TLG 0751 004 :: Pseudo–HIPPOCRATES :: Περὶ διαφορᾶς τροφῶν πρὸς Πτολεμαῖον

Pseudo–HIPPOCRATES Med.
(p. 5 B.C.)

Περὶ διαφορᾶς τροφῶν πρὸς Πτολεμαῖον

Source: Delatte, A. (ed.), Anecdota Atheniensia et alia, vol. 2. Paris: Droz, 1939: 483–499.

Citation: Page — (line)

483

Ἱπποκράτους περὶ διαφορᾶς τροφῶν
πρὸς Πτολεμαῖο
ν.
2 Τῶν δὲ τροφῶν τὰς διαφορὰς προσετάξαμεν οὕτω καὶ τῇ σῇ ὑγιεινοτάτῃ προνοίᾳ πεπόμφαμεν. περιέχει γὰρ ἁπλῶν
5διηγημάτων λέξεις βραχείας. εἰς εὐχυμίαν ταῦτα κατ’ ἀρχὰς προτεθείμεθα.
6
Περὶ τῆς τῶν ὀρνίθων ἐδωδῆς.
7 Τῶν ὀρνίθων ἡ σὰρξ κρείττων πάντων τῶν πετεινῶν καὶ τῶν πεζῶν ἐστι εἰς εὐχυμίαν. τὰ δὲ τούτων πουλία ὑγρότερα
10τῶν μεγάλων καὶ εὐπεπτότερα, καὶ μᾶλλον τὰ ἀρρενικὰ καὶ τὰ μεγάλα ἀλεκτόρια· σφάξον σήμερον, ἕψησον αὔριον καὶ τῇ τρίτῃ ἡμέρᾳ ἔσθιε. οἱ δὲ κάπονες εὐπεπτότεροί
εἰσι τῶν ἀρρένων. ὁ φασιανὸς καὶ ὁ πέρδιξ εὔπεπτοι καὶ483

484

εὔχυμοι, ὁμοίως καὶ τὰ λευκὰ περιστερόπουλα καὶ μάλιστα τὰ βρακάτια. ἡ ἀτταγίνα καὶ ἡ κίχλα καὶ αἱ χαμοκοιλάδες εὔχυμοι καὶ εὔπεπτοι. ἡ νῆσσα, ἡ φάσσα βραδύπεπτοι καὶ σκληροί, ὡσαύτως καὶ ὁ χήν· περιττωματικὴν γὰρ σάρκα
5κέκτηνται καὶ δύσπεπτον καὶ σκληρὰν ἐκτὸς τῶν πτερύ‐ γων καὶ τῆς κοιλίας καὶ τῶν ποδῶν αὐτῶν. ἡ τῶν γεράνων σὰρξ σκληρὰ καὶ ἰνώδης καὶ δύσπεπτος ὑπάρχει. ἡ δὲ τοῦ ταῶνος καὶ ὠτίδος καὶ τῶν γλαντίων σὰρξ μέσως πῶς ἐστι εἰς εὐχυμίαν κατά τε χῆνας καὶ γεράνους. ἡ δὲ τῶν
10πελεκάνων σὰρξ ὁμοία ἐστὶ τῇ τῶν γεράνων. οἱ ὄψαροι κακόχυμοι καὶ σκληρόσαρκοι καὶ μελαγχολικοί. αἱ τρου‐ λίδες εὔπεπτοι καὶ εὔχυμοι. οἱ σπίνοι δὲ καὶ αἰγιθαλοὶ καὶ ὀρόσπινοι καὶ τὰ λοιπὰ στρουθία δύσπεπτα πλὴν τῶν σκανθίων. οἱ πυργῖται θερμοὶ καὶ ὑγροὶ καὶ κινητικοὶ
15φύσεως. οἱ δὲ ὄρτυγες μέσως πως εἰς εὐχυμίαν εἰσὶ διὰ τὸ σκληρὸν τῆς σαρκὸς αὐτῶν.
16
Περὶ προβάτων.
17 Ἡ τῶν προβάτων σὰρξ βραδυπεπτοτέρα τῶν ὀρνίθων
ἐστὶ καὶ περιττωματικωτέρα καὶ ὑγροτέρα· κατά τινας484

