TLG 0738 008 :: HIPPIATRICA :: Excerpta Lugdunensia Excerpta Lugdunensia Citation: Section — (line) | ||
1 | Ἐὰν δὲ ὑπὸ μυγάλης πονηρᾶς δηχθῇ, σημεῖα τάδε· φλυκτίδες ἀνίστανται μεγάλαι καθ’ ὅλου τοῦ σώματος. θερα‐ πεία τούτου· σκόρδον σὺν τοῖς λεπύροις καὶ κυμίνου τρίψας δι’ ἐλαίου ἄλειφε τὰ ἐπηρμένα πάντα. ἐὰν δὲ κύουσα δάκῃ, | |
5 | ἐκρήγνυται τὰ ἕλκη καὶ 〈οὐκ ἀπο〉καθίσταται. τρῖβε οὖν αὐτὰ ὀξάλμῃ δριμυτάτῃ καὶ οἴνῳ κατάκλυζε, ἔπειτα κατάπλασσε καὶ ὑγιαίνει. — | |
---|---|---|
2 | Περὶ πυρετοῦ. Ὡς προείπομεν, ὁ πυρέσσων ἵππος τὴν κεφαλὴν κλίνει κάτω. εἰσὶν δὲ οἱ ὀφθαλμοὶ αὐτοῦ στυγνοὶ καὶ θολοὶ καὶ ἀνοῖξαι αὐτοὺς οὐ δύναται καὶ δα‐ κρύζουσιν πάντοτε. ἔχει δὲ καὶ τὰ χείλη κεχαλασμένα. ἔστιν | |
5 | δὲ καὶ ἡ πνοὴ αὐτοῦ ** φέρει ἔμπροσθεν. σύρει δὲ αὐτό τις, καὶ ἀκολουθῆσαι οὐ δύναται, ἀναγκάζει δὲ αὐτό τις ὄπιθεν, καὶ ἀκολουθεῖ, καὶ λαγγών 〈ἐστι, τὰς λαγόνασ〉 σφίγγεται, πίπτει δὲ καὶ ταυρίζεται καὶ κυλισθῆναι οὐ δύναται. καὶ ταῦτα μὲν εἰσὶν τὰ σημεῖα τοῦ πυρετοῦ. τὸ δὲ πάθος γίνε‐ | |
10 | ται, ὅταν ἔξω τοῦ δικαίου ἐλασθῇ, ὁμοίως δὲ καὶ ἀπὸ κρί‐ | |
θους νέου, ὅτε οὐ δύναται χωνεῦσαι. βλαβερὰ γὰρ ὑπάρχει καὶ δύσπεπτος. | 272 | |
3 | θεραπεύεται δὲ οὗτος ἀφαιρέσει γενομένῃ ἐκ τῶν μυλίγγων ἢ ἐκ τοῦ προσώπου. ἡ δὲ φλέβα ἡ τέμνουσα θέλειν φανεροῦται οὕτως· σχοινίον δήσας εἰς τὸν τρά‐ χηλον αὐτοῦ καὶ σφίγξας μετὰ ξύλου, εὑρίσκεται | |
5 | ἡ φλέβα. καὶ ταύτην τεμὼν ἐξαιματώσεις τὸ ζῷον καὶ δια‐ φορεῖται. τῇ δὲ αὐτῇ ἡμέρᾳ ὕδωρ μὴ πιεῖν, συχνῶς δὲ περι‐ πατεῖν κατ’ ὀλίγον. ἐν δὲ τῇ ἐνστάσει αὐτοῦ ἵνα ἵσταται εἰς θερμὸν τόπον. ὅταν δὲ γνώσεις, ὅτι γίνεται κάλλιον, ἔκβαλε αὐτὸ ἐπὶ τὴν νομὴν τῆς χλόης. εἰ δὲ οὐκ ἔστιν καιρὸς ἐπιτή‐ | |
10 | δειος, ἀστήκῃ ἔξω καὶ ἀστρώγῃ χόρτον ξηρὸν κατ’ ὀλίγον. τὸ δὲ κρίθος στόμπισον καὶ ποίησον τὸν χυλὸν κουκία καὶ δί‐ δου αὐτῷ φαγεῖν, ἀλλὰ καὶ ταύτας μὴ εὐπλήστως, ἀλλὰ με‐ τρίως. | |
4 | ἔστιν δὲ ὅτε καὶ μὴ πυρέσσων ἵππος ποιεῖ τὰ ση‐ μεῖα ταῦτα τὰ προγεγραμμένα. ἀλλ’ ἐπιγνώσεις αὐτὸν οὕτως· ἐὰν προσφερόμενος τὴν κριθὴν ἢ καὶ ἕτερόν τι τῶν βρωμάτων, εἰ μὲν τρώγῃ, ἔστιν ἀπύρεκτος, μόνον δὲ κόπον ἔχει. εἰ δὲ | |
5 | οὐ τρώγῃ, γίνωσκε ὅτι πυρέσσει, ἐπιζητεῖ δὲ μόνον πιεῖν. χρὴ δέ σε καὶ τοῦτο γινώσκειν, ὅτι ὁ πυρέσσων ἵππος μέχρι τρεῖς ἡμέρας ὑπομένει, πλέον δὲ μὴ δυνάμενος διαφωνεῖ, τοῦτ’ ἔστιν ψοφᾷ. θεραπεύσεις δὲ τοῦτον οὕτως· ἐγχυματίσεις αὐ‐ τὸν ᾠὰ γʹ, ῥοδίνου ἐλαίου 𐆆 βʹ, οἴνου λευκοῦ εὐώδους ἡμί‐ | |
10 | νας τὸ ἥμισυ. ταῦτα βαλὼν εἰς κέρας, ἐγχυμάτιζε ἅπαξ καὶ δὶς καὶ τρὶς ἡμέρας παρ’ ἡμέραν τὸ ζῷον. —ὁ μὴ πυρέσσων ἵππος ἔχει δύο σημεῖα τοῦ πυρέσσοντος. — | |
5 | Ἄλλος ἕτερος ἐγχυματισμὸς εἰς τὸ αὐτό. Κρόκου ἀληθινοῦ 𐆆 αʹ, νί‐ τρου 𐆆 αʹ, σάχαρ 𐆆 αʹ, ῥοδόστα(γ)μα τὸ ἀρκοῦν. ταῦτα μίξας | |
ἐγχυμάτιζε. εἴπερ τὸ ζῷον κακῶς ἔχει καὶ πυρέσσει, διαγινώ‐ | 273 | |
5 | σκεται κατὰ τὰ προηγησάμενα σημεῖα, ὅσα δὴ κἀμοὶ προλέ‐ λεκται. τοῦτον δὲ τὸν ἐγχυματισμὸν μὴ ποίει ἐν χειμερινῷ καιρῷ, ἀλλ’ ἐν τῷ καιρῷ τοῦ θέρους, ὅτι οὐ φείλει τὸν χει‐ μῶνα. — | |
6 | Περὶ μάλεως ὑγρᾶς. Εἰσὶν μάλεως γένη τέσ‐ σαρα· ὑγρά, ξηρά, ἀρθρῖτις καὶ ὑποδερματῖτις. καὶ τούτων αἱ μὲν εἰσὶν εὐθεράπευτοι, αἱ δὲ δυσθεράπευτοι, αἱ δὲ ἀθερά‐ πευτοι παντελῶς. καὶ αἱ μὲν εὐθεράπευτοι εἰσὶν αἱ ὑγραί, ἧς | |
5 | καὶ σημεῖα τάδε· φαίνεται διὰ τῶν μυκτήρων ὑγρόν, λευκὸν ἐν ἀρχαῖς, ὅμοιον ὕδατι, καὶ τὴν τροφὴν κατ’ ὀλίγον λαμ‐ βάνει, καὶ αἱ λαγόνες σφίγγονται ἐπὶ τὰ ἔσω καὶ τὰ σκέλη τὰ ὄπιθεν βραδέως κινεῖ καὶ βήσσει. χρονίζοντος δὲ τοῦ πά‐ θους τὸ διὰ τῶν μυκτήρων ὑγρὸν φερόμενον ἐστὶν κίτρι‐ | |
10 | νον, παχύ, ὀζῶδες, καὶ τοῦτο γίνωσκε, ὅτι ἐστὶν ἀθερά‐ πευτον. — | |
7 | Ἔστιν δὲ ἄλλος μαλιασμὸς καὶ γνωρίζεται δὲ οὕτως· ψηλάφησον εἰς τὰ ῥιζόγλωσσα καὶ εὕρῃς σκορδύλας. καὶ ἂν θέλῃς νὰ τὸ θεραπεύσεις, γύρευσον μετὰ σκοποῦ διὰ τῆς αἱμορραγίας. σπούδαζε δὲ νὰ μηδὲν τρυπηθῶσιν τὰ ῥου‐ | |
5 | θούνια του, καὶ ἔστιν ἀθεράπευτον. ἐγχυμάτιζε δὲ οὕτως ἐκ τοὺς χυματισμοὺς τοὺς πρώτους οὓς προεγράψαμεν. χυμάτι‐ σον δὲ οὕτως· ᾠὰ γʹ, ὀψόγαρον καυκαλίου τὸ ἥμισυ, πεπέ‐ ρεως, ῥοδίνου ἐλαίου, οἴνου παλαιοῦ τὸ ἀρκοῦν. ταῦτα ἑνώ‐ σας καὶ βαλὼν εἰς κέρας μικρὸν διὰ τῶν ῥινῶν κατάπεμψον. | |
10 | ἐπὰν δὲ ἐνστάζεις αὐτό, τὴν τοῦ ζώου κεφαλὴν κλῖνον κάτω ἐπὶ ὥραν μίαν, ἵνα ὅλον τὸ τῆς κεφαλῆς ὑγρὸν κατέλθῃ διὰ τῶν μυκτήρων. τρεφέσθω δὲ τὸ ζῷον παντοίαις τροφαῖς. ὁμοίως δὲ καὶ ἡ δύσοσμος, διὸ τὴν αὐτὴν θεραπείαν ἔχει. ἐγχυμάτιζε δὲ διὰ στόματος καὶ ταῦτα· κενταύριον, ἀψίνθιον, | |
15 | πευκέδανον, ταῦτα ἑψήσας μετὰ οἴνου καὶ σακκελίσας διὰ στόματος ἐγχυμάτιζε. — | |
8 | Ἡ δὲ ξηρὰ μᾶλις ἐπιγινώσκεται | |
οὕτως. λεπτύνεται τὸ ζῷον καὶ αἱ ῥῖναι αὐτοῦ ἀνεῳγμέναι εἰσὶν καὶ φυσᾶ βαρέως, συρόμενον δὲ ὑπό τινος οὐκ ** ἀνα‐ στρέφεται, ἀλλ’ ὅλον ἑαυτὸ συστρέφει, τρώγων καὶ πί〈νων ** | 274 | |
5 | οὐ〉γγίαν αʹ, ταῦτα ἑνώσας ἐγχυμάτιζε διὰ στόματος ἐπὶ ἡμέ‐ ρας ἑπτά. καὶ ἐάν ἐστιν καιρὸς ἐπιτήδειος, διδότω αὐτῷ ἐσθίειν χόρτον χλωρὸν τὸ εἰς διατροφὴν αὐτῷ ἀρκοῦν. εἰ δὲ ὁ καιρὸς οὔκ ἐστιν ἐπιτήδειος πρὸς τὸ παρασχεῖν αὐτῷ χόρ‐ τον χλωρόν, ὁ παρὼν χόρτος τὴν χρείαν ἀποπληρούτω. — | |
9 | Περὶ ἀρθρίτιδος μάλεως. Ἀρθρίτιδος μάλεως σημεῖα τάδε· ἐκ μηδεμιᾶς αἰτίας τὸ ζῷον χωλὸν γίνεται, χωλεῦον δὲ σήμερον τὸν ἕνα πόδα καὶ αὔριον τὸν ἕτερον, καὶ τὰ γόνατα αὐτοῦ σκληρὰ γίνονται καὶ διὰ τῶν μυκτήρων ὑγρὰ φέρει | |
5 | παχέα, ὁ δὲ περιπατισμὸς αὐτοῦ ὑπάρχει ἀσθενὴς καὶ σεσα‐ θρωμένος, καὶ ὥσπερ μονοσπόνδυλον γυρίζεται. ἔνι δὲ ὅταν περιπατεῖ στενάζει. θεραπεύεται δὲ οὗτος ἐγχυματισμῷ σι‐ κύου ἀγρίου κοπέντος καὶ σησθέντος 𐆆 αʹ, κασσίας σύριγγος 𐆆 βʹ, σμύρνης 𐆆 αʹ, ἀλόης 𐆆 αʹ, ἀμώμου 𐆆 αʹ, ὀριγάνου | |
10 | 𐆆 αʹ, ταῦτα κόψας καὶ σήσας μετὰ οἴνου παλαιοῦ διὰ στόμα‐ τος ἐγχυμάτιζε. | |
10 | Ἡ δὲ ὑποδερματῖτις μᾶλις γίνεται ὡς ψώρα. θεραπεύεται δὲ αὕτη ὡς καὶ τὰ λοιπὰ τὰ ψωριοῦντα ζῷα. γίνωσκε δὲ ὅτι τῆς ὑγρᾶς μάλεως οἱ ἐγχυματισμοὶ ἁρ‐ μόζουσι καὶ ἐπὶ τῆς ἀρθρίτιδος. — | |
11 | Ἕτερος ἄλλος ἐγ‐ χυματισμὸς εἰς τὸ αὐτό. Ὅταν ἴδῃς τὸ ζῷον ὑγρὸν φέ‐ ροντα διὰ τῶν ῥινῶν ἐν τῇ ἀρχῇ λευκόν, θέλεις δοῦναι αὐτῷ διὰ ῥινῶν ἐλαφρὸν πήγανον καὶ ὀρίγανον μετὰ οἴνου ἑψή‐ | |
5 | σας. σῆσον τὸ ἀφέψημα καὶ ἔμβαλε διὰ τῶν μυκτήρων. — | |
12 | Ἕτερον ὠφέλιμον εἰς βῆχα παντοῖα〈ν〉 ἐκτὸς τοῦ πνευμονικοῦ. Ἀριστολοχίαν, κοκκοδάφνην, σμύρναν, πρίσμα ἐλεφάντινον, κινάμωμον. ταῦτα ἐξ ἴσου κόψας καὶ μίξας ἔχε ὡς ξηρίον εἰς σκεῦος ὑάλινον, καὶ ὅταν χρεία γέ‐ | |
5 | νηται, βαλὼν ἐξ αὐτοῦ 𐆆 αʹ μετὰ οἴνου παλαιοῦ δίδου διὰ | |
στόματος μετὰ κέρατος. τοῦτο γὰρ πάνυ κάλλιστόν ἐστιν. — | 275 | |
13 | Ὅταν ἵππος προβάλλει τὸ αἰδοῖον καὶ τὰ σκέλη τὰ ὄπι‐ θεν ἐκταυρίζει καὶ οὐ δύναται οὐρῆσαι, χρὴ γινώσκειν, ὅτι ὑπὸ δυσσουρίας κατέχεται. θεραπεύεται δὲ οὕτως· πράσον καθεψήσας σὺν τοῖς φύλλοις καὶ τὸν χυλὸν ἐκπιάσας σμίγων | |
5 | οἴνῳ εὐώδει καὶ ἐλαίῳ παλαιῷ διὰ τῆς ῥινὸς ἐγχυμάτιζε, καὶ εἶθ’ οὕτως περιπατείτω καὶ ἐλαυνέσθω καὶ εὐθέως οὐρεῖ· ἁρ‐ μόζει δὲ καὶ τοῦτο εἰς τὸ αὐτὸν πάθος· ἀψινθίαν ἑψήσας ἐν οἴνῳ εὐώδει καὶ σακκελίσας τὸν ζωμὸν δὸς πιεῖν. ὁμοίως ὀπο‐ πάνακος τρίψας μετὰ οἴνου δὸς πιεῖν, ἢ σελίνου τὸν καρ‐ | |
10 | πόν. καὶ αὐτὰ δὲ τὰ σέλινα δίδου φαγεῖν. ἐνεργεῖ δὲ καὶ τοῦτο· κρόμμυα τὰ μικρά, ἅτινά εἰσιν δριμύτατα, ὅσον κεφάλια εʹ καὶ ἐντίθει εἰς τὴν ἕδραν καὶ περιπατείτω καὶ εὐθέως οὐρήσει. ὕδατι θερμῷ κατάντλει κατὰ τοῦ ἰσχίου, κριθὰς δὲ αὐτῷ μὴ δίδου φαγεῖν μέχρι ἡμερῶν γʹ. | |
14 | Εἰσὶν δὲ δυσ‐ σουρίας γένη τρία· στραγγουρία δυσσουρία καὶ ἰσχουρία. καὶ δυσσουρία μέν ἐστιν, ὅταν ἀναγκαστῶς οὐρεῖ τὸ ζῷον, στραγ‐ γουρία δέ, ὅταν 〈*** ἰσχουρία δέ, ὅταν〉 καθόλου οὐ δύνα‐ | |
5 | ται οὐρῆσαι, ἀλλ’ ἐκ τῆς βίας ψοφᾷ. θεραπεύεται δὲ οὕτως· πυρία κατὰ τοῦ ἰσχίου μετὰ πιτύρων καὶ ὄξους ** ἑψη‐ θεῖσα ἐπιτιθέσθω. ἁρμόζει δὲ καὶ ἐγχυματισμός, σεύτλου ἀφέψημα καὶ μαλαχίου μετὰ οἴνου, ἃ δεῖ καὶ ἐγχυματίζειν, καὶ τὸν ἵππον δὲ καλύψας σάγια, ὑποθυμία κάτωθεν καστό‐ | |
10 | ριον. καὶ οὕτως διακίνησον αὐτόν. τὴν δὲ χεῖρά σου ἀλεί‐ ψας ἐλαίῳ κοινῷ ἐντίθει εἰς τὴν ἕδραν καὶ τὰ παρα‐ κείμενα κόπρια ἔξελε, καὶ ἅλας καὶ ἔλαιον ἔντιθε ἔσω τῆς ἕδρας, μηδέν τι δὲ σφοδρῶς, εἰ ἐπάξεις τὴν χεῖραν εἰς τὴν ἕδραν, καὶ κίνδυνον ἐπάξεις εἰς τὸ ζῷον. βοηθεῖ δὲ | |
15 | καὶ τοῦτο· ἐν ᾧ τόπῳ ἕτερα ζῷα ἵστανται καὶ ποιοῦνται τὴν οὔρησιν, ἐκεῖ στήσεις τὸ ζῷον, καὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ τοῦ οὔρου μίξας μετὰ οἴνου καὶ σακκελίσας ἐγχυμάτιζε διὰ τῶν ῥινῶν. — | |
15 | Ἄλλο ἐγχυμάτισμα εἰς τὸ αὐτὸ πάθος. Ὀποῦ Κυρηναϊκοῦ ἑξάγια βʹ μίξας μετὰ οἴνου διὰ τῶν ῥινῶν παράπεμψον. ἁρμόζει δὲ καὶ λούειν αὐτὸ ὕδατι θερμῷ καὶ | |
ἀντλεῖν κατὰ τοῦ νώτου καὶ τοῦ ἰσχίου. ποίησον δὲ τοῦτο ἐν | 276 | |
5 | καιρῷ τοῦ θέρους καὶ μὴ εἰς ψυχρότητα, ἵνα μὴ τετα‐ νιάσῃ καὶ χάσεις τὸ ζῷον. — | |
16 | Θεραπεύεται δὲ (ὁ κρι‐ θιῶν) οὕτως· αἷμα ἀφελὼν ἐκ τῶν μεσοκνημίων ἐκ τοῦ ἔσωθεν μέρους ἢ ἐκ τοῦ ἔξωθεν. ἡ δὲ φλέβα κεῖται ἄνωθεν τοῦ στεφάνου ὑπὸ τὸ κότζιν. ταύτην ἐξαιματίσεις εὐφυῶς, | |
5 | μετὰ σκοποῦ δὲ ταύτην κεντήσεις, ἐπειδὴ δυσεύρετοί εἰσιν αἱ φλέβες καὶ ὑπόκει[ν]ται αὐταῖς σύνδεσμος νευρώδης κτλ. ποδογλύφιζε δὲ καὶ τοὺς ὄνυχας ὑποκάτω, ἵνα ἐκπνέῃ ὁ πούς κτλ. καὶ μετὰ ἐργαλείου δὲ τοῦ λεγομένου παυλα‐ κίου προσφέρεις αὐτῷ κλυστῆρα, ἵνα ἡ γαστὴρ αὐτοῦ | |
10 | ἐκρέῃ. οὕτως ἐλευθεροῦται τὸ ζῷον ἐκ τῆς τοιαύτης ἀνάγ‐ κης. — | |
17 | Περὶ παραγωγῆς αὐχένος. Ὅταν συμβῇ ἐξ οἱασδηποτοῦν αἰτίας τὸν σπόνδυλον τοῦ ἵππου ἐκβῆναι, δεῖ σε θεραπεύειν οὕτως. κατακλίνας τὸν ἵππον ἐν τῇ γῇ καὶ δήσας τοὺς πόδας αὐτοῦ τίθει σανίδαν ὑποκάτω αὐτοῦ πλατεῖαν. | |
