TLG 0752 001 :: EUTECNIUS :: Paraphrasis in Nicandri theriaca EUTECNIUS Soph., vel Eutechnius Paraphrasis in Nicandri theriaca Citation: Page — (line) | ||
19(1t) | ΠΑΡΑΦΡΑΣΙΣ ΕΥΤΕΚΝΙΟΥ ΣΟΦΙΣΤΟΥ ΕΚ ΤΩΝ | |
2t | ΝΙΚΑΝΔΡΟΥ ΘΗΡΙΑΚΩΝ | |
---|---|---|
21(1t) | Ἡ ὑπόθεσις. | |
1t | ||
4 | Νίκανδρος ὁ ποιητὴς ἔγραψεν ποιήματα δύο, ὧν τὸ μὲν | |
5 | πρῶτον ἐπιγράφεται Θηριακά, ὃ προσφωνεῖ Ἑρμησιάνακ‐ τι, ἑαυτοῦ φίλῳ καὶ συγγενεῖ, τὸ δὲ δεύτερον ἐπιγέγραπται Ἀλεξιφάρμακα, ὃ προσφωνεῖ Πρωταγόρᾳ, ἰατρῷ τινι τῶν ἐπ’ αὐτοῦ. Περιέχει δὲ τὸ μὲν πρῶτον τά τε τῶν ἑρπετῶν εἴδη, καὶ τὰς ἀπὸ τούτων γιγνομένας τοῖς ἀνθρώποις βλά‐ | |
10 | βας, ἔτι μὴν καὶ βοτάνας καὶ τὰς ὀνομασίας καὶ τὰ εἴδη τούτων, καὶ ποία βοτάνη ποίου θηρίου θεραπεύει πληγήν· τὸ δὲ μετὰ τοῦτο τάς τε τῶν δηλητηρίων διαφοράς, αἵτινες ἐκ τε ῥιζῶν καὶ λίθων παρ’ ἀνθρώπων ἐξευρέθησαν πονη‐ ρῶν, καὶ τὰς ἐφ’ ἑκάστου δηλητηρίου βλάβῃ ἰατρικὰς βοη‐ | |
15 | θείας καὶ ἀντιπαθεῖς θεραπείας. Ὁ δὲ σκοπὸς ἐν ἀμφοτέ‐ ροις τοῖς ποιήμασι πρὸς σωτηρίαν τῶν ἀνθρώπων καὶ ὠφέλειαν ἐξεύρηται. | |
17 | ||
18t | Ἡ ἑρμήνεια. | |
18t | ||
19 | 1—7. Τῶν ἑρπετῶν θηρίων ὁπόσα ἐστὶν ἐν εἴδεσιν καὶ τὰς | |
20 | γινομένας ἀπὸ τούτων βλάβας, αἷς περιπίπτουσιν ἀπροσ‐ δοκήτως καὶ ἀπαραφυλάκτως ἄνθρωποι, ἔτι γε μὴν καὶ τὰς ἐφ’ ἑκάστῳ πλήγματι ἀλεξικάκους τε καὶ σωτηριώ‐ δεις βοηθείας, ὦ φίλτατε Ἑρμησιάναξ, σαφέστατα ὡς οἷόν τέ σοι καὶ ἀληθέστατα ἀπαγγελῶ. Δῆλον γὰρ ὡς | |
25 | ἐκδιδαχθέντα σε καὶ ἐκμελετήσαντα τὰ τοῖς ἀνθρώποις ὀνήσιμα οὐ γεωργός, οὐχ ὑλοτόμος, οὐ βουκόλος, οὐχ ὁστισοῦν τῶν ἐργαζομένων καὶ πονούντων τὴν γῆν φρον‐ | |
τίδος τε ἀποστερήσειεν καὶ προσέτι τιμῆς, ἀλλ’ ἀγαπή‐ | ||
22 | σειέν τε καὶ θαύματος ἀξιώσειεν, εἰς πεῖραν ἐρχόμενος ὁστισοῦν τῶν βοηθημάτων τῶν παρά σου. 8—20. Ἡ μὲν δὴ τῶν θανατηφόρων καὶ ἄλλως ἀνια‐ ροτάτων ἑρπετῶν, φαλαγγίων τε καὶ ἐχιδνῶν φύσις, ἔπειτα | |
5 | μέντοι καὶ τῶν ἄλλων, ὁπόσα ἐστὶ τοῖς ἀνθρώποις ἐπαχ‐ θέστατά τε καὶ συμφορῶν παμπόλλων αἴτια, γένεσίν τε ἐδέξατο καὶ ἀρχὴν τοῦ εἶναι ἀπὸ τοῦ τῶν Τιτήνων αἵματος ἐκείνου καὶ φόνου, ἡνίκα τοῦ πρὸς τοὺς θεούς, ὥς φησιν Ἡσίοδος ὁ ἀπὸ τῆς Ἄσκρης, πολέμου ἤρχοντο. Εἰ δέ | |
10 | γέ τι καὶ χρὴ τῷ αὐτῷ λέγοντι πιστεύειν ποιητῇ, ὅτι δὴ ἐν Μελίτῃ που καὶ τῷ Ἑλικῶνι παρὰ τὸν ποταμὸν τὸν Περμησσὸν ἀνῆκεν σκορπίον ἡ Ἄρτεμις, εἶθ’ ὅτι κεκεν‐ τρωμένον καὶ μάλα ἐναργῶς, καὶ ὅτι λέγεται χαλαζήεις ὁ σκορπίος οὗτος ὁ αὐτὸς δὴ λέγει. Ἐπειδὴ γάρ, φησίν, ἡ | |
15 | Διὸς καὶ Λητοῦς θυγάτηρ πρὸς Ὠρίωνα χαλεπῶς τὸν ἐκ Βοιωτίας διετέθη, ὅτι αὐτῆς ἐκεῖνος τῶν ἀθίκτων οἶμαι καὶ καθαρῶν οὐ παρῃτήσατο προσάψασθαι ἱματίων χειρί, πληγῆναι τὸν Ὠρίωνα ὑπ’ αὐτοῦ διεκελεύσατο. Καὶ ὁ μὲν τὴν πληγὴν ἐπενηνοχὼς ἐτύγχανεν κατὰ τοῦ σφυροῦ | |
20 | ὑπελθὼν δηλαδὴ τοῦ λίθου, ὑφ’ οὗ ἐκρύπτετο, ὁ δὲ προειδόμενος οὐδέν, τοῦ θράσους ταύτην [την] ὁ Ὠρίων ἐδεδώκει δίκην. Ἔνεστι δὴ οὖν ταῦτα καὶ τὰ περὶ τούτων τῷ οὐρανῷ καὶ ἐν τῇ τῶν ἀπλανῶν φαίνεται περιφανῶς σφαίρᾳ, καὶ οἷα δὴ θήραν μετιόντος τινὸς ἐναργῶς δείκ‐ | |
25 | νυται τοῦτο καὶ πάνυ μέντοι τὸ σχῆμα διὰ τῶν ἀστέρων. 21—34. Ὅπως οὖν ἂν σὺ δυνηθείης ἐκ παντὸς ὅτου μὲν χωρίου πάσης δὲ ἀνθρώπων διαγωγῆς ἀποτροπήν τινα τῶν ἑρπετῶν τούτων θηρίων εὕρασθαι, προφυλαξάμενος τὸ παρά σφων δεινόν, ὥστε μήτε ἐν καλύβῃ τινί σοι μήτε | |
30 | ἐν ἐπαύλει, οἷα ποιμένων καὶ βουκόλων ταῦτα ἀγαπητὰ | |
οἰκητήρια, ἐᾶσαι ποτὲ προσελθεῖν θηρίον, ἀδεῶς γε μήν | ||
23 | ἄλλως τε καὶ κινδύνων ἄνευ ἐπὶ τοῦ ἐδάφους κατακλινεὶς εὕδοις τοῦ θέρους καὶ τῆς ὥρας ἐκείνης παραγενομένης, ἐν ᾗ τὸ καθεύδειν οὕτως φιλοῦσιν ἄνθρωποι, τήν τε τῆς θέρμης ὑπερβολὴν καὶ τὴν χαλεπότητα ἔτι μὴν τοῦ πνί‐ | |
5 | γους ἐκτρέπεσθαι πειρώμενοι καὶ ἀποφεύγοντες, ζεφύ‐ ρου τε αὔραις μαλακαῖς καὶ πνοιαῖς ἀνέμων ἡδυτάταις ἐπιθυμοῦντες ἐντυγχάνειν, ἐρχόμενοι πρὸς τὸν ὕπνον διὰ τῆς ἑσπέρας. Οἰχήσεται δ’ οὐδὲν ἧττον τὰ τοιαῦτα διωχ‐ θέντα τὰ θηρία καὶ ἀποχωρήσει οὐ μόνον χαμευνοῦντος | |
10 | οὐδὲ διατρίβοντος ἐν ὑπαίθρῳ σου καὶ ἐν τῇ ἐπαύλει, ἀλλὰ καὶ ἀπὸ τῶν τόπων ὁπόσων διαρρεῖ τὸ ὕδωρ καί εἰσιν αἱ ὕλαι καὶ τὰ ἄλση καὶ οἱ λειμῶνες καὶ ἐνθάδε ἐστὶν ἡ θρεμμάτων νομή· ἀφέξεται δὲ ὁμοίως τῆς βλάβης καὶ τούτων τῶν ζώων ἀποχωρήσει δὲ οὐδὲν ἧττον καὶ τῆς | |
15 | ἐσχατιᾶς αὐτῆς ἔνθα γίγνεται καὶ τρέφεται ταυτὶ τὰ θηρία. Οὐ προσελεύσεται δὲ ὄντι γέ σοι οὐδὲ ἐν τῇ ἅλῳ καθεύδοντι οὐδ’ ἐν ταῖς ἄρτι φυομέναις βοτάναις ἔαρος ὑποφαινομένου, ἐν ᾧ δὴ συμβαίνει καιρῷ τοὺς ὄφεις ἔαρι τοῦ γήρως ἄλλως ἀποτιθεμένους τὴν φροντίδα νέους μὲν | |
20 | γίγνεσθαι καὶ ἁπαλούς, τοῦ δὲ ὀξέως μὲν ὁρᾶν κινεῖσθαι τε θᾶττον ἐνδεῶς ἔχοντας, ποιησαμένους δὴ κατὰ σχολήν σφᾶς τὸν μάραθον τροφὴν τοῦ τε ὀξὺ βλέπειν καὶ τοῦ κινεῖσθαι μὴ βράδιον τὴν ἰσχὺν δέχεσθαι. 35—56. Ὄφεις δὴ οὖν οἶμαι καὶ τὴν ἀπὸ τούτων τῶν | |
25 | θηρίων γιγνομένην ἀπελάσαι κῆρα περιέσεσθαί σοι, ἢν βουληθῇς, ἐπιθεὶς πυρὶ θυμία τοῦτο μὲν κέρας ἐλάφου τοῦ τὰς πλείστας ἀκμάς τε καὶ φυὰς ἔχοντος, τοῦτο δὲ καὶ λίθον, ὃν γαγάτην προσαγορεύουσιν (ὃς καιόμενος μὲν ἐπὶ πλεῖστον ὅσον, καὶ τῷ πυρὶ προσομιλῶν, ἀνάλωτος | |
30 | μένει· δαπανηθῆναι γὰρ ὑπὸ πυρός, ἐπεὶ μὴ φύσιν ἐδέ‐ ξατο ταύτην οὗτος, οὐδεμία θέμις), καὶ τὴν τῆς βοτάνης | |
δὲ ἐκείνης κόμην, ἣν καλοῦσι βλάχνον, ἔνιοι δὲ πτέριν, | ||
24 | ἐπιβαλλομένην τῷ πυρὶ καὶ θυμιωμένην τοῖς ἑρπετοῖς αἴ‐ τιον φυγῆς θηρίοις γίγνεσθαι, γίγνεσθαι δὲ οὐδὲν ἧττον τὰ αὐτὰ θυμιωμένης τοῖς ἑρπετοῖς τῆς λιβανωτίδος, ἣν οἱ πολλοὶ μὲν κάχρυ προσαγορεύουσιν, ἀπ’ αὐτῆς τῆς | |
5 | ῥίζης θέμενοι τὴν ἐπωνυμίαν· ἔστι γὰρ παραπλησία ἡ ταύτης ῥίζα τῇ τῆς κριθῆς ῥίζῃ. Ταύτῃ μέντοι τῇ λιβα‐ νωτίδι καρδάμου τε ἐπιμίξας νεαροῦ καὶ δορκείου τὸ ἴσον κέρατος προφυλακτικὸν τῶν ἑρπετῶν ἐναποτελέσεις θυμίαμα. Ὁμοίως δὲ καὶ τὸ μελάνθιον ἡ βοτάνη, ἀσφάλ‐ | |
10 | του καὶ θείου κατὰ τὸ ἴσον συμμιγέντων αὐτῷ, θυμιώ‐ μενον τῇ δυσχερείᾳ διώκειν τῆς ὀδμῆς τὰ θηρία δύναται. Δύναται δὲ τὰ αὐτά τις καὶ Θρᾴκιος λίθος θυμιώμενος ἀποτελεῖν, ὃς ἐὰν μὲν πυρὶ παραδοθῇ, πρότερον ὕδατι λουσάμενος, πλέον ἐπάγεται πρὸς ἑαυτὸν τὸ πῦρ, ἐλαίου | |
15 | δὲ οὐκ ἀνέχεται καιόμενος, οὐδ’ ἂν ὅλως ἴδοις ἔτι περὶ αὐτὸν τὸ πῦρ, ἢν σὺ τῷ λίθῳ καιομένῳ τούτῳ προσοίσῃς ἔλαιον. Καὶ ἡ μὲν φύσις, ὥσπερ ἔφην, τούτου τοιαύτη τοῦ λίθου. Φέρει δὲ τοῦτον μὲν τὸν λίθον ποταμὸς ἐν Θρᾴκῃ, καί ἐστιν ὄνομα μὲν Πόντος τῷ ποταμῷ τούτῳ, | |
20 | εὑρίσκεται δὲ ἐν αὐτῷ, καὶ θυμιώμενος διώκει τῇ τῆς ἀποφορᾶς βαρύτητι τὰ γένη τούτων τῶν ἑρπετῶν. Ὑπο‐ χωρήσει δὲ οὐδὲν ἧττον ταυτὶ τὰ θηρία, καὶ ἐκποδὼν στήσεται, ἐπιτιθεμένης μὲν τῷ πυρὶ χαλβάνης καὶ θυ‐ μιωμένης, μετὰ δὲ ταύτης χρωμένοις τῷ καπνῷ τῶν | |
25 | κεδρίνων ξύλων καὶ τῆς ἀκνήστιδος. Δύσεται τοιγαροῦν κατὰ τῆς γῆς τὰ μὲν αὐτῶν κάτω, τὰ δὲ εἰς ὕλας φευ‐ ξεῖται που, τὰ δ’ εἰς ἐρημίαν, ἄδεια δὲ τῷ βουλομένῳ καθεύδειν, ἔνθα δ’ ἂν ἕληται, κατὰ ταὐτὰ περιέσται πολλή. Καὶ τοῖς μὲν εὐπορεῖν δυναμένοις τῶν βοτανῶν τούτων | |
30 | τοσαῦτα εἰρήσθω. 57—79. Ὁπόσοις δέ ἐστιν ἐργῶδες καὶ κάματον φέρει, διὰ τὸ μὴ ἔχειν ἄρα αὐταῖς ἐν καιρῷ κεχρῆσθαι, τὸν ἀπὸ τῶν ἑρπετῶν βουλομένοις φυγεῖν περιγιγνόμενον κίνδυνον, | |
χρηστέον τῇ λεγομένῃ καλαμίνθῃ, τότε ὑποστορέσασι τὴν | ||
25 | βοτάνην αὑτοῖς. Βουληθεὶς δ’ ἂν εὕροις τὴν βοτάνην ταύ‐ την ἐλθών που πλησίον ἢ ποταμοῦ ἢ ἑλώδους τόπου. Οὐ μὴν ἀλλὰ καὶ τὸν λύγον, ὃν ἄγνον λέγουσι, καὶ τοῦτον ὑποστορνύμενον τὸν κατακλιθέντα, καθάπερ καὶ τὴν βο‐ | |
5 | τάνην, ἣν πόλιόν φασιν, ἀπήμονα φυλάττει〈ν〉 καὶ τοῦτον παρὰ τῆς πείρας ἐσχήκαμεν. Ἔστι δὲ δυσῶδες τοῦτο καὶ φορτικὸν τοῖς ἑρπετοῖς τὸ πόλιον λίαν. Ὑποτεθὲν δὲ τῇ στρωμνῇ τό τε ἔχιον καὶ ὁ νομαῖος ἕρπυλλος (ὃς τὸ ἀεὶ θάλλειν, οἶμαι, παρὰ τῆς φύσεως ἐδέξατο) τό τε ὀρίγανον | |
10 | ὡσαύτως δὴ καὶ τὸ ἀβρότονον, ὃ χαίρει γιγνόμενον τοῖς ὀρείοις τόποις, δείκνυται δὲ τῆς αὐτῆς ὄντα δυνάμεως, καὶ τάδε τό τε τοῦ ἄγνου βρύον καὶ τὸ ὀνόγυρον. Ἔτι μὴν καὶ ἡ κόνυζα ἰσχύει τὰ αὐτὰ καὶ ῥοιᾶς δὲ ὁμοίως κλάδοι, καὶ ὁ ἀσφόδελος χλωρὸς ὢν καὶ οὗτος ἢν τύχῃ. Ὁ τε | |
15 | στρύχνος καὶ ὅν τινες μὲν σκύρα, ἕτεροι δὲ ἐρυθρόδανον ἐπονομάζουσιν, τὴν ἴσην εἰς τὸ διασῴζειν παρέχεται τοὺς ἀνθρώπους δύναμιν ἀπὸ τῶν θηρίων, ἢν ὑποστορέσασθαί τις αὐτὰ βουληθῇ. Τὰ μέντοι σκύρα τοῖς βουκόλοις ἐστὶν ἐχθρά, ὅτι αὐτοῖς οὐκ ἀνέχονται αἱ βόες φαγοῦσαι ἡσυ‐ | |
20 | χίαν ἄγειν, ἀλλὰ ἐξοιστρῶσι. Ἱκανὸν δέ ἐστιν ἐκδιώκειν καὶ τὸ πευκέδανον τὰ θηρία ταῦτα· τῆς γοῦν ἀποφορᾶς οὐκ ἄν ποτε ἀνασχέσθαι ὑπομείνειεν, κἂν ᾖ θρασύτατον τῶν ἑρπετῶν. Οὕτω κομιδῇ πονηρόν καὶ λίαν δυσχερὲς ἡ ταύτης φαίνεται τοῖς ἑρπετοῖς τῆς βοτάνης πνοή. Καὶ | |
25 | ταῦτα μὲν ὠφελιμώτατα ἐπὶ κατατλινομένοις σφισὶ τοῖς ἀνθρώποις γίγνεται παρ’ αὐτὰ καὶ ἐν ἐρημίαις ἢ καὶ πρὸ τῶν χηραμῶν ἢ καταδύσεων τιθέμενα οὐκ ἐᾷ προσελθεῖν. Καὶ οὕτως ἄρα τοῖς ἀνθρώποις τὰ τῶν βοτανῶν τῶν τοιούτων εἴδη ἐξεύρηταί τε παρὰ τῆς φύσεως καὶ πρὸς | |
30 | σωτηρίαν. 80—96. Ὁπόσα δὲ ἀλειψαμένους οὐκ ἐᾷ φοβεῖσθαι | |
τὴν ἐκ τῶν θηρίων ἐπιβουλήν, ἀλλὰ ἀναχωρεῖν ἐπὶ πόδα | ||
26 | καταναγκάζει δήπου ταῦτα καὶ παρασκευάζει, χρηστέον ἔπειτα καὶ τούτοις εἰς σωτηρίαν. Τὸν τῆς κέδρου καρπόν, καὶ τὸ πευκέδανον, καὶ ὄριον τὴν βοτάνην οὕτω καλουμέ‐ νην ἐμβαλὼν ἐλαίῳ ξηρανθέντα, κοπέντα μέντοι καὶ ταῦτα | |
5 | μετὰ τῶν φύλλων τῆς κονύζης εἶτα ἀλειψάμενος οὐ προ‐ σήσεται τὴν βλάβην, οὐδὲ ἀναμενεῖ παρ’ ἐκείνων κακόν τι πείσεσθαι. Καὶ ἡ ῥίζα δὲ τοῦ σιλφίου καὶ ἐλελίσφακος, ἐμβληθέντα καὶ ταῦτα ἐλαίῳ, ὁμοίως βοηθεῖ. Ἴδοις δ’ ἂν ἀποστραφὲν οἶμαι καὶ ὀλιγωρῆσαν προσπτυσθὲν ἑρπετόν· | |
10 | βαρύνεται γὰρ ἱκανῶς καὶ ἀνατρέπεται τὸ θηρίον, ἢν ἀνθρωπείου ἂν τύχῃ ὀδμῆς που σιάλου. Ἔστι δὲ δὴ καὶ τὸ διὰ κάμπης ἀπηχθημένον βοήθημα τοῖς ἑρπετοῖς λίαν· μετὰ γὰρ τῆς λεγομένης ἀγρίας μαλάχης τοῦ καρποῦ ἐμβληθεῖσαι ἐλαίῳ κάμπαι καὶ ἀνατριφθεῖσαι ἱκανώτατα | |
15 | τοὺς χρησαμένους ὀνίνασιν, ὥστε ἀτρώτους τὸν ἅπαντα καὶ ἀνεπιβουλεύτους 〈ἀπὸ〉 τῶν θηρίων τούτων διαβιοῦν χρόνον. Ἢν δὲ καὶ δύο κλῶνες κοπῶσιν 〈ἀβροτόνου〉 καὶ πάνυ εἰς λεπτόν, μετά γε μὴν καρδάμου, τὴν ὁλκὴν ἄγοντος εἰς ὀβολόν, καὶ δαύκου τῆς βοτάνης τοῦ καρποῦ μήπω | |
20 | ξηρανθέντος, ὥστε μὴ πλέον εἶναι σύμπαν ἢ ὁπόσον ἀνδρὸς χεὶρ δυνατὴ δέχεσθαι, εἶτα τρόχια γενόμενα σμικρὰ ἐν ἀνηλίῳ μὲν ἄλλως προσηνέμῳ δὲ χωρίῳ ξηρανθῇ σφόδρα, τῶν τροχίων μετὰ ταῦτα τούτων ἀνιεμένων εἰς ἔλαιον, οὐδεὶς μήποτε μέμψιν οἴσει τῇ τοῖς χρωμένοις τῷ ἐλαίῳ | |
25 | τούτῳ παραγιγνομένῃ βοηθείᾳ. | |
97—117. Οὐ μὴν ἀλλ’ εἰ καὶ δύο εὕροι τις θηρία ἀλλήλοις | ||
