TLG 0745 002 :: HIEROPHILUS :: Πῶς ὀφείλει διαιτᾶσθαι ἄνθρωπος ἐφ’ ἑκάστῳ μηνί

HIEROPHILUS Phil. Soph.
(A.D. 4/6?)

Πῶς ὀφείλει διαιτᾶσθαι ἄνθρωπος ἐφ’ ἑκάστῳ μηνί

Source: Delatte, A. (ed.), Anecdota Atheniensia et alia, vol. 2. Paris: Droz, 1939: 546–566.

Citation: Page — (line)

456

(1t)

Ἱεροφίλου φιλοσόφου
2tπῶς ὀφείλει διαιτᾶσθαι ἄνθρωπος
3tφ’ ἑκάστῳ μην.
4tΜηνὶ Ἰανουαρίῳ.
4t
5 Ἰανουάριος φλέγμα γλυκὺ 〈κυριεύει〉. ἁρμόζει οἴνου καλοῦ εὐωδεστάτου λαμβάνειν ῥοφήματα τρία μικρά, ἀλλὰ μὴ ἀτάκτως· ἐπινηστεύειν δὲ ἕως ὥρας γʹ καὶ εἶθ’ οὕτως τρέφεσθαι ἐκ μὲν τῶν κρεῶν πρόβεα χλία καὶ ὀπτά, χοίρεα δὲ ὀπτὰ μικρὰ καὶ ζωμοὺς καρυκευτοὺς διὰ πεπέρεως,
10στάχους καὶ κιναμώμου, ἀρτύματα διὰ καρναβάδου ἀνα‐ τολῆς καὶ πεπέρεως καὶ τῶν ἀρωμάτων. ἐν δὲ τῇ ὀπτήσει τῶν χοιρέων κρεῶν ἀλειφέσθωσαν οἰνομέλιτι. τὰ δὲ τῶν οἰῶν ποδοκέφαλα πηκτὰ καὶ ὀξυστὰ ἐσθιέτω. ἐκ δὲ τῶν ὀρνέων ὄρνιθας καὶ περιστερόπουλα, λευκὰ δὲ καὶ βρακάτα,
15ταῦτα γάρ εἰσι τὰ κρείττονα, χλία δὲ καὶ ὀπτά, ἐν δὲ ζωμοῖς καρυκευτά. καὶ ὄρτυγας καὶ τρωγλίτας. τούτων μὲν τῶν ἀ‐ γρίων γινομένων ψαχνὰ χλία δίεφθα. ἐκ δὲ τῶν ἰχθύων σαρ‐ γοὺς τηγάνου, χρυσάφια δὲ καὶ προλεχθέντα ἐσθίειν διὰ τῶν
ἀρωμάτων καρυκευτά. ἐκ δὲ τῶν λαχάνων κράμβας καὶ546

