TLG 0744 002 :: ALEXANDER :: De febribus

ALEXANDER Med.
(Trallianus: A.D. 6)

De febribus

Source: Puschmann, T. (ed.), Alexander von Tralles, vol. 1. Vienna: Braumüller, 1878 (repr. Amsterdam: Hakkert, 1963): 291–439.

Citation: Volume — page — (line)

1

.

291

(t)

ΠΕΡῚ ΠΥΡΕΤΩ͂Ν.
1
κεφ. αʹ.
Περὶ τῶν ἐφημέρων πυρετῶν. Τὴν οὖν ἀρχὴν ἀπὸ τῶν ἐφημέρων πυρετῶν ποιησόμεθα τὴν τοῦ θειοτάτου Γαληνοῦ διδασκαλίαν, ὡς οἷόν τέ ἐστι, κἀνταῦθα μιμούμενοι. ὅτι
5μὲν οὐδὲν ἄλλο ἐστὶν ἡ οὐσία τοῦ πυρετοῦ καὶ ἡ ὕπαρξις καὶ ἡ φύσις, εἰ μὴ θερμασία τις παρὰ φύσιν τῆς καρδίας τε καὶ τῶν ἀρτηριῶν, τοῖς ἀρίστοις τῶν ἰατρῶν ἀποδέδεικται Γαληνῷ τε μάλιστα καὶ Ἱπποκράτει. φέρειν οὖν ἐνταῦθα τὴν Ἐρασιστράτου δόξαν καὶ Ἀσκληπιάδου καὶ τὸν τῶν ἄλλων ἰατρῶν χορόν ἐστι περιττόν. ὅτι δὲ εὔλογόν ἐστιν ἀπὸ καρδίας μᾶλ‐
10λον ὁρμᾶσθαι τὸν πυρετὸν ἤπερ ἐξ ἄλλου τινὸς τῶν ἐν ἡμῖν μορίων ἔνε‐ στιν ἐκ πολλῶν συλλογίσασθαι. εἴπερ ὁ πυρετὸς τροπή ἐστι τοῦ ἐμφύτου θερμοῦ, τὸ δὲ ἔμφυτον θερμὸν ὑπάρχει ἐν τῇ καρδίᾳ, δῆλον ὅτι καὶ ὁ πυρετὸς ἐν τῇ καρδίᾳ ἐστίν. ἐπειδὴ δὲ οὐχ ἁπλῶς μόνη θερμασία παρὰ φύσιν ἐστὶν ὁ πυρετὸς, ἀλλ’ ἐν ὕλῃ τινὶ ὑφέστηκεν, ἡ δὲ ὕλη τριττὴ
15κατὰ γένος ἐστὶν ἐν ἡμῖν, δῆλον ὅτι καὶ ὁ πυρετὸς ἐν ταῖς τρισὶν ὕλαις συνιστάμενος θεωρηθήσεται, ἐν πνεύμασιν, ἐν ὑγροῖς καὶ ἐν στερεοῖς. ἐὰν μὲν οὖν τὸ πνεῦμα τραπῇ, ποιεῖ τὸν ἐπὶ πνεύματι πυρετὸν συνιστάμενον, ὃν ἐφημερινὸν ὠνόμασαν, εἰ δὲ τὰ ὑγρὰ, ποιεῖ τὸν ἐπὶ σήψει, εἰ δὲ τὰ στερεὰ, ποιεῖ τὸν ἑκτικόν. εἴπωμεν οὖν περὶ ἑνὸς ἑκάστου, τί ἐστι καὶ
20πῶς ἔστι διαγνῶναι τὸ εἶδος αὐτοῦ καὶ θεραπεύειν ἄριστα· πρῶτον οὖν ἁπάντων εἴπωμεν περὶ ἐφημέρου ἁπλουστέρου ὄντος ἅμα τε συνήθως
ἐπιγινομένου ἅπασιν ὡς ἐπὶ τὸ πολὺ τοῖς ἀνθρώποις.291

1

.

293

Ἐφημέρου διάγνωσις. Οἱ ἐφήμεροι πυρετοὶ ἅτε ἐπὶ πνεύμασιν ἔχοντες τὸ εἶναι στα‐ θερόν τι οὐκ ἔχουσιν οὐδὲ βέβαιον, ἀλλ’ ὥσπερ ἔχουσι ταχεῖαν τὴν γέ‐ νεσιν, οὕτω καὶ τὴν λύσιν· ὅθεν καὶ ἐφήμεροι κέκληνται ἄχρι μιᾶς
5ἡμέρας ἔχοντες τὸ εἶναι ἢ σμικρῷ πλέον ἔσθ’ ὅτε. διαγινώσκειν δ’ αὐτοὺς οὕτω δεῖ· ἀπό τε τῆς ἁφῆς καὶ τῶν οὔρων ἔτι τε καὶ τῶν σφυγ‐ μῶν. ἀπὸ μὲν γὰρ τῆς ἁφῆς τὸ ποσὸν τῆς θερμασίας ἡμῖν καταφαίνεται κατὰ ποσότητα μόνην ηὐξημένης τῆς θερμασίας, ὡς ἔνεστι θεάσασθαι καὶ τὴν ἐν τῷ βαλανείῳ θερμασίαν. ἀπὸ δὲ τῶν οὔρων, ἐπειδὴ τούτοις τὸ
10οὖρον φαίνεται κατ’ ἀρχὰς ἔχον πέψιν σαφῆ, ὅπερ οὐδενὶ τῶν ἄλλων ὑπάρχει πυρετῶν. καὶ οἱ σφυγμοὶ δὲ τούτων τὴν διαστολὴν ταχεῖαν ἔχουσι καὶ ἐπηρμένην, τὴν δὲ συστολὴν βραχυτέραν. ἐμψύξεως γὰρ μᾶλλον, οὐ καθάρσεως περιττωμάτων χρῄζουσιν. ἔχουσι δὲ καὶ οἱ τοιοῦτοι τὴν ἀκμὴν ὁμαλωτέραν καὶ τὴν παρακμὴν εἰς καθαρὸν ἐρχομένην διάλειμμα καὶ παν‐
15τελῆ ἀπυρεξίαν. ἔστι δὲ καὶ ἄλλα σημεῖα τῶν ἐπὶ πνεύμασι συνισταμένων πυρετῶν, ἀλλ’ ἀρκεῖ καὶ ταῦτα σαφηνίσαι ὑμῖν τὸ εἶδος τοῦ πυρετοῦ καὶ χωρίσαι ἀπὸ τῶν ἄλλων πυρετῶν.
Ἐφημέρου θεραπεία. Οἱ ἐφήμεροι καλούμενοι πυρετοὶ κοινὴν ἔχοντες τὴν γένεσιν ὅσον ἐπὶ
20τούτῳ κοινὴν ἐπιδέχονται καὶ τὴν θεραπείαν. ἀλλ’ ἐπειδὴ οὐ μία τις αἰτία πέφυκεν, ἀλλὰ πλείους καὶ ποικίλαι· καὶ γὰρ κόπος, ἐμψύξεις, πλησμονὴ, ἔνδεια, ἀγρυπνία, φθορὰ γαστρὸς, ἕλκη καὶ πάντα ὡς ἔπος εἰπεῖν τὰ προ‐ καταρκτικὰ καλούμενα αἴτια τούτων ἐστὶ γεννητικὰ τῶν πυρετῶν· ἐπεὶ οὖν οὐκ ἔστιν ἓν αἴτιον τὸ ποιοῦν τὸν ἐφήμερον πυρετὸν, ἀλλὰ πλείονα, δεῖ καὶ ἡμᾶς οὐκ
25ὀλίγας τινὰς θεραπείας, ἀλλὰ πλείονας ἐκθέσθαι πρὸς ἑκάστην ἰδέαν ἁρμοζούσας.
Θεραπεία τῶν ἐπὶ κόπῳ πυρεξάντων. Οἱ ἐπὶ κόπῳ πυρέξαντες οὐ περιμένουσι τὰ πολλὰ τοὺς ἰατροὺς,
ἀλλ’ εὐθὺς ὁρμῶσιν, ἐπειδὰν αἰσθάνωνται παρακμάσαντα τὸν πυρετὸν, ἐπὶ293

1

.

295

λουτρὸν, ὥσπερ ἔκ τινος φύσεως δεδιδαγμένοι, ὅτι κάλλιστον καὶ πρῶτον ἴαμά ἐστι τὸ λουτρὸν τοῖς κοπωθεῖσιν. οὕτω δὲ καὶ οἱ πλείους πράττουσι τῶν ἰατρῶν ἀσκόπως καὶ οὐδὲν περιεργαζόμενοι περὶ τὰ λουτρὰ πέμ‐ πουσιν· ὅθεν ἔσθ’ ὅτε καὶ πολλοὺς τὰ μεγάλα βλάπτουσιν· εἰ μὲν γὰρ
5ἀπέριττον εὑρεθῇ τὸ σῶμα καὶ μήτε πληθωρικὸν ὂν ἢ κακόχυμον, μάλιστα ὠφελοῦνται καὶ οὐδὲ ἄλλης χρῄζουσι θεραπείας· ὅσοις δὲ πληθω‐ ρικὸν εὑρέθη καὶ κακόχυμον καὶ ἐπιτήδειον πρὸς σῆψιν, ὥστε ἐκ τούτου μὴ μόνον τὸ πνεῦμα, ἀλλὰ καὶ τὰ ὑγρὰ πρότερον προθερμανθῆναι, τοὐναντίον τὰ μεγάλα βλάπτονται καὶ εἰς τοὺς ἐπὶ σήψει πυρετοὺς ἑτοίμως ἐμπί‐
10πτουσι καὶ μάλιστα ἐάνπερ καὶ ἀφυλακτότερον διαιτηθῶσιν. ὅπως οὖν μὴ ταὐτὸ πάθωμεν ἐκείνοις, ἐπὶ τὴν διάγνωσιν αὐτῶν ἔρχεσθαι δεῖ πρῶτον. τινὲς μὲν οὖν αὐτῶν εἰσιν ἀκριβεῖς, τινὲς δὲ οὐκ ἀκριβεῖς ὄντες μεταπί‐ πτουσιν εἰς τοὺς ἐπὶ σήψει· οὕτω γὰρ καὶ λοῦσαι καὶ θρέψαι καλῶς καὶ μὴ λοῦσαι πάλιν, ὅτε μὴ ὀρθῶς δυνηθείημεν.
15
Περὶ τῶν ἐπὶ κόπῳ πυρεξάντων. Τοὺς ἐπὶ κόπῳ πυρέξαντας, ἐπειδὰν ἀκριβῶς διαγνῷς ὅτι τὸν ἐφήμερον ἐπύρεξαν πυρετόν, ὑγραίνειν ἐξ ἀνάγκης καὶ ἐμψύχειν δεῖ. γενήσεται οὖν ταῦτα διά τε λουτρῶν εὐκράτων καὶ διαίτης καὶ ἀλειμμάτων μηδὲν ἐχόντων διαφορητικόν. ἐπὶ γὰρ τούτων δεῖ πράττειν ἅπαντα, ὅσα προσθεῖναι μᾶλλον
20ὑγρότητα δύνανται ἤπερ ἀφελεῖν ἐκ τοῦ σώματος, ὥστε οὐδὲ ἀνατρίβειν δεῖ ἐπὶ πολὺ τὸ σῶμα οὐδ’ ἀλοιφῇ κεχρῆσθαι χλιαρᾷ δι’ ἐλαίου μόνου, ἀλλὰ δι’ ὑδρελαίου μᾶλλον· καὶ γὰρ ὑγραίνει τοῦτο πλέον τοῦ καθ’ αὑτὸ ἐλαίου καὶ ποδηγεῖται μᾶλλον εἰς βάθος ὑφ’ ὕδατος καὶ ἐμψύχει τὰ ἄρθρα διαθερμανθέντα καὶ διάπυρα ἐκ τοῦ κόπου γενόμενα. διὸ οὐδὲ ἀλείφειν
25ἐν τῷ θερμῷ χρὴ ἀέρι οὐδὲ ἀνατρίβειν. ἱδρώτων γὰρ κινουμένων οὐδὲ ὑγρᾶναι ὅλως ἡ ἀλοιφὴ δυνήσεται διεκπίπτουσα σὺν αὐτοῖς. βέλτιον δ’ οἶμαι ἀποπλῦναι τὸν ἱδρῶτα χλιαρῷ πολλῷ εἰς τὸν ἐκτὸς οἶκον ἐξελθόντα ἐναπομάσσειν τῷ
μάκτρῳ καὶ οὕτως ἀλείφεσθαι τῷ ὑδρελαίῳ· εἶτα περιμείναντα μικρὸν295

1

.

297

εἰσιέναι εἰς τὴν τοῦ ὕδατος θερμοῦ δεξαμενὴν μηδ’ ὅλως ἐν τῷ ἀέρι διαμείναντα πολλὴν ὥραν, ἀλλὰ παρόδῳ μόνον χρώμενον· οὕτω γὰρ ὑγραν‐ θήσεται καὶ οὐ δέος ἔσται, μὴ διακαεὶς καὶ ἐκπυρωθεὶς ὑπὸ τοῦ ἀέρος ἕτερον πάλιν ἐπικτήσηται πυρετόν. αὕτη μὲν ἡ ἀγωγὴ πᾶσι τοῖς ἐπὶ κόπῳ
5συμβάλλεται καὶ μάλιστα τοῖς ἔχουσι θερμοτέραν τὴν κρᾶσιν. οὐκ οἶδα οὖν, διὰ τί ὁ θειότατος Γαληνὸς ἐλαίῳ μὲν ἐχρήσατο μόνον χλιαρῷ, τὴν δὲ διὰ τοῦ ὕδατος μῖξιν ἔφυγεν· ἐξὸν γάρ ἐστι καὶ ψυχρὸν αὐτῷ ὕδωρ μῖξαι, ἔτι δὲ καὶ χλιαρὸν, καὶ ἁπλῶς πρὸς τὴν κρᾶσιν ἑκάστου καὶ πρὸς τὴν ἐκτροπὴν τῆς θερμασίας καὶ τῆς ξηρότητος τῆς ἐκ τοῦ κόπου τεχθείσης
10οὕτω χρησάσθω καὶ τῇ ἀλοιφῇ. εἰ δὲ καὶ θελήσειας αὐτοὺς ἐκ δευτέρου πάλιν λοῦσαι καὶ οὕτω πάλιν ἀλεῖψαι καὶ εἰς τὴν τοῦ θερμοῦ δεξαμενὴν ἐμβιβάσαι καὶ ποιῆσαι ἐγχρονίσαι, μεγάλως γε οὕτως αὐτοὺς ὀνήσεις, ὡς ὑποστρέψαντας αὐτοὺς ἀπὸ λουτροῦ παντελῶς ἐπιλαθέσθαι τοῦ κόπου καὶ πάσης δυσκρασίας· καὶ ταύτῃ τῇ ἀγωγῇ κεχρῆσθαι καὶ ἐπὶ τῶν δι’
15ἀγρυπνίαν πυρεξάντων καὶ ἐπὶ λύπῃ καὶ ἐπὶ τῶν ἀνακομιζομένων ἐκ νόσου. λοιπὸν δὲ καὶ περὶ τῶν διὰ συμβᾶσαν ἀπεψίαν πυρεξάντων τὸν ἐφή‐ μερον πυρετὸν διαλάβωμεν.
Περὶ τῶν ἐπὶ ἀπεψίᾳ πυρεξάντων. Ἡ ἀπεψία γίνεται διὰ θερμότητα καὶ διὰ ψυχρὰν δὲ μᾶλλον δυσκρα‐
20σίαν· καὶ γινώσκεται ῥᾳδίως ἐκ τῆς ἐρυγῆς κνισσώδους μὲν ἐπὶ τῶν διὰ θερμότητα, ὀξώδους δὲ ἐπὶ τῶν διὰ ψυχρότητα ἀπεπτούντων. δεῖ δὲ οὐ μόνον ταῖς ἐρυγαῖς, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι προσέχειν σημείοις, ἡλικίᾳ λέγω καὶ κράσει καὶ ἐπιτηδεύματι καὶ βίῳ καὶ τῇ ἄλλῃ πάσῃ διαίτῃ τοῦ κάμνοντος. οὔτε γὰρ εἰ κνισσώδης ἐστὶν ἐρυγὴ, πάντως
25ἤδη καὶ θερμὴν ὑπονοεῖν δεῖ τὴν ἀπεψίαν εἶναι· ἔσθ’ ὅτε γὰρ ἐγένετο καὶ διὰ τὴν τῶν ἐδηδεσμένων ποιότητα ἢ κνισσῶδες ἢ μελιτῶδες αὐτῶν φαγόντων· οὐ μὴν οὐδ’ εἰ ὀξώδης ἐρυγὴ, πάντως ὑπονοεῖν δεῖ ψυχρὰν λέγειν τὴν δυσκρασίαν· πολλάκις γὰρ καὶ ὀξώδης τροφὴ καὶ στρυφνὴ τὴν
ὀξώδη παρεσκεύασεν ἐρυγὴν φανῆναι· ἔσθ’ ὅτε δὲ καὶ θερμότης. γίνεται297

1

.

299

γὰρ καὶ ὀξώδης ἐρυγὴ οὐ μόνον διὰ ψῦξιν, ἀλλὰ καὶ διὰ θερμὴν δυσκρα‐ σίαν καὶ ἀμήχανον τοιαύτην ἐρυγὴν παύσασθαι, εἰ μὴ ψυχούσῃ καὶ ὑγραι‐ νούσῃ διαίτῃ χρήσαιτό τις. δεῖ οὖν ἐκ πάντων, ὡς εἰρήκαμεν, διαγινώσκειν καὶ οὕτω διακρίναντα βέβαιον αὐτῶν ποιεῖσθαι τὴν θεραπείαν.
5 Περὶ τῆς διὰ θερμότητα γινομένης φθορᾶς καὶ κνισσώδους ἐρυγῆς. Τοῖς μὲν οὖν διὰ θερμότητα φθορὰν ὑπομείνασι καὶ ἀπεψίαν κνισσώδη καὶ διὰ τοῦτο πυρέξασι τὸν ἐφήμερον πυρετὸν οὐ δεῖ τὰ θερμαίνοντα προς‐ φέρειν ἐδέσματα ἢ ποτά· καὶ γὰρ εἰ πρὸς ὀλίγον δόξουσι παρηγορεῖσθαι τῶν ἐνοχλούντων πνευμάτων εἰς διαφόρησιν ἐλθόντων, ἀλλ’ εἰς ὕστερον
10αἴτια γίνεται τοῦ μᾶλλον ἐκπυρωθῆναι τὸν ἐφήμερον πυρετὸν, ἔσθ’ ὅτε δὲ καὶ τὸν ἐπὶ σήψει πάλιν ἐπακολουθῆσαι. ὅπως οὖν μὴ ταῦτα γένηται, καταλλήλως χρὴ διαιτᾶν καὶ πρὸς τὴν ποιοῦσαν αἰτίαν ἐξ ἐναντίας ἵστασθαι θεραπείαν· ἀμήχανον γὰρ τελείως ἀποπαύσασθαι τὴν ἐνοχλοῦσαν διάθεσιν καὶ οἷον ἐκ ῥιζῶν ἐκκοπῆναι μὴ τῆς ποιούσης αὐτὴν αἰτίας ἀναιρε‐
15θείσης. εἰ μὲν οὖν ἔτι μετέωρος ἡ φθάσασα κνισσωθῆναι τροφὴ φαίνοιτό σοι, τηνικαῦτα κεχρῆσθαι πόματι τῷ θερμῷ μάλιστα ὕδατι. δυνατὸν γάρ ἐστι τοῦτο τὸ πόμα τὸ μὲν ἀποπλῦναι καὶ ἀποῤῥῖψαι καὶ ὠθῆσαι περὶ τὴν κάτω γαστέρα, τὸ δέ τι καὶ ἀναδοθῆναι παρασκευάσαι καὶ προσέτι τὸ ξηρὸν καὶ ἐκπυρωθὲν ἤδη ἐπικεράσαι πνεῦμα καὶ πραῧναι καὶ χαυνῶσαι
20τοὺς πόρους. οὐκ οἶδα εἰ τούτου κάλλιον ἄν τις ἐπινοήσειε τοῖς ἀπεπτή‐ σασι διὰ θερμὴν δυσκρασίαν καὶ διὰ τοῦτο πυρέττουσι τὸν ἐφήμερον πυρετόν. εἰ δέ σοι τὰ διεφθαρμένα μὴ βασταζόμενα φαίνοιτο περὶ τὸν στόμαχον, ἀλλὰ φέροιτο διὰ γαστρὸς, οὐ χρὴ κωλύειν, ἀλλὰ καὶ συνερ‐ γεῖν, ὥστε δύνασθαι κενωθῆναι τὰ διεφθαρμένα μᾶλλον διὰ γαστρός· εἰ δὲ
25συμβῇ διὰ γαστρὸς φέρεσθαι ἀμετρότερον καὶ δάκνεσθαι τὸ ἔντερον, καὶ ἐπὶ λουτρὸν ἄγειν αὐτοὺς δεῖ καὶ ἀλείφειν οἴνῳ μηλίνῳ τὰ περὶ τὴν γαστέρα καὶ τὸ ἧπαρ μάλιστα καὶ τρέφειν ἄρτῳ ἐξ ὕδατος θερμοῦ· ἐμβαλλέσθω δὲ καὶ ῥίζα τοῦ σελίνου καὶ κοριάνου· μὴ ἀποζεννύσθω δὲ τὸ
σέλινον πάνυ, ἀλλ’ εὐθέως ἀφαιρείσθω πρὸ τοῦ βράσαι. οὐχ ἅπαξ δὲ αὐτὸ299

1

.

301

ἐμβρέξεις, ἀλλὰ πολλάκις ἐν τῷ θερμῷ. εἰ δὲ θερμότης εἴη ἐπὶ τὸν στόμαχον ἢ φλεγμονή τις, οὐδὲ τὴν ῥίζαν ἐπιβάλλειν δεῖ τοῦ σελίνου, ἀλλ’ ἄρα τοῦ κοριάνου ἢ καθ’ ἑαυτοὺς ἐσθίειν δεῖ τοὺς ψωμοὺς μετὰ τοῦ θερμοῦ δεύτερον ἢ τρίτον ἀποζεννύοντα. εἰ δὲ τὰ τῆς γαστρὸς
5ἐπὶ πλέον φερόμενα εἴη, ὡς λοιπὸν ἀποκάμνειν τὴν δύναμιν, καὶ τὸ ὀμφακόμελι δοτέον ἢ τὸ ὑδρόμηλον ἢ τὸ ὑδρορόσατον· εἰ δὲ μὴ φλεγμονὴ φαινομένη εἴη περὶ τὸ στόμα τῆς γαστρὸς, καὶ βραχὺ δοτέον αὐτοῖς Κνιδίου ἢ Σαβίνου βραχεῖαν ἔχοντος στύψιν· εἰ δὲ ἡ δύναμις ἀβλαβὴς εἴη, φευγέτω ἐπιδιδόναι τὸν οἶνον καὶ μάλιστα ἐπὶ τῶν ἐχόντων θερμοτέραν
10τὴν κρᾶσιν· εἰ γὰρ ὑπὸ θερμότητος ἡ κνισσώδης ἀπεψία συνέβη, δῆλον ὅτι μᾶλλον αὐξηθήσεται ἐν τοῖς θερμοτέροις, εἰ βουληθείημεν χρήσασθαι· καὶ θαυμάζειν ἐπέρχεταί μοι, πῶς ὁ θειότατος Γαληνὸς ἐν τῇ θεραπευτικῇ πραγματείᾳ τοῖς θερμαίνουσι κεχρημένος φαίνεται· ἀντίδοτον γὰρ αὐτοῖς ἐπιτρέπει διδόναι τὴν διὰ τριῶν πεπέρεων καὶ τὴν διὰ τῶν κυδωνίων μήλων,
15ἔξωθεν δὲ πάλιν ἐπιτίθεσθαι κατὰ τοῦ στομάχου πορφύραν ἔχουσαν νάρδου καὶ ἀψινθίας καὶ μαστίχης. καὶ ταῦτα θερμὰ ἐπιτίθει διὰ τὸ μὴ ἐκλύεσθαι, φησί, τὸν τόνον τοῦ στομάχου. ἐγὼ δὲ ταῦτα οὐδαμῶς ἁρμόζειν ἡγοῦμαι τοῖς ἔχουσι θερμοτέραν διάθεσιν καὶ ταῦτα λέγω οὐδαμῶς εἰς ἀντι‐ λογίαν ἀφορῶν, ἀλλ’ ὅτι μοι τὸ ἀληθὲς οὕτως ἐφάνη ἔχον. δεῖ δὲ τὸ
20ἀληθὲς παντὸς προτιμᾶν ἀεί· εἰ γὰρ ἀπὸ θερμότητος ἡ κνισσώδης ἐρυγὴ καὶ ἀπεψία συνέβη, ἐχρῆν οἶμαι τοῖς ἐναντίοις χρώμενον ταύτην οὕτως ἰᾶσθαι· εἰ δὲ ὑπὸ θερμοτέρων καὶ λιπαρῶν ἐδεσμάτων ἐγένετο,
ἀναγκαῖον ἦν καὶ οὕτως ἀμεῖψαι τὴν δίαιταν ἐπὶ τὸ ἐναντίον ψύχειν301

1

.

303

μετρίως δυναμένην· καὶ καθόλου μεμαθήκαμεν, ὡς πάντα διὰ τῶν ἐναντίων τὰ παρὰ φύσιν ἰᾶσθαι δεῖ. καὶ τὸ πηγάνινον ἔλαιον προσφέρεσθαι παραιτοῦμαι καὶ εἴ τι ἄλλο ἐστὶ θερμὸν ἔνεμα καὶ τοῦτο διαφεύγειν, ἐφ’ ὧν ἡ φθορὰ καὶ ὁ πυρετὸς διὰ θερμὴν δυσκρασίαν ἠκολούθησε.
5 Περὶ τῶν ἐπὶ ἀπεψίᾳ πυρεξάντων ὀξωδεστέρου γινομένου χυμοῦ. Τοσαῦτα περὶ τῶν ἐπὶ κνισσώδει ἐρυγῇ πυρεξάντων· εἴπωμεν δὲ καὶ περὶ τῶν ἐκ ψυχρᾶς δυσκρασίας ἀπεπτησάντων. ἡ ὀξώδης ἀπεψία οὐ πάνυ πέφυκε ταχέως ἀνάπτειν πυρετόν· εἰ δ’ ἄρα καὶ συμβῇ γενέσθαι πυρετὸν, ὑπονόει καὶ ζήτει, μή ποτε ἄρα καὶ διὰ θερμὴν ἐγένετο δυς‐
10κρασίαν ἡ ὀξώδης ἐρυγή· συμβαίνει γὰρ ἔσθ’ ὅτε μὴ μόνον διὰ ψῦξιν, ἀλλὰ καὶ διὰ θερμότητα πολλάκις ἐπιγίνεσθαι· τὸ γὰρ αὐτὸ καὶ ἐπὶ τῶν ἐκτὸς ὁρῶμεν· συμβαίνει γὰρ ἐν τοῖς θερμοῖς πάνυ οἰκήμασιν, ὡς‐ αύτως δὲ καὶ ἐν τοῖς ψυχροῖς πάνυ τὸν οἶνον ἔσθ’ ὅτε εἰς τὸ ὀξῶδες μεταβάλλεσθαι· ὁμοίως δὲ καὶ ἐπὶ τῆς ζύμης τὸ αὐτὸ θεάσασθαι ἔστι·
15καὶ γὰρ αὕτη ἐν θερμοτέροις οἰκήμασιν ἐγχρονίσασα τρέπεται εἰς τὸ ὀξῶδες, τὸ δὲ αὐτὸ ὑφίσταται καὶ ψυχθεῖσα ὑπὸ τοῦ ψυχροῦ ἀέρος, ὥστε ὑπὸ τῶν ἐναντίων ἓν καὶ τὸ αὐτὸ γίνεται σύμπτωμα. προσέχειν οὖν ἀνάγκη καὶ τοῖς παροῦσι σημείοις καὶ τοῖς προηγησαμένοις, ὥστε ἐκ πάντων δυνηθῆναι γνωρίσαι, τί ποτ’ ἐστὶ τὸ αἴτιον, εἴτε θερμὸν εἴτε ψυχρὸν, καὶ οὕτως ἐπὶ
20τὴν θεραπείαν ἔρχεσθαι. εἰ οὖν ἡ ὀξώδης ἐρυγὴ διὰ θερμότητα συνέβη, τοῖς ἐμψύχουσι καὶ πόμασι καὶ σιτίοις κεχρῆσθαι δεῖ καὶ μάλιστα τοῖς ἀντέχειν δυναμένοις καὶ μὴ εὐχερῶς διαφθείρεσθαι. διὰ τοῦτο οὖν οὐδὲ τὸν χυλὸν τῆς πτισάνης ἐπιδιδόναι τούτοις δεῖ οὐδὲ ἄλικος. εὔφθαρτοι γάρ εἰσι καὶ ἐπιπολάζουσι καὶ μετεωρίζονται περὶ τὸν στόμαχον, ὅθεν καὶ
25μᾶλλον αὐτοῖς συμβαίνει τὸ ὀξύνεσθαι. ἰχθύων οὖν οἱ σκληρόσαρκοι τούτοις ἐπιτήδειοι καὶ ὄρνις ἀπὸ ζέματος ἡ ἁπλουστέρῳ γειναμένη ζωμῷ
καὶ ἰσικὸς ὁμοίως σκληρὸς, οἷός ἐστιν ὁ ἀπὸ τῆς κηρίδος καὶ ὁ ἀπὸ303

1

.

305

τοῦ γλαύκου καὶ ὀρφοῦ μάλιστα. καὶ μὴ θαυμάσῃς, ὅτι ταῦτα λέγω· τοῖς γὰρ ὑπομένουσι διὰ θερμὴν δυσκρασίαν ὀξίδας καὶ πόδα βόειον ἐπι‐ δοὺς οὐ βλάψεις, ἀλλὰ καὶ ὠφελήσεις· ἐγὼ γοῦν οἶδα ἐπὶ πολὺν χρόνον ὀξίδα ὑπομένοντά τινα διὰ τούτων ἰασάμενος. καὶ προσέτι καὶ
5ὄστρεα μὴ ἑψηθέντα ἐπιδεδωκὼς καὶ ῥοδάκινα καὶ πάσῃ τῇ ἐμψυχούσῃ καὶ δυσφθάρτῳ καὶ δυσμεταβλήτῳ ἐχρησάμην τροφῇ. Περὶ τῆς διὰ ψυχρὰν δυσκρασίαν γινομένης ὀξώδους ἐρυγῆς. Εἰ δὲ μὴ γένοιτο ὑπὸ θερμοτέρας ἡ ὀξώδης ἐρυγὴ, ἀλλ’ ὑπὸ ψυχροτέρας δυσκρασίας, ἁρμόζει τότε μᾶλλον ἡ θερμαίνουσα δίαιτα καὶ
10ἀντίδοτοι, οἵαπέρ ἐστι καὶ ἡ διὰ τῶν κυδωνίων μήλων καὶ ἡ διὰ τριῶν πεπέρεων καλουμένη καὶ ἡ διὰ τοῦ νάρδου ἐμβροχή. ὅσα οὖν ὁ θειότατος Γαληνὸς ἐπὶ τῆς κνισσώδους ἐρυγῆς ἐπέτρεψε γίνεσθαι, ἅπαντα μᾶλλον ἐγὼ ταῦτα τοῖς ἀπεπτήσασι διὰ ψυχρὰν δυσκρασίαν ἁρμόζειν νομίζω καὶ μὴ ἄλλως ἔχειν δύνασθαι.
15
Περὶ ἐφημέρων πυρετῶν ἐπὶ ἐμφράξει γινομένων. Γίνεται δὲ καὶ διὰ γλίσχρους χυμοὺς καὶ παχεῖς ὁ ἐφήμερος πυρετὸς ἀδιαπνευστούντων καὶ δριμυτέρων γινομένων δηλονότι διὰ τὴν ἀδιαπνευστίαν τῶν περιττωμάτων· προσέχειν οὖν ἀκριβῶς ἐνταῦθα χρὴ τὸν νοῦν καὶ διαγινώσκειν, εἴτε πλῆθος μόνον ἐστὶ τὸ ποιῆσαν τὴν ἔμφραξιν εἴτε παχύτης
20μόνη καὶ γλισχρότης χυμῶν· εἰ μὲν γὰρ πλῆθος εἴη, κενῶσαι δεῖ πρό γε πάντων διὰ φλεβοτομίας· εἶθ’ οὕτω τοῖς κατὰ μέρος χρήσασθαι βοηθήμασιν, ὅσα τε χαλᾶν καὶ διαφορεῖν ἢ λεπτύνειν δύναται· εἰ γὰρ
μὴ κενώσας τοῖς χαλαστικοῖς ἢ διαφοροῦσι βουληθείη τις χρήσασθαι,305

1

.

307

μεγάλων κακῶν αἴτιος γίνεται· τὴν γὰρ ἔμφραξιν ἔτι μᾶλλον ἐπιτείνουσι τοῖς διαφορητικοῖς πρὸ τῆς πέψεως ἢ κενώσεως κεχρημένοι βοηθήμασιν. εἰ δὲ μὴ πλῆθος εἴη τὸ τὴν ἔμφραξιν ἐργασάμενον, ἀλλὰ γλίσχροι καὶ παχεῖς χυμοὶ, οὐ δεῖ φλεβοτομεῖν, ἀλλὰ κεχρῆσθαί τισι μᾶλλον ἀπο‐
5ζέμασι τοῖς λεπτύνειν ἄνευ τοῦ θερμαίνειν δυναμένοις καὶ μὴ ἐπιτάττειν, ἅπερ ἀποτολμῶσιν οἱ πολλοὶ τῶν ἰατρῶν, ἕρπυλλον ἢ καλαμίνθην ἢ ὕσσωπον ἢ ὀρίγανον ἢ πήγανον προσφέρειν τούτοις οὐκ εἰδότες, ὅτι μειζόνως ἀδικοῦσιν ἤπερ μᾶλλον ὠφελοῦσι τοὺς κάμνοντας· εἰ γάρ τι καὶ λεπτύνειν δοκοῦσι τὴν ὕλην, ἀλλ’ οὖν ἄλλως βλάπτουσι δριμυτέρους ἐργαζόμενοι
10τοὺς πυρετούς· σπουδάζειν οὖν μᾶλλον ἐκεῖνα ζητεῖν, ὅσα ῥύπτειν καὶ λεπτύνειν οἶδεν ἄνευ τοῦ θερμαίνειν. ἔστι δ’ ἐν τούτοις τὸ ὀξύμελι καὶ ῥύπτον γενναίως καὶ τοὺς πυρετοὺς μὴ παροξύνον. οὐκ ἔστι δὲ οὐδὲ τοῦτο ἀληθὲς ἐπὶ πάντων· ἐφ’ ὧν γάρ εἰσι τὰ παχέα τῶν περιττωμάτων αἴτια, ἅτινα καὶ τὴν ἔμφραξιν εἰργάσαντο καὶ τὸν ἐφήμερον ἀνῆψαν πυρετὸν ὑπὸ
15θερμότητος ἢ ξηρότητος ὑπομείναντα τὴν παχύτητα καὶ τὴν γλισχρότητα, καθάπερ ἔστιν ἰδεῖν ἐπὶ τῶν πλέον ἡψημένων ἢ ὑπερωπτημένων τοῦτο γινόμενον, ἐπὶ τούτων οὐδὲ τὸ ὀξύμελι δεῖ παρέχειν οὐδὲ μὴν ἐφ’ ὧν ἐστι ξηροτέρα ἡ κρᾶσις ἢ λύπαι τινὲς ἢ κόποι προηγήσαντο ἢ θυμὸς ἢ φροντὶς ἢ ἀγρυπνία. εἰ γὰρ καὶ μὴ πάνυ θερμαίνει τὰ τοιαῦτα, ἀλλὰ τῷ
20ξηραίνειν ἔτι μᾶλλον ἐπιπαχύνει τὴν ὕλην ἤπερ ὡς νομίζουσι λεπτύνει· ὅσα γὰρ ὑπὸ ξηρότητος ἐπάγη καὶ παχύτερα γέγονεν ἑαυτῶν, οὐδέποτε τὰ τοιαῦτα λεπτύνειν δύναταί τι τῶν ξηραινόντων. ἐγὼ γοῦν ἐθεασάμην πολλάκις ἐπὶ τῶν τοιούτων κράσεων, ὅτι δοθὲν ὀξύμελί τινι ἀντὶ τοῦ προ‐ τρέψασθαι τὰ οὖρα ἐποχὴν καὶ ἔμφραξιν τῆς ὕλης εἰργάσατο μᾶλλον, ὥστε
25καὶ τοὺς πυρετοὺς ἐπὶ πλέον ὀξυνθῆναι διὰ τοῦτο. ἀλλὰ τὸ αἴτιον οὐκ307

1

.

