TLG 0744 005 :: ALEXANDER :: De oculis libri tres ALEXANDER Med. De oculis libri tres Citation: Page — (line) | ||
134(t) | ΠΕΡΙ ΟΦΘΑΛΜΩΝ. | |
1 | α. Πρῶτος λόγος. | |
---|---|---|
1 | Προοίμιον. Ἅπαντα μὲν ἰατρὸς ἄριστος ἰᾶσθαι τὰ πάθη σπου‐ δάζειν ὀφείλει, ἀλλ’ οὐδὲν οὕτως ὡς ὀφθαλμούς, ἐπειδὴ δι’ αὐτῶν τὴν γλυκύτητα τὸν ἥλιον ἅπαντά τε τὰ ἐν τῷ κόσμῳ ὄντα δέδωκεν | |
5 | ἡμῖν γινώσκειν ἡ φύσις πᾶσαν τε τέχνην ἐπιτηδεύειν· ἀστρονομίαν γὰρ οὐκ ἔγνωσαν ἄν ποτε, εἰ μὴ διὰ τῆς ὄψεως θεαταὶ τῆς τῶν ἀστέρων κινήσεως γεγόνεσαν. ἀλλ’ οὔτε φιλοσοφίαν ὅλην οὔτε τὴν φιλάνθρωπον ἰατρικὴν οὔτε ἐπίσκεψιν ἢ διάγνωσιν τοῦ κατὰ φύσιν ἢ παρὰ φύσιν ἠπίσταντο, εἰ μὴ τῇ ὄψει ἐκέχρηντο οἱ ἰατροί. δῆλον | |
10 | δὲ, ὅτι διαγνώσεως οὐκ οὔσης οὐδὲ θεραπείας ἦν τούτους ἐπιτυχεῖν ποτε. καὶ περὶ μορφῆς καὶ κάλλους ὅτι τὸ ὁρᾶν αἴτιόν ἐστιν, οὐκ ἄν τις ἀμφισβητήσειεν. Ἀμορφότατοι γάρ εἰσι καὶ ἀπρόσωποι ὅσοι τῶν ὀμμάτων ἐστέρην‐ ται καὶ οἶμαι διὰ τοῦτο καὶ τὸ πρόσωπον ὄψιν ὑπό τινων ὠνομά‐ | |
15 | σθαι, ὅτι καλὰ καὶ χαρίεντα μόνη ἡ ὅρασις παρέχει. —ἄλλοι δὲ τὴν ὄψιν τὴν ὅρασιν ὀνομάζουσι. —τί δὲ θέλω λέγειν ἅπαντα καὶ ἀπαριθμηθέντα καλά; ἀρκεῖ γὰρ τὸ μόνον εἰπεῖν καὶ τὸ δεῖ‐ ξαι αὐτὸ τὸ ἀναγκαῖον ὅτι καὶ θεὸν εἰδέναι καὶ τὴν τῶν ὅλων πρό‐ | |
νοιαν ἢ ἀφορμὴν ἡ θεωρία τῆς ἐν τῷ παντὶ τάξεως δέδωκεν ἡμῖν | 134 | |
136 | ἐκ τῆς τῶν ὀμμάτων ἐνεργείας. ἐπεὶ οὖν ἐστι καὶ τῶν ἐν τῷ σώματι καὶ τῇ ψυχῇ καλῶν αἴτιον τὸ ὁρᾶν, δεῖ μήτε βλαβῆναι ὄμ‐ ματα μήτε, εἰ πάθοιέν τι φθορᾶς, ἀμελεῖν τοὺς σπουδαίως ἔχοντας ἐπανακαλεῖσθαι πρὸς τὸ κατὰ φύσιν· εἰ δὲ συμβαίη τελείαν φθο‐ | |
5 | ρὰν καὶ ἀπώλειαν αὐτῶν γενέσθαι, μηκέτι σπουδὴν τίθεσθαι ἐπ’ αὐτῶν. τοῦτο οὖν ποιοῦμεν τοῦ πάντα δυναμένου καὶ συνεργοῦντος θεοῦ ἡμῶν καὶ ἀρχῆς γενομένου τοῦ λόγου. Εἰ δὲ βούλει διαμαρτάνειν τὰ παρ’ ἐμοῦ σοι γραφόμενα βοηθή‐ ματα καίτοι πολλὴν ὡς οἶσθα δεδωκότα πεῖραν, ἀξιῶ ὑμᾶς μετὰ | |
10 | διαγνώσεως αὐτὰ ἐπιφέρειν· ἀδύνατον γάρ ἐστιν ἐπιφέρειν τινὰ τὴν ἁρμόζουσαν θεραπείαν, εἰ μὴ πρότερον εὕροι, τίς ἐστιν ἡ παρασκευά‐ ζουσα τὸν κάμνοντα νοσεῖν διάθεσις. λέγωμεν οὖν ἤδη τὰ αἴτια καὶ τὰς ἀρχὰς τὰς πρώτας, ὅσαι τε καὶ τίνες εἰσὶ καὶ οἷστισι χρώ‐ μενος σημείοις ἅπαντα δυνηθείης ἐξευρίσκειν. εἰδέναι τοίνυν χρὴ | |
15 | γινόμενα τὰ πάθη τῶν ὀφθαλμῶν ὥσπερ καὶ τὰ τοῦ ὅλου σώματος ἢ διὰ περιουσίαν ὕλης ἢ διὰ ποιότητα καὶ διὰ μὲν τὴν περιουσίαν τῆς ὕλης ἢ ποσότητι ἢ ποιότητι ἢ τῷ συναμφοτέρῳ· ποσότητι μὲν ὡς ὅταν αὐτὴν τὴν οὐσίαν τοῦ αἵματος αὐτὴν καθ’ ἑαυτὴν πλεο‐ νάζειν λέγωμεν, ποιότητι δὲ ὡς ὅταν ἢ ἐπὶ τὸ παχύτερον ἢ | |
20 | λεπτότερον γενόμενον λυπῇ, κατὰ δὲ τὸ συναμφότερον ὡς ὅταν καὶ τῷ πλήθει λυπῇ καὶ τῇ ποιότητι. ποιότητι δὲ μόνῃ ψιλῇ τὸ σῶμα νοσεῖν λέγομεν, ὅταν θερμότερον ἢ ψυχρότερον ἢ ξηρό‐ τερον ἢ ὑγρότερον ἢ ὅλον ἢ μέρος γένηται, ἄνευ τοῦ πλεονάζειν τὴν ὕλην κατὰ τοὺς πόρους εὐρυνομένους ἢ πυκνουμένους ἀμετρότε‐ | |
25 | ρον διὰ τὴν δύναμιν ἢ τὸ πλέον ἐνεργεῖν ἢ τὸ ἔλασσον ἢ κατ’ ἀμφότερα. περὶ οὖν ἑκάστου τούτων ἴδια ῥηθήσεταί σοι οἷον ἕκαστόν ἐστι πρὸς θεραπείαν εὐκατάληπτον. ἔστω δὲ πρῶτον ἡμῖν ἀρχὴ | |
ἀπὸ τῆς τῶν ὀμμάτων ἐξηγήσεως, τί ποτε ἕκαστον αὐτῶν σημαίνει, | 136 | |
138 | καὶ οὕτως ἐροῦμεν, ὅπως θεραπεύειν τὰ ὑπ’ αὐτοῦ σημαινόμενα· γνωσθὲν γὰρ ἕκαστον ἔσται πρὸς θεραπείαν εὐκατάληπτον. οἶδα μὲν ὅτι καὶ τοῖς πρὸ ἡμῶν οὐδὲν ἠμέληται, ὅμως ἐπειδὴ ὁ χρόνος ἔτι προσεξευρίσκων ηὔξησε τὴν τέχνην, ἔτι μᾶλλον ἀναγκαῖον | |
5 | ἐνόμισα, καὶ ὅσα τοῖς παλαιοῖς εἴρηται καλῶς ἐκθέσθαι καὶ ὅσα δὲ ἐμοὶ δέδωκεν ὁ χρόνος χρήσιμον εἰδέναι πρὸς θεραπείαν ὀφθαλμῶν ἀναγράψαι σοι καὶ αὐτά. οἶμαι δὲ καὶ ἐν τούτῳ χαίρειν τὰς ψυχὰς τῶν πεπονηκότων ἀνδρῶν ὅτι θεῶνται τοὺς μετὰ ταῦτα γε‐ νομένους προστιθέντας, ὅσα τε τὸ βραχὺ τοῦ βίου τελειῶσαι καὶ | |
10 | εἰς πέρας ἀγαγεῖν οὐ συνεχώρησεν. ἐπειδὴ δὲ τὸ παρὰ φύσιν οὐ‐ δὲν ἄλλο ἐστὶν ἢ ἐκτροπὴ τοῦ κατὰ φύσιν ἔχοντος ὀφθαλμοῦ τὴν ἀρχὴν ποιησώμεθα. Περὶ τοῦ κατὰ φύσιν ὀφθαλμοῦ κατασκευῆς. Τοῦ κατὰ φύσιν ὀφθαλμοῦ κατασκευὴ συνέστηκεν ἐκ τριῶν ὑγρῶν· χιτώνων δὲ τεσ‐ | |
15 | σάρων τῶν περιεχόντων τὰ ὑγρὰ καὶ ἄλλου ὑμένος ὀφθαλμοῦ, ὃς δὴ ὑπὸ τῆς φύσεως δημιουργηθεὶς ὑπέστρωται παντὶ τῷ ὀφθαλμῷ ὥσπερ γάνωμα καὶ ἀμφιέννυσι τὸ ὀστέον, ὅπως μὴ γυμνῷ τῷ ὀστέῳ περιπίπτοιεν οἱ ὀφθαλμοὶ μυόντων κατὰ τὴν ἐνέργειαν τῆς κινήσεως. ὄνομα δὲ τοῖς ὑγροῖς ἐστι τῷ μὲν κρυσταλλοειδὲς, τῷ δὲ | |
20 | ὑαλοειδὲς, τῷ δὲ ὠοειδὲς, τοῖς δὲ χιτῶσιν ὀνόματα κεῖνται ἀμφι‐ βληστροειδὴς, ῥαγοειδὴς, κερατοειδὴς, ἐπιπεφυκώς, ὅν τινες οὐδὲ χιτῶνα καλοῦσι κυρίως· δῆλον γὰρ πρὸς διάγνωσιν καὶ θεραπείαν ἐστὶ πολλῷ κάλλιον τῶν ἄλλων, ἐπειδὴ ἐκ τῶν περικειμένων σωμά‐ των ἐδόξασαν αὐτοῦ τὴν ἀπόφυσιν. τοσοῦτοι μέν εἰσιν οἱ χιτῶνες. | |
25 | πρῶτος μέν ἐστιν ὁ ἀμφιβληστροειδὴς ἔνδον πάντων ἀποκείμενος, δεύτερος δὲ μετ’ αὐτὸν ὁ ῥαγοειδὴς καὶ τρίτος ὁ κερατοειδὴς καὶ μετὰ τοῦτον ὁ ἐπιπεφυκὼς, ὃς ἐκ τοῦ περικρανίου ὑμένος ἔχει τὴν γένεσιν. τὰ δὲ ὑγρὰ καὶ τὴν γένεσιν ἔχει οὕτως· τὸ μὲν ὑαλῶδες λέγεται ἔνδον ἔχειν τὴν θέσιν ὡς ἐπὶ τὸν ἐγκέφαλον ὑδατῶδες ὠνο‐ | |
