TLG 0751 003 :: Pseudo–HIPPOCRATES :: Περὶ διαφόρων καὶ παντοίων τροφῶν

Pseudo–HIPPOCRATES Med.
(p. 5 B.C.)

Περὶ διαφόρων καὶ παντοίων τροφῶν

Source: Delatte, A. (ed.), Anecdota Atheniensia et alia, vol. 2. Paris: Droz, 1939: 479–482.

Citation: Page — (line)

479

(9)

Ιπποκράτους
10Περὶ διαφόρων καὶ παντοίων τροφῶν.
〈Περὶ ζῴων.
11 Πέρδικές εἰσι δύσπεπτοι ξηροί τε καὶ μελαγχολικοὶ καὶ κακοστόμαχοι. περιστεραὶ εὔπεπτοι καὶ εὐστόμαχοι· κρείττονες δέ εἰσιν αἱ λευκαὶ τῶν μαύρων καὶ οἱ νεοττοὶ
15τούτων καὶ μάλιστα αἱ βρακάται· τρυφερόσαρκοι γὰρ καὶ ὑγρότεραι τῶν ἄλλων καὶ εὐχυμότεραι. κίχλαι καλαί
εἰσι καὶ καλότροφοι καὶ εὔπεπτοι καὶ ξηρότεραι τῶν περισ‐479

480

τερῶν καὶ στυφοσωμότεραι τῶν περδίκων. τρυγόνες εἰσὶ σκληρότεραι τῶν περιστερῶν καὶ μελαγχολικαί. φάσσαι σκληρόσαρκοι καὶ δύσπεπτοι καὶ μελαγχολικαὶ καὶ νευρώ‐ δεις. χῆνές εἰσι βαρυστόμαχοι καὶ δύσπεπτοι ὑπὲρ πάντα
5τὰ ζῷα. γέρανοί εἰσιν ἰνοειδεῖς καὶ σκληροὶ καὶ μελαγ‐ χολικοί. ᾠὰ ὀρνίθων καὶ φασιανῶν κρείττονα πάντων τῶν ᾠῶν εἰσιν. χηνῶν δὲ καὶ στρουθοκαμήλων ἄχρηστα πάνυ. ὕεια κρέη θερμὰ καὶ ὑγρὰ καὶ χυμοποιά· ἁρμόττει δὲ γέρουσιν ἐσθίειν. τὰ δὲ τῶν προβάτων εὔπεπτα μέν,
10ὑγρὰ δὲ καὶ περιττωματικὰ καὶ θερμά· ἐπὶ ἀφορμῇ δὲ κα‐ κόχυμα. τὰ τράγου κρέη ψυχρότερα τῶν προβάτων καὶ ἐπὶ τοῖς κυνοκαύμασιν ἐσθιόμενα κρείττονα τῶν ἄλλων καὶ μᾶλλον ἀπὸ εἰκάδος πέμπτης Ἰουνίου ἕως εἰκάδος πέμπτης Αὐγούστου. βόεια κρέη μελαγχολικὰ καὶ παχὺν χυμὸν
15ποιοῦσιν καὶ θρεπτικά εἰσιν. λαγωοὶ δὲ καὶ δορκάδες καὶ ἄγριαι αἶγες ψυχραὶ καὶ ξηραὶ καὶ μελαγχολικαί· ἐπὶ δὲ κυνοκαύμασιν ἐσθιόμεναι εὔχρηστοι. καὶ οἱ ἔλαφοι ὁμοίως· οὗτοί εἰσι καὶ μελαγχολικοὶ καὶ δύσπεπτοι, ἀλλ’ ὅμως ὑγρότεροι καὶ τροφιμώτεροι.
19
20Περὶ λαχάνων.
20 Θριδακίνη ψυχρὰ καὶ ὑγρὰ καὶ ὑπνώδης. ἴντυβον ψυ‐ χρὸν καὶ ὑγρόν. τὸ δὲ μολόχιον ψύχει καὶ καθυγραίνει. σεῦτλον τὸν μὲν στόμαχον δάκνει, ἐκφράττει δὲ τὰ καθ’ ἧπαρ καὶ σπλῆνα. κράμβη δίεφθος γαστρὸς ἐπέχει· ἡ‐
25μίεφθος δὲ ἅμ’ ἐλαίῳ γαστέρα ὑπάγει. ὁ δὲ χυλὸς αὐτῆς καθαρτικός ἐστι. ποιεῖ δὲ καὶ παχὺν χυμόν· συχνῶς δὲ ἐσ‐ θιομένη γεννᾷ μελαγχολικὸν χυμὸν καὶ γάλα πληθύνει.
θαλασσοκράμβη καὶ τὸ εὔζωμον διὰ τὸ ἁλμυρὸν ὑπάγει480

