TLG 0752 003 :: EUTECNIUS :: Paraphrasis in Oppiani cynegetica (fort. auctore Eutecnio)

EUTECNIUS Soph., vel Eutechnius
(A.D. 3/10)

Paraphrasis in Oppiani cynegetica (fort. auctore Eutecnio)

Source: Tüselmann, O. (ed.), Die Paraphrase des Euteknios zu Oppians Kynegetika [Abhandlungen der königlichen Gesellschaft der Wissenschaften zu Göttingen, Philol.–hist. Kl., N.F. 4.1] Berlin: Weidmann, 1900: 8–43.

Citation: Page — (line)

8

(1t)

Παράφρασις εἰς τὰ τοῦ Ὀππιανοῦ κυνηγητικά.
2Τὰς Ὀππιανοῦ τῆς κυνηγίας βίβλους ἐκ τῆς σκοτεινῆς τοῦ μέτρου δυσφωνίας εἰς πεζὸν εἶδος τοῦ λόγου μεθαρμόσας
5προὔθηκά σοι, μέγιστε Καῖσαρ, ἐνθάδε, θηρατικῆς μάθημα πάγκαλον τέχνης· ἐντυγχάνων οὖν εὐκόπως τὸ βιβλίον καὶ τὴν ἀπ’ αὐτοῦ συλλέγων εὐκαρπίαν πονῶν με πεῖθε μὴ κατοκνεῖν εἰς πόνους.
10
Οὐδὲ σέθεν γεραρὴν ἰδ’ ἐρατὴν πυκτηΐδα
ἡμιτελῆ παρέθηκα, σοφίης ὄρχαμ’ ὦσχε,
Ὀππιανὲ θρυλούμενε κλυτῆς εἵνεκ’ ἀοιδῆς,
ἀλλ’ ἀνύσας θηησάμην σέο καλλιέπειαν. Σοὶ τοὺς περὶ κυνηγεσίων ἀνατίθημι πόνους, θειότατε βασιλεῦ Ἀντωνῖνε, τὸ πο‐
15λυέραστον φῶς τῶν κρατίστων Ῥωμαίων καὶ μαχίμων, τὸ Σεβήρου καὶ Δόμνης γλύ‐ κιστον βλάστημα, Σεβήρου τοῦ τῶν Αὐσόνων θεοῦ, Δόμνης τῆς ὀλβιωτάτης γυναικῶν, ἣ καὶ τὸν ἄριστον ἐκληρώσατο σύνοικον, καὶ τὸν κάλλιστον ἐτεκνώσατο, ἣν εἴ τις Ἀφροδίτῃ προσεικάσειεν ἢ πλησιφαῆ Σελήνην ἐπονομάσειεν, οὐκ ἂν ἁμάρτοι τῆς ἀληθείας, ἣ καὶ πρὸς αὐτὴν τοῦ Διὸς τὴν σπορὰν τάχα ἂν τῇ καλλιτεκνίᾳ διαμιλ‐
20λήσαιτο· ἀλλ’ ἱλήκοιεν οἱ θεοί σοι, βασιλεῦ, καὶ μάλιστα Φαέθων τε καὶ Ἀπόλλων. Ὃς ἐκ πατρὸς οὐκ ἀμογητὶ κτησαμένου, καθάπερ τινὰ κλῆρον, ἔχεις τὴν βασι‐ λείαν λαβὼν, καὶ τοῖς σοῖς ὑπέθηκας σκήπτροις σύμπασαν γῆν, σύμπασαν θάλασσαν, ποταμοὺς ἅπαντας, οἷς ἀρχὴ καὶ γένεσις ὠκεανοῦ τὰ ῥεύματα· καί σοι τοῦ κράτους ὁ χρόνος φαιδρὸν μειδιῶν καὶ γαλήνης ἀνάπλεως.
25Ἀμέλει καὶ αὐτὸς τὰ θηρευτικὰ ταῦτα προσᾴδω σοι οὐκ ἀθεεὶ πάντως, ἀλλὰ κε‐ λευούσης Ἀρτέμιδος, κυνηγέτιδος δαίμονος, ἧς λεγούσης ἀκούειν ἔδοξα· ἀνίστω καὶ τὴν δύσβατον τῆς κυνηγεσίας ὁδὸν πορευώμεθα, τὴν ἀτριβῆ τέως ἑτέροις ποιηταῖς· πλὴν τῶν ἀπεχθῶν ἐμοὶ διηγημάτων ἀπόσχου παντάπασιν, καὶ μήτε Διονύσου τελετὰς
ᾆδε, μήτε τριετηρίδας ἑορτὰς, μὴ χοροὺς Ἀσωποῦ, μὴ πλοῦν Ἀργοῦς, μὴ γένος8

9

ἡρωϊκὸν, μὴ μάχας, μὴ φόνους Ἄρεως, μὴ Ἀφροδίτης ἔρωτας, ἀλλὰ ταῦτα πάντα παραδραμὼν, ὡς ἀκούσματά μοι πολέμια, διηγοῦ μάχας θηρῶν, βουλὰς ἀγρευτῶν, ῥινηλασίας κυνηγῶν, ἔχθρας καὶ φιλίας ζώων, γάμους καὶ τοκετούς. Ταῦτα λεγούσης Ἀρτέμιδος πάντα ποιεῖν ἐπηγγειλάμην, ὡς ἐκέλευε. Τοιγαροῦν
5ἔχομαι τοῦ προκειμένου σκοποῦ, καὶ γένοιτο τῶν ἐλπιζομένων μὴ διαμαρτεῖν. Ἀλλὰ σὺ, ὦ βασιλεῦ, ἡμέρως καὶ προσηνῶς τὸν λόγον δέχοιο, δεξιὰν προτείνων πλουτοποιὸν καὶ ταῖς ὑπὸ τὴν σὴν ἐπικράτειαν πόλεσι καὶ τοῖς τὰ θηρατικὰ ταῦτα γράφουσιν. Ἔστιν ἡ θήρα τριττὴ πρὸς θεοῦ τοῖς ἀνθρώποις, κατ’ ἀέρα, κατὰ γῆν, κατὰ θάλατταν, πλὴν οὐχ ὁ αὐτὸς πάσαις μόχθος ἐμπέφυκε. Ποῦ γὰρ ἶσον ἰχθύν τε
10ἀνελκύσαι τοῦ βυθοῦ καὶ ὄρνιν ἐξ ἀέρος ἐπισπάσασθαι, καὶ θηρσὶν ἀγρίοις μάχην ἐν ὄρεσι συμβαλεῖν; Εἰ γὰρ καὶ τῷ ἰξευτῇ θηρῶντι κάματος, ἀλλὰ καὶ ἡδονὴ τῷ καμάτῳ συγκέκραται, καὶ τὸ κατὰ τῶν ἀερίων τρόπαιον ἀναίμακτον ἵστησιν. Κἂν τὸν ἁλιέα σκοπήσῃς, ὄψει τὰ ὅμοια· ὁ μὲν γὰρ πέτρας παραλίας ἀτρέμας ὑπερ‐ καθέζεται, δόναξι καὶ ἀγκίστροις ἐπὶ τὸν ἰχθὺν ὁπλιζόμενος, ὁ δὲ οὐκ εἰς μακρὰν
15ἄθλιος τῷ χαλκῷ περιπαρεὶς ἁλωτὸς ἐκ τῆς γένυος ἕλκεται, τῆς φίλης διατριβῆς ἀποξενούμενος καὶ σπαίρων μὲν ἀνήνυτα καὶ ὀρχούμενος, ἄφατον δὲ τὴν τέρψιν ἐμποιῶν τῷ θηράσαντι. Ναὶ μὴν καὶ τῷ ἰξευτῇ γλυκὺς ὁ πόνος, ὡς ἔφαμεν· οὐ γὰρ ἐπὶ τὴν ὀρνιθοθηρίαν αὐτῷ δεῖ ξίφους καὶ δόρατος, ὅτι μὴ μόνον ἀετὸς αὐτῷ συνέπεται καὶ ἰξοὶ καὶ λίνα καὶ κάλαμος ἐπιφέρονται. Τίς οὖν τὰ τοιάδε παίγνια
20κυνηγετικοῖς σπουδάσμασιν ἶσα ἂν θαρρήσειεν εἰπεῖν; τίς δὲ τῷ βασιλεῖ λέοντι τῷ βλοσυρῷ καὶ φοβερῷ τὸν ἀετὸν ἀπεικάσειεν; τίς δ’ ἂν ταῖς ὀξυῤῥόποις παρ‐ δάλεσι παραβάλοι τὴν μύραιναν; συγκρινέσθω γὰρ πρὸς τὰ κυνηγῶν ἀγωνίσματα τὰ ἰξευτῶν καὶ ἁλιέων σπουδάσματα. Ἀλλ’ οὔτ’ αἴγαγρος λάρῳ παρόμοιος εἰς θήραν, οὔτε μὴν ἐχῖνος ῥινοκέρωτι, καὶ κῆτος ἐλέφαντι. Πολὺ δὲ καὶ τῶν θηρατῶν
25κατὰ χεῖρα τὸ διάφορον· οἱ μὲν περὶ τὰ κυνηγέσια στρεφόμενοι λύκων περιεγένοντο, οἱ δ’ ἁλιευτικὴν μετερχόμενοι θήραν θύνων κατεκυρίευσαν· καὶ ἀγρευταὶ μὲν ἀγρίας ἐδάμασαν ὄϊας, ἰξευταὶ δὲ περιστερὰς ἡμέρους ἐχειρώσαντο· ἄρκτοι κυνηγέταις ἀγώνισμα, μορμύλος ἁλιεῦσι τὸ θήραμα· χεῖρες ἱππέων ἐπὶ τίγριδας, ἰχθυοβόλων δὲ ἐπὶ τριγλίδας ὡπλίσαντο· καὶ κάπρον μὲν ἰχνευταὶ διεχειρίσαντο, τὸ δὲ ἰξευτικὸν γένος ἀηδόνα διώ‐
30λεσεν. Ὅσῳ τοίνυν κάπρος καὶ τίγρις, ἄρκτος καὶ λέων, ῥινοκέρωτες καὶ ἐλέφαντες, λύκοι καὶ ὄϊες περιστερῶν καὶ ἀηδόνων ἀλκιμώτερα μορμύλων τε καὶ τῶν τριγλίδων
καὶ τῶν ἄλλων, ὧν εἴπομεν, τοσούτῳ θηρολέται τῶν περὶ πτηνὰ πονουμένων καὶ ἰχθῦς9

10

γενναιότεροι. Ἀλλὰ Τρίτωνες μὲν καὶ Νηρεὺς, οἱ τῆς θαλάσσης ἔφοροι δαίμονες, τῷ λόγῳ συνομαρτείτωσαν, ὡσ〈αύτωσ〉 δὲ καὶ ὁ τῶν φιλορνίθων νυμφῶν ἑσμός· βούλεται γὰρ ἀπ’ αὐτῶν ἐπιστρέφειν ἐπὶ τοὺς θηροκτόνους δαίμονας, ὅτι που καὶ τῆς αὐτῶν ἐπικουρίας χρεία πρὸς τὸ προκείμενον.
5Αὐτίκα οἱ πρὸς θήραν ἐξιόντες νεανίσκοι—δεῖ γὰρ ἀπ’ αὐτῶν τοῦ λόγου ποιήσασθαι τὴν ἀρχὴν—μήτε πολυσαρκίᾳ βαρυνέσθωσαν, μήτε ἰσχνότητι ταπει‐ νούσθωσαν· ὄγκος μὲν γὰρ σώματος δυσκίνητον καὶ ἀργὸν πρός τε θηρῶν μεταδίωξιν, πρός τε τάφρων καὶ σκοπέλων ἅλματα, καὶ δὴ καὶ πρὸς δρόμον ἄχρηστον ἀπο‐ καθίστησιν, ἀσαρκία δὲ σφαλερὸν εἰς ἀγρίων ζώων συμπλοκὰς καὶ παλαίσματα.
10Φευκτέον οὖν ὡς ἀσύμφορα τὸν ἀληθῆ θηρατὴν καὶ ἄμφω, καὶ μήτε τὸ ὑπέρπαχυ καὶ πολύκρεων ἀγαπητέον, μήτε τὸ ὑπέρλεπτον καὶ ἄσαρκον, ἀλλ’ εἰς τὸ σύγκρατον καὶ μέσον ἔχον ἀσκητέον τὰ σώματα, ἵνα καὶ τρέχειν ᾗ κοῦφα καὶ ἰσχυρὰ μάχεσθαι. Φερέτω δὲ χεὶρ μὲν ἡ δεξιὰ δύο προμήκεις ἄκοντας, καὶ τὰ μέσα τῆς ζώνης ἐξαρ‐ τάσθω δρεπάνην, ἵν’ ᾗ καὶ θηρῶν ὁμοῦ καὶ ἀνδρῶν ἐπιβούλων ἀμυντήρια. Ἡ δὲ
15ἀριστερὰ τῶν χειρῶν πεζῷ μὲν ἀνδρὶ πρὸς κυναγωγίαν ἀνείσθω, τῷ δέ γε ἱππηλάτῃ πρὸς τὴν τοῦ χαλινοῦ μεταχείρισιν. Ἀναστελλέσθω καὶ τὸ χιτώνιον ἀντὶ ζώνης τε‐ λαμῶνι περισφιγγόμενον. Ἵνα δὲ καὶ ῥᾳδίως ἐξῇ πονεῖν καὶ τὰ θηρατικὰ μετιέναι προθυμότερον, ἀφείσθω κατὰ τῶν ὤμων τὸ ἱμάτιον ἀφ’ ἑκατέρων τῶν χειρῶν, οἷα δεσμοῦ τινος ἀπαλλάττον αὐτοὺς καὶ κωλύματος· οἷς δὲ ἰχνηλασία μέλει, καὶ γυμνοὺς
20ὑποδημάτων ἔχειν τοὺς πόδας χρὴ, ὡς ἂν μὴ τῷ ψόφῳ τοὺς θῆρας διυπνίζοιεν. Βέλτιον δὲ αὐτοὺς μηδὲ χιτῶνα ἐπενδεδύσθαι τοῦ μὴ τὸ πνεῦμα ἐμπίπτον ἦχον ἀποτελεῖν καὶ φεύγειν τοὺς θῆρας κατασκευάζειν διὰ τὸ πάνυ ψοφοδεές. Ταῦτα μὲν οὖν εἰρήσθω περὶ σκευῆς ἀγρευτῶν. Καιρὸς δὲ θήρας οὐχ ὁ αὐτὸς, ἀλλ’ ἄλλος ἄλλοτε· νῦν μὲν ἀρχομένης ἡμέρας,
25νῦν δὲ δείλης ἑῴας· ἤδη δὲ καὶ μεσημβρία καὶ ἑσπέρα 〈καὶ〉 νὺξ, σελήνης διαυ‐ γαζούσης, τὸν κυνηγὸν εἰς θήραν διανέστησαν. Ἀλλὰ τοῖς ἐπιμελεστέροις τῶν θηρα‐ τῶν καιρὸς ἅπας καὶ ἡμέρα πᾶσα πρὸς ἄγραν εὔθηρός τε καὶ περιδέξιος, ἔαρ δὲ μάλιστα καὶ μετόπωρον, ἡνίκα καὶ ὁ δρόμος ἵπποις τε καὶ ἀνθρώποις καὶ κυσὶν εὐπετέστερος· ἄρτι γὰρ ἱσταμένου τοῦ ἔαρος μειδιᾷ μὲν ὁ ἀὴρ, τῇς τῶν νεφελῶν κατη‐
30φείας ἀπαλλαττόμενος, βάσιμον δὲ καὶ πλωτῆρσι τὸ πέλαγος, καὶ φυτοῖς μὲν ἡ γῆ καλλωπίζεται, τοὺς φυτηκόμους εὐφραίνουσα, τὸ ῥόδον δὲ οἷα δεσμῶν ἀπολέλυται τῶν καλύκων ὑπανατέλλον ἠρέμα καὶ πρὸς τὸ ἐκτὸς διαπλούμενον. Περὶ δέ γε φθίνουσαν ὀπώραν τέθηλε μὲν γεωργῇ πάγκαρπον τὸ δωμάτιον, ὑπερβλύζει δὲ τῶν ἐλαιοδόχων τὸ
ἐλλιπὲς ἔλαιον, ἀμπέλων δὲ βότρυς ἁπαλοῖς ποσὶ θλιβόμενος σκιρτᾶν παρασκευάζει τὰ10

11

ἐπιλήνια, καὶ σίμβλα μελισσῶν ἐπιβρίθει τῷ μέλιτι. Οὐ μὴν οὐδὲ χειμὼν οὐδὲ θέρος ἀκερδῆ καὶ ἀπρόσφορα τῷ γε μὴ παντάπασι νωθρῷ κυνηγέτῃ καὶ ἀφιλόθηρι· δίδωσι γὰρ κἀν τῷ χειμῶνι τὰ μέσα τῆς ἡμέρας τὴν ἄγραν εὔθηρον τῷ θηρεύοντι, ὁπότε καὶ τὸν ἐν δρυμοῖς καταληφθέντα τῆς ὥρας τὸ δριμὺ μέσον οὐκ ἐξενίκησεν, ἀλλ’ ἐπενόησεν
5αὐτῷ παραμυθίαν τοῦ πιέζοντος· κάρφη γὰρ συλλεξάμενος, ἔπειτα κοίλην πέτραν ὑποδὺς, καὶ φλόγα ἐκ τῆς ὕλης ἀνεγείρας ἐθάλψατό τε καὶ ἐδειπνοποιήσατο. Οὕτω κἀπὶ τοῦ θέρους ποιεῖν ἁρμόδιον φεύγοντα μὲν τὸ φλογῶδες τοῦ ἡλίου καὶ καματηρὸν, ὑπ’ αὐτὸ δὲ τὸ λυκαυγὲς ἐξιόντα πρὸς κυνηγέσιον, ὅτε καὶ βοῦς ὑπὸ ζυγὸν ἄγεται καὶ ἄροτρον εἵλκυσται πρὸς γῆς ἀναμόχλευσιν, ἢ, εἰ μὴ τότε, ἀλλ’ ἡλίου πρὸς δυσμὰς
10ἤδη κλίνοντος, ὁπηνίκα πρὸς ἐπαύλεις ἀγέλαι συνελαύνονται, καὶ μαζοὶ μὲν γάλακτος πλήθουσι, βρέφη δὲ ἀπὸ τῶν σηκῶν ἐξαλλόμενα ταῖς μητράσι σφῶν περισκαίρουσιν ἕκαστα, μόσχοι δαμάλεσιν, ὄϊσιν ἀμνοὶ, πῶλοι φορβάσι καὶ αἰξὶν ἔριφοι. Χρὴ μέντοι τοὺς ἐντελεῖς θηρατὰς καὶ τάδε ὅπλα πρὸς ἄγραν ἐπιφέρεσθαι, ἀλ‐ λοῖά τε ὄντως ταῖς κατασκευαῖς καὶ διάφορα τοῖς ὀνόμασι, φημὶ δὴ ἄρκυς, λίνους,
15πάναγρον, δίκτυα, σχαλίδας, βρόχους, προσέτι καὶ τὰ ἐκ σιδήρου ταυτὶ, ἀκόντιον, σιγύνην, ἁρπάλαγον, κάμακας καὶ τὸν ἀπὸ τόξου πεμπόμενον ὀϊστὸν, ναὶ μὴν καὶ μα‐ χαίρας ἀμφιστόμους καὶ βουπλῆγας καὶ τρίαιναν λαγοφονεύτριαν, ἀλλὰ δὴ καὶ τὰς οὕτω λεγομένας ἀγκυλίδας καὶ κορώνας διὰ τὸ καμπύλον τοῦ σχήματος· προσκείσθων τούτοις καὶ σπάρτοι καὶ μήρινθες καὶ ποδάγραι διάπλοκοι, ἅμματα παὶ στάλικες καὶ
20σαγῆναι μυριόφθαλμοι. Φέρε δὴ μετὰ τὰ εἰρημένα καὶ θηρατικῶν ἵππων μνείαν ποιησώμεθα. Ἄρσενες ἵπποι τῶν θηλειῶν ἀνδράσι θηραταῖς ἀμείνους, ὅτι τὸ θέειν ὀξύτεροι καὶ πρὸς κα‐ μάτου διάρκειαν εὐτονώτεροι, 〈καὶ〉 ὅτι φορβάδες ὀργῶσαι τῷ τῶν ἀρρένων ἔρωτι χρε‐ μετισμὸν ἀφιᾶσι φιλοτήσιον καὶ τὸ καταδεὲς καὶ περίφοβον τῶν ἐλάφων καὶ δορκάδων
25καὶ λαγωῶν εἰς φυγὴν ἐρεθίζουσιν. Ὥσπερ δὲ ἐν ἀνθρώποις πολλὴ διαφορὰ κατά τ’ εἶδος καὶ μέγεθος καὶ ἦθος καὶ γένος, οὕτω δὴ κἀπὶ τῶν ἵππων εὑρήσομεν, ἀλλ’ ἐγὼ, καίτοι χαλεπὸν ὂν καὶ ἐν τοσαύτῃ πλήθους ἑτερότητι διάκρισιν τῶν ἀρίστων ποιήσασθαι, λέγειν ἕτοιμος τοὺς ἐν ἅπασι κρατιστεύοντας. Λέγω δὴ οὖν τὰ πρῶτα φέρειν ἐν ἵπποις τοὺς ἀπὸ Τυρ‐
30σηνίδος τὴν γένεσιν ἔχοντας, τοὺς Σικελοὺς, τοὺς Κρῆτας, τοὺς Μάζηκας, οἷς Ἀχαία τροφὸς, τοὺς Καππαδόκας, τοὺς Μαύρους, τοὺς Σκύθας, τοὺς Μάγνητας, τοὺς ἐξ Ἤλιδος· τούτοις συγκατάριθμοι καὶ Ἀρμένιοι· συγκαταρίθμει τούτοις καὶ Ἴωνας,
Θρᾷκας καὶ Λίβυας καὶ αὐτοὺς τοὺς ἐκ τῆς Τρωγλοδύτιδος.11

12

Ἀρίστη δ’ ἵππου κατασκευὴ καὶ διάπλασις τοῖς παλαιοτέροις ἱπποφορβοῖς καὶ βουκόλοις αὕτη νενόμισται· μέγας τῷ σώματι, μετεωρίζων ὑψοῦ τὴν κεφαλὴν, ὀλίγον δ’ ὑπὲρ τὸν τράχηλον τὴν κάτω γένυν ἔχων ἠρέμα ἐπινεύουσαν, πλατὺς καὶ φαιδρὸς τὸ μεσόφρυον, τὰς κορυφαίους τρίχας πυκνὰ σείων περὶ τὸ μέτωπον, ὄμμα μέλαν καὶ
5πυρσὸν, μέλαν τὸ ὑπερόφρυον, μυκτῆρες πλατεῖς, στόμα σύμμετρον, ὦτα μικρὰ, αὐχὴν ἠρέμα ἐπικαμπὴς ἔστω καὶ τὰ στέρνα πολὺς, τὰ νῶτα εὐρὺς, τὸ σῶμα δολιχὸς, τὴν ῥάχιν περισχιδὴς ὑπὸ λιπαροῖς τοῖς ἰσχίοις καὶ μακρᾷ τῇ οὐρᾷ καὶ τετανότριχι, ὑπεστηρίχθω δὲ καὶ μηροῖς εὐπαγέσι καὶ μυώδεσιν, ἐχέτω καὶ τὰ κάτω τῶν ποδῶν ὀρθοτενῆ καὶ μακρὰ καὶ ὑπόλεπτα, κῶλα μὴ πολύσαρκα, τοῖς τῶν ἐλάφων δὲ παρα‐
10πλήσια, σφυρὸν ὕπτιον, ὁπλὴ περιφερὴς, ὑφηλὴ, κραταιὰ κατὰ τῶν ἐλάφων τὰ ἰσχυ‐ ρότατα. Τοιοῦτον ἡμῖν ὁ λόγος τὸν κυνηγέτην ἵππον διετύπωσε, τοῖς ἀρχαίοις ἐξακο‐ λουθῶν ἱππογνώμοσι· κατὰ ταύτην τὴν εἰκόνα Τυρσηνὸς ἵππος διεζωγράφηται, οὐ μὴν ἀλλὰ καὶ Καππαδόκης καὶ Ἀρμένιος καὶ ὁ τῆς Ἀχαίας τρόφιμος. Θαυμάσιον δὲ οἷον τόδε Καππαδόκαις ἵπποις ἐνενόησαν· ἕως μὲν γὰρ νεάζουσιν, ὑφεῖται τούτοις τὰ
15τῆς δυνάμεως, γηράσκοντες δὲ πρὸς ἀλκήν τε ἐπιδιδόασι καὶ ὁ δρόμος αὐτοῖς ὀξύτερος γίνεται. Οὗτοι καὶ πρὸς πόλεμον ἄτρομοι καὶ πρὸς θῆρας εὔτολμοι καὶ ὁπλίταις ἂν ἀντισταῖεν καὶ πύκνωμα ῥήξαιεν φάλαγγος καὶ θηρσὶ καταπληκτικοῖς ὁμόσε χωρήσαιεν. Καθόλου δ’ εἰπεῖν, ἵππος ἅπας εὐγενής τε καὶ εὔτολμος καὶ τῆς σάλπιγγος σημηνάσης τὸ ἐνυάλιον διανίστησί τε τὸ οὗς καὶ πάντη τῷ βλέμματι δέδορκε, λόχον περισκοπῶν,
20πρὸς χαλκὸν ἀτενίζων καὶ σίδηρον, ἔγνω 〈δὲ〉 καὶ πολέμου καιρὸν καὶ τῆς οἴκοι δια‐ τριβῆς καὶ τῆς κατὰ πολεμίων ἐνέδρας οὐκ ἠγνόησε τὸ σύνθημα· ἴδοις ἂν αὐτὸν καὶ τείχεσι δυσμενῶν πελάσαντα καὶ τρέσαντα μηδὲν καιροῦ πολιορκίας ἐνστάντος καὶ τῆς ὁπλομανοῦς νεότητος κούφαις ἀσπίσι καὶ ὀμφαλοῖς ποικιλλομέναις φραγνυμένων τὰς κεφαλὰς τοῦ τὰς ἐκ τῶν τειχῶν βολὰς ἀποστέγειν δύνασθαι, ὅτε δὴ τῷ χαλκῷ τῶν
25ἀσπίδων ἀκτὶς ἡλίου προσβάλλουσα διπλῆν ἐκεῖθεν ἀφίησιν ἀστραπὴν, ὑψουμένην τε ἀπ’ ἀνατολῶν καὶ ταπεινουμένην πρὸς δυσμάς. Φύσει γὰρ ἵππος συνεῖναι δεινότατος, ἶσα καὶ ἀνθρώπων οἱ χαριέστατοι, ἐπιγινώσκει τε ἀκριβῶς τὸν ἐπιβάτην καὶ ἰδὼν εὐθὺς ἀφῆκε χρεμετισμὸν, οἷα δὴ προσγελῶν ἐκείνῳ καὶ συνηδόμενος, κἂν πέσῃ πο‐ λεμῶν, ᾔσθετο τοῦ πάθους .... ἵν’ ἐκ τῆς ὀδμῆς ἀφανισθείη τὰ γνωρίσματα τῆς
30φύσεως· ἔλαθεν, ὦ θεοὶ, τὸ δεινὸν ἐργασάμενος, καὶ ὁ στυγητὸς ἐκεῖνος ἐτελέσθη γάμος καὶ ἀπόπτυστος, οἷον ἀκούομεν γενέσθαι πρότερον ἐν Θήβαις τῇ μητρὶ συνευ‐ νασθέντος Οἰδίποδος. Ἐπεὶ οὖν μετὰ τὴν μίξιν τῶν δολερῶν ἐκείνων περιβλημάτων
ἐγυμνώθησαν, πρῶτα μὲν ἐνεώρων ἀλλήλοις λοξῷ τῷ βλέμματι, ἔπειτα δ’ ὀγκηρὸν12