485

δὲ καὶ μελαγχολικωτέρα. ἡ τῶν χοίρων ἡδεῖά τε καὶ ἰσχυροτέρα. ἡ δὲ τῶν τράγων καὶ αἰγῶν ψυχροτέρα καὶ κακοχυμοτέρα. ὁμοίως καὶ τῶν βοῶν. ἐπιτήδειοι δέ εἰσιν εἰς ἐδωδὴν οἱ τράγοι πρὸς τὸ θέρος καὶ μάλιστα οἱ
5εὐνοῦχοι καὶ εἰς πέψιν κρείττονες.
5
Περὶ ἰχθύων.
6 Ὁ λάβραξ εὔχυμος ὑπάρχει καὶ εὔπεπτος· αἵματος γὰρ λεπτοτέρου ἐστὶ γεννητικός. ὁ δὲ κέφαλος ἁπάντων μά‐ λιστα τῶν ἰχθύων τοῖς ὕδασιν ἀμφοτέροις χρᾶται ποταμίοις
10τε καὶ θαλαττίοις καὶ διὰ τοῦτο ὁ μὲν θαλάσσιος εὔχυμός πως καὶ ἡδεῖα αὐτοῦ ἡ σάρξ· ὁ δὲ ἐν ποταμῷ διατρίβων κακόχυμος καὶ κακοστόμαχος καὶ βρωμώδης. ταριχευθεὶς δὲ βέλτιστος γίνεται. ἡ τρίγλα σκληροτέραν ἁπάν‐ των τῶν ὁμογενῶν ἔχει τὴν σάρκα καὶ λεπτὴν καὶ
15ψαφαρὰν καὶ διὰ τοῦτο μᾶλλον τρέφει τῶν ἄλλων ἰχθύων καὶ εἰς ἡδονὴν ὑπερέχουσά ἐστι. αἱ δὲ τὰς καρκι‐ νάδας ἐσθίουσαι τρίγλαι δυσώδεις εἰσὶ καὶ ἀηδεῖς καὶ δύσ‐ πεπτοι καὶ κακόχυμοι. περὶ τῶν πετραίων· πετραίους ὀνομάζουσιν ἰχθύας τοὺς διατρίβοντας ἔνθα πέτραι καὶ
20ἀκταί εἰσιν, ἄριστοι δὲ ἐν αὐτοῖς ἡδονῆς ἕνεκά εἰσιν ὁ σκά‐485

486

ρος, μετ’ αὐτὸν δὲ κόσσυφοί τε καὶ κίχλαι καὶ πρὸς τούτοις ἰουλίδες καὶ φυκίδες καὶ πέρκαι· τροφὴ δὲ ἐξ αὐτῶν οὐ μόνον εὔπεπτος, ἀλλὰ καὶ ὑγιεινοτάτη ἐστὶν αἷμα γεννῶσι 〈μέσον〉 τῇ συστάσει. ὁ δὲ κωβιὸς ἄριστός ἐστι εἰς ἡ‐
5δονὴν καὶ εἰς πέψιν ἀνάδοσίν τε καὶ εὐχυμίαν καὶ μάλιστα ὁ κατὰ τοὺς ψαμμώδεις αἰγιαλοὺς καὶ τὰς πέτρας καὶ ἀκτὰς παρὰ τῶν ἐν τοῖς στόμασι τῶν ποταμῶν ἢ ταῖς λίμναις ἢ μοχθηρῷ ὕδατι διαιτώμενος· οὗτοι γὰρ χείριστοί εἰσιν ἐκεί‐ νων. λευκῷ δὲ ζωμῷ ἑψόμενος ὥστε κηρωθῆναι πινόμενος
10κοιλίαν ὑπάγει· ὀπτὸς δὲ ἄνευ ἁλῶν ἐσθιόμενος ἰᾶται τὰς ἐρευγμώδεις προθυμίας. περὶ μαλακοσάρκων· τὰ μα‐ λακόσαρκά εἰσιν ὀνίσκοι καὶ σμύραιναι βούγλωσσά τε καὶ ψησία καὶ λαπίναι. ἀλλ’ ὅσα μὲν ἐν θαλάσσῃ διατρίβουσιν ἥδιστα καὶ τρόφιμα· ὅσα δὲ ἐν ποταμοῖς μοχθηρὰ καὶ κακό‐
15χυμα. ὡσαύτως καὶ τὰ σελέχια καὶ τὰ σπάρια τοιαύτης κράσεως καθεστήκασι. κόκκυγες δὲ καὶ σκορπίοι ὄρφοι τε καὶ γλαῦκοι καὶ γόγγροι καὶ φάγροι καὶ αἱ μικραὶ θύνναι καὶ πηλαμύδες δυσκατεργαστότεροι τῶν μαλακοσάρκων εἰσὶ καὶ παχέος χυμοῦ γεννητικοὶ καὶ διὰ τοῦτο ἰσχυροτέρας
20γαστρὸς δεόμενοι εἰς πέψιν. βλέννος καὶ αὐτὸς σκληρό‐ σαρκος καὶ δυσκατέργαστος ὡς ὁ σκορπίος καὶ τὰ λοιπά. μέση δέ ἐστι εἰς εὐχυμίαν ἀνθερίνη, καὶ γαλέαι ἐλατ‐
τότεραι τῶν κωβιῶν εἰς εὐχυμίαν. οἱ λύθρινοι καὶ τὰ μικρὰ486

