TLG 0738 009 :: HIPPIATRICA :: Fragmenta Anatolii de equis Fragmenta Anatolii de equis Citation: Chapter — section — (line) | ||
1t | Περὶ ἵππων [Ἀψύρτου]. | |
1.1 | Τὰς θηλείας ἵπ‐ πους, ἐξ ὧν πωλοτροφήσομεν, εἶναι χρὴ εὐπαγεῖς καὶ μέγεθος ἐχούσας ἱκανὸν· καὶ ὡραίας ἰδεῖν πλάτος τε ἔχειν ἐν τοῖς μέρεσι τῆς κοιλίας καὶ 〈κατὰ〉 τὰς λαγόνας, τῷ δὲ χρόνῳ μήτε | |
5 | νεωτέρας ἐτῶν γʹ μήτε προσβυτέρας ἐτῶν ιʹ. | |
---|---|---|
1.2 | τὸν δὲ ἵππον τὸν πρὸς ὀχείαν χρὴ εἶναι τῇ περιοχῇ τοῦ σώματος μέγαν, εὐπαγῆ πᾶσι τοῖς μέρεσι. | |
1.3 | καιρὸς δὲ τοῦ βιβάζειν ἀπὸ ἰση‐ μερίας ἐαρινῆς, τουτέστιν ἀπὸ δευτέρας εἰκάδος Μαρτίου, ἕως δευτέρας εἰκάδος Ἰουνίου, ἵνα ὁ τοκετὸς γένηται περὶ τὴν εὐκρατοτάτην τοῦ ἔτους ὥραν καὶ χλόην ἔχουσαν. φέρει γὰρ | |
5 | κατὰ γαστρὸς ἡ ἵππος μῆνας ιαʹ καὶ ἡμέρας ιʹ. τὰ δὲ μετὰ | |
τροπὰς θερινὰς κυϊσκόμενα δυσγενῆ γίνεται καὶ ἄχρεια. | 325 | |
1.4 | ἀποστατέον δὲ τὸν ἵππον κατὰ τὸν καιρὸν τῆς ὀχείας ἀπὸ τῶν ἔργων. βιβάζειν δὲ χρὴ μὴ πολλάκις τῆς ἡμέρας, ἀλλὰ δὶς μόνον, πρωῒ καὶ δείλης. | |
1.5 | ἐὰν δὲ ἅπαξ βιβασθεῖσα μὴ προσίηται τὸν ἄρρενα, μετὰ ιʹ ἡμέρας αὐτῇ πάλιν προσακτέον. ἐὰν δὲ μηδ’ οὕτως προσδέξηται, ἀποχωριστέον αὐτὴν ὡς ἤδη συνειληφυῖαν. | |
1.6 | ὅταν δὲ συλλάβωσι, φροντιστέον, ὅπως μὴ μοχθῶσι πλέον τοῦ δέοντος μηδὲ ψυχροῖς διαπαύωνται τόποις· ἐναντιοῦται γὰρ ταῖς κυούσαις τὸ ψῦχος. | |
1.7 | τοὺς δὲ ἄρρενας προθύμους περὶ τὴν ὀχείαν ποιήσομεν τοῖς ἀπομάγμασι τοῖς τῆς φύσεως τῆς θηλείας περιχρίοντες αὐτῶν τὰς ῥῖνας. | |
1.8 | τὸν δὲ πῶλον τὸν ἐσόμενον ἀγαθὸν διαγνωσόμεθα οὕτως ἀπὸ τῶν ψυχικῶν καὶ σωματικῶν ἀρετῶν· | |
1.9 | οἷον ἀπὸ μὲν τοῦ σώ‐ ματος· τὴν κεφαλὴν ἔχει μικράν, ὄμμα μέλαν, ῥῖνας μὴ συμ‐ πεπτωκυίας, ὦτα προσεσταλμένα, τράχηλον ἁπαλόν, χαίτην βαθεῖαν, οὐλοτέραν βραχύ, κεκλιμένην ἐπὶ τὰ δεξιὰ τοῦ αὐχέ‐ | |
5 | νος, στῆθος εὐρὺ μεμυωμένον, ὠμοπλάτας μεγάλας, βραχίονας ὀρθούς, κοιλίαν εὔογκον, διδύμους μικρούς, ῥάχιν μάλιστα μὲν διπλῆν, εἰ δὲ 〈μή〉, μή γε κυρτήν, οὐρὰν μεγάλην, οὐλότριχα, σκέλη ὀρθά, μηροὺς μεμυωμένους, ὁπλὴν εὐπερίγραφον καὶ πάντοθεν ὁμαλῶς συμπεπηγυῖαν, βάτραχον μικρόν, ὄνυχα | |