27 | ἐντυγχάνοντα καὶ συμπεπλεγμένα διὰ τῆς μίξεως, εἶτα λαβών, ἐμβαλὼν ζῶντα ταῦτα συμπηπλεγμένα καὶ ἐν εἴδεσίν τισιν εἴς τι δηλαδὴ σκεῦος προεψῆσαι χρησίμως ταῦτα κατεσκευασμένον ἕψεσθαι ποιείτω· δυνάμενον ῥύε‐ | |
5 | σθαι γὰρ καὶ προανέχειν πάνυ σφόδρα ποιήσει φάρμα‐ κον τὸν ἀπὸ τῶν ἑρπετῶν περιγιγνόμενον τοῖς ἀνθρώ‐ ποις ὄλεθρον, οὐ μήποτε συγχωροῦν εἰς ἔργον προελ‐ θεῖν. Συνεψέσθω δὲ τοῖς θηρίοις τούτοις ἄρτι που τυ‐ θέντος αὐτοῖς μυελὸς ἐλάφου· δραχμαὶ δὲ ἔστωσαν μὲν | |
10 | περὶ τὰς τριάκοντα ὁ σταθμὸς τούτου τοῦ μυελοῦ· ῥο‐ δίνου δὲ ἐλαίου τὸ ἐμβαλλόμενον εἰς ταῦτα τριτημό‐ ριον ἔστω χοός (ἔστω δὲ ἀπὸ τοῦ ῥοδίνου τοῦ εἰκῇ μὲν οὐδὲν οὐδ’ ἁπλῶς κατεσκευασμένου, ἀλλ’ ὅ φασι τοὺς μυροπώλας ὀνομάζειν τριπτόν) ναὶ μὴν καὶ ὠμοτριβοῦς | |
15 | ἐλαίου μέτρον ἴσον τῷ ῥοδίνῳ ἐμβάλλεσθαι καλόν, κατὰ ταὐτὰ δὲ καὶ τὸν κηρόν, τέταρτον τούτου τῶν τριάκοντα ἕλκοντος δὴ σταθμόν· ἔστ’ ἂν δὲ περιρρυῶσιν ἑψομένων αἱ σάρκες τούτων τῶν ὄφεων καὶ συντακῶσιν, ἐπιμελῶς ἐξαιρεῖν μὲν χρὴ φροντίζοντα καὶ ἀποχωρίζειν σφῶν τὰς | |
20 | ἀκάνθας· εἶναι γὰρ ἰόν τινα εἰς αὐτὰς καὶ κακίαν πολλήν. Ἐπιμελὲς δὲ γιγνέσθω κινεῖν ταῦτά σοι τοῦ λοιποῦ πάντα, καὶ ἅμα πάντα μιγνύναι καὶ ὡς ὅτι μάλιστα ἀποτελεῖν εἰς ἕν· ἢν γὰρ οὖν τις ὅλως ποτέ καθ’ ὁδ〈ὸν〉 ὢν τύχῃ ἢ καὶ τὰ τοῦ θέρους ἔργα μετὰ χεῖρας ἔχων, ὁπότε αὐτὰ | |
25 | ἑαυτῶν χαλεπώτερα τυγχάνει καὶ βλαβερώτερα τοῖς ἀν‐ | |
28 | θρώποις, ἢ τυχὸν ἀλοῶν ὁστισοῦν 〈ἢ παίων〉 ἢ λικμῶν τὸν σῖτον ἢ ὑπνῶν [ἢ παίων ὁτιοῦν], ἄχριστος δὲ μὴ εἴη τούτου μηδὲ ἀνήλιφος τοῦ φαρμάκου, μακρὰν ἀπέσται τοῦ ἀνθρώ‐ που ταῦτα, τούτων κἂν ἐγγὺς ὢν τύχῃ. Εἰ δὲ προσάψεται μὴ | |
5 | προαλειψαμένῳ, ἢ τροφῆς μὴ μετειληφότι ἀνθρώπῳ θη‐ ρίον, ὁπότε μᾶλλον ἀναλίσκεται καὶ ἐνεργοτέραν ὁ πλη‐ γεὶς δέχεται τὴν βλάβην, οὐδὲν ἧττον ἐπαμῦναι καὶ τού‐ τοις δυνήσῃ τοῖς λέγεσθαι μέλλουσιν περὶ τούτων ὑπ’ ἐμοῦ χρώμενος. Ἔρχομαι δὲ λέξων ὁπόσα ἐστὶν τῶν | |
10 | βλαβερῶν τέως κατ’ εἶδος θηρίων. 118—127. Ἡ διψὰς τὸ μὲν πάχος ἐπὶ πλέον ἔχειν τοῦ ἄρρενος αὐτὴ καὶ τὸ μῆκος δοκεῖ, τὸν δὲ θυμὸν δυσχερὴς πάνυ τις τυγχάνει καὶ ἀνυπόστατος· ὁ δὲ θάνατος ὀξύ‐ τερον τοῖς ὑπ’ αὐτῆς δηχθεῖσιν ἀπαντᾷ· οὐκ ἄν ποτέ | |
15 | τις ῥᾳδίως πληγεὶς ὑπ’ αὐτῆς τὸ καθ’ ἑαυτὸν διαφύγοι. Ἔστι δὲ ὥρα τοῦ ἔτους καὶ ἀνίσχουσιν αἱ Πλειάδες· μό‐ λις ἂν ἴδοις αὐτὰς ὑποφαινομένας πλησίον τοῦ ταύρου. Ἐνταῦθα δὴ θερμαινομένη καὶ ὧν ἐτεκνώσατο τῆς ἀνα‐ τροφῆς φροντίζουσα, δεινοτέρα προσελθεῖν ἀνθρώπῳ γίγ‐ | |
20 | νεται, ποτὲ μὲν ἔξω τῆς εὐνῆς καὶ ἐπὶ τὰς νομὰς ἐρχο‐ μένη, ποτὲ δὲ ἐπανιοῦσα ἐπὶ τὸν φωλεὸν ἐκ τῆς νομῆς καὶ τροφῆς κεκορεσμένη καὶ ὕπνου ποτὲ μετασχεῖν θέλουσα. 128—144. Ἐκτρέπεσθαι δὲ χρὴ καὶ προορᾶν, διαφυγόν‐ τος ἔχεως τὸν ἐπὶ τῇ συνουσίᾳ παρὰ τῆς θηλείας αὐτῷ | |
25 | περιγιγνόμενον θάνατον, 〈μ〉ὴ ἐν ὁδῷ ποτε ἢ ἐν ἄλλῳ τῳ χωρίῳ περιπέσῃς τινά. Ἡ μὲν γὰρ θήλεια συμπλα‐ κέντος ἄρα αὐτῇ καὶ συμμιγνυμένου τοῦ ἄρρενος, ἐμφῦσα τοὺς ὀδόντας κατὰ τοῦ αὐχένος, ἀποκόπτει αὐτοῦ τὴν | |
κεφαλήν· οἱ δὲ ἀπ’ ἐκείνου ἐν τῇ γαστρὶ τὴν ὑπὲρ σφῶν | ||
29 | τοῦ πατρὸς δίκην βουλόμενοι λαβεῖν, ἥκιστα μὲν τὴν ὥραν, ὡς αὐτοὺς ἀποκυηθῆναι, ἐκδέχονται, διαφαγόντες δὲ τὴν γαστέρα ἄλλος ἀλλαχόθε γίγνονται μὲν ἀσινεῖς αὐτοὶ καὶ ἔξω [του] τοῦ τόκου, τῇ δὲ μη〈τρὶ〉 τὴν ἀπὸ | |
5 | τῶν τέκνων ἐπ’ αὐτὴν ἐ〈λ〉θοῦσ〈αν〉 διαφθορὰν ἀμήχα‐ νον φυγεῖν. Μόνη δὲ τῶν ἄλλων ἑρπετῶν ἡ ἔχις ἐγκύμων γίγνεται, τὰ δὲ ἄλλα τοῦτον μὲν οὐδαμῶς πέφυκε γίγνεσθαι τὸν τρόπον, τίκτουσι δὲ ὠὰ καὶ θάλπουσιν αὐτά, ἔπειτα μέντοι ἐντεῦθεν γίγνεσθαι φιλεῖ τὰ τούτων, καὶ τὴν | |
10 | τάξιν τοῦ εἶναι δεῖ διαφυλάττειν ἀκέραιον. Ἀλλὰ μηδ’ ὁπόταν καὶ τύχῃ ἀνηβῶσά τε καὶ ἐπανιοῦσα εἰς τὴν νεότητα ἐκ τοῦ γήρους, τῇ τε ἀκμῇ χαίρουσα καὶ αὐτῷ τῷ τάχει, ἐν ὀφθαλμοῖς ἔλθοις τούτου μὴ σύγ’ ἐναντίος ἔλθοις τούτῳ τῷ θηρίῳ, μηδ’ ὅταν, ἰχνεύσασθαι αὐτὴν | |
15 | ἐπιχειρήσαντος ἐλάφου, τὸν θάνατον διαφυγοῦσα ἀνθρώ‐ που προσψαύσειεν ἐλθοῦσα μέλεσι· οὐδὲ γὰρ ἄν ποτε πε‐ ριέσται ὁ τῷ χόλῳ τῷ ταύτης καὶ τῇ ἀνάγκῃ περιπεσών. Ἀπηχθημέναι δέ εἰσι δεινῶς αὗται ταῖς τε ἐλάφοις καὶ τοῖς νεβροῖς, καὶ πανταχοῦ περινοστοῦσι τά τε δύσβατα τῶν | |
20 | χωρίων καὶ τὰς αἱμασιὰς οἱ ἔλαφοι, τὸν διὰ τῆς σφῶν ἀναπνοῆς ἐπάγειν τοῖς ἑρπετοῖς τούτοις βουλόμενοι μόρον. 145—156. Ἔστι δὲ οὕτω τις τόπος Ὄθρυς καλούμενος τά τε ἄλλα δυσχείμερος ὢν καὶ κομιδῇ τραχύς, εὔφορος δέ ἐστιν ὅδε τῶν ἑρπετῶν λίαν, καὶ αὐτὰ ἔχουσι αἱ φάραγ‐ | |
25 | γες, καὶ ὅσοι δέ εἰσιν ἀλλαχόσε τραχεῖς καὶ δασώδεις | |
τόποι πλῆθος τούτων βόσκει τῶν θηρίων. Μορφὰς δὲ | ||
30 | ἀμείβει μὲν ὁ σὴψ πάνυ πλείστας ὅσας, μεταβάλλεται δὲ τὴν ἰδέαν, καὶ δοκεῖ φαίνεσθαι τοῖς ὁρῶσι χωρίον ἤ τι τοῦ χωρίου, ἵναπερ ποιεῖται τὴν δίαιταν. Τούτων δὲ ὅσοι μὲν τῶν θηρίων συλλίθους τε καὶ ἐρημοτέρους τῶν | |
5 | τόπων νέμονται, ὀλίγοι μέν εἰσι τὸ μέγεθος, ἄγριοι δὲ δεινῶς, τὴν δὴ ὁρμήν εἰσι διάπυροι καὶ συντόνως ὀξεῖς, τὸ δὲ δῆγμα οὐχ οἷόν τε αὐτῶν ποτε μὴ καὶ διαφθείρειν. Ἐπανθεῖ δὲ ἐνίοις ἡ χροιά, τοῖς μὲν ὁποῖον δὴ λίθος, τοῖς δέ γε χλωρόν, οἷον καὶ ὅμοιον ἰῷ, ἄλλοις δὲ οἷον ἡ | |
10 | ἐν ψάμμῳ δίαιτα χρῶμα περιποιεῖ. 157—189. Ὁρᾶν δὲ ἔξεστι καὶ ταύτην ἀπὸ τοῦ εἴδους σοι τὴν ἀσπίδα καὶ καταμανθάνειν ὡς τό τε ὄνομα φοινήεσσα ἀπὸ τοῦ σχήματος ἐδέξατο· φοβερά τε γάρ ἐστιν ἥδε, καὶ ὑπὲρ τὰς ἄλλας, καὶ δὴ καὶ †εναυσαι† | |
15 | ἀνθρώπου σώματι χαλεπὴ πέφυκεν. Συσπειρωμένη τοιγα‐ ροῦν καὶ ἄγουσα ἑαυτὴν ἐπὶ τὴν γαστέρα, ἐναντίαν τῷ τάχει ποιεῖται τὴν ὀδόν, μεγίστη δὲ οὖσα νωθής ἐστιν· ἡ κίνησις αὐτῇ γίγνεται μετὰ ῥαθυμίας, βαρυνομένους δὲ ἔοικεν ἔχειν τοὺς ὀφθαλμοὺς ὕπνῳ, καὶ σφᾶς συμμέμυκεν | |
20 | ὡς τὰ πολλά. Ὅταν τοίνυν τις κτύπον τινὰ ἄλλως ἢ ψόφον ποιήσῃ, καὶ θεάσηται φῶς ποτε αἰφνιδίως φανέν, αὐτίκα ὥσπερ καὶ ἐξ ὕπνου διανισταμένην αὐτὴν ὄψει καὶ γοργὸν βλέπουσαν, συνάγουσάν τε αὑτὴν καὶ συσπειρω‐ μένην, εἶτα ἐκ μέσης τῆς συστροφῆς ὀρθουμένην τε τὴν | |
25 | κεφαλὴν ἴδοις ἂν καὶ ὀργῇ ζέουσαν. Διαφέρει δὲ κατὰ πολὺ οὐ μόνον ἥδε τῷ μεγέθει τῶν ἄλλων ἀσπίδων, ἀλλὰ καὶ τῷ εἴδει. Μήκους μὲν γὰρ μέτρον παρέχεται πλέον ἢ ὅσον ἔχειν μέτρον ὀργυιά τῳ δοκεῖ. Τὸ δὲ δὴ πάχος, τῷ ἑαυτῆς πάντως ἀναλογοῦν μήκει, θηρῶντος λέοντας καὶ | |
30 | κάπρους τινὸς οἷον ἂν ἴδοις ἀκόντιον τίθει δή. Τὴν χροιὰν | |
〈οὐχ〉 ἡ αὐτὴ πάντοτε, ἀλλὰ ὑπαλλάττει, καί ποτε μὲν | ||
31 | ποικιλλομένη, ποτὲ δὲ ὡς τέφρα γιγνομένη, καὶ αὖθις μηλινοειδής, καὶ ἄλλοτε μελαινομένη, καὶ ἄλλοτε εἰς †ὄψιν† ἄγει τοὺς ὁρῶντας ἑαυτὴν τῇ χροιᾷ μιμουμένη ζόφον· οἵαν δὲ ὁ Νεῖλος χροιὰν ἐξ Αἰθιοπίας ἔχων ἐπι‐ | |
5 | συρόμενος τὴν γῆν ἔρχεται τὸ ἐντεῦθεν ἐπὶ τὴν θάλασσαν, μάλιστα ἐμφερής ἐστιν. Ἡ δὲ τοιαύτη τῇ ἰδέᾳ ἔχει δὴ ἔνερθε τοῦ μετώπου σημεῖα δή τινα, οἷον δύο ὀφρύων δυνάμενα διασῴζειν σχῆμα· ὑπὸ τούτοις κινουμένους τοῖς τύλοις πυρῶδες ἔστιν ἰδεῖν τοὺς ὀφθαλμοὺς αὐτῆς καὶ | |
10 | γοργὸν βλέποντας, εἰ συσπωμένη δὲ ὡς τὰ πολλά, καὶ μήτ’ ἄγαν ἐκτεινομένη〈ν〉 μήτε τὴν σπεῖραν συνηγμένην παν‐ τελῶς ἔχουσα, ἀλλ’ οἷον εἰκῇ καὶ μετρίως ἀμφοτέρων ἐν ταὐτῷ τὸ σχῆμα σῴζουσα, εἰς ὕψος αἴρεται μὲν τὸν αὐχένα, ἐνορᾷ δὲ δεινόν τι καὶ αὔθαδες λίαν, οἰδαινομένη | |
15 | καὶ σπεύδουσα παραδοῦναι τὸν πληγέντα ὑφ’ αὑτῆς ἀνη‐ μέρῳ μοίρᾳ. Ἔχει δὲ τοὺς ἐξέχοντας μὲν ὁδόντας τέσσα‐ ρας· κοῖλοι δέ πως εἰσίν, οἱ δὲ καὶ μᾶλλον ἀγκύλοι. Ὁ δὲ ἰὸς παράκειται τοῖς ὀδοῦσι ἐγγύς, καλύπτονται δὲ ὅμως οὗτοι καὶ ὁ σῴζων τὸ σχῆμα τοῦτό ἐστιν αὐτοῖς ὑμήν. | |
20 | Οὐκ ἂν διαφύγοι τὸν θάνατόν ποτε ὁ δηχθεὶς ὑπ’ αὐτῆς. Τοῖς οὖν ἀπηχθημένοις παρ’ ἡμῶν ἐμπέσοιεν αἵδε· οὐ γὰρ οἷόν τε τὸν ἁλόντα τῷ θηρίῳ ποτὲ τούτῳ οἴδησίν τινα ὑπομεῖναι ἢ φλεγμονῆς ὄγκον, ἀλλ’ οἷον οἱ νωθεῖς καὶ κατεσχημένοι ἐκ τοῦ ὕπνου, ὀλίγα τῶν ὄντων φρον‐ | |
25 | τίζοντες ἐπισύρονται, τὴν ἀργίαν καὶ ἀναισθησίαν ὑπο‐ | |
32 | κλεπτομένην ἕξεις ὁρᾶν κατὰ βραχὺ καὶ τούτου τὴν ζωὴν [καὶ] ὑπονοστοῦσαν καὶ οὐδὲν ἄλλο ἢ ἐξ ὕπνου τῷ θα‐ νάτῳ παραδιδόμενον τὸν ὑπὸ τούτου που δηχθέντα πι‐ κρῶς τοῦ θηρίου. | |
5 | 190—208. Ἔχουσι μὲν ἀλλήλοις ἀπεχθῶς καὶ ἔρχονται διὰ μάχης ὁτὲ δὲ ἰχνεύμων καὶ ἡ ἀσπίς, ὥστε μὴ μόνον ἀποχωρεῖν ἀνάλωτον ὄντα ὑπ’ ἐκείνης αὐτὸν καὶ νενικη‐ κότα, ἀλλὰ καὶ διερευνώμενον ἔρχεσθαι ἐπί τε τὴν εὐνὴν καὶ τοὺς χηραμοὺς τῶν ἀσπίδων, ἵνα δὴ αὐταὶ ἐκεῖναι | |
10 | τὰ ὠὰ τίκτουσιν, εἶτα ἀνατρέπειν τὰ ἐκείνων τοῦτον καὶ διαφθείρειν τοῖς ὁδοῦσι πάντα. Ἡ δὲ μορφὴ τοῦ ἰχνεύ‐ μονός ἐστί τις τοιάδε· ἐμφερής ἐστι τῇ ἰκτίδι, παρ’ ὅσον ἡ μὲν πολεμίως ἔχειν τοῖς ὀρνέοις δοκεῖ, καὶ ἐπιπηδᾷ πολλάκις μὲν αὐλιζομένοις, πολλάκις δὲ ἁπλῶς τούτοις | |
15 | καὶ ἐπὶ ξύλου καθημένοις, καὶ ἐν οἷς τίκτουσι χωρίοις, καὶ ἐν οἷς τρέφουσιν, ὁμοίως καὶ οὗ φυλάττουσι τὰ ἐξ αὐτῶν, ὄλεθρον ἐπάγουσα τοῖς παραφανεῖσι τῶν ὀρνέων. Οὑτοσὶ δὲ τὴν ἀσπίδα ἢν μόνον θεασάμενος ὁ ἰχνεύμων τύχῃ ἐν τῇ Αἰγύπτῳ ἐν χωρίῳ κατηρεφεῖ τινι, ἵεται ἐπ’ | |
20 | αὐτήν, τὸ μὲν πρῶτον ἁλάμενος κατὰ τοῦ ποταμοῦ ἢ ἰλύος τινός, εἶτα ἐμπεσὼν εἰς αὐτὴν καὶ διαταράξας καθ’ ὅλου τοῦ σώματος ἤνεγκε τὸν πηλόν· χρόνον δέ τινα διαλιπών, ἕως οὗ περὶ τὴν δορὰν ξηρανθεὶς ὁ πηλὸς ἱκανὸς γένηται ῥύεσθαι τῶν ὅσα ἐν τῷ ἀγῶνι γένοιτ’ ἂν εἰς αὐτὸν ὑπὸ | |
25 | τοῦ θηρίου, κρατήσας δὲ τὸ ἀπὸ τούτου καὶ περιγενό‐ μενος εἰς τέλος τῆς μάχης, ἀνέχεται μὲν οὐδαμῶς, οὐδὲ | |
περιμένει στῆναι ἔξω τοῦ πράγματος, ἐπιπηδήσας δὲ ἅμα | ||
33 | βρυγμῷ κατ’ αὐτῆς ποτε μὲν τῆς κεφαλῆς ὁ ἰχνεύμων πάλιν, ποτὲ δὲ κατ’ αὐτῆς ἐκείνης, ἢν τύχῃ, 〈καὶ〉 τῆς οὐρᾶς ἁρπάσας, κατὰ τοῦ ποταμοῦ ἐμβαλὼν αὐτὴν εἴασε φέρεσθαι. | |
5 | 209—257. Ἔχιδναι δὲ οὐχ ὅμοιαι πανταχοῦ, οὐδ’ ἂν εὕροις ἐχούσας αὐτὰς ἴσον τὸ μέγεθος· αἱ μὲν οὖν ἐν τῇ Ἀσίᾳ μεγάλαι εἰσὶ πάνυ, τὰς δέ γε μικρὰς ἡ Εὐρώπη τρέφει καὶ τῆς Εὐρώπης μάλιστα ὅσα τραχέα ἐστί, τὰ τῶν Μεγαρέων ὄρη, καὶ ὅσα ἐστὶ δυσπρόσοδα τῆς Αἰτω‐ | |
10 | λίας καὶ χαλεπά, Κολοφῶνος δὲ τῆς ἐν τῇ Ἀσίᾳ τὰ ὄρη τοὺς μεγάλους ἔχει〈σ〉. Τούτων δὲ τὸ μὲν μέγεθος ὑπερορ‐ γυιαῖον, τὸ δὲ εἶδος αἱ θήλειαι αὐτῶν εἰσί που τοιαίδε· τὰς κεφαλὰς πλατείας ἔχουσι, καί εἰσιν ἄλλως παχεῖς πᾶσαι, τὰς δὲ οὐρὰς σιμωτέρας ἕλκουσι, τὸ δέρμα ὁμοίως | |
15 | πεφολίδωται, τὴν ἰδέαν τραχεῖς, τὴν κίνησιν βραδεῖς, ὑπονωθέστεραι ἔνθα καὶ ἔνθα ἀποκλίνουσαι ἐν ταῖς σφῶν πορείαις· οἱ δὲ ἄρρενες μὲν αὐτοὶ οὐχ ὁμοίως παχεῖς, τὸ δὲ μῆκος ἀδιάφοροι, εἰς ὀξὺ λήγουσιν αἱ κεφαλαὶ τούτων, τὰς δὲ οὐρὰς ἐναντίον ταῖς θηλείαις ἔχουσιν· ἐκείναις μὲν | |
20 | παραπλησίως τὰς φολίδας φέρουσι καὶ εἰς τὴν κίνησιν καὶ οἵδε οὐ ταχεῖς· πυρώδεις μέντοι τοὺς ὀφθαλμοὺς καὶ ὕφαιμοι δεινῶς, διπλῆ δὲ ἡ γλῶσσα καὶ προΐσχεται ἥδε ὑπὸ τῶν θηρίων. Ὀδόντας δὲ ἔχουσιν ὁ μὲν ἄρρην δύο, εἰς δὲ διπλάσιον ἡ θήλεια, ὑπὸ δὲ τοῖς οὔλοις οἵδε κρυπ‐ | |
