TLG 0742 002 :: HYMNI ANONYMI :: Christianorum carmina

HYMNI ANONYMI Hymn.
(Varia)

Christianorum carmina

Source: Heitsch, E. (ed.), Die griechischen Dichterfragmente der römischen Kaiserzeit, vol. 1, 2nd edn. Göttingen: Vandenhoeck & Ruprecht, 1963: 157–164.

  • fr. 1, In Christum salvatorem: pp. 157–159
  • fr. 2, In trinitatem (P. Oxy. 15.1786): p. 160
  • fr. 3, In Christum (P. Berol. Mus. 8299): p. 161
  • fr. 4, De moribus Christianorum (P. Amh. 1, 23–28): pp. 161–164

Citation: Fragment — (line)

1

Στόμιον πώλων ἀδαῶν,
πτερὸν ὀρνίθων ἀπλανῶν, οἴαξ νηῶν ἀτρεκής, ποιμὴν ἀρνῶν †βασιλικῶν·157
5τοὺς σοὺς ἀφελεῖς παῖδας ἄγειρον, αἰνεῖν ἁγίως, ὑμνεῖν ἀδόλως ἀκάκοις στόμασιν
10παίδων ἡγήτορα Χριστόν. βασιλεῦ ἁγίων, λόγε πανδαμάτωρ πατρὸς ὑψίστου, σοφίας πρύτανι,
15στήριγμα πόνων αἰωνοχαρές, βροτέας γενεᾶς σῶτερ Ἰησοῦ· ποιμήν, ἀροτήρ,
20οἴαξ, στόμιον, πτερὸν οὐράνιον παναγοῦς ποίμνης, ἁλιεῦ μερόπων τῶν σῳζομένων
25πελάγους κακίας, ἰχθῦς ἁγνοὺς κύματος ἐχθροῦ γλυκερῇ ζωῇ δελεάζων. ἡγοῦ προβάτων
30λογικῶν ποιμήν, ἁγίων ἡγοῦ βασιλεῦ παίδων ἀνεπάφων. ἴχνια Χριστοῦ ὁδὸς οὐρανία.
35λόγος ἀέναος, αἰὼν ἄπλετος,
φῶς ἀίδιον, ἐλέους πηγή, ῥεκτὴρ ἀρετῆς158
40σεμνῇ βιοτῇ θεὸν ὑμνούντων, Χριστὲ Ἰησοῦ· γάλα οὐράνιον μαστῶν γλυκερῶν
45νύμφης χαρίτων, σοφίας τῆς σῆς, ἐκθλιβόμενον οἱ νηπίαχοι ἀταλοῖς στόμασιν

1

(50)

ἀτιταλλόμενοι, θηλῆς λογικῆς πνεύματι δροσερῷ ἐμπιμπλάμενοι, αἴνους ἀφελεῖς,
55ὕμνους ἀτρεκεῖς βασιλεῖ Χριστῷ, μισθοὺς ὁσίους ζωῆς διδαχῆς, μέλπωμεν ὁμοῦ,
60πέμπωμεν ἁπλῶς παῖδα κρατερόν. χορὸς εἰρήνης οἱ χριστόγονοι· λαὸς σώφρων,
65ψάλλωμεν ὁμοῦ
θεὸν εἰρήνης.159

2

⏑⏑– ⏑⏑– ⏑⏑– ⏑⏑– [⏑⏑– ⏑] ὁμοῦ πᾶσαί τ̣ε θεοῦ
5λόγιμοι δ̣ο̣[ῦλα]ι̣. [ὅσ]α̣ κ̣[όσμος ἔχει] [............] [............] [πρ]υτανηω (?)
10σιγάτω, μηδ’ ἄστρα φαεσ‐ φόρα λ̣[αμπ]έ̣[σ]θ̣ων, [ἀπο]λ̣ε̣ι̣[πόντω]ν̣ ρ̣[αδιναὶ προχοαί]
15ποταμῶν ῥοθίων πᾶσαι. ὑμνούντων δ’ ἡμῶν [π]α̣τέρα χ’ ὑιὸν χ’ ἅγιον
20πνεῦμα πᾶσαι δυνάμεις ἐπιφωνούντων· ἀμήν, ἀμήν· κράτος, αἶνος [ἀεί]
25[καὶ δόξα θεῷ] δ̣[ωτ]ῆ[ρι] μ̣ό̣ν̣ω̣ πάντων ἀγαθῶν.
ἀμήν, ἀμήν.160

3

[Τηρεῖς σὺ τὸν] ἄρνα ἐπ’ ὤμου λαβὼν σῇ π̣ο̣ίμνη̣ ἑνώσας. Ὑιὸν νομέα νῦν ἐπέγνω̣, νῦν ἔσχα νομὴν πατρῴαν. Φοβερὰς δυνάμεις διοδεύσω μηδέν τι παθὼν ἀπὸ τούτων. †Χάρις τ̣εσυ̣† μάκαρ ἀποβλέψας ἀποφεύξομαι τῶν ἐπιβούλων.
5Ψαλτήριά σοι ἀνεγείρω, ἁγίου̣〈σ〉 δὲ̣ χοροὺς χορεύσω. Ὦ Λόγε πατρὸς ἀπειρί̣τ̣ο̣υ̣, σοὶ δόξα, κράτος εἰς αἰῶνας.