5 | ἐκτανύσας δὲ τὸν τράχηλον αὐτοῦ καὶ ἐπικαθίσας ἰσχυρῶς ὤθει, ἕως ἂν οἱ σπόνδυλοι τῆς παραγωγῆς εἰς τὸ κατὰ φύσιν ἔλθωσιν. εἶθ’ οὕτως ποιήσας πέταλα ξύλ〈ιν〉α ἐκ σανίδων, καὶ δήσεις ἔνθεν κἀκεῖθεν ὑπὸ τὸν τράχηλον αὐτοῦ, καὶ φα‐ σκιώσεις ἐπάνω ἰσχυρῶς, καὶ ὀχυρώσεις τὸν τράχηλον αὐτοῦ, | |
10 | ἵνα μὴ πάλιν περιστραφεὶς ἐκβάλλει αὐτό(ν). ὅταν δὲ δοκῇ σοι καλῶς ἔχειν, ἔκβαλλε ἐπὶ τὸν ἥλιον συγχρίων αὐτὸ οἴνῳ καὶ ἐλαίῳ καὶ τράκτωμα ποιήσας τοιόνδε· βαλὼν λίβανον, ἀλόην, μαστίχην, ὀποπάνακος, σμύρναν, εἶτα πάντα ἐξ ἴσου ἑψήσας, ὅσον ἡ χεὶρ δέχεται τράκτωσον αὐτόν. — | |
18 | Περὶ σειριασμοῦ. Τρία γένη εἰσὶν σειριασμοῦ. τὸ μὲν πρῶτον πάθος, ποιεῖ ὁ ποὺς τοῦ ἵππου λεπίδας ξηρὰς καὶ ἐξαιματοῦ‐ ται διὰ τὸ εἶναι τὸ πάθος ξηρόν. θεραπεύεται δὲ οὕτως· χρὴ | |
5 | λαβεῖν κιλίκην καὶ μετὰ ὄξους τρῖψαι καὶ καθαρίσαι τὸν τό‐ πον. εἶτα τρίψας λιθάργυρον καὶ ἀγριοσταφίδα καὶ σκουρίαν | |
μολίβδου καὶ ἑνώσας ὄξει δριμυτάτῳ καὶ ἐλαίῳ, καὶ ἐπίχριε τὸν πόδα καὶ φασκίωσον. εἰς ὕδωρ δὲ αὐτὸν μὴ ἐμβάλλῃς. — | 277 | |
19 | Ἕτερον περὶ σειριασμοῦ. Ὅταν ἀνατριχιάζει ὁ ποὺς τοῦ ἵππου καὶ φέρει ὑγρὸν ὀζῶδες, διὸ καὶ ὄζενα κα‐ λεῖται, γίνωσκε δέ, ὅτι ἔστιν τὸ πάθος τοῦτο ἀπὸ ῥεύσεως. θεραπεύεται δὲ οὕτως· χρίσας τὸν πόδα χρίσματι κτλ. —ὠφέ‐ | |
5 | λιμον δὲ καὶ τοῦτο. ψωροτεάφην βαλὼν τετριμμένην εἰς ὄξος καὶ ἑ[γ]νώσας ἱκανῶς τε ἐλάσας ἐπίχρισον τὸν πόδα καὶ δῆσον αὐτόν. ἔστιν δὲ καὶ ἕτερον εἰς τὸ αὐτόν· ἄσβεστον σβεστὴν ταράξας μετ’ ἐλαίου ἐπίχριε. — | |
20 | Ἕτερον περὶ σειριασμοῦ. Γίνωσκε δέ, ὅταν σύρεις τὸν ἵππον καὶ αἴρει τὸν πόδα εἰς ὕψος. συμβαίνει δὲ τοῦτο τὸ πάθος ἐν χειμῶνι γίνεσθαι, ἐν θέρει δὲ ὑγιάζεσθαι. θεραπεύεται δὲ οὕτως· | |
5 | ἀσφοδέλου ῥίζαν ἑψήσας μετὰ οἴνου, ἄντλησον τὸν πόδα, ἢ καὶ μετὰ ἁλὸς καὶ ἐλαίου τρῖβε τὸν πόδα. πρὸς δὲ αὐτὸ καὶ τὸ διὰ λιθαργύρου συγκείμενον ἄλειμμα ὠφέλιμόν ἐστιν. — | |
21 | Ἀψύρτου περὶ χηνιασμοῦ. Ὁ δὲ χηνιασμὸς διαγινώ‐ σκεται οὕτως, ὅτε ἄρξονται αἱ τρίχες τοῦ στεφανίου τοῦ ὄνυ‐ χος ἀνατριχιᾶν καὶ φέρει τραύματα. καὶ οὕτως δηλοῦται τὸ πάθος. θεραπεύσεις δὲ αὐτὸ οὕτως· χρῖσμα βαλὼν ἄλειφε τοὺς | |
5 | πόδας τοὺς ἀλγοῦντας, ἕως ἂν ἀποπέσωσιν αἱ τρίχες, καὶ ἔασον αὐτὸ τῇ πρώτῃ ἡμέρᾳ. τῇ δὲ δευτέρᾳ ἡμέρᾳ πιάσας χελώνην χερσαίαν τρύπησον τὸ καύκαλον αὐτῆς καὶ μάζοξαι τὸ ἐξ αὐτῆς ἐξερχόμενον αἷμα. ἐκβαλὼν τὸν ἵππον εἰς τὸν ἥλιον ἄλειψον μετὰ μουντίου τοὺς ἀλγοῦντας τόπους, καὶ | |
10 | ὅταν συν(ε)νώσει, πάλιν ἄλειψον, ἕως ἂν ὑγιάνῃ. — | |
22 | Περὶ ῥεύματος γενομένου εἰς γόνατον ἵππου. Γινώσκεται δὲ οὕτως. *** τὸν πόδα 〈οὐ δεῖ〉 ἐκτέμνειν, κάμπτεται γὰρ τὸ γόνυ διὰ τὴν οὐλήν. οὐ γὰρ καλῶς ποιοῦσιν οἱ καίοντες, | |
5 | ἐπιφέρουσιν γὰρ πλεῖον ῥεῦμα ἐν αὐτῷ. ἀλλὰ μᾶλλον δεῖ σε θεραπεύειν οὕτως· σπογγαρίτζια τὰ εὑρισκόμενα εἰς τὸν αἰγιαλὸν τὰ μικρά, ταῦτα λαβὼν κιμωλίαν μίξας μετὰ ὄξους | |
ἐπίβαλλε τοῖς ποσὶν ἐναποβρέχων αὐτούς. τῇ δὲ ἐπαύριον λαβὼν τοὺς σπόγγους καθὼς εἰσὶν μετὰ τῆς κιμωλίας ἐπίθες | 278 | |
10 | εἰς τὸ ῥευματισθέντα γόνατον. φασκίωσον αὐτὸν μετὰ φασκίας, καὶ τῇ αὔριον λῦσον. καὶ τοῦτο ποίει καθ’ ἑκάστην ἡμέραν, ἕως ἂν ὑγιάνῃ κτλ. — | |
23 | Ἐὰν φλεγμονὴ γίνεται εἰς τὰ αἰδοῖα, λαβὼν κοχλάκια θαλάσσια καὶ πυρώσας αὐτὰ εἰς 〈σ〉τακτοπυρίαν ἐπισκέπασον τὸν ἵππον σαγίσματι. εἶτα ἐπί‐ θες τὰ καχλάκια ὑποκάτου τοῦ ἵππου τῶν αἰδοίων αὐτοῦ, | |
5 | καὶ ἐπίβαλλε ἐπάνω τῶν λίθων οὖρον ἀνθρώπινον, ἵνα ὁ ἀτμὸς ἀνερχόμενος εἰς τὰ αἰδοῖα τὴν φλεγμονὴν κουφίσει. ὁμοίως δὲ καὶ πάντα τὰ ἀποκρο〈υ〉στικὰ ὠφέλιμά εἰσιν εἰς τὸ αὐτὸ πάθος. — | |
24 | Περὶ αἰδοίου ἐὰν προχαλάσει καὶ οὐ δύναται ἀναστῆσαι. Χρὴ ῥοΐζειν τὸν ἵππον ἐν ποταμῷ ἢ ἐν θαλάσσῃ ἅπαξ καὶ δὶς τῆς ἡμέρας, καὶ λαβὼν βελόνην κατακέντησον αὐτὸν ἐλαφρῶς, καὶ ὄξος δριμὺ πρόςραινε, καὶ | |
5 | οὕτως πάλιν εἰς τὸ κατὰ φύσιν ἀποκαθίσταται. ὁμοίως καὶ 〈ἡ〉 ἕδρα [εἰς τὸ κατὰ] ἐξερχομένη καὶ τὸ ὑποταύριον καὶ αὐτὰ κεντούμενα ὡσαύτως θεραπεύεται. — | |
25 | Ἄλλο εἰς τὸ αὐτὸ πάθος. Θερμὸν καὶ ὄξος τὸν τόπον ἐν ᾧ πάσχει ἄντλει καὶ θεραπεύεται. — | |
26 | Ἄλλον εἰς τὸ αὐτὸν πά‐ θος. Ἔλαιον μετὰ οἴνου μίξας ἐπὶ τὰς ψόας ἐπίχεε κτλ. ἢ σκόρδον σκέλος ἓν ἔμβαλε. ὅταν δὲ τὸ αἰδοῖον φέρει ἕλκος, κλύ〈ζ〉ων αὐτὸ μετὰ ἐργαλείου ὃ λέγεται παυλάκιον, τὸ | |
5 | μὲν πρῶτον μετὰ ἀκράτου 〈καὶ〉 μέλιτος, ἔπειτα δὲ βαλὼν σίδια, βαλαύστια, μυρσίνας, βατόριζα καὶ σφαιρία κυπαρίσσης ἑψήσας μετὰ οἴνου κλύζε. — | |
27 | Περὶ θραύσεως κνήμης καὶ σκελῶν. Ὅταν κατεαγῇ σκέλος, ποίησον κρεμάστραν μετὰ σχοινίου καὶ κιλικίου καθὼς εἴθισται. καὶ κρατήσας τὸν θραυσθέντα τόπον ψηλάφησον ἀκριβῶς. καὶ εἰ μέν τι μικρὸν | |
5 | ὀστοῦν ἔξω τοῦ δέρματος ἐξῆλθεν, χειρουργίᾳ ἐκβαλὼν ἔξω τὸ περιττεῦον ὀστοῦν, καὶ εἰ μὲν ἐπιδέχεται ὁ τόπος, κράτη‐ σον εὐφυῶς τὸν τόπον τὸν κλασθέντα καὶ ποίησον μετὰ ὄξους | |
καὶ ἅλατος καὶ ἐλαίου ὀλίγου μῖγμα, καὶ ποιήσας τύπους, μετὰ λινοῦ χονδροῦ πανίου ἐπιτίθει κατὰ τοῦ κλάσματος, | 279 | |
10 | καταδεσμῶν αὐτὸ μετὰ φασκίας καὶ συναρμόττων τὰ ὀστᾶ εὐφυῶς, ἵνα μὴ λοξὸς γένηται ὁ πούς. χρὴ δὲ κρέμασθαι αὐτὸ ἡμέρας τεσσαράκοντα. καὶ ἐ(ν) μὲν τῇ πρώτῃ εἰκάδι λύειν αὐτὸ τρίτον καὶ πάλιν ὡσαύτως καταδεσμεῖν, καὶ εἶθ’ οὕτως καταβρέχει(ν) ἐπάνω τῆς φασκίας τὸ ὀξέλαιον καθ’ ἑκάστην | |
15 | ἡμέραν. διελθουσῶν δὲ ἡμερῶν μʹ ἐὰν πεπήγῃ καὶ ὑγιασθῇ, περιπατείτω κατὰ μικρόν. καὶ εἶθ’ οὕτως λῦσον τὴν φασκίαν καὶ κατάχρισον αὐτὸ μαλάγματι τούτῳ· πίσσης ὁλκὰς κʹ κτλ. εἶτα λύσας τὸν πόδα καὶ λ(ο)ύσας τὴν ἀλοιφὴν ὅσον δέχεται ἡ χεὶρ ἐπάλειφε τὸν θραυσθέντα τόπον καὶ τίθεις ἐπάνω στυπτὰ | |
20 | ἤγουν στυπτηριακὰ κατακοπανίσας καὶ καταδέσμει φασκίᾳ. καὶ πάλιν μετὰ ἡμέρας ζʹ λύσας ἐπάλειψον πάλιν. — | |
28 | Περὶ ἐκβολῆς ὤμου. Ἐὰν ἵππου ὦμος ἐκβῇ, δεῖ ἐπιγινώσκειν αὐτὸν οὕτως· σύρει τὸν πόδα καὶ οὐ δύναται περιπατῆσαι, ἀλλὰ τὸν ὄνυχα τίθει πρὸς τὴν γῆν. τούτου δὲ γινομένου | |
5 | δεῖ θεραπεύειν αὐτὸν οὕτως· δήσας καὶ ῥίψας αὐτὸν ἐπὶ γῆς πρόσδησον εἰς τὸ πάσχον μέρος τοῦ ποδὸς ἅμαξαν, καὶ παράπρωσον αὐτὴν ἰσχυρῶς ἔμπροσθεν, ἵνα ἐκτινασσόμενος ὁ ποὺς ποιήσει εἰσελθεῖν εἰς τὸ κατὰ φύσιν τὸν ὦμον αὐτοῦ. ὅτε δὲ νοήσεις ὅτι εἰσέβη εἰς τὸν τόπον αὐτοῦ, ἀνάστησον | |
10 | αὐτὸν ἀπὸ τῆς γῆς καὶ ποίησον κρεμάστραν, καθὼς ποι‐ εῖς ἐπὶ τοῖς κεκλασμένοις ζῴοις, καὶ κρέμασον αὐτόν. εἶτα πυρίασον τὸν ὦμον αὐτοῦ μετὰ πυρίας στυπτικῆς, βαλὼν μύρσινας, δάφνας, κικίδια, ῥοιδότζουφλα. καὶ ὅταν πυριάσεις αὐτὸν καλῶς, σπόγγισον μετὰ πανίου λινοῦ, καὶ ποιήσας | |
15 | τράκτωμα, καθὼς ἀναγέγραπται ἐν τοῖς κεκλασμένοις ζῴοις ἐπίθες ἐπὶ τοῦ ὤμου αὐτοῦ καὶ φασκίωσον αὐτὸν καὶ ἔασον αὐτὸν φορεῖν ἕως ἂν ἐξ αὐτοῦ ἀποπέσῃ. τοῦτο δὲ ἐπι‐ θήσεις αὐτῷ ἅπαξ καὶ δὶς καὶ τρίς, ἕως οὗ ὑγιασθῇ. | |
29 | εἰ δὲ συμβῇ τὸν ὦμον ἐκβῆναι ἀπὸ φορτίου σφοδροῦ ἢ ἀπὸ ἀμέτρου ἐλασίας καὶ πάσχῃ τοὺς ὤμους, δεῖ αὐτὸν θεραπεύειν | |
οὕτως. πρῶτον μὲν πάντων φλεβοτομεῖν αὐτὸν ἐκ τῶν ὤμων, | 280 | |
5 | καὶ δεξάμενος τὸ αἷμα αὐτοῦ εἰς ἀγγεῖον, εἶτα μίξας αὐτὸ ἐλαίῳ, βαλὼν ᾠὰ γʹ καὶ ἕψημα καὶ βολβοὺς ὠμοὺς λελειωμέ‐ νους καὶ κοχλίας πεντήκοντα μικρούς, ἑψήσας ἀνάχρισον αὐτὸ θερμῷ τῷ βοηθήματι. καὶ ὅταν καλῶς ἔχῃ, ἐπίθες τὸ προ‐ ειρημένον τράκτωμα. εἰ δὲ τούτου γενομένου οὐ θερα‐ | |
10 | πεύσεις αὐτόν, δεῖ μετρεῖν ἀπὸ τῆς χαίτης αὐτοῦ ἐπὶ τὰ κάτω δάκτυλα τρία καὶ τεμεῖν τὸν τόπον φλεβοτόμῃ. | |
30 | εἶτα λα‐ βὼν αὐλίσκον μικρὸν φύσα. ἕτερος δέ τ[ρ]ις ταῖς χερσὶν αὐτοῦ προστριβέσθω τὸ πνεῦμα ἐπὶ τὰ κάτῳ, ἵνα κατερχόμε‐ νον, φουσκωθῇ ἡ βύρσα. καὶ τούτου γινομένου λύσας πίσσαν | |
5 | καὶ ἁπλώσας αὐτὴν δίκην ἐμπλάστρου ἐν χάρτῃ ἐπιθήσεις ἐπάνω τῆς ὀπῆς, ἵνα μὴ πάλιν εἰςπορευθῇ ὁ ἄνεμος εἰς τὸν πρότερον τόπον. εἰ δὲ ταύτῃ θεραπείᾳ οὐχ ὑγιασθῇ, κάρπι‐ σον αὐτὸν εἰς τὸν πάσχοντα τόπον τοῦ ὤμου. εἰ δὲ μηδὲ ἐν τούτῳ θεραπεύσῃς, καῦσον αὐτὸν εἰς τὸν πρῶτον πόδα σι‐ | |
10 | δήρῳ ὀρθὰ σταυροειδῶς εἰς τεσσάρους τόπους. εἰ δὲ ἐλαφρῶς πάσχει τὸν ὦμον αὐτοῦ, σύγχρισον αὐτὸν ἀλοιφὴν θερμήν, καὶ στήσας αὐτὸν ἐν ἡλίῳ ἀνάτριβε ἐπιμελῶς. — | |
31 | Περὶ θλάσματος ἐν ποδὶ γενομένου ἵππου. Ὅταν εἰς τὸν τοῦ ἵππου πόδα γένηται θλάσμα, ἐκ τούτων τῶν σημείων ἐπιγνώσεις αὐτόν. ἀκρονυχίζει καὶ οὐ τελείως τὸν πόδα τίθει | |
5 | πρὸς τὴν γῆν, ἀλλὰ χωλαίνει. θεραπεύσεις δὲ αὐτὸν οὕτως· ἐν πρώτοις, ποδογλύφησον αὐτόν. καὶ εἰ μὲν οὐ(χ) εὑρίσκε‐ ται τὸ θλάσμα, πίτυρα μετὰ ὄξους χλιάνας καὶ ὀρίγανον καὶ ἅλας ἐπιβαλὼν θὲς πρὸς τὸν ὄνυχον. ἢ κρινόρριζα μετὰ ὄξους ἐ[κ]ζεσμένα ἐπιτίθει, καὶ εὐθέως φανεροῦσι τὸ αἴτιον. τότε | |
10 | καθαρίσας τὸν τόπον εὑρήσεις τὸ θλάσμα. εἶτα βαλὼν στυπτη‐ ρίαν σχιστὴν μετὰ ὄξους εἰς τὴν πληγήν, ἐπίδησον πανίον. καὶ μετὰ δύο ἡμέρας ἢ καὶ τρεῖς λύσας, εἰ μὲν εὕρῃς, ὅτι οὐκ αὐξάνει ἡ σάρξ, ποίησον ἄλειμμα τοιοῦτον· βαλὼν ῥητίνην τερεβινθίνην, κηρόν, ὀροβίου ἀλεύριν καὶ ἔλαιον, μίξας πάντα | |
15 | ὁμοῦ, ἐπίθες τῷ τόπῳ, ἐν ᾧ ἡ σὰρξ οὐκ αὐξάνει. | |
32 | γνω‐ | |
στὸν δὲ ἔστω σοι τοῦτο· πρὶν ἢ τὸ θλάσμα εὑρεθῇ εἰ συμβῇ γίνεσθαι παράλυμα ἐν τῷ ποδί, δεῖ σε θεραπεύειν αὐτὸν οὕτως· βαλὼν ὑγρόπισσον, ψωροτεάφιν, κηρίν, ῥητίνην καὶ (!) | 281 | |
5 | τερεβινθίνην ἕνωσον πάντα, καὶ ποιήσας ἄλειμμα, ἐπίθες εἰς τὸ παράλυμα, καὶ ἐπίδησον αὐτὸ καὶ ἰαθήσεται. | |
33 | 〈Ἄλλο〉. Πλύνας αὐτὸ μετὰ ὄξους ἐπίπασον ταῦτα τὰ ξηρία· στυπτη‐ ρίαν σχιστήν, κηκίδια, ῥοΐδιν, ταῦτα τρίψας καθὼς εἴρηται ἐπίπασον πρὸς τὴν περίρρηξιν. — | |
34 | λΠερὶ ἐκβολῆς κο‐ τύλης. Ἐκβολὴ γίνεται ὅταν ἐκραγῇ κτλ. συνάπτον. ἐξέρχε‐ ται δὲ κοτύλη, ὅταν ἐλαυνόμενον μεθ’ ἑτέρου ἵππου προσ‐ κρούσῃ, ἢ ὅταν ἐκτινάξῃ τὸν πόδα διά τινα αἰτίαν, ἢ ὅταν | |