13

φριμαξάμενοι καὶ μετεωρισθέντες ἄτακτα ῥήσσουσι μὲν τὰ δεσμὰ, χρεμετισμὸν δ’ ἀφιᾶσι μάλα τραχὺν καὶ ὀξύτατον, ὡσανεὶ θεοὺς τῆς παροινίας μαρτυρόμενοι καὶ τῷ νυμ‐ φοστολήσαντι κακῶς ἐπαρώμενοι, ἐσύστερον δὲ κλαίοντες τρόπον τινὰ καὶ πηδῶντες ἀκάθεκτα ταῖς ἀντικειμέναις πέτραις τὰς κεφαλὰς προσήραξαν καὶ τὰ ὀστᾶ συντρι‐
5βέντες ἐπένευσαν ἐπικλιθέντες ἀλλήλοις μετὰ τὸν ὄλεθρον. Τοιαῦτα περὶ τῶν ἵππων ὁ παλαιὸς λόγος διεθρύλλησεν. Ἄριστοι δὲ τῶν ἵππων εἰς δρόμου τάχος καὶ ποδῶν ὠκύτητα οἵ τε κατὰ τὴν Σικελίαν καὶ οἱ περὶ τὸ Λιλύβειον καὶ τὰ Αἴτνης ἄκρα τοῦ τριαύχενος ὄρους νεμόμενοι, ὅπου καὶ ὁ γίγας Ἐγκέλαδος ὁ θεοῖς πολέμιος ὡς ἐν φρουρίῳ τινὶ κατακέκλεισται πῦρ ἀπὸ τῶν κοίλων τῆς Αἴτνης ἀναπαφλάζων, ὡς ἄν
10τις εἴποι πρηστῆρας αἰθερίους ἀσθμαίνων τε καὶ ἀπερευγόμενος. Ποδωκέστεροι δὲ τῶν ἀπὸ Σικελίας οἱ Παρευφρατήσιοι καὶ οἷς Ἀρμενία καὶ Παρθία τροφοί. Ἴβηρες δὲ καὶ Πάρθους αὐτοὺς εἰς ἀρετὴν σκελῶν ὑπερήλασαν, ὧν οἶμαι τῷ δρόμῳ τὸν ἀετὸν ἄν τινα παραβαλεῖν, ἢ 〈ἱέρακα〉 τὸν ὠκύπτερον ἢ αὐτὸν δελφῖνα τὸν κατὰ τοῦ πελάγους κούφως διολισθαίνοντα. Τοσοῦτον Ἴβηρσιν ἵπποις τὸ περισσὸν τῆς ὀξύτητος· ἀλλὰ
15καίπερ οὕτως ἔχοντες τάχους οὔτε μέγεθος ἀποχρῶν ἵπποις ἔλαχον, οὔτε σώματος ἰσχὺν, οὔτε εὐτολμίαν ψυχῆς, ἀλλὰ καὶ ὁ δρόμος αὐτῶν οὐ διαρκὴς, οὐδὲ μόνιμος, οὐδὲ σταδίων πολλῶν, εἰσὶ δὲ καὶ καλοὶ μὲν ἰδεῖν, ἐς ὁπλὴν δὲ ἀσθενεῖς καὶ πλατυώνυχες. Μαῦρος δ’ ἵππος δραμεῖν τε ἀγαθὸς καὶ ἄθλους ὑποδῦναι φερέπονος, μετὰ τοῦτον Λίβυς δολιχοδρόμος τε καὶ τληπαθὴς, ἄμφω δὲ τούτω παρομοίω τὸ εἶδος ἔστον, πλὴν
20ὅσῳ μείζων ὁ Λιβυκός· κατὰ πάντα γὰρ ὅσοι τῶν ἵππων Λιβύην αὐχῶσι καὶ Κυρήνην μητέρα γενναῖοι καὶ ἰσχυρότατοι, ἐξ ἐπιμέτρου δ’ αὐτοῖς καὶ τὸ ἐπίμηκες πρόσεστι διὰ τὸ πλεονεκτεῖν τῶν ὁμογενῶν προσθήκῃ πλευρῶν καὶ παχύτητος, ὅθεν ὀγκώδεις τέ εἰσι, μείζους τὰ σώματα, ἡλίου τε φλόγα καὶ δίψος ἐνεγκεῖν καρτερικώτατοι. Κρῆτες δ’ ἵπ‐ ποι καὶ Τυρσηνοὶ κατ’ ἄμφω καλοὶ μῆκός τε σώματος καὶ τάχος ποδῶν. Οἱ μέντοι
25Σικελοὶ τῶν Μαύρων δρομικώτεροι καὶ θυμοειδέστεροι, φαιδροί τε ὄψιν καὶ χαροποὶ τὰ ὄμματα, οἳ καὶ βρυχόμενον ἂν ὑποσταῖεν λέοντα. Τοιγάρτοι καὶ τόδε τοῖς περὶ θήραν ἐπτοημένοις ἐπινενόηται· πρὸς γὰρ τὰ διάφορα τῶν θηρίων γένη καὶ διαφόροις ἵπποις ἐχρήσαντο καὶ ἄλλον ἄλλῳ κατανενοήκασιν ἀντίπαλον· ἐλάφῳ μὲν γὰρ στικτόποδι τὸν κυανόφθαλμον ἵππον ἐπήλασαν, ἄρκτῳ δὲ τὸν γλαυκὸν, καὶ παρδάλει τὸν μέλανα, ἐπὶ
30δὲ τοὺς σύας τὸν πυρσὸν τὴν τρίχα κεκινήκασιν, ὥσπερ δὴ καὶ τῷ χαροπῷ λέοντι τὸν
χαροπὸν ἵππον ἀντέστησαν καὶ εὐόμματον. Ἵππων δὲ πάντων ὁ Νισαῖος ἐξοχώτατος,13

14

κάλλει τε ὑπερφέρων καὶ χαλκοῦ δεσμοῖς εὐπειθὴς καὶ εὐάγωγος καὶ βασιλεῖ πρε‐ πῶδες ὄχημα, βραχὺς τὴν κεφαλὴν, τὸν αὐχένα περιττὸς καὶ τὴν τρίχα ἐπίχρυσος. Ἔστι καὶ ἄλλο γένος ἵππων θηρατικῶν στικτὸν καὶ κατάγραφον, ὤρυγγας αὐτοὺς ἡ παλαιότης καλεῖ δυοῖν ἕνεκεν, ἢ διὰ τὸ ὀρεσίτροφον ἢ διὰ τὸ θηλυμανές· ὀρούειν
5γὰρ οἱ ποιηταὶ τὸ ἀσχέτως ὁρμᾶν ἐπὶ τὴν θήλειαν λέγουσιν. Εἴδη δὲ τούτων τῶν ὠρύγγων δίδυμα· οἱ μὲν γὰρ αὐτῶν στεφάνοις 〈μακροῖσ〉 καὶ ἐπαλλήλοις ποικίλλονται νῶτα μόνον καὶ τράχηλον ὡς ἔστιν ἰδεῖν ἔχουσιν· οἱ δὲ κύκλοις περιτρόχοις οἷα σφραγῖδι σύμπαν τὸ σῶμα καταγεγράφαται κατὰ τὰ αὐτὰ ταῖς παρδάλεσιν· ἀλλὰ τοὺς μὲν πρώτους ἡ φύσις οὕτω διεζωγράφησε, τῶν δευτέρων δὲ ἀνδρῶν εὑρήματα τὰ ποι‐
10κίλματα· νηπίους γὰρ ἔτι τυγχάνοντας ἁπαλῷ καυτῆρι πρὸς κύκλον περιηγμένῳ παν‐ ταχόθεν κατέστιξαν καὶ χειροποίητον αὐτοῖς κόσμον ἐχαρίσαντο. Καὶ ξένον οὐδὲν, εἰ τοιαῦτα μεμηχάνηνται ἄνθρωποι, ὅπου γε καὶ πῶλον ἐγκυμονούμενον εἰσέτι καὶ λαγόσι μητρῴαις ἐνισχόμενον οὐκ ἰδόντες, οὐχ ἁψάμενοι διεσχημάτισαν ὡς ἐβούλοντο καὶ εἰκόνας ἵππων ἀφανεῖς ἐν τῷ τῆς μήτρας ἐργαστηρίῳ χρωματίσαντες ἔστησαν. Ὁπη‐
15νίκα γὰρ ὀργᾷ πρὸς ἀφροδίτην ἡ θήλεια καὶ οἷα θερμὸν ἐραστὴν ἀναμένει τὸν ἄῤ‐ ῥενα, τηνικαῦτα ἐκεῖνον οἱ περὶ τὰς ἱπποκομίας ἔχοντες ἑτεροχρόοις ποικίλμασιν ἁπανταχῆ τοῦ σώματος περιγράψαντες εἰς τὸ ἀγλαὸν τῆς μορφῆς περιχρώσαντες πρὸς γάμον εὐτρεπίζουσιν. Εἰκάσαις ἂν αὐτὸν ἰδὼν ἥρωϊ στεφανηφοροῦντι καὶ ἀναβεβλημένῳ λαμπρὰ καὶ περιπόρφυρα μύρου τε ἀποπνέοντι καὶ ἱεμένῳ πρὸς θάλαμον, ὅπου περ
20ἐξέσται τῇ νύμφῃ περιτυχεῖν, οὐ μὴν ἐπαφιᾶσι τῇ ἐρωμένῃ θᾶττον, ἀλλ’ ἐπέχουσι σπεύδοντα, σφοδρότερον αὐτοῦ τῆς ἐπιθυμίας τὸ πῦρ ὑπεκκαίοντες· ἔπειτα τὸ πρὸς ἀφροδίτην αὐτοῦ περιμανὲς ὑποθήξαντες ὀψὲ καὶ μόγις ἱπποβατεῖν ἐνδιδόασιν· ἡ τοίνυν ἵππος οὕτω καλοῦ συνεύνου καὶ πολυανθοῦς εἴδωλον ἐκμαξαμένη τοῖς ὀφθαλμοῖς καὶ σπέρμα γόνιμον ἐγκολπωσαμένη τῇ γαστρὶ βρέφος ἀπέτεκεν ὡραῖόν τε καὶ πολύ‐
25χρουν. Τούτου καὶ ἰξευταῖς ἐμέλησε τοῦ σοφίσματος· τῶν γάρ τοι περιστερῶν συν‐ ουσιαζουσῶν τοῖς στόμασιν, ἐκεῖνοι ταῖς σφῶν ἐπινοίαις νεοσσοὺς ποικίλους ἐδημιούρ‐ γησαν· ἁλουργοὺς καὶ ἀνθοβαφεῖς χιτῶνας ὑπ’ ὄψιν ἐκείνων προθέμενοι βλέπειν ἀφῆκαν ὁπότε πρὸς γάμον συνίασιν, αἱ δ’ ἀπὸ τούτου τῇ τῆς θεωρίας τέρψει καὶ ἡδονῇ τέκνα πολύμορφα ἐνεοττοποιήσαντο. Ἤδη δὲ καὶ διαπλάσεως ἀνθρώπων ἄχρι
30προβέβηκε τὸ μηχάνημα, καὶ οἱ πλάσται Λάκωνες, συνεργὸν τῆς τέχνης τὴν γραφικὴν προβαλλόμενοι· τῶν γὰρ ἐφήβων τοὺς ἐν ὥρᾳ πρότερον ἀστράψαντας, Νιρέα φημὶ καὶ Νάρκισσον καὶ Ὑάκινθον, Κάστορά τε καὶ Πολυδεύκην καὶ τοὺς καλλίστους τῶν
θεῶν Ἀπόλλωνά τε καὶ Διόνυσον ἐν πίναξιν ἐπιμελέστατα διαμορφώσαντες, καὶ εἰς14

15

τὸ ἀκριβὲς ἐκτυπωσάμενοι ταῖς ἑαυτῶν γυναιξὶν ἐγκυμονούσαις προὔθεσαν, αἱ δὲ οἷον ἀποῤῥοίας ἐκ τοῦ κάλλους δεξάμεναι παῖδας ἀγαθοὺς τὴν ὄψιν καὶ διαπρεπεῖς ἐγεν‐ νήσαντο. Ἵππων μὲν οὖν πέρι τάδε ἀποχρώντως εἴρηται, τοὐντεῦθεν δὲ κυνῶν ὁ λόγος
5ἐπιμνησθῆναι βούλεται καὶ διδάξαι τίνες τε ἄριστοι καὶ κυνηγέταις εἰς τὸ θηρᾶν ἐπιτήδειοι· φησὶ τοίνυν κύνας ἀγαθοὺς εἶναι τοὺς ἀπὸ Παιονίας, τοὺς Αὔσονας, τοὺς Κᾶρας, τοὺς Θρᾷκας, τοὺς Ἴβηρας· μήτηρ καὶ Ἀρκαδία γενναίων κυνῶν καὶ Ἄργος αὐτὸ καὶ Λακεδαίμων καὶ Τεγέα οὐδὲ ἡ Σαυροματῶν χειρίστη σκυλακοτροφεῖν οὔτε μὴν ἡ Κελτική· ἔχει τὸ ἐξαίρετον τῇ κυνῶν εὐγενείᾳ καὶ Κρήτη καὶ Μαγνησία καὶ
10Ἀμοργὸς καὶ Αἴγυπτος· ναὶ δὴ καὶ Λοκρὸς κύων καὶ Μολοσσὸς ἄμφω δεξιὼ, ὁ δὲ Λοκρὸς καὶ χαροπὸς ὡμολόγηται. Εἰ δ’ ἄρα βούλοιο καὶ κρᾶμα ποιῆσαι κυνῶν καὶ ἀπὸ δυοῖν γενῶν ἓν ἐργάσασθαι διφυὲς καὶ ἐπίμικτον, οὐκ ὀκνήσω σοι καὶ τὸν καιρὸν εἰπεῖν καὶ τὸν τρόπον τῆς μίξεως· γενέσθω μὲν ἡ συνέλευσις ἔαρος, ὁπότε ζώοις ἅπασι γάμος ἀκμάζει καὶ φίλτρον καὶ
15ἔρωτες καὶ ὁ τοῦ θήλεος πόθος ταῖς τῶν ἀρρένων καρδίαις μᾶλλον ἐνέστακται, καὶ οὔτ’ ἀέρος οὔτε θαλάσσης ἀποστατεῖ ἡ γαμήλιος 〈θεὰ〉, ἀλλὰ καὶ ἔχις αὐτὸς ὁ πι‐ κρίας ἰοῦ μεστὸς ἐπὶ τὸν αἰγιαλὸν ἀπαντᾷ τηνικάδε τῇ θαλαττίᾳ μυραίνῃ συμπλα‐ κησόμενος, καὶ οὐδὲν ὅτι μὴ γένος ἐνάλιον ἐπ’ ἀφροδίτην γίνεται καὶ φιλόγαμον· ἐν ἔαρι καὶ περιστεραὶ περιστεραῖς ἐπιμαίνονται καὶ ἵπποι φορβάσι καὶ ταῦροι δαμάλεσι,
20τότε καὶ κριὸς ἀναβαίνει τὴν θήλειαν, καὶ κάπρος ἐπιθόρνυται συῒ, καὶ τράγοι τὰς αἶγας ὀχεύουσιν· καὶ τί τἆλλα 〈δεῖ〉 λέγειν; ἀλλὰ καὶ ἀνθρώποις τότε περιχορεύουσιν ἔρωτες, καὶ ἡ πάνδημος Ἀφροδίτη πανταχοῦ περιϊοῦσα νομοθετεῖ τὰ συνευναστήρια. Καιρὸς μὲν οὖν οὗτος κυνῶν συνελεύσεως, ὁ δὲ τρόπος ἡ πρὸς ἄλληλα τῶν γενῶν ἁρμοδία συνέλευσις, ἧς εἰ βούλει μὴ διαμαρτεῖν κύνας Ἀρκάδας ἐπιμίγνυ τοῖς ἐξ
25Ἤλιδος, Παίονας καὶ Κρῆτας, Κᾶρας καὶ Θρᾷκας, Τυρσηνικοὺς καὶ Λάκωνας, Σαρ‐ μάτης κύων Ἰβηρίδι νύμφῃ νυμφίος οὐκ ἀπαίσιος· οὕτως ἂν συμπλακεῖεν ἄριστα κύνες ἑτερόφυλοι· πολὺ μέντοι κρείττων τοῦ συνθέτου μίγματος μονοφυὴς κύων καὶ ἄκρατος. Ἀλλὰ κύνας μὲν τῶν κυνηγετῶν ἄλλους ἄλλοι τὰ πρῶτα φέρειν κατεστοχάσαντο, ἡμῖν δ’ ἀμωσγέπως [οὕτως] 〈ἐν〉 ἀνεπικρίτῳ τῇ ἑτερότητι κάλλιστος εἶναι κυνῶν εἶδός τε καὶ
30μορφὴν οὗτος ἔδοξεν. Τὸ σῶμα μακρὸς ἐς τὸ αὔταρκες, τὸ κάρα κοῦφος, εὐόμματος ὑπὸ κυανῷ τῶν
ὀμμάτων τῷ χρώματι, τὸ στόμα εὐρυχανής τε καὶ κάρχαρος, ὦτα βραχέα, λεπτῷ15

16

περιστελλόμενα τῷ δέρματι, ἐπιμήκης αὐχὴν, στῆθος εὐρὺ καὶ ἰσχυρὸν, ἐχέτω καὶ τοὺς προσθίους τῶν ποδῶν βραχυτέρους τῶν ὄπισθεν, τὰ κῶλα ὀρθὰ τετανὰ δολιχεύοντα, ὠμοπλάτας εὐρείας, ἐπικαμπεῖς πλευρὰς, ἔστω καὶ τὴν ὀσφὺν σαρκώδης, μὴ πίων, τετάσθω δὲ αὐτοῦ καὶ τὸ οὐραῖον στριφνὸν καὶ περίμηκες· μόρφωσις μὲν αὕτη δρο‐
5μικοῦ κυνὸς ἐλάφους τε καὶ λαγὼς μεταδιώκειν μέλλοντος. Ἔστι δὲ καὶ ἄλλο γένος κυνῶν ἄλκιμόν τε καὶ μάχιμον, ὃ καὶ ταύροις ἐφήλατο καὶ κατὰ συὸς ἤϊξε, καὶ οὐδ’ αὐτὸν ὑπέτρεσε λέοντα, ζατρεφὲς δὲ ἐκεῖνο καὶ περιττὸν εἰς μέγεθος, σιμὸν μὲν τὴν πρόσοψιν, δεινὸν δὲ τὸ ἐπισκύνιον, πυρσωπὸν τοὺς ὀφθαλ‐ μοὺς καὶ στίλβον ὥσπερ [τὴν] χαροπότητα, τὸ δέρμα λάσιον, τὸ σῶμα ἰσχυρὸν, ἄλλως
10δὲ θυμοειδὲς καὶ ῥωμαλεώτατον. Ἀλλὰ τοῦτο μὲν, ὥς μοι καὶ πρόσθεν εἴρηται, θηρσὶν ἀγρίοις ἀντίπαλον, καὶ πολύ γε μᾶλλον κνωδάλων ἀσθενεστέρων εὐχερὲς ἐλα‐ τήριον. Κάκισται δὲ κυνῶν αἱ λευκαί τε καὶ μελανόχροες μήθ’ ἡλίου φλόγα μήτε χειμῶνος ψῦχος δυνάμεναι φέρειν· ἐκεῖναι δ’ ἂν ἄριστα ἔχοιεν, ὅσαι τὰς μορφὰς πρὸς τὰς θῆρας ἀφωμοίωνται, λέγω δὲ λύκους καὶ τίγριδας καὶ παρδάλεις καὶ ἀλώπεκας,
15καὶ μὴν καὶ αἱ κατὰ χρόαν τῇ δήμητρι παρεικαζόμεναι· αἵδε γὰρ καὶ δρόμον καὶ κράτος ἔξοχοι μάλιστα. Ὑποθήσομαι δέ σοι καὶ σκυλακοτροφίας πόρον, εἴ σοι καὶ τούτου φροντίς· σκύ‐ λακας ἁπαλοὺς αἰγῶν ἑλκύσαι καὶ προβάτων μαστοὺς ἢ κατοικιδίων κυνῶν καὶ σπάσαι γάλακτος ἐκεῖθεν μηδέποτε συγχωρήσειας· ὧδε γὰρ ἂν ἀποβαῖεν βραδυσκελεῖς καὶ
20νωθροὶ καὶ ἀνάλκιδες· ἀλλ’ εἴπερ ἄρα λεαίνης ὑπόβαλε καὶ λυκαίνης θηλαῖς, ἐλάφων τε τιθηνῶν καὶ δορκαλίδων τῷ γάλακτι· οὕτω γὰρ ἂν ἰσχυροὺς ἐργάσαιο καὶ ταχύ‐ ποδας τῶν θρεψαμένων οὐδὲν ἀποδέοντας. Ὀνόματά γε μὴν ἐπιτίθει νηπίοις ἔτι τοῖς σκύλαξιν, ὅσα ἀπὸ τῆς ὠκύτητος σύγκεινται, ποδηνέμους, ποδάργους, ὀξύποδας καὶ τὰ τοιαῦτα προσαγορεύων, ἵνα τούτων
25συχνῶς ἐπαΐοντες πρὸς τὸ τάχος δρόμου συνεθίζοιντο. Ἀγρευταὶ κύνες πρὸς ἵππους καὶ κυνηγέτας ἐκ νηπίου συνήθειαν καὶ φιλίαν ἐχέτωσαν, ἔχθραν δὲ καὶ θυμὸν πρὸς θῆρας μόνους τρέφειν διδασκέσθωσαν, 〈ὑλακτεῖν〉 μέντοι καὶ ἀπομανθανέτωσαν· οὐ γὰρ θεμιτὸν τοῦτο θηρατικῷ κυνὶ, καὶ μᾶλλον ἂν ἰχνευτὴς ὢν τυγχάνοι καὶ ῥινηλάτης ἀγαθός.
30Διττὴν δὲ τὴν ἰχνηλασίαν γίνωσκε, τὴν μὲν ἀνδρῶν, τὴν δὲ κυνῶν· ἄνδρες μὲν γὰρ τὰς ἀφανεῖς τῶν κρυπτομένων ὁδοὺς ἐξ ὀμμάτων ἐτεκμήραντο, κυσὶ δ’ οἱ μυξω‐ τῆρες τῶν ἀδήλων γεγόνασιν ἄγγελοι, ἅτε πολὺ τὸ εὐαίσθητον ἔχοντες. Ἄγρα μέντοι
περιδέξιος ἰχνηλατοῦσι μάλιστα γίνεται κατ’ αὐτὸ τῆς ὥρας τὸ χειμέριον, ὅτε τοῖς16

