TLG 0751 001 :: Pseudo–HIPPOCRATES :: Epistula ad Ptolemaeum regem

Pseudo–HIPPOCRATES Med.
(p. 5 B.C.)

Epistula ad Ptolemaeum regem

Source: Boissonade, J.F. (ed.), Anecdota Graeca, vol. 3. Paris: Imprimerie Nationale, 1831 (repr. Hildesheim: Olms, 1962): 422–428.

Citation: Page — (line)

t

ΙΠΠΟΚΡΑΤΗΣ ΚΩΟΣ ΠΤΟΛΕΜΑΙῼ ΒΑΣΙΛΕΙ
ΧΑΙΡΕΙΝ.

422

Ἐπιμελούμενοι τῆς σῆς ὑγιείας, ὦ βασιλεῦ, καὶ ταύτης φροντίδα τιθέμενοι, τὸ κράτιστον τῶν τῇ διαίτῃ καὶ τῷ σώματι καθηκόντων ὑποθέσθαι σοι ἀκριβῶς κατανοήσαντες, τὰ ἀποβαίνοντα τῷ ἀνθρω‐
5πίνῳ σώματι ἐξ ἑκατέρων, ἄστρων τε καὶ ὡρῶν καὶ422

423

κέντρων, ὑποτετάχαμέν σοι, ἀναγράψαντες ἐν κε‐ φαλαίοις καὶ πεπομφότες σοι, ὥστε προγινώσκειν τὰ μέλλοντα, κὶ βοηθεῖν τῇ τῆς διαίτης ὕλῃ, ἵν’, οὕτως ποιῶν, ἐῤῥωμένος διατελέσῃς τὸν ἅπαντα χρόνον.
5 Γνωστέον οὖν τὴν τῆς ὑγείας δύναμιν ἀκριβῶς, ὁποία δὴ εἰς ὠφέλειαν ὑπάρχει τῷ ἀνθρωπίνῳ γένει. Ἔστι δὲ ὁ λόγος πρῶτον μὲν περὶ τῆς ἐγκυκλίου σφαίρας κοσμικῆς τε καὶ τροπικῆς. Ἀπὸ πλειάδος δύσεως μέχρι τροπῶν χειμερινῶν,
10ἡμέραι μθʹ, τουτέστιν ἀπὸ μηνὸς νοεμβρίου ιβʹ, ἕως δεκεμβρίου πληρουμένου. Αὗται αἱ ἡμέραι αὔξουσι φλέγμα πολὺ σφόδρα· διὸ χρῶ τοῖς λουτροῖς, καὶ πλείοσι ξηροτριβίαις καὶ τροφαῖς, καὶ ἀφροδισίοις. Ἀπὸ δὲ τροπῶν χειμερινῶν ἕως ἰσημερίας ἐαρινῆς,
15ἡμέραι πδʹ, τουτέστιν ἀπὸ μηνὸς ἰανουαρίου πρώτης μέχρι μηνὸς μαρτίου κεʹ. Αὗται αἱ ἡμέραι αὔξουσιν ὑγρασίας κὶ ἐμέτων πλῆθος· διὸ χρῶ τοῖς περι‐ πάτοις καὶ ἐμέτοις καὶ λουτροῖς πυκνοῖς, καὶ τρο‐ φαῖς, καὶ ἀφροδισίοις.
20 Ἀπὸ δὲ ἰσημερίας ἐαρινῆς ἕως πλειάδος ἀνατολῆς, ἡμέραι μθʹ, τουτέστιν ἀπὸ μηνὸς μαρτίου κϛʹ ἕως
μηνὸς μαΐου ιγʹ. Αὗται αἱ ἡμέραι εἰσὶν ἐαριναὶ, καὶ423

