TLG 0742 016 :: HYMNI ANONYMI :: Hymni e papyris magicis collecti

HYMNI ANONYMI Hymn.
(Varia)

Hymni e papyris magicis collecti

Source: Heitsch, E. (ed.), Die griechischen Dichterfragmente der römischen Kaiserzeit, vol. 1, 2nd edn. Göttingen: Vandenhoeck & Ruprecht, 1963: 180–199.

  • fr. 1, In Pantocratorem (P. Gr. Lugd. Bat. 1.384, col. 7–8): p. 180
  • fr. 2, In Pana (–Pantocratorem) (P. Louvre 2391, col. 17): p. 180
  • fr. 3, In Solem (P. Paris. Bibl. Nat. suppl. gr. 574, fol. 11v): p. 181
  • fr. 4, In Solem (P. Paris. Bibl. Nat. suppl. gr. 574 + Brit. Mus. inv. 122 + P. Berol. 5025 A et B): pp. 181–183
  • fr. 5, In Solem (P. Louvre 2391, col. 8 et 9): pp. 183–184
  • fr. 6, In Typhona (P. Paris. Bibl. Nat. suppl. gr. 574, fol. 4r): p. 185
  • fr. 7, In Typhona (P. Paris. Bibl. Nat. suppl. gr. 574, fol. 4v–5r): p. 186
  • fr. 8, In Mercurium (P. Argent. gr. 1179v): pp. 186–187
  • fr. 9, In Lunam (P. Paris. Bibl. Nat. suppl. gr. 574, fol. 25v–26v): pp. 187–191
  • fr. 10, In Lunam (P. Paris Bibl. Nat. suppl. gr. 574, fol. 30v–31v): pp. 191–193
  • fr. 11, In Lunam (P. Paris. Bibl. Nat. suppl. gr. 574, fol. 28r–29v): pp. 193–195
  • fr. 12, In Dianam (–Lunam) (P. Paris. Bibl. Nat. suppl. gr. 574, fol. 28): pp. 195–196
  • fr. 13, In Hecatam (P. Paris. Bibl. Nat. suppl. gr. 574, fol. 30): pp. 197–198
  • fr. 14, In Venerem (P. Paris. Bibl. Nat. suppl. gr. 574, fol. 32r): pp. 198–199

Citation: Fragment — (line)

1

Τίς μορφὰς ζώων ἔπλασε〈ν〉; τίς δ’ εὗρε κελεύθους; τίς καρπῶν γενέτης; τίς δ’ οὔρεα ὑψός’ ἐγείρει; τίς δ’ ἀνέμους ἐκέλευσεν ἔχειν ἐνιαύσια ἔργα; τίς δ’ Αἰὼν Αἰ〈ῶ〉να τρέφων Αἰῶσιν ἀνάσσει;
5εἷς θεὸς ἀθάνατος· πάντων γενέτωρ σὺ πέφυκας καὶ πᾶσιν ψυχὰς σὺ νέμεις καὶ πάντα κρατύνεις, Αἰώνων βασιλεῦ καὶ κύριε, ὅν τε τρέμουσιν οὔρεα σὺν πεδίοις, πηγῶν ποταμῶν τε ῥέεθρα καὶ βῆσσαι γαίης [κ]αὶ πνεύματα, πάντα τὰ φύντα·
10οὐρανὸς ὑψιφαής σε τρέμει καὶ πᾶσα θάλασσα, κύριε παντοκράτωρ, ἅγιε καὶ δέσποτα πάντων· σῇ δυνάμει στοιχεῖα πέλει καὶ φύεθ’ ἅπαντα {ἠελίου μήνης τε δρόμος νυκτός τε καὶ ἠοῦς} ἀέρι καὶ γαίᾳ καὶ ὕδατι καὶ πυρὸς ἀτμῷ.

2

Δεῦρο 〈σύ〉, παντὸς κτίστα, θεῶν θεέ, κοίρανε 〈παντόσ〉, Πάν, ὁ διαστήσας τὸν κόσμον {τῷ σεαυτῷ} πνεύματι θε〈ί〉ῳ. πρῶτος δ’ ἐξεφάνης ἐκ πρωτογόνου, Μελιοῦχε, ὕδατος 〈ἐκ〉 βιαίου ὁ τὰ πάντα κτίσσας· ἄβυσσον,
5γαῖαν, πῦρ, ὕδωρ 〈τε καὶ〉 ἀέρα καὶ πάλιν αἶθρα〈ν〉 καὶ ποταμοὺ〈σ〉 κελάδοντα〈σ〉· ὑσγινοιδὴ〈σ〉 δὲ σελήνη, ἀστέρες ἀέριοι, ἐῶοι, περιδινοπλανῆται
αὐταῖς σαῖς βουλαῖς 〈σοι〉 δο〈υ〉ρυφοροῦσιν ἅπαντα.180

3

Χαῖρε δράκων, ἀκμαῖε {δε} λέων, Φύσι καὶ πυρὸς ἀρχή, χαῖρε δὲ λεῦκον ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον καὶ χρυσοῦ κυαμῶνος ἀναθρῴσκων μελίλωτον καὶ καθαρῶν στομάτων ἀφρὸν ἥμερον ἐξαναβλύζων,
5κάνθαρε, κύκλον ἄγων σπορίμου πυρός, αὐτογένεθλε, ὅστε δισύλλαβος εἶ, ΑΗ, καὶ πρωτοφανὴς εἶ· νεῦσον ἐμοί, λίτομαι, ὅτι σύμβολα μυστικὰ φράζω, ἱλαθί μοι, προπάτωρ, καί μοι σθένος αὐτὸς ὀπάζοις.

