TLG 0750 002 :: HELIODORUS :: Fragmenta HELIODORUS Trag. Fragmenta
Citation: Fragment — (line) | ||
471(t) | Heliodori Atheniensis Tragici Ἀπολυτικὰ πρὸς Νικόμαχον | |
1 | Οὐ μὰ τὸν ἐν Τρίκκῃ πρηὺν θεόν, οὐ μὰ τὸν ὑψοῦ Ἠέλιον σπείροντα θεοῖς φαεσίμβροτον αἴγλην, οὐ μὰ θεῶν σκηπτοῦχον, ὑπερμενέα Κρονίωνα, οὔτε μέ τις δώροισι παρήγαγεν οὔθ’ ὑπ’ ἀνάγκης | |
---|---|---|
5 | οὔτε χάριν φιλίης ἑτέρῳ κακὰ νεῖμαι ὑπέστην· ἀλλ’ ὁσίας μὲν χεῖρας ἐς ἠέρα λαμπρὸν ἀείρω | |
καὶ κακίης ἀμόλυντον ἔχω κατὰ πάντα λογισμόν. | 240 | |
472(t) | Heliodori Ἰταλικὰ Θαύματα (?) | |
1 | Ἰταλίης οὐ πολλὸν ὑπερστείχοντι κολώνην Γαυρείην χώρη τις ὁδιτάων ἐπὶ λαιὰ κέκλιται ἀργήεσσα χιὼν ὥς· ἐκ δέ οἱ ὕδωρ ἀΐσσει μάλα πικρὸν ἀναπνεῦσαι πιέειν τε. | |
5 | κεῖνο πολυστάφυλοι περιναιέται ἀνέρες ὕδωρ ὄσσων ἄλκαρ ἔχουσιν· ὁ μὲν λοετροῖο χατίζων αὔτως, ὄφρα κε μοῦνον ἐν ὕδατι γυῖα καθήρῃ, ὀφθαλμοὺς βλεφάροισι λίην ἀραρῶσι καλύψας δεύεται, ὡς μή οἵ τι παραδράμῃ ἕρκεος εἴσω | |
10 | ὑγρὸν ἐπὶ γλήνης· τὸ γὰρ ἄλγεος 〈αἴτιον〉 εἴη. ὃς δέ κε λημηρῇ νεφέλῃ εἰλυμένος ὄσσε ἀσχάλλῃ ὀδύναις, κεροειδέα δ’ ἀμφὶ χιτῶνα οἶδος πιαλέοισι περιβρίθῃ πελανοῖσι, κείνῳ καίριόν ἐστι καὶ ἀσφαλὲς ὄμμα διῆναι | |
15 | ἀμπετὲς ἀκλήϊστον. ἄφαρ δ’ ἀπὸ πᾶσα τελέσθη | |
θυμοδακὴς ὀδύνη, ῥέα δ’ ἄλθεται ὕδατι νοῦσος. | 241 | |
473(t) | Heliodori Πρωτεσίλαος | |
1 | Ἀργείων τελέεσσιν ὅσοι Φυλάκηθεν ἕποντο | |
474(t) | Heliodori | |
1 | φοῖβον ὕδωρ ἐπάγων κέρας’ Ὠκεανοῖο ῥοῇσι. | 242 |