TLG 0751 002 :: Pseudo–HIPPOCRATES :: Epistula ad Ptolemaeum regem de hominis fabrica

Pseudo–HIPPOCRATES Med.
(p. 5 B.C.)

Epistula ad Ptolemaeum regem de hominis fabrica

Source: Ermerins, F.Z. (ed.), Anecdota medica Graeca. Leiden: Luchtmans, 1840 (repr. Amsterdam: Hakkert, 1963): 279–297.

Citation: Page — (line)

t

ΙΠΠΟΚΡΑΤΟΥΣ ΕΠΙΣΤΟΛΗ
ΠΡΟΣ
ΠΤΟΛΕΜΑΙΟΝ ΒΑΣΙΛΕΑ ΠΕΡΙ ΚΑΤΑΣΚΕΥΗΣ ΑΝΘΡΩΠΟΥ

279

Συνέστηκεν ὁ κόσμος ἐκ στοιχείων τεσσάρων, οἷον πυ‐ ρὸς, ἀέρος, ὕδατος, γῆς· τουτέστιν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ· συνέστηκε δὲ καὶ ὁ ἄνθρω‐ πος ἐκ τῶν αὐτῶν τεσσάρων στοιχείων· οἷον ἐξ αἵματος
5καὶ φλέγματος, καὶ ξανθῆς χολῆς καὶ μελαίνης. καὶ τὸ μὲν αἷμα ἔοικε τῷ ἀέρι, τὸ δὲ φλέγμα τῷ ὕδατι, ἡ δὲ ξανθὴ χολὴ τῷ πυρὶ, ἡ δὲ μέλαινα τῇ γῇ· ἔστι δὲ τῇ μὲν γεύσει τὸ αἷμα γλυκὺ, τὸ δὲ φλέγμα ἁλμυρὸν, ἡ δὲ ξανθὴ χολὴ πικρὰ, ἡ δὲ μέλαινα ὀξίζουσα.
10Ἔστι δὲ ἡ πηγὴ τοῦ αἵματος εἰς τὴν καρδίαν,
καὶ εἰς αὐτὸ τὸ πνεῦμα· ἐκ δεξιῶν τῆς καρδίας τὸ279

281

αἷμα, ἐξ εὐωνύμων τὸ πνεῦμα· ἡ ξανθὴ χολὴ εἰς τὸ ἧπαρ, ἡ δὲ μέλαινα εἰς τὸν σπλῆνα, καὶ τὸ φλέγμα εἰς τὸν ἐγκέφαλον. καὶ ἔστι τὸ μὲν αἷμα θερμὸν καὶ ὑγρόν· τὸ δὲ φλέγμα ψυχρὸν καὶ ὑγρόν· ἡ ξανθὴ
5χολὴ θερμὴ καὶ ξηρά· ἡ δὲ μέλαινα ξηρὰ καὶ ψυ‐ χρά. αἱ δὲ ἀρτηρίαι ἐκ τῆς καρδίας λαμβάνουσιν αἵμα‐ τος καθαροῦ καὶ πνεύματος, αἱ δὲ φλέβες αἵματος λαμβάνουσι καὶ αὐταὶ ἐκ τῆς καρδίας· δι’ αὐτῆς γὰρ χορηγεῖται τὸ πᾶν σῶμα, ἀλλὰ χορηγεῖ τὸ ἧπαρ τῇ
10καρδίᾳ αἵματος πλείστου· οὐδὲ γὰρ δύναται τὸ πῦρ χωρὶς ὕλης μεῖναι. Καὶ μὴ ἀπιστήσῃς τοῦτο, ὅθεν οἱ μὲν τῶν ἀνθρώπων γελῶσι πάντη, οἱ δὲ στυγνιῶσι· τῶν στοιχείων δὲ λέ‐ γομεν τὴν αἰτίαν εἶναι. ὅσοι γὰρ αἵματος καθαροῦ
15τυγχάνουσιν, οὗτοι πάντη γελῶσι καὶ ἀνθηροὶ τῇ ὄψει καὶ τῷ σώματι εἰσὶ πάντοθε καλόχροοι. οἱ δὲ ξανθῆς χολῆς ὄντες γίνονται ῥᾴθυμοι, ὀλιγόψυχοι, δει‐ λοὶ, φιλάσθενοι, οἱ δὲ φλεγματικοὶ γίνονται ὀκνηροὶ, ψυχροί.
20 Τὸ δὲ μνημονεύειν καὶ ῥᾷστα φρονεῖν ἐκ τοῦ εὐ‐ κράτου ἐγκεφάλου, (τουτέστι τοῦ μέσως ἔχοντος, μήτε
θερμοῦ, μήτε ψυχροῦ,) ἡ δὲ λήθη ἐκ τοῦ ψυχροῦ ἐγκε‐281