4

Ἀεροφοιτήτων ἀνέμων ἐποχούμενος αὔραις, Ἥλιε χρυσοκόμα, διέπων φλογὸς ἀκάματον πῦρ, αἰθερίοισι τρίβοισι μέγαν πόλον ἀμφιελίσσων, γεννῶν αὐτὸς ἅπαντα ἅπερ πάλιν ἐξαναλύεις·
5ἐκ σοῦ γὰρ στοιχεῖα τεταγμένα σοῖσι νόμοισι
κόσμον ἅπαντα τρέφουσι τετράτροπον εἰς ἐνιαυτόν. κλῦθι, μάκαρ, κλῄζω σε, τὸν οὐρανοῦ ἡγεμονῆα γαίης τε χάεός τε καὶ Ἄιδος, ἔνθα νέμονται δαίμονες ἀνθρώπων οἱ πρὶν φάος εἰσορόωντες.181
10καὶ δὴ νῦν λίτομαι {σε}, μάκαρ ἄφθιτε, δέσποτα κόσμου· ἢν γαίης κευθμῶνα μόλῃς νεκύων ἐνὶ χώρῳ, πέμψον δαίμονα τοῦτον 〈ἐμοὶ〉 μεσάταισιν ἐν ὥραις νυκτὸς ἐλευσόμενον προστάγμασι σῆς ὑπ’ ἀνάγκης, οὗπερ ἀπὸ σκήνους κατέχω τόδε, καὶ φρασάτω μοι
15ὅσσα θέλω γνώμῃσιν, ἀληθείην καταλέξας, πραύς, μειλίχιος, μηδ’ ἀντία μοι φρονέοιτο. μηδὲ σὺ μηνίσῃς ἐπ’ ἐμαῖς ἱεραῖς ἐπαοιδαῖς· ταῦτα γὰρ αὐτὸς ἔταξας ἐν ἀνθρώποισι δαῆναι νήματα Μοιράων ταῖς σαῖς ὑποθημοσύνῃσιν·
20ἀλλὰ φύλαξον ἅπαν {μου} δέμας ἄρκιον ἐς φάος ἐλθεῖν,
καί μοι μηνυσάτω {ὁ δεῖνα} τὸ τί〈σ〉 ἢ πόθεν, ἢ δύναται {μοι} 〈τί〉 νῦν ἐς ὑπηρεσίαν, καὶ τὸν χρόνον ὃν παρεδρεύει. κλῄζω δ’ οὔνομα σὸν ὡρῶν Μοίραις ἰσάριθμον, αχαιφωθωθωαιηιαηαιιαηαιηιαωθωθωφιαχα·182
25ἱλαθί μοι, προπάτωρ, κόσμου θάλος, αὐτολόχευτε, πυρφόρε, χρυσοφαῆ, φαεσίμβροτε, δέσποτα κόσμου, δαῖμον ἀκοιμήτου πυρὸς, ἄφθιτε, χρυσεόκυκλε, φέγγος ἀπ’ ἀκτίνων καθαρὸν πέμπων ἐπὶ γαῖαν.

5

Ἥσυχον ἐν στόμασιν πάντες κατερύκετε φ[ωνήν,] αἰθέρος ἀμφίδρομοι σιγὴν ὄρνιθες ἔχοιτε, σκιρτῶντες δελφῖνες ὑπὲρ ἁλίοιο παύεσθε, μείνατέ μοι ποταμῶν τε ῥοαὶ καὶ νάματ’ ἀν[αύρω]ν,
5οἰωνοὶ πτηνοὶ νῦν στήσατε πάντες ὑπ’ αἴθραν, ἑρπετὰ φωλειοῖσι βοὴν ἀίοντα φοβεῖσθε, δαίμονες ἐν φθιμέν[ο]ις σιγὴν τρομέοντες ἔ[χοιτ]ε· ἀρρήτοις ἔπεσιν κόσμ[ος] ξε[ινί]ζ̣εται αὐτός. 〈ὦ〉 βασιλεῦ κόσμου [γενέτω]ρ, ἐμοὶ ἵλαος ἔ[λ]θοις,
10κάν[θαρε, χ]ρυσοκόμην κλ[ῄζω θεὸν] ἀθάνατόν [σε,] κάν[θαρε, π]ᾶσι θεοῖσι καὶ [ἀνθρώ]ποις μέγα θα[ῦμα,] [ἵλαθι, δέσ]πο[τ’ ἔχων] ἐ̣πὶ̣ σ̣[οὶ φλόγ]ι̣νον̣ πυρὸ̣ς [ἀτμόν,] δέσποτα ἀν[τολίης], Τίταν, πυρόεις ἀνατείλας·
κλῄζω πρῶτο[ν τ]ὸν Διὸς ἄγγελον, θε〈ῖ〉ον Ἰάω,183
15καί σε τὸν οὐράνιον κόσμον κατέχοντα, Ῥ[αφαήλ,] ἀντολίῃς χαίρ[ω]ν, θεὸς ἵλαος ἔσ〈σ〉ο, Ἀβρασά[ξ,] καί σε, μέγιστε 〈καὶ〉 αἰθέριε, κλῄζω {α[ρ]ωγον σου} 〈σε〉 Μ[ιχαήλ,] καὶ σώζοντα βί̣[ου]ς̣ ἰδίω̣〈ν〉, Δι[ὸς] ὄμμα τέ[λειον,] καὶ φύσιν ἀέξοντα καὶ ἐκ φύσεως φύσιν α[ὖθις,]
20καὶ κλῄζω ἀθανάτων [...........] σεσε[νγενβ]αρφαραγγης παντοκράτωρ θεὸς ἔσσι, σὺ δ’, ἀθάνατ’, ἔσσι μέγι[στος.] ἱκνοῦμαι νῦν λάμψον, ἄναξ κόσμοιο Σα[βαώθ,] ὃς δύσιν ἀντολίῃσιν ἐπισκεπάζε〈ι〉ς, Ἀδωνα[ί,] κόσμος ἐὼν κόσμον μόνος ἀθανάτων ἐ[φοδε]ύεις,
25αὐτομαθής, ἀδίδακτος, μέσον 〈τὸν〉 κόσμον ἐλ[αύνων] (?) τῆ̣[ς] νυκτὸς 〈κ〉αιροὺς ἰδὲ̣ ἠοῦς, Ἀκραμμαχ[άρι] κα̣.............κ̣......ρων ἐπιθύματα̣ δάφν[ης†] καὶ Στυγὸς ἀδ[μήτοιο] πύλας καὶ ἠέρα λυγ[ρόν] ὁρκίζω σε, σφραγῖδ[α θ]ε[οῦ], ὃν πάντες Ὀλύμ[που]
30ἀθάνατοι φρίσσο[υσι ... κ]αὶ δαίμονες ἔξοχ’ ἄρ[ιστοι]
κ[αὶ] πέλαγος σιγᾷ [καὶ στ]έλλεται ὁππότ’ ἀκού[ει.]184