457

γογκύλια, δαυκὶν καὶ πράσα καὶ ἀσπαράγκους ἀγρίους καὶ ἐλαιοσπάραγκα καὶ χαμαιδάφνια καὶ βρυώνια ἐσθίειν 〈μετ’〉 ἐλαιογάρου· τὸ δὲ ζέμα αὐτῶν πίνειν καρυκευτόν. τὴν δὲ κράμβην ἕψειν μετ’ ἐλαιογάρου. πᾶσι δὲ τοῖς 〈ἀνθρώποισ〉
5σκόροδα φαγεῖν ἑφθὰ ὁλέλαια· τὸ ζέμα αὐτῶν πίνειν διὰ στάχους καὶ μέλιτος· τοῖς δὲ εὐρώστοις καὶ ξηρόζεμα πί‐ νειν διὰ πεπέρεως καὶ στάχους καὶ κιναμώμου καὶ καρεο‐ φύλλων καὶ στύρακος καλοῦ ὀλίγου καὶ μέλιτος τοῦ ἀρκοῦν‐ τος. ἐκ δὲ τῶν κοδιμέντων εὔζωμον, πράσον, σέλινον καὶ
10λεπτὰς ῥεφανίδας ἐσθίειν καὶ πήγανον καὶ ἡδύοσμον καὶ λιβυστικόν. τὰ δὲ ἐμβάμματα ἔστωσαν σίνηπι, ἀλόη, κύμι‐ νον καὶ οἰνόγαρον. ἐκ δὲ τῶν ὀσπρέων λαθύρια, αὖχος ἀλεσ‐ τά· ἡ δὲ ἄρτυσις αὐτῶν δι’ ἐλαίου καὶ κυμίνου τριπτοῦ. ἐκ δὲ τῶν ὀπωρῶν σταφίδας, ἀμύγδαλα, πιστάκια καὶ
15κουκονάρια. τοῖς δὲ εὐρώστοις καὶ κυδωνάτα λαμβάνειν καὶ ὀλίγον κίτρον καὶ ῥοΐδιν καὶ ἀπίδι καὶ φοίνικας καὶ πρωτόγαλα μετὰ μέλιτος καὶ στάχους καὶ κιναμώμου λειω‐ θέντος καὶ χυλοῦ σεμιδάλεως. ἐν δὲ τοῖς λοετροῖς δι’ ὅλου τοῦ μηνὸς δʹ σμηχόμενος νίτρῳ ὀπτῷ ἐν οἴνῳ λυθέντι·
20χρίσμα δὲ ποιεῖν ἐσκευασμένον τουτέστιν ψίλωθρον· βάλλειν δὲ καὶ ἀλόην σταθμὸν λίτρας γʹ καὶ σμύρνην λίτραν αʹ καὶ κρόκους ᾠῶν βʹ· ταῦτα πάντα ἑνώσας ἐν τῷ χρίσματι σμήχου. ταῦτα δὲ ἡ σκευὴ ἑνός. ἁρμόζει δὲ πρὶν χρίσασθαι ἢ εἰσέλθῃς εἰς λοετρὸν καὶ περιχύσασθαι σίτλας γʹ πρὶν
25ἱδρῶσαι καὶ ἐξελθεῖν εἰς τὸ ἔξωθεν καὶ ἀποσπογκίσασθαι καλῶς μετὰ τοῦ χρίσματος. μετὰ δὲ τὸ ἀποπλύνεσθαι τοῦ χρίσματος ἀποτρίβεσθαι δι’ οἴνου ψυκτηρίου καὶ κρόκων
ᾠῶν σὺν ῥοδελαίῳ ἀναμεμιγμένων θερμῷ καὶ ἀφροδισιάζειν.548

458

(1t)

Μηνὶ Φεβρουαρίῳ.
1t
2 Τῷ μηνὶ τούτῳ ἁρμόζει σεῦτλον μὴ ἐσθίειν μήτε ἄγριον λάχανον τὸ οἱονοῦν μήτε κίχλας τῶν ἰχθύων μήτε ζέμα πί‐ νειν τὸ οἱονοῦν ἄνευ τοῦ πρασοζέματος καὶ τοῦ σελίνου καὶ
5τοῦ μαράθρου καὶ σκοροδοζέματος. καρυκευτὰ δὲ καὶ ἀρωματικά, οἴνους δὲ παλαιοὺς καὶ εὐώδεις μετρίως. ἐν δὲ κρέασι ἐσθίειν κατὰ τὸν κανόνα τὸν προλεχθέντα καὶ ὅσα ὀστρακώδη τὰ λεγόμενα ζῳόφυτα τουτέστιν ὄστρεια, παγούρους καὶ ἀστακοὺς καὶ ὀμύδια, κτένια καὶ ὅσα τοιαῦτα.
10τῶν δὲ ἰχθύων ὀρφούς, λαπίνας, σπάρους, σκάρους, στρω‐ ματαίους, κωβιοὺς καὶ διὰ σινηπίου. τὰ δὲ ἐμβάμματα καὶ τὰς ὀπώρας ὡς τὰ προλεχθέντα τοῦ Ἰανουαρίου. ἐκ δὲ τῶν κοδιμέντων 〈καὶ〉 λαχάνων ὁμοίως ὡς τὰ προλεχ‐ θέντα. ὁμοίως καὶ λοετρὰ καὶ τὰ χρίσματα καὶ τὸ ἀφρο‐
15δισιάζειν ὥσπερ λέλεκται.
15
16tΜηνὶ Μαρτίῳ.
16t
17 Ἁρμόζει τοῖς γλυκέσι χρᾶσθαι ἐν τροφαῖς καὶ ἐν πότοις, ἀλλὰ μετρίως· πᾶν γὰρ τὸ πολὺ τῆς φύσεως πολέμιον, τὸ δὲ κατὰ σμικρὸν ἀσφαλές. δριμοφαγίας δὲ πάσης καὶ πι‐
20κροφαγίας ἀπέχεσθαι χρὴ καὶ † πὰν ἱῶν. ἐκ δὲ τῶν ἰχθύων παντοίων ἐσθίειν ἄνευ τῶν ἀλεπίδων· τοὺς δὲ λάβρακας καὶ κεφάλους συχνῶς ἐσθίειν. ἐκ δὲ τῶν ὀσπρέων τὸν ἄλικα δίεφθον καὶ ὑδαρέστερον καὶ καρυκευτὸν διὰ μέλιτος, στά‐
χους καὶ κιναμώμου ἐπὶ οἴνῳ εὐωδεστάτῳ. τὸν δὲ κύαμον550