5 | μετὰ ῥάβδου λάβῃ καὶ γένηται παρέκτασις τοῦ νεύρου. τότε χωλαίνει. σημεῖα δὲ αὐτῷ εἰσιν ταῦτα· τίθησι τὸν ὄνυχα πρὸς τὴν γῆν καὶ οὐ προσφέρει αὐτὸν εὐκόλως, ἀλλὰ τὸ μέ‐ ρος τοῦ ἰσχίου, ἐν ᾧ τὴν κοτύλην ἀλγεῖ, ἀτροφεῖ καὶ παραξη‐ ραίνεται. θεραπεύεται δὲ οὕτως. πυρίασον αὐτὸν μετὰ κυπα‐ | |
10 | ρίσσου σφαιρίων, βαλὼν κηκίδια, βαλαύστια, μυρσίνας, βα‐ τόρριζα, ταῦτα βαλὼν εἰς χύτραν μετὰ ὄξους καὶ χλιάνας πυ‐ ρίαζε συνεχῶς. ἐὰν δὲ μὴ ὠφεληθῇ ἐξ αὐτοῦ, ποιήσας τράκτωμα καθὼς ἀναγέγραπται ἐπὶ τῶν κλασθέντων ζῴων, τράκτω‐ σον τὴν κοτύλην καὶ τὸ ἰσχίον τὸ κατεξηραμένον, καὶ ἀλοιφὴν | |
15 | θερμὴν ποιήσας τὴν τοῦ τετάνου ἄλειφε αὐτόν, ἀνατρίβων ἐπὶ τὸν ἥλιον. | |
35 | εἰ δὲ τοῦτο οὐ θεραπεύει, καῦσον τὴν κοτύλην πυγμὰς ὀρθὰς τέσσαρας, ὁμοίως καὶ τὸ ἰσχίον ἐπάνω μετὰ κεφαλῆς σμιλαρίου, ἐπιβαλὼν νάφθαν ἐν τῇ καύσει τοῦ σιδήρου. ἀποπεσουσῶν δὲ τῶν ἐσχαρῶν θεραπεύσεις τὰς πλη‐ | |
5 | γὰς ἀλείμματι συνθέτῳ, λαβὼν πίσσαν ὑγρὰν καὶ στέαρ χοί‐ ρειον καὶ ἅλας καὶ ἔλαιον καὶ κηρίν. ταῦτα πάντα μίξας καὶ ζέσας ἐπάλειφε μετὰ πτεροῦ, ἐπιπάσσων ἄνωθεν ἀλεύριν ὀρό‐ βινον. τοῦτο δὲ πρὸς τὰς καύσεις τῶν σφυρῶν καὶ πρὸς πᾶ‐ σαν καῦσιν δόκιμόν ἐστιν. καὶ γὰρ ἀπουλοῖ καὶ τὰς οὐλὰς | |
10 | παρακολλᾷ καὶ τρέφει γενναίως καὶ πρὸς κρείττονα ἄγει κατά‐ στασιν, εἰς εὐρωστείαν τούτου ἀποκαθισταμένου καὶ καθαρῶς καὶ ὡς ἔδει ἀπαλλαττομένης τῆς νόσου. — | |
36 | Περὶ τετά‐ νου. Τέτανος γίνεται ἐν τῷ ἵππῳ, ὅταν ὁδοιπορῶν ἡλιό‐ πληκτος γένηται τῷ ἐμπροσθίῳ ποδὶ καὶ χωλαίνων ἐλαύνεται καὶ ἱδρώνει κτλ. καὶ πάλιν ἐὰν πληγῇ εἰς τὸν ὦμον ὑπο‐ | 282 |
5 | κάτω τῆς μασχάλης, εὐχερῶς ἐμπίπτει τὸ πάθος. γίνεται δὲ καὶ ἐξ ἄλλων πληγῶν καὶ ἐν θέρει καὶ ἐν χειμῶνι καὶ ἐν ἔαρι. σημεῖα δὲ τῆς νόσου ταύτης εἰσὶν ταῦτα· ἀναστραφῆναι τὸ σύνολον οὐ δύναται, ἀλλ’ ὅλον ἑαυτὸν συνστρέφει. γίνεται δὲ καὶ ἡ οὐρὰ αὐτοῦ τεταμένη, ἵσταται δὲ καὶ τοῖς ὀπισθίοις | |
10 | ποσὶ κεχωρισμένοις, ἡ δὲ ῥάχις αὐτοῦ σκληρὰ γίνεται, τὰ δὲ ἔνδον τῶν ὀφθαλμῶν αὐτοῦ, τῶν φίλων ἐκταυριζομένων τῶν ἰνῶν, σκεπάζονται οἱ ὀφθαλμοί. αἱ δὲ ῥῖνες αὐτοῦ εἰσιν ἀνεῳγμέναι, καὶ φυσᾷ βιαίως. συμπάσχει δὲ καὶ ἡ κύστη αὐτοῦ καὶ μετὰ βίας τὰ οὖρα ἐκκρίνει. | |
37 | ἡ δὲ θεραπεία τῆς νόσου ταύτης ἐστὶν αὕτη· ὅταν τοῦτο[υ] τὸ πάθος νοή‐ σεις ἔχειν τὸν ἵππον, πρὶν ἢ κρατηθῆναι τὰς σιαγόνας αὐτοῦ πρὸς τὸ μηκέτι δύνασθαι ἐσθίειν, στῆσον αὐτὸν εἰς σταῦλον | |
5 | θερμόν, καὶ κύκλῳ αὐτοῦ ἅψον κάρβουνα, ἵνα μὴ ἔχωσι καπνόν, καὶ θερμαινέσθω κατὰ μικρόν, καὶ σάγια τρία [ἤγουν σαγίσματα] σκέπαζε αὐτὸν μέχρι τοῦ τραχήλου καὶ τῆς κεφα‐ λῆς, καὶ ἀλοιφῇ θερμῇ ἄλειφε αὐτὸν ἅπαξ καὶ δὶς καὶ ἀνά‐ τριβε αὐτὸν ἡμέρας τρεῖς. ἄνδρες δὲ τέσσαρες ἀνατριβέτωσαν | |
10 | αὐτόν, δύο ἔνθεν καὶ δύο ἐκεῖθεν τρίτον τῆς ἡμέρας. ἐκ δὲ τοῦ σταύλου μὴ ἐξελθέτω τὸ σύνολον, ἕως ἂν ὑγιάνῃ. τῆς δὲ ἀλοιφῆς ἡ σύνθεσίς ἐστιν αὕτη· εὐφορβίου οὐγγ. δύο κτλ. προσανάλυσον αὐτὸ ἐλαίῳ κυπρίνῳ, καὶ οὕτως χρῶ. | |
38 | τρε‐ φέσθω δὲ ὁ ἵππος παντοίαις τροφαῖς. εἰ ἐλλίπῃ δὲ τὸ σύνολον ἡ τροφή, καὶ κρατηθῶσιν αἱ σιαγόνες αὐτοῦ καὶ παραυτὰ ψο‐ φήσει. ἡ δὲ τροφὴ αὐτοῦ ἐρέβινθος ἀπο(βε)βρε(γ)μένος μετὰ | |
5 | τῶν κριθῶν, ὡσαύτως καὶ Μηδικὴ καὶ βίκος καὶ ὄροβος, καὶ ὅσα τοιαῦτά εἰσιν θερμὰ διδότω ἐσθίειν. ἡ δὲ πόσις αὐτοῦ ὕδωρ χλιαρόν. μηδέποτε δὲ ἵππον ἔχοντα τὸ τοιοῦτον πάθος | |
καυστηριάσῃς μηδὲ εἰς λουτρὸν ἐμβάλῃς. γίνωσκε δέ, ὅτι ἡ νόσος αὕτη ἕως μʹ ἡμέρας οὐ διαλύεται. μετὰ δὲ παραδρομὴν | 283 | |
10 | τῶν τοσούτων ἡμερῶν διαλυομένης τῆς νόσου καλῶς ἐπιμελού‐ μενος ὁ ἵππος διαφορεῖται. — | |
39 | Ἄλλο εἰς τὸ αὐτὸ ἐγ‐ χυμάτισμα. Μάννην, πεπέριν μετὰ οἴνου παλαιοῦ ἐγχυμά‐ τιζε. — | |
40 | Ἕτερον εἰς τὸ αὐτό. Ναρδοστάχυος, κιναμώ‐ μου, ὑσσώπου, ὀρίγανον, ἀβροτόνου, πεπέριν, ταῦτα πάντα ἐξ ἴσου κόψας καὶ σήσας δι’ οἴνου χλιαροῦ ἐγχυμάτιζε. — | |
41 | Περὶ ὀπισθοτόνου. Ἐὰν ὀπισθότονος γένηται ἐν τῷ ἵππῳ, ση‐ μεῖά εἰσιν τάδε· ἀνακάθηται ὥσπερ κύων κουρασμένος, καὶ οἱ πόδες οἱ ὀπίσθιοι 〈οὐκ〉 ἀκουλουθοῦσιν τοῖς ἐ[ν]μπροσθίοις. | |
5 | τὸ οὖν τοιοῦτον νόσημα δυσίατόν ἐστιν. ὅμως ἐπιμελούμενος θεραπεύσεις αὐτὸ οὕτως· καυστηριάσ[σ]ας αὐτὸ ὀρθῶς κατὰ τὴν μῖξιν τοῦ ἰσχίου καὶ τῶν νεφρῶν καυστηρίας τρεῖς καὶ κρεμάσας αὐτὸ καθὰ καὶ τὰ κεκλασμένα ζῷα καθὼς προ‐ εγράφη, χρῖσον ἀλοιφὴν τὴν προγεγραμμένην, κλυστη‐ | |
10 | ρίασον αὐτὸν χυλὸν πιτύρων μετὰ νίτρου, σεύτλου χυλὸν καὶ ἔλαιον κοινόν. ταῦτα ἑνώσας κλυστηρίαζε τὸ ζῷον, καὶ ἐὰν πέμψει ἄνεμον, εὐκόλως θεραπεύεται. εἰ δὲ μή, προσθήσεις τῷ κλυστῆρι καὶ κόπρια περιστερῶν, καὶ πυρίαζε δὲ αὐτὸ σφοδρῶς μετὰ πιτύρων εἰς τοὺς νεφροὺς καὶ εἰς τὴν κοιλίαν. | |
15 | — | |
42 | Περὶ βηχὸς νεαρᾶς. Πράσιον τὴν βοτάνην καὶ κεν‐ ταύριον καὶ κοκκόδαφνα βαλὼν μετὰ οἴνου ποίησον αὐτὰ βράσαι, ἕως οὗ ἀποτριτευθῇ ὁ οἶνος. εἶτα σακκελίσας ἐγχυ‐ μάτιζε διὰ κέρατος ἅπαξ καὶ δίς, ἕως ἂν θεραπευθῇ. — | |
43 | 〈Περὶ〉 περιπνευμονικοῦ. Εἰσὶν τὰ σημεῖα τοῦ περι‐ πνευμονικοῦ ἵππου ταῦτα· βήσσει βαρέως καὶ ἐνδέρει, καὶ ὅταν βήξει, ἀποπέρδει, καὶ εἰς ἀναφορὰν ἐλθεῖν οὐ δύναται. φυσᾶ δὲ βαρέως, πολλάκις καὶ ὑγρὰ διὰ ῥινῶν φέρει καὶ ἱδροῖ | |
5 | πικρῶς καὶ σίελος ἐκ τοῦ στόματος κατέρχεται, βήσσων δὲ βρύχει ἐκ τῶν ἔνδον καὶ στενάζει. πίνει δὲ πολλὰ καὶ ἐσθίει παρὰ τὴν συνήθειαν. πολλάκις δὲ καὶ τοῖς ἐμπροσθίοις ποσὶ χωλαίνει καὶ βαρεῖαν δυσωδίαν ἐκπέμπει. ταῦτα μὲν τὰ ση‐ μεῖα τῶν περιπνευμονικῶν. | |
44 | θεραπεύεται δὲ οὕτως· βαλὼν ὀρόβιν εἰς ἀγγεῖον βρέξον νυχθήμερον, καὶ ἐξ αὐτοῦ τοῦ ὕδατος πινέτω χλιαρὸν ὁ ἵππος. τοὺς δὲ ὀρόβους φρύξας καὶ ἀλέσας, σμίξας αὐτὰ μετὰ τῶν κριθῶν καὶ δίδου φαγεῖν. | 284 |
5 | ἐγχυμάτιζε δὲ αὐτόν· τὸ μὲν πρῶτον γάλακτος αἰγείου νεωστὶ ἀρμεχθέντος σὺν χυλῷ κριθῆς ἑνώσας χλιαρὸν διὰ κέρατος ἐγχυμάτιζε ἐπὶ ἡμέρας ζʹ. εἶθ’ οὕτως δὲ ἑτέρως ἐγχυματίσῃς, τοῦτο γὰρ ἁρμόδιόν ἐστιν εἰς τὸ πάθος αὐτῷ· κρόκου 𐆆 βʹ, ἴρεως κεκομμένης Ἰλλυρικῆς 𐆆 ϛʹ, πεπέρεως 𐆆 ϛʹ, μέλιτος | |
10 | 𐆆 δʹ, σταφίδας ταγάρι〈α〉 γʹ, καρεοφλιᾶς 𐆆 βʹ. ταῦτα κόψας καὶ σήσας καὶ ἑνώσας πάντα, ποιήσας σύνθεμα καὶ ἐξ αὐτοῦ βάλλε εἰς οἶνον παλαιὸν 𐆆 βʹ καὶ λύσας διὰ κέρατος ἐγχυμά‐ τιζε. — | |
45 | Ἄλλο εἰς τὸ αὐτό. Σταφίδας λευκὰς λϛʹ κτλ. ἀποβρέχων δὲ αὐτό, ὅταν θέλεις διδόναι τῷ ζῴῳ ἐξ αὐτοῦ, ἀφ’ ἑσπέρας εἰς ἕτερον μέλι. παράβαλε δὲ μετὰ κοχλιαρίου τὸ τρίτον τοῦ φαρμάκου καὶ πάλιν μετὰ τούτου τὸ λοιπόν. ὅτε | |
5 | δὲ ἐγχυματίσεις τὸ ζῷον, οἶνον παλαιὸν χλιαρὸν ἐπίβαλλε εἰς τὸν λαιμὸν τοῦ ἵππου. — | |
46 | Περὶ βηχὸς γενομένης ἐκ τῶν ἔνδον. Ἐὰν ἵππος ἐκ τῶν ἔνδον βήσσῃ, σημεῖά εἰσιν ταῦτα· τὴν κεφαλὴν κλίνει κάτω καὶ βήσσει ἀραιῶς. γίνωσκε, ὅτι ἐστὶν ἡ βὴξ ἀπὸ τῶν ἐντὸς καὶ χρὴ αὐτὸν χυματίζεσθαι | |
5 | οὕτως· βαλὼν πάνακος ῥίζαν 𐆆 βʹ κτλ. — | |
47 | Περὶ βηχὸς ἀπὸ ψύξεως. Ὅταν βὴξ εἰς τὸν ἵππον γένηται καὶ ἐστὶν ἀπὸ ψύξεως, τάδε εἰσὶν τὰ σημεῖα· λεπτύνεται τὸ ζῷον, καὶ ὅτε βήσσει συχνῶς, τὸν τράχηλον αὐτοῦ τανύει. ἐγχυματίζεις | |
5 | δὲ αὐτῷ τάδε· βαλὼν ὕσσωπον 𐆃 αʹ, τήλεως 𐆃 αʹ, τραγακάν‐ θης 𐆃 cʹ, τὴν μὲν τίλην [τίλεως 𐆃 αʹ τὴν μὲν τίλην] ποιήσας ζέσαι ἀποχύλωσον αὐτὴν καὶ ἀποβρέξας τὴν τραγακάνθην εἰς χλιαρὸν ὕδωρ ἡμέραν μίαν. ὅτε δὲ φουσκώσει, ἕνωσον αὐτὴν μετὰ τοῦ χυλοῦ τῆς τήλεως, καὶ λαβὼν σκόρδα κεφάλια ζʹ καὶ | |
10 | πηγάνου χλωροῦ δεσμίδια βʹ ὕδατι ἑψήσας καὶ ἀποτριτώσας τῷ βήσσοντι δὸς πιεῖν ἡμέρας θʹ. | 285 |
48 | 〈Περὶ ἐπιληψίας.〉 Ἐπιληψία γίνεται ἐν τοῖς ζῴοις καθάπερ καὶ ἐν τοῖς ἀν‐ θρώποις. σημεῖα δέ εἰσιν ταῦτα· πίπτει ἐξαίφνης καὶ τοὺς πόδας τοὺς μὲν συνέχει, τοὺς δὲ ἁπλοῖ καὶ δοκεῖ σοι διαφω‐ | |
5 | νεῖ(ν). γίνεται δὲ ἀφρὸς περὶ τὸ στόμα. πολλὰ δὲ καὶ οὐ πίπτουσι, ἀλλ’ ἱστάμενα σείουσιν τὴν κεφαλὴν καὶ τρέμουσι σφόδρα καὶ περιπατοῦσιν ἀναισθήτως καὶ ἀνθρώπου παρου‐ σίαν οὐκ αἰσθάνονται, ἀλλὰ καὶ τὴν τροφὴν ἀποβδελύσσονται. γίνεται δὲ τοῦτο τὸ πάθος εἰς τὸ ζῷον 〈εἰ **〉 ἢ καὶ ἀμέ‐ | |
10 | τρως ἐλασθῇ ἢ καὶ νέαν κριθὴν φάγῃ, ἢ ἀπὸ πλησμονῆς αἵματος. | |
49 | θεραπεύεται δὲ οὕτως· δεῖ φλεβοτομεῖν αὐτὸν ἀπὸ τῶν φλεβῶν τῶν κροτάφων καὶ ἐγχυματίζει(ν) διὰ στό‐ ματος καστορίου 𐆆 αʹ λειωθέντος μετὰ ὕδατος ψυχροῦ. καὶ αὐτὸν δὲ τὸ καστόριον ἐπικαπνιζόμενον τῷ ἵππῳ ἐν τῇ κε‐ | |
5 | φαλῇ ὠφελεῖ. καυστηρίασον δὲ αὐτὸν ὑποκάτω τῶν ὠτίων εἰς τὰς φλέβας καυστηρίας[ας] ὀρθὰς μετὰ κεφαλῆς σμιλαρίου ἐλαφρῶς, καὶ ἔμπροσθεν εἰς τὸ μέτωπον καὶ ἐπάνω εἰς τὴν κεφαλήν. ἵστασθαι δὲ χρὴ τὸν ἵππον ἔσωθεν εἰς τὸν σταῦ‐ λον, ἵνα μὴ ἔξωθεν ἱστάμενος καὶ ψυχραινόμενος παραπέσῃ | |
10 | εἰς τέτανον. — | |
50 | Περὶ στρέμματος ποδός. Ὅταν στρέμμα γένηται ἐν ποδὶ ἵππου, δεῖ σε θεραπεύειν οὕτως· κρατήσας τὸν πόδα ταῖς δυσὶν χερσὶν τὸ στραφὲν μέρος καὶ ταυρίσας ὀρθῶς αὐτὸ ὅπως ἔλθῃ εἰς τὸ κατὰ φύσιν, εἶθ’ οὕτως φλε‐ | |
5 | βοτόμησον τὴν αὐτὴν ὥραν ἐκ τῶν μεσοκνημίων κρεμάσας, εἶτα ποιήσας τύπους μετὰ ὄξους καὶ ἅλατος καὶ φασκίωσον αὐτὸ καθὼς ἀναγέγραπται ἐπὶ τῶν κεκλασμένων, καὶ μετὰ ἑπτὰ ἡμέρας τράκτωσον αὐτὸν τρακτώματα διάφορα καὶ μὴ ἐάσῃς ἐπισταθῆναι τῷ πάσχοντι ποδὶ ἕως ἡμερῶν μʹ, καὶ μετὰ | |
10 | τοῦτο μικρὸν περιπατείτω ἕως μηκέτι χωλαίνει. — | |
51 | Περὶ ἐμφράξεως. Ὅταν ἔμφραξις γένηται ἐν ἵππῳ κτλ. κυλίεσθαι δὲ μὴ κωλύειν. κλύζε δὲ καὶ διὰ τῆς ἕδρας καθάπερ καὶ τῶν κεκλασμένων ζῴων, καὶ ἐὰν ἄρξηται λύεσθαι ἡ κοιλία | |
5 | αὐτοῦ, συντόμως ἐλευθεροῦται, εἰ δὲ μή, διαφωνεῖ, τουτέστιν ψοφᾷ. καὶ βράσαι του κόλυβα νὰ τὸ μνημονεύσεις. — | 286 |
52 | Περὶ ἐπιστροφῆς ἐντέρου. Ἐπιστροφὴ ἐντέρου ἐστὶν δυσβοήθητον, ἐξ οὗ καὶ ἵλεως προσηγορεύθη. σημεῖα δὲ αὐτῷ ταῦτα· περιπατῶν τοῖς ἐμπροσθίοις διαβαίνει μικρὰ καὶ τὰ ὀπίσθια προβαίνει αὐτοῖς, καὶ συγκάμπτει ἑαυτὸν ὀδυνώ‐ | |