283

φάλου γίνεται· διὸ τὸ πάθος τὸ λεγόμενον φρενῖτις ἀπὸ πυρετῶν καυστικῶν γίνεται· τῆς γὰρ ἀτμίδος ἐκ τῶν σπλάγχνων διὰ τῶν μεταφρένων ἀναπεμπομένης τῷ ἐγκεφάλῳ ξηραίνεται τὸ ὑγρὸν τοῦ ἐγκεφάλου καὶ γίνε‐
5ται φρενῖτις, (τουτέστι παράφρων ὁ ἄνθρωπος) καὶ χρὴ ψυκτικοῖς ἐλαίοις ἐμβρέχειν τὸν ἐγκέφαλον καὶ διὰ ῥινῶν καὶ δι’ ἐμέτων. Ὁ δὲ λήθαργος πάθος ἐστὶ καὶ αὐτὸ τοῦ ἐγκεφάλου· ὅταν γὰρ ψυχρῶν χυμῶν πληρω‐ θῇ ὁ ἐγκέφαλος, τότε τὸ πάθος τὸ λεγόμενον λήθαργος
10παρακολουθεῖ τῷ ἀνθρώπῳ. καὶ χρὴ τῶν θερμαινόντων προσφέρειν χρίσιν τῷ ἐγκεφάλῳ. ἡ δὲ παράλυσις ἡ γινο‐ μένη εἰς ὀφθαλμὸν, ἢ εἰς χεῖλος, ἢ εἰς ὅλον τὸ ἥμισυ τῆς ὄψεως ἀπὸ ψυχροῦ καὶ ὠμοῦ χυμοῦ γίνε‐ ται παραπεμπομένου ἐκ τοῦ ἐγκεφάλου, καὶ χρὴ ἐνεγκεῖν
15διὰ ῥινῶν τὸ καθαῖρον τὸν ἐγκέφαλον καὶ ἔξωθεν ἀτμοῖς πυρὸς ἐκθλίβειν μᾶλλον ἢ καυτῆρσι κατὰ τῶν ὠτίων. ὅσα δὲ πάθη γίνονται ἐν τῇ κεφαλῇ ἐκ τοῦ στομάχου ἔχει τὰς ἀρχάς· ὥσπερ δὴ ἀποστήματα, ὀφθαλμίαι, πόνοι ὀδόντων, παρίσθμια, σταφυλὴ,
20βράγχοι, δύσπνοια, κ. τ. λ. Ἔχει δὲ ἡ κεφαλὴ ῥαφὰς πέντε, εὑρίσκεται δὲ καὶ μονοφυὴς κεφαλὴ μὴ κεκτημένη ῥαφὴν, καί ἐστιν
ἡ τοιαύτη ὑγιής. οὐλόθριξ δὲ γίνεται ὅταν θερμοτέρα283

285

ἐστὶν ἡ κεφαλὴ, ἁπλόθριξ δὲ ἐκ τοῦ περισσοῦ ὑγροῦ, τοῦ ἐν τῇ κεφαλῇ, ξανθότης τριχῶν ἐκ τῆς ξανθῆς χολῆς, φαλάκρωσις δὲ ἐκ τοῦ θερμοῦ γίνεται. Διαφοραὶ σφυγμοῦ εἰσι τέσσαρες· πλατὺς, βραχὺς,
5πινὸς, μέσος. ταῦτα ἐκ τοῦ πνεύματος. Τὸ δὲ ἧπαρ αὐτὸ χυλοποιεῖ τὴν τροφὴν διὰ τριῶν πέψεων· εἰς τὴν πρώτην πέψιν λαμβάνει τὴν πιό‐ τητα τῆς τροφῆς (τουτέστι τὸ νόστιμον) ἡ καρδία, καὶ γί‐ νεται αἵματος καθαροῦ πρόσθεσις. δευτέρα πέψις· λαμ‐
10βάνει τὸ ἧπαρ καὶ τρέφει τὰ μόρια τοῦ σώματος, καὶ γεννᾶται ξανθὴ χολή· ὁ δὲ σπλὴν ἐκ τῆς κορά‐ σεως τοῦ σώματος τρέφεται καὶ γεννᾶται ὁ μελαγχο‐ λικὸς χυμός· ὁ δὲ ἐγκέφαλος ἐκ τοῦ στομάχου ὑγραί‐ νεται καὶ πλεονάζει τὸ φλέγμα. τρίτη πέψις· χυλοποιεῖ‐
15ται ἡ τροφὴ ἄνω εἰς τὸν στόμαχον· καὶ τότε ἀνοίγεται ὁ πυλωρὸς, ὃς καὶ νῆστις καλεῖται, ἐπειδὴ πάροδον μό‐ νον ποιεῖται ἐκεῖθεν ἡ τροφὴ καὶ κατέρχεται εἰς τὴν κάτω κοιλίαν. ἡ δὲ κοιλία γεγανωμένη ἐστὶ φλέγμα‐ τι διὰ τὴν δριμύτητα τῶν σιτίων. τὸ δὲ οὖρον διὰ τῶν
20νεφρῶν κατέρχεται, καὶ διὰ τῶν οὐρητήρων τῶν ἀπο‐ κειμένων εἰς τὴν κύστιν (τουτέστι τὴν φούσκαν),
εἰσέρχεται εἰς τὴν κύστιν τὸ ὕδωρ.285