6

Κραταιὲ Τυφών, τῆς ἄνω σκηπτουχίας σκηπτοῦχε καὶ δυνάστα, θεὲ θεῶν, ἄναξ, γνοφεντινάκτα, βρονταγωγέ, λαιλαφέτη, νυκταστραπ〈ῆ〉τα, ψυχ〈ρ〉οθερμοφύσησε,
5πετρεντινάκτα, τειχοσεισμοποί〈ησ〉ε, κοχλαζοκύμων, βυθοταραξοκίνησε· ἐγὼ {ειμι} ὁ σὺν σοὶ τὴν ὅλην οἰκουμένην ἀνασκαλεύσας καὶ ἐξευρὼν τὸν μέγαν Ὄσιριν, ὅν σοι δέσμιον προσήνεγκα,
10ἐγὼ {ειμι} ὁ σὺν σοὶ συμμαχήσας τοῖς θεοῖς, ἐγὼ {ειμι} ὁ κλείσας οὐρανοῦ δισσὰς πτύχας καὶ κοιμίσας δράκοντα τὸν ἀθεώρητον, στήσας θάλασσαν, ῥεῖθρα, ποταμῶν νάματα, ἄχρις {ου} κυριεύσῃς τῆσδε τῆς σκηπτουχίας,
15ὁ σὸς στρατιώτης ὑπὸ θεῶν νενίκημαι, πρηνὴς ῥέριμμαι μηνίδος εἵνεκεν κενῆς· ἔγειρον, ἱκετῶ, τὸν σόν, ἱκνοῦμαι, φίλον καὶ μ[ή] με ῥίψῃς χθονοριφῆ, ἄναξ θεῶν. δυνάμωσον, ἱκετῶ, δὸς δέ μοι ταύτην χάριν,
20ἵν’ ὅταν τινα αὐτῶν τῶν θεῶν φράσω μολεῖν
ἐμαῖς ἀοιδαῖς, θᾶττον ὀφθῇ μοι μολών.185

7

Σὲ καλ〈έ〉ω τὸν πρῶτα θεῶν †οργιλον διέποντα, σὲ τὸν ἐπουρανίων σκῆπτρον βασίλειον ἔχοντα, σὲ τὸν ἄνω μεσ〈εύ〉οντ’ {ων} ἄστρων Τυφῶνα δυνάστην, σὲ 〈καλέω〉 τὸν ἐπὶ {τῷ} στερεώματι δεινὸν ἄνακτα,
5σὲ τὸν 〈παμ〉φοβερόν, {καὶ} τρομερὸν καὶ φρικτὸν ἐόντα, σὲ τὸν †δηλον ἀμήχανον, μισοπόνηρον, σὲ καλέω, Τυφών, ὥραις ἀνόμοις ἀμετρήτοις, σὲ τὸν ἐπ’ ἀσβέστῳ βεβηκότα πυρὶ λιγ〈ε〉ίῳ, σὲ τὸν ἄνω χιόνων 〈τε〉 κάτω 〈τε〉 πάγους σκοτ〈εε〉ινοῦ,
10σὲ τὸν ἐπευκταίων Μοιρῶν βασίλειον ἔχοντα κλῄζω, παντοκράτωρ, ἵνα μοι ποιῇς ἅ ς’ ἐρωτῶ κεὐθὺς ἐπινεύσῃς μοι ἐπιτρέψῃς τε γενέσθαι.

8

Ἑρμῆ κοσμοκράτωρ, ἐγκάρδιε, κύκλε σελήνης,⸥ ⸤στρογγύλε καὶ τετράγωνε, λόγων ἀρχηγέτα γλώσσης,⸥ ⸤πειθοδικαιόσυνε, χλαμυδηφόρε, πτηνοπέδιλε.⸥ ⸤παμφώνου γλώσσης μεδέω[ν]
5[]..εισπνοιη γὰρ[] []..παρων προει[] []ν̣ τυτθῷ χρόνῳ [] [ὅτα]ν̣ πάλι μόρσιμο[ν ἦμαρ ἐπέλθῃ] [–⏑⏑– χρησμ]όν τιν’ ἀληθέα [–⏑⏑ πεμπ...(?)]
10μοιρῶν τε κλωστὴρ σὺ λέγῃ καὶ θεῖος ὄνειροσ[]αστος, ἅπερ φε[] [....].α.[....].ν ἐπικρίνοιο̣ [] ἐσθλὰ μὲν ἐσ[θλο]ῖσιν παρέχεις, [ἀνόμοισι δὲ λυγρά.] σ[ο]ὶ δ’ ἠὼς ἀνέ[τ]ειλε, θοὴ δ’ ἐπελά[σσατό σοι νύξ,]186
15στοιχείων σὺ κ[ρ]ατεῖς, πυρός, ἀέρο[ς, ὕδατος, αἴης·] ἡνία, πηδαλιοῦχος ἔφυς κόσμοιο [ἅπαντος.] ὧν δ’ [ἐ]θέλεις ψυ[χ]ὰς προάγεις, [τοὺς δ’ αὖτε καλύπτεις·] κόσμος γὰρ κόσμου γεγαὼς [κόσμον σὺ κρατύνεις·] σὺ γὰρ καὶ νούσους μερόπων [πάσας θεραπεύεις,]
20ἡμερινοὺς κα[ὶ] νυκτερινοὺς χρησμοὺς ἐπιπέμπων·καί μοι εὐχομένῳ τὴν σὴν [μορφὴν ἐπίδειξαι] ἀνθρώπῳ ὁσίῳ, ἱκέτῃ καὶ σ[ῷ στρατιώτῃ,] καὶ σὴν μαντοσύνην νη[μερτέα ...]