25 | τόμενον τὸν ἰὸν ἔχουσιν· ἡνίκα δ’ ἂν ἀνθρώπου σώματι | |
34 | προσελθὼν ἅψηται τοῖς ὀδοῦσι, τηνικαῦτα, οὗπερ ἔκρυπτε τὸν ἰὸν τὸ θηρίον τοῦτο, τὸν τόπον καθαρῶς δείκνυσι. Τὴν δὲ ἰδέαν οὐχ ὁμοίαν ὁ ἰὸς τούτων τῶν ἑρπετῶν οὐδὲ τὴν αὐτὴν παρέχεται, ἀλλ’ ἐστὶν ὁτὲ μὲν ὑποφαινόμενος ὡς | |
5 | ἔλαιον, ποτὲ δὲ οἷον αἱματώδης, καὶ ἄλλοτε δείκνυσιν ἐν ἑαυτῷ τὴν ἀέρος χροιάν, καὶ ἄλλοτε δείκνυσιν οὐδεμίαν τούτων. Ὄγκος δὲ γίγνεται, πρῶτον μὲν ἔρευθος περὶ τὸ πᾶν σῶμα τοῦ ταύτην ὑπομείναντος τὴν πληγὴν ἀνθρώ‐ που· μετὰ δὲ τοῦτο φοινίσσεται, καὶ ὦχρον εἶτα καὶ | |
10 | νεκρῶδες ὑπὸ τοῦ κακοῦ κατασταθὲν φλυκταίναις τε ἐξηνθηκὸς δείκνυται καὶ φλογώσεις ἐπιλαμβάνουσι· μετὰ δὲ τὸ ἐν βάθει πλῆθος τοῦ ὑγροῦ συρρυὲν ἀναδίδωσιν ἰχῶρας, καὶ ἕλκη πανταχοῦ τοῦ σώματος ἰσχυρά· σήπεται τοίνυν ἐν τούτοις ἐπινεμομένου τὸ πᾶν καθάπερ πυρὸς | |
15 | τὸ δηχθὲν σῶμα ὑπὸ τῆς ἐχίδνης, λυγμός τε ἐπὶ τούτοις καρτερὸς καὶ ἀπονεύσεις τοῦ αὐχένος γίγνονται καὶ ἐγκλί‐ σεις συχναὶ ἔνθεν καὶ ἔνθεν παρὰ μέρος, ἴλιγγοί τε ὡσαύτως καὶ δυσθυμία καὶ βαρύτης ὁμοίως περί τε τὰ σκέλη πολλὴ καὶ αὐτὴν τὴν ἰξύν, καρηβαρία τε ὅτι | |
20 | πλείστη καὶ σκοτοδινίαι συνεχεῖς καταλαμβάνουσι τὸν κάμνοντα, καί ποτε μὲν ὑπὸ δίψης οὕτως ὥσπερ φρυγό‐ μενος συνέχεται, πολλάκις δὲ δὴ ῥίγει σφοδρῷ καὶ ἀμη‐ χάνῳ πιέζεται, καὶ οἷον ὕδατος λυποῦντος λίαν αὐτὸν ψυχροῦ οὕτως ἀνιᾶσθαι δοκεῖ· καὶ τὸ ἀπὸ τοῦδε ψυχρό‐ | |
25 | τερος αὐτῷ τοῦ κρυστάλλου περιχεῖται ἱδρώς, καὶ ἔμετοι χολώδεις ἀκριβῶς γίγνονται, χρῶμα δὲ ἀμείβει ἐκ χρώμα‐ τος, ποτὲ μὲν μέλας ὁ πληγείς, ποτὲ δὲ κυανοῦς, ἄλλοτε ὡς | |
ἄνθος χαλκοῦ, ἄλλοτε ἄλλο τι καὶ ὡς ἂν τύχῃ φαινόμενος. | ||
35 | 258—281. Ὅμοιον δὲ τὸ εἶδος τῷ ἔχει ὁ κεράστης ἔχει, παρ’ ὅσον ὁ μὲν αὐτοῖν τυγχάνει κεράτων ἄμοιρος, ὁ δὲ δὴ τοὔνομα ἐδέξατο ἀπὸ τοῦ πράγματος. Μορφαὶ δὲ τού‐ των εἰσὶν αὐτῶν ἑρπετῶν δύο, καὶ τῷ μὲν αὐτοῖν τέσσαρα, | |
5 | θατέρῳ δὲ ἀνέχει κέρατα τῆς κεφαλῆς δύο. Εἰσὶ δὲ τὴν χροιὰν οἵδε καθάπερ ἡ τέφρα· τῶν ὁδῶν δέ εἰσιν αἱ τού‐ των ἐγγὺς διατριβαί, ναὶ μὴν καὶ παρὰ τὴν ψάμμον ἡδέως ἔρχονται. Διαλλάττει τοίνυν κατὰ πολὺ ὁ κεράστης τοῦ ἔχεως τῇ πορείᾳ ταύτῃ, ὅτι ταχεῖαν μὲν μᾶλλον καὶ | |
10 | κατ’ εὐθὺ ὁ ἔχις ποιεῖται τὴν ὁδόν, ὁ δὲ οὐ μόνον σκολιὰν καὶ ταῖς ἀποκλίσεσι κεχρημένος πλείοσιν βραδίον ἔρχεται ἐφ’ ὅπερ ἂν σπεύδῃ, ἀλλ’ οἷον ὁλκάς, ἐπιπεσόντος αὐτῇ ἐναντίου καὶ δυσχεροῦς καθάπαξ πνεύματος, ἐπὶ τὸν ἕτε‐ ρον τῶν τοίχων πλεῖν ἀνάγκην ἔχει, καὶ ἡ τούτου τις | |
15 | πορεία τοιαύτη φαίνεται. Τὸ δὲ δῆγμα τοῦ θηρίου τοῦδε πελιδνὸν ποιεῖ τὸν τόπον, καὶ ἐπ’ αὐτῷ ὄγκος ἐγείρεται· φλύκταιναι δὲ καὶ μᾶλλον ταῖς ἀπὸ τῶν ὄμβρων παρεοι‐ κυῖαι πομφόλυξιν ἐπιγιγνόμεναι τῷ πλήγματι, τὰς ὀδύνας ἀμβλυτέρας παρασκευάζουσι γίγνεσθαι, ἤ περ τὸ δῆγμα | |
20 | τοῦ ἔχεως παρέχειν τοῖς ἐξ αὐτῶν πληγεῖσιν ὀδύνην πέ‐ φυκεν. Οὐ παραχρῆμα δὲ τοῦ κεράστου τὸ πλῆγμα ἀναι‐ ρεῖ, ἀλλὰ καὶ εἰς ἐνάτην ἡμέραν τὸν τρωθέντα ἄγει. Βουβῶνες δὲ καὶ ὀσφῦς τοὺς τοιούτους ἐπιτρίβουσι καὶ λίαν κάμνουσι, δυσθυμίαι τε ἐνοχλοῦσι, καὶ τὰ ἀπὸ ταύτης | |
25 | τὸν πάσχοντα συνέχει δυσχερῆ. Μόλις τε καὶ δυσχερῶς τὴν ψυχὴν ἀπαλλαττομένην τοῦ σώματος ἔστι θεάσασθαι καὶ θρήνων οὐ μακράν. 282—319. Τὸ μὲν δὴ ὄνομα ὁ αἱμόρρους ἀπὸ τοῦ εἴδους τοῦ καθ’ αὑτὸν τὴν προσηγορίαν ἐδέξατο, αὖθις δὲ ἡ κλῆ‐ | |
30 | σις παρὰ τοῖς ἐξ αὐτοῦ γιγνομένοις τῶν ἔργων ἔλεγχος γίγνεται. Τὴν μὲν οὖν δίαιταν ποιεῖται καὶ τὰς καταδύσεις | |
ὁ αἱμόρρους οὗτος ἐν δαπέδοις τε καὶ τραχέσιν ἱκανῶς | ||
36 | χωρίοις θαμνώδεσί τε οὐχ ἥκιστα καὶ ὀρείοις τόποις. Ὅμως ἐν τούτοις καταδυόμενος μετὰ κόρον ἀναπαύλης τε ὡς τὰ πολλὰ καὶ ὕπνου λαγχάνει. Ἔστι δὲ αὐτῷ τὸ μὲν μῆκος οὐδὲν μᾶλλον ποδός, πάχος δὲ ἄρχεται μὲν αὐτῷ | |
5 | εἶναι καί ἐστι τῆς κεφαλῆς ἄπο τοιοῦτος πλησίον, ἀπο‐ λεπτύνεται δὲ εἰς τὴν οὐράν, καί ἐστιν μύουρος. Ἔστι δὲ αὐτοῦ τὸ μὲν χρῶμα οὐκ ἀεὶ μὲν μέλας· ἔστιν γὰρ ὅτε καὶ φλογώδης γίγνεται †μεστὸς† δὲ ἐπὶ τὸν αὐχένα, τῶν κάτω μερῶν εἰς λεπτότητα ἱκανῶς ἀποτελευτών〈των〉. Κέρατα | |
10 | δὲ φορεῖ δύο κατὰ τοῦ μετώπου, λεπτὰ μέντοι ταῦτα καὶ ἀφανῆ, καὶ τὰ τῶν ἀκρίδων μιμούμενα. Ὁ αὐτὸς δὲ καὶ σχεδὸν κατὰ τοὺς ὀφθαλμοὺς τῇ ἀκρίδι ἐστίν. Ὁρᾷ δ’ οὖν φοβερόν, καὶ πῦρ ἐκλάμπουσιν οἱ ὀφθαλμοί· ἄλλως τε καὶ ἡ κεφαλὴ φρικῶδές τί ἐστιν· ὑποκινούμενον γὰρ τὸ κάτω | |
15 | δείκνυσι γένειον καὶ σκιὰν παρέχον ἔν τε τοῖς ἑλιγμοῖς καὶ καμπαῖς, ὁπόταν οἴχεσθαι ἀπιόν που δεήσειεν αὐτό. Τὴν μέντοι κίνησιν ὁ αἱμόρρους ἐστὶν καθ’ ἑαυτὸν βραδὺς καὶ παραπλήσιος τῷ κεράστῃ. Διέξεισί γε μὴν ἀψοφητί, καὶ οἷον ἐπινεμόμενος τοῖς καλάμων φύλλοις βραχύτατον | |
20 | ψόφον ἀποτελεῖ. Ἀλλὰ γὰρ καὶ τὸν τρωθέντα ὑπ’ αὐτοῦ συμβαίνει ἐκ παντὸς τοιούτοις ἄρα συσχεθῆναι κακοῖς, καὶ οἵοις ἄν τις περιπεσών ποτε οὐκ ἂν διαφύγοι. Πρῶτον μὲν γὰρ οἰδαίνεται, μετὰ δὲ οὐ πολὺ τὴν χροιὰν κυανῆν δείκνυσιν, ὀδυνᾶται περὶ τὴν καρδίαν, ὠγκωμένην ἔχει | |
25 | τὴν γαστέρα, αὖθις ἐκκρινομένην αὐτὴν καὶ διαχωροῦσαν, νυκτὸς δὲ ἐπιγενομένης ἔξεισι μὲν αἷμα διὰ ῥινῶν, ἔξεισι δὲ ὁμοίως αὐτοῦ καὶ διὰ τῶν ὤτων, φέρεται δὲ καὶ διὰ τοῦ στόματος ὁμοίως αἷμα μεμιγμένον χολῇ, ἀλλά τοι καὶ μετὰ τῶν οὔρων ἀτάκτως καταφερόμενον αἷμα ῥυΐσκεται, | |
30 | καὶ τὸ δέρμα ῥήξεις ὑπομένει, ἔξω χωρεῖν ἐπειγομένου | |
καὶ δι’ αὐτῶν τούτων τοῦ αἵματος. | ||
37 | Γένοιτο μὲν δὴ μηδαμῶς πώποτε μηδεὶς τῆς θήλεως αἱμορροΐδος ὑπὸ τῷ δήγματι, μηδὲ ὑποπεσεῖν ὅλως τινὰ τῇ ταύτης ὑπάρξειεν ἀμηχάνῳ πληγῇ. Οὐ γὰρ ἂν μὴ ἀθρόως μὲν τοῦ τοῦτο παθόντος οἱ ὀδόντες ἀναπεμφθεῖεν | |
5 | πρότερον θραυσθέντες ἀθρόως ὑπὸ τοῦ αἵματος, ῥυήσεται δὲ καὶ δι’ αὐτῶν πάνυ πολὺ τῶν ὀνύχων αἷμα. Εἰ τοίνυν ἀληθὴς ὁ λόγος ὁ λέγων περὶ τῆς Ἑλένης οὐκ ἔχω εἰπεῖν, ὅτι, ἡνίκα ἡ Ἑλένη, φησίν, ἀπηλλάττετο ἐκ τῆς Τροίας, ἐξώσταις χρησαμένης ἀνέμοις τῆς νεώς, εἶτα καταράσης | |
10 | εἰς Αἴγυπτον (Θῶνις δὲ ἦν τῆς χώρης ταύτης ὁ τότε βασιλεύς), τὸν κυβερνήτην Κάνωβον ἐξελθόντα τῆς νεὼς ῥᾳστώνης ἕνεκα δή τινος καὶ ψυχαγωγίας, ἀγνοήσαντα ἐπιπεσεῖν τότε δὴ θηρίῳ τοιούτῳ. Τὸ δὲ θηρίον ἐκεῖνο, ἐπειδὴ παρὰ τοῦ Κανώβου προσθλιβὲν ᾔσθετο, προσαψά‐ | |
15 | μενον τοῖς ὀδοῦσιν αὐτοῦ τῷ σώματι τὸν ἰὸν ἐγχέει. Ὁ μὲν οὖν Κάνωβος αὐτόθι καὶ παραχρῆμα ἀπόλλυται ὑπὸ τοῦ θηρίου, αἱμόρρους δὲ ἡ θήλεια τῇ Ἑλένῃ δίκην οὐ μεμπτὴν ὑπίσχει· θραύεται τοιγαροῦν ὑπ’ αὐτῆς πλη‐ γεῖσα τῆς ἀκάνθης μέσον· εἶτα, τῶν συνεχόντων δεσμῶν | |
20 | διαρραγέντων τῆς ῥάχεως καὶ διαιρεθείσης οἷον μέσης καὶ διακλασθείσης, τὸ ἀπ’ ἐκείνου μετὰ ταῦτα δέδωκεν ἡ φύσις τοῖς ἑρπετοῖς τούτοις τοῦ πάθους τὴν μνήμην διασῴζειν. Οὐκ ἂν οὖν μὴ ἴδοις τήν τε αἱμόρρουν καὶ κεράστην χωλεύοντάς τε τὸ καθ’ αὑτοὺς καὶ τοῦ κινεῖσθαι | |
25 | δίκαια ἁπεστερημένους. 320—333. Παρέοικεν δὲ ὁ σηπεδὼν ἄλλο μὲν οὐδὲν τῷ αἱμόρρῳ, τὸ δὲ εἶδος μόνον· τὰ μέντοι ἄλλα οὐχ ὁ αὐτός ἐστιν. Ἔοικεν γὰρ οὗτος ἐν μὲν ταῖς πορείαις προσ‐ πταίοντι, κατὰ παντὸς δὲ παρέχεται τοῦ σώματος τρίχας· | |
30 | ναὶ μὴν ἀλλὰ καὶ τάπητος εὐανθοῦς ὅδε που δείκνυσι | |
τὴν χροιάν, καὶ τοῦ μετρίου μείζονα μὲν τὴν κεφαλὴν | ||
38 | φορεῖ ἀποδέουσαν δὲ τοῦ λοιποῦ σώματος, καὶ σκολιὰν ἄλλως ἐφέλκεται οὐράν. Ὁ μέντοι δηχθεὶς ὑπ’ αὐτοῦ πρὸς τῷ λίαν αὐτὸν ὀδυνᾶσθαι, οὐδὲ τὸν θάνατον διαφεύγει, νέμεται δὲ ὁ ἰὸς τούτου καὶ κομιδῇ χωρεῖ 〈καὶ〉 κατὰ | |
5 | παντὸς τοῦ πληγέντος ὑπ’ αὐτοῦ σώματος περιρύεται. Ἰσχναίνεται δὲ αὐανθεῖσα καθάπερ ἐκ πυρὸς ἡ κεφαλὴ τῶν ἐν αὐτῇ τριχῶν 〈ῥυεισῶν〉, ὥστε μηδὲν ἀπεοικέναι δοκεῖν μαρανθεῖσι τῷ γήρᾳ ἀκανθῶν ἄνθεσιν, ἀλλὰ μὴν καὶ τὰς τῶν ὀφρύων αὐτῶν τρίχας καὶ τὰς τῶν βλεφάρων | |
10 | ἁλισκομένας τῷ κακῷ καὶ μαραινομένας ἐν ταὐτῷ ἔσται σοι θεᾶσθαι, μέλη δὲ ἐκεῖνα τοῦ δηχθέντος τριχῶν ἔρημα γιγνόμενα λέπραν καὶ ἔφηλιν καὶ ἀλφοὺς ταῦθ’ ἕξει ἐπακολουθοῦντα. 334—358. Τῇ ἐχίδνῃ κατὰ πολλὰ ἔοικεν ἡ διψάς, τὸ μὲν | |
15 | μῆκος ἔχουσα ἐκείνης ἔλασσον, ἐνεργοτέρα δὲ ἀποκτεῖναι ὡς ὅτι μάλιστα ὑφ’ ἑαυτῆς τὸν πληγέντα θᾶττον. Ἔχει δὲ τὴν μὲν οὐρὰν μελαινομένην ἀκριβῶς ἥδε κατ’ αὐτὴν τὴν ἄκραν, τὸ δὲ δῆγμα αὐτῆς δεινῶς αἴθει τὴν καρδίαν, καὶ ἐντεῦθεν ἄρχεται τὸ κακόν, καὶ μεταδίδωσι τῷ παντὶ | |
20 | δηλαδὴ σώματι. Γίγνεται δὲ ἀμήχανος περί τε τὸ στόμα καὶ τὰ χείλη αὐχμὸς τοῦ τρωθέντος λίαν, ἰάσασθαί τε τὸν πόνον τὸν ἀπὸ τοῦ δίψους ἐπιτιθέμενον αὐτῷ οὐχ οἷός τέ ἐστιν τοῦ λοιποῦ, οὐδὲ μὴν τὴν ταλαιπωρίαν. Ἀπαγορεύων γοῦν τοῖς παροῦσι, καὶ οὐκ ἔχων ὅτῳ καὶ | |
25 | χρήσεται, ἐλθὼν ἐπὶ πηγήν τινα ἢ αὐτοῦ 〈τοῦ〉 φρέατος πλησίον ταῦρος ὥς τις διψῶν καὶ οὗτος ἔρχεται ἐπὶ τὸν ποταμόν, εἶτα ἀπλήστως ἔχων τοῦ ὕδατος, τούτου ἐμφο‐ ρεῖται πολλοῦ, καὶ οὐκ ἀνίησιν εἰς τοσοῦτον, ἐς ὅσον οὗ | |
τῆς γαστρὸς ῥαγείσης, ἔξω τὰ ἐν αὐτῇ πάντα μετὰ τοῦ | ||
39 | ὕδατος ἐνεχθείη. Φέρεταί γε μὴν κατ’ αὐτά που τοιόσδε τις λόγος, ὅτι, ὁπηνίκα, φησίν, διενείματο ὁ Ζεὺς τὴν ἀρχὴν μετὰ τῶν ἀδελφῶν, καὶ εἶχεν ἕκαστος τὴν ἑαυτοῦ, Διὶ δὲ ἔμελεν τοῦ οὐρανοῦ καὶ ἐβασίλευεν, δόξαν δὲ οὕτω, | |
5 | τοὺς ἀνθρώπους αὐτῷ τῆς νεότητος ἐσέμνυνεν περιφανῶς δώρῳ, ὅτι αὐτῷ κατεμήνυσαν τὴν κλοπὴν τοῦ πυρός. Ἀλλ’ οἱ μὲν τὴν νεότητα ἐκ Διὸς λαβόντες ἵνα αὐτῇ χρῷντο, ἀβουλίας τε καὶ ἀφροσύνης ἔργον εἰργάσαντο, οὐ γὰρ δὴ μή, μεθέντες, ἀπώναντο αὐτῆς. Ἐπισάξαντες δὲ | |
10 | ὄνον, ἐπέθεσαν αὐτήν, μετὰ δὲ οὗτος μὲν ἀπῇε τὴν ὁδὸν ὁ ὄνος, καταλαμβανόμενος δὲ ὑπὸ δίψης πικρῶς καὶ πνευστιῶν λίαν ἔρχεται ἐπὶ τὸν φωλεόν, ὡς ὁ λόγος, τότε τοῦ θηρίου τούτου· ἐκ Νυμφῶν δὲ ἦν ἐπιτραπὲν τοῦτο, κρήνης εἶναι φύλαξ· ἐδεῖτο οὖν ἐλθὼν εὐθέως τοῦ θηρίου | |
15 | τούτου, ἄκεσιν παρ’ αὐτοῦ δέξασθαι τῶν λυπούντων αὐτὸν καὶ ἀπαλλαγῆναι· ὑπισχνεῖται παρέξειν ταῦτα τὸ θηρίον, ἢν καὶ 〈ὁ〉 ὄνος ἀφ’ ὧνπερ ἔχων ἔρχεται φορτίων παρασ‐ χεῖν βουληθῇ, καὶ διὰ τοῦτο ἐξ ἐκείνου τὰ μὲν θηρία ἀποτιθέμενα τὸ γῆρας αὖθις ἐπανέρχεται εἰς τὴν νεό‐ | |
20 | τητα, τὸ δὲ τῶν ἀνθρώπων ἐπίκηρον γένος ἀνέχεται πε‐ ριμένον τὰ τοῦ γήρως κακά, οὐδὲ ἀποξύσασθαι δύναται. Ἐντεῦθεν μὲν οὖν τὸ διψῆν τούτῳ προσετέθη, καὶ κα‐ λεῖται διψὰς τὸ θηρίον, θάνατον δὲ ὀξύτερον ἐπάγει οἷς ἂν ὑπάρξειεν πληγῆναι παρ’ αὐτοῦ, ὅτι καὶ φλέγεσθαι | |
25 | ὑπὸ δίψης τοὺς τρωθέντας ποιεῖ. 359—371. Οὐδὲν ὁ χέρσυδρος ἀπεοικέναι δοκεῖ τὸ εἶδος ἀσπίδος, οὐδὲ οὐκ ἀναπίμπλησι τὸ σῶμα δυσχερείας τι‐ νός, ἢν προσψαύσῃ μόνον τοῖς ὀδοῦσι. Πρῶτον μὲν γὰρ βαρυτάτη τις ὀδμὴ καὶ δυσώδης λίαν αὐτοῦ διὰ παντὸς | |
30 | χωρεῖ, ἔπειτα διὰ τοῦ βάθους ἰόντος τοῦ δεινοῦ καὶ ὡς ὅτι μάλιστα τρέποντος, ἴσχουσί τε ἀλγηδόνες τὸν πλη‐ γέντα ἄπαυστοι, καὶ ὅλος ὀγκοῦται, συχναί τε ἐπὶ τούτοις | |
