TLG 0745 001 :: HIEROPHILUS :: De nutriendi methodo

HIEROPHILUS Phil. Soph.
(A.D. 4/6?)

De nutriendi methodo

Source: Ideler, J.L. (ed.), Physici et medici Graeci minores, vol. 1. Berlin: Reimer, 1841 (repr. Amsterdam: Hakkert, 1963): 409–417.

Citation: Chapter — section — (line)

t

1

ΙΕΡΟΦΙΛΟΥ ΣΟΦΙΣΤΟΥ
ΠΕΡΙ ΤΡΟΦΩΝ ΚΥΚΛΟΣ. ΠΟΙΑΙ ΔΕΙ ΧΡΑΣΘΑΙ ΕΚΑΣΤΩΙ ΜΗΝΙ ΚΑΙ ΟΠΟΙΟΙΣ
ΑΠΕΧΕΣΘΑΙ.

1

t

ΜΗΝ ΙΑΝΟΥΑΡΙΟΣ.

1

.

1

Ἁρμόζει ἀπὸ κοίτης λαμβάνειν οἶνον γλυκύν, καὶ κόνδυτον πίνειν, καὶ καρυκεύματα καὶ βρώματα θερμὰ καὶ γλυκέα ἐσθίειν, καὶ σκόροδα, καὶ πρασοζέματα, κρέη πρόβεια χλία καὶ ὀπτά, καὶ ζωμοὺς καρυκευτούς, πέπερι,
5στάχος, κινάμωμον, καρναβάδιν ἀνατολικόν. Ἐν τῇ ὀπτή‐ σει δὲ τῶν χοιρείων κρεῶν ἀλειφέσθωσαν οἰνομέλιτι.

1

.

2

Ἐκ δὲ τῶν ἄλλων ζῴων ὀρνίθια καὶ περιστερόπουλα λευκὰ καὶ βρακκάτα· ἐσθίειν δὲ καὶ χηνάρια καὶ νησσάρια καὶ κίχλας καὶ ὄρτυγας καὶ τρωγλίτας.

1

.

3

Ἐκ δὲ τῶν ἰχθύων σκορ‐ πίας, τρίγλας, κεφάλους, λυθρίνους, ἀθερίνας, καὶ μελα‐ νούρους, τηγάνου· χρυσόφρυα δὲ καὶ τὰ λεχθέντα, ὡς εἴρηται, ἐσθίειν καρακευτὰ διὰ τῶν ἀρωμάτων.

1

.

4

Ἐκ δὲ τῶν λαχάνων κράμβην, δαυκία, πράσα, ἀσπαράγους ἀγρίους, ἑλειοσπάραγα χαμαιδάφνια, καὶ βρυώνια ἐσθίειν ἐλαιογάρῳ, καὶ σκόροδα ὀπτὰ ἄνευ ἐλαίου· καὶ τὸ ζέμα αὐτῶν πίνειν
5στάχει καὶ μέλιτι ἠρτυμένα· τοῖς δὲ ...... καὶ ξηρόζεμα πίνειν· στάχος, πέπερι, κινάμωμον, καρυόφυλλον, στύρακα, καὶ μέλι τὸ ἀρκοῦν.

1

.

5

Ἐκ δὲ τῶν κοδιμέντων εὔζωμον, πράσον, σέλινον, λεπτὰς ῥαφανίδας, πήγανον, καὶ ἡδύοσμον καὶ λιβυστικόν. Τὰ δὲ ἐμβάτια σίνηπι, κύμινον, οἰνόγα‐ ρον.

1

.

6

Ἐκ δὲ τῶν ὀσπρίων, λαθύριον καὶ αὖχον ἀλεστά· τὸ δὲ ἄρτυμα τῶν τοιούτων ἀνέλαιον καὶ κύμινον τριπτόν.

1

.

7

Ἐκ δὲ τῶν ὀπωρῶν σταφίδας, ἀμύγδαλα, κοκκονάρια, πιστάκια καὶ μῆλα ὀπτά. Τοῖς δὲ εὐαρέστοις καὶ κυδωνάτα λαμβάνειν, καὶ ὄλιγον κίτρον καὶ ῥοιάν, καὶ φοίνικας, καὶ πρωτόγαλα μετὰ μέλιτος καὶ στάχους τριπτοῦ, καὶ χυλὸν409
5σεμιδάλεως.

1

.

8

Λούεσθαι δὲ μὴ πλείω τῶν τεσσάρων λου‐ τρῶν, σμηχόμενοι νίτρῳ, ὀπτῷ ἐν οἴνῳ λυθέντι, καὶ ψίλι‐ θρον ποιεῖν, ἐν ᾧ ἐμβάλλειν ἀλόην νοʹ νοʹ γʹ, σμύρναν νοʹ αʹ, καὶ κρόκους ᾠῶν δύο. Αὕτη ἡ σκευασία ἑνὸς ἀνθρώπου
5ἐστίν.