9

Χαῖρ’ ἱερὸν φῶς, ταρταροῦχε, φωτοπλήξ, χαῖρ’ ἱερὰ αὐγὴ ἐκ σκότους εἰλημμένη, ἀναστατοῦσα πάντα βουλαῖς ἀστόχοις. καλέσω κἀκούσῃ μου τῶν ἱερῶν λόγων
5φρικτῆς ἀνάγκης σοι παντόθ’ ὑπεστρωμένης· δεθεῖσα τρίς, λύθητι, ἐλθέ, βρίμασον τὸν δεῖνα· Κλωθὼ γὰρ ἐπικλώσει σοι λίνα.
νεῦσον μάκαιρα, πρὶν στυγνήν σε καταλάβω, πρὶν τοὺς ξιφήρεις ἀναλάβῃς σου κονδύλους,187
10πρὶν ἠδὲ λυσσῇς, ἰσοπαρθένος κύων. τὸ δεῖνα ποιήσεις, κἂν θέλῃς κἂν μὴ θέλῃς, ὅτι οἶδά σου τὰ φῶτα πρὸ〈σ〉 στιγμῆς μέτρον καὶ τῶν καλῶν σου μυσταγωγὸς πραγμάτων ὑπο〈υργόσ〉 εἰμι καὶ συνίστωρ, παρθένε.
15ὃ δεῖ γενέσθαι, τοῦτ’ οὐκ ἔξεστι〈ν〉 φυγεῖν, τὸ δεῖνα ποι〈ή〉σεις, κἂν θέλῃς κἂν μὴ θέλῃς. ἐνεύχομαί σοι τήνδε νύκτα κυρίαν, ἐν ᾗ τὸ σὸν φῶς ὕστατον χωρίζεται, ἐν ᾗ κύων κέχηνε κοὐ κλείει στόμα,
20ἐν ᾗ τὸ κλεῖθρον ἠνέῳχε ταρτάρου, ἐν ᾗ προλυσσᾷ Κέρβερος κεραύνοπλος. ἔγειρε σεαυτήν, ἡλιωτίδος τροφοῦ χρῄζουσα Μήνη, νερτέρων ἐπίσκοπε, ἐνεύχομαί σοι, †ξενη δ αυγη†, παρθένε,
25ἐνεύχομαί σοι, δαιδάλη καὶ π〈ε〉ιθόη, ολκιτι λοφαιη φασγανων θυμαντρια παιωνια προθμηεισδαυγη πολυκλειτη νυσσα ποδαρκη αλκιμη πορφυρεη σκοτειη Βριμω αμβροτε επηκοε
30Περσια νομαιε Αλκυονη χρυσοστεφη πρεσβειρα φαεννω πελαγιη ειδωνη ινδαλιμη δειχτειρα βαριδουχε ευστοχε αυτοφυης μιτριη ανδρειη στρατηλατι Δωδωνιη Ιδαια νεοπενθης λυκω
35στηλιτι ουλοη αρκιη χαροπη οξυβοη
Θασια Μηνη πηματ’, ηγκαλισμενη ακτινας, η σωτειρα παγγαιη κυων Κλωθαιη πανδωτειρα δολιχη κυδιμη ανασσα αρηγε αγλαη ευρυστοχε188
40αιζηιη αγια ημερη αφθιτε λιγεια λιπαροπλοκαμε θαλια ζαθεη χρυσωπι τερψιμβροτε Μινωα λοχιας Θηβαια τλητη δολοεσσα ατασθαλη ἀκτινοχαῖτι, ἰοχέαιρα, παρθένε,
45δόλου γέμουσα καὶ φόβου σωτηρίη. ἦ ς’ οἶδα, πάντων ὡς μάγων ἀρχηγέτης, Ἑρμῆς ὁ πρέσβυς, Ἴσιδος πατὴρ ἐγώ. ἄκουσον ηω {φορβα βριμω σαχμι
48νεβουτο σουαληθ}, τοῦτο γάρ σου σύμβολον· τὸ σάνδαλόν σου ἔκρυψα καὶ κλεῖδα κρατῶ,

9

(50)

ἤνοιξα ταρταρούχου κλεῖθρα {ταρταρου} Κερβέρου καὶ νύκτα τὴν ἄωρον παρέδωκα σκότει. ῥόμβον στρέφω σοι, κυμβάλων οὐχ ἅπτομαι. ἄθρησον εἴς σε, Νειλωῖτι, δὸς χάριν, κάτοπτρον ἣν ἰδοῦσα σαυτὴν θαυμάσεις,
55πρὶν ἢ μέλαν φῶς ἐκπτύσῃς ἀπ’ ὀμμάτων. ὃ δεῖ σε ποιῆσαι, τοῦτο δεῖ σε μὴ φυγεῖν, τὸ δεῖνα {μοι} ποιήσεις, κἂν θέλῃς κἂν μὴ θέλῃς. ἵππος, κόρη, δράκαινα, λαμπάς, ἀστραπή, ἀστήρ, λέων, λύκαινα, αηω ηη,
60σκεῦος παλαιόν, κόσκινόν μου σύμβολον καὶ ψωμὸς εἷς, κόραλλος, αἷμα τρυγόνος, ὄνυξ καμήλου καὶ βοὸς θρὶξ παρθένου, Πανὸς γόνος, πῦρ ἡλιωτίδος βολῆς, χαμαίλυκον, νήθουσα, παιδέρως, ἄρις,
65γλαυκῆς γυναικὸς σῶμα διεσκελισμένον, σφιγγὸς μελαίνης ἡ φύσις θεωρουμένη, ἅπαντα ταῦτα σύμβολόν μου πνεύματος.
ὅλης ἀνάγκης δεσμὰ συρραγήσεται, καὶ κρύψει σὸν φῶς Ἥλιος πρὸς τὸν νότον,189
70Τηθύς τε τὴν σὴν κουφίσει οἰκουμένην, Αἰὼν κραδαίνει, κινηθήσετ’ οὐρανός, Κρόνος φοβηθείς τὸν βεβιασμένον σου νοῦν πέφευγ’ εἰς Ἅιδην νερτέρων ἐπίσκοπος, Μοῖραί σου τὸν ἀνέκλ〈ε〉ιπτον ῥίπτουσι〈ν〉 μίτον,
75ἂν μὴ μαγείης τῆς ἐμῆς ἀναγκάσῃς βέλος πετηνὸν ταχύτατον τέλος δραμεῖν. οὐ γὰρ φυγεῖν ἔξεστι μοῖραν μου λόγων, ὃ δεῖ {σε} γενέσθαι μὴ †ς ατην ἀναγκάσῃς ἄνωθεν εἰς †ανωθεν ἀκούειν συμβόλων.
80τὸ δεῖνα ποιήσεις, κἂν θέλῃς κἂν μὴ θέλῃς, ἀχρ〈ε〉ίου φωτὸς πρίν σε μοῖρα καταλάβῃ. ποίησον ὃ λέγω, ταρταροῦχε, παρθένε· ἔδησα δεσμοῖς τοῖς Κρόνου τὸν σὸν πόλον καὶ σφιγγανάγκῃ ἀντίχειρά σου κρατῶ.
85{οὐ γείνεται αὔριον, εἰ μὴ γένηται ὃ βούλομαι} ἔνευσας Ἑρμῇ, τῷ θεῶν ἀρχηγέτῃ, εἰς τήνδε {τὴν} πρᾶξιν συμβαλεῖν· ἦ μὴν ς’ ἔχω. ἄκουσον ἡ θεωροῦσα καὶ θεωρουμένη· βλέπω σε καὶ βλέπεις με, εἶτα κἀγώ σοι
90ἐρῶ σημεῖον· χάλκεον τὸ σάνδαλον τῆς ταρταρούχου, στέμμα, κλείς, κηρύκιον, ῥόμβος σιδηροῦς καὶ κύων κυάνεος, κλεῖθρον τρίχωρον, ἐσχάρα πυρουμένη, σκότος, βυθός, φλὸξ ταρτάρου σημάντρια
95φοβοῦς’ Ἐριννῦς, δαίμονας τεραστίους· εἰσῆλθας, ἥκεις; ὀργίσθητι, παρθένε, τῷ δεῖνα, ἐχθρῷ τῶν ἐν οὐρανῷ θεῶν,
Ἡλίου Ὀσίριδος συνεύνου τ’ Ἴσιδος. οἷον λέγω σοι, εἴσβαλ’ εἰς τοῦτον κακόν,190