481

γαστέρα καὶ ὑγραίνει καὶ ψύχει· ὠφελεῖ δὲ τὰς τοῦ στομά‐ χου φλεγμονὰς καὶ ἑλκώσεις. βλίτον τὸ αὐτὸ ποιεῖ ὡς σέλινον. τὰ δὲ ἀκανθώδη εὐστόμαχα δίχα τῆς κινάρας· αὐτὴν δὲ διὰ τὸ κακόχυμον ἁρμόττει δίεφθον ἐσθίειν ἐλαιο‐
5γάρῳ. σέλινα καὶ ἱπποσέλινα καὶ σίον καὶ σμύρνιον πάντα διουρητικά. τὸ δὲ εὔζωμον θερμὸν καὶ κινητικὸν φύσεως πρὸς μίξιν· σπέρματος γεννητικὸν κεφαλῆς τε ἐναντίον. κάρδαμον, ὤκιμον καὶ νᾶπυ θερμὰ καὶ δύσπεπτα καὶ κακό‐ χυμα διὰ τὴν πολλὴν δριμύτητα. ἡ δὲ ἀκαλήφη λεπτομε‐
10ρής τε καὶ ὑπακτική. τὸ δὲ γογγύλιον στυφὸν καὶ πικρὸν καὶ εὐστόμαχον. κάππαρις εὐστόμαχος καὶ ἐκφρακτικὴ ἥπατος καὶ σπληνός· τέμνει δὲ φλέγμα καὶ χυμοὺς ἅπαντας, γαστέρα ὑπάγει· δεῖ ταῦτα ἐσθίειν δι’ ὀξυμέλιτος. ἀνδραφάξις ἤτοι τὸ χρυσολάχανον ψυχρὸς καὶ ὑγρὸς καὶ
15στυπτικὸς καὶ ὠφέλιμος πρὸς φλεγμονὴν στομάχου καὶ ἑλκώσεις ὡς σέλινον καὶ βλίτον. ἡ δὲ γογγύλη καὶ τὸ ῥέφανον καὶ κάρδαμον καὶ πύρεθρον· ὁ μὲν φλοῦς αὐτῶν θερμὸς καὶ ξηρός, ὁ δὲ ἀσφάραγος ὑγρός. τὸ λιποσπά‐ ραγγον καὶ ἡ βρυωνία καὶ τὰ χαμαίδαφνα θερμὰ καὶ εὐ‐
20στόμαχα καὶ διουρητικὰ καὶ ὀλιγόθρεπτα. βολβοὶ στυπ‐ τικῆς δυνάμεώς εἰσι καὶ ῥυπτικῆς καὶ θρεπτικοὶ στομάχου ἀσθενοῦντος καὶ σπέρματος γεννητικοὶ καὶ φύσεως κινητι‐ κοὶ πρὸς μίξιν· ἔχουσι δέ τι καὶ φυσῶδες καὶ τρόφιμον. μικρομερῶς δὲ ἐλαιογάρῳ ἐκζεστοὶ ἐσθιόμενοι γίνονται
25ἄφυσοι καὶ εὔπεπτοι καὶ τρόφιμοι. οἱ δαῦκοι οἵ τε ἥμε‐ ροι καὶ ἄγριοι θερμοὶ καὶ διουρητικοὶ καὶ ἐκφρακτικοὶ νεφρῶν καὶ κύστεως· συχνῶς δὲ ἐσθιόμενοι καὶ κακοχυμοῦσι
καὶ κακοστομαχοῦσι. κρόμμυα καὶ σκόροδα καὶ πράσα481

482

δριμέα καὶ θερμὰ καὶ τέμνοντα τοὺς παχεῖς χυμοὺς καὶ διουρητικά· σύνθετα δι’ ὀξάλμης μερικῶς ἐσθιόμενα εὐστό‐ μαχα καὶ δύσπεπτα. τὸ δὲ σκόρδον ἐκζεστὸν λεπτύνει καὶ ἐκφράττει. ὕδνον κακόχυμον καὶ ψυχρόν. ἀμανῖται ψυ‐
5χροὶ καὶ κακόχυμοι καὶ δύσπεπτοι. οἱ δὲ μυκῆται θανατώ‐ δεις. ἡ θριδακίνη ψυχρὰ καὶ ξηρὰ καὶ ὑπνώδης καὶ αἵμα‐ τος γεννητικὴ καὶ τρόφιμος καὶ κοιλίας ἐφεκτική. ἔστι δὲ καὶ ῥυπτικὴ καὶ χυμοποιός. καὶ τὴν κίνησιν ποιεῖται εἰς τὸ σῶμα κατὰ τὴν τάξιν τοῦ ἀέρος· καὶ τῷ μὲν θέρει ὑγραί‐
10νει καὶ ψύχει καὶ εὐκρατώνει τὴν χολήν· τῷ δὲ φθινοπώρῳ κινεῖται πρὸς τὸν ἀέρα καὶ τῷ χειμῶνι κινεῖται διὰ παντὸς τοῦ σώματος καὶ τὰ ὑγρὰ φέρει κάτω ὡς ἐπὶ τοῦ ἀέρος καὶ τῶν ὑδάτων. ἡ δὲ τοιαύτη συχνῶς ἐσθιομένη ἀμβλύνει τὸ φῶς· χρὴ οὖν τοὺς χρωμένους αὐτῇ συχνῶς ἀφαίρεσιν ποιεῖν
15τῆς ὕλης πρὸ κινήσεως ἀέρος. ὁ δὲ αἰγύπτιος κύαμος
ὑγρότερος καὶ περιττωματικός.482