17

ὀφθαλμοῖς ἄμοχθος ἡ τῶν ἰχνῶν θεωρία πρόκειται, τοῦτο μὲν τῇ χιόνι καταγεγραμ‐ μένων, τοῦτο δὲ καὶ τῷ πηλῷ διατετυπωμένων πρὸς ἀκρίβειαν, ἔαρ δὲ τοῖς εἰρημένοις ἐχθρὸν καὶ οὐ φίλον, γῆς μὲν πόαν τροφούσης καὶ ἀνθινοῖς καλυπτομένης περιβλή‐ μασι, λειμώνων δὲ πορφυρόντων τοῖς ἄνθεσι, καὶ ταῖς ἀπὸ τῶν βοτανῶν εὐπνοίαις τῆς
5τῶν θηρῶν ὀδμῆς διακιδναμένης εἰς τὸ ἐξίτηλον καὶ οὐ ποδηγούσης τὴν ὄσφρησιν εἰς ἀκριβεστέραν τῶν ζητουμένων ἀντίληψιν· μετοπώρου δέ τοι καιρὸς γλυκίων κυσὶ καὶ εὐπρόσδεκτος, ὅτι καὶ βοτάναι φθίνουσι καὶ γηράσκουσι καὶ τῶν κρυπτομένων ζώων ἡ πνοὴ γυμνὴ προσβέβληται καὶ ἀνεπικάλυπτος καὶ ῥᾴστη πρὸς αἴσθησιν πέφυκεν. Εὕρηται δέ τοι γένος ἐν κυσὶν ἰχνευταῖς βραχὺ μὲν ἰδεῖν, μεγάλων δὲ ἀντάξιον.
10τροφὴ Βρεττανίας οἱ σκύλακες· Ἀγασσαῖοι τοῖς σκύλαξι τοὔνομα. Μέγεθος οἵδε παρόμοιοι τοῖς οἰκιδίοις τούτοι〈ς κυ〉σὶν, οὓς τὸ λίχνον καὶ βορὸν ἀμφὶ τραπέζας καὶ δεῖπνα παρεσκεύασε τρέφεσθαι, καὶ ὅτου τῶν ἐκεῖθεν ἐκπιπτόντων λάβοιεν, χανδὸν ἐκροφεῖν καὶ μὴ ἀφίστασθαι, εἰ μὴ βίᾳ τις ἀπελαύνει καὶ μάστιγι, λασιότριχες, ἄσαρκοι, νωθεῖς τὰ ὄμματα, περιφερεῖς τὰ σώματα, στερεοὶ τοὺς πόδας, καθωπλισμένοι
15〈ὀξυτά〉τοις ὄνυξι καὶ πυκνοὺς ἐν τῷ στόματι τοὺς κυνόδοντας φέροντες· Ἀγασσεὺς δ’ ἄρα κύων ῥῖνας ἀγαθὸς καὶ ἰχνηλατῶν ἄριστος καὶ οὐ τὸ κατὰ γῆς μόνον ἴχνος εὑρεῖν σοφὸς, ἀλλὰ καὶ τὴν ἐν ἀέρι πνοὴν ἐπιστήμων σημήνασθαι. Καί πού τις τῶν κυνηγῶν πεῖραν ἐθέλων λαβεῖν τοῦ κυνὸς τοιόνδε τι μεμηχάνηται· ὁ θηρητὴρ πρὸ τῆς πόλεως γενόμενος—λαγὼς δ’ οἱ ἐν ταῖν χεροῖν ἤτοι ζωὸς 〈ἢ
20νεκρὸσ〉—ἐπὶ τὸ πρόσω πρόεισι συρόμενος κατὰ γῆς ἶσα καὶ τῶν θηρίων τοῖς ἕρ‐ πουσι, ποιεῖται δὲ τὸν ὁλκὸν οὐκ ἐπ’ εὐθείας, ἀλλὰ καμπὰς ἑλίσσει σκολιὰς ἐπὶ δεξιά τε καὶ θάτερα κλέπτων ὡς οἷόν τε τοῦ γινομένου τὴν αἴσθησιν. Ὁπότε δὲ προέλθῃ τῆς πόλεως, βόθρῳ κατορωρυχὼς τὸν λαγωὸν ἐπὶ τὸ ἄστυ παλινόρμητα στέλλεται κἄπειτα τὸν κύνα διαφίησιν εἰς εὕρεσιν τοῦ θηράματος· ἐκεῖνος δὲ τῆς λαγῴας ὀδμῆς
25ὀσφρανθεὶς ἰχνηλατεῖ μάλα ἐπιμελῶς, φριμώμενος, ταραττόμενος, ἀπορούμενος, οὐκ ἔχων ὅτι καὶ γένηται, τοῦ ποθουμένου μὲν ἐπιθυμῶν, ἀσχάλλων δὲ τὸ μὴ καταλαμ‐ βάνειν τὸ ζητούμενον. Εἴποις ἂν ἰδὼν αὐτὸν πάθος πάσχειν κόρης ἐπίτεκνος ἄρτι γευο‐ μένης ὠδίνων καὶ ταῖς ἀλγηδόσι κεντουμένης ὡς βέλεσιν, ἣν ὑπὸ τοῦ στενοχωρεῖσθαι παντάπασι καὶ τὸ κόσμιον ἐπιλείπει καὶ εὔσχημον· ῥιπτεῖ γάρ τοι τὴν καλύπτραν τῆς
30κεφαλῆς καὶ λελυμένους τοὺς πλοκάμους ἀνίησι, μαζῶν δ’ ἀνεσταλμένου τοῦ χιτῶνος προβεβλημένων οὐκ ἐπιστρέφεται, νῦν μὲν ἐπὶ τὸν πρόδομον ἔξεισι, νῦν δὲ καταλαμ‐ βάνει τὸν θάλαμον, σεσοβημένη τῷ πάθει, ποτὲ δὲ καὶ εἰς τοὔδαφος πίπτει κωκύουσα καὶ παρειὰς ῥοδοχρόους ἀμύσσουσα· παρόμοιόν τι συμβαίνει καὶ τῷ κυνὶ, ὃς ὑπὸ τῆς
ἄγαν ἀνίας ἀλγυνόμενος οὐδὲν παρῆκεν ὅτι μὴ ἐξερευνήσῃ, οὐ λόφον, οὐ λίθον, οὐ17

18

φραγμὸν, οὐχ ὁδὸν, οὐ δένδρον, οὐκ ἄμπελον, ἕως ἑρμηνεῖ τοῦ ἀσαφοῦς τῷ ἀέρι χρησάμενος καὶ ὑπ’ ἐκείνου μηνυθεὶς τὸ ἀπόῤῥητον ἐπέστη τε τῷ τόπῳ, ἐν ᾧ τὸ ζη‐ τούμενον, καὶ τῆς ἀπορίας ἐπαύσατο. Ἴδοις ἂν αὐτὸν τηνικαῦτα σκιρτῶντα καὶ κνυζόμενον χαίροντα καὶ τὸ τῶν δαμάλεων περὶ τὰς μητέρας πάσχοντα, τῷ χώρῳ
5τε περιειλούμενον τῷ φρουροῦντι τὸ τέως κρυπτόμενον, καὶ οὐκ ἂν αὐτὸν ἐκεῖθεν ἀπονοστήσειας, οὐδ’ εἰ σφόδρα ἐκβιάζοιο, ἕως ἂν τὸν ἆθλον ἐκπεράνῃ καὶ ὄψει περι‐ λάβῃ τὸ ἐφετόν. Εἰ δέ ποτε καὶ εἰς τοὺς οὔπω θηραθέντας τῶν λαγωῶν ὁπλίσειας αὐτὸν, καταμάθοις ἂν κἀνταῦθα διαφανῶς αὐτοῦ τὸ περιδέξιον· βαίνει μὲν ἡσουχῆ κούφοις καὶ ἀψόφοις τοῖς ἴχνεσιν, ὑποτρέχει δὲ ἡμερίδας καὶ τῆς καλάμης τὸ λάσιον,
10ἀφανίζων τὸ σῶμα καὶ καλυπτόμενος ἐρίφων μιμεῖται ἐπίβουλον, ὃς τὸν νομέα καθεύδοντα φυλαξάμενος ἕρπει τ’ ἠρέμα καὶ τὴν ἄνεσιν ἐκείνου πρὸς κακουργίαν ἐφόδιον πεποίηται. Ἐπὰν δὲ τῷ θαλάμῳ πελάσειεν, ἵνα τὸν λαγωὸν πεπίστευκεν ἀτρεμεῖν, ἀθρόον ὡς ἀπὸ τόξου βέλος ἐξέθορεν ἢ καὶ τρόπον συρίττοντος ὄφεως, ὃν ἀμητὴρ ἢ βωλοστρόφος τῆς σφετέρας εὐνῆς ἐξανέστησεν οὐκ ἐθέλοντα, παραπλήσιον
15δέ τι καὶ αὐτὸς ὅρμημα ποιησάμενος γηθόσυνος ἐφήλατο τῷ θηρίῳ· κἂν τύχῃ παρευθὺ τοῦ θηράματος, ὄνυξι μὲν ἐδαμᾶτο πρότερον, ἔπειτα στόματι τὸν φόρτον ἀράμενος τῷ κυνηγέτῃ φέρει μογερὸς καὶ κατάκοπος. Οἷον δέ τι θέρους ὁρῶμεν γινόμενον κομιζούσης ἁμάξης ἐκ τοῦ ληΐου τοὺς ἀστάχυας οἴκαδε· γνόντες γὰρ ἐπέ‐ δραμον οἱ ἀγρογείτονες εὐθὺς καὶ περιστάντες ὁ μὲν πονεῖται περὶ τροχὸν, ὁ δὲ περὶ
20ἄξονα, πλινθίδος ἄλλος ἐφάπτεται, ἵνα ῥᾷον σχοῖεν οἱ βόες καὶ ἀμηγέπη τῆς ἀχθο‐ φορίας ἀπαλλαγεῖεν, ἕως εἰς τὴν ἔπαυλιν φθάσαντες ὑπεξέλυσάν τε τῆς ζεύγλης καὶ ἱδροῦντας ἀνέψυξαν καὶ ὁ βουστρόφος ἀνεθεὶς καμάτου γέγηθε, ταὐτὸν ὁρᾶτε καὶ ἐπὶ κυνός· τὸν γάρ τοι λαγωὸν ἐκείνου φέροντος ἀπαντᾷ μὲν χαίρων ὁ κυνηγὸς, ἄμφω δὲ γῆθεν μετεωρίσας τόν τε θηρατὴν καὶ τὸ θήραμα κόλποις ἰδίοις ἐγκατέθετο.
25Αὐτή μοι τοῦ λόγου τὸν δρόμον διεύθυνε, καλλίστη θεῶν, Ἄρτεμι, θύγατερ Διὸς, Ἀπόλλωνος σύναιμε, παρθένε χρυσόζωνε, καὶ δήλου, τίς πρῶτος ἀνθρώπων τε καὶ ἡρώων κυνηγεσίας ἥψατο, σῇ χειρὶ τὸ μέγα τοῦτο κατορθῶν ἐπιτήδευμα. Φολόη τίς ἐστιν ὄρος ὑψηλὸν καὶ ἀνέμοις καταπνεόμενον· περὶ τὰς ὑπωρείας
τούτου κένταυροι πρῶτοι θήραν ἐποιήσαντο· θηρομιγεῖς δὲ οἱ κένταυροι καὶ τὴν ὄψιν18

19

ἀλλόκοτοι καὶ ἐξ ἀνομοίων συγκείμενοι φύσεων, τὰ μὲν ἐξ ὀσφύος εἰς κεφαλὴν ἄνθρωποι, ἐκεῖθεν δὲ καὶ εἰς πόδας ἡμίβροτον ἵππον διαπλαττόμενοι. Ἀνθρώπων δὲ πάντων προεπενόησεν ἄγραν Περσεὺς ὁ Διὸς, ὃς καὶ τὴν Γοργόνα δειροτομῆσαι λέγεται· ἀλλ’ οὗτος καὶ ὑπερφυές τι περὶ τὴν κυνηγεσίαν ἐπεδείκνυτο καὶ νόμων θηρατικῶν ἀλ‐
5λότριον· πτεροφόροις γὰρ ποσὶ κουφιζόμενος, ὡς ὁ μῦθος βούλεται, καὶ λαγὼς ᾕρει καὶ θῶας ἀπὸ χειρὸς αἶγάς τε ἀγρίας καὶ δόρκους καὶ ὄρυγας, ἀλλὰ καὶ ἐλάφων κατεκυρίευε τάχει ποδῶν καὶ ὠκύτητι. Ἵππῳ μέντοι θηρεύειν ὀχούμενον Κάστορος εὕρημα, ὃς δὴ τοῖς μὲν τῶν ἀγρίων ἐπαφιεὶς ἀκόντιον, τοῖς δὲ ἐπελαύνων ἔφιππος οὐκ ἦν, ὅτι μὴ τούτων ἐτίθει χειρὸς οἰκείας ἀγώνισμα, μάλιστα μεσημβρίας ὥρῃ κελητίζων
10καὶ θηρολετῶν ἐν ταῖς διαστένοις τῶν ὁδῶν ἀπαντήσεσι. Πολυδεύκης δὲ ὁ Λακεδαι‐ μόνιος κύνας κατὰ θηρίων πρῶτος παρώρμησε· καὶ ὥσπερ πυγμαχεῖν κράτιστος ἦν τὸν εἰς χεῖρας ἰόντα τῶν ἀντιπάλων διολλὺς, οὕτω καὶ κυσὶ τοὺς ἐμπεσόντας θῆρας ἐδάμαζεν. Ἀλλ’ οὗτοι μὲν οὕτως· ὁ δέ γε τοῦ Οἰνέως Μελέαγρος τὰς κατασυστάδην ἐν ὄρεσι τῶν θηρίων μάχας αὐτός ἐστιν ὁ πρὸ τῶν ἄλλων εὑράμενος, ὥσπερ δὴ καὶ
15Ἱππόλυτος τὰ διὰ βρόχων καὶ ἀρκύων παγιδεύματα, καὶ τὴν ἀπὸ τόξου θηροκτονίαν ἡ τοῦ Σχοινέως Ἀταλάντη, καὶ Ὠρίων λόχους καὶ ἐνέδρας κατὰ θηρίων νυκτερινάς. Οἱ μὲν δὴ παλαιοὶ κυνηγετικῆς ἡγεμόνες οὗτοι, χρόνῳ δ’ ὕστερον πολλοὶ ταύτης ἑάλωσαν δριμυτάτῳ τῷ ἔρωτι· οὐ γάρ ἐστιν ὁ κέντρῳ τῆς θήρας νυγεὶς, ὃς ἑκών ποτ’ αὐτὴν ἀπολείψειεν καὶ οὐχὶ προσμενεῖ μάλα θερμῶς καὶ προσλιπαρήσειεν ὥσπερ δεσμοῖς
20ἀφύκτοις ἐχόμενος. Οἷον γὰρ εἴαρος ἄνθεσιν ἐγκαθευδῆσαι καὶ γλυκέος ὕπνου μετα‐ σχεῖν, οἷον δὲ θέρους ὑποδραμεῖν σπήλαιον καὶ σχεδιάσαι χαμεύνιον καὶ ὑπὸ σκιὰν ἀναπαύσασθαι, ἡλίκη δ’ αὖ[ρα] γλυκυθυμία καὶ ἡδονὴ κυνηγέταις μετασχεῖν τροφῆς ἐν ὄρεσιν, ὅση δὲ χάρις ἄνθη τε δρέψασθαι καὶ σπάσαι ψυχροῦ καὶ καθαροῦ καὶ γλυ‐ κέος ὕδατος πέτρας ἀντρώδους ἀποῤῥέοντος σὺν γαληνῷ καὶ ἡδεῖ κελαρύσματι καὶ
25τὸν ἀπὸ τῆς θήρας παραμυθήσασθαι κάματον λουσαμένους τῷ ὕδατι· ἀλλὰ ποία αἰ‐ πολικῆς γλυκύτητος ἡδονὴ ἀγροίκων δῶρα καὶ νομέων θηραταῖς ἐπὶ ταλάρων φε‐ ρόμενα. Ἀλλὰ τούτων μὲν ἅλις· διαδεχέσθω δὲ τὸν λόγον τὸ τῶν ταύρων φιλόνεικον καὶ ὑπὲρ τοῦ θαλάμου ζηλότυπον. Τῆς ἀγέλης ὁ μείζων καὶ ἄριστος τῶν ὑποδεεστέρων
30καὶ θηλειῶν αὐτοχειροτόνητος προβέβληται τύραννος· πέφρικεν οὖν ἐκεῖνον καὶ ὑπο‐ πτήσσει τὸ μὲν ἄρρεν ὡς ἄνακτα, τὸ δὲ θῆλυ ὡς ὁμόζυγα σκληρὸν καὶ ἄγριον, ἀμέλει καὶ μυκησαμένου τρόμῳ συνέχονται καὶ συστέλλονται· οὐ μὴν αὐτῷ χρόνιον τὸ κατὰ
τῶν ὁμοφύλων κράτος καὶ μόνιμον· ταῦρος γάρ τις ἕτερος τυραννίδος κυρήσας ἑτέρωθι19

20

καὶ αὐτὸς, τῶν συννόμων ἀποκριθεὶς εἰς μάχην καθίσταται τῷ τῆς ἑτέρας ἀγέλης ἐξάρχοντι. Ἄμφω τοιγαροῦν ζέοντες καὶ πῦρ μὲν ὁρῶντες, πῦρ δὲ πνέοντες, ποσὶ δὲ τὴν γῆν διαμώμενοι καὶ μεγάλως μυκώμενοι κέρας κέρᾳ ἐγχρίπτουσι καὶ ἀντιμετώποις ἀραγμοῖς τὰ σώματα σφῶν ἀφειδῶς τραυματίζουσιν. Οἷα δρῶσι καὶ τριήρεις ἐν καιρῷ
5ναυμαχίας κροτοῦσαι πόλεμον βύθιον· κἀνταῦθα γάρ τοι δύο τῶν ἄλλων αἱ ὑπερέχουσαι, στίλβουσαι μὲν ὅπλοις μαχητῶν, πνεύματι δὲ καὶ κώπαις παρελαυνόμεναι, πρὸς ἀντί‐ πρωρον ἔμπτωσιν εἰς ἀλλήλας ἐμπίπτουσι καὶ κτύπος μὲν ἀνδρῶν ἐκ τοῦ χαλκοῦ γίνεται, αἱ νῆες δὲ διασπώμεναι καὶ παραθραυόμεναι κατὰ τοῦ πελάγους σκεδάν‐ νυνται καὶ θάλασσα πᾶσα στενοχωρεῖσθαι δοκεῖ καὶ βαρύνεσθαι· ὣς δὲ καὶ τῶν
10ταύρων συνεστώτων εἰς πόλεμον ἄνεισι τῶν κεράτων δοῦπος εἰς οὐρανὸν πληττόντων ἐν τῷ μέρει καὶ πληττομένων, ἄχρις ἂν ἕτερος θατέρου κρατήσειεν. Ὁ μέντοι τὴν ἧτταν ὑποστὰς αἰδοῖ ληφθεὶς ἐπὶ τὸ συνηρεφὲς τῆς ὕλης ἐξέδραμεν ἐπιστενάζων τῷ πάθει καὶ ἀλγυνόμενος, χρόνον δὲ συχνὸν ἐνδιατρίψας δεῦρο μονώτατος καὶ δαψι‐ λεστέραις τροφαῖς ἑαυτὸν κρατυνόμενος καὶ πρὸς δεύτερον ἀγῶνα συγκροτηθείς,
15ὁπόταν ἰσχύος εὖ ἔχων αἴσθηται, σαλπίζων ὥσπερ πολεμιστήριον μέγα ἀνέκραγεν εὐθὺς καὶ ὁ δρυμὼν ἐπήχησεν ἀντιδιδοὺς ἕκαστον ἐπιφώνημα· ἔπειτα θάρσους ἐκ τῆς βοῆς ὑποπλησθεὶς κάτεισί τε τοῦ ὄρους καὶ ἐπὶ τὸν ἀνταγωνιστὴν ἔρχεται καὶ συῤ‐ ῥάξας ῥᾷον ἐτρέψατο, οὕτως εἰς γενναιότητα καὶ τὸ σῶμα θρεψάμενος καὶ λαγνείας ὑποτεμνομένης ἰσχὺν ἀποσχόμενος.
20Εὕροις κἀν τοῖς ταύροις μορφὰς καὶ ἤθη παραλλάττοντα. Αὐτίκα ταῦρος Αἰ‐ γύπτιος λευκὸς τὴν χρόαν, ὑπερέχων τὸ μέγεθος, φορτίδος μεγάλης ἐν γῇ βαδιζούσης φαντασίαν τοῖς θεαταῖς παρεχόμενος· ἤπιος ἀνθρώποις καὶ χειροήθης καὶ εἰς ὅτι νεύσειαν ἑτοίμως ὑπείκων καὶ ἀνεχόμενος. Φρύγιος δὲ χροιὰν μὲν ξανθὸς, βαθὺς δὲ τὸ ὑπαυχένιον, τὰ ὑπερκείμενα τοῦ
25σώματος σφαίρᾳ παρόμοιος, εἰς ὕψος ἀνεστηκὼς τὴν κεφαλὴν, [μετέωρος] τῶν κεράτων τὴν φύσιν ἀλλόκοτος· οὐ γὰρ πέπηγεν αὐτῷ ταῦτα κατὰ κεφαλῆς καὶ ἐῤῥίζωται, ἀλλὰ κινεῖται τῇδε κἀκεῖσε καὶ περιφέρεται. Φέρει καὶ Βοιωτία ταύρους στικτοὺς καὶ μονοκέρωτας ναὶ μὴν καὶ μονώνυχας· τὸ κέρας δὲ αὐτῶν ὑπανατέλλον ἐκ μετώπου ἀπὸ ῥίζης μιᾶς εἰς δύο κλάδους διέσχισται,
30ἔπειτα καμπτόμενον εἰς δεξιὰ καὶ εὐώνυμα τέτραπται καὶ ὀξυνόμενον παρὰ τὰ ἄκρα ὡς αἰχμὰς τὰς ἀκμὰς προβέβληται. Ὅσοι δὲ Πέλλαν αὐχοῦσι μητέρα καὶ Χεῤῥόνησον, πᾶσαν ἀρετὴν ταύρῳ προσή‐
κουσαν ἔχουσι διάπυροι ὄντες καὶ ἰσχυροὶ καὶ μεγαλόψυχοι, στερεοὶ τὰ κέρατα, πλατεῖς20

21

τὰ μέτωπα, τὸν θυμὸν ἄγριοι, φοβεροὶ τὸ μύκημα, καταπληκτικοὶ καὶ ζηλότυποι, οὔτε πάντη κατασεσαρκωμένοι καὶ πίονες, οὔτε ἰσχνόσωμοι καὶ λειπόσαρκες τέλεον, ἀλλὰ τὴν ἀμετρίαν ἀμφοτέρων τῶν ἄκρων ἐκφεύγοντες εἰς μεσότητα συγκέκρανται, ὡς καὶ τὸν δρόμον ὀξεῖς εἶναι 〈καὶ〉 εὐσθενεῖς τὴν δύναμιν. Τοιούτους εἶναί φασι καὶ οὓς
5Ἡρακλῆς ἀθλῶν πρότερον ἐξ Ἐρυθείας ἐκόμισε τὸν Γηρυόνην ἀνελὼν, ὅτε καὶ Ἀρ‐ χίππῳ Πέλλης ἡγεμόνι—φίλος δὲ ἄρα οἱ καὶ συνήθης ὁ Ἄρχιππος—ἆθλον ἐκτελεῖν ἔμελλεν, οὐδὲν ἀτιμότερον ὧν Εὐρυσθεὺς ὁ τοῦ Ἄργους δυνάστης κατὰ χόλον Ἥρης ἐπέταττεν. Ὁ γάρ τοι τὴν Ἀντιόχου παραῤῥέων Ὀρόντης λίμνην προσεκ‐ καυθεὶς καὶ μεθύων τῆς νύμφης τῷ ἔρωτι—Μελίβοια τῇ νύμφῃ τὸ ὄνομα, Ὠκεανὸς
10τῇ νύμφῃ πατὴρ—τῆς ἐπὶ θάλατταν πορείας ἐξελάθετο, ὄρεσι δὲ καὶ πεδίοις περιε‐ λίμναζε νῦν μὲν τὸν Ἐμβλωνόν—ὄρος δὲ οὗτος—καὶ τοὺς αὐτοῦ κατακλύζων πρό‐ ποδας, ἄρτι δὲ πρὸς γῆν ἐκτρεπόμενος καὶ ταύτην ἐπικαλύπτων τῷ ῥεύματι, ἐνίοτε δὲ καὶ μέσος συρόμενος ἀμφοῖν Ἐμβλωνοῦ καὶ Διοκλείου τῶν ἐξ ἑῴας καὶ δυσμῶν ἐπι‐ κεκυφότων ἀλλήλοις, καὶ παντοῖος διὰ τὴν ἐρωμένην γινόμενος ἀνοιδαίνων τε καὶ
15ἀνακαχλάζων καὶ πελάζων τοῖς τείχεσι, καὶ τὴν εἰς χεῤῥόνησον διεσχηματισμένην πόλιν ἐμὴν περικλύζων τῷ ὕδατι. Οὕτω τοιγαροῦν ἐπιμεμηνότος τοῦ ποταμοῦ τῷ λιμναίῳ ῥεύματι διάκρισιν ὁ Ἡρακλῆς τῶν ναμάτων ἐργάζεται στερεοῖς τοῖς βραχίοσι καὶ τὸν ἀλάστορα ἐραστὴν σωφρονεῖν διδάσκει καὶ μὴ ἐρᾶν ὑπερόρια, ἀλλὰ θαλάττῃ μὲν, ὡς νόμος ποταμοῖς, ἐπιμίγνυσθαι, γῆν δὲ μὴ βαρύνειν καρποφόρον 〈προλιπόντα〉 ἐπιθυμίαν
20ἀλλόκοτον, ἀμέλει τὴν ἀπότομον στεφάνην διακεκοφὼς ὧν εἶπον ὀρέων καὶ ὥσπερ λιθίνων δεσμῶν τὸν ποταμὸν ἑλκυσάμενος, ἰθύνει τε αὐτοῦ τὴν ὁδὸν καὶ πορεύεσθαι πείθει πρὸς θάλασσαν σὺν φοβερῷ τῷ μυκήματι καὶ ἀσχέτῳ τῷ ἅλματι. Οὐδὲν πρὸς ἐκεῖνον τὸν ἦχον καὶ τὸ σφοδρὸν τοῦ ὁρμήματος δυοῖν ἀντιπόρων ποταμῶν λάβρον ὕδωρ ἀφ’ ἑκατέρου συνεισβάλλον εἰς θάλασσαν, λέγει δὲ Ἴστρου τοῦ Σκυθικοῦ καὶ
25Αἰγύπτου τοῦ Λίβυος, οἳ τὸν βόρειον πάγον χαλινῶν δίκην ἀποτεμόντες καὶ εἰς τὸ ἄφετον τῆς ὁρμῆς ἐλευθεριάσαντες ἐξ ἄκρων τε καὶ κρημνῶν κατασύρονται καὶ εἰς πόντον ἐμπίπτουσι μεγάλως κράζοντες. Οὕτως Ὀρόντης βίᾳ τῆς ἐρωμένης ἀπο‐ κοπτόμενος καὶ 〈εἰσ〉 θάλασσαν ἐλαυνόμενος ἐξαίσιον καὶ καταπληκτικὸν ἐμυκᾶτό τε καὶ ἀνέστενεν· ἡ μέντοι γῆ τὸ ἄχθος ἀποσεισαμένη καὶ ἀναπνεύσασα λιπαρὰ κατέστη
30καὶ τρόφιμος καὶ πρὸς καρπογονίαν ἐπέδωκεν καὶ εἰσέτι σταχυοφορεῖ καὶ τοῖς ἑαυτῆς βρίθει βλαστήμασιν Ἡρακλέους αὐτὴν οὕτω φιλεργήσαντος. Ἐκεῖ καὶ Μέμνονος ἱερόν ἐστιν, ὃν Ἠοῦς παῖδα γενόμενον καὶ Ἰλιεῦσιν ἀφικόμενον σύμμαχον Ἀχιλλεὺς
ἀνεῖλε μαχόμενος· θρηνοῦσιν οὖν Ἀσσύριοι τὸν ἐκείνου θάνατον καὶ ὡς θεὸν τιμῶσι21