5 | μενος καὶ ἐπὶ τὴν κοιλίαν πίπτει ζαρωμένος· συμβαίνει δὲ τοῦτο γίνεσθαι ἐν τῷ μεγάλῳ ἐντέρω κτλ. ἐν τῷ περιπατεῖν τὸν ἵππον. τοῦτο δὲ τὸ ἔντερον ὅταν κλωσθῇ καὶ μὴ ἔχον ποῦ ἀποδώσει τὴν ἔξοδον, εἰς ἀνάγκην ἐμβάλλει τὸ ζῷον καὶ συν‐ τόμως διαφωνεῖ. γίνεται δὲ τὸ πάθος, ὅταν ἀπὸ 〈ὁδοῦ〉 κρι‐ | |
10 | θὰς φάγῃ ἢ καὶ χόρτον καὶ πιὼν ὕδωρ πολύ. πρήσκονται γὰρ αἱ κριθαὶ καὶ ὀγκοῦνται ἐν τῷ ἐντέρῳ καὶ ποιοῦνται τὴν ἔμ‐ φραξιν. θεραπεύεται δὲ οὕτως· ἐγχυματίσεις αὐτὸ μετὰ ὀποῦ Κυρ(η)ναικοῦ καὶ οἴνου γλυκέος διὰ στόματος. κλύζε δὲ καὶ ἐκ τῆς ἕδρας, βαλὼν νίτρον καὶ ζωμὸν πιτύρων καὶ μέλι καὶ | |
15 | ἔλαιον. καὶ εἰ μὲν ἡ κοιλία του λυθῇ, ὑγιαίνει, εἰ δὲ μή, ταχέως διαφωνεῖ, τουτέστιν ψοφᾷ. καὶ φαγεῖν γαβαλήναν του. — | |
53 | Περὶ σπασμοῦ. Ὅταν ἐν ἵππῳ σπασμὸς γέ‐ νηται, σημεῖα εἰσὶν ταῦτα, καὶ μάλιστα, ἐὰν ἡ κοιλία αὐτοῦ ἢ ἔντερον ῥαγῇ· φέρει κτλ. αἷμα οὐρεῖ. καὶ ταῦτα μὲν τὰ σημεῖα τῶν ἐσπασμένων ζῴων. εἰσὶ δὲ καὶ ἕτερα σημεῖα εἰς | |
5 | τὸ αὐτὸ πάθος· ὅσοι γὰρ τῶν ἵππων ἐντός εἰσιν ἐσπασμένοι ἢ ἄλλα ζῷα, ὀφείλεις ποιεῖν οὕτως· πηγάνου ἀγρίου σπέρμα‐ τος καὶ ᾠὰ βʹ καὶ οἴνου κοτύλας βʹ ἐγχυμάτιζε διὰ τῶν μυκτή‐ ρων. — | |
54 | Ἄλλο εἰς χορδαψόν. Κόπρια ἀνθρώπινα καὶ οὖρον καὶ καπρίαν ἀμφότερα ταράξας ἐγχυμάτιζε, καὶ ὑγιαίνει | |
αὐτίκα. τοῦτο δὲ νόει, ὅτι τὸ πρῶτον εἶδος μόνον ὅταν ποιήσῃς, ποίασαι τὴν μήτην σου διὰ τὸ εἶναι | 287 | |
5 | εὐῶδες, καὶ σπόγγισε τὰ γένια σου νὰ μηδὲν μιρί‐ ζουσιν ἀπὸ τὸ καλὸν εἶδος. — | |
55 | Περὶ κυνάχης. Κυ‐ νάχη (!) ἐὰν γένηται εἰς τὸ ζῷον, σημεῖά εἰσιν τάδε κτλ. οὔτε πίνειν καὶ σίελα διὰ στόματος ἀφίησι. θεραπεύεται δὲ οὕτως· ἐγχρίσεις τὴν κεφαλὴν αὐτοῦ κτλ. θερμῷ ὕδατι καὶ πυριαζό‐ | |
5 | μενος τὸν λαιμὸν μετὰ πιτύρων καὶ ὄξους ἐν λινῷ πανίῳ, καὶ συγχρίειν† ἔψη τὸ ἔξωθεν τοῦ λαιμοῦ τοιοῦτον· π(τ)ισσάνην 𐆆 γʹ, κολοφωνίας 𐆆 αʹ, τερεμινθίνης 𐆆 αʹ, ταῦτα βράσας μετὰ ὄξους κατάχριε τὸν λαιμόν, ἐπιθέμενος καὶ στυπτ(ηρ)ίαν. εἰ δὲ τὸ ῥεῦμα γένηται ἐπιπολαίως καὶ φέρει ἕλκος, χρὴ καυ‐ | |
10 | στηριάζειν αὐτὸν τοῦ λαιμοῦ ἐλαφρῶς, ἵνα μὴ τὴν ἀρτηρίαν καύσας 〈κακῶσ〉 ποιήσῃς τὸν ἵππον. — | |
56 | Περὶ αἵματος ἐξερχομένου ἐκ τῆς ῥινὸς τοῦ ἵππου. Ὅταν αἷμα ἐξέρ‐ χεται διὰ τῶν ῥινῶν τοῦ ἵππου, ἀφορμὴ γίνεται τοιαύτη· τὸ αἷμα πληθύνει καὶ ὁ τόπος ἐκεῖνός ἐστιν λιγνός. καὶ δεῖ φλε‐ | |
5 | βοτομεῖν αὐτὸν ἀπὸ τοῦ τραχήλου, ὁμ〈οί〉ως καὶ τὰ ἔμπροσθε ποδάρια. καὶ ἐάν το φλεβοτομήσῃς καὶ οὐκ ἐσθίει, ταχέως διαφωνεῖ, τουτέστιν ψοφᾷ, καὶ φὰ τὴν γαβαλήναν του μετὰ σκόρδον. [τὸ αὐτὸ αἴναι ὄπιθεν γρα.⁓ λήθῃ ἐγένετο. Ὅταν κτλ. διαφωνεῖ καὶ μόνον κοπιᾶς. μάζοξαι τὸ αἷμα | |
10 | αὐτοῦ καὶ ποίησαι λουκάνικα.] — | |
57 | Περὶ χοιράδος, ὃ λέγεται μύξις. Ἐὰν συμβῇ εἰς τὸ ζῷον γενέσθαι χοιρά‐ δας, σημεῖά εἰσιν τάδε· ὑγρὸν διὰ στόματος φέρεται καὶ κρα‐ τοῦνται αἱ σιαγόνες αὐτοῦ καὶ οὐκ εὐκόλως ἐσθίει. τούτων | |
5 | οὖν γενομένων δεῖ καταπλάττειν αὐτὸ ἄλευρον κρίθινον καὶ ῥητίνη(ν) σὺν ὄξῳ βραχέντα. εἰ δὲ μή, ἴρεως Ἰλλυρικῆς 𐆆 ϛʹ κτλ. σιλ[α]φίου 𐆆 αʹ. τὸν κηρὸν τήξας μετὰ κυπρίνου ἐλαίου πρόσβαλλε τὰ λοιπὰ καὶ ποιήσας μάλαγμα κατάχριε. — | |
58 | Ἄλλο εἰς τὸ αὐτὸν πάθος. Νίτρου 𐆆 αʹ, τερεβινθίνης 𐆆 βʹ, | |
μέλιτος 𐆆 αʹ, λιβ〈άνου μ〉άννης 𐆆 δʹ, ἀμμωνιακοῦ 𐆆 δʹ, ἐλαίου κοινοῦ ἐν μὲν θέρει 𐆆 βʹ, ἐν δὲ χειμῶνι 𐆆 γʹ, ταῦτα | 288 | |
5 | πάντα μίξας θεράπευε. εἰ δὲ ἁπαλὰ γίνονται, καυστηρίασον κατάρροπον. — | |
59 | Περὶ τζηλίτου ἵππου. Ἐὰν ἀπὸ γα‐ στρὸς ἴδῃς τὸν ἵππον, ὅτι καθὼς τρέφεται, ἐκβάλλει αὐτά, κρατήσας τὸ(ν) ἀστάχυν τοῦ ἀφεδρῶνος τοῦ ἵππου [ἢ ἄλλου ζῴου], εἰ μὲν ἡμερῶν δύο ἢ τριῶν διελθουσῶν καὶ θεραπεία | |
5 | οὐ γένηται, ἔστιν ἐπικίνδυνον. παρελθουσῶν δὲ τῶν τριῶν ἡμερῶν **. θεραπεύεται δὲ οὕτως. βαλὼν βῶλον λῦσον αὐτὸν μετὰ οἴνου, καὶ †φορβίαν (τε)τριμμένην καὶ ἐγχυμάτι‐ σον αὐτὸν διὰ στόματος. σάγιζε δὲ αὐτὸ σαγίσματα βαρέα διὰ τοὺς νεφρούς, καὶ ἂς ἐνῇ δὲ ὁ ἵππος ἐν τόπῳ θερμῷ. — | |
60 | Περὶ κράμβης ἀγρίας. Ἐὰν ἀγρίαν κράμβην ἐσθίει ὁ ἵππος, 〈ἥτισ〉 ἐν τῷ χόρτῳ γεννᾶται, σημεῖά εἰσιν ταῦτα· παραλύονται τὰ ὀπίσθια αὐτοῦ καθὼς τοῦ ὀπισθοτονι‐ κοῦ, καὶ τὰ μὲν ἔμπροσθέν εἰσιν ὀρθά, τὰ δὲ ὀπίσθια ἀπεσκε‐ | |
5 | λωμένα μὴ ἰσχύοντα ὀρθῶσαι. θεραπεύεται δὲ οὕτως· παγού‐ ρους θαλασσίους ζουλίσας καὶ ἐκπιάσας τὸ ἐξ αὐτῶν ἐξελθὸν καὶ κράμβης χυλὸν ἥμερον καὶ γάλα αἴγειον μίξας, ταῦτα ἐγχυμάτιζε, ἕως οὗ κατακρατῇ[ται ὑπὸ] τῆς νόσου. κρέμνα δὲ αὐτὸ καθὼς καὶ τὰ κεκλασμένα, ἵνα ὀρθῶς ἱστάμενος | |
10 | ἐσθίῃ, καῦσον δὲ κατὰ τὸν σύνδεσμον τοῦ ἰσχίου εἰς τόπους τρεῖς. — | |
61 | Περὶ σκλέπας. Ὀφείλεις ὥρᾳ μεσσονυκτίου λέγε(ιν) εἰς τὸ ὠτίον τοῦ ἵππου τὴν πρώτην, εʹ καὶ τῷ σαβ‐ βάτῳ ἀφ’ οὗ ἀποχύσει τὸ φέγγος αὐτοῦ· «Ἡνόμινε. ντόμινε. νόστρου. Ἰησοῦ Χριστοῦ σαντου σαν τάκιος εἰς τὴν περ μῶς. | |
5 | βερβὶς ἀσίστου· βάδεον ἢ μαῦρον. καβάλου ἀρούλ. ἀψαμῶς Σωλομῶν. ἀληντόμηνε.» ὀφείλεις δὲ λέγειν τὸν ἵππον τὴν χροίαν, ἥ ἐστιν· ᾦ ἵππε μαῦρε, σιδερέα, ἢ βάδε[λτ]ε ἢ δά‐ γαλε. — | 289 |
62 | Ἄλλη ἰατρεία εἰς τὸ αὐτό. «Οὐδράξ, οὐδράξ. σταρίκους. ἀβεκλιβάς. ἡ κλισέ. σελα. ἄλλη λούια.» | |
63 | Περὶ τοῦ λιπᾶναι ἵππον. Ἵνα 〈ἵππος λιπαρὸς γέ‐ νηται.〉 ἐγχυματίζεται δὲ οὕτως· βαλὼν ξυλαλόην ὑγρὰν 𐆆 αʹ, κινάμωμον 𐆆 αʹ, σμύρνης * 〈πρίσματοσ〉 ἐλεφαντίνου 𐆆 αʹ, ῥοδόστα(γ)μα τὸ ἀρκοῦν. ταῦτα μίξας ἐγχυμάτιζε ἡμέραν | |
5 | παρ’ ἡμέραν τὸ ζῷον ἕως τρίτον. — | |
64 | Ὅταν ἵππος σύν‐ τρομος γίνεται. Θεραπεύεται δὲ οὕτως· Περὶ καθαρτικοῦ ἐγχυματισμοῦ. νίτρον, σκίλλαν, χαμαιλέοντα, καρπὶν καὶ οἶνον εὐῶδες, καὶ αἵματος ἀφαιρέσει γενομένῃ ἐκ τοῦ προσώπου | |
5 | τῶν δύο μήλων. τοῦτο δὲ μὴ ποιήσεις ἐν θέρει. — | |
65 | Ἕτε‐ ρον ἐγχυμάτισμα εἰς τὸ αὐτό. Στάχος, καρυόφυλλον, κι‐ νάμωμον, γλυκόριζον, τετράκανθον, ὕσσωπον, γλυκάνισον, κύ‐ μινον, ῥέον, κρόκον, μαστίχην, κασσίαν μέλαιναν, μελίλωτα, | |
5 | κενταύριον, πευκέδανον, καὶ οἶνον εὐῶδες. — | |
66 | Περὶ τοῦ λῦσαι ἵππου κοιλίαν. Λαβὼν χοῖρον σφάξας αὐτὸν εὐ‐ θέως σχίσον, ἕως ζεστόν ἐστιν τὸ ἐξούγγιν καὶ ῥῖψον τὴν τζύ‐ παν ἀπ’ αὐτοῦ καὶ παράβαλλε αὐτῷ, πρὸς τὴν ἡλικίαν δὲ τοῦ | |
5 | ἵππου. εἰ μέν ἐστιν τέλειος ὁ ἵππος, 𐆃 δʹ, εἰ δὲ μὴ τέλειός ἐστιν, μέτρησον αὐτοῦ τὴν ἡλικίαν καὶ οὕτως ποίησον. — | |
67 | Περὶ παραλύματος ὀνύχου, ὅταν ἐκπίπτῃ ἐκ τὸν ποὺν τοῦ ἵππου. Ποίησον μαλακτικόν, βαλὼν λίνου σπέρμα μετὰ θερμοῦ καὶ ζεματίσας, βαλὼν μεδούλην καὶ στέαρ χοί‐ | |
ρειον ἄπαστον καὶ ἄφθαν καὶ σκέβην, χαλβάνην, κόκολιν, | 290 | |
5 | ἀμμωνιακόν, ταῦτα πάντα μῖξον καὶ ἕψησε καὶ ἐπίθες εἰς τὸν ὄνυχα τοῦ ἵππου καὶ εὐθέως ῥίψει τὸν ὄνυχα. ἔνι δὲ τοῦτο ὠφέλιμον καὶ εἰς σειριασμὸν χειμωνικὸν πρὸς αἶρον τὸν πόδα εἰς ὕψος. — | |
68 | Περὶ φθορᾶς γενομένης ἐν ταῖς τρίχαις τῆς οὐρᾶς. Ὀφείλεις ἵνα ἀποπλύνῃ(ς) αὐτὴν ὄξο(υ)ς καὶ ἅλατος καὶ εὕρῃς ἐν αὐτῇ πιπίγγια, ἅπερ καὶ ὑστριχίδαι καλοῦνται. ταῦτα ἀνασπάσας, καλῶς ἀπό‐ | |
5 | πλυνον τὴν οὐράν, καὶ εὐθέως βαλὼν χυλὸν τίλης καὶ χυλὸν λινοσπέρμου καὶ μίξας ταῦτα ἕψησον μετὰ οἴνου καὶ ἀπόπλυ‐ νον αὐτήν. ἄλειφε δὲ αὐτὴν καὶ στέαρ ἀλώπιον ἢ ἄρκου. ὅταν δὲ ὁ καυλὸς ῥευματισθῇ καὶ πρησθῇ τῆς οὐρᾶς, φλεβο‐ τόμησον αὐτὸ ἀπὸ τῶν †μηλῶν τῆς ἕδρας ἀποκάτω εἰς τὴν | |
10 | οὐράν. τὴν δὲ φλέβαν εὑρήσεις οὕτως· δῆσε τὴν οὐρὰν μετὰ ζωναρίου δυνατοῦ καὶ σήκωσον αὐτὴν ἄνω καὶ κοπάνισον αὐτὴν ἀποκάτω μετὰ σανιδίου μικροῦ. καὶ ὅτε φανῇ ἡ φλέβα, τότε κέντησον αὐτὴν γοργόν. — | |
69 | Περὶ χοῦν ὅταν φάγῃ ὁ ἵππος. Ἐὰν ἵππος χοῦν φάγῃ, σημεῖά εἰσιν ταῦτα· καρη‐ βαρεῖ ὡς ἄνθρωπος μεθύων καὶ ἐνδέρει εἰς τοὺς τοίχους. χρὴ δὲ φλεβοτομεῖν αὐτὸ εἰς τὸν αὐχένα καὶ ἰαθήσεται. — | |
70 | Περὶ ὀφιοδήκτου. Ἐὰν ἵππος δαχθῇ ὑπὸ ὄφεως, ση‐ μεῖά εἰσιν ταῦτα· οἱ ὀφθαλμοὶ αὐτοῦ πρήσκονται καὶ ἀφρίζει τὸ στόμα καὶ αἱ τρίχες τῆς χαίτης ἀποπεσοῦνται καὶ ἐκβάλλει εἰς τὸ σῶμα κονδύλας καὶ βρωμεῖ. θεραπεύεται δὲ οὕτως· | |
5 | βαλὼν πεπέριν λευκὸν κόκκους τεσσαράκοντα, θρούμβην μετὰ οἴνου κεκομμένην ἢ ἀρτεμισίαν ἑψηθεῖσαν μετὰ οἴνου διὰ στόματος ἐγχυμάτιζε. — | |
71 | Περὶ σκληρώσεως ὀνύχων ἵνα καὶ τάχιον αὐξήσουσιν. Λόπισον καὶ ποίησον [παρὰ] | |
ὑπόδημα ἀπὸ πίσσης καὶ ἐξουγγίου. ζεστὸν δὲ τοῦτο φέρε. πρῶτον δὲ πλῦνε τοὺς πόδας τοῦ ἵππου, καὶ μετὰ ταῦτα τὸ | 291 | |
5 | προειρημένον βοηθημάτι ἀναθλίψας, μετὰ κισσοῦ σπόρον κε‐ κομμένον ἐπίπασον τὸν ὄνυχα τοῦ πάσχοντος ἵππου, ὥστε ὅλον πιπλᾶσαι, καὶ ἀποδήσας, καὶ μετὰ τρεῖς ἡμέρας λῦσον αὐτόν. τοῦτο τρίτον ποίησον. — | |
72 | Περὶ κνήματος ἵπ‐ που. Βαλὼν ὄξος καὶ ἅλας, ἀσβέστην σβεστὴν καὶ καπνέαν, καὶ ἂς βράσουν ἀμφότερα, καὶ μετὰ τὸ χλιανθῆναι ἄλειψον τὸ τραῦμα ἅπαξ καὶ δίς, καὶ μετ’ αὐτοῦ †σκαμάτησον. καὶ | |
5 | χλιάνας ἔλαιον ἄλειφε τοῦτον καὶ τριχώσει. — | |
73 | Περὶ πό‐ νου τοῦ ἥπατος. Ἐὰν ἵππος πονῇ τὸ ἧπαρ, σημεῖον ποιεῖ τοιοῦτον· ὅταν πλησιάσει τις πρὸς αὐτόν, γυρίζει τὴν κεφαλὴν καὶ θεωρεῖ τὸ δεξιὸν αὐτοῦ μέρος, ὡς δῆθεν δείχνῃ τὸ ἧπαρ, | |
5 | καὶ ὀλίγον βήσσει καὶ τὸ βηχίον αὐτοῦ πονηρόν ἐστιν, καὶ τὰς κριθὰς ἀραιῶς χωνεύει. θεωρεῖ(ς) δὲ αὐτὸ ἀπόμακρα, ὅταν περιπατεῖ, ὅτι τὸ δεξιὸν ὠμοπλάτι ἀργά το ἐπαίρει. θε‐ ραπεύσεις δὲ αὐτὸ οὕτως· σῦκα ζευγάρια δέκα ἕψησον μετὰ οἴνου 𐆃 αʹ, ἄλεσον καὶ ποράκιν, εἶτα στυπτηρίαν σχιστὴν 𐆃 αʹ. | |
10 | ταῦτα μίξας καὶ σήσας διὰ στόματος ἐγχυμάτιζε. ὅταν δὲ θέ‐ λεις αὐτὸ ἐγχυματίσαι, ἀπὸ τὸ μεσονύκτιον μὴ δίδου αὐτῷ ποτὸν 〈μή〉 τε φαγεῖν. — | |
74 | Περὶ σπληνός. Ὅταν ὁ ἵπ‐ πος ἀλγεῖ τὴν (!) σπλῆνα, σημεῖά εἰσιν ταῦτα· ὁ ποὺς αὐτοῦ ὁ ἀριστερὸς ὀγγοῦται καὶ ἡ κεφαλὴ αὐτοῦ ἡμέραν παρ’ ἡμέ‐ ραν ξηραίνεται καὶ τὰς τρίχας αὐτοῦ ἀποβάλλει τοῦ ἀριστεροῦ | |
5 | μέρους. θεραπεύεται δὲ οὕτως· ἔπαρον σκολοπέντριον, †σίλι‐ βον σύρ(ρ)ιζον μετὰ φύλλα καὶ ἕψησον αὐτὰ μετὰ ὕδατος καὶ δίδου αὐτὰ ἡμέρας ἑπτὰ διὰ στόματος ἀνὰ 𐆆 αʹ. — | |