10 | στερεόν· ἐκ τούτων πάντων πρόδηλός ἐστιν ὁ ἀγαθὸς καὶ μέ‐ γας ἐσόμενος ἵππος. | |
1.10 | ἀπὸ δὲ τῶν ψυχικῶν οὕτως δοκι‐ μάζεται· ἐὰν μὴ ᾖ ἐπτοημένος μηδὲ ὑπὸ τῶν αἰφνιδίως φαι‐ νομένων ἐκταραττόμενος ἐν τε τῷ συναγελασμῷ τῶν πώλων φιλόπρωτος, οὐκ εἴκων, ἀλλ’ ἐξωθῶν τὸν πλησίον, ἐν δὲ τοῖς | |
5 | ποταμοῖς καὶ λίμναις οὐκ ἀναμένων ἕτερον προεμβαίνειν, αὐτὸς δὲ ἀκαταπλήκτως τοῦτο πρῶτος ποιῶν. | |
1.11 | εἰς δὲ χει‐ ροήθειαν ἀκτέον τοὺς πώλους πληρώσαντας τοὺς ιʹ καὶ ηʹ μῆνας, τότε φορβειὰν αὐτοῖς περιτιθέντας. τὸν δὲ χαλινὸν πρὸς τῇ φάτνῃ κρεμαστέον, ἵνα ψαύων συνεθίζηται καὶ μὴ | |
5 | εὐλαβῆται τὸν ἀπὸ τῶν σιελιστηρίων ψόφον. γενόμενον δὲ τριετῆ δαμαστέον πρὸ τοῦ γραστισθῆναι. | |
1.12 | τὸν δὲ χρόνον | |
καὶ τὴν ἡλικίαν τῶν ἵππων καὶ πάντων τῶν μονωνύχους τὰς ὁπλὰς ἐχόντων, σχεδὸν δὲ καὶ τῶν κερασφόρων, γνωσόμεθα ἀπὸ τῆς τῶν ὀδόντων ἐκβολῆς. | 326 | |
1.13 | τριάκοντα μὲν γὰρ μη‐ νῶν γενόμενος ὁ πῶλος πρωτοβολεῖ τῶν ἐμπροσθίων ὀδόντων, οὓς καλοῦμεν τομεῖς, τοὺς μέσους, δύο κάτωθεν καὶ ἄνωθεν δύο ἀποβάλλων. | |
1.14 | ἀρχόμενος δὲ τοῦ τετάρτου ἔτους ἐκβάλ‐ λει πάλιν ἄλλους δύο κάτωθεν, ἕνα ἐξ ἑκατέρου μέρους, καὶ ἄνωθεν ὡσαύτως. φέρειν δὲ δοκεῖ τότε καὶ τοὺς κυνόδοντας. | |
1.15 | τελειώσας δὲ τὰ δʹ ἔτη καὶ τοῦ εʹ ἐπιλαβόμενος τοὺς λοι‐ ποὺς ἐκβάλλει κάτωθεν καὶ ἄνωθεν ἐξ ἑκατέρου ἕνα· τοὺς δὲ φυομένους κοίλους ἴσχει. | |
1.16 | ἐμβάντος δὲ εἰς τὸ ἕκτον ἔτος ἀναπληροῦνται τῶν πρώτων τὰ κοιλώματα. ἐπιλαβόμενος δὲ τοῦ ἑβδόμου πάντας ἴσχει συμπεπληρωμένους καὶ οὐδὲν ὅλως ἔχοντας κοίλωμα. τούτου δὲ συμβάντος οὐκέτι ῥᾴδιον ἐπιγι‐ | |
5 | νώσκειν τὰ ἔτη. | |
1.17 | ἵππος δὲ καθόλου οὐ νοσεῖ, ἐὰν ἐλάφου κέρας τούτῳ περιάψῃς. — | |
2t | Ἵππου σημεῖα. [Πελα‐ γωνίου.] | |
2.1 | Τινὲς δὲ καὶ τοὺς ἑτεροφθάλμους ἐν τοῖς καλ‐ λίστοις τάττουσιν, οἷόν φασι γεγενῆσθαι τὸν τοῦ Μακεδόνος Ἀλεξάνδρου Βουκέφαλον. γλῶσσαν δὲ λεπτὴν καὶ μακρὰν ἐχέτω, τὸ δὲ πρόσωπον σιμὸν ἢ ἐπίγρυπον. δεῖ δὲ αὐτὸν εἶναι | |