22

τὸν τελευτήσαντα. Ἀλλὰ γὰρ τῆς πατρίδος ἐγκώμιον προεστησάμεθα· τοιγάρτοι τοὺς τελεωτέρους ἐκείνης ἐπαίνους εἰς ἄλλον ἀναβαλλόμενοι καιρὸν τῶν προκειμένων ἐχώμεθα. Ἐν Βιστονίδι τῆς Θρᾴκης γένος ταύρων ἐστὶ φόνιον καὶ ἀπρόσμαχον, βίσωνας
5αὐτοὺς ἐκ τῆς ἐνεγκάσης ἐπονομάζουσιν· ἔχουσι δὲ οὕτω μορφῆς· χαίτην [δὲ] ἐπ’ ὤμου καὶ αὐχένος φέρουσι φρίσσουσαν, λάχνη δὲ αὐτοῖς ἐν τῇ γένυϊ, τὸ εἶδος ἐκπρεπεῖς, τὴν κόμην ξανθοὶ, βλοσυροὶ τὰ ὄμματα καὶ ὡς ἂν φαίη τις λέοντες θηρῶν βασι‐ λεύοντες· περὶ δὲ τὰς τῶν κεράτων καμπὰς ἀκμὰς ὀξείας προβάλλονται ταῖς τῶν ἀγκίστρων παραπλησίας μάλιστα· οὐ μὴν ἐπινεύουσιν ἀλλήλοις τὰ κέρατα πρὸς
10ἔγκλισιν ἐπικάρσιον, οἷα τοὺς πολλοὺς τῶν ταύρων ὁρῶμεν ἔχοντας, ἀλλ’ εἰς τοὔ‐ πισθεν ὑπτιάζοντα τείνει τὰ κέντρα πρὸς μετέωρον, καὶ εἴ πού τις θὴρ ἢ ἄνθρωπος τούτοις τύχοι περιπαρεὶς, ἀέριος αὐτίκα ἐπαίρεται. Ἔστι δὲ αὐτοῖς ἡ γλῶττα τραχεῖα καὶ στενὴ ῥίνης ἀποσώζουσα σιδηροβρώτιδος μίμημα, δι’ ἧς ἀμύσσοντες τὴν σάρκα περιλιχμάζουσιν.
15Οὐκ ἀγαθὴ μέντοι 〈μόνον〉 ταύρους ἐνεγκεῖν ἡ εἰρημένη γῆ, ἀλλ’ ἦν ἄρα καὶ ἐλάφων οὐ φαύλη τροφός. Εὐκέρωτες οἱ ἔλαφοι, διαπρεπεῖς, μεγάλα ἔχοντες ὄμ‐ ματα, στικτοὶ τὰ νῶτα καὶ κατάγραφοι, ποταμηπόροι καὶ ὑψικάρηνοι καὶ τἆλλα παχεῖς τε καὶ πίονες ὅτι μὴ τὰ κῶλα λεπτοὶ καὶ τὸν τράχηλον καὶ ὀλίγοι τὴν οὐράν· μυκτῆρες δὲ ἐν τοῖς ζώοις τετράδυμοι, τετραχῇ δισσὰς θύρας ταῖς ἀναπνοαῖς ἐξανοί‐
20γοντες· 〈θυμὸσ〉 ἀγενὴς καὶ ἄναλκις, ἀσθενῆ τὰ κέρατα καὶ ἀνίσχυρα καὶ θῆρας ἀμύνασθαι καὶ κύνας ἐχθροὺς ἀποσοβῆσαι κάκιστα καὶ οὐδ’ αὐτὸν οἷά τε τὸν δειλὸν φυγαδεῦσαι δασύποδα. Πολὺ δὲ καὶ τούτοις τὸ πρὸς ἀφροδίτην ἐπικαὲς καὶ φιλόθηλυ, θυμοῦνται γοῦν ὁπόσαι ἡμέραι, καὶ ἀναφλέγονται πρὸς ἐπιθυμίαν μίξεως κατὰ τοὺς φιλομάχους
25ἀλεκτρυόνας ἢ τοὺς ἀνθοβαφεῖς ὄρνιθας. Εἰσὶ δὲ αὐτοῖς πόροι σπέρματος ὑπὸ τὴν νηδὺν εἴσω κατὰ τὰς λαγόνας κρυπτόμενοι, οὓς εἰ ἀποκόψειέ τις, ἐξ ἄρρενος αὐτίκα τὸν ἔλαφον θῆλυν πεποίηκε καὶ τὴν κεφαλὴν ἀπεκόσμησε τῶν κεράτων ἀποῤῥευσάντων αἰφνίδιον. Γάμου γε μὴν ἐλάφοις ξένος καὶ ἀσυνήθης θεσμὸς καὶ θηρίων τῶν ἄλλων ἀλλότριος· οὔτε γὰρ ἑστῶτες ἐν τέμπεσιν οὔτ’ ἐν ἄνθεσιν ἀνακλινόμενοι συνευνάζονται,
30ἀλλὰ θέουσαν θέων καταλαμβάνων καὶ διώκων ἀποδιδράσκουσαν τοῖς προσθίοις μὲν τῶν ποδῶν τὴν ἐρωμένην ὥσπερ ἐναγκαλίζεται, τοῖς ἑτέροις δὲ ἀκρατῶς τρεχούσῃ συνεφεπόμενος οὐ μεθίησιν ἄλλως, ἕως ἂν τὸν γάμον τελέσειεν. Ἡ μέντοι θήλεια δεῆσαν τεκεῖν φεύγει μὲν ὁδὸν ἀνθρώποις βατὴν, ὑποτρέχει δὲ δρυμὸν τὸ ἀσφαλὲς
αὐτῇ παρεχόμενον.22

23

Ἄρρεσι δὲ ἐλάφοις κόσμος τὸ κέρας καὶ ἄγαλμα· φρονοῦσι γοῦν ἐπ’ αὐτῷ καὶ σεμνύονται κἀν τῷ χρόνῳ πεσὸν γῇ κατορύττουσιν ἀφανίζοντες μὴ ἀνελέσθαι τὸν εὑρόντα καὶ τῆς αὐτῶν ἀγλαΐας ἀπόνασθαι· ἐκεῖνοι μέντοι αἰσχυνόμενοι τοῖς ὁμογενέσι φανῆναι γυμνοὶ τὰς κεφαλὰς καὶ ἀκόσμητοι τῶν θάμνων ταῖς λασίαις ἐναποκρύπτονται.
5Ἔστι δὲ καὶ ἀμφίβιον γῆν τε πεζεῦον καὶ θάλασσαν τέμνον καὶ πλοῦν τὸν αὐτόστολον ναυτιλλόμενον· δεῆσαν γὰρ τὸ πέλαγος διανήξασθαι εἶς μὲν καθηγεῖται τοῦ πλοῦ κυβερνήτην μιμούμενος νεὼς οἴακας μεταχειριζόμενον, οἱ δὲ λοιποὶ ἅτερος θατέρῳ ἐπερειδόμενοι τοῦ πρώτου πάντες ἐξέχονται καὶ οὕτω στιχηδὸν ὁδὸν στέλλονται διαπόντιον. Κεκμηκότος δὲ τοῦ προηγουμένου καὶ ἀπαυδήσαντος τὴν ἡγεμονίαν ἕτερος
10διαδέχεται, ὁ δὲ ὑπεκστὰς κατ’ οὐρὰν τῆς φάλαγγος γίνεται καὶ ἄλλῳ ἐπικλινόμενος βραχὺ τοῦ καμάτου διαναπαύεται· οὕτω κἀκεῖνος ἔδρασε καμὼν ὁμοῦ καὶ ἀναπαυό‐ μενος καὶ πάλιν ἄλλος καὶ αὖθις ἕτερος [καὶ] τοῦ εἰς πάντας συμμερίζεσθαι κατ’ ἶσον πόνον τε καὶ ἀνάπαυλαν· καὶ ποσὶ μὲν ὅσα καὶ κώπαις χρώμενοι, ὑφ’ ὧν αὐτοῖς τῶν ὑδάτων τὸ πυκνὸν διασχίζεται, ὑψοῦ δὲ ἀνέχοντες ὥσπερ ὀθόνας τὰ κέρατα καὶ
15τοῖς πνεύμασιν εἰς εὔπλοιαν ἐπιτρέψαντες οὕτω περαίνουσιν. Ὅτι δὲ ὄφεσιν ἐχθαίρουσιν ἔλαφοι καὶ ὄφεις ἐλάφοις, ἐκ τῶν ῥηθησομένων κατάδηλον· ἐπιστὰς γὰρ ἐν ὄρεσιν ἔλαφος ἑρπετοῦ φωλεῷ καὶ τὸν ἐχθρὸν οἰκουρεῖν ἔνδον αἰσθόμενος τὰς ῥῖνας εὖ μάλα καὶ προσεχῶς τῷ στομίῳ ἐναρμοσάμενος βιαίῳ τῷ ἄσθματι καὶ ὁλκῷ τῷ πνεύματι τοῦ χηραμοῦ τὸν κρυπτόμενον ἐξελκύει καὶ οὐκ
20ἐθέλοντα· ὁ δὲ τῆς φίλης ἐκσπασθεὶς διατριβῆς καὶ τὸν πολέμιον θεασάμενος ἐπῆρε μὲν ἑαυτὸν εἰς τὸ ὀρθὸν, ἐπεκρότησε δὲ τὴν γένυν καὶ ὀδόντας ὀξεῖς καὶ φαρμακώδεις παρέφηνεν ὑπὸ σεσηρότι τῷ στόματι καὶ κατακληκτικῷ τῷ συρίγματι· ἐκεῖνος δὲ παρ’ οὐδὲν ταῦτα θέμενος ὡς ἀγεννῶν φόβητρα ἀτρέμας καὶ οὕτως μειδιῶν ὡς εἰπεῖν τοῦ ὄφεως λαβόμενος συγκόπτει τῷ στόματι τοῖς αὑτοῦ ποσὶν ἀνήνυτα περιελιττόμενον·
25ἴδοις ἂν κατὰ γῆν ἐῤῥιμμένα τῶν βεβρωμένων ἄθλια λείψανα ἀσπαίροντα μὲν καὶ ἀνορθοῦσθαι πειρώμενα, πίπτοντα δ’ αὖτις εἰς τοὔδαφος δι’ ἀπορίαν τοῦ δύνασθαι. Καὶ ἰδὼν οἰκτείραις ἂν τὸν πάσχοντα τῆς εἰς μέρη πολυειδοῦς κατατομῆς. Οὕτω μὲν οὖν ἐδείχθη δυσμενὴς ὄφει ἔλαφος. Ὅρα δὲ καὶ τοὐναντίον· τῆς Λιβύης τὰ ἔσχατα πολὺν τῶν ὀλεθρίων τούτων
30τρέφει τὸν ὅμιλον· τηρήσαντες οὖν ὁπότε μόνον ἔχει τὸν ἔλαφον ἡ ψάμμος κατακεί‐
μενον, ἐφέρπουσί τε πανταχόθεν πολλοὶ καθ’ ἑνὸς καὶ περιστάντες ἔπειτα καὶ ἐμ‐23

24

φύντες αὐτῷ τῷ στόματι ἄλλος ἄλλο τῶν μελῶν ὀδοῦσι διαπρίουσιν. Ὁ δὲ τῶν ὀδυνῶν αἰσθόμενος πρῶτα μὲν διανίσταται φεύγειν ποσὶ πιστεύων τὴν σωτηρίαν, ἀμηχανῶν δὲ καὶ οὐχ οἷός τε ὢν ἀνύειν οὐδὲν ὑπ’ ἀνάγκης βαρυνόμενος ἵσταται καὶ τὴν ἄμυναν ἐπιτρέπει τῷ στόματι καὶ πολέμιον γένος κεραΐζει τῇ γένυϊ καὶ διόλλυσιν ἑκατέρωθεν
5ἐπιστρεφόμενος. Ἀλλὰ καίπερ οὕτω πικρῶς ἐκεῖνοι διολλύμενοι μεθιᾶσιν ἥκιστα, οὕτως ἄτρομος αὐτοῖς ἡ ψυχὴ καὶ ἀναιδείας ἀνάμεστος· οἱ πολλοὶ δὲ αὐτῶν καὶ συμπατούμενοι διαφθείρονται καὶ ἄλλα μὲν τῶν μελῶν ἡμίβρωτα φέρει [δὲ] τὸ ἔδαφος εἰσέτι ζῶντα καὶ ἀναπαλλόμενα, τὰ δέ τινα καὶ ἐν χρῷ τῶν πλευρῶν ἐχόμενα τῆς ἀπεχθοῦς αἰωροῦται σαρκὸς ἡμισπάρακτα καὶ οὐδὲ θνήσκοντα μεθίησι τὸ μὴ οὐ
10προσπεφυκέναι τῷ δέρματι. Ὁ μέντοι πάσχων ἀπορούμενος πάντοθεν φυσικόν τι καὶ ἄτεχνον ἑαυτῷ κεράννυσι φάρμακον· ποταμὸν γὰρ καταλαβὼν καὶ καρκίνους ἐκεῖθεν ἀναλεξάμενος καὶ εἰς κόρον ἐμφαγὼν αὐτομαθῆ τὴν θεραπείαν εὕρατο τοῦ πιέζοντος, ὡς ἐπιμύειν μὲν αὐτῷ καὶ ἀπόλλυσθαι τὰς ἐκ τῶν δηγμάτων πληγὰς, εἴ τι δέ που περιλέλειπται ταῖς σαρξὶν ὀδὰξ ἐμφυόμενον, χαμαὶ πίπτειν εὐθὺς αὐτοκύλιστον.
15Μακρόβιον δὲ ἄρα καὶ πολυχρόνιον ἔλαφος· ταῦτά τοι καὶ τετρακόρωνον ὁ πα‐ λαιὸς λόγος αὐτὸν διεθρύλλησεν. Ἔστι δὲ καὶ ἄλλο γένος ἐλάφων· εὐρυκέρωτας αὐτοὺς ἐπονομάζουσιν ἄνθρωποι· κατηγορεῖ δὲ ἡ κλῆσις τὴν φύσιν· ὑπερτέλλει γὰρ τῆς κεφαλῆς τὸ κέρας αὐτοῖς εὐρυνόμενον.
20Ἔχει καὶ ἰόρκους τινὰς οὕτω καλουμένους τὸ τοῦ δρυμῶνος ἀμφιλαφές τε καὶ σύσκιον, τἆλλα μὲν ἐλάφους ὄντας ἀκριβῶς, δέρμα δὲ μόνον σφραγῖσι πυκναῖς κα‐ τάστικτον ἔχοντας, οἷον ὁρῶμεν τὸ τῶν παρδάλεων. Ἀπόχρη τὰ εἰρημένα περὶ ἐλάφων, ἤδη δὲ ἐπὶ τὸν βούβαλον ὁ λόγος μετα‐ βαινέτω. Μέγεθος οὗτος εὐρυκέρωτος μείων, δόρκου μείζων καὶ ὑπέρτερος· λαμ‐
25πρὸς τὰ ὄμματα, φαιδρὸς ἰδεῖν καὶ ἐπέραστος· ὀρθοὶ μὲν αὐτῷ καὶ προτενεῖς ἀπὸ κεφαλῆς οἱ τῶν κεράτων ἀκρεμόνες ἄχρι τινὸς, μετὰ δὲ ἐκεῖθεν καμπτόμενοι νεύουσι κατόπιν ἐπὶ τὰ νῶτα τοῦ φέροντος. Ἐξαίρετον δὲ τὸ φίλτρον ἔχει περὶ τὸ οἴκημα καὶ τῆς εὐνῆς ὑπεμπίμπραται καὶ τῶν ἐθάδων διατριβῶν, ἀμέλει καὶ εἴ ποτε βρόχοις ἁλῷ καὶ εἰς χῶρον ἕτερον ἀπενεχθῇ πρὸς τῶν ἀγρευτῶν, εἰ μόνον ἐλευθερίας
30λάβοιτο, κἂν πόῤῥω που τύχῃ τῶν φιλτάτων ὢν, ἄσμενος ὅτι μάλιστα καὶ σὺν πολλῇ τῇ ῥᾳότητι τὰ συνήθη κατέλαβεν, οὐκ ἐνεγκὼν ξένος ἐπὶ ξένοις ἀλᾶσθαι καὶ τρύχεσθαι. Οὐκ ἦν ἄρα μούνοις ἀνθρώποις φίλον ἡ πατρὶς καὶ ἐράσμιον, ἀλλὰ καὶ θηρσὶν αὐτοῖς πόθος δριμὺς τῶν οἰκείων ἐντέτηκεν. Δόρκων γε μὴν τὸ γένος δῆλον καθέστηκεν ἅπασιν, ὅπως τε ἔχουσι καὶ ἀλκῆς
35καὶ μορφῆς καὶ μεγέθους, ἴσασιν ἄνθρωποι. Τούτοις οἱ πέρδικες φίλα σπεισάμενοι24

25

σύννομοί τε καὶ συνήθεις καὶ ὁμόσκηνοι διαμένουσιν. Ἀλλ’ ἔμαθον οὐκ εἰς μακρὰν τῆς ἑταιρείας τὸ ἀσύμφορον καὶ πικρῶς τῆς συνηθείας ἀπώναντο, ἀντὶ φίλων καὶ συνήθων ἀλλήλοις καταστάντες ἐχθροὶ καὶ ἐπίβουλοι· κυνηγῶν γὰρ ἐπιφροσύναις καὶ μηχανήμασι δόρκοι τε περδίκων ψευδέσιν ἑάλωσαν ἀπατηθέντες ἰνδάλμασι καὶ δόρκων
5ἔμπαλιν πέρδικες. Ἔστι καὶ αἰγῶν ἀλλὰ δὴ καὶ προβάτων ἄγριον γένος ἐν ὄρεσιν οὐ πολλῷ τῶν παρ’ ἡμῖν τουτωνὶ καὶ συνήθων μεῖζον τὸ μέγεθος, τρέχειν δὲ καὶ μάλα ὀξὺ καὶ ἰσχυρὸν τοῖς κέρασι μάχεσθαι. Πολλάκις γοῦν ὁρμηθὲν καὶ πρὸς διάπυρον σῦν τὴν τοῦ μετώπου παρέβαλλε δύναμιν καὶ νικῆσαν κατέῤῥαξεν εἰς γῆν. Ἄλλοτε δὲ καὶ
10ἀλλήλοις τὰ ζῶα πρὸς ἔριν συμπλέγνυνται καὶ συῤῥαγέντων δεινὸς οἷος ἀποτελεῖται τῶν κεράτων πάταγος, καὶ οὐ πρότερον ἀπαλλάττει τὸ καθ’ ἑκάτερον νεῖκος διαλυσα‐ μένους, πρὶν ἂν θατέρου κρατήσειε θάτερον 〈καὶ〉 τὸ μὲν πέσοι νεκρὸν, τὸ δὲ τὴν νίκην ἄροιτο. Αἰγῶν ἀγρίων καὶ τοῦτο ἴδιον γνώρισμα· τρῆμα διάκενον αὐταῖς οἷον αὐλός· πόρος τοῦτο ἀναπνευστικός· τὸ τρῆμα δὲ ἐξ ὀδόντων εἰς μέσα διικνεῖται τὰ κέρατα,
15εἶτα ἐκεῖθεν ἐξανοιγόμενον εἰς καρδίαν ἐκδιδοῖ καὶ παρ’ αὐτὸν εἰσπέμπει τὸ πνεῦμα τὸν πνεύμονα· δῆλον δέ· εἰ γάρ τις τοῦ ζώου τοῖς κέρασι κηρὸν περιχύσειεν, ἡ τε‐ λευτὴ παρὰ πόδας ἀπήντησεν, ἅτε τῶν διόδων τῆς ἀναπνοῆς ἐκκλεισθεισῶν καὶ σφη‐ νωθέντος τοῦ πνεύματος ἔνδοθεν. Φιλόστοργον δὲ εἰς ὑπερβολὴν γένος· ἥ τε γὰρ μήτηρ ἁπαλοὺς ἔτι καὶ νηπίους
20τοὺς παῖδας κομιδῆς μάλα ἐπιμελοῦς ἀξιοῖ, κἀκεῖνοι τὴν μητέρα τὰ ὅμοια δρῶσι γηράσκουσαν. Ὥσπερ δὲ παῖδες φιλοπάτορες τὸν τεκόντα περιέπουσι πρὸς ἔσχατον ἤδη γῆρας ἐλάσαντα ὡς ῥικνωθῆναι μὲν τὰ μέλη, βαρυνθῆναι δὲ τοὺς πόδας καὶ ἀμαυρωθῆναι τὰ ὄμματα καὶ σύμπαν τὸ σῶμα τῷ κλόνῳ κραδαίνεσθαι, γηρωβοσκοῦσί τε καλῶς παιδοτροφίας ἐπαχθοῦς ἀποτιννύντες χάριτας, τὸν αὐτὸν τρόπον καὶ τὰ τῶν
25αἰγῶν γεννήματα περὶ τοῦς τοκέας ποιεῖ γήρᾳ πεδηθέντας καὶ ἀσθενήσαντας· στόμασί τε γὰρ ἀναιρούμενα πόαν δροσερὰν εἰς βρῶσιν αὐτοῖς κομίζουσι καὶ ποτὸν ὀρέγουσιν ἐκ ποταμοῦ χείλεσιν ἄκροις ἀπαρυόμενα καὶ γλώσσαις περιλιχμώμενα διακαθαίρουσιν αὐτοῖς τὸ σωμάτιον. Ἂν δέ ποτε τοῦτο συμπεσὸν ἡ τεκοῦσα μόνη παγιδευθῇ, καὶ οἱ παῖδες ἂν ἁλῷεν εὐχερῶς πόθῳ νυσσόμενοι φιλομήτορι· ὅπερ ἐκείνη φοβουμένη μὴ
30πάθοιεν φεύγειν ὅτι ποῤῥωτάτω κατεγγυᾷ, καθάπερ ἀνθρωπίνῳ χρωμένη φωνῇ τῷ βληχήματι, μήπου καὶ αὐτοὶ περιπέσωσι λαθόντες ταῖς ἄρκυσιν· οἱ δὲ ὑπ’ ὄψιν ἑστῶτες τῆς μητρὸς οἱονεὶ καὶ αὐτοὶ κατ’ ἀνθρώπους ἐλεεινολογοῦνται παθαινόμενοι καὶ λιτα‐ νεύουσιν ὅμοιοι πρὸς θεοῦ ἀσήμως ὑποφθέγγονται· εἴ τινά που καὶ παρ’ ἡμῖν λύτρα, ταῦτα λαβόντες τοῦ δεσμοῦ τὴν τεκοῦσαν ἐκλύσατε, τράπητε πρὸς ἔλεον, κάμφθητε
35τὴν ψυχὴν, αἰδέσθητε θεὸν, οἰκτείρατε γῆρας ὑμετέρου γεννήτορος, ὃς δήπου τρυχό‐25

