TLG 0744 004 :: ALEXANDER :: Epistula de lumbricis

ALEXANDER Med.
(Trallianus: A.D. 6)

Epistula de lumbricis

Source: Puschmann, T. (ed.), Alexander von Tralles, vol. 2. Vienna: Braumüller, 1879 (repr. Amsterdam: Hakkert, 1963): 587–599.

Citation: Volume — page — (line)

2

.

587

(t1)

ἈΛΕΞΆΝΔΡΟΥ ΤΡΑΛΛΙΑΝΟΥ͂ ἘΠΙΣΤΟΛῊ
t2ΠΕΡῚ ἙΛΜΊΝΘΩΝ.
1 Γέγραφάς μοι, φίλτατε Θεόδωρε, περὶ τοῦ σοῦ παιδὸς ἀπολέσθαι κινδυνεύοντος, ὅπως ἄν τι τῶν ἕλμινθας ἀναιρεῖν δυναμένων ὑμῖν ἀπο‐ στείλαντες φάρμακον οἷοί τε γενοίμεθα βοηθεῖν αὐτῷ. ἐχρῆν δὲ ὑμᾶς μὴ μόνον τοῦτο γράψαι, ἀλλὰ καὶ αὐτὸν τὸν ἄρρωστον ὑποπτεύεσθαι, εἰ
5πάρεστι πυρετὸς ἢ ἔμετος ἢ τῆς γαστρὸς φθορὰ, καὶ πῶς ἔχει τὰ τῆς ὀρέξεως ἢ δίψης, αὐτῶν τε τῶν ὀφθέντων τὸ εἶδος τῶν ἑλμίνθων καὶ ἁπλῶς ἅπαντα διελθεῖν, ὅσα τε τὴν νῦν διάθεσιν συνεδρεύει καὶ ὅσα προηγήσατο. οὕτω γὰρ ἂν ὑμῖν τε εὐχερέστερα τὰ παρ’ ἡμῶν ἔδοξεν ἐγώ τε οὐκ ἂν ἐδεήθην πλείονα συνάψαι. νῦν δὲ τὸ ἀπροσδιόριστον τῶν ὑπὸ
10σοῦ γεγραμμένων ἀναγκάζει μὴ πρὸς ἓν, ἀλλ’ εἰς πολλὰ βλέποντα ποιεῖσθαι μᾶλλον τὴν ἔκθεσιν. πρῶτον τοίνυν ἡμᾶς εἰδέναι δεῖ, ὡς τριττὸν εἰρήκασιν οἱ παλαιοὶ τῶν ἑλμίνθων εἶδος, ἓν μὲν τὸ μικρὸν πάνυ καὶ λεπτὸν, ὃ καλεῖν εἰώθασιν ἀσκαρίδας, δεύτερον δὲ τούτων στρογγύλον καὶ τρίτον ἄλλο τὸ τῶν πλατειῶν. ἔχουσι δὲ τὴν γένεσιν αἱ μὲν λεπταὶ καὶ
15μικραὶ περὶ τὰ κάτω μέρη τοῦ παχέος ἐντέρου, αἱ δὲ στρογγύλαι περὶ τὰ ἄνω μᾶλλον τῶν ἐντέρων, ὥστε καὶ ἐπαναβαίνειν αὐτὰς ἄχρι τῆς γαστρὸς, ὅθεν καὶ ἐμοῦνται πολλάκις, αἱ δὲ πλατεῖαι εἰς τοσοῦτον ἥκουσι μέγεθος, ὥστε καὶ ὅλῳ συμπαρεκτείνεσθαι τῷ ἐντέρῳ· οἶδα δ’ ὅτι ἐγγύς που ιϛʹ ποδῶν ἐκρίθησαν. καὶ αὕτη μὲν αὐτῶν ἐστιν ἡ διαφορά. τίκτονται
20δ’ ἀπὸ διαφθορᾶς σιτίων καὶ σήψεως ὠμῶν χυμῶν. διαγνοὺς οὖν πρότερον, τίνες τέ εἰσι καὶ περὶ ποῖα μᾶλλον μέρη οἱ πλεονάζοντες ἕλμινθες καὶ πολὺ πρότερον αὐτοῦ τούτου εἰ πάρεισιν ἕλμινθες, ἔρχου οὕτως ἐπὶ τὴν
θεραπείαν αὐτῶν. συμβαίνει γὰρ δάκνεσθαι τῇ ναυτίᾳ τὸν παῖδα καὶ587

2

.