459

τουτέστιν φάβα βρέχε καὶ ἔκξενε καλὰ καὶ ἅλατι καὶ ἐλαίῳ καλῷ ὀμφακίνῳ ἐπίβαλλε. λάμβανε δὲ καὶ τῆς τήλης τὸ σπέρμα ἀπόθερμον δίεφθον, ἀρτυθὲν δὲ διὰ μέλιτος, στά‐ χους καὶ κιναμώμου· πλῦνε δὲ τὴν τήλην 〈ἐκ〉 τρίτου καὶ
5τρίβε ταῖς χερσὶν καὶ εἶθ’ οὕτως ἕψε καὶ μερικῶς ἀποζεμά‐ τιζε. ἐὰν δὲ πάνυ ἀποζεματισθῇ, γίνεται δύσπεπτος, ἐφεκτικὴ καὶ πονηρὰ καὶ ἐμφρακτικὴ κοιλίας· μὴ πάνυ δὲ ἀποζεμα‐ τισθεῖσα τὸν ἴδιον χυλὸν τοῦτ’ ἔστιν τὴν ἰδίαν πικρίαν, γασ‐ τέρα 〈οὐκ〉 ἐμφράττει· γλύκαινε δὲ τὴν πικρίαν αὐτῆς μέλιτι.
10λαθύριν δὲ καὶ αὖχος ἀλεστά· τὸν δὲ φασίουλον τοῖς εὐρώσ‐ τοις λαμβάνειν ἐκζεστὸν δίεφθον ἐν ὀξυμέλιτι. ἐκ δὲ τῶν λαχάνων σεῦτλον καὶ μολόχην καὶ χρυσολάχανον ἐσθίειν καὶ πάντας τοὺς ἀσπαράγκους καὶ ἀμανίτας, ἄνευ τῆς βρυω‐ νίας καὶ τῆς χαμαιδάφνης διότι πικρά εἰσιν. ἐκ δὲ τῶν συν‐
15θέτων ἐσθίειν ἐλαίας κολυμβάδας καὶ ὀξυμέλιτας, ἐκ δια‐ λείμματος δέ. δριμὺ δὲ μηδ’ ὅλως ἐσθίειν, πάντα δὲ γλυκέα. ἐκ δὲ τῶν ὀπωρῶν πάσας τὰς προλεχθείσας, φοίνικας δὲ κατὰ χρέος. ἐκ δὲ γλυκοποσίας, κονδίτον ἔχον πέπερι, κινά‐ μωμον, στάχος, καρεόφυλλον. λουτροῖς δὲ δι’ ὅλου τοῦ
20μηνὸς ϛʹ. καὶ τὰ μὲν τρία χρίεσθαι ἐν ἡμέρᾳ γʹ ἄνευ τῆς σμύρνης καὶ τῆς ἀλόης, τὰ δὲ ἄλλα γʹ λούεσθαι ἐν ἡμέρᾳ εʹ. οἴνους δὲ λεπτοὺς καὶ εὐώδεις καὶ ἐλαιοχρόους καὶ συνουσίας μετρίως.
23
24tΜηνὶ Ἀπριλίῳ.
24t
25 Τῷ μηνὶ τούτῳ ἁρμόζει ἀπέχεσθαι ῥεφάνους, ἡδύοσμον, κάππαρι, πέπερι, ὤκιμον, θρύμβην καὶ πάντα τὰ δριμέα.
ἐν κρέοις ἁρμόζει ἐσθίειν τρυφερὰ καὶ εὔσαρκα, ἄρνας552