ζέσεις καὶ φλύκταιναι ἐπὶ παντὶ φλύονται. Γίγνεται δὲ | ||
40 | τῷ χερσύδρῳ τούτῳ δίαιτα πρῶτα μὲν ἐν λίμνῃ, ποιου‐ μένῳ τοὺς ἐν ταύτῃ σῖ〈τον〉 βατράχους, μετὰ δὲ ταῦτα ξηρανθείσης ὡς ἐν θέρει τῆς λίμνης ὑπὸ τοῦ ἡλίου καὶ σφόδρα φρυγείσης, ἔρχεται ἐπὶ τὴν ἐν χέρσῳ μονὴν αὐτίκα, | |
5 | καὶ ποιεῖ〈ται〉 δίαιταν, αὐαινόμενος μὲν λίαν ὑπὸ τοῦ ἡλίου, διψῶν δὲ καὶ δυσφορούμενος εἴσω τὴν γλῶτταν τῶν γνάθων ἔχειν οὐχ οἷός τέ ἐστιν, ὑποδείκνυσι δὲ ὡς φοβερόν, τοτὲ μὲν προβεβλημένην ἔχων αὐτήν, τοτὲ δὲ οὐκ ἔχων, καὶ πάλιν ὑποκινουμένην καὶ ἄλλοτε ὑπερκύπ‐ | |
10 | τουσαν τοῦ δέοντος πλέον. Ἔλαχεν δὲ ἄρα αὐτῷ καλεῖσθαι χερσύδρῳ, ὅτι καταλιπὼν ἐκείνας τὰς ἐν τῷ ὕδατι δια‐ τριβὰς ἀντηλλάξατο καὶ ἔχει τὸ τῆς γῆς χωρίον, ἕνεκα δὲ τῆς χροιᾶς φαυλότατός ἐστι πρὸς τοῖς ἄλλοις. 372—383. Καὶ τὸ μέγεθος ἐλάσσον〈α〉 καὶ τὴν κίνησιν | |
15 | βραδυτέραν τὴν ἀμφίσβαιναν τοῦ χερσύδρου ὥς ἐστι μάν‐ θανε, καλεῖται δέ γε ἀμφίσβαινα, καὶ ταύτην ὀνομάζειν ἀπὸ τοῦ πράγματος μὴ παραιτοῦ, ὅτι κατ’ ἀμφοτέρας ἕρπουσαν αὐτὴν ἔστι τὰς κεφαλὰς ὁρᾶν. Διέστηκε δὲ ἡ ἑτέρα τῆς ἑτέρας κεφαλὴ τοσοῦτον, ὅσονπερ τὸ μῆκος τοῦ | |
20 | θηρίου. Ὀξὺ δὲ ὁρᾷ οὐδετέρα αὐτῶν, ἀλλ’ ἀμαυρὸν καὶ ἀσθενὲς τοῖς ὀφθαλμοῖς βλέπει, ἔχει δὲ ἰσχυρὸν μὲν δέρμα, γῇ δὲ παρέοικεν, καί ἐστι 〈ἐς τὸ〉 πᾶν ἄλλως κα‐ τάστικτος. Τοῦτο δ’ οὖν τὸ δέρμα κατὰ τὴν ὥραν τοῦ ἔαρος, ὁπηνίκα τὸ θηρίον τοῦτο προκύπτειν ἄρχεται τοῦ | |
25 | φωλεοῦ καί ἐστιν ὑποτεθραμμένον πρὶν ἢ τὸ κοκκύγων γένος λαλεῖν ἐριτραπὲν ἄρξηται μετὰ τὸν χειμῶνα, ἢν βουληθῇς τοῦτο ἀποδείρας ἔχειν, κοτίνου κλάδους λάμ‐ | |
βανε, εἶτα ἐπάγων τῷ θηρίῳ τούτῳ πληγὰς οὕτως ἀπό‐ | ||
41 | δερε· οὐ γὰρ μὴ ἔσται ποτὲ ὁ διαφυλάττων αὐτὸ ἐνδεής, οὐδ’ ἀποτυγχάνων βοηθείας, ὁπόταν ὑπὸ χειμῶνος τὰς χεῖρας κακῶς ἢ τὰ νεῦρα ἔχων τις ἐκ τοιαύτης νόσου διατεθῇ. | |
5 | 384—394. Ἔστι δὲ ἡ αὐτὴ καὶ παραπλησία τὴν ἰδέαν ἡ σκυτάλη τῇ ἀμφισβαίνῃ, ἀλλ’ οὖν τῷ τε ὄγκῳ διαλλάττει καὶ μήκει τοσοῦτον ἐκείνης, ὁπόσον δικέλλης στελειᾶς πάχος πλέον ἢ σμινύης ἔχει, ἢ καὶ τῶν ἐν τοῖς διύγροις τρεφομένων χωρίοις κατὰ γῆς εὐλέων· ἔντερα γῆς, οἶμαι, | |
10 | αὐτὰ οἱ πολλοὶ καλοῦσιν. Αὕτη τοίνυν αὐτὴ ἡ σκυτάλη, ἐξελθόντος μὲν ἤδη καὶ διαδραμόντος τοῦ χειμῶνος, ἐπιλάμψαντος δὲ τοῦ ἔαρος, τῆς ἐπὶ τὸ μάραθον ῥαθυμεῖ πορείας οὐδ’ ἀφικνεῖται πλησίον ἐπίτηδες αὐτοῦ, ἵν’ ὥσπερ καὶ αὐτὴ τὰ λοιπὰ θηρία τοῖς ἀκρέμοσι τὸ | |
15 | γῆρας ἐξαποδύσηται, ἀλλ’ ἐπιχωρεῖ τοῖς ἀγρίοις καὶ δυσ‐ βάτοις τόποις ὕπνον αἱρουμένη καὶ τῇ τυχούσῃ γῇ χρω‐ μένη διατροφῆς χάριν, ἕνεκα δὲ τοῦ πιεῖν, οὐδ’ ἂν πάνυ δίψῃ συνέχηται, ἐφ’ ὕδωρ ἔρχεται. 396—410. Οὐ μὴν ἀλλὰ καὶ αὐτοῦ σοι τοῦ βασιλέως τῶν | |
20 | ἑρπετῶν πέρι ἐθέλω διελθεῖν, καὶ ὡς τὸ μὲν ἰδεῖν αὐτὸν βραχύτατός ἐστιν, ὑπεραίρει δὲ τῇ δυνάμει τῶν ἄλλων οὗτος καὶ ἰσχύει πλέον. Ξανθὸς μὲν οὖν ἐστι τὴν ἰδέαν, τὴν μέντοι κεφαλὴν ὀξυτέραν φορεῖ, μῆκος δὲ περί που παρέχεται παλαιστῶν ἐννέα. Τὴν σπεῖραν οὐκ ἔστι συνη‐ | |
25 | γμένος, ἀλλὰ ἐφήπλωται διὰ παντός. Φοβερὸς δὲ δοκεῖ τοῖς ἄλλοις εἶναι πως καί ἐστιν ἑρπετοῖς· οὐκ ἂν ὑπο‐ μείνειεν αὐτοῦ τῆς φωνῆς τὸν ἦχον ἐπὶ νομὴν ἢ ποτὸν ἄλλως παραγιγνομένου ἢ αὖθις ἐπανερχομένου εἰς κοίτην περὶ μεσημβρίαν, ἀλλ’ ἐπὶ φυγὴν τὰ θηρία, ἢν μόνον ἀκού‐ | |
30 | σῃ τῆς φωνῆς ἐκείνου παρ’ αὐτὰ τρέψεται. Τρώσας δὲ ἤν τινα καὶ τύχῃ ὅδε 〈ὃν〉 ὀνομάζουσι βασιλίσκον, ἀπορρεῖν μὲν τὰς σάρκας, διαλύεσθαι δὲ καὶ τὰ μέλη τοῦ τρωθέντος | |
ποιεῖ. Οὐκοῦν οὐδὲ παρ’ ὀρνίθων ἴδοις ἂν τουτονὶ τὸν νεκρὸν | ||
42 | κατεσθιόμενον, οὐδὲ ὑπὸ κυνῶν εἰσαῦθις, οὐδὲ ὑπ’ ἄλλων ἑλκόμενον ἀγρίων καὶ σπαραττόμενον θηρίων, ἐπεὶ πονη‐ ρὸν τὸ σῶμα καὶ δυσχερὲς λίαν ἀποπνεῖ· αὐτὸ δὴ τοῦτο τοῖς πλησιάζουσι προσετέθη. Ἢν δὲ καταληφθεὶς ὑπ’ | |
5 | ἀνάγκης τινὸς οἰωνὸς οἷον μὴν ἢ κύων τῷ νεκρῷ τούτῳ προσελθὼν τῆς ἀπ’ αὐτοῦ τύχῃ καὶ μετάσχῃ βορᾶς, αὐτοῦ που κείσεται παραχρῆμα, καὶ παρὰ τὸν νεκρὸν ἐλθὼν ὁ τοιοῦτος νεκρός. 411—437. Τὸν μέντοι δρυΐναν ἐπίστω σαφῶς οὕτως ἔτι | |
10 | μὴν καὶ τὴν τούτου φύσιν· χέρσυδρον μὲν γὰρ αὐτὸν οἱ πολλοὶ καλοῦσιν, ὅτι ἀπολιπὼν τοὺς ὑδρηλοὺς καὶ λιμνώ‐ δεις τόπους, παρ’ οἷς ἐποιεῖτο τὴν δίαιταν, ἐπὶ τοὺς ξηροὺς ἔρχεται καὶ αὐχμώδεις λίαν· μετὰ δὲ ἕτεροι δρυΐναν τὸν αὐτὸν λέγουσι, διότι καὶ ταύτης ὑπεριδών, ἧσπερ ἐτύγχα‐ | |
15 | νεν, ἑλόμενος ἐν ταῖς ἐσχατιαῖς καὶ τοῖς ἄλλως τόποις τραχυτέροις οὗτος δίαιταν καὶ μονήν, διωκόμενος ὑπὸ οἴ‐ στρου καὶ κεντούμενος ἐπί τε τὰς δρῦς καταφεύγων ἔρχε‐ ται καὶ ἐπὶ τὰς φηγούς, καὶ χρῆται τούτοις πρὸς οἴκησιν, ὃν τρόπον χρῆται καὶ τοῖς θάμνοις πρὸς τὸ ἐγκαθεύδειν. | |
20 | Ὕδρῳ δὲ ἐοικώς, τὸ καθαρὸν καὶ ἐπὶ τοῦ νώτου τὸ μέλας εἶναι ὥσπερ ἐκεῖνος διασῴζων, τραχυτέραν ἔχει τὴν κε‐ φαλήν, ὀδμὴν δὲ βαρεῖαν ἱκανῶς καὶ ἀνυπόστατον τὸ πᾶν αὐτοῦ σῶμα παρέχεται, καὶ οἷον ἡ ἵππου δορὰ ἐξόζει χαλεπὸν σαπεῖσα καὶ δυσανάσχετον, ὁπόταν ταῖς τῶν | |
25 | σκυτοδεψῶν παραδοθῇ χερσίν, σῆψιν ὑπομείνασα πολλὴν καὶ διαμύδησι〈ν〉, τοιοῦτον οἱ πληγέντες ὑπὸ τοῦ δρυΐνα ἢ κατ’ αὐτῆς οἷον τῆς ἀγκύλης ἢ τοῦ ποδὸς κάτω, χαλε‐ πὴν οἷον καὶ μοχθηρὰν διὰ παντὸς ἄγουσι τοῦ σώματος πνοήν, καὶ περὶ μὲν τὸ τετρωμένον μέρος ὑπὸ τοῦ θηρίου | |
30 | ὄγκος ἀμήχανος ἐγείρεται, ἔρευθός γε μὴν οὐκ ἔτι οὐδὲ αἱματῶδές τι ἐπανθεῖ τῇ χροιᾷ, ἀλλὰ μελαίνεται. Παρα‐ φροσύνη τοίνυν ἐπὶ τούτοις καὶ σφόδρα τῆς φωνῆς παρά‐ | |
λυσις ἐπιλαμβάνει τὸν πάσχοντα· αἵ τε γὰρ ὀδύναι συνέ‐ | ||
43 | χουσι, καὶ ἐπὶ ταύταις τὰ δυσχερῆ ἐν ὀφθαλμοῖς τυγχά‐ νοντα τῆς κακοπαθείας αἴτια γίγνεται παντάπασι τῆς παραφροσύνης· ξηρότης τε οὖν οὐκ ὀλίγη καὶ σῆψις τῶν σαρκῶν ταχεῖα καὶ ἐνακμάζουσα, νεμομένου κατὰ ταὐτὰ | |
5 | πανταχῆ τοῦ ἰοῦ, ἐξ ἀνάγκης ἐπιλαμβάνει, ὀλιγωρίαι τε ὡς πλεῖσται καὶ σκότος φέρεται κατ’ ὀφθαλμῶν, χάσμη τε πρὸς τούτοις καὶ βαρύτης ἀλλήλοις ἐπισυμβαίνοντα τὴν τῶν οὔρων ἐποχὴν ἐργάζεται σφόδρα, ὕπνος τε ἅμα τῷ ῥέγχειν καὶ λυγμὸς καρτερὸς ἐπισυναφθέντα πρὸς τῷ ποτε | |
10 | μὲν χολώδεις, ποτὲ δὲ αἱματώδεις ἐμέτους γίγνεσθαι, δίψα τε ἀμήχανος καὶ τρόμος ἰσχυρὸς ἐπ’ αὐτὸν ὕστερον ἐνελ‐ θόντα κομιδῇ πονηρὸν αὐτῷ κατασκευάζουσι τὸν θάνατον. 438—457. Ἔσει τοίνυν ἠγνοηκὼς οὐδὲ τὸν δράκοντα τὸ κατά σε, οὐδέ σε λήσεται, ἢν προσίδῃς μόνον αὐτόν, ἀπὸ | |
15 | τοῦ σχήματος· τὸ μὲν οὖν μῆκος τῷ θηρίῳ εἰς †πλῆθος ἐξῆπται† τὴν δὲ χροιὰν ἀνθοῦσαν δείκνυσι κυάνου· ἐν Ἀσκληπιοῦ τετράφθαι λέγεται τουτονὶ παρὰ τὸ Πήλιον. Πελεθρόνιον μέντοι τὸν τόπον τοῦτον οἱ ταύτῃ καλοῦσιν· καὶ δρύες περιεστᾶσι πλῆθος αὐτὸν πολύ, καί ἐστιν ὁ | |
20 | τόπος κατηρεφής, οὗπερ τὸν δράκοντα τῆς κομιδῆς τοῦτον ἠξιῶσθαι λόγος. Ἱλαρὸς δέ ἐστιν ἄλλως καὶ γαυρειᾶν δοκεῖ· καὶ τρίστοιχοι μέν εἰσιν οἱ ὀδόντες αὐτῷ, ὀφθαλμοὶ δὲ ἱλαρὸν βλέπουσι καὶ ὁ πώγων ἐπανθεῖ τοῦ χρυσοῦ. Ὅντινα δ’ ἂν κατεπελθὼν οὗτός ποτε γένηται, τοῦ πλῆ‐ | |
25 | ξαι κἂν ὀργῆς ὢν τύχῃ ἀνάπλεως, λυμαίνεται οὐδέν, ἢ τοσοῦτον μόνον εἰς ὀδύνην ὑπ’ αὐτοῦ τὸν πληγέντα ἄγει, εἰς ὅσηνπερ ἂν καὶ μῦς ἐκεῖνον ἐνδακὼν ἤνεγκεν, καὶ αἵ‐ ματος φορὰν τοσαύτην, ὅσηπερ ἂν ἐκ τοῦ τραύματος τοῦ | |
παρ’ ἐκείνου, συμβὰν οὕτως, ἐπακολουθήσῃ. Ἔστι γε μὴν | ||
44 | ἐχθρὸς τῷ ἀετῷ, καὶ μισεῖται λίαν, ὅτι αὐτοῦ διαφθείρειν οὐκ ἀπέχεται τὰ ἔγγονα, ἀλλ’ ἐπὶ τὴν καλιὰν ἐλθὼν ἐπι‐ τίθεται μέν, ἢν τύχῃ, τοῖς ὠοῖς, ἐπιτίθεται δὲ τοῖς νεοτ‐ τοῖς, πλημμελείας εἶδος ἀφιεὶς οὐδὲ ἕν, εἶτα κατεσθίει. | |
5 | Πολλάκις δὲ καὶ αὐτῷ ἐκείνῳ τῷ ἀετῷ ἔχοντι θήραν λα‐ γωοῦ ἢ βορὰν προβάτου τιθεμένῳ ποθέν, ἐξερπύσας ἔπει‐ σιν ὁ δράκων. Ὁ δὲ ἐσθίειν μὲν ἐπελθόντος οὐκέτ’ ἀνέ‐ χεται· τρέπονται δὲ ἐπ’ ἀλλήλους οἵδε καὶ διαμένουσι μαχόμενοι, προκειμένης ἀμφοτέροις τῆς θοίνης εἰς φιλο‐ | |
10 | νικίαν. Ἐπιλαμβάνεσθαι δὲ περιιπταμένου τοῦ ἀετοῦ, ἀρά‐ μενος ὁ δράκων τὴν κεφαλὴν ἄνω καὶ περιβλέπων παντα‐ χοῦ, πρόθυμος γίγνεται, καὶ ὁρμᾷ δράττεσθαι. 458—482. Οἱ τὴν Λῆμνον ἐπιστάμενοι (νῆσος δέ ἐστιν ἡ Λῆμνος, ἀνακειμένη τῷ Ἡφαίστῳ) καὶ τὴν δυσχείμε‐ | |
15 | ρον Σαμοθρᾴκην (ἀνέχουσι δὲ αὗται μὲν ἐκ τοῦ προκει‐ μένου πελάγους τῆς Θρᾴκης καταντία τῆς Αἴνου, ἱερὰν εἶναι καὶ ταύτην τῆς Ἥρας λέγουσι· ποταμὸς μέντοι ταύ‐ την διαρρεῖ τὴν Αἶνον, καί ἐστιν ὄνομα τῷ ποταμῷ Ἕβρος, ἔστι δὲ δὴ καὶ Ζωναῖον ὄρος καλούμενον, ἔνθα Ὀρφεὺς | |
20 | ἐκιθάριζεν καὶ εἶχεν ἄντρον ἡ Ἑκάτη) καὶ οἱ γιγνώσκον‐ τες τὰ χωρία οὐχ ἥκιστα ἐπίστανται τοῦτο τὸ θηρίον, ὅ τί ποτέ ἐστιν ὁ κεγχρίνας· ἐν γὰρ δὲ τούτοις τὰς νομὰς τοῖς τόποις ποιεῖται. Προσετέθη δ’ οὖν τῷ αὐτῷ ὄνομα ἑρπετῷ, καὶ καλεῖται λέων, ὅτι τῶν ἄλλων οὗτος ἔοικεν | |
25 | ἑρπετῶν διενηνοχέναι μὴ μόνον τάχει καὶ μεγέθει, ἀλλὰ καὶ αὐτῷ τῷ εἴδει καὶ αὐτῇ 〈τῇ〉 ἰσχύϊ· ἕπεται τοίνυν τῷ πληγέντι αὐτίκα δὴ καὶ παραχρῆμα τὸ σῶμα τρέπεσ‐ θαι, ἰόντος τε εἰς βάθος τοῦ ἰοῦ, καὶ τὸ πᾶν ἐπινεμομένου, ὕδερόν τε εὐθὺς ἐπιλαμβάνειν τὴν γαστέρα, βαρείας τε | |
30 | ἀλγηδόνας ἐξ αὐτῆς γίγνεσθαι, καὶ τὸν θάνατον ἥκειν καὶ | |
45 | διαλύεσθαι. Ναὶ μὴν ἀλλὰ καὶ καύματος ὄντος σφοδροῦ, ἱσταμένου θέρους, πιεζόμενος ὑπὸ λιμοῦ ἀνὰ τὰ ὄρη πο‐ ρεύεται ζητῶν ἐξ αἰγῶν ἢ προβάτων αὑτῷ τινα πορίσασ‐ θαι τροφήν. Οἱ δὲ ἡγούμενοι τῶν προβάτων τυγχάνουσι | |
5 | ψυχάζοντες περὶ μεσημβρίαν· ὑπήνεμον γάρ τι χωρίον ἐξευρόντες οἵδε, καὶ σκιὰν παρέχειν ὁπόταν ᾖ καῦμα δυ‐ νάμενον τὴν ἀπὸ τῶν φυτῶν, ὀλίγον ἀποστήσαντες τῆς νομῆς τὰ κτήνη ἐνταῦθ’ ἀπαγαγόντες προσαναπαύουσιν. Ταῦτα μὲν οὖν περὶ Λῆμνον καὶ τὴν Σαμοθρᾴκην ὁ κεγ‐ | |
10 | χρίνας ἀπεργάζεται ἐπιὼν καὶ λυμαινόμενος τοῖς ἐκεῖ θρέμμασι. Μηδεὶς δὲ οὕτως ἔστω θρασὺς μηδὲ μὴν ἄοκνος ἐκ λογισμοῦ, ὅστις ἐναντίος ἐλθών ποτε βουληθῆναι ἔχοι τῷ θηρίῳ τούτῳ χωρῆσαι πρὸς μάχην· οὐ γὰρ ἂν μὴ οὐ πρῶτον μὲν ἐξ αὐτῆς τῆς θέας, ἔπειτα μέντοι καὶ | |
15 | τῆς ἄλλης αὐτοῦ μανίας τε ἅμα καὶ θρασύτητος τοῦ θη‐ ρίου καταληφθείς, ἁλῷ, μετὰ ταῦτα δὲ περιπλακεὶς οἷον αὐτίκα ὑπ’ αὐτοῦ καὶ περιειληθεὶς μυζηθείς τε αἷμα καὶ χωρήσας ὅλος διὰ τοῦ στόματος καταποθῇ. Ἀλλ’ οὐ χρὴ τὰ δεινὰ περιμένειν, ἀπαλλαττόμενον δὲ ἅμα ταχύτητι | |
20 | τοῦ κινδύνου τὴν μὲν κατ’ ἰθὺ πορείαν ἐλαύνειν οὐδαμῶς συμφέρον, ἐκτρέπεσθαι δὲ αὐτὴν ὠφελιμώτατον ὡς τὰ πολλά, καί ποτε μὲν χρὴ βαδίζειν τὴν ἐπὶ δεξιάν, ποτὲ δὲ τὴν ἐπὶ θάτερα ἀποκλίνειν μέρη· διεξόδους τε καὶ ὑπο‐ στροφὰς ποιούμενος συνεχεῖς καὶ ἐπαναζεύξεις, παραιρού‐ | |
25 | μενος εὑρεθήσει τοῦτον δὴ τῆς ὁρμῆς τὸν θῆρα. Ταχύτα‐ τος γὰρ ὢν τὸ κατ’ εὐθὺ ἐν ταῖς τῶν κάμψεων περιστρο‐ φαῖς εὑρίσκεται βραδύς. Ὀδυνώμενος γοῦν τοὺς σφονδύ‐ λους καὶ αὐτὴν ἅπασαν τὴν ἄκανθαν ἐλαττοῖ τοῦ δρόμου. Τοιοῦτον ἄρα τὸν κεγχρίναν τοῦτον εἶναι αἱ πρὸς Θρᾴκην | |
30 | νῆσοι παρέχονται. | |