287

Αἰσθητήρια δέ ἐστιν ἐν τῷ ἀνθρώπῳ πέντε· ὅρα‐ σις, ὄσφρησις, ἀκοὴ, γεῦσις καὶ ἁφή· ἡ μὲν ὅρασις ἐκ τοῦ αἰθέρος, ἡ δὲ ὄσφρησις ἐκ τοῦ ἀέρος, ἡ δὲ ἀκοὴ ἐκ τοῦ πυρὸς, ἡ δὲ γεῦσις ἐκ τοῦ ὑγροῦ, ἡ δὲ
5ἁφὴ ἐκ τῆς γῆς. Δυνάμεις εἰσὶ τῆς ψυχῆς πέντε· νοῦς, διάνοια, δό‐ ξα, φαντασία καὶ αἴσθησις. Συνέστηκεν δὲ ὁ ἄνθρωπος ἐκ τινῶν δεκατεσσάρων· ἤγουν νεύρων, φλεβῶν, ἀρτηριῶν, αἵματος, πνεύ‐
10ματος, σαρκὸς, πιμελῆς, χόνδρων, ὀνύχων, ὀστέων, χυμῶν, μυελῶν, τριχῶν καὶ ὑμένων. Γίνονται δὲ αἱ ἐκκρίσεις τούτων τοῖς μὲν ἀνδράσι διὰ κοιλίας, δι’ ἐμέτων, δι’ ὀφθαλμῶν, διὰ μυκτήρων, διὰ πτυελῶν, δι’ ἱδρώτων, διὰ τῶν ἀφροδισίων, διὰ τῶν ἀδήλων
15πόρων, διὰ τριχῶν, δι’ ὤτων. Ταῖς δὲ γυναιξὶ προστίθεται καὶ δύο· διὰ τοῦ γάλακτος καὶ διὰ τῶν ἐμμήνων. Τὸ δὲ γάλα αἷμά ἐστιν· ὁμοίως δὲ καὶ ἡ γονὴ, (τουτέστιν ὁ σπόρος τοῦ ἀνθρώπου). Καὶ μὴ ἀπιστήσῃς, ἐὰν γὰρ βιάσηται ὁ ἄνθρωπος εἰς
20τὴν μίξιν, αἵμα ἐκκρίνει. ὁμοίως δὲ καὶ ἡ γυνὴ ἐὰν βιάσηται τὸ θηλύδριον αὐτῆς αἵμα ἐξέρχεται. Σπονδύλους δὲ ἔχει ἡ ῥάχις τοῦ ἀνθρώπου εἴκοσι
τέσσαρας, πλευρὰ εἴκοσι τέσσαρα· ὀδόντας καὶ γόμ‐287

