TLG 0742 001 :: HYMNI ANONYMI :: Naassenorum carmina

HYMNI ANONYMI Hymn.
(Varia)

Naassenorum carmina

Source: Heitsch, E. (ed.), Die griechischen Dichterfragmente der römischen Kaiserzeit, vol. 1, 2nd edn. Göttingen: Vandenhoeck & Ruprecht, 1963: 155–157.

  • fr. 1, sine titulo: pp. 155–156
  • fr. 2, In Attinem: pp. 156–157
  • fr. 3, In Attinem: p. 157

Citation: Fragment — (line)

1

Νόμος ἦν γενικὸς τοῦ παντὸς ὁ πρωτ〈ότοκ〉ος νόος·
ὁ δὲ δεύτερος ἦν τοῦ πρωτοτόκου τὸ χυθὲν χάος· τριτάτη ψυχὴ δ’ ἔλαβεν† ἐργαζομένη νόμον· διὰ τοῦτο †ελαφον μορφὴν περικειμένη155
5κοπιᾷ θανάτῳ μελέτημα κρατουμένη· ποτὲ 〈μὲν〉 βασίλειον ἔχουσα βλέπει τὸ φῶς, ποτὲ δ’ εἰς ἔλεον ἐρριμμένη κλάει, †ποτὲ δὲ κλαίεται χαίρει, †ποτὲ δὲ κλαίει κρίνεται,
10†ποτὲ δὲ κρίνεται θνῄσκει, ποτὲ δὲ γίνεται 〈κ〉ἀνέξοδον ἡ μελέα κακῶν λαβύρινθον ἐσῆλθε πλανωμένη. εἶπεν δ’ Ἰησοῦς· ἐσόρα πάτερ,
15ζήτημα κακῶν 〈τόδ’〉 ἐπὶ χθόνα ἀπὸ σῆς πνοιῆς ἐπιπλάζεται. ζητεῖ δὲ φυγεῖν τὸ πικρὸν χάος, καὶ οὐκ οἶδε〈ν ὅ〉πως διελεύσεται. τούτου με χάριν πέμψον, πάτερ·
20σφραγῖδας ἔχων καταβήσομαι, αἰῶνας ὅλους διοδεύσω, μυστήρια πάντα δ’ ἀνοίξω, μορφὰς δὲ θεῶν ἐπιδείξω· {καὶ} τὰ κεκρυμμένα τῆς ἁγίας ὁδοῦ
25γνῶσιν καλέσας παραδώσω.

2

Εἴτε Κρόνου γένος, εἴτε Διὸς μάκαρ,
εἴτε Ῥέας μεγάλας, χαῖρε 〈ὦ〉 τὸ κατ‐ ηφὲς ἄκουσμα Ῥέας Ἄττι· σὲ κα‐ λοῦσι μὲν Ἀσσύριοι τριπόθητον Ἄ‐156
5δωνιν, ὅλη δ’ Αἴγυπτος Ὄσιριν, ἐπ‐ ουράνιον Μηνὸς κέρας Ἑλλη‐ νὶς σοφία, Σαμόθρᾳκες Ἄδαμνα σε‐ βάσμιον, Αἱμόνιοι Κορύβαντα, καὶ οἱ Φρύγες ἄλλοτε μὲν Πάπαν, ποτὲ
10δὲ 〈αὖ〉 νέκυν ἢ θεὸν ἢ τὸν ἄκαρπον ἢ αἰπόλον ἢ χλοερὸν στάχυν ἀμη‐ θέντα ἢ 〈τ〉ὸν πολύκαρπος ἔτικτεν ἀ‐ μύγδαλος ἀνέρα συρικτάν ...

3

Ἄττιν ὑμνήσω τὸν Ῥείης οὐ κωδώνων σὺν βόμβοις οὐκ αὐλῷ Ἰδαίων
5Κουρήτων μυκητᾷ, ἀλλ’ εἰς Φοιβείαν μίξω μοῦσαν φορμίγγων· εὐοῖ, εὐάν, ὡς Πάν, ὡς Βακχεύς,
10ὡς ποιμὴν λευκῶν ἄστρων ...157