TLG 0744 001 :: ALEXANDER :: Dedicatio ad Cosman

ALEXANDER Med.
(Trallianus: A.D. 6)

Dedicatio ad Cosman

Source: Puschmann, T. (ed.), Alexander von Tralles, vol. 1. Vienna: Braumüller, 1878 (repr. Amsterdam: Hakkert, 1963): 289.

Citation: Volume — page — (line)

1

.

289

Αἰτήσαντί σοι, Κοσμᾶ φίλτατε, τὰς ἐκ πείρας ἡμῖν πολλάκις ἀνυσθείσας ἐπὶ διαφόρων νοσημάτων ἐκθέσθαι θεραπείας ἑτοίμως ὑπήκουσα χάριτας ἀμφοτέροις εἰκότως ὁμολογῶν σοί τε καὶ τῷ σῷ πατρὶ τῆς εἰς ἐμὲ παρ’ ὑμῶν φιλοφρόνως ἑκάστοτε γενομένης εὐνοίας· ὁ μὲν γὰρ ἐξ
5ἀρχῆς εὐθὺς οὐ μόνον ἐν τοῖς ἔργοις τῆς τέχνης, ἀλλὰ καὶ τῶν κατὰ βίον πραγμάτων ἁπάντων δεξιὸς ὑπουργὸς ἐγένετο· σὺ δὲ μετὰ βαρβάρων τὴν ἀναστροφὴν μὲν ποιούμενος διὰ τὴν τῶν βιασαμένων ἡμᾶς πραγμάτων περίστασιν παριδεῖν οὐκ ἐκαρτέρησας· διὸ καὶ γέρων λοιπὸν πειθαρχῶ καὶ κάμνειν οὐκέτι δυνάμενος τοῦτο τὸ βιβλίον ἔγραψα συντάξας τὰς μετὰ
10πολλῆς τριβῆς ἐν ταῖς τῶν ἀνθρώπων νόσοις καταληφθείσας πείρας, τέρψει δὲ πολλοὺς εὖ οἶδα τῶν εἰς φθόνον μὴ θελόντων βλέπειν τό τε εὐμέθοδον τῶν θεωρημάτων καὶ τὸ σύντομον ἅμα καὶ σαφὲς τῆς λέξεως. ἐσπούδασα γὰρ, ὡς ἐνδέχεται, κοιναῖς καὶ μᾶλλον εὐδήλοις χρήσασθαι λέξεσιν, ἵνα
καὶ τοῖς τυχοῦσιν ἐκ τῆς φράσεως εὔλυτον εἴη τὸ σύνταγμα.289