5 | ὑψαύχενα, γαῦρον, γλαυκόν, δυσγαγγάλιστον, ὀρθόν, τόν τε τράχηλον πλήρη καὶ παχύν, τουτέστιν οὐ βραχυτράχηλον, γαστέρα συμπεπιεσμένην καὶ ταῖς λαγόσι συνεσταλμένην, τὸ μέγεθος ἱκανόν, τὰς δι’ ὅλου τοῦ σώματος φλέβας εὐσήμους καὶ ἐπηρμένας, τὴν χροιὰν κατακόρως μέλανα. | |
2.2 | Πλάτων δὲ τοὺς λευκοὺς ἀποδέχεται, ὡς ἐν τῷ λευκῷ καὶ τῷ μέλανι τὴν ἀκρότητα ἐπαινεῖσθαι. | |
2.3 | καὶ τὸν φοινικίζοντα δὲ συν‐ αριθμοῦσι τοῖς ἀγαθοῖς ἵπποις, συμβαίνει δὲ καὶ ἄλλης χροιᾶς ἀγαθοὺς ἵππους εἶναι πολλάκις. | |
2.4 | ἀγαθοῦ δὲ ἵππου καὶ τοῦτο τεκμήριον, ὅταν ἑστηκὼς μὴ ἀνέχηται, ἀλλὰ κροτῶν τὴν γῆν ὥσπερ τρέχειν ἐπιθυμῇ. — | |
3t | Περὶ ἰάσεως δια‐ φόρων νοσημάτων [Ἀψύρτου.] supra Μ ͵αξϛʹ, Anatolii tum | |
3.6 | οὔτε δὲ βόες οὔτε ἵπποι νοσήσουσιν, ἐὰν ἐλάφου κέ‐ ρας περιάψῃς αὐτοῖς. — | |
4t | Περὶ πυρέττοντος [τοῦ αὐτοῦ.] = vol. I cap. 1, 23 Anatolii. — | |
5t | Περὶ ὀφθαλμιῶντος [τοῦ αὐτοῦ] = vol. I cap. 11, 32, tum Μ τξβʹ init. (ἐγχριστέον), utrumque Anatolii. — | 327 |
6t | Περὶ λευ‐ κώματος [τοῦ αὐτοῦ]. Ἁλὸς ἀμμωνιακοῦ λεπτοτάτου μέ‐ λιτι Ἀττικῷ ἢ ἄλλῳ καλῷ μικτέον καὶ ἐγχριστέον tum Μ τξβʹ fin. Anatolii, deinde | |
6.3 | ἢ σπέρμα εὐζώμου ὑγιές, ὡς ἔστιν, ἐμφυσητέον εἰς τοὺς ὀφθαλμοὺς καὶ ἐατέον, ἕως οὗ ἀπολεπτῦ‐ ναν τὰ βλέφαρα ἐκπλύνῃ καὶ σμήξῃ τῇ δριμύτητι. — | |
7t | Περὶ νεύρων [τοῦ αὐτοῦ] supra Μ ψνζʹ Anatolii. — | |
8t | Περὶ κοιλίας [τοῦ αὐτοῦ] supra Μ χκα* Eumeli. — | |
9t | Περὶ στρόφου [Ἱεροκλέους] = vol. I cap. 45, 5 (ἐγχυμά‐ τιζε) Anatolii, tum | |
9.3 | ὠφελεῖ δὲ καὶ σελίνου σπέρμα καὶ σι‐ κύου τὸ ἶσον ἑκάτερον μετὰ οἴνου καὶ μέλιτος τοῦ ἴσου μέτρου διδόμενον ποτόν. | |
9.4 | ἢ καρδάμ[ωμ]ου σπέρμα τετριμμένον μετὰ ὕδατος, ἢ τῆς μηδικῆς οὕτω καταρραίνηται ὡς αἱ παρα‐ βαλλόμεναι κριθαί. | |
9.5 | οἱ δὲ ἰλιγγιῶντες κλύζονται σεύτλων ἑψηθέντων τῷ ὕδατι καὶ νίτρου δραχμῶν μʹ μετ’ ἐλαίου λʹ δραχμῶν, tum post | |
9.6 | (= vol. I cap. 45, 5 fin.) | |