460

νεμομένας, μὴ γαλακτεροὺς καὶ γαλακτοτρόφους αὐτῶν, καὶ ἐρίφους γαλακτερούς· καὶ ὅσα διὰ προβέων, κριῶν νέων καὶ εὐνούχων ψαχνὰ δίεφθα. ἐκ δὲ τούτων λαμβάνειν καὶ ζωμοὺς μετρίως καρυκευτοὺς διὰ στάχους, κολιάνδρου
5χλωροῦ καὶ ὀλίγου πεπέρεως καὶ φυλλοσπέρματος κνήκου διὰ τὸ ἔκλυτον ποιεῖν τὴν κοιλίαν. τῶν δὲ τῶν ὑῶν κρεῶν ἀπέχεσθαι δεῖ. ἐκ δὲ τῶν ὀρνέων ἐσθίειν ὄρνιθας καὶ ὀρνι‐ θόπουλα τὰ ἄρρενα καὶ περιστερόπουλα λευκὰ καὶ νήσσας καὶ χῆνας τρυφερὰς καὶ ψαχνὰ δίεφθα· ἐκ τούτων λαμ‐
10βάνειν καὶ ζωμοὺς μετρίως καὶ γλύκιστα χλία καὶ ὀπτά. γλυκοφαγεῖν καὶ γλυκοποτεῖν. ἐκ δὲ τῶν ἰχθύων λάβρακας, συάκια, χρυσόφια, φάγρους ἐν ζωμῷ ὀλίγῳ καρυκευτῷ· λαπίνας δὲ καὶ χάνους καὶ κόκκυγας καὶ σαύρους καὶ μελα‐ νούρους καὶ ἁπλῶς εἰπεῖν ὅσα μαλακόσαρκα 〈καὶ〉 ἔχοντα
15λέπια ἐσθίειν τηγάνου, ὀλίγα δὲ καρυκεύειν, καὶ μὴ ἀπλήστως. ἐκ δὲ τῶν ὀσπρίων παντοίων ἀπέχεσθαι τῶν ξηρῶν. τὰ δὲ χλωρὰ ἐσθίειν μετὰ τῶν προλεχθέντων κρεῶν. ἐκ δὲ τῶν λαχάνων ἐσθίειν τὸ χρυσολάχανον, τὸ ἄνηθον καὶ τὸ κολίανδρον χλωρὰ καὶ μαρούλι μετρίως ὀξυγαρίζειν ἐν
20ὄξει σκιλλιτικῷ. ἐσθίειν δὲ καὶ σκόροδα ἑφθὰ σὺν ἐλαίῳ καὶ ἅλατι, καὶ τὸ πράσον ὀλίγον. παντοίων δὲ ξηρῶν ἀπέ‐ χεσθαι χρεὼν τῶν ὀπωρῶν. οἴνους δὲ τοὺς εὐωδεστάτους καὶ ἀνισάτους καὶ λευκοὺς χρᾶσθαι. ὁμοίως δὲ καὶ μύρα ὀσφραίνεσθαι ἴα, ῥόδα, κρίνα, χαμαίμηλα καὶ πάντα
25ἄνθη τὰ εὔοσμα καὶ τῶν ξηρῶν μύρων τὸν μόσχον καὶ
ῥοδόσταγμαν. καὶ μετρίως ἀφροδισιάζειν. λουτρὰ δὲ ηʹ554

