TLG 0742 007 :: HYMNI ANONYMI :: Aretalogia Sarapidis (P. Berol. 10525) Aretalogia Sarapidis (P. Berol. 10525) Citation: (Line) | ||
1 | [......]τ̣ων ὁ Σάραπίς ἐστι σωτήρ [......]ν̣ τῶι Λιβυκῶι φράσας ἀπέστ[η] [.......]... δ’ ἔχομεν τ̣[οῦ] π̣ροσ̣ε[] καὶ τοῦ τ̣[ὸ] δακτυλίδιν ἐπ̣ι̣κρατοῦν[τος.] | |
---|---|---|
5 | τοῦ χρησμοῦ δὲ τὸ τέρμα τοῦ πένη[τος·] ‘ἀπὸ τῆς γὰρ αὔριον Λίβυς τις ἀνήρ πάσχει νόσον ξένην δι’ ἧς σ̣ε σώζω.‘ οὗτος δ’ ἦν ὁ Λίβυς ὃν ὁ θεὸς εἶπεν, κοινὴν συναστρίαν ἔχων ἐκείν[ῳ.] | |
10 | τῇ νυκτὶ παραφανεὶς ὁ θεὸς ἔλεξε· ‘τῆς μοίρης ἀπέχεις, Θράσων, τὸ τέρμ[α,] [ο]ὐ̣χ ὡς ἤθελε μοῖρα, παρὰ δὲ μοῖρα[ν,] [τὰς] μοίρας γὰρ ἐγὼ μεταμφιάζω. [ἀνέγει]ρε δ’ αὔριον, μετὰ δὲ τετάρτην | |
15 | [μέθυε] καὶ πρόπιε πολὺ παραμείν[ας] [μηδὲν] γευσάμενος, μόνον δ’ ἄκρατο[ν] [χύτρ]α̣ς ἑξαδόχου, μετὰ δὲ τὸ πίνε[ιν] [.... συ]ντυχίας βαλὼν κάθευ〈δ〉ε, [κοιμώμε]νον δ’ ἐγώ ς’ ἀποθεραπεύσω.‘ | |
20 | [......]δε τουτ̣ονουπειρεν [ὅ]λως σ̣χῆ̣ [ὁ μὲν οὖ]ν ἀνίσταται λαβὼν [..]πίνειν. ὁ δὲ ν̣ῆ̣σ̣τ̣ι̣ς̣ ἀναμένει θεῶι κελευσθείς, ὥρη̣ν λα[βὼν] ἐκεῖνος ἣν ἐτάχθη. οὗτος δὲ μὴ σ̣τραφεὶς μένει κραταίως, | 167 |
25 | [πί]ν̣ει δ’ οὗτος ἄκρατα καὶ μεθύει. [....]ουσαν δ’ ὑπομένει ...[] | |
[πίπ]τ̣ει δ’ οὗτος ἐκεῖ καρηβ[αρήσας.] | 168 |