589

στρωφᾶσθαι· ἐνδέχεται δὲ καὶ διὰ χολώδεις χυμοὺς καὶ μοχθηροὺς καὶ διαφθορὰν τὰ αὐτὰ γίνεσθαι. μὴ οὖν ἐξ ὑπονοίας, ἀλλὰ μετὰ σκέψεως ἅμα πάντα εἰ φανῇ ἀκριβῶς, τότε καὶ αὐτὸς ἔρχου ἐπὶ τὴν θεραπείαν θαρρῶν.
5
Σημεῖα τοῦ ὑποκεῖσθαι ἕλμινθας. Διαγνώσῃ δὲ τοὺς ἕλμινθας ἔκ τε τῶν προηγησαμένων ἀγρυπνιῶν τε πολλῶν τε καὶ ἀπεψιῶν ὧν προηγοῦνται παχύτεραί τε καὶ πλειότεραι τῶν ἐδεσμάτων ἐδωδαὶ καὶ βαλανείων συνέχειαι μετὰ τροφήν· γίνονται δ’ αὐτοῖς στρόφοι καὶ νύξεις καὶ δήξεις καὶ συστολαί τινες ἀνειδεῖς εἰς
10ἄρθρα. ἤδη δὲ συνεχόμενοι τῷ πάθει καὶ τῶν ἑλμίνθων αὐξανομένων ἐπὶ πλέον καὶ οἱ σφυγμοὶ μικροὶ γίνονται καὶ ἀμυδροὶ καὶ ἐνίοτε ἐκλείπουσι καὶ παλινδρομοῦσιν. οἱ δὲ ἁφῇ καταψύχονται καὶ παραφρονοῦσι καὶ τρύζουσι τοὺς ὀδόντας καὶ τῇ γλώττῃ τὰ χείλη τρίβουσι καὶ λοιμῶδες καὶ σηπεδονῶδες ἀναπνέουσι διὰ τοῦ στόματος καὶ ἀνορεκτοῦσι καὶ, ἣν ἂν
15προσενέγκωσι τροφὴν, ἐμοῦσι καὶ ταύτην εὐθὺς καὶ στρέφονται συνεχῶς καὶ ἀποροῦντες ἀνακλίσεως ἄλλοτε ἐν ἄλλῳ τόπῳ ῥίπτουσι μέχρι πολλοῦ καὶ τελευταῖον, ὅταν ἔχωσιν ἐσχάτως, ἱδροῦντες ψυχρόν τε καὶ συγκοπτικόν. ταῦτά ἐστι τῶν ἐχόντων ἕλμινθας σημεῖα. μηκέτι δὲ μηδὲν ἄλλως βοηθεῖν καὶ προσφέρειν ὀρθῶς ἢ ὅσα πεπίστευται τοὺς ἕλμινθας ἀναιρεῖν.
20
Θεραπεία ἑλμίνθων μετὰ πυρετοῦ. Ὅτι μὲν λεπτύνουσα δίαιτα πᾶσι τοῖς ἔχουσιν ἕλμινθας ἁρμόζει, παντί που δῆλον. ἀλλ’ ἐπειδὴ τοῖς πολλοῖς τῶν λεπτυνόντων ἁπάντων οὐ μία τις διαφωνία, ἀλλὰ ποικίλη καὶ διάφορος, τὸ μὲν αὐτῶν μετέχον σαφοῦς θερμασίας καὶ πολλῆς, τὸ δὲ μετρίως καὶ ἀνεπαισθήτως—καὶ
25σπάνιόν ἐστιν εὑρεῖν τοὺς πυρετοὺς οὕτω παροξύνοντας—, εὔδηλον ὡς εἴ γε πυρετὸς ἅμα τε ἑλμῖσιν ἐνοχλεῖν φαίνοιτο, ὡς οὐδὲ τοῖς σφόδρα καὶ λεπτύνειν δυναμένοις χρῆσθαι καὶ ἀναιρεῖν αὐτοὺς καὶ φθείρειν εἰώθασιν, ἀλλὰ μᾶλλον τοῖς μετρίως, ὡς ἐνδέχεται, θερμαίνειν καὶ λεπτύνειν δυνα‐ μένοις. ἔστι δὲ τὰ τοιαῦτα τοῦ τε σελίνου τῆς ῥίζης τὸ ἀπόβρεγμα καὶ
30τοῦ χαμαιμήλου καὶ τῶν μεσπίλων καλουμένων, ὧν ἡ ὕλη μᾶλλον τὸ589