461

δι’ ὅλου τοῦ μηνός· σμήχεσθαι δὲ διὰ σάπωνος γαλλικοῦ. ψίλωθρον δὲ χρίεσθαι ἅπαξ τοῦ μηνὸς ἄνευ τῆς ἀλόης, μόσ‐ χον δὲ ἐκεῖνον ἔχον, κρόκους ᾠῶν τριῶν καὶ ῥόδινον ἔλαιον.
3
4t〈Μηνὶ Μαΐῳ.〉
4t
5 Ὁ Μάϊος αἷμα μέλαν κυριεύει. ἀπέχεσθαι δεῖ πᾶν καρ‐ φαλέον καὶ κακόχυμον καὶ κολλῶδες οἷον τὰ ποδοκέφαλα, ἐντερόκοιλα καὶ νευρώδη, ἐσθίειν δὲ τὰ προλεχθέντα κρέη τοῦ Ἀπριλίου. ἐκ δὲ τῶν ἰχθύων τοὺς παστοὺς καὶ ξηρούς· νεβροὺς δὲ θαλάσσης ἀπέχεσθαι δεῖ καὶ διάγειν κατὰ τὸν
10προλεχθέντα μῆνα ἔν τε τροφαῖς καὶ λοετροῖς. ἐκ δὲ τῶν λαχάνων ἐσθίειν ἐλαιοσπάραγγα, ξηροζέματα καὶ ἀπόθερμα καὶ ἀμύλια καὶ ὑδρόγαρον καὶ τήλην. καὶ πάντα τὰ ξηρά, ἁλμυρὰ καὶ πικρὰ ἀπέχεσθαι. γλυκοφαγεῖν δὲ καὶ γλυκο‐ ποτεῖν μετρίως καὶ πάντα κατὰ τὸν Ἀπρίλιον ποιεῖν.
14
15t〈Μηνὶ Ἰουνίῳ.〉
15t
16 Ὁ Ἰούνιος αἷμα θερμὸν κυριεύει. ἁρμόζει ὕδωρ ψυχρὸν ἀποροφεῖν ῥοφήματα τρία μικρὰ μὴ ἀπλήστως καὶ ἐπινησ‐ τεύειν ἕως ὥρας γʹ καὶ πᾶσι τοῖς ψυχροτέροις μετρίως χρᾶσ‐ θαι, τῶν δὲ δριμυτέρων καὶ ξηρῶν ἀπέχεσθαι οἷον πέπερεως,
20καρυοφύλλων, κιναμώμου καὶ ὅσα διὰ τῶν ἀρωμάτων. ἐκ δὲ τῶν κοδιμέντων σκόροδον, κρομμύδιον, πράσα, ῥέφα‐ νον, εὔζωμον, κάρδαμον, σίνηπι καὶ τριπτὸν ὀρίγανον, ἡδύοσμον, θρύμβην καὶ χαμαιδάφνια μὴ ἐσθίειν. ἐκ δὲ τῶν κρεῶν πρόβεα τρυφερά. λαμβάνειν δὲ τὰ τῶν κριῶν·
25στέαρ δὲ μηδ’ ὅλως ἅπτεσθαι. αὐτὸ δὲ τὸ κρέας ἔστω ἀπὸ556