289

φους τριάκοντα δύο· οἱ ἔμπροσθεν ὀδόντες διχαστῆρες οἱ καὶ τομεῖς. ὁ στόμαχος ἔχει παλαιστὰς πέντε, τὸ δὲ ἔντερον ἔχει πήχεις τρεῖς καὶ δέκα. ὀνόματα δακτύλων, ἀντίχειρ, λιχανὸς, μέσος (ὃς καὶ σφάκελος), παρά‐
5μεσος (ὃς καὶ ἐπιβάτης), καὶ μικρὸς (ὃς καὶ μύωψ). οἱ ὄνυχες δὲ ξηρᾶς καὶ ψυχρᾶς κράσεώς εἰσιν. Τροπαὶ δὲ ὡσαύτως ἐν τῷ ἐνιαυτῷ τέσσαρες· ἐὰρ, θέρος, μετόπωρον καὶ χειμών. ἔχει δὲ ἡ τροπὴ ἡμέρας ἐννενήκοντα καὶ μίαν. Τὸ ἔαρ θερμὸν καὶ ὑγρὸν,
10διὰ τοῦτο καὶ αὔξησις αἵματος εἰς τὰ σώματα· τὸ θέρος θερμὸν καὶ ξηρὸν, διὸ καὶ αὔξει ξανθὴν χολήν· τὸ μετόπωρον ψυχρὸν καὶ ξηρὸν, αὔξει δὲ μέλαιναν χολὴν καὶ ἰχῶρας· οἱ δὲ ἰχῶρές εἰσιν αἱματώδεις καὶ ὑδατώδεις· τῷ δὲ χειμῶνι τὸ φλέγμα πλεονάζει ἐν
15τῷ σώματι. Τὰ γὰρ τέσσαρα στοιχεῖα τοῦ ἀνθρώπου πρὸς τοὺς τέσσαρας καιροὺς τοῦ ἐνιαυτοῦ διαιροῦνται. διὸ χρὴ θεωρεῖν τὴν τροπὴν, τὴν ἡλικίαν καὶ τὴν κρᾶσιν τοῦ νοσοῦντος καὶ πρὸς ταῦτα ἰατρεύειν. Καὶ ἐὰν ἐν τῷ ἔαρι νοσῇ τις νέος αἵματος πλῆθός ἐστι
20καὶ χρὴ φλεβοτομεῖν τὸν ἄνθρωπον, καὶ πλευρῖτις ἐάν ἐστι μιᾶς ἡμέρας ἢ δύο ἢ τριῶν φλεβοτόμησον τὸν νοσοῦντα, πρινὴ τὸ πάθος κρατήσῃ καὶ αἱ δυνάμεις
καταπέσωσιν· ὠφέλιμον γάρ ἐστι τὸ φλεβοτομεῖν τῷ289

291

ἀνθρώπῳ. καὶ ὁ καιρὸς ὁ θέλων φλεβοτομεῖσθαι ἀρ‐ χέσθω ἀπὸ Περιτταίου μηνὸς (τουτέστι Φευρουαρίου) εἰς τὰς δέκα πέντε ἕως τοῦ Γορπιαίου μηνὸς δεκά‐ της· καὶ πάλιν ἀρχέσθω ἀπὸ τῶν δέκα τοῦ Γορπι‐
5αίου μηνὸς, (τουτέστι τοῦ Σεπτευβρίου) ἕως τῆς ἑπτα‐ καιδεκάτης τοῦ Δεκεμβρίου. εἰ δὲ ἐν τῷ θερινῷ και‐ ρῷ νοσεῖ τις εἰς τὴν ἀρχὴν τοῦ πάθους χρὴ καθαίρε‐ σθαι. Ἡμεῖς δὲ στοχαζόμενοι, ὦ βασιλεῦ, καὶ τῆς ὑ‐
10γείας φροντίζοντες νῦν φιλοσοφοῦμεν τὸ κράτιστον
εἰς δίαιταν σωμάτων καθηκόντως τρέφειν τε καὶ δια‐291

293

τίθεσθαι. ἀκριβῶς οὖν κατανοήσαντες τὰ συμβαί‐ νοντα ἀῤῥωστήματα ἐν τῷ ἀνθρωπίνῳ σώματι καθ’ ἕκα‐ στον ἄστρον τε καὶ ὥραν καὶ καιρὸν προστετάχαμέν σοι καὶ ἀναγράψαντες ἐν κεφαλαίῳ σφαῖραν ἰατρικὴν
5πέμπομέν σοι, δι’ ἧς ἂν προγινώσκοις τὰ μέλλοντα γίνεσθαι πάθη τῷ ἀνθρωπίνῳ σώματι κατὰ τὴν ἐνεστῶσαν ὥραν καὶ τοῦ ἐπιτελευταίου ἐνιαυτοῦ, ἔχων τὸν καιρὸν βοηθόν. Σὺ δὲ εἴ τι ἐπιμελούμενος διατελέσειας, ὡς ἐπὶ τὸ πολύ τε ἄνοσος μένων βιοῖς
10τὸ ἐπίλοιπον τοῦ χρόνου μέτρον καὶ μάλιστα ὑπὲρ τὴν τῆς ὑγείας δύναμιν, καὶ ὁποῖα ὠφέλιμα ὑπάρχει τῷ τῶν ἀνθρώπων γένει καὶ ἐν πᾶσιν ἀγαθοῖς ἔχοντα, ὑπὲρ ὧν δὴ σφόδρα ἐστὶν ὁ λόγος τῆς σφαί‐ ρας καὶ γεγραφὼς ταύτην παρέχω σοι.
14
15 Ἀπὸ Πλειάδων δύσεως . . . χειμερινῆς ἡμέραι τεσ‐ σαράκοντα πέντε, ἀπὸ Ἀπιλλαίου (τουτέστι Δε‐ κεμβρίου) μηνὸς τρισκαιδεκάτης (καὶ αὖθις) εἰς τὰς εἴκοσι καὶ ἕξ τοῦ Ἀδυναίου (τουτέστιν Ἰανουα‐ ρίου) μηνός. Αὗται αἱ ἡμέραι αὔξουσι τὸ φλέγμα·
20χρῶ δὲ τοῖς λουτροῖς νῆστις ἱδρῶν καὶ ἀποματτόμενος,
χρῶ δὲ καὶ ἀφροδισίοις καὶ πόνοις.293