1

.

9

Ἁρμόζει δὲ πρὸ τοῦ χρίσματος εἰσελθεῖν εἰς τὸ λουτρόν, καὶ περιχύσασθαι δύο ἢ τρεῖς λεκάνας, εἶτα ἐξ‐ ελθεῖν καὶ ἀποσπογγίσασθαι καλῶς, καὶ οὕτω βαλεῖν τὸ χρίσμα πρὸ ἵδρωτος, εἶτα ἐμβραδύνειν ἔσωθεν μετὰ τοῦ
5χρίσματος· μετὰ δὲ τὸ χρίσμα ἀποτρίβεσθαι δι’ οἴνου ψη‐ τηροῦ καὶ κρόκοις ᾠῶν, καὶ ῥοδίνῳ ἀναμεμιγμένῳ θερμῷ.

1

.

10

Καὶ ἀφροδισιάζειν μέχρι ἰσημερίας μαρτίου διὰ τὴν τοῦ φλέγματος κίνησιν.

1

.

11

Σκοπεῖται δὲ καὶ τὸ ἄστρον τῶν Διδύμων ἀπὸ τῆς ιαʹ ἕως τῆς ιεʹ.
2

2

t

ΜΗΝ ΦΕΒΡΟΥΑΡΙΟΣ.

2

.

1

Καλόν ἐστιν ἀπὸ πρωΐας λαμβάνειν οἶνον παλαιόν, εὐώδη. Ἐκ δὲ τῶν κρεῶν ἐσθίειν κατὰ τὸν προλεχθέντα μῆνα· καὶ ἐκ τῶν ἰχθύων ὅσα ὀστρακώδη, καὶ τοὺς πε‐ τραίους τῶν ἰχθύων, οἷον λαπίνας, σκάρους, στρωματαίους,
5κωβιούς.

2

.

2

Τηγανίσματα δὲ διὰ σεμιδάλεως καὶ σινάπεως· τὰ δὲ ἐμβάμματα καὶ ὀπωρικά, κοδιμέντα τε καὶ ἕτερα λάχανα, ὡς εἴρηται ἔμπροσθεν· ὡσαύτως δὲ καὶ λουτρὰ σὺν τοῖς χρίσμασι καὶ τοῖς ἀφροδισίοις.

2

.

3

Ἀπέχεσθαι δὲ παντὸς ἀγρίου λαχάνου καὶ τῆς κράμβης, καὶ τοῦ σεύτλου, καὶ μήτε ζέμα πίνειν τὸ οἱονοῦν, πλὴν τοῦ πρασοζέματος, καὶ τοῦ σελίνου, καὶ τοῦ μαλάθρου, καὶ τοῦ σκορδοζέμα‐
5τος, καὶ ταῦτα καρυκευτά.

2

.

4

Σκοπεῖται δὲ τὸν αὐτὸν μῆνα καὶ τὸ ἄστρον τῆς Λαμπάδος.
2

3

t

ΜΗΝ ΜΑΡΤΙΟΣ.

3

.

1

Ἁρμόζει γλυκοποτεῖν καὶ γλυκοτροφεῖν καὶ χρᾶσθαι ἅπαντα ἔν τε τῇ τροφῇ καὶ τῷ πότῳ ἀρκετὰ καὶ μὴ εἰς κόρον.

3

.

2

Δριμυφαγίας δὲ πάσης ἀπέχεσθαι χρή, καὶ ἔχθρας καὶ μανίας, καὶ πικροφαγίας.

3

.

3

Ἐκ δὲ τῶν ἰχθύων, πάντων ἐσθίειν, πλὴν τῶν ἀλέπων· τοὺς δὲ λάβρακας καὶ κεφά‐ λους, καὶ βάτους καὶ τὰς σμαρίδας συχνῶς ἐσθίειν.
410

3

.

4

Ἐκ δὲ τῶν ὀσπρίων, τοὺς κυάμους δεῖ βρέχειν καὶ ποιεῖν ἐκζε‐ στούς, καὶ ἅλατι καὶ ἐλαίῳ ὀμφακίνῳ ἐπιβάλλειν· λαμβά‐ νειν δὲ καὶ τὸ σπέρμα τῆς τίλης ἀπὸ θερμῶν δισέφθων
5ἀρτυθὲν μέλιτι καὶ στάχει.

3

.