462

λιπαροῦ κριοῦ· ἄρνας δὲ νεμομένους καὶ γαλακτοτροφοῦντας 〈ἐσθίειν〉· μὴ καρυκεύειν δὲ τὸ σύνολον ὡς εἴρηται, ἄνευ τοῦ κολιάνδρου καὶ στάχους καὶ ἀνίσου· ὀρίγανον δὲ ἐσθίειν μετρίως. ἀπέχεσθαι καὶ ζεματοποσίας παντοίας. καὶ τῶν
5ὀρνέων ἐσθίειν ὀρνίθια καὶ ἀλεκτορόπουλα καὶ περιστε‐ ρόπουλα βρακάτα, χλία τε καὶ ὀπτά. εὐώδη καὶ ἀνισάτα κονδίτα καὶ λεπτοὺς οἴνους πίνειν μετὰ θερμοῦ, μὴ παλαιούς, μὴ χροακούς. ἐκ δὲ τῶν ἰχθύων πάντας τρυφεροσάρκους ἐσθίειν οἷον λαπίνας, χάνους, κόκκυγας, σπάρους, χρυσό‐
10φους, ὀρφούς, κωβέους καὶ ὅσα μαλακόσαρκα ἐσθίειν. ἀπέ‐ χεσθαι δὲ χρὴ λάβρακας, κεφάλους, ἰουλάρους, τρίγλας, σκορπίους, φάγρους, ἀστακούς, παγούρους καὶ ὅσα ὀστρακό‐ δερμα καὶ σκληρόσαρκα. ἔστωσαν δὲ τὰ ἐμβάμματα δι’ ὀξυμέλιτος. τοὺς δὲ ὀψαρίων ζωμοὺς καρυκεύειν διὰ στάχους
15καὶ ἀνίσου καὶ κολιάνδρου· τὰ δὲ τηγάνου μετρίως. μαρού‐ λιν, ἔντιβον, σέλινα ἄσπρα ἐν ὄξει σκιλλιτικῷ βαπτόμενα, μετρίως· πολὺ γὰρ ἐσθιόμενον τὸ μαρούλιν ἀπαμβλύνει τὴν κόρην. ἐκ δὲ ὀπωρῶν κεράσιν ἄσπρον καὶ ἀγκούριν ἐσθίειν μετρίως. ὅσα δὲ ἔξω τῶν γεγραμμένων ἐν τῷ μηνὶ τούτῳ
20ἀπέχεσθαι χρή. λουτρὰ δὲ ηʹ δι’ ὅλου τοῦ μηνός· ψίλωθρον δὲ δι’ ὅλου μηδ’ ὅλως, 〈μηδὲ〉 σμήγματα. † τῶν αὐτῶν δὲ σαπῶνα ἕως τῶν καʹ τοῦ μηνός. καὶ ἀφροδισιάζειν ἀπέχειν.
22
23t〈Μηνὶ Ἰουλίῳ.〉
23t
24Ὁ Ἰούλιος ξανθὴν χολὴν κυριεύει. τῷ μηνὶ τούτῳ ἁρ‐
25μόζει ἀφροδισίων ἀπέχειν καὶ πλείστης προφῆς παντοίας558

463

μόχθου τε βίου καὶ πλείστης κραιπάλης· ὡς προλέλεκται ἐν τῷ Ἰουνίῳ κρέη τράγεια εὐνοῦχα τρυφερά, λαγοὺς δὲ καὶ δόρκους καὶ ἐλάφους καὶ τρυγόνας καὶ φάσσας ἐσθίειν μετρίως, ἄνευ δὲ ὄξους ταῦτα μὴ ἐσθίειν. ἐκ δὲ κοδιμέντων
5ὥσπερ τοῦ Ἰουνίου μηνός. ἐκ δὲ τῶν ἰχθύων τοὺς τρυφε‐ ροσάρκους ἐσθίειν οἷόν τι κίχλας, λαπίνας καὶ ὅσα τρυ‐ φερόσαρκα καὶ ὑγρά. καὶ τὰ ὀξυμέλιτα καὶ τὰ ὀξυγάριτα. ἐκ δὲ τῶν ὀπωρῶν τὰς ὑγροτέρας οἷον πέπονας καὶ λευκὰ σῦκα μετὰ ἅλατος ἐσθίειν, σταφυλὰς δὲ πάσας ἄνευ τῆς
10μαύρας, ἄπιον, μῆλον, δαμάσκηνον, ῥοδάκινον, καὶ ὅσα ὑγρὰ ἐσθίειν, πάσας δὲ λοιπὰς ὀπώρας ἀπέχεσθαι· οἴνους δὲ λεπτοὺς 〈πίνειν〉· τὴν μὲν τροφὴν μετρίως, τοὺς δὲ οἴνους πλείστους καὶ τὰ ῥοσάτα. ζέματα δὲ μὴ λαμβάνειν πλὴν τὸ τοῦ δαυκιοῦ ζέμα, ὀλίγῳ μέλιτι καὶ στάχει ἀρτυθέν.
15λουτρὰ δὲ ηʹ δι’ ὅλου τοῦ μηνός, σμήγματα δὲ διὰ κιμου‐ λίας λούεσθαι συντόμως. καθαρσίου δὲ ἀπέχειν χρή.
16
17t〈Μηνὶ Αὐγούστῳ.〉
17t
18 Μὴν Αὔγουστος χολὴν χλωρὰν κυριεύει. τῷ μηνὶ τούτῳ ἁρμόζει τῶν γλίσχρων καὶ παχυχύμων λαχάνων ἀπέχεσθαι
20πάντων οἷόν τι μολόχης καὶ ἀγριολαχάνων παντοίων, σεῦ‐ τλον δὲ καὶ βλίτον καὶ κολοκύνθην ἐσθίειν. ἐκ δὲ τῶν κρεῶν πρόβεα καὶ τράγους εὐνούχους, λαγωοὺς δὲ καὶ δόρκια ἕως τῶν ιεʹ τοῦ μηνὸς ἐσθίειν χρὴ ψαχνὰ καὶ χλία ἐν ὀξυμέλιτι.
ὄρνιθας δὲ καὶ ἀλεκτορόπουλα καὶ περιστερόπουλα πάντα560

