TLG 0738 010 :: HIPPIATRICA :: Fragmenta Anatolii de bubus

HIPPIATRICA Med.
(A.D. 9)

Fragmenta Anatolii de bubus

Source: Oder, E., Hoppe, K. (eds.), Corpus hippiatricorum Graecorum, vol. 2. Leipzig: Teubner, 1927 (repr. Stuttgart: Teubner, 1971): 330–336.

Citation: Chapter — section — (line)

1

t

Περὶ βοῶν [Φλωρεντίνου].

1

.

1

Τὰς βοῦς πρὸ ἡμε‐ ρῶν λʹ τῆς ὀχείας οὐκ ἐατέον πληροῦσθαι τροφῆς. ὅσῳ γὰρ ἂν ἰσχνανθῶσι, τοσούτῳ εὐσυλληπτότεραι τοῦ σπέρματος ἔσον‐ ται. —

2

t

Περὶ βουθηλειῶν ἤτοι δαμάλεων [τοῦ αὐτοῦ].

2

.

1

Δαμάλεις ἐκλεκτέον εὐπαγεῖς, τοῖς σώμασι παρα‐ μήκεις, εὐμεγέθεις, εὐκέρωτας, πλατυμετώπους, μελανοφθάλ‐ μους, γνάθους συνεσταλμένας ἐχούσας, ἐνσίμους, μὴ κυρτάς, ἀνεπτυγμένας τὰς ῥῖνας ἐχούσας, αὐχένα μακρὸν καὶ παχύν,
5εὐστέρνους, χείλη μελανίζοντα ἐχούσας, βαθυπλεύρους, πλατυ‐ νώτους, ὀφθαλμὸν ἐχούσας μέγαν, οὐρὰν προμήκη καὶ ψαύ‐ ουσαν τῶν πτερνῶν, πολύτριχα, βραχίονας βραχεῖς, σκέλη ὀρθά, στερεά, παχύτερα μᾶλλον ἢ μακρότερα, μὴ παρατριβό‐ μενα πρὸς ἄλληλα, πόδας ἐν τῷ βαδίζειν μὴ πλατυνομένους
10ἄγαν, μηδὲ χηλὰς διεσταλμένας, τοὺς ὄνυχας τε λείους καὶ ἴσους, βύρσαν εὐαφῆ καὶ μὴ ἀπεξυλωμένην.

2

.

2

δοκιμάζουσι
δὲ ἀρίστας τὰς τοῖς χρώμασι ξανθιζούσας καὶ τὰ σκέλη μελαί‐ νας ὡς εὐγενεῖς.330

2

.

3

καλὸν μὲν οὖν κεκοσμῆσθαι πᾶσι τοῖς φυσικοῖς, εἰ δὲ μήγε, τοῖς πλείοσιν.

2

.

4

οἱ δὲ βόες καὶ τὴν φωνὴν τοῦ βουκόλου γνωρίζουσι, καὶ καλούμενοι τοῖς ἐπιτε‐ θεῖσιν ὀνόμασι συνιᾶσι, καὶ ἀποκλίνουσι πρὸς τὰ ἐπιταττόμενα παρὰ τοῦ ἐπιτάκτου. —

3

t

Περὶ ταύρων [Διδύμου].

3

.

1

Τοὺς ταύρους πρὸ τῆς ὀχείας πρὸ δύο μηνῶν οὐκ ἐατέον συννέμεσθαι ταῖς βουσί, πληρωτέον δὲ αὐτοὺς χλόης, καὶ εἰ μὴ ἀρκέσειε τὸ τῆς νομῆς, ἐρεβίνθων ἢ ὀρόβων ἢ κριθῶν δια‐ βραχέντων.

3

.

2

ἐλάττους δὲ τῶν γʹ ἐτῶν οὐκ ἐπιτήδειοι πρὸς τὴν ὀχείαν, ἀλλ’ οὐδὲ οἱ πρεσβύτεροι τῶν ιβʹ. τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν θηλειῶν εἰρήσθω.

3

.