9

(100)

ὅτι οἶδά σου τὰ καλὰ καὶ μεγάλα, Κόρη, ὀνόματα σεμνά, οἷς φωτίζετ’ οὐρανός καὶ γαῖα πίνει τὴν δρόσον καὶ κυοφορ〈εῖ〉, ἐξ ὧν ὁ κόσμος αὔξεται {τε} καὶ λείπεται.

10

Ἐλθέ μοι, ὦ δέσποινα φίλη, τριπρόσωπε Σελήνη, εὐμενίῃ δ’ ἐπάκουσον ἐμῶν ἱερῶν ἐπαοιδῶν, νυκτὸς ἄγαλμα, νέα, φαεσίμβροτε, ἠριγένεια, ἡ χαροποῖς ταύροισιν ἐφεζομένη βασίλεια,
5Ἠελίου δρόμον ἶσον ἐν ἅρμασιν ἱππεύουσα, ἣ Χαρίτων τρισσῶν τρισσαῖς μορφαῖσι χορεύεις ἄστρασι κωμάζουσα· Δίκη καὶ νήματα Μοιρῶν, Κλωθὼ καὶ Λάχεσις ἠδ’ Ἄτροπος εἶ, τρικάρανε, Περσεφόνη τε, Μέγαιρα καὶ Ἀλληκτώ, πολύμορφε,
10ἡ χέρας ὁπλίζουσα κελαινὰς λαμπάσι δειναῖς, ἡ φοβερῶν ὀφίων χαίτην σείουσα μετώποις, ἡ ταύρων μύκημα κατὰ στομάτων ἀνιεῖσα, ἡ νηδὺν φολίσιν πεπυκασμένη ἑρπυστήρων, ἰοβόλοις ταρσοῖσι κατωμαδίοισι δρακόντων
15σφιγγομένη κατὰ νῶτα παλαμναίοις ὑπὸ δεσμοῖς· νυκτιβόη, ταυρῶπι, φιλήρεμε, ταυροκάρηνε, ὄμμα δέ σοι ταυρωπόν, ἔχεις σκυλακωδέα φωνήν, μορφὰς δ’ ἐν κνήμαισιν ὑποσκεπάουσα λεόντων, μορφόλυκον σφυρόν ἐστι, κύνες φίλοι ἀγριόθυμοι·
20τοὔνεκά σε κλῄζους’ Ἑκάτην, πολυώνυμε, Μήνην,
ἀέρα μὲν τέμνουσαν, ἅτ’ Ἄρτεμιν ἰοχέαιραν, τετραπρόσωπε θεά, τετραώνυμε, τετραοδῖτι, Ἄρτεμι, Περσεφόνη, ἐλαφηβόλε, νυκτοφάνεια, τρίκτυπε, τρίφθογγε, τρικάρανε, τριώνυμε Μήνη,191
25Θρινακία, τριπρόσωπε, τριαύχενε καὶ τριοδῖτι, ἣ τρισσοῖς ταλάροισιν ἔχεις φλογὸς 〈ἀκ〉άματον πῦρ καὶ τριόδων μεδέεις τρισσῶν δεκάδων τε ἀνάσσεις· ἵλαθί μοι καλέοντι καὶ εὐμενέως ἐσάκουσον, ἡ πολυχωρητὸν κόσμον νυχὸς ἀμφιέπουσα,
30δαίμονες ἣν φρίσσουσι καὶ ἀθάνατοι τρομέουσιν, κυδιάνειρα θεά, πολυώνυμε, καλλιγένεια, ταυρῶπι, κερόεσσα, θεῶν γενέτειρα καὶ ἀνδρῶν καὶ Φύσι παμμήτωρ· οὐ γὰρ φοιτᾷς ἐν Ὀλύμπῳ, εὐρεῖαν δέ τ’ ἄβυσσον ἀπείριτον ἀμφιπολεύεις.
35ἀρχὴ καὶ τέλος εἶ, πάντων δὲ σὺ μούνη ἀνάσσεις· ἐκ σέο γὰρ πάντ’ ἐστὶ καὶ εἰς {αιωνε} 〈σὲ ἅ〉παντα τελευτᾷ. ἀέναον διάδημα ἑοῖς φορεεῖς κροτάφοισιν, δεσμοὺς ἀρρήκτους, ἀλύτους μεγάλοιο Κρόνοιο καὶ χρύσε〈ι〉ον σκῆπτρον ἑαῖς κατέχεις παλάμαισιν.
40γράμματα σῷ σκήπτρῳ α〈ὐ〉τὸ〈σ〉 Κρόνος ἀμφεχάραξεν, δῶκε δέ σοι φορεεῖν, ὀφρ’ ἔμπεδα πάντα μένοιεν· Δαμνὼ Δαμνομένη Δαμασάνδρα Δαμνοδαμία. σὺ δὲ χάους μεδέεις, ἀραραχαραρα {η} φθισίκηρε. χαῖρε θεά, καὶ σαῖσιν ἐπωνυμίαις ἐπάκουσον.
45θύω σοι τόδ’ ἄρωμα, Διὸς τέκος, ἰοχέαιρα, οὐρανία, λιμνῖτι, ὀρίπλανε εἰνοδία τε, νερτερία νυχία τ’, ἀϊδωναία σκοτία τε, ἥσυχε καὶ δασπλῆτι, τάφοις ἔνι δαῖτα ἔχουσα, Νύξ, Ἔρεβος, Χάος εὐρύ, σὺ γὰρ δυσάλυκτος Ἀνάγκη,