46 | 483—492. Ἔστι μὲν ταπεινὸς τὴν πρόσοψιν ὁ ἀσκαλα‐ βώτης, τὸ δὲ δῆγμα οὐκ ἔστι ταπεινός. Διαγγέλλει δὲ ἡ φήμη περὶ αὐτοῦ ταῦτα, ὅτι ἡ Δημήτηρ ἀχθεσθεῖσα αὐτῷ δεινῶς ἐνεμέσησε καὶ ἀμυνομένη. Τριπτόλεμον γὰρ δὴ | |
5 | τὸν ἐκ Μετανείρας (ἥ οἱ ἦν θεραπαινὶς τοῦ Καλλιχόρου) πλησίον ἐλθών, ἐν τῇ Ἐλευσῖνι, παρ’ αὐτὸ τὸ φρέαρ, ὁ ἀσκαλαβώτης, ὡς ὁ λόγος [τὸν Τριπτόλεμον] λέγει ἐνταῦθα ἔπληξεν. Ἔστι μὴν ἑρπετῶν γένη ἄλλων καὶ ἄλλων, πλὴν ἧσσόν ἐστι 〈τῶν〉 πονηρῶν καὶ λίαν ἀβλαβῶν. | |
10 | Χωρίοις δὲ ἐνδιαιτᾶται διαφόροις ὄντα διάφορα· ἔχει δὲ προσηγορίας τὰ γένη καὶ καλεῖται ἀπ’ αὐτῶν· ἔλοπες τοίνυν οἱ μὲν αὐτῶν καὶ ἄλλοι λίβυες κέκληνται, μυοθῆραί τε ἐπὶ τούτοις ἄλλοι καὶ οἱ τὴν κλῆσιν ἔχοντες ἀπὸ τοῦ πράγματος ἀκοντίαι, καὶ μόλουροί εἰσιν ἕτεροι καὶ τυφλῖναι ἄλλοι. | |
15 | 493—508. Ἀλλὰ καὶ βοτανῶν αὐτίκα καὶ ῥιζῶν τοι πέρι καὶ τῆς ἀπ’ αὐτῶν δὴ τούτων ποριζομένης ὠφελείας, οὐ μὴν ἀλλὰ καὶ τῆς ὥρας, καθ’ ἣν δεῖ λαμβάνειν τὰς βο‐ τάνας, ἑτοίμως ἀφηγήσομαί σοι καὶ σὺν ἀκριβείᾳ, ἵν’, ἐάν ποτέ τινος ὅλως τὸ σῶμα βουληθῇς ἢ πληγῇ κατεσχημένον | |
20 | ἢ ἄλλως ὀδύνῃ παραμυθήσασθαι βαρούμενον, ἡ τοῦ ἐκσῴ‐ ζειν διὰ τούτων δύναμίς σοι παρῇ. Χρὴ δὲ οὐ μόνον ἄρτι λαμβάνοντα καὶ ἐκ τοῦ εὐθέος τὰς βοτάνας φέρειν τὴν ἴασιν τοῖς τὴν ἀπὸ τῶν ἑρπετῶν πληγὴν παραδεξαμένοις, ἀλλὰ καὶ εὔγεων ἀπὸ χωρίων καὶ βαθέων ἄλλως, ἐν | |
25 | οἷς κ[ω]νῶπες γίγνονται ἀπὸ τῆς ἐνυπαρχούσης νοτίδος τοῖς χωρίοις τούτοις. Ἔστω δὴ πρώτη σοι τῶν ῥιζῶν εἰς ἀφήγησιν ἐρχομένη, καὶ ὧν ἕνεκα παρέχεται θερα‐ πείας χάριν, ἥδε ἡ λεγομένη χειρώνειος. Ὁ δὲ Χείρων οὗτος, ἀφ’ οὗπερ ἔσχεν καὶ ἡ ῥίζα τὴν | |
30 | ἐπωνυμίαν, Κένταυρος ἦν καὶ πατρὸς γέγονεν ἐκ τοῦ | |
Κρόνου. Ἐν δὴ τῷ ὄρει τῆς Θετταλίας τῷ Πηλίῳ, | ||
47 | ἐπειδὴ ἥδε ἦν ἡ ῥίζα, οὐκ ἔλαθεν αὐτόν, ἀλλ’ ἐξευρίσκει, καὶ καλεῖ τόγε ἐντεῦθεν χειρώνειον αὐτήν, ὅτι αὐτὸς αὐτῆς ὁ Χείρων εὑρετὴς γέγονεν. Καὶ τὸ μὲν εἶδος αὐτῆς τυγχά‐ νει τοιόνδε· ἐμφερής ἐστι κατὰ τὰ φύλλα ἀμάρακι, τὸ δὲ | |
5 | ἄνθος παρέχεται χροιὰν τὴν ἀπὸ τοῦ χρυσοῦ, ἡ ῥίζα γε μὴν οὐκ εἰς βάθος ἀλλὰ ἐπιπολῆς ἐστι καὶ γῆς ἐν ὀλίγῳ. Δύναται δὲ διδομένη παντὶ τῷ πληγέντι ὑφ’ ἑρπετοῦ, ὑφ’ οἵου δ’ ἂν τύχῃ, ῥύεσθαι καὶ ὑπεξάγειν ὀλίγου δεῖν τὸν τῷ θανάτῳ προσομιληκότα. Ἐμβαλὼν τοίνυν εἰς | |
10 | ὅλμον τοσοῦτον ἀπ’ αὐτῆς τῆς ῥίζης ὁπόσον αὔταρκές ἐστι καὶ πρὸς θεραπείαν, εἰς κοτύλην οἴνου πρότερον μέντοι κόψας, εἶτα τὸν οἶνον ἐπιχέας, δίδου τηνικαῦτα πίνειν τῷ ἐγγὺς καὶ παρὰ τὸ δεινὸν ἐκεῖνο ἐλθόντι. Ἐάν τε τοίνυν οὖσαν ξηρὰν ἐάν τε καὶ ἀνελόμενος ἐκ τῆς γῆς | |
15 | αὐτίκα μάλα παρὰ χεῖρας ἔχῃς, οὐδὲν τοῦτό σοι διοίσει θεραπείας χάριν. Ἐμοὶ μὲν οὖν δοκεῖ διὰ τοῦτο καὶ πα‐ νάκειον προσειρῆθαι· ἐπιλέγεται γὰρ καὶ τούτῳ τοῦτο τὸ ὄνομα πανάκειον, διότι ἄκεσιν ἐπιφέρει, καὶ διαδράν‐ τες ἀπίασι πολλοὶ ἃ περιμένειν ἀνάγκη θεραπείας χήτει | |
20 | τοὺς ταῖς ἀπὸ τῶν ἑρπετῶν συμφοραῖς καὶ κακοῖς ἀμη‐ χάνοις περιπεπτωκότας. 509—519. Ἐχομένη δέ ἐστι τῆς βοτάνης ταύτης ἀρι‐ στολόχεια, καὶ ταύτην ἐγὼ 〈τί οὕτω〉 καλουμένην οἶδα. Καὶ αὕτη μετ’ οἴνου πινομένη ποιεῖν τὰ αὐτὰ τῇ προτέρᾳ | |
25 | βοτάνῃ δύναται, φύεσθαι δὲ ἐν συσκίοις ὡς ἐπὶ πᾶν φιλεῖ, καὶ ἀπὸ τοῦ συλλαμβάνεσθαι πρὸς εὐτοκίαν ταῖς τικτούσαις αὐτὴν γυναιξὶν οὕτως ἀριστολοχία κέκληται. Φύλλα δὲ φέρει μὲν κισσοειδῆ καὶ σχεδὸν τὰ αὐτὰ δεικ‐ νύουσα τῇ περικλυμένῃ, ἀνθεῖ δὲ ἐρυθρὸν καὶ οἷον ἡ | |
30 | ὕσγινος. Ταύτῃ δὲ κέχρηνται πρὸς τὰς βαφὰς τῶν 〈ὁμ〉οία περ αὐτὴ τὴν χροιὰν ἡ ὕσγινος τυγχάνει. Ἀποπνεῖ δὲ δεινὸν ἄρα καὶ λίαν δυσχερές, καὶ τὸν καρπὸν παρεοικότα | |
ταῖς ἀχράσιν φέρει καὶ μυρτάδος ἄντικρυς τῷ καρπῷ | ||
48 | καὶ βάκχης καί που τῶν ἀπίων. Ἀλλὰ μὴν ἄρσενός τε καὶ θήλεως ἡ ταύτης παρέχεται τῆς βοτάνης φύσις δια‐ φοράς· τῆς μὲν γὰρ ἄρρενος ἀριστολοχείας ἐστὶν ὑπο‐ μήκης τε ἡ ῥίζα καὶ χωρεῖ πρὸς βάθος καί ἐστιν περί τί | |
5 | που πηχυαία· ἡ θήλεια δέ ἐστιν οὐχ ὁμοίως μακρά, ἀλλὰ εὐστρόγγυλος εἰς μέγεθος, καὶ εἰς τὸ βάθος οὐ λίαν ἡ ῥίζα κάτεισιν, πύξῳ δὲ τῇ ἐν Ὠρίκῳ τὸ εἶδος ἔοικεν, καί ἐστιν τῆς Κρήτης τὸ χωρίον, ἐν ᾧ αἱ πύξοι τοιαῦται φύονται. Πινομένη τοίνυν οἴνου μέτα καὶ τούτου μέλανος | |
10 | εἰς δραχμὴν τοῖς ὑπὸ ἐχιδνῶν ἢ ἔχεων δηχθεῖσιν ἱκανῶς βοηθεῖ. 520—527. Καὶ τὸ λεγόμενον τρίφυλλον οὐδὲν ἐᾷ παθεῖν τὸν δηχθέντα οὐδὲ ὑπομεῖναι βλάβην τινὰ πλήξαντος ἑρπετοῦ. [ει] Ναὶ μέντοι τὴν βοτάνην ὡς ὅτι μά‐ | |
15 | λιστα ἐπιζήτει ταύτην ὀρεινῶν ἀπὸ καὶ ἀποκρήμνων καὶ τραχέων τόπων ἐκλέγεσθαι. Ἔτι γε μὴν ἀξιοῖ τὸ τρίφυλλον τοῦτο παρὰ μὲν ἐνίων μινυανθές, τριπέτηλον δὲ παρ’ ἑτέρων προσαγορεύσασθαι. Ἔχει δ’ οὖν τὰ μὲν φύλλα παρεοικότα τοῖς τοῦ λωτοῦ, ὀδμὴν δὲ τὴν αὐτὴν τῇ | |
20 | ῥυτῇ, ὃ πήγανον Λακεδαιμόνιοι, ῥυτὴν τῇ ἐπιχωρίῳ κε‐ χρημένοι λέγουσί που φωνῇ. Ὁπόταν δὲ δὴ τῆς βοτάνης ταύτης μαρανθῇ μὲν τὸ ἄνθος, τὰ δὲ φύλλα οἴχηται, δόξαις ἂν ἀποφορᾶς ἀσφάλτου μετέχειν αἰσθανόμενος τῆς ὀδμῆς τοῦ τριφύλλου τούτου· χρήσιμον δέ ἐστι τηνικαῦτα | |
25 | συνάγειν τὸ σπέρμα, ὁπόταν ἐπακμάσαν ἑαυτοῦ γήραιον γένηται· στρογγύλον μήν ἐστι τὸ σπέρμα, καὶ κυμβάλου σῳζόμενον ἐφ’ αὑτοῦ δείκνυται τὸ σχῆμα, ὑπὸ ὄφεων δὲ τοὺς δηχθέντας ἅμα οἴνῳ τόδε διασῴζει ποθέν. 528—540. Ἀλλά σοι καὶ ταύτας ἐγὼ τὰς συνθέτους ἄρα | |
30 | καὶ θεραπευτικὰς βοηθείας, ὡς ἂν οἷός τε ὦ, διεξελεύσομαι. Ἔστι τις νῆσος Σικελία, ἐν ᾗ θάψος τις λεγομένη γίγνεται βοτάνη. Ταύτης τῆς θάψου τὴν ῥίζαν τρίψας ὡς μάλιστα | |
ἐπιμελῶς, μετὰ μέντοι τοῦ ἄγνου τοῦ καρποῦ, νῆριν τε | ||
49 | πρὸς τούτοις τὴν βοτάνην καὶ πηγάνιον ἐπιβαλών, θύμ‐ βρης τε ὁμοίως κλῶνας, ἀλλ’ οὐ τῆς ὀρείου, ἀλλὰ τῆς ἐν τοῖς τόποις ἡμερωτέροις φυομένης (ἡ γὰρ δὴ ὄρειος αὕτη θύμβρα εἰς ὕψος αἴρεται καθάπερ ἕρπυλλος), ἀν‐ | |
5 | θοῦντός τε δὴ τὸ σφοδρὸν ἀσφοδέλου ῥίζαν, τό τε καυλίον ἄλλοτε καὶ ἄλλοτε σπέρμα ἔτι μέντοι αὐτὸ φέροντος τοῦ ἀσφοδέλου καὶ ἔχοντος ἐν ἑαυτῷ τὸ σπέρμα τοῦ λοβοῦ, ταῖς οὔσαις προστίθει. Ἑλξίνη δέ ἐστι βοτάνη, καὶ λέγεται τοῦτο ἀπὸ τοῦ μηδὲν αὐτὴν συγχωρεῖν πλησίον | |
10 | ἑαυτῆς φύεσθαι· αὕτη που τὸν μὲν χυμὸν ἰξώδης τυγχάνει· κλύβασις ἥδε διὰ τοῦτο πρὸς τῶν πολλῶν ὀνομάζεται, χαίρει δὲ ἐν τῷ ἕλει γίγνεσθαι, καὶ μᾶλλον ἐν ἐνύδροις τόποις. Κόψας καὶ ταύτην ἅμα ταῖς ῥηθείσαις τὴν βο‐ τάνην ἐπιμελῶς πάσαις, μάλιστα μὲν ὄξει προσχρώμενος | |
15 | καὶ διαμιγνὺς ταῖς ἄλλαις συναναλάμβανε, εἰ δὲ μὴ πα‐ ρείη ὄξος, οἴνῳ προσκέχρησο· εἰ δὲ ἀποστερῇ καὶ τούτου, ἴθι σὺ τὴν ἐπὶ τὸ ὕδωρ, καὶ οὕτως ἀναιροῦ πάντα διὰ τοῦ ὕδατος· ἀντίξοον γὰρ τῷ θανάτῳ κατασκευάσεις βοήθημα καὶ σωτεριῶδες ἄντικρυς ἀπὸ τῶν ἑρπετῶν. | |
20 | 541—549. Καὶ ἡ ῥίζα δὲ (ἀγαθόν τί ἐστιν ἄρα ἐπίστασ‐ θαι αὐτήν) ἡ πρότερον μὲν ἐχίειον, ὕστερον δ’ ἀλκίβιον προσαγορευθεῖσα, ἔστι δ’ οὖν τὰ μὲν φύλλα ἐξ ἑαυτῶν οἷον ἀκάνθας ὁρᾶν περιβεβλημένα τὰ ταύτης καὶ περικεί‐ μενα, τὸ δὲ ἄνθος αὐτῆς οἷόν περ καὶ ἴῳ, τὴν ῥίζαν δὲ | |
25 | οὐκ ἔχει παχεῖαν, ἀλλὰ ἐπὶ μῆκος ἐκτέταται. Λέγει δὲ λόγος τις ταῦτα περὶ ἀλκιβίου, ὡς ἦν Ἀλκίβιος τις καὶ ἐκάθευδεν πλησίον καὶ παρ’ αὐτὴν ἐλθών πού ποτε τὴν ἅλω· τὸ δὲ γιγνόμενον ἦν ἐν θέρει· ἔρχεται οὖν 〈ἐπὶ〉 τὸν Ἄλκιβιον καὶ τιτρώσκει ἔχις εἰς τὸν μηρόν, ὁ δὲ διαναστὰς | |
30 | ἐκ τοῦ ὕπνου καὶ ὀδυνώμενος, γίγνεται μὲν εὐθέως | |
50 | ἑαυτοῦ, λαβὼν δὲ πλησίον οὔσης ῥίζαν τῆς βοτάνης ταύτης, εἶτα ἀνασπάσας ἀπὸ τῆς γῆς ταχύ, κατακόπτειν παραδίδωσιν αὑτοῦ ταύτην τοῖς ὀδοῦσι· καὶ τὸ μὲν ὑγρόν, ὅσον ἦν, τοῖς ἐντὸς διὰ τοῦ λαιμοῦ χορηγεῖ χωρίοις, τὸ δὲ | |
5 | ἄλλο τῆς ῥίζης, ὅθεν ἦν τὸ ὑγρὸν ἐκμυζηθέν, τοῦ στόματος ἐξαγαγὼν καταπλάττει τὸ ἕλκος. Ἀλκίβιον τοίνυν ἡ βο‐ τάνη, μετὰ ταῦτα διὰ τοῦτο κέκληται, πρόσθεν ἐχίειον λεγομένη, ὅτι εἴτε ὁ εὑρὼν τὸ πρῶτον εἴτε ὁ χρησάμενος 〈καὶ〉 περισωθεὶς Ἀλκίβιος ἦν. | |
10 | 550—556. Οὐ μὴν ἀλλ’ ἔτι καὶ τῆς πρασίου χλωρᾶς οὔσης κόψας ὁμοῦ κλῶνας πάνυ σφόδρα καὶ λευκῷ ἐν οἴνῳ ἀναλαβών, τοὺς ὑπὸ ὄφεων πληγέντας ἕξεις διὰ τούτου δύναμιν τοῦ κινδύνου ῥύεσθαι· ἡ γὰρ δὴ πράσιος αὕτη καὶ τὰς πρωτοτόκους λέγεται τῶν βοῶν, ὁπόταν | |
15 | εἶεν αὗται βαρυνόμεναι τῷ γάλακτι, ἥκιστα πάντων ἐπὶ τούτοις μεταποιούμεναι τῶν νεογνῶν, περιτεθεῖσα τοῖς μαζοῖς στέργειν ἀναγκάζει〈ν〉 τὰ ἔγγονα, προχεομένου μετὰ ταῦτα πολλοῦ καὶ ἀπορρέοντος τοῦ γάλακτος· ἥδον‐ ται δὲ καὶ μέλιτται τῇ πρασίῳ ταύτῃ, ἣ μελίφυλλον μὲν | |
20 | παρ’ ἐνίων, μελίκταινον δὲ διὰ τοῦτο παρ’ ἐνίων προ‐ σαγορεύεται· αἱ γὰρ δὴ μέλιτται τῶν κατὰ σφᾶς ἐπιλα‐ θόμεναι χωρίων καὶ ὧν εἰργάζοντο κηρίων καὶ οὗπερ ἐποιοῦντο μέλιτος, παρὰ ταύτην ἴασι καὶ βομβοῦσιν ἐρχόμεναι κατ〈ὰ〉 τὰ ταύτης φύλλα τῆς πρασίου, ἐχό‐ | |
25 | μεναι ὑπ’ εὐωδίας καὶ τῶν ταύτης καλῶν. 557—563. Καὶ μὴν καὶ ὄρνιθος τῆς ἐν ποσὶν καὶ ἐν οἴ‐ κῳ οὔσης ὁ περιελὼν μετὰ τὸν τοῦ ὀστέου, ὧς οἷόν τε, αὐτοῦ που τοῦ ἐγκεφάλου τὸν ὑμένα, πολύκνημόν τε ἐπὶ | |
τούτοις λεπτόν, ἔτι μὴν καὶ ὀρίγανον, καὶ ἥπατος κάπρου | ||
51 | τὸ ἄκρον τοῦ λοβοῦ (τοῦτο δὲ ἐξ αὐτῆς τῆς λεγομένης τραπέζης ἀνέχειν πέφυκεν τὸ ἄκρον τοῦ λοβοῦ· ἐνταῦθα συννένευκεν ἡ τοῦ ζώου χολή, καί εἰσι σχεδὸν πλησίον ἐκείνου τοῦ λοβοῦ αἱ αὐταί που λεγόμεναι τοῦ ἥπατος | |
5 | πύλαι), ἰδίᾳ τοίνυν ἕκαστον τρίψας ἐπιμελῶς, τόν τε ἐγκέφαλον αὐτὸν καθαρὸν ποιήσας τοῦ ὑμένος καὶ τὰ ἄλλα πάντα συναγαγών, δίδου ἅμα ὄξει πιεῖν τῷ πληγέντι· ἄμεινον δὲ ποιήσεις μετ’ οἴνου. 564—573. Θαρροῦντα δὲ δὴ προσήκει κἀκείνῳ κεχρῆσθαι, | |
10 | ὃ πινόμενον μὲν ὀνίνησι καὶ ἀσινῆ διαφυλάττει, ἢν ὑπὸ θηρίου τις ὢν τετρωμένος τύχῃ· ἄλλως δέ ἐστιν αὐτὸ οὐ χαλεπὸν δρᾶσαι. Κυπαρίττου τοίνυν ἔστω φύλλα καὶ πανά‐ κειον ἡ βοτάνη, κάστορός τε ὁμοίως τοῦ ζώου οἱ λεγόμενοι κρεμαστῆρες, καὶ ἵππου, ὃν ὁ Νεῖλος ἐπὶ κακῷ τοῖς ἐν | |
15 | Σάει φέρει· ἐξελθὼν γὰρ οὗτος τοῦ ποταμοῦ λυμαίνεται αὐτῶν τὰ σπέρματα, κείρων τοῖς ὀδοῦσιν ἐπὶ πολύ, καὶ αὖθις ἐπανερχόμενος, ἐν τῷ Νείλῳ εἶσι, ἀφελόμενος πρὸ τῆς ὥρας Σαΐτας τοῦ θέρους. Ἕκαστον τοίνυν τούτων ἔστω τὸ βάρος εἰς δραχμὴν ἕλκον· εἶτα ἐν θυΐᾳ ταῦτα | |
20 | κόψας, ὡς χρὴ διδόναι, τετρωμένῳ δίδου πιεῖν ὧδε, μεθ’ ὕδατος μέντοι. 574—587. Οὐ μὴν ἀλλ’ ἔτι χρὴ λήθην ἡμᾶς μηδὲ τού‐ των ἄγειν ἀλλ’ οἷόν τι δὴ τό τε ἀβρότονον ἐμβάλλοντας καὶ δάφνης τῆς ἄρρενος ἔτι μὴν τὸν καρπόν. Διακρίνοις | |
25 | δ’ ἂν αὐτὴν ταύτην ἀπὸ τῆς θηλείας τὴν ἄρρενα, εἴπερ ἐπι‐ σκεψάμενος εἴης 〈τὰ〉 φύλλα τὰ παρ’ ἀμφωτέραις· μαθὼν γὰρ δηλαδὴ τὰ ταύτης, ὥς που τυγχάνει στενώτερα, ἀγ‐ | |
νοήσεις οὐκέτι τοῦ λοιποῦ τὴν φύσιν. Μετὰ μὲν δὴ τούτων | ||
52 | τῶν βοτανῶν ἡ ἀμάρακος ἐμβαλέσθω (φέρουσι δὲ αὐτὴν κῆποι καὶ τῶν ἀνδήρων οἱ πλείονες) πυτία τε ἀρτιτόκου πρὸς τούτοις λαγωοῦ καὶ δορκάδος καὶ ταύτης νεογνοῦ καὶ νεβρῶν τὰ περιττώματα καὶ ἐχῖνος ἐλάφου (μέρος | |