30 | μάσθαι διὰ τὸ λεπτὸν εἶναι τῇ συστάσει καθάπερ τὸ ὕδωρ. | 138 |
140 | τοῦτο καὶ τροφὴ τυγχάνει τοῦ κρυσταλλοειδοῦς ἀπὸ τῆς τοῦ κρυ‐ στάλλου κατὰ σύστασιν ὁμοιότητος ὀνομασθέντος. τὸ δὲ ὠοειδές ἐστι καὶ αὐτὸ λαμπρὸν κύκλῳ περὶ τὰ ἀμφιβληστροειδῆ ὡς ἔτυχε καὶ χύδην ἀπόκειται. ἀλλὰ τὸ μὲν ὑαλοειδὲς ἐξ ἡμισφαιρίου κα‐ | |
5 | τεσκεύασται. ἀλλήλοις δὲ συνημμένα ἐστὶν ὡς κύκλον ἀπεργάζεσθαι. τὸ δὲ κρυσταλλοειδὲς μέσον ἀπόκειται καὶ κατὰ κάθετον αὐτὸν διαιροῦν τρόπον τινὰ τῶν ἀπ’ αὐτῶν κύκλων. ἔχει δὲ τὴν γένεσιν ἕκαστος τῶν χιτώνων ὡς εἰρήκαμεν. οὕτω μὲν οἱ κατὰ φύσιν ὀφ‐ θαλμοὶ ἐκ τοσούτων ὑγρῶν καὶ χιτώνων σύγκεινται. λοιπὸν δὲ | |
10 | περὶ τοὺς χιτῶνας ἢ τὰ ὑγρὰ ἢ τὸν πόρον ἢ τὰ βλέφαρα ἢ τοὺς κανθοὺς ἀσθένεια συμβαίνει. ἀνάγκη οὖν διελθεῖν, ὅπως ἕκαστον αὐτῶν τι καλεῖται παρὰ τοῖς παλαιοῖς, καὶ πῶς δεῖ γινώ‐ σκειν αὐτὰ πρῶτον, εἶτα θεραπεύειν ὀρθῶς. λέγωμεν οὖν περὶ τῆς ἐπιῤῥεούσης ὕλης, ὅπως διαγινώσκειν καὶ ταύτην χρή, εἴτε χολώ‐ | |
15 | δης εἴτε φλεγματώδης τυγχάνει εἴτε μελαγχολικὴ εἴτε αἱματώδης καὶ ἢ ἁπλῆ ἢ σύνθετος· ποτὲ δὲ οὐδὲν τούτων, ἀλλὰ ψιλὴ μόνη δυσκρασία καθέστηκεν καὶ αὐτὴ πότερον θερμὴ ἢ ψυχρὰ ἢ ξηρὰ ἢ ὑγρὰ, ἐν τῷ δευτέρῳ ῥηθήσεται γράμματι. περὶ δὲ τῆς συμπάσης ὕλης καὶ πάσης ἐκθέσεως κολλουρίων, πῶς δεῖ σκευάζειν αὐτὰ καὶ | |
20 | πῶς αὐτοῖς καὶ πότε δεῖ κεχρῆσθαι, ἐν τῷ τρίτῳ πρόκειται διελθεῖν. αἰτήσαντί σοι, ὦ γνησιώτατε τῶν ἐμῶν φίλων, γραμμάτιον περὶ τῶν ἐν ὀφθαλμοῖς παθῶν, ὅπως δεῖ ποιεῖσθαι τὰς θεραπείας αὐτῶν, εὐθὺς ὑπήκουσα, μηδὲν οὕτως ἀναγκαιότατον εἶναι σύγγραμμα πρὸς τὸν ἀνθρώπινον βίον ὑπολαβών. ἀρξώμεθα δὲ ἐξ ἐκείνων, δι’ ὧν | |
25 | ὀφείλομεν γνωρίζειν τὰς διαφορὰς τῶν συνισταμένων αὐτοῖς παθῶν. Τί ἐστιν ὀφθαλμία καὶ χήμωσις; Ὀφθαλμία καλεῖται κυρίως ἡ μεγάλη φλεγμονὴ τοῦ ἐπιπεφυκότος. χήμωσίς ἐστιν ἡ σφοδρὰ φλεγμονή. Τί ἐστι τάραξις; Τάραξις δὲ πρόσφατος καὶ ἄνευ φλεγμονῆς | |
30 | διὰ τὴν ἔξωθεν ἐπιγενομένην ἀραιότητα. | |
Τί ἐστιν ὑπόσφαγμα; Ὑπόσφαγμα δέ ἐστι παρέγχυσις αἵματος. | 140 | |
142 | Τί ἐστι πτερύγιον; Αἱ δὲ νευρώδεις ἐπιφύσεις πτερύγια. γένε‐ σις δὲ αὐτῶν ἐστιν ἐκ τοῦ μεγάλου κανθοῦ· προϊόντα δὲ ἐπὶ τὴν στεφάνην ἐπιφύεται τῷ μέλανι· πολλάκις δὲ, ὅταν αὐξηθῇ πέρα τοῦ δέοντος, καὶ τὴν κόρην ἐμποδίζει. | |
5 | Τὸ δὲ ὑπόσφαγμα γίνεται τῶν φλεβῶν ἀναρρηγνυμένων τοῦ ῥαγοειδοῦς· φλεβώδης γὰρ ὁ ὑμὴν οὗτος, ὁ δὲ κερατοειδὴς ἥκιστα τοιοῦτος. αἱ δὲ τῶν ταράξεων προφάσεις εἰσὶν αὗται· ἀπὸ καπνοῦ ἢ ἐκ καύσεως ἢ ἐλαίου ἐμπεσόντος ἢ κονίας ἢ ἄλλου τινὸς παρα‐ πλησίου, ὅθεν καὶ ἀφαιρεθέντος αὐτοῦ τοῦ ποιήσαντος αἰτίου εὐθέως | |
10 | καθίστανται. γίνονται δὲ ἄνευ φανερᾶς αἰτίας ὀδύναι ἐν τοῖς ὀφθαλ‐ μοῖς, ὁπόταν ὕλη τις ἀθρόα ἐμπέσῃ αὐτοῖς· ἔστι δὲ ὅταν καὶ δι’ ἄλλας ἔξωθεν προφάσεις ἢ σφοδρὰν πληγὴν ἢ πολὺ ἔλαιον ἢ δριμὺ ἐγχρονίσαν ἐν αὐτοῖς. παρέπεται δὲ τῇ ὀφθαλμίᾳ ὄγκος ὀδυνηρὸς, ἀντίτυπος, μέγας, ἐνερευθὴς, καὶ δακρύουσι καὶ μεγάλας ἔχουσι | |
15 | τὰς φλέβας τοῦ αἵματος πληροῦντος αὐτάς. ὅταν δὲ ἐπὶ πλέον ᾖ τὸ κακὸν, χήμωσις ἕπεται. Γνωρίσματα χημώσεως. Γνωριεῖς δὲ τὴν χήμωσιν ἐκ τοῦ πα‐ ρεῖναι μὲν καὶ τῇ ὀφθαλμίᾳ τῶν ὄγκων τὴν ὀδύνην, μάλιστα δὲ ἐκ τοῦ τὰ ἀμφότερα βλέφαρα ἐπαίρεσθαι, ὥστε καὶ ἐκστρέφεσθαι | |
20 | καὶ μόλις κινεῖσθαι καὶ τὸ λευκὸν ἐπὶ πολὺ τοῦ μέλανος ὑψηλότερον φαίνεσθαι. τινὲς δὲ καὶ ἄλλο εἶδος χημώσεως ἄνευ φλεγμονῆς τε καὶ ἀλγήματος ὑπέλαβον γίνεσθαι καὶ ἐμοὶ δοκεῖ ἀληθὲς εἶναι· καὶ γὰρ ἡ θεραπεία αὐτῶν διάφορος. Τί ἐστιν ἐμφύσημα; Ἐμφύσημα δ’ ἔστιν ὄγκος χαῦνος ὕδατι | |
25 | ἐοικὼς ἐξαίφνης ἐπιγενόμενος μετὰ κνησμοῦ κατὰ τὸν μέγαν κανθὸν, μάλιστα δὲ προηγησαμένου μυίας ἢ κώνωπος δακόντος, ὅθεν καὶ θερινῆς ὥρας πλεονάζει τὰ τοιαῦτα· γεγηρακόσι δὲ τοῦτο συμβαίνει μᾶλλον ἢ νέοις. Περὶ οἰδήματος. Τὸ δὲ οἴδημά ἐστι μὲν καὶ αὐτὸ χαῦνος ὄγκος | |
30 | ἐοικὼς τῷ ἐμφυσήματι, διαφέρει δὲ αὐτοῦ τῷ ἄνευ προφάσεως φα‐ | 142 |
144 | νερᾶς συνίστασθαι καὶ πιεζόμενον κοιλαίνεσθαι καὶ ἀναπληροῦ‐ σθαι· ἔστι δὲ ψυχρότερον τοῦ ἐμφυσήματος. Περὶ σκληροφθαλμίας. Σκληροφθαλμία μὲν οὖν ἐστι σκληρότης αὐτοῦ τοῦ ὀφθαλμοῦ καὶ τῶν βλεφάρων, ὥστε δῆλον εἶναι. καὶ διὰ | |
5 | τοιαύτην αἰτίαν δυσκίνητος καὶ ἐπώδυνος ὀφθαλμὸς γίνεται καὶ μά‐ λιστα μετὰ τοὺς ὕπνους· καὶ γὰρ τὰ βλέφαρα μόλις τε ἀνοίγουσι καὶ διὰ τοῦτο καὶ ἀκίνητος μένει· καὶ λῆμαι δὲ μικραὶ καὶ σκληραὶ ὑποτρέφονται. Περὶ ψωροφθαλμίας. Ἡ δὲ ψωροφθαλμία ἐστὶ κνησμός τις | |
10 | περὶ τὰ βλέφαρα ἐπιγενόμενος καὶ οἱ ὀφθαλμοὶ ὑπέρυθροι γίνονται καὶ ἑλκώδεις· δακρύουσι γὰρ ἁλμυρώτερον τε καὶ νιτρῶδες. Περὶ ὑδατίδων. Αἱ δὲ ὑδατίδες ἐπὶ τοῖς ἄνω βλεφάροις συν‐ ίστανται, σώματα γλίσχρα πιμελώδη διαπεπλεγμένα νεύροις τισὶν ἢ ὑμέσιν. | |
15 | Περὶ αἰγίλωπος. Ὁ δὲ αἰγίλωψ ἀποστημάτιόν ἐστί τι ἐν τῷ μεταξὺ τοῦ μεγάλου κανθοῦ καὶ τῆς ῥινὸς συνιστάμενον. ῥήγνυ‐ ται δὲ πολλάκις εἰς τὸν μέγαν κανθόν· ἔστι δὲ ὅτε καὶ λυμαίνουσι καὶ τερηδωνίζουσι τὰ ὑποκείμενα. τισὶ μὲν ἐκ τοῦ φυσικοῦ τρίμ‐ ματος εἰς τοὺς μυκτῆρας συῤῥεῖ τὸ πῦον, τισὶ δὲ εἰς τὸν ὀφθαλ‐ | |