309

εἰδότες ἐπ’ ἄλλα τὴν αἰτίαν ἀναφέρουσιν· ἐπ’ ἐκείνων οὖν ἁρμόζει μόνων ἐπιδιδόναι τὸ ὀξύμελι, ἐφ’ ὧν ἵδρυται ὠμά τε καὶ παχέα καὶ ψυχρὰ περιττώματα καὶ τοῖς φλεγματώδη καὶ ὑγρὰν ἔχουσι τὴν κρᾶσιν καὶ, ἐφ’ ὧν καὶ ἀπεψίαι καὶ πλησμοναὶ καὶ ἐν ἀργίαις μᾶλλον ὁ βίος ἐγένετο,
5ἐπὶ τούτων γὰρ αὐτῶν καὶ ἐπιτήδειόν ἐστι καὶ εἴ τι γλίσχρον ἐστὶ καὶ παχὺ ὑπὸ ψυχρῶν ἐδεσμάτων ἢ πομάτων ἀθροισθὲν, ἁπάντων δὲ τῶν ἄλλων, ὅσαπερ ἐπιτάττουσιν αὐτοῖς ἐν τῷ λουτρῷ ἀποσμήχεσθαι οἱ ἰατροὶ, σάπωνα καὶ μέλι καὶ ἀφρόνιτρον, ταῦτα λεπτῦναι μᾶλλον καὶ ἐκφράξαι δύναται. πλὴν μέντοι καλόν ἐστιν ἐπὶ τῶν θερμοτέρων κράσεων οὐ μόνον ὀξυμέλιτος,
10ἀλλὰ καὶ τῶν ἄλλων ἀποζεμάτων ἀφίστασθαι τῶν ξηραίνειν ἢ θερμαίνειν δυναμένων, ὑγραινούσῃ δὲ μᾶλλον καὶ εὐκράτῳ χρῆσθαι διαίτῃ μηδὲν ἐχούσῃ τι ξηρὸν ἢ δριμύ. πτισάνη γοῦν αὐτοῖς ἐπιτηδειοτάτη καὶ ἔξωθεν καὶ ἔσωθεν. καὶ γὰρ μετὰ τοῦ ὑγραίνειν ἔχει τι καὶ ῥυπτικὸν καὶ λεπτυν‐ τικόν. προσπλεκέσθω δὲ αὐτῇ μικρὸν ἀπομέλιτος· ἔχει γὰρ καὶ αὐτὸ
15ῥυπτικόν τι μετὰ τοῦ μηδὲν ἔχειν θερμόν. καὶ ἰχθὺς δὲ τούτοις ἐπιτήδειος· καὶ γὰρ ἡ ἐξ αὐτοῦ τροφὴ καὶ πέττεται καλῶς καὶ οὐδαμῶς ἐνίσχεται, καὶ τῶν κατοικιδίων ὄρνεων τὰ πτερὰ καὶ οἱ καυλοὶ τῶν θριδάκων καὶ τὰ ἴντυβα καὶ τὰ τρώξιμα. οὕτω μὲν οὖν χρὴ διαιτᾶν ἐκείνους, ἐφ’ ὧν ὑπὸ θερμότητος ἔδοξέ σοι τὰ περιττώματα γεωδέστερα καὶ παχύτερα ἑαυτῶν
20γεγονέναι. εἰ δὲ μηδὲν εἴη τοιοῦτον, φλεγματικώτερα δέ σοι φαίνοιτο τὰ τὴν ἔμφραξιν ἐργασάμενα, τηνικαῦτα θαρρῶν δίδου καὶ ζέμα σελίνου καὶ ἀνίσου καὶ ἀδιάντου καὶ ὀξυμέλιτος, μὴ μόνον τοῦ ἁπλουστέρου, ἀλλὰ καὶ τοῦ συνθέτου. ἐπὶ γὰρ τῶν ψυχροτέρων κράσεων καὶ ἐφ’ ὧν ἐστι φλεγμα‐ τικωτέρα καὶ ὑγροτέρα ὕλη, ἐπὶ τούτων ἐστὶν ἀληθέστατον τὸ εἰρη‐
25μένον ὑπὸ τοῦ θειοτάτου Γαληνοῦ, ὅτι τὸ ὀξύμελι καὶ ῥύπτει γενναίως καὶ
τοὺς πυρετοὺς οὐ παροξύνει. ἐπὶ δὲ τῶν χολωδεστέρων καὶ μελαγχολι‐309

1

.

311

κωτέρων σπανιώτατα. ὅτι δὲ καὶ ἐπὶ τῶν ἀσθενεστέρων ἤδη δυνάμεων οὐκ ἄν τις αὐτῷ χρήσαιτο, καὶ τοῦτ’ οἶμαι δῆλον εἶναι τοῖς μεμαθηκόσι τὰ Ἱπποκράτους καὶ προσομιλήσασι καὶ τῇ πείρᾳ μάλιστα, καὶ ὅτι ξυστικὸν ἔχει τῶν ἐντέρων. πολλὰς γὰρ βλάβας καὶ ὠφελείας ἔχει καὶ ἀκριβῶς
5δεῖ ἐπίστασθαι τὸν ἐθέλοντα δοῦναι ἢ ὀξύμελι ἢ βοτάνης ἀπόβρεγμα ἢ ἄλλο τι τῶν τεμνόντων θεραπείας χάριν καὶ τὴν δύναμιν αὐτοῦ τοῦ διδομένου καὶ τὸ ποσὸν καὶ τὸ ποιὸν καὶ τὴν τάξιν καὶ μὴ ὡς ἔτυχεν ἀπροσδιορίστως ἐπὶ πάντων κεχρῆσθαι τοῖς βοηθήμασι. τοῦτο γάρ ἐστι καὶ ἀρίστου ἰατροῦ, τὸ ζητεῖν ἅπαντα καὶ πολυπραγμονεῖν καὶ μετὰ προσδιο‐
10ρισμοῦ προσφέρειν τὰ βοηθήματα.
κεφ. βʹ.
Περὶ τῶν ἐπὶ σήψει πυρετῶν. Ὅτι πάντες οἱ συνεχεῖς πυρετοὶ τὴν γένεσιν ἔχουσι τῆς ὕλης τῆς ἐξαπτούσης αὐτοὺς ἐντὸς τῶν ἀγγείων ὑπαρχούσης καὶ σηπομένης, ἅπασιν
15ὡμολόγηται, καὶ διὰ τοῦτο καὶ τὸ συνεχὲς ἔχουσι καὶ οὐδὲ κινοῦσι ῥίγος, ὅτι μὴ φέρεται περὶ τὰ ἐκτὸς καὶ δάκνει τὰ αἰσθητικὰ μόρια, ὡς ἐπὶ τῶν διαλειπόντων. ὅθεν καὶ ἐπὶ τῶν συνεχῶν, ἐὰν, φασί, ῥίγος ἐπιγένηται, σημεῖον ἀγαθὸν εἶναι. καὶ ἔστιν ἰδεῖν τοῦτο καὶ ἐπὶ τῶν καύσων. ἐδίδαξε δὲ ἡμᾶς τοῦτο καὶ ὁ θειότατος Ἱπποκράτης, ἔνθα φησίν ‘ὑπὸ καύσου
20ἐχομένῳ ῥίγεος ἐπιγενομένου λῦσισ‘. ἐδόξασαν δέ τινες καὶ τοὺς διαλεί‐ ποντας ἐντὸς τῶν ἀγγείων εἶναι, ὥσπερ καὶ τοὺς συνεχεῖς, καὶ μηδὲν ὅλως διαφέρειν κατὰ τὸν τόπον, ἀλλὰ κατὰ τὸ ποσὸν καὶ ποιόν. ἐπὶ μὲν γὰρ συνεχῶν καὶ πολλὴν εἶναι καὶ παχεῖαν τὴν ὕλην ὑποληπτέον καὶ διὰ τοῦτο μηδὲ ἐκτὸς τῶν ἀγγείων ἐκπίπτειν δύνασθαι· τὴν δὲ τῶν
25διαλειπόντων λεπτοτέραν καὶ ἐπιτηδειοτέραν εἰς τὸ ἐκτὸς φέρεσθαι. ὅτι δὲ τοιοῦτόν ἐστι καὶ ἐπὶ τῶν διαλειπόντων καὶ ἐκτὸς τῶν ἀγγείων σήπεται
ἡ ὕλη, δηλοῦσι καὶ τὰ οὖρα· τὴν γὰρ ὕλην αὐτὴν ἐπιδεικνύουσιν ἡμῖν τὴν311

1

.

313

φθάσασαν ἤδη σαπῆναι. καὶ δὴ ἐκ τούτου τοὺς ὅλους καιροὺς τῆς νόσου τεκμαιρόμεθα καὶ πότε τοῦ πέττεσθαι τὴν ἀρχὴν ἔχει, πότε δὲ ἀνάβασιν καὶ ἀκμήν. ἕτεροι δὲ οὐ περὶ τοῦ τόπου μόνον, ἐν ᾧ συνίστανται, καὶ τῆς γενέσεως, ἣν ἔχουσιν οἱ πυρετοὶ, διαφέρονται, ἀλλὰ καὶ περὶ
5τῆς ὕλης αὐτῆς, ἐξ ἧς συνίστανται. οἱ μὲν γὰρ εἰρήκασιν ἀνάπτεσθαι καθόλου τοὺς πυρετοὺς ἐκ τῆς χολῆς. θερμὸν γάρ τι πρᾶγμα καὶ ξηρὸν ὁ πυρετός· τοιαύτη δὲ καὶ ἡ χολὴ πρὸς τὸ γεννῆσαι ταύτην ἔχουσα τὴν ἐπιτηδειότητα. οἱ δέ γε αὐτῶν οὐ χολὴν, ἀλλὰ τὸ φλέγμα αἰτιῶνται, διότι πάλιν τοῦτο πρὸς τὸ σήπεσθαι καὶ σφηνοῦσθαι πολλὴν ἔχει τὴν
10ἐπιτηδειότητα διὰ τὸ ὑγρόν τε καὶ παχύ. δηλοῖ δὲ τοῦτο ἡμῖν καὶ αὐτὸ τὸ τοῦ φλέγματος ὄνομα. διὰ γὰρ τὸ φλέγειν αὐτὸ καὶ θερμαίνειν εἴρηται ‘φλέγμα‘. καὶ τοῦτο μέν ἐστι φανερῶς ἄτοπον. περὶ δὲ τοῦ μελαγχολικοῦ χυμοῦ ἔδοξάν τινες, μηδέποτε αὐτὸν δύνασθαι ἐξάπτειν πυρετὸν διὰ τὸ ψυχρὸν αὐτὸν εἶναι φύσει καὶ ξηρὸν καὶ μηδὲν ὑγρὸν ἔχειν ἢ θερμὸν, ἐξ
15ὧν αἱ σήψεις γεννῶνται. οὐδὲν οὖν θαυμαστόν ἐστι δόξαι τινὰς, ὅτι μηδ’ ὅλως ὁ μελαγχολικὸς χυμὸς ἐπιδέχεται σῆψιν. εἰσὶ δέ τινες οἵπερ ἀπεφήναντο, καθόλου μηδέποτε πυρετὸν γίνεσθαι ὑπὸ σήψεως· ἐκκαίεσθαι γὰρ τοὺς χυμοὺς ἐν ταῖς φλεψὶν, οὐ σήπεσθαι λέγουσιν. εἰ γὰρ ἦν τοῦτο, φασί, τί δή ποτε μὴ καὶ ἐν τοῖς ἀγγείοις, εἴ γε (ἡ) σῆψίς ἐστιν,
20ἕλμινθες ἢ ἄλλα τινὰ τῶν θηρίων ὁρᾶται τικτόμενα, ὥσπερ ἐν τῇ γαστρὶ καὶ ἐν ἄλλοις μορίοις; οὐχ ἥκιστα δὲ καὶ ἐπὶ τῶν ἐκτὸς ἁπάντων ἔστι τοῦτο θεάσασθαι, ὡς τὰ σηπόμενα γεννᾶν πέφυκε ποικίλων θηρίων ἰδέας, ὧν οὐδὲν ὤφθη ποτὲ δι’ οὔρων ἐκκριθέν. δεῖ οὖν λέγειν σήπεσθαι καὶ ἐξάπτεσθαι, καθάπερ ἔστιν ἰδεῖν τοῦτο ἐπί τε πίσσης καὶ ἀσφάλτου
25γινόμενον ἢ καλάμων ἢ θρυαλλίδων καὶ ἐπὶ ἄλλων δὲ πολλῶν, ὅσα ἑτοίμως ὑπὸ τοῦ πυρὸς ἔχει τὸ πάσχειν καὶ ἐξάπτεσθαι. οὕτως οὖν τινα καὶ σπινθῆρος ὀλίγου τυχόντα εἰς πολλὴν καὶ ἄμετρον ἐξήφθη φλόγα, ὥστε μὴ μόνον τὰ πλησίον, ἀλλὰ καὶ τὰ πορρωτέρω πάντα ἐμπυρισθῆναι. τοιοῦτόν τι καὶ ἐφ’ ἡμῶν γίνεται, φασίν. ἄρχεται μὲν γὰρ ἐκπυροῦσθαι τὸ πνεῦμα
30καὶ ἐκκαίεσθαι, οὐ γὰρ δὴ σήπεσθαι καὶ αὐτὸ λέγειν δεῖ, ὅπερ ἐὰν μὴ313

1

.

315

τύχῃ τῶν ὑγραινόντων καὶ ἐμψυχόντων, ἐπικιρνᾶν αὐτὸ καὶ πραΰνειν δυνα‐ μένων ἐπινέμεται καὶ τὰ πλησίον καὶ τούτων αὐτῶν ἐκεῖνο δηλονότι πρῶτον, ὅπερ ἂν εὑρεθῇ τούτων ἐπιτηδειότερον εἰς τοῦτο. οὐ μόνον δὲ περὶ τοῦ σήπεσθαι ἐν τοῖς ἀγγείοις τὴν ὕλην, οἶμαι, διαφέρονται, ἀλλὰ καὶ περὶ
5τοῦ τρόπου τῆς σήψεως. οἱ μὲν γὰρ ταύτην εἰρήκασιν ἐκ θερμοῦ καὶ ὑγροῦ, δηλονότι τῆς ὑγρότητος, εἰς τὰ παλαιὰ καὶ σεσηπότα τῶν ξύλων ἀποβλέποντες. ὁρᾶται γὰρ οὕτως ἔχον καὶ οἶμαι ἀμφοτέρους ἀληθεῖς εἶναι τοὺς λόγους καὶ γίνεσθαί ποτε καὶ διὰ ξηρότητα σῆψιν, μᾶλλον δὲ ἔγκαυσιν. τινὲς δὲ τῶν ἰατρῶν οὐδ’ ὅλως ἐν ταῖς φλεψὶν ἔδοξαν γίνεσθαι
10τὴν σῆψιν, ἀλλὰ μᾶλλον ἐν τῇ γαστρί. πιστοῦνται δὲ τοῦτο καὶ ἐκ τῶν ἐν αὐτῇ τικτομένων ἑλμίνθων καὶ ἐκ τῆς τῶν διαχωρημάτων ἐκκρίσεως ἐχούσης τὸ δυσῶδες καὶ τὴν ἐπιτηδειότητα τῆς σήψεως ἐμφαινούσης οὐδὲν ἧττον. δηλοῦσι τοῦτο καὶ ἔμετοι, φασί, πολλάκις οὕτω τελείως ἐκκόψαντες τοὺς πυρετοὺς, ὡς μηκέτι δυσπαροξυνθῆναι τὸν κάμνοντα, καὶ ἄλλους δὲ
15πάλιν ἀπυρέτους γενομένους ἐξ ἑνὸς καὶ μόνου ἐπιθήματος ἑωρᾶσθαι ἢ ἐνέματος. οὐ μόνον δὲ ἐκ τούτων, ἀλλὰ καὶ ἐξ ἄλλων πολλῶν ἔστιν ἰδεῖν ἀκριβῶς, ὡς ἡ γαστὴρ αἰτία καὶ τῶν κατὰ σηπεδόνα πυρετῶν, τάχα δὲ καὶ τῶν ἄλλων ἀρχὴ καὶ πηγὴ κυρίως αὐτὴ καθέστηκεν.
Διάγνωσις τοῦ εἶναι τὸν πυρετὸν ἐπὶ σήψει.
20 Εἰδέναι χρὴ πρό γε πάντων, ὡς οὐ μόνον ἀπὸ προκαταρκτικῆς αἰτίας ἔχουσιν οἱ ἐπὶ σήψει πυρετοὶ τὴν γένεσιν, ἀλλὰ καὶ ἀπὸ μεταπτώσεως τῶν ἐφημέρων πυρετῶν. γνωριεῖς δὲ τὴν μετάπτωσιν τῶν πυρετῶν ἐκ τριῶν τούτων μάλιστα σημείων. πρῶτον μὲν ἐκ τοῦ τὸν προηγησάμενον ἐφήμερον πυρετὸν μὴ εἰς καθαρὸν τελευτᾶν διάλειμμα· δεύτερον καὶ τὸ
25μὴ γίνεσθαι τὴν ἀκμὴν εὔφορον· καὶ τρίτον τὸ μὴ παύεσθαι μετὰ νοτίδος τὴν ἀκμὴν ἢ μετὰ ἱδρῶτος. ταῦτα τὰ σημεῖα σαφέστατά ἐστι τοῦ μετα‐ πίπτειν τὸν ἐφήμερον πυρετὸν εἰς τοὺς ἐπὶ σήψει. εἰς ποῖον δὲ εἶδος πυρετοῦ μεταπίπτειν μέλλει, στοχάζεσθαι δεῖ καὶ διαγινώσκειν οὕτως. εἰ
μὲν γὰρ ὠχρὸς εἴη καὶ ἄγρυπνος καὶ φροντιστικὸς καὶ ἀκμάζων τὴν315

1

.

317

ἡλικίαν, γίνωσκε, ὡς χολὴ πᾶσα τὸν τριταῖον ἀνῆψε πυρετόν. εἰ δὲ λευκὸς καὶ ἀργὸς τὸν βίον, γίνωσκε, ὅτι ἀμφημέρινός ἐστιν, ὥσπερ καὶ εἰ μολιβδόχρους, τεταρταῖος. καὶ ταῦτα μὲν τὰ σημεῖα τῶν ἐκ μεταπτώσεως ἐφημέρων πυρετῶν ἐστιν εἰς τοὺς ἐπὶ σήψει. λοιπὸν δὲ καὶ καθόλου παρ‐
5έπεται αὐτοῖς, ἃ μηδενὶ τῶν ἄλλων ὑπάρχει πυρετῶν, οἷον ῥῖγος ἢ φρίκην ἢ περίψυξιν ἐπιγίνεσθαι καὶ μάλιστα ἐπὶ τῶν διαλειπόντων. ἐπὶ γὰρ τῶν συνεχῶν τούτων οὐδέν τι συμβαίνει, ἀλλὰ καὶ εἰ συμβῇ ἢ φρίκη ἢ ῥῖγος, ἐπὶ τῶν ἡμιτριταίων τὸ τοιοῦτον συμβαίνει. καὶ ἡ ἀνώμαλος τῶν σφυγμῶν κίνησις καὶ ἡ θερμασία δὲ τούτοις μάλιστα παρέπεται καὶ τὸ
10πολλὰς ἀναδιπλώσεις μάλιστα ποιεῖσθαι καὶ μιμεῖσθαι τὴν τῶν περιστερῶν κόπρον τὴν κατὰ διαδοχὴν τῆς σήψεως ἀνάπτουσαν πῦρ καὶ πάλιν παυομένην καὶ ἡ δακνώδης δὲ ποιότης καὶ αὐτὸ μέγιστον σημεῖον τῶν ἐπὶ σήψει πυρετῶν. ἔστι μὲν γὰρ καὶ ἐν τοῖς ἑκτικοῖς, ἀλλὰ καὶ ἐν τῷ βάθει μᾶλλον ὑποσμήχεται. ἐπὶ δὲ τῶν ἐπὶ σήψει ἐπιπολῆς ἡ συναίσθησις
15τῆς δακνούσης ποιότητος. μέγιστον δὲ καὶ βεβαιότατον σημεῖον καὶ τὸ τάχος τῶν σφυγμῶν τῆς συστολῆς καὶ ἀπεψία τῶν οὔρων· ἐπὶ γὰρ τῶν ἐφημέρων ἀεὶ πεπεμμένα φαίνεται. τοσαῦτα καὶ περὶ τῆς διαγνώσεως τῶν ἐπὶ σήψει.
Περὶ θεραπείας συνεχῶν.
20 Τοὺς συνεχεῖς τῶν πυρετῶν ἰᾶσθαι δεῖ μετὰ πολλῆς ἀκριβείας ὀξέως τε πράττειν, ὅπερ ἂν ἡ διάγνωσις ὑπαγορεύσῃ, εἴτε φλεβοτομίαν ἢ κάθαρσιν δεήσει. μέγιστον γὰρ κακόν ἐστιν ἐν πᾶσι τοῖς νοσήμασιν, μάλιστα δὲ ἐν τούτοις, ἡ ἀναβολή. οἵτε γὰρ πυρετοὶ σφοδρότεροι γίνονται τῆς σήψεως ἐπιτεινομένης ἥ τε δύναμις ἀσθενεστέρα γίνεται οὐκ ἔτι δυναμένη
25φέρειν τὸ μέγεθος τῶν πυρετῶν οὔτε [ἔτι δύνασθαί] τι τῶν μεγάλων βοηθημάτων εἰς θεραπείαν παραλαμβάνειν. τοὺς μὲν οὖν φλεβοτομίας δεομένους ἔνεστί σοι διαγινώσκειν οὕτως. ἐρυθρὰ ἔχουσι καὶ ταραχώδη
τὰ οὖρα καὶ σηπεδονώδη καὶ δριμὺ πλέον φαίνεται. καὶ τὰ ὄμματα317

1

.

319

χολώδη καὶ ἐρυθρὰ ἴσχουσι καὶ τὸ ὅλον σῶμα βαρύνονται καὶ τὰς φλέβας εὐρυτέρας καὶ ἐν ὄγκῳ μείζονι τοῦ πρόσθεν ἔχουσι. λοιπὸν δὲ καὶ τὰ προηγησάμενα κατάδηλόν σοι ποιήσει τὸν πλεονάζοντα χυμὸν καὶ μάλιστα ἡ δίαιτα. θερμοτέροις γὰρ ὡς ἐπὶ τὸ πολὺ εὑρίσκονται κατα‐
5χρησάμενοι βρώμασί τε καὶ πόμασι καὶ οἴνοις πλείοσι καὶ παλαιοτέροις καὶ λιπαροῖς κρέασι. πολλοὶ δὲ καὶ ἀσιτήσαντες ἢ θυμωθέντες ἐνέπεσον εἰς τοὺς ἐπὶ σήψει συνεχεῖς πυρετούς· οἱ δὲ δι’ αἱμορρόϊδος ἐποχήν, οἱ δὲ διὰ πλῆθος αἵματος ταῦτα μᾶλλον ἴσχουσι τὰ σημεῖα· οἱ δὲ διὰ χολὴν περιττεύουσαν ἔξωχροί εἰσι μᾶλλον καὶ μελάντεροι. ὅτε δὲ καὶ πλεῖον
10ὑπεροπτηθῶσιν οἱ χυμοὶ, τότε αὐτοῖς ἐστιν ἔτι μᾶλλον τὰ οὖρα ὠχρότερα καὶ πολλάκις μελάντερα φαίνεται καὶ τὰ διαχωρήματα ὡσαύτως δριμέα τε καὶ χολώδη. οὕτως οὖν χρὴ τοὺς πλεονάζοντας χυμοὺς ὁποῖοί τέ εἰσι γνωρίζειν. θεραπεύειν οὖν χρὴ τοὺς διὰ σῆψιν καὶ πλεονασμὸν αἵματος διὰ φλεβοτομίας· οὐ μὲν ἧττον καὶ τοὺς ὑπὸ χολῆς ὀχλουμένους φλεβοτο‐
15μήσεις, εἴπερ ὀργῶσα φαίνοιτό σοι καὶ ἐπιτηδεία πρὸς κάθαρσιν καὶ παχυτέρα καὶ τῷ πλήθει λυποῦσα. διαπνεῦσαι γὰρ χρεία τὴν ἔνδον ἐμφωλεύουσαν ὕλην καὶ σηπομένην· ἐλάττων γὰρ γίνεται· καὶ μὴ συγχωρεῖν σφηνοῦσθαι καὶ σήπεσθαι διὰ τὸ πλῆθος καὶ τὴν παχύτητα. εἰ δὲ μὴ δύνῃ φλεβοτομίαν παραλαβεῖν διὰ τὸ τὴν δύναμιν ἀσθενεστέραν
20εἶναι ἢ διὰ τὸ δεδοικέναι φλεβοτομηθῆναι τὸν κάμνοντα, τότε πλέον ἀπόβλεπε πρὸς τὴν ψύχειν τε καὶ ὑγραίνειν δυναμένην δίαιταν, ἀπο‐ λεπτῦναι τε καὶ διαχέειν ἐπὶ τοσοῦτον ἐκτὸς τοῦ θερμαίνειν. ἐπειδὰν δὲ τοῦτο πράττοντί σοι ἐλάττων φανῇ καὶ πολὺ μειωθεῖσα ἡ ὕλη καὶ τὰ τῆς πέψεως ἔχουσα σημεῖα, θαρρῶν ἐπιδίδου ψυχρὸν ὕδωρ καὶ μάλιστα
25εἰ καὶ ὁ κάμνων ἔθος ἔχει τοῦ πίνειν ὕδωρ καὶ προσέτι εἰ καὶ μὴ φλεγμονὴ ἢ σκιρρώδης ὄγκος ἢ οἰδηματώδης ὑπάρχει περί τι τῶν μορίων·
εἰ γάρ τι φανείη τούτων, φυλάττεσθαι τὴν τοῦ ψυχροῦ πόσιν.319

1

.

321

Περὶ φλεγμονῆς ἐρυσιπελατώδους. Εἰ δὲ καὶ φλεγμονὴ ζέουσα καὶ ἐρυσιπελατώδης οὖσα τύχῃ, τότε μὴ πτοηθῇς δοῦναι τὴν τοῦ ψυχροῦ πόσιν, πρόλεγε μέντοι τὸ μέλλον ἔσεσθαι, ὡς σβεσθῆναι μὲν τὸ ζέον τῶν πυρετῶν ἀνάγκη, ἀπύρετον μέντοι
5μὴ παντάπασι γίνεσθαι, ἀλλ’ ἐν χρόνῳ τινὶ ἀκινδύνως καὶ κατὰ μέρος ἀποπαύσεσθαι τὸ περιλειφθὲν ἔτι καὶ οἷον λείψανον ὑπάρχον τοῦ πυρετοῦ. ἐγὼ γοῦν ἐπί τινος ἐρυσίπελας ἔχοντος καὶ νοσοῦντος καυσώδη καὶ συνεχῆ πυρετὸν οἶδα δεδωκὼς τὸ ψυχρὸν ὕδωρ καὶ παρ’ αὐτὸ σβέσας τὸ σφοδρὸν τοῦ πυρετοῦ ἐκτός τε κινδύνου ποιήσας τὸν κάμνοντα κινδυνεύοντα
10διαφθαρῆναι ὑπὸ τῶν ἀκαίρων καταπλασμάτων καὶ ἐνεμάτων, ὡς εἰώθασι πάντοτε προσφέρειν ἐπὶ πάντων οἱ ἰατροί.
Σημεῖα τῶν ἐχόντων ἐρυσιπελατώδη φλεγμονήν. Εἰδέναι δὲ δεῖ ὡς οἱ πυρέττοντες καύσωνα πυρετὸν ἐπὶ ἐρυσιπε‐ λατώδει φλεγμονῇ διψῶσι μᾶλλον τῶν ἄλλων καὶ ἀπορρίπτουσι τὴν ἐσθῆτα
15τοῦ σώματος, ἰσχυρότερον δὲ μᾶλλον καὶ διὰ τρίτης ἐπιπαροξύνονται καὶ διὰ τῆς γαστρὸς ἐκκρίνουσι χολώδη καὶ ἰχωροειδῆ περιττώματα καὶ οἱ ἐν τῷ πνεύμονι φλεγμονὴν ἔχοντες ἐρυσιπελατώδη, ἀλλ’ οὐ διψῶσιν οὕτω σφοδρῶς, ἀναπνέουσι δὲ πυκνὸν καὶ μέγα καὶ τὰ μῆλα ἔχουσιν ἐρυθρὰ καὶ τὴν γλῶτταν τραχεῖαν καὶ παραφρονοῦσι καὶ τοῦ ψυχροῦ ἀέρος μᾶλλον
20ἐπιθυμοῦσι καὶ μᾶλλον ὠφελοῦνται ὑπ’ αὐτοῦ ἢ τοῦ ψυχροῦ πόματος, ὅπερ μᾶλλον τοῖς ἔχουσιν ἐν ἄλλῳ μέρει φλεγμονὴν ἐρυσιπελατώδη διδόναι δεῖ. τοῖς δ’ ἔχουσι περὶ τὸν πνεύμονα ψυχρὸν ἀέρα παρασκευάζειν ἀναπνεῖν μᾶλλον· ὑπ’ αὐτοῦ γὰρ καὶ ὠφελοῦνται.
Περὶ νόθου καύσου.
25 Εἰδέναι δὲ δεῖ καὶ τοῦτο, ὡς δύο εἰσὶν εἴδη καύσου. ὁ μὲν γάρ ἐστι γνήσιος καὶ ἀκριβὴς, πάντα τὰ προειρημένα ἔχων, δίψαν σφοδρὰν, διαχωρήματα χολώδη καὶ γλῶσσαν τραχεῖαν καὶ μέλαιναν. οἱ δὲ νόθοι φέρουσι μὲν καὶ αὐτοὶ δίψαν, ἀλλ’ οὐ πάνυ σφοδρὰν καὶ ἐπιτεταμένην
οὐδὲ τὸ μέλαν τῆς γλώττης οὐδὲ τὸ διὰ γαστρὸς ἐκκρίνειν χολώδη, ἀλλὰ321

1

.

323

μᾶλλον διεφθαρμένα. οὐδὲ πικρὰ περὶ τὴν γεῦσιν ἡ αἴσθησις τοῦ φλεγματώδους καὶ ἁλμυροῦ χυμοῦ πλεονάζοντος μᾶλλον, ὅθεν καὶ τὸ ἐπικίνδυνον ἔχει μᾶλλον τοῦ γνησίου πυρετοῦ. τοῖς μὲν οὖν γνησίοις καύσοις καὶ ἀκριβέσιν, ἅτε δὴ ὑπὸ ξανθῆς χολῆς κινουμένοις, ἁρμόζει
5μᾶλλον ἡ τοῦ ψυχροῦ ὕδατος πόσις καὶ τἆλλα πάντα ὅσα ψύχειν καὶ ἔξωθεν δύναται δυνάμει καὶ ἐνεργείᾳ· τοῖς δ’ ὑπὸ τοῦ φλέγματος κινουμένοις φείδεσθαι δεῖ ψυχρὸν πόμα προσφέρειν καὶ πάντα τὰ ἐνεργείᾳ ψυχρά· ἀλλὰ μᾶλλον ὅσα προσηνῆ θερμότητα καὶ χλιαρὰν κέκτηται, οἷά ἐστι τὰ διὰ τοῦ λινοσπέρμου ἐπιθήματα καὶ μόνα, πολλάκις δὲ καὶ διὰ κριθίνου
10ἀλεύρου εἰς ὕδωρ ἑψηθέντος, ἐν ᾧ χαμαίμηλα καὶ μελίλωτα ἀπεζέσθησαν. καὶ τὰ ῥάκη δὲ τούτοις ἁρμόζει τὰ ἐκ τῶν ἐρίων ὑφανθέντα, μᾶλλον εἰς τὸ ζέμα τῶν προειρημένων βοτανῶν ἀποβρεχόμενα. δῆλον δὲ, ὅτι καὶ ἐλαίων τινῶν προσειληφότος τοῦ ζέματος, οἷόν ἐστι χαμαίμηλον, καὶ τὸ ῥόδινον καὶ τὸ ὀμφάκινον. γινώσκειν δὲ δεῖ, ὅτι οὐ μόνον τοῖς νόθοις
15συμφέρει τὰ τοιαῦτα ἐπιθήματα, ἀλλὰ καὶ τοῖς γνησίοις, τοῖς μέντοι νόθοις πλέον. ὅσα γὰρ καὶ δυνάμει καὶ ἐνεργείᾳ ψυχρὰ, τὰ τοιαῦτα τοῖς γνησίοις μᾶλλον ἁρμόζει, οἷάπερ ἐστὶ καὶ τὰ διὰ τοῦ ῥοδίνου σκευαζόμενα ληξιπύρετα καὶ προσειληφότα χυλὸν ψυχουσῶν βοτανῶν, κοτυληδόνος τε καὶ ὀξαλίδος καὶ θριδακίνης καὶ ἀτραφάξυος καὶ ἀνδράχνης καὶ ἀρνογλώσσου
20καὶ ἄλλων μυρίων. διαγνοὺς οὖν τὰς διαφορὰς αὐτῶν καὶ τὴν ὕλην, ὅθεν ἐξάπτονται, οὕτω καὶ τὸ ποσὸν τῆς ἐμψύξεως καὶ τὸν τρόπον παραλάμβανε τῆς τοῦ διεφθαρμένου κενώσεως.
Πρὸς στόμαχον ἔχοντα πύρωσιν. Τοῖς δὲ καυσουμένοις τὸν στόμαχον καλῶς ποιήσει καὶ ψυχρὸν
25ὕδωρ μετὰ ῥοδίνου ἀνακοπὲν καὶ ἔξωθεν ἐπιβληθὲν ἢ σήσαμον ὕδατι βραχὲν,323

1

.

325

εἶτα ἐπιμελῶς λειωθὲν μετὰ ῥοδίνου. καὶ ῥοδίνη κηρωτὴ ποιεῖ καλῶς, προσλαβοῦσα χυλὸν ἀνθράχνης καὶ ὄμφακος ἴσον· εἰ δὲ καὶ ὅλον τὸ σῶμα ὑγρὸν ποιήσας τὴν κηρωτὴν ἀλείψεις, μεγάλως ὠφελήσεις. Διάγνωσις τῶν ἐπὶ αἱματικῷ χυμῷ κινουμένων πυρετῶν.
5 Γνωριεῖς δὲ τοὺς ἀπὸ σήψεως αἱματικοῦ χυμοῦ ἀναπτομένους πυρετοὺς ἔκ τε τοῦ πραεῖαν εὐθὺς κατὰ τὴν πρώτην ἐπιβολὴν τὴν θερμασίαν φαίνεσθαι καὶ μηδὲν ἔχουσαν δακνῶδές τε καὶ δριμὺ, οἷόν ἐστιν ἐπὶ τῶν ἐξ ὑπεροπτήσεως τῆς ξανθῆς χολῆς ἀναπτομένων πυρετῶν. φαίνεται μὲν γὰρ καὶ ἐπὶ τῶν ἐπὶ φλέγματι σηπομένων πυρετῶν εὐθὺς κατ’ ἀρχὰς
10θερμασία πραεῖά τε καὶ ἀτμώδης· ἀλλ’ εἰ χρονίσει τις, ὀλίγον ὕστερον προσγίνεται τῇ ἁφῇ δακνώδης θερμασία, ὡς δι’ ἠθμοῦ τινος ἢ κοσκίνου ἀναφερομένη. διαγνοὺς οὖν τοὺς ὑπὸ αἵματος κινουμένους πυρετοὺς εὐθὺς κατ’ ἀρχὰς, ὡς προείρηται, φλεβοτόμησον· τοὺς δὲ ὑπὸ χολῆς κάθαρον μᾶλλον, ἢν ὀργῶσά σοι φαίνοιτο ἡ ὕλη καὶ μήτε ὁ πυρετὸς εἰσβάλλων
15εἴη σφοδρός. οἶδα δὲ καὶ πυρέττοντα ὀξέως καθάρας, ἀλλὰ χρῄζει τὰ τοιαῦτα πολλῆς καὶ ἀκριβοῦς διαγνώσεως καὶ θαρρῆσαι δυναμένου ἰατροῦ. ἀρκεῖ δὲ καὶ μόνον φλεβοτομῆσαι τὸν κάμνοντα, διὰ τὸ ἀσφαλέστερον καὶ δυνατώτερον, ἐμψυχούσῃ τε καὶ ὑγραινούσῃ λοιπὸν χρῆσθαι διαίτῃ καὶ τοιούτοις ἀλείμμασι.
20
Περὶ διαίτης. Ἐπὶ πάντων μὲν ὁ τῆς πτισάνης χυλὸς ἐπιτήδειος, ἀλλ’ ἐπὶ μὲν τῶν γνησίων καὶ διακαῶν καύσων καὶ δίψος ἐχόντων σφοδρὸν καὶ ψυχρισθέντα ἐπιδιδόναι τὸν χυλὸν καὶ τὰς κηρωτὰς δὲ ὁμοίως σκευάζειν δεῖ διὰ τοῦ ψυχροῦ ὕδατος καὶ ῥοδίνου καὶ τῶν ἐμψυχόντων. ἐπὶ δὲ τῶν νόθων οὐδαμῶς,
25ἀλλ’ ἀρκεῖ χλιαρὰ πάντα καὶ εὔκρατα καὶ μηδὲν ἔχοντα τῶν σφοδρῶς ψύχειν δυναμένων. καὶ θριδακίνης δὲ χρισθέντας καυλοὺς καὶ ὠὰ, ὁμοίως
καὶ ἴντυβα καὶ τρώξιμα καὶ κολοκύνθας ἐπιδιδόναι πάντα συμφέρει τοῖς325

1

.