3

χωρίζειν τὲ αὐτοὺς χρὴ ἀπὸ τῶν θηλειῶν τὸν διμηναῖον χρόνον καὶ εἰσάγειν αὐτοὺς εἰς τὰς ἀγέλας οὐκ ἐπικωλύοντας αὐτῶν τὴν ὁρμήν. —

4

t

Βόας μὴ ἀσθενεῖν [Δημοκρίτου].

4

.

1

Ὄροβον βρέχων λεῖον πότιζε κατὰ μῆνα. τὴν δὲ τῶν βοῶν πληγὴν θεραπεύσεις μα‐ λάχην ἀγρίαν λειώσας καὶ ἐπιχρίων. —

5

t

Περὶ ὀχείας [τῶν Κυϊντιλίων].

5

.

1

Καιρὸς ὁ τῆς ὀχείας ἐπιτήδειος ἔαρ μέσον,

5

.

2

εἰ δὲ μὴ προσδέχονται τοὺς ταύρους αἱ βόες, σκίλ‐ λης τὸ περικάρδιον, τουτέστι τὰ ἁπαλώτατα τῆς σκίλλης καὶ ὡς ἂν εἴποι τις τὸ στέαρ, [διδόναι] μετὰ ὕδατος τριπτέον καὶ περιχριστέον μετὰ τὴν κάθαρσιν τὰ μόρια τῶν βοῶν.

5

.

3

εἰ δὲ οἱ ταῦροι πρὸς τὴν ὀχείαν βραδύνουσι, καύσας ἐλάφου οὐρὰν καὶ συλλειώσας οἴνῳ τε φυράσας ἄλειφε τὸ αἰδοῖον καὶ τοὺς ὄρχεις τοῦ ταύρου, καὶ οἰστρήσει εὐθύς.

5

.

4

τοῦτο δὲ οὐκ ἐπὶ τῶν ταύρων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ζῴων καὶ ἐπὶ ἀνθρώπων γένοιτ’ ἄν, λύσις δὲ τῆς οἰστρήσεως ἔλαιον χρι‐ σθέν.

5

.

5

καὶ ἡ πολύσπερμος δὲ καὶ ἡ πολύγονος καλουμένη βοτάνη τὰ ζῷα ποιήσει γονιμώτερα. —

6

t

Περὶ προ‐ γνώσεως τῶν γεννωμένων [Ἀφρικανοῦ].

6

.

1

Οἱ προ‐ γινώσκειν θέλοντες, πότερον ἄρρεν ἢ θῆλυ τέξεται ἡ βιβα‐ σθεῖσα βοῦς, παρατηρείτωσαν· ἐὰν μὲν εἰς τὰ δεξιὰ μέρη ὁ βοῦς κατέλθῃ, ἄρρεν τὸ τεχθησόμενον τεκμαιρέσθω, ἂν δὲ ἐπὶ
5τὰ ἀριστερά, θῆλυ.

6

.

2

εἰ δὲ καὶ βουληθείης ἄρρεν τεχθῆναι, τῷ καιρῷ τῆς ὀχείας τὸν ἀριστερὸν ὄρχιν ἀπόδησον, εἰ δὲ θῆλυ, τὸν δεξιόν.
331

6

.

3

φυσικὸν δέ τινες ποιοῦντες, εἰ μὲν ἄρ‐ ρεν τις βουληθείη τεχθῆναι, βορείου ὄντος τοῦ ἀέρος τὴν ὀχείαν κατασκευάζουσιν· εἰ δὲ θῆλυ, νότου πνέοντος. —

7

t

Περὶ οἴστρου τοῦ καλουμένου μύωπος [Σωτίωνος].

7

.

1

Ὅτι ἔκφρονας τοὺς βοῦς οἱ μύωπες κεντοῦντες ποιοῦσιν ἴσμεν. οὐκ ἐγγιοῦσιν οὖν αὐτοῖς, ἐὰν δαφνίδας κόψας καὶ ἑψήσας ἐν ὕδατι, ἐπιρραίνῃ τις τὸ χωρίον, ὅπου νέμονται. φεύξονται γὰρ οἱ μύωπες διὰ τὴν ἀντιπάθειαν.

7

.