20 | μὸν διὰ τοῦ κανθοῦ, ἐνίοτε δὲ ὑποτρέχει ὑπὸ τὸ δέρμα τῶν βλεφά‐ ρων θατέρου μόνου ἢ καὶ ἀμφοτέρων καὶ ἔμπαλιν εἰς τοὺς χόνδρους συῤῥεῖ τὸ πῦον εἰς τὸ ἄνω δέρμα πιεζόμενον. Περὶ ἀγχίλωπος. Τοὺς δὲ ἀγχίλωπας ἔνιοι τούτων διορίζουσι τῷ μηδέπω ἐῤῥῆχθαι τὸ ἀπόστημα. | |
25 | Περὶ δασύτητος καὶ τραχύτητος. Ἡ δὲ δασύτης καὶ τραχύτης περὶ τὰ ἐντὸς τῶν βλεφάρων συνίστανται. ἀλλήλων δὲ διαφέρου‐ σιν· ἡ μὲν γὰρ δασύτης ἐπὶ πολλῆς ἐστι μετὰ ἐρεύθους, ἡ δὲ τραχύ‐ της μείζονα τὴν ἀνωμαλίαν παρέχει μετ’ ἀλγήματος ἅμα καὶ βά‐ | |
ρους· ἄμφω δὲ τὸν ὀφθαλμὸν ἐξυγραίνουσιν. | 144 | |
146 | Περὶ τυλώσεως. Ἡ δὲ τύλωσις τραχύτης ἐστὶ χρονία ἐσκλη‐ ρυμμένας τε καὶ τετραχυμένας ἔχουσα τὰς ἀνωμαλίας. Περὶ χαλάζης καὶ λιθιάσεως. Χάλαζα δὲ καὶ λιθίασις· τὸ μὲν ὑγρὸν χαλάζῃ ἔοικεν, τῷ δ’ ἐκ πώρου γένεσίς ἐστιν. | |
5 | Περὶ προσφύσεως. Αἱ δὲ προσφύσεις καὶ μύσεις τῶν βλε‐ φάρων εἰσὶ πάθη δι’ ἕλκωσιν τῶν ἐν βλεφάροις ταρσῶν, ὅθεν τὰ πολλὰ γίνονται μετὰ χειρουργίαν πτερυγίων ἢ ἐγκανθίδων ἤ τινος ἄλλου τοιούτου. Περὶ λαγωφθάλμων. Λαγώφθαλμοι καλοῦνται, οἷς τὸ ἄνω βλέ‐ | |
10 | φαρον ἀνεσπασμένον οὐ καλύπτει τὸ ὑγρὸν τοῦ ὀφθαλμοῦ. τοῦτο δὲ φύσει, ἀλλὰ καὶ δι’ ἄμετρον ἀναρραφὴν γίνεται. Περὶ συκώσεως. Ἡ δὲ σύκωσις ὑψηλοτέρας ἐξοχὰς ἔχει καὶ τετμημένας καὶ σύκῳ ἔοικε κεχηνότι. Περὶ πιτυριάσεως καὶ κολοβωμάτων. Αἱ δὲ πιτυριάσεις καὶ | |
15 | τὰ κολοβώματα περὶ ὅλα τὰ βλέφαρα συνίστανται καὶ ῥαδίαν ἔχουσι τὴν διάγνωσιν, ὥστε περὶ διαγνώσεως πέριττόν ἐστι τὸ γράφειν. Περὶ ἐκτροπίων. Τὰ δὲ ἐκτρόπια γίνονται ἢ διὰ οὐλὴν ἢ διὰ ὑπερσάρκωσιν τῶν βλεφάρων τῶν ἐκτὸς τρεπομένων. Περὶ τριχιάσεως. Ἡ δὲ τριχίασις ὑπόφυσίς ἐστι τριχῶν περὶ | |
20 | τῶν ταρσῶν τῶν βλεφάρων εἴσω νεύουσα. Περὶ φθειριάσεως. Ἡ δὲ φθειρίασις γίνεται περὶ τῶν ταρσῶν τῶν βλεφάρων ἐπὶ μοχθηραῖς διαίταις, οἷον ἀδηφαγίαις καὶ ἀλου‐ σίαις καὶ ἀργίαις. Περὶ κριθῆς. Καὶ ἡ κριθὴ κατὰ τοὺς ταρσοὺς μάλιστα γίνε‐ | |
25 | ται φλεγμονή τις οὖσα παραμήκης ἐοικυῖα κριθῇ κατὰ τὸ σχῆμα. Περὶ μαδαρώσεως καὶ πτιλώσεως. Καὶ ἡ μαδάρωσις καὶ ἡ πτίλωσις πάθος ἐστὶ τοῦ ταρσοῦ τῶν βλεφάρων, ἡ μὲν μαδάρωσις | |
αὐτὴ μόνη τριχῶν, ἡ δὲ διὰ ῥεῦμα ἢ δι’ ἀλωπεκίαν· ἐπὶ δὲ τῶν | 146 | |
148 | πτιλώσεων πεπάχυνται καὶ τετύλωται τὰ βλέφαρα, πρὸς τούτοις δὲ καὶ ἔρευθος μεθ’ ἑλκώσεως καὶ τοῖς κανθοῖς αἷμα παρατρέχει. Περὶ ἐγκανθίδος καὶ ῥυάδος. Ἐγκανθὶς ἐπὶ πλέον αὐξηθέντος αὐτοῦ, ὅθεν καὶ σαρκώδης φαίνεται· ἡ δὲ ῥυὰς ἐπὶ πλέον μειωθέν‐ | |
5 | τος αὐτοῦ, ὡς μὴ δύνασθαι τῷ λόγῳ τῆς τροφῆς ἐρχόμενον ὑγρὸν αὐτοῦ κατέχειν. Περὶ βοθρίου καὶ κοιλώματος. Τὸ δὲ βόθριον ἕλκος ἐστὶ κοῖλον καθαρὸν καὶ στενόν· τὸ δὲ κοίλωμα εὐρύτερον καὶ μέσῳ βαθύ. | |
10 | Περὶ ἀχλύος. Τὴν δὲ ἐπὶ πλέον ἕλκωσιν, ἥ τίς ἐστιν ἀέρι παραπλησία, ἀχλὺν εἰώθασι καλεῖν· εἴωθε δὲ πολὺν ἐπινέμε‐ σθαι τόπον. Περὶ νεφελίου. Τὸ δὲ νεφέλιον ἕλκος ἐστὶ καὶ αὐτὸ ὥσπερ ἡ ἀχλύς, μικρὸν δ’ αὐτῆς βαθύτερον καὶ τῇ χροιᾷ λευκότερον. ἔνιοι | |
15 | δὲ καὶ τὰς ἐπὶ πολὺ ἑλκώσεις οὕτω καλοῦσιν ὥσπερ οἱ τὰ παχύτερα λευκώματα. Περὶ ἀργέμου. Τὸ δὲ ἄργεμον ἕλκος τί ἐστιν ἐπὶ τοῦ τῆς ἴρεως κύκλου γινόμενον, ὅπερ ἐπιλαμβάνει καὶ τὸ ἔξω τῆς ἴρεως· ἔστι δὲ ἐρυθρὸν, τὸ δὲ ἔνδον λευκὸν καὶ κατὰ τὴν τῶν | |
20 | ὑμένων ἑκατέρων φύσιν, ἐφ’ ὧν γέγονεν. Περὶ ἐπικαύματος. Διττὸν εἶδός ἐστι τοῦ ἐπικαύματος· καὶ γὰρ τὸ ῥυπαρὸν καὶ ἀκάθαρτον καὶ ἐσχαρωμένον οὕτω καλοῦσιν, ὅπερ καὶ αἷμα καθαρὸν πολλάκις συμβαίνει προχεῖσθαι τῶν ὑμένων ὑπὸ τῆς κακοηθείας τοῦ πάθους ἀναβρωθέντων· καλοῦσι δὲ καὶ | |
25 | τὴν ἐπιλεις.. ἕλκωσιν τοῦ χιτῶνος καὶ αὐτὴν ὁμοίως ἐπί‐ καυμα. Περὶ καρκινωδῶν ἑλκῶν. Συμβέβηκε τοῖς καρκινώμασι τοῦ ὀφθαλμοῦ ἕλκωσις, ὀδύνη καὶ διάτασις ἀγγείων κιρσωδῶν· ἔσται δὲ καὶ ἔρευθος τῶν χιτώνων καὶ νυγμάτων διαδρομαὶ ἄχρι κροτά‐ | |
30 | φων. καὶ ἄλλοι μὲν ἐὰν περιπατῶσιν ἢ ἐσθίωσι, τὴν κεφαλὴν ἀλ‐ | 148 |
150 | γοῦσι καὶ ῥευματίζουσι ὑπὸ δριμέος καὶ λεπτοῦ ῥεύματος καὶ ἀνο‐ ρεκτοῦσι καὶ δριμυτέρου κολλουρίου οὐδὲ ὅλως ἀνέχονται. ἐπι‐ γίνεται δὲ τὸ πάθος ὀφθαλμίαις χρονίαις, πρεσβυτέροις μᾶλλον ἢ νεωτέροις καὶ γυναιξὶ μᾶλλον, αἷς ἀπόλωλεν ἡ ἔμμηνος κά‐ | |
5 | θαρσις. Τὸ δὲ ὀνύχιον τοῦ κερατοειδοῦς ἐστι πάθος, ὅταν πῦον συστῇ ἔνδοθεν καὶ οὕτως ἐσχηματισμένον εὑρεθῇ, ὡς ἐοικέναι ὄνυχι· γίνεται δὲ τοῦτο πολλάκις διὰ κεφαλαλγίαν ἢ ὀφθαλμίαν ἢ ἕλκος. ὅταν δὲ πολὺ ἐπιῤῥεύσῃ τὸ πῦον, ὑπόπυος ὁ ὀφθαλμὸς καλεῖται. | |
10 | Περὶ φλυκταίνης. Πᾶσα φλύκταινα τὴν γένεσιν ἔχει ὑγροῦ τινος ὑποδείραντος τοὺς ὑμένας τοῦ ῥαγοειδοῦς. διαφέρουσι δὲ ἀλλήλων καὶ τῇ χροιᾷ καὶ τῇ συστάσει καὶ τῷ μεγέθει τῶν ὀδυ‐ νῶν, ὡσαύτως δὲ καὶ ἐν τῷ ποιοῦντι τὴν φλύκταιναν ὑγρῷ πολλή ἐστιν ἡ διαφορὰ περί τε τὸ ποσὸν—ἢ γὰρ πολύ ἐστιν ἢ ὀλίγον— | |
15 | καὶ περὶ τὴν σύστασιν—ἢ λεπτὸν ἢ παχὺ—καὶ περὶ τὴν χροιάν. τὰ μὲν γὰρ ἐπιπολῆς ὑγρὰ ἄλλως καὶ τὰ ἐν τῷ βάθει ἄλλως, ὁμοίως δὲ καὶ τὰ ἐγγὺς τοῦ μέλανος ἄλλως. ὀδύναι τε γὰρ ἕπον‐ ται εἰς τοὺς ὑμένας, οὓς χιτῶνας καλοῦσιν, ἄλλοι δὲ ὅτι ὁ κε‐ ρατοειδὴς ἀναλύεται. διὰ τοῦτο ὅσαι μὲν ἐπιπολῆς γίνονται φλύκ‐ | |