424

αὔξουσιν αἷμα πλέον· διὸ χρῶ τοῖς εὐώδεσιν οἴνοις κὶ ἀκράτοις καὶ θερμοῖς, κὶ πυκνοῖς ἐμέτοις, κὶ πόνοις, καὶ ἀφροδισίοις. Ἀπὸ δὲ πλειάδος ἀνατολῆς ἕως τροπῶν θερινῶν,
5ἡμέραι μβʹ, τουτέστιν ἀπὸ μηνὸς μαΐου ιδʹ ἕως μηνὸς ἰουνίου κδʹ. Αὗται αἱ ἡμέραι εἰσὶ τροπαὶ θεριναί. Αὔξουσι δὲ χολὴν πυῤῥάν· διὸ χρῶ τοῖς γλυκέσι καὶ ὑδαρέσι, κὶ λυτικοῖς κοιλίας, καὶ μὴ πονεῖν, μήτε κάμνειν, μήτε ἀφροδισιάζειν, ἀλλ’ ἡσύχως διαμένειν.
10 Ἀπὸ δὲ τροπῶν θερινῶν ἕως ἰσημερίας μετοπωρινῆς ἡμέραι ϟγʹ, τουτέστιν ἀπὸ μηνὸς ἰουνίου κδʹ ἕως σε‐ πτεμβρίου κεʹ. Αὗται αἱ ἡμέραι γεννῶσι μέλαι‐ ναν χολήν· διὸ χρῶ τοῖς ψυχροῖς καὶ ὑδαρέσι καὶ εὐώδεσιν οἴνοις, καὶ δεῖ μήτε πονεῖν, μήτε ἀφρο‐
15δισιάζειν. Ἀπὸ δὲ ἰσημερίας μετοπωρινῆς ἕως πλειάδος δύ‐
σεως ἡμέραι μηʹ, τουτέστιν ἀπὸ σεπτεμβρίου κεʹ424

425

ἕως μηνὸς νοεμβρίου ιβʹ. Αὗται αἱ ἡμέραι αὔξουσιν ἰχῶρας καὶ χολάς· χρῶ τοίνυν τοῖς δι’ ὄξους ἐδέ‐ σμασι καὶ δριμέσι, καὶ πόνοις καὶ καμάτοις, καὶ ἀφροδισίοις.
5 Διαιροῦμεν δὲ τὸν ἄνθρωπον εἰς μέρη δʹ, κεφαλὴν, θώρακα, κοιλίαν, κὶ κύστιν. Ἐὰν οὖν τι μέλλῃ περὶ τὴν κεφαλὴν συνίστασθαι πάθος, τάδε προγίνεται τὰ σημεῖα· σκοτοδινίαι, ἀλγηδόνες κεφαλῆς, βάρος ἐν ταῖς ὀφρύσι, σφυγμοὶ
10κροτάφων, ὀφθαλμῶν δάκρυα, ἀμβλυωπίαι, ῥῖνες ἐμπεφραγμέναι, ἦχος ὤτων. Τούτων οὖν τῶν σημείων γενομένων, δεῖ καθαίρειν τὴν κεφαλὴν, φαρμάκῳ μὲν οὐδενί· λαβὼν δὲ ὑσσώπου καὶ ὀριγάνου τὰς ῥίζας,
ἀνάζεσον ἐν γλυκείᾳ ἡμικοτύλῃ, καὶ τοῦτο νῆστις425

426

ἀποφλεγματίζου. Τοῖς δὲ ἀμελοῦσι τῶν σημείων τού‐ των, τάδε ἐπιγίνεται πάθη· ὑπογλαύκωσις ὀφθαλ‐ μῶν, ἔμφραξις ἐγκεφάλου, χοιράδες, τριχῶν μάδισις, ἕλκωσις κεφαλῆς, ὀδόντων πόνος.
5 Ὅταν δὲ μέλλῃ περὶ τὸν θώρακα συνίστασθαι πάθος, τάδε προγίνεται τὰ σημεῖα· ἱδρῶτες στήθους καὶ θώρακος, τραχύτης γλώττης, πτύελοι ἁλυκοὶ ἢ πι‐ κροὶ, πλευρῶν κὶ ὠμοπλατῶν ἀλγηδόνες, οὐδεμιᾶς προφάσεως προεπικειμένης, κνησμονή τε στήθους
10καὶ βραχιόνων, χειρῶν τε θρόμβοι, καὶ βῆχες ξηραί. Τούτων δὲ οὕτως γενομένων τῶν σημείων, βοηθεῖν δεῖ τῷδε τῷ τρόπῳ· ἁρμόζουσι μὲν γὰρ οἱ ἀπὸ δεί‐ πνου ἔμετοι καὶ ἐκ πλησμονῆς γινόμενοι διὰ πάσης φαρμακείας· ὁμοίως δὲ καὶ νῆστις λάμβανε τοὺς κα‐
15λουμένους συρμίους. Γίνονται δὲ οὕτως· λαβὼν ῥαφά‐ νεως καὶ καρδάμου καὶ σινήπεως καὶ εὐζώμου σπέρ‐ ματα, ἑκάστου κοχλιάριον, καὶ διαμασσησάμενος, καὶ ἐκροφῶν κοχλιάριον ὕδατος χλιαροῦ, οὕτως ἔμει. Τοῖς δὲ ἀμελοῦσι τῶν σημείων τούτων, τάδε ἐπιγί‐
20νεται τὰ πάθη· πλευρίτιδες, περιπνευμονίαι,426