2

εἰ δὲ καὶ φθάσειαν πλήξαντες, ψιμύθιον μετὰ ὕδατος τρίψαντες περι‐ χρίουσιν. —

8

t

Περὶ τῆς τῶν μόσχων ἀνατροφῆς [Διδύμου].

8

.

1

Κυτίσσῳ ἢ μηδικῇ θρέψωμεν τὰς γαλουχού‐ σας βοῦς· πλέον γὰρ ἕξουσι γάλα οὕτω τραφεῖσαι.

8

.

2

διετεῖς δὲ γενομένους τοὺς μόσχους εὐνουχιστέον· μετὰ γὰρ ταῦτα οὐ χρήσιμον τὸ εὐνουχίζεσθαι.

8

.

3

τὰ δὲ τραύματα σποδιᾷ καὶ λιθαργύρῳ καταπλαστέον, μετὰ τρεῖς δὲ ἡμέρας πίσσῃ ὑγρᾷ καὶ τέφρᾳ ὀλίγου μιγέντος ἐλαίου. —

9

t

Βόας ἐργα‐ ζομένους μὴ κοπιᾶν [Δημοκρίτου].

9

.

1

Ἔλαιον καὶ τερεβιν‐ θίνην ἑψήσας χρῖε τὰ κέρατα. —

10

t

Ἀπὸ ποίας ἡλι‐ κίας ἀρκτέον βιβάζειν τοὺς βόας [Βάρωνος].

10

.

1

Βιβά‐ ζειν δεῖ μὴ νεωτέραν τῶν βʹ ἐτῶν, ἵνα τριετεῖς οὖσαι τέκωσιν. ἄμεινον δὲ τίκτουσιν αἱ τετραετεῖς.

10

.

2

τίκτει δὲ ἡ βοῦς ὡς ἐπὶ τὸ πολὺ μέχρι τῶν ιʹ ἐτῶν, οἱ δὲ ταῦροι ἀπὸ τριετοῦς ἡλι‐ κίας ἀκμάζουσιν.

10

.

3

ὥρα δὲ πρὸς ὀχείαν τετραπόδων ἡ ἀπὸ δελφῖνος ἐπιτολῆς, τουτέστι περὶ τὰς ἀρχὰς τοῦ Ἰουνίου μηνός, ἕως ἡμερῶν μʹ. κυοφορεῖ δὲ ἡ δάμαλις μῆνας ιʹ.

10

.

4

τὰς δὲ στείρας καὶ τὰς ἀσθενεῖς καὶ τῇ ἡλικίᾳ προβεβη‐ κυίας ἐκβλητέον ἐκ τῶν βουκολίων. ἀλυσιτελὴς γὰρ ἡ περὶ τὰ ἄχρηστα σπουδή. —

11

t

Βόας ὑπὸ μυιῶν μὴ ἀδι‐ κεῖσθαι [Ἀφρικανοῦ].

11

.

1

Δάφνης καρπὸν λειοτριβήσας καὶ
ἑψήσας μετὰ ἐλαίου, ἄλειφε τοὺς βόας, ἢ ἐκ τοῦ σιέλου τοῦ βοὸς κατάχριε τούτους. ταῦροι τοὺς μυκτῆρας ῥοδίνῳ χρι‐ σθέντες σκοτοῦνται. —332

12

t

Βοῦς λιπαροὺς ποιῆσαι [Σωτίωνος].

12

.

1

Λιπαροὺς ποιήσεις τοὺς βοῦς, εἰ ἀπὸ τῆς νομῆς ἐλθοντας τὴν πρώτην ἡμέραν κράμβας διατεμὼν καὶ διαβρέξας ὄξει δριμεῖ παραβάλοις. εἶτα ἀχύρων διηθημένων καὶ πιτύρων σιτίνων μίξας ἐπὶ ἡμέρας εʹ διδοῖς, τῇ δὲ ϛʹ κρι‐
5θῶν ἀληλεσμένων κοτύλας δʹ, καὶ κατ’ ὀλίγον ταῖς ϛʹ ἡμέραις αὐξήσειας τὴν τροφήν.

12

.