4

(1a)

[Ἀ...]α̣.υν θ̣(εὸ)ν̣ α̣ν̣ειπ̣ος
1bἈθανατ[..................]
1c[Ἀθά]νατον ζωὴν ἵνα λάβῃς.
2aΒαρὺν θεσμὸν ἔφυγες ἀνόμ̣ο̣υ̣
2bΒα[...............]
2c....]ι̣νικα̣υ̣τον πρὸς ἀγάπην.
3aΓάμον ἤλυθες 〈ἐσ〉 βασιλῆος,
3bΓάμον κ.ν̣.[..]λ̣.].........
3c....]. ἵνα μή ς’ ἀφε̣ν̣ίσῃς.161
4aΔυσὶ ῥήμασι μηκέτι λάλει,
4bΔίχα τῶν ἐπισε̣ι̣[........]
4c.............]ολας.
5aἜρχονταί τινες προβατίνοις
5bἘν σχήμασιν̣ ἔ̣σ̣ω̣θεν̣ λ̣[ύκοι]
5c[Ἐπιγνώσεσθέ] τε μακρόθεν.
6aΖήτει ζῆσαι μεθ’ ἁγίων,
6bΖ[ή]τει ζωὴν ἵνα λάβῃ〈σ〉,
6cΖή[τει τὸ πῦρ ἵνα] φύγῃ〈σ〉.
7aἫν ἔμαθες ἐλπίδα κράτει,
7bἫν ὥρι[σ]έ σοι ὁ δεσπότη[ς]
7c............].λον.
8aΘ(εὸ)ς ἤλυθε πολλὰ κομίσας,
8bΘανάτο[υ] τριτόπ̣η̣μα̣ τελέσα[ς]
8c.........].ετ̣ιρ̣η̣.α̣δ̣ο̣υς
9aἸ(ησοῦ)ς ὁ παθὼν ἐπὶ τ̣ο̣ύτοις
9bΕἰπὼν ὅτι ν̣ῶτα παρέχω,
9cἽνα [μὴ] θαν[άτ]ῳ περιπέσῃ〈σ〉.
10aΚάλ’ εἰσὶ τὰ θεσμὰ τοῦ θ(εο)ῦ·
10bΚατὰ πάντα τύποις ὑπομέν̣[ει,]
10cΚαλὴν ζωὴν ἵνα λάβῃς.
11aΛουσάμενος ἐν Ἰορδάνῃ,
11bΛουσάμενος ἐνὶ τύποις
11cΛ̣ο̣υ̣τ̣ρ̣ὸ̣ν̣ [τ]ὸ̣ καθάρσιον ἔχει.
12aΜείνας ἐπειράζετ’ ἐν ὄρει,
12bΜεγαλῶς δ’ ὑπὸ †π̣αο̣υν̣ο̣μου
12cΜ...νη̣ς αὐτὸς εἴη.
13aΝῦν ἔργασαι κληρονομίας,
13bΝῦν καιρὸν ἔχ[ει]ς ὅτι [δίδως]
13cΝῦ̣ν̣ τ̣οῖς πεινῶσι μεγάλως.162
14aΞένους εἶπε θ(εὸ)ς διατρέφειν,
14bΞένους κα〈ὶ〉 μὴ δυν〈α〉μένους·
14c[Ξένιζ]ε, τὸ πῦρ ἵνα φύγῃ〈σ〉.
15aὋν ἔπεμψε πατήρ, ἵνα πάθῃ,
15bὉ λαβὼν ζωὴν αἰ[ω]νί̣α̣[ν,]
15c[Ὁ λαβὼν κ]ράτος ἀθανασίας.
16aΠαισὶν δ’ [ε]ὐηγγέλιζε λέγων·
16bΠτωχοὶ βασιλ〈ε〉ίαν ε̣[....]
16c.....] εἶναι κληρονομίας.
17aῬαπιζ[.....] ἐνί τύποις,
17bῬοπὴν ἵνα παντὶ παρέχῃ,
17c..... θ]άνατον ἵν’ ὀλέσῃ,
18aΣὺ θα[νὼν ἵ]ν’ ἀνάστασιν ἴδῃς,
18bΣὺ τὸ φῶς ἵν’ αἰώνι[ο]ν ἴ[δῃς,]
18cΣὺ θ(εὸ)ν] φώτων ἵνα λάβῃς.
19aΤὰ [δ’] ἀ̣[νάπ]αυλα λυπομένων,
19bΤὰ δὲ σκιρτήματ’ ἀ[θλίων,]
19c[Τὸ δὲ πῦ]ρ φοβερὸν παρανόμοις.
20aὙπὸ τὴ[ν] χάριν ἦλθες ἀκόπως·
20bὙπάκουε πένησιν [ἀφθόνως,]
20c[Ὑπερηφά]νως μηκέτι λάλει.
21a[Φοβερὸν ἀδικοῦν]τι τὸ πῦρ,
21bΦοβερὸν εἰς 〈τὸν〉 ἀεὶ χρόν[ον,]
21c[Φοβερόν δὲ τ]ὸ πῦρ παρανόμοις.
22a.....................]
22bΧ(ριστὸ)ς καὶ στέμμαθ’ ἁγίω[ν,]
22c[Χαλεπὸν δὲ τὸ] πῦρ παρανόμοις.163
23a..................]
23b[Ψάλλ]ων ψαλμοὺς μεθ’ ἁγίων
23cΨυχὴν [ὥσ]τε πάντοτε τρέφειν.
24a.....................]
24bὯν ἔμαθες μηκέτι λάθῃ,
24cὯν εἶπεν σοι ἵνα λάβῃς.
25a[..................]
25b[.... θ]άνατον οὐκέτι δύνῃ.164