20 | ταιναι, μετριωτέραν τὴν ὀδύνην ἐπιφέρουσιν, ὅσαι δὲ ἐν τῷ βάθει καὶ μάλιστα ὑπὸ δριμέος χυμοῦ καὶ πολλοῦ μείζονα καὶ σφοδρο‐ τέραν ἐπιφέρουσι τὴν ὀδύνην. διακρίνειν οὖν αὐτὰς ἀκριβῶς δεῖ· σφόδρα γὰρ τοῦτο εἰς θεραπείαν σομβάλλεται. ἐὰν γάρ τις μὴ διαγνοὺς ἀκριβῶς προσίῃ, κίνδυνος πρόπτωσιν ἐπακολουθῆσαι ἀνα‐ | |
25 | καθαιρομένων τῶν ἑλκῶν καὶ μάλιστα τῶν ἐν βάθει καὶ γίνεται σταφυλώματα καὶ οὐλῆς ὑποτραφείσης ἐμποδισθῆναι τὴν ὅρασιν, ὡς αἴτιον αὐτὸ νομισθῆναι ὅλης τῆς βλάβης. διαγνοὺς οὖν ἀκριβῶς ὅτι φλύκταινά ἐστιν, ἔχεις δὲ τὰς διαγνώσεις αὐτῶν, μηδὲν ἀναβάλ‐ λου πρὸς τὴν θεραπείαν· ἐπὶ πάντων μὲν γὰρ τῶν παθῶν κακόν | |
30 | ἐστιν ἡ ἀναβολὴ, μάλιστα δὲ ἐπὶ τῶν ἐν ὀφθαλμοῖς, ἐφ’ οἷς ῥῆξίς | |
τε καὶ πρόπτωσις ἀπειλεῖται καὶ τὸ μηκέτι δύνασθαι πολλάκις ὁρᾶν, | 150 | |
152 | ὅπερ εἰ συμβαίη τῷ παθόντι τεθνάναι αἱρετώτερον ἂν εἴη ἢ ζῆν οὕτως. διὰ τοῦτο καὶ καθαίρειν δεῖ συντόμως, ἐὰν πλῆθος εἴη, καὶ φλεβοτομεῖν δεῖ, ἐὰν αἵματος περιουσία περιείη. εἰρήσεται δὲ τούτων τὰ διαγνωστικὰ σημεῖα καὶ οὐδὲν παραλειφθήσεται. | |
5 | Περὶ σταφυλώματος. Τοῦ καλουμένου σταφυλώματος πολλαί εἰσι διαφοραί· ἐκλήθη δὲ σταφύλωμα διὰ τὸ ἐοικέναι ῥαγὶ στα‐ φυλῆς καὶ διὰ τοῦτο τὸ τοιοῦτον πάθος ἀνεδέξατο τὴν τοῦ σταφυ‐ λώματος ὀνομασίαν. Περὶ μήλου. Καὶ τὸ καλούμενον μῆλον σταφυλώματος εἶδός | |
10 | ἐστιν εὐμεγέθους οὕτως ὡς ὑπεραίρειν καὶ τὰ βλέφαρα, παρατρι‐ βόμενον δὲ ταῖς βλεφαρίσι παρενοχλεῖν ἁπάσαις. Περὶ ἥλου. Καὶ ὁ ἧλος εἶδός ἐστι σταφυλώματος· γίνεται δὲ ὁ ἧλος, ὅταν χρονίσαν τὸ σταφύλωμα ὑποσκληρυνθῇ καὶ περιου‐ λώσῃ ἐν τῷ κερατοειδεῖ κατὰ πάντα ἐοικὼς ἥλου κεφαλῇ. | |
15 | Περὶ μυδριάσεως. Ἐὰν ἡ κόρη τοῦ κατὰ φύσιν εὐρυτέρα γέ‐ νηται, λέγεται μυδρίασις· ἐὰν δὲ μικροτέρα γένηται ἡ κόρη τοῦ κατὰ φύσιν πάνυ ὡς ἐμποδίζεσθαι τὴν ὅρασιν, καλεῖται τὸ τοιοῦτον πάθος φθίσις. Περὶ συγχύσεως. Εἶδός ἐστι καὶ τοῦτο τῆς μυδριάσεως, δια‐ | |
20 | φέρει δὲ ὅτι ἡ μὲν μυδρίασις ἐπὶ οὐδενὶ φανερῷ αἰτίῳ, ἡ δὲ σύγχυ‐ σις ἐπὶ πληγαῖς ταῖς σφοδραῖς καὶ ὀξυπαθίαις καὶ ἐπὶ φλεγμοναῖς τοῦ ῥαγοειδοῦς· ἡ δὲ μυδρίασις ἐπιγινομένη χρονίοις ῥεύμασι πολ‐ λάκις. βλέπουσι δ’ οἱ μὲν οὐδ’ ὅλως, οἱ δὲ βραχύ. Περὶ ὑποχύματος. Τὸ δὲ ὑπόχυμα πῆξίς ἐστιν ὑγροῦ παχέος συ‐ | |
25 | νισταμένου μεταξὺ κρυσταλλοειδοῦς καὶ τοῦ κερατοειδοῦς. δεῖ γι‐ νώσκειν οὖν αὐτὸ μᾶλλον διὰ τὸ συνίστασθαι οὕτως· κωνώπια μικρὰ παρέπεσθαι δοκεῖ καί τινα πολλάκις ὀροβώδη περιφέρεσθαι | |
πρὸ τῶν ὀφθαλμῶν καί τινες μὲν αὐτῶν τρίχας, ἕτεροι δὲ μαρμαρυ‐ | 152 | |
154 | γὰς δοκοῦσι βλέπειν. ὅταν δὲ τέλος σχῇ τὸ κακὸν, ὁ μὲν ἄνθρω‐ πος οὐκ ὄφεται, ἡ δὲ κόρη τὴν χροιὰν ὑπαλλάξει· πλείονα δὲ εἴδη τῆς χροιᾶς εἰσι· τὰ μὲν γὰρ τῶν ὑποχυμάτων ὑελίζει, τὰ δὲ ῥου‐ σίζει, τὰ δέ ἐστιν ἔκλευκα. τοσαῦτα περὶ διαγνώσεως εἰρήσθω. | |
5 | Σπουδάζειν δὲ δεῖ οὐ μόνον ὅσα τοῖς ὀφθαλμοῖς ἤδη πάρεστι πάθη, ἀλλὰ καὶ ὅσα μέλλει συμβαίνειν, προλέγειν αὐτοῖς ἀποβλέ‐ ποντα εἰς τὴν φύσιν αὐτοῦ τοῦ κάμνοντος καὶ τὴν ἡλικίαν καὶ ἕξιν καὶ χροιὰν καὶ βίον καὶ ἐπιτήδευμα, ὁποῖα μάλιστα τῶν παθῶν ἐπι‐ γίνεσθαι φιλεῖ καὶ ποῖα πάλιν παύεσθαι τινῶν ἐπισυμβαινόντων αἰ‐ | |
10 | τιῶν, οἷον παραδείγματος χάριν ὀφθαλμιῶντι διάῤῥοια ἐπιγινομένη ἀγαθὸν, ὡς ὁ μέγας Ἱπποκράτης ἐδίδαξεν. οὐκοῦν καὶ ἡμεῖς ἐκ τῶν ἐκείνου σπερμάτων μαθόντες λέγομεν τὰ αὐτά; ὀφθαλμιῶντι χολέρα ἐπιγινομένη λύει πολυχρόνιον ὁμοίως ὀφρύος ἄλγημα ἄκρα τε καὶ γόνατα ῥευματισθέντα χρόνιον ῥεῦμα τῶν ὀφθαλμῶν ἔπαυσε· | |
15 | καὶ οὖρα δὲ πλείονα φυσικῶς ἐνεχθέντα μεγάλως ὀνίνησι δυσχεραί‐ νοντας ἄλλως ἰαθῆναι τοὺς ὀφθαλμοὺς καὶ ἐξ ἐπιτηδεύσεως οὖρα προτρεψάμενοι πολλάκις ἐναργοῦς ἐπειράθημεν ὠφελείας ἐπὶ τῶν χρονίως ῥευματισθέντων τοὺς ὀφθαλμούς, ὁμοίως καὶ ἱδρῶ‐ τες ἐπιγινόμενοι πολλοὶ καὶ μάλιστα κατὰ τὰ μέρη ὅπου τὸ | |
20 | πάθος ἐστὶ τῶν ὀφθαλμῶν. εἰ δὲ ἱδρὼς ἐπιγενόμενος μὴ λύσει, πλῆθος κακόχυμον ἐνδείκνυται. καὶ κάρος δὲ ἐπιγενόμενος λύει κακοήθη ὀφθαλμίαν. οἶδα δὲ καὶ μανίᾳ τινὰς ληφθέντας καὶ ἄλλον ἐπιληψίᾳ καὶ οὕτως ἀπαλλαγέντας χρονίας ὀφθαλμίας καὶ ἑτέρους κεφαλαίᾳ περιπεσόντας ἢ κατάῤῥοις συνεχέσιν ἢ πυορροίαις διὰ | |
25 | τῶν ὤτων καὶ ἄλλους ἑλκωθέντας τὴν κεφαλήν. καὶ ἐκ μήτρας δὲ αἱμμοῤῥαγίαι καὶ μᾶλλον ὑδατώδεις μεγάλως ἰῶνται τὰς ἐν χρόνῳ συστάσας ὀφθαλμίας πολλάς. ὁμοίως καὶ ταῖς παρθένοις τὰ καταμήνια συμβάλλεται φαινόμενα, ἐπεχόμενα δὲ ταῖς πρεσβυτέ‐ | |
ραις τὰ πλεῖστα ἐξαίφνης οὐ μόνον χρονίας ὀφθαλμίας, ἀλλὰ καὶ | 154 | |
156 | γλαυκώσεις καὶ ὑποχύσεις ἔσθ’ ὅτε καὶ κατεργάζεται. ἀρχομένας δὲ ὑπὸ ῥεῦμα παχὺ ἐπὶ πολὺ ὠφέλησεν ὥσπερ τὴν μυδρίασιν ἔβλαψεν· οὐ καθ’ ὃ τῷ φθίνοντι τὸ ὄμμα ὁ πυρετὸς ξηραίνει καὶ ἀτροφώτερον αὐτὸ ποιεῖ. τὰς δὲ ἀμβλυωπίας τὰς ἐχούσας πα‐ | |
5 | χύτητα καὶ πύκνωσιν περὶ τοὺς ὑμένας ὠφελοῦσι τῶν δριμυτάτων τῶν ἐδεσμάτων προσφοραί. ὁμοίως δὲ καὶ ὀσφρήσεις συνεχεῖς ὀφθαλμίας λύουσι καὶ αἱμοῤῥαγίαι καὶ μάλιστα αἱ ἐκ τῶν τῆς κε‐ φαλῆς ῥευμάτων. Ὑποχύσεις καὶ γλαυκώσεις πρεσβυτέροις συμβαίνουσι καὶ τοῖς | |
10 | γλαυκοῖς μᾶλλον ἢ τοῖς μελανοφθάλμοις ὥσπερ καὶ τὰ ἕλκη διὰ τὸ ἀσθενεῖς εἶναι τοὺς χιτῶνας αὐτῶν. ἡ δὲ μυδρίασις μᾶλλον συμ‐ βαίνει τοῖς ἔχουσι τοὺς ὀφθαλμοὺς μείζονας καὶ μέλανας. οἱ τὴν γαστέρα ἔχοντες διαχωροῦσαν συνεχέστερον οὐ πάνυ τι ὀφθαλμίαις ἁλίσκονται· εἰ δὲ ἐπισχεθῶσιν αὐτὴν, μικροτέραις ὀφθαλμίαις ἐμ‐ | |