2

καὶ εἰ χειμῶνος μὲν περὶ ἀλεκτρυό‐ νος ὥραν τρέφοις, τὸ δεύτερον δὲ περὶ τὸν ὄρθρον, καὶ ποτὸν δίδως, τὸ δὲ λοιπὸν τῆς τροφῆς περὶ τὴν ἑσπέραν παρέξεις.

12

.

3

θέρους δέ, ἂν τὸ πρῶτον ὑπὸ τὸν ὄρθρον, τὸ δὲ δεύτερον περὶ ὥραν τρίτην, εἶτα ποτιεῖς, καὶ οὕτω τὴν τρίτην τροφὴν προσφέροις περὶ ἐνάτην ὥραν, καὶ πάλιν ποτιεῖς. δίδου δὲ αὐτοῖς χειμῶνος μὲν θερμοτέρου ὕδατος, θέρους δὲ χλιαροῦ.

12

.

4

τὰ δὲ στόματα αὐτῶν οὔρῳ διακλύζουσι τὸ παρακείμενον φλέγμα ἀφαιροῦντες καὶ τὴν γλῶσσαν καθαίροντες ἀπὸ τῶν σκωλήκων λαβίδι ἐξαιρουμένων (γίγνονται γὰρ σκώληκες ἐν ταῖς γλώσσαις αὐτῶν) ἁλσί τε τὴν γλῶσσαν διαχρίουσι.
5καὶ τῆς στρωμνῆς δὲ ἐπιμελεῖσθαι χρή. —

13

t

Περὶ ἰάσεως, καὶ ὥστε τὰ ὀστέα μὴ καταπίνειν [Παξάμου].

13

.

1

Ταῖς φάτναις μήτε ὄρνεις μήτε ὕες προσιέτωσαν. ἑκατέρων γὰρ ἡ κόπρος εἰ βρωθείη, ἀδικεῖ τὸ ζῷον.

13

.

2

οὐκ ἂν δὲ κατα‐ πίῃ βοῦς ὀστοῦν, εἰ λύκου οὐρὰν ἐπὶ τὴν φάτνην κρεμάσεις. —

14

t

Περὶ ἀδήλου πάθους supra C 56, 8, tum

14

.

3

Δημόκριτος δὲ συμβουλεύει ἔαρος ἀρχομένου εἰς τὸ ποτὸν τῶν βοῶν ἐπὶ τέσσαρας καὶ δέκα ἡμέρας ἐμβάλλειν σκίλλης καὶ ῥάμνου ῥίζης.

14

.

4

εἰ δὲ καὶ φανερὰν νόσον νοσοίη, θερα‐ πεύσεις οὕτως· λιλύσφακον ἐξ ὀρεινοῦ χωρίου καὶ πράσιον εἰς ὃ μέλλουσιν ὕδωρ πίνειν προβρέξας ταῖς ἴσαις ἡμέραις καὶ δοὺς θεραπεύσεις. τοῦτο δὲ οὐ μόνον βοῦς, ἀλλὰ καὶ θρέμ‐
5ματα τὰ λοιπὰ ὠφελεῖ.

14

.

5

καὶ ἅλες δὲ συμμιγνύμενοι ταῖς τροφαῖς σφόδρα ὠφελοῦσιν.

14

.

6

ἄριστον δὲ καὶ ὑγιεινότατον
ἀμόργη σὺν ὕδατι καὶ κατ’ ὀλίγον διδομένη. ὠφελεῖ δε καὶ ἡ μηδικὴ πόα. —333

15

t

Περὶ κεφαλαλγίας.

15

.

1

Χρὴ πρότερον γινώσκειν τὴν τοῦ βοὸς κεφαλαλγίαν· ἐπειδὰν οὖν τὰ ὦτα καθεὶς μὴ ἐσθίῃ, κεφαλαλγία ἐστί.

15

.

2

διαχρίεται οὖν ἡ γλῶσσα θύμῳ μετὰ οἴνου τριφθέντι καὶ σκόρδοις καὶ ἁλσὶ λεπτοῖς.

15

.

3

καὶ πτισάνη δὲ ὠμὴ μετὰ οἴνου λυθεῖσα ὠφελεῖ.

15

.