5 | ἐστὶν ἐχῖνος ἐλάφου τῆς γαστρός, καὶ ὑπ’ ἄλλων κεκρύ‐ φαλος αὐτῷ ὄνομα τέθειται). Ἀφ’ ἑκάστου δὴ τούτων ἀνὰ δραχμὰς βʹ οἴνου μὴν κεχρημένους τέτρασι κοτύλαις καὶ τούτου δὴ λευκοῦ διδόναι χρὴ πίνειν τοῖς ἐν χρείᾳ καθεστηκόσι μετὰ τὸ δηχθῆναι. Ἐχώμεθα δὲ καὶ τῆς | |
10 | ὠφελείας, ἧσπερ παρέχεται τὸ πόλιον· ὅ τε γὰρ καρπὸς ὁ τῆς κέδρου καὶ ὁ τῆς ἀρκεύθου ἅμα δὴ τοῖς ἀπὸ τῆς πλατάνου γιγνομένοις σφαιρίοις, ὡς ἔστι κατιδεῖν, καὶ τῷ σπέρματι τοῦ βουπλεύρου καὶ τῆς κυπαρίττου τῷ καρπῷ καὶ ἐλάφου πρὸς τούτοις 〈τοῖσ〉 διδύμοις ὁμοῦ συμβλη‐ | |
15 | θέντα ἐκσῴζειν ἰσχύσει πινόμενα, κἂν ὁπωσοῦν ἔχειν πο‐ νηρῶς ὁ δηχθεὶς δόξειεν ἀπὸ τοῦ θηρίου. 588—603. Θεραπεία δὲ τοῦ κινδυνεύοντος ἐκ πληγῆς θηρίου πρὸς ταῖς ἤδη ῥηθείσαις ἔστω τις καὶ ἥδε· τὴν κολυμβατίαν τὴν λεγομένην βοτάνην κομίζων τις ἐμβαλ‐ | |
20 | λέτω θυΐᾳ, εἶτα λεαίνων πάνυ σφόδρα πτισάνης κοτύλην χυλοῦ καὶ οἴνου κυάθους τοῦ παλαιοῦ βʹ, καὶ ἐλαίου βʹ καὶ τούτου καθαροῦ, εἶτα ἐπιβάλλων καὶ διδοὺς ἀπώσεται τὸν ἰὸν καὶ οὐκ ἐάσει τὸν πληγέντα τοῦτον ἀπολέσθαι κακῶς. Ναὶ μὴν καὶ ἱππομαράθου ῥίζαν, καὶ κέδρου καρ‐ | |
25 | πὸν καὶ πίσσης ἔτι μὴν τῆς ὑγρᾶς, ὡς κοτύλης ἕκτον, καὶ χλωροῦ νάρθηκος καυλία, καὶ ἱπποσελίνου σπέρμα (ὀξυ‐ βάφου μέτρον ἐχέτω τὸ ἱπποσέλινον) σμύρνης τε τῆς πι‐ κρᾶς δραχμὰς μετὰ πάντων βʹ, καὶ κυμίνου τὸ ἀρκοῦν, προτρίψας τούτων τὸ αὔταρκες, ἐμβαλὼν εἰς οἴνου κύαθον, | |
30 | ἀπνευστὶ πάρεχε τῷ πληγέντι πίνειν. | |
53 | 604—619. Νάρδος ἐστὶ βοτάνη· ὁ σταθμὸς ἔστω ταύτης δραχμή· καὶ ποτάμιος καρκῖνος ἐν νεαρῷ πάνυ καὶ προσ‐ φάτῳ γάλακτι τριβέσθω λίαν ἐπιμελῶς, ἴρις τε ἡ παρὰ Δρίλωνα καὶ Νάρωνα γεωργουμένη τοὺς ποταμούς, οὗπερ | |
5 | δὴ Κάδμον ἀφικέσθαι τὸν Σιδόνιον πεποίηκεν καὶ Ἁρ‐ μονίαν ἐνταῦθα ὁ λόγος λέγεσθαι, καὶ ὅτι δράκοντες ἐγέ‐ νοντο καὶ νέμονται ταύτην, καὶ ταῦτα ὁμοίως ὁμολογεῖ. Ἄνθη τε ἐρίκης ἐμβαλλέσθω, ἃ ταῖς μελίτταις εἶναι δο‐ κεῖ κομιδῇ ποθεινά, μυρίκη τε, ἧς ἡ φύσις ἐδέξατο κλῆρον | |
10 | τοῦ μὴ φέρειν καρπόν. Λέγεται μέντοι καὶ ὡς ἥδε παρ’ Ἀπόλλωνος ἡ μυρίκη τοῦ ἐν τῷ Ὠρωπῷ τιμῆς ἠξιώθη, τούς τε δὴ οὖν μάντεις καὶ προφήτας ἐστεφανωμένους αὑτῶν τὰς κεφαλὰς κλάδοις προλέγειν ὅσια τοῖς ἀνθρώ‐ ποις, ἵνα φρονοῖεν καὶ δίκαια. Ἥ τε δὴ κόνυζα, καὶ οἱ | |
15 | τῆς ἀκτέας κλάδοι ὁμοῦ τοῖς ἄνθεσι καὶ τοῖς φύλλοις αὐτοῖς, σάμψουχόν τε καὶ κύτισος ἅμα τιθυμάλλῳ, καὶ ταῦτα ἐμβαλλέσθω θυΐᾳ, εἶτα μιγνύμενα λειούσθω σφό‐ δρα ἐπιμελῶς, μετὰ δὲ ταῦτα ἐν σκαφίδι οἴνου προσπλε‐ κομένου συνανακιρνάσθω· ὁ δὲ οἶνος μέτρον ἔστω δέκα‐ | |
20 | τόν που χοός. 620—629. Ἀμείνους τῶν νέων βατράχων εἰσὶν εἰς θε‐ ραπείαν οἱ παλαιοί, καὶ μεγάλα ὀνίνησιν τοὺς πληγέντας ὑπὸ θηρίου, ἢν μέντοι εἰς ὄξος αὐτούς τις καθεψήσας πάνυ πίνειν ἐπιδιδῷ τῷ κάμνοντι. Οὐ μὴν ἀλλὰ καὶ καθ’ αὑτὸ | |
25 | ἧπαρ βατράχου διδόμενον οὐχ ἧσσον ὠφελεῖ, ὠφελεῖ δὲ τοῦτο ὧδε ἅμα οἴνῳ ποθέν, σὺν οἴνῳ δὲ οὐχ ἁπλῶς πινό‐ μενον, ἀλλὰ 〈τῷ〉 ἐξ Αἰγύπτου. Ἔτι μὴν καὶ ἡ τοῦ τρώσαν‐ | |
τος ὄφεως κεφαλὴ τὸν ὑπ’ αὐτοῦ τετρωμένον ἀπαλλάττει | ||
54 | κακῶν, ὕδατι μὲν ἀποπλυθεῖσα πάνυ ἐπιμελῶς, εἰς οἶνον δὲ ἀποβραχεῖσα, ἤν τις πίῃ αὐτοῦ, οὐδενὸς μεθέξει τῶν δυσχερῶν. Ἀτὰρ οὖν καὶ τῆς ἑλιχρύσου βοτάνης ἐπιμελῶς ἔχε, καὶ τοῦ ἄνθους αὐτῆς τοῦ γλυκέος τὴν θεραπείαν | |
5 | ἐπίστασθαι μηδαμῶς παραιτοῦ, κορχόρου τε δὴ τῆς καὶ μύου ὀνομαζομένης (λέγεται γὰρ οὖν καὶ μύον ἥδε ἡ βο‐ τάνη) καὶ τῆς κατὰ τὰς ἀκτὰς κονίλης που λεγομένης φύεσθαι, 〈ἣ〉 ἡρακλεῶτις ὑπό τινῶν, ὑπὸ δὲ ἄλλων ὀρί‐ γανον προσαγορεύεται· (ἔστι δέ τις καλουμένη βοτάνη ὄνου | |
10 | πέταλα 〈ἃ〉 καὶ τὸ ὀρίγανον)· καὶ τὰ στρόμβια τῆς θύμ‐ βρης κάλλιστον εἰδέναι, καὶ οὐκ ἂν μή ποτε ὑγιὴς ὁ τούτῳ χρώμενος τῷ φαρμάκῳ διὰ πάντων ὀφθείη. 630—635. Ἐπίστασο δὲ καὶ τὴν ταῖς μικραῖς μηκωνίσιν ἐοικυῖαν ῥάμνον, τὸ λευκόν τε καὶ εὐαυξὲς παρέχουσαν | |
15 | ἄνθος, ἥν που φιλέταιρον μὲν ἄλλοι, φιλάλληλον δὲ ἄλλοι προσονομάζουσι· Λυδῶν εἰσι παῖδες οἱ τοῦτο λέγοντες (τοῦ Τμώλου δέ εἰσι μὲν οἱ Λυδοὶ πρόσοικοι, δείκνυται δὲ ὡς ἔστι παρ’ αὐτοῖς τὸ Γύγου σῆμα) καὶ οἱ τὸ Παρθένιον ἔτι μὴν οἰκοῦντες καὶ Κίλβιον ὄρος, ἔνθα εἰσὶν ἵππων | |
20 | ἀγέλαι καὶ νέμονται πολλαί, καὶ μέντοι καὶ 〈αἱ〉 τοῦ Καΰ‐ στρου πηγαὶ ἐντεῦθεν ἄρχονται. 636—647. Ἀλλά τοι καὶ ῥίζαι τυγχάνουσιν, αἳ τοὺς πληγέντας ὀνίνασιν, ἢν ὑπὸ ὄφεων δηχθῶσιν, καὶ περισῴ‐ ζουσι τοῦ κινδύνου, ἃς χρή σε παρ’ ἐμοῦ μαθόντα, δυνά‐ | |
25 | μεις τε δὴ τὰς τούτων καὶ τὰς θεραπείας ἔπειτα εἰδέναι, | |
55 | καὶ πρῶτον μὲν τὴν ἐχίειον βοτάνην οὕτω καλουμένην. Εἶδος δὲ οὐχ ἕν ἐστι τὸ ταύτης, ἀλλ’ ὑπάρχει δύο· ἡ μὲν οὖν ἑτέρα τούτων ἀγχούσῃ εἴκασται· ἔστι γὰρ τὰ φύλλα τραχύτερα καὶ οὐδὲ ἀνέχει πολὺ τῆς γῆς, οὐδὲ τοὺς κλά‐ | |
5 | δους εἰς πάχος αἰρομένους ἔχει· ἡ μέντοι ῥίζα ἐκτέταται, καὶ ἐπιπολὺ διήκει κατὰ τῆς γῆς κάτω· δασεῖα δὲ ἡ ἑτέρα καὶ σφόδρα εὔφυλλος, αἰρομένη τε εἰς ὕψος καὶ ἁδροὺς τρέφουσα τοὺς κλάδους, ἀνθεῖ δὲ οἷον ἡ πορφύρα, καὶ ἔστιν αὐτὴν ἰδεῖν οὐ πόρρω ἀνθοῦσαν τῆς βοτάνης ἧς ἐστι | |
10 | κάλχης τὸ ὄνομα· τὸ δὲ πρέμνον διασῷζον ἂν κατίδοις αὐτῆς τὴν ἐχίδνης μορφήν. Τούτων ἀμφοτέρων λαβὼν ἰσόσταθμον μοῖραν, καὶ ῥίζας ἀκάνθου, καὶ τοῦ ἠρυγγίου τὸν αὐτὸν ἐκείναις παρεχούσας σταθμόν, ἐμβαλὼν εἰς θυΐαν, ποίει λεπτά. Τοῦ μὲν δὴ συνάγειν ὁ καιρὸς τὰς | |
15 | ῥίζας ταῦτα τὸ ἔαρ ἔστω σοι, ὁ δὲ κομίζων ἀυτάς τις τραχὺς ὑπαρχέτω τόπος. Ἐπιτήδειον κατασκευάσεις ἐκ τούτων φάρμακον τοῖς ὑπὸ ὄφεων δηχθεῖσιν ἢ ἄλλων ἑρπετῶν. 648—655. Ὅτι δὲ τὸ ὀρινόν ἐστί τις βοτάνη, ὑπάρχει | |
20 | δὲ δὴ τραχεῖα, καὶ ὡς φύλλων τῇδε ἐπίκειται πλῆθος, γιγνώσκειν μοι δοκεῖς. Αὐτὴν τοίνυν ταύτην τὴν βοτάνην, καὶ τὸ σπειρόμενον ὧδε πρὸς τούτοις σέλινον (ὃ γίγνεσθαι μὲν ἐν Νεμέᾳ τὸ πρῶτον ἤρξατο, οὐδὲ πώποτε δὲ τῶν ἑαυτοῦ ἔρημον ὀφθῆναι φύλλων τοῦτο τὸ σέλινον δεδύνη‐ | |
25 | ται) καὶ διπλάσιον ἀννήσου σὺν αὐταῖς ταῖς ῥίζαις τούτων τὴν ὁλκὴν παρέχοντος, ὁ δυνάμενος κατὰ λόγον συναγα‐ γεῖν ταύτας ὁμοῦ πάσας καὶ κατασκευάσαι, ἕξει μὲν τοῖς ὑπὸ ἔχεων δηχθεῖσιν εὐπετῶς βοηθεῖν, ἕξει δὲ καὶ τοῖς πληγεῖσιν ὑπὸ τῶν σκορπίων, καὶ τοῖς τῶν φαλαγγίων | |
30 | ἁλῶναι πάθεσιν οὐ παραχωρήσει, ἢν μόνον κατασκευαζό‐ | |
μενον ἐπιμελῶς τύχῃ τοῦτο τὸ φάρμακον. Ἔστω δὲ τρί‐ | ||
56 | τον ὀβολοῦ σταθμὸς τὸ διδόμενον τῷ δηχθέντι καὶ εἰς οἶνον πιεῖν. 656—665. Χαμαιλέων βοτάνη λέγεται, καὶ ἔστι γένη δύο τῆς βοτάνης ταύτης, καὶ ὁ μὲν μέλανος χαμαιλέων γένους | |
5 | ἐς ἴσον ἔρχεται, τά τε φύλλα καὶ τὴν τραχύτητα ἐν αὑτῷ τοῦ σκολύμου φέρων, ῥίζαν δὲ μεγάλην ἅμα καὶ μέλαιναν ἔχει, γίγνεται δὲ ἐν ἀνηλίοις χωρίοις καὶ δυσβάτοις ἄλλως· ὁ δὲ ἕτερος ὁ τοῦ λευκοῦ χαμαιλέων γένους ὑψηλὸς μὲν ὁρᾶται, καὶ ἄνω τῆς γῆς οὗτος ὑπερέχων πολύ, ὡς ἑτέ‐ | |
10 | ρωσε δὲ κλινομένην καὶ βρίθουσαν δι’ ἀσθένειαν κάτω τὴν κεφαλὴν ἔχει, γλυκεῖαν δὲ παρέχει ἑαυτὴν ἡ ῥίζα γεύσασθαι καὶ οὐ πάνυ λευκήν. Ὠφελεῖ δὲ ὁ μὲν μέλας ἥκιστα χαμαιλέων, ὁ δὲ λευκὸς πάνυ, ἢν τά τε φύλλα καὶ τὸν φλοιὸν τῆς ῥίζης ὡς εἰς δραχμὴν κόψας, ἐπιχέας ὕδατι, | |
15 | δοίης οὕτω πιεῖν. 666—675. Ἀλκίβιον ἄλλη τις ἐνταῦθα κέκληται βοτάνη, ᾗ τοὔνομα μὲν ἐτέθη ἀπὸ τοῦ εὑρόντος. Δίδοται δὲ αὐτῆς τοσοῦτον μετ’ οἴνου, ἤν τις δεχθῇ, πιεῖν, ὁπόσον χεὶρ ἀνδρὸς δύναται δεξαμένη χωρεῖν. Περὶ δὲ ἀλκιβίου τὰ | |
20 | λεγόμενα ταῦτά ἐστιν· ὡς ἦν ἀνήρ, φησίν, Ἀλκίβιος καὶ ἐφίλει θήραν· περὶ δὲ τό τε Φαλάκραιον ὄρος καὶ Κρύμην καὶ Γράσσον, ἅπερ ἐστὶν ἄπεδα χωρία τῆς Τροίας, ὁ Ἀλκίβιος οὗτος ἐκυνηγέτει φιλοχωρῶν· ἐνταῦθα λέγουσι καὶ λειμῶνα δείκνυσθαι τοῦ δουρείου ἵππου. Κυνηγετοῦν‐ | |
25 | τος δ’ οὖν αὐτοῦ καὶ ἐπικελεύοντος τὴν Λάκαιναν ἐλθεῖν κύνα κατ’ αἰγὸς ἀγρίου, προελθούσης ὀλίγον τῆς κυνὸς καὶ κατὰ στίβον ἐρχομένης ἧς μετῄει θήρας, οἷα δὴ γίγ‐ νεται, ἡ Λάκαινα, οὐ γὰρ δὴ μεθίει τῆς ἄγρας ἑαυτὴν, παίεται ὑπ’ ἐχίδνης κατὰ τοῦ ῥαντῆρος, ὃς τοῦ τε ὀφθαλ‐ | |
30 | μοῦ μεταξὺ τυγχάνει καὶ τῆς ῥινός. Κλάγξασα μὲν οὖν ἥδε ἀποσείεται τὸ θηρίον, προσδραμοῦσα δὲ βοτάνῃ, μα‐ | |
σᾶται τῶν φύλλων τῆς βοτάνης καὶ διασῴζεται. Ἀλκίβιος | ||
57 | δ’ οὖν ἐπὶ τούτοις ἐλθὼν καὶ γνοὺς ἅπερ ᾔδει γενόμενα, ἀφ’ ἑαυτοῦ τῇ βοτάνῃ δίδωσιν τὴν προσηγορίαν, ὅτι αὐτὴν ἀγνοουμένην θεραπείας χάριν αὐτοῖς εἰς μέσον ἤγαγεν. 676—688. Ἀλλὰ καὶ φυτόν ἐστι κρότων οὕτω λεγόμε‐ | |
5 | νον, ὃ τὸν μὲν καρπὸν ὡς ἐλαίαν φέρει, κίκι δὲ ὀνομάζε‐ σθαι πρὸς τῶν πολλῶν κρατεῖ. Τούτου δὴ οὖν τὸν φλοιὸν χλωρὸν τοῦ κρότωνος, μελισσοφύλλου τε σὺν τοῖς φύλλοις, ὃ καὶ μελίλωτον λέγεται, ἅμ’ ἡλιοτροπίου τῆς βοτάνης κλάδοις 〈λαβέ〉 (ἐτέθη δὴ ἡλιοτρόπιον ταύτῃ τῇ βοτάνῃ | |
10 | τὸ ὄνομα, ὅτι δὴ πρὸς τὴν τοῦ ἡλίου τρέπεται διὰ παντὸς φοράν, καὶ οἷον ἐρῶσα τῆς ἀκτῖνος πρὸς αὐτὴν ἐκείνην τὴν ἀκτῖνα τοῖς τῇδε φύλλοις νένευκεν· καθάπερ καὶ τὴν ἐλαίαν ἔμπαλιν θέρους μὲν τὰ φύλλα τοῦ χειμῶνος ἔχειν, ἔμπαλιν δὲ τὰ τοῦ χειμῶνος ἐν τῷ θέρει στρέφειν 〈λέ‐ | |
15 | γουσι〉). Πεπίστευταί γε μὴν καὶ τὴν ῥίζαν τῆς κοτυληδό‐ νος μάλιστα ὠφελεῖν τοὺς παῖδας, ὁπόταν ὑπὸ χειμῶνος ῥήξεις τινὰς ὑπομείνωσιν ἢ χίμεθλα ἐπώδυνα, τὴν βοτά‐ νην αὐτοὺς τότε διαφορεῖν ταύτην. Ἔτι μὴν καὶ τῆς πυρί‐ τιδος τὰ φύλλα, ὁπόταν ᾖ χλωρά, καὶ ἣν σκολοπένδριον | |
20 | προσαγορεύουσι βοτάνην (ὁ καυλὸς ὁ ταύτης ὠφελιμώ‐ τατον) ἄθρει δή, καὶ ταύτην τὴν βοτάνην, ἧς ἐστιν εὑρε‐ τὴς Ἀσκληπιός, ὄνομα δὲ ἐπιλέγεται τὸ ταύτην πανά‐ κειον. Ἐν γὰρ δὴ τῇ χώρᾳ τῇ Φλεγυῶν, πλησίον Μέλανος τοῦ ποταμοῦ καὶ παρὰ τὸ χεῖλος διαγωνιζομένου τοῦ τῆς | |
25 | Ἀλκμήνης πρὸς τὴν ὕδραν παιδός, τιτρώσκεται παρὼν ἅμ’ αὐτῷ ὑπὸ τῆς ὕδρας ὁ Ἴφικλος, καὶ ὁ Ἀσλκηπιὸς αὐτόθεν λαβὼν τὴν βοτάνην ἐπαμύνει αὐτῷ βεβλημένῳ, καὶ οὕτως ἰᾶται. | |
689—699. Ἔστω σοι σπουδὴ βοηθεῖν καθάπαξ θέλοντι | ||
58 | καὶ τόδε εἰδέναι, τὰ τῆς γαλῆς δήπου σκυλάκια ἢ αὐτὴν ἐκείνην τὴν μητέρα ἢν ἀγρεύσας τύχῃς, ὡς ἔτι νεαρὰ τυγχάνει, τὰς τρίχας ἀφαιροῦ διὰ πυρὸς, εἶτα καθήρας ἐπιμελῶς τὸ σῶμα ταριχείᾳ δίδου, μετὰ δὲ ταῦτα αὐτὸ | |
5 | ἐν σκιᾷ ξήραινε καὶ ἄνευ ἡλίου, φυλαττόμενος ὀπτηθῆναι μή ποτε τῆς γαλῆς τὸ σῶμα ὑπὸ τῆς ἀκτῖνος· ἄμεινον γὰρ οὕτως. Οὐ μὴν ἀλλ’ ἐάν πέρ τινος θεραπείας εἰς χρείαν καταστῇς καὶ κάμνοντος ἀντιλαβέσθαι θελήσειας, αὐτόν ποτε πλήξαντος ἑρπετοῦ, τῆς ταριχευθείσης ἐκεί‐ | |
10 | νης καὶ ψυγείσης γαλῆς ἀποξέσας τοσοῦτον εἰς οἶνον δίδοθι τῷ δηχθέντι πιεῖν, ὁπόσον ἄν τις ἀποξέσας τυροῦ ἢ σιλ‐ φίου τινος ἐπιβάλοι ποτῷ. Μακρῷ γὰρ ἄριστον τοῦτο καὶ παντὸς ἐλεύθερον ἱκανόν φυλάξαι κινδύνου. 700—714. Ἱκανὸν δὲ ἐπαλεξῆσαι καὶ τὸ τῆς χελώνης | |