75 | Περὶ πόνου κοιλίας. Ἐὰν ἵππος τὴν κοιλίαν πονῇ, σημεῖά εἰσιν ταῦτα· ἱδροῖ ἀπὸ τοὺς ὤμους ἕως τὰς μασχάλας καὶ ὁ ἱδρὼς | |
αὐτοῦ ψυχρός ἐστιν. ὅταν δὲ πλησιάσεις αὐτῷ, σκέπτεται **. | 292 | |
5 | θεραπεύεται δὲ οὕτως· βαλὼν βούτυρον 𐆆 δʹ ** καὶ ἐξ αὐτοῦ βάλε διὰ τῶν ῥινῶν κοχλιαρέας γʹ. μὴ φλεβοτομήσεις δὲ αὐτό, ὅτι ὁ πόνος ψυχρός ἐστιν. — | |
76 | Βηχίον γίνεται ἀπὸ αἰ‐ τίας γʹ· ἀπὸ τοῦ φλεγμονίου, καὶ γίνεται εἰς τὸ στῆθος ῥεῦ‐ σις καὶ εἰς τὴν κοιλίαν εὐγάνει εὐγάσιμον. τὸ γίνεται ἐκ τοῦ φλέγμονος πολλὰ βηχίον, καὶ πτωχεύει πολλὰ καὶ στοχάζει καὶ | |
5 | ὕδωρ πολὺ πίνει. θεραπεύεται δὲ οὕτως· λίθος ἔστιν μαῦρος ὡς ὑέλιον. ἄλεσον ἐξ αὐτοῦ χερέας δʹ, καὶ κατάκοψε τὰς τρί‐ χας τοῦ χοιριδίου, καὶ βαλὼν μέλι καὶ οἶνον εὐώδη μῖξον πάντα καὶ ἐγχυμάτιζε ἡμέρας θʹ ἀνὰ 𐆆 αʹ. — | |
77 | Περὶ σκώληκος. Ὅταν σκώληξ γένηται ἐν τῇ κοιλίᾳ τοῦ ἵππου, σημεῖά εἰσιν τάδε· μίαν μίαν σφίγγεται καὶ ἐκ τοῦ στόματος αὐτοῦ φέρει ἕλκος. θεραπεύεται δὲ οὕτως· σπέρμα καρδάμου | |
5 | κοχλιαρέας ἑπτὰ μετὰ χοίριον ὀξούγγιν διὰ στόματος ἐγχυμά‐ τιζε. — | |
78 | Περὶ ἵππου σημεῖον γνωστόν. Ἐὰν ἵππος ἐσθίει τὸ(ν) χόρτον καὶ οὐ χωνεύσει αὐτόν, ἀλλὰ †ἐκμέσει αὐτόν, σημεῖόν ἐστιν τοιαύτῃ· γύρευσον τὸ παλάτιν του, καὶ ἐὰν οὐκ ἔχει αἷμα, ταχέως ψοφᾷ. — | |
79 | Ἐκ τοῦ Γαληνοῦ σοφισμάτων. ἐγχυματισμοὶ πρὸς βῆχαν. Πράσα[ς] ἑψή‐ σας μετὰ τῆς σιδηρίτιδος βοτάνης ἐγχυμάτιζε. — | |
80 | Ἕτε‐ ρον. Πρασίου βοτάνης χυλὸν 𐆆 ϛʹ, σῦκα κβʹ, μέλι καλὸν 𐆃 cʹ βαλὼν εἰς χύτραν ἐπίβαλον ἑτέρῳ ἀγγίῳ κιναμώμου 𐆆 αʹ, ἀριστολογχίας στρογγύλης 𐆆 βʹ, ὀποπάνακος (!) τὴν ῥίζαν 𐆆 αʹ. | |
5 | συγκόψας δὲ ταῦτα πάντα καὶ μίξας ἕψει μετὰ τοῦ πρασίου τὸν χυλὸν καὶ τῶν ἰσχαδίων. καὶ ὅτε ἀρκούντως βράσωσιν, ἐκβαλὼν τὰς ἰσχάδας καὶ ῥῖψον, καὶ τὸ σύνθε[σ]μα βάλλε εἰς σκεῦος ὑάλινον. καὶ ὅταν χρεία γένηται καὶ βούλῃ δοῦναι ἵππῳ βήσσοντι, δὸς ἐξ αὐτοῦ τοῦ συνθέματος 𐆆 αʹ μετὰ οἴνου | |
10 | παλαιοῦ. διὰ στόματος ἐγχυμάτιζε. — | |
81 | Περὶ βηχὸς παν‐ | |
τοίας. Λαβὼν τίλην 𐆃 αʹ καθάρισον αὐτὴν ἀκριβῶς καὶ βάλλε εἰς χαλκοῦν κακκάβιον, καὶ ποιήσας αὐτὸ ἐλαφρῶς ζέ‐ σαι, εἶτα ἐκχέας τὸ ὕδωρ, ἐπίβαλλε ἄλλον ὕδωρ, καὶ ἔασον | 293 | |
5 | αὐτὸ χυλισθῆναι. συχνῶς δὲ ἐπιτάρασσε αὐτό, ἵνα μὴ παρα‐ καυθῇ. εἶτα λαβὼν ἕτερον ἀγγεῖον βάλλε ἐν αὐτῷ φάβα ἐλη‐ λεσμένο(ν) καὶ ἕψησον μετὰ γλυκέος ὕδατος τοσοῦτον, 〈ὥστε〉 καὶ παρὰ ἀνθρώποις δύνασθαι ἐσθίεσθαι. εἰς δὲ τὴν τίλην ἐπίβαλλε ἰσχάδας κʹ καὶ γλυκόρριζα κεκομμένα 𐆆 βʹ, καὶ το‐ | |
10 | σοῦτον βρασάτωσαν μετὰ τῆς τίλεως, ἕως χυλωθῇ. εἶτα ἐκ‐ βαλὼν αὐτὰ ἀπὸ τοῦ πυρὸς τρῖβε εἰς ἰγδίν, ἕως ἂν λεῖα γί‐ νωνται, καὶ μετὰ ταῦτα ἀποπίασον τὴν τίλην μετὰ λινοῦ πα‐ νίου καθαροῦ, καὶ λαβὼν τὸ ὕλισμα ἕνωσον αὐτὸ μετὰ τοῦ φάβατος εἰς ἰγδίον, ἐπιβάλλων αὐτῷ βούτυρον παλαιὸν 𐆆 αʹ, | |
15 | στέατος ἀπάστου τραγείου 𐆆 αʹ καὶ κίνησον αὐτά, ἕως οὗ ἑνωθῶσιν ἀμφότερα. τὸ δὲ φάβα, καθὼς εἴρηται, τοσοῦτον ἑψ[ι]έσθω, ἕως ἂν γένηται δίκην μυελοῦ. προσβαλλέτω δὲ τῷ ἐγχυματισμῷ καὶ ἕψημα τοσοῦτον, ὅσον δύνασθαι διὰ κέρατος ἐξελθεῖν. ὅτε δὲ θελήσεις ἐγχυματίζειν τὸ ζῷον, χλιάνας τὸν | |
20 | ἐγχυματισμὸν ἀρκούντως, διότι πήσσει καὶ οὐκ εὐκόλως ἐξέρ‐ χεται. — | |
82 | Ἄλλος ἐγχυματισμὸς πρὸς βῆχαν. Σχοίνου ἄνθος 𐆆 βʹ, κόστου 𐆆 βʹ, σμύρνης 𐆆 βʹ, ὀπίου 𐆆 βʹ, κροκο‐ σίκελον 𐆆 βʹ. ταῦτα μίξας δίδου ἐξ αὐτοῦ 𐆆 αʹ. — | |
83 | Ἕτε‐ ρος ἐγχυματισμὸς πρὸς βῆχα χρονίαν. Κασσίας, κινα‐ μώμου ἀνὰ 𐆆 ϛʹ, κόστου 𐆆 αʹ, ἀμμωνιακοῦ 𐆆 γʹ, καλάμου ἀρωματικοῦ 𐆆 ϛʹ, σχ(ο)ίνου 𐆆 ϛʹ ἤγουν ἄνθος, κροκομάγμα‐ | |
5 | τος 𐆃 αʹ, κρόκου 𐆆 αʹ, σμύρνης [σ]τρωγλύτιδος 𐆆 δʹ, πεπέ‐ ριν λευκοῦ 𐆆 ϛʹ, ὀποπάνακος 𐆃 αʹ, γεντιανῆς 𐆃 αʹ, ἀριστο‐ λογχίας 𐆆 ϛʹ, π(α)ιονίας 𐆆 ϛʹ. πάντα κόψας καὶ σήσας ἔχε ξηρίον, καὶ ὅταν χρεία γένηται, βαλὼν ἐξ αὐτοῦ 𐆆 αʹ μετὰ ἑψήματος ἡμίνας μετὰ κέρατος ἐγχυμάτιζε. τοῦτο δὲ ποίει ἐν | |
10 | χειμῶνι. — | |
84 | Ἄλλον ἐγχυμάτισμα θερινὸν εἰς τὸ αὐτό. Οἴνου παλαιοῦ 𐆃 αʹ, ἐλαίου 𐆆 αʹ, μεθ’ ὧν σταφυλὰς θλίψας καὶ βαλὼν ὕδωρ τὸ ἀρκοῦν διὰ κέρατος ἐγχυμάτιζε. — | |
85 | Τοῦ σοφοῦ Γαληνοῦ περὶ ὀφθαλμικῶν. Ἀλοιφῆς | |
σύνθεσις πρώτη. Βαλὼν χάλκανθον κτλ. μέλιτι Ἀττικῷ συμμίξας ἔγχριε τὸν ὀφθαλμόν. τοῦτο ἀποκαθαίρει τὴν πλη‐ γήν. ἐὰν δὲ συμβῇ θολὸν γενέσθαι κτλ. αἰτίας, ἄριστόν ἐστιν | 294 | |
5 | τὸ φλεβοτομεῖν τὸν ἵππον ἐκ τῆς φλεβὸς τοῦ προσώπου, ἥτις φλὲψ κατάγει ἀπὸ τῶν ὀφθαλμῶν. Ἐὰν δὲ ῥευματίζεται ὁ ὀφθαλμὸς καὶ φέρει ὑγρόν, ποίησον τράκτον ὡς ἀνακόλ‐ λημα καὶ ἐπίθες ἐπὶ τοῦ μετώπου τοῦ ἵππου. — | |
86 | Ἄλλο. Ἔστιν ἡ σύνθεσις αὕτη· ἀλόη(ν) 𐆆 βʹ, δαφνόκοκκα, κηκίδια, ῥοΐδι, σουχήν, ταῦτα πάντα κόψας καὶ σήσας σύμμιξον μέλιτι καὶ χρῶ. ὅταν δὲ μηδὲ τοῦτο τὸ τράκτωμα μὴ κρατήσει τὸ | |
5 | ῥεῦμα, καῦσον τὴν φλέβαν τῶν κροτάφων τὴν ἐρχομένην ἀπὸ τῶν ὀφθαλμῶν. ἐὰν δὲ οὐ φαίνεται, εὑρήσεις αὐτὴν οὕτως· σχοινίον δήσας περὶ τὸν αὐχένα καὶ λαβὼν ξύλον κλῶσον τὸ σχοινίον ἕως οὗ φανερὰ γένηται ἡ φλέβα. εἶτα φανείσης αὐτῆς καῦσον αὐτὴν μετὰ κεφαλῆς σμιλαρίου μικρά, | |
10 | ἵνα ταύτης τῆς φλεβὸς καυθείσης τὸ ῥεῦμα σταθήσεται. — | |
87 | Περὶ ἵππου ἀλγοῦντος τὸν ὀφθαλμόν. Ἐὰν πληγὴ γένηται ἐν τῷ ὀφθαλμῷ τοῦ ἵππου καὶ φέρει ὑγρὸν παχύ, δεῖ θεραπεύειν αὐτὸ οὕτως· ἀποσπόγγιζε τὸν ὀφθαλμὸν ὕδατι θερμῷ. εἶτα βαλὼν μυελὸν ἀρνειοῦ εἰς μάρμαρον καὶ τρίψας | |
5 | αὐτὸν ἱκανῶς, ὥστε μὴ ἔχει(ν) τινὰν σκληρίαν ἢ ὀστοῦν, μετὰ κρόκου βάλλε αὐτὸ εἰς τὸν ὀφθαλμὸν τοῦ ἵππου, καὶ κράτει αὐτὸν τὸν ὀφθαλμὸν ἕως ὥρας μιᾶς. ἐὰν δὲ μὴ ἔχεις μυελὸν προβά〈τειον〉, στέαρ χήνειον ἢ ὀρνίθειον τρίψας ἐπίχριε. ὡσαύ‐ τως καὶ μυελὸς τοῦ προβάτου ἑνούμενος μετὰ χηνείου στέα‐ | |
10 | τος ἁρμόζει. οὐλωθείσης δὲ τῆς πληγῆς, ὥστε μηκέτι φέρειν ἕλκος τὸν ὀφθαλμόν, ποιήσας ἄλειφε αὐτὸν μὲ ἄλειμμα. — | |
88 | Περὶ πυρίας ὀφθαλμοῦ. Ὅταν ὀφθαλμὸς ὑγρὸν φέ‐ ρει, πυρίαζε αὐτὸν οὕτως· βαλὼν σίδια, βαλαύστια, μυρσίνης, θρούμβην, μέλι, κηκίδια, ταῦτα πάντα ἑνώσας, λαβὼν σπόγ‐ γους δύο πυρίαζε ἕνα παρ’ ἕναν δὶς καὶ τρὶς τὴν ἡμέραν. — | |
89 | Ἄλλο ὀφθαλμικὸν πρὸς ἕλκος. Ἐλάφου μυελὸν τὸ ἀρκοῦν, κρόκον 𐆆 δʹ, τρίψας ἀμφότερα ἵνα γένηται λεῖον, | |
βάλλε αὐτὸ εἰς σκεῦος ὑέλινον καὶ ἐπίχριε τὸν ὀφθαλμὸν μετὰ πτεροῦ. — | 295 | |
90 | Ἕτερον εἰς πρῆσμα ὀφθαλμοῦ νεαρόν. Νίτρον τὸ λευκὸν καὶ ἅλας ὀρυκτὸν ἢ φρυκτὸν τρίψας ἐξ ἴσου ἐμφύσα τὸν ὀφθαλμόν. — | |
91 | Ἕτερον εἰς λεύκωμα ὀφθαλμοῦ. Συκόφυλλα χλωρὰ κοπανίσας καὶ τὸν χυλὸν ἐκ‐ πιάσας ἐπίχριε τὸν ὀφθαλμὸν μετὰ πτεροῦ. — | |
92 | Ἕτερον εἰς λεύκωμα ὀφθαλμοῦ. Χλωροσαύραν πιάσας καὶ καύσας εἶτα τρίψας ἐπίσμιξον μέλιτος τὸ ἀρκοῦν καὶ θέτε ἐν τῷ ὀφθαλμῷ. — | |
93 | Τοῦ σοφοῦ Γαληνοῦ περὶ ψωριῶντας κεφάλαιον πρῶτον. Πράσιον βοτάνην κόψας καὶ ἀναλύ‐ σας μετ’ ἐλαίου ζεστὸν κατάχριε. — | |
94 | Ἄλλο εἰς τοὺς ψω‐ ριῶντας. Ῥητίνης, κηροῦ, ἀλκυονίου, κόνιν ἀσβέστου, σαν‐ δαράχεως, ταῦτα μίξας χρῶ. — | |
95 | Ἕτερον εἰς ψώραν ἀγρίαν. Ῥίζαν καρέας ἐκδείρας καὶ λαπάθρου ῥίζαν, ἀμφό‐ τερα κοπανίσας, προσβαλὼν καὶ στέαρ χοίρειον, κεδρέαν καὶ ὄξος δριμὺ καὶ χλιάνας, ὅσον ἡ χεὶρ δέχεται, ἐπάλειφε τὴν | |
5 | βύρσαν. τοῦτο πάνυ κάλλιστόν ἐστιν καὶ καυστικὸν πρὸς τὰς ἀνιάτους ψώρας. — | |
96 | Ἄλλο εἰς ψώραν ἀγρίαν. Τρυ‐ γίαν κρασίου ἑψήσας ἐπίχριε καὶ μετὰ δύο ἡμέρας ἀπόπλυνον καὶ πάλιν χρῖσον, ἕως ἂν ὑγιασθῇ. — | |
97 | Ἄλλο εἰς τὸ αὐτό. Σκυλίου κόπρον μετὰ οὔρων ἀνθρώπων καὶ ἅλατος καὶ καπνοῦ μαγειρίου καὶ δαφνελαίου, τὰ ἀμφότερα βαλὼν εἰς χύτραν, μετὰ τὸ ζέσαι ἱκανῶς ἄλειφε ὅσον ἡ χεὶρ δέχεται. | |
5 | — | |
98 | Χρὴ δέ σε γινώσκειν, ὅτι κατ’ ἀρχὰς τῆς νόσου οὐ δεῖ φλεβοτομεῖν, ἕως οὗ πᾶν τὸ αἴτιον ἐκχύσει. τότε δὴ φλεβοτο‐ μεῖν, ὅτε 〈ἐκχυθῇ〉, εἰ μὲν εἰς τὸν αὐχένα ᾖ ἡ ψώρα, ἐκ τοῦ αὐχένος, εἰ δὲ εἰς τὸ στῆθος, ἐκ τοῦ στήθους, εἰ[ς] δὲ εἰς τὴν | |
5 | οὐράν, ἐκ τῆς οὐρᾶς. — | |
99 | Περὶ ψώρας δόκιμον. Ὀφεί‐ λει λαβεῖν συκαμινέας λέπια καὶ καῦσαι αὐτά, καὶ κοσκίνησε ἀσφαλῶς καὶ μῖξον μετὰ ἐλαίου ῥύπος ἢ ὀξούγγιν χοίρειον, καὶ θερμάνας ἄλειφε τὸν ἵππον εἰς ἥλιον, πρότερον τὸ ἔσω‐ | |
5 | θεν τῶν χειλέων αὐτοῦ καύσας, μετὰ τοῦ τοιούτου ἐλαίου καὶ ἀπόλο(υ)σον αὐτό. — | |
100 | Γητία περὶ στρόφον ἡμιόνου. Γράφε εἰς τὸ(ν) δεξιὸν ὄνυχα εἰς τὸ στεφάνιν ἀκρίπακρις [ἀκρίπακρις, ἀκρίπακρις] ἐκ τρίτου. — | 296 |
101 | Γητία περὶ τοῦ στῆσαι αἷμα. Ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἔλαβεν μετὰ τὴν λόγχην εἰς τὴν πλευρὰν αὐτοῦ καὶ οὐκ ἔμωξεν, οὐκ ἐθύ‐ μανεν, οὐκ ἐπυρομάχησεν. οὕτως καὶ σύ, πόνε, μὴ στάξῃς, | |
5 | μὴ φλεγμονήσῃς, μὴ ἐκστάξῃς, μὴ θυμάνῃς, μὴ ἐπιρρευμα‐ τίσῃς. εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ 〈υἱοῦ καὶ τοῦ ἁγίου πνεύματοσ〉. — | |
102 | Ἄλλο εἰς τὸ αὐτό. Ὡς ἐπεριπάτει ὁ Χριστὸς εἰς τὰ μέρη τῆς 〈Τι〉βεριάδος, ὑπήντησε ἑπτὰ ἀν‐ θρώπους πεπληγομένους, τοὺς μὲν ἀπὸ λίθων, τοὺς δὲ ἀπὸ ξίφους, ἄλλους ἀπὸ ἀγρίων θηρίων, 〈καὶ εἶπεν·〉 «στραφοῦ, | |
5 | δίκαιε Ἰωάννη καὶ εἰπὲ τὴν γητίαν ταύτην· μὴ πρησθῇς, μὴ φλεγμάνῃς, μὴ αἷμα καταρρίψῃς· ἔπαρον γῆ τὸν πόνον καὶ δὸς τὴν ὑγίαν.» — | |
103 | Γητία εἰς τὴν λύσσαν, ἂν λυ‐ σιάζῃ σκυλὶν ἢ ἄλλο ζῷον καὶ μολύνῃ ἄνθρωπον ἢ ζῷον. «Χριστοῦ, Χριστέ, Χριστῷ, ἃρς, πὰρς ἡ νάρς.» λαβὼν ὀλίγον ζυμάριν ποίησον πητάρια τρία καὶ γράψον τὰ ὀνόματα | |
5 | τὰ ἄνωθεν γεγραμμένα εἰς τὰ τρία πητάρια, εἰς πᾶσα ἕναν πιτάριν τὰ αὐτὰ γράμματα, καὶ δὸς τοῦ πάσχοντος φαγεῖν κατανυστικά. — | |
104 | Περὶ ἀδελφικοῦ· κόντρα μορβοὺμ καδούκαμ. «Βελφάμουλ. φαμούλ. δεἡνόμεν. Κάσπαρ. Μελ‐ χιώρ. Βαλτοσαράγ. ὁ θεός. ἰσχυρός. ἅγιος ἀθάνατος. ὡσσάννᾶ. Σουσάννα. Ἀγαθή. Λατζία. Κοσμὲν ἔθ Δαμιᾶνος. Λίνα. Κλέ‐ | |