4

καὶ δάφνης δὲ φύλλα ὅσον τὴν χεῖρα πληρῶσαι λαβὼν καὶ ἐμβαλὼν εἰς τὸ στόμα, ἢ καὶ σιδίων ῥοιᾶς, ὠφελήσεις.

15

.

5

καὶ σμύρνης δὲ ὡς κυάμου μέγεθος ὁμοίως μετὰ οἴνου διηθη‐ θέντος ἐν κοτύλαις δυσὶ διὰ τῶν ῥινῶν ἐγχέας θεραπεύσεις. —

16

t

Περὶ διαρροίας.

16

.

1

Ῥάμνου φύλλα κόψας καὶ ἀσφάλτῳ περιπλασθέντα δίδου φαγεῖν.

16

.

2

οἱ δὲ ῥοιῶν φύλλα κοπέντα καὶ ἀλφίτοις περιπλασθέντα διδόασι φαγεῖν.

16

.

3

ἄλλοι δὲ ἀλφίτων κοτύλας βʹ καὶ σίτου φρυγέντος ἀλεύρων τὸ ἥμισυ ὕδατι μιχθὲν διδόασιν. —

17

t

Περὶ ἀπεψίας.

17

.

1

Ἀπεπτήσας γινώσκεται βοῦς ἐκ τοῦ μὴ ἐσθίειν καὶ πυκνῶς ἐρυγᾶν, κινεῖν τε τὰ μέλη μετά τινος συστροφῆς καὶ πνεύμα‐ τος ἐκθλίψεως.

17

.

2

θεραπεύσομεν οὖν θερμὸν ὕδωρ διδόντες πιεῖν καὶ κράμβης διαβραχείσης ἐν ὄξει δέσμην φαγεῖν.

17

.

3

οἱ δὲ τῆς κράμβης τὰ ἁπαλὰ ζέσαντες καὶ τρίψαντες μετὰ ἐλαίου διὰ κέρατος ἐγχέουσι διὰ τοῦ στόματος, καὶ περιβολαίοις συν‐ θερμάναντες εἰς περίπατον ἄγουσι. τοῦτο δὲ οὐ τοὺς βοῦς
5μόνον, ἀλλὰ καὶ πᾶν ὠφελεῖ βόσκημα.

17

.

4

οἱ δὲ ἀγρίας ἐλαίας τὰ φύλλα ἢ δένδρων ἄλλων κλῶνας ἁπαλοὺς κόψαντες καὶ ὕδωρ ἐπιχέαντες διηθοῦσι καὶ οὕτως κοτύλας ϛʹ ἐπιχέουσιν ἐπὶ ἡμέρας δύο. —

18

t

Περὶ βουπρήστεως.

18

.

1

Τινὲς ἔλαιον εἰς τὰς ῥῖνας ἐγχέουσι τοῖς βουσίν, ἄλλοι δὲ ἐρινεοῦ ὀλύνθους ὕδατι τρίψαντες εἰς τὰς ῥῖνας ὁμοίως ἐγχέουσιν. —

19

t

Περὶ στρόφου.

19

.

1

Ὁ στροφούμενος βοῦς ἐφ’ ἑνὸς οὐχ ἕστηκε τόπου, οὐδὲ τροφῆς ἅπτεται, ἀλλὰ στένει.

19

.

2

ὀλίγην οὖν αὐτῷ τροφὴν παραβλητέον καὶ τὴν σάρκα τὴν περὶ τοὺς ὄνυχας διακεντητέον ὥστε ἀφαιμάξαι.

19

.

3

ἔτι δὲ περὶ τὴν οὐρὰν νύξαντες ὥστε αἷμα ἐκρυῆναι ῥάκει περι‐ δεσμοῦσιν.

19

.

4

ἄλλοι κρόμμυα καὶ ἅλας ἑνώσαντες καὶ σφηνώ‐ σαντες εἰς τὴν ἔδραν ἐσωτάτω προσωθοῦσι καὶ τρέχειν ἀναγ‐ κάζουσιν. ἄλλοι νίτρον κόψαντες καὶ διέντες διὰ τοῦ στόμα‐ τος ἐγχέουσιν. —
334

20

t

Περὶ πυρεταίνοντος [Διδύ‐ μου].

