TLG 0742 017 :: HYMNI ANONYMI :: Hymnus in omnes deos Hymnus in omnes deos fr. S3 Citation: (Line) | ||
1 | Ἡρακλέος κρατεροῦ ὃς γᾶν ἐκάθαρεν ἅπασαν π〈ετ〉ροβάτα τε θεοῦ Πανὸς νομίοιο βρυάκτα θνατῶν τ’ ἰατῆρος Ἀσκληπιοῦ ὀλβιοτώτα πρεσβίστας τε θεοῖς Ὑγι〈εί〉ας μειλιχοδώρου | |
---|---|---|
5 | ναυσί τ’ ἐν ὠκυπόροισι Διοσκούρων ἐπιφαντᾶ〈ν〉 Κουρήτων θ’ οἳ ματρὶ Διὸς Ῥέᾳ ἐντὶ πάρεδροι καὶ Χαρίτων μεμνᾶσθαι ἐν ἔργῳ παντὶ μέγιστον ἠδὲ Χρόνου παίδων Ὡρᾶν α〈ἳ〉 πάντα φύοντι Νυμφᾶν τ’ †αρειαν α〈ἳ〉 νάματα κάλ’ ἐφέποντι. | |
10 | ὑμνέωμες μάκαρας, Μοῦσαι Διὸς ἔκγονοι, ἀφθίτοις ἀοιδαῖς ... | 43 |