TLG 0742 013 :: HYMNI ANONYMI :: Hymnus in Dionysum (P. Ross. Georg. 1.11)

HYMNI ANONYMI Hymn.
(Varia)

Hymnus in Dionysum (P. Ross. Georg. 1.11)

Source: Heitsch, E. (ed.), Die griechischen Dichterfragmente der römischen Kaiserzeit, vol. 1, 2nd edn. Göttingen: Vandenhoeck & Ruprecht, 1963: 173–175.

Citation: (Line)

1[σάτ]υ̣ροι φιλοπα̣ί̣[γμονε]ς ἐξεγένοντο. [οὐκέτι πὰρ μελί]ην κρήνη νάεν, οὐδ’ ἔσαν ἀρδμοί, [οὐ πάτοι, οὐ θρι]γκοί, οὐ δένδρεα, πάντα δ’ [ἄ]ισ[τα·] [μοῦνος δὲ πλα]ταμὼν λ[εῖ]ος πάλιν ἐξεφαά̣ν̣[θη.]
5[λειμὼν δ’ ᾗ πάρος] ἔσκε, παρῆν ἆσσον Λυκόοργος [κῆρ μεγάλῳ θάμβ]ει βεβολημένος ἀμφασίῃ τε· [ἦν γὰρ ἀάσχετ]α πάντα καὶ ἀνδράσιν οὐκ ἐπι〈ε〉ικτά [θνητοῖς, οἷα τότ’ αἶψα μ]ετατράπετ’ ἀμφαδὸν ἔργα. [ἀλλ’ ὅτε δὴ γίγνωσκε] Διὸς [γό]νον ἀγλ[αὸν] ὄ̣ντα,
10[ἔμπεσεν ᾧ θυ]μῷ χλωρὸν δέος, [ᾧ δὲ] πονεῖτο [θείνων, ἔκπεσέν οἱ] βουπλὴξ χερὸς ἄγχι ποδοῖιν, [οὐδέ τι ἐκφάσθ]α̣ι ἔπος [ἤθ]ε̣λεν οὐδ’ ἐρέεσθαι. [καί νύ κε δὴ τά]χα δειλὸς ὑπέκφυγε κῆρα κελαινήν, [ἀλλὰ γὰρ οὐκ ἐ]δέησε θεὸν μήνιμα μεθεῖναι.
15[ἄτην δ’ οἱ παρ]εοῦσαν ἑῷ προ[τιό]σσατο θυμῷ [ἐγγὺς ἰδὼν ἐλ]θόντα μετ’ ἀστεροπαῖς Διόνυσον, [αἱ κυκναὶ σ]ελάγιζον ὑπὸ β̣[ρον]τῇσι θαμείαις [υἱέος ἔργ’ ἀί]δηλα Διὸς μέγα κυδαίνοντος. [ὤτρυν’ οὖν Διόν]υσος ὀπάονας, οἱ δ’ ἂρ ὁμαρτῇ
20[θ]ύσθλοισιν χλοεροῖσιν ἐπαίσσοντες [ἔ]θε[ι]νον. ἔστη δ’ ἀστεμφής, πέτρῃ ἴσος, ἥ ῥά τε προ[βλή]ς εἰς ἅλα μαρμαρέην στεναχίζεται, ἤν τις ἀητῶν
ὀρνύμενος πνεύσῃ, θείνοντά 〈τε〉 κύματα μίμ[νει·] ὣς ὅ γε θεινόμενος μένεν ἔμπεδον, οὐ[δ’ ἀ]λέγισ[σεν.]173
25μᾶλλον δ’ ἀ[ζηχὴ]ς̣ ἐνεδύετο παῖδα Θυ[ώνη]ς μηνιθμὸς κραδίην, κραιπνῷ δέ μιν οὔτι μενοίνα αἱρήσειν θανάτῳ, δο[λιχ]α[ῖ]ς δ’ ἄταισιν ἐρ[έχθ]ει[ν,] ἀργαλέην ἵνα τῖσιν ἔτι ζώων ἀποτίσῃ. [ὦ]ρ[σ]ε δέ̣ οἱ̣ [μα]νίην, ὀφίων δ’ ἰνδαλμὸν [ἔ]χ̣ευ[εν,]
30ὄφρ’ ἀπαλεξήσων τρίβῃ χρόνον, ἄχρις [ὀλοι]ή φήμη τῆς μανίης πτηνὴ Θήβην ἀφίκηται Ἄρδυν τ’ Ἀστάκιόν τε δύω παῖδας καλέουσα καὶ Κύτιν, ἥ οἱ γεί〈ν〉ατ’ ἐν ἀγκοίνῃσι δαμεῖσα. οἱ δ’ ἐπεὶ οὖν ἀφίκοντο πολυγλώσσου διὰ φήμης,
35ἄρτι νέον λήγοντα πόνου κιχέτην Λυκόοργον τρυόμενον μανίῃ, περὶ δ’ αὐτῷ χεῖρ’ ἐβάλοντο κείμενον ἐν κονίῃ, μέγα νήπιοι· ἦ γὰρ ἔμελλον φθίσεσθαι ὑπὸ πατρὸς ἐναντίον ὄμμασι μητρός. οὐ γὰρ δὴν πάλι Λύσσα κελεύοντος Διονύσου
40ὀρθῇσ[ιν μ]αν[ίῃ]σιν ἀνήγειρεν Λυκόοργον· φ̣ῆ δ’ ὄ[φια]ς θείνειν, τεκέων δ’ ἐξείλατο θυμόν. καί νύ κ̣ε̣ν̣ ἀμφ’ αὐτοῖσι Κύτις πέσεν, ἀλλ’ ἐλεαίρων ἥρπαξεν Διόνυσος, ἔθηκε δὲ νόσφιν ὀ̣λ̣έ̣θ̣ρ̣[ο]υ̣, οὕνεκα μαργαίνοντι παραίφασις ἐμμενὲς ἦεν.
45ἀλλ’ οὐ π[αῦ]εν ἄθελκτο[ν] ἑὸν πόσιν, ὅ̣ς̣ [ῥα λυθ]εί[σης] [λα]ι̣ψ[ηρῆ]ς μανίης πείρῃ παθέων θεὸν [ἔγν]ω. ἀ̣λλ’ [ο]ὔ̣ θ̣[ην] Διόνυσος ἐ[παύετ]ο μηνιθμοῖο, [ἀ]τ[ρε]μὶ [δ’ ἑ]στειῶτι δυηπαθίῃ τ’ ἀλύοντι [ἄ]μπ[ελον] ἀμφὶς ἕ̣[λιξ]ε καὶ ἅψεα πάντ’ ἐ̣π̣[έδη]σ̣ε̣.