487

ἰουλάρια ὅμοια τούτων. ὡσαύτως καὶ οἱ μεγάλοι γόμφοι, θύνναι καὶ πηλαμύδες αἱ μείζονες καὶ σκόμβροι σαῦροί τε καὶ ἐγγραύλεις καὶ θρίσσαι καὶ ζαργάναι καὶ ὄρκυνοι κακό‐ χυμοι καὶ μελαγχολικοί. κάλλιχθυς καὶ ῥίνη καὶ βάτος
5μέσοι πως εἰς εὐχυμίαν εἰσὶ πρός τε γόμφους καὶ σκουμ‐ βρία καὶ τὰ λοιπά. σμαρίδες αἱ μὲν στρογγύλαι τῶν πλατειῶν κρείττους εἰς εὐχυμίαν· ὡσαύτως καὶ τὰ κουτ‐ ζούρια. ξιφίας καὶ μαζὸς οὐκ εἰς εὐχυμίαν εὔχρηστοι· δυσκατεργαστότεροι γάρ εἰσίν. τὸ δὲ συάκιον τούτων
10πάντων προκριτέον ἐκτὸς τοῦ λαβρακίου εἰς εὐχυμίαν. γλανέος ἥδιστος καὶ ὠφέλιμος ὁ ἐν τῇ θαλάσσῃ διαιτώμενος· ὁ δὲ ἐν λίμναις ἢ ἐν ποταμοῖς στασίμοις καὶ ἰλυώδεσι διαιτώμενος ἰχθὺς ἄχρηστος καὶ καθόλου τοίνυν χρὴ γινώσ‐ κειν καλλίστην σάρκα ἰχθύων τῶν ἐν καθαρᾷ θαλάττῃ διαι‐
15τωμένων καὶ μάλιστα τῶν πρὸς τὰ βόρεια τῶν θαλασσῶν καὶ πνευμάτων διαιτωμένων. οἱ δὲ πολύποδες καὶ αἱ σηπίαι καὶ αἱ τευθίδες καὶ οἱ μοσχῖται καὶ ὅσα τούτοις ἔοικεν ἄναιμα, φλεγματικώτερα καὶ κακόχυμα. νάρκα καὶ τρυγὼν φλεγ‐
ματικώτεραι καὶ κακόχυμοι μέσως πως.487

488

Περὶ ὀστρακοδέρμων.
1 Κήρυκες καὶ πορφύραι ὄστρειά τε καὶ μύδια καὶ τὰ λοιπὰ τῶν τοιούτων κακόχυμα· κοινὸν μὲν οὖν τῶν τοιούτων τὸ ἁλυκὸν ἔχειν χυμὸν ἐν τῇ ἰδίᾳ σαρκί, ὑπακτικὸν δὲ τῆς
5ἡμετέρας γαστρός. ἀστακοὶ δέ, πάγουροι, καρκίνοι καὶ κάραβοι, καρίδες καὶ ὅσα ἄλλα λεπτὸν μὲν ἔχει τὸ περιέχον ὄστρακον, ἧττον μὲν ἐκείνων σκληροὶ κατὰ τοῦτο καὶ ἐλάττο‐ να κέκτηνται τὸν ἁλυκὸν χυμόν· ἔστι δὲ σκληρόσαρκα πάντα καὶ δύσπεπτα, τρόφιμα δὲ προεψηθέντα. τοὺς δὲ ἐχίνους τοὺς
10θαλαττίους ἐσθίουσί τινες καὶ δι’ οἰνομέλιτος καὶ διὰ γάρου πρὸ ἀρίστου γαστρὸς ὑπαγωγῆς ἕνεκα. εἰσὶ δὲ τῶν ὀλιγο‐ τρόφων ἐδεσμάτων καὶ μέσως τῆς κατὰ τὸ παχύνειν καὶ λεπτύνειν τοὺς χυμοὺς δυνάμεως.
13 Περὶ τῶν ταριχευομένων ἁπάντων τῶν ζῴων
15τε καὶ πετεινῶν καὶ ἐνύδρων.
15 Ἐπιτήδεια δὲ πρὸς ταριχείαν εἰσὶ σώματα ζῴων ὅσα σκληράν τε ἅμα καὶ περιττωματικὴν ἔχωσι σάρκα· τὰ δὲ ἢ πάνυ μαλακὴν ἢ πάνυ ξηρὰν καὶ ἀπερίττωτον ἔχοντα τὴν ἕξιν τοῦ σώματος οὐκ ἐπιτήδεια ταριχεύεσθαι· διὰ τοῦτο τὰ
20εὔθετα εἰς ταριχείαν λεπτομερῆ γίνεται καὶ λεπτύνει ἐσθι‐488

489

όμενα τοὺς παχεῖς καὶ κολλώδεις χυμούς. τὰ δὲ παλαιὰ πάντα τάριχα μοχθηρά.
2
Περὶ γάρου.
3 Γάρος δυνάμεώς ἐστι ἱκανῶς θερμῆς καὶ ξηρᾶς· ὁμοίως
5καὶ ἡ ἅλμη τῶν ταριχευτῶν ἰχθύων. τῇ γὰρ δριμύτητι ἀμ‐ φότερα τοὺς μὲν τὸ ἰσχίον ἐνοχλοῦντας χυμοὺς ἐπισπᾶται καὶ διὰ τῶν ἐντέρων ἐκκενοῖ, καὶ ἐπὶ τῶν δυσεντερικῶν ἐνιέμενα μεγάλως ὤνησεν εἰς τὸ ξηράναι τὰ ἕλκη. ἀλλὰ καὶ ἐπὶ τῶν ἐν στόματι σηπεδονωδῶν ἑλκῶν κλυζόμενα ὁμοίως
10ὠφελεῖ. ταῦτα οἶδε ποιεῖν καὶ τῶν κολυμβάδων ἐλαιῶν ἅλμη.
11
Περὶ λαχάνων.
12 Τὸ μὲν μαρούλιον ψύχει καὶ ὑγραίνει καὶ ὕπνον παρέ‐ χει πλέον βρωθέν. τὸ δὲ ἴντυβον ψύχει μὲν ἧσσον, στύφει
15δὲ καὶ γαστέρα. ἡ μαλάχη ψύχει καὶ ὑγραίνει καὶ δια‐ φορεῖ, ὑπάγει δὲ καὶ τὴν γαστέρα. ὡσαύτως καὶ τὸ χρυσολάχανον. καὶ τὸ σεῦτλον τὸν μὲν στόμαχον εὐαίσ‐
θητον ὄντα φύσει δάκνει εἰ πλέον βρωθῇ, ἐπιτηδειότερον489