5 | τους. ἐθ Τζιπριάνους. ντόμινε ντζιέζουμ. κρίστε. φίλιους δέ‐ κει ἀλτισιμ. τουμ. λίμπερα. δε. ἱστομορβόμ: πὲρ μερτι. μπεατα. βίρντζινε. γλωριούζα. ἐθ πρ́σου· φραγο. ἀποστολόρουμ. Πέτρο ἐθ παῦοῦλι. ἐθ σαντου. Δονατι. ἄλφα ἐδὼμ. ἀμέν.» Ὀφείλεις δὲ ποιεῖν εἰς αὐτὴν τὴν διάταξιν λειτουργίας πέντε εἰς λῆψιν | |
10 | τῆς σελήνης πέμπτῃ καὶ σαββάτῳ, καὶ νὰ τὸ λέγει εἰς πᾶσα λειτουργία ἀπάνου εἰς τὸν πάσχοντα. καὶ νὰ τὸν ῥίπτει εἰς τὰ ἅγια. καὶ εἰς τὴν ἐξυστερινὴν λειτουργίαν νὰ τὸ γράψῃ εἰς χάρτιν βεβράϊνον, καὶ νὰ τὸ δένι εἰς τὸν αὐχένα τοῦ πά‐ σχοντος. — | 297 |
105 | Περὶ σκλέπας. ‘Ζαροῦ. ζαροῦ. θεθοῦ θαήλ. θυμαήλ. ἐδῶδη τεκεῖν γηρεῶ. εἰστοχοίν. εἰς τὸ βραδεήν. εἰς τὸ καβάλου. ἐπιστῶ σοι. ἀρεκτά. καὶ δικαίου. τοῦ μισαήλ. εἰς τὸ καβάλουε. αἰκοδωμίνες. ἄρχοντα καὶ ὁρῆ ἐδίωξαν αὐτόν.‘ | |
5 | — | |
106 | Ἄλλον εἰς σκλέπας. ‘Σανταμουλέ. σαντουσαν‐ τήρη. τοῦ σαββατίζειν. σάντου υἱὲς χαπρίως βαβοῦ. ἀδε‐ λελμᾶ. πέλπιου πελπίνου. ζαζέ. δεδελμέ. περὶ τοῦ σαὶ στὴ καβάλου ἐν βούλα. σαρσά. θεὲ αὴλ. Εἰσμαὴλ. ἐδωθήτο. οἱ ἐν | |
5 | ταριτέ. ἀ καὶ ὡμίνας νδόμινες. ἀπέστειλεν βασιλεὺς καὶ ἔλυ‐ σεν αὐτόν, ἄρχων λαοῦ καὶ ἀφῆκεν αὐτόν.‘ | |
107 | Πρὸς ἕλμινθας. Σανδονικὸν ἑψήσας μετὰ μέλιτος ἐγχυμάτιζε ἡμέρας γʹ. — | |
108 | Εἰς βόας. Ἐὰν τὰ γόνατα χωλαίνῃ μὴ ἔχων πρόφασιν, πράσα κατακόψας ἐν ὕδατι ἑψή‐ σας δίδου. — | |
109 | Σκευασία ὀφθαλμικοῦ. Σμύρνης ὁλ‐ κὰς γʹ, μάννης λιβάνου ὁλκὰς βʹ, ἡπατίδος ὁλκὰς γʹ, ἅλατος Καππαδοκικοῦ 𐆆 αʹ, σηπίας ὀστοῦν τὸ ἀρκοῦν, πέπερι λευ‐ κοῦ κόκκους ιʹ, νίτρου Ἀλεξανδρίνου μέρος, καλακάνθου ὁλ‐ | |
5 | κὰς δʹ, ἰοῦ ὁλκὴν αʹ, μέλιτος Ἀττικοῦ τὸ ἀρκοῦν. ταῦτα ἐπι‐ μελῶς θυίᾳ τρῖβε καὶ ἀναλαβοῦ. — | |
110 | Ὀσχυρὸν μάλαγμα. Χαλβάνης 𐆆 αʹ, καστορίου ὁλκὰς κʹ, ὀποπάνακος 𐆆 αʹ, κολο‐ φωνίας 𐆆 βʹ, πιτυΐνης 𐆃 αʹ, ἀμμωνιακοῦ θυμιάματος 𐆆 βʹ, | |
τερεβινθίνης 𐆆 γʹ, μάστιχος 𐆆 αʹ, κηροῦ καθαροῦ 𐆃 γʹ. — | 298 | |
111 | Περὶ βόας ἐὰν λοιμώσσουσιν. Σκόρδου χυλὸν καὶ ἔλαιον καὶ οἶνον καὶ κεδρέας βραχὺ χρῖσον τὰς ῥῖνας καὶ ἐγχυμάτιζε. τοῦτο δὲ καὶ ἐπὶ ἀνθρώπους ποιεῖ. — | |
112 | Εἰς βόας μὴ νοσεῖν. Βατράχους τοὺς ἄποδας καὶ κύπεριν ἐν οἴνῳ ἐκλειώσας δίδου διὰ στόματος. — | |
113 | Βόες ἐὰν λοιμώ〈σσω〉σιν. Πάνακος ῥίζης 𐆆 βʹ, παιονίας 𐆆 αʹ διὰ ῥινῶν ἐγχυμάτιζε ἡμέρας γʹ, καὶ ἀναδήσας ἐπὶ ἡμιώριον δὸς περίπατον πραΰτατον, καὶ οὕτως δώσεις τροφήν. — | |
114 | Περὶ καθαρτικῶν. Ἀμπέλου τὰ κλάδη καύσας καὶ ποιήσας στακτὴν ἐγχυμάτιζε ἐπὶ ἡμέρας γʹ. ὁμοίως καὶ ἐπὶ ἀνθρώπων ποίει. — | |
115 | Πρὸς μᾶλιν ζῴων πάντων. Παιονί(ας) τὴν ῥίζαν κόψας ἐπιμελῶς μετὰ οἴνου καὶ ἐλαίου ἐγχυμάτιζε ἐπὶ ἡμέρας γʹ, καὶ μετὰ ταῦτα πιθήκου κόπρον κτλ. ἔτι δὲ καὶ ὑποθυμία εἰς τοῦτο[υ] τὸν κόπρον πάρδου κτλ. | |
5 | — | |
116 | Ἕτερον περὶ βοῶν· ἡ ὠφέλεια 〈καλλίστη〉. Βόες ἐὰν νοσήσουσιν ἢ τοὺς πόδας ὑποτρίψουσιν πίσσῃ τὰ κέρατα ἄλειφε καὶ γίνονται ἄνοσοι. — | |
117 | Βόας μὴ ἀσθε‐ νεῖν. Ὀρόβους βρέχων πότιζε κατὰ μῆνα. — | |
118 | Βόες ἐὰν λοιμώ〈σσω〉σιν. Ἐλαφείαν ταυρέαν ξηράνας καῦσον καὶ κόψας μετὰ ἁλῶν παράβαλε. — | |
119 | Βοῦν νοσοῦντα ἰά‐ σασθαι. Χαμαίδρυν κόψας μετὰ οἴνου ἐγχυμάτιζε, ἢ πελαρ‐ γοῦ κοιλίαν. καὶ γὰρ ὁμοίως ποιεῖ. — | |
120 | Βοῦν αἱμου‐ | |
ροῦντα παῦσαι. Ἄγριον πήγανον καὶ στέαρ τρίψας ἔντιθε εἰς τὴν φύσιν. — | 299 | |
121 | Βόας μὴ ψωριᾶν. Θέρμων ἀφεψή‐ ματι προπλύνας, εἶτα χαλκάνθην 𐆆 αʹ, νίτρου 𐆆 αʹ λειώσας μετὰ οὔρου ἀφθόρου 〈παιδὸσ〉 κατάχριε ὅλον τὸ σῶμα. — | |
122 | Βοὸς κέρατα ἁρμόσαι κατεαγμένα. Ἀποκάτω πρὸς τὴν κεφαλὴν κόριον χλωρὸν καὶ ξηρὸν μετὰ ἁλὸς καὶ ὕδατος τρίψας περιάλειφε τὸ κέρας καὶ ἐπιδέσμει. — | |
123 | Βοὸς ὄνυχος θεραπεία. Ἐὰν ἀποπέσῃ, δῆσον αὐτὸν μετὰ γλοιοῦ καὶ ἐλαίου καὶ μέλιτος ὁμοῦ ἑψημένων καὶ ἐψυγμένων ἐπι‐ πλάσσων καὶ ἐπιδέσμει. ποίει δὲ τοῦτο τῇ ἡμέρᾳ πρωΐ. — | |
124 | Βόας ὀστέα μὴ καταπίνειν. Λύκου οὐρὰν ὑπὸ τὴν κεφαλὴν κρέμασον καὶ οὐ καταπίνει. — | |
125 | Βοῦν ζεῦγος μὴ κοπιᾶν. Ἐλαίου καὶ ῥητίνης καὶ (!) τερεβινθίνης τὸ ἶσον ἑψήσας κατάχρισον 〈τὰ〉 κέρατα ἐκ ῥιζῶν πισσοκήρῳ ἢ πισ‐ σελαίῳ. — | |
126 | Καὶ τοῦτο γίνωσκε, ὅτι βοῦς ἐὰν φάγῃ βούγλωσσον, τελευτᾷ παραυτίκα, καὶ φὰ τὸν πόρδον του. — | |
127 | Εἰς ἔμπλαστρον εἰς πτέρνην ποδὸς καὶ συκά‐ μινον. Καθάρας ὅπερ λέγουσιν λυσσοβότανον, ἀσβέστην καὶ γάρον καὶ ἀρσενίκιν σχιστὸν ἀναλαβὼν χρῖε. ἔστιν δὲ καὶ εἰς ὑπερσαρκώματα ἐπιτήδειον. — | |
128 | Πρὸς λοιμικὸν πάθος βοῶν. στίχος διὰ ἰάμβων δωδεκασύλλαβος· πάθος βοῶν πέ‐ φυκεν λύμης ἡ νόσος. Σαλουστῖνος Ἰουλιανὸς ἐση‐ μειώσατο παρ’ Οὐλπίου Πατέρνου †κολόρουμ. περὶ τὸ | 300 |
5 | πάθος τῆς λοιμικῆς νόσου τῶν βοῶν. Τρυπήσας τὸ κέρας τοῦ βοός, εἴτε τὸ δεξιὸν εἴτε τὸ ἀριστερὸν εἴτε καὶ ἑκάτερον, ὃ βούλῃ, λαβὼν στῆρον οὕτω(ς) ὠμὸν περὶ τὴν καρδίαν εὑρι‐ σκόμενον, εἰ δὲ αὐτὸν οὐκ ἔστιν, ἐξ ἐπίπλου, εἰ δὲ οὔτε αὐτὸν ἔστιν, ἐκ πιμελῆς ὀνείας τήξας, εἰ δὲ οὔτε αὐτὸ ἔστιν, σάρκας | |
10 | ὀνείους ἐγγέμισον τὸ τρῆμα τοῦ κέρατος. ἐὰν δὲ δι’ ὑγρότητα μὴ ἐμμείνῃ τὸ ὄνειον πάσμα, κηρὸν καθαρὸν προς[π]τήξας, ὥστε γενέσθαι κηρωτήν, καὶ ἐγγέμιζε οὕτως τὸ τρῆμα τοῦ κέρατος, καὶ θαυμαστόν ἐστι. — | |
129 | Παρὰ Ῥοιμετάλκου βασιλέως. Κέρκωπος τοῦ ζῴου αἱ σάρκες ἁλὶ ταριχισθεῖσαι καὶ ψυγεῖσαι κοπτόμεναι, εἰς παραλυσμὸν ἁρμόζει. τὸ 〈δὲ〉 δέρμα τοῦ κέρκωπος γεμιζόμενον ἁλὸς κεκομμένου καὶ οὕτως | |
5 | ἀποκείμενον, ἵνα μή, ἡνίκα ἂν χρεία γένηται, παλήσῃς ἐξ αὐτοῦ, ἐὰν πλείονος χρεία γένηται, ὁμοίως καὶ ἐμβρύου ἱπ‐ πικοῦ ὠμοτομηθέντος ἢ καὶ ἀποθανούσης πάθει ὠφέλιμον. ὁμοίως δὲ καὶ ἔχιδναν ζῶσαν ἐμβληθεῖσαν εἰς κύθραν καινὴν καὶ ἐ(πι)πωμασθεῖσαν καῖ(ε) ἐν πυρὶ μέχρις οὗ καιομένη ἐκ‐ | |
10 | τεφρωθῇ, καὶ τῆς τέφρας ἐκείνης συγκοπτομένῳ ἅλατι τοὺς παραλιζομένους βόας ὠφελεῖ μεγάλως. χρῖε δὲ τὴν κύθραν †ἤγε μὴ τραχύνῃ, πρὸ 〈τοῦ〉 κεχρῆσθαι ἔξωθεν πηλῷ καὶ ἔμψηχε, ἵνα μὴ ὑπὸ τοῦ πυρὸς ῥήσσηται. προσχρίειν δὲ καὶ τὸ πῶμα μετὰ τὸ ἐμβαλεῖν τὸ θηρίον, ἵνα μὴ ἀναβάλληται | |
15 | ὑπ’ αὐτοῦ. ἁρμόζει δὲ καὶ πρίσμα ἐλέφαντος λελειωμένον καὶ σεσησμένον καὶ προσμισγόμενον εἰς τὸν παραλυσμόν, καὶ ἐλά‐ φου κέρας ὁμοίως. — | |
130 | Περὶ τριχαίας κτηνῶν καὶ φλεβοτομίας βοῶν καὶ ὑ[ι]ῶν καὶ ἄλλων δή τινων ζῴων. Ἀσβόλην κτλ. καθάπερ κιμωλίαν. καὶ τοὺς ὀχευτοὺς ὄνους †αἵμα τὸ ἐπιβῆναι τῇ ἵππῳ ἐπικρέμνα ἀναστρέψας τὴν | 301 |
5 | φορβεὰν ἐπὶ ὅλον ἡμιώριον, μέχρι οὗ ἂν λήξῃ τὸ πνεῦμα. [ὄνοις μέλλουσιν ὀχεύειν.] εἶτε δὲ ἀγροικοτέρως ἀπειλῶν ** συνεβούλευεν δὲ οὐ μόνον τοὺς ἐπιβάτας ὄνους φλεβοτο‐ μεῖν περὶ καλάνδας κτλ. ὑπὸ τὴν ῥῖναν, καὶ τοὺς λοιμικῶς νοσοῦντας ὕ[ι]ας φλεβοτομεῖν ὑπὸ τὴν ῥῖναν. — | |
131 | Περὶ ὀφθαλμιῶντας. Ἁλῶν ὀρυκτῶν ὀπτήσας, σμύρνης, ῥοῶν λέπυρα, λειάνας ἑκάστου ἶσον, καλάμιον λαβὼν ἐμφύσα εἰς τοὺς ὀφθαλμοὺς τὸ σύμμετρον. — | |
132 | 〈Ἄλλο.〉 Ῥόαν ἀπύ‐ ρηνον γλυκεῖαν κόψας χύλισον καὶ τῶν ἁλῶν ὁλκὰς ιβʹ. εἶτα ἄρας φύλλα χλωρὰ ἀποχυλοῖς ὅσον ὀξύβαφα * σμύρνης ὁλκὰς ὀττὼ (!) λεῖα εἰς λοπάδα ἕψε χαλκοῦ ἐρυθροῦ καὶ μέλιτος | |
5 | κύαθον αʹ 〈εὐώ〉δους· ἕψε ἕως εὔχροα γένηται. καὶ ἀποθέμε‐ νος εἰς πυξίδα χαλκοῦ ἐρυθροῦ ὑπόχριε παραθερμαινόμενος τῆς μήλης τὸν πυρῆνα, ἕως ὑγιασθῇ, καὶ προσπυρία οὔρῳ παιδὸς ἀφθόρου ψήφους διὰ πυρὸς ἐμβαπτίζων. — | |
133 | Περὶ λευκώματος. Ἐπίθες ἁλῶν ὀρυκτῶν, σηπίας ὀστράκου καὶ καλακάνθου ὀπτοῦ, ἑκάστου τὸ ἶσον λειώσας καλῶς ἐν θυΐᾳ, ἐμβαλὼν εἰς καλάμιν ἐμφύσα δίς, προσπτύσας εἰς τὸν ὀφθαλ‐ | |
5 | μὸν νῆστις. — | |
134 | Πρὸς λεύκωμα παλαιόν. Ἀμπέλου ἀγρίας ῥίζαν λείου ὡς σποδὸν καὶ οἴνῳ πρόσμιξον, καὶ οὕτως χρῶ ἐπάνω τοῦ λευκώματος. δύναμιν 〈ἔχει μεγάλην〉. — | |
135 | [Εἴδησις περὶ κόλλης] σύνθεσις περὶ κόλλης. Χελιδονίας χυλοῦ 𐆆 αʹ, κόπρου σαύρα(ς) 𐆆 αʹ, σμύρνης [σ]τρωγλίτιδος 𐆆 αʹ, ἀλόης 𐆆 αʹ, πεπέριν κεκομμένης 𐆆 ϛʹ, | |
σηπίας ὀστράκου 𐆆 cʹ, μυελοῦ προβατείου 𐆆 βʹ, λεπίδος | 302 | |
5 | ἀργυρέας σκύπλα γʹ, στέατος χηνείου 𐆆 cʹ, αἵματος περιστε‐ ρᾶς 𐆆 cʹ. ταῦτα πάντα τρίψας καὶ λειώσας ὁμοῦ ἐπὶ πολὺ χρήσει πρὸς τὰ παλαιά. — | |
136 | Κολλούριον πρὸς ὑπο‐ κεχυμένον ὑγρόν. Πέρδικος χολὴν καὶ χυλὸν χελιδονίας βοτάνης ἴσως μίξας καὶ ὀποβαλσάμου, οὕτω λείου καὶ χρῶ. — | |
137 | Πρὸς τοὺς ἀρχομένους ὀφθαλμιᾶν καὶ φλεγμο‐ νὰς παραχρίσματα. Κιναβάρεως 𐆆 αʹ, κρόκου 𐆆 αʹ, σμύρ‐ νης 𐆆 βʹ, ὀπίου 𐆆 γʹ, οἴνου Φαλερινοῦ συμμίξας 𐆆 ϛʹ λείου καλῶς καὶ χρῶ. — | |
138 | Πρὸς παλαιὰ λευκώματα σύν‐ θεσις κολλουρίων. Ἀμμωνιακοῦ 𐆆 αʹ, κορδύλου κόπρον 𐆆 βʹ, ὀποβαλσάμου 𐆆 αʹ, σηπίας ὀστράκου κεκομμένου 𐆆 βʹ, κρόκου 𐆆 αʹ, πεπέριν λευκοῦ 𐆆 αcʹ, λιβάνου ἄρρενος 𐆆 αʹ, | |
5 | χελιδονίας χυλοῦ 𐆆 αcʹ, σμύρνης [σ]τρωγλύτιδος 𐆆 αcʹ, μέ‐ λιτος Ἀττικοῦ 𐆆 αʹ, ταῦτα πάντα συντρίψας καὶ λειώσας εἰς θυί(αν) χρήσει πρὸς τὰ κακοήθη πάντα. — | |
139 | Περὶ κατα‐ πλάσματος. Μήκωνος κωδυῖαν ἐν οἴνῳ παλαιῷ καθεψήσας καὶ ὀλίγα ῥόδα προσμίξας λειοτριβήσας ἔμπλα(σσε) εἰς ὀθό‐ νιον καὶ ἐπίθες οὕτως. ὑπνωτικόν ἐστι καὶ τὸ ῥεῦμα στέλλει. | |
5 | — | |
140 | Ὑγρὰ[ς] ὀξυδορκική· ὠφέλεια καλλίστη. Χελι‐ δονίας βοτάνης χυλοῦ, μαρά[ν]θου χυλοῦ, μέλιτος τὰ ἶσα λειώσας χρῶ. — | |
141 | Ὑγροκουλλουρὶς πρὸς γλαυκώσεις καὶ ὑποχύσεις· πάνυ ὠφέλιμον. Περιστερ(ε)ῶνος ὀρθοῦ τοῦ χυλοῦ 𐆆 ϛʹ καὶ τῆς ῥίζης αὐτοῦ ξηρᾶς κεκομμένης καὶ σεσησμένης 𐆆 αʹ, λίθου αἱματί[σ]του 𐆆 δʹ, λυκίου Ἰνδικοῦ | |
5 | 𐆆 βʹ, ὀποβαλσάμου 𐆆 βʹ, χολῆς αἰγὸς θηλείας 𐆆 δʹ, μέλιτος 𐆆 γʹ. οὐκ ἔστιν δὲ μεγαλειότητος ἔπαινον λέγειν. δείξει γὰρ ἡ πείρα τὴν ἐνέργειαν. τὰ μὲν πτερύγια καὶ χαλαζώματα θε‐ ραπεύει, τὰς δ’ ἀπηλπισμένας διαθέσεις ἐν τρισὶν ἡμέραις. — | |
142 | Ὑγρὰ πρὸς ὑποχύσεις. Πέρδικος χολὴν μετὰ μέλιτος χρῶ. τὸ αὐτὸ καὶ πρὸς [σε] λευκώματα. — | |