5

Ἔκπλυνε δὲ τὴν τίλην ἐκ τρίτου, καὶ τρίψον ταῖς χερσί, καὶ τηνικαῦτα ἕψησον, καὶ μερικῶς ἀποζεμάτιζε· μὴ μέντοι πάνυ ἀποζεμάτιζε, ἵνα μὴ γένηται δύσπεπτος, ἐπεκτική, ἐὰν τὸν ἴδιον χύλον ἀπο‐
5λέσῃ, τουτέστι τὴν ἰδίαν πικρίαν, καὶ τὰς γαστέρας ἐμ‐ φράττῃ· γλύκαινε δὲ τὴν πικρίαν αὐτῆς μέλιτι.

3

.

6

Λαθύριον δὲ καὶ αὖχος ἀλεστὰ ταῦτα· τὸ δὲ φασούλιον λαμβάνειν ἀλεστόν, δίεφθον ὀξομέλιτι.

3

.

7

Ἐκ δὲ τῶν λαχάνων σεῦτλον, μολόχην, καὶ χρυσολάχανον ἐσθίειν, καὶ πάντας τοὺς ἀσπα‐ ράγους καὶ ἀμανίας, ἄνευ τῆς βρυωνίας καὶ τῆς χαμαι‐ δάφνης, ὅτι πικρά εἰσιν.

3

.

8

Ἐκ δὲ τῶν συνθέτων, ἐσθίειν ἐλαίας κολυμβάδας, καὶ ὀξόμελι, ἐκ διαλείμματος· μηδὲν δὲ ὅλως δριμύ.

3

.

9

Ἐκ δὲ τῶν ὀπωρῶν, πάντα τὰ προ‐ λεχθέντα.

3

.

10

Ἐκ δὲ γλυκοποσίας, λαμβάνειν κονδύτον, ἔχοντα πέπερι, κινάμωμον, καρυόφυλλον, καὶ στάχος πλεῖ‐ στον.

3

.

11

Λουτροῖς δὲ χρῆσθαι ϛʹ· τὰ μὲν γʹ χρίεσθαι ἐν ἡμέρᾳ γʹ, ὥρᾳ γʹ, ἄνευ τῆς ἀλόης καὶ τῆς σμύρνης· τὰ δὲ ἄλλα γʹ, ἡμέρᾳ εʹ, ἄνευ τοῦ χρίσματος καὶ αὐτά· σμήγματα δὲ ὅσα διὰ νίτρου.

3

.

12

Οἴνους λευκοὺς καὶ εὐωδεστάτους καὶ ἐλαιοχρόους. Καὶ ἀφροδισιάζειν μετρίως. Κρόμμυα δὲ ὀπτὰ ἐσθίειν διὰ τὴν τοῦ φλέγματος κίνησιν.

3

.

13

Σκο‐ πεῖται δὲ καὶ τὸ ἄστρον τῆς Χελιδόνος.
2

4

t

ΜΗΝ ΑΠΡΙΛΙΟΣ.

4

.

1

Ἁρμόζει κάπαριν, ῥάφανον ἢ ἡδύοσμον, πεπεροκύ‐ μινον, θρύμβον, γογγύλην, νάπυον, πήγανον· τῶν δὲ δρι‐ μέων ἁπάντων χρὴ παντάπασιν ἀπέχεσθαι διὰ τὴν τοῦ στομάχου κίνησιν.

4

.

2

Κρέη δὲ ἐσθίειν τρυφερὰ καὶ εὔ‐ σαρκα, οἷον ἄρνας νεμομένους καὶ μὴ γαλακτάρια, ὡσαύ‐ τως καὶ ἐρίφους γαλακτεροὺς καὶ ὅσα κρέη πρόβεια τῶν νέων καὶ εὐνούχων, ψαχνὰ καὶ δίεφθα· ἐκ τούτων λαμβά‐
5νειν καὶ ζωμοὺς μετρίως καρυκευτούς, οἷον, διὰ στάχους, κολιάνδρου χλωροῦ, πέπερι ὀλίγον, καὶ φυλλόσπερμα κνίκου ἤγουν τὸ ἄνθος, ὡσὰν εὔλυτον ποιεῖν τὴν κοιλίαν. Τῶν δὲ χοιρείων κρεῶν ἀπέχεσθαι χρή.411

4

.

3

Ἐκ δὲ τῶν ὀρνίθων ἐσθίειν ὄρνιθας καὶ ὀρνιθόπουλα ἄρρενα, περιστερόπουλα λευκά, νήσσας καὶ χῆνας τρυφεράς, καὶ ψαχνὰ δίεφθα σὺν γλυκοστάχει καὶ ὀπτά. Γλυκοποτεῖν δὲ καὶ γλυκοτροφεῖν,
5ὥσπερ λέλεκται.