490

δέ ἐστι μαλάχης εἰς τὰς καθ’ ἧπαρ καὶ σπλῆνα ἐμφράξεις· ἔτι δὲ πλέον ὠφέλιμόν ἐστι ὅταν μετὰ νάπυος ἢ ὄξους ἐσθίη‐ ται. ἡ κράμβη κακόχυμός ἐστι καὶ μελαγχολικὴ συχνῶς ἐσθιομένη· δίεφθος δὲ γενομένη μετ’ ὄξους καὶ ὀλίγου ἐλαίου
5καὶ κυμίνου ἀρτυθεῖσα κοιλίαν ἵστησιν. τὸ δὲ βλίτον ψύχει καὶ ὑγραίνει. ἡ κολοκύνθη ψύχει καὶ ὑγραίνει καὶ ὑπά‐ γει γαστέρα· ἔστι δὲ ὀλιγότροφος. τὸ σέλινον θερμαίνει μὲν μετρίως, ἔστι δὲ διουρητικὸν καὶ ἄφυσον καὶ μᾶλλον τῆς πόας τὸ σπέρμα. τὸ εὔζωμον θερμὸν καὶ κινητικὸν φύ‐
10σεως καὶ σπέρματος γεννητικόν. κάρδαμον καὶ νᾶπυ θερμὰ καὶ δύσπεπτα καὶ κεφαλαλγικά. κάππαρις εὐ‐ στόμαχος, τμητικὴ καὶ ῥυπτικὴ καὶ ἐκφρακτικὴ τῶν γλίσχρων καὶ παχέων χυμῶν, γαστέρα τε ὑπάγει ἐσθιομένη δι’ ὀξυ‐ μέλιτος ἢ δι’ ὀξελαίου νῆστις. ῥαφανὶς θερμῆς μέν ἐστι
15δυνάμεως, λεπτύνει δὲ τοὺς χυμοὺς ἐσχάτως τῆς τροφῆς ἐσθιομένη. μάραθρον καὶ ἡδύοσμον ἀμφότερα θερμαίνουσι, διουρητικὸν δὲ τὸ μάραθρον ὑπάρχει μᾶλλον. γογγύλη δύσπεπτος καὶ φυσώδης καὶ χυμοποιός. δαῦκος θερμός ἐστι καὶ διουρητικὸς μετρίως ἐσθιόμενος καὶ ἐκφρακτικὸς
20νεφροῦ καὶ κύστεως. κρόμμυα ὠμὰ ἐσθιόμενα συμμέτρως
θερμαίνει τῇ δριμύτητι, λεπτύνει δὲ καὶ τοὺς χυμοὺς καὶ490

491

ἐκφράττει· διὰ δὲ τὸ παχυμερὲς τῆς οὐσίας αὐτοῦ τὴν γαστέρα ἐμπνευματοῖ. ἑψημένα δὲ ἐσθιόμενα πᾶσαν κακίαν ἀποτίθεται καὶ εἰς εὐχυμίαν μετέρχεται. σκόροδα ὠμὰ ἐσθιόμενα θερμαίνει καὶ λεπτύνει τοὺς χυμοὺς καὶ ἐκφράτ‐
5τει· ἑψηθέντα δὲ ἀσθενέστερά πως γίνεται καὶ τοὺς νεφρι‐ κοὺς ὠφελεῖ. ἐκφεύγειν δὲ χρὴ καὶ αὐτῶν καὶ τῶν δριμέων πάντων τὴν συνεχῆ χρῆσιν. τὰ δὲ πράσα καὶ αὐτὰ ὠμὰ ἐσθιόμενα παρόμοια τῷ σκόρδῳ ὑπάρχει· ἑψηθέντα δὲ ὠφελιμώτερά ἐστι καὶ διουρητικά. τὰ ὕδνα καὶ οἱ
10ἀμανῖται καὶ ἡ κινάρα κακόχυμα καὶ δύσπεπτα καὶ μελαγ‐ χολικά.
11
Περὶ ὀπωρῶν.
12 Ὁ μὲν πέπων ψυχρός ἐστι καὶ ὑγρὸς καὶ κακόχυμος· μὴ πεφθεὶς δὲ χολέραν ἐργάζεται· τὸ δὲ σπέρμα αὐτοῦ διουρη‐
15τικὸν ὑπάρχει καὶ τῶν ἐν νεφροῖς λίθων θρυπτικόν. ὁ δὲ μηλοπέπων ἔλαττον κέκτηται τοῦ πέπονος πάντα κατὰ ψυχρότητα καὶ ὑγρότητα εἰς εὐχυμίαν πως. οἱ δὲ σαρακη‐ νικοὶ πέπονες σκληρότεροι καὶ δυσκατεργαστότεροι τούτων
εἰσὶ καὶ κακόχυμοι. οἱ δὲ σίκυοι ἤγουν τὰ ἀγγούρια491