9.7 | ὁμοίως δὲ οὐρήσας χαμαὶ καὶ τῷ πηλῷ χρίσας τὴν γαστέρα παύσεις τὸν στρόφον. — | |
10t | Περὶ πνευμονίας [τοῦ αὐτοῦ]. | |
10.1 | Τὰ ἐν τῷ πνεύμονι συνιστάμενα πάθη ὄξος δριμὺ χλιαν‐ θὲν καὶ ἐγχυθὲν ἰᾶται. ἢ οὖρον ἀνθρώπειον μετὰ ὑείου στῆ‐ ρος δραχμῶν κʹ τετηκότος. | |
10.2 | φυλάττεσθαι δέ, μὴ τὸ οὖρον ἐκ γυναικὸς ᾖ ἐν τοῖς κατὰ φύσιν οὔσης. — | |
11t | Περὶ βηχὸς [τοῦ αὐτοῦ] = vol. I 22, 19 Anatolii, tum ἐλαίου ὡσαύτως, βουτύρου δραχμὰς κδʹ θερμανθέντα καὶ στῆρος ὑείου παλαιοῦ μετρίου προσβληθέντος διδόναι χρή. | |
11.3 | ἐὰν δὲ μηδ’ οὕτως παύηται, πράσιον τρῖβε μετ’ ἐλαίου καὶ ἁλὸς οἴνῳ τε διηθηθέντα ἔγχει. | |
11.4 | οἱ δὲ πράσου ὀπὸν καὶ ἔλαιον καὶ πη‐ γάνου ἀγρίου ῥίζης· ἔνιοι καὶ λιβανωτοῦ προσμίξαντες σὺν ἐλαίῳ χρῶνται. — | |
12t | Περὶ ἀδήλου νόσου [Θεομνή‐ στου]. | |
12.1 | Αἵματος ἀφαίρεσις ἐκ τῶν ὤμων ἀμφοτέρων γιγνέ‐ σθω, καὶ φάρμακον δὲ κατασκευάζεται ὧδε· | |
12.2 | πηγάνου ὀλί‐ γον μετὰ ῥίζης λαπάθου κόπτεται σὺν τρισὶ κοτύλαις ὕδατος, καὶ ὀποπάνακος δραχμαῖς βʹ συμμίγνυται. | |
12.3 | νυκτός τε καὶ ἡμέρας σιτεῖσθαι ἐπὶ ἀλεύρων σιτίνων δευθέντων ὕδατι, καὶ ποτὸν λαμβάνειν. | 328 |
12.4 | ἐὰν δὲ ἀγελαίους ἵππους ἡ νόσος κατά‐ σχῃ, αἱ μικρότεραι μὲν γάρου καὶ ἐλαίου κυάθοις τρισίν, αἱ μείζους δὲ τῷ διπλασίονι ἐγχείσθωσαν. — | |
13t | Περὶ δυσουρίας [Ἀψύρτου]. | |
13.1 | Τινὲς κρόμμυον τοῦ λέπους ἀφαιρεθέντος παρὰ τὴν κύστιν τιθέασιν. | |
13.2 | ἄλλοι σελίνου σπέρμα τετριμμένον μετὰ οἴνου κοτυλῶν δύο, ἢ κρόμμυον ὡσαύτως σὺν οἴνῳ, ἢ κόπρον περιστερῶν, ἢ πολίου φύλλον ἢ σμύρνης φλοιὸν ξηρανθέντα, ἢ νίτρου δραχμὰς εʹ σὺν σκόρ‐ | |
5 | δου κεφαλῇ κοπείσῃ ἐγχέουσι μετὰ οἴνου. | |
13.3 | οἱ δὲ οἴνῳ μέ‐ λανι μόνῳ χρῶνται. — | |
14t | Ἐὰν αἷμα οὐρῇ [τοῦ αὐτοῦ] = vol. I cap. 42, 3 Anatolii. — | |
15t | Περὶ ἐλ‐ κώσεως [τοῦ αὐτοῦ] supra C 17, 3 anonymum (Eumeli). — | |
16t | Περὶ φλεγμονῆς [τοῦ αὐτοῦ] = vol. I cap. 70, 3 Anatolii. — | |
17t | Μάλαγμα πρὸς ἄρθρα [Πελαγω‐ νίου]. | |
