TLG 0740 001 :: JUSJURANDUM MEDICUM :: Jusjurandum medicum

JUSJURANDUM MEDICUM Med.
(Incertum)

Jusjurandum medicum

Source: Bussemaker, U.C. (ed.), Poetae bucolici et didactici. Paris: Didot, 1862: 90.

Dup. partim HIPPOCRATES Med. et CORPUS HIPPOCRATICUM (0627 057)

Citation: (Line)

tΟΡΚΟΣ ΙΑΤΡΙΚΟΣ.
1Αὐτὸν ἐν ἀχράντοισι μέγαν θεὸν ὄμνυμι φωναῖς· Οὔτε τινὰ ξεῖνον δηλήσομαι ἀνέρα νούσῳ, Οὔτε τιν’ ἐνδήμων, ὀλοφώϊα ἔργα τελειῶν, Οὔτε μέ τις δώροισι παραιβασίην ἀλεγεινὴν
5Ἐκτελέσειν πείσειε καὶ ἀνέρι φάρμακα δοῦναι Λυγρὰ, τάπερ κακότητα θυμοφθόρον οἶδεν ὀπάζειν, Οὔτε χάριν φιλίης ἑτέρῳ κατὰ νεῖμαι ὑποστῶ, Ἀλλ’ ὁσίας μὲν χεῖρας ἐς αἰθέρα λαμπρὸν ἀείρω, Καὶ κακίης ἀμόλυντον ἔχω κατὰ πάντα λογισμόν.
10Ἕρδειν κεῖνά γε μήσομ’ ἅπερ σόον ἀνέρα θήσει,
Πορσυνέω δέ τε πᾶσι φίλην βιόδωρον ὑγείην.90