4

.

4

Ἐκ δὲ τῶν ἰχθύων λαβράκια, κεφάλους, συάκια, χρυσόφρυα, καὶ φάγρους, ζωμῷ ὀλίγῳ καρυκευτῷ λαπίνας δέ, χάννους, κόκκυγας, σαυρούς, καὶ μελανούρους, καὶ ἁπλῶς εἰπεῖν ὅσα μαλακόσαρκα καὶ ἔχοντα λέπος, ἐσθίειν
5τηγάνου, ὀλίγα δὲ καρυκεύειν καὶ μὴ πλῆθος.

4

.

5

Παν‐ τοίων δὲ ὀσπρίων ξηρῶν ἀπέχεσθαι· τὰ δὲ χλωρὰ ἐσθίειν μετὰ τῶν προλεχθέντων κρεῶν.

4

.

6

Ἐκ τῶν λαχάνων τὸ χρυσολάχανον, τὸ μαϊούλιον, τὸ ἄνηθον τὸ χλωρόν, τὸ κολίανδρον, μετρίως ὀξογαρίζειν ὄξει σκιλλιτικῷ. Σκόροδα χλωρὰ ἐσθίειν μετρίως, ὀπτὰ δὲ ἐλαίῳ καὶ ἅλατι δωδεκα‐
5θείῳ· ὁμοίως καὶ τὸ πράσον ὀλίγον.

4

.

7

Τῶν δὲ ὀπωρῶν τῶν ξηρῶν ἀπέχεσθαι παντελῶς. Οἴνους δὲ τοὺς εὐωδεστά‐ τους καὶ ἀνισάτους καὶ λευκοὺς πίνειν.

4

.

8

Καὶ μύρα, ὀσφραίνεσθαι, οἷον ἴα, ῥόδα, κρίνα, χαμαίμηλα καί, ἁπλῶς εἰπεῖν, πάντα τὰ εὔοσμα ἄνθη, τὸ ξηρὸν μύρον, τὸν μό‐ σχον, τὰ ῥοδοστάγματα.

4

.

9

Καὶ μετρίως ἀφροδισιάζειν. Λουτρὰ δὲ ηʹ. Σμήχεσθαι δὲ σαπωνίῳ Γαλλικῷ. Ψίλιθρον, ἅπαξ τὸν μῆνα, λυτὸν καὶ ἄνευ ἀλόης καὶ σμύρνης, ἔχον κρόκους τριῶν ᾠῶν καὶ ῥόδινον.

4

.

10

Σκοπεῖται δὲ τὸ ἄστρον τὸ Πανθνηταῖον ἀπὸ ζʹ ἡμερῶν ψηφιζόμενον.
2

5

t

ΜΗΝ ΜΑΙΟΣ.

5

.

1

Χρὴ ἀπέχεσθαι ἀπὸ παντὸς καρφαλέου, ἤγουν κατα‐ ξήρου, κακοχύμου καὶ χολώδους, οἷον ποδοκεφάλων, ἐντερο‐ κοίλων, νευρικῶν, συκοτίων, πνευμόνων, ἰχθύων, ταριχευ‐ τῶν, νεβρῶν θαλασσίων, βοείων κρεῶν καὶ λαγείων, καὶ
5πάντων τῶν παχυχύμων, διὰ τὰς προσφάτους κεφαλαλγίας.

5

.

2

Ἐσθίειν δὲ πάντα τὰ προλεχθέντα κρέη, διάγειν τε καὶ πολιτεύεσθαι ἔν τε τροφοῖς καὶ ποτοῖς καὶ λουτροῖς, κατὰ τὸν προειρημένον μῆνα.

5

.

3

Ἐκ δὲ τῶν λαχάνων ἐσθίειν
τὰ ἑλειοσπάραγα καὶ τίλην. Ἀπέχεσθαι δὲ τῶν ξηρῶν καὶ ἁλμυρῶν καὶ πικρῶν.412

5

.

4

Σκοπεῖται δὲ καὶ τὸ ἄστρον τοῦ Γέροντος.
2

6

t

ΜΗΝ ΙΟΥΝΙΟΣ.

6

.

1

Ἁρμόζει ὕδωρ ψυχρὸν νῆστις ῥοφεῖν ῥοφήματα τρία, καὶ μὴ εἰς πλέον· ἐπινηστεύειν δὲ ἕως ὥρας γʹ· καὶ πάντα τὰ ὑγρὰ καὶ ψυχρὰ μετρίως πίνειν· τῶν δὲ δριμέων καὶ ξηρῶν ἀπέχεσθαι, οἷον πεπέρεως, καρυοφύλλου, κιναμώ‐
5μου, καὶ ὅσα τῶν ἀρωμάτων τυγχάνουσιν.