295

Ἀπὸ τροπῶν τῶν χειμερινῶν ἕως ἰσημερίας ἐαρι‐ νῆς ἡμέραι ἐννενήκοντα δύο ὡς ἀπὸ Ἀδυναίου (του‐ τέστιν Ἰανουαρίου) εἰκοστῆς ἑβδόμης ἕως Ξανθικοῦ (του‐ τέστιν Ἀπριλλίου) εἰς τὰς εἴκοσιν ὀκτώ. Αὗται αἱ
5ἡμέραι αἴρουσιν ὑγρασίαν καὶ πλῆθος αἵματος· χρῶ δὲ περιπάτοις καὶ λουτροῖς καὶ ξηροῖς ἐδέσμασι καὶ τροφαῖς καὶ ἀφροδισίοις καὶ πόνοις. Ἀπὸ ἰσημερίας ἐαρινῆς ἕως Πλειάδος ἀνατολῆς ἡμέραι τεσσαράκοντα ὀκτὼ ἀπὸ Ἀπριλλίου εἰκοστῆς ὀγδόης ἕως
10Δαισίου (τουτέστιν Ἰουνίου) εἰς τὰς ἑκκαίδεκα. Αὗται αἱ ἡμέραι αὔξουσιν αἷμα· χρῶ δὲ οἴνοις εὐώδεσι καὶ ἀφροδισίοις καὶ πόνοις. Ἀπὸ δὲ Πλειάδος ἀνατολῆς ἕως τροπῶν θερι‐ νῶν ἡμέραι τεσσαράκοντα δύο, ἀπὸ μηνὸς Δαισίου
15(τουτέστιν Ἰουνίου) εἰς τὰς ἑπτακαίδεκα ἕως Πανέ‐ μου (τουτέστιν Ἰουλίου) εἰκοστῆς ὀγδόης. Αὗται αἱ ἡμέ‐ ραι ξανθὴν χολὴν τρέφουσιν· χρῶ δὲ τοῖς γλυκέσι καὶ ὑδαροῖς, κοιλίας ἐπιμελούμενος καὶ ἀπεχόμενος ἀφροδισίων καὶ πόνων.
20 Ἀπὸ δὲ τροπῶν θερινῶν ἕως ἰσημερίας μετο‐ πωρινῆς ἡμέραι ἐννενήκοντα δύο, ἀπὸ Πανέμου (του‐
τέστιν Ἰουλίου) εἰς τὰς εἴκοσι καὶ ὀκτὼ ἕως Ὑπερ‐295

297

βερεταίου (τουτέστιν Ὀκτωβρίου) εἰκοστῆς ὀγδόης. Αὗται αἱ ἡμέραι αὔξουσι χολὴν μέλαιναν· χρῶ δὲ τοῖς ψυ‐ χροῖς ὑδαρέσιν, οἴνοις εὐώδεσι καὶ τοῖς ἁλυκοῖς, ἀφροδισίων ἀπεχόμενος.
5 Ἀπὸ ἰσημερίας μετοπωρινῆς ἕως Πλειάδος δύσεως ἡμέραι τεσσαράκοντα πέντε, ἀπὸ Ὑπερβερεταίου (του‐ τέστιν Ὀκτωβρίου) εἰκοστῆς ὀγδόης, ἕως Ἀπιλλαίου (τουτέστι Δεκεμβρίου) δωδεκάτης. Αὗται αἱ ἡμέραι αὔξουσιν ἰχῶρας· χρῶ δὲ ὀξέσι καὶ δριμέσι καὶ ἀφρο‐
10δισίοις καὶ πόνοις. Ταῦτα δὴ παραφυλαξάμενος, ὦ βασιλεῦ, ζήσεις
ἀλύπως καὶ ἀπόνως τὸν ἐπίλοιπον χρόνον.297