20

.

1

Βοῦς πυρεταίνων οὐ προσίεται τὴν τροφήν, κάτω νεύει, δακρύει, λήμας ἔχει, περὶ τοὺς ὀφθαλμοὺς κοιλαίνεται.

20

.

2

τοῦτον οὖν θεραπεύουσιν οὕτως. ἐκ συσκίων χωρίων ἄγρω‐ στιν λαβὼν καὶ πλύνας δὸς φαγεῖν αὐτῷ ἢ ἀμπέλου φύλλα.

20

.

3

ποτιστέον δὲ αὐτὸν ὕδωρ ψυχρότατον μὴ ἐν ὑπαίθρῳ, μά‐ λιστα δὲ ὑποσκίῳ, σπόγγῳ τε βεβρεγμένῳ ὕδατι τὰ ὦτα καὶ τὰς ῥῖνας ἀποψηκτέον.

20

.

4

τινὲς δὲ καυτῆρι τὸ πρόσωπον αὐτοῦ διακαίουσι καὶ τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς σπογγίζουσί τε ταῦτα οὔρῳ παλαιῷ θερμῷ δὶς τῆς ἡμέρας, ἕως ἂν ἐκπέσωσιν αἱ ἐσχάραι καὶ ἀπουλωθῇ τὰ τραύματα. ἀμύσσεται δὲ καὶ τὰ
5ὦτα ὥστε αἷμα ῥεῦσαι.

20

.

5

τινὲς δὲ ἄλφιτα φυράσαντες οἴνῳ διδόασι φαγεῖν, οἱ δὲ λούουσιν ἅλμῃ, καὶ περιβολαίοις συν‐ θερμαίνουσιν. οἱ δὲ κύτισσον διδόασι μετὰ οἴνου. τοῦτο δὲ οὐ τοὺς βοῦς ὠφελεῖ μόνον, ἀλλὰ καὶ τὰ ἄλλα θρέμματα.
5

21

t

Περὶ βήσσοντος.

21

.

1

Κριθὰς ἀληλεσμένας διαβραχείσας καὶ τῶν ἀχύρων τὰ ἁπαλώτατα καθαρθέντα καὶ ὀρόβων κοτύλας γʹ ἀληλεσμένων εἰς τρία διαιρεθέντα κατὰ μέρος δίδου φαγεῖν.

21

.

2

τινὲς δὲ τὴν ἀρτεμισίαν βοτάνην τρίψαντες καὶ διέντες ὕδατι ἐκπιέζουσι καὶ πρὸ τῆς τροφῆς ἐγχυματίζουσιν ἐπὶ ἡμέρας ζʹ. —

22

t

Περὶ ἐμπυϊ‐ κῶν.

22

.

1

Ἐὰν συναγάγῃ ἔμπυον τὸ ἕλκος, χρὴ καθαίρειν οὔρῳ τε βοὸς παλαιῷ θερμῷ κλύζειν ἐρίοις τε ἐκμάττειν, εἶτα μετὰ λεπτῶν ἁλῶν καὶ πίττης ὑγρᾶς ἐντιθέναι ἔμπλαστρον. —

23

t

Περὶ χωλείας [Φλωρεντίνου].

23

.

1

Ἐὰν διὰ τὸ κατεψῦχθαί τι μέρος χωλεύῃ ὁ βοῦς, νῖψαι χρὴ τὸν πόδα καὶ τὸ πεπονθὸς μέρος σμιλίῳ ἀνοίξαντα οὔρῳ παλαιῷ πυριᾶσαι. εἶτα ἁλῶν ἐπίπασσε καὶ σπόγγῳ ἔκμασσε ἢ ῥάκει.
5ἔπειτα στῆρος αἰγείου ἢ βοείου παρατριβομένου θερμῷ σι‐ δήρῳ ἐπιστάζειν τῷ πεπονθότι μέρει.

23

.