492

τὰ ἥμερα διουρητικά εἰσι καθάπερ οἱ πέπονες, ἀλλ’ ἡττῶνται ἐκείνων κατὰ τὴν οὐσίαν καὶ διὰ τοῦτο 〈οὐδὲ〉 ῥᾳδίως δια‐ φθείρονται ἐν γαστρί. ὡσαύτως καὶ τὰ κιτράγγουρα· λανθάνει δὲ χρόνῳ πλέον εἰ ταῦτα βρωθῇ ἀδεῶς μοχθηροὺς
5καὶ παχυμερεῖς ἐν ταῖς φλεψὶν ἀθροΐσαντα χυμούς, ἀλλ’ ἐπειδὰν ἀφορμῆς λαβόμενα εἰς σῆψιν γένηται, πυρετοὺς κακοήθεις ἐργάζεται. τὰ σῦκα τὰ μὲν χλωρὰ καὶ πέπει‐ ρα εὔπεπτα καὶ τρόφιμα καὶ γαστρὸς ὑπακτικὰ καὶ διουρη‐ τικὰ καὶ νεφρῶν ἐκκαθαρτικά· αἱ δὲ ἰσχάδες φυσώδεις καὶ ἀ‐
10χρήστου αἵματος γεννητικαί, ἐπὶ πλέον δὲ ἐσθιόμεναι φθεῖρας ἐν τῷ σώματι γεννῶσι. σταφυλαὶ αἱ μὲν πρόσφατοι πε‐ ριττωματικαὶ καὶ διψώδεις καὶ μάλιστα αἱ γλυκεῖαι, με‐ τρίως δὲ θερμαὶ ἀποβαλλόμεναι τὰ γίγαρτα μετὰ τοῦ λέπους· εἰσὶ δὲ καὶ γαστρὸς ὑπακτικαί. αἱ δὲ σταφίδες θερ‐
15μότεραι τῶν σταφυλῶν καὶ εὐστομαχώτεραι καὶ θρεπτικώ‐ τεραι, γαστρὸς δὲ οὐχ ὑπακτικαί. τὰ μόρα ἤγουν τὰ συκάμινα κακόχυμα καὶ γαστρὸς ἐφεκτικά. ὡσαύτως δὲ καὶ τὰ κράνια καὶ τὰ προῦμνα καὶ τὰ βάτινα. τὰ κερά‐ σια ὑγρὰ καὶ ψυχρά, ὀλιγόχυμα δὲ καὶ γαστρὸς ὑπακτικὰ
20χωρὶς τῶν στυφόντων· ἐπὶ πολὺ δὲ ἐσθιόμενα πλείονα χυ‐ μὸν ἐν τῷ σώματι γεννῶσι. τὰ μῆλα τὰ μὲν γλυκέα εὔχυμα
καὶ ζεματιστὰ ἐσθιόμενα καὶ ὀπτά, φθείρουσι δὲ καὶ τὴν492

493

γαστέρα· τὰ δὲ στυφὰ καὶ ὄξυνα κακόχυμα πάνυ καὶ ψυχρά. ἀπίδια τὰ πέπειρα μὲν τρόφιμα, κοιλίας δέ εἰσιν ἐφεκ‐ τικά. ῥοδάκινον ὑγρὸν καὶ ψυχρόν ἐστι τῇ κράσει· ἡ δὲ σὰρξ αὐτοῦ ἐσθιομένη εὔφθαρτός ἐστι καὶ πάνυ μοχ‐
5θηρά. τὰ βερίκοκκα ξηρὰ καὶ ὀξώδη καὶ εὔφθαρτα. δαμάσκηνα τὰ μὲν χλωρὰ δυσκατεργαστότερα, τὰ δὲ ψυκτὰ καὶ γλυκέα εὔχυμα καὶ γαστρὸς ὑπακτικά. τὰ ῥοΐδια ψύχουσι καὶ στύφουσιν, ὀλίγην δὲ τροφὴν παρέχουσι τῷ σώματι. τὰ μέσπιλα καὶ τὰ σοῦρβα στυπτικὰ καὶ κοιλίας
10ἐφεκτικά. οἱ φοίνικες θερμοὶ καὶ εὐστόμαχοι καὶ στυπ‐ τικοὶ καὶ μάλιστα οἱ ἄωροι, καὶ γαστρὸς ἐφεκτικοί· ἐπὶ πλέον δὲ βρωθέντες κεφαλαλγίαν ἐργάζονται. τὰ δὲ κίτρα· ὁ μὲν φλοιὸς αὐτῶν δριμὺς καὶ δύσπεπτος, ἡ δὲ σὰρξ αὐτῶν μετρίως πως τρόφιμος, πλέον δὲ βρωθεῖσα χολὴν
15γεννᾷ. τὰ ζίντζυφα κακόχυμα καὶ ψυχρά. κάστανα δύσπεπτα καὶ κακόχυμα, ψυχρὰ καὶ ξηρὰ καὶ φυσώδη καὶ γαστρὸς ἐφεκτικά· τὰ δὲ ψυκτὰ τὸ φυσῶδες ἀποτίθενται, εἰς δὲ τροφὴν οὐδὲ ταῦτα ἐπιτήδεια. ἐοίκασί πως βαλά‐
νια. τὰ κάρυα τὰ βασιλικὰ ὀλιγότροφα καὶ εὐστόμαχα493