10

(50)

Μοῖρα δ’ ἔφυς †σύ τ’ ἐρινὺς βάσανος ὀλετισι† δίκη σύ.
Κέρβερον ἐν δεσμοῖσιν ἔχεις, φολίσιν σὺ δρακόντων κυανέα, ὀφεοπλόκαμε καὶ ζωνοδράκοντι, αἱμαπότι, θανατηγέ, φθορηγόνε, καρδιόδαιτε, σαρκοφάγε, καπετόκτυπ’, ἀωροβόρ’, οἰστροπλάνεια·192
55ἐλθ’ ἐπ’ ἐμαῖς θυσίαις καί μοι τόδε πρᾶγμα ποίησον.

11a

Ἡ δεῖνά σοι θύει, θεά, δεινόν τι θυμίασμα· αἰγός τε ποικίλης στέαρ καὶ αἷμα καὶ μύσαγμα, ἰχῶρα παρθένου νεκρᾶς καὶ καρδίαν ἀώρου καὶ οὐσίαν νεκροῦ κυνὸς καὶ ἔμβρυον γυναικός
5καὶ λεπτὰ πίτυρα τῶν μύρων καὶ λύματ’ ὀξόεντα, ἅλα, στέαρ ἐλάφου νεκρᾶς σχῖνόν 〈τε〉 μυρσίνην τε, δάφνην ἄτεφρον, ἄλφιτα καὶ καρκίνοιο χηλάς, σφάγνον, ῥόδον πυρῆνά τε καὶ κρόμμυον τὸ μο〈ῦ〉νον σκόρδον τε, σύκων ἄλφιτον, κόπρον κυνοκεφάλοιο

11b

Ἡ δεῖνά σοι ἐπιθύει, θεά, ἐχθρόν τι θυμίασμα· αἰγὸς στέαρ τῆς ποικίλης καὶ αἷμα καὶ δύσαγμα, ἰχῶρα, κύνεον ἔμβρυον καὶ παρθένου ἀώρου καὶ καρδίαν παιδὸς νέου σὺν ἀλφίτοις μετ’ ὄξους
5ἅλας τε καὶ ἐλάφου κέρας σχῖνόν τε μυρσίνην τε, δάφνην ἄτεφρον εὐχερῶς καὶ καρκίνοιο χηλάς, σφάγνον, ῥόδον, πυρῆνά σοι καὶ κρόμμυον τὸ μοῦνον
σκόρδον τε, μυγαλοῦ κόπρον, κυνοκεφάλ〈ε〉ιον αἷμα193

11a

(10)

ὠόν τε ἴβεως νέας {ἃ μὴ θέμις} τοῖς σοῖς ἔθηκε βωμοῖς φύλλα τε τἀμαράντιν’ εἰς φλόγας πυρὸς βαλοῦσα ἱέρακα τὸν πελαγοδρόμον καὶ γῦπά σοι σφαγιάζει καὶ μυγαλόν, τὸ σόν, θεά, μυστήριον μέγιστον. ἔλεξε δ’ ἄλγη ταῦτα σὲ δεδρακέναι ἀπηνῶς·
15κτανεῖν γὰρ ἄνθρωπον ς’ ἔφη, πίνειν τὸ δ’ αἷμα τούτου, σάρκας φαγεῖν, μίτρην τε σὴν εἶναι τὰ ἔντερ’ αὐτοῦ, καὶ δέρμ’ ἔχειν δορῆς ἅπαν κ〈ε〉ἰς τὴν φύσιν σου θεῖναι ἱέρακος αἷμα πελαγίου, τροφὴν δὲ κάνθαρόν σοι. ὁ Πὰν δὲ σῶν κατ’ ὀμμάτων γονὴν ἀθέμιτον ὦρσε·
20ἐκ〈γ〉ίνεται κυνοκέφαλος ὅταν τὰ μηνιαῖα. σὺ δ’ Ἀκτιωφι κοίρανε, μόνη τύραννε, κραιπνή Τύχη θεῶν καὶ δαιμόνων []
22(voces magicae) στίξον πικραῖς τιμωρίαις τὴν δεῖνα τὴν ἄθεσμον,

11b

(9)