327

διακαῶς πυρέττουσι. τὸ δὲ ὀξύμελι φεῦγε παντελῶς τούτοις ἐπιδιδόναι καὶ παντοίων ὅλως ἀποζεμάτων· εἰσὶ γὰρ πάντα ταῦτα τοῖς πάνυ πυρέτ‐ τουσι πολέμια. εἰ δ’ ἄρα συμβῇ γενέσθαι πολλὴν ἀγρυπνίαν τῷ κάμνοντι, τηνικαῦτα τὴν διὰ κωδειῶν αὐτοῖς ἀντίδοτον ἐπιδιδόναι δεῖ. καὶ γὰρ
5μετὰ τὸ ποθῆναι ὕπνον ἐμποιεῖ καὶ τὸ σφοδρὸν καὶ τὸ διακαὲς ἀμβλύνει τῶν πυρετῶν. εἰ δ’ ἄρα καὶ τοῖς νόθοις ἐπιδοῦναι δεηθείης αὐτὴν, δι’ ἀγρυπνίαν ἢ παραφροσύνην ὀχλοῦσαν τῷ κάμνοντι, ὀλίγον αὐτῇ προσπλέξας ἀπομέλιτος οὕτως ἐπιδίδου. οὕτω γὰρ οὐ φοβηθήσῃ, μὴ τῇ ψύξει παχυτέραν ἐργάσηται τὴν ὕλην τὸ φάρμακον. καὶ ῥοδόμελι
10δὲ καὶ ὑδρορόσατον οἶδα δεδωκὼς ὕδατι μίξας, τοῖς καιομένοις μάλιστα τὸ ἧπαρ καὶ ῥόδινον αὐτὸ καθ’ ἑαυτὸ ψυχρισθέν.
Περὶ λουτροῦ. Λούειν δὲ χρὴ τοὺς καυσώδη καὶ διακαῆ νοσοῦντας πυρετὸν ἐν τῷ οἴκῳ μᾶλλον, ἐν σκάφῃ χλιαρὸν ἐχούσῃ ὕδωρ πολὺ, ὥστε πανταχόθεν ὑπὸ
15τοῦ ὕδατος περιέχεσθαι ὅλον τὸ σῶμα τοῦ κάμνοντος. μὴ προσαντλείτω δέ τις αὐτῷ μήτε κινείτω τι ὅλως τὸ ὕδωρ· διαφορητικὸν γάρ ἐστι τῆς δυνάμεως καὶ καταβλητικόν. διόπερ οὐδὲ τοὺς ἔχοντας ἀσθενῆ πάνυ τὴν δύναμιν δεῖ σκαφολουτρεῖν, ὅ ἐστι παρὰ Ῥωμαίοις εἰς τίναν ἐμβαλεῖν, ἀλλ’ ἐκείνους ἐμβιβάζειν δεῖ, ὅσοις ἡ δύναμις ἀντέχειν τε καὶ
20φέρειν δύναται τὴν ἀπὸ τοῦ χλιαροῦ γινομένην ἔκλυσίν τε καὶ διαφόρησιν. τοσαῦτα περί τε καύσων καὶ συνεχῶν εἰρήσθω πυρετῶν καὶ ἀρκούντως ἔχειν ἡγοῦμαι καὶ ταῦτα. εἰ γάρ τι παραλέλειπται τῶν κατὰ μέρος, ἐκ τῶν καθόλου καὶ μερικῶς εἰρημένων δυνήσεταί τις ἑαυτῷ τὸ λοιπὸν
ἐξευρίσκειν.327

1

.

329

κεφ. γʹ. Περὶ συγκοπῆς τῆς ἐν πυρετοῖς γινομένης. Γίνονται δὲ συγκοπαὶ δυνάμεων ἐπὶ τῶν καμνόντων αἰφνιδίως ἢ διὰ πλῆθος χυμῶν ὠμοτέρων καὶ μάλιστα βαρυνόντων τὸ στόμα τῆς
5γαστρὸς ἢ διὰ χολώδεις καὶ ὑπερλέπτους χυμοὺς καὶ διαφορουμένους ἑτοίμως, ἔσθ’ ὅτε δὲ καὶ συρρέοντας εἰς τὸ στόμα τῆς γαστρὸς, ὥστε καὶ διὰ τοῦτο συμβαίνειν ἐπὶ πλέον συγκόπτεσθαι τὴν δύναμιν. ἐπεὶ οὖν οὐ διὰ μίαν αἰτίαν, ἀλλὰ καὶ δι’ ὠμοὺς χυμοὺς ἐπιγίνονται συγκοπαὶ καὶ διὰ λεπτοὺς καὶ χολώδεις, εἰδέναι δεῖ καὶ διακρίνειν, ὅπως χρὴ γινώσκειν
10τὰς τούτων διαφοράς. ἄνευ γὰρ διαγνώσεως οὐχ οἷόν τε ἁρμόσασθαι καλῶς πρὸς ἑκάστην αἰτίαν.
Διάγνωσις τῶν ἐπὶ πλήθει συγκοπτομένων. Οἱ μὲν ἐπὶ πλήθει ὠμῶν χυμῶν συγκοπτόμενοι πρῶτον μὲν ἔχουσι τὸ πρόσωπον οἰδαλεώτερόν τε καὶ ὠχρότερον καὶ τὸ στόμα τῆς
15γαστρὸς καὶ ὅλην τὴν γαστέρα πνευμάτων μεστὴν καὶ τοὺς σφυγμοὺς ἔχουσι μικροὺς καὶ ἀραιοὺς καὶ βραδεῖς καὶ ὀξώδεις ἐρυγὰς ὑπομένουσι καὶ φλεγματικωτέραν δὲ τὴν ἕξιν. καὶ τὰ προηγησάμενα δὲ σαφέστερον ἔτι σοι δηλώσει τὸν πλεονάζοντα χυμόν. ἀπεψίαι γὰρ τέως ὡς ἐπὶ τὸ πολὺ προηγοῦνται συνεχεῖς καὶ ἀργίαι καὶ ἀκαίρων λουτρῶν χρήσεις
20καὶ ὀσπρίων καὶ ὀπωρῶν καὶ κρεῶν πλησμονὴ οἴνου τε παχυτέρου κατά‐ χρησις. οὕτω μὲν οὖν τοὺς ἐπὶ πλήθει χυμῶν ὠμῶν συγκοπτομένους δια‐ γινώσκειν χρή. Σημεῖα τῶν ἐπὶ χολώδεσι καὶ λεπτοῖς χυμοῖς συγκοπτομένων. Τοὺς δὲ ἐπὶ χολώδεσι καὶ λεπτοῖς χυμοῖς συγκοπτομένους ἔνεστί
25σοι διαγινώσκειν οὕτω· πρῶτον μὲν τὸ πρόσωπον αὐτῶν ἀτμῶδές ἐστι καὶ ξηρὸν καὶ οἱ σφυγμοὶ μικροὶ καὶ ἀνώμαλοι καὶ ἄτακτοι φανήσονται· καὶ τὸ διαχώρημα δὲ χολῶδές ἐστι καὶ ἀγρυπνικώτεροι μᾶλλον τῶν ἄλλων καὶ διψώδεις. καὶ ἐξ ἄλλων δὲ πολλῶν ἔστι διακρίνειν, μάλιστα δὲ ἀπὸ
τῶν προηγησαμένων· φροντίδες γὰρ ὡς ἐπὶ τὸ πολὺ προηγοῦνται τούτοις329

1

.

331

καὶ δυσθυμίαι καὶ ὀλιγοτροφίαι κακοχύμων τε καὶ δριμέων προσφοραί. οὕτω μὲν οὖν αὐτοὺς διαγινώσκειν χρή.
Θεραπεία τῶν ἐπὶ συγκοπῇ κινδυνευόντων. Θεραπεύειν μὲν τοὺς διὰ πλῆθος ὠμῶν χυμῶν συγκοπτομένους,
5διαίτῃ λεπτῇ χρωμένους καὶ τοῖς λεπτύνειν ἅπασι δυναμένοις· καλὸν μὲν οὖν ἐστιν, ὅσον ἐπὶ τῷ πλήθει, κένωσιν διὰ φλεβοτομίας παραλαβεῖν καὶ ἀποκένωσιν τοῦ πλήθους, ἀλλὰ τὸ εἶναι πάλιν τοὺς πλεονάζοντας χυμοὺς ὠμοὺς ἀποτρέπει. δέος γάρ ἐστι, μὴ φθάσασα ἡ δύναμις κατα‐ βληθῆναι ἀποκάμῃ πέψαι καὶ διοικῆσαι τὸν ὠμὸν χυμόν. βέλτιον οὖν
10οἶμαι φεύγειν μᾶλλον τὴν κένωσιν· εἰ δ’ ἄρα τοσοῦτον εἴη τὸ πλεονάζον, ὡς καταπνιγῆναι κινδυνεύειν τὴν δύναμιν, οὐδὲν ἄτοπον τηνικαῦτα μικρὸν ὑποκενῶσαι τοῦ πλήθους καὶ κουφίσαι βαρυνομένην αὐτήν. ὁρῶμεν γὰρ ὡς ἐπίπαν καὶ ἐπὶ τοῦ πυρὸς τοῦτο γινόμενον· καὶ γὰρ αὐτὸ κινδυνεῦον ὑπὸ χλωρῶν ἀποσβεσθῆναι ξύλων πολλάκις ὀλίγων ἀφαιρεθέντων ἔλαμψε
15πάλιν καὶ περιεγένετο τῶν καταπνιγόντων αὐτό. εἰ μὲν οὖν ἡ δύναμις ἔρρωται καὶ πλῆθος εἴη πάνυ πολὺ τὸ λυποῦν, οὕτω δεῖ πράττειν· εἰ δ’ ἀσθενὴς εἴη καὶ ὠμότης ὑπόκειται πολλὴ, ταῖς ἀνατρίψεσιν ἀνάγκη προσκαρτερεῖν καὶ τοῖς ἠρέμα λεπτύνειν καὶ διαφορεῖν δυναμένοις καὶ συμπέπτειν τοὺς ὠμοὺς χυμοὺς καὶ ἀπέπτους. τοιοῦτον δ’ ἐστὶ τὸ χαμαίμηλον· καὶ γὰρ ἀραιοῖ
20καὶ διαφορεῖ καὶ συμπέπτει τὰ αἴτια. ἀποτρίβειν δὲ χρὴ ἀπὸ τῶν σκελῶν ἀρχομένους ἐπὶ τὰ κάτω, ἔπειτα καὶ τὴν ῥᾶχιν ὅλην καὶ τὰς χεῖρας, εἶτα πάλιν ἀπὸ τῶν χειρῶν ἐπὶ τὰ κάτω καὶ τοὺς πόδας· καὶ τοῦτο ποιεῖν συνεχέστερον ἀποβλέποντα πρὸς τὴν δύναμιν· πολλάκις γὰρ ἀνατριψάντων ἀμετρότερόν τινων ἀθρόως διεφορήθη ἡ δύναμις. ἐγὼ δὲ ἐθεασάμην οὕτω
25συγκοπέντα τινὰ ὑπὸ ἀμαθίας· ἀνατρίβεσθαι γὰρ αὐτὸν ἐκέλευσεν ἐκ διαδοχῆς ἅπασαν τὴν ἡμέραν καὶ τὴν νύκτα ἀσιτίαν τε παντελῆ φυλάξαι μέχρι τῆς πέμπτης ἡμέρας. εἶτα τοῦτο πράττοντος αὐτοῦ ἀσεβῶς μὴ
δυνηθεὶς ἐνεγκεῖν ἀμφότερα, μήτε τὸν κόπον μήτε τὴν ἀσιτίαν, εἰς ὅλας331

1

.

333

πέντε ἡμέρας ἀπώλετο συγκοπῇ. ἐχρῆν δὲ, οἶμαι, κεχρημένον αὐτὸν τῇ τοσαύτῃ ἀνατρίψει καὶ ἀμέτρῳ καὶ τοῖς δριμέσιν ἐλαίοις, οἷς ἐχρήσατο καὶ ἐνόμιζε διαφορεῖν τὴν τοσαύτην ὠμότητα, μὴ οὕτως ἄσιτον φυλάξαι τὸν κάμνοντα [μήτε], τρέφοντα δὲ πάλιν παύσασθαι τῆς ἀμέτρου ἀνατρίψεως·
5ὅπου γὰρ λιμὸς, οὐ δεῖ πονεῖν· ὥσπερ ἅπαντα, καὶ τοῦτο ὁ σοφὸς πρεσβύτης ἀπεφήνατο. οὐκ οἶδα τί παθὼν καὶ ὁ θειότατος Γαληνὸς οὕτως ἐπιτάττει ποιεῖν· ἀνατρίψεσιν ἀμέτροις κεχρῆσθαι καὶ τὸ σικυόνιον ἔλαιον ἀλείφεσθαι καὶ ἀσιτίαν παρακελεύεται. ὕσσωπον γὰρ αὐτοῖς ἐπιτάττει πίνειν ἅμα καὶ ὀλίγῳ μέλιτι καὶ μηδὲν ἄλλο μέχρι τῆς ἑβδόμης ἡμέρας προσφέρεσθαι.
10ποῖος ἄν τις ἐπινοήσειεν οὕτως ἰσχυρὰν εἶναι δύναμιν, ὦ πρὸς θεῶν, ὅστις ἅμα πάντα φέρειν δυνήσεται, καὶ ἀσιτίαν ἅμα καὶ ἀνάτριψιν; ἐμοὶ γοῦν φαίνεται κάλλιον καὶ ἀνατρίβειν συμμέτρως καὶ πάλιν τρέφειν πρὸς τὴν δύναμιν ἀφορῶντα χυλῷ πτισάνης ἢ ἄλικος μετὰ ὀξυμέλιτος, κεχρῆσθαι καὶ ἄρτῳ εἰς οἶνον κεκραμένῳ, ἐπειδὰν ἡ δύναμις ἰσχυρῶς κάμνουσα φαί‐
15νηται. τὰ γὰρ ἀμφότερα πραττόντων, ποτὲ μὲν διαφορούντων ἐκ τοῦ πλήθους διὰ τῆς ἀνατρίψεως, εἶτα πάλιν χρηστὴν ἀντεισαγόντων ἡμῶν τροφὴν πεφθῆναι καὶ ἀναδοθῆναι δυναμένην, ἥ τε δύναμις φυλαχθῆναι δυνήσεται καὶ οἱ ὠμοὶ χυμοὶ πεφθῆναι καλῶς.
Περὶ οἴνου.
20 Οἶνον δὲ διδόναι τοῦ μὲν πυρετοῦ χάριν οὐ δεῖ, διὰ δὲ τὴν πλεονάζουσαν ὕλην ὠμοτέραν χρῄζομεν τῶν ἠρέμα λεπτύνειν καὶ θερ‐ μαίνειν δυναμένων. οὐδὲν οὖν ἄτοπον ἐπιδιδόναι λεπτοῦ καὶ εὐαναδότου καὶ μηδεμίαν ἔχοντος φανερὰν στύψιν ἢ γλυκύτητα· τῷ δὲ χρόνῳ μὴ πάνυ νέος μήτε παλαιὸς ἔστω μηδὲ τῇ χρόᾳ μέλας, ἀλλὰ μᾶλλον ὑπό‐
25κιρρος καὶ λευκὸς καὶ τῇ συστάσει λεπτός. ἀναδοθῆναι γὰρ αὐτὸν εἴς τε τὰς φλέβας ταχέως καὶ ὅλον τὸ σῶμα βουλόμεθα· καὶ μάλιστα ἡνίκα καὶ τὴν δύναμιν καταπεσοῦσαν καὶ ἀπολέσθαι κινδυνεύουσαν ἀνακαλέσασθαι
σπεύδομεν.333

1

.

335

Περὶ λουτροῦ. Οὐ δεῖ δὲ τοὺς ἐπὶ ὠμότητι χυμῶν κάμνοντας συγκοπὴν ταχέως, οἶμαι, ἐπὶ τὸ λουτρὸν ἄγειν. ἥτε γὰρ ὕλη παχυτέρα οὖσα καὶ πολλὴ καὶ οὔπω λεπτυνθεῖσα, μὴ δυναμένη δὲ διὰ τοῦτο διαφορηθῆναι, σφηνω‐
5θήσεται μᾶλλον ἐντεῦθεν καὶ πυρετοὺς ἐπαυξήσει. λεπτυνθέντων οὖν τῶν χυμῶν καὶ πέψεως ἤδη φανείσης οὕτω λούειν καὶ τρέφειν καὶ ἠρέμα θερ‐ μαινούσῃ τροφῇ κεχρῆσθαι, οἷον πράσῳ τε ἀποζεσθέντι καλῶς μετὰ ἀπο‐ μέλιτος καὶ ἰχθύων, εἰ ἐνδέχεται, πετραίων· εἰ δὲ μή γε, ποταμίων τῶν καλουμένων ἀναδρόμων μετὰ ὀξυμέλιτος καὶ τῶν κατοικιδίων ὀρνέων τὰ
10πτερά. τῆς δυνάμεως δ’ ὑπὸ τούτων αὐξηθείσης λοιπόν ἐστιν ἔτι τὰς ἐπὶ πλέον τρεφούσας προσφέρειν τροφὰς ἀβλαβῶς.
Θεραπεία τῶν ἐπὶ σήψει λεπτῶν χυμῶν συγκοπτομένων. Τοὺς δ’ ἐπὶ σήψει τῶν λεπτῶν χυμῶν συγκοπτομένους εὔδηλον ὡς ὑπεναντίως ἄγειν χρὴ, διαίτῃ τε παχυνούσῃ καὶ δυσδιαφορήτῳ κεχρη‐
15μένους. χυλὸς τοίνυν ἄλικος συμφέρει τούτοις καὶ ἄρτος εἰς ὑδρορόσατον λαμβανόμενος ἢ εἰς ὀμφακόμελι καὶ ὄρχεις τῶν ἀλεκτρυόνων καὶ χίδρον καὶ ἴντυβα καὶ θρίδακες καὶ ἀστακοὶ καὶ κτένια καὶ κηρύκια καὶ ἐχῖνος καὶ ἄφρατος καὶ μῆλα καὶ ῥοιαὶ καὶ ἀπίδια· καὶ ταῦτα προσφέρειν δεῖ μὴ ἀθρόως, ἀλλὰ κατὰ μέρος καὶ ἐκ διαλειμμάτων, ὥστε καὶ τὸ διδό‐
20μενον λόγῳ τροφῆς μὴ βραδύνειν κατὰ συγκοπὴν, ἀλλὰ μᾶλλον αὔξειν τὴν δύναμιν.
Περὶ οἴνου. Οἶνον δὲ τούτοις τὸν ὑδατώδη χρὴ διδόναι, οἷός ἐστιν ὁ Κνίδιος ἢ ὁ Σαρεφθῖνος ἢ ὁ εὐγενὴς Σαβῖνος· μὴ παλαιὸς πάνυ τῷ χρόνῳ καὶ
25ὑδαρὴς πάλιν γινέσθω καὶ μὴ ἄκρατος. κεχρήσθωσαν δὲ καὶ ἀλοιφῇ
μηδὲν ἐχούσῃ χαλαστικὸν ἢ ἀραιωτικὸν τῆς ἐπιφανείας, ἀλλὰ τοὐναντίον335

1

.

337

πυκνωτικὸν καὶ ῥῶσαι δυνάμενον, οἷόν ἐστι καὶ τὸ μήλινον ἔλαιον. ἐπι‐ πάσμασι δὲ τοιούτοις κεχρήσθωσαν, οἷόν ἐστι τῶν ῥόδων τὸ ἄνθος καὶ αὐτὰ τὰ ῥόδα ἐπιπασσόμενα καὶ μάλιστα, ἡνίκα καὶ ἱδρῶτες πλείονες γίνονται καὶ συγκόπτεται ὁ κάμνων καὶ εἰς ἄκραν ἀσθένειαν ἥκει τὰ
5τῆς δυνάμεως.
Περὶ λειποθυμίας. Ἐπειδὴ δὲ καὶ λειποθυμίαι συμβαίνουσι τοῖς κάμνουσιν ἐπιφέρουσαι συγκοπὰς καὶ καταβάλλουσι τὴν δύναμιν αἰφνιδίως, ἀκόλουθόν ἐστι καὶ περὶ τούτων διαλαβεῖν καθολικώτερον· εἶθ’ οὕτως ὅσα καὶ ἡμῖν δέδωκεν ὁ
10χρόνος εἰδέναι, προσθήσομεν ῥήσεσι τοῦ θειοτάτου Γαληνοῦ. αὐτὸ μὲν οὖν τὸ πρᾶγμα τῆς λειποθυμίας ἕν ἐστιν, αἰτίαι δ’ αὐτοῦ πολλαὶ καὶ καθ’ ἕκαστον εἶδος αὐτῆς ἐστιν ἰδία, γράψαι δὲ νῦν ὑπὲρ ἁπασῶν οὐκ ἐγχωρεῖ· τὰς διαθέσεις δὲ τὰς συνεδρευούσας οὐχ οἷόν τε χωρὶς ἰάσασθαι. τοσοῦτον οὖν ἐν τῷ παρόντι λόγῳ περὶ αὐτῶν ἐροῦμεν, ὡς ἄν τις μαθὼν
15ἱκανὸς εἴη τοῖς ἐξαίφνης ἐμπίπτουσιν ἐνίστασθαι παροξυσμοῖς.
Περὶ τῶν ἐπὶ ταῖς ἀθρόαις κενώσεσιν ἐκλυομένων. Τοὺς μὲν οὖν ἐπὶ χολέρᾳ καὶ διαρροίᾳ καὶ ταῖς ἄλλαις ἀθρόαις κενώσεσιν ἐκλυομένους ὕδωρ ψυχρὸν δεῖ προσραίνειν καὶ τοὺς μυκτῆρας ἐπιλαμβάνειν καὶ ἀνατρίβειν τὸ στόμα τῆς γαστρὸς καὶ κελεύειν σπαράττειν
20τὸν στόμαχον ἢ τοῖς δακτύλοις ἢ πτερῶν καταθέσεσιν, ἀλλὰ καὶ χεῖρας καὶ σκέλη διαδεῖν. εἶναι δὲ χρὴ πλείονας τοὺς δεσμοὺς μὲν καὶ σφοδροτέρους, ἄνω μὲν ἐπὶ τοῖς κάτω, κάτω δ’ ἐπὶ τοῖς ἄνω. ἰᾶται δὲ καὶ οἶνος ἐν ὕδατι ψυχρῷ κεκραμένος ἐπὶ ταῖς ἀθρόαις κενώσεσι καὶ ἐκλύσεσι συγκοπὰς, μάλιστα τῶν εἰς τὴν γαστέρα ῥυέντων ῥευμάτων. ἐπισκοπεῖσθαι δὲ δεῖ, μὴ κωλύει
25τι τὴν τοιαύτην δόσιν. λουτρὰ δὲ τοῖς μὲν εἰς τὴν γαστέρα ῥεύμασιν ἐπιτήδεια, τὰς δὲ αἱμορραγίας ἱκανῶς παροξύνει, καὶ ὅσοι διὰ πλῆθος
ἱδρώτων λειποθυμοῦσι, [καὶ] τούτους ἐναντιώτατα ἰατρευτέον. δεῖ γὰρ337

1

.

339

ψύχειν καὶ στύφειν, οὐ χαλᾶν τὸ δέρμα καὶ τὸν οἶνον μάλιστα τούτοις ψυχρὸν διδόναι καὶ μηδὲν ὅλως προσφέρειν θερμὸν, ἀλλὰ μηδὲ διαδεῖν τὰ κάτω κῶλα μηδ’ ἀναγκάζειν ἐμεῖν, ἀλλὰ μᾶλλον εἰσόδους πνευμάτων ἐπιτεχνᾶσθαι· καὶ χρὴ τὸν ἀέρα τοῦ οἴκου τρέπειν εἰς ψύχουσάν τε καὶ
5στρυφνὴν ποιότητα μυρσίνης τε καὶ ἀμπέλων ἕλιξι καὶ ῥόδοις καταστρων‐ νύειν τὸ ἔδαφος. τούτων οὐδενὶ χρήσῃ ἐπὶ τῶν εἰς τὴν γαστέρα ῥυέντων ῥευμάτων· αὔξεται γὰρ τὸ ῥεῦμα, εἰς ὅσον ἂν πυκνωθῇ τὸ δέρμα. τοῖς μὲν οὖν ἐπὶ ταῖς κενώσεσιν ἐκλυομένοις οὕτω χρὴ βοηθεῖν παραχρῆμα.
Περὶ τῶν διὰ πλῆθος λειποθυμούντων.
10 Τοῖς δ’ ἐπὶ πλήθει λειποθυμοῦσιν οὐκέτι ὁμοίως, ἀλλὰ καὶ τρίβειν ἐπὶ πλεῖστον τὰ κῶλα καὶ θερμαίνειν καὶ διαδεῖν· οἴνου δὲ καὶ τροφῆς ἀπέχεσθαι καὶ λουτρῶν, εἰ πυρέττοιεν. ἀρκεῖ δ’ αὐτοῖς καὶ μελικράτου διδόναι πόμα θύμον ἢ ὀρίγανον ἢ γλήχωνα ἢ ὕσσωπον ἔχοντος ἐναφεψη‐ μένον· ἐπιτήδειον δὲ καὶ ὀξύμελι.
15
Περὶ τῶν ἐφ’ ὑστέρᾳ λειποθυμούντων. Καὶ τὰς ὑφ’ ὑστέρας ἐκλυομένας ὡσαύτως ἐξιᾶσθαι, πλὴν ὀξυμέλιτος· καὶ διαδεῖν καὶ τρίβειν σκέλη μᾶλλον ἢ χεῖρας. ὥσπερ γὰρ ταῖς ἀμέτρως αἱμορραγούσαις ἐξ ὑστέρας εἰώθαμεν τοῖς τιτθοῖς ἐπιβαλεῖν σικύας, οὕτως αἷς ἀνέσπασται καὶ παρέσπασται ἡ μήτρα, βου‐
20βῶσί τε καὶ μηροῖς προσάξομεν. καὶ ταῖς μὲν ῥισὶν ὀσφραντὰ δυσωδέστατα, ταῖς δ’ ὑστέραις εὐώδη καὶ χαλᾶν καὶ θερμαίνειν δυνάμενα φάρμακα προσοίσομεν.
Περὶ τῶν ἐπὶ στομάχῳ ἀτονοῦντι λειποθυμούντων. Εἰ δ’ ἄρρωστος ὁ στόμαχος εἴη καὶ διὰ τοῦτο λειποθυμοῦσι, κατα‐
25πλάττειν μὲν τοῖς τονοῦν δυναμένοις, οἷα τὰ διὰ φοινίκων ἐστὶ καὶ οἴνου καὶ ἀλφίτων καὶ κρόκου καὶ ἀλόης καὶ μαστίχης. ἐπιβρέχειν δὲ
διὰ τοῦ ἀψινθίου καὶ μηλίνου καὶ μαστιχίνου καὶ νάρδου.339

1

.

341

Περὶ τῶν ἐκκαιομένων τὸν στόμαχον. Καὶ εἰ ἐκκαίοιντο δὲ τὸν στόμαχον, μιγνύειν τι τῶν ἐμψυχόντων, οἷον τῆς κολοκύνθης τὸν χυλὸν καὶ τῆς θριδακίνης καὶ τῆς ἀνδράχνης καὶ τοῦ στρύχνου καὶ τῆς σέρεως καὶ τοῦ ὄμφακος· οὗτος μέν γε οὐ στύφει
5μόνον, ἀλλὰ καὶ τονοῖ. καὶ ψυχρὸν δὲ ὕδωρ τοὺς διακαιομένους τὸν στό‐ μαχον ὤνησε πολλάκις ἐν καιρῷ δοθέν, μεγάλως δὲ βλάπτει παρὰ καιρὸν διδόμενον· καὶ διὰ τοῦτο μᾶλλον χρὴ ἀκριβῶς διαγινώσκειν. οἴνου δὲ διδόναι θερμοῦ τοῖς ἀρρώστοις τὸν στόμαχον, εἰ μηδὲν ἄλλο κωλύσει. ὀνίνησι δὲ μεγάλως τοὺς τοιούτους καὶ ἡ τῶν ἄκρων τρῖψις. εἰ
10δ’ ἐπὶ τούτοις βέλτιον γένοιντο, τοὺς μὲν καιομένους ἐπὶ λουτρὸν ἄγειν τὴν ταχίστην· ὅσοι δὲ ψύξεώς τινος αἴσθησιν ἔχουσι, τοῦ τε διὰ τριῶν πεπέρεων φαρμάκου καὶ αὐτοῦ δὴ τοῦ πεπέρεως μόνου καὶ ἀψινθίου πινέτωσαν. ὅσοι δὲ διὰ μοχθηροὺς χυμοὺς δάκνοντας τὸ στόμα τῆς γαστρὸς ἐκλύονται, διδοὺς ὕδωρ θερμὸν καὶ ὑδρέλαιον ἐμεῖν κέλευε. εἰ
15δὲ δυσεμὴς εἴη, θάλπειν χρὴ πρότερον αὐτά τε τὰ περὶ τὸν στόμαχον χωρία καὶ πόδας καὶ χεῖρας· εἰ δὲ μὴ δύναιντο, τοὺς δακτύλους ἢ πτερὰ καθιέντας ἐρεθίζειν· εἰ δὲ μηδ’ οὕτως, αὖθις αὐτοῖς ἔλαιον θερμὸν ὡς ὅτι κάλλιστον διδόναι. εἴωθε δὲ πολλάκις τὸ ὑδρέλαιον οὐκ εἰς ἔμετον ὁρμᾶν, ἀλλὰ τὴν γαστέρα μαλάττειν καὶ τοῦτο οὐ σμικρὸν ἀγαθὸν τοῖς
20παροῦσιν, ὥστε εἰ μὴ γένοιτο αὐτομάτως, ἐπιτεχνᾶσθαι χρὴ, μάλιστα δὲ καὶ τοῖς προθετοῖς αὐτὸ πειρᾶσθαι δρᾶν· εἰ δ’ ἐπὶ τούτοις γένοιτο τὰ τῆς κενώσεως, καὶ ἀψινθίου κόμην ἀφεψεῖν καὶ μελίκρατον αὐτὸ ποιοῦντα διδόναι πίνειν καὶ οἶνον ἐφεξῆς καὶ παντοίως ῥωννύειν τὰ μόρια διά τε
τῶν ἔξωθεν ἐπιτεθειμένων καὶ ἀψινθίου ταῖς πόσεσιν. οὐ μὴν κατ’ ἀρχὰς341

1

.

343

κελεύω σε ποιεῖν τοῦτο, ἀλλ’ ὕστερον, ἡνίκα καθαρὰ τὰ περὶ τὴν κοιλίαν ᾖ. περιεχομένων δὲ τῶν χυμῶν ἐν αὐτῇ μηδ’ ὅλως στύφειν, ἀλλὰ θάλπειν μόνον, ὡς ἔμπροσθεν εἴρηται.
Περὶ τῶν ἐπὶ φλέγματι λειποθυμούντων.
5 Φλέγματος δὲ πολλοῦ ψυχροῦ κατὰ τὸ στόμα τῆς γαστρὸς ἠθροισμένου καταντλεῖν μὲν ἐπὶ πλεῖστον ἐλαίῳ συνεψοῦντα ἀψινθίου κόμην· ἐφεξῆς δὲ μέλιτός τε καὶ πεπέρεως καὶ τοῦ διοσπολίτου καὶ τὸ σύμπαν σοι τῆς διαίτης τμητικὸν ἔστω.
Περὶ τῶν ἐπὶ ψύξει λειποθυμούντων.
10 Τοὺς δ’ ἐπὶ ταῖς ἰσχυραῖς ψύξεσι λειποθυμοῦντας ὁμοίως τοῖς βουλί‐ μοις ἰᾶσθαι παντὶ τρόπῳ θερμαίνοντα τόν τε οἶνον αὐτοῖς διδόναι θερμῷ κεκραμένον καὶ τροφὰς θερμαίνειν πεπιστευμένας ἀνατρίβειν τε καὶ θάλπειν παρὰ πυρί.
Περὶ τῶν ἐπὶ θερμασίᾳ λειποθυμούντων.
15 Τὰς δ’ ἐπὶ θερμασίᾳ πλείονι γινομένας ἐκλύσεις τοῖς ἐμψύχουσί τε καὶ τονοῦν δυναμένοις ἰᾶσθαι. ἐμπίπτουσι δὲ ταῦτα μάλιστα τοῖς ἐν ἀέρι πνιγώδει καὶ βαλανείοις χρονίσασι. ῥώσεις οὖν αὐτοὺς ἐν μὲν τῷ παρα‐ χρῆμα ποτὸν ψυχρὸν ὕδωρ προσφέρων καὶ ῥιπίζων καὶ πρὸς ἄνεμον τρέπων καὶ τρίβων τὸ στόμα τῆς γαστρὸς καὶ σπαράττων, ἐφεξῆς δὲ καὶ
20οἶνον διδοὺς καὶ τροφάς.
Περὶ τῶν ἐπὶ φλεγμοναῖς πυρετώδεσι λειποθυμούντων. Τοὺς δὲ διὰ μέγεθος φλεγμονῆς καὶ κακοήθειαν πυρετῶν λειπο‐ ψυχοῦντας ἐν ταῖς καταβολαῖς καταψυχομένους τὰ κῶλα τρίβειν ἰσχυρῶς καὶ θάλπειν καὶ διαδεῖν σκέλη τε καὶ χεῖρας καὶ ἐγρηγορέναι κελεύειν
25καὶ σιτίου παντὸς ἀπέχεσθαι καὶ πόματος. ἄριστον δ’ ἐπὶ τούτων προγνῶναι μέλλοντα ἔσεσθαι τὸν παροξυσμὸν καὶ φθάσαι αὐτὸ τοῦτο πρᾶξαι πρὸ τῆς εἰσβολῆς αὐτοῦ. τοὺς δὲ διὰ ξηρότητα καὶ ἔνδειαν συγκοπτομένους ἐν
ταῖς τῶν παροξυσμῶν ἀρχαῖς ἄριστον προγινώσκειν. εἰ γὰρ ὥραις δυσὶν343

1

.

345

ἢ τρισὶν ἔμπροσθεν τοῦ παροξυσμοῦ θρέψας διακρατεῖσθαι πόδας καὶ χεῖρας κελεύσειας, οὐκ ἂν ἀπόλοιντο. δεῖ δὲ τὰς τροφὰς εὐπέπτους τε καὶ εὐαναδότους εἶναι· εἰ δὲ καὶ σφοδρόν τινα κίνδυνον ὑπονοήσειας, φθάνειν οἴνου διδόναι, μάλιστα δ’ εἰς χόνδρον ἑφθὸν οἶνον ἐπιχέοντα
5προσφέρειν. εἰ δὲ καὶ ἄρτον ἀντὶ τοῦ χόνδρου ἐπιδοίης, τὸ αὐτὸ δύναται. μετρίας δὲ τῆς συγκοπῆς προσδοκωμένης οὐδὲ οἴνου διδόναι, ἀλλ’ ἀρκεῖ τηνικαῦτα ῥοιῶν ἢ ἀπίων ἢ μήλων ἢ ἄλλης τινὸς ὀπώρας στυφούσης τῇ τροφῇ μιγνύειν. καὶ ἐὰν ἐπὶ τοῖσδε τὸν παροξυσμὸν μετρίως ἐνέγκοιεν, αὖθις τρέφοντας οὐκ ἀναγκαῖον ὀπώραις κεχρῆσθαι. ταῦτα μὲν πράττειν,
10εἴπερ προγνῷς τὸ μέλλον ἔσεσθαι· τοῖς δ’ ἐξαίφνης εἰς τὸν κίνδυνον ἐμπίπτουσιν οἴνου τε διδόναι καὶ ἄρτου θερμοῦ καὶ χόνδρου σὺν αὐτῷ ὀλίγου παντελῶς· εἰ γάρ τι πλέον δόξει σοι διδόναι καὶ δυσπεπτότερα σιτία τοῖς οὕτως ἔχουσιν, οὐ συγκοπήσονται μόνον, ἀλλὰ καὶ πνιγήσονται.
Περὶ τῶν δι’ ἔμφραξιν ἐπικαίρου μορίου λειποθυμούντων.
15 Τοῖς δὲ δι’ ἔμφραξιν ἐπικαίρου μορίου λειποθυμοῦσιν ὀξύμελί τε διδόναι καὶ τὰ δι’ ὑσσώπου καὶ ὀριγάνου καὶ γλήχωνος καὶ μέλιτος καὶ πόματα καὶ τροφὰς τμητικάς· ἀλλὰ καὶ τὰ κῶλα τρίβειν τε καὶ διαδεῖν οὐδὲν χεῖρον. ἀγαθὸν δὲ καὶ τοῖς τὰ οὖρα κινοῦσι χρῆσθαι, οἷά ἐστι τά τε δι’ ἀνήθου καὶ μαράθρου καὶ σελίνου καὶ ναρδοστάχυος καὶ δαύκου καὶ
20ἄμμεως· ἐφ’ οἷς ἤδη φανερᾶς τῆς ὠφελείας οὔσης καὶ οἴνῳ χρήσασθαι λευκῷ καὶ λεπτῷ καὶ μὴ πάνυ παλαιῷ.
Σημεῖα ἐμφράξεως. Γνωριεῖς δὲ τὰς τοιαύτας ἐμφράξεις ταῖς τε ἄλλαις ἀνωμαλίαις τῶν σφυγμῶν καὶ μάλιστα δὲ ταῖς κατὰ μέγεθός τε καὶ μικρότητα καὶ σφοδρό‐
25τητα καὶ ἀμυδρότητα γινομέναις, μὴ ποιούσης τῆς καλουμένης πλη‐ θωρικῆς συνδρομῆς. εἰσὶ δὲ καὶ οἷς γίνονται διαλείποντες ἐπὶ ταῖς μεγάλαις
τῶν τοιούτων διαθέσεων οἱ σφυγμοί.345

1

.