26

μενος καὶ ἀλγῶν τῷ δωματίῳ καταλέλειπται. Τοιαῦτα ἄττα λιτανεύειν ἄν τις ὑποτο‐ πάσειε τὰ τῆς ἑαλωκυίας κυήματα. Ἐπειδὰν οὖν αἴσθηται οὐκ ἀνύοντα οὐδὲν οὐδὲ καρ〈δίαν〉 μαλάττοντα σκληρὰν καὶ ἀμείλικτον, ὦ γονέων αἰδοῦς, ὦ πόθου τυραννικοῦ, αὐτόματα ταῖς πάγαις ἐμπίπτουσι καὶ αὐτομολοῦσι πρὸς κίνδυνον, ἵν’, εἰ τύχῃ, καὶ
5θνησκούσῃ τῇ τεκούσῃ συναποθάνοιεν. Φέρει καὶ Γόρτυνα περὶ τὰς ἐσχατιὰς τῆς Κρήτης πρόβατα τετρακέρατα, ξανθὰ τὴν λάχνην καὶ πορφυρίζοντα δασύτριχά τε καὶ οὐκ ἁπαλότριχα, αἰγῶν προσόμοια τῇ τραχύτητι. Ξανθὸς καὶ σοῦβος τὴν χροιὰν, οὐ μέντοι δασὺς, οὐδὲ τέτταρσιν ὁπλιζόμενος κέ‐
10ρασιν, ἀλλὰ δύο τοῦ μετώπου ταυτὶ προβαλλόμενος. Ἀμφίβιος δὲ οὗτος, θαλαττο‐ πορῶν ὁμοῦ καὶ ποσὶ τρίβων τὸ ἔδαφος· πλέοντι δὲ τὸ πέλαγος σύμπλους αὐτῷ πολὺς ἰχθύων ὅμιλος καὶ παρομαρτῶν περιλιχμάζεται ἁπαλῷ χρωτὶ τοῦ φίλου τερπόμενος. Μάλιστα δὲ σούβῳ συνήθεις τε καὶ ὁμόστολοι φάγροι καὶ μελάνουροι οὐ μὴν δ’ ἀλλὰ καὶ ῥαφίδες καὶ τρίγλαι καὶ ἀστακὸς μαλακόστρακος. Θαῦμα τοίνυν εἰ καὶ τῶν ζώων
15τὰ ἑτερόφυλα τῷ πρὸς ἄλληλα πόθῳ συνδεῖται καὶ ἔρωτι καὶ τυραννεῖ καὶ ταῦτα φίλτρον ἀλλότριον (ἤρκει μὲν γὰρ εἰς ἔκπληξιν καὶ ἡ τοῖς ὁμογενέσιν ἐκ θεοῦ δοθεῖσα φιλία τε καὶ συμπάθεια τεκνοτροφία τε καὶ διαμονῆς τοῦ γένους ἐπιμέλεια, ὅτι ζῶα λόγου καὶ φρονήσεως ἄμοιρα τὴν φύσιν ἔσχε πόθου διδάσκαλον καὶ συνεκράθη πρὸς φιλίαν αὐτομαθῶς ἔρωτος δεσμοῖς ἀδαμαντίνοις περιισχόμενα, ὅπερ ἀνθρώποις ἐκ νοῦ
20προσεγένετο καὶ φρονήσεως λογισαμένοις πρῶτον, εἶτα δι’ ὀφθαλμῶν ἔνδον εἰσδεξα‐ μένοις τὸν ἔρωτα)· τὸ δὲ καὶ φίλτροις ἀλλοδαποῖς ἐπιμαίνεσθαι καὶ εἰς πόθον ἐμ‐ πίπτειν ζώου μὴ κατὰ γένος προσήκοντος, τοῦτο ξενίζον, τοῦτο θαύματος ἄξιον· σκόπει γάρ· ὁ ἀτταγᾶς ὄρνις δριμὺν ἑαυτοῦ πόθον τοῖς ἐλάφοις ἐνέσταξε· συνοῦσαι εἰ γοῦν ἐκείνῳ τῷ ὄρνιθι χαίρουσι, τοῦτο καὶ δόρκοι πάσχουσιν ἐπὶ πέρδιξιν· ἀλλὰ μὴν καὶ
25ἵπποις ὠτίδες ἐπιγεγήθασιν, αἷς ἀεὶ τὸ οὗς ὑπὸ δασεῖ τῷ πτίλῳ κομᾷ τε καὶ τέθηλε· ψιττακὸς δὲ καὶ λύκος ἀλλήλοις συναγελάζονται καὶ σύννομοι καθεστᾶσι δι’ ἔρωτα, καὶ λύκοις ἀεὶ ποθεινὸς ὁ ὄρνις εὐανθὴς καὶ πολύχρους. Ἦς ἄρα τὴν φύσιν, ὦ Ἔρως, παγκρατὴς καὶ ἀπρόσμαχος, τίνος γὰρ οὐ κυριεύεις, τί δ’ οὐχ ἡττᾶταί σου τῆς δυνάμεως. Τὴν σταθερὰν γῆν καὶ ἀτίνακτον τοῖς σοῖς διέσεισας βέλεσι· τὴν κινου‐
30μένην καὶ ἄστατον θάλασσαν γάμῳ καὶ φιλίᾳ πεπηγυῖαν εἰργάσω καὶ στάσιμον· εἰς αἰθέρα διέπτης, εἰς Ὄλυμπον ἀνελήλυθας· γῆς ἐπιβέβηκας ἢ γῆν ὑποβέβηκας, φο‐ βοῦνταί σε καὶ τελευτήσαντες ἄνθρωποι καὶ εἰ τὸ τῆς Λήθης ὕδωρ πεπώκασι καὶ
τῶν ἀλγεινῶν ἐξελάθοντο· οἶδας γὰρ καὶ νεκροῖς ἐπιτοξάζεσθαι καὶ ψυχὰς ἐξ ᾅδου26

27

τοῖς ἐρασταῖς ἀναπομπίμους χαρίζεσθαι καὶ πείθεις γαμήλια ἐνιέναι καὶ θνήσκουσι καὶ τῶν λεγομένων μάρτυρες Ἀχιλλεὺς καὶ Μήδεια, Ἄδμητος καὶ Ἄλκηστις, Λαο‐ δάμεια καὶ Πρωτεσίλαος· εἴκει σοι καὶ ἡμέρας φῶς καὶ παμφαὴς ἥλιος· καὶ ταῦτα γὰρ αὐτονομία ποιητῶν ὑποκλίνει τῷ ἔρωτι· σὺ κεραυνίου πυρὸς ἐπικρατέστερος γέ‐
5γονας τὸν κεραυνοφόρον θεὸν τῷ σῷ πρηστῆρι βαλὼν καὶ πόθῳ κόρης Σεμέλης δου‐ λωσάμενος. Τοιαῦτά σου τὰ βέλη καυστικά τε καὶ πολυώδινα, δι’ ὧν καὶ θῆρας ἐξ‐ οίστρησας καὶ πρὸς πόθον ἀλλογενῶν ζώων ἐξέκαυσας, ὥς μοι καὶ πρόσθεν εἴρηται. Τίνα γὰρ οὐκ ἂν ἐκθαμβήσειεν ὁρῶντα πρὸς τοῖς εἰρημένοις καὶ σαργοὺς εἰς αἰπόλια θέοντας, ἵνα τοῖς ποθουμένοις συγγένοιντο· ὃ δὴ καὶ τῶν ἰχθύων πολλοὺς περὶ τὸν
10σοῦβον πάσχειν ἐλέγομεν· ὅτε γοῦν ἐκεῖνος ἐπολισθαίνει τοῖς κύμασιν, ἄλλος ἀλλαχόθεν περινήχονται χαίροντες καὶ τῇ τῶν πτερῶν εἰρεσίᾳ πληροῦσιν ἀφροῦ τὴν θάλατταν· ὁ δὲ θὴρ ἀτεράμων καὶ ἀερσίνοος ἀγνώμων περὶ τὸ φίλιον ἀναπέφανται καὶ ἄλλον ἐπ’ ἄλλῳ διόλλυσι φονίῳ τῷ στόματι· οἱ δὲ καίτοι πρὸ ὀφθαλμῶν ὁρῶντες τὸν ὄλεθρον οὐδ’ οὕτω τὸν ἐχθρὸν ἀπολείπουσι φεύγοντες. Ἀλλ’ ἔμελλες καὶ αὐτὸς οὐκ εἰς μακρὰν,
15ἄθλιε, τῆς παρανομίας κομίσασθαι τὰ ἐπίχειρα οὕτω σοι τῆς δίκης ὀξὺν ἐπιβαλλούσης ὀφθαλμὸν καὶ χερσὶ παραδούσης ἀγρευτῶν ἀνθ’ ὧν εἰς οὐδὲν ἀδικοῦντας ἰχθῦς ἐξημάρτανες. Ἑξῆς τρεπτέον ἐπὶ ἐλέφαντας καὶ ῥητέον καὶ περὶ αὐτῶν οἷα δὴ κερασφόρων, ὥστε ἡμῖν νενόμισται· τὰ γάρ τοι προφαινόμενα δύο τῆς ἐλεφάντων γένυος, ἃ δὴ
20προσέοικε χαυλιόδουσιν εἰς ὕψος ἀνανεύοντα, πολλοὶ μὲν ἐσφαλμέναις ὑπονοίαις κατα‐ κολουθήσαντες καὶ τῆς ἀκριβοῦς ἀποπλανηθέντες ὀδόντας εἶναι ὑπέλαβον καὶ εἶπον, ἡμῖν δὲ μᾶλλον κέρατα τυγχάνειν ἤρεσε· ταύτην γὰρ εἶναι φύσιν κεράτων τὴν ἐπὶ τὰ ἄνω ῥοπήν· εἰ δέ τί που κατάῤῥοπον εἴη καὶ ἀπονενευκὸς, τοῦτο σημεῖον ὀδόντων οὐκ ἀσαφές. Τὰ κέρατα δὲ τοῖς ἐλέφασι ῥιζοῦται μὲν ἀπὸ κεφαλῆς, ἐκεῖθεν δὲ διὰ
25τῶν κροτάφων περιφερόμενα τῷ δέρματι ἐξωθεῖται εἰς γένυν, εἶτα ἀπογυμνωθέντα τῆς γένυος δόξαν παρέσχε τοῖς πολλοῖς ὀδόντων οὐκ ἀληθεύουσαν. Ἔστι καὶ ἄλλο τοῦ λεγομένου τεκμήριον πρόδηλον· οὐδέποτε γὰρ οὐδενὸς ὀδόντα θηρὸς κερατογλύφων τέχνῃ καὶ τοξοποιῶν τῷ ἑαυτοῦ ἔσχεν εἴκοντα σκοπῷ καὶ πειθόμενον πρὸς τὸ ἔργον εὐμεταχείριστον· ἄλλ’ εἴπερ τις τοῦτον καὶ περιαγαγεῖν εἰς τόξου ποίησιν [ἐθέλοι], οὐκ
30ἐπιείκει τὸ παράπαν οὐδὲ ἐνδίδωσιν· ἢν δὲ βιάζηται, κατακλᾶται καὶ θραύεται καὶ ἀνήνυτον αὐτῷ τὸν πόνον τίθησιν· ἀλλ’ οὐχὶ καὶ ἐπὶ τῶν κεράτων τοῦτο ἔστιν ἰδεῖν· τοὐναντίον μὲν οὖν εὐπειθεῖ ταῦτα χερσὶ τεχνιτῶν εὔεργά τε καὶ ἐπιτήδεια ποιεῖν, ὅτι καὶ θέλοιεν, ὥσπερ δὴ καὶ τὰ τῶν ἐλεφάντων, ἃ τοῖς μὲν ἄλλοις ὀδόντες, ἡμῖν δὲ κέρατα ἔδοξεν, ἐλεφαντουργῶν παραλαβοῦσαι χεῖρες ηὔρυναν, ἔγναμψαν, ὤξυναν, πάντια
35μετεσχημάτισαν.27

28

Τῶν δὲ θηρῶν τούτων ὑπερφυὲς τὸ μέγεθος καὶ ὅσον οὐκ ἄλλο τῶν κατὰ γῆς· εἴποις ἂν ἐλέφαντα θεασάμενος ἢ κορυφὴν ὄρους ὁρᾶν ἢ νέφος ὑπερμέγεθες χειμῶνος ἀνθρώποις προάγγελον. Κεφαλὴ δὲ αὐτοῦ ἰσχυρὰ καὶ μείζων ἐπὶ μικροτέροις ὠσὶ κοίλοις τε καὶ ξεστοῖς, ὄμματα μέντοι μεγάλα μὲν πρὸς τὰ τῶν ἄλλων ζώων συγκρι‐
5νόμενα, μείω δὲ ἢ κατὰ τηλικοῦτον ὄγκον σώματος. Ἐκ μέσου δὲ τῶν ὀφθαλμῶν ῥὶς ὑποτρέχει μακρὰ λεπτή τε καὶ σκολιὰ, προβοσκίδα ταύτην οἱ πλείους ἐπονο‐ μάζουσιν. Ἀντὶ χειρὸς ἥδε καθέστηκε τῷ ἐλέφαντι καὶ πρὸς πάντα τὰ κατὰ θέλησιν ὑπηρέτης γίνεται· τά γε μὴν τῶν ποδῶν οὐκ ἶσον ἀποφέρεται μέτρον, ἀλλ’ ὕψει πλεονεκτοῦσιν οἱ πρόσθιοι καὶ τῶν κατόπιν μᾶλλον ἐπαίρονται. Δέρμα μέντοι τῷ
10σώματι σχιστὸν καὶ τραχύτατον ἐς τοσοῦτον καρτερὸν ὡς καὶ πρὸς αὐτὸν ἀντέχειν τὸν πανδαμάτορα σίδηρον. Θυμὸς τῷ θηρὶ πολὺς καὶ ἀνυπόστατος, ἕως ἂν αὐτὸν ἔχῃ τῆς ὕλης τὸ σύσκιον, καὶ μέγα οἱ τῆς ψυχῆς τὸ ἄγριον καὶ μαινόμενον· ἐπειδὰν δὲ συνήθης ἀνθρώποις γένηται τῇ συναναστροφῇ, μεταβάλλει τῆς φύσεως τὸ θυμούμενον εἰς τὸ τιθασσὸν καὶ χειρόηθες καὶ ὑπὸ ζεύγλην τε γίνεται καὶ χαλινὸν τῷ στόματι
15δέχεται, φέρει καὶ παῖδας ἐπὶ νώτου σημάντορας, ὅπη καὶ βουλομένοις ἐστὶν ἄγοντάς τε καὶ περιάγοντας καὶ τῆς σφετέρας χειρὸς τῷ νεύματι τὸν τηλικοῦτον ἔχοντας ἐφεπόμενον· οὐ μὴν ὅτε ἀγρονόμος ὑπῆρχε καὶ ὀρεσιτρόφος καὶ τῆς ὕλης τὸ λάσιον ἐπεποίητο δίαιταν, οὕτω δοῦλον ἐφρόνει καὶ ὑποχείριον καὶ τηλικαύτης ἀλκῆς καὶ μεγέθους ἀνάξιον, ἀλλὰ καὶ αὐτοῖς πολλάκις περιβαλλόμενος τοῖς ἰσχυροτάτοις δέν‐
20δρεσι πρόῤῥιζά τε ἀνέσπα καὶ εἰς ἔδαφος ἐξέτεινεν. Διατεθρύλληται δέ τισιν, ὡς ἄρα ἐλέφαντες καὶ φθόγγον ἀπὸ στομάτων προ‐ πέμπουσιν· ὁ δὲ φθόγγος τονθορυσμός ἐστιν ἄναρθρος, ἐκείνοις μόνοις ἀκουστὸς καὶ μυούμενος, ὅσοι τὸ γένος ἡμεροῦσι καὶ τιθανεύουσιν. Ἤκουσα δὲ καὶ ἄλλο θαυ‐ μαστὸν οἷον τοῦ ἐλέφαντος, ὡς μαντικὸν δήπου τὸ ζῶον καὶ τὸν ἑαυτοῦ προγινώσκων
25θάνατον ἐπιέναι μέλλοντα. Καὶ ὡς ἐν ὄρνισι κύκνοι τῆς σφετέρας προάγγελοι τῆς τελευτῆς μέλος ἐπιθανάτιον ᾄδοντες, οὕτω καὶ ἐν θηρσὶν ἐλέφαντες τὸν θάνατον αἰσθόμενοι προσεγγίζοντα θρῆνον ὥσπερ ἐξυφαίνουσιν ἐπιτάφιον. Ἔχει μὲν οὕτω ταῦτα τὰ κατὰ τοὺς ἐλέφαντας. Ῥινόκερως δὲ, καὶ τοῦτον γὰρ εἰς τὸν λόγον παραληπτέον, μείζων μὲν ὀλίγον
30ὄρυγος, βραχὺ δὲ κέρας αὐτῷ τῆς ῥινὸς ἄκρας ὑπανατέλλον οὕτως ἀκμῆς ἔχει καὶ στεῤῥότητος, ὡς καὶ χαλκοῦ περιγίνεσθαι καὶ πέτρας καθικνεῖσθαι καὶ θραύειν τὸ ταύτης ἀντίτυπον. Οὗτος καὶ αὐτὸς πρὸς μάχην συνενεχθεὶς τῷ ἐλέφαντι κατέβαλέ
τε πολλάκις τὸν τοσοῦτον καὶ νεκρὸν ἀπειργάσατο· ἔχει δὲ τὰ νῶτα καὶ τὸ μέτωπον28

29

ἠρέμα πορφύροντα φυσικαῖς τισι χάρισι, φαίης ἂν τὸ δροσερὸν καὶ χλοάζον ἰδὼν τοῦ θηρὸς ῥανίδας ἔχειν ἐπικειμένας τῷ σώματι. Σύμπαντες δὲ ῥινοκέρωτες ἄῤῥενες καὶ οὐδεμίαν ἐν τούτοις εὑρήσεις θήλειαν· τὴν αἰτίαν δὲ τοῦ παραδόξου συμβαλεῖν οὐκ ἔχω· σκοπούμενος ἀμέλει καὶ τὴν ἄνοιαν ὀλιγῶν ἐν θαύματος μοίρᾳ τὸ πρᾶγμα
5τίθεμαι· εἰκασίαις μέντοι διδοὺς ἐμαυτὸν ἄλλῃ ἄλλως τοπάζω συνιστάναι τὸν λόγον ἄλλῃ γέ πη πειρώμενος. Φημὶ τοίνυν ὡς ἀπὸ γῆς τάχα τόδε τὸ φῦλον ἀνέβλαστεν, ὡς ὁ μῦθος ποιεῖ τοὺς αὐτόχθονας γίγαντας ἢ καὶ πέτραν αἰτίαν ἔσχε τῆς γενέσεως ἢ καὶ ἐξ ἀλληλογονίας ἐκφύει καὶ εἰς φῶς προελήλυθε τέρας ξενίζον καὶ ἀλλότοκον μήτε προμνηστευσαμένου 〈μηδενὸσ〉 τὴν συζυγίαν, μήτε γάμου μεσολαβήσαντος καὶ
10τόκου τελευταῖον ἐπακολουθήσαντος. Οἷα δὴ καὶ θάλαττα φύει τὰ ὄστρεα καὶ ἄλλ’ ἄττα παρόμοια, κόχλους καὶ στρόμβους καὶ ἀφύας καὶ ὄστρακα, γόνον αὐτοφυῆ καὶ ἀμήτορα. Μέχρι μὲν δὴ τούτων οὕτως ἡμῖν ὁ λόγος διεξώδευται· ὡρμημένον δέ με ἤδη καὶ τὰ φαῦλα καὶ ἀσθενῆ τῶν ζώων ἀξιοῦν λόγου καὶ ἀφηγήσεως ἐπέσχεν ἡ καλ‐
15λίτοξος Ἄρτεμις, μὴ δεῖν φάσκειν περὶ αὐτῶν ἐπισκήπτουσα· ταῦτ’ ἄρα αἰλούρους καὶ πάνθηρας ὁ παρὼν οὐχ ἕξει λόγος, ναὶ μὴν καὶ μυωξῶν τοσοῦτον ἐπιμνησθήσεται, ὅσον γνωρίσαι τὸ συμβαῖνον αὐτοῖς πάθος διὰ φυσικὴν ἀσθένειαν· χειμῶνος γὰρ ἐφιστάντος εἴσω τῶν φωλεῶν καταδύντες ἀκίνητοι μένουσιν ὥσπερ καρωθέντες τὰ σώματα καὶ βαθὺ τῷ ὕπνῳ μεθύοντες οὔτε φωτὸς ἀπολαύοντες ἄθλιοι οὔτε μεμνημένοι
20τὸ παράπαν τροφῆς, ἀλλὰ χειμερινὸν ὥσπερ ἀποθνήσκοντες θάνατον καὶ νεκρῶν οὐδὲν ἄμεινον ἔχοντες. Ἄρτι δὲ διαγελῶντος ἔαρος καὶ λειμώνων στεφομένων τοῖς ἄνθεσιν ὡς ἐκ τάφων ἀναστάντες τῶν αὐτοῦ καταδύσεων καὶ ἀναπετάσαντες [εἰς] τὰ βλέφαρα φῶς τε εἶδον καὶ τροφῆς ἐγεύσαντο πρὸς παλινζωίαν ὥσπερ μεταβάντες ἀπὸ νεκρότητος. Οὐδὲ σκιούρου λόγον ποιήσομαι, παραιτητέος γάρ μοι καὶ οὗτος διὰ φαυλότητα,
25ὅτι μὴ μόνον αἰτιολογήσομαι τοὔνομα· σκίουρος γὰρ, ὅτι περὶ τὰς ἀκμὰς τοῦ θέρους ἡλίου φλέγοντος ἐπαίρων τὴν οὐρὰν τὴν ἐκεῖθεν παρυφισταμένην ὑποτρέχει τὴν σκιὰν, καὶ τὴν ἀπὸ τῆς ἀκτῖνος διαδιδράσκει κάκωσιν ἐν αὐτορόφῳ σκεπόμενος δώματι. Οἷόν τι ποιεῖ καὶ ταὼς ὄρνις φιλόκαλος πάσας ὑπερβάλλων ὄρνεις τῇ ἀγλαΐᾳ τῶν πτερῶν· σκέπην γὰρ κἀκεῖνος ἑαυτῷ διανίστησι ποικίλην καὶ πολύχροον ἐν χρυσέῳ τῷ
30ὄμματι καὶ σμαραγδίνῳ πορφυρίζουσαν. Καὶ ὁ τραχὺς ἐχῖνος ἀπόβλητος τῷ λόγῳ καὶ ἀποτρόπαιος, εἰμή τι ἐπιση‐ μήνασθαι χρὴ δίδυμον εἶναι τὸ γένος διάφορον καὶ μορφὴν καὶ τραχύτητα, μεῖζον γάρ τοι καὶ μεῖον, καὶ πρὸς τὸν ὄγκον ἀνάλογος ἐπιφρίσσει καὶ ἄκανθα. Εἰ δὲ τῶν ἀνωτέρω ζώων οὐκ ἀξίων λόγου δι’ οὐθένειαν κατεφρόνησα, σχολῇ ἂν
35ἐπιμνησθείην πιθήκων οὐκ αἰσχίστων μόνον καὶ εἰδεχθῶν, ἀλλὰ καὶ στυγητῶν διὰ τὸ29

30

μισότεκνον· δύο γὰρ τεκόντες οὐ παρὰ τὴν ὁμοίαν φύσιν καὶ τὸν αὐτὸν τόκον καὶ τὸ φίλτρον διασώζουσιν ὅμοιον, ἀλλὰ θάτερον μὲν στέργουσι καὶ ἀσπάζονται, θάτερον δὲ ὁμοῦ τε εἰς φῶς προήνεγκαν καὶ τοῦ φωτὸς ἀπεστέρησαν κτείναντες. Ἀσπαλάκων δὲ πέρι γράφειν μὴ καὶ γελοῖον ᾖ, οὐχ ὅτι μόνον τυφλοὶ καὶ γη‐
5γενεῖς, ἀλλ’ ὅτι καὶ βορώτατοι καὶ ἀνθρώποις πολέμιοι ζημιοῦντες αὐτοὺς περὶ τὰ τῆς γῆς καὶ μοχθεῖν πολλάκις μάτην παρασκευάζοντες. Ἱστορίαν μέντοι περὶ αὐτῶν ξενίζουσαν οὐκ ἄξιον σιγῇ παρελθεῖν· φήμη γὰρ εἰς ἀνθρώπους πεφοίτηκεν, ὡς ἄρα ἀσπάλαξ ἄνθρωπος πάλαι ἦν τὴν διαδοχὴν ἔχων τοῦ γένους ἐκ βασιλείου τοῦ αἵματος· ὁ γάρ τοι Φινεὺς ἐκεῖνος ὁ Θρᾷξ εἰς ἀμφισβήτησιν ἐλθὼν περὶ μαντικῆς τῷ Ἀπόλ‐
10λωνι τῇ τέχνῃ τε ὑπερέβαλλε καὶ νίκην ἀπηνέγκατο. Θυμὸς ἐπὶ τούτῳ λαμβάνει Φαέθοντα—παῖς Φαέθων Ἀπόλλωνος—καὶ τυφλοῖ μὲν Φινεῖ τοὺς ὀφθαλμοὺς, πέμπει δὲ τῷ ταλαιπώρῳ καὶ φῦλον εἰς τιμωρίαν δαιμόνιον· Ἁρπυίας καλοῦσι τὰς δαίμονας Ἔλληνες, αἳ τῇ τραπέζῃ παρακαθήμεναι τοῦ ἀνδρὸς τῶν παρατιθεμένων εἰς βρῶσιν ἀφῃροῦντο ἡδύ τε καὶ νόστιμον, φθορὰν ἐνιεῖσαι καὶ ἀηδίαν τοῖς βρώμασιν, ὡς
15ἀμβλύνεσθαί τε αὐτῷ τὴν ὄρεξιν καὶ ἀποσιτοῦντα λιμῷ πολυχρονίῳ κάμνειν τὸν δεί‐ λαιον. Χρόνῳ δὲ ὕστερον οἱ τοῦ Βορέου παῖδες Ζήτης καὶ Κάλαϊς Ἰάσονι καὶ τοῖς Ἀργοναύταις ἐπὶ τὸ χρύσεον δέρας συμπλέοντες ἐπεὶ κατ’ ἐκεῖνον γένοιντο καὶ τὴν συμφορὰν ἐπιγνοῖεν, οἰκτείρουσι καὶ τὸν γέροντα τοῦ πάθους καὶ τάς τε δαίμονας κτείνουσι καὶ τὴν ἐπιθυμίαν αὐτῷ διερεθίζουσι τοῦ φαγεῖν. Ἀλλὰ καὶ οὕτως οὐχ
20ὑπενδίδωσι τοῦ θυμοῦ Φαέθων, ἀλλὰ τρέφων ἔτι τὸν χόλον ἀκμάζοντα τὸν Φινέα τίθησιν ἐξ ἀνθρώπου σπάλακα· διὰ τοῦτο νῦν ἀσπάλαξ καὶ λάβρος φαγεῖν καὶ τυφλὸς τὰ ὄμματα. Ἐπεὶ οὖν ἡμῖν καὶ περὶ τῶν κερασφόρων ὁ λόγος διήνυσται, καιρὸς διαγράψαι καρχαρόδοντάς τε θῆρας καὶ χαυλιόδοντας.
25Γινέσθω δὲ ἡμῖν ὁ λέων τοῦ περὶ αὐτῶν λόγου προοίμιον. Ἄρτι τοῦ Διὸς μητρικὰς ὠδῖνας λύσαντος καὶ προελθόντος εἰς φῶς κλέπτει μὲν αὐτὸν ἡ μήτηρ τὸν παιδοβόρον λαθοῦσα γεννητῆρα δέει τοῦ μὴ καὶ τοῦτον τοῦ Κρόνου γενέσθαι κατά‐ βρωμα, ἐν Κρήτῃ δὲ ὑπεκτίθησι φέρουσα, Κούρητες δὲ τὸ κλέμμα παραλαβόντες ἐκτρέφουσιν. Ἐπεὶ οὖν ἡβήσειεν ὁ παῖς καὶ εἰς ὄψιν τῷ Κρόνῳ γένοιτο, κατὰ τῶν
30Κουρήτων αὐτῶν ἐκμαίνεται δεινῶς καὶ τοὺς τὸν πολέμιον αὐτῷ ζωογονήσαντας ἀμύνεται καὶ θηριοῖ μὲν αὐτίκα τοὺς ἄνδρας καὶ εἰς λεόντων μεταβάλλει μορφήν.
Ζεὺς δὲ τῆς παιδοποιΐας αὐτοὺς ἀμειβόμενος καὶ σῶστρα ἐκτιννὺς τὸ κατὰ πάντων30