ὠόν τε ἴβεως νέας, ὃ μὴ θέμις γενέσθαι,
10ἐν σοῖς ἔθηκε {και} βωμίοις ξύλοις ἀρκευθίνοισιν. ἡ δεῖνα σὲ δεδρακέναι τὸ πρᾶγμα τοῦτ’ ἔλεξεν· κτανεῖν γὰρ ἄνθρωπόν ς’ ἔφη, πιεῖν 〈τὸ〉 δ’ αἷμα τούτου, σάρκας φαγεῖν, μίτρην δὲ σὴν λέγει τὰ ἔντερ’ αὐτοῦ, καὶ δέρμ’ ἑλεῖν δορῆς ἅπαν κεἰς τὴν φύσιν σου θεῖναι
15ἱέρακος αἷμα πελαγίου, τροφὴν δὲ κάνθαρον σήν. ὁ Πὰν δὲ σῶν κατ’ ὀμμάτων γονὴν οὐ θεμιτὸν ὦσεν· 〈ἐκ〉γίνεται κυνοκέφαλος ὅλῃ τῇ μηνιαίᾳ. σὺ δ’ Ἀκτιωφι κοίρανε, μηνοτύραννε Σελήνη, Τύχη θεῶν καὶ δαιμόνων []
19(voces magicae)
20τεῦξον πικραῖς τιμωρίαις τὴν δεῖνα τὴν ἄθεσμον,194

11a

(24)

†ηπεπα ἐγώ σοι κατὰ τρόπον ἐναντίως ελεξω†
25καλῶ σε τριπρόσωπον θεάν, Μήνην, ἐράσμιον φῶς, Ἑρμῆν τε καὶ Ἑκάτην ὁμοῦ, ἀρσενόθηλυν ἔρνος.

11b

(21)

ἣν πάλιν ἐγώ σοι κατὰ τρόπον ἐναντίως ἔλεξα. (nonnulli versus desunt)
22[] λέγει πρὸς τὴν θεὸν ἄθεσμα, ἀναγκάσει γὰρ τῷ λόγῳ καὶ τὰς πέτρας ῥαγῆναι.

12

〈Θύω σοι〉 τόδ’ ἄρωμα, Διὸς τέκος, ἰοχέαιρα, Ἄρτεμι, Περσεφόνη, ἐλαφηβόλε, νυκτοφάνεια, τρίκτυπε, τρίφθογγε, τρικάρανε, {σεληνη} 〈τριώνυμε Μήνη〉, Τριναχία, τριπρόσωπε, τριαύχενε καὶ τριοδῖτι,
5ἣ τρισσοῖς ταλάροισιν ἔχεις φλογὸς ἀκάματον πῦρ καὶ τρίοδον μεθέπεις, τρισσῶν δεκάδων δὲ ἀνάσσεις καὶ τρισὶ μορφαῖσι〈ν〉 καὶ φλέγμασι καὶ σκυλάκεσσι †διονυν εξατονων πέμπεις οξεανιων† φρικτὸν ἀναυδήσασα θεὰ τρισσοῖς στομάτεσσι.
10κλαγγῆς σῆς ἀκούοντα τὰ κοσμικὰ πάντα δονεῖται νερτέριαί τε πύλαι καὶ Λήθης ἱερὸν ὕδωρ καὶ Χάος ἀρχέγονον καὶ Τάρταρα, χάσμα φαεινόν·
ἣν πάντες 〈θεοὶ〉 ἀθάνατοι {ην τε} θνητοί τ’ ἄνθρωποι οὔρεά τ’ ἀστερόεντα, νάπαι καὶ δένδρεα πάντα195
15καὶ ποταμοὶ κελαδοῦντες ἰδ’ ἀτρύγετός τε θάλασσα, ἠχὼ ἐρημαίη καὶ δαίμονες οἱ κατὰ κόσμον φρίσσουσί〈ν〉 σε, μάκαιρα, ἀκούοντες ὄπα δεινήν. δεῦρ’ ἴθι μοι, νυχία, θηροκτόνε, δεῦρ’ ἐπ’ ἀρωγῆς, ἥσυχε καὶ δασπλῆτι, τάφοις ἔνι δαῖτας ἔχουσα,
20εὐχαῖσίν 〈τ’〉 ἐπάκουσον ἐμαῖς, πολυώδυνε Μήνη, ἡ νυκταιροδύτειρα, τριώνυμε 〈καὶ〉 τρικάρανε {Μηνη}, Μαρζουν, ἡ φοβερά 〈τε〉 καὶ ἀπρονόη καὶ Πειθώ· δεῦρ’ ἴθι μοι, κερατῶπι, φαεσφόρε, ταυρεόμορφε, ἱπποπρόσωπε θεά, κυνολύγματε, δεῦρο, λύκαινα,
25καὶ μόλε νῦν ἁγία, νυχία, χθονία, μελανείμων, ἣν ἀνακυκλεῖται κόσμου φύσις ἀστερόφοιτος· ἡνίκα γὰρ αὔξεις, σὺ τὰ κοσμικὰ πάντα τέθεικας. γεννᾷς γὰρ σὺ 〈ἅ〉παντα ἐπὶ χθονὸς ἠδ’ ὑπὸ πόντου καὶ πτηνῶν †δεξιε† παντοῖα γένη παλίνεδρα,
30παγγενέτειρα 〈θεὰ〉 καὶ ἐρωτοτόκει’ Ἀφροδίτη, λαμπαδία, φαέθουσα καὶ αὐγάζουσα Σελήνη, †αστροχια† καὶ οὐρανία, δᾳδοῦχε, πυρίπνου, τετραπροσωπεινή, τετραώνυμε, τετραοδῖτι. χαῖρε, θεά, καὶ σαῖσιν ἐπωνυμίαις ἐπάκουσον,
35οὐρανία, λιμενῖτι, ὀρ〈ε〉ίπλανε εἰνοδία τε, νερτερία, βυθία, ἀιδωναία σκοτία τε· ἐλθ’ ἐπ’ ἐμαῖς θυσίαις καί μοι τόδε πρᾶγμα τέλεσσον
εὐχομένῳ τ’ ἐπάκουσον ἐμοί, λίτομαί σε, ἄνασσα.196