347

Περὶ τῶν ἐπὶ τομῇ ἀποστημάτων ἢ ῥήξει λειποθυμούντων. Ὅσοις δὲ διὰ ῥῆξιν ἀποστήματος ἢ τομὴν γένοιτο λειποθυμία καὶ διὰ κένωσιν ἀθρόαν, χρὴ τούτους ἐν μὲν τῷ παραχρῆμα τοῖς ὀσφραντοῖς ἀνακτήσασθαι, μικρὸν δ’ ὕστερον ῥοφήμασιν εὐπέπτοις τρέφειν.
5 Περὶ τῶν ἐπὶ χαρᾷ ἢ λύπῃ καὶ τοῖς ὁμοίοις καὶ περὶ τῶν ἐπὶ ὀδύνῃ
λειποθυμούντων.
Τοὺς δὲ διὰ λύπην ἢ χαρὰν ἢ φόβον ἢ ἔκπληξιν ἐκλυθέντας ἐν ὀσφραντοῖς τε καὶ ταῖς τῶν ῥινῶν καταλήψεσιν ἀνακτησάμενον ἐμεῖν ἀναγκάζειν. ὡσαύτως δὲ καὶ ἐπὶ τραύμασι καὶ ἀλγήμασι τοῖς κατὰ
10ἄρθρα καὶ νεῦρα καὶ τῶν μυῶν τοὺς τένοντας ἐν τῷ παραχρῆμα ἀνακτήσασθαι δεῖ. μετὰ δὲ ταῦτα ποιεῖσθαι τοῦ παθήματος ἐπιμέλειαν.
Περὶ τῶν ἐπὶ εἱλεῷ ἢ κώλῳ λειποθυμούντων. Ἐν δὲ τοῖς κωλικοῖς πάθεσιν ἢ εἱλεοῖς ἤ τινι τῶν οὕτω μεγάλας ἐπιφερόντων ὀδύνας ἑπόμεναι λειποθυμίαι τῶν πεπονθότων μορίων ἀλέαις
15μάλιστα καθίστανται.
Περὶ τῶν ἐπὶ ἀρρωστίᾳ δυνάμεως λειποθυμούντων. Τὴν δὲ δι’ ἀρρωστίαν οἰκείαν τῆς διοικούσης τὸ σῶμα δυνάμεως ἔκλυσιν ἐπὶ δυσκρασίᾳ τῶν μορίων ἐκείνων γινομένην, ὅθεν αἱ δυνά‐ μεις ὁρμῶνται, τοῖς ἐναντίοις ἰᾶσθαι προσήκει, θερμαίνοντας μὲν τὰς ψυχρὰς,
20ψύχοντας δὲ τὰς θερμὰς καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ἡ μὲν οὖν ζωτικὴ καλουμένη δύναμις ἐκ καρδίας ὁρμᾶται, ἥτις ἐδείχθη ἐκ τῶν ἀμυδρῶν σφυγμῶν γνωριζομένη· ἡ δ’ ἐξ ἥπατος ὁρμωμένη ταῖς αἱματώδεσι διαχωρήσεσι κατ’ ἀρχὰς μὲν ὑδατώδεσι καὶ λεπταῖς γινομέναις, ὕστερον δὲ παχείαις, οἵαπέρ ἐστιν ἡ ἀμόργη. τὴν δ’ ἐξ ἐγκεφάλου ὁρμωμένην,
25ἐξαιρέτως δ’ ὀνομαζομένην ὑπό τινων ψυχικὴν, ἐκ τῆς περὶ τὰς προαιρε‐
τικὰς κινήσεις ἀρρωστίας γνωρίζεις.347

1

.

349

κεφ. δʹ.
Περὶ ἑκτικοῦ πυρετοῦ. Ὅταν ἄμετρος ζέσις ἐπιγένηται τῇ ἐνούσῃ οὐσιώδει ὑγρότητι ἐν τοῖς στερεοῖς σώμασι, μὴ μέντοι γε διαφορηθῇ, ἀλλ’ ἔτι μένῃ ἐν αὐτοῖς
5σωζομένη καὶ ἀεὶ ζέουσα καὶ μηδὲ παρακμὴν ἔχουσα, τηνικαῦτα τὸ εἶδος τούτου τοῦ πυρετοῦ ἑκτικὸν ὀνομάζουσιν.
Περὶ μαρασμώδους καὶ ἑκτικοῦ. Εἰ δ’ ἀναλίσκεσθαι μέλλει ἡ οὐσιώδης ὑγρότης ἐν ἡμῖν, μαρασμώ‐ δης ὁ τοιοῦτος πυρετὸς προσαγορεύεται ἁπλῶς· εἰ δ’ ἀναλωθῇ τελείως
10ἢ περιφρυγῇ, τηνικαῦτα συνίσταται μαρασμός. ὅθεν ὁ μὲν ἑκτικὸς οὐ πάνυ δυσίατος, ὁ δὲ περιφρυγὴς ἀνίατος. ἵνα οὖν μήτε ἐπιχειρῶμεν κατ’ ἄγνοιαν τοῖς δυσθεραπεύτοις ὡς εὐιάτοις καὶ ἀποτυγχάνωμεν μηδὲ πάλιν τὰ εὐίατα φεύγωμεν ὡς ἀνίατα, ὀφείλομεν αὐτῶν ἓν ἕκαστον εἶδος ἀπὸ τοῦ ἑτέρου ἀκριβῶς διακρίνειν διὰ τὸ ὡς ἐκ τούτου ἀρίστην ἡμῖν γενέσθαι καὶ τὴν
15διάγνωσιν ἑκάστου τούτων.
Πῶς ἔστι διακρίνειν καὶ γινώσκειν ἐφήμερον ἀπὸ ἑκτικοῦ; Οἱ ἑκτικοὶ πυρετοὶ, καθάπερ οἱ ἐφήμεροι, πολλάκις καὶ αὐτοὶ ἀπὸ προκαταρκτικῆς αἰτίας συνίστανται καὶ οὐκ ἀεὶ ἀπὸ τῶν ἐκ μεταπτώσεως τῶν ἐπὶ σήψει πυρετῶν. εἰδέναι τοίνυν δεῖ τὸ ποιὸν τῆς θερμασίας ὅτι
20ἐπὶ μὲν τῶν ἑκτικῶν δριμὺ καὶ ξηρόν ἐστιν, ἐπὶ δὲ τῶν ἐφημέρων πραότατον καὶ ταχέως προσπῖπτον τῇ ἁφῇ καὶ τρόπον τινὰ περιιπτάμενον· ἔστι δὲ καὶ ἀπὸ τῶν οὔρων διακρίνειν τούτους εὐχερῶς· εἰ γὰρ τελεία πέψις ἐν ἀρχῇ φαίνοιτό σοι, τηνικαῦτα τὸν πυρετὸν ἐφήμερον εἶναι νόμιζε· τροπῆς δέ τινος γινομένης καὶ μή τινος πέψεως φαινομένης
25ἑκτικὸν ὑποπτεύειν δεῖ. καὶ ἀπὸ τῶν σφυγμῶν δὲ διακρινεῖς αὐτούς·349

1

.

351

μεγάλοι μὲν γὰρ ἐπὶ τῶν ἐφημέρων καὶ ταχεῖς, μικροὶ δὲ καὶ ἀμυδροὶ ἐπὶ τῶν ἑκτικῶν ὄντες σημαίνουσι. καὶ διακρίνονται ἀπ’ ἀλλήλων οἱ ἀριθμοὶ ὡρῶν· παρελθουσῶν γὰρ δέκα ὡρῶν ἢ δώδεκα καὶ μὴ ἀπο‐ λωφήσαντος τοῦ πυρετοῦ ἑκτικὸν ὑπολαμβάνειν μᾶλλον ἔσεσθαι τὸν
5πυρετόν.
Πῶς χρὴ διακρίνειν ἑκτικὸν ἀπὸ τοῦ ἐπὶ σήψει; Εἰ δὲ μηδ’ ὅλως ἔχει διάλειμμα ὁ πυρετὸς, πρὸς δὲ τούτῳ μήτε ἀμυδρότερος ἢ σφοδρότερος γίνοιτο, ἀλλὰ ὡσαύτως βεβαίως, ἑκτικὸν εἶναι νόμιζε τοῦτον. ἐπὶ γὰρ τῶν ἐπὶ σήψει καὶ αὔξησις γίνεται καὶ
10μείωσις· αὔξησις μὲν ἐν ταῖς ἀκμαῖς, μείωσις δ’ ἐν ταῖς παρακμαῖς.
Πῶς διακρίνομεν ἀπὸ τῶν συνεχῶν τὸν ἑκτικόν; Εἰ δὲ καὶ οἱ συνεχεῖς τῶν πυρετῶν κατὰ τοῦτο δοκοῦσιν ἐοικέναι τοῖς ἑκτικοῖς, διότι καὶ αὐτοὶ οὔτε αὔξησιν ἢ μείωσιν ἐπιδέχονται, ἀλλ’ οὖν γε διακρίνονται ἀπό τε τοῦ ποιοῦ τῆς θερμασίας καὶ τῶν σφυγμῶν.
15ἡ μὲν γὰρ τῶν συνεχῶν θερμασία οὐκ ἔστι ξηρὰ καὶ δριμεῖα, ὥσπερ ἐπὶ τῶν ἑκτικῶν, ἀλλὰ καὶ ἐπιπολῆς μᾶλλον φαινομένη καὶ μεγάλοι μὲν καὶ ταχεῖς ἐπὶ τῶν συνεχῶν οἱ σφυγμοὶ, ἐπὶ δὲ τῶν ἑκτικῶν καὶ μικροὶ καὶ ἀμυδροί. οὕτω μὲν καὶ ἀπὸ τῶν ἐπὶ σήψει πάντων διακρίνειν δυνήσῃ τοὺς ἑκτικούς.
20
Σημεῖα ἑκτικῶν μέγιστα. Μέγιστον δὲ σημεῖον ἑκτικῶν ἐστι τὸ μετὰ τροφὴν αὔξησιν τῆς θερμασίας δοκεῖν ἐπιφαίνεσθαι. ἔστι δ’ οὐκ αὔξησις, ἀλλ’ ἔλεγχος τῆς ἐν τῷ βάθει κεκρυμμένης θερμασίας. συμβαίνει γὰρ ἐπὶ τούτων γίνεσθαι τὸ τοιοῦτον, οἷον ἐπὶ τῆς τιτάνεως· καὶ γὰρ ὡς ἐπὶ ταύτης τὸ κεκρυμμένον
25πῦρ ὑπὸ τοῦ ἐνεχθέντος ὕδατος ἐλέγχεται, οὕτω καὶ ἐπὶ τῶν ἑκτικῶν ἡ προσφορὰ τῆς τροφῆς προκαλεῖται τὴν ἐν τῷ βάθει κεκρυμμένην
θερμασίαν.351

1

.

353

Σημεῖα ἑκτικοῦ μεταπίπτοντος εἰς τὸν μαρασμώδη πυρετόν. Τὰ τοῦ μαρασμώδους ἀπὸ ἑκτικοῦ σημεῖα καὶ ἐξ αὐτοῦ μόνου τοῦ προσώπου πᾶσι φανερώτατα καθέστηκε· πρῶτον μὲν γὰρ αὐτῶν τὸ τῆς χροιᾶς ἄνθος οὐκέτι σώζεται, ἀλλὰ μελάντερόν πως καὶ κατάξηρον καὶ
5αὐχμῶδες ὑπὸ τῆς ἀμέτρου θερμασίας τῶν πυρετῶν καταφαίνεται. καὶ τὸ δέρμα δὲ διατείνεται τοῦ μετώπου ἰσχυρῶς καὶ τὰ βλέφαρα βαρύνονται, ὥσπερ οἱ εἰς ὕπνον ἑλκόμενοι· ἔστι δὲ οὐχ ὕπνος, ἀλλὰ μᾶλλον ἀδυναμία τῶν ἀνασπᾶν τὰ βλέφαρα πεφυκότων μυῶν, ὅθεν καὶ λήμας ἔχουσι ξηρὰς διὰ τὴν ἀσθένειαν τῶν φυσικῶν δυνάμεων. καὶ τὰ ὑποχόνδρια δὲ τεταμένα,
10οὐκ αὐτῶν δὲ τεταμένων κατ’ ἀλήθειαν, ἀλλὰ τῶν ὑμένων καὶ τῶν νεύρων τάσιν τινὰ ὑπομεινάντων διὰ τὴν ξηρότητα. διὰ γὰρ τὴν τοιαύτην αἰτίαν φαντασία τις ἡμῖν γίνεται τοῦ φλεγμαίνειν καὶ διατετάσθαι τὰ ὑποχόνδρια. καὶ οἱ σφυγμοὶ δὲ ἐπὶ τῶν τοιούτων σκληροὶ καὶ μικροὶ διὰ τὴν τοιαύτην αἰτίαν καὶ πυκνοὶ διὰ τὴν χρείαν καὶ ἀμυδροὶ διὰ τὴν ἀσθένειαν καὶ
15ἰσχνοὶ, διότι οὐδὲ εἰς πλάτος ἐπεκτείνεσθαι δύνανται. καὶ τί χρὴ λέγειν ἄλλα σημεῖα, τούτων οὕτως ἐναργῶς δυναμένων ἡμῖν παραστῆσαι τὸν μαρασμώδη πυρετόν; μετριωτέρων μὲν οὖν ὄντων τῶν ἀρχομένων, ἰσχυ‐ ροτέρων δ’ ἤδη συνισταμένων [καὶ ὅσον] οὔπω καὶ τῷ ὄντι μαρασμὸν σημαίνει γίνεσθαι. εἰπόντες οὖν ἤδη τῶν ἑκτικῶν ἁπάντων τὰ σημεῖα
20ἐπὶ τὴν θεραπείαν ἤδη μετέλθωμεν.
Θεραπεία ἑκτικοῦ πυρετοῦ. Τὸν ἑκτικὸν εἰ βούλοιτό τις θεραπεῦσαι καλῶς, ὑγραινούσῃ τε καὶ ἐμψυχούσῃ κεχρήσθω διαίτῃ, διότι καὶ τὴν αἰτίαν οὐκ ἄλλοθεν ἔσχεν ἢ ἐξ ἐνδείας πρώτως τρέφειν αὐτὰ τὰ στερεὰ δυναμένης ὑγρότητος. ἀλλ’ ἐπειδὴ
25τὰ ψύχοντα διαφόρου τυγχάνει δυνάμεως (καὶ γὰρ πέφυκε τὰ μὲν πλέον, τὰ δ’ ἔλαττον ἐνεργεῖν), ἀκόλουθόν ἐστιν εἰδέναι, τίσι μὲν χρὴ ὕδωρ διδόναι ἢ ἄλλο τι τῶν ψυχόντων καὶ τίσι μὲν πλεῖον, τίσι δὲ ἔλαττον, ποίοις δὲ οὐδ’ ὅλως χρὴ διδόναι, καὶ τὸν καιρὸν τῆς δόσεως καὶ τίνας μὲν καὶ ἔσωθεν καὶ ἔξωθεν δεῖ ψύχειν, τίνας δὲ μόνον ἔξωθεν. οὕτω
30γὰρ ἡμῶν προσδιοριζομένων καὶ ἡ θεραπεία τῶν ἑκτικῶν καίπερ οὖσα
δύσκολος ῥᾳδία τε καὶ εὐχερὴς γίνεται.353

1

.

355

Ποίοις αὐτῶν χρὴ διδόναι ψυχρὸν ὕδωρ; Εἰ μὲν οὖν ὁ κάμνων εἴη πρώτως ἐμπεσὼν εἰς τὸν ἑκτικὸν πυρετὸν καὶ οὐχὶ τὴν γένεσιν ἔχοντα ἐκ μεταπτώσεως τῶν ὀξέων νοσημάτων, θαρρῶν τρέφε χυλῷ πτισάνης καὶ ἄρτῳ βεβρεγμένῳ εἰς ὕδωρ καὶ θριδακίναις
5καὶ πάσῃ τροφῇ κέχρησο καὶ μετὰ τὴν τροφὴν ἐπιδίδου πίνειν ψυχροῦ ὕδατος ὅ, τι βούλει. φυλάξασθαι γὰρ ἐνταῦθα καὶ δεδιέναι τὰς εἰσβολὰς τοῦ πυρετοῦ οὐ δεῖ· οὐδὲ γὰρ συστολὰς ἢ παροξυσμοὺς ἔστιν εὑρεῖν ἐπὶ τούτων ὥσπερ ἐπὶ τῶν ἐπὶ σήψει πυρετῶν. οὕτω μὲν χρὴ πράττειν, εἴ ποτε αὐτὸς καθ’ ἑαυτὸν εἴη ἑκτικὸς πυρετὸς καὶ ὁ κάμνων εἴη τὴν
10δύναμιν ἐρρωμένος καὶ μὴ εἴη ἄλλος προσπεπλασμένος ἐπὶ σήψει πυρετός. ἐπισκέπτου πάλιν, μήποτε ἄρα φλεγμονῆς οὔσης ἐν τοῖς ὑπο‐ χονδρίοις μεγάλης ἢ σήψεώς τινος ἐμφαινομένης ἐν ταῖς φλεψὶν ἢ ὠμοτέρων χυμῶν ὁ ἑκτικὸς συνέστη πυρετός. ἐνδέχεται γὰρ ἑκτικὸν εἶναι καί τινα τῶν ἐπὶ σήψει νοθεύειν αὐτόν· εἰ οὖν εἴη τι τοιοῦτον, ἐπισχεῖν χρὴ τὴν
15δόσιν καὶ μάλιστα ἐὰν μηδὲ πέψεως ἐν τοῖς οὔροις ἐμφαίνοιτό τι μηδὲ φλεγμονὴ ζέουσα καὶ ἀξιόλογος τῷ μεγέθει ἐμφαίνοιτο καὶ προσέτι καὶ ἡ δύναμις ἄρρωστος.
Πότε δεῖ καὶ φλεγμονῆς οὔσης ἐπιδιδόναι ψυχρὸν ὕδωρ; Εἰ δὲ ζέουσα πάνυ τύχῃ ἡ φλεγμονὴ καὶ χολώδης καὶ ἐρυσιπε‐
20λατώδης, ἐπιδιδόναι δεῖ ψυχρὸν ὕδωρ. ἐγὼ γοῦν οἶδα δεδωκὼς ἐπί τινος τὴν τοιαύτην ἔχοντος διάθεσιν καὶ διακαιομένου ψυχρὸν ὕδωρ καὶ τὰ μέγιστα
ὠφελήσας, προειρηκὼς μέντοι χρονίσαι τὸν κάμνοντα μικρὸν, ὅπερ καὶ355

1

.

357

ἀπέβη. ἐβράδυνε γὰρ εἰς τὴν ἀνάληψιν, ἐξέφυγε δὲ τοῦ μεταπεσεῖν αὐξηθέντος τοῦ πυρετοῦ εἰς τὸν μαρασμώδη ἑκτικόν. οὕτω δὲ καὶ εἰ τῶν ἐπὶ σήψει εἴη τις προσπεπλεγμένος καὶ μάλιστα τῶν καυσωδῶν, ἐπι‐ διδόναι χρὴ τὸ ψυχρὸν ὕδωρ, οὐχ ἁπλῶς οὐδ’ ἐπὶ τούτων, ἀλλ’ ἡνίκα
5πέψεως χρηστῆς ἤδη ἐν τοῖς οὔροις φανῇ σημεῖα, τηνικαῦτα ἐπιδιδόναι συμφέρει.
Περὶ τῶν ἐκ μεταπτώσεως ἑκτικῶν πυρετῶν. Εἰ δ’ ἐκ μεταπτώσεως τῶν ὀξέων νοσημάτων ἑκτικὸς ἐπιγένοιτο, ὡς ἐπὶ τὸ πολὺ γὰρ μὴ θεραπευομένων καλῶς τῶν καυσωδῶν πυρετῶν, οἱ
10μαρασμώδεις ἐπιγίνονται ἑκτικοί. ἐὰν οὖν τὸ τοιοῦτον συμβῇ, ἐπισχεῖν δεῖ τὴν πόσιν τοῦ ψυχροῦ καὶ μάλιστα τὴν ἄμετρον. προλεπτυνθέντος γὰρ ἤδη τοῦ σώματος καὶ ἀσθενοῦς τε ἅμα καὶ ἀσάρκου γενομένου καὶ διὰ τὸν χρόνον τὸν προειληφότα καὶ τὴν δυσκρασίαν τῶν καυσωδῶν πυρετῶν ἀνάγκη διττὴν παρακολουθῆσαι τὴν βλάβην ἢ καταβληθῆναι τὴν δύναμιν
15ἰσχυρῶς καὶ ἀπολέσθαι ἢ καταψυχθεῖσαν τὴν καρδίαν καὶ φθάσασαν ἀπο‐ λέσθαι τὴν ἔμφυτον θερμότητα. τὸν τῷ γήρᾳ παρακολουθήσαντα παρα‐ πλήσιον μαρασμὸν εἰκότως ἐκ νόσου γῆρας ἐκάλουν· ψυχρὸς γὰρ οὗτος καὶ ξηρός ἐστιν, οὐδαμῶς ἐπιφέρων πυρετόν. διόπερ οὐδὲ τῶν ψυχόντων οὗτος χρῄζει ὁ μαρασμὸς, ἀλλὰ μᾶλλον τῶν ὑγραινόντων τε ἅμα καὶ
20θερμαινόντων. Πῶς χρὴ βοηθεῖν διὰ τῶν ἐκτὸς, ἐφ’ ὧν μὴ δυνάμεθα ψυχρὸν ὕδωρ ἐπιδιδόναι; Καταπλάσμασι μὲν οὖν καὶ ἐμβροχαῖς καὶ κηρωταῖς ἐμψυχούσαις μὲν ἐπὶ πάντων πυρετῶν ἐστι καλὸν κεχρῆσθαι, ἐφ’ ὧν ἀδυνατοῦμεν τῇ τοῦ ὕδατος πόσει κεχρῆσθαι ἢ διὰ τὴν ἀσθένειαν τῆς δυνάμεως ἢ διὰ τὴν
25ἄμετρον λεπτότητα καὶ τὴν τῶν σαρκῶν ἀπώλειαν. ἐπισκέπτου δὲ, μὴ ἄρα καὶ ὁ γενόμενος μαρασμώδης ἑκτικὸς ἐπὶ πεπονθότι μορίῳ τὴν γένεσιν ἔσχεν ἐξ ἀρχῆς. καὶ ἐπὶ φλεγμονῇ γὰρ τοῦ ἥπατος καὶ γαστρὸς καὶ μεσαραίου καὶ νεφρῶν καὶ κώλου καὶ χρονικαῖς φλεγμοναῖς μήτρας καὶ θώρακος καὶ πνεύμονος καὶ διαφράγματος καὶ ἐπὶ ἄλλων μορίων ἐχόντων
30φλεγμονάς. δεῖ οὖν ἐπιβλέπειν καὶ διαγινώσκειν, ἐπὶ ποίῳ μορίῳ συνέβη
παρακολουθῆσαι τὸν μαρασμώδη πυρετὸν καὶ ἐν αὐτῷ μᾶλλον προσφέρειν357

1

.

359

τὰ ἐμψύχοντα καὶ ὑγραίνειν δυνάμενα βοηθήματα καὶ οἷον αὐτὴν ἐθέλειν κατασβεννύειν τὴν ἑστίαν τοῦ πυρός· πολλὰ μὲν οὖν ἐστι τοῦτο ποιεῖν δυνάμενα, ἀλλ’ οὐδὲν οὕτως ὡς ἡ ῥοδίνη κηρωτή· καὶ γὰρ ἐμψῦξαι καὶ ὑγρᾶναι τὰ στερεὰ τῶν μορίων δύναται καὶ φυλάξαι μὴ ἀπολέσθαι παντελῶς
5τὴν ὀλίγην αὐτοῖς ἔτι περιλειπομένην ὑγρότητα. ἔχει δὲ ἡ σκευασία οὕτω·
[Start of Table]κηροῦ
. . . . . . οὐγγ. γʹ
ῥοδίνου
. . . . . . οὐγγ. ϛʹ.[End of Table] τὸν κηρὸν πλῦνον ἅπαξ ἢ δίς· εἶτα μετὰ τὸ πλυθῆναι ἐν ὕδατι χρῶ. οὕτως ἐπίβαλε ῥοδίνῳ, ἀλλὰ φύλαξον ὅσον οὐγγ. αʹ, μικρῷ πλέον ἢ
10ἔλαττον. καὶ ὅτε λυθῇ μαλακῷ πυρὶ καλῶς ἡ κηρωτὴ, ἔασον αὐτὴν ψυγῆναι· εἶτα λαμβάνων ἐξ αὐτῆς εἰς τὴν θυΐαν τρίβε, ποτὲ μὲν ἐκ τοῦ ὑπο‐ λειφθέντος ῥοδίνου βαλὼν ἐν τῇ θυΐᾳ βραχὺ, ποτὲ δὲ ψυχροῦ ὕδατος, ἕως οὗ τὸ πᾶν ἀναλωθῇ ῥόδινον καὶ θεάσῃ ὅτι καλῶς ἐνεμίχθη τῇ κηρωτῇ. εἰ δὲ καὶ λευκὰ ὠῶν ἐθέλεις βαλεῖν, ἔτι κάλλιον ἂν εἴη τὸ
15βοήθημα. ὁμοίως δὲ εἰ καὶ χυλὸν πτισάνης προσπλέξεις, ἔτι κάλλιον ποιήσεις. δεῖ δὲ καὶ συνεχέστερον ἀλλάττειν τὰ ῥάκη καὶ μὴ συγχωρεῖν χρονίζειν ἐν τῷ σώματι μηδὲ ἐπὶ πολὺ θερμαίνεσθαι· ἀσθενέστερον γὰρ χρονίζον γίνεται. πρὸς πολλὰ χρησιμωτάτη ἐστὶν ἡ κηρωτὴ καὶ δεῖ μὴ ὡς ἔτυχεν αὐτῇ χρῆσθαι. ἐγὼ γοῦν ταύτῃ πολλάκις χρησάμενος ἀρχομένους
20ἑκτικοὺς ἀπέλυσα ταχέως, μὴ δυναμένους αὐξηθέντας ἐνεγκεῖν τὸν μαρασμώδη πυρετόν. ἐπιμένειν δὲ καὶ ἐπὶ τούτων χρωμένων αὐτῇ καὶ μὴ ὀκνεῖν, ἀλλὰ καὶ συνεχέστερον αὐτῇ κεχρῆσθαι, ποτὲ μὲν ὡς κηρωτὴν ἐπιβάλλοντας, ἄλλοτε δὲ ὑγροτέραν ποιοῦντας, ἀναλύοντας ἐπὶ πολὺ ὑδροροδίνῳ. οὕτω γὰρ ἔξεστί σοι καὶ ὡς ἀλείμματι κεχρῆσθαι τῷ βοηθήματι καὶ κατὰ παντὸς
25τοῦ σώματος καὶ μάλιστα ἐπὶ τῶν ἐκτετηκότων καὶ καταλεπτυνθέντων σωμάτων. δεῖ δὲ μὴ μόνον ἅπαξ, ἀλλὰ καὶ δὶς τῆς ἡμέρας οὕτω κεχρῆσθαι καὶ μάλιστα κατὰ τῶν σπλάγχνων. ἐπιχρίειν δὲ μέλλοντας δεύτερον ἀκόλουθόν ἐστι καὶ ἐπὶ δευτέρου χρισθὲν ἀπομάττειν.
Περὶ ἐμβροχῆς.
30Ἐμβροχαῖς δὲ κεχρῆσθαι ταῖς διὰ χυλοῦ θριδακίνης καὶ ὄμφακος καὶ
ἀνδράχνης καὶ στρύχνου καὶ κοτυληδόνος. κάλλιον δὲ, εἰ καὶ ψυχρισθέντας359

1

.

361

ἐπιρρίπτειν βουληθείης τοὺς χυλοὺς καὶ μάλιστα ἐπὶ χιόνος. εἰ δέ τι φλεγμαῖνον εἴη κύριον μόριον, οὐδὲ καθ’ ἑαυτοὺς ἐπιβαλεῖν τοὺς χυλοὺς, ἀλλ’ ὀμφάκινον ἔλαιον συναναπλέκειν ἢ χαμαίμηλον ἢ καὶ ῥόδινον ἢ καὶ πάντα ὁμοῦ σπουδάζειν. δεῖ δὲ μὴ περὶ τὸν θώρακα προσφέρειν τὰ
5πάνυ ψύχοντα βοηθήματα, εἰ μή τι πολλὴν πύρωσιν ἢ φλεγμονὴν ἐν αὐτοῖς θεάσῃ. καὶ οὕτω οὐδὲ δεῖ χρονίζειν τὰ ῥάκη, διότι πολλοὺς οἴδαμεν οὐ μετρίως βλαβέντας οὐ μόνον τὴν ἀναπνοὴν, ἀλλὰ καὶ τὴν φωνὴν ὑπὸ τῆς ἀμέτρου ψύξεως αὐτῶν.
Περὶ οἰκήματος.
10 Οὐ μόνον δὲ διὰ τῶν ἔξωθεν προσφερομένων πειρᾶσθαι δεῖ βοηθεῖν τοῖς ἐμψύχουσιν, ἀλλὰ καὶ διὰ τὸ μηχανᾶσθαι τὸν ἀέρα μεταβάλλειν ἐπὶ τὸ ψυχρότερον. εἰ οὖν θέρος εἴη, ἐν οἰκήματι κατωγαίῳ κατακείσθω καὶ ῥαντιζέσθω τὸ ἔδαφος ὕδατι πολλῷ ψυχρῷ, ὥστε διὰ τούτου ψυχρότερον ἀποτελέσαι τὸν ἀέρα. ἐπιρρείτω δὲ καὶ ὕδωρ ἐξ ἑτέρων ἀγγείων εἰς ἕτερα·
15ὁ γὰρ μέτριος τοῦ ὕδατος ψόφος καὶ ὕπνον προκαλεῖται. ἔτι δὲ κάλλιον ἂν μεταβάλλοις τὸν ἀέρα, ὥστε μὴ μόνον ἐμψύχειν, ἀλλὰ καὶ ῥωννύειν δύνασθαι τὸ σῶμα, ἐὰν εἰς τὸ ἔδαφος ἐπιρρίψῃς τινὰ τῶν ἐμψυχόντων ἢ ῥόδα ἢ ἀείζωα ἢ βάτον ἢ σχίνου κλῶνας ἢ ἕλικας ἀμπέλων ἤ τι τοιοῦτον, ὅπερ καὶ ἐμψύχειν καὶ τόνον δύναται ἐπιτιθέναι. συμβάλλεται μὲν
20πᾶσι τοῖς ἑκτικοῖς ὁ τοιοῦτος ἀὴρ, μάλιστα δὲ οἷς ὁ πνεύμων καὶ ἡ καρδία τὴν ἐκπύρωσιν ἔσχε πρώτως. καὶ γὰρ οὐ τοσοῦτον ὑπὸ τροφῆς καὶ πόματος ἐμψύχοντος ὀνίνανται, ὅσον ὑπὸ τῆς τοῦ ψυχροῦ ἀέρος εἰσπνοῆς. καὶ τοὐναντίον μᾶλλον ὑπὸ τροφῆς ὠφελοῦνται ἢ ὑπὸ τοῦ ἀέρος, εἰ τὸ ἧπαρ καὶ ἡ γαστὴρ ἢ ἄλλο τι πέπονθεν. οὕτω μὲν εἰ θέρος εἴη, μεταβάλλειν
25τὸν ἀέρα ἐπὶ τὸ ψυχρόν. εἰ δὲ χειμὼν εἴη, ἐπὶ τὸ θερμότερον μὲν οὐ δεῖ τὸν ἀέρα παρασκευάζειν, ὅπως γὰρ ἂν ᾖ ψυχρὸς, οὐδὲν αὐτοὺς ἀδικεῖ. μόνον μὲν τὸ ἄλλο σῶμα ἐπισκέπειν δεῖ μετρίως, ὥστε μὴ ἐκ τῆς πλείονος σκέπης θερμαίνεσθαι καὶ διὰ τοῦτο καὶ ἔκλυσιν ὑπομένειν
τινὰ τὸν κάμνοντα.361

1

.

363

Περὶ βαλανείου. Καὶ τὸ βαλανεῖον δὲ συμφέρει τοῖς ἔχουσιν ἑκτικὸν πυρετὸν, εἰ καθ’ ἑαυτὸν ᾖ καὶ μὴ μετά τινος εὑρεθῇ συμπεπλεγμένος τῶν ἐπὶ σήψει χυμῶν. βλάπτονται γὰρ τηνικαῦτα καὶ οὐδαμῶς ὠφελοῦνται καὶ μάλιστα
5ἐὰν ἔτι καὶ ἀπέπτων ὄντων ἐθελήσειέ τις αὐτοὺς λοῦσαι. οὐδὲ γὰρ ἧττον ἀδικοῦνται, ἐὰν καὶ φλεγμονῆς οὔσης ἐν τοῖς κυρίοις μορίοις ἐξ ὀλίγου τοῦτο ποιεῖν βούλοιντο. εἰδέναι δὲ δεῖ, ὅτι οὐ μόνον τοῖς ἔχουσιν ἑκτικὸν πυρετὸν συμβάλλεται, ἀλλὰ καὶ τοῖς ἔχουσι ψυχρὰς καὶ ξηρὰς δυσκρασίας καὶ τὸ ἐκ νόσου γῆρας· ἔχει γὰρ καὶ τοῦτο θαυμαστὸν τὰ
10βαλανεῖα, ὅτι καὶ τὰς θερμὰς καὶ τὰς ψυχρὰς δυσκρασίας ὠφελεῖν δύνανται· καὶ ἁπλῶς εἰπεῖν, εἴ τις ἐγνωκὼς εἴη τοὺς διαφόρους τρό‐ πους τοῦ λουτροῦ, δυνήσεται καὶ πᾶσαν, οἶμαι, δυσκρασίαν οὗτος εἰς τὸ ἐναντίον [μετιὼν] μεταβαλεῖν. ἔστω οὖν καὶ ὁ ἀὴρ εὔκρατος καὶ ἡ ἀλοιφὴ καὶ ἡ δεξαμενή. ἀποπλῦναι γὰρ δεῖ ἔλαιον καὶ εὐθέως ἅμα τῷ εἰσελθεῖν
15ἐπὶ τὸν ἔξω θόλον συγχρίεσθαι τὸ σῶμα καὶ μηδ’ εἰς τὸν ἀέρα χρονιζέτω ὁ κάμνων. εἰς δὲ τὰ σπλάγχνα περιχείσθω τὸ ἔλαιον μᾶλλον. ἐξελθὼν δὲ εἰσερχέσθω εἰς τὴν τοῦ ψυχροῦ δεξαμενὴν μὴ ἔχουσαν τὸ ὕδωρ ψυχρὸν, ἀλλὰ γαλακτῶδες, περιβαλλόμενος δὲ τὰ σάβανα μὴ πάνυ ἐγχρονιζέτω ἐν αὐτοῖς. μέλλων δὲ λαμβάνειν τὴν ἐσθῆτα πάλιν ὅλον
20ἀλειφέσθω τὸ σῶμα. πάνυ γὰρ καὶ τοῦτο δύναται αὐτοὺς ὠφελεῖν, ἐπὶ πολὺ γὰρ τὴν ἀπὸ τοῦ λουτροῦ φυλάττειν δέον ὑγρότητα καὶ μὴ συγχωρεῖν ἑτοίμως ἀπορρεῖν ἐκ τοῦ σώματος. ἀνελθὼν δὲ ἀπὸ τοῦ λουτροῦ ἢ χυλὸν πτισάνης ἢ ἄλικος λαμβανέτω ἢ γάλακτος· εἰ δὲ διψώδης εἴη ὁ κάμνων, καὶ ἐν τοῖς σαβάνοις ἔτι μένοντος αὐτοῦ, μὴ παραιτοῦ διδόναι ἢ γάλακτος
25ἤ τινος τῶν εἰρημένων τροφῶν. καὶ γὰρ ἀναδίδοται μᾶλλον, ἡνίκα ἕλκεται,
τηνικαῦτα εἰς τὸ ὅλον σῶμα.363

1

.

