TLG 0742 011 :: HYMNI ANONYMI :: Hymnus in Hecatam Hymnus in Hecatam Citation: (Line) | ||
1 | Νερτερίη χθονίη τε καὶ οὐρανίη μολὲ Βομβώ, εἰνοδίη, τριοδῖτι, φαεσφόρε, νυκτερόφοιτε, ἐχθρὴ μὲν φωτός, νυκτὸς δὲ φίλη καὶ ἑταίρη, χαίρουσα σκυλάκων ὑλακῇ τε καὶ αἵματι φοινῷ, | |
---|---|---|
5 | ἐν νέκυσι〈ν〉 στείχουσα κατ’ ἠρία τεθνηώτων, αἵματος ἱμείρουσα, φόβον θνητοῖσι φέρουσα, Γοργὼ καὶ Μορμὼ καὶ Μήνη καὶ πολύμορφε, | |
ἔλθοις εὐάντητος ἐφ’ ἡμετέρῃσι θυηλαῖς. | 171 |