15 | πίπτουσιν. μικρὰ ἐθέλοντες ὁρᾶν καὶ ἔργον ἔχοντες ἀτενίζειν περὶ τὰ αὐτὰ ὀφθαλμίαις ἐμπίπτουσιν, ὁμοίως δὲ καὶ οἱ ἐν θαλάσσῃ συν‐ εχῶς λουόμενοι πυκνώτερον ὀφθαλμιῶσι καὶ οἱ ἐν καπνῷ ποιού‐ μενοι τὰς διατριβὰς καὶ οἱ ἐν ἡλίῳ μᾶλλον καὶ οἱ ἁλμυρᾷ διαίτῃ χρησάμενοι—καὶ ὁ μετὰ τροφὴν καὶ πόσιν κόπος ὀφθαλμίας | |
20 | ποιεῖ—καὶ οἱ ἄγαν φιλόλουτροι καὶ οἱ ἀφροδισίοις πολλοῖς χρώ‐ μενοι καὶ οἱ τὰ διάπυρα χώρια οἰκοῦντες καὶ μάλιστα περὶ τὰς Αἰγυπτίας θήβας. καὶ ἀνάγνωσις δὲ ἀτενεστέρα ἐπιτήδεια πρὸς τὸ παθεῖν παρασκευάζει τὰ ὄμματα. καὶ οἱ τὰ βαρέα αἴροντες χαλκεῖς καὶ τέκτονες εὐχερέστερον ἀδικοῦνται τοὺς ὀφθαλμοὺς, | |
25 | οἱ δὲ δρομεῖς ἥκιστα. οἱ ἐν χειμῶνι ὀφθαλμιῶντες χρονίζουσι καὶ μᾶλλον οἱ γέροντες· οἱ ἐν τῷ θέρει ὀφθαλμιῶντες χαλεπῶς διατί‐ θενται καὶ μάλιστα παιδία, ὁμοίως καὶ ἐν τῷ φθινοπόρῳ δυσθερά‐ | |
πευτοι καὶ μάλιστα εἰ συμβαίνει καὶ ἕλκη ἔχοντα τὰ ὄμματα. ὅσοι | 156 | |
158 | δὲ λευκοὶ τὴν χροιὰν τῶν μελανοφθάλμων μᾶλλον ἁλίσκονται ὀφθαλ‐ μίαις καὶ πυκνὴν τὴν τρίχα ἔχοντες, ὁμοίως δὲ καὶ ὅσοις πίτυρα ἐν τῇ κεφαλῇ γινόμενα μηκέτι γίνονται, οὗτοι χαλεπαῖς ὀφθαλμίαις ἁλίσκονται, αἱ δὲ γενόμεναι ὀφθαλμίαι ταῖς καθαιρομέναις γυναιξὶ | |
5 | χρονίζειν εἰώθασιν. | |
5 | — — — | |
6 | β. Δεύτερος λόγος. | |
7 | Προοίμιον. Πολλὰ δὲ καὶ ἄλλα γράφειν ἂν εἶχον τοιαῦτα τὰ μὲν παρὰ τῶν πρεσβυτέρων μαθών, τὰ τὲ καὶ αὐτόπτης γενόμενος, | |
10 | ἀλλ’ ἀρκεῖ ταῦτα παραδείγματος ἕνεκεν, ἃ γέγραφά σοι. οἶδα γὰρ ὅτι καὶ αὐτὸς φύσει συνετὸς ὢν καὶ ἀκολουθῶν τῇ φύσει καὶ τοῖς ἐξ αὐτῆς γενομένοις δύνῃ ὀρθῶς θεραπεῦσαι καὶ προειπεῖν τὸ μέλλον ἀποβαίνειν ἀμώμητόν τε φυλάξαι ἑαυτὸν καὶ τὴν τέχνην. περὶ μὲν οὖν τῆς ὀνομασίας τῶν ἐν ὀφθαλμοῖς παθῶν, ὅ τί ποτε | |
15 | ἕκαστον αὐτῶν σημαίνει, καὶ πῶς ἔστι διαγινώσκειν αὐτὰ, ἐν τῷ πρὸ τούτου δεδήλωται γράμματι. ἐν τούτῳ δὲ δευτέρῳ ὄντι τὰς θεραπείας αὐτῶν ἐκθέσθαι βούλομαι καὶ μάλιστα τῆς ἐπιῤῥεούσης ὕλης, ἡνίκα καὶ μάλιστα παρέχειν ἡμᾶς δεῖ καὶ παντοίαις μηχα‐ ναῖς ἐναντιοῦσθαι· ἀδύνατον γάρ ἐστιν ὀρθὴν θεραπείαν γενέσθαι, | |
20 | ὡς πολλάκις εἴρηται, ἢ ὀφθαλμῶν ἢ ἄλλου τινὸς μέρους, εἰ μὴ πρό‐ τερον ἄν τις εὕροι τῆς νόσου τὴν πρόφασιν. εἰ γὰρ ἀναλωθείη τὰ αἴτια καὶ μηδὲν εἴη τὸ ἐπιῤῥέον, ἐξαρκεῖ καὶ δίχα τῆς ἔξωθεν ἐπι‐ κουρίας ἡ φύσις ἐκθεραπεῦσαι τὰ πάθη. ἐπεὶ οὖν ἐκ τῶν τεσσά‐ ρων χυμῶν ἐστι καὶ τὸ ὑγιαίνειν καὶ τὸ νοσεῖν, ἀπὸ τούτων ἀρξώ‐ | |
25 | μεθα λέγειν, ὅπως ἔστιν ἕκαστον αὐτῶν πλεονάζον τε καὶ ἐλλεῖπον | |
γνωρίζειν. | 158 | |
160 | Διάγνωσις τῆς δι’ αἵματος πλήθους γινομένης ὀφθαλμίας. Ὀφ‐ θαλμίαν εἰώθασι καλεῖν οἱ παλαιοὶ κυρίως τὴν φλεγμονήν· ῥευμα‐ τισμοῦ δὲ ἐπιγενομένου τὴν διάθεσιν οὐκ ὀφθαλμίαν, ἀλλὰ τάραξιν ὀνομάζειν εἰώθασιν. ὅθεν δὲ συνέβη γενέσθαι τὴν φλεγμονὴν, δια‐ | |
5 | γίνωσκε οὕτως· εἰ μὲν ἐξ αἱματικοῦ χυμοῦ, πάντως ἐνερευθὴς ὁ ὄγκος ἐστὶ καὶ ἁπτομένῳ θερμὸς καὶ σφυγματώδης αἵ τε φλέβες οὐ μόνον αὐτῶν τῶν ὀφθαλμῶν, ἀλλὰ καὶ πᾶσαι σχεδὸν τοῦ λοιποῦ σώματος εὐρύτεραι φαίνονται ἥ τε σύμπασα ἕξις εὐτραφεστέρα ὄκνος τε πρὸς τὰς κινήσεις καὶ ὤτων ἦχοι εὔχροιά τε περὶ τὴν | |
10 | ἕξιν τοῦ σώματος καὶ κεφαλῆς ἄλγημα καὶ βάρους συναίσθησις, ἄλλα καὶ πολλά ἐστι τοῦ πλήθους ἐνδεικτικὰ καὶ προηγησάμενα αἴτια καὶ ἡ ἡλικία καὶ κρᾶσις, ἀλλ’ ἀρκεῖ μόνα ταῦτα φανέντα δεῖ‐ ξαι τὸ ποιῆσαν τὴν φλεγμονήν. εἰ μὲν οὖν διαγνόντι σοι φανείη ποτὲ διὰ πλῆθος αἵματος ἐν τοῖς χιτῶσιν ἥ τε φλεγμονὴ καὶ ὀδύνη | |
15 | γεγονέναι, ἄμετρος γενέσθω ἡ κένωσις καὶ, εἰ μηδὲν κωλύει, ἄχρι λειποθυμίας καί ποτε μὲν ἀπὸ τῆς δεξιᾶς χειρὸς, εἴπερ ὁ δεξιὸς ὀφθαλμός ἐστιν ὁ πάσχων, ἀπὸ δὲ τῆς εὐωνύμου, εἴπερ ὁ ἀριστε‐ ρός. ἐν αὐτῇ δὲ τῇ ἡμέρᾳ κολλουρίων ἀπέχου· εἰ δὲ ἄρα δέοι σοι ὑδαροῦν, κέχρησο μελικράτῳ καὶ μάλιστα εἰ λῆμαι πολλαὶ φαίνονται | |
20 | τικτόμεναι· καὶ γὰρ ἀπολεπτύνον τὰς οὔσας ἀναιρεῖ τὴν γένεσιν τῶν λοιπῶν, ὡς μηδὲ ὅλως συγχωρεῖν ἑτέρας γίνεσθαι· διαφορεῖ γὰρ τὰ ἐσφηνωμένα τῷ ἀνευρύνειν τοὺς πόρους ἀνωδυνίαν τε χαρί‐ ζεται καὶ ὕπνον, οὐχ ὥσπερ τινὰ τῶν κολλουρίων τῷ νάρκην ἐμποιεῖν, ἅτινα πολλάκις ἐφ’ ὧν ἔμφραξις ἐστι, καὶ προσεπιτεί‐ | |
25 | νει τὴν ὀδύνην, ἀλλὰ τῷ ἀνευρύνειν τοὺς πόρους ἀκωλύτους τε τὰς διαπνοὰς ἐργάζεσθαι. τούτων γινομένων ἁπάντων ἀσφαλής ἐστιν ἡ θεραπεία. μὴ ἕλκωσιν ἢ ῥῆξιν φοβοῦ, ἅπερ πολλάκις ἕπεται τοῖς κεχρημένοις στύφουσι κατ’ ἀρχὰς, ἐλπίζουσι δὲ δι’ | |
αὐτῶν ἀποκρούεσθαι τὸ ἐπιῤῥέον. ἐγὼ γοῦν ἐπὶ πολλῶν οἶδα μη‐ | 160 | |
162 | δενὸς ἄλλου δεηθεὶς, ἀλλὰ καὶ πάνυ καταχρησάμενος αὐτῷ, ἕως οὗ πάντα κατέστη καὶ γεγόνασιν ἀφλέγμαντα. εἰ μὲν οὖν εἴη τὸ τὴν φλεγμονὴν ἐργαζόμενον αἷμα δριμὺ καὶ ζέον, καὶ πάνυ χρήσει τῷ μέλιτι μέχρι τελείας ἀπαλλαγῆς, οὐκ ἀμέτρως· εἰ δ’ ἐπὶ τὸ δριμύ‐ | |
5 | τερον φαίνοιτο πάνυ καὶ χολῶδες, κατὰ πάντα ἀπέχου τοῦ μελικρά‐ του, μόνῳ δὲ κέχρησο τῷ εὐκράτῳ ἐγχυματίζων αὐτὸ συνεχῶς ἢ γάλακτος ἐπιμιγνύων αὐτῷ καὶ λευκὸν ὠοῦ. μετὰ δὲ τοὺς ἐγχυ‐ ματισμοὺς ἔξωθεν καταπλάσμασι κέχρησο τοῖς διὰ κρόκου καὶ ψιχῶν καὶ κροκῶν ὠῶν καὶ ῥοδίνου· καὶ γὰρ συμπέττει ταῦτα καὶ | |
