TLG 0742 010 :: HYMNI ANONYMI :: Hymnus in Asclepium

HYMNI ANONYMI Hymn.
(Varia)

Hymnus in Asclepium

Source: Heitsch, E. (ed.), Die griechischen Dichterfragmente der römischen Kaiserzeit, vol. 1, 2nd edn. Göttingen: Vandenhoeck & Ruprecht, 1963: 171.

Citation: (Line)

1Ζῆνα πάλαι φθίμενον πάϊν ἄμβροτον Ἀπόλλωνος κικλήσκω λοιβαῖσι μολεῖν ἐπίκουρον ἐμαῖσιν· ὅς ποτε καὶ νεκύων ἀμενηνῶν μυρία φῦλα Ταρτάρου εὐρώεντος ἀεικ〈λ〉αύστοισι μελάθροις
5δύσνοστον πλώοντα ῥόον κέλαδόν τ’ 〈ἀ〉διαύλου 〈Κωκυτοῦ〉, πάντεσσιν ἴσον τέλος ἀνδράσι θνητοῖς, λίμνῃ πὰρ γοόωντα καὶ ἄλλιτα κωκύοντα αὐτὸς ἀμειδήτης ἐρ〈ρ〉ύσαο Φερσεφον〈ε〉ίης· εἴτ’ ἐφέπεις Τρίκκης ἱερῆς ἕδος εἴτ’ ἐρατεινὴν
10Πέργαμον εἴτ’ ἐπὶ τοῖσιν Ἰαονίαν Ἐπίδαυρον,
δεῦρο μάκαρ, καλέει σε μάγων 〈πρόμοσ〉 ὧδε 〈παρεῖναι〉.171