(50)

στεινόμενος δὲ δέρην [βρ]ι[αρὼ] θ’ ἑκάτερθε τ[ένοντε] οἴκτιστον κάμεν οἶτον ἐπιχθονίων ἀνθρώπων. καὶ νῦν ἐς χῶρον τὸν δυσσεβέων εἴδωλον
[ὀ]τλε[ύει κά]ματον τὸν ἀνήνυτον ἐς πίθον ἀντλῶν [ῥω]γαλέο[ν], τὸ δὲ πολλὸν ἐς Ἄιδος ἔκχυται ὕδωρ.174
55τοίην [οὖν] ἐρίδουπος ἐπεκράανε Κρονίων ἀνδράσι θειομάχοισι δίκην, ἵνα τῖσις [ἕπ]ητ[αι] ἀμφότερον, ζωοῖσι ἀτὰρ πάλι τεθνηῶσιν. †α[..]ους τ̣ο̣[ι] σχέο τῆσδε τῶνδε καλεσαι θεοῦ θεων ἐπ’ ἀοιδῆς ἀοιδῶν [..]υ̣ρ̣ει τόδε ἦμαρ ἐπιπλομένων λυκαβάντων.
60λε̣ῖ̣β̣’ [οὖν αἴ]θ[οπα ο]ἶν[ον ἐπ’ αἰθομένοις ἱεροῖσιν] ε̣ὐ̣ν̣ῆ̣ς̣ ἀγ[κλινθεὶς ἱλασκόμενος Διόνυσον.] τὰ πρὸ τούτων α̣π̣α̣ν̣[] ἵνα τοποιην οτι..[]
ε̣ἰ δ̣[ὲ] μ̣ὴ [...]εως..[]175