2

.

591

κατάγλισχρον κέκτηται μὴ λεπτύνον. εἰσὶ δὲ διάφορα τὰ τοιαῦτα, ᾗ τὰ πάνυ θερμαίνοντα τοὺς πυρετοὺς αὔξει καὶ καταβάλλει τὴν δύναμιν, διόπερ εἰκότως ὄντων πυρετῶν ἀνοίκειά εἰσι τὰ τοιαῦτα, ὅσα δὴ πάνυ τὸ πικρὸν καὶ δριμὺ κέκτηται.
5
Περὶ ὑπαγωγῆς γαστρός. Ὑπαγωγή ἐστι γαστρὸς ἀπὸ ὑδρελαίου ἢ καὶ μελικράτου ὑδαροῦς ἢ χαμαιμήλου μετὰ μέλιτος. ἔξωθεν δὲ τῷ οἰνελαίῳ δεῖ βρέχειν τὸ σπλάγχνον ἀποβραχείσης πρὸς ὀλίγον ἀψίνθιον.
Περὶ τῶν σφόδρα πυρεττόντων.
10 Εἰ δὲ σφόδρα ὁ πυρετὸς εἶναί σοι φαίνοιτο, καὶ τὸ ῥοδόμελι δίδου· καὶ γὰρ εὐστόμαχόν ἐστι καὶ ἑλμίνθων ἀναιρετικὸν διὰ τὸ ἐν αὐτῷ ὑπόπικρον. ἔστι δὲ καὶ ἄδιψον καὶ ληξοπύρετον. τούτου δὲ μὴ παρόντος ὑδρορόσατον δίδου ἢ ὑδρορόδινον· ἔξωθεν δὲ κηρωτὴ ῥοδίνη καλῶς σκευασθεῖσα· δεῖ γὰρ τὸν κηρὸν ἐν ὕδατι πολλάκις ἀποπλύνειν καὶ οὕτω
15τὸ ῥόδινον ἐπιβάλλειν κάλλιστον ἠρέμα τε ἕψειν, ὥστε μὴ καῆναι τὸ ῥόδινον· ἔστω δὲ τὸ ἴσον τοῦ κηροῦ. μετὰ δὲ τὸ μιγῆναι καλῶς ὀλίγον περίμεινον, ἕως οὗ ψυχθῇ. ψύξας αὐτὸ κατὰ μικρὸν, ὡς ἂν ἑνωθῇ, ἐκ τοῦ χαλκοῦ ἐπίβαλλε πάντα ἐν τῇ θυΐᾳ καὶ τρῖβε συντόνως ἐπιβάλλων ὀλίγον ὑδρορόδινον, ἕως οὗ γένηται μαλακὸν πάνυ καὶ δίϋγρον. ἐὰν οὖν οὕτω
20σκευασθῇ, καὶ τῷ πυρετῷ μάχεται, εἴπερ τι καὶ ἄλλο, καὶ παρενοχλεῖ καὶ τοὺς ἕλμινθας ἐκτινάσσει διὰ τῆς κάτω γαστρὸς καὶ νεκρὰν τὴν ὄρεξιν καὶ ἀσθενοῦσαν ἐπεγείρει· καὶ πρὸς ἄλλα δὲ πάθη διακαῆ ποιεῖ καλῶς, οἷον ἐπὶ ἐρυσιπέλατος καὶ ἀνθράκων καὶ τῆς ἐν δακτυλίῳ γενομένης φλεγμονῆς καὶ ἐπὶ ῥευματισμοῦ δὲ ποδῶν, εἰ δριμὺ καὶ χολῶδές ἐστι
25τὸ ἐπιρρέον, καὶ κεφαλαλγίαν δὲ χρονίαν διὰ θερμότητα γινομένην ὠφελεῖ, καὶ ἁπλῶς οὕτω πολύχρηστον κηρωτὴν οὐκ ἂν εὕροις. καὶ διὰ τῆς ἀγχούσης δὲ ἐὰν οὕτω σκευασθῇ, χρησιμωτάτη ἐστὶν, ἐφ’ ὧν ἐστι πυρετὸς, καὶ ῥάκη εἰς ὑδρέλαιον (βαφέντα). ἄριστα δὲ ποιεῖ τὸ ἔλαιον, εἰ ἔστι
χαμαιμήλινον· ἐν δὲ τῷ ὕδατι τῷ ἐπιμιγνυμένῳ δεῖ ἐμβάλλειν μελίλωτα591