6

.

2

Ἐκ δὲ τῶν λαχάνων, οἷον κοδιμέντων, σκορόδων, κρομμύων, ῥα‐ φανῶν, εὐζώμων, καρδάμων, νάπυος χλωροῦ καὶ τριπτοῦ ὀριγάνου, ὑσσώπου, πηγάνου, ἡδυόσμου, θρύμβου, πρά‐
5σου, χαμαιδάφνης, καὶ πάντων τῶν θερμῶν ἀπέχεσθαι χρή, διὰ τὴν ἀταξίαν τῆς χολῆς.

6

.

3

Ἐκ δὲ τῶν κρεῶν δὲ ἐσθίειν τὰ πρόβεια, τῶν κριῶν δηλονότι καὶ τῶν εὐνούχων· λαμβάνειν δὲ ψαχνὰ καὶ ἑφθά· στέατος δὲ μὴ ἅπτεσθαι· τὸ δὲ κρέας ἔστω ἀπὸ λιπαροῦ κριοῦ. Ἀρνοὺς δὲ νεμομέ‐
5νους καὶ γαλακτοτροφοῦντας, καὶ ἐρίφους ὁμοίως ψαχνοὺς καὶ ὀπτοὺς ἐσθίειν· μὴ καρυκεύειν δὲ τὸ σύνολον, ὡς εἴρη‐ ται, ἄνευ τοῦ κολιάνδρου, τοῦ στάχους, τοῦ ἀνήθου· καὶ ταῦτα δὲ ἐσθίειν μετρίως.

6

.

4

Ἀπέχεσθαι δὲ καὶ ζεματο‐ ποσίας παντοίας. Ἀπὸ δὲ τῶν ὀρνίθων, ἐσθίειν ὄρνιθας καὶ ἀλεκτορόπουλα, καὶ περιστερόπουλα λευκὰ καὶ βρακ‐ κάτα, ψαχνά, δίεφθα, χλία καὶ ὀπτά.

6

.

5

Καὶ οἶνον λαμ‐ βάνειν παλαιόν, λευκόν, εὐώδη, καὶ ἀνισάτον, μὴ χροιακὸν δέ, [καὶ παλαιόν].

6

.

6

Τῶν ἰχθύων πάντων τοὺς τρυφε‐ ροσάρκους ἐσθίειν, οἷον λαπίνας, χάννους, κόκκυγας, σπά‐ ρους, χρυσάφια, κωβιούς, καὶ ὅσα τοιαῦτα. Ἀπέχεσθαι δὲ λαβρακίων, κεφάλων, γυλαρίων, ἀστακῶν, παγούρων, καὶ
5ὅσα ὀστρακόδερμα. Τοὺς δὲ τῶν ἰχθύων ζωμοὺς καρυ‐ κεύειν διὰ στάχους καὶ κολιάνδρου χλωροῦ.

6

.

7

Ἐκ τῶν λαχάνων ἐσθίειν χρυσολάχανον, κολοκύνθην, θαλασσοκράμ‐ βην, καὶ σεῦτλον, μετὰ τῶν εἰρημένων κρεῶν. Καὶ ἀν‐ δράχνην ἑψεῖν μετὰ κρέατος, καὶ ὀξογαρίζειν μερικῶς τὸ
5μαϊούλιον, τὸ ἰντύβιον, τὸ σέλινον, καὶ τὸ ἀγγούριον ἐν ὄξει σκιλλιτικῷ βαπτόμενον, μετρίως· πολὺ γὰρ ἐσθιόμε‐ νον τὸ μαϊούλιον, ἀμβλύνει τὰς κόρας.

6

.

8

Ἐκ δὲ τῶν ὀπωρῶν κεράσια λευκά, καὶ τετράγγουρα ἐσθίειν μετρίως.
413

6

.

9

Λουτρὰ δὲ ηʹ, χωρὶς δὲ ψιλίθρου καὶ σμήγματος. Ἀπ‐ έχεσθαι καὶ ἀφροδισίων.

6

.

10

Σκοπεῖται δὲ τὸ ἄστρον τοῦ Ἡλιοτροπίου, ἀπὸ καʹ ἕως κθʹ ψηφιζόμενον.
2

7

t

ΜΗΝ ΙΟΥΛΙΟΣ.

7

.

1

Χρὴ ἀφροδισίων ἀπέχεσθαι καὶ πλειστῆς τροφῆς, καὶ παντὸς μόχθου, καὶ κραιπάλης, καὶ ὕπνου μεσημβρι‐ νοῦ, καὶ ὀπωρῶν ξηρῶν, διὰ τὴν ἀταξίαν τῆς χολῆς.

