TLG 0750 001 :: HELIODORUS :: Ἰταλικὰ θαύματα

HELIODORUS Trag.
(Atheniensis: a. 1 B.C.)

Ἰταλικὰ θαύματα

Source: Meineke, A. (ed.), Commentationum miscellanearum fasciculus primus. Halle: Bantsch, 1822: 36–37.

Dup. partim 0750 002 (fr. 472)

Citation: (Line)

Ἰταλίης οὐ πολλὸν ὑπερστείχοντι κολώνην
Γαυρείην χώρη τις ὁδιτάων ἐπὶ λαιὰ κέκλιται ἀργήεσσα χιών ὥς. ἐκ δέ οἱ ὕδωρ ἀΐσσει μάλα πικρὸν ἀναπνεῦσαι πιέειν τε.36
5Κεῖνο πολυστάφυλοι περιναιέται ἀνέρες ὕδωρ ὄσσων ἄλκαρ ἔχουσιν. ὁ μὲν λοετροῖο χατίζων αὕτως ὄφρα κε μοῦνον ἐν ὕδατι γυῖα καθήρῃ, ὀφθαλμοὺς βλεφάροισι λίην ἀραρόσι καλύψας δύεται, ὡς μή οἵ τι παραδράμῃ ἕρκεος εἴσω
10ὑργὸν ἐπὶ γλήνης· τὸ γὰρ ἄλγεος αἴτιον εἴη· ὃς δέ κενημερή νεφέλῃ λελυσμένος ὄσσε ἀσχάλλῃ ὀδύναις, κεροειδέα δ’ ἀμφὶ χιτῶνα οἶδος πιαλέοισι περιβριθῇ πελανοῖσι, κείνῳ καίριόν ἐστι καὶ ἀσφαλὲς ὄμμα διῆναι
15ἀμπετές, ἀκλήϊστον, ἄφαρ δ’ ἀπὸ πᾶσα τελέσθη
θυμοδακὴς ὀδύνη, ῥέα δ’ ἔκθεται ὕδατι νοῦσος.37