10 | διαφορεῖ τὰς φλεγμονὰς ἄριστα. χρὴ δὲ σὺν ταῖς ψίχαις ἅμα καὶ τὸν κρόκον ἀποβρέχειν εἰς ζέμα μελιλώτων καὶ ῥόδων καὶ κω‐ δειῶν· τὸ δὲ ῥόδινον ἐπιβάλλειν ὕστερον ἀλλάσσειν τε αὐτὸ συνε‐ χέστερον, ὡς μὴ συγχωρεῖν αὐτὸ ἐπιξηραίνεσθαι καὶ διατείνειν. ἱκανὰ μὲν οὖν εἰσι καὶ ταῦτα παῦσαι φλεγμονὴν καὶ ὕπνον παρασχεῖν | |
15 | ὀδυνωμένοις. εἰ δὲ καὶ τούτων γινομένων ἡ ὀδύνη μηδὲν ἄξιον λό‐ γου ἐνδιδόναι φαίνοιτο, τῷ Νιλαμῶνι χρηστέον ἔχοντι τὸ ὄπιον οὐ πάνυ πολὺ, ὅπερ καὶ ἰδίως ἁπαλὸν καλοῦμεν, οὗ περὶ τὴν σκευα‐ σίαν καὶ ἄλλων πολλῶν ἀδηκτοτάτων ὄντων ἐκθήσομαι. παυ‐ σαμένης δὲ τῆς ὀδύνης ὀλίγον τι τῶν στυφόντων προσπλέκειν δεῖ | |
20 | καὶ μάλιστα τοῦ ὑδαροῦς λεγομένου· οὐδὲ γὰρ ἀμέτρου ἀνίας ἀνέχεται τὰ φλεγμαίνοντα καὶ μάλιστα, ἐὰν ᾖ ζέουσα ἡ φλεγμονή. τηνικαῦτα γὰρ ἀπέχεσθαι μὲν δεῖ τοῦ ὑδαροῦς, κεχρῆσθαι δὲ τῷ διαῤῥόδῳ Νείλου ἢ τῷ τοῦ Πολυδεύκους· οὐδὲν γὰρ ἂν εὕροις ὠφε‐ λιμώτερον, ἐφ’ ὧν ἐστι φλεγμονὴ ζέουσα καὶ πυρώδης ὡς τὴν τοῦ | |
25 | διαῤῥόδου κολλουρίου σὺν τοῖς ἀδήκτοις συμπλοκήν· καὶ γὰρ ἀποκρούεται καὶ μετρίως μετὰ τοῦ μηδὲν ἀνιᾶν τι συμπέττει τε | |
καὶ διαφορεῖ τὰ ἐγκείμενα καὶ καθ’ ὅλου ἀεὶ δεῖ κεχρῆσθαι τοῖς | 162 | |
164 | κολλουρίοις, ἐπειδὰν ἐπὶ τὸ θερμὸν ἐκτραπῇ τὸ αἷμα τὸ τὴν φλεγ‐ μονὴν ἐργασάμενον, ἀλλὰ καὶ καθαίρειν μετὰ τὴν χειρουργίαν ἢ ἐγχρονίζειν. οὕτω γὰρ ταχύτερον τὰ τοῖς ὀφθαλμοῖς προσφερό‐ μενα τὴν ἑαυτῶν ὠφέλειαν ἐπιδείξονται, τοῦ χολώδους αἵματος | |
5 | ἀπερίττου διὰ τῆς καθάρσεως γενομένου. εἰ δὲ χολὴν μᾶλλον ὑπο‐ νοήσαις εἶναι τὴν πλεονάζουσαν ἤπερ αἷμα, παραίτησαι τὴν φλεβο‐ τομίαν, μόνῃ δὲ τῇ καθάρσει κέχρησο τῇ δυναμένῃ σφόδρα ἐκκαθᾶ‐ ραι τὸν χολώδη χυμόν. Σημεῖα χολώδους ὀφθαλμίας. Δηλοῖ δὲ τὸ δακνῶδες εἶναι καὶ | |
10 | δριμὺ τὸ ἐπιφερόμενον τοῖς ὄμμασι καὶ αὐτὴ μὲν ἡ συναίσθησις· ἀνιῶνται γὰρ ἐπιῤῥεύσαντι καὶ δάκνονται σφοδρῶς οὐδὲ τὴν φλεγμο‐ νὴν ἀξιόλογον ἔχουσιν, ἀλλὰ πυρώδη μᾶλλον, ἐς ὕστερον δὲ ὠφε‐ λοῦνται τῇ πυρίᾳ χρωμένων ἡμῶν ἐπὶ πλέον ἀνώδυνοι γενόμενοι τῷ διαφορηθῆναι τὰ δακνώδη περιττώματα. τούτοις πολέμιά ἐστι τὰ | |
15 | ἐμπλαστικὰ τῶν κολλουρίων, ὅθεν καὶ τὸ ἐπὶ τοῖς τοιούτοις αὐτοὺς βοηθήμασι παροξύνεσθαι σημεῖον ἐστὶ τοῦ εἶναι δακνῶδες τὸ ἐπιῤ‐ ῥέον. ἐμπλαστικὰ δέ ἐστιν, ὅσα διὰ γῆς Σαμίας καὶ ψιμυθίου καὶ ἀμύλου καὶ πομφόλυγος ἔχει τὴν σκευασίαν, στυπτικὰ δὲ τὰ διὰ χαλκοῦ καὶ χαλκάνθου καὶ τῶν ὁμοίων. εἰσὶ δὲ πολλαὶ διαφοραί. | |
20 | τούτων δὲ δεῖ φεύγειν πάντων τὴν συνεχῆ χρῆσιν, ἐφ’ ὧν ἐστιν οὐ μόνον δακνῶδες καὶ δριμὺ τὸ ἐπιῤῥέον, ἀλλὰ καὶ παχὺ τυχόν· εἰ δὲ καὶ ὀλίγον εἴη καὶ δακνῶδες τὸ ἐπιῤῥέον, οὐδὲν βλάψει τὰ τοι‐ αῦτα τῶν κολλουρίων, ἀλλὰ καὶ ὠφελήσει. ἔτι δὲ πρὸς τοῖς ἤδη λεχθεῖσι σημείοις ἐνδείξεται καὶ τὰ λεχθησόμενα· φροντίδες γὰρ | |
25 | αὐτοῖς ὡς ἐπὶ τὸ πολὺ προηγοῦνται καὶ λῦπαι καὶ θυμοὶ καὶ κόποι καὶ ἐπὶ σιτίοις μοχθηροῖς καὶ κακοχύμοις. ἔτι δὲ καὶ ἡ γεῦσις ἐνδείξεταί σοι σαφέστερον· ἁλμυροῦ γὰρ αἰσθάνονται καὶ πικροῦ τοῦ δακρύου, ἡνίκα γεύσασθαι πειραθῶσι τοῦ ἐπιῤῥέοντος. ἀλλὰ καὶ κνηθιῶσιν οἱ τοιοῦτοι τὰ μῆλα· περιπήγνυται γὰρ αὐτοῖς ἁλμυ‐ | |
30 | ρίς τις οἵα τοῖς νηξαμένοις ἐν ὕδασι θαλασσίοις. ἔτι δὲ καὶ τὸ | |
θερμὴν αἴσθησιν εἶναι περὶ τὴν κεφαλὴν, ὥστε καὶ τοῖς ἁπτομένοις | 164 | |
166 | εἶναι πρόδηλον, ἐπὶ πλέον ἡμῖν ἐνδείκνυται τὸ εἶναι τὸ ἐπιῤῥέον σφόδρα δακνῶδες καὶ θερμόν. οὕτω μὲν ἡ διάγνωσις, ἡ δὲ θερα‐ πεία γίνεται οὕτως. Θεραπεία δακνώδους ὑγροῦ. Εἰ μὲν εἴη τὸ ἐπιῤῥέον ὑγρὸν | |
5 | τοῖς ὀφθαλμοῖς, ὥσπερ εἴρηται, δακνῶδες, ἐπισκέπτεσθαι δεῖ, πότε‐ ρον ὀλίγον ἐστὶν ἢ πολύ. καὶ εἰ μὲν ὀλίγον ἐστὶν, ἐλθὲ θαῤῥῶν ἐπὶ λουτρὰ γλυκέων ὑδάτων οὐ μόνον ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ πολλάκις. οὐδὲν ἄλλο πρὸς λεπτὰ καὶ δριμέα ῥεύματα εὑρήσεις τούτου ὠφελι‐ μώτερον βοήθημα. μετὰ δὲ τὸ λουτρὸν ἔστω σοι καὶ ἡ πᾶσα | |
10 | δίαιτα ὑγραίνουσα. κατὰ βραχὺ πινέτωσαν καὶ τὰς ἀπὸ λουτροῦ ἀναθυμιάσεις. ἡ δὲ τοῦ εὐκράτου πόσις γενέσθω πρὸ πάσης τρο‐ φῆς. οὕτω γὰρ ἔσται τὸ πᾶν σῶμα εὔκρατον ἀπλήρωτός τε πάσης ἀναθυμιάσεως ἡ κεφαλή. μετὰ δὲ τὴν τοῦ εὐκράτου πόσιν ἀνελ‐ θόντι ἐν τῷ οἴκῳ δίδου πτισάνης ἐπιβαλὼν αὐτῇ ὀλίγον ῥοδομήλου | |
15 | ἢ χρυσαττικοῦ. εἰ δὲ τὴν γαστέρα εἶναι ξηρὰν ὑπονοήσεις, ἐπιδίδου καὶ λεκύθους ὠῶν, λαχάνων δὲ μαλάχην ἢ θριδακίνην· μετὰ δὲ τὸ λάχανον εἰ καὶ τῶν σκληροτέρων ἰχθύων ἐπιδοίης, ἔτι κάλλιον οἷον ἄστακον ἢ ὀρφὸν ἢ ἰσικόν. ὅσῳ γάρ ἐστι τὸ ἐπιῤῥέον ἐν τοῖς ὄμμασι λεπτὸν καὶ δριμὺ, τοσούτῳ δεῖ καὶ ἡμᾶς ἐναντιοῦσθαι καὶ | |
20 | παχύνειν αὐτὸ, ὥστε καὶ ὄρνιν μετὰ ἰτρίου ἐπιδιδόναι καὶ χοιρίου καὶ ὅσα διὰ τῶν ἰτρίων σκευάζεται οἷον παχύχυμον οἶνον γλυκὺν καὶ μὴ πάνυ παλαιόν. Θεραπεία τοῦ εἶναι πολὺ καὶ δακνῶδες τὸ ἐπιῤῥέον. Εἰ μὲν οὖν εἴη κατὰ τὴν ποσότητα τὸ δανῶδες ὑγρὸν, ὅπερ ἐπιρρεῖ τοῖς | |
25 | ὄμμασιν, ὀλίγον, οὐδὲν δεῖ ἄλλο ποιεῖν· ἀρκεῖ γὰρ ἡ τοιαύτη δίαιτα νικῆσαι καὶ μεταβάλλειν μόνη τὸ δακνῶδες ἐπὶ τὸ εὔκρατον. εἰ δὲ σὺν τῇ ποιότητι καὶ τὸ πλῆθος φαίνοιτο, διαιτήσας αὐτὸν, ὡς | |