2

ἐὰν δὲ σκόλοπα ἤ τι τοιοῦτον πατήσας χωλεύῃ, τὰ μὲν ἄλλα ὁμοίως ποιητέον,
κηρὸν δὲ ἅμα ἐλαίῳ παλαιῷ καὶ μέλιτι καὶ ὀρόβων ἀλεύρῳ συντήξας καὶ ψύξας ἔνθες τῷ ἕλκει, εἶθ’ οὕτως λαβὼν ὄστρα‐335
5κον λεπτὸν διηθηθὲν καὶ σύκων ἢ ῥοιῶν κοπέντων καὶ μιχθέν‐ των περίπλασσε ῥάκος ἐπιθείς. ἐπιδέσμει δὲ ἐπιμελῶς, ὡς μηδὲν παρεισδῦναι, ἕως ἂν δυνηθῇ στῆναι· οὕτω γὰρ ἂν ὑγιασθῇ· τρίτῃ δὲ ἡμέρᾳ ἐπιθεράπευε.

23

.

3

ἐὰν δὲ δι’ ἐπι‐ φορὰν ὕλης χωλεύῃ, θερμαντέον τὸ μέρος μετὰ ἐλαίου καὶ γλυκέος ἑψηθέντων, εἶτα ὠμὴν λύσιν θερμὴν ἐπιθετέον.

23

.

4

ὅταν δὲ ἁπαλὸν γένηται, διαιρετέον, ἐκπλυθέντι δὲ τῷ δι‐ αιρεθέντι μέρει φύλλα κρίνων ἢ σκίλλαν μετὰ ἁλῶν ἢ πολύ‐ γονον ἢ πράσιον κοπὲν ἐπιθετέον. —

24

t

Περὶ ψώ‐ ρας.

24

.

1

Ψώραν καὶ ἐξανθήματα οὔρῳ βοείῳ παλαιῷ καὶ βουτύρῳ περιχρίοντες ἰῶνται.

24

.

2

οἱ δὲ ῥητίνῃ ἢ πίσσῃ ὑγρᾷ μετὰ θείου καταπλάττοντες ἐπιχρίουσι καὶ οὕτως ἰῶνται. —

25

t

Περὶ χολῆς.

25

.

1

Διακαυτέον τοὺς βοῦς τῶν σκελῶν ἕως τῆς ὁπλῆς καὶ λουτρῷ θερμῷ συνεχῶς θερμαντέον, καὶ περιβολαίοις καλυπτέον, τροφὴν δὲ οὐ δοτέον. —

26

t

Περὶ καταψύξεως.

26

.

1

Ἐγχυματιστέον ὀπὸν διέντα οἴνῳ μέ‐ λανι. —

27

t

Περὶ σκωλήκων.

27

.

1

Ὕδατι ψυχρῷ καταρ‐ ραίνοντες τὰ ἕλκη ἀναιροῦσι τὰς εὐλάς. —

28

t

Περὶ κακοσίτου.

28

.

1

Τὴν τροφὴν καταρραντέον ἀμόργης τὸ ἀρκοῦν *** ἐλαίου τε καὶ ῥητίνης [ἢ] τερεβινθίνης τὸ ἶσον μίξας κατάχρισον τὰ κέρατα ἕως ῥίζης. —

29

t

Περὶ φθει‐ ριῶντος.

29

.

1

Τὸν βοῦν χρὴ καταβαλεῖν ὕπτιον καὶ τῆς κεφα‐ λῆς ἀνανευθείσης τὴν γλῶσσαν περισκοπεῖν, εἰ φλυκταίνας ἔχει.

29

.

2

περικαῦσαι δὲ ταύτας χρῆ σιδήροις ὀξέσι καὶ διαπύ‐ ροις, ἔπειτα ἀγρίας ἐλαίας φύλλων κοπέντων καὶ ἁλῶν χρίειν τὰ ἕλκη, ἢ ἁλσὶ λεπτοῖς καὶ ἐλαίῳ, ἢ βουτύρῳ καὶ ἁλσίν, ἢ σικύου ἀγρίου ξηροῦ ῥίζαν συγκοπεῖσαν ἅμα σύκοις δοῦναι
5φαγεῖν, ἢ ἀλφίτων κοτύλας δύο καὶ σίτου φρυγέντος ἀλεύρου
τὸ ἶσον οἴνῳ βραχέντα δοῦναι.336