15 | αἷμα (χελώνης δὲ νῦν τῆς θαλασσίας, οὐ τῆς ἄλλης λέγω) καὶ ἀναριπῖσαι τοῦ κινδύνου οὗπερ εἴωθεν ἐπιφέρειν τῷ θνητῷ γένει τῶν ἀνθρώπων τὰ θανατηφόρα τῶν ἑρπε‐ τῶν. Κατὰ δὴ οὖν ταῦτα χρὴ πράττειν, τὸ ταύτης καὶ λαμβάνειν αἷμα· τὴν χελώνην τὸ μὲν πρῶτον ἐκβάλλειν | |
20 | δεῖ τῆς θαλάττης ἔξω, ἔπειτα τοὺς θαλαττουργοὺς αὐτὴν ἐκβαλόντας ἐπὶ τῆς ᾐόνος ἀναστρέφοντας μανθάνειν ὅπου ποτε ἔχοι τὴν κεφαλὴν αὐτή, χαλκέῳ δὲ ξίφει κεχρημέ‐ νους κατὰ δὴ τοῦ λαιμοῦ τοῦ ταύτης ὧδε ἐπάγειν τὴν σφαγήν· ἔστω δὲ τὸ ὑποδεχόμενον ἀγγεῖον τὸ ταύτης | |
25 | αἷμα κεράμεον καινόν· τοῦ τοίνυν αἵματος τῆς χελώνης τὸ μέν τι τοῦδε πήγνυται, τὸ δὲ οὐ πήγνυται, ἀλλὰ ὑδα‐ τῶδες εὑρίσκεται· τούτου τοίνυν τὸ μὲν ὑδατῶδες οὐκ ἔστι | |
χρήσιμον, τὸ δὲ παγὲν εἰ ξηρανθείη, ὡς τεσσάρων ὁλκὴν | ||
59 | δραχμῶν, τῇ σκευασίᾳ προσβάλλειν δεῖ ἀγρίου μετὰ κυ‐ μίνου δραχμῶν δήπου δύο, πυτίας τε λαγωοῦ δραχμῆς τὸ ἥμισυ· μιγέντα γὰρ ταῦτα εἰς οἶνον ὠφελεῖ διδόμενα, καὶ ἡ ποσότης τοῦ σταθμοῦ ὑπαρχέτω δραχμή. Καὶ ταῦτα | |
5 | μέν που πρὸς τοὺς ὑπὸ ὄφεων δηχθέντας ὠφελιμώτατα. 715—725. Ὡς δὲ καὶ τὸ τῶν φαλαγγίων ἐστὶν ἐπιβλα‐ βὲς γένος καὶ τὸ δῆγμα αὐτῶν οὐχ οἷόν τε εἶναι μὴ πονη‐ ρόν, εἰδότι σοι καὶ ταῦτα διεξελεύσομαι. Ἔστι δ’ οὖν ὁ φάλαγξ τὴν χροιάν ποτε μὲν ζοφώδης καθ’ ἑαυτόν, ποτὲ | |
10 | δὲ ῥαγὸς τὴν χροιὰν σταφυλῆς ἐπανθοῦσαν φέρει, τὴν γαστέρα ἔχων ἐν τῷ μέσῳ, τοὺς ὀδόντας αὐτῆς πλησίον που καὶ τραχεῖς τῆς γαστρὸς προκειμένους φαίνει· ἐπαλ‐ λήλοις μὲν χρῆται βαδίζων τοῖς ποσίν, τὸ δὲ δῆγμα αὐτοῦ ὀδύνην οὐ ποιεῖ, οὐδὲ ἴχνος ἡ πληγὴ δείκνυσιν. Τοῦ μέν‐ | |
15 | τοι δηχθέντος ὑπὸ φαλαγγίου φοινίσσονται μὲν αἱ πα‐ ρειαί, φρίκη δὲ κατὰ παντὸς αὐτοῦ τοῦ σώματος χωρεῖ· σπασμοὶ δὲ περὶ τὰ αἰδοῖα σύντονοι γίγνονται, καὶ αἷμα ἀπουρεῖ πολλάκις· νάρκα τε ἐπὶ τούτοις ἴσχει τὰ περὶ τὰ σκέλη, καὶ ἀπὸ τῶν ἰσχίων τοῦτο ἄρχεται τὸ δεινόν. | |
20 | 725—733. Τοῦ δὲ ἀστερίου τὸ εἶδός ἐστί που τοιόνδε· ποικίλαι κατὰ τοῦ νώτου παντὸς αὐτοῦ διήκουσι γραμ‐ μαί· ἔπειτα ἐὰν προσάψηται ἀνθρώπου σώματι, φρίκην τε καὶ ταύτην λεπτὴν καὶ καρηβαρίαν, ἅμα τούτῳ καὶ παράλυσιν τῶν γονάτων ὁ ἀστέριος οὗτος φάλαγξ εἴληχεν | |
25 | ἐμποιεῖν. Ἀλλὰ μὴν καὶ τὸ κυάνεον οὕτω καλούμενον φαλάγγιον τοιοῦτόν ἐστιν τὸ εἶδος οἷον καὶ τὸ χρῶμα κυάνεον· πα‐ ρέχεται δὲ μέγεθος μὲν οὐδὲν τοῦτο οὐδέ ἐστιν βραδύ, καὶ πεφύκασι τρίχες ἐξ αὐτοῦ, καὶ ἐὰν πλήξῃ, τὴν καρδίαν | |
30 | τοῦτο ὀδυνᾶσθαι ποιεῖ, καὶ ὡς νύκτα ὁρᾶν, καὶ ἐπιγίγνε‐ ται τοῦ πληγέντος τοῖς κροτάφοις βάρος, συνεχεῖς τε ἔμετοι καὶ λεπτοὶ καὶ ἐπὶ πᾶσιν ὁ θάνατος τὸν πληγέντα | |
ἴσχει. | ||
60 | 734—746. Ὁ μέντοι ἀγρώστης οὗτος ἔοικε τὴν μορφὴν τῷ λύκῳ, ὁ δέ γε λύκος οὗτος οὐδὲν πλὴν μυίας ἀναιρεῖ, ὁ δὲ ἀγρώστης μέλιττας, ψῆνας καὶ μύωπας, καὶ ὅσα τούτων ἀδελφὰ διόλλυσιν γένη. Δρᾷ δὲ οὐδέποτε οὐδὲν | |
5 | δεινὸν ὑπ’ αὐτοῦ τὸν πληγέντα ἄρα ὁ ἀγρώστης οὗτος. Σφήκειον, τὸ καὶ καλούμενον δύσδηρι, τὴν μὲν χροιὰν πυρρόν ἐστι, καὶ ὡς σφηκὸς φέρει· εἰσὶ δὲ οἱ σφῆκες θρα‐ σεῖς καὶ τῶν γειναμένων αὐτοὺς ἵππων ἐπαγομένην ἔχου‐ σι τὴν ἀλαζονείαν· ἐξ ἱππίων μὲν γὰρ σφῆκες σωμάτων | |
10 | γίγνονται, τὰς δὲ μελίττας ὁμοίως τὰ τῶν μόσχων ποιεῖ· τὰ δὲ ἔργα ἑκατέρων τῶν γενῶν εἰς ἑκάτερον αὐτοῖν ὁρᾷ τοῖν γεννησαμένοιν. Τὸ μέντοι δῆγμα τοῦ σφηκείου τού‐ του φλεγμονὴν γενναίαν ἐπιφέρει, εἶτα τρόμον, ἐπὶ τού‐ τοις καὶ ὀλιγωρίαν, καὶ τὸ μηδὲν ἰσχύειν ἔτι ἐπ’ αὐτὸν | |
15 | ἔρχεται, ὅτε ὕπνος αὐτὸν κατὰ βραχὺ πρὸς ἑαυτὸν ἕλκων τῷ θανάτῳ παραδίδωσιν λεληθότως ἄγειν. 747—758. Ἐχόμενον δὲ δὴ τούτων ἐστὶν ἄλλο φαλάγ‐ γιον, καὶ καλοῦσιν αὐτὸ μυρμήκιον διότι ἐστὶ παρεοικὸς τῷ μύρμηκι τοῦτο· πυρρὸν δὲ ἔχει μὲν τὸν αὐχένα, τὸ δὲ | |
20 | ἄλλο αὐτοῦ σῶμα πᾶν ζοφῶδες τυγχάνει καὶ δείκνυνται ἀστέρες ἐπ’ αὐτοῦ· κεφαλὴ δὲ ἄνευ τῶν ἀστέρων ἐοικυῖα δείκνυται τῷ λοιπῷ σώματι. Ἔστι μέντοι αὐτοῦ τὸ δῆγμα ἐπαλγὲς καὶ παραπλήσιον τοῖς τῶν ἄλλων. Ἐπὶ τούτοις ἐστὶ φαλάγγιον τὸ μὲν χρῶμα κανθάρου | |
25 | παρέχον, ἄλλως δὲ οὐ μέγα· ἐν τῇ Αἰγύπτου περὶ τὰ σπέρματα τούτου πλῆθός ἐστι πολύ, καὶ τοῖς θερίζουσιν ἐμφύεται καὶ ὀδύνην παρέχει τὸ δῆγμα· φλυκταινῶν τε γὰρ ἐπαναστάσεις τὸν δηχθέντα ἴσχουσιν ἰσχυραί, καὶ ἡ καρδία πηδᾷ, καὶ φρονεῖ ἀλλοῖα, καὶ φθέγγεται μανικόν, | |
30 | καὶ οὐ μόνον ἡ γλῶττα τοῦτο, ἀλλὰ καὶ οἱ ὀφθαλμοὶ ὑπόθερμόν τι καὶ μανικὸν τοιοῦτον βλέπουσι. 759—768. Τοὺς κεφαλοκρούστας οἳ λέγονται ἡ Αἴγυπ‐ | |
τος τρέφει· εἰσὶ δὲ οἱ κεφαλοκροῦσται παραπλήσιοι τῇ | ||
61 | φαλλαίνῃ· αὕτη δὲ μεταδιώκει μὲν ἀεὶ τὸ τοῦ λύχνου φέγγος, ἔρχεται δὲ δειπνούντων ἤδε καὶ κατὰ τὴν ὥραν ἐν ᾗπερ ὁ δρόμος ἄρχεται τῆς νυκτός. Ἔχει δὲ ὁ κεφαλο‐ κρούστης τὰ μὲν πτερὰ στενὰ καὶ χλωρά, καὶ οἷα κεκονι‐ | |
5 | μένην τὴν χροιὰν ἔχοντα· κεκονιμένας τοιγαροῦν τὰς χεῖ‐ ρας ἴδοις ἂν πολλάκις τοῦ προσαψαμένου τοῦ κρανοκολάπ‐ του (οὕτω γὰρ ἀυτὸν καλοῦσιν οἱ ἐπιχώριοι). Γεννᾶται μὲν οὖν οὗτος ὑπὸ ταῖς περσείαις, τὴν δὲ κεφαλὴν κεκλι‐ μένην ὡς ἑτέρωσ〈ε〉 ἔχει, καὶ ἐπ’ αὐτῆς ἀνέχει τὸ κέν‐ | |
10 | τρον, καὶ κρύπτειν αὐτὸ πειρᾶται ὑπὸ τὸν αὐχένα. Βαρύ‐ νεται μέντοι τὴν γαστέρα καὶ τὸ πλῆγμα αὐτοῦ εὐπετῶς εἰς θάνατον φέρει. 769—804. Τὰ δὲ δὴ κατὰ τοὺς σκορπίους (λεκτέον γὰρ ἤδη περὶ αὐτῶν τοιαῦτα, ἅττα ἐστίν), κέντρα ἔχουσιν, οἷς | |
15 | παίουσι, καὶ λίαν ἀλγοῦσιν οἱ πληγέντες· ἔπειτα δὴ τού‐ των ὁ μέν ἐστι λευκός, βλαβερὸς δὲ ἧσσον. Ὁ δέ γέ τοι πυρρὸς ὡς ὅτι μάλιστα ἐπώδυνος· τὸ γὰρ πλῆγμα οἷον ἀπὸ τοῦ πυρὸς καιόμενον τὸν πληγέντα εἰς αἴσθησιν ἄγει καὶ φλεγόμενόν τε ἔστιν ἰδεῖν δεινῶς ὑπὸ δίψους αὐτὸν καὶ | |
20 | ἀπολλύμενον. Ὁ δὲ δὴ τρίτος, ὃν ζοφόεντα κεκλήκασιν, οἶμαι (ἔστι γὰρ τοιοῦτος), μεγάλων ἐμπίμπλησι τοὺς πλη‐ γέντας κακῶν· ὀδυνῶνται γὰρ πάνυ σφόδρα καὶ παραπαίου‐ σιν οἱ τοιοῦτοι καὶ γελῶσιν πλατύ. Ἐὰν δὲ ὁ χλωρὸς οὗτος πλήξας τύχῃ τινά, ὄψει δὴ καὶ τοῦτον ἐχόμενον μεγάλῃ | |
25 | μὲν φρίκῃ καὶ οἷον ἀπὸ χαλάζης ἐπαιωρηθείσῃ ἢν δὲ καὶ ὅταν ὁ ἥλιος αὐτὸς ὢν οὗτος ἑαυτοῦ θερμότερος τύχῃ, ὑπὸ τῷ τοῦ σκορπίου τις τῷ τούτου πλήγματι γένηται, οὐκ ἂν μὴ ῥιγῶντα καὶ τοῦτον ὡς χειμῶνος ὄψει. Τὸ μέντοι κέντρον αὐτοῦ κοπίδι ἔοικεν, καὶ ἐννέα εἰσὶ τοῦ | |
30 | νώτου ἄχρι τῆς ἄκρας οἱ σφόνδυλοι. Ὁ δὲ ἐμπέλιος τῶν σκορπίων γαστέρα μὲν μεγάλην ἔχει, ποηφάγος δέ ἐστιν | |
ἄλλως καὶ σιτεῖται τὴν γῆν· τὸ δὲ τοῦ πλήγματος αὐτοῦ | ||
62 | λιμὸν ἐμποιῆσαι ὁτῳοῦν βαρύτατόν ἐστιν. Σκέψαι δὴ καὶ τοῦτον τὸν σκορπίον ὡς προσφερής ἐστι τῷ καρκίνῳ, οὗ τὴν νομὴν ἴσασιν ὑποδεχόμενοι αὐτὸν πολλοὶ τῆς θαλάτ‐ της αἰγιαλοί. Παγούρῳ δὲ ἔοικεν ὅδε τῷ καὶ πετραίῳ | |
5 | καρκίνῳ προσαγορευθέντι ὁ σκορπίος πάντῃ. Βαρεῖται δ’ οὖν οὗτος ὑπὸ σαρκῶν, καί ἐστὶ ταῖς χηλαῖς κατά‐ σκληρος, καθάπερ ἐκεῖνος ὁ καρκῖνος· μεταβάλλει[ν] γὰρ οὗτος αὑτόν, καὶ σκορπίον ἐκ καρκίνου γίγνεσθαι, ἁλιέων παῖδες ἡμᾶς διδάσκουσι ταῦτα. Ἐπειδὰν γάρ, φασίν, οἱ | |
10 | καρκῖνοι ἐναλλάξωσι τὴν δίαιταν, καὶ τῆς θαλάττης καὶ πετρῶν καὶ βρύων τῶν ἐν τῇ θαλάττῃ ἀναγκασθῶσιν ἐκ‐ χωρῆσαι, πάσχουσιν δὲ αὐτὸ δικτύοις περιβαλλόμενοι, καὶ ἔξω φέρονται βίᾳ ὑπὸ τῶν τὸν ἰχθὺν 〈τὸν〉 δεῦρο ποιουμέ‐ νων θήραν, ἐνταῦθα ἔξω γενόμενοι, καὶ μετασχόντες τῶν | |
15 | ἐν τῇ γῇ, ἔπειτα κατά τινων ἐλθόντες φωλεῶν καὶ δύντες ἀποθανόντες οὐκ εἰς μακρὰν σκορπίους ἐκ τῶν ἐλύτρων ἀνῆκαν φέρεσθαι τῶν ἑαυτῶν. Λωβῶνται μέντοι τὸ σῶμα ἤν τινος ψαύσωσιν ἠρκότες τὸ κέντρον. Μελίχλωρός ἐστιν σκορπίος καὶ ὀνομάζεται ἀπὸ τούτου· ἔχει γὰρ τὴν χροιὰν | |
20 | κηρίνην καὶ τὸ ἄκρον μελαίνεται τῆς οὐρᾶς. Ἔστι δὲ τὸ δῆγμα χαλεπὸς μὲν πᾶσιν οὗτος, μάλιστα δὲ παισί, καὶ εἰς τὸν θάνατον τοὺς παῖδας παρὰ μικρὸν ἄγει. Οὗτος οὖν ὁ σκορπίος—καὶ γὰρ πτερὰ ἔχει—καθίπταται τῶν πυρῶν, καὶ νέμεται τούτους καθάπερ ἡ ἀκρίς. Τῆς δὲ | |
25 | Καρίας ἐν Πηδάσοις ὁ σκορπίος οὗτος καὶ παρὰ τὸν Κισ‐ σὸν ταύτῃ που γίνεται [τὸ χωρίον]. 805—816. Ἐπίσταμαι δὲ κἀκεῖνο, ὅπως ἂν ἀπέλθοι θεραπευθεὶς καὶ ὁ πληγεὶς ὑπὸ τοῦ βέμβικος. Ὁ γὰρ βέμβιξ οὗτος τυγχάνει μὲν τὸ πλῆγμα ὡς ὅτι μάλιστα | |
30 | ἐπώδυνος, ἀποθνήσκει δὲ παραυτίκα ὅτι τὸ κέντρον ἐξε‐ | |
63 | ρύσαι πλήξας ἔτι οὐχ οἷός τέ ἐστιν, ὥσπερ οὖν οὐδὲ αἱ μέλιτται διαφυγγάνουσι τὸν θάνατον ἀποβαλοῦσαι τὸ κέν‐ τρον αὐτίκα 〈ἀπὸ〉 τοῦ πλῆξαι, ἀμύνασθαί σφισιν τὸν μελιττουργὸν αὐταῖς ἐπειδὰν δεήσῃ· οὕτως οὐδὲ ὁ βέμ‐ | |
5 | βιξ ἄρα τοῦ κέντρου στερηθεὶς ἔτι ζῆν δύναται, ἀνώλε‐ θρος μὲν γὰρ διαμένει περισῴζων αὐτό, ἄκεντρος δὲ ἐπει‐ δὰν γένηται, ὁ θάνατος ἐπιλαμβάνει αὐτόν τε ὁμοίως καὶ μελίττας ἀποβαλούσας ἐν τῷ πλήττειν καὶ ταύτας τὸ κέντρον. | |
10 | Οἶδα δὲ ὡσαύτως ἐγὼ καὶ ὁ ἴουλος μὲν ὅπως πλήττει, ὅπως δέ γε ὁ σφήξ, καὶ ἰάσαιτ’ ἄν τις ὅπως αὐτά, καὶ τὸ τῆς τενθρηδόνος κέντρον καὶ τὸ τῆς ἀμφικεφάλου σκο‐ λοπένδρης δῆγμα, ἣ καθ’ ὁποτέραιν ἂν τρώσασα τύχῃ ταῖν κεφαλαῖν, πολλάκις ἀναιρεῖ. Ἔχει δὲ συνεχεῖς τοὺς πό‐ | |
15 | δας καὶ ἔοικεν ἐρεττομένῃ πολλῶν ὑπὸ κωπῶν ἥδε κινου‐ μένη νηΐ. Τυφλὴ δέ ἐστιν ἡ μυγάλη φύσει, ὀλέθριόν τε τὸ ταύτης τοῖς ἀνθρώποις ἐστὶ καὶ ἀναιρεῖ δῆγμα· λόγος δὲ καὶ ταύτην ἀπόλλυσθαι ἁμάξης ἢν τύχῃ παρελθούσης ἐπιστῇ | |
20 | τοῦ ἴχνους ἡ μυγαλῆ ὁπόθεν ὁ τροχὸς διέρχεται. 817—827. Περὶ δὲ τῆς σηπὸς ἣν οὕτω λέγουσι· ὑπόχαλ‐ κός ἐστι τὴν ἰδέαν, σαύρας δὲ οἷον ἂν ἴδοις τῆς μικρᾶς ἐστι τὸ μέγεθος αὐτῆς καὶ τὸ δῆγμα ὁμοίως πονηρόν. Χαλεπὸν δέ ἐστιν θηρίον καὶ ἡ καλουμένη σαλαμάνδρα· | |
25 | ἀδικεῖται δ’ οὖν ὑπὸ πυρὸς οὐδέν, ἀλλὰ ἐν τούτῳ διαιτᾶ‐ ται καὶ μένει παρὰ τῷ πυρὶ καὶ διεξέρχεται ἀβλαβῶς, καὶ τὸ δέρμα ἡ σαλαμάνδρα πᾶν κατάστικτον ἔχει. Καὶ ὁ βυθὸς τρέφει τῆς θαλάττης ζῶα καὶ λυμαίνεται τῶν ζώων τούτων τοῖς ἀνθρώποις τινά· ἡ τοίνυν σμύραινα | |
30 | τοῖς ὀδοῦσι κακὰ ἐργάζεται, καὶ οἱ πάσχοντες ὑπ’ αὐτῆς εἰσιν οἱ ἁλιεῖς τὰ δεινά. Μετὰ γὰρ τὴν θήραν ἐξορμῶσα καὶ 〈ἐξ〉 οὗπερ ἐτάχθη πολλάκις κατὰ χώραν πλοιαρίου | |
μένειν, ἐμφύει τοὺς ὀδόντας τοῦ ἀσπαλιευτοῦ τῷ σώματι, | ||
64 | ἵναπερ ἂν τύχῃ. Λέγεται μέντοι περὶ τῆς σμυραίνης ἄρα καὶ ὅδε ὁ λόγος, ὅτι δὴ τὰς ἐν τῇ θαλάττῃ καταλιμπά‐ νουσα διατριβάς, ἐπὶ 〈τὰ〉 τῆς γῆς ἔξω [καὶ τὰ τῆς γῆς] πάλιν χωρία τρέπεται ἔρχεταί τε εἰς ὁμιλίαν, καὶ φοιτᾷ | |
5 | παρὰ τὸν ἔχιν, οἷον ἐρωμένη πρὸς ἐραστήν. 828—836. Καὶ μὲν δὴ τὸν πληγέντα εἰς θάνατον ὑπὸ τῆς τρυγόνος ἐπίσταμαι σῴζειν, ἐπίσταμαι δὲ καὶ δρά‐ κοντος ἐξαρπάζειν ὕπο τὸν τυπέντα δεινῶς· ἀλλ’ οὐκ ἐκεί‐ νου τοῦ ἐν τῇ γῇ λέγω δράκοντος, ἀλλὰ τοῦ ἐνύδρου. | |
10 | Πλήττουσι δὲ ἐνσχεθέντων ἐπειδὰν τοῖς δυκτύοις ἀπαρα‐ φυλάκτως τινές ποτε προσάψωνται τῶν ἐνύδρων· αὐαν‐ θείη μέντ’ ἂν καὶ φυτὸν καὶ φύλλων ἔρημον κατασταίη, κἂν πάνυ εὐθα[λ]λῇ, τρυγόνος αὐτοῦ κατὰ τοῦ πρέμνου ἐμπαγέντος κέντρου· ὑπὸ τοῦ ἡλίου πιστεύσειεν ἄν τις | |