εἴρηται, καὶ προϋγράνας ἐλθὲ πάντως ἐπὶ κάθαρσιν ἄλυπον. ἄριστος | 166 | |
168 | δέ ἐστι γάλακτος ὀρὸς, ἀλλ’ οὐκ ἀρκεῖ μόνον, ἐχέτω δὲ καὶ σκαμ‐ μωνίαν. οὕτω γὰρ ἀπερίττου γενομένου τοῦ σώματος ἔσται εἰς πάντα θαῤῥῆσαι, ὥστε καὶ λοῦσαι ἀκριβῶς καὶ οἴνῳ χρήσασθαι παχυτέρῳ μηδὲν ὑφορώμενον. ἐγὼ γὰρ οἶδα δεκάκις εἰσαγαγὼν | |
5 | ἄρρωστον εἰς τὸ λούσασθαι διὰ τὸ δάκνεσθαι τὰ ὄμματα καὶ οὐ ταὐτὸν ἔπαθον τοῖς ἄλλοις, οἳ, ἐπειδὰν αἰσθάνωνται ὀδυνώμενον τὸν πάσχοντα, οὐδὲ ὀνομάζειν τολμῶσι λουτρὸν ὡς αὐτοῦ τὴν δακ‐ νώδη ποιότητα μᾶλλον ἐπιτείνοντος αἰτίου τε γενομένου διὰ τὴν ἀδιάπνευστον ὑγρότητα πλείονος ἐπιῤῥοῆς, ὅπερ συμβέβηκεν ἀλο‐ | |
10 | γίᾳ. εἰ γὰρ διαγνωσθείη καλῶς, ὅτι δριμὺ καὶ δακνῶδές ἐστι τὸ ἐπιῤῥέον, οὐ δεῖ παύσασθαι τοῦ λούειν ἢ ὑγραίνειν τὸν κάμνοντα, ἀλλ’ ὅσῳ περ ἂν ἐπιμένῃ τι τῆς δήξεως, τοσούτῳ καὶ ἡμᾶς δεῖ ἐπιμένειν λουτρῷ τε καὶ τροφαῖς ὑγραινούσαις ἐκείνου μεμνημένους, ὅπερ ὁ σοφὸς εἶπε γέρων· πάντα κατὰ λόγον ποιεῖν χρή· γινο‐ | |
15 | μένων δὲ τῶν κατὰ λόγον, μὴ μεταβαίνειν ἐφ’ ἕτερον μένοντος τοῦ δόξαντος ἐξ ἀρχῆς. Τοσαῦτα εἰρήσθω καὶ περὶ τῶν ὑπὸ δακνώδους χυμοῦ ῥευματι‐ ζομένων, ὅπως χρὴ διαιτᾶν αὐτούς. εἰ δὲ ἐπ’ αὐτῆς τῆς διαθέσεως μένει, ἀνάγκη χρήσασθαι κολλουρίοις, ἅπερ ἄδηκτα τυγχάνει καὶ | |
20 | ἀμαυροῦν οὐδὲν χωρὶς τοῦ νάρκην ἐμποιεῖν, ἅπερ ἐστὶ τὰ δι’ ὀπίου καὶ χυλοῦ μανδραγόρου καὶ χυλοῦ κωνίου συγκείμενα καὶ διὰ τοῦτο ἀδικοῦντα τὴν ὅρασιν. πολλὰ μὲν οὖν εἰσιν ἄδηκτα χωρὶς τοῦ πάνυ ναρκοῦν πρὸς ταύτας τὰς διαθέσεις ἁρμόζοντα· οἷς δὲ ἐγὼ θαῤ‐ ῥῶν κέχρημαι, τούτων τὰς γραφὰς εὑρήσεις ἐν τῷ τρίτῳ λόγῳ | |
25 | κειμένας, ἔνθα καὶ περὶ τοῦ τρόπου τῆς χρήσεως αὐτῶν ἐμνήσθην καὶ πότε δεῖ κατὰ μόνας αὐτοῖς κεχρῆσθαι, πότε δὲ προσ‐ μιγνύειν αὐτοῖς τι δεῖ. νυνὶ δὲ τῶν ἐφεξῆς ἐχώμεθα λέγοντες, ἡνίκα μὴ μόνον δακνῶδες, ἀλλὰ καὶ γλίσχρον ᾖ τὸ ἐπιῤῥέον, ὅπως αὐτὸ δεῖ διαγινώσκειν καὶ θεραπεύειν. | |
30 | Διάγνωσις τοῦ εἶναι δακνῶδες καὶ γλίσχρον καὶ διὰ τοῦτο χρο‐ | 168 |
170 | νίζειν. Εἰ μὲν οὖν ἐπίμικτον εἴη τὸ ἐπιῤῥέον, ὥστε κατὰ ἄμφω λυ‐ πεῖν, ἅμα τῷ γλίσχρον εἶναι καὶ δακνῶδες τὸ ὑγρὸν—οὐ γὰρ δυνατὸν ἐναντία μίγνυσθαι περιττώματα—διαγινώσκειν αὐτὰ χρὴ πρῶτον μὲν ἐκ τοῦ τὴν ὀδύνην μὴ μόνον σφοδρὰν, ἀλλὰ καὶ ἐπίμο‐ | |
5 | νον εἶναι μήτε ὑπὸ λουτροῦ ἢ πυριῶν ὠφελεῖσθαι μηδὲν αἰσθητόν. εἰ δὲ καὶ διὰ χρόνου τινὸς ἐπιτείνοιτο, δηλοῖ καὶ πλῆθος εἶναι καὶ μὴ μόνον περὶ τὰ ὄμματα σφήνωσιν, ἀλλὰ καὶ ἑκατέρωθεν ἐπιῤῥεῖν. εἰ δὲ φαίνοιντο καὶ τιτρᾶσθαι ὡς ὑπὸ τρυπάνου καὶ δάκνεσθαι, δῆλόν ἐστι καὶ μᾶλλον ἔτι ἐκ τούτων, ὡς τὸ λυποῦν | |
10 | ἔχει τι πρὸς τῷ γλίσχρῳ καὶ δάκνον. Θεραπεία τοῦ δακνώδους καὶ γλίσχρου. Δῆλόν ἐστι καὶ νῦν, ὡς διὰ τὸ δακνῶδες εἶναι τὸ ἐπιῤῥέον ὑγρὸν ἀνάγκη κεχρῆσθαι λουτρῷ, ἀλλ’ ἐπειδὴ οὐκ ἔστι δακνῶδες μόνον, ἀλλὰ καὶ γλίσχρον, διὰ τοῦτο κατ’ ἀρχὰς ὑπὸ τῶν λουτρῶν οὐκ ὠφελοῦνται μεγάλως, | |
15 | ὡς αἰσθητὴν γίνεσθαι τὴν ὠφέλειαν, ἀλλ’ ἔσθ’ ὅτε καὶ δάκνονται πλέον, ὡς ἀχάριστον τὴν τοῦ λουτροῦ χρῆσιν εἶναι, ἀλλ’ ὅμως οὐ δεῖ ἀποκνεῖν καὶ τῆς ἀπὸ τῶν λουτρῶν ὠφελείας ἀπογινώσκειν, ὅπερ πάσχουσιν οἱ πολλοὶ, ἀλλὰ λογισάμενος, ὅτι βράδιον αἱ ἀπὸ τῶν λουτρῶν ὠφέλειαι αἰσθηταὶ γίνονται, τῷ γλίσχρον εἶναι τὸ | |
20 | ἐπιῤῥέον αἴτιον, ἔτι μᾶλλον ἐπίμεινον τῷ λουτρῷ καὶ μετὰ τὸ λοῦ‐ σαι οἶνον ἐπιδίδου πολλάκις θαῤῥῶν, εἰ μή τι πλῆθος εἶναι τῶν λυ‐ πούντων ὑπονοήσεις· εἰ γὰρ εἴη τοῦτο, καθάρας αὐτὸν πρότερον οὕ‐ τως ἀσφαλῶς τῷ οἴνῳ κέχρησο μήτε νέῳ ὄντι μήτε παλαιῷ πάνυ· πρὸς ἀμφότερον γὰρ ἅμα τῶν λυπούντων μέσος κατὰ χρόνον οἶνος | |
25 | ἐπιδείξει τὴν ἑαυτοῦ ὠφέλειαν, ὥστε καὶ ἐπικεράσαι καὶ ἀμαυρῶσαι τὸ δριμὺ καὶ διαλῦσαι τῇ ἑαυτοῦ θερμότητι τὰ ἐν τοῖς ὄμ‐ μασι φθάσαντα περιπλασθῆναι καὶ σφηνωθῆναι. εἰ δὲ ἄρτον εἰς οἶνον ἐμβαλὼν θρέψεις, ἔσται σοι πρὸς τῷ κεραστικῷ ἡ τοιαύτη τροφὴ εὐανάδοτος. οὕτω μὲν εἰ δακνῶδες ἅμα καὶ γλίσχρον εἴη | |
30 | τὸ ἐπιῤῥέον, ἄριστα θεραπεύσεις. | 170 |
172 | Περὶ διαγνώσεως τοῦ εἶναι τὸ ἐνοχλοῦν αἴτιον ψυχρὸν καὶ μᾶλλον φλεγματῶδες. Σημεῖα τοῦ τὸ ποιοῦν αἴτιον τὴν ὀφθαλ‐ μίαν εἶναι φλεγματικώτερον εἰσὶ μὲν καὶ ἄλλα πλεῖστα, τὸ δὲ μη‐ δὲν ἐρυθρὸν εἶναι περὶ τὰ ὄμματα ἢ τὸ πρόσωπον, ἀλλὰ μᾶλλον | |
5 | βάρους αἰσθάνεσθαι, καὶ τὸ διαχώρημα δὲ φλεγματικώτερον ἢ χο‐ λωδέστερον εἶναι ὀξίδος τε μᾶλλον ἢ πικρασίας αἰσθάνεσθαι, καὶ οὔτε διψῶσιν πολλὰ οὔτε εἴπερ ἐνέγκοις ἐπιθυμοῦσιν. εἰδέναι δὲ δεῖ, ὅτι τὰ αὐτὰ σημεῖά ἐστι καὶ ἐφ’ ὧν ἐν ὅλῳ τῷ σώματι, ὥστε οὐκ ἔστι σύμπτωμα τῶν ἐχόντων μόνον περὶ τὴν κεφαλὴν | |
10 | καὶ τὰ ὄμματα φλεγματῶδες αἴτιον. Θεραπεία τῆς διὰ ψυχροὺς χυμοὺς γινομένης ὀφθαλμίας. Δια‐ γνοὺς ὅτι φλεγματικόν ἐστι τὸ ἐπιῤῥέον αἴτιον, μὴ ἀναβάλλου διδόναι τὸν τοιοῦτον ὑποκαθᾶραι χυμὸν καὶ μάλιστα ὑποπτεύων ἐν ὅλῳ τῷ σώματι πλεονάζειν τὴν τοιαύτην ὕλην· κίνδυνος γὰρ ἐπακολουθήσει | |
15 | μηδέπω ὅλου τοῦ σώματος ἀπερίττου γενομένου τινὶ τῶν λεπτύνειν καὶ θερμαίνειν δυναμένων χρήσασθαι κολλουρίων διὰ τὸ μὴ ῥῆξιν παρακολουθῆσαι, ἀλλ’ οὐδὲ οἴνῳ χρήσασθαι ἢ τροφὴν διδόναι λεπτύ‐ νειν καὶ θερμαίνειν δυναμένην. ἀπερίττου δὲ ὅλου τοῦ σώματος καὶ μηδενὸς ὄντος σημείου πλήθους λούσας τὸν κάμνοντα δίδου | |