143 | Ἄλλο εἰς τὸ αὐτό. Κοριάνδρου σπέρματος, πεπέριν μέρος κόψας καὶ σήσας πτέριζε, μετὰ γλυκέος προκαταντλῶν. — | |
144 | Κολλού‐ ριον πρὸς ὀφθαλμίας καὶ οἰδήματα καὶ πᾶσαν ἐπι‐ | |
φοράν. Κρομμύου 𐆆 δʹ, ἀμύλου 𐆆 βʹ, γλαυκίου 𐆆 ϛʹ, τὰ λευκὰ τῶν ὠῶν, τραγακάνθης 𐆆 δʹ λειοτριβῶν ἀναλάμβανε | 303 | |
5 | πάντα χυλῷ[ν] περιστερεῶν〈οσ〉. ἐὰν δὲ ῥευματίζονται, ἀψίν‐ θιον τὴν βοτάνην τρῖβε καὶ πρόσκλυζε. — | |
145 | Περὶ σύ‐ ριγγας. Ἄνθος χαλκοῦ 𐆆 αʹ, κηκίδος 𐆆 αʹ, κουλλούρια ποιή‐ σας μακρὰ ψύξας ἐν τῷ ἡλίῳ, καὶ κατὰ τῆς σύριγγος εἰσω‐ θεῖς βίᾳ εἰσελθεῖν. καταχύνει καὶ ἐκβάλλει τὴν σύριγγα. — | |
146 | Περὶ βηχὸς πάνυ ὠφέλιμον πῦον ἀναφερούσης. Λιβάνου 𐆆 ϛʹ λειάνας μετὰ οἴνου θερμοῦ ἐγχυμάτιζε δὶς τῆς ἡμέρας ἕως ὑγιασθῇ, καὶ πότιζε πιτύρων ἀποχύλισμα ἑφθῶν ἕως γλοιοῦ πάχος, ἢ κριθῶν ἄλευρον καὶ θύμον καὶ δάφνης | |
5 | φύλλα, ἢ ὀρίγανον καὶ λελίσφακον, ἑκάστου τὸ ἶσον ὑποθυ‐ μιῶν ἵστη ὑπὸ τοὺς ῥώθωνας ἕως οὗ ὑγιασθῇ. — | |
147 | Ὠφέ‐ λιμον πάνυ πρὸς βῆχα. Ῥερητινωμένον (!) λαβὼν στρόβι‐ λον κόψον καὶ ἕψε ἐν γλυκεῖ Κρητικῷ ἑξαγ. αʹ μέχρις ἂν 〈τρι〉τωθῇ, καὶ ἔμβαλε πίπερ καὶ γλήχονα καὶ μέλι ἄκαπνον, | |
5 | καὶ οὕτως ἕψε. ἔνιοι δὲ οὐ συνενοῦσι τὸν στρόβιλον, ἀλλὰ ῥερητινωμένον ὑγιῆ ἐμβάλλοντες καθεψοῦσιν. — | |
148 | Ἄλλο βηχικὸν ὠφέλιμον. Στύρακος, σμύρνης, ὀπίου, πεπέριν, σταφίδων ἀσπλάγχνων, μέλιτος ἀπέφθου τὸ ἀρκοῦν, ποίει ὀρόβου τὸ μέγεθος καὶ δίδου εἰς νύκτα. — | |
149 | 〈Εἰσ〉 βῆχα διὰ βολβῶν. Βολβοὺς ὠμοὺς λειώσας ἐπίβαλε στροβίλους, ἅλας ὀλίγον καὶ ὄξος τὸ ἀρκοῦν, καὶ πεπέριν τὸ ἀρκοῦν καὶ μέλι, καὶ ἑψήσας ἐν ὀλίγῳ ὕδατι δίδου τῷ πάσχοντι. — | |
150 | Εἰς βῆχά ἐστιν κάλλιστον. Γλήχονος 𐆆 δʹ, ὑσσώ‐ που 𐆆 δʹ, στροβίλων πεφωσμένων 𐆆 ηʹ, ἴρεως Ἰλλυρικῆς 𐆆 ηʹ, πετροσελίνου 𐆆 δʹ, λινοσπέρμου πεφωσμένου 𐆆 ηʹ, κνίδων σπέρματος 𐆆 δʹ, ποταμογείτονος χυλοῦ 𐆆 γʹ, μέλιτος καλοῦ | |
5 | 𐆃 αʹ. — | |
151 | Συναχικὸν (!) δόκιμον καὶ ὠφέλιμον. Χοιρείαν κόπρον μέλιτι μίξας περίχριε. ἔστω δὲ τὸ μέλι το‐ σοῦτον, ὡς ἄδεικτον εἶναι τὴν κόπρον. — | |
152 | Πρὸς βη‐ χίον πῦον φέρον διὰ τοῦ στόματος. Στέατος ὑείου, βουτύρου τὸ ἶσον, σμύρνης· τούτοις ἐγχυμάτιζε 𐆆 αʹ δι’ οἴνου | |
λευκοῦ εὐώδους. καὶ τὴν ἀρτεμισίαν λεγομένην βοτάνην βρέ‐ | 304 | |
5 | ξας ὕδατι κοτύλας δʹ, καὶ ἐξαιθρίαζε ἡμέρας γʹ. — | |
153 | Πρὸς βῆχαν ἕτερον. Τραγακάνθης 𐆆 αʹ ἐν οἴνῳ παλαιῷ ἑξάγιν αʹ 〈βρέχε〉 ἕως τριῶν ἡμερῶν, καὶ εἰς κυθρίδιον καινὸν βάλ‐ λεις μέλιτος 𐆃 αʹ καλῶς ἐπαφρισθέντος. τότε αἴρεις ἀπὸ τοῦ | |
5 | οἴνου 〈τὴν τραγάκανθαν〉 καὶ βάλλεις ὅπου ἕψεις τὸ μέλι, καὶ κίνει, ἄχρις οὗ ἑψηθῇ. — | |
154 | Βηχικὸν δόκιμον. Ὑσσώπου 𐆆 βʹ, γλήχονος 𐆆 βʹ, κνίδης σπέρματος 𐆆 βʹ, στρο‐ βίλου 𐆆 βʹ, λινοσπέρματος 𐆆 βʹ, πεπέριν λευκοῦ 𐆆 cʹ, κυμί‐ νου 𐆆 γʹ, μέλιτος τὸ ἀρκοῦν· δὸς κοχλιάριον ἕν. — | |
155 | Βη‐ χὸς ἐγχυμάτισμα καθαρτικόν, ποιεῖ δὲ καὶ τοῦτο πρὸς μᾶλιν. Σκολύμου τὴν ῥίζαν καὶ καλαμίν(θ)ης 〈εἰσ〉 τὸ αὐτὸ τρῖβε λίαν μετὰ οἴνου παλαιοῦ καὶ ἐλαίου καλοῦ καὶ | |
5 | χρῶ εἰς ὑγίαν. τὸ αὐτὸ δὲ καὶ μᾶλιν καθαίρει καὶ χολῆς καθαρτικόν. — | |
156 | 〈Ἄλλο.〉 Λαβὼν ἐλλεβόρου λευκοῦ 𐆆 δʹ ζέσον ἐν ὕδατι. ὅταν δέ σοι δοκεῖ διάβροχον εἶναι, ἐξελὼν τὴν ἐντεριώνην ξήρανον. ὅταν δὲ ξηρανθῇ, τρῖψον λίαν. παρά‐ μιξον δὲ καὶ κνιδ(ί)ου 𐆆 βʹ συμμίξας τῷ ἐλλεβόρῳ. μῖξον δὲ | |
5 | καὶ νίτρον καὶ σμύρνης, καὶ ἀναμίξας ἄλευρον ποίει κολλου‐ ρίδας καὶ περίπασον σήσαμον. καὶ ὀπτήσας δὸς ἐσθίειν μετὰ μέλιτος. — | |
157 | Πρὸς βῆχαν καὶ πλευρόν. Πεπέρεως κοχλιάρια τρία, ἴρεως Ἰλλυρικῆς κοχλιάρια γʹ· τούτοις ἐπιμε‐ λῶς χρῶ. — | |
158 | Πρὸς βῆχαν παλαιάν. Πάνακος ῥίζης, σμύρνης [σ]τρωγλύτιδος, ἀριστολοχίας καὶ ᾠῶν τὸ λευκὸν μετὰ οἴνου λευκοῦ ἐγχυμάτιζε. — | |
159 | [Πρὸς] κάλλιστον βηχικόν. Σελίνου σπέρματος, πεπέριν λευκοῦ 𐆆 cʹ, σεσέλεως 𐆆 cʹ, πετροσελίνου 𐆆 cʹ, καστορίου 𐆆 cʹ, λελισφάκου 𐆆 cʹ, ὀπίου 𐆆 cʹ, σελίνου 𐆆 cʹ, ναρδοστάχυος 𐆆 cʹ, ἀναλάμβανε | |
5 | μέλιτι ἀπέφθῳ. δίδου καρύου [ω] Ποντικοῦ τὸ μέγεθος. — | |
160 | Ἐγχυματισμὸς πρὸς τὸ μὴ νοσεῖν κτήνη. Ἵνα δὲ προ[σ]λαφθῇ (!) καὶ ἄνοσον διαμένῃ τὸ θρέμμα, ποιεῖν δε(ῖ) οὕτως. οἶνον μέλενα (!) καὶ πρασσίου 𐆃 εʹ καθεψήσας ὥστε τὸ ἥμισον αὐτοῦ καταλειφθῆναι, ἔπειτα λαβεῖν γλυκυσίδην | |
5 | 𐆃 εʹ καὶ πάλιν πρασσίου σπέρμα 𐆃 εʹ. κόψας καὶ σήσας ἀνά‐ μιξον οἶνον ἑξαγ. αʹ. διδόναι τοῖς μείζοσι, καὶ τοῦ φαρμάκου | |
𐆆 δʹ μίξας ἐγχυμάτιζε νήστεις, τοῖς δὲ μικροτέροις πρὸς δ(έ)η‐ σιν ποιεῖ(ν) ἄμεινον. ποιεῖ καὶ πρὸς ὕ[ι]ας καὶ αἶγας καὶ πρόβατα καὶ κύνας, καὶ πᾶν ζῷον ἄνοσον διαφυλάσσει. | 305 | |
10 | συνοίσει δὲ μάλιστα κατὰ μῆνα αὐτῷ χρῆσθαι. | |
161 | καὶ πά‐ λιν γυπὸς ὀστέα καὶ βρο〈σί〉του καὶ ἐγχίνου (!) ὁμοῦ τρίψαντα μετὰ ἁλῶν καὶ ὀριγάνου κατέχον〈τα〉 τὴν γλῶσσαν ἐντιθέναι ἐν βάθει, ἵνα καταπίῃ, καὶ τὰ κινδυνεύοντα σώσει. ἢ γλυκυ‐ | |
5 | σίδης ῥίζαν ξηράνας καὶ τρίψας τῇ τροφῇ μῖγε ᾡδήποτε τρόπῳ, ὥστε πολλάκις ἐσθίειν, ἢ εἰς τὸ πόμα, παραβαλλόμενος αὐτοῖς ἅλας. καὶ τοῦτο κύνας ἀλύσ(σ)ους τηρεῖ[ν] καὶ ὕ[ι]ας ἀσθενοῦντας σῴζει, ὑγιάζει δὲ θαυμαστῶς, ὡς καὶ ἤδη εἰρή‐ καμεν. καὶ κινδυνεύοντα δὲ †ἀρχολὴν διδόναι ** δὲ μετὰ | |
10 | οἴνου ἐγχυματιζομένη παραχρῆμα ὑγιαίνει. — | |
162 | Ἐγχυ‐ ματισμὸς καθαρτικὸς πρὸς τοὺς ἐν ταῖς ἀγέλαις. Ποίησον οὕτως κατὰ τὴν δίαιταν τοῦ Ἡσιόδου. Ἴρεως Ἰλλυρικῆς 𐆆 ηʹ, ὀποπάνακος 𐆆 δʹ, τραγακάνθου 𐆆 ιʹ, ἰσχά‐ | |
5 | δας ρʹ, βουκέρατος 𐆆 δʹ, ἀψινθίου 𐆆 δʹ, λινοσπέρμου 𐆆 βʹ, ὑσσώπου Κρητικοῦ 𐆆 δʹ, μυξῶν Συριακῶν ἑξαγ. αʹ, κρόκου 𐆆 ϛʹ, κυπέρου 𐆆 γʹ, κροκομάγματος 𐆆 ηʹ, γεντιανῆς 𐆆 ηʹ, γλυκυρίζου 𐆆 γʹ. — | |
163 | Ἕτερος ἐγχυματισμὸς θερ‐ μαντικός. Κρόκου 𐆆 αʹ, πεπέριν 𐆆 αʹ, ἴρεως 𐆆 ϛʹ, σταφί‐ δων ἑξαγ. αʹ, στροβίλων ἑξαγ. αʹ, φοίνικας δεκαπέντε. — | |
164 | Θερινὸς ἐγχυματισμός. Ἀψινθίου Ποντικοῦ 𐆆 βʹ, λουπίνων πικρῶν 𐆆 γʹ, καρδάμου 𐆆 γʹ. — | |
165 | Ἐγχυμα‐ τισμὸς πρὸς ῥοιζοῦντας. Σταφίδας ἀγρίας μετὰ οἴνου λειώσας καλῶς ἐγχυμάτιζε. — | |
166 | Ἐγχυματισμὸς πρὸς δυσσεντερίαν· πάνυ ὠφέλιμον. Κύμινον πεφρυγμένον, τήλεως κεφαλῆς πεφρυγμένης, κηκίδων κεκομμένων ἐξ ἴσου χρῶ. — | |
167 | [Περὶ] ψωμισμὸς πρὸς βήσσοντας. Πεπέ‐ ριν 𐆆 βʹ, λινοσπέρμου ἑξαγ. αʹ, καρδαμώμου 𐆆 αʹ, σταφίδων, στροβίλων ἀνὰ ἑξαγίου ἑνός, μέλιτος ἑξάγιν αcʹ. — | |
168 | Πρὸς ξηρὰν νόσον πότισμα. Ὑσσώπου 𐆃 αʹ, ἀψινθίου 𐆆 γʹ, συμφύτου 𐆆 γʹ, μέλιτος τὸ ἀρκοῦν μετὰ οἴνου δώσεις. — | |
169 | Ἀντίδοτον· ἡ διὰ κολοκύνθης, πρὸς πάντα πό‐ νον πλευροῦ, πρὸς ἧπαρ ἐσκληρωμένον, πρὸς ὀρθόπνοιαν, πρὸς νεφροὺς καὶ τοὺς ἐμπίπτοντας ἰσχιαδικούς. καὶ ἐπὶ τῶν περὶ τὴν κεφαλὴν διαθέσεων, σκοτωματικῶν, ἐπιλημπτικῶν | 306 |
5 | ἄνωθεν διάγει[ν] τὴν ὕλην ἐπὶ τὰ κάτω. κολοκυνθίδος ἐντε‐ ριώνης τοῦ γναφαλώδους 𐆆 ιϛʹ, σμύρνης 𐆆 αʹ, κρόκου 𐆆 ζʹ, ὀποπάνακος 𐆆 γʹ, πεπέριν μακροῦ 𐆆 γʹ, πεπέριν μελανοῦ 𐆆 γʹ, πρασίου 𐆆 ζʹ, στοιχάδος 𐆆 ζʹ, γεντιανῆς 𐆆 εʹ, σαγα‐ πήνου 𐆆 γʹ. κόψας καὶ σήσας μέλιτι Ἀττικῷ ἀναλάμβανε, | |
10 | καὶ ποιῶν καρύου Ποντικοῦ τὸ μέγεθος, δίδου μεθ’ ὕδατος κυάθους γʹ, ἐπὶ πυρεσσόντων μελικράτῳ ἐπί τ’ ἀπυρέτων μετὰ οἰνομέλιτος. κοιλίαν δὲ κούφως ἐκλύει. δίδου πλεῖον ἐκ τοῦ φαρμάκου. — | |
170 | Σύνθεσις φαρμάκου πρὸς τραύματα ὠφέλιμος ἄγαν. Ἐὰν βούλῃ φαρμάκου σύνθεσιν πρὸς πάντα ἕλκη ποιῆσαι, ἄκουσον τοῦ σοφοῦ λέγοντος· λα‐ βὼν λιβανωτοῦ 𐆆 βʹ, μυρσίνης τὸ ἶσον, ταῦτα ἐμβαλὼν εἰς | |
5 | θυῖαν λιθίνην, τρῖβε. ὅταν δὲ λεῖα ποιήσῃς, ἔμβαλε εἰς λο‐ πάδα καινὴν καὶ ἕψε ἐπ’ ἀνθράκων μαλακῶν, ἐμβαλὼν στέα‐ τος βοείου παλαιοῦ 𐆆 ηʹ καὶ κηροῦ τὸ ἶσον, καὶ ῥητίνης τὸ ἶσον καὶ ἐλαίου κεδρίνου ὀξύβαφον ἕν, καὶ ἐλαίου κοινοῦ ἡμικοτύλιον. ὅτε δὲ ταῦτα ἑψηθῇ καὶ γένηται πηγνύμενον | |
10 | ῥητίνης τερεβινθίνης τὸ πάχος, ἀνελὼν εἰς ὀστράκινον ἀγ‐ γεῖον τούτῳ χρῶ πρὸς πᾶν καῦμα καὶ πρὸς πᾶν ἕλκος. ὅταν δὲ ἕλκη ἄρξωνται ὑγιάζεσθαι καὶ αἱ ἐσχάραι ἐκπέσωσιν, λάβε τὴν λεπτοτάτην κονίαν, 〈μὴ〉 τὴν τραχεῖαν, ἐπίπασ(σ)ε ὡς θερμοτάτην καὶ ἀπόκλυσον διὰ τρίτης ἡμέρας, ἕως ὑγιῆ γέ‐ | |
15 | νηται τὰ ἕλκη. | |
171 | ἢ λαβὼν 〈τι〉θύμαλον ἀρουραῖον καὶ τρίψας μετὰ νίτρου καὶ μέλιτος ἄλειφε. ἐὰν δὲ συνάγειν βούλῃ ἕλκος, χαμαιλέοντος ῥίζαν κατακαύσας καὶ τρίψας ἐπί‐ πλασ(σ)ε. ἐὰν δὲ σήπηταί τι τῶν ἑλκῶν, λαβὼν ἐλλεβόρου | |
5 | 𐆆 δʹ, σανδαράχης τὸ cʹ, ταῦτα ἑνώσας καὶ τρίψας μὲ (ἔ)λαιον κέδρινον τὰ σηπόμενα μέλι κατάχριε. — | |
172 | Φάρμακον δόκιμον πρὸς τραύματα καὶ πλήγματα, ὅσα ἀπὸ τρο‐ | |
χοῦ ἢ ἄλλης αἰτίας γίνεται. πρῶτον πρὶν ἐπιδεσμεῖν σε, ῥαφὰς βάλλεις, εἶτα οὕτως κατὰ ἑπτὰ ἡμέρας λύεις καὶ κατ‐ | 307 | |
5 | αντλᾷς πολὺ τῷ θερμῷ, καὶ πάλιν ἐπιτίθεις τὸ φάρμακον, θέρους δὲ κατὰ τρίτην ἡμέραν. πίσσης ξηρᾶς 𐆆 βʹ, χαλκοῦ ἄνθους 𐆆 βʹ, λεπίδος πυρρᾶς 𐆆 αʹ. οὐδὲ ἓν οὕτως φάρμα‐ κον ταχὺ εἰς ὑγίαν ἀναφέρει. — | |
173 | Σκευασία ἱππακό‐ που εἰς ὄφελος ζῴων. Χαλβάνης 𐆆 γʹ, ὀποπάνακος 𐆆 γʹ, καστορίου 𐆆 γʹ, σμύρνης 𐆆 δʹ, ἀλόης 𐆆 δʹ, λιβάνου 𐆆 δʹ, ἀλκυονίου 𐆆 δʹ, εὐφορβίου 𐆆 βʹ, μυελοῦ ἐλαφείου 𐆆 ϛʹ, ἀμ‐ | |
5 | μωνιακοῦ θυμιάματος 𐆆 ϛʹ, προπόλεως 𐆆 ηʹ, ῥητίνης φρυ‐ κτῆς 𐆃 αʹ, ἐλαίου ἑξαγ. βʹ, κηροῦ 𐆃 βʹ, ὀξυγγίου 𐆆 ηʹ. — | |
174 | Πρὸς παραλύσεις καὶ ψύξεις χρονίας. Ἐλαίου Σα‐ βίνου 𐆃 ιʹ, εὐφορβίου 𐆆 ιʹ, ἀδάρκης 𐆆 βʹ, χαμαιλέοντος ῥί‐ ζης ξηρᾶς 𐆆 δʹ, ἐλαίου κυπρίνου 𐆃 βʹ, θείου ἀπύρου 𐆆 δʹ, πεπέριν 𐆆 γʹ, στρουθίου 𐆆 γʹ, πυρέθρου 𐆆 βʹ, σταφίδος | |
5 | ἀγρίας 𐆆 δʹ, θαψίας χυλοῦ 𐆆 δʹ, ἕψε τὰς ῥίζας τοῦ ἀγριο‐ σικύου ἐν τῷ ἐλαίῳ προσπλέκων οἴνου ἑξαγ. αʹ, καὶ ὅταν φρυ‐ γῶσιν αἱ ῥίζαι, ἔξελε. τὰ δὲ ξηρὰ κόψας κοσκίνῳ ἰατρικῷ σῆσον καὶ μῖγε τὸ ἔλαιον εἰς θυῖαν τοῖς ξηροῖς καὶ λύε, ἕως ἂν γένηται πάχος μέλιτος, καὶ ἀπόθου εἰς ὑέλινον ἀγγεῖον. — | |
175 | Χαλαστικὸν πάνυ ὠφέλιμον. Ψιμυθίου 𐆃 αʹ, μάν(ν)ης 𐆆 ϛʹ, τερεβινθίνης 𐆃 αʹ, χαλβάνης 𐆆 δʹ, στῆρος ἐλαφείου 𐆃 αʹ, βοείου ἀπὸ τῶν νεφρῶν 𐆃 αʹ, κηροῦ 𐆃 βʹ, χυ‐ λοῦ προηψημένου μετ’ ἐλαίου, ἀλθαίας, τήλεως, καὶ λινο‐ | |