7

.

2

Τὰ δὲ κρέη λαμβάνειν, ὥσπερ καὶ τῷ ἰουνίῳ μηνί. Λάχανα δὲ δριμέα, καὶ πικρά, καὶ θερμά, μὴ ἐσθίειν· ἰχθύας δὲ τρυφεροσάρκους, οἷον κίχλας, λαπίνας, καὶ ὅσα τοιαῦτα,
5καθὼς καὶ ἐν τῷ ἰουνίῳ μηνὶ λέλεκται· καὶ τὰ ὀξομέλιτα καὶ ὀξογάριτα.

7

.

3

Ἐκ δὲ τῶν ὀπωρῶν τὰς ὑγροτέρας, οἷον πέπονας, σύκα λευκὰ μετὰ ἅλατος, καὶ σταφυλὰς πάσας, ἄνευ τῆς μελαίνης· ἀπίδια δὲ καὶ μῆλα καὶ δαμάσκηνα, καὶ ὅσα ὑγρὰ τοιαῦτα, ἐσθίειν.

7

.

4

Οἶνον δὲ λευκόν, εὐώδη, πίνειν ἀπλήστως· καὶ τὴν μὲν τροφὴν μετρίως, τὸν δὲ οἶνον πλεῖστον καὶ τὰ δροσάτα. Ζέματα δὲ καρυκευτὰ μὴ λαμβάνειν, εἰ μὴ τοῦ δαυκίου μόνον, ὀλίγῳ μέλιτι καὶ στάχει
5ἀρτυθέντα.

7

.

5

Λουτρὰ ηʹ, καὶ σμήγματα διὰ κιμωλίου· λουέσθω δὲ συντόμως. Καθαρσίου δὲ ἀπέχεσθαι δεῖ.

7

.

6

Σκοπεῖται δὲ καὶ τὸ ἄστρον τοῦ Κυνὸς ψηφιζόμενον ἀπὸ τῆς ιγʹ ἕως τῆς ιϛʹ.
2

8

t

ΜΗΝ ΑΥΓΟΥΣΤΟΣ.

8

.

1

Ἁρμόζει τῶν γλίσχρων καὶ παχυχύμων ἀπέχεσθαι, καὶ μολόχης, καὶ παντὸς ἀγρίου λαχάνου, καὶ ἀφροδισίων· ἐσθίειν δὲ σεῦτλον, βλῖτον, καὶ κολοκύνθην· ἐκ δὲ τῶν κρεῶν πρόβεια ἐσθίειν καὶ τράγεια εὐνοῦχα.

8

.

2

Λαγωοὺς δὲ καὶ δορκάδας ἐσθίειν χρή, ἄχρι τῆς ιεʹ τοῦ μηνός· ψαχνὰ δὲ καὶ χλία ὀξομέλιτι· ὀρνίθια δὲ καὶ περδίκια, καὶ ἀλεκτο‐ ρόπουλα, καὶ περιστερόπουλα πάντα χρᾶσθαι μηδὲν βλαπτό‐
5μενος· ἀπὸ δὲ τῶν χλωρῶν ἰχθύων πάντας τοὺς τρυφερο‐ σάρκους ἐσθίειν, ὡς προλέλεκται κατὰ τὸν ἰούλιον μῆνα, καὶ ἐκ διαλείμματος ἐμβάμματα χρᾶσθαι σινάπεως.

8

.

3

Τῶν
δὲ ταριχευτῶν ἰχθύων καὶ ξηρῶν ὀπωρῶν πάντων ἀπέχε‐ σθαι, χρᾶσθαι δὲ ταῖς χλωραῖς ὀπώραις σύκων, σταφυλῶν, ἀπιδίων, δαμασκηνῶν λευκῶν, ῥοδακίνων, πεπείρων, καὶ414
5τῶν ὁμοίων.

8

.

4

Ἀπὸ τῶν λαχάνων, παντὸς θερμοῦ καὶ ξηροῦ ἀπέχεσθαι χρή, οἷον πηγάνου, θρύμβου, σκορόδου, πράσου, εὐζώμου, καρδάμου καὶ ῥαφάνου.

8

.

5

Λουτρὰ δʹ· χρίσμα ἕν, καὶ τοῦτο ποιεῖν μετὰ τὴν ιεʹ.

8

.

6

Ἐκ δὲ τῶν συνθέτων, χρᾶσθαι κάπαριν, ἐλαίας σὺν ὀξομέλιτι κολυμ‐ βάδας, ἀμύγδαλα χλωρά· τῶν δὲ μαύρων ἐλαιῶν ἀπέχεσθαι. Οἴνοις λεπτοῖς καὶ εὐώδεσι καὶ ῥοσάτοις χρᾶσθαι. Χρί‐
5σματα δὲ διὰ κιμωλίου καὶ ὄξους σὺν ἐλαίῳ χρᾶσθαι.