20 | τινὰ τῶν θερμαίνειν δυναμένων οἴνων· τοιοῦτος δέ ἐστιν ὅ τε Ἰσαυρικὸς καὶ ὁ Ἀσκαλωνίτης καὶ ὁ Μυσιάτης καὶ ὁ Τερουϊνὸς καὶ ὁ Γαζίτης· εἰ δὲ κονδίτου ἢ ἀψινθάτου δοίης, ἔτι καὶ μᾶλλον ὠφε‐ λήσεις. ἐγὼ δὲ πολλάκις ὑδρογάρου δέδωκα πιεῖν τινὶ τῶν ἐχόντων ψυχρὰν καὶ ὑγρὰν δυσκρασίαν σὺν παχέσι καὶ γλίσχροις χυμοῖς, | |
25 | ἀλλὰ μὴν οὐδὲ ταρίχων τοὺς τοιούτους ἀπεῖργον ἢ τῶν ἀπ’ αὐ‐ τῶν σκευαζομένων βρωμάτων. ἐπὶ τινῶν δὲ καὶ σκόροδα φαγεῖν δέδωκα καὶ σφόδρα τοὺς οὕτω ἔχοντας ὠφέλησα καὶ τὰς ἐν τῇ κεφαλῇ τρίχας ἐπάρας χρησάμενος αὐτοῖς ψιλώθρῳ. καὶ τοῖς | |
ἄλλοις δὲ ἐχρώμην τοῖς ξηραίνειν καὶ διαφορεῖν δυναμένοις ἑλκοῖν | 172 | |
174 | τε τὰ περὶ τὴν ἐπιφάνειαν καὶ κολλουρίοις τὴν αὐτὴν ἔχουσι δύ‐ ναμιν, οἷά ἐστι τό τε νάρδινον καὶ τὸ δι’ οἴνου καὶ ἡ ἑκατόμβη, ποτὲ μὲν συμπλοκῆς ἄνευ, ποτὲ δὲ καὶ προσεμίγνυον αὐτοῖς τινὰ τῶν ἁπαλῶν κολλουρίων καὶ μάλιστα, εἰ ἀγρυπνήσας εἴη ὁ κάμνων. | |
5 | ἀποπάτων οὖν καλῶς γενομένων καὶ ὁ οἶνος ἐπέττετο καλῶς, τὰ δὲ παρεχόμενα σκόροδα δριμέα θέλουσιν εἶναι, ὥστε τὰ χρόνῳ ἐμ‐ πεπηγότα τοῖς ὄμμασι περιττώματα διὰ τούτων ἀπολεπτύνεσθαι τά‐ χιστα καὶ εἰς τὸ κατὰ φύσιν ἐπανέρχεσθαι. τοσαῦτα μὲν περὶ τῶν ἐχόντων ψυχρὰ περιττώματα εἴτε καθ’ ὅλον τὸ σῶμα εἴτε καθ’ ἓν | |
10 | μέρος καὶ διὰ τοῦτο ῥευματιζομένων τοὺς ὀφθαλμούς. Περὶ ψυχρᾶς καὶ ξηρᾶς δυσκρασίας. Εἰδέναι δὲ δεῖ καὶ ταύ‐ την ἢ καθ’ ὅλου τοῦ σώματος εἶναι τὴν δυσκρασίαν ἢ περὶ τὰ ὄμ‐ ματα μόνα καὶ, εἰ μὲν καθ’ ὅλου τοῦ σώματος εἴη, δῆλον ἔσται σοι ἐκ τῆς προηγησαμένης διαίτης· εὑρήσεις γὰρ αὐτοὺς ὡς ἐπὶ | |
15 | τὸ πολὺ τοιαύτῃ χρησαμένους διαίτῃ, ἥ τε καὶ αἱματῶδες ἀθροίζειν δύναταί τι· βόεια κρέατα καὶ φακῆ καὶ νῆσσαι καὶ κητώδεις τῶν ἰχθύων καὶ τὰ λιμναῖα πάντα καὶ ταῦτα μὲν ἐν διαίτῃ. εἰ δὲ καὶ λῦπαι προηγήσαντο καὶ φροντίδες καὶ δυσθυμίαι, δῆλόν ἐστιν ἐκ τούτων, ὡς ἐν ὅλῳ τῷ σώματι μελαγχολικώτερος ἐπλεό‐ | |
20 | νασε χυμός. ἡ δὲ χροιὰ τούτοις μολυβδώδης ἐστὶ καὶ τὸ τῆς ψυχῆς εἶδος δύσθυμον καὶ σαθρὸν ὡς ἐπὶ τὸ πολύ. εἰ δὲ μηδὲν εἴη τούτων ἔκδηλον ἐν ὅλῳ τῷ σώματι, φαίνονται δέ ποτε τὰ ὄμ‐ ματα μᾶλλον ἄχροα καὶ βάρους αἴσθησις καὶ δυσκινησία δηλοῖ μη‐ δὲν μὲν τὸ ὅλον ἠδικεῖσθαι τὸ σῶμα, περὶ δὲ τὰ ὄμματα μόνον | |
25 | ἐνοχλεῖν τὴν κακοχυμίαν. Θεραπεία τῆς διὰ ψυχρὰν καὶ ξηρὰν δυσκρασίαν γινομένης ὀφ‐ θαλμίας. Ὅτι μὲν ὁ ἐκ τοιαύτης τῆς δυσκρασίας τικτόμενος χυμὸς ψυχρὸς καὶ ξηρός ἐστι καὶ γεώδης, ὃς ὀνομάζεται μελαγχο‐ λικὸς, εὔδηλόν ἐστιν ἰᾶσθαι καὶ αὐτὸν ὥσπερ τὰ ἄλλα πάντα διὰ | |
30 | τῶν ἐναντίων τῶν ὑγραινόντων τε καὶ θερμαινόντων. τὰ λουτρὰ | 174 |
176 | τοίνυν συμφέρει καὶ ἐπὶ τούτων παραλαμβάνεσθαι ἀπὸ γλυκέων ὑδάτων οἶνοι τε μέσως ἔχοντες τὴν ἡλικίαν μήτε παλαιοὶ μήτε νέοι· ἔστωσαν δὲ τῇ χροιᾷ λευκοί. ἀναῤῥωνύειν γὰρ οὗτοι τὰ ὄμ‐ ματα ἴσασιν καὶ τὸ παχὺ τοῦ ἐπιῤῥέοντος ἀπολεπτύνειν ὡς εὐχε‐ | |
5 | ρῶς ἀποκρούεσθαί τε καὶ διαφορεῖσθαι. ὀλίγος δὲ διδόσθω οἶνος· καὶ γὰρ τὸ ἀπέχεσθαι αὐτὸν οἴνου πολέμιον καὶ τὸ πολλῷ δὲ κε‐ χρῆσθαι. λαχάνων ἡ μαλάχη ἐπιτηδεία, ἰχθύων δὲ οἱ πετραῖοι καὶ τῶν ὀρνέων δὲ, ὅσα ξηρὰν ἔχει τὴν σάρκα· βοείων δὲ κρεῶν μήτε αἰγείων προσφερέσθωσαν. ἀρκεῖ μὲν γὰρ ἡ τοιαύτη δίαιτα πρὸς τὸ | |
10 | ἐκθεραπεῦσαι τὴν τοιαύτην κακοχυμίαν, εἰ μὴ πάνυ τις εἴη πολλὴ περὶ τὰ ὄμματα μόνον σχολάζουσα καὶ ἐμπεπηγυῖα· εἰ δὲ πλῆ‐ θος εἴη καὶ περιέχοι ὅλον τὸ σῶμα ἡ κακοχυμία, καθαίρειν δεῖ τοῖς μελαγχολικὸν ὑποκαθαίρουσι χυμὸν, οἷά τέ ἔστι τὰ δι’ ἐπι‐ θύμου καταπότια καὶ μέλανος ἑλλεβόρου ἔχοντα τὴν σύνθεσιν· | |
15 | ταῦτα γὰρ αὐτὸν ἐκμοχλεύειν δύνανται ὥσπερ καὶ οἱ παρ’ ἐμοῦ σκευαζόμενοι κόκκοι εὐδοκίμως ἕλκουσι καὶ ἰσχυρῶς καὶ πᾶν ὅτι ἄν περ ᾖ περίττωμα μάλιστα περὶ τὴν κεφαλήν. ἔχουσι δὲ τὴν σκευασίαν οὕτως· ἀλόης ἡπατίτιδος οὐγγ. αʹ, κολοκυνθίδος τῆς ἐν‐ τερϊώνης οὐγγ. αʹ, φλοιοῦ ἑλλεβόρου οὐγγ., εὐφορβίου οὐγγ. αʹ, | |
20 | δακρυδίου οὐγγ. αʹ, βδελλίου Ἀραβικοῦ οὐγγ. αʹ, κόμμεως οὐγγ. αʹ. οὕτω μὲν αὐτῶν ἡ σκευασία· διδόσθω δὲ πλῆθος ἄχρι γραμμάτων τεσσάρων μικρῷ πλέον ἢ ἔλασσον. τούτων οὐκ οἶδα, εἰ ἄλλο τι φάρμακον εὕροις κάλλιον εἰς τοὺς παχεῖς καθαίρειν χυμούς· οὐ μόνον γὰρ ἐφ’ ὧν οἱ ὀφθαλμοὶ χρονίζουσιν, ἀλλὰ καὶ ἐφ’ ὧν χρό‐ | |
25 | νιόν ἐστι πάθος ἕτερον οἶδα τὰ κοκκία ταῦτα εὐδοκιμοῦντα. οὕτω μὲν δεῖ καθαίρειν· μετὰ δὲ τὴν κάθαρσιν παραλάμβανε λουτρὰ γλυ‐ κέων ὑδάτων καὶ τὴν εἰρημένην ὑγρὰν δίαιταν καὶ κολλούρια δὲ ὅσα διαφορεῖν καὶ λεπτύνειν καὶ ὑποδάκνειν δύναται· τὰ γὰρ ἁπαλὰ | |
τῶν κολλουρίων παρεμπλαστικά εἰσι τῶν τοιούτων χυμῶν· οὔτε γὰρ | 176 | |
178 | ἔρευθος ἐπιφέρει οὔτε θερμότητα πολλὴν, εἰ μή τι σπανίως, ἀλλὰ καὶ μᾶλλον σκληρότητα καὶ κνησμονὴν ὡς ἐπὶ σκληροφθαλμίας. τῶν οὖν δάκνειν δυναμένων ἀπέχου, κέχρησο δὲ τῷ λευκῷ πυρῷ λε‐ γομένῳ καὶ τῷ ἀνικήτῳ ἀμφότερα δυναμένῳ ποιεῖν καὶ τὸ ἔρευθος | |
5 | ἅμα καὶ τὴν κνησμονὴν παύειν, ὧν τὰς γραφὰς εὑρήσεις κατὰ τὴν | |
τάξιν κειμένας μετὰ καὶ ἄλλων μάλιστα εὐδοκιμεῖν δυναμένων. | 178 |