2

.

593

καὶ χαμαίμηλον καὶ ὀλίγον ἀψίνθιον καὶ οὕτως ἀποζέννυσθαι. ῥάκει δὲ προσφερέσθω μὴ πάνυ θερμῷ. εἰ δὲ θεραπεύσεις, ὠφελήσειας (ἂν) ἐκτὸς μέντοι τοῦ ἀψινθίου· πικρῶν γὰρ οὐ δεῖ θεραπεύειν οὐδενὶ τὴν κάτω γαστέρα· τοὐναντίον γὰρ ἀναδρομοῦνται οἱ ἕλμινθες μᾶλλον ἐν τούτοις ἄνω.
5διότι περ εἰ μὴ πάνυ κωλύει ὁ πυρετὸς, ἐπιβάλλειν δεῖ μέλι· τοῦτο γὰρ ἅμα καὶ τοὺς ἕλμινθας προτρέπει παρὰ τὰ κάτω καὶ τὰ τούτους τρέφειν δυνάμενα περίθετα παχέα καὶ γλίσχρα ὄντα. εἰ δὲ καὶ τούτων γινομένων ἐπιμένει τὰ τῶν πυρετῶν καὶ δίψα πολλὴ ὑπάρχει, κέχρησο καὶ τῇ ἄλλῃ διαίτῃ τῇ ψύχειν τε καὶ ὑγραίνειν δυναμένῃ· τὸ γὰρ σφοδρὸν τοῦ πυρετοῦ
10χολώδη ἐπιμιξίαν χυμοῦ δείκνυσιν ἐν τῷ σώματι· ἐπὶ τούτων οὖν προσφέρειν δεῖ πτισάνην μετὰ ψυχροῦ καὶ τοῦ ὑγροῦ καὶ τοῦ λεπτύνειν δυναμένου. καὶ μὴ θαυμάσῃς, εἴ τι πρὸς ψῦξιν ἐχρησάμην· ἀεὶ γὰρ πρὸς τὸ κατεπεῖγον ἐνίστασθαι χρὴ καὶ σπουδάζειν εὐκρασίαν ἀεὶ περιποιεῖν τῷ σώματι. ταύτης γὰρ παρούσης ἐξόν ἐστι καὶ τοῖς λεπτύνουσιν ἀβλαβέστερον κεχρῆσθαι,
15λοιπὸν ὄξους τε βραχὺ καὶ ῥίζης σελίνου ἐν τῇ ἑψήσει αὐτῆς ἐμβάλλοντας· οὕτω κάλλιστος καὶ ὠφελιμώτατος ὁ χυλὸς αὐτῆς. εἰ δὲ μηδὲν προσλάβῃ τῶν εἰρημένων, οὐδὲν ἄλλο ἢ τροφὴ τῶν ἑλμίνθων γενήσεται μᾶλλον. ἀλλὰ καὶ τῶν λαχάνων ἐσθιέτω τὰ ἴντυβα καὶ τὰς θριδακίνας τὰ καλού‐ μενα μαρούλια ἑφθὰ εἰς ὀξύκρατον ὑδαρὲς ἀναβάπτων. εἰ δὲ ἀκαίρως ἔχει
20καὶ διψώδης ὁ κάμνων, καὶ τοῦ πέπονος τὴν ἐντεριώνην δίδου—ἔχει γὰρ καὶ ῥυπτικόν—ἀλλὰ καὶ συκάμινα. ταῦτα δὲ μετὰ τοῦ τὴν γαστέρα ὑπάγειν καὶ ἄλλως πως ἑλμίνθων εἰσὶν ἀναιρετικά. δίδου πάντα εἰς κόρον. ἀλλὰ πολλάκις καὶ δι’ ἀπορίαν τροφῆς αὐτῶν τῶν ἐντέρων εἰς τοσοῦτον ἥψαντο, ὥστε καὶ διὰ τοῦ δέρματος αὐτοῦ ὀφθῆναι διεξιόντας· νυνὶ δὲ
25καὶ πρὸς τὸν πυρετὸν καὶ πετραίους ἰχθύας δίδου προσειληφότας ἐν τῇ ἑψήσει ὄξος, ἀλλὰ καὶ περιστεράς. τοσαῦτα καὶ περὶ τῶν ἐχόντων ἕλμινθας μετὰ πυρετοῦ.
Περὶ τῶν ἐχόντων ἕλμινθας ἄνευ πυρετοῦ. Εἰ δὲ ἀπύρετος ὑπάρχει, μηκέτι τὸ ῥοδόμελι δίδου μήτε πέπονα
30εὐχερῶς. ἀλλὰ καὶ τὸ πόμα καὶ ἡ τροφὴ πᾶσα γινέσθω λεπτύνουσα, οἷον
ἀπὸ σελίνων τε καὶ πράσων ἢ καυκαλίδος ἢ γιγγιδίου, ἔσθ’ ὅτε δὲ καὶ593