464

ἐσθίειν μηδὲν βλαπτόμενον. ἐκ δὲ τῶν ἰχθύων τοὺς τρυ‐ φεροὺς καὶ τρυφεροσάρκους καὶ ἐκ διαλείμματος καὶ ἐμ‐ βάμματι διὰ σίνηπι χρήσασθαι. ἐκ δὲ τῶν ἰχθύων τοὺς πλα‐ ταίους. ὀσπρέων δὲ καὶ ὀπώρας ξηρᾶς παντοίας ἀπέχεσθαι
5οἷον πηγάνου, θρύμβης, σκορόδου, πράσων, καρδάμου, ῥε‐ φάνου καὶ σινήπεως. λουτρὰ δὲ δʹ δι’ ὅλου τοῦ μηνός. ἐκ δὲ συνθέτων χρᾶσθαι κάππαριν καὶ ἐλαίας κολυμβάδας καὶ ὀξομέλιτας καὶ ἀμύγδαλον. ἐλαίας δὲ μαύρας ἀπέχειν χρή· οἴνους δὲ λεπτοὺς καὶ εὐώδεις καὶ ῥοσάτα χρᾶσθαι.
9
10t〈Μηνὶ Σεπτεβρίῳ.〉
10t
11 Ὁ Σεπτέβριος χολὴν μέλαιναν κυριεύει. ἁρμόζει δρι‐ μυφαγίαις πάσαις χρᾶσθαι, πρὸ πάντων δὲ πράσα ἐσθίειν ἑφθὰ καὶ ὠμὰ καὶ τὸ ζέμα πίνειν καὶ σκόροδα ἑφθὰ καὶ ὠμὰ καὶ καρυκευτὰ μετὰ ἀρωμάτων. ἐκ δὲ τῶν κρεῶν
15πρόβεα καὶ ὄρνιθας, περιστερόπουλα δὲ καὶ χῆνας καὶ ὄρτυ‐ γας καὶ ὀρτυγομήτρας καὶ τῶν οἰῶν τὰ γαλούρια, νήσσας δὲ καὶ φάσσας καὶ τρυγόνας καὶ πέρδικας, βόεια δὲ καὶ ἐλάφους καὶ δορκάδας καὶ πλάτονας καὶ λαγωοὺς καὶ συά‐ γρους ἀπέχειν δεῖ. ἐκ δὲ τῶν ἰχθύων κεφάλους καὶ κίχλας καὶ
20πάντα τὰ ἀλέπιδα ἐσθίειν· ὅσα δὲ παστὰ ἀπέχεσθαι· τὰ δ’ ἄλλα ἐσθίειν. ἐκ δὲ τῶν ὀσπρέων κύαμον καὶ φακῆν καὶ λάθυρον ἀπέχεσθαι, τὰ δὲ λοιπὰ ἐσθίειν. ἀσπαράγκους δὲ πάντας καὶ ἀμανίτας λευκοὺς ἐσθίειν. ἐκ δὲ τῶν ὀπωρῶν σταφυλὰς λευκὰς καὶ ἀπίους τοὺς ἀγρίους τοὺς ἀκμάσαντας
25καὶ μῆλον γλυκὺ καὶ σῦκα λευκά, ῥοδάκινα καὶ περσικὰ καὶ μηλοροδάκινα, ῥοιὰς καὶ φοίνικας καὶ μηλοκύδωνα πάντα
ἐσθίειν. ἐκ δὲ τῶν ξηρῶν πιστάκια καὶ κάρυα τὰ βασιλικὰ562