31

θηρίων κράτος αὐτοῖς ἐχαρίσατο καὶ βασιλέας τῶν ἄλλων ἐχειροτόνησεν, οἳ καὶ τὴν Ῥέαν ἐφ’ ἅρματος ὀχουμένην ἄγουσι τῇ ζεύγλῃ τοὺς αὐχένας ὑποθέμενοι. Ἔστι καὶ ἐν λέουσι μορφὴ καὶ χρόα διάφορος. Πάρθοι τε καὶ Ἀρμένιοι λέοντες τὴν κόμην ξανθοὶ καὶ οὐ λίαν ἄλκιμοι, εὐτραφὴς δὲ ὁ τράχηλος κεφαλὴν ἀνέχων
5μείζονα, ὄμματα λαμπρὰ, βαθεῖα καὶ σκυθρωπὸς ὀφρὺς, ἡ ἐπαυχένιος κώμη περιττὴ καὶ δαψιλὴς παρ’ ἑκάτερα. Ἐρεμβῶν δὲ ἡ χώρα, τὴν εὐδαίμονα καλουμένην φημὶ, τρέφει λέοντας τὸ στῆθος δασεῖς καὶ τὸν τράχηλον, πῦρ ἐξ ὀμμάτων ἀστράπτοντας· ἄριστοι πάντων οἵδε λεόντων καὶ ὑπερέχοντες, ἀλλ’ ὀλίγοι καὶ σπάνιοι.
10Πολὺς ἐν Λιβύῃ λεόντων ὅμιλος, ὀλίγος μὲν τὴν τρίχα, καταπληκτικὸς δὲ τὸ πρόσωπον καὶ ἠρέμα μελαινόμενος καὶ περιττὸς τὴν ἀλκὴν, ὡς εἶναι τοὺς Λιβυκοὺς λέοντας πολλῷ τῶν ἄλλων ὑπερφέροντας. Ἐπεδήμησέ ποτε εἰς Λιβύην ἐξ Αἰθιοπίας λέων ἰδεῖν θαυμαστὸς, μέλας τὴν χρόα, κατάκομος, εὐρυκάρηνος, διάπυρος τὰ ὄμματα, τὰ περὶ τὸ στόμα ξανθός. Οὐκ
15ἀκοῇ τὸ λεγόμενον, ἀλλ’ ὀφθαλμοῖς παρέλαβον καὶ εἶδον τὸν θῆρα βασιλεῖ κομιζό‐ μενον διαπόμπιμον. Οὐχ ἥττηται λέων γαστρὸς, ὡς πάντα τὸν χρόνον διδόναι τροφῇ, ἀλλὰ πόνοις καὶ σιτίοις κατανέμει τὴν ζωήν· καὶ ὑπνοῦν δέον οὐ μυχοὺς ὕπεισι πέτρας οἷα ψοφοδεὲς κνώδαλον, ἀλλ’ ἀναφανδὸν καθεύδει, δεδιὼς οὐδὲν, οὐκ ἀφώρισται δέ οἱ τόπος ἀνα‐
20παύλης, ἀλλ’ ἐκεῖ καταδαρθάνων ἀτρεμεῖ, ὅπηπερ ἂν αὐτὸν καταλάβῃ ἡ νύξ. Κἀκεῖνό μοι πέπτωκεν εἰς ἀκοὰς λεοντοκόμων εἰρηκότων, ὅτι δήπου λέων νάρκην ἐνίησι καὶ ἀνθρωπίνῃ δεξιᾷ καὶ θηρίων μέλεσιν, ὡς ἀκινησίαν ἐγγίνεσθαι καὶ νέκρωσιν οἷς ἂν τὸ πάθος ἐνιζήσειεν. Ἡ θήλεια δὲ πεντάκις τεκοῦσα παύεται τοῦ παιδοποιεῖν· τὸ δὲ παρὰ πολλῶν
25θρυλλούμενον, ὡς ἄρα λέαινα σκύμνου γίνεται μήτηρ ἑνὸς, μάταιος λόγος καὶ ψευδής. Ὁ μὲν γὰρ πρῶτος αὐτῇ τοκετὸς ἐκ πολυγονίας ἄρχεται, καὶ πέντε τῆς γαστρὸς ἐξάγει γεννήματα· τοῦ δὲ τίκτειν ἐπιδιδόντος τῶν τικτομένων ὁ ἀριθμὸς ὑπενδίδωσι, καὶ ἡ δευτέρα γαστὴρ σκύμνους ἐνέγκατο τέτταρας· ἐγκυμονούσης δὲ τὸ τρίτον ὁ τόκος τρίδυμος, ἑξῆς δὲ τὰς τεταρταίας ὠδῖνας δύο παῖδες ἐλύσαντο, καὶ ἡ πέμπτη
30καὶ τελευταία σύλληψις ἕνα τὸν ἄριστον ἐξέφυσε καὶ βασιλικώτατον λέοντα. Τὰ μὲν οὖν κατὰ τοὺς λέοντας ὧδέ πη λέλεκται. Λύγγες δὲ γένος καὶ αὐταὶ διφυὲς, μέγα τε καὶ μικρόν· καὶ τὸ μὲν ἧττον λαγωοῖς δυσμενὲς, τὸ δὲ μεῖζον ἐλάφοις πολέμιον. Ἄμφω γε μὴν τὼ θῆρε πανομοίω
τὴν μορφήν· ἶσαι μὲν αὐτοῖν αἱ τῶν ὀμμάτων μαρμαρυγαὶ, ἶσον δὲ τὸ φαιδρὸν τοῦ31

32

προσώπου καὶ χαρίεν, τὸ κάρα βραχὺ, καμπύλον τὸ οὖς, ὅτι μὴ μόνον κατὰ χρόαν διενηνόχατον· τῇ βραχυτέρᾳ μὲν γὰρ τῶν λυγγῶν ἐρυθρὸν τὸ δέρμα, κροκωτὸν δὲ τῇ μείζονι. Ἔχουσι περὶ τὰ τέκνα τὸ φίλτρον αἱ λύγγες διάπυρον ὥσπερ δὲ καὶ λέαιναι καὶ τίγρεις καὶ παρδάλεις. Ὧν εἴποτέ τις ἀκατάπληκτος θηρατὴς τὰ νεογνὰ συλήσειε
5λάθρα παρεισπεσὼν καὶ τῆς εὐνῆς ἀποσπάσειεν, αἱ δὲ ἐπὶ τὸν φωλεὸν ἑκάστη πα‐ λινδρομήσασαι καὶ κενωθέντα τῶν φιλτάτων καταλαβοῦσαι τὰ δώματα καὶ ἐπὶ τῇ τῶν βρεφῶν ἀπαγωγῇ δεινοπαθήσασαι πικρόν τε ἀναστενάζουσι καὶ ἐλεεινὸν ὀλολύζουσιν, οἷόν τι πάσχουσι γυναῖκες πατρίδος αὐτῶν ἑαλωκυίας πολεμίων χερσὶ καὶ λάβρῳ πιμπραμένης πυρὶ τέκνοις ἐνορῶσι πενθοῦντι τῷ βλέμματι καὶ εἰς δουλείαν ἀπαγο‐
10μένοις οὐκ ἔχουσαι βοηθεῖν καὶ διὰ τοῦτο θερμὸν ἀπὸ τῶν ὀφθαλμῶν ἀφιεῖσαι τὸ δάκρυον. Οὕτως οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ ἀλόγοις ἅπασι τῶν ἐγγόνων φίλτρον οἷον δριμύτατον εἰς καρδίαν ἡ φύσις ἐντέθεικεν καὶ ἑρπετοῖς καὶ ἰχθύσι καὶ ὀρνέοις καὶ θηρσὶ τὸν πόθον καταμερίσασα. Καὶ δῆλον ἀπὸ τῆς κατοικιδίου ταυτησὶ καὶ ἡμῖν
15ὁμεστίου καὶ συνήθους ὄρνιθος· ἄρτι γὰρ τὰ κελύφη τῶν ὠῶν τοῖς νεοττοῖς πε‐ ριθραύσασα καὶ ἀμυδρὸν ὑποτρύζοντας ἀποβλέψασα περισκαίρει μὲν αὐτοῖς· ἐπίβουλον δὲ ὄρνιν τοῦ τέγους καταπτάμενον ἰδοῦσα ὀξύ τε ἀνέκλαζε καὶ ἀνέθορεν ὑψοῦ μετεωρίσασα τὸν αὐχένα καὶ περικυρτώσασα καὶ θριξὶ μὲν ἁπάσαις φρίξασα, τὰ πτερὰ δὲ τεῖχος ὀχυρὸν τοῖς ἀπτέροις χαλάσασα καὶ ταύτῃ τὸν ἀναιδῆ καὶ θρασὺν ἐκεῖνον
20ἀπελάσασα πολέμιον καὶ τέκνοις ποιησαμένη τὸ ἀσφαλὲς ἔτι νηπιάζουσι καὶ οὔπω δυναμένοις πτερύσσεσθαι διὰ τὸ νεωστὶ γυμνά τε καὶ ἄπτιλα τῶν φυσικῶν θαλάμων προελθεῖν. Ἴδοις δ’ ἂν τὰ ὅμοια καὶ λεαίνας ποιούσας καὶ παρδάλεις καὶ τίγριδας καὶ ὑπὲρ σωτηρίας τῶν τέκνων τοὺς ἐπιόντας ἀμυνομένους καὶ, ὡς ἂν ἐκεῖνα περιεῖεν καὶ ἀκινδύνως διάγοιεν, αἱρουμένας καὶ τελευτᾶν· παραβάλλονται γάρ τοι καὶ πρὸς
25χαλκὸν καὶ πρὸς σίδηρον, λίθων ἀφέσεις καὶ τὰς ἀπὸ τόξου βολὰς οὐχ ὑπέτρεσαν, ὁπλοφόρων ἐπιόντων καὶ ἀκοντιστῶν κατεφρόνησαν. Οὐδὲ τὸν ὄναγρον σιωπῇ παρελθεῖν εὐπρεπὲς ὡς ἀρετῆς προσηκούσης ἀγρίοις οὐκ ἄμοιρον· ἔστι γὰρ ἰδεῖν τε εὐρὺς καὶ μέγιστος καὶ χρόαν λαμπρὸς, στεῤῥὸς τὰ σφυρὰ, τοὺς ὄνυχας κρατερὸς, δολιχὸς τὰ ὦτα, θέειν ὠκύτατος· κύκλῳ δὲ αὐτὸν ἡ φύσις
30περὶ μέσην ῥάχιν κατέγραψε μέλανι λευκῶν ἐξ ἑκατέρου παραθεόντων τὸν μέλανα. Τροφὴ μὲν αὐτῷ χόρτος καὶ πόα γῆς ἐξανθήματα, τροφὴ δὲ πάλιν αὐτὸς τοῖς ἀλκι‐ μωτέροις τῶν ζώων τῇ δαψιλεῖ ποηφαγίᾳ ὀγκούμενός τε καὶ πιαινόμενος. Νύσσει καὶ ταυτὶ τὰ θηρία ζήλου τι κέντρον ὀξύτατον· καθότι πολλαῖς ὁ ἄρρην
θηλείαις ἐπιμέμηνε καὶ τῶν γάμων κλοπὴν ὑφορώμενος καὶ μοιχὸν δεδοικὼς ἐπίβουλον32

33

πάθος ὑποτρέφει ζηλότυπον ἀμέλει καὶ οὐκ ἄν ποτε ἴδοις αὐτὸν τῶν ὁμολέκτρων χωρὶς, ἀλλ’ ἐπισύρεται ταύτας ἑκάστοτε συνομαρτούσας ἔχων ἐπὶ νομὰς, ἐπὶ πηγὰς, ἐπὶ σύμ‐ πασαν ἔξοδον. Εἰς τοσοῦτον δὲ τὸν ὄναγρον ὁ ζῆλος ἐξέκαυσεν, ὡς καὶ ἐπὶ τὴν ἑαυτοῦ γονὴν
5ἐκτείνειν τὸ κακόν· τῆς γάρ τοι θηλείας ἀναγομένης τεκεῖν, ὁ δεινὸς ἐκεῖνος ἀγχοῦ μάλα παρακαθήμενος ἐπισκοπεῖ τὸν τόκον ἀτενεῖ τῷ βλέμματι, κἂν μὲν θῆλυ τῆς γαστρὸς διολισθήσειε, προσίεται καὶ ἀσπάζεται, εἰ δὲ τοὐναντίον ἄῤῥεν, ἀγριαίνει καὶ μέμηνε καὶ τοῦ παιδὸς ἀποκόπτειν ὥρμηται τὰ αἰδοῖα τῷ στόματι, μήποτε καὶ ἡβήσας ἐς τὸν γάμον αὐτὸν ἀδικήσειεν. Ἡ μήτηρ δὲ σπαράττεται μὲν τὰ σπλάγχνα καὶ
10διαπονεῖται περὶ τοῦ παιδὸς, οὐκ ἔχει δὲ ἀμύνειν τῷ τέκνῳ διὰ τὴν ἐκ τοῦ τόκου ταλαιπωρίαν καὶ ἀσθένειαν. Οἷόν τι καὶ κατ’ ἀνθρώπους ἐν καιρῷ πολέμου μητέρες ἄθλιαι πάσχουσι περιβάλλουσαι τὰ τέκνα χερσὶ βαρβάρων κτεινόμενα καὶ δρυπτόμεναι μὲν παρειὰς, ἀφιεῖσαι δὲ στεναγμὸν καὶ μέγα κωκύουσαι, ψυχὴν μέντοι μιαιφόνον οὐ κάμπτουσαι, ἀλλὰ καὶ αὐταὶ πρὸς δουλείαν ἑλκόμεναι δορυάλωτοι· παραπλησίον τι καὶ
15θήλεια ὄναγρος ἐπὶ τῷ παιδὶ πάσχειν ἔοικεν. Ἱκετεύειν γοῦν δοκεῖ περιστᾶσα τὸν παῖδα καὶ περιπαθῶς ταῦτα φθέγγεσθαι πρὸς τὸν σύνοικον· τί σου τὸ πρόσωπον, ἄνερ, πρὸς τὸ τραχὺ καὶ ἀμειδὲς μετεμόρφωσας, τί δέ σοι τὸ λαμπρὸν καὶ χαρίεν πρότερον καθῃμάτωται καὶ ἠγρίωται; οὐ Γοργόνος βλέπεις πρόσωπον, οὐ σκύμνον λεαίνης, οὐ δρακαίνης γέννημα. Τὸν εὐκταῖον ἡμῖν παῖδα διασπα‐
20ράττεις καὶ τριπόθητον τὸ κοινόν σου κἀμοῦ τῆς ταλαίνης κύημα, τούτου τὰ παιδοποιὰ κατατέμνεις τῷ στόματι μόρια καὶ τὸν ἐκ φύσεως ἄῤῥενα ζημιοῖς τὸ τοῦ ἄῤῥενος ὄνομα. Τί πέπραχας; ἐπίσχες· ἐξετέλεσας ἔργον ἀνόσιον, ὅλον ἐπήρωσας τὸ σῶμα τῷ παιδὶ τῶν ἀναγκαίων ἀποστερήσας. Δείλαιοι, τέκνον, ἄμφω σύ τε κἀγὼ τῆς κοινωνίας τῶν συμφορῶν· ἐμοί τε γὰρ ὁ τόκος ἄωρος καὶ αἱ ὠδῖνες ἐπικενῆς καί σοι
25τὸ προελθεῖν εἰς φῶς θανάτου βαρύτερον οὐ διασπαραχθέντι λεόντων ὄνυξιν, ἀλλὰ μισοτέκνου γονέως ἀποτμηθέντι φονίῳ στόματι. Τοιαῦτα ἄν τις ἐκεῖνον λέγειν εἰκάσειεν· ἀλλ’ ὁ δεινὸς ἐκεῖνος καὶ ἀμείλικτος θὴρ ἀκλινὴς μένων πρὸς τὸ ἥμερον τὸ μιαρὸν ἐκεῖνο δεῖπνον καὶ ἄθεσμον ἀφειδῶς παραπέμπει τῷ στόματι. Τοσοῦτον ἄρα ζήλου τὸ ἄγριον, ὃν καὶ πυρὸς ἰσχὺν εἴποιμ’ ἂν ἔγωγε καὶ ἀδάμαντος ἔχειν στεῤῥότητα.
30Ἠγνόησεν γοῦν ἐκ φύσεως οἰκειότητα, παίδων οὐκ ἔθετο φειδὼ, τὸ δυσμενὲς καὶ τὸ φίλιον οὐ διέκρινεν οὗτος καὶ αὐτοῖς ἡμιθέοις πρότερον κατὰ τῶν ἰδίων τέκνων ἐξήγειρε πόλεμον, καὶ μαρτυροῦσιν Ἀθάμας τε καὶ Θησεὺς, ἀλλὰ δὴ καὶ Φιλομήλα καὶ Πρόκνη Θεμιστώ τε καὶ Μήδεια. Οὗτος καὶ Θυέστῃ τὴν ἐξάγιστον ἐκείνην παρέθηκε τράπεζαν
καὶ ὡς θηρίον σαρκοβόρον τῶν ἑαυτοῦ παίδων γεύσασθαι παρεσκεύασεν.33

34

Σὺ δέ μοι σκόπει καὶ λύκον καὶ ὕαιναν, τὸν μὲν διὰ γαστρὸς λύσσης ἄσχετον ἐρίφων τε καὶ ἀρνῶν ἅρπαγα καὶ ποιμνίων ἐπίβουλον σκότιον, τὴν δὲ νυκτιπόρον μὲν καὶ αὐτὴν καὶ σκότος ποιουμένην τῆς ἀδικίας ἐπικάλυμμα καὶ ταύτῃ πρὸς τὸν λύκον ἔχουσαν τὴν ὁμοίωσιν, τὴν δέ γε μορφὴν ἀλλοίαν καὶ διάφορον ἤπερ ἐκεῖνος δια‐
5πέπλασται· ὁ μὲν γὰρ μετὰ λασίου τῆς οὐρᾶς καὶ κυσὶ πάντη προσέοικε καὶ μᾶλλον τοῖς στρεφομένοις ἀμφὶ ποιμένας καὶ ποίμνια, τῇ δὲ καὶ ἡ ῥάχις κυρτὴ καὶ ἡ λάχνη πυκνὴ, νῶτα καὶ οὐρὰ στενὰ καὶ μικρὰ, κύκλοις κυανοῖς καὶ πυκνοῖς τὸ σῶμα κατάστικτον. Φασὶ δέ τινες τῶν παλαιῶν καὶ ἀμφοτέρων τῶν ζώων τοῖς δέρμασιν ἐνεῖναί τι, φόβον ὁμοῦ καὶ κατάπληξιν· εἰ γὰρ ὑαίνης ἀποδείρας δέρας ὑποδήματα δὲ
10αὐτοῦ τοῖς ποσὶ τεκτήναις, οὔποτ’ ἂν δείσειας κυνῶν ἀπειλὴν, ἀλλ’ ὑλακήν τε ἐκείνων θρασεῖαν κατασιγάσειας, καὶ φρίξουσιν αὐτίκα καὶ συσταλήσονται ἐπὶ τοιούτοις ὑποδή‐ μασιν αἰσθόμενοι βαίνοντα. Ὡσαύτως δὲ καὶ εἰ ἀπὸ λύκου δορᾶς τύμπανον ἐργάσαιο, μᾶλλον μὲν ἐκεῖνο ἔσται ἠχητικόν· εἰ δέ που ἄλλα τύχοιεν ἐκεῖσε φερόμενα τύμπανα τὴν κατασκευὴν ἐκ προβατείων δερμάτων ἔχοντα, εἰ καὶ πάνυ πλήττοις, σιγῶντα μενεῖ
15καὶ κωφὰ καὶ τὰ εὔηχα πρόσθεν καὶ φωνητικὰ σιγηλὰ τότε καὶ ἄφθογγα γίνεται. Οὕτω καὶ φθαρέντα λύκον τεθνηκότες δεδοίκασιν ὄϊες φόβου τινὸς ἀποῤῥήτου κατὰ τὸ ἀφανὲς αὐτοὺς ὑποτρέχοντος. Ἠνώτισμαι δὲ καὶ ἄλλο θαύματός τε καὶ ἀφη‐ γήσεως ἄξιον, τὴν ὕαιναν εἰς τὸ ἄῤῥεν μεταβάλλειν ἐκ θήλεως καὶ ἔμπαλιν ἐξ ἄῤῥενος γίνεσθαι καὶ θήλειαν καὶ κατὰ τὸν αὐτὸν ἐνιαυτὸν μὴ ἐν ταὐτῷ μένειν τῆς φύσεως,
20ἀλλὰ νῦν μὲν καὶ νυμφίον καὶ πατέρα γνωρίζεσθαι, νῦν δὲ μητέρα καθορᾶσθαι καὶ λοχεύτριαν. Ἦσαν δὲ ἄρα καὶ λύκοι ποτὲ πολυειδεῖς καὶ πολύχροοι· πέντε τούτων γένη θηρατῶν περιφροσύνη διετεκμήρατο. Καὶ τὸν μὲν τοξευτῆρα κέκληκεν· ξουθὸν ἐκείνῳ τὸ εἶδος, περιφερῆ τὰ μέλη, τὰ κῶλα εὐκίνητα, γαστὴρ λευκὴ, κεφαλὴ περιττὴ,
25φώνημα καταπληκτικὸν, ὅρμημα μετέωρον, ἀεὶ δὲ τὴν κεφαλὴν ἐπισείων καὶ πυρῶδες δέδορκεν. Ὁ δεύτερος δὲ τοῦ προτέρου καὶ μείζων ἰδεῖν καὶ λύκων ἁπάντων ὀξύτερος, ἔνθεν τοι καὶ κίρκος αὐτῷ καὶ ἅρπαξ τὸ ἐπώνυμον. Ὥρμηται γοῦν ὑπ’ αὐτὸ τὸ λυκαυγὲς ἐπὶ τὴν ἄγραν ὄρθριος σὺν πολλῷ τῷ ῥοιζήματι διὰ τὸ βορώτατον.
30Ἀστράπτει δέ οἱ οὐρὰ καὶ πλευραὶ τῷ λευκῷ τοῦ χρώματος· διατριβὴν μέντοι ποιεῖται τῶν ὀρέων τὰ ὑψηλότατα, ὧν χιόνι κατανιφομένων ὥρᾳ χειμῶνος εἰς ἄστυ κάτεισι καὶ λάθρα πελάσας ἀτρέμας μένει καὶ ἤρεμος, ἐστ’ ἂν ἀγρεύσειέ τι λυσσώσης γαστρὸς
χόρτασμα καὶ ὀνύχων εἴσω ποιήσαιτο.34