427

φρενίτιδες, μελαγχολίαι, πυρετοὶ ὀξεῖς, ληθαργίαι, λοιμοί. Ὅταν δὲ μέλλῃ περὶ τὴν κοιλίαν πάθη τινὰ συνί‐ στασθαι, τάδε προγίνεται τὰ σημεῖα· κοιλία συστρέ‐
5φεται, καὶ ταράσσονται ἐν αὐτῇ τὰ σιτία, καὶ τὰ ποτὰ πικρὰ φαίνεται, γονάτων βάρος καὶ ὅλου τοῦ σώματος, νάρκη σκελῶν, πυρετοὶ λάβροι. Τούτων δὲ τῶν σημείων οὕτω γενομένων, δεῖ τὴν κοιλίαν τοῖς ἁπαλοῖς κατευνάζειν, ἄνευ φαρμα‐
10κείας. Λαβὼν οὖν λαπάθου καὶ λινοζώστου, ἔσθιε μετὰ γάρου καὶ ἐλαίου, καὶ σεῦτλα μετὰ μελικράτου καὶ κνίκου καὶ μελιτώματος ἑψηθέντα σφόδρα· καὶ κάτω λύοντα κοιλίας ὠφέλιμα. Ἐὰν δέ τι ἐπὶ πλεῖον τῶν προειρημένων σημείων ἐνοχλῇ, πρόσμισγε τού‐
15τοις τοῖς προειρημένοις ἑψήμασι καὶ κνίκον· κόψας δὲ καὶ χυλοποιήσας τὴν κνίκον ὕδατι, πῖνε. Ποιεῖ δὲ καὶ τῆς κράμβης τὸ ὕδωρ ἑψημένον πολὺ μετὰ μέλιτος, καὶ προπινόμενον. Τοῖς δὲ ἀμελοῦσι τούτων τῶν σημείων τάδε προσγίνεται τὰ πάθη· διάῤῥοιαι καὶ
20δυσεντερίαι, ἰσχιάδες καὶ ἀποπληξίαι, καὶ κοιλιακαὶ427

428

διαθέσεις, οἷον εἰπεῖν κώλικες καὶ κοιλοστόμαχοι, καὶ τὰ τούτοις ὅμοια. Ὅταν δὲ μέλλῃ τι περὶ τὴν κύστιν συνίστασθαι πάθος, τάδε γίνεται τὰ σημεῖα· σιτίων δοθέντων
5ὁ στόμαχος πληροῦται, καὶ γίνονται φύσαι, ἐρυγαὶ, οἰδήματα περὶ τὰ αἰδοῖα. Τούτων οὖν τῶν σημείων γενομένων, βοηθεῖν δεῖ τῷδε τῷ τρόπῳ· λαβὼν μάραθρον καὶ σέλινον, ἑκάστου δεσμίδιον χειρόπληθες, προβρέξας αὐτὰ εἰς οἶνον εὐώδη ἡμέραν μίαν, πρόπιε
10κυάθους βʹ, καὶ κίρνα μετὰ ὕδατος τοῦ ἴσου. Τοῖς δὲ ἀμελοῦσι τῶν σημείων τούτων, τάδε συνίσταται τὰ πάθη· ὕδρωπες, ἥπατος πόνοι, σπληνὸς ὄγκος, φρενίτιδες, στραγγουρίαι, ἐμπρησμοὶ κοιλίας, στρόφοι τε καὶ πόνοι βαρύτατοι.
15Τούτοις οὖν χρώμενος, εὑρήσεις τὴν τοῦ σώματος
ὑγείαν καὶ ἡμῶν τὴν ἔκθεσιν ἀληθῆ.428