465

ἀμύγδαλά τε καὶ κοκονάρια. οἴνους δὲ λευκοὺς καὶ ἐλαιοχρό‐ ους πίνειν καὶ ἀψινθοροσάτους. λουτρὰ δὲ ηʹ καὶ σμήχεσ‐ θαι. καὶ ἀφροδισιάζειν.
3
4t〈Μηνὶ Ὀκτωβρίῳ〉.
4t
5 Ὀκτώβριος λεπτὸν ** κυριεύει. δριμυφαγίας ἁπάσας χρᾶσθαι, πρὸ πάντων πρασοφαγίας καὶ πρασοζέματα κα‐ ρυκευτά. ἰχθύας δὲ πάντας ἀπέχειν καὶ τοῖς γλίσχροις τῶν λαχάνων καὶ πάντα τὰ κρέη τὰ παστά.
8
9t〈Μηνὶ Νοεμβρίῳ〉.
9t
10 Ὁ Νοέμβριος φλέγμα ὑγρὸν κυριεύει. ἐν τούτῳ τῷ μηνὶ ἁρμόζει λοετρῶν ἀπέχεσθαι μηδὲ χρίεσθαι· εἰ δὲ συμβῇ, δύο λοετρὰ ἔστωσαν. ἐκ δὲ τῶν κρεῶν μήτε ἐλάφους μήτε τράγους μήτε συάγρους μήτε ἀγριαῖγας. τὰ δὲ λοιπὰ πάντα κρέη ἐν πετεινοῖς τε καὶ πεζοῖς ἐσθίειν, ψαχνά τε καὶ χλία,
15δίεφθα καὶ καρυκευτά, καὶ λακτέντα. ἐκ δὲ τῶν ἰχθύων ἐσθίειν πάντα πλὴν τῶν ὑγροτέρων, κίχλας καὶ γουβίους, πάντα δὲ τὰ ἀλέπια μὴ ἐσθίειν. τοῖς δὲ δριμέσιν πᾶσι χρᾶσ‐ θαι ὅσα διὰ τῶν ἀρωμάτων. πρασομόλοχα δὲ ἐσθίειν· ὅλα δὲ τὰ ξηρὰ ἐσθίειν. ἐκ δὲ τῶν οἴνων τοὺς παλαιοὺς καὶ λεπ‐
20τοὺς καὶ εὐώδεις. ἐκλαμβάνειν τὸ ἀπόθερμον τῆς τήλης ἐκ διαλείμματος. καὶ ἀφροδισιάζειν.
21
22t〈Μηνὶ Δεκεμβρίῳ〉.
22t
23Ὁ Δεκέμβριος φλέγμα ἁλμυρὸν κυριεύει. τῷ μηνὶ τού‐
τῳ ἁρμόζει κράμβην μὴ ἐσθίειν μήτε σήριζον μήτε σκίμ‐564

466

βρον. ἐκ δὲ τῶν κρεῶν καθὼς ἐν τῷ Νοεμβρίῳ μηνί, ὁμοίως δὲ καὶ περὶ τῶν ἰχθύων καὶ λαχάνων καὶ ὀσπρέων καὶ περὶ οἴνου καὶ πρασοζέματος. καὶ λοετρὰ ηʹ καὶ χρίσμα ποιεῖν διὰ τῆς ἀλόης καὶ τῆς σμύρνης. λαμβάνειν δὲ τὰ ἀποζέματα
5τῆς τήλεως μετρίως καὶ ἐλαίας κολυμβάδας καὶ ὀξυμελι‐ τάτας. καὶ ἀποσμήχεσθαι δι’ οἴνου καὶ νίτρου. καὶ ἀφρο‐
δισιάζειν.566