35

Ῥητέον δέ τοι καὶ περὶ τίγριδος, ἣν ἡ φύσις ἐμοὶ δοκεῖν ἐν ζώοις ἐμόρφωσεν ἄγαλμα καὶ κόσμον θηρῶν προηγάγετο. Οὕτως ἐστὶ τὸ ζῶον τουτὶ περικαλλὲς καὶ ἐπίχαρι καὶ τοῦτο ἐν θήρεσσιν, ὅπερ ταὼς ἐν ὄρνεσσι. Τἆλλα μὲν ἀτεχνῶς λεαίνῃ προσόμοιον, μόνον δὲ τὸ δέρμα ποικίλον τε καὶ πολύχροον ἐν ἀνθοβαφεῖ τῷ κάλλει
5καὶ πορφυρίζοντι. Πυρῶδες μὲν αὐτὸ τὸ ὄμμα καὶ στιλβηδόνα μαρμαρύσσον ἀστράπτον τε· τὸ σῶμα δὲ καρτερόν τε καὶ εὔσαρκον, δολιχεῦον τὸ οὐραῖον, λάμπει τὸ πρόσωπον, νεῦον τὸ ἐπισκύνιον, ὀδόντες λευκοὶ καὶ καθαρώτατοι, σκελῶν ὠκύτης ὑπερβάλλουσα καὶ πρὸς αὐτὸν συγκρινομένη τὸν ζέφυρον, ὃν οἱ πολλοὶ τίγριδος ἔφασαν γεννητῆρα μάτην διαφημίσαντες, ὡς οὐκ ἔστιν ἄρρεν ἐν τίγρισιν, ἀλλὰ θήλειαι σύμπασαι καὶ
10ἄρσενος εὐνῆς ἀκοινώνητοι. Ἔψευσται δὲ ὁ λόγος· οὐ γὰρ ἄν ποτε οὔτε ἀὴρ νυμφοστόλος οὔτε νύμφιος ἄνεμος γένοιτο· ἴδοις δ’ ἂν πολλάκις καὶ τὸν ἄῤῥενα καὶ τοῦ κάλλους καὶ τῆς ἀγλαΐας ἀγάσαιο, ἀλλ’ ἐπεὶ μὴ ῥᾳδίως πάγαις ἁλίσκεται, φεύγων δὲ θηρατάς τε καὶ θήρατρα νάπαις προβαίνει καὶ ὄρεσι καὶ μόνην μετὰ τέχνων κατα‐ λιμπάνει τὴν θήλειαν, παρέσχε τισὶ τῶν ἀπερισκέπτων ὑπονοεῖν, ὡς ἄρα ἄρσενος
15ἀμοιρεῖ τὸ γένος παντάπασιν, ἡ θήλεια μέντοι μονωθεῖσα καὶ ἀνιωμένη διὰ τὸν σύνοικον τῷ πάθει καθάπερ τυφλώττουσα ῥᾳδίως ἐμπίπτει ταῖς ἄρκυσι καὶ ἀγρευταῖς ἐπίχαρτον γίνεται θήραμα. Ὕστριγγες δὲ θηρία φοβερὰ καὶ δυσάντητα, κατὰ λύκους τὸ μέγεθος, καρτεροὶ τὰ σώματα, τραχεῖς τὴν τρίχωσιν, ὥσπερ ἄρα καὶ τοὺς ἐχίνους ἡ φύσις ἐδημιούργησεν.
20Ὁππότε γοῦν αἴσθοιντο πρὸς τῶν ἀλκιμωτέρων θηρῶν διωκόμενοι, μηχανῶνται τοιάδε· τὰς τρίχας ἐς τὸ κατόπιν φρίξαντες βελῶν δίκην ὀρθίας προβάλλονται, δι’ ὧν ἀμυνό‐ μενοι τοὺς διώκοντας τὴν ἀπ’ αὐτῶν βλάβην διαφυγγάνουσιν. Ἐνίοτε δὲ καὶ τὸν πολέμιον κύνα νεκρὸν ἀπέδειξαν· ἰδὼν ἂν φαίης ὡς ἀπὸ τόξου βέλη πέμποντας ἀμύνασθαι τὸν ἀντίπαλον. Ἀλλ’ οἵ γε θηραταὶ τοῦτο εἰδότες ἐπέχουσι μὲν τοὺς κύνας καὶ οὐκ
25ἐπαφιᾶσιν ἐκείνοις, ἐπιτεχνῶνται δὲ δόλον, ὃν ἔπειτα φράσω τὰς τῶν κυνηγετῶν ὀλεθρίας κατὰ θηρῶν ἐπιβουλὰς ἀφηγούμενος. Τοιαῦτα ἄττα καὶ περὶ ἀλώπεκος ἔχειν λέγομεν· πολὺ γὰρ καὶ αὐτῇ τοῦ ἤθους δολερὸν καὶ ἐπίκλοπον, ἡνίκα χειμῶνος ἐνστάντος ἀπορίᾳ τροφῆς κνωδάλοις καὶ πε‐ τεινοῖς ἐξαρτύει τὸν ὄλεθρον καὶ λανθανόντως ἐπισπᾶται τῷ ὄμματι. Ἤδη δὲ καὶ
30θηρατῶν τέχνας ματαίας ἀπήλεγξεν ἐπιφροσύναις φυλακτικαῖς· τὴν γὰρ καλιὰν οὐχ ἑνὶ διοίγνυσι τρήματι, πολλοῖς δὲ καὶ ἀφεστῶσιν ἀλλήλων οὐ μετρίῳ τῷ διαστήματι, ἵν’ εἴπερ περὶ μίαν τῶν θυρῶν βρόχοι διατεθῶσι καὶ δίκτυα, μὴ ἁλῶναι ταύτῃ γένοιτο,
ἀλλ’ ἔχει τὰς ἄλλας διεξόδους ἀρκούσας πρὸς ἀποφυγήν.35

36

Ἴδοις δὲ καὶ πτηνὸν διφυές τε καὶ σύνθετον τὴν ἐν στρουθῷ κάμηλον τὴν ἐν εἴδει τετραπόδων ὁμοῦ καὶ ἀεροπόρων πτερώματι. Ἣν οὔτ’ ἰξὸς εἷλεν, οὔτε πάγαι καὶ δόνακες ἶσα καὶ στρουθὸν, ἀλλ’ ἵππων καὶ σκυλάκων ἀγώνισμα γέγονε καὶ δεσμῶν ἀῤῥαγεστέρων θήραμα· ταῦτ’ ἄρα καὶ εἰς μνήμην ἡμῖν ὡς κυνηγετούντων ἆθλον
5παρείληπται καὶ οὐκ ἀπᾷδον ἀφήγημα θηρατικῆς ἧς λόγον ποιούμεθα. Ταύτῃ μέγεθος μὲν ὅσον καὶ παῖδα νεοθαλῆ τοῖς ὤμοις ἀναφέρειν δύνασθαι, πόδες ὑψιτενεῖς τοῖς τῶν καμήλων παρεμφερεῖς καὶ ἄχρι εἰς ἐπιγουνίδα σκληρῷ τῷ δέρματι τραχυνόμενοι, κεφαλὴ βραχεῖα ἐν αὐχένι περιττῷ καὶ τετανότριχι· ποιεῖται δὲ τὴν πτῆσιν οὐ πρὸς πνέοντα τὸν ἄνεμον δέει τοῦ μὴ ταῖς ἀντιπνοίας δονουμένην κάμνειν τε καὶ βαρύνεσθαι,
10ἀλλὰ νότου μὲν ἐπαυρίζοντος πρὸς βοῤῥᾶν ἵεται τῶν πτερῶν τῷ ῥοιζήματι, βοῤῥᾶ δὲ ἐπαιγίζοντος πρὸς νότον ἔμπαλιν, ὡς δὲ καὶ ζεφύρου μὲν πρὸς εὖρον, εὔρου δὲ ἐπὶ ζέφυρον. Καίτοι δὲ ὀξέως τὸν ἀέρα τῷ πτερῷ τέμνουσα οὐδὲ ποδῶν ταχύτητος ἀμοιρεῖ, ἀλλὰ καὶ γῆν οἵα τε διαδραμεῖν κούφῳ τῶν σκελῶν καὶ ὀξεῖ τῷ πηδήματι. Ἡ μέντοι συνουσία τῷ ὄρνιθι οὐ κατὰ νόμους οἰωνῶν, οὐδὲ γὰρ ὁ ἄῤῥην ὡς ἔθος ἀναβαίνει τὴν
15θήλειαν, ἀλλ’ ἐξοπισθίαν ποιεῖται καὶ ἀπόστροφον τὴν συνέλευσιν, ὁποῖα δὴ καὶ αἱ παρὰ Βακτρίοις κάμηλοι. Τὸ δὲ τικτόμενον ὠὸν τοσοῦτον τὸ μέγεθος καὶ λίθων ἀντιτυπίαν ἀπεσκληρωμένον τὸ κέλυφος, ὅσον τηλικοῦτον ὄρνιν χωρῆσαι καὶ ὑπο‐ δέξασθαι. Ὡς ἐν τέλει καὶ λαγωῶν μνημονεῦσαι δίκαιον, οὗτοι γὰρ μάλιστα κυνηγετικῆς
20ἐπιμελέστατον φρόντισμα. Βραχεῖς οἵδε τὰ σώματα, τὰ ὦτα λάσιοι, μικροὶ τὰς κεφαλὰς, ὀλίγοι τοὺς πόδας, οὐκ ἶσοι τὰ κῶλα, τὴν χροιὰν ἀνόμοιοι καὶ μᾶλλόν τι πρὸς τὴν γῆν ἐξεικαζόμενοι, παρ’ ᾗ τρέφονται· κυανῆ μὲν γὰρ οὖσα μέλανας ἐξήνεγκεν, εἰ μέντοι μιλτόχρους εἴη, ξανθοὺς προηγάγετο· χαροποὶ πάντες ὁμοῦ καὶ εὐόμματοι, ἀνύστακτοι καὶ φιλάγρυπνοι διὰ τὴν θηρῶν βίαν καὶ ἀνθρώπων ἐπιβουλάς· ἡ τῆς
25νυκτὸς δὲ αὐτοῖς ἐγρήγορσις πρὸς φίλτρα καὶ γάμους ἐκδεδαπάνηται· λάγνον γὰρ τὸ φῦλον καὶ συνουσιαστικὸν ἐς τὰ μάλιστα καὶ κατ’ οὐδένα καιρὸν ἀκρατοῦς ἀπεχόμενον μίξεως, οὐδ’ ὁπόταν ἐγκυμονεῖ καὶ τῇ ἐγγαστρίῳ φόρτῳ βαρύνεται. Ἔστι δὲ καὶ ζώων ἁπάντων πολυγονώτατον· τὸ μὲν γὰρ ἄρτι τῆς γαστρὸς ἐξώλισθεν, τὸ δ’ εἴσω μένει ψιλὸν τριχὸς, τὸ δ’ ἡμιτέλεστον αὔξεται καὶ ἄλλος θορός ἐστιν ἄναρθρος εἰσέτι
30καὶ ἀκατέργαστος· τίκτει δὲ ἀδιαλείπτως ἡ θήλεια καὶ οὔποτε πάθους μαχλώδους ἀφέστηκεν, ἀλλὰ καὶ ὠδίνουσα καὶ ἐπιτεκοῦσα τὴν τοῦ ἄῤῥενος εὐνὴν 〈οὐκ〉 ἀπα‐
ναίνεται.36

37

Τοιαῦτα μὲν ἡμῖν 〈εἰρήσθω〉 περί τε εἴδους θηρῶν καὶ γάμου συνηθείας ἔχθρας τε καὶ φιλίας. Τοὐντεῦθεν ἐπὶ τοὺς ἄνδρας μεταβαίνωμεν, ἰσχύν τε αὐτῶν καὶ φρόνησιν καὶ ὅσα μηχανῶνται κατὰ θηρίων ἐν δόλοις, ἐν ἐπιβουλαῖς καταλέγοντες. Ἀλλὰ τίς ἂν πάντα τὰ κυνηγετικῆς μεγαλουργήματα πρὸς ἀκρίβειαν θεωρήσειε
5καὶ φράσειεν ἀσφαλῶς ἄνθρωπος ὢν καὶ μικρὰ [καὶ] φρονῶν, εἰ μή τις εἴη θεὸς, ᾧ πάντα θεωρητὰ καὶ εὐκατάληπτα; Ἐγὼ δὲ ἐκεῖνα ἔν γε τῷ παρόντι λέγειν πειράσομαι, ὅσα τε εἶδον αὐτὸς καὶ ὅσα παρὰ θηρατῶν ἀκήκοα, δῆλα ταῦτα ποιῆσαι τῷ κρατοῦντι προθυμούμενος· ἀλλ’ ἐνηχοίης, ὦ βασίλεια φίλαγρε θεὰ, βασιλικαῖς ἀκοαῖς τὰ λε‐ γόμενα καὶ [εἰ] τούτων διδάσκαλος γένοιο, ἵν’ ὑποθήκαις σαῖς καὶ ἡμετέραις φωναῖς
10μαθὼν θηροφονεῖν μακαριστὸς φανείη κυνηγέτης καὶ διαβόητος. Τῶν θηρῶν ἄλλοι ἄλλως ἔχουσι καὶ μεγέθους καὶ τάχους καὶ ἀλῆς καὶ φρονήσεως· εὕροις οὖν τὸν μικρὸν τὸ σῶμα τὴν γνώμην περιττὸν καὶ τὸ ἦθος ποικιλώτατον· καὶ τὸ ἔμπαλιν τὸν ἰσχυρὸν καὶ μέγιστον τὸ φαινόμενον ἀσθενῆ τὴν ψυχὴν καὶ ὀλιγογνώ‐ μονα· καὶ τὸν μὲν σῶμά τε ἀνίσχυρον καὶ καρδίαν δειλὸν, ταχύποδα μέντοι καὶ θέειν
15ὠκύτατον· καὶ ἑτέρους δὲ κατὰ πάντα πλεονεκτοῦντας καὶ βουλὴν καὶ ἰσχὺν καὶ ὠκύτητα. Πλὴν ἀκριβῶς οἶδεν ἕκαστος τὸ δωρηθὲν αὐτῷ παρὰ τῆς φύσεως, καὶ ποῦ μὲν αὐτῷ τὸ πλεονέκτημα, ποῦ δὲ τὸ ὑστέρημα. Ἔλαφος γοῦν οὐκ ἄν ποτε θαῤῥήσειε κέρασι, ταῦρος δέ· καὶ πάνυ τῷ λέοντι θράσος ἐνεποίησε γένυς εὔστομος, οὐ μὴν ὄρυγι· τοῦτο δὲ ἡ φύσις ἐχαρίσατο λαγωῷ πόδας ὅπλον σωτήριον, ἥκιστα δὲ ῥινο‐
20κέρωτι· πάρδαλις ἐν ἀκμαῖς ὀνύχων ἔχει τὸ ἰσχυρὸν, ἀλλὰ κάπρος ἐν ὀδόντι, καὶ ἐπὶ τοῦ μετώπου κριός. Εἰσὶ μὲν οὖν καὶ κοιναὶ καὶ ἰδιάζουσαι κατὰ θηρίων ἐπίνοιαι κυνηγῶν· ἡμῖν δὲ οὐ φύρδην οὐδὲ ἀναμὶξ ἡ τούτων ἔσται διήγησις· ἀλλ’ ὅσα μὲν ἐπιτεχνῶνται μεμονω‐ μένως τῶν ἀγρίων τισὶν ἐν σκοπέλοις καὶ ὄρεσι, διακριδὸν ἐροῦμεν καὶ ἡμεῖς. Τὰ δὲ
25κοινὰ τῆς θήρας μηχανήματα, λέγω δὴ τὰ ἐν λίνοις καὶ πάγαις μεθ’ ἵππων καὶ κυνῶν, κοινῆς ἀφηγήσεως ἀξιώσομεν· καὶ εἴ που καὶ κυνῶν ἄνευ ἵπποις μόνοις μεταθέοιεν τοὺς θῆρας ὁ τῶν κυνηγῶν ὅμιλος, οὐδὲ τοῦτο παρήσομεν· ὃ δὴ ποιοῦσιν οἱ τοὺς Λιβυκοὺς ἵππους ἀναβαίνοντες τοὺς περὶ τὴν Μαυρίδα γῆν, οἵτινες οὐ δυνάμει πείθονται χειρὸς οὔτε μὴν βίᾳ κατάγχονται χαλινοῦ, ἀλλ’ οὕτως εἰσὶν εὐάγωγοί τε καὶ ἥμεροι,
30ὡς καὶ λύγῳ λεπτῷ πρὸς ἣν ἂν ὁδὸν ὁ ἀναβάτης ἐθέλει φέρεσθαι. Ἱππηλάται τοίνυν ἐκεῖνοι τοὺς κύνας μεθιέντες ἵπποις μόνοις ἐξίασι πρὸς τὰ κυνηγέσια, τὸ τούτων εὐ‐ πειθὲς ἱκανὸν τοῦ θαῤῥεῖν ἐνέχυρον ἔχοντες. Φέρουσι δὲ ὁμοῦ τόξα τε καὶ ἀκόντια,
ὡς ἂν δι’ ἀμφοτέρων πολεμίους θῆρας ἔχοιεν ἀποτρέπεσθαι.37

38

Χρὴ τοιγαροῦν πάντα τὸν περὶ ἄρκυς καὶ λίνα στρεφόμενον τὰ πρὸς τὸ ἔργον ἐπιτήδεια παρασκευάζεσθαι, φεύγειν δὲ ὁμοῦ μάλιστα τὰς τῶν ἀνέμων πνοὰς καὶ τὸν ἀέρα πάντοθεν ἐπιτηρεῖν, οἷα δὴ κυβερνήτην νεῶν, μήπου τὰ λίνα καὶ τοὺς βρόχους λάθῃ πηξάμενος ἐναντίον τοῦ πνέοντος κἀντεῦθεν πόνον κενὸν διαθλήσειεν· δεινοὶ γὰρ
5οἱ θῆρες ἀντιλαβέσθαι δικτύων καὶ παγίδων ὀσμῆς καὶ τὰς αἰσθήσεις εὐόσφρητοι, καὶ εἴ πού τις αὐτοῖς ἀπὸ τῶν ῥινῶν ἀγγελία δόλου φοιτήσειε, φεύξαιντ’ ἂν αὐτίκα καὶ τὰς χεῖρας τῶν κυνηγῶν ἀκερδεῖς καταλίποιεν. Ἀλλ’ ὅ γε εὔστοχος θηρατὴς βορέου μὲν ἐπιπνέοντος ἐς νότον ἱστάτω τὰ θήρατρα· τούτου δ’ ἐγειρομένου πρὸς ἠρεμοῦντα τὸν βοῤῥᾶν ἐνεργείτω τὰ τῆς τέχνης αὐτός· ταὐτὰ δὲ ταῦτα καὶ εὔρου κινουμένου
10ποιείτω καὶ πνοῆς ζεφυρίτιδος. Ἀλλ’ ἐπεὶ περὶ κοινῆς θήρας διὰ βραχέων ἡμῖν εἴρηται, λέγωμεν ἤδη πρῶτον ἀρξάμενοι περὶ λεόντων ἄγρας καὶ τῶν τούτους θηρευόντων θράσους τε καὶ δυνάμεως. Πρῶτα μὲν ἐπισκοποῦσι τὸν χῶρον ἀφικόμενοι, ὅστις ἄρα τῷ θηρίῳ πέφυκεν ἐνδιαί‐ τημα· ἔπειτα δὲ τὰς ἀπὸ τῆς εὐνῆς ἐπὶ τὸν ποταμὸν αὐτοῦ τρίβους διοπτεύσαντες, εἰς
15ὃν εἴωθε πορεύεσθαι πιόμενος, καὶ βόθρον ἐκεῖ μέγιστον ὀρυξάμενοι καὶ βαθύτατον ῥιζοῦσι μὲν ὄρθιον καὶ μετέωρον ἐν μέσῳ τῷ βόθρῳ κίονα· ἄκρου δὲ τοῦ κίονος ἀρνὸν ἀπαιωροῦσιν ἀρτίτοκον· λίθων δὲ πυκνῶν διατειχίσματι τὸ χάσμα τοῦ ὀρύγματος κύκλῳ περιλαμβάνουσι, τοῦ μὴ καταφανῆ τὸν δόλον γενέσθαι τῷ θηρίῳ πελάσαντι. Βοᾷ μὲν ὡσανεὶ θρηνῶν [μὴ] συμφορὰν κρεμάμενος ὁ ἀρνός· ἡ βοὴ δὲ τὴν καρδίαν
20ἐπάταξε πεινῶντος τοῦ λέοντος· ἵεται τοιγαροῦν ὧδε κἀκεῖσε περιβλεπόμενος καὶ ἀνιχνεύων τὸ ποθούμενον· ἀγχοῦ δὲ τοῦ μηχανήματος γεγονὼς πυκνὰ περιδινεῖται τῷ λιμῷ τυραννούμενος. Καὶ τέλος ὑπερήλατό τε καὶ εἰς ἀθρόον ἐμπέπτωκε βάραθρον· ἐκεῖ δὲ κρημνισθεὶς πειρᾶται μὲν ὑπεκδῦναι καὶ διαφυγεῖν, οὐκ ἔχει δὲ τοῦ κακοῦ διέξοδον. Οἱ γάρ τοι θηραταὶ τὸ πραχθὲν ἀθρήσαντες ἀπὸ σκοπιᾶς ὑψηλῆς κατίασιν
25ὅτι τάχιστα καὶ τὸ θηρίον στερεοῖς ἱμᾶσι περιδεσμήσαντες ἀνάγουσι μὲν ἐκεῖθεν, εἰς ἕτερον δὲ κατάγουσιν οἶκον ἀσκητὸν ὀπτῷ κἀκεῖ 〈ἐκεῖ〉νον πρότερον δολώσαντες κρέατι, ἵν’ ἐλπίδι τροφῆς μὴ παρέχοι σφίσιν ὁ λέων περὶ τὴν κάθοδον πράγματα· ἐνέθορε γοῦν εἰς τὸν βόθρον πρόθυμος εὐθὺς, τοῦτο μὲν ἐξαπατηθεὶς τῷ κρυπτομένῳ βρώματι, τοῦτο δὲ καὶ τὴν ἀπὸ τοῦ βόθρου πάλιν ὀνειροπολήσας ἄνοδον· καίτοι δυσχερὲς αὐτῷ
30τὸ προσδοκηθὲν καὶ οὐ ῥᾴδιον. Τοιάδε μὲν ἄγρα λεόντων περὶ τὴν διψήρη Λιβύην γίνεται. Οἱ δὲ τὸν Εὐφράτην περιοικοῦντες χαροποὺς ἵππους ποιοῦνται συλλήπτορας τοῦ κατὰ τῶν θηρῶν ἀγω‐ νίσματος· τοὺς γὰρ τοιούτους καὶ πρόσθεν ἔφην τρέχειν πάνυ ὀξεῖς καὶ ἀναιδεῖς
μάχεσθαι καὶ τῶν ἄλλων μᾶλλον ἀκαταπλήκτους καὶ οἵους ἐνεγκεῖν λεόντειον βρύχημα.38

39

Πεζοὶ δὲ ἑκατέρωθεν ξύλων ἐκδειμάμενοι δίκτυα νευόντων εἰς τὸ ἔμπροσθεν ἠρέμα, καθάπερ ἄν τις ἀρτιφαοῦς σελήνης κέρας θεάσαιτο, χῶρον ἱκανὸν ἐν κύκλῳ διαλαμ‐ βάνουσι. Τρεῖς δὲ θηραταὶ τὸ λίνον ὥσπερ λοχῶσι περικαθίζοντες ἐκ διαστήματος, τοσοῦτον ἀλλήλων ἀπέχοντες, ὅσον βοῶντα τὸν μέσον ἀμφοτέροις τοῖς ἄκροις εὐσύνετα
5καὶ ἀκουστὰ φθέγγεσθαι. Οἱ δ’ ἄλλοι πολέμου νόμῳ περιτετάχαται, πυριλαμπέσι φρυκτοῖς τὰς χεῖρας ὁπλίζοντες, ἐνίων μέντοι καὶ θυρεοὺς αἱ εὐώνυμοι φέρουσι λαμπάδα πυρὸς προβεβλημένης ἑκάστῳ τῆς δεξιᾶς· πέφρικε γὰρ ὁ λέων τὸ πῦρ ἐς τὰ μάλιστα καὶ οὐδ’ ἂν ἀσκαρδαμύκτως αὐτῷ ποτ’ ὑπαντιάσειεν. Ὁπότε γοῦν τοὺς λέοντας ἐπιόντας θεάσαιντο, συνεξώρμηνται πάντες ὁμοῦ καὶ πεζοὶ καὶ ἱππεῖς, τὰς ἀσπίδας τε πατα‐
10γοῦντες καὶ τὸ πῦρ προβαλλόμενοι. Οἱ δὲ τῷ πατάγῳ διαπτοηθέντες καὶ τὴν φλόγα τοῦ πυρὸς ὑποτρέσαντες ἀμύνεσθαι μὲν οὐκ ἐθέλουσι, τὸν θυμὸν δὲ ὥσπερ κατασχόντες ἐς τὸ κατόπιν ἐπιστρέφουσιν. Οἷον δέ τι πάσχουσιν ἰχθύες νυκτὸς ὑποκαιομέναις δᾳσὶν ἐπὶ τὰ δίκτυα πρὸς τῶν ἁλιέων συνελαυνόμενοι δεδοίκασί τε καὶ τὴν φλόγα καὶ οὐδὲ πρὸς αὐτὴν καρτεροῦσι τὴν αὐγὴν, παρόμοιόν τι καὶ λέουσι δέος ἐγγίνεται. Πρὸς γὰρ
15τὸ πῦρ ἐκπληττόμενοι καὶ τοὺς ὀφθαλμοὺς ἐπιμύοντες καὶ κτύπῳ τῶν ἀσπίδων τὰς ψυχὰς κραδαινόμενοι τῷ κακῷ περιπίπτουσιν αὐτόματοι καὶ ταῖς τοῦ δικτύου λαγόσιν ἀπροόπτως ἐναπολαμβάνονται. Ἔχομέν τι καὶ τρίτον εἶδος εἰπεῖν θήρας λεόντων, Αἰθιόπων μηχάνημα. Οὗτοι δυνάμει θαῤῥοῦντες σώματος πλεκτὰς μὲν ἀσπίδας προβάλλονται βύρσῃ βοὸς κεκαλυμ‐
20μένας τὴν ἐπιφάνειαν ὄνυξι λεόντων καὶ ὀδοῦσι καρτερὸν ἐπιτείχισμα· αὐτοὶ δὲ προ‐ βάτου φραξάμενοι δέρματι καὶ τελαμῶσι περισφιγξάμενοι πάντοθεν κράνεσί τε χαλκοῖς τὰς κεφαλὰς καλυφάμενοι, χείλη δὲ μόνα καὶ ῥῖνας καὶ ὄμματα καταλελοιπότες ἐλεύ‐ θερα προσβάλλουσι τῷ λέοντι μαστίγων ἤχῳ καὶ ἀερίοις τοῖς ἅλμασιν· ἐκεῖνος δὲ ἄτρομος τοῦ φωλεοῦ προελθὼν ὑπαντιάζει τοῖς θηραταῖς βρυχήματι χρώμενος, βλέπων
25δεινόν τε καὶ φόνιον, παφλάζων τῷ θυμῷ καὶ ὡς πῦρ ὁρώμενος. Οὐδὲ Γάγγῃ τῷ παρ’ Ἰνδοῖς ποταμῷ τοσοῦτον βρύχημα, ὃς ἐξ ἀποτόμων καταῤῥέων πετρῶν ἐστι μὲν 〈καὶ〉 καθ’ ἑαυτὸν πολὺς, μείζων δὲ γίνεται ποταμῶν ἐπιμιγνυμένων ἄλλων καὶ συνεισβαλ‐ λόντων ἐκείνῳ τὰ ῥεύματα, ὑφ’ ὧν εἰς τὸ μετέωρον κυρτούμενος πλάτει μὲν καὶ μεγέθει χώρας καλύπτει τὰς παραιγιαλίτιδας· οὕτως ὁ θὴρ ἐπιβρέμεται τῷ φοβερῷ
30τοῦ βρυχήματος, καὶ ἀπὸ τῶν ὀρέων ἦχον προκαλούμενος ὥρμηται κατὰ τῶν ἀνδρῶν σαρκῶν ἀνθρωπείων ἐμφορηθῆναι διψῶν· οἱ δὲ ὑπομένουσι τὴν ὁρμὴν ἑστῶτες ἀμε‐ ταστρεφεῖς καὶ ἀτίνακτοι. Ἐκεῖνος μέντοι στόματι καὶ ὄνυξι πεποιθὼς ἐφορμῶν
διασπαράττει τὸν ἐμπεσόντα. Καί τις τῶν θηρατῶν ὄπισθεν ἑστὼς πατάγῳ καὶ βοῇ39