365

Περὶ γάλακτος. Γάλα μὲν οὖν ἅπασι τοῖς ἑκτικοῖς ἐπιτήδειον, εἴπερ τι καὶ ἄλλο, καὶ μάλιστα τοῖς μαρασμώδεσι· διὸ καὶ τοῖς ἔχουσιν ἀσθενεστέραν δύναμιν καὶ μηδὲ τὴν τροφὴν ἕλκειν δυναμένοις αὐτοῖς, καὶ μόνον τοῦτο τὸ
5ἀναδοθῆναι καὶ ἑλκυσθῆναι ῥᾳδίως πολλὴν ἔχει τὴν ἐπιτηδειότητα. τὸ μὲν οὖν γυναικεῖον γάλα προτετίμηται καὶ δεύτερον πάλιν τὸ ὄνειον. ἀλλ’ ἐπειδὴ δυσχερῶς ἓν ἐκ τούτων ἀνέχονται λαμβάνειν, τὸ ὄνειον αὐτοῖς δοτέον γάλα μέσον πως ὂν καὶ πλέον τρέφειν δυνάμενον. δῆλον δὲ ὅτι καὶ φροντίζειν δεῖ τοῦ ζῴου τρέφοντα αὐτὸ ἐν οἴκῳ διὰ κριθῶν καὶ μυρσίνης
10καὶ σχίνου καὶ δρυὸς φύλλων. οὕτω γὰρ οὐκέτι φθαρτικὸν τὸ γάλα· τούτου γὰρ δεῖ φροντίζειν, ὥστε μὴ ὑπάγεσθαι τὴν γαστέρα τῶν ἑκτικῶν καὶ μάλιστα τῶν ἐπὶ συγκοπῇ πολλῇ καὶ χρονίᾳ κενώσει γαστρὸς ἐμπεσόντων εἰς τὸν μαρασμώδη πυρετόν. διὸ ἐφ’ ὧν ἐστιν ἡ γαστὴρ ἀσθενὴς καὶ ἑτοίμως ὑπαγομένη, ἐπὶ τούτων καὶ ἑψεῖν δὶς τὸ γάλα ἢ καὶ ποταμίους ἐμβαλεῖν
15κόχλακας· γινέσθωσαν δὲ διάπυροι, ὥστε τὸ ὀρρῶδες τοῦ γάλακτος διὰ τούτων ἀναλυθῆναι. τοῖς δὲ μὴ θέλουσι λαμβάνειν καθ’ ἑαυτὸ τὸ γάλα καὶ μετὰ πτισάνης ἢ ἄλικος ἢ χίδρων ἑψῶν αὐτὸ δίδου καὶ μετὰ ἰτρίου δὶς καὶ τῆς σεμιδάλεως ὡσαύτως. ἔτι δὲ μᾶλλον ἐκείνοις αὐτὸ παρέχειν δεῖ, οἷς καὶ ἡ γαστὴρ πλείονα καὶ χολωδέστερα φανῇ διαχωροῦσα.
20προϊόντος δὲ τοῦ χρόνου καὶ τῶν πυρετῶν πραϋνθέντων καὶ τῆς δυνάμεως προσθήκην τινὰ λαβούσης καὶ τῶν ἁπαλωτάτων καὶ νεωτύρων παρ’ αὐτὰ παγέντων οὐδὲν ἄτοπον αὐτοῖς ἐπιδιδόναι. πρὸς ὃ γὰρ ἐπιδιδοῦσαν ὁρῶμεν τὴν δύναμιν, οὕτω δεῖ καὶ ἡμᾶς τὸ ποσὸν ἐπαύξειν τῆς τροφῆς.
Περὶ οἴνου.
25 Οἶνον δὲ τοῖς μὲν ἔχουσι ψυχρὰν καὶ ξηρὰν δυσκρασίαν ἐν τοῖς στερεοῖς καὶ τὸν ἐκ νόσου καλούμενον μαρασμὸν ἀναγκαῖόν ἐστι διδόναι. θάλπεσθαι γὰρ ἅμα καὶ ὑγραίνεσθαι τοὺς οὕτω πάσχοντας δεῖ· πάντα δὲ
ταῦτα παρέχειν αὐτοῖς οἶδεν ὁ σύμμετρος οἶνος. ἐν δὲ τοῖς μετὰ πυρετοῦ365

1

.

367

μαραινομένοις καὶ μάλιστα τοῖς περιφρυγέσι φεύγειν δεῖ διδόναι· πολέμιος γὰρ, εἴπερ τι καὶ ἄλλο, τούτοις ἐστὶν ὁ οἶνος. τοῖς δὲ ἐπὶ συγκοπῇ μαραινομένοις, ὅσον μὲν ἐπὶ τῇ καταπτώσει τῆς δυνάμεως καὶ τῇ πολλάκις ἑπομένῃ καταψύξει, προσφέρειν χρὴ τὸν οἶνον. ἀλλ’ ἐπειδὴ καὶ παρὰ φύσιν
5αὐτοῖς θερμασία καὶ πυρετὸς ἔτι σύνεστι καὶ παύεται μὲν ἡ κατάψυξις, ἔσθ’ ὅτε δὲ γίνεται, πάλιν δὲ τὰ τῶν πυρετῶν ἐπιγίνεται καὶ ἁπλῶς ἄλλοτε ἄλλως ἀπολέσθαι τὸν κάμνοντα κίνδυνος, ποτὲ μὲν ὑπὸ τῆς κατα‐ ψύξεως, ἄλλοτε δὲ ὑπὸ τοῦ πυρέσσειν, ἀνάγκη τότε λοιπὸν ἀποβλέπειν πρὸς τὴν ἐπείγουσαν χρείαν καὶ ποτὲ μὲν εὐκαίρως ἐπιτάττειν τὸν οἶνον,
10ἄλλοτε δὲ πάλιν ἀποτρέπειν.
Περὶ διδύμων, οὓς καὶ ὄρχεις καὶ παραστάτας καλοῦμεν. Τοὺς δὲ ὄρχεις τῶν ἀλεκτρυόνων διδόναι χρή· κατὰ πάντα γὰρ τοῖς ἑκτικευομένοις ἅπασιν ἀγαθόν. καὶ γὰρ τρέφειν εἰσὶν ἱκανοὶ καὶ αὔξειν τὴν δύναμιν, ἐπειδὰν πεφθῶσι καλῶς. ὥστε χρὴ διὰ τοῦτο σπουδάζειν ἀεὶ
15διδόναι τὴν αὐτὴν τροφὴν μηδέπω τῆς δυνάμεως ἐσχάτως καταπεσούσης. τί γὰρ ὠφελεῖν ἔστι λοιπὸν, εἰ μὴ πέττει καὶ περιγίνεται τῆς τροφῆς ἡ δύναμις; οὐ γὰρ ἁπλῶς τροφὴ τὴν δύναμιν αὔξει, ἀλλ’ ἡ φύσις, ἥτις πᾶσαν τροφὴν καὶ πέττειν καὶ μεταβάλλειν καὶ προστιθέναι τῷ σώματι πέφυκεν.
Περὶ ὀπώρας.
20 Ἡ ὀπώρα, διότι μὲν ὑγραίνει, κατὰ τοῦτο τοῖς ἑκτικοῖς ἐστι πρός‐ φορον ἔδεσμα· διότι οὐ μόνον ὑγραίνειν πέφυκεν, ἀλλὰ καὶ ψύχειν ὀλίγου δεῖν ἅπαντα, διὰ τοῦτο πάλιν πᾶσαν ὀπώραν οὐ δεῖ λέγειν, ὅτι παντὶ ἑκτικῷ συμφέρει. τοῖς μὲν γὰρ ἔχουσι θερμὴν καὶ ξηρὰν δυσκρασίαν καὶ πᾶσι τοῖς μαρασμώδεσι καὶ περιφρυγέσι καταλλήλως ἅπασιν ἡ ψύχουσα
25καὶ ὑγραίνουσα καὶ μάλιστα ἡ τῶν πεπόνων ἐντεριώνη καὶ σικύων καὶ μῆλα δὲ καὶ ῥοδάκινα τούτοις ἐπιτήδεια καὶ κεράσια, τοῖς δὲ νοσοῦσι ψυχρὰν δυσκρασίαν καὶ εἰς τὸ ἐκ νόσου γῆρας ἐμπεσοῦσιν ἀνοίκεια. τῆς μέντοι ἄλλης ὀπώρας, ἥτις οὐ πάνυ ψύχει, ἀλλὰ μᾶλλον θερμαίνει
καὶ ὑγραίνει, μετρίως ἐπιδιδόναι οὐδὲν ἄτοπον, οἷον σταφυλῆς πεπείρου367

1

.

369

πάνυ γλυκείας καὶ μάλιστα τῆς διὰ σταφίδος καὶ μήλου τοῦ πάνυ γλυκέος καὶ συκῆς τῆς πάνυ πεπείρου· τὸ γὰρ πάνυ πεφθὲν σῦκον ἐγγὺς τοῦ μηδ’ ὅλως βλάπτειν ἥκει. ἐὰν οὖν ἡ γαστὴρ οὐδὲν ἡμᾶς κωλύῃ πλεῖον ἐκκρίνουσα τοῦ δέοντος, θαρρῶν πάρεχε τὰς εἰρημένας τροφάς. εἰ
5γὰρ εἴη τι τοιοῦτον καὶ φαίνοιτο κατὰ λόγον ἡ γαστὴρ μᾶλλον φερομένη, τούτων μὲν ἀπέχεσθαι πρὸς τὸ παρὸν, ἐπιδιδόναι δὲ ἀεὶ ἢ ῥοιᾶς μετρίως στυφούσης ἢ ἀπίων ἢ μήλων τῆς ποιότητος ταύτης καὶ μάλιστα πρὸ τῆς ἄλλης τροφῆς· μετὰ γὰρ τροφὴν ἐσθιόμενα γαστρὸς ὑπακτικὰ γίνονται. καὶ αὐτοῖς δὲ καὶ τοῖς ἐπὶ συγκοπῇ καὶ πᾶσιν ἑκτικοῖς τὰς εὐστομάχους
10καὶ εὐκαρδίους δεῖ παρέχειν τροφὰς μᾶλλον. εἰ δὲ διψώδεις ὄντες καὶ οὗτοι καὶ σφόδρα πυρέττοντες φαίνοιντο, καὶ τούτοις τὰς ἐμψυχούσας ὀπώρας εὐκαίρως ἐπιδιδόναι καὶ ἁπλῶς πρὸς τὸ μᾶλλον κατεπεῖγον ἅπαντα πράττειν. οὕτω γὰρ ἐπιβλέπων καὶ προσδιοριζόμενος οὐδέ ποτ’ ἂν βλάψαις τινὰ, οὐδ’ εἰ ὀπώραν ἢ ἄλλην τροφήν τινα παρέχοις. ποσότητι γὰρ καὶ ποιότητι
15καὶ καιρῷ καὶ τάξει καὶ τρόπῳ χρήσεως ἅπαντα ἢ κατορθοῦνται ἢ σφάλλονται.
Περὶ μαρασμοῦ. Εἰ τῷ ὄντι μαρασμὸς ἀπώλειά τις παντελὴς τῆς ἐν τοῖς στερεοῖς ὑγρότητος, ἀνίατός ἐστιν· εἰκότως οὖν διὰ τοῦτό τινες τῶν ἰατρῶν πλανηθέντες πρὸς τὴν διάγνωσιν ἔδοξαν τεθεραπευκέναι τὸν τῷ ὄντι
20μαρασμόν. λεπτότητα μὲν γὰρ καὶ ἀτροφίαν τῶν σαρκῶν καὶ οἷον σύντηξιν αὐτῶν δυνατὸν ἀνακαλέσασθαι, τὴν μέντοι πρώτην καὶ αὐτὰ τὰ στερεὰ τρέφειν δυναμένην ὑγρότητα πᾶσαν ἀπολεσθεῖσαν ἀδύνατον προσθεῖναι. οὕτω γὰρ ἂν ἀδύνατον καὶ τὸ γῆρας ἰᾶσθαι· καὶ γὰρ τὸ γῆρας μαρασμός ἐστιν ἐπὶ τὸ κατὰ φύσιν. ὥσπερ οὖν οὐ δυνατὸν ἰᾶσθαι τὸ γῆρας, οὐδὲ τὸν τῷ
25ὄντι μαρασμόν· ὅμως δεῖ φιλονεικεῖν διὰ φιλάνθρωπον τῆς τέχνης βοήθειαν καὶ μὴ ἐγκαταλιμπάνειν. ἔσθ’ ὅτε γὰρ φύσεως εὐφόρου εὐπορῶν τις καὶ ἀρχομένου τοῦ μαρασμοῦ καὶ μηδέπω καταφρύξαντος τὰ στερεὰ ἐπιτύχοι ἂν τοῦ σκοποῦ· εἰ δὲ μὴ, ὅπερ μᾶλλον μὲν πάσχει ὁ νοσῶν, τοῦτο μὴ
ποιεῖν. ‘τοῖσι γὰρ κεκρατημένοισιν οὐ δεῖ ἐγχειρεῖν‘.369

1

.

371

κεφ. εʹ.
Περὶ τριταίου. Ὁ τριταῖος μέν ἐστι δυσθεράπευτος, κακῶς δ’ ἰατρευόμενος ὑπὸ τῶν ἀμεθοδεύτων ἰατρῶν οὐ δυσθεράπευτος μᾶλλον, ἀλλὰ καὶ ἀνίατος ἔσθ’ ὅτε
5γίνεται. ὑγραινούσης οὖν ἐπὶ πάντων καὶ ἐμψυχούσης εὔδηλον ὡς δεῖται τροφῆς, ὅτε κράσει γε καθαρὸς καὶ γνήσιος ὁ τριταῖος ὑπάρχει καὶ ὑπὸ μόνης χολῆς κινούμενος. ὁ μὲν οὖν τῆς πτισάνης χυλὸς ὑπὲρ πάντα χρησιμώτατος αὐτοῖς ὑπάρχει καὶ τούτῳ χρησάμενοί τινες ἄχρι κρίσεως ἄριστα διεγένοντο. εἰ δὲ μὴ χαίροιεν τῇ πτισάνῃ, καὶ τὸν χυλὸν τοῦ
10βρόμου δοτέον αὐτοῖς. καὶ καυλοῖς δὲ θριδάκων ἢ ἰντύβων ἀναγκαῖον χρήσασθαι. εἰ δὲ μὴ σφοδρὸς ὁ πυρετὸς καί τινα πέψεως φανῇ σημεῖα, καὶ τῶν ὄρνεων ἐπιδίδου τὰ πτερὰ καὶ τῶν ἰχθύων τοὺς ἁπαλοσάρκους. οὖρα δὲ προτρέπειν ἐπὶ τῶν τοιούτων ἀναγκαῖον, ἀποβρέχοντα μάλιστα τὴν ῥίζαν τοῦ σελίνου καὶ τοῦ ἀδιάντου. τὸ γὰρ τοῦ ἀνήθου ζέμα, εἰ καὶ τὸ
15προτρέπειν οὖρα καλῶς οἶδε, φεύγειν αὐτὸ δεῖ μᾶλλον ἐπὶ τῶν γνησίων καὶ ἐφ’ ὧν ἐστι θερμοτέρα καὶ ξηροτέρα ἡ κρᾶσις· ἔτι δὲ εἰ καὶ φροντιστικοὶ καὶ ἄγρυπνοι τυγχάνουσιν οἱ κάμνοντες· ἐπὶ γὰρ τῶν τοιούτων ἁπάντων ἡ βλάβη μείζων τῆς ὠφελείας γίνεται. καὶ μάλιστα τοῦ ἀψινθίου φευκτέον τὸ ἀπόζεμα θερμοῦ καὶ ξηροῦ τὴν κρᾶσιν ὄντος. οἶδα δ’ ἐγὼ καὶ
20ἑκτικωθέντας τινὰς κατὰ μέρος ἀμετρότερον δεξαμένους καὶ μὴ φυλάξαντας. ἔτυχε γὰρ τοῦ εὑρεθῆναι τινῶν μὲν τὰ στερεὰ ξηρότερα, τινῶν δὲ ζέουσαν τὴν χολὴν καὶ οὐ ποσότητι λυποῦσαν, ἀλλὰ ποιότητι μᾶλλον, ἄλλον δ’ ἐν τῷ στόματι τῆς γαστρὸς ἔχειν πυρώδη δυσκρασίαν ἢ φλεγμονήν. ἐπὶ πάντων οὖν τούτων φεύγειν δεῖ τὰ τοιαῦτα καὶ εὐκράτῳ πρὸ τροφῆς
25κεχρῆσθαι πλείονι μᾶλλον. οὐδὲν δ’ ἧττον καὶ ἐν τῷ ἄλλῳ καιρῷ διδόναι πόμα· καὶ γὰρ ὑγραίνει τοῦτο καὶ τὸ ζέον ἀναψύχει καὶ χαλᾷ τοὺς πόρους. συμβαίνει οὖν ἐκ τούτων πάντων τὸ μέν τι τῆς χολῆς διὰ γαστρὸς ἐκκρῖναι,
ἄλλο δὲ δι’ οὔρων, πρὸ τούτου κατεχομένης καὶ διὰ τὸ ζέον τῆς θερμασίας,371

1

.

373

ἔτι τε καὶ τὴν τῶν ἀποζεμάτων ὑπερόπτησιν οὐ δυναμένης ἐκκρίνεσθαι. θαυμάζω οὖν πῶς ὁ νόμῳ τὴν τέχνην ἀσκήσας, εἴπερ τις καὶ ἄλλων ἰατρῶν, Γαληνὸς οὕτως ἀπροσδιορίστως ἀφῆκεν, ὥστε φησὶ τοῖς ἀκριβῆ νοσοῦσι τριταῖον ἐπιδίδοσθαι τὸ ἀπόβρεγμα τοῦ ἀψινθίου μετὰ τὴν ἑβδόμην ἡμέραν.
5ἐγὼ δὲ μᾶλλον ἔδωκα τοῖς νόθοις μίξας αὐτῷ βραχέος ὀξυμέλιτος· οὕτω γὰρ καὶ ἀπολεπτύνει μᾶλλον τὴν ἐπιμιξίαν τοῦ φλέγματος ἀλύπως καὶ ὑποκαθαίρει, ὥστε μὴ γίνεσθαι χρείαν ὀριγάνου ἢ ὑσσώπου ἢ καλαμίνθης ἢ γλήχωνος, ἁπάντων τούτων δριμυτέρων ὄντων καὶ ἐπισφαλεστάτων καὶ πολλάκις ἐξαπτόντων ἤδη πλέον τὸν πυρετόν. ἅπαντα οὖν τὰ τοιαῦτα μᾶλλον
10φεύγειν δεῖ καὶ τηνικαῦτα ἐπιδιδόναι τολμᾶν, ἡνίκα τὸ φλέγμα τῆς χολῆς ἐπικρατέστερόν ἐστι πολλῷ καὶ ἡ κρᾶσις τοῦ πάσχοντος ψυχροτέρα καὶ βίος ἀργὸς, τά τε ἄλλα πάντα ὅσα τὸν ψυχρότερον ἐπικρατεῖν ποιεῖ χυμόν· εἰ δὲ τούτων ἐναντίος εἴη ὁ πλεονάζων χυμὸς, ἀφίστασθαι δεῖ τὸ τηνικαῦτα τούτων, κεχρῆσθαι δὲ μᾶλλον ἐκείνοις ὅσα λεπτύνει καὶ τοὺς παροξυσμοὺς
15σφοδροτέρους οὐκ ἀναγκάζει γίνεσθαι.
Περὶ ὀπώρας. Ὀπώραν δὲ τοῖς ἀκριβέσι τριταίοις ἐπιδιδόναι μάλιστα ψιλῶς, οἷον τῆς γλυκείας σταφυλῆς καὶ περσικῶν ἑφθῶν καὶ ἀνέφθων καὶ τῶν πεπόνων τὴν ἐντεριώνην, μάλιστα δὲ, εἰ καὶ διψώδεις εἶεν οἱ κάμνοντες. ἐγὼ
20γοῦν οἶδα πολλάκις οὐ συγχωρήσας ἔτι παροξυνθῆναι τοὺς νοσοῦντας, πέπονας ψυχρισθέντας καλῶς πρὸ μιᾶς ὥρας τῆς εἰσβολῆς προσενέγκασθαι κελεύσας καὶ πάλιν εὔκρατον ἐπάνω τοῦ πέπονος ἐπιπίνειν πολὺ ἐπιτρέψας καὶ ὅσον ἦν δυνατόν. ἠκολούθησεν οὖν μετ’ οὐ πολὺ τοῦ πιεῖν ἐνίοις μὲν ἱδρὼς, ἄλλοις δὲ χολῆς πλῆθος διὰ γαστρός. εὗρον δ’ ἐγὼ πολλοὺς τῶν ἐν Ῥώμη
25ἰατρῶν οὐδ’ ὄνομα τολμῶντας ὀνομάσαι τῶν πεπόνων ὡς χολὴν τικτόντων αὐτῶν. ἐμοὶ γοῦν ἐπιτάξαντί ποτέ τινι καὶ διψῶντι σφοδρῶς καὶ καυσουμένῳ καὶ κεκοπωμένῳ ὄντι προσενέγκασθαι πέπονος ἐπεβόησέ τις παρὼν ἰατρός· ‘ἄνθρωπε, τί θέλεις ἀποκτεῖναι τὸν κάμνοντα μᾶλλον; οὐ μεμάθηκας, ὅτι ὁ πέπων χολὴν τίκτει; ἀνάγνωθι τὸ ‘περὶ τροφῶν‘ Γαληνοῦ καὶ εὑρήσεις,
30ἔνθα λέγει φανερῶς, ὅτι χολερικοὺς ἀποτελεῖ βρωθεὶς ὁ πέπων‘. ἔκαμον οὖν ἐγὼ οὐ μικρῶς, ἵνα δυνηθῶ πεῖσαι τοὺς παρακολουθεῖν δυναμένους, ὅτι
οὐ χολὴν ἐνταῦθα λέγει τίκτειν αὐτοὺς, ἀλλὰ χολέραν ποιεῖν. χολέραν373

1

.

375

δ’ ἐκάλουν τὴν ἀνατροπὴν τοῦ στομάχου μετ’ ἐμέτου καὶ ἐκταράξεως γαστρὸς καὶ χολερικοὺς τοὺς ταῦτα πάσχοντας. ἔχει γάρ τι κατὰ ἀλήθειαν ὁ πέπων τὸ κακοστόμαχον, διὸ καὶ πλείων βρωθεὶς ἔμετον καὶ ἐκτάραξιν γαστρὸς, ἔτι δὲ καὶ κατάψυξιν καὶ σπασμοὺς ἐργάζεται τοῦ παντὸς σώματος.
5ὁ δὲ μηλοπέπων οὐδὲν τούτων οἶδε ποιεῖν· οὐκ ἔχει γὰρ οὕτω τὸ κακοστόμαχον, ἀλλ’ οὐδ’ ὁ πέπων συμμέτρως βρωθείς. θαρρούντως οὖν χρὴ διδόναι τοῖς τὸν τριταῖον νοσοῦσι πυρετὸν, ἀλλὰ καὶ τοῖς ἔχουσι καῦσον καὶ τοῖς θερμὴν δυσκρασίαν νοσοῦσιν εἴτε ἐν νεφροῖς εἴτε ἐν ἥπατι ἢ περὶ στόμαχον ἢ κεφαλήν. οὐδὲν γὰρ οὕτως ἐναντιοῦσθαι δύναται καὶ ἀπομάχεσθαι
10καὶ νικᾶν τὰς τοιαύτας δυσκρασίας ὡς ὁ πέπων ἢ ὁ καλούμενος μηλοπέπων. τὰ γὰρ ψύχοντα καὶ ὑγραίνοντα πῶς δύνανται τίκτειν χολὴν, οὐκ οἶδα. ἀποροῦντι δέ σοι πεπόνων καὶ καυλοὶ θριδάκων ψυχρισθέντες καὶ κολοκύνθαι καὶ σικύων ἐντεριώνη καὶ περσικὰ ἄνεφθα καὶ εἰς ἀτμὸν κρεμασθέντα καὶ ὑπὸ ἀτμοῦ μόνου ἑψηθέντα καὶ ὥσπερ ἀτμιστὰ γενόμενα· τούτοις καὶ τοῖς
15ὁμοίοις τούτων ἀεὶ κεχρῆσθαι καὶ ἐν τοῖς λαχάνοις καὶ ἐν ὀπώραις καὶ ἀπὸ πάντων ἐπιλέγεσθαι τὰ ἐμψύχειν καὶ ὑγραίνειν δυνάμενα, καταλλήλως πρὸς τὴν ἑκάστου κρᾶσιν καὶ μέγεθος τοῦ νοσήματος ἐφαρμόζοντα.
Περὶ λουτροῦ. Τὸ δὲ λουτρὸν ἐπιτρέπειν αὐτοῖς χρὴ ὡς μέγιστον βοήθημα καὶ
20μάλιστα τοῖς ἔχουσι θερμὴν καὶ ξηρὰν τὴν κρᾶσιν καὶ ἔθος ἔχουσι κεχρῆσθαι συνεχέσι λουτροῖς καὶ μὴ περιμένειν πέψιν πάντως, ἀλλ’ ἐὰν κατεπείγῃ τὰ τῆς ξηρότητος, καὶ πρὸ πέψεως δεῖ λούειν. γινέσθω δ’ ὁ τρόπος τοῦ λουτροῦ τοιόσδε. μετὰ τὸ εἰσελθεῖν ἐν τῷ εὐκράτῳ ἀέρι καὶ μετρίως ἱδρῶσαι καὶ λαβεῖν τὰς χλιαρὰς οὕτως ἀλειφέσθω, μὴ ἐλαίῳ ψιλῷ. τί
25γὰρ δύναται καθ’ ἑαυτὸ ὑγρᾶναι ἐκτὸς ὕδατος ἢ ἐμψῦξαι καλῶς ὑπὸ χολῆς ἐκπυρούμενον σῶμα; βέλτιον οὖν ἐστι προσμιγνύειν ὕδατος χλιαροῦ· καὶ γὰρ ἐμψῦξαι καὶ ὑγρᾶναι πλέον οὕτω δύναται καὶ διελθεῖν εἰς τὸ βάθος.
ἡ δὲ ἀλοιφὴ παραλαμβανέσθω μὴ ἐν τῷ οἴκῳ τῷ ἔχοντι τὸν θερμὸν ἀέρα,375

1

.

377

ἀλλ’ εἰς τὸν ἐξώτερον οἶκον ὑποστρέψαντι, ὃν καὶ μαλακτικὸν καλοῦσιν. εἶτα μετὰ τὴν ἀλοιφὴν τοῦ ὑδρελαίου ἢ ὑδροχαμαιμήλου—εἰ γὰρ εἴη πολλὴ καὶ μάλιστα παχυτέρα ἡ χολὴ, οὐδὲν ἄτοπον καὶ χαμαιμήλῳ κεχρῆσθαι ἀντὶ τοῦ κοινοῦ ἐλαίου μᾶλλον ἔχοντι τὸ διαφορητικὸν πλέον—
5οὐ δεῖ [δὲ] χρονίζειν ἐν τῷ ἀέρι, ἀλλὰ τάχιστα παρόδῳ μόνον χρησάμενον εἰς τὴν τοῦ θερμοῦ δεξαμενὴν εἰσιέναι χλιαρὰν οὖσαν καὶ ἐν ταύτῃ χρονίζειν. ἐξελθόντα δ’ αὐτὸν ἐκ τῶν θερμῶν οἴκων ἐπιτρέπειν ἐγχρονίζειν ἐν τῷ ψυχρῷ ὕδατι καὶ, εἴπερ ἡδέως ἔχοι, καὶ νήχεσθαι κελεύειν. μετὰ δὲ τὸ λαβεῖν τὰ σάβανα πίνειν ἐπιτρέπειν εὐκράτου ὅσον ἂν θέλῃ, μικρὸν
10ἀναμείναντα. μετὰ γὰρ τὴν πόσιν ἔστιν ἰδέσθαι δαψιλεῖς ἱδρῶτας ἐκχεομένους, ἔσθ’ ὅτε δὲ καὶ ἐμοῦντας χολὴν, ὥστε ἐκ τῶν ἐπιγινομένων ἀπαλλαγῆναι τῆς νόσου τὸν κάμνοντα ταχέως. ἀνελθὼν δὲ ἐν τῷ οἴκῳ, εἰ μὴ παρείη πέπων ἢ τῶν ἄλλων ὧν εἰρήκαμεν τροφῶν, λαμβανέτω ἢ θριδάκων καυλοὺς ἢ κολοκύνθην ἢ σίκυα ἢ πτισάνην· τὸ δ’ εὔκρατον οὐχ ἅπαξ
15μόνον χρὴ διδόναι, ἀλλὰ καὶ δὶς καὶ πολλάκις καὶ μηδὲν δεδιέναι· ἐπὶ γὰρ τοῦ νοσήματος τούτου τὸ μέγιστον βοήθημα τὸ εὔκρατόν ἐστι. σπουδάζειν δ’ ἐν παρακμῇ μᾶλλον ἐπιδιδόναι καὶ πρὸ τοῦ παροξυσμοῦ, ἔσθ’ ὅτε δὲ καὶ ἐν τῷ παροξυσμῷ. οἶδα μὲν γὰρ ὅτι τοὺς παροξυσμοὺς ὑποστέλλεσθαι δεῖ, ὡς ὁ θειότατος Ἱπποκράτης φησί. καί ἐστιν ἀληθὲς ὅσον ἐπὶ τούτῳ
20καὶ ‘ὅταν μηδὲν κατεπείγῃ‘. πολλάκις γὰρ ἀναγκαζόμεθα διὰ τὸ κατεπεῖγον οὐκ εὔκρατον μόνον ἐπιδιδόναι, ἀλλὰ καὶ τροφὴν ἐν αὐτῷ τῷ παροξυσμῷ. ἐπ’ ἐκείνων δὲ δεῖ τοῦτο πράττειν, ἐφ’ ὧν ἡ δῆξις ἄμετρος τοῦ στομάχου καὶ ἀσθένεια δυνάμεως, ὡς μὴ δύνασθαι φέρειν τὸ μέγεθος τῆς εἰσβολῆς, ἀλλὰ συγκοπὴν ἀπειλεῖν. οἶδα γοῦν ἐγὼ ἐπὶ τῶν ἀμέτρως δακνομένων
25ἐπιδοὺς εὔκρατον, εἶτα ἐμέτου γενομένου, χολῆς ἐκκριθείσης πλείστης παραυτίκα τὸν παροξυσμὸν ἀποπαυσάμενον· ὁποία δ’ ἐγένετο πρόσθεσις, οὐχὶ δὲ καὶ ἄλλων ἀφαιρέσεις καὶ τοῦ εὐκράτου καὶ τῆς χολῆς κενωθείσης. Πῶς διακρίνειν δεῖ, εἰ γνήσιος ἢ νόθος ἐστὶν ὁ τριταῖος; Δεῖ δὲ γνησίους εἶναι τριταίους ἐκείνους νομίζειν, οἷς ἅπαντα συν‐
30δεδράμηκε τὰ λεγόμενα σύστοιχα, ἡλικία, φημί, καὶ χώρα καὶ τὸ ἔθος377

1

.

379

καὶ κρᾶσις καὶ ἐπιτηδεύματά τε καὶ δίαιτα. ἐνδέχεται δ’ εἶναι καὶ γέροντα νοσεῖν τριταῖον, ἅπαν τὸ εἶδος τοῦ γνησίου τριταίου καὶ πᾶσαν τὴν κίνησιν διαφυλάττοντα. ἐγὼ γοῦν αὐτόπτης ἐγενόμην τούτων ἐπί τινος γέροντος, ὃς ἤμει ξανθὴν χολὴν, ἐξέκρινε δὲ καὶ διὰ γαστρὸς ὡσαύτως ἐπύρεσσέ
5τε σφοδρῶς· καὶ διὰ τοῦτο ὁ παροξυσμὸς εἰσέβαλε μετὰ ῥίγους σφοδροῦ καὶ ἡ παρακμὴ μεθ’ ἱδρώτων ἐγένετο πολλῶν· κατέσχε δὲ τὸ μῆκος ὥρας που δέκα ἢ δώδεκα τοῦ παροξυσμοῦ. τούτου οἱ μὲν ἄλλοι τῶν ἑταίρων, ὅτι γέρων ἦν τῇ ἡλικίᾳ, ἐκέλευον αὐτῷ ἀπόζεμα πίνειν ἅπαντά τε πράττειν ἐκεῖνα, ὅσα τοῖς νόθοις ἐστὶ, φασὶν, ἐπιτήδεια. καὶ
10ὀλίγου δεῖν ἀπώλετο πίνων τὰ διὰ τοῦ ὑσσώπου καὶ ὀριγάνου καὶ γλήχωνος ἀποζέματα, εἰ μή τις αὐτὸν ἥρπασε ταχέως κινδυνεύοντα κελεύσας αὐτὸν καὶ πεπόνων προσενέγκασθαι καὶ θριδάκων καὶ πτισάνης μηδὲν ἐχούσης περίεργον καὶ πᾶσαν τὴν ἄλλην δίαιταν ὑγραίνουσαν καὶ ψύχουσαν ὡς ἐπὶ γνησίου τριταίου, μὴ ἀπατηθεὶς ἐκ τῆς ἡλικίας ὅτι
15γέρων ἦν, ἀλλὰ μᾶλλον τῇ ὅλῃ κράσει. τὴν ἐξ ἀρχῆς πυρώδη δυσκρασίαν ἦν ἐσχηκὼς, ἣν ἄλλοι ὀλίγου δεῖν ἅπαντες ἔμειναν ἀκριβῶς αὐτὴν διαφυλάττοντες. δεῖ οὖν μάλιστα τῇ φύσει προσέχειν τοῦ νοσοῦντος καὶ τοῖς προηγησαμένοις, οὐδὲν δ’ ἧττον, ἀλλὰ καὶ πάντων πλέον τῷ εἴδει τοῦ πυρετοῦ. ἐγὼ δὲ οὐδὲ τὴν τῶν νόθων τριταίων ἐπαινῶ δίαιταν ἐπὶ
20πάντων οὖσαν ἀληθῆ καὶ συμφέρουσαν, ἣν ὁ Γαληνὸς ἐν τοῖς πρὸς Γλαύκωνα φιλόσοφον προστάττων φαίνεται, ἐμβαλεῖν πάντως ἐν τῇ πτισάνῃ πεπέρεως ἢ ὀριγάνου ἢ ὑσσώπου· καὶ γὰρ ἐπισφαλῆ τὰ τοιαῦτα ὡς ἐπὶ τὸ πολὺ καὶ πυρετοὺς ἐξάπτοντα σφοδροτέρους, ἔτι δὲ μᾶλλον εἴπερ καὶ ἡ κρᾶσις εὑρεθῇ τοῦ σώματος θερμοτέρα καὶ φλέγμα ἔλαττον τῆς χολῆς καὶ μὴ
25πάνυ χρῇζον τῶν θερμαινόντων. ἤρκει γὰρ ἐπὶ τούτων καὶ τὸ μὴ πάνυ πολλοῖς ψύχουσι χρήσασθαι καὶ τοῖς λεπτύνειν ἠρέμα δυναμένοις ἄνευ τοῦ
θερμαίνειν, οἵα ἐστὶν ἥ τε ῥίζα τοῦ σελίνου καθαρθεῖσα ὡς μὴ μετέχειν379

1

.