13

Δεῦρ’ Ἑκάτη γιγάεσσα, Διώνης ἡ μεδέουσα, Περσ〈ε〉ία, Βαυβώ, Φρούνη, 〈θεὰ〉 ἰοχέαιρα, ἀδμήτη, Λυδή, ἀδαμάστωρ, εὐπατόρεια, δᾳδοῦχ’, ἡγεμόνη, κατα〈καμ〉ψυ〈ψ〉αύχενε κούρη,
5κλῦθι διαζεύξασα πύλας ἀλύτου ἀδάμαντος, Ἄρτεμι, ἣ καὶ πρόσ〈θ〉ε〈ν〉 ἐπίσκοπος ἦσ〈θ〉α μεγίστη, πότνια, ῥηξίχθων, σκυλακάγεια, πανδαμάτειρα, εἰνοδία, τρικάρανε, φαεσφόρε, παρθένε σεμνή, †σὲ καλῶ ἐλλοφόνα λωεσσα αυδναια πολύμορφε.
10δεῦρ’ Ἑκάτη, τριοδῖτι, πυρίπνοα φάσματ’ ἔχουσα, ἅτ’ ἔλαχες δεινὰς μὲν ὁδούς, χαλεπὰς δ’ ἐπιπομπάς, τὰν Ἑκάταν σὲ καλῶ σὺν ἀποφθιμένοισιν ἀώροις κεἴ τινες ἡρώων {ε}θάνον ἁγ{υ}ναῖοί τε ἄπαιδες, ἄγρια συρίζοντες, ἐπὶ φρεσὶ θυμὸν ἔχοντες
15στάντες ὑπὲρ κεφαλῆς {τῆς δεῖνα}, ἀφέλεσθ’ αὐτῆς {τὸν} γλυκὺν ὕπνον· μηδέποτε βλέφαρον βλεφάρῳ κολλητὸν ἐπέλθοι, τειρέσθω δ’ ἐπ’ ἐμαῖσ〈ι〉 φιλαγρύπνοισι μερίμναις. εἰ δὲ τιν’ ἄλλον ἔχους’ ἐν κόλποισ〈ιν〉 κατάκειται, κεῖνον ἀπωσάσθω, ἐμὲ δ’ ἐν φρεσὶν ἐγκαταθέσθω
20καὶ προλιποῦσα τάχιστ’ ἐπ’ ἐμοῖς προθύροισι παρέστω
δαμνομένη ψυχὴ〈ν〉 ἐπ’ ἐμῇ φιλότητι καὶ εὐνῇ. ἀλλὰ σύ, ὦ Ἑκάτη, πολυώνυμε, παρθένε, κούρα, †λοεσσα ελομαι ἅλωος φυλακὰ καὶ ἰωγή, Περσεφόνα, τρικάρανε, 〈θεὰ〉 πυρίφοιτε, βοῶπι,197
25†βουορφορβη, πανφορβα φαρβαρα Ακτιωφι Ερεσχιγαλ †Νεβουτοσουαληθ παρὰ θύραις πυπυληδεδεζω ῥηξιπύλη τε. δεῦρ’ Ἑκάτη, πυρίβουλε, καλῶ ς’ ἐπ’ ἐμαῖς ἐπαοιδαῖς μασκελλι (etc.; formula magica; v. PGM 1.c.) μαινομένη 〈δ’〉 {ἡ δεῖνα} ἥκοι ἐπ’ ἐμαῖσι θύραισι τάχιστα
30ληθομένη τέκνων 〈τε〉 συνηθείης τε τοκήων καὶ στυγέουσα τὸ πὰν ἀνδρῶν γένος ἠδὲ γυναικῶν εἰς τόδ’ ἐμοῦ τοῦ δ〈εῖνα〉, μόνον με δ’ ἔχουσα παρέστω ἐν φρεσὶ δαμνομένη κρατερῆς ὑπ’ ἔρωτος ἀνάγκης.
33voces magicae et versuum heroicorum reliquiae (v. PGM 1.c.
332763—83; 2774s Ἰὼ πασικράτεια καὶ Ἰὼ πασιμέδουσα, Ἰὼ παντρεφέουσα);
33quorum postremus ita fere currit: σπεῦδε τάχιστ’, ἤδ〈η δ’〉 ἐπ’ ἐμαῖσι θύραισι παρέστω.

14

Ἀφρογενὲς Κυθέρεια, θεῶν γενέτειρα καὶ ἀνδρῶν,
αἰθερία, χθονία, Φύσι παμμήτωρ, ἀδάμαστε, ἀλληλοῦχε, πυρὸς μεγάλου περιδινήτειρα, ἣ τὸν ἀεικίνητον ἔχεις περιδινέα Βαρζαν198
5ἄρρηκτον, σὺ δὲ πάντα τελεῖς, κεφαλήν τε πόδας τε, σαῖς τε θελημοσύναις περιμίγνυται ἱερὸν ὕδωρ, ἡνίκα κινήσῃς τὸν ἐν ἄστροις χείρεσι Ρουζω, ὄμφαλον ὃν κατέχεις κόσμου· κινεῖς δὲ τὸν ἁγνόν [ἵμ]ε[ρο]ν εἰς ἀνδρῶν ψυχὰς ἐπί τ’ ἄνδρα γυναῖκας,
10κἀνδρὶ γυναῖκα τίθης 〈συ〉 ἐράσμιον ἤματα πάντα. ἡμετέρη βασίλεια, θεά, μόλε ταῖσδ’ ἐπαοιδαῖς, πότνια {Αρρωριφρασι Γωθητινι}
12Κυπρογένει’, {σουι ης θνοβοχου θοριθε σθενεπιω ἄνασσα
12σερθενεβηηι καὶ τῇ Δ ἣν Δ}
12〈αὐτῇ〉 βάλε πυρσὸν ἐρώτων, ὥστ’ ἐπ’ ἐμοῦ {τοῦ Δ, οὗ ἡ Δ} φιλότητι τακήμεναι ἤματα πάντα. †σὺ δέ, μάκαρ, Ζουρω, τάδε νεῦσον ἐμοί, τῷ δεῖνα, ὡς σὸν ἐν ἄστροις
15ἐς χόρον οὐκ ἐθέλοντ’ ἦξες ἐπὶ λέκτρα μιγῆναι, ἀχθεὶς δ’ ἐξαπίνης καὶ τὸν μέγαν ἔστρεφε Βαρζαν, στρεφθεὶς δ’ οὐκ ἀνεπαύσετ’ ἐλισσόμενός τε δονεῖται. {διὸ ἆξόν μοι τὴν Δ, φιλότητι καὶ εὐνῇ}
{σὺ δὲ} Κυπρογένεια θεά, 〈σὺ〉 τέλει τελέαν ἐπαοιδήν.199