15 | αὐτὸ γεγονέναι ξηρόν, ἐνορῶν τοῖς κλάδοις· τὸν αὐτὸν δὴ τρόπον καὶ αἱ τοῦ τυπέντος σάρκες ὑπὸ τῆς τρυγόνος οὐκ εἰς μακρὰν διαφθείρονται. Ἔχει δέ τις λόγος ὧδε καὶ τὸν τοῦ Λαέρτου πληγέντα τρυγόνος ὑπὸ θαλαττίας κέντρῳ ὑπὸ Τηλεγόνου ἀποθανεῖν. | |
20 | 837—847. Καθ’ ἕκαστον τοίνυν, ὧς οἷόν τε, 〈περὶ〉 τῶν πρὸς ταῦτα βοηθημάτων τοὐντεῦθεν λεκτέον τῶν δυσχε‐ ρῶν· εἴη δ’ ἂν ἔχουσα ἡ ἄγχουσα οἰκείως πρὸς τὴν τῶν λεχθέντων βοήθειαν, ἡ τὰ φύλλα τοῖς φύλλοις τῆς θριδα‐ κίνης μιμουμένη, εἰ μετὰ τῆς πενταφύλλου ἐπιλεγομένης | |
25 | λαμβάνοιτο, καὶ τοῦ ἐρυθροῦ τῆς βάτου γιγνομένου καρ‐ ποῦ, ἄρκτιόν τε ἡ βοτάνη καὶ ὀξαλίς, ἠδὲ καὶ ἡ τὸ ὅρμε‐ νον φέρουσα πρὸς τούτοις λύκαψος, κιχαμός τε ἐν αὐταῖς καὶ τὸ ὀρίδαλλον, καὶ ἡ χαμαίπιτυς, τῆς τε δρυὸς ὁ φλοιὸς ἅμα ταῖς ῥηθείσαις εἰ μιγείη, καὶ καύκαλις ἔτι μὴν καὶ | |
30 | σπέρμα ὁμοίως σταφυλίνου, καὶ καρπὸς τερμίνθου χλω‐ ρὸς καὶ φῦκος ἄβροχον θαλάττιον καὶ τὸ ἀδίαντον καθα‐ | |
ρόν· τοῦτο δὲ ἐν ᾧ μὴ ὕει εἰ συμβάλλοις καιρῷ· ὕοντος | ||
65 | δὲ τὸ ἀδίαντον ἀπέχου συνάγειν· ἐπὶ τοῖς φύλλοις ἐνιζά‐ νειν τούτου δὲ ὁ ὄμβρος πέφυκεν. 848—859. Ἀλλὰ γάρ τοι καὶ τὸ σμύρνιον ἀνθοῦν διηνε‐ κῶς οἰκείως ἔχον εὕροις ἂν εἰς τὴν τούτων χρείαν, καὶ | |
5 | τὴν ἀεὶ θέρεσθαι ὑπὸ τοῦ ἡλίου φλεγομένην ἠρυγγίου ῥίζαν. Ἔτι μὴν καὶ ἡ καχρυφόρος λιβανωτὶς ὡσαύτως ὠφελεῖ, καὶ 〈ἡ〉 ἀπαρίνη σὺν ταῖς ἄλλαις καὶ ἡ κολυβάτεια καὶ μήκων ὁμοίως ἡ βοτάνη, καὶ ἄλλη θυλακὶς λεγομένη καὶ πεπλῖτις ἄλλη βοηθεῖν ἱκαναί. Κλῶνές τε δὴ κράδης | |
10 | ἀρτιφυεῖς ὅλοι ὄλυνθοί τε ἐρινεοῦ, οἳ πρὸ τῆς ὀπώρας πεπαίνονται, εἰσὶν ἐπωφελεῖς. Παραληφθείη δ’ ἂν ὑπό σου εἰς ταῦτα καὶ ἡ πυράκανθος, ἄνθος τε δὴ φλόμου τῆς βοτάνης, αἰγιλοπός τε μετὰ τούτων καὶ χελιδόνιον δαῦκός τε ὁμοίως, εἶτα πρὸς ταῖσδε δὴ βρυωνίας ῥίζα, | |
15 | ἣ τήν τε ἔφηλιν καὶ τὰς λευκὰς τὰς ἀπηχθημένας ταῖς γυναιξίν, ὅτι μὴν τοῦ κάλλους παραιροῦνται, ὑπὸ φύσεως ἔλαχεν ἀπαλλάττειν. 860—872. Περιστερεὼν δέ τις οὖσα κέκληται βοτάνη καὶ ῥάμνος οὕτω φυτόν τι προσαγορεύεται· τοὺς κλάδους | |
20 | ἅμα τῇδε τῇ βοτάνῃ τῆς ῥάμνου λάμβανε· ἀγαθὴ γάρ ἐστιν οὐ μόνον ἀρήγειν τοῖς δηχθεῖσιν, ἀλλὰ καὶ παντοίας ἄσης σχεδὸν ἀπαλλάττειν ἐστὶ ῥάμνος ἀνθρώπους ἱκανή. Ἔτι μὴν καὶ ἡ παρθένιος, ἐπειδὰν ἐν ἄνθει οὔσης αὐτῆς τοῖς κλάδοις προσχρήσῃ, πρόσφορον γίγνεται εἰς τὸ σῴ‐ | |
25 | ζειν. Φύεται δὲ εἰς πλῆθος ἡ μίλτος παρὰ τοῖς Βοιωτοῖς, καὶ ὄνομα τῇδε ἐπιτεθείκασι νηπενθής, ὅτι περιορᾶν οὐχ οἵα τέ ἐστιν ἀνθρώπους ὅλως κρατουμένους λύπῃ, ἀλλὰ | |
ὑπεξάγει τῆς μνήμης τῶν δεινῶν εἰς λήθην ἕλκουσα κατὰ | ||
66 | μικρόν, ἔπειτα τὴν ψυχὴν εἰς τὸ τῆς εὐφροσύνης ἀγαγοῦ‐ σα ἔστησεν παρ’ αὐτὰ χαίρουσαν χωρίον. Ὁ δέ γε ἄγριος σικυὸς πικρὰν μὲν τὴν ῥίζαν τοῖς γευομένοις παρέχεται, τοῖς δὲ διαχωροῦσαν μηδαμὰ ἔχουσι τὴν γαστέρα πάνυ | |
5 | ἐπωφελής· ὑπεκλύει γοῦν ἐπιδοθεῖσα ἡ ῥίζα, καὶ διακα‐ θήρασα τὸν κακοπαθοῦντα ἐπὶ τὸ κατὰ φύσιν αὐτὸν παν‐ τελῶς ἤγαγεν, καὶ ὁ καρπὸς τοῦ παλιούρου, ἀλλὰ τοῦ τραχέος, νεωστὶ ἀνθοῦντος, σὺν αὐτοῖς τῆς ῥοιᾶς τοῖς ἄνθεσιν καὶ αὐτοῖς τοῖς φύλλοις, καὶ ὕσγινος ἡ βοτάνη, | |
10 | ὑσσωπόν τε ἐπὶ τούτοις καὶ ὄνωνις πάλιν (πολύκλωνος δέ ἐστιν ἱκανῶς ἡ ὄνωνις ἥδε καὶ ἥδεσθαι τοὺς ὁρῶντας αὐτὴν ἀπὸ τούτου ποιεῖ). 873—880. Ἔστω δὴ καὶ φύλλα τηλεφίου καὶ νεωστὶ πεφυτευμένης ἐν βότρυσιν ἡμερίδος κλῆμα, σπέρμα τε | |
15 | κορίου τῆς ἀγρίας καὶ σκόροδον καὶ ἡ τὰ φύλλα τὰ λεπτὰ ἔχουσα κόνυζα· κάρδαμόν τε ἐπὶ τούτοις περσικὸν πῖνε· πίνων γὰρ πείσει φλαῦρον οὐδέν. Ἔστι δὲ πεπερίνου τὸ φυτόν, ἀφ’ οὗ τὸ πέπερι· τὰ φύλλα τούτου κόψας μετὰ πάντων σῶχε. Γλήχων δὲ ἡ πλεῖστα τὰ ἄνθη φέρουσα, | |
20 | καὶ σίνηπι, ἐπί τε τούτοις καὶ ἡ στρύχνος ὁμοίως διασῴ‐ ζειν ἱκανὰ καὶ ταῦτα τοὺς τρωθέντας ἐστί. Ἄγε δὴ καὶ τὸ ἐν τοῖς κήποις αὖθις γιγνόμενον πράσον καὶ σπέρμα κνίδης νῦν ἐγὼ τῆς βοτάνης λέγω, ἐκείνης ἄρα τῆς βοτάνης, ἧς οἱ παῖδες, ἐπειδὰν παίζωσι κατ’ ἀλ‐ | |
25 | λήλων ἐρχόμενοι, σφᾶς παίουσι τοῖς φύλλοις, καὶ γέλωτα δὴ τὸ ἐντεῦθεν αὐτοί τε ἔχουσιν οἱ παίζοντες, καὶ σφᾶς τοῖς ὁρῶσι παρέχουσιν, ὅτι προσαψαμένης αὐτοῖς ὁπω‐ σοῦν οἱ παῖδες τῆς βοτάνης ταύτης γελῶντες ἀνιῶνται δῆθεν. | |
30 | 881—886. Καὶ μέντοι καὶ ἡ λευκοτάτη κεφαλὴ τῆς σκίλλης, καὶ τῶν βολβῶν τὰ ξηρά, καὶ ἧς τὸ ὄνομα δρα‐ | |
κοντίας βοτάνης καυλεῖα καὶ ἀσπάραγος ἣ φύεται πλη‐ | ||
67 | σίον τῆς ῥάμνου καὶ αὐτῆς τῆς ῥάμνου ἀσπάραγος, εἶτα καὶ ὁ καρπὸς τῆς πεύκης, ὥς ἐστιν οὗτος νεαρὸς καὶ συ‐ νεστραμμένος ἐπαιωρούμενος τοῖς κλάδοις. Τυγχάνει μέν τοί τις βοτάνη, καὶ τῷ κέντρῳ παρέοικεν | |
5 | ἡ ταύτης τοῦ σκορπίου ῥίζα, ἣ σκορπίου μὲν ὕπο τοὺς τρωθέντας οὐκ ἐᾷ σίνεσθαι, ἀλλὰ θεραπεύει· καλοῦσί γε μὴν σκορπίουρον τὴν βοτάνην τήνδε, ὅτι τοῦ θηρίου τού‐ του τῷ κέντρῳ ἔοικε τὴν ῥίζαν. 887—906. Ἑτέρα δὲ πάλιν τυγχάνει κἀνταῦθα βοτάνη, | |
10 | καὶ καλεῖται σίδη. Ὁ καρπὸς ὁ ταύτης κόκκοι εἰσίν· ὑπάρχουσι δὲ ἐρυθροί, καὶ γίγνεται ἡ βοτάνη, ἡ τῆς Βοιω‐ τίας μὲν ἐν Ψαμάθῃ, παρὰ δὲ ποταμὸν ὃν πρότερον μὲν Σχοινέον οἱ πάλαι ἐκάλουν, Ἰσμηνὸν δὲ οἱ ἐπιχώριοι μετὰ ταῦτα αὐτῷ ὄνομα ἔθεντο· παρὰ τοῦτον φύεται πολλὴ τὸν | |
15 | Ἰσμηνὸν ἡ σίδη. 〈Καὶ〉 μὴν καὶ ἡ Ἰνδῶν ὁπόσα γῆ καὶ ὁ Χοάσπης ποταμὸς ἀρώματα φέρει σὺν ταύταις μίγνυε, καὶ πιστακίων ἀκρέμονας (ταῖς σμικραῖς ἀμυγδάλαις ὁ τῶν πιστακίων πως παρέοικε καρπός)· καυκαλίδες τε καὶ μύρτα καὶ ἄρμινθος ἡ βοτάνη καὶ μάραθον χλωρόν· ἔτι | |
20 | μὲν τοῖσδε παρέστω σοι καὶ ἐρύσιμος βοτάνη καὶ τῶν ἀγρίων ἐρεβίνθων ὁ καρπὸς βαλλέσθω σὺν αὐτοῖς τοῖς κλάδοις (ὀδμὴν δὲ βαρεῖαν ὁ ἄγριος οὗτος ἐρέβινθος ἔχει, καί ἐστιν ἐπαχθής) σισύμβριόν τε δὴ καὶ τοῦτο ἐπειδὰν ἐν τῇ ὥρᾳ τοῦ ἄνθους γένηται· ὠφελιμότατον γὰρ τοῖς | |
25 | τρωθεῖσιν καθίσταται λίαν. Ἀτὰρ οὖν δὴ καὶ τὸ μελίλω‐ τον ἐξ ὑπογύου συγκομισθὲν καὶ ἡ οἰνάνθη δὲ [τοῦ ἀν‐ θεῖν] ἐπειδὰν καὶ ἥδε ἐντὸς ᾖ τοῦ τῆς ὥρας ἄνθους (βο‐ τάνη δέ ἐστιν ἡ οἱνάνθη καὶ φιλεῖται ὑπὸ τῶν αἰπόλων, ὅτι τοὺς αἶγάς ἐστιν, οἶμαι, πιαίνειν ἱκανὴ εἰς τροφὴν | |
30 | παραβαλλομένη τοῖς κτήνεσι τούτοις ἡ οἰνάνθη αὕτη), | |
68 | λυχνίς τε ἅμ’ αὐταῖς καὶ θρυαλλίς (βοτάναι δὲ ἄμφω) ῥόδον τε δὴ καὶ ἡ τὸν πλεῖστον κομιδῇ καρπὸν κομίζου‐ σαν ἣν ὀνομάζουσι λευκόϊον ἐν λόγῳ ὑπό σου γιγνέσθω. Ἀλλὰ γὰρ ταττέσθω πρὸς ταῖς οὔσαις καὶ ἡ λεγομένη | |
5 | ψίλωθρον παρ’ ἐνίων πόα, καὶ ᾗ τὸ ὄνομα ὑάκινθος ἐτέθη βοτάνη ἀνθοῦσα τοῖς ἐν τῇ χρείᾳ τῇ τούτων τυγχάνει προσφερής· φιλοθρηνὴς δὲ ὑπ’ ἐνίων ἡ αὐτὴ λέγεται, καὶ τίνος ἕνεκα λέγεται, ἥδε ἡ αἰτία βοᾷ· ὅτι Ὑάκινθον ὁ Ἀπόλλων παίζοντα παρὰ τὸν Εὐρώταν δίσκῳ ἀπέκτεινεν, | |
10 | ἀλλὰ οὐχ ἑκὼν αὐτόν· τοιγαροῦν θρηνεῖται ὑπ’ ἐκείνου πολλά, καὶ φιλοθρηνὴς πρὸς τῶν πολλῶν, ὡς ὁ λόγος λέγει, ἐξ ἐκείνου τῇ βοτάνῃ τοὔνομα ἐτέθη. 907—914. Ἄγε δὴ μετὰ τῶν λεχθέντων τίθει καὶ τὸ καλούμενον τρίφυλλον καὶ τὸν τοῦ ὀπίου χυλόν· ὁ σταθ‐ | |
15 | μὸς τρεῖς ὀβολοὺς ἕλκων ὑπαρχέτω τοῦ ὀπίου τούτου· καὶ τὸν ἐοικότα τῷ κρόκῳ ἕρπυλλον, ὁμοίως καὶ κρῆθ‐ μον καὶ χαμαικυπάρισσον ἅμα ἀννήσῳ καὶ σιλφίου ῥίζῃ τρίβων εἰς ποτὸν τοῖς δηχθεῖσιν δίδου. Δίδου δέ ποτε μὲν αὐτὰ μετ’ ἀλλήλων μιγνύς, ποτὲ δὲ ἕκαστον καὶ καθ’ | |
20 | αὑτὸ πίνειν, καὶ ἄλλοτε μὲν μεθ’ ὕδατος, ἄλλοτε σὺν οἴνῳ, ποτὲ δὲ σὺν ὄξει, καὶ ἄλλοτε πάλιν σὺν γάλακτι· ὅπως γὰρ οὖν καὶ μεθ’ οὑτινοσοῦν τούτων ὁ λαμβάνων ἔσται, ἕξει τὸ ἀσφαλές. 915—920. Ὁδοιποροῦντι δὲ ἢ θηρῶντι ἢ ἐν ὄρει διατρί‐ | |
25 | βοντί σοί που, καὶ ἢ ἐν ἐρημίαις ἢ ἄλλως ἐν ἀνύδροις εὑρεθέντι τόποις ἢν τύχῃ τι τῶν θηρίων τούτων προσ‐ ψαῦσαι νύγματι, τὰς παρατυχούσας διαμασῶ λαμβάνων βοτάνας· εἶτα τὸν μὲν χυλὸν ἀπόπτυε, τὰ δὲ μασηθέντα ἐπιτίθει ἤδη καὶ κατὰ τοῦ τόπου 〈οὗ〉 τὸ θηρίον ἤνεγ‐ | |
30 | κεν ἐνταυθοῖ τὴν πληγήν· παῦλά τε γὰρ τὸ ἀπὸ τούτου σοι τῶν ὀδυνῶν ἔσται, καὶ παντελὴς καταλήψεταί σε τῶν | |
λυμαινομένων ἀπαλλα〈γή〉. | ||
69 | 921—929. Ἀποφύγοι δ’ ἂν καὶ οὕτως ὁστισοῦν ὑπὸ θηρίου πληγεὶς καὶ θεραπευθείη, εἰ ταῖς ὑπὸ τῶν ἰατρῶν λεγομέναις σικύαις ταῖς χαλκαῖς χρήσαιτο, εἶτα ἀθροίσας διὰ τούτων τὸ αἷμα κενώσαι τὸ δεινόν. Καὶ μέντοι καὶ | |
5 | τῷ τῆς συκῆς εἴπερ εἴης ὀπῷ χρώμενος ἐπὶ τοῦ πλήγμα‐ τος μεγάλα ὀνήσεις, τούτῳ καταχρίων αὐτό, καὶ σίδηρον πεπυρωμένον ἐπιτιθεὶς κατὰ τοῦ νύγματος, καὶ ἀσκοῦ αἰγείου πεπισσωμένου ποδεὼν τὸ σφυρὸν ὁπόταν ἢ μὴν χεὶρ ἢ ἄλλο τι μέρος ᾖ κνισθὲν ὑπὸ τοῦ θηρίου, περιδεσ‐ | |
10 | μῶν τούτῳ πάντως ἀπαλλάξει τῆς ἀνίας. Ἐξ οἰνηροῦ τυγχανέτω ὁ ποδεὼν ἀσκοῦ, καὶ ὁ δεσμὸς γεγονὼς πρό‐ τερον τοῦ ἀσκοῦ γιγνέσθω τηνικαῦτα δεσμὸς τοῦ τρω‐ θέντος μέρους. 930—956. Ἐκμυζηθείη δ’ ἂν τὸ δεινὸν κἀνταῦθα ὑπὸ | |
15 | βδελλῶν, εἰ προστεθεῖεν αὗταί γε τῷ τυπέντι τούτῳ· ὠφελήσειε δ’ ἂν καὶ χυμὸς κρομύου καὶ αἰγῶν ὁμοίως τὸν τρωθέντα τὰ περιττώματα, ἐπιχρισθεὶς μὲν δὴ ἄρα ὁ χυμὸς τῷ ἕλκει, τὰ περιττώματα δὲ μετ’ οἴνου τρυγίας φυρασθέντα ἢ ὄξους καὶ ἐπιπλασθέντα. | |
20 | Ἵνα δὴ πάσης ἀμυντικόν γ’ ἄσης μαθὼν πρὸς ταῦτα κατασκευάσῃς βοήθημα, λαμβάνων βοτάνας, εἶτα μιγνὺς προσάγῃς ταῖς χρείαις ἐκείναις, ἀναιροῦ ἀριστολόχειαν καὶ τὴν ἶριν, ἐπὶ δὲ ταύταις καὶ τὴν νάρδον (ἔστι γὰρ βοτάνη νάρδος οὕτω καλουμένη) χαλβάνης τε δὴ ῥίζας | |
25 | καὶ πύρεθρον ξηρόν, δαῦκόν τε ὡσαύτως καὶ βρυωνίαν, ἐπὶ ταύταις γλυκυσίδην τε τὴν βοτάνην καὶ ἐλέβορόν τοι τὸν μέλανα, καὶ τοῦτον ἐπειδὰν κατασταίη ξηρός, τό τε ἀφρόνιτρον καὶ κύμινον κόνυζάν τε δὴ καὶ τὴν ὀνομαζο‐ μένην ἀγριοσταφίδα καὶ δάφνης ἔτι μὴν τὸν καρπόν, καὶ | |
30 | ἧς τὸ ὄνομα βοτάνης κύτισος, καὶ ταύτην μίγνυε σὺν ἐκείναις βάλλων. Ἱππολειχὴν δὲ λέγεταί τις οὕτω βοτάνη, καὶ ἡ κλῆσις τῶν ἵππων, ὅτι τοὺς λειχῆνας ἥδε θερα‐ | |
πεύειν δοκεῖ (τὸ δ’ οὖν μέγεθός ἐστιν αὐτῆς οὐχ οἷα πολὺ | ||
70 | τῆς γῆς ὑπερέχειν ἄνω)· καὶ 〈κυκ〉λάμιον ἑτέρα· μετ’ ἐκείνων ἄρα καὶ ταύταις κέχρησο· εἶτα καὶ μήκωνος ὀπὸν καὶ ἄγνου μὴν σπέρμα βάλσαμόν τε δή, καὶ τὸ κα‐ λούμενον κινάμωμον καὶ σφονδύλιον ἅμα ἁλσίν· ὀξύβα‐ | |
5 | φον οἱ ἅλες ἔστωσαν εἰς μέτρον οἱ ἐμβαλλόμενοι ταῖς βοτάναις. Πρὸς τούτοις καὶ λαγωοῦ πυτία καὶ ὁ ποτάμιος [καὶ] καρκῖνος ἐμβαλλόμενα εἰς ὅλμον ταῦτα συγκοπτέ‐ σθω πάντα καὶ μιγνύσθω καλῶς· ὕπερον δὲ ἔστω λάϊνον ᾧ δεῖ κόπτεσθαι τὰς βοτάνας, τῷ τε χυλῷ τῆς ἀπαρίνης | |
10 | εἰς κύκλων μέγεθος δραχμαίων ἀναλαμβάνεσθαι. Ὁ δὲ σταθμὸς ὡσαύτως τούτων τυγχανέτω δραχμῆς· ἡ μέντοι χρεία διδασκέτω τὸ μέτρον ὅσον ἐφ’ ἑκάστῳ τῆς δόσεως προσήκει τυγχάνειν. Πίνειν δὲ δεῖ τοῦτο καὶ ταῦτα εἰς οἶνον, καθ’ ἕκαστον δὲ ἐκλύειν δεῖ τῶν τροχίσκων ἄρα | |
15 | οἴνου εἰς κοτύλας τῶν χρωμένων δύο. 957—958. Ἔπη δὲ ταῦτα 〈τὰ〉 τῶν Ὁμήρου Νικάν‐ δρου τοῦ Κολοφωνίου ἐν τῷ τῆς μνήμης ἀποτεθείη παρά σοι χωρίῳ, μὴ χεῖρον ἔχοντα δεῦρο νομισθείη ποτέ, ὦ | |
Ἑρμησιάναξ. |