381

τῶν ῥιζῶν καὶ πτισάνη ὁμοίως ἔχουσά ποτε σέλινον ἢ ἄνισον ἢ κόμην πράσου ἢ μέλιτος ὀλίγου καὶ ὄξους. εἰ δὲ μὴ πάνυ νόθος ὑπάρχει, οὐδὲν τούτων ἐστὶ χρεία, ἀλλ’ ἀρκεῖ καθ’ ἑαυτὴν μόνῃ χρήσασθαι τῇ πτισάνῃ καὶ ἐπικεράσαι τὸ χολῶδες καὶ ἀναλῦσαι τὸ φλεγματῶδες καὶ
5οὐχὶ πῆξαι διὰ τῶν ξηραινόντων, ὥσπερ οἱ τὸ πέπερι καὶ τὸ ὕσσωπον ἐπιτάττοντες ποιοῦσι διὰ τὸ δοκεῖν λεπτύνειν. δεῖ δὲ προσέχειν ἀκριβῶς τὸν τῇ διαίτῃ ὑγραινούσῃ κεχρημένον, ἵνα, ὅταν ἴδῃ τοὺς χυμοὺς ἀνα‐ λυθέντας ὑπὸ τῆς ὑγραινούσης διαίτης, εὐθὺς ἐπὶ τὸ κενῶσαι καὶ ἑλκῦσαι αὐτοὺς ὁρμήσῃ ἐπιδοὺς φάρμακον μηδὲν ἔχον θερμὸν πάνυ. ἔστι δὲ πολλὰ
10τοιαῦτα καὶ τὰ δι’ ὀξυμέλιτος ἁπλουστέρως σκευαζόμενα καὶ διὰ τοῦ χυλοῦ τῶν ῥόδων καὶ ὀλίγου ἀγαρικοῦ καὶ δακρυδίου. πῶς οὖν δεῖ συντόμως ὑποκαθαίρειν, ὅτε μάλιστα θεάσῃ τοὺς χυμοὺς ἤδη διαχεομένους καὶ ἤδη λοιπὸν ὀργῶντας, ὥς φησιν ὁ θειότατος Ἱπποκράτης; Πῶς δεῖ γνωρίζειν τοὺς χεομένους καὶ ἀναλυομένους καὶ ἤδη ὀργῶντας χυμούς;
15 Γνωριεῖς δὲ τὴν ὑποκειμένην ὕλην ἀναλυομένην ὑπὸ τῆς εὐκράτου ἢ ὑγραινούσης διαίτης ἐκ τοῦ πρῶτον ἀκίνητον οὖσαν τρόπον τινὰ νῦν ἄρχεσθαι κινεῖσθαι καὶ ἄλλοτε εἰς ἄλλον μεταβαίνειν τόπον, ὁτὲ μὲν εἰς τὸ στόμα τῆς γαστρὸς καὶ τὰ ἔντερα, ἔσθ’ ὅτε δὲ καὶ εἰς τὰ ἄρθρα ἢ περὶ τὸ δέρμα. τὸν ἐπιστήμονα οὖν ἐπισκέπτεσθαι ὀξέως δεῖ τῇ κινήσει
20ταύτῃ τῶν χυμῶν καὶ διδόναι τι τῶν εἰρημένων ὑπηλάτων, πρὸ τοῦ φθάσαι τοὺς χυμοὺς βλάβην πλανωμένους ἐργάσασθαι, εἰς ἕν τι κατασκήψαντας τῶν ἐπικαίρων μορίων. ἀλλὰ τούτων οὐδὲν ἴσασιν οἱ πολλοὶ τῶν ἰατρῶν, ἅτε μὴ διαγινώσκειν σπουδάζοντες τὰς κινήσεις τῶν χυμῶν, ὅθεν τὰ ἐναντία πράττουσιν. ἐπειδὰν οὖν θεάσωνται ταῦτα, εὐθὺς ὁρμῶνται ἐπὶ τὰ
25ξηραίνειν καὶ παχύνειν τοὺς χυμοὺς δυνάμενα καὶ στεγνὰ μὲν φάρμακα τοιαῦτα, οἱ δὲ δίαιταν ἐπιτάττουσι. συμβαίνει οὖν ἐκ τούτου παχυνθέντας τοὺς χυμοὺς μηδὲ τοῖς καθαίρουσιν εὐχερῶς ὑπείκειν φαρμάκοις. δεῖ οὖν ἐγνωκότα τοὺς χυμοὺς ἀναλυθέντας μὴ μόνον ἅπαξ διδόναι τὰ ὑπάγειν δυνάμενα, ἀλλὰ καὶ πάλιν τῇ ὑγραινούσῃ διαίτῃ χρησάμενον καὶ ἀναλύσαντα,
30εἴ τι ξηρὸν καὶ παχὺ ὑπολέλειπται, αὖθις ὑποκαθαίρειν [χρή]. οὕτω γὰρ381

1

.

383

τῶν χυμῶν ὑποκλεπτομένων ἐξαρκέσει καὶ ἡ δίαιτα μόνη τελέως ἐκνι‐ κῆσαι τὸ νόσημα καὶ μεταβάλλειν καὶ μετακομίζειν ἐπὶ τὸ χρηστὸν, ὡς μὴ δεηθῆναι φαρμακείας τινὸς ἄλλης· εἰ δὲ καὶ δεήσει, ἐπιθήμασι κεχρῆσθαι τοῖς ἁπλουστέροις. καὶ ἐπιθήμασι δὲ κεχρῆσθαι καὶ πέψεως
5ἀρχομένης ἤδη φαίνεσθαι καὶ πρὸ πολλοῦ τοῦ προσδοκωμένου παροξυσμοῦ. οὕτω γὰρ ἔσται καὶ δραστικώτερα καὶ ὡς ἐπίπαν λύοντα τοὺς προς‐ δοκωμένους παροξυσμούς. τοῖς δὲ καθαρτηρίοις κεχρῆσθαι δεῖ. καὶ διὰ τὸ εὐχερῶς εὑρίσκειν καὶ συντόμως καλὸν ἐνόμισα καὶ τὴν σύνθεσιν αὐτῶν ὧδε παραθέσθαι. ἔχει δὲ οὕτω·
10
Ῥοδόμελι καθαρτικόν.
[Start of Table]Ῥόδων χυλοῦ
. . . . ξε. βʹ
μέλιτος
. . . . . . ξε. αʹ
σκαμμωνίας ὀπτῆς
. . . οὐγ. αʹ.[End of Table] ἕψε ὁμοῦ τὰ πάντα. ἡ δόσις ἡ τελεία κοχλιάρια δʹ, ἡ μέση γʹ, ἡ
15ἐλάττων βʹ. Τοῦτο οὐ μόνον τοῖς τριταΐζουσιν ἐπιδιδόναι δεῖ, ἀλλὰ καὶ ὀφθαλμιῶσι καὶ ἄλλως πως ἀσθενοῦσι διὰ χολὴν καὶ θερμὴν δυσκρασίαν.
Ἄλλο ῥοδόμελι καθαρτικόν.
[Start of Table]Ῥόδων χυλοῦ
. . . ξε. αʹ
20
σκαμμωνίας
. . . οὐγ. αʹ
ἀγαρικοῦ
. . . . δραχ. αʹ
πεπέρεως
. . . . δραχ. βʹ
μέλιτος
. . . . οὐγ. ϛʹ.[End of Table] ἕψε ἐπὶ μαλθακῷ πυρὶ καὶ, ὅταν συστραφῇ, ἐπίβαλλε τὴν σκαμμωνίαν τό
25τε ἀγαρικὸν καὶ πέπερι καὶ χρῶ. ἡ δόσις κοχλιάρια εʹ ἢ ϛʹ. Μόνοις τοῦτο ἁρμόζει τοῖς νόθον ἔχουσι τριταῖον· ἔχει γάρ τι καὶ φλέγματος ἐπακτικὸν, ἐπειδὴ προσείληφε τὸ ἀγαρικὸν καὶ τὸ πέπερι. οἶδα δὲ καθάρας καὶ τῷ ἔχοντι τὸν φλοιὸν τοῦ κιτρίου καὶ τῷ διὰ τῶν κυδωνίων μήλων, καὶ τούτων μὴ παρόντων αὐτῇ μόνῃ χρησάμενος τῇ
30σκαμμωνίᾳ. ὅτι γὰρ καὶ αὐτὴ οὐ μόνον χολὴν, ἀλλὰ καὶ φλέγμα μᾶλλον383

1

.

385

κενοῖ, δῆλον, εἴ τις εὐκράτῳ καὶ ὑγροτέρᾳ διαίτῃ χρησάμενος διαχέει τὸ φλέγμα· κενώσει καὶ τοῦτο διὰ τῆς σκαμμωνίας καὶ οὐ μὴ δεηθήσεται τῶν ἐχόντων ἀγαρικοῦ ἢ κολοκυνθίδος. ὥστε καὶ τὸν νόθον εἴ τις ὀρθῶς διαιτήσας ἐθελήσει καθαίρειν τῇ σκαμμωνίᾳ, οὐχ ἁμάρτοι. τοσαῦτα καὶ
5περὶ τριταίου ἡμῖν εἰρήσθω συντόμως. οἶδα μὲν γὰρ ὅτι καὶ τοῖς παλαιοῖς εἴρηται περὶ τούτων, καὶ μηδεὶς διὰ τοῦτο μέμψεται. καὶ γὰρ ὅσα καὶ ἡμῖν δέδωκεν ὁ χρόνος καὶ ἡ μακρὰ πεῖρα γνῶναι, ταῦτα δίκαιον ἐνόμισα τοῖς αἰτήσασιν ἡμᾶς φίλοις καὶ ἰατροῖς ἐκθέσθαι, ὀλίγα μὲν ὄντα, μεγάλην δὲ δύναμιν περιέχοντα. αἱ γὰρ εἰρημέναι μέθοδοι οὐκ ἐπὶ τριταίων μόνων,
10ἀλλὰ καὶ ἐπὶ ἄλλων πολλῶν νοσημάτων ἁρμόσαι δύνανται.
κεφ. ϛʹ.
Περὶ ἀμφημερινοῦ. Ὅτι τὴν γένεσιν ὁ ἀμφημερινὸς πυρετὸς ἀπὸ φλέγματος ἔχει, πᾶσιν ὡμολόγηται. καὶ γὰρ οὔτε οἱ πυρετοὶ φαίνονται τούτοις ὄντες ὀξεῖς οὔτε
15διψώδεις σφόδρα οὔτε διακαές τι καὶ ξηρὸν ἔχουσι κατὰ τὴν ἁφὴν εὐθὺς ἁπτομένοις, ἀλλὰ μᾶλλον τοῖς χρονίζουσιν ἀναδιδομένη φαίνεται ἐκ τοῦ βάθους καπνώδης θερμασία. καὶ οἱ σφυγμοὶ δὲ ὡς ἐπὶ τὸ πολὺ μικροὶ καὶ ἀραιοὶ καὶ ἡ ἀνάβασις οὐ ταχεῖα, πολὺν δὲ χρόνον μᾶλλον κατέχουσα. καὶ οἱ ἱδρῶτες δὲ οἱ γινόμενοι αὐτοῖς καθαρὸν οὐδέποτε φανεροῦσι διάλειμμα,
20οἷον ἔστι πολλάκις ἰδεῖν ἐπὶ τριταίου φαινόμενον ἢ τεταρταίου. σαφέστερον δέ σοι καὶ κατάδηλον ἔσται τὸ εἶδος τοῦ πυρετοῦ καὶ ἐκ τῶν προηγησα‐ μένων ἔτι μᾶλλον, εἰ μὴ παρέργως, ἀλλὰ μετὰ πολλῆς ἀκριβείας ἐπιζητῆσαι καὶ ἐξετάσαι σπουδάσεις ἅπαντα. καὶ γὰρ ἀπεψίαι ὡς ἐπὶ τὸ πολὺ καὶ ἀδδηφαγίαι καὶ λουτρῶν ἀμέτρων χρήσεις καὶ ἥπατος δ’ ἔσθ’ ὅτε
25καὶ στομάχου προηγεῖται κατάψυξις. τούτοις οὖν προσέχειν καὶ κατανοεῖν ἀκριβῶς δεῖ τὸν τὸ εἶδος τοῦ πυρετοῦ γινώσκειν ἐθέλοντα. ποτὲ μὲν γὰρ πάντα τὰ σημεῖα ἅμα πάρεισι, ποτὲ δὲ οὔκ· ἐπὶ μὲν γὰρ τῶν γνησίων ἅπαντα σχεδὸν εὑρίσκεται, ἐπὶ δὲ τῶν νόθων οὐ πάντα, ἀλλά
τινα μὲν αὐτῶν πάρεισι, τινὰ δ’ οὐκ ἀεὶ διὰ τὰς ποικίλας αὐτῶν385

1

.

387

αἰτίας. διὰ τοῦτο καὶ πλείστη τις ἐν αὐτοῖς εὑρίσκεται ἡ διαφορὰ καὶ κατὰ τὴν θεραπείαν καὶ κατὰ τὸ εἶδος. ἡ μὲν οὖν διάγνωσις οὕτω γινέσθω. εἴρηται δὲ καὶ τῷ θειοτάτῳ Γαληνῷ ἐπὶ πλέον καὶ Ῥούφῳ καὶ πολλοῖς τῶν ἄλλων παλαιῶν. λοιπὸν δὲ καὶ περὶ τῆς θεραπείας σκοπήσωμεν· ἔχει
5γάρ τινα ζήτησιν ὁ εἰρημένος [περὶ] τῆς θεραπείας τρόπος, μήποτε ἄρα οὐκ ἐπὶ πάντων ἐστὶν ἀληθής.
Περὶ θεραπείας. Ὅτι μὲν ὁ ἀμφημερινὸς πυρετὸς, ἅτε δὴ ὑπὸ φλέγματος ἔχων τὸ εἶναι, τῶν λεπτυνόντων καὶ τεμνόντων ἔχει χρείαν, ἀληθές ἐστιν· εἰ γὰρ
10παχὺ καὶ γλίσχρον, δεηθήσεται τῶν λεπτυνόντων. διττὴ δέ τις οὖσα θεωρεῖται ἡ διαφορά· τὰ μὲν γὰρ ἔχει τὸ τέμνειν μετὰ τοῦ δύνασθαι πάνυ θερμαίνειν, τινὰ δὲ τέμνειν μὲν, οὐ θερμαίνειν δὲ πάνυ, τινὰ δ’ οὐ θερ‐ μαίνειν ὅλως. ποίοις οὖν ἐπὶ τοῦ νοσήματος τούτου κεχρῆσθαι δεῖ; ἆρά γε τοῖς θερμαίνειν δυναμένοις ἢ τοῖς ἄνευ τοῦ θερμαίνειν; φαίνεται γὰρ ὁ
15θειότατος Γαληνὸς ἐπιτάττων ἀπροσδιορίστως τῷ φιλοσόφῳ Γλαύκωνι τοῖς λεπτύνουσι κεχρῆσθαι. ἐχρῆν δ’ οἶμαι μεγίστης οὔσης τῆς διαφορᾶς διαιρέσει χρήσασθαι καὶ προσδιορισμῷ, ποίοις ἐπὶ ποίῳ δεῖ κεχρῆσθαι. οὔτε γὰρ μίαν ἔχει τὴν ἰδέαν [τούτου] τὸ φλέγμα, ἐξ οὗ ἀνάπτεται ὁ πυρετός· τὸ μὲν γάρ ἐστιν ἁλμυρὸν, τὸ δὲ ὀξῶδες, τὸ δὲ ὑελῶδες, ἑκάτερον δὲ
20ψυχρὸν καὶ παχὺ καὶ διὰ τοῦτο σφηνωθῆναι ἐποίησε τὸν πυρετόν. εἰκότως ἄρα καὶ τῶν λεπτυνόντων δεῖται πρὸς θεραπείαν, τὸ δ’ ἁλμυρὸν οὐχ ὁμοίως, εἴγε καὶ θερμότης καὶ ξηρότης τοῦτ’ αὐτῷ παρέσχεν. ὅτι δὲ καὶ θερμόν ἐστι, δηλοῖ τὸ δάκνειν αὐτὸ καὶ ζέειν τὸ ἔντερον καὶ τὰς κακίστας ἐργά‐ ζεσθαι δυσεντερίας καὶ οὐδὲν ἔλαττον τῆς χολῆς, ἅτε δὴ καὶ τὴν
25ποιότητα ταύτης ἀναδεδεγμένον. οἵ τε γὰρ χυμοὶ οὐ δρῶσι κατὰ τὴν ὕλην αὐτῶν, ἀλλὰ καὶ τὰς ἐν αὐτοῖς ὑποκειμένας ποιότητας. αὗται γάρ εἰσιν αἱ μαχόμεναι καὶ δρῶσαι πρὸς ἑαυτάς. καὶ τὸ φλέγμα δὲ τὸ ἁλμυρὸν, εἰ καὶ φαίνεται ὑγρὸν, δῆλον ὅτι δυνάμει ξηρόν ἐστιν, ὥσπερ καὶ τὸ θαλάσσιον ὕδωρ. καὶ ἄλλα δὲ πολλά εἰσι τῇ μὲν φαντασίᾳ ὑγρὰ, τῇ
30δὲ δυνάμει ξηρά. ὅτι δὲ οὐ δυνατόν ἐστι τὸ ἁλμυρὸν φλέγμα διὰ τῶν387

1

.

389

θερμαινόντων αὐτὸ καὶ ξηραινόντων λεπτυνθῆναί ποτε καὶ διαχυθῆναι, ἀλλ’ ἔτι καὶ μᾶλλον ἐπιπαχυνθῆναι, δηλοῦσι τοῦτο σαφῶς καὶ νίτρον καὶ ἅλες καὶ ἁλμυροὶ ζωμοί· καὶ γὰρ θερμαινόμενοι οὗτοί γε παχύτεροι γίνονται. δέδεικται γὰρ τοῦτο Ἀριστοτέλει καὶ αὐτῇ τῇ πείρᾳ, ὅτι τὰ
5φθάσαντα ὑπὸ θερμότητος παγῆναι οὐκ ἀπὸ θερμότητος, ἀλλ’ ὑπὸ τοῦ ἐναντίου διαλύεσθαι πέφυκε. ταῦτα οὖν δεῖ σκοπεῖν καὶ ἐπὶ τῶν ἐν σώματι χυμῶν, καὶ εἴπερ εἰσὶν ἁλμυροὶ, μὴ τὰ θερμαίνοντα προσφέρειν ἢ τὰ ξηραίνοντα πάνυ ἱκανῶς ἢ λεπτύνειν δυνάμενα, ἅπερ ποιοῦσι πολλοὶ ἐπ’ αὐτῶν, ῥαφανίδα αὐτοῖς διδόντες καὶ πέπερι τάριχόν τε καὶ
10κάππαριν καὶ τὰ σφόδρα λεπτύνοντα τῶν ἀποζεμάτων καὶ τῶν ἀντιδότων, ὅσαι πρὸς αὐτὰ προσφέρονται· ἅπερ ἔδει γε μᾶλλον τοῖς ὑπὸ ψυχροῦ καὶ ὀξώδους χυμοῦ τὴν γένεσιν ἐσχηκόσιν ἀμφημερινοῖς ἐπιτάττειν· καὶ γὰρ ὠφελοῦνται ὑπὸ τῶν τοιούτων. ἐγὼ γοῦν οἶδα πολλάκις ἐπιδεδωκὼς ἐπὶ τοῦ ὑπὸ τοῦ ψυχροῦ καὶ ὑγροῦ φλέγματος καὶ ὀξώδους ἀναπτομένου
15ἀμφημερινοῦ ἅπαντα ταῦτα, ἐφ’ ὧν δὲ ἁλμυρόν ἐστιν ἢ χολῶδές τι ἀναμέ‐ μικται, ἐπὶ τούτων ὡς ἐπὶ τὸ πολὺ τῶν λεπτυνόντων προσενεγκών τι καὶ μάλιστα εἴπερ καὶ ἡ κρᾶσις τοῦ πάσχοντος θερμοτέρα καὶ ἀκμάζουσα ἡ ἡλικία καὶ ὥρα θερινὴ καὶ ἡ προηγησαμένη δίαιτα θερμοτέρα· ἔτι δὲ μᾶλλον οὐδὲ κατ’ ἀρχὰς τὰ τοιαῦτα δεῖ προσφέρειν, ἐπικρατοῦντος ἔτι
20τοῦ ἁλμυροῦ χυμοῦ καὶ δυσκράτου ὄντος τοῦ σώματος. εἰ δ’ ἄρα καὶ δεήσει τινὶ τῶν τοιούτων χρήσασθαι χάριν τοῦ τὸν κάμνοντα ἐπιθυμεῖν ἢ διὰ τὸ ἀνακαλέσασθαι τὴν ὄρεξιν, εὐκράτῳ δεῖ κεχρῆσθαι πρότερον διαίτῃ, καὶ ἐπειδὰν ἄρξηται πέττεσθαι, τηνικαῦτα τῷ κάμνοντι συγχωρεῖσθαι λαμβάνειν τῶν ἠρέμα λεπτύνειν καὶ θερμαίνειν δυναμένων ἐδεσμάτων τε καὶ πομάτων,
25οἷον σελίνου κεφαλὰς καὶ πράσων καὶ ὀλίγου πεπέρεως καὶ οἴνου ὀλίγου
καὶ λευκοῦ καὶ τούτων μὴ πολλάκις· ἡ γὰρ ἐπὶ πλεῖον χρῆσις βλαβερά·389

1

.

391

ἀλλὰ σπουδάζειν εἰς πέψιν ἔρχεσθαι τῶν χυμῶν καὶ μὴ ἐᾶν χρονίζειν, ἀλλὰ καθαίρειν· ἐμμένοντες γὰρ ἔτι μᾶλλον παχύνονται ὑπὸ τῶν θερμαινόντων ἁπάντων καὶ λεπτύνειν δοκούντων βοηθημάτων, ὥστε μηκέτι μηδὲ τοῖς καθαίρειν δυναμένοις φαρμάκοις εὐχερῶς εἴκειν φθάσαι, δυσκινήτους αὐτοὺς
5καὶ γεωδεστέρους ὑπ’ αὐτῶν γειναμένους. γνοίης δὲ ταῦτα ἐπιτήδεια ὄντα πρὸς κάθαρσιν. καὶ πολλάκις γὰρ ὑπὸ τῆς προλαβούσης διαίτης καὶ τῆς εὐκράτου πόσεως τρέπεται τὰ σημεῖα τῶν οὔρων καὶ τότε τοῖς μὴ εἰδόσιν ἄπεπτα εἶναι νομίζεσθαι τὰ τοιαῦτα τῶν οὔρων ἔνεστιν ἰδεῖν. ἀλλ’ ἐπειδὴ συμβαίνει πολλάκις εἰς ὅλον τὸ σῶμα διαχεῖσθαι τὴν ὕλην καὶ ἄλλοτε
10ἄλλως ἢ δι’ ἱδρώτων ἢ ἐμέτων ἢ διὰ γαστρὸς διαφορεῖσθαι, διὰ τοῦτο καὶ ἀνυπόστατα φαίνεται τοῖς πολλοῖς τὰ οὖρα. βέλτιον οὖν ἐστι κατανοεῖν καὶ διαγινώσκειν πότε μᾶλλον ἄρχεται λεπτύνεσθαι ἡ ὕλη καὶ διαχεῖσθαι καὶ ὀργᾶν καὶ εἰς τόπον ἐκ τόπου μεταβαίνειν καὶ οὕτω καθαίρειν μὴ προσέχοντας μόνοις τοῖς οὔροις. δεῖ δὲ μηδ’ ἀθρόαν ποιεῖσθαι τὴν κάθαρσιν, ἀλλὰ
15κατὰ μέρος καὶ ἐκ διαλειμμάτων. οὕτω γὰρ ἁρμόζεσθαι δεῖ τοῖς νοσήμασι τοῖς ἀπὸ παχυτέρων ἔχουσι χυμῶν τὴν γένεσιν καὶ ἠρέμα λεπτύνειν τε καὶ ὑποκαθαίρειν, ἕως ἂν ἀρκούντως ἔχειν δοκοίη τὸ πολὺ τῆς ὕλης· ἐκκαθαῖρον γὰρ ἐπὶ πλέον φάρμακον λαμβάνειν δυσκρασίαν πολλὴν ἐμποιεῖ τῷ σώματι καὶ βλάβην μᾶλλον ἢ ὠφέλειαν ἐργάζεται καὶ ἔτι μᾶλλον ἐπὶ τῶν
20ἐχόντων θερμοτέραν καὶ χολωδεστέραν τὴν κρᾶσιν.
Πότε δεῖ κεχρῆσθαι τοῖς ἁλμυροῖς ἐπὶ τῶν ἀμφημερινῶν; Τοῖς δὲ ἔχουσι κατεψυγμένον τὸ ἧπαρ ἢ τὸ στόμα τῆς γαστρὸς καὶ ὀξῶδες ἐμοῦσι φλέγμα καὶ νοσοῦσιν ἀμφημερινὸν, τούτοις καὶ ἐδέσμασι θερμοτέροις εἰ θελήσειας χρήσασθαι, οὐδὲν ἄτοπον· ἀνέχεται γὰρ ὑγρὸς
25καὶ ψυχρὸς ὁ στόμαχος ἁπάντων ἀβλαβῶς τῶν λεπτυνόντων. ἐθάρρησα γοῦν ἐγώ ποτε καθ’ ἑκάστην ἡμέραν ἐπί τινος παροξυνομένου καὶ
ἐμοῦντος φλέγμα ἁλμυροῖς χρήσασθαι, οἷόν τε τῇ καλουμένῃ ἐγκατηρᾷ391

1

.

393

καὶ ὑδρογάρῳ καὶ πράσοις ἀπὸ ζέματος καὶ οἴνῳ ὑδατώδει. καὶ θαυμαστῶς ὅπως ἂν ὑγίανε, προνοησαμένων καὶ τοῦ στόματος τῆς γαστρὸς διὰ τῶν ἔξωθεν ἀλειμμάτων τε καὶ ἐπιθεμάτων καὶ τῆς τοῦ ὅλου σώματος εὐκρασίας. καὶ ἀκόλουθον μὲν ταῦτα ποιεῖν ἐπὶ τῶν ἀμφημερινῶν καὶ προσέχειν τὴν
5ποιότητα καὶ ποσότητα τοῦ φλέγματος καὶ οὕτω τὴν ἁρμόζουσαν ἑκάστῳ δίαιταν ὁρίζειν. ὥσπερ γὰρ οὐκ ἔστιν ἓν εἶδος τοῦ φλέγματος, οὕτως οὐδὲ τὴν δίαιταν εἶναι δεῖ μίαν, ἀλλὰ πρὸς ἕκαστον εἶδος ἁρμόζουσαν. καὶ ἐπὶ πάσης δὲ φαρμακείας τὸ αὐτὸ δεῖ ποιεῖν καὶ τὸ κατάλληλον ἐπὶ ἑκάστου ζητεῖν. πρὸς δὲ τὸ εὐχερῶς εὑρίσκειν τὸν ζητοῦντα καὶ μὴ ἀλλαχόθεν
10ἀναλέγεσθαι καὶ τῶν ἀντιδότων καὶ τῶν καθάρσεων ἐξεθέμην ἐνταῦθα τὰς διαφορὰς μετὰ τοῦ καὶ προσδιορίσασθαι, ποίοις ἐπὶ ποίων δεῖ κεχρῆσθαι μᾶλλον.
Περὶ ἐμβροχῶν καὶ καταπλασμάτων. Ταῖς δ’ ἐπιβροχαῖς καὶ καταπλάσμασιν οὐ δεῖ σπουδάζειν εὐθὺς
15κατ’ ἀρχὰς κεχρῆσθαι οὐδὲ πλήθους ἐν ὅλῳ τῷ σώματι ἐπιπολαζομένου· δέος γάρ ἐστι μὴ διαθερμαινομένων τῶν σπλάγχνων καὶ χαυνουμένων σύρροιά τις ἐπὶ τὰ πεπονθότα γενήσεται καὶ πρὸς τῷ μηδὲν ὠφελῆσαι μᾶλλον καὶ βλάψομεν ἐπαυξήσαντες τὰ φλεγμαίνοντα. ὅπερ καὶ πράττουσιν οἱ πρὶν ἀπέριττον ἐργάσασθαι τὸ ὅλον καταπλάσμασιν ἢ καταιονήσεσι τολ‐
20μῶντες κεχρῆσθαι. ἔγωγε οὖν οἶδα καὶ μὴ οὔσας φλεγμονὰς ἐπιγινομένας ἐπὶ τῇ προπετεῖ χρήσει αὐτῶν. ὅπως οὖν μὴ γένοιτο βλάβη, σπουδάζειν χρὴ τοῦ πλήθους ἤδη μειωθέντος, καίπερ καὶ πέψεώς τινος ἐν τοῖς οὔροις
ἀρξαμένης ἐπιφαίνεσθαι, τοῖς σπλάγχνοις ἐπιβάλλειν, ἐὰν ᾖ χρεία, τὰ393

1

.

395

θερμαίνειν ἢ χαλᾶν δυνάμενα. σπούδαζε δὲ τὰς μόνον χαλώσας φεύγειν καὶ τὰς ἀποκρούειν δυναμένας τῶν ἐπιβροχῶν ἢ καταπλασμάτων, ἀλλὰ μικτὴν αὐτῶν ποιεῖσθαι τὴν σκευασίαν. καὶ εἰ μὲν ἀσθενέστερα καὶ ῥευματι‐ ζόμενα φαίνοιτο τὰ σπλάγχνα καὶ ἀνόρεκτος ὁ πάσχων, τῶν στυφόντων
5καὶ ῥωννυόντων ἐπιτείνειν χρὴ τὴν δύναμιν· εἰ δὲ φλεγμαίνοντα καὶ ὀδυ‐ νώμενα, τὰ χαλῶντα μᾶλλον. καὶ ἁπλῶς πρὸς τὸ κατεπεῖγον καὶ ἐπιτείνειν καὶ ἀνιέναι δεῖ θατέρου τὴν δύναμιν. Περὶ ἐμβροχῆς στομάχου ἀσθενοῦντος καὶ μετρίως φλεγμαίνοντος. Εἰς οἴνου μέρη εʹ μίγνυε ὀμφακίου μέρη δʹ καὶ χαμαιμήλου μέρη βʹ
10καὶ μαστίχης βραχύ. εἰ δὲ φλεγμονὴ ζέουσα φαίνοιτο, εἰ καὶ γλεύκινον ἢ νάρδινον προσπλέξεις, οὐδὲν βλάψεις, ἀλλὰ καὶ ὠφελήσεις τὰ μέγιστα. εἰ δὲ φαίνοιτο τὸ στόμα τῆς γαστρὸς οὐκ ἀσθενῶς ἔχον ἢ ἀνορέκτως, ἀντὶ οἴνου ἕψημα πρόσπλεκε τῇ ἐπιβροχῇ προεφεψήσας ἐν αὐτῷ φοίνικας, μελίλωτα, ἀψίνθιον καὶ οὕτω διάβρεχε· εἰ δὲ ὑπὸ σπληνὸς φαίνοιτο καὶ
15μηδὲ οἱ πυρετοὶ σφοδρότεροι εἶεν, κυπρίνου πρόσπλεκε τῇ ἐπιβροχῇ καὶ μυροβάλανον καὶ τῆλιν ποίει προαφεψεῖσθαι εἰς τὸ ἀφέψημα. οὕτω δὲ καὶ ἐπὶ τῶν καταπλασμάτων δεῖ προσέχειν μικτὴν ἐπ’ αὐτῶν γίνεσθαι τὴν θεραπείαν καὶ, ὅπου μὲν ἀνήθινον ἢ κύπρινον ἀεὶ προσπλέκειν τῷ καταπλάσματι ἢ νάρδον· εἰ δὲ ὀξίδος ἢ ψύξεως αἰσθάνεται περὶ
20τὸν στόμαχον, [καὶ] εἰς τὸ ζέμα ἐν ᾧ ἑψῶνται καὶ νάρδου Κελτικῆς προσπλέκειν, καὶ ἀψινθίας καὶ ἀνήθου δεῖ σὺν αὐτοῖς· ἁλμυρὸν δ’ ἐμούντων χυμὸν θερμῶν ὄντων τὴν κρᾶσιν, καὶ μόνον τὸ χαμαιμήλινον ἀεὶ προς‐ πλέκειν ἔλαιον καὶ μαστίχης ἐπιπάσσειν βραχύ. ὁ δὲ καιρὸς τῶν κατα‐ πλασμάτων γινέσθω πρὸ μιᾶς ὥρας τῆς ἐπισημασίας ἐκτὸς πλείστης πυρίας
25καὶ μηδὲ χρονιζέτω ἐπικείμενα. χρόνια γὰρ πάντα, εἴτε ἐπιβροχὴ
εἴτε καταπλάσματα εἴη, εἰ καὶ τὰ μάλιστα ἐξ ἁπάντων αὐτά τις κατα‐395

1

.

397

σκευάσαι δυνηθείη τῶν τόνον ἐντιθέναι δυναμένων φαρμάκων, ἀλλὰ τῷ ἐπικεῖσθαι αὐτὰ πλείονα χρόνον ἔκλυσιν καὶ ἀσθένειαν τῆς δυνάμεως ἀπεργάζονται. τοσαῦτα περὶ ἐπιβροχῶν καὶ καταπλασμάτων ἡμῖν εἰρήσθω. εἰ γάρ τι καὶ τῶν κατὰ μέρος παραλέλειπται, τοῦτό τις τῷ λόγῳ
5ἐξευρίσκειν δυνήσεται ἐπιβλέπων εἰς ἅπαντα καὶ καταστοχαζόμενος τὸ συμφέρον.
Περὶ καθαρσίου. Μετὰ δὲ τὸ λεπτυνθῆναι τὴν ὕλην καὶ διαχυθῆναι παρέχων αὐτῷ ὀξύμελι καὶ τῶν ἄλλων ὅσα λεπτύνειν οἶδεν ἐν ταῖς τροφαῖς καὶ ἀπο‐
10ζέμασι καὶ καταπλάσμασι τηνικαῦτα λοιπὸν ἐπὶ τὸ καθαίρειν αὐτοὺς ἔρχου· σφόδρα γὰρ ὠφελοῦνται ὑπὸ τῶν κενώσεων. δεῖ δὲ μὴ ἀθρόως αὐτοὺς καθαίρειν, ἀλλὰ κατὰ μέρος καὶ ἁπλουστέροις, εἶτα λοιπὸν τοῖς ἐπὶ πλέον ἰσχυροτέροις. παχεῖα γὰρ οὖσα ἡ ὕλη οὐκ εὐχερῶς εἴκει τοῖς ἀθρόαν καὶ ταχεῖαν ποιοῦσι τὴν κένωσιν. ἀγαρικοῦ γοῦν δίδου γρ. γʹ ἢ δʹ μετὰ
15μέλιτος, ποτὲ δὲ καὶ πλέον ἢ ἔλασσον ἀποβλέπων πρὸς τὴν δύναμιν τοῦ κάμνοντος καὶ πρὸς τὸ ποσὸν τοῦ πλεονάζοντος χυμοῦ· ἄγει γὰρ φλέγμα καὶ οὐκ ἐγχρονίζει τὸ νόσημα.
Ἄλλο. Καὶ ὁ Κνίδιος κόκκος μετὰ πέψιν διδόμενος χρονίους ἀμφημερινοὺς
20ἰάσατο. καὶ καταπότια, οἷς συνήθως ἐγὼ ἀεὶ καὶ ἐπὶ τεταρταίων καὶ ἄλλων παθῶν χρῶμαι, καλῶς ποιοῦσιν ἐν ἑσπέρᾳ διδόμενα. ἔχεις δ’ αὐτῶν καὶ ἐν ἄλλοις ἐγκειμένην τὴν γραφὴν ἔχουσαν οὕτως·
[Start of Table]ἀλόης
. . . . . . . . οὐγ. αʹ
κολοκυνθίδος
. . . . . . οὐγγ. δʹ
25σκαμμωνίας
. . . . . . οὐγ. αʹ εὐφορβίου
. . . . . . . οὐγ. 𐅶ʹʹ ἑλλεβόρου φλοιοῦ μέλανος
. . οὐγ. αʹ
βδελλίου
. . . . . . . οὐγ. αʹ
397

1

.

399

κόμμεως
. . . . . . . οὐγ. αʹ
νίτρου Ἀλεξανδρινοῦ
. . . . οὐγ. 𐅶ʹʹ
ἐν ἄλλῳ
. . . . . οὐγγ. αʹ 𐅶ʹʹ.[End of Table] χυλῷ κράμβης ἀναλάμβανε καὶ δίδου ἐξ αὐτῶν κοχλιάρια δʹ ἢ ϛʹ, μηδὲν
5ὑφορώμενος ἢ στρόφον ἢ ὑπερκάθαρσιν. πάνυ ἀλύπως κενοῦσιν οὐ μόνον φλέγμα, ἀλλὰ καὶ μελαγχολικὸν χυμόν· διὸ καὶ τεταρταϊκὰς ἀπαλλάττουσι περιόδους. δίδου δὲ τοὺς κόκκους τούτους, ἐφ’ ὧν ἀπεψίαι πολλαὶ καὶ ἀδδηφαγίαι καὶ ἀργὸς βίος προηγήσατο καὶ ἡ κρᾶσις φλεγματικωτέρα καὶ οὐδὲν ἔχουσα ξηρὸν ἢ δριμύ. ἐπὶ γὰρ τῶν τοιούτων ἀβλαβῶς δίδοται
10καὶ σφόδρα ὠφελοῦνται οἱ λαμβάνοντες.
Ἄλλο ἄλυπον ἁλάτιον σφόδρα καλόν.
[Start of Table]Ζιγγιβέρεως
. . . . . . οὐγγ. δʹ
πετροσελίνου Μακεδονικοῦ
. . οὐγγ. δʹ
θύμου
. . . . . . . . οὐγγ. δʹ
15σιλφίου
. . . . . . . . οὐγγ. δʹ κυμίνου
. . . . . . . . οὐγγ. δʹ σελίνου σπέρματος
. . . . οὐγγ. δʹ λιβυστικοῦ
. . . . . . . οὐγγ. δʹ σκαμμωνίας
. . . . . . οὐγγ. γʹ 𐅶ʹʹ
20ἁλῶν κοινῶν πεφρυγμένων
. . οὐγγ. δʹ.[End of Table] Ἄλλο, ὡς ἡ γραφὴ τῶν ἁλατίων, κάλλιον. [Start of Table]Ζιγγιβέρεως
. . . . . . οὐγ. 𐅶ʹʹ πετροσελίνου Μακεδονικοῦ
. . δραχ. βʹ ἐπιθύμου
. . . . . . . δραχ. βʹ
25σιλφίου
. . . . . . . . δραχ. βʹ σελίνου σπέρματος
. . . . δραχ. βʹ ἄμμεως
. . . . . . . . δραχ. βʹ
κυμίνου
. . . . . . . . δραχ. βʹ
399

1

.