40

πρὸς ἑαυτὸν ἐκκαλεῖται τὸν λέοντα. Κἀκεῖνος πρὸς τὸν ψόφον ἐπιστραφεὶς εἰς ἐκεῖνον οἴχεται καταλιμπάνων τὸν πρότερον· τοῦτο καὶ ἄλλος ποιεῖ καὶ ἄλλος αὖθις, ἕως [τὸ] ταῖς συχναῖς ἐπιστροφαῖς τε καὶ κατακλήσεσι χαλάσῃ τὸ ἔντονον ὁ θὴρ καὶ τῆς ὁρμῆς ἀμαλδύνῃ τὸ ἄσχετον. Καὶ καθάπερ τις δεινὸς πολεμιστὴς ῥωμαλέως μὲν
5ἀμυνόμενος καὶ διωθούμενος τὸν ἀντίπαλον, κυκλωθεὶς δὲ ὑπὸ τῶν ἐχθρῶν πάντοθεν καὶ τῷ καμάτῳ τεταλαιπωρηκὼς, εἶτα καὶ πυκνὰ πρὸς τῶν πολεμίων βαλλόμενος ὤκλασέ τε κατὰ γῆς καὶ τῆς πρὶν ἀλκῆς ἐξελάθετο· παραπλησίως καὶ λέων ἐκεῖνος ἀπαυδήσας τῷ καμάτῳ ἔδωκε τοῖς ἀνδράσι τῆς ἀγωνίας τὰ ἔπαθλα, καὶ τὴν ἧτταν ὡς εἰπεῖν αἰσχυνόμενος ἐρείδει μὲν εἰς γῆν τὸν ὀφθαλμὸν, ἀφρὸν δὲ ἀποβλύζει τοῦ
10στόματος. Αἱματόφυρτον ἔχει τοίνυν αὐτὸν ἡττώμενον τὸ ἔδαφος ὥσπερ τινὰ πύκτην γενναῖον πολλοὺς μὲν στεφάνους ἀναδησάμενον, τελευταῖον δὲ καὶ αὐτὸν ὑπενδόντα τῷ συνεχεῖ τῶν πληγῶν καὶ οἱονεὶ μεθύοντα τῇ χύσει τοῦ αἵματος καὶ εἰς γῆν προπετῆ καταβαλλόμενον. Οὕτως οὖν οἱ πάντα δεινοὶ θηραταὶ κατεργασάμενοι τὸν λέοντα δεσμά τε περιβάλλουσι καὶ ὡς κριὸν περιέλκουσι τὸν μέγαν ἐκεῖνον καὶ ἀνυπότακτον.
15Βόθρων ὀρύγματα καὶ ἐπὶ θῶας καὶ παρδάλεις τεχνάζουσιν, εὖρος μέντοι καὶ βάθος μείονα· καὶ κίων ἐξανίσχει τῆς τάφρου πεποιημένος ἀπὸ δρυὸς, φέρων ἀπαιω‐ ρούμενον οὐκ ἀρνὸν ἢ χίμαρον, ἀλλὰ κύνα λεπτοῖς ἱμᾶσι τοὺς διδύμους σφιγγόμενον, ὃς ὑψικρεμὴς προσδεδεμένος τῷ κίονι καὶ ταῖς ἀπὸ τῶν δεσμῶν 〈ὀδύναισ〉 ὀξύτατα βαλλόμενος ὑλακτεῖ μάλα τραχὺ καὶ ὠρύεται· ἡ πάρδαλις δὲ τῆς ὑλακῆς διακούσασα
20γέγηθε καὶ σπεύδει πρὸς τὴν βοήν. Καὶ πάσχει τὸ τῶν ἰχθύων ἐκείνων ἀτεχνῶς, οἳ τὸν ἐγκρυπτόμενον τῷ κύρτῳ δόλον ἀγνοήσαντες ὄλεθρον αὑτοῖς διὰ τὸ λίχνον ἐκ τῆς ὀδμῆς ἐπεσπάσαντο· ὥσπερ δὴ κἀκείνη διὰ τὸ τῆς γαστρὸς ἄπληστον εἰς βόθρον ἀνέκβατον ὑπὸ τῆς τοῦ κυνὸς ὑλακῆς καταπέπτωκεν. Ἐγένοντο παρδάλεις καὶ οἴνου θήραμα δόλῳ μεθυσθεῖσαι κυνηγῶν καὶ οἰνοποσίας
25παγιδευθεῖσαι δελεάσματι, οὐδὲν αὐταῖς ἐπαρκέσαν τὸ Διονύσου πάλαι γενέσθαι τροφούς τε καὶ φύλακας. Οἱ γὰρ νῦν θῆρες γυναῖκες ἀρχῆθεν ἐτύγχανον, θρέπτειραι τοῦ Βάκχου θεοῦ, οἴνου πνέουσαι, θυρσοφοροῦσαι, κεφαλὰς ἐστεμμέναι τοῖς ἄνθεσι καὶ τῷ φοιταλέῳ δαίμονι πανηγύρεις τριετηρίδας ἄγουσαι. Τὸν γάρ τοι Διόνυσον νήπιον ὄντα τρέφει μὲν Ἰνὼ θηλὰς ὑποσχοῦσα καὶ μεταδοῦσα γάλακτος· κοινωνοῦσι δέ οἱ τῆς
30παιδοτροφίας Αὐτονόη τε καὶ Ἀγαύη· οὐ μὴν οἴκοι ἐν Ἀθάμαντος ὁ νηπιάζων ἐτέθραπτο θεὸς, ἀλλ’ ἐν ἐρήμοις καὶ ὄρεσι δυεῖν ἕνεκεν· ὅτι τε Πενθεὺς ὁ τύραννος ἐπεβούλευε τῷ παιδὶ καὶ ὅτι Ἥρα ἡ Διὸς σύνοικος ἐχαλέπαινε κατ’ αὐτοῦ καὶ ἠγρίαινε
ζηλοτύπως ἔχουσα διὰ τὸ περὶ τὴν εὐνὴν ἀδικεῖσθαι μάλιστα· ταῦτά τοι καὶ ἐν40

41

ξυλίνῳ λάρνακι τὸν παῖδα κατακρυψάμεναι καὶ κλάδοις καὶ νεβρίσι περιβαλοῦσαι τὴν λάρνακα κτύπῳ τυμπάνων, ἤχῳ κυμβάλων, ὀρχήματι καὶ ψοφήμασι τὸν κλαυθμὸν τοῦ παιδὸς ἠφάνιζον τοῦ μὴ κατάδηλον γενέσθαι τοῖς ἐπιβουλεύουσιν· συνωργίαζον δὲ ταύ‐ ταις καὶ συνεβάκχευον καὶ γυναῖκες Ἀόνιαι καὶ οὕτως εἰς ἄκραν ἐκείναις φιλίαν ἀνε‐
5κράθησαν, ὡς καὶ τῆς Βοιωτίας ἐκτὸς ἀπιέναι λάθρα, καὶ εἴ τί που κατὰ τοῦ παιδὸς φέρον κίνδυνον πύθοιντο καταμηνύειν αὐτίκα ταῖς ἑτέραις καὶ παρασκευάζειν φυλάσ‐ σεσθαι· ἀλλ’ οὐ γὰρ ἔμελλεν ἐπὶ πολὺ κατασείειν τὰς γυναῖκας τὰ τοιαῦτα δέη καὶ φόβητρα, ἤδη γὰρ ὑπεκφαίνεσθαι κατὰ μικρὸν ἤρχετο τὰ Διονύσου τεράστια. Ταῦτ’ ἄρα καὶ ὁ τῶν γυναικῶν χορὸς τὴν θεοφόρον ἀράμεναι λάρνακα καὶ ὄνῳ ἐπιθέμεναι
10τὸν αἰγιαλὸν καταλαμβάνουσι καὶ θαλαττοπόνῳ πρεσβύτῃ σύναμα τέκνοις περιτυχοῦσαι σώζειν ἱκέτευον καὶ τῷ ἀκατίῳ διαβιβάζειν εἰς τὴν ἀντιπέραν ἤπειρον· ἐκεῖνος δὲ τῶν γυναικῶν αἰδεσθεὶς τὸ σεμνοπρεπὲς καὶ ἱερὸν ὑποδέχεται ἄσμενος. Ἤδη δὲ ἀναγο‐ μένων αἱ Διονύσου δυνάμεις περιφανῶς διεδείκνυντο, χλωρά τε σμίλαξ τῆς νεὼς ἀνεφύετο καὶ ἡ πρύμνα σελίνῳ καὶ κιττῷ κατέστεπτο πάντοθεν· ὅμιλος δὲ ἁλιέων ἔκφρονες γε‐
15νόμενοι τῷ δαιμονίῳ δείματι ἐκ τῶν πλοίων ἀπροαιρέτως ὠθοῦντο εἰς θάλατταν καὶ διεκυβίστων οὐκ ἐθέλοντες. Τὰ μὲν οὖν ἀμφὶ τὸν πλοῦν τοιάδε· ὡς δὲ προσέσχον αἱ γυναῖκες τῇ γῇ καὶ κατήχθησαν εἰς Εὔβοιαν, ξενίζονται μὲν ὑπὸ ποιμένος 〈τινὸσ〉, ὃς καὶ Διόνυσον ἐκ τοῦ κιβωτίου δεξάμενος ἀνεθρέψατο κόραις Εὐβοΐσι καὶ νύμφαις δρύασι συναγελαζόμενον· ἀμείβονται δὲ τὸν ξενοδόχον τοῖς παρ’ ἑαυτῶν ἀγαθοῖς, ὅπως δεῖ
20σκευάζειν ἐκ τῆς ἐλαίας διδαξάμεναι τοὔλαιον, καὶ μελισσῶν αὐτῷ θήκας καὶ μέλιτος γένεσιν ὑποθέμεναι· ἀπ’ ἐκείνου δὲ πρώτου καὶ εἰς ἀγροίκους ἅπαντας τὰ τοιάδε διε‐ δόθη ἐπιτηδεύματα. Ἄρτι δὲ ἥβης ἁπτόμενος ὁ Διόνυσος θαυματοπολίας ἐπεδείκνυτο μείζονας· νάρθηκα γὰρ ἀποτεμὼν καὶ πέτρας πλήττων τῷ νάρθηκι παρεσκεύαζεν ἐκ‐ βλύζειν οἶνον γλυκάζοντα. Ξίφει τε κατατέμνων ἀρνοὺς ἔῤῥιπτε νεκροὺς κατὰ γῆς,
25ἔπειτα ζῶντας ἐτίθει καὶ νεμομένους ὥσπερ καὶ πρότερον. Εἶδες δ’ ἂν αὐτὸν ἐνίοτε καὶ χορεύοντα καὶ σύμπασαν γῆν ἐμπιπλάντα τῶν ἀγαθῶν καὶ τῆς ἑαυτοῦ δυνάμεως αἴσθησιν ἀνθρώποις παρεχόμενον. Ἐπεὶ δέ ποτε καὶ Θηβῶν ἐπέβη, πάντες μὲν ὑπην‐ τίαζον καὶ σὺν ἡδονῇ τὸν θεὸν ἐδέχοντο· μόνος δὲ Πενθεὺς, ἀσεβὴς καὶ ἀντίθεος ἄν‐ θρωπος, ἀπονοηθεὶς τὸν ἀνάλωτον δεσμοῖς ἐπεχείρει δεσμεῖν, καὶ σφάττειν ἠπείλει
30αὐτὸς ταῖς αὑτοῦ χερσὶ τὸν σφαγῆς ἀνώτερον, οὔτε Κάδμου δυναστείαν δυσωπηθεὶς, οὔτε λιταῖς Ἀγαύης ἐπικαμφθεὶς, γυναικὸς ἱερᾶς καὶ θρεψαμένης τὸν θεὸν νηπιάζοντα, ἀλλὰ θεόμισος ἄντικρυς καὶ πολὺ τρέφων τὸ δυσσεβὲς τοῖς ἀμφ’ αὑτὸν ἐνεκελεύετο σύρειν αἰσχρῶς κατὰ γῆς τὸν Διόνυσον. Οἱ μὲν οὖν καταστάντες παρὰ Πενθέα φύλακες
ἐφ’ ᾧ συλλαβέσθαι καὶ δοῦναι δεσμῷ τὸν θεὸν ἐπειρῶντο μὲν ἐκεῖνον δεσμεῖν· ὁ δ’41

42

ἀνάλωτος ἔμενε καὶ δεσμοῖς ἀκατάσχετος· δεινοπαθοῦσιν αἱ Βάκχου θιασώτιδες ἐπὶ τῇ Πενθέως ἀπονοίᾳ, τοὺς ἐν ταῖς κεφαλαῖς ῥιπτοῦσι στεφάνους, τοὺς ἐν ταῖν χεροῖν κλάδους εἰς ἔδαφος καταβάλλουσιν, ὠχρὰς πληροῦνται τὰς παρειὰς δακρύων, [τοὺς ὀφθαλμοὺς] περιπαθέστερον ἀνακεκράγασι· πίμπρα, κατάσπα γῆν, ὦ Διόνυσε, κακῶς
5κακὸν διόλλυ τὸν τύραννον, διάσπα τὸν βλάσφημον, εἰς ταῦρον ἄμειβε τὸν ἀπάνθρωπον, ἡμᾶς θηρία καὶ εἰς παρδάλεις μετάβαλλε, ἵνα στόμασι καὶ ὄνυξι μερισώμεθα τὸν κατάρατον. Πείθεται ταῖς ὀπαδοῖς ὁ Διόνυσος, κάμπτεται τοῖς αὐτῶν ὀδυρμοῖς καὶ δάκρυσι· ταῦρον τὸν Πενθέα ποιεῖ, κέρας ἐκφύει περὶ τὸ μέτωπον· εἶδος καὶ χρῶμα παρδάλεων αἱ γυναῖκες ἀμπίσχονται ἀποθηριωθεῖσαι. Διασπαράττουσιν ὡς ταῦρον τὸν
10ἄθλιον. Ταυτὶ μὲν οὖν περὶ Πενθέως ἀληθῆ διηγήματα· τὰ δ’ ἄλλως ἱστορούμενα περὶ αὐτοῦ ποιητῶν ψευδηγορίαι καὶ πλάσματα. Ἡ μέντοι κατὰ τῶν φιλοίνων παρδάλεων, ὅπερ ἐλέγομεν, ἐπινενοημένη θήρα τοῖς ταῦτα ἐπιτηδεύουσιν αὕτη· Βραχεῖαν ὕδατος κατασκεψάμενοι πηγὴν ἀνὰ τῆς Λιβύης τὸ αὐχμηρόν τε καὶ ἄνυδρον, οὐ λάβρον ἀνιεῖσαν ἐκ βάθους τὸ ὕδωρ καὶ ἄφθονον,
15ἀλλ’ ὅσον προφανῆναι μικρὸν καὶ αὖθις ὑπὸ τῆς ἄμμου καταποθῆναι, ὅπουπερ ἐξ ἔθους αἱ παρδάλεις ἑσπέριοι φοιτῶσι πιόμεναι· τοῦτο ἐκεῖνοι θεωρήσαντες τὸν δόλον ἀρτύνουσιν εὐθύς· οἴνου γὰρ ἀμφορέας πλείους πλησάμενοι καὶ τῷ ὕδατι κερασάμενοι ἔπειτα ἐκεῖθεν ἀφίστανται καὶ οὐ μακρὰν ἀφικόμενοι μένουσιν ἀτρέμα καὶ κατακα‐ λυψάμενοι σισύραις 〈ἢ〉 δέρμασιν, ὅτι μὴ ἔστιν ἄλλως ἀποκρύψασθαι ἢ πέτρας ὀπὴν
20ὑπελθόντα ἢ δένδρον ποιησάμενον πρόβλημα διὰ τὸ ψαφαρὸν τῆς χώρας καὶ ἄξυλον. Ἐφορμᾷ τοίνυν τὰ θηρία πρὸς τὴν πηγὴν ἥ τε τοῦ πόματος ὀδμὴ καὶ ἡ τοῦ δίψους ἀκμὴ ἐκ τοῦ καύματος μάλιστα λαμβάνουσα τὴν ἐπίτασιν· πελάσαντα γοῦν τῷ τόπῳ καὶ πλησθέντα τοῦ κράματος σκιρτῶσι πρῶτον ὥσπερ χορεύοντα, εἶτα καρηβαρήσαντα νεύει πρὸς γῆν, τελευτῶντα δὲ ῥιπτοῦνται χαμαὶ ὑπ’ ἀκινησίας πεδούμενα καὶ κυνη‐
25γέταις ἄπονόν τε καὶ ἀταλαίπωρον τὴν θήραν παρεχόμενα. Εἴποις ἂν ἐῤῥιμμένας ἰδὼν τὰς παρδάλεις κατὰ γῆς νεανίσκων ὑποστῆναι πάθος πλέον ἢ ἔδει ἐμφορηθέντων ἀκράτου καὶ κάρῳ πολλῷ καταβεβλημένων εἰς ἔδαφος. Ἄρκτων δὲ θήρας Ἀρμενίοις μάλιστα μέλει καὶ ὅσοις αἱ διατριβαὶ περὶ ποταμὸν τὸν Τίγριδα. Καὶ πολὺς μὲν ὄχλος ὁμοῦ καταλαμβάνει δρυμῶνας καὶ ὄρη [καὶ] σύσκια,
30βραχεῖς δὲ αὐτῶν οἱ καὶ μάλιστα δεινοὶ τὰ θηρατικὰ μετὰ κυνῶν περιιόντες ἰχνηλα‐ τοῦσιν, εἴ που τῷ θηρὶ περιτύχοιεν. Οἱ κύνες γοῦν τοῦτο δὴ τὸ σύνηθες ποιοῦντες τῇδε κἀκεῖσε μαστεύουσιν ἐν χρῷ τῆς γῆς διὰ τῶν μυκτήρων ψαύοντες καὶ ἴχνος ἀνευρεῖν τοῦ ζητουμένου σπεύδοντες ἄγγελον· ἐπὰν δὲ εὕρωσι τοῦ πρώτου, [τὲ] πρὸς
δεύτερον ἵενται, καὶ πρὸς ἄλλο αὖθις καὶ πάλιν ἕτερον· καὶ οὐ πρότερον μεθιᾶσι42

43

διερευνώμενοι, πρὶν ἂν τὸ τελευταῖον ἴχνος ἐπὶ τὴν εὐνὴν αὐτοὺς ὑπαγάγοι τοῦ θηρός· ἣν καταλαβόντες ὑπὸ τῆς ἄγαν ἡδονῆς ἅλλονται μάλα θερμὸν 〈ἀπὸ〉 τῆς χειρὸς τοῦ κατέχοντος οἰμωγῇ καὶ ὑλακῇ ἄνωθεν περισκιρτῶντες καὶ χαίροντες. Καὶ πάσχουσι παρθένῳ τὰ ὅμοια πρὸς ἀνθολογίαν τραπομένῃ καθ’ ὥραν ἔαρος, ἣ τέως μὲν ἀνὰ τὰ
5ὄρη περιπλανωμένη ζητεῖ τὸ ἐφετόν—ἴον δὲ τὸ ζητούμενον—. ὅταν δὲ ἡ τοῦ ἄνθους ὀδμὴ πρὸς ἑαυτὴν 〈τὴν〉 κόρην χειραγωγήσειεν, ἐδρέψατό τε ἀσμένως καὶ τῇ κεφαλῇ περιθεῖσα καθαπερεὶ κόσμον ὁμοῦ τε ᾄδει καὶ ἄπεισιν οἴκαδε χαίρουσα· οὐ μὴν δὲ ἀφιᾶσιν οἱ θηραταὶ, ἀλλὰ τῆς ἀσχέτου καὶ ἀκρατοῦς ὁρμῆς βίᾳ τοὺς κύνας ἀναστεί‐ λαντες ἥκουσιν ὡς τοὺς ἑταίρους ἔμπλεω χαρᾶς, ὅτι τε ἀνεύροιεν τὴν ἄρκτον καὶ ὅπη
10λίποιεν ἀγγέλλοντες. Αὐτίκα γοῦν ὁρμηθέντες ὁμοῦ σύμπαντες καὶ κεραίας ὑψηλὰς ἐξ ἑκατέρου πηξάμενοι καὶ δίκτυα ταύταις περιπετάσαντες δύο δυσὶ τοῖς καταπαγεῖσι ξύλοις ἀντιμετώπους ἄνδρας περικαθίζουσιν. Ἔπειτα ἐξ ἀριστερῶν τοῦ μηχανήματος σχοῖνον εὔστροφον καὶ μακρὰν ἐκτανύουσι, τοσοῦτον ἀπέχουσαν τῆς γῆς, ὅσον ἐς ὀμφαλὸν φθάνειν ἀνδρός· ἧς ἀπαρτῶσιν ἄνθη τε εὔχροα πρὸς κατάπληξιν τοῦ θηρὸς καὶ πτίλα
15πάμπολλα διαφόρων πετεινῶν. Ἐν δεξιᾷ δὲ τὰς ἐνέδρας τεκταίνονται, οἱ δὲ οἰκίσκοι τυγχάνουσι ξύλινοι φύλλοις νεοθαλέσι πεπυκασμένοι πάντοθεν καὶ ἀπέχοντες ἀλλήλων ἐκ διαστήματος· ἑκάστῳ τῶν οἰκίσκων ἄνδρες προσϊζάνουσι τέτταρες, κλάδοις καὶ αὐτοὶ περικεκαλυμμένοι τὰ σώματα. Τὰ μὲν οὖν τῆς ἐνέδρας καὶ τοῦ μηχανήματος ὧδε ἔχει· μετὰ ταῦτα σάλπιγξ μὲν ἠχεῖ διαπρύσιον, ὥσπερ εἰς μάχην προκαλουμένη
20τὸν πολέμιον· ὁ θὴρ δὲ μέγα βοῶν ὀξὺ δεδορκὼς τῆς λόχμης ἐξώρμηται· καὶ ὁ τῶν κυνηγῶν δῆμος ἀθρόοι κατὰ τοῦ θηρὸς ἵενται πατάγῳ καὶ ἀλαλαγμῷ μυρίῳ χρώμενοι. Ἐκεῖνος μέντοι τοῦ ὄχλου τὰς βοὰς ἐκτρεπόμενος κατὰ γυμνοῦ τοῦ πεδίου διαθεῖ· ἀλλ’ οἱ ἐν τοῖς λόχοις αἰφνίδιον ἐξαλάμενοι κατὰ νώτου γίνονται τῷ θηρὶ καὶ ἐπὶ τὴν τοῦ δόλου σπάρτον τὴν ὁρμὴν περιτρέπουσιν· ἐντεῦθεν ἀπορία λαμβάνει τὴν ἄρκτον πάντοθε,
25πάντα γὰρ αὐτῇ φοβερὰ, ὅλος ὁ κτύπος, ἡ βοὴ τῆς σάλπιγγος, ἡ σπάρτος καὶ τὰ ἐν αὐτῇ δείματα καὶ τὸ ἀπ’ αὐτῶν σύριγμα τοῦ πνεύματος εἰσβάλλοντος. Ἀμέλει τοι καὶ διαδιδράσκειν οὐχ οἵα τε οὖσα τὸν κίνδυνον ἐμπίπτει τῷ λίνῳ καὶ τῶν ἀρκύων ἐντὸς γίνεται· οἱ δ’ ἐπὶ τῶν κεραιῶν ἐφεδρεύοντες διαναστάντες εἰς κύκλον τε τὴν σπάρτον περιάγουσι καὶ τὸ χάσμα τοῦ δικτύου συνάγουσι τὰς πύλας ὥσπερ ἀποκλείοντες τῷ
30θηράματι· ὁ σκοπὸς δὲ αὐτοῖς περιγενέσθαι τοῦ θηρὸς ὅτι τάχιστα, μὴ καὶ θυμήνας ῥήξῃ 〈τό〉τε τὸ λίνον ἐνδακὼν ἢ καὶ διασπάσῃ τοῖς ὄνυξι καὶ ἀποδρὰς οἴχηται καὶ τοῖς ἀγρευταῖς ἀποφήνῃ τὸν κάματον μάταιον, οἷον φιλεῖ συμβαίνειν πολλάκις ἐν
τοῖς τοιούτοις. Ἔνθεν τοι καὶ ταχὺ τὴν ἄρκτον πεδήσαντες οἴκαδε ἤγαγον.43