494

μετρίως ἐσθιόμενα· εἰ δὲ μετὰ ἰσχάδων ἐσθίει τις αὐτά, ἐπὶ πλέον εἰσὶν εὐστόμαχα· μετὰ πηγάνου δὲ νῆστις λαμ‐ βάνων τρία οὐδὲν βλαβήσεταί τις ὑπὸ θανασίμων φαρμάκων. τὰ δὲ ποντικὰ κάρυα ἃ δὴ καὶ λεπτοκάρυα καλοῦνται
5ψυχρότερα καὶ αὐστηρότερα καὶ γεώδη εἰσί. τὰ κυδώνια ψυχρά εἰσι καὶ ἐφεκτικὰ γαστρός, ῥωστικὰ δέ ποσως στομάχου εἴ τις ἐκζέσας αὐτὰ φάγοι. τὰ ξυλοκέρατα θερμά πώς εἰσι συμμέτρως ἐσθιόμενα καὶ χυμῶν τμητικά, στύφουσι δὲ καὶ μετρίως. τὰ κουκουνάρια παχύχυμα καὶ
10τρόφιμα νεφροῦ τε καὶ κύστεως θερμαντικὰ καὶ σπέρματος γεννητικὰ καὶ συνουσίας παρορμητικά. τὰ ἀμύγδαλα λεπτυν‐ τικῆς, ἐκφρακτικῆς καὶ τμητικῆς εἰσι δυνάμεως καὶ θώρα‐ κος καὶ σπλάγχνων καθαρτικὰ καὶ τὸ πᾶν ἐκφρακτικὰ καὶ μάλιστα τὰ πικρά. ὁμοίως καὶ τὰ πιστάκια τῆς αὐτῆς
15δυνάμεώς εἰσι τῶν ἀμυγδάλων· ἐκκαθαίρουσι δὲ καὶ αὐτὰ τοῦ πνεύμονος τὰ ὑγρὰ διὰ τὴν ἐν αὐτοῖς οὖσαν θερμότητα. αἱ κρεμασταὶ σταφυλαὶ ἀπεριττότεροί εἰσι τῶν προσ‐ φάτων καὶ εἰς εὐχυμίαν καλλίους καὶ μάλιστα ἡ λεγομένη χρυσῆ· τὰ δὲ μαῦρα ἐλάττονά εἰσι τῶν ἄσπρων εἰς εὐχυ‐
20μίαν καὶ εἰς ἀπόθεσιν εἴ τις αὐτὰ φυλάξῃ. καὶ πάντα τὰ εἰς ἀπόθεσιν χλωρὰ τῶν ὀπωρῶν φυλαττόμενα εὐπεπτότερά
πως καὶ θερμότερα καθίστανται.494

495

Περὶ γάλακτος.
1 Τὸ τοίνυν ὑγιεινότατον γάλα καθαρὸν καὶ εἰλικρινὲς ὂν οὔτε πικρότητος οὔτε ὀξύτητος οὔτε γλυκύτητος οὔτε δριμύτητος οὔτε δυσωδίας μετέχει, ἀλλ’ ὡς ἂν εἴποι τις ἄνοσμον
5ἢ εἴπερ ἄρα σμικροτάτην τινὰ εὐωδίαν ἐμφέρον ἐστίν, εὔδηλον ὅτι καὶ γευόμενόν ἐστιν ἡδὺ βραχεῖαν ἔχον γλυκύτητα. ἀλλ’ ὅσον μὲν τῇ φύσει διαλλάττει τὸ δέρμα βουσί τε καὶ ἵπποις καὶ τοῖς ἄλλοις ζῴοις, εἰς τοσοῦτον καὶ τὸ γάλα αὐτῶν διαλλάττει. τὸ μὲν γὰρ βοῶν παχύτατόν
10ἐστι καὶ λιπαρώτατον θρέψαι καὶ τὰ μέτρια ὑπελθεῖν ἀγαθόν. τὸ δὲ τῶν αἰγῶν σύμμετρον τῇ συστάσει καὶ καθάραι μὲν ἀσθενέστερον βοός· τὰ δ’ ἄλλα ἐπιεικῶς χρηστόν. τὸ δὲ προβάτου παχύτερον τούτων λεύκας ποιεῖν εἴω‐ θεν ὑπὸ τῷ δέρματι, εἴ τις συνεχῶς αὐτὸ προσφέροιτο.
15δῆλον δὲ ὅτι πᾶν ὑγιεινὸν γάλα ἢ ἔριον κάλλιον ἂν παρέχοι τοῦ νοσοῦντος. τὰς δὲ νόσους τῶν ζῴων συλλογίζεσθαι δυνα‐ τόν, λεπτότητα τοῦ δέρματος κατανοῶν, καὶ μαδαρότητι
καὶ φύμασι καὶ λειχῆσι καὶ ψώραις καὶ σηψίν. καὶ τὰ495