401

λιβυστικοῦ
. . . . . . . δραχ. βʹ πεπέρεως
. . . . . . . δραχ. βʹ ἁλῶν πεφρυγμένων
. . . . οὐγγ. βʹ 𐅶ʹʹ σκαμμωνίας
. . . . . . οὐγγ. αʹ 𐅶ʹʹ.[End of Table]
5γράμματα ἓξ δίδου ἐν τοῖς διαλείμμασιν ἑσπέρας, ὡς ἂν βούλωνται. μαλάξαι δὲ θέλων τὴν γαστέρα δίδου κοχλιάριον αʹ, εἰ δὲ καὶ πλέον ἐργάσασθαι βούλει, δύο· καθᾶραι δὲ θέλων ἐπὶ τῶν ἀνδρῶν ......... καὶ παιδίοις καὶ γυναιξὶν ἐγκυμονούσαις ἐπὶ τὸν τέταρτον ἢ ἕβδομον μῆνα καὶ καθόλου ὅτε μηνῶν τριῶν ἢ ἐννέα κενώσεις· οὕτως εἰσὶν ἀλυπότατοι καὶ
10ἀκίνδυνοι. δυνατὸν μὲν γὰρ καὶ μετὰ ἄρτου δεδόσθαι καὶ ἐν ὀξυκράτῳ καὶ ἐν λαχάνοις. ἀλλ’ ὅμως κάλλιόν ἐστιν ἐπὶ τῶν περιοδικῶν νοσημάτων μετὰ χυλοῦ πτισάνης ἡμᾶς αὐτὸ πιεῖν δίδοσθαι. τοσαῦτα καὶ περὶ καθαρσίων εἰρήσθω.
Περὶ ἀντιδότων πρὸς ἀμφημερινούς.
15[Start of Table]Στύρακος καλαμίτου
. . δραχ. δʹ ἴρεως Ἰλλυρικῆς
. . . δραχ. δʹ σμύρνης
. . . . . . δραχ. δʹ ὀποπάνακος
. . . . . δραχ. αʹ πεπέρεως
. . . . . δραχ. αʹ
20
χαλβάνης
. . . . . δραχ. αʹ
ὀπίου
. . . . . . . δραχ. αʹ[End of Table] ταῦτα τρίψας ἕνωσον πάντα συμμίσγων αὐτοῖς μέλιτος τὸ ἀρκοῦν καὶ δίδου κυάμου Αἰγυπτίου τὸ μέγεθος πρὸ τῆς ἐπισημασίας ἀνακεκλιμένῳ ἐν τῇ κλίνῃ καὶ συγκεχρισμένῳ μετὰ ἐλαίου καὶ πεπέρεως κόκκων ιʹ. παρα‐
25κείσθωσαν δὲ ἄνθρακες· τοῦτο ὕπνον ποιεῖ καὶ ἱδρῶτας· καὶ κουφίζειν
πάνυ ποιεῖ καὶ μάλιστα ἐπὶ τῶν ... ἐχόντων καὶ ὠμότητα πολλήν.401

1

.

403

Ἄλλο.
[Start of Table]Ἀγαρικοῦ
. . . . δραχ. αʹ
γεντιανῆς
. . . . δραχ. αʹ[End of Table] δίδου μετὰ μελικράτου πρὸ τῆς ἐπισημασίας. τοῦτο λεπτύνει μετρίως καὶ
5ἐκφράττει καὶ διὰ γαστρὸς καὶ δι’ οὔρων τὴν ὕλην συμμέτρως κενοῖ.
Ἄλλο. Τὸ ζέμα τῆς χαμαίδρυος δίδου πίνειν τοῖς ἔχουσιν ἀμφημερινὸν πυρετὸν ἤτοι περίοδον· ἄγει οὖρα πολλὰ καὶ κουφίζει· δίδου δ’ ἐπὶ τῶν μὴ πάνυ πυρεσσόντων μηδ’ ἐφ’ ὧν ἡ κρᾶσις θερμὴ καὶ ξηρά.
10Ἀντίδοτος πρὸς ἀμφημερινοὺς, ποιεῖ καὶ ἐπὶ τεταρταίους.
[Start of Table]Ὀπίου
. . . . . δραχ. δʹ
ὀποπάνακος
. . . . δραχ. δʹ
καστορίου
. . . . δραχ. δʹ
δαύκου σπέρματος
. . δραχ. δʹ[End of Table]
15λεῖα ποιείσθωσαν· πρόσμισγε μέλιτος ὀλίγον, ἐπὶ ἀνδρῶν ἐν ὁλκῇ ὀβολοὺς γʹ, παιδίοις δὲ ὀβολοὺς βʹ. χρῶ ὡς παραδόξως ποιοῦντι μετὰ οἰνομέλιτος πρὸ ὥρας τῆς ἐπισημασίας καὶ μάλιστα ἐφ’ ὧν μή ἐστιν ἁλμυρὸν τὸ φλέγμα μηδὲ πάνυ θερμὴ καὶ ξηρὰ ἡ κρᾶσις.
Περὶ ἀλοιφῆς.
20 Ἀλοιφῇ δὲ χρηστέον ἀποβλέποντας πρὸς τὸ μέγεθος τῆς φρίκης καὶ τοῦ πυρετοῦ καὶ τοῦ κάμνοντος τὴν δύναμιν. εἰ μὲν γὰρ τῆς περι‐ ψύξεως γινομένης πολλῆς καὶ φρίκης ὁ πυρετὸς μὴ φαίνοιτό σοι πάνυ σφοδρὸς μήτε ἡ δύναμις ἀσθενὴς, ἀλλ’ ἐρρωμένη, μᾶλλον κέχρησο τοῖς ἰσχυροῖς ἀλείμμασιν εἰς τὸ θερμᾶναι καὶ μετασυγκρῖναι καὶ λεπτῦναι δυνα‐
25μένοις τὴν ἐπιφάνειαν. εἰ δὲ τοὐναντίον μήτε ἡ δύναμις ἰσχυρὰ φαίνοιτο μήτε περίψυξις πολλὴ οἵ τε πυρετοὶ σφοδροὶ γινόμενοι, τηνικαῦτα τοῖς μετρίως λεπτύνουσι καὶ ἀραιοῦσι τὴν ἐπιφάνειαν δεῖ κεχρῆσθαι. εἴπωμεν οὖν περὶ διαφορᾶς ἀλειμμάτων τοῦτο αὐτὸ προσδιοριζόμενοι, ποῖα μὲν
ἰσχυρότερα, ποῖα δὲ ἀσθενέστερα.403

1

.

405

Ἄλειμμα ἰσχυρόν. Πύρεθρον καὶ πέπερι καὶ νίτρον ἐξ ἴσου καὶ γλήχωνα ὀλίγον ἑνώσας καὶ μετὰ ἐλαίου συλλειώσας ἄλειφε τὰ ἄκρα καὶ τὴν ῥᾶχιν. εἰ δὲ καὶ περὶ αὐτὴν αἰσθάνεται ψύξεως, θαυμαστόν ἐστι τὸ ἄλειμμα
5καὶ πάνυ ποιοῦν τοῖς σφόδρα κατεψυγμένοις καὶ χρονίσασιν ἐν τῇ νόσῳ.
Ἄλλο μέτριον.
[Start of Table]Πεπέρεως . . . . κόκκοι γʹ
καὶ λιβανωτοῦ χόνδρου[End of Table] λειώσας ἅμα ἐλαίῳ σύγχριε.
10
Ἄλλο. Νίτρον μετὰ ἐλαίου λειώσας ἀνάτριβε τὰ ἄκρα τοῦ νοσοῦντος καὶ ἐν λουτρῷ καὶ ἐκτὸς λουτροῦ. καὶ τὴν ῥᾶχιν κέλευσον ἀνατρίβεσθαι· κινεῖ γὰρ ἱδρῶτας καὶ ὠφελεῖ.
Ἄλλο σφόδρα καλὸν καὶ πολλὴν πεῖραν δεδωκὸς πολλοῖς.
15
[Start of Table]Ἀρτεμισίας κροκοδειλιάδος
. . . οὐγγ. ϛʹ
στέατος κροκοδείλου ποταμίου
. . οὐγγ. ϛʹ
ἐλαίου
. . . . . . . . . ξεστ. αʹ.[End of Table] πάντα ὁμοῦ ἑψήσας ἐκ τοῦ ἐλαίου ἄλειφε τὸν κάμνοντα πρὸ τῆς ἐπι‐ σημασίας καὶ μάλιστα τὴν ῥᾶχιν καὶ θαυμάσεις τὴν δύναμιν. καλὸν
20δέ ἐστι καὶ εὐῶδές τι προσπλέκειν, διότι διὰ τὸ ἔχειν τὸ δύσοδμον τὸ ἄλειμμα ἀντιπάθειάν τινα δρᾷ. Ἄλλο ἐφ’ ὧν σφοδροὶ φαίνονται οἱ πυρετοὶ καὶ ἡ περίψυξις μετρία. Λαβὼν τὸν ἀφρὸν τῶν ἀποβρασμάτων τῶν λεβήτων τῶν ἐν τοῖς βαλανείοις πρόσπλεξον αὐτῷ ἐλαίῳ ἄχρι γλοιώδους συστάσεως καὶ χρῖε
25πρὸ τῆς λήψεως. τὸ αὐτὸ φυσικῶς ποιεῖ.405

1

.

407

Φυσικὰ περίαπτα. Ὁ ἀετίτης λίθος ποιεῖ μὲν καὶ πρὸς ἄλλα πλεῖστα καὶ πρὸς περιοδικὰ δὲ ῥίγη καὶ μάλιστα πρὸς ἀμφημερινοὺς περιαπτόμενος.
Ἄλλο περίαπτον, οὗ πολλὴν ἔσχον πεῖραν.
5 Εἰς φύλλον ἐλαίας μετὰ κοινοῦ μέλανος ἐπίγραψον ‘κα‘ ‘ῥοι‘ ‘α‘. λάμβανε δὲ καὶ τὸ φύλλον τῆς ἐλαίας πρὸ ἡλίου ἀνατολῆς καὶ περίαπτε περὶ τὸν τράχηλον.
Ἄλλο φυσικὸν πρὸς ἀμφημερινούς. Τὸ ζωύφιον τὸ καθεζόμενον καὶ ὑφαῖνον ἐπὶ τὸ θηρᾶν τὰς μυίας
10καλῶς ποιεῖ δεσμούμενον ῥάκει καὶ περιαπτόμενον ἀριστερῷ βραχίονι.
κεφ. ζʹ.
Περὶ τεταρταίου. Ὁ τεταρταῖος πυρετὸς οὐκ ἔχει μίαν ἰδέαν, ἀλλὰ ποικίλην καὶ διάφορον. ὁ μὲν γὰρ ἐξ ὑπεροπτήσεως τῆς ξανθῆς χολῆς ἔχει τὴν γένεσιν,
15ὁ δὲ ἀπὸ τοῦ τρυγώδους αἵματος. οὐ μόνον δὲ κατὰ τὴν ὕλην ἀλλήλων διαφέρουσιν, ἀλλὰ καὶ τὸν τόπον, ἐν ᾧ συνίστανται· ὁ μὲν γὰρ ἐν τοῖς ἀγγείοις, ὁ δὲ ἐν τῷ σπληνὶ μᾶλλον. ἐπεὶ οὖν ἔχει τὸ εἶδος διάφορον, καὶ τὸν τῆς θεραπείας τρόπον εἶναι χρὴ διάφορον καὶ οὐχ ἕνα, καθάπερ οἱ πολλοὶ νομίζουσιν. ὁ μὲν γὰρ ὑπὸ τοῦ μελαγχολικοῦ χυμοῦ γινόμενος εἰκότως
20ὑπὸ τῶν θερμαινόντων καὶ ὑγραινόντων ὠφελεῖται, ὁ δ’ ἐξ ὑπεροπτήσεως ὑπὸ τῶν ὑγραινόντων τε καὶ ψυχόντων, οἷον πεπόνων, σταφυλῆς, ὀστρέων, ἰχθύων καὶ ὕδατος καὶ ἁπλῶς ὑπὸ τῆς εὐκράτου καὶ εὐψυχοῦς ἀναγωγῆς καὶ λουτρῶν χλιαρῶν. ἐμοὶ γοῦν ἐπῆλθε θαυμάσαι πολλάκις, πῶς ὁ θειότατος Γαληνὸς ἐπὶ πάντων οὐκ ἄλλην τινὰ δίαιταν ἐπιτάττων φαίνεται, εἰ μὴ
25τὴν θερμαίνειν αὐτοὺς καὶ ξηραίνειν δυναμένην. δίδωσι γὰρ αὐτοῖς τὴν
‘διὰ τριῶν πεπέρεων‘ καὶ τὸν διοσπολίτην καὶ ὀπὸν Κυρηναικὸν καὶ τὴν407

1

.

409

θηριακὴν καὶ ἐν τροφῇ τόν τε τάριχον καὶ τὸ πέπερι· τοῦτο δὲ μάλιστα καθ’ ἑκάστην ἡμέραν πίνειν ἐπέτρεψε. καὶ καθόλου φείδεσθαι παραγγέλλει τῶν ψυχόντων καὶ ὑγραινόντων, διὰ τὸ ψυχρὸν, φησίν, εἶναι τὸν ποιοῦντα τὸ πάθος χυμόν. ἀλλ’ εἰ μὲν τῶν θερμαινόντων ἔχρῃζεν ὁ μελαγχολικὸς
5χυμὸς, οὐ δεῖται ἐξ ἀνάγκης καὶ τῶν ξηραινόντων· εἴπερ γέ ἐστι ψυχρὸς καὶ ξηρός, τῶν θερμαινόντων γὰρ δεηθήσεται καὶ τῶν ὑγραινόντων. ἀλλ’ οὐ φαίνεται καὶ τῶν ὑγραινόντων τι ὅλως ἐπιτάττειν ἐθέλων, ἀλλὰ τοὐναντίον ἅπαντα τὰ ξηραίνοντα καὶ ὑπεροπτῶντα καὶ παχύτερον μᾶλλον ἐργαζόμενα τὸν χυμόν. τὰ γὰρ δοκοῦντα μᾶλλον λεπτύνειν, ἐπειδὰν ὑπάρχῃ καὶ θερμότερα,
10πρὸς ὀλίγον μέσως δοκεῖ λεπτύνειν, ὕστερον γεωδεστέρους καὶ πολλῷ τοῦ πρὶν παχυτέρους ἐργάζεται, ἐξικμάζοντα καὶ ἀναλίσκοντα τὸ ἐν αὐτοῖς ὑγρὸν, ὥστε διὰ τοῦτο βραδύνειν τὴν φύσιν ἐκπέττειν τὰ περιττά. ἐμάθομεν γὰρ ὅτι θερμῷ καὶ ὑγρῷ καὶ αἱ πέψεις καὶ πᾶσα ζῳογονία γίνεται. καὶ ἔστιν ἰδεῖν τοῦτο καὶ ἐπὶ τῶν ἐκτός· ὑπό τε γὰρ ὄμβρων καὶ τῆς τοῦ
15ἡλίου θερμασίας οἵτε καρποὶ καὶ ἕκαστον τῶν φυτῶν ζῳογονοῦνται. καὶ ἄλλως δὲ πάντα τὰ παρὰ φύσιν τῶν ἐναντίων χρῄζει πρὸς τὴν θερα‐ πείαν, τὰ δὲ κατὰ φύσιν μᾶλλον τῶν ὁμοίων. ἰατροῦ γοῦν τοῦτό ἐστιν ἀρίστου ἔργον, τὸ θερμὸν μὲν ψῦξαι, τὸ δὲ ξηρὸν ὑγρᾶναι, τὸ δὲ ψυχρὸν θερμᾶναι καὶ τὸ ὑγρὸν ξηρᾶναι, καὶ ἁπλῶς εἰπεῖν τὰ ὄντα πάθη νικῆσαι
20τοῖς ἐναντίοις χρώμενον καὶ πάντα τὰ δέοντα περιποιῆσαι καὶ πάσῃ τέχνῃ καὶ παντὶ λόγῳ σῶσαι τὸν κάμνοντα, καθάπερ ἐν πολέμῳ πολιορκούμενον· εἴποτε οὖν καὶ ξηροτέρᾳ τύχῃ διαίτῃ χρήσασθαι τὸν κάμνοντα ἢ καὶ δι’ ἐπι‐ θυμίαν ἢ καὶ διὰ τὸ χρῄζειν οὕτω τὸν κάμνοντα ξηραινόντων φαρμάκων ἢ σιτίων, οἷον ὑδρογάρου ἢ κονδίτου ἤ τινος τοιούτου φαρμάκου, συμβουλεύω καὶ
25τότε ἅπαξ ἢ δὶς τοῦτο ποιήσαντα καὶ μετρίως ὑποθερμαίνοντα τὸ σῶμα πάλιν εὐθὺς ἐπὶ τὴν ἐξ ἀρχῆς ἐπανέρχεσθαι δίαιταν τὴν ὑγραίνειν ἠρέμα καὶ θερμαίνειν δυναμένην. οὕτω γὰρ οὔτε ἡ τῶν θερμαινόντων προσφορὰ βλάψαι τι μέγα δυνήσεται καὶ προσέτι μᾶλλον ὑπὸ τῶν ὑγραινόντων εὔλυτος
γενηθήσεται (χυμὸς), δυσκίνητος ὢν φύσει καὶ ξηρότερος, ὥστε αὐτὸν409

1

.

411

ἀνεθέντα μετὰ τὸ διαλυθῆναι καὶ τρόπον τινὰ πρὸς ἔκκρισιν ἐπειγόμενον εὐμαρῶς ὑπὸ τῶν κενούντων φαρμάκων ἀλύπως αὐτὸν δυνηθῆναι κατὰ μέρος ὑποκλαπῆναι. καὶ γὰρ οὕτω δεῖ ποιεῖν ἐπὶ τῶν παχυτέρων καὶ ξηροτέρων χυμῶν, ὑγραίνειν τε αὐτοὺς καὶ ἀναλύειν καὶ μὴ ἐᾶν χρονίζειν
5ἀναλυθῆναι φθάσαντας, ἀλλὰ θέλειν εὐθὺς ὁρμᾶν ἐπὶ κάθαρσιν. καὶ εἴπερ ἔτι χρῄζει, πάλιν ὑγραίνοντας καὶ λουτροῖς καὶ διαίτῃ οὕτως ὑποκαθαίρειν. Περὶ τοῦ διὰ τὴν ὑπερόπτησιν τῆς ξανθῆς χολῆς· κινουμένου τεταρταίου. Εἰ δὲ ὁ τεταρταῖος μὴ φαίνοιτό σοι κινούμενος ὑπὸ τοῦ ξηροῦ καὶ ψυχροῦ χυμοῦ, ἀλλὰ μᾶλλον ὑπὸ χολώδους καὶ ὑπεροπτωμένου, τότε
10μᾶλλον τοῖς ψύχειν δυναμένοις κεχρῆσθαι δεῖ, εἴγε φαίνοιτό σοι καὶ ὁ κάμνων ὑπάρχων τῇ φύσει θερμὸς ἅμα καὶ ξηρὸς καὶ ἀκμάζων τὴν ἡλικίαν καὶ ψυχροπότης καὶ ἡ ὥρα δ’ ᾖ θερινή· ποτὲ δὲ καὶ φροντίδες ἀγρυπνίαι τε καὶ λύπαι καὶ θυμοὶ καὶ φαρμάκων δριμέων προσφοραὶ προηγήσαντο. ταῦτα γὰρ ἅπαντα χολώδη καὶ ἐξ ὑπεροπτήσεως οἶδε γεννᾶν τεταρταῖον.
15ἐπὶ τούτων οὖν οὐχ ἁμάρτοις πόμασι καὶ ἐδέσμασι κεχρημένος ψυχροῖς, οἷον πέποσιν, εἰ ὁ καιρὸς ἔχει, καὶ ῥοδακίνοις καὶ ἰντύβοις καὶ θριδακίνῃ καὶ πάντα γε ποιῶν ἁπλῶς, ὅσα γε ποιήσειεν ἄν τις ἐπὶ γνησίου τριταίου. ἀδύνατον γὰρ ἄλλως νικηθῆναι τὸν ὑπὸ θερμότητος καὶ ξηρότητος παχυνθέντα χυμὸν, εἰ μή τινα τῶν ἐμψυχόντων καὶ ὑγραινόντων παραλάβῃς, ὥσπερ
20γε καὶ τὰ ὑπὸ ψύξεως παχυνθέντα διὰ τῶν θερμαινόντων. ταῦτα οὖν, ὡς εἰρήκαμεν, ἅπαντα τὰ θερμαίνοντα εἰ καὶ δοκοῦσι λεπτύνειν, ἀλλ’ οὖν ἐπιπαχύνουσιν. ἐπὶ τούτων οὖν ταῦτα οὐ δεῖ προσφέρειν· ἐπιπαχύνουσι γὰρ μᾶλλον ἢ λεπτύνουσι τὸν τοιοῦτον χυμὸν καὶ μάλιστα ὅσα σφοδρότερον θερμαίνειν καὶ παχύνειν ἐπαγγέλλεται. οὐ δεῖ οὖν οὔτε καταπλάσμασιν ἢ
25ἐπιβροχαῖς ἐπὶ τεταρταίου σπουδάζειν κεχρῆσθαι. ἀρκέσει γὰρ καὶ μόνη ἡ διὰ τοῦ πλείονος καὶ ὑδρελαίου ἀλοιφὴ συνεχῶς γινομένη ἐπὶ λουτρῷ καὶ τροφαῖς εὐκράτοις ἐπικεράσαι καὶ πραῧναι τὸ θερμὸν καὶ εἴ τι σκληρόν ἐστιν ἐν ἥπατι καὶ τοῦτο χαλάσαι. εἰ δεήσει δὲ, καὶ μᾶλλον αὐτῷ
μόνῳ δεῖ χρήσασθαι ἢ καὶ χαμαιμήλου ἑψήματι, ἐν ᾧ ἡψήθη καὶ411

1

.

413

κόμη ἀψινθίου καὶ φοίνικες λιπαροὶ καὶ μελίλωτα. οἶδα δὲ καὶ ἐπιθήματι πολλάκις χρησάμενος ἐπὶ τεταρταίου καιρῷ πάνυ εὐκράτῳ, καθάπερ ἐπὶ τριταίου πρὸ τοῦ παροξυσμοῦ, διὰ κριθίνου ἀλεύρου καὶ λινοσπέρμου καὶ ζέματος χαμαιμήλου καὶ μεγάλως ὠφέλησα, ὥστε μηκέτι παροξυνθῆναι
5τὸν κάμνοντα. μάλιστα δὲ καὶ ἐπὶ τοῦ δι’ ὑπερόπτησιν τῆς χολῆς κινου‐ μένου τεταρταίου καὶ ἐπὶ παιδίων θερμοτέρων τὴν κρᾶσιν εὐδοκιμοῦντα φαίνεται τὰ τοιαῦτα, ἐφ’ ὧν ἐν τῷ ὑποχονδρίῳ φλεγμονή τις ὀχλεῖ. εἰ δὲ καὶ ἐπὶ τοῦ ψυχροῦ τεταρταίου—οὕτω γὰρ δεῖ καλεῖν τὸν ἐκ ψυχροῦ καὶ ξηροῦ μελαγχολικοῦ χυμοῦ κινούμενον τεταρταῖον—χρήσεταί
10τις ἐπιθήματι καὶ θερμοτέρῳ πρὸ τοῦ παροξυσμοῦ καὶ τοῦτον ὠφελήσει τὰ μέγιστα, ὥστε καὶ παύσασθαι ταχέως καὶ δυσχερῶς εἰ συνέβη παροξυνθῆναι τὸν κάμνοντα. κάλλιον δὲ εἰ καὶ προκεκενωμένου ὅλου τοῦ σώματος χρήσεταί τις ἐπιθήματι καὶ παντὶ ἄλλῳ βοηθήματι μερικῷ. ὅσοι γὰρ ἔτι ῥυπαροῦ ὄντος τοῦ ὅλου σώματος ἢ καταπλάττειν ἢ
15διαβρέχειν ὁρμῶσιν, οὗτοι μεγίστων κακῶν αἴτιοι γίνονται. καθαίρειν δὲ δεῖ τοὺς ἐπὶ χολῇ καυθείσῃ συνισταμένους τεταρταίους προϋγραίνοντας πλείονι τροφῇ καὶ ἀναπαύσει, τοὺς δὲ ἐπὶ μελαγχολικῷ χυμῷ ὑγραίνειν μὲν αὐτοὺς δεῖ· ξηρὸς γὰρ ὁ χυμὸς, διὰ δὲ τὸ γεῶδες αὐτοῦ καὶ ψυχρὸν καὶ θερμαίνειν καὶ λεπτύνειν αὐτὸν δεῖ. τὴν δὲ κάθαρσιν δεῖ ποιεῖσθαι οὐκ ἐν ταῖς
20ἀρχαῖς, ἀλλὰ πέψεως ἀρχομένης ἤδη. οὕτω δὲ καὶ εἰ αἵματος κενώσεως νομίσῃς δεῖσθαι τὸν κάμνοντα, ὡς τοῦ μελαγχολικοῦ χυμοῦ ἐξ αἵματος ὄντος, μὴ ἐν ταῖς ἀκμαῖς, ὅτε καὶ ὁ χυμὸς πέφυκε ἐκκρίνεσθαι· τότε γὰρ συνεπέφθη. οὕτω δὲ κουφιζομένη ἡ φύσις περιγίνεται τῆς ὑπολειπομένης
ὕλης. ὅταν οὖν φανῇ σοι πέψις ἐν τοῖς οὔροις, τοῦτο πράττειν καὶ δοῦναι413

1

.

415

χρὴ καθαρτήριον χολὴν ἀλύπως καθαίρειν δυνάμενον καὶ ὑπεροπτηθέντας χυμοὺς τὸ διὰ τοῦ ῥοδομέλιτος σκευαζόμενον. ἔχει δὲ οὕτω.
Καθάρσιον τὸ διὰ ῥοδομέλιτος.
[Start of Table]Χυλοῦ ῥόδων
. . . . ξε. βʹ
5
μέλιτος
. . . . . . ξε. αʹ
σκαμμωνίας ὀπτῆς
. . . οὐγ. αʹ[End of Table] ἕψε ὁμοῦ πάντα· ἡ δόσις ἡ τελεία κοχλιάρια βʹ ἢ ἔλαττον. Εἰ δὲ μὴ πάνυ φαίνοιτό σοι ὁ χολώδης θερμὸς ὢν καὶ ξηρὸς, ἀλλὰ παχύτερος ὑπὸ φλεγματικοῦ χυμοῦ νοθευόμενος, ὀλίγον ἀγαρικὸν προσπλέκειν
10δεῖ τῷ προειρημένῳ ῥοδομέλιτι καὶ οὕτως ὑποκαθαίρειν καὶ τοῦτον. πρὸς δὲ τὸ ἑτοίμως συντιθέναι καὶ σκευάζειν ὑπογράψω σοι καὶ τούτου τὴν ἔκθεσιν ἔχουσαν οὕτω·
[Start of Table]ῥόδων χυλοῦ
. . . . λιτ. αʹ
σκαμμωνίας
. . . . οὐγ. αʹ
15
ἀγαρικοῦ
. . . . . οὐγγ. δʹ
πεπέρεως
. . . . . γρρ. βʹ
μέλιτος
. . . . . οὐγγ. ϛʹ.[End of Table] ἕψε μαλθακῷ πυρί, καὶ ὅταν συστραφῇ, ἐπίβαλε τὴν σκαμμωνίαν καὶ τὸ πέπερι καὶ χρῶ. πάνυ γὰρ ἀλύπως κενοῖ μετὰ τοῦ μὴ θερμαίνειν πολύ.
20
Καθάρσιον τὸ διὰ τῶν κυδωνίων μήλων. Λαβὼν μῆλα κυδώνια ηʹ πλήρωσον αὐτὰ σκαμμωνίας· ἔστω δὲ τὸ πλῆθος τῆς σκαμμωνίας οὐγ. αʹ· καὶ περίπλασον αὐτὰ στυππείῳ ἔξωθεν καὶ οὕτω δὸς ὀπτηθῆναι. καὶ μετὰ τὸ καλῶς ὀπτηθῆναι ἐπίβαλε τὸ μέλι καλῶς λειώσας καὶ χρῶ πρὸς τὴν δύναμιν τῶν ὑπὸ χολῆς κινουμένων
25τεταρταίων καὶ ἐπὶ τῶν μὴ δυναμένων φέρειν γενναῖον καθάρσιον καὶ ἐπὶ παίδων μᾶλλον καὶ γυναικῶν· ἔστι γὰρ ἀλυπότατον. εἰ δὲ βούλει καὶ αὐτὸ δραστικώτερον ποιῆσαι, σκεύαζε οὕτω·
[Start of Table]σκαμμωνίας
. . . . . . . οὐγ. αʹ
πετροσελίνου Μακεδονικοῦ
. . οὐγ. αʹ
30πεπέρεως λευκοῦ
. . . . . οὐγ. αʹ
ἀγαρικοῦ
. . . . . . . . . οὐγ. 𐅶ʹʹ
415

1

.

417

χυλοῦ κυδωνίων
. . . . . οὐγγ. ϛʹ
χυλοῦ κιτρίων
. . . . . . οὐγγ. γʹ
μέλιτος
. . . . . . . λιτρ. αʹ[End of Table] ἡ δὲ δόσις οὐγ. αʹ.
5 Ἕψε τὸν χυλὸν μετὰ τοῦ μέλιτος καὶ οὕτως ἐπίπαττε τὰ ξηρὰ λεῖα καὶ ἀποτίθει εἰς πυξίδα θαρρῶν· ἔστι γὰρ πολύχρηστον τὸ βοήθημα· οὐ μόνον γὰρ χολὴν, ἀλλὰ καὶ φλέγμα καὶ μελαγχολικὸν χυμὸν ὑπο‐ καθαίρειν καλῶς δύναται. διὰ τοῦτο οὖν καὶ τοῖς νόθοις παρέχειν δεῖ τεταρταίοις καὶ ἐπ’ ἐκείνων δὲ μᾶλλον, ἐφ’ ὧν καὶ ὁ στόμαχος πέπονθε
10καὶ οὔτε πέττειν καλῶς οὔτε ὀρέγεσθαι δύναται, καὶ πρὸς τοὺς ἔχοντας ἀμφημερινούς· οὕτω ποικίλως πρὸς ἅπαντα κατασκευάσαι χρήσιμον.
Περὶ ἐμέτου. Ἔμετος δὲ ὠφελιμώτατος ἅπασι καὶ μάλιστα τοῖς ἔχουσι παχὺ ἐν τῷ στόματι τῆς γαστρός· ἀπολεπτύνει γὰρ τὸ πάχος καὶ πέττεσθαι παρα‐
15σκευάζει καὶ διαπνεῖσθαι ταχύτερον. κάλλιστος δὲ καιρός ἐστι πρὸς ἔμετον ἀρχομένου τοῦ παροξυσμοῦ, ἐπειδὴ καὶ τότε ναυτιώδεις οἱ χυμοὶ γίνονται κινουμένης τῆς ὕλης καὶ συρρεόντων τῶν χυμῶν ἐν τῷ στομάχῳ καὶ δακνόντων αὐτόν. δίδου δὲ τὸ μελίκρατον αὐτοῖς καὶ ἔστω μὴ πάνυ ὑδαρές· οὕτω γὰρ εὐχερέστερον ὁρμῶσιν εἰς ἔκκρισιν. οἱ δὲ πάνυ
20γλίσχροι ὄντες καὶ δυσαπόσπαστοι δυσχεραίνουσι πρὸς ἔκκρισιν. καὶ πτεροῖς δεῖ κεχρῆσθαι καὶ μάλιστα τοῖς χηνείοις, ἵνα διὰ τοῦ πλείονος ἐρεθισμοῦ γίνεσθαι πάντως ἔμετον συμβῇ· ἐὰν γὰρ ἀνενεχθῇ τι τῶν γλίσχρων χυμῶν, εὐθὺς καὶ παροξυσμὸς μειωθήσεται καὶ κατὰ τὸ μῆκος ἅμα καὶ κατὰ τὸ ἔθος. ἐγὼ γὰρ οἶδα τῷ τρόπῳ τούτῳ λύσας χρονίους τεταρταίους,
25ὥστε τινὰς αὐτῶν κρατοῦντος ἤδη τοῦ χείρονος ἀποπαύσασθαι.
Περὶ ἁλμυρῶν. Καὶ ἁλμυροῖς δὲ χρηστέον ἐπ’ ἐκείνων δηλονότι τῶν ὑπὸ τοῦ μελαγχολικοῦ χυμοῦ κινουμένων καὶ ἐφ’ ὧν ὁ στόμαχος γλίσχρους περιέχει
χυμοὺς ἢ σπληνός ἐστιν ἔμφραξις πολλή. ἀρίστη δέ ἐστιν ἐνταῦθα καὶ ἡ417

1

.

419

ἐγκατηρὰ λεγομένη καὶ ἡ κατὰ τὰ Ἀλεξανδρέων βουρίδια καὶ μαινο‐ μένια καὶ μεμβρίδιά ἐστι. δεῖ δὲ τὸν προσφερόμενόν τι τούτων ἄχρι τινὸς προσκαρτερῆσαι τῇ δίψῃ καὶ μὴ προσενέγκασθαι πίνειν ἐθέλειν, ὥστε δυνηθῆναι δρᾶσαι τι καὶ τὴν αὑτῶν ἐνέργειαν ἐνθεῖναι τῷ σώματι· εἶτα
5μετὰ τὸ διαλιπεῖν ὡς μὴ δύνασθαι καρτερεῖν τῇ δίψῃ, τηνικαῦτα διδόναι προσήκει πίνειν Ἀσκάλωνος οἴνου ἢ Γαζίτου κεκραμμένου ὅσον ἡδέως ἔχει. ἐγὼ γοῦν οἶδά τινα τῶν τεταρταϊζόντων διὰ τὸν γεώδη καὶ ψυχρὸν χυμὸν οὕτως ἀπαλλαγέντα ταύτῃ τῇ ἀγωγῇ χρησάμενον, ὡς ἐξέκρινε καὶ διὰ γαστρὸς τὸν πλεονάζοντα χυμόν. ἦν δὲ τὸ ἐκκριθὲν οὕτω μέλαν ἰσχυρῶς,
10ὥστε τινὰς ἐν φόβῳ καταστῆναι τῶν ἰατρῶν οὐ μόνον διὰ τὴν χροιὰν, ἀλλὰ καὶ διὰ τὸ πλῆθος τὸ ἐκκριθέν. ἀλλ’ ἡ γενομένη μετ’ ὀλίγον εὐφορία τῷ κάμνοντι καὶ τὸ γενέσθαι μικρὸν τὸν σπλῆνα, μέγιστον ὄντα πρὸ τῆς κενώσεως, εὐθυμεῖν καὶ μηδὲν ἔτι δεδιέναι πάντας παρεσκεύασεν. εἰδέναι δὲ δεῖ, ὅτι τοῖς ὑγροτέροις τὴν κρᾶσιν καὶ ψυχροτέροις καὶ εὐτραφέσι τὰς
15εἰρημένας δεῖ προσφέρειν τροφὰς καὶ πᾶν ὅ, τι ἂν ᾖ σμήχειν καὶ λεπτύνειν μετρίως δυνάμενον καὶ πέψεως ἀρχομένης φαίνεσθαι. καὶ γὰρ οἱ χυμοὶ τηνικαῦτα μᾶλλον καὶ τοῖς καθαίρουσι καὶ λεπτύνουσιν ἑτοιμοτέρως ὑπείκουσιν· ὅσοι γὰρ ἐν ταῖς ἀρχαῖς ἀπέπτου πάνυ τῆς ὕλης ὑπαρχούσης φαρμάκοις λεπτύνουσιν ἢ καθαίρουσιν ἐχρήσαντο, οὗτοι πρὸς τῷ μὴ
20δυνηθῆναί τι τῶν πλεοναζόντων κενῶσαι καὶ ξηροτέρους καὶ παχυτέρους ἐποίησαν τοὺς χυμούς. εἰ μὲν οὖν εἴη τοιοῦτος ὁ τεταρταῖος, ὥστε αὐτὸν ὑπὸ τοῦ ψυχροῦ καὶ γεώδους κινεῖσθαι, οὕτω δεῖ πράττειν· εἰ δ’ ὑπὸ τοῦ χολώδους χυμοῦ καὶ ἐκκαέντος καὶ ἐκτεφρωθέντος γίνοιτο, πάντα τὰ ἐναντία δεῖ πράττειν, ὅσα ὑγραίνειν ἢ ψύχειν δύναται, λουτρά τε
25γλυκέων ὑδάτων προσάγειν καὶ εὐκράτους τροφὰς καὶ ἁπλῶς εἰπεῖν, ὥσπερ ἔχουσι τὸ εἶδος διάφορον, οὕτω χρὴ καὶ τὴν δίαιταν αὐτῶν ὁρίζειν
διάφορον.419

1

.