2

.

595

σκορόδων, ἀμυγδάλων πικρῶν καὶ ὅσα τοιαῦτα. μελάνθιόν τε ἔτι κύμινον καὶ μετὰ ὄξους συγκείμενον καὶ μαστίχη ἢ κάππαρις ἁρμόζει τούτοις καὶ τὸ τοῦ ἀβροτόνου ζέμα, τῆς κόμης τοῦ ἀψινθίου καὶ τὸ τοῦ ἡδυόσμου καὶ τὸ τῆς δικτάμνου καὶ τὸ καλούμενον κῦφι ἱερατικόν. καὶ ἡ θηριακὴ καὶ πρὸς
5ταῦτα ἁρμόζει οὐ μόνον τοὺς ὄντας φθείρειν, ἀλλὰ καὶ ἄλλους οὐ συγχωρεῖ ἀποτεχθῆναι, εἴ γε προπίνει τις ἅπαξ ἢ δὶς τοῦ μηνός. καὶ ἔγωγε πολλάκις ἐπέτυχον δεδωκὼς αὐτὴν ἐπὶ τῶν πολλὰς ἐχόντων ἕλμινθας μετὰ ἀνα‐ τροπῆς στομάχου. καὶ ὁ γαγάτης δὲ λίθος πάνυ ποιεῖ. καλῶς δὲ ποιεῖ, εἴπερ τι καὶ ἄλλο, κοκκία διδόμενα ἔσωθεν καὶ ἔξωθεν ἐπιτιθέμενα. καλῶς
10δὲ ποιεῖ καὶ ἡ ταυρεία χολὴ μετὰ μυελοῦ ἐλαφείου ὥσπερ καὶ μετὰ κεδρίας μιγνυμένη. ὁμοίως δὲ ποιεῖ καὶ τὸ θέρμινον ἔλαιον μετὰ μυελοῦ ἐλαφείου κατὰ τοῦ ὀμφαλοῦ ἐπιτιθέμενον καὶ ἡ κηρωτὴ δὲ ἡ Γαληνεία ὁμοίως ποιεῖ. καὶ ταῦτα μὲν ἀρκούντως δοκεῖ μοι ἔχειν· καὶ γὰρ εἴρηται περὶ αὐτῶν εἰκότως, ὁποίοις δεῖ βοηθήμασι χρῆσθαι πρὸς τὰς ἐν τῷ σώματι
15πλεοναζούσας ἕλμινθας, εἰ μετὰ πυρετοῦ ὑπάρχουσι. τινὰ δὲ καὶ ἑτοίμως ὑπομιμνήσκω τῶν κατὰ μέρος καὶ μηδὲν πολλῶν βιβλίων ἐκθήσομαί σοι, πλὴν εἰς ὅσα τοῖς τε ἀρίστοις τῶν ἰατρῶν καὶ τῶν ἄκρως ὑπ’ ἐμοῦ μεμαρτυρημένων τῇ πείρᾳ ἐξεῦρον. καὶ πρῶτόν γε τῶν τὰς πλατείας ἕλμινθας ἀναιρεῖν δυναμένων μνημονεύσομεν, ἐπειδὴ τῶν ἄλλων μᾶλλον
20αὗται ἐπικίνδυνοί εἰσιν. Περὶ τῶν τὰς πλατείας ἀναιρούντων ἕλμινθας (Ἀλεξάνδρου). Κάρδαμον ἕλμινθας πλατείας ἕλκει καταπινόμενον, ὁμοίως δὲ καὶ ὁ κόστος καὶ τὸ κίκινον ἔλαιον πινόμενον καὶ κάρυα βασιλικὰ πλείονα βρωθέντα ἕλμινθας πλατείας ἐκβάλλει καὶ ἀναιρεῖ. ἕλμινθας ἐκβάλλει
25φλοιὸς ῥοδακινέας, φύλλα μυρσίνης, ῥοιᾶς ἄνθη. καὶ ἑλμινθοβότανον τρίψας πότιζε. συκαμινέας τῆς ῥίζης ὁ φλοιὸς ἐν ὕδατι ἑψηθεὶς καὶ ποθεὶς καὶ τὸ ἡλιοτρόπιον πινόμενον τὸ μικρὸν μετὰ τοῦ καρποῦ σὺν νίτρῳ καὶ ὑσσώπῳ καὶ κάρδαμον σὺν ὕδατι πινόμενον ἕλμινθας στρογγύλας καὶ πλατείας ἐκτινάσσει ἢ μετὰ γάρου ἢ μέλιτος δρ. γʹ ἐκλειχόμενον. καὶ χαμαιλέοντος
30λευκοῦ ἡ ῥίζα ποθεῖσα ὀξυβάφου πλῆθος σὺν οἴνῳ αὐστηρῷ μετὰ ὀριγάνου595

2

.