496

μελάντερα τῶν ἀλόγων ὡς ἐπίπαν ἰσχυρότερα ὥσπερ καὶ τὰ κρέα αὐτῶν δῆλον ἡδύτερα ὄντα· τὰ δὲ λευκὰ ἀσθενέστερα. καὶ τὸ μὲν ἐαρινὸν γάλα ὑγρότατον καὶ λεπτότατόν ἐστι με‐ τὰ τὴν κύησιν, παχύνεται δὲ κατὰ βραχὺ προϊόντος τοῦ
5χρόνου ὡς κατὰ μέσον τοῦ θέρους ξηρόν τε καὶ παχύτερον γίνεσθαι. ἐπαινεῖται δὲ τὸ θερινὸν ὡς εὐπεπτότερον καὶ εὔοσμον. καθόλου δὲ τῶν ἀκμαζόντων τὸ γάλα ὑγιεινότα‐ τον καὶ κάλλιστον, τῶν δὲ νέων ὑγρότερον, τῶν δὲ πρεσ‐ βυτέρων ξηρότερον. ἀλλὰ καὶ παρὰ τὴν πόαν ἐστὶ ἡ δια‐
10φορὰ αὐτῶν· ἡ μὲν γὰρ χλωρὰ πόα καὶ ἡ παρὰ τὰ ὕδατα ὑγρότερον καὶ ἐλάχιστον γάλα παρασκευάζει· ἡ δὲ σκληρο‐ τέρα καὶ ὀρεινὴ ἐπιτήδειος εἰς γάλακτος ὀχετὸν καὶ πολλοῦ γέννησιν ὡς τρυφερὰ ὄντα καὶ οὐχ ὡς δριμέα καὶ καθαίρον‐ τα· ταῦτα γὰρ ταρακτικὸν αὐτὸ ἀποτελεῖ· κύτισος δὲ λιπα‐
15ρὸν καὶ γλυκὺ ἀποτελεῖ τὸ γάλα νεμομέναις.
15
Περὶ τυρο.
16 Οἱ τυροὶ πάντες κακοί, πλὴν τῶν ὀξυγαλακτίνων καλουμένων· οὐδένα γὰρ ἔχω ἐπαινέσαι. πάντες δύσπεπτοι, ὀξυρεγμιώ‐ δεις τε καὶ φυσώδεις ὡς ἐμπιπλᾶν τὴν γαστέρα καὶ διαχω‐
20ρῆσαι πονηροὶ καὶ φλεγματώδεις καὶ καυσώδεις τῇ κοιλίᾳ.
προσλαμβάνουσι γὰρ ἐν τῇ σκευασίᾳ ἀπὸ τῆς ἐπεμβαλλομένης496

497

πυτίας δριμύτητα, τὴν δὲ ὑγρότητα ἅπασαν ἀποτίθενται καὶ μάλιστα χρονίσαντες δριμύτεροι γίνονται καὶ θερμότεροι καὶ καυσωδέστεροι καὶ διὰ τοῦτο καὶ διψώδεις καὶ δύσπεπ‐ τοι καὶ κακοχυμότεροι ἀποτελοῦνται. τῶν δὲ νέων τυρῶν
5ἁπάντων εἶναι κάλλιστον νομιστέον τὸν καλούμενον ὀξυ‐ γαλάκτινον· ἥδιστος γὰρ εἰς ἐδωδήν, ἀβλαβὴς δὲ στομάχῳ πάντων τῶν ἄλλων τυρῶν, ἧττον δὲ καὶ δύσπεπτος καὶ δυσδιέξοδος, οὐ μὴν οὐδὲ πάνυ κακόχυμος. πικρότερος δὲ διά τινα ἔφεσιν τὸ νέον τοῦ παλαιοῦ καὶ τὸ μαλακὸν τοῦ
10σκληροῦ καὶ τὸ ἀραιὸν καὶ χαῦνον τοῦ πάνυ πυκνοῦ καὶ πεπι‐ λημένου καὶ τὸ γλυκὺ τοῦ ἁλυκοῦ καὶ τὸ ὠπτημένον τοῦ ὠμοῦ. ἑφθὸς δὲ τυρὸς παρὰ πολὺ στερεώτερος. ὅμως πάν‐ τες κακοί. βούτυρος πεπτικῆς ἐστι δυνάμεως καὶ διαφο‐ ρητικῆς· ταῖς γὰρ τοῦ πνεύμονος ἀναπτύσεσιν ἐν πλευ‐
15ριτικοῖς τε καὶ περιπνευμονικοῖς πάθεσι μεγάλα συντελεῖ. μετὰ τούτου καὶ πέττει· μόνος γὰρ ἐκλειχόμενος πέττει μᾶλλον, ἧττον δὲ ἀνάγει, ἅμα δὲ μέλιτι καὶ ἀμυγδάλοις ἀνάγει μᾶλλον, ἧττον δὲ πέττει.
18
Περὶ ὀσπρίων.
19
20Ἡ φακῆ κακόχυμος καὶ μελαγχολικὴ καὶ ξηρά, γαστρὸς
δέ ἐστιν ἐφεπτικὴ δίεφθος γενομένη καὶ μετ’ ὄξους ἐσθιο‐497