421

Περὶ ἀντιδότων. Δεδώκασι δέ τινες τῶν παλαιῶν τοῖς τεταρταΐζουσι καὶ ἀντιδότους καὶ πολλὰς ἔστιν εὑρεῖν καὶ διαφόρους ὑπ’ αὐτῶν ἐκτεθείσας γραφάς. ἐξέθετο δὲ καὶ ὁ θειότατος Γαληνὸς, ἀλλ’ οὐδὲν φαίνεται προσδιορισάμενος,
5ὅθεν πολλοὶ πεισθέντες ταῖς ἐπαγγελίαις αὐτῶν, εἶτα μὴ ἀκριβῶς δια‐ κρίναντες δεδωκότες αἴτιοι μεγίστης βλάβης καὶ κινδύνων ἐγένοντο. τὸ γοῦν δι’ ὀποῦ τοῦ Κυρηναϊκοῦ θαυμάζω πῶς εἶπεν· ἁρμόζειν πᾶσι καὶ συνεχῶς κεχρῆσθαι παρακελεύεται, καίτοι γε οὐ φαίνεται οὕτως ἔχον. οὔτε γὰρ ἄν τις ἀβλαβῶς αὐτὸ δοίη πιεῖν ἀνθρώποις ἔχουσι θερμὴν καὶ
10ξηρὰν καὶ χολώδη κρᾶσιν καὶ ἐμπεσοῦσιν εἰς τὸν ἐξ ὑπεροπτήσεως τεταρ‐ ταῖον. ἀλλὰ μὴν οὔτε τὰ διὰ τοῦ θείου ἀπύρου καὶ πεπέρεως συγκείμενα δοίη τις ἂν οὔτε τὴν θηριακὴν ἀντίδοτον· ἅπαντα γὰρ ταῦτα τούτοις ἐστὶ πολέμια. κάλλιον οὖν ἐπὶ τούτων, εἰ ἐνδέχεται, μηδ’ ἐπιδιδόναι ἀντίδοτον, ἀλλ’ ἀρκεῖσθαι τῇ ἐμψυχούσῃ καὶ ἐπικιρνώσῃ μᾶλλον διαίτῃ καὶ τοῖς
15ὑποκαθαίρουσι τὰ περιττὰ κεχρῆσθαι συνεχέστερον. εἰ δ’ ἀναγκασθείης ἀντιδότῳ χρήσασθαί ποτε, προτίμα μᾶλλον ἐπὶ τῶν ἐξ ὑπεροπτήσεως τεταρταίων ἐκείνας ἐπιδιδόναι πίνειν, ὅσαι διά τε ὀπίου καὶ κωνείου καὶ ὑοσκυάμου σύγκεινται καὶ τῶν οὖρα προτρέπειν δυναμένων ἐκτὸς τοῦ πάνυ θερμαίνειν, καὶ ἐπ’ ἐκείνων μᾶλλον, ἐφ’ ὧν ἀγρυπνία καὶ δίψα
20παρακολουθεῖ. πολλάκις γὰρ ὕπνος ἐπιγινόμενος πρὸ τοῦ παροξυσμοῦ ἢ εἰς τὸ παντελὲς ἐπιγενέσθαι τὸν παροξυσμὸν ἐκώλυσεν ἢ μετριώτερον αὐτὸν γενέσθαι παρεσκεύασε. πρὸς δὲ τὸ εὐχερῶς τὰς εἰρημένας ἀντι‐ δότους εὑρίσκεσθαι ἀναγκαῖον ἡγησάμην ἐκθέσθαι τὰς γραφὰς, μάλιστά γε ἐκείνων ὧν ἔσχον πολλὴν πεῖραν, καὶ πρότερόν γε τῶν ὑπὸ τοῦ
25μελαγχολικοῦ χυμοῦ κινουμένων τεταρταίων.
Ἀντίδοτος ποιοῦσα πρὸς τεταρταίους ὑπὸ τοῦ μελαγχολικοῦ χυμοῦ
συνισταμένους.
[Start of Table]Καστορίου
. . . . . δραχ. δʹ
μήκωνος
. . . . . δραχ. δʹ
421

1

.

423

σμύρνης
. . . . . δραχ. δʹ
πεπέρεως λευκοῦ
. . . δραχ. δʹ
ὀποῦ Κυρηναικοῦ
. . . δραχ. δʹ.[End of Table] τὸν ὀπὸν λείωσον καὶ βρέξας ὕδατι πρόσπλεξον τοῖς λοιποῖς, καὶ ποιήσας
5καταπότια δίδου πρὸ ὥρας τῆς ἐπισημασίας ἐμέσαντι ἢ δειπνήσαντι μεθ’ ὕδατος· κάλλιον δὲ εἰ καὶ προσσυγχρίσεις αὐτὸν, οἷον ἐλαίῳ θερμῷ ἔχοντι νίτρον ἀναμεμιγμένον αὐτῷ.
Ἄλλο ποιοῦν καὶ πρὸς ἀμφημερινούς.
[Start of Table]Ὀποπάνακος
. . . . . . δραχ. δʹ
10
ὀπίου
. . . . . . . . δραχ. δʹ
καστορίου
. . . . . . . δραχ. δʹ
ὑοσκυάμου σπέρματος
. . . δραχ. δʹ[End of Table] λεῖα ποιήσας μῖξον αὐτοῖς μέλιτος ὀλίγου καὶ δίδου τελείοις μὲν ὁλκῆς τὸ 𐅶ʹʹ, παιδίοις δὲ πρὸ μιᾶς ὥρας τῆς λήψεως ὀβολοὺς βʹ.
15
Ἄλλο πρὸς τεταρταῖον. [Start of Table]Ὀποῦ Κυρηναικοῦ
. . πεπέρεως
. . . . .
17
ἀνὰ δρ. δʹ σμύρνης
. . . . . πηγάνου φύλλων
. . [End of Table]
20λείωσον· καὶ μίξας καλῶς χρῶ πρὸ τῆς ἐπισημασίας σὺν ὀξυμέλιτι.
Ἀντίδοτος ἡ ἀχάριστος. Ποιεῖ πρὸς πολλὰ τῶν ἐντὸς παθῶν, μάλιστα δὲ πρὸς τεταρταίους.
[Start of Table]κρόκου
. . . οὐγ. αʹ
ὀπίου
. . . . οὐγγ. ζʹ
25χαλβάνης
. . . οὐγγ. ζʹ κασίας
. . . . οὐγγ. γʹ στύρακος
. . οὐγγ. ζʹ
σμύρνης
. . . . οὐγγ. δʹ
423

1

.

425

καστορίου
. . . οὐγγ. ζʹ κόστου
. . . . οὐγγ. γʹ πεπέρεως
. . . οὐγγ. δʹ ναρδοστάχυος
. . οὐγγ. ζʹ
5
μέλιτος ἀπηφρισμένου τὸ ἀρκοῦν.[End of Table] δίδου κυάμου Αἰγυπτίου τὸ μέγεθος μετὰ μελικράτου πρὸ τῆς ἐπισημασίας.
Ἀντίδοτος ποιοῦσα πρὸς τεταρταίους καὶ αὐτὴ θαυμαστῶς.
[Start of Table]Στύρακος καλοῦ
. . . δρ. δʹ
σμύρνης
. . . . . δρ. βʹ
10ὀποπάνακος
. . . . δρ. δʹ ἴρεως
. . . . . . δρ. αʹ 𐅶ʹʹ πεπέρεως
. . . . . δρ. ϛʹ χαλβάνης
. . . . . δρ. αʹ ὀποῦ μήκωνος
. . . δρ. αʹ.[End of Table]
15πρὸ ὥρας τῆς ἐπισημασίας τοῦ παροξυσμοῦ δίδου κυάμου Αἰγυπτίου τὸ μέγεθος μέλιτι ἀναλαβών.
Τροχίσκος καλὸς πάνυ ποιῶν πρὸς τεταρταίους.
[Start of Table]Ὀπίου παλαιοῦ
. . . . . δρ. βʹ
πηγάνου τῶν φύλλων
. . . δρ. βʹ
20
κρόκου
. . . . . . . δρ. αʹ
ὑοσκυάμου τῶν φύλλων. . δρ. βʹ.[End of Table] κόψας, σήσας καὶ λειοτριβήσας ποίει τροχίσκους ἀνὰ γρ. βʹ, καὶ δίδου δι’ ὀξυκράτου πρὸ δύο ὁρῶν τῆς ἐπισημασίας πρὸς τὴν δύναμιν τοῦ πάσχοντος.
Τροχίσκος ἄλλος πάνυ ποιῶν καλῶς πρὸς τεταρταίους.
25 Πεπέρεως λευκοῦ, δαύκου σπέρματος Κρητικοῦ ἶσα κόψας, σήσας δίδου πρὸ τῆς ἐπισημασίας ἐν ὕδατι πολλῷ θερμῷ κοχλιάριον. Τοῦτο πολλοὺς ὠφέλησε τῶν τεταρταίων ἁπλούστερον ὑπάρχον. Τροχίσκος ἄλλος κάλλιστος, βοηθῶν ὡς οὐδεὶς ἄλλος, θεραπεύων τάχιστα· Ποιεῖ γὰρ ἱδρῶτας καὶ οὕτω ἀπαλλάττει τῆς πολυχρονίου νόσου τοὺς
30πάσχοντας· ἔχει δὲ ἡ γραφὴ αὐτοῦ. οὕτως·425

1

.

427

[Start of Table]Ὀπίου
. . . . . . . . . . . . . δραχ. αʹ
πεπέρεως μακροῦ [ἐν ἄλλῳ πεπέρεως κοινοῦ]
. δραχ. αʹ
καστορίου
. . . . . . . . . . . . δραχ. αʹ.[End of Table] οἰνομέλιτι ἀνάπλαττε καὶ δίδου ἀνὰ ὀβολὸν καὶ πότιζε μετ’ ὀξυμέλιτος
5λελουμένον καὶ μεμυκότα. Τοῦτο κινεῖ πολλοὺς ἱδρῶτας καὶ ὡς ἐπὶ τὸ πολὺ ἐν δυσὶ πόσεσιν ἢ τρισὶν ἀπαλλάσσει. αὗται πᾶσαι τῶν ἀντιδότων αἱ δυνάμεις εἰσὶν ἰσχυραὶ καὶ λεπτῦναι καὶ θερμᾶναι δυνάμεναι· διὸ καὶ μᾶλλον, ὡς εἰρήκαμεν, ἁρμόζουσι τοῖς ὑπὸ μελαγχολικοῦ καὶ γεώδους χυμοῦ κινουμένοις καὶ
10νοθευομένοις ὑπὸ φλέγματος. δεῖ δὲ μὴ συνεχῶς ἐπιδιδόναι, ἀλλ’ ἐκ διαλειμμάτων πολλῶν· ἡ γὰρ ἐπὶ πλέον αὐτῶν χρῆσις ἔτι μᾶλλον ξηροτέρους καὶ παχυτέρους ἐργάζεται τοὺς χυμούς. ἀσφαλέστερον δὲ καὶ πέψεως ἤδη φανείσης καὶ ἐρρωμένης δυνάμεως καὶ πολλὴν ἐχόντων προθυμίαν καὶ εἰωθότων φαρμακεύεσθαι καὶ ἀναγκαζόντων ἡμᾶς καταφαρμακεύειν
15αὐτούς. εἰσὶ γάρ τινες οὐ βάρβαροι μόνον, ἀλλὰ καὶ ἄλλοι πολλοὶ δόξαν ἔχοντες ἀλόγιστον, ὥστε καὶ τέμνεσθαι καὶ καίεσθαι πρὸ πάσης αἱροῦνται φαρμακείας, καὶ τοὺς ταῦτα πράττοντας εἰδέναι τι νομίζουσι καὶ προτρέ‐ πονται σπουδαίως ἐν τοῖς οἴκοις αὐτῶν καὶ κρείττους ἰατροὺς τούτους ἢ τοὺς ἐπιτάττοντας δίαιταν νομίζουσιν· εἰ οὖν ἀναγκασθείη τις ἐξ ἡμῶν
20δοῦναί τι τοῖς ἔχουσι θερμὴν καὶ ξηρὰν κρᾶσιν καὶ ἐξ ὑπεροπτήσεως τῆς ξανθῆς χολῆς τεταρταΐζουσιν, ἐξ ἐκείνων ἐπιδιδόναι τῶν ἀντιδότων, ὅσαι μὴ πάνυ δριμύ τι καὶ θερμὸν κέκτηνται, ἀλλ’ ὡς ἐνδέχεται τούτων ἀπηλλαγμέναι ἔσονται. καὶ εἰ δυνατὸν, τῶν ἐμψυχόντων μᾶλλον ᾑρῆσθαι καὶ ὑπνοποιῶν καὶ ἠρέμα λεπτῦναι δυναμένων, οἷός ἐστι καὶ ὁ Ξενο‐
25κράτους τροχίσκος καὶ εἰς ἄλλα πολλὰ χρήσιμος, ἐξαιρέτως δὲ καὶ πρὸς τεταρταίους καὶ τριταίους· ἔχει δ’ αὐτοῦ ἡ γραφὴ οὕτω·
Τροχίσκος πρὸς τοὺς δι’ ὑπερόπτησιν τῆς ξανθῆς χολῆς τεταρταΐζοντας.
[Start of Table]Σπέρματος μήκωνος κηπευσίμου
. .
28 ἀνὰ γρ. ιβʹ
ὀποῦ μήκωνος
. . . . . .
427

1

.

429

ὑοσκυάμου λευκοῦ
. . . . .
1
ἀνὰ γρ. ϛʹ χυλοῦ γλυκυρρίζης
. . . . . στύρακος
. . . . . . .
3
ἀνὰ γρ. δʹ ἀνίσου
. . . . . . . . .
5
κρόκου
. . . . . . . .
καστορίου
. . . . . . . . ἀνὰ γρ. γʹ.
φλοιοῦ μανδραγόρου
. . . . . [End of Table] τὰ ξηρὰ κόψας καὶ σήσας ἀναλάμβανε τῷ χυλῷ καὶ ἑψήματι ἢ γλυκεῖ παλαιῷ Κρητικῷ, καὶ χρῶ θαρρῶν καὶ ἐφ’ ὧν μάλιστα ἀγρυπνία παρα‐
10κολουθεῖ καὶ ἡ γαστὴρ φέρεται καὶ τὸ στόμα τῆς γαστρὸς ῥευματίζεται καὶ ὀδύνη περὶ τὸ κῶλον ἐνοχλεῖ.
Ἄλλο ἁπλούστερον. Τὸ ζέμα τῆς σκορπιούρου βοτάνης βοηθεῖ θαυμαστῶς, ποιεῖ σχεδὸν ἐπὶ πάντων πρὸ τῆς ἐπισημασίας πινόμενον· ὠφελεῖ γὰρ οὐ μόνον φυσικῷ
15λόγῳ, ἀλλὰ καὶ τῷ διὰ γαστρὸς καὶ τῷ δι’ ἐμέτων ὑπεξάγειν τὴν ὕλην.
Περὶ τοῦ Ἀρμενιακοῦ λίθου. Ὁ δὲ Ἀρμενιακὸς λίθος καλούμενος εἴτε πεπλυμένος εἴτε ἄπλυτος ὢν προσφέροιτο, κεράτια δʹ σταθμὸς, θαυμαστῶς πρὸς ἅπαν εἶδος τεταρταίου ποιεῖ· κενοῖ γὰρ ὡς οὐδὲν ἄλλο τὸν μελαγχολικὸν χυμόν.
20ἀλλὰ πλυθεὶς μὲν ὕδατι διὰ τῶν κάτω καθαίρει μᾶλλον, ἄπλυτος δὲ δι’ ἐμέτων ἐκτὸς τοῦ θερμαίνειν, οὐχ ὥσπερ τὰ ἄλλα. εἰ δέ τινες ἀπεχθῶς ἔχουσι πρὸς τὴν πόσιν τοῦ λίθου, ποίει καταπότια, προσβαλὼν αὐτῷ τὰ εἴδη ταῦτα.
[Start of Table]πικρᾶς
. . . . . . γρ. δʹ
25ἐπιθύμου
. . . . . . γρ. γʹ ἀγαρικοῦ
. . . . . . γρ. αʹ
Ἀρμενιακοῦ λίθου
. . . γρ. αʹ
429

1

.

431

καρυοφύλλου κόκκους
. . εʹ
σκαμμωνίας
. . . . . γρ. εʹ.[End of Table] ἀναλάμβανε χυλῷ κιτρίου ἢ κροκομήλου ἢ ῥοδομήλου ἢ ῥοδομέλιτι· ἡ δόσις γρ. βʹ.
5 Καλὰ δὲ καὶ τὰ δι’ ἐπιθύμου καταπότια ἐκτὸς τῆς σκαμμωνίας· ἔχει δὲ οὕτω·
[Start of Table]ἀψινθίου χυλοῦ
. . . . . δρ. δʹ
ἐντεριώνης κολοκυνθίδος
. . δρ. αʹ
ἀλόη
. . . . . . . δρ. βʹ
10
μαστίχης
. . . . . . . δρ. γʹ
ἐπιθύμου
. . . . . . . δρ. βʹ.[End of Table] δίδου ἐν νυκτὶ καταπότια ιαʹ. Καλῶς ποιοῦσι καὶ πρὸς τοὺς νοθευομένους καὶ ἔχοντας φλέγμα μεμιγμένον ὀλίγον.
15 Ἄλλη ἀντίδοτος θαυμαστὴ, πρὸς πολλὰ ποιοῦσα, μάλιστα δὲ πρὸς
τεταρταίους.
Παύει πόνον κεφαλῆς παλαιὸν καὶ σκοτωματικὴν διάθεσιν, ἐπιληψίας παροξυσμοὺς καὶ ἀγρυπνίαν κοιμίζει καὶ μανίαν παύει καὶ μεγάλην ὀφθαλμῶν ὀδύνην πραΰνει καὶ ῥευματισμὸν καὶ ὀδύνην ὀδόντων παύει
20δύσπνοιάν τε καὶ πᾶσαν ἄσθματος αἰτίαν παύει· βῆχα χρονίαν καὶ περιπνευμονίαν καὶ πλευρῖτιν ἰᾶται ξηράν τε καὶ ὑγρὰν καὶ πᾶσαν τὴν ἀπὸ τοῦ πνεύμονος ὑγρασίαν παύει, πτύελα λεπτὰ πραΰνει καὶ εὐαναγωγότερα ποιεῖ δι’ ὑδρομέλιτος ποθεῖσα· εἰ δὲ αἷμά τις πτύει, δι’ ὀξυμέλιτος ἢ ὀξυκράτου ἢ πολυγόνου χυλοῦ ἢ ἀρνογλώσσου μέτρῳ δρ. βʹ πρὸς δύναμιν
25τοῦ πάσχοντος· βραχύ τι προστίθει τῷ σταθμῷ ἢ ὑπεξαίρει. στομάχου δέ ἐστι βοήθημα· τόν τε γὰρ πλάδον ἀποστύφει καὶ ἀνόρεκτον παραμυθεῖται, παύει λυγμὸν καὶ τὰς μὴ κρατουμένας τροφὰς δι’ ἐμέτων ἵστησι καὶ πᾶσαν ἐμπνευμάτωσιν στομάχου τε καὶ κοιλίας δι’ ἐρυγῶν ἀναλύει, ἥπατος νυγματώδεις ὀδύνας παρηγορεῖ καὶ ἐπὶ ἰκτερικῶν νοσημάτων ποιεῖ. εἰς
30γὰρ τὴν προτέραν φύσιν ἕκαστον μόριον ἀνακαλεῖται καὶ τὴν πολυήμερον
μελαγχολίαν τὴν ταραχώδη καὶ ἀγρυπνίαν ἐπικουφίζει, σπληνὸς ὑφαιρεῖται431

1

.

433

βάρος καὶ τὴν τοῦ προσώπου χροιὰν ἐπανάγει, φλέγμα καὶ χολὴν δι’ ἐντέρων κατασπᾷ καὶ μεμερισμένην τοῖς ἐντέροις χορηγεῖ θερμασίαν, ἀναδόσεως πόρους ἀνοίγει, οὖρα δὲ διακρίνει καὶ οἱονεὶ νεφροὺς ἐπελαύνει καὶ οὕτως ἐκ τῶν νεφρῶν ἐπὶ τὴν κύστιν ὠθεῖ, ψαμμία τε καὶ θρόμβους ἀπὸ νεφρῶν καὶ
5κύστεως θεραπεύει δυσουρίαν τε ἀναστέλλει. πάντα δὲ ἰᾶται τὰ προειρημένα πάθη ποθεῖσα. εἰλεωδῶν νοσημάτων καὶ κοιλιακῶν τοῦτο προηγούμενόν ἐστι πόμα, παλαιὰν ὑπάγει κόπρον καὶ τὴν ἐπὶ χρόνῳ φλεγμονὴν λύει, στρόφους παρηγορεῖ, διάτασιν ἀγγείων λύει καὶ ἠρεμεῖν ποιεῖ οὐ καρωδῶς, ἀλλ’ εἰς ὕπνον καθιστῶσα. τοῖς οὖν μὴ δυναμένοις διὰ στόματος λαμ‐
10βάνειν, τούτοις ἐνίει διὰ γαστρὸς μετὰ τήλεως χυλοῦ καὶ ἀνωδύνους τήρει. πλεῖστον δὲ δύναται βοηθεῖν ταῖς κατὰ τὴν ὑστέραν, φασί, συμφοραῖς· ἤδη καὶ τὰς ἐκ τοκετῶν ὀδύνας παρηγορεῖ καὶ τὰς ὀχληροτάτας ἀγρυπνίας μειοῖ, ἔπαρσίν τε καὶ διάτασιν μήτρας μαλάσσει, νοσερὰν κάθαρσιν εἰς ἀνάληψιν ἄγει καὶ τὰ στενόπορα τῶν ἀγγείων ἀνευρύνει, αἱμορραγίας τε
15τὰς ὀξυτέρας εἰς ὑστέρας οὐ μόνον πινομένη ἐπιστύφει, ἀλλὰ καὶ δι’ οἴνου θερμοῦ ἐγχυματιζομένη στέλλει. παρηγορεῖ δὲ καὶ ἀφωνίας καὶ διαστροφὰς νεύρων ποτιζομένη. χρώμεθα δὲ ἐπὶ ἀρθριτικῶν τε καὶ ποδαγρικῶν. τὸ δὲ βοηθεῖν πλεῖστα τοῖς κάμνουσι πεπείραται. μάλιστα δὲ καὶ ἐπὶ τῶν ἰοβόλων τὴν δύναμιν ταύτην ἔστιν εὑρεῖν τοῦ φαρμάκου· οὐ μόνον διὰ στόματος
20διδόμενον σώζειν, ἀλλὰ καὶ ἐπὶ τῶν σπαραχθέντων τόπων χριομένη αὐτὴ ὠφελεῖ. καὶ ἐπὶ τῶν σφόδρα κινδυνευόντων ἑκατέρως δεῖ χρῆσθαι τῇ ἀντιδότῳ. ἐπὶ μὲν οὖν πυρετῶν, οὐ μόνον ἐπὶ τῶν καυσωδῶν καὶ ἐπὶ τῶν συνεχῶν λαμβανομένη δι’ ὕδατος ἢ μελικράτου καὶ ἐπὶ τῶν συντηκτικῶν πυρετῶν καὶ μάλιστα αὐτῆς ἡ ὑπόσχεσις. λαμβάνεται δὲ δραχ. αʹ πρὸ μιᾶς
25ὥρας ἢ δύο τοῦ παροξυσμοῦ. ἐπὶ δὲ τεταρταίων πλείω χρῶμαι τῷ φαρ‐ μάκῳ διὰ τὴν πολυχρονιωτέραν ἀπειλὴν καὶ διὰ τὸ δυσανασκεύαστον. ὁ διδοὺς τὸ φάρμακον διεβεβαιοῦτο ἀσύγκριτον αὐτὸ εἶναι. ἡ δὲ σύνθεσίς ἐστιν αὕτη·
[Start of Table]σμύρνης
. . . . . . . γρ. ζʹ
30ναρδοστάχυος
. . . . . . γρ. ιγʹ κρόκου
. . . . . . . . γρ. ιεʹ καστορίου
. . . . . . . γρ. δʹ
ὀπίου
. . . . . . . . γρ. ιηʹ
433

1

.

435

ἀμώμου
. . . . . . . γρ. δʹ ἀνίσου
. . . . . . . . γρ. ιʹ πετροσελίνου Μακεδονικοῦ
. . γρ. ιεʹ σελίνου σπέρματος
. . . . γρ. ιβʹ
5σχίνου ἄνθους
. . . . . . γρ. θʹ κασίας Αἰγυπτίας
. . . . . γρ. δʹ πεπέρεως λευκοῦ
. . . . . γρ. δʹ πεπέρεως μέλανος
. . . . γρ. ιεʹ σίσωνος Συριακοῦ
. . . . . γρ. ιβʹ
10
στύρακος
. . . . . . . γρ. ϛʹ
σεσέλεως
. . . . . . . γρ. δʹ
ἡδυχρόου μάγματος
. . . . γρ. εʹ
μέλιτος ἀπηφρισμένου τὸ ἀρκοῦν.[End of Table] τὸν στύρακα πλατύνας μέλιτι λύε, προεπιπάσσων τὰ ξηρά· τὸ δὲ ὄπιον βρέχε
15μετὰ γλυκέος ἑψήματος, ἕως μελιτῶδες γένηται, καὶ οὕτως ἐπίβαλε τοῖς λοιποῖς.
Περὶ λουτροῦ. Εἰδέναι δὲ δεῖ, ὅτι καὶ τοῖς λουτροῖς οὕτω δεῖ κεχρῆσθαι πρὸς ἕκαστον εἶδος ἀποβλέποντα, θερμοτέροις μὲν ἐπὶ τῶν διὰ μελαγχολικὸν χυμὸν κινουμένων, εὐκράτοις δὲ μᾶλλον ἐπὶ τῶν δι’ ὑπερόπτησιν τοῦ χολώδους
20χυμοῦ καὶ γυμνασίοις ὡσαύτως καὶ ἀνατρίψει, ἐλάττονα δὲ ἐπὶ τῶν θερμοτέρων.
Περὶ ἀλοιφῆς. Καὶ ἀλοιφὴ ὅπου μὲν χρὴ κυπρίνῳ ἢ γλευκίνῳ ἐπὶ τῶν ψυχροτέρων, χαμαιμηλίνῳ δὲ ἢ ἐλαίῳ γλυκεῖ ἢ ὑδρελαίῳ ἐπὶ τῶν θερμοτέρων· καὶ ἁπλῶς πρὸς τὸ διάφορον εἶδος τούτου διαφόρως γινέσθω καὶ ἡ θεραπεία.
25τὴν δὲ ἀνάτριψιν, εἴπερ καὶ ἄλλο, δεῖ παραλαμβάνειν ὡς μέγιστον ἀγαθὸν, ὅπου μὲν πλείονα, ὅπου δὲ ἐλάττονα. ἱκανὰ μὲν οὖν εἰσι καὶ τὰ εἰρημένα βοηθήματα καὶ ὁ σύμπας τῆς διαίτης τρόπος, εἴ τις ὅλως
ἐπιμόνως ἐθέλει χρήσασθαι, τὸν πολυχρόνιον τεταρταῖον ἰάσεται. ἐπειδὴ435

1

.

437

δέ τινες ὄντες ὀλίγωροι καὶ φοβούμενοι τὸ χρονίζειν καὶ παροξυσμοῖς πολλοῖς ἁλίσκεσθαι βούλονται ἅπασι κεχρῆσθαι, καὶ φυσικοῖς ἅμα καὶ περιάπτοις, ἀναγκαῖον ἐνόμισα διὰ τοὺς τοιούτους ἐκθέσθαι καὶ περὶ τούτων, εἴ τι καὶ ἡμῖν ἐκ τοῦ μακροῦ χρόνου καὶ πείρας ἠδυνήθη γνωσθῆναι.
5 Περίαπτον πρὸς τεταρταίους πολλάκις ἡμῖν πολλὴν πεῖραν δεδωκός. Ὁ ἡλιοκάνθαρος θεραπεύει τεταρταΐζοντας. δεῖ δὲ λαβόντας αὐτὸν ζῶντα περιάψαι περὶ τὸν τράχηλον, ἔσωθεν πυρροῦ ῥάκους ἀσφα‐ λισαμένους. λέγουσι δ’ αὐτὸ τοῦτο ποιεῖν περιαπτόμενον οὕτως. ἔστι δὲ καὶ τοῦτο ἀληθὲς καὶ διὰ πολλῆς πείρας· λαβὼν σαύραν χλωρὰν περίαψον
10αὐτὴν καὶ τοὺς ὄνυχας τοῦ πάσχοντος τῶν τε χειρῶν καὶ τῶν ποδῶν ὀλίγον περιτεμὼν ἐξ αὐτῶν, ὥσπερ εἰώθασι ποιεῖν οἱ ὀνυχιζόμενοι, δεῖ ἐν πυρρῷ ῥάκει ἐμβαλόντα καὶ ἀσφαλισάμενον οὕτω περιάπτειν καὶ πάλιν περιάπτοντα αὐτὴν ἀπολύειν, ὅθεν καὶ τὴν ἀρχὴν ἐθηράθη. λέγουσι καὶ ἐκ τῆς γένυος τοῦ τράγου εἴ τις λαβὼν τρίχας περιάψει τῷ πάσχοντι,
15θαυμαστῶς θεραπεύειν δύνασθαι τεταρταῖον. ὑπὸ πάντων δὲ τῶν φυσικῶν ἰατρῶν μεμαρτύρηται διώκειν τεταρταῖον τὸ πρῶτον ἀπὸ παρθένου ἐκκριθὲν αἷμα φυσικῶς. ὁμοίως δὲ καὶ τὸ τῆς διαφθαρείσης ποιεῖν, εἴ τις αὐτὸ λαβὼν περιάψει τῷ πάσχοντι εἰς τὸν καρπὸν τῆς δεξιᾶς χειρὸς ἢ εἰς τὸν βραχίονα τῆς αὐτῆς χειρός. οἶδα δέ τινα, ὃς ἐθεράπευε τεταρταῖον τῷ
20τρόπῳ τούτῳ χρώμενος· ἐδίδου γυναικὶ τικτούσῃ τὸ τοῦ κάμνοντος ἱμάτιον φορεῖν, ὅπερ ἐκεῖνος ἔνδον τῶν ἄλλων ἐφόρει ἄπλυτον ὂν καὶ ἤδη μετέχον διαπνοῆς. εἶτα μετὰ τὸν τοκετὸν ἀντιλαμβάνων τὸ ἱμάτιον ἐδίδου πάλιν φορῆσαι τῷ πάσχοντι. καὶ θαυμαστῶς ὅπως ἀντιπαθείᾳ τινὶ καὶ λόγῳ ἀρρήτῳ παρενοχλῶν οὐκέτι τοῦ λοιποῦ ὁ τεταρταῖος εὑρίσκετο.
25 Ἐκ τοῦ Ἀετίου περὶ τῶν ἐν τοῖς σπλάγχνοις ἐρυσιπελατωδῶν διαθέσεων. Γίνεταί ποτε ἐρυσιπελατώδης διάθεσις περί τινα τῶν σπλάγχνων καυσώδη πυρετὸν καὶ ἑκτικὸν ἐπιφέρουσα. καὶ εἰ μὲν περὶ τὴν γαστέρα γένηται τὸ ἐρυσίπελας, ἐκ τούτου τὸν ἀναπτόμενον πυρετὸν ‘λειπυρίαν‘
ὀνομάζουσιν· εἰ δὲ περὶ τὸ ἧπαρ, ‘τυφώδη‘· εἰ δὲ περὶ τὸν πνεύμονα,437

1

.

439

κρυμώδη. δεῖται δὲ ὁ τοιοῦτος πυρετὸς ψυχόντων καὶ ὑγραινόντων πρότερον ἐδεσμάτων τε καὶ πομάτων καὶ τῶν ἔξωθεν ἐπιτιθεμένων. ὅτε μὲν οὖν ὁ ἑκτικὸς πυρετὸς ἄμικτός ἐστιν ἑτέρῳ νοσήματι, βαλανείου χρῄζει, καθάπερ καὶ αἱ ἄλλαι πᾶσαι θερμότητες καὶ ξηρότητες. εἰ δὲ ἐρυσιπελατώδης εἴη
5διάθεσις περὶ τὰ σπλάγχνα, ἀπέχεσθαι μὲν χρὴ βαλανείου τοὐπίπαν. ψυχρῷ δὲ κατὰ μὲν τὴν ἀκμὴν τοῦ νοσήματος χρηστέον ἀγωνιστικῶς· οὕτω δὲ ὀνομάζειν εἰώθαμεν, ὅταν ἅπαξ τε καὶ ψυχρότατον καὶ πολὺ δοίημεν. πρὸ δὲ τῆς ἀκμῆς οὐ χρηστέον τῷ ψυχρῷ, εἰ μὴ ἀναγκασθείημεν ὑπὸ τοῦ κάμνοντος, ἐν ἔθει τε ψυχροποσίας ὄντος, οὐ φέροντος δὲ τὴν δίψαν.
10ἔξωθεν οὖν πρῶτον ἐπιτιθέναι δεῖ τὰ ψύχοντα καὶ εἰ μηδὲν ἀνύει, τότε καὶ τὸ ποτὸν ψυχρὸν διδόναι ἢ μᾶλλον τὰ ἐμψύχοντα τῶν ἐδεσμάτων. μάλιστα δὲ αὐτῶν ἁρμόζουσιν αἱ ὑγραὶ καὶ γλυκεῖαι θριδακῖναι. πεπλύσθωσαν δὲ ἀκραφνεῖ ψυχρῷ ὕδατι, κάλλιστα μὲν οὕτω ληφθεῖσαι. δεηθέντες δέ ποτε παραμυθήσασθαι τὴν ἀηδίαν τῆς προσφορᾶς αὐτῶν, ὄξος ὕδατι πολλῷ
15ψυχρῷ μίξαντες συγχωρήσομεν ἐν τούτῳ βάπτειν· ἔστω δὲ τὸ ὄξος ἀκριβῶς ἀποκεχωρηκὸς πάσης οἰνώδους ποιότητος. ἔξωθεν δὲ καὶ αὐτὸς ὁ τῆς θριδακίνης χυλὸς ἐπιτήδειος, ἀλλὰ καὶ ἀειζώου καὶ σέρεως καὶ ἀνδράχνης καὶ ἀτραφάξεως καὶ στρύχνου καὶ ἀρνογλώσσου μετὰ ἄρτου ξηροῦ λειωθέντος καὶ ὀλίγου ῥοδίνου καλοῦ καὶ τῶν παραπλησίως ψυχόντων. κάλλιστα
20ἡμεῖς χρώμεθα καὶ τοῖς τῶν ὀμφάκων καὶ ῥοῦ· ἐκθλίψαντες γὰρ αὐτῶν τὸ ὑγρὸν ἐμβάλλομεν ὅλμῳ μετὰ ἀνδράχνης χλωρᾶς· εἶτα κόψαντες ἐκπιέζομεν καὶ βαλόντες τὸ ὑγρὸν εἰς τὸ ἀγγεῖον καὶ δήσαντες ἀκριβῶς τὸ στόμα καθίεμεν τὸ ἀγγεῖον εἰς ὕδωρ ψυχρόν· βέλτιον δὲ εἰ καὶ χιόνι περιπλασθῇ τὸ ἀγγεῖον. ἐπὶ δὲ τῆς χρήσεως μίγνυμεν ἀλφίτῳ λεπτοτάτῳ, κἄπειτα
25φυράσαντες ὡς ὑγρότερον εἶναι ἐμπάττομεν εἰς ὀθόνιον δίπτυχον καὶ ἐπι‐ τίθεμεν κατὰ τῶν ὑποχονδρίων οὐκ ἐῶντες χρονίζειν, ἀλλ’ ἐπειδὰν γένηται χλιαρὸν, αἴροντες μὲν τοῦτο ἐπιτίθεμεν ἕτερον· καὶ τοῦτο διὰ παντὸς ἐκ διαδοχῆς ποιοῦντες, ἄχρις ἂν ὁ κάμνων αἴσθηται τοῦ βάθους ποσῶς ψυχομένου καὶ ἀδιψότερος γένηται. μίγνυμεν δὲ ἐνίοτε καὶ ἔλαιον ὀμφάκινον
30ἢ ῥόδινον, ἐπειδὰν περὶ τὰ ὑποχόνδρια φλεγμονῶδες εἴη ἐρυσίπελας. καὶ
ταῦτα μὲν ἱκανὰ εἰρῆσθαι περὶ τῶν πυρετῶν εἰς θεραπείαν ἡγούμεθα.439