597

ἀφεψήματος ἕλμινθας ἐκβάλλει. ὑσσώπου καὶ καρδάμου ἡ ῥίζα τέταρτον δρ. μετὰ μελικράτου ἐκλαμβανομένη ἕλκει, βέλτιον μέντοι μετὰ σκαμμωνίας ἢ ἑλλεβόρου μέλανος ὀβολῶν βʹ. εἰ δέ τις σκόροδα φάγῃ καὶ λάβῃ θηλυπτερίου τὴν ῥίζαν ἐκλειῶν τῷ μέλιτι, ἐξάγει ἕλμινθας πλατείας.
5σὺν οἴνῳ δὲ πινομένη δρ. πλῆθος στρογγύλας ἐκβάλλει ἢ χυλὸς κενταυρίου μετὰ κυμίνου ἐπιτιθέμενος ἕλμινθας ἐκβάλλει. μελάνθιον ὕδατι λειωθὲν καὶ ἐπικαταπλασθὲν κατὰ ὀμφαλοῦ ὁμοίως ποιεῖ καὶ σικύου ἀγρίου ἡ ῥίζα ἑψημένη ὑδρομέλιτι. κἂν τούτῳ ἐπιβαλλομένου μετὰ τὸ ἑψηθῆναι λινοσπέρμου μέρη βʹ, θερμίνου ἀλεύρου μέρος ἓν καὶ πάλιν ἑψημένου καὶ
10καταπλαττομένου τὰ ἄνω πάντα μέρη τούτων καὶ πλατείας ἀναιρεῖ καὶ στρογγύλας καὶ ἁπλῶς σφόδρα κινδυνευόντων ὑπὸ ἑλμίνθων ἔξωθεν προς‐ φέρεται καὶ θαυμαστῶς.
Περὶ τῶν στρογγύλας ἀναιρούντων ἕλμινθας. Ἀναιρεῖ δὲ καὶ ἐκβάλλει ἕλμινθας στρογγύλας καὶ τὸ σπέρμα τῆς
15ἡμέρου κράμβης καὶ μάλιστα τῆς Αἰγυπτίας πινόμενον καὶ ἔλαιον κοινὸν πάνυ μετὰ πηγάνου ἑψηθὲν καὶ ποθὲν θερμὸν κυ. ϛʹ καὶ πλῆθος ἑλμίνθων στρογγύλων ἐκβάλλει. καὶ ἀνδράχνης ὁ χυλὸς πινόμενος καὶ θαλασσία ἀψινθία ἑψηθεῖσα ἢ καθ’ αὑτὴν ἢ μετ’ ὀρύζης καὶ ληφθεῖσα μετὰ μέλιτος ἀσκαρίδας στρογγύλας ἐκτινάσσει ὑπεξάγουσα τὴν κοιλίαν. καὶ λίθον γαγάτην