8

.

7

Σκο‐ πεῖται δὲ καὶ τὸ ἄστρον τὸ ........ ψηφιζόμενον ἀπὸ τῆς ιεʹ ἕως τῆς κζʹ.
3

9

t

ΜΗΝ ΣΕΠΤΕΜΒΡΙΟΣ.

9

.

1

Ἁρμόζει γαλακτοτροφεῖν καὶ γαλακτοποτεῖν, καὶ πάντα τὰ γλυκέα καὶ σεμιδαλάτα, οἰνομέλιτα, καὶ δροσάτα λαμβάνειν.

9

.

2

Ἐκ δὲ τῶν κρεῶν πρόβεια, ὀρνίθια, περι‐ στεράς, νήττας, τρωγλίτας, καὶ λακτέντα ὀπτὰ σὺν ὀξομέ‐ λιτι ἐσθίειν· ἀπέχεσθαι δὲ βοῶν, λαγωῶν, ἐλάφων, δορκά‐ δων καὶ περδίκων, διὰ τὸ κατὰ τὸν μῆνα τοῦτον αὐξά‐
5νεσθαι τὴν μέλαιναν χολήν.

9

.

3

Ἐκ δὲ τῶν ἰχθύων λαμ‐ βάνειν πάντας τοὺς τρυφεροσάρκους, καὶ πετραίους, καὶ μαλακοσάρκους· ἀπέχεσθαι κεφάλων καὶ πάντων τῶν ἀλέ‐ πων.

9

.

4

Ἀπὸ δὲ τῶν ὀσπρίων, κυάμου καὶ φακῆς ἀπέ‐ χεσθαι. Δριμοφαγίᾳ δὲ πάσῃ μερικῶς χρᾶσθαι, οἷον ῥα‐ φάνων, πεπέρεως, σινάπεως, κιναμώμου, στάχους. Ἐκ δὲ τῶν λαχάνων ἀπέχεσθαι τῆς κράμβης.

9

.

5

Τὰς δὲ ὀπώρας ἐσθίειν καλῶς, καθὼς καὶ ἐν τῷ αὐγούστῳ εἴρηται. Καὶ ἀψινθοροσάτα καὶ ἀψινθάτα πίνειν.

9

.

6

Λουτρὰ ηʹ· σμή‐ γματα κεφαλῆς, κιμωλίου, ὡς προλέλεκται, μετὰ ὄξους καὶ ἐλαίου ῥοδίνου, ἕως τῆς κδʹ· χρίσμα δὲ κοινὸν ποιεῖν. Καὶ ἀφροδισιάζειν.

9

.

7

Σκοπεῖται δὲ καὶ ἄστρον ἓν τῶν Σαλ‐ πίγγων.
2

10

t

ΜΗΝ ΟΚΤΩΒΡΙΟΣ.

10

.

1

Ἁρμόζει δριμοφαγίᾳ πάσῃ χρᾶσθαι· πρὸ πάντων
δὲ πάντα ἐσθίειν ἑφθὰ καὶ ὠμά· καὶ τὸ ζέμα πίνειν· σκό‐ ροδα ἑφθά, καρυκευτά, στάχος, πέπερι, κινάμωμον, καὶ καρυόφυλλον, ταῦτα διὰ τῶν βρωμάτων ἐσθίειν καὶ πίνειν.415

10

.

2

Ἐκ δὲ τῶν κρεῶν πρόβεια, ὀρνίθια, περιστερόπουλα, χῆνας, ὄρτυγας, ὀρτυγομήτρας, καὶ λακτέντα ἐσθίειν· νησ‐ σαρίων δὲ καὶ φασσῶν, καὶ τρυγόνων, καὶ πλατόνων, καὶ συάγρων, καὶ λαγωῶν ἀπέχεσθαι.

10

.

3

Ἐκ δὲ τῶν ἰχθύων, κεφάλων, ἀγραύλων, τριγλῶν, καὶ πάντων τῶν ἀλέπων καὶ τῶν παστῶν ἀπέχεσθαι χρή· τὰ δὲ ἄλλα πάντα ἐσθίειν.

10

.

4

Ἐκ δὲ τῶν ὀσπρίων, κυάμου καὶ φακῆς, καὶ λαθύρου ἀπέχεσθαι· τὰ δὲ λοιπὰ ἐσθίειν. Τῶν λαχάνων, κράμβης καὶ γογγύλης ἀπέχεσθαι, τἄλλα δὲ ἐσθίειν. Ἀσπαράγους δὲ πάντας καὶ ἀμανίτας λευκοὺς ἐσθίειν.