17.1 | Λιβανωτοῦ δραχμὰς ηʹ, χαλβάνης τὸ ἶσον, τρυγὸς δραχμὰς ιβʹ, ῥητίνης φρυκτῆς, νίτρου, θείου, ἑκάστου δραχμὰς δʹ, νάπυος Αἰγυπτίου κύαθον, καρδαμώμου τὸ ἶσον, δαφνίδας ρʹ, σύκων ξηρῶν μνᾶν, ῥοδοδάφνης φύλλα | |
5 | ὀλίγα, τιτάνου μὴ ἐσβεσμένης τὸ αὔταρκες· τὰ ξηρὰ κοπέντα τοῖς ὑγροῖς ληπτέον καὶ ἐμπλασθέντα ῥάκει ἐπιθετέον. — | |
18t | Περὶ ψώρας [τοῦ αὐτοῦ]. | |
18.1 | Πίσσης ὑγρᾶς ἐκ κέδρου, ῥητίνης, στυπτηρίας ἶσα μετ’ ὄξους ἐπιχριστέον ἐν ἡλίῳ. | |
18.2 | ἀποσμηχθέντων τῶν πεπονθότων μερῶν σποδιᾷ θερμῇ ἀποπλυτέον, ἕως ἂν αἱμάξῃ, ἔπειτα λιθάργυρον καὶ στυπτηρίαν ἐπιμελῶς κοπέντα σὺν ἐλαίῳ σχινίνῳ καταχριστέον. | |
18.3 | ἢ ἀφρονίτρου καὶ ἁλὸς ἄχνης καὶ ἀλεύρου πυρῶν, ἑκάστου μέρος τὸ ἶσον ὄξει δευθὲν ἐπιπλαστέον. | |
18.4 | ἢ καππάρεως ῥίζης καυθείσης τῇ σποδιᾷ στῆρος ὑείου μιγέντος προσμηχθέντα κονίᾳ καταχριστέον. — | |
19t | Περὶ βδέλλης [Ἀψύρ‐ του]. | |
19.1 | Ἐὰν βδέλλαν καταπίῃ, ἀνακλιθέντι ὑπτίῳ ἔλαιον θερ‐ μὸν μιγὲν μετὰ οἴνου διὰ κέρατος ἐγχυτέον, ἢ κόρεις καύσας ἐγγὺς τῆς ὄψεως αὐτῶν ἢ ἐν ταῖς ῥισὶν αὐτῶν ἐμφονεύσας ἰάσῃ· ἢ γὰρ ἐκπεσοῦνται παραυτὰ ἢ ἀποθανοῦνται. τούτῳ δὲ | |
5 | χρήσῃ καὶ πρὸς βοῦς καὶ τὰ ἄλλα ζῷα. — | |
20t | Πῶς ἰάσῃ σκορπίου ἢ ἄλλου ἑρπετοῦ πληγήν [Ἱπποκράτους] = vol. I cap. 86, 7 Anatolii, tum | 329 |
20.2 | ἀλλὰ καὶ ὕδατι δι’ ὀθο‐ νίου διηθηθέντι καὶ εἰς τὰς ῥῖνας ἐγχυθέντι θεραπεύσεις. | |
20.3 | καὶ καθόλου μέν, πρὸς πάσας τὰς τῶν ἑρπετῶν πληγὰς σχεδὸν ὡς ἐπὶ τὸ πολὺ τὰ αὐτὰ καὶ τοὺς ἀνθρώπους θερα‐ πεύει καὶ τοῖς βοσκήμασι σωτήρια γίνεται. | |
20.4 | πρὸς τὰ κατὰ μέρος νοσήματα τοῖς ἵπποις καὶ τοῖς ὄνοις καὶ τοῖς ἡμιό‐ νοις ἡ τοῦ αἵματος ἀφαίρεσις ἐπιτήδειος. — | |
21t | Περὶ ὄνων εἰς ὀχείαν ἐπιτηδείων [Ἀψύρτου] = vol. I cap. 14, 9 (c. additamento p. 459) Anatolii, tum | |
21.10 | τοὺς δὲ χωλαί‐ νοντας ὄνους θεραπεύσεις ὕδατι θερμῷ περινίψας τὸν πόδα ὅλον καὶ περικαθάρας σμιλίῳ. ὅταν δὲ τοῦτο δράσῃς, περίχεε οὔρῳ παλαιῷ θερμῷ μετὰ ἁλῶν, καὶ περισπογγίσας ἐπιμελῶς | |
5 | ἐπίσταζε παρατρίβων σιδήρῳ θερμῷ στέαρ, μάλιστα αἴγειον, | |
εἰ δὲ μή, βόειον, καὶ τοῦτο ποίει ἕως ἂν ὑγιασθῇ. | 330 |