20ἑψήσας ὕδατι δίδου πίνειν καὶ ὕσσωπον ἑψηθὲν μετὰ σύκων καὶ ὕδατος καὶ πηγάνου ποθὲν τὰ αὐτὰ ποιεῖ καὶ σὺν μέλιτι ἐκλειχόμενον. καὶ χυλὸς ἡδυόσμου μετ’ ὄξους πινόμενος καὶ καλαμίνθη πινομένη σὺν ἁλσὶ καὶ μέλιτι ἑφθή τε καὶ ὠμὴ τετριμμένη λίαν ἕλμινθας στρογγύλας καὶ ἀσκαρίδας ἐκβάλλει καὶ θύμος πινόμενος μετὰ μέλιτος καὶ τὸ κορίου σπέρμα
25ὀλίγον ποθὲν μετὰ γλυκέος ἕλμινθας ἐκβάλλει καὶ τὴν κοιλίαν ἐπὶ πλέον κινεῖ.
Περὶ ἀσκαρίδων. Κέδρος σκώληκας καὶ ἀσκαρίδας κλυζομένη φθείρει. οἶνον καὶ ἄλευρον ἑψήσας σὺν μελανθίῳ κατάπλαττε. κάλλιον δὲ γίνεται, εἰ κρίθινον εἰς ζέμα
30χαμαιμήλου ἑψήσας διακλύζεις. κτείνει δὲ καὶ σκώληκας παντοίους καὶ597

2

.

599

ἀσκαρίδας καὶ τὸ ῥίνημα τοῦ ἐλέφαντος διδόμενον. παντοίας ἕλμινθας φθείρει καὶ καλαμίνθη· ξηρὰν βάλλων εἰς ξέστ. βʹ ἕψε μέχρι συστάσεως τρίτου· τοῦτο ποιεῖ πρὸς παντοίας ἕλμινθας. καὶ ῥόδινον ἔλαιον μεθ’ ἑψήματος χλιαίνων πότιζε καὶ ἀλόην δίδου καὶ ἴντυβον μετ’ ὄξους. καὶ
5σκόροδα ἐσθιόμενα ποιεῖ καὶ τὸ ἀβρότονον ζεννύμενον ἕως συστάσεως τρίτου δίδοται πρὸς ἕλμινθας. βέλτιον δὲ καὶ εἰ ὄξος προσπλέξῃς τῷ ζέματι. ἔστι καὶ ἄλλα μυρία εἰρημένα τοῖς παλαιοῖς, εἰ καλῶς προσέχεις
καὶ ἀκριβῶς ποιήσεις.599