5 | σπέρμου. — | |
176 | Μάλαγμα ἐπὶ κλασμάτων. Χαλβάνης 𐆃 βʹ, ὀποπάνακος 𐆃 βʹ, κηροῦ 𐆃 βʹ, τερεβινθίνης 𐆃 αʹ, κολο‐ φωνίας 𐆃 γʹ, στύρακος 𐆃 αʹ, βδελλίου 𐆃 αʹ, προπόλεως 𐆆 βʹ, στέατος ταυρείου 𐆆 ϛʹ, δάφνης φύλλων ἁπαλῶν 𐆆 ϛʹ, ἐλαίου | |
5 | παλαιοῦ 𐆃 αʹ, πεπέριν 𐆆 ϛʹ, μηκωνίου 𐆆 ϛʹ, ἀμμωνιακοῦ 𐆆 ϛʹ, ἐλαίου ὀμφακί(ν)ου 𐆃 αʹ, ἐλαίου ἰρίνου 𐆃 αʹ, ὑσσώπου 𐆃 αʹ. — | |
177 | Μάλαγμα θαυμαστὸν διαλύον νεῦρα καὶ συμπαθείας. Ἀφονίτρου 𐆆 ϛʹ, ὄξους 𐆆 ϛʹ, ἐλαίου 𐆆 εʹ, ὕδατος 𐆆 βʹ, λιθαργύρου 𐆆 ϛʹ, ψιμυθίου 𐆆 γʹ, ἀλόην 𐆆 ϛʹ, ταῦτα βάλλεις εἰς κάκκαβον καὶ ἀνάκοψον, εἶτα πρόσ‐ | |
5 | βαλε ἀποχύματος. — | |
178 | Μάλαγμα πρὸς παρωτίδας καὶ ἐπὶ τῶν στρεμμάτων. Ἄνησον, †ἰρὸν ὀπτόν, σιλ‐ φίου Κυρηναϊκοῦ, λίν〈ον〉 ὀπτόν, ὄξος παρεγχέων ποιῶν μέ‐ λιτος τὸ πάχος 〈ἢ〉 κηρωτῆς διὰ δαφνίνου χρίσματος συνεψή‐ | 308 |
5 | σας ἔμπλασον εἰς ὀθόνιον καὶ ἐπιτίθει. — | |
179 | Μάλαγμα παρηγορικόν, ποιεῖ καὶ ποδαλγικοῖς. εὑρίσκεται πρὸς τοῖς ἐμπλάστροις ὑγρὸν παχὺ ἢ δίαιμον, ποιεῖ ἐπὶ πάντων χρονίων παθῶν. Κηροῦ 𐆃 βʹ, τερεβινθίνης 𐆆 ηʹ, ἀμμωνια‐ | |
5 | κοῦ θυμιάματος 𐆆 cʹ, στέατος ταυρείου 𐆆 γʹ, ἴρεως 𐆆 αʹ, νί[σ]τρου 𐆆 ϛʹ, αἰγείου κέρατος 𐆆 γʹ, ἀνίσου 𐆆 βʹ, στοιχά‐ δος 𐆆 αcʹ, ἀμώνου 𐆆 αcʹ. — | |
180 | Μάλαγμα πρὸς τίλ‐ ματα ἀπὸ δρόμου ἢ ἅλματος γινόμενα. Θείου ἀπύρου, πίσσης, κολοφωνίας ἶσα λειώσας ἐν χάρτῃ (ἔμ)π(λ)ασσε καὶ ἐπιδέσμει. — | |
181 | Μάλαγμα 〈ὀ〉ξηρόν. Κολοφωνίας 𐆃 αʹ, πίσσης 𐆃 αʹ, ἐλαίου 𐆃 αʹ, χαλβάνης 𐆆 αʹ, στέατος ταυρείου 𐆆 ϛʹ. τὰ δὲ ἐν τῇ θυΐᾳ λειούμενα τάδε ἐστίν· λιβάνου 𐆆 ϛʹ, ζιγγιβέρεως 𐆆 γʹ, ἀλόης 𐆆 βʹ, στυπτηρίας στρογγύλης 𐆆 αʹ, | |
5 | σχιστῆς 𐆆 αʹ, κόψας σήσας λείου ἐν ὄξει 𐆃 βʹ καὶ ἔπειτα τὸ ἔλαιον μετ’ αὐτῶν 〈ἕψε〉. ὅταν ἀπο〈τριτω〉θῇ τὸ ὄξος καὶ 〈τὰ τηκτὰ〉 τακῶσιν, καθελὼν ἐπίβαλλε τὴν χαλβάνην· τήξας [ἐ]κατέρα κατὰ τῶν ἐν τῇ θυΐᾳ. — | |
182 | Ἀνακόλλημα πρὸς ὤμους. Μάν(ν)ης 𐆆 ϛʹ, κροκομάγματος 𐆆 δʹ, οἴνου ἑξαγ. αʹ, γύρεως ἑξαγ. βʹ, ὠά ιεʹ. — | |
183 | Περὶ ἐμπλάστρου σκορ‐ πιστικῆς· ὠφέλεια καλλίστη. Βαλὼν σύκου Ἀφροῦ, ἰβί‐ σκου, νίτρου, πτερίδος, βολβοῦ, καλαμί[ν]ου, περιστερινῆς, λινοσπέρμου, ζύμης, ὄξους ἶσα χρῶ. — | |
184 | 〈Ἄλλο〉. Στέα‐ τος, νίτρου, περιστερινῆς, ἀσβέστου ἶσα μίξας καλῶς χρῶ. — | |
185 | Πρὸς ἕλκος ἢ φλεγμονήν. Κράμβης ἁπαλῆς φύλλα ἁπαλὰ λίαν, γλυκυσίδη(ν) καὶ σταφίδας, παραχέας οἴνου καὶ ἐλαίου τὸ ἶσον, μέλιτος τὸ πάχος ἐγχυμάτισον διὰ τοῦ εὐωνύ‐ μου ῥώθωνος, καὶ τὸ αὐτὸ κηρωτῆς πάχος ἐπιτίθει. — | |
186 | Πρὸς τὰ ἕλκη τὰ παλαιά. Ἐλαίου κοτύλας δʹ, κηροῦ στατῆρας ιβʹ, (τ)ερεβινθίνης, κολοφωνίας 〈ἀνὰ〉 στατῆρας γʹ | |
〈βαλὼν εἰσ〉 κυθρίδιον χρῶ ἐλαίῳ ἀνακόπτων τὸ φάρμακον καὶ παραχρίων τὰ ψιλώματα. — | 309 | |
187 | Σηπτικὸν πληροῦν τὰ κατὰ βάθους ἕλκη κτλ. Ὀρόβους ἀλέσας καὶ σήσας πυκνῷ κοσκίνῳ φύρασον ὕδατι καὶ ποίησον τροχίσκους καὶ ξήρανον ἐν ἡλίῳ, ἕως ἂν γένωνται ξηροί, καὶ μετὰ ταῦτα κα‐ | |
5 | λῶς τρῖψον, κοπανίσας λείαν καὶ θύμβραν καὶ σήσας πυκνῷ κοσκίνῳ, καὶ μίξας ἀμφότερα καὶ τρίψας ἐπιλύων εὐτόνως. ἔστω δὲ τρίτον μέρος ἡ θύμβρα, καὶ χρῶ τούτῳ τοῖς κατὰ βάθους ἕλκεσιν καὶ ὑγιαίνει. — | |
188 | Περὶ στρόφου κα‐ λόν. Ἄνοιξον αὐτοῦ τὸ στόμα καὶ ᾠὸν ἔμβαλε, ἵνα καταπίῃ, καὶ εὐθέως ὑγιὴς γένηται. — | |
189 | Περὶ στραγγουριῶν‐ τας [τουτέστι δυσουρία]. Νί[σ]τρου ὀπτοῦ ἡλίκον *, ὀποῦ Κυρηναϊκοῦ 𐆆 αʹ προσδιδοὺς τοῖς ὑποκάτω γεγραμμένοις χυ‐ μάτιζε. ἐὰν μὴ θέλῃ πιεῖν, κρόμυον ἁδρὸν λεπίσας ἐπίθες εἰς | |
5 | τὸν ἀρχὸν αὐτοῦ. — | |
190 | Περὶ οὐρᾶς ἀπορρεούσης ἵνα τριχοποιήσῃ. Ἐ(κ)τίλας τρίχας καὶ κατακεντήσας τὴν οὐρὰν κολοκυνθίω(ν) τὸ πυρηνικὸν κατακαύσας καὶ μίξας φοινίκων πυρῆνας 〈καυθέντασ〉 ἄλειφε μετ’ ἐλαίου. — | |
191 | Νοήσεις οὕτως, ἐὰν ἵππον αἱ τροφαὶ πειράζουσιν. Συστρέφε‐ ται, * ὑγρά, πεφύσηται. ποτίσεις αὐτὸν ὕδατος ἐκ γῆν. ἐὰν δὲ πιὼν 〈ποιῆται〉 φρίκας, διὰ κέρατος δίδου, καὶ εἰς αὑτὸν | |
5 | ἥξει. μάλιστα οὖν, 〈εἰ〉 ᾖ πεφυσημένος καὶ μὴ δυνάμενος οὐρῆσαι, ἰβίσκου ῥίζαν συντρίψας καὶ προσβαλὼν οἴνου λευ‐ κοῦ παλαιοῦ, ἐκθλίψας δὸς πιεῖν, ἢ διὰ ῥωθώνων ἐγχυμάτιζε. ἢ γλήχονα μεθ’ ὕδατος δίδου καὶ εὐθέως οὐρήσει. — | |
192 | Ἕτε‐ | |
ρον μάλαγμα διαλυτικόν. καὶ ἐπὶ ἀνθρώπων ὀφείλει γε ποιεῖν τὴν σύνθεσιν. Ψιμινθίου στατῆρας κδʹ, κολοφωνίας τὸ ἶσον. βρέχε δὲ εἰς ἀγγεῖον νύκτα καὶ ἡμέ‐ | 310 | |
5 | ρα(ν), καὶ οὕτως ἀπηθήσαντα τὸ ὕδωρ τρίβειν τὸ ψιμίνθιον ἐν θυΐᾳ λειότατον. εἶτα κηρωτὴν ποιήσας στατῆρας τρεῖς μῖξον λαμβάνων ἔλαιον ταῖς χερσί. χρῶ ἐν τοῖς κροτάφοις τοῦ ζῴου. τοῦτο καὶ ἐπὶ ἀνθρώπων ποιεῖ. [** κοπτό‐ μενα τὰ εἴδη λεῖα, καὶ ποτίζων κοτύλης τὸ cʹ.] — | |
193 | Ἐγ‐ χυματισμὸς βοός. Κεδρέας 𐆃 αʹ, ὀψαρελαίου 𐆃 αʹ, διὰ πικρᾶ(ς) *. — | |
194 | Ἐγχυματισμὸς καμήλου. Πεπέρεως μακροῦ 𐆆 αcʹ, σαγαπήνου 𐆆 αʹ, κυμίνου 𐆆 γʹ, δαφνοκόκκων 𐆆 ϛʹ, κασσίας 𐆆 αcʹ, ἀσφοδέλου 𐆆 γʹ, κυπέρεως 𐆆 βʹ, ἴρεως Ἰλλυρικῆς 𐆆 βʹ, κρόκου 𐆆 αʹ, ἠρυγγίων 𐆆 γʹ, ζιγγιβέρεως | |
5 | 𐆆 αʹ. — | |
195 | Ἐὰν δέ τινος τῶν ὑποζυγίων †ὕτρακον ἐπιγένηται, θεραπεία [τ]αὕτη· χαράξα[ντα]ς, ἄλευρον κρί‐ θινον ὕδατι φυράσας ἐπίθες, ἢ πράσα κόψας ἐπίθες μετὰ τοῦ κριθίνου, προϋποχρίσας γλοιῷ τὸν τόπον κατάπλασον, ἢ κύ‐ | |
5 | μινον τρίψας ἐπίθες, ἢ †κυνίον, ἢ γλοιὸν θερμάνας ἐπίθες, καὶ πρὸ τοῦ θερμᾶναι εἰς τὸν ἥλιον στῆσον. | |
196 | Εἰς τοὺς χοίρους. Ὁ δὲ ἅγιος Ἀλέξανδρος ὑπὸ τοῦ †ἀψίου εἰς τοὺς χοίρους. καὶ δεῖ σφάζειν εἰς τὴν μνήμην αὐτοῦ χοίρους γʹ. ἐπιτελεῖται δὲ ἡ μνήμη αὐτοῦ Αὐγούστῳ εἰς τὰς τρεῖς. — | |
197 | Εἰς τὰς αἶγας. Ὁ ἅγιος Ἐξουθένιος εἰς τὰς αἶγας καὶ εἰς τὰ πρόβατα, καὶ δεῖ σφάζει(ν) σφακτὰ δέκα [τουτέστιν φασκατά]. ἐπιτελεῖται δὲ ἡ μνήμη αὐτοῦ Ἰουλλίῳ εἰς τὰς δεκατρεῖς. — | |
198 | Εἰς οἶνον ὄφελος. Ὁ ἅγιος Φώτιος εἰς οἴνου αὔξησιν, καὶ δεῖ ἐπιτελεῖν τὴν μνή‐ μην αὐτοῦ Φευρουαρίῳ εἰς τὰς ιεʹ. — | |
199 | Εἰς τοὺς ἀμ‐ πελῶνας ὁ ἅγιος Ἐπιφάνιος, Τύχων καὶ Τρύφων ὠφέλιμοί | |
εἰσιν· βοηθοῦσιν τοὺς ἀμπελῶνας ἐν καιρῷ ἀπὸ σκωλήκων καὶ μωμούδην. τὸ ἀποκανδήλισμα αὐτῶν ῥᾶνον τὸ(ν) ἀμπε‐ | 311 | |
5 | λῶνα μετὰ τῶν τροπαρίων τῶν ἁγίων ψαλλομένων. — | |
200 | Περὶ ἀλοιφῆς θερμῆς· ἡ ὠφέλεια καλλίστη. Ἀνηθελαίου 𐆆 ϛʹ, νάρδου 𐆆 εʹ, ὀποβαλσάμου 𐆆 ϛʹ, νάρδου καλοῦ 𐆃 αʹ, βουτύ‐ ρου 𐆆 ηʹ, ἐλαίου παλαιοῦ 𐆃 αʹ, ὑσσώπου ὑγροῦ 𐆆 ϛʹ, ὀπο‐ | |
5 | πάνακος *, πηγελαίου 𐆆 δʹ, δαφνελαίου 𐆆 ϛʹ, νάφθας 𐆆 ηʹ, τὸ ἁγιέλαιον τοῦ θαυματοβρύτου πατρὸς ἡμῶν ἁγίου Βαρ‐ βάρου 𐆆 αʹ, καπνελαίου 𐆃 αʹ, δᾳδελαίου 𐆆 ϛʹ, στέατος χη‐ νείου 𐆆 δʹ, στέατος ὀρνιθείου 𐆆 δʹ, στέατος ταυρείου 𐆃 αʹ, μυελοῦ ἐλαφείου 𐆆 βʹ, τερεβινθίνης 𐆃 βʹ, σαγαπήνου 𐆆 ϛʹ, | |
10 | χαλβάνης 𐆆 ϛʹ, ὀποπάνακος 𐆆 γʹ, καστορίου 𐆆 δʹ, εὐφορβίου 𐆆 γʹ, ἀμμωνιακοῦ 𐆆 ζʹ, κρόκου ξανθοῦ 𐆃 βʹ, κολοφωνίας ξανθῆς 𐆃 αʹ, ῥητίνης 𐆃 αʹ, ἐλαίου Συριακοῦ 𐆃 αʹ. ταῦτά εἰσιν ὠφέλιμα τοῖς χρωμένοις ἐναλοιφῇ θερμῇ. — | |
201 | Περὶ ἵππων χροῶν. τὸ ποταπαί εἰσιν αἱ διαφοραὶ τῶν ἵππων, καὶ τί τὸ ἐνεργημάτι τῆς διαφορᾶς τῶν τοιούτων. Ὁ βάδεος ἵππος ἐν πολέμῳ. ὁ μαυροβάδεος εὔτονος. ὁ σοῦρτος | |
5 | κάτοχος καὶ ὀξύς. ὁ γρίβας ἵππος καλός. ὁ σιδηρέας· ἀρ‐ κετὸν καὶ τὸ ὄνομα. ὁ βλάγκας καλὸς καὶ εὔτονος. ὁ δά‐ γαλις ἵππος ἄτονος. ὁ ἀρτουκοῦρος δάγαλος πολλὰ διώ‐ κει. ὁ βάλας καλὸς καὶ εὔτονος, ἀηδὴς δέ. ὁ βόρχας καλὸς καὶ εὔτονος. ὁ φάλβας (τῶν ἑκατὸν εἷς ἂν εὑρεθ〈εί〉η) πολ‐ | |
10 | λάκις καλός ἐστιν. — | |
202 | Περὶ ἵππας (!) στείρας ἵνα συλλάβῃ ποίει οὕτως· μετὰ μαυρομανικίου μαχαιρίου πέντ‐ αλφα εἰς τὸν ὄνυχα τῆς ἵππου 〈γράφε καὶ〉 ἀνὰ μέσον τῆς πεντάλφας· ὁ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, | |
5 | καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται, καὶ πάντα, ὅσα ἂν ποιῇ, κατευοδωθήσεται. — | |
203 | Ἐξόρκιν τῆς λύσ(σ)ας. | |
Βρήσκα, βρήσκα. δεδεσήρ. δεδεσήρ. δε ἀιστέ. δεδεουρῶν. ναοῦρ. ναοῦρ. σεδεοδεδῆς. φεῦγε ἀφνοδανκνολησΐα μέ. παρὰ κυρίου λέγοντος ἀπὸ τὸν δοῦλον τοῦ θεοῦ ὁ δεῖνα. στῶμεν καλῶς. — | 312 | |
204 | Περὶ ὀφιοδήκτου. Ἐὰν ἄνθρωπος δαχθῇ ὑπὸ ὄφεως, γητεία αὕτη· «κάρις. καριτά. ῥεμπουτώρ: σήλ. Ἐμμανουέλ. μπαρακή.» στῆσον τὸν μαντατοφόρον εἰς τὸν τόπον ὅπου σε θέλει εὑρεῖ(ν) τὸ μαντᾶτον, καὶ σημάδευσον τὸ ἴχνος αὐτοῦ | |
5 | τὸ δεξιὸν γύροθεν μετὰ τῶν τριῶν σου δακτύλων καὶ λέγε τὴν γητείαν τὴν ἄνωθεν γεγραμμένην φορὰς τρεῖς μετὰ καὶ πάτερ ἡμῶν τριῶν καὶ ἀβεμαριῶν γʹ, καὶ ποίησον εἰς τὸν τύπον τοῦ ἰχναρίου σταυρὸν μετὰ τοὺς τρεῖς σου δακτύλους, καὶ λάβε χοῦν ἀπὸ τὸν σταυρὸν καὶ βαλὼν αὐτὸ μετὰ ὕδατος καὶ δὸς | |
10 | πιεῖν τὸν μαντατοφόρον, καὶ εὐθέως ὑγιαίνει ὁ δαχθεὶς καὶ ὁ ὄφις τελευτᾷ. τοῦτο γάρ ἐστιν δεδοκιμασμένον. | |
205 | μάν‐ νης λιβάνου· τὸ ῥιπόδες τοῦ λιβάνου. —πτισάνης· τοῦ γυμνοκρίθου τὸ ζουμήν. —χαλκοῦ ἄνθος· τὸ καλάκανθ(ον). —ἄμπεκος· τὸ βριορίζιν. —ῥόδινον· τὸ ῥοδόλαιον. —ἄκανθα | |
5 | αἰγυπτία· τὸ γαυδουράκανθον. —περιστερά· λέγεται τὸ σταυρό‐ χορτον. —στύμεως· ὁ κόχλος. —καδμία· τὸ τούτιον. —ναρδο‐ στάχυος· τὸ στάχος. —ὀποβάλσαμον· τὸ βαλσαμόλαιον. — μίκον· ἡ κηπα(υπα supra scr.)ρούνα. —ἁλὸς ἀμμωνιακοῦ· τὸ τζαπάρικον. —φύλλον ἰνδικόν· τὸ μαλάβαθρον. —ὑένη· | |
10 | τὸ χοιρίδιν. —νάρθηξ· ὁ φέλουρας. —σανδαράχης· τὸ ἀρσε‐ νικὸν τὸ ῥούσιον. —σφέτλας· ἡ τριγία τοῦ κρασίου. —λεπί‐ δος κυπρίας· ἡ ἀληχάνη. —θύμος· ἡ θρούμβη. —γλύχων· ἡ βλησκούνη. —κόνιζα· τὸ ψίλιθρον. —ἴρεως ἠληρικῆς· τὸ κρίνον τὸ πορφυρὸν ἔχων ἄνθος. —γεράνεον· ποταμόγι | |
15 | τὸ καλάμι. —δαφνίδες· τὰ δαφνόκοκα. —νίτρον· τὸ ἅλας. αἴναι δὲ εἰς τὸ πελ(αγος). —βούκερον· τὸ μοσχοσίταρον. — ψήτανα· τὰ καρίδ(ια). —κέαμοι· τὰ κουκία. —βίσκος· ἡ | |
ἀλτέα, λέγεται δὲ καὶ γαριέντερα. | 313 |