498

μένη. ὁ κύαμος θερμαίνει μετρίως, φυσώδης δὲ καὶ αἵματος παχυτέρου γεννητικὸς ὑπάρχει· ἔστι δὲ τρόφιμος καὶ κοιλίας ἐφεκτικὸς χωρὶς τῶν λεπύρων ἐσθιόμενος, μετ’ αὐτῶν δὲ ποικίλως ἑψόμενος καὶ ῥυπτικός. ὁ
5πίστος χαῦνος καὶ φυσώδης ὑγρὸς πινόμενός ἐστι, ξηρὸς δὲ ἐσθιόμενος· ἐφεκτικὸς δὲ ὑπάρχει γαστρός. ἡ ζειὰ ξηρὰ καὶ περιττωματικὴ ὑπάρχει καὶ τρόφιμος, κοιλίας δὲ ἐφεκτική. ὄρυζα δύσπεπτόν ἐστιν ἔδεσμα· στυπτικὴ δὲ καὶ διὰ τοῦτο τὴν γαστέρα μετρίως ἐπέχει. ἐρέβινθοι
10φυσώδεις τε καὶ τρόφιμοι, εὐκοίλιοι, διουρητικοί· ὁ δὲ ζωμὸς αὐτῶν καλῶς καρυκευθεὶς λίθους τοὺς ἐν νεφροῖς θρύπτει πινόμενος καὶ μάλιστα τῶν μελάνων· φρυγέντες δὲ ξηρότεροι γίνονται καὶ τὸ φυσῶδες ἀποτίθενται. ἡ τῆλις θερμαίνει καὶ ξηραίνει μετρίως· συχνῶς δὲ ἐσθιομένη
15κεφαλῆς ἅπτεται καὶ ἐπ’ ἐνίων τὸν στόμαχον ἀνατρέπει· ὠφελεῖ δὲ τὰ κατὰ θώρακα καρυκευτὴ λαμβανομένη. φάσηλοι καὶ λάθυροι περιττωματικοὶ καὶ φυσώδεις καὶ τρόφιμοι. αὖχος κουφότερος τούτων καὶ εὐπεπτότερός
ἐστι εἰς τροφήν· ὅμως καὶ αὐτὰ περιττωματικά.498

499

Περὶ ἐλαιῶν.
1 Αἱ ἐλαῖαι αἱ μὲν μαῦραι τὸν λιπαρὸν ἔχουσαι χυμὸν τρο‐ φὴν ὀλίγην διδόασι τῷ σώματι, οὐκ εὔχυμον δέ. αἱ δὲ κο‐ λυμβάδες τὸν στύφοντα χυμὸν ἔχουσαι ῥωννύουσι τὸν στό‐
5μαχον, ἐπεγείρουσι δὲ καὶ τὴν ὄρεξιν καὶ μάλιστα πρὸ τροφῆς ἐσθιόμεναι· προτρέπουσι δὲ καὶ τὴν γαστέρα. αἱ δὲ δαφνίδες ἤγουν τὰ κοκκόδαφνα ἐσθιόμενα τὸν μελαγχο‐ λικὸν ἀπογεννῶσι χυμόν. Μεμνῆσθαι δὲ 〈δεῖ〉 τοῦ κοινοῦ πάντων ὡς κακόχυμά τινα
10τῶν ἐδεσμάτων ὑπάρχουσιν ὑγρά τε καὶ ὀλισθηρὰ καὶ ῥᾳ‐ δίως ὑπιέναι δυνάμενα ἀπό τε κρεῶν ἰχθύων τε καὶ ὀπωρῶν· διὰ τοῦτο ἐσθίειν αὐτὰ χρὴ πρότερον τῶν ἄλλων· οὕτω γὰρ αὐτὰ ταχέως ὑπέρχεται κἀκεῖνα ποδηγεῖ, ὕστατα δὲ ληφθέντα συνδιαφθείρει καὶ τὰ χρηστά.
14
15Περὶ ὕδατος.
15 Τὸ δὲ ψυχρὸν ὕδωρ ἢ μικρῶς 〈ὠφελεῖ〉 ἢ βλάπτει μεγάλως καὶ χρὴ παραιτεῖσθαι· ἄτοπον γὰρ μικρᾶς ὠφελείας βλάβην μεγάλην ὠνεῖσθαι καὶ δεῖ ὠνεῖσθαι μικρᾶς βλάβης μεγάλην
ὠφέλειαν καὶ μάλιστα θαρρούντων τῷ ἤθει.499