10

.

5

Ἀπὸ δὲ τῶν ὀπωρῶν, σταφίδας λευκάς, ἀπίδια ἄγρια ἀκμάζοντα, καὶ μῆλα γλυκέα, σύκα λευκά, μέσπιλα, ῥοδάκινα, φοίνικας, ῥοιάς, καὶ μηλοκύδωνα, ταῦτα πάντα ἐσθίειν.

10

.

6

Ἐκ δὲ τῶν ξηρῶν ὀπωρῶν, κάρυα βασιλικά, πιστάκια, ἀμύγδαλα, κοκκονάρια, καὶ κάρυα ποντικά, κοκκοδάφνων δὲ ἀπέχεσθαι. Οἶνον λευκὸν καὶ ἐλαιόχροον καὶ ἀψινθοροσάτον πίνειν.

10

.

7

Σκοπεῖται δὲ καὶ τὸ ἄστρον τοῦ Ταύρου.
1

11

t

ΜΗΝ ΝΟΕΜΒΡΙΟΣ.

11

.

1

Ἁρμόζει ἀπέχεσθαι πάντων τῶν ὑγρῶν βρωμάτων. Ἐκ δὲ τῶν κρεῶν ἐλάφεια, βόεια, λάγεια, τράγεια, συάγρεια, ἀγρίων αἰγῶν καὶ δορκάδων, τὰ δὲ λοιπὰ πάντα κρέη τῶν πετεινῶν καὶ τῶν ἄλλων ἐσθίειν ψαχνά τε καὶ χλία, δίεφθα,
5καὶ καρυκευτά, καὶ τὰ μικρὰ γαλούλια, τουτέστι τὰ λακτέντα.

11

.

2

Ἐκ δὲ τῶν ἰχθύων, πάντα ἐσθίειν, πλὴν τῶν ὑγροτέ‐ ρων· κίχλας καὶ κωβιούς, καὶ πάντα τὰ ἄλεπα, μὴ ἐσθίειν, καθὼς προλέλεκται ἐν τῷ ὀκτωβρίῳ μηνί. Τὰ δριμέα πάντα χρᾶσθαι, οἷον πέπερι, καὶ ὅσα διὰ τῶν ἀρωμάτων· πρὸς δέ,
5καὶ πρασομόλοχα.

11

.

3

Ἐκ δὲ τῶν ὀσπρίων, κυάμου καὶ φακῆς καὶ θερμίων ἀπέχεσθαι· τὰ δὲ λοιπὰ ἐσθίειν. Ἐκ δὲ τῶν ὀπωρῶν, φοίνικας μὴ ἐσθίειν, μήτε κοκκόδαφνα. Οἶνον παλαιόν, λεπτόν, εὐώδη πίνειν.

11

.

4

Ἀπέχεσθαι δὲ πασῶν τῶν ὑγροτέρων τροφῶν, καὶ λαμβάνειν τὸ ἀπό‐ θερμα τῆς τίλης ἐκ διαλείμματος. Λουτρὰ γʹ, ἄνευ τοῦ
χρίσματος. Καὶ ἀφροδισιάζειν.416

12

t

ΜΗΝ ΔΕΚΕΜΒΡΙΟΣ.

12

.

1

Χρὴ κράμβην μὴ ἐσθίειν, μήτε σκίμβρον. Ἐκ δὲ τῶν κρεῶν, καθὼς ἐν τῷ νοεμβρίῳ μηνὶ λέλεκται. Ὁμοίως καὶ περὶ τῶν ἰχθύων καὶ τῶν λαχάνων καὶ ὀπωρῶν, καὶ περὶ οἴνων, καὶ ὀσπρίων, καὶ πρασοζέματος.

12

.

2

Λουτρὰ ηʹ· καὶ χρίσματα ποιεῖν διὰ τῆς ἀλόης καὶ τῆς σμύρνης. Φα‐ κὴν δὲ μὴ ἐσθίειν ὅλως. Λαμβάνειν δὲ ἀπόζεμα τῆς τίλης μετρίως. Κάπαριν καὶ κολυμβάδας ἐλαίας μὴ ἐσθίειν, ἀλλὰ
5μᾶλλον τὰς μαύρας ὀξομέλιτι καὶ σίνηπι. Καὶ σμήχεσθαι δι’ οἴνου καὶ νίτρου. Καὶ ἀφροδισιάζειν.

12

.

3

Ψηφίζεται δὲ
καὶ τὸ Ἕπταστρον, ἀπὸ ζʹ ἡμερῶν τοῦ μηνός.417