TLG 0738 007 :: HIPPIATRICA :: Additamenta Londinensia ad hippiatrica Cantabrigiensia Additamenta Londinensia ad hippiatrica Cantabrigiensia Citation: Section — (line) | ||
1 | Τιβερίου εἰς τὸ αὐτὸ πάθος τοῦ πυρετοῦ. Τοῦ πυρετοῦ ὄντος σημεῖα τάδε· τὸ σῶμα γίνεται ἔξιδρον καὶ τὰ ἄκρα τῶν ποδῶν ψυχρά. τὰ ὦτα καὶ ἡ καρδία σφάλλει, μυ‐ κτῆρες κατατεταμένοι καὶ οἱ κρεμαστῆρες μετέωροι. ἐὰν δὲ τρίτη | |
5 | ἡμέρα διέλθῃ, μὴ κολλῶ τῷ τοιούτῳ, παραυτὰ γὰρ τελευτᾷ. εἰ δὲ οἱ πόδες μόνοι ψυχροί εἰσι, κολλῶ ἐλπίζων θεραπεῦσαι. θεραπείᾳ δὲ δεῖ χρῆσθαι τοιαύτῃ· λαβὼν τῆλιν βεβρεγμένην καὶ σταφίδας δὸς φαγεῖν, καὶ μετὰ τὸ φαγεῖν περίβαλλε σαγίοις καὶ δὸς περιπάτῳ ὥραν μίαν, καὶ χλωρὸν φαγεῖν, ἵνα κατα‐ | |
---|---|---|
10 | ψύξῃ αὑτὸν καὶ παρηγορηθῇ. καὶ γὰρ καίεται αὐτοῦ τὰ ἔσω‐ θεν. τοῦτο ποίει ἔστ’ ἂν ὑγιάνῃ. | |
2 | Ἀρ[ρ]άβων 〈ἄρχων〉 Τεῦθρις Τιβερίῳ Καίσαρι Ῥωμαίων περὶ ἀνατομῆς γυπός [καὶ ὅτι γένεσεις πυρε‐ τῶν τέσσαρες]. Ἔλαβον πολυτελῆ δῶρα διὰ κεντηρίωνος Μοντανίου Φρόντωνος, ἃ ἔπεμψάς μοι ἄξια ὑπὸ σοῦ βα‐ | |
5 | σιλέως πεμφθῆναί μοι. ἔπεμψα δέ σοι καὶ αὐτός, ἃ ἐδόκει πολυτελῆ φέρειν 〈τιμὴν〉 τῇ ἡμετέρᾳ τέχνῃ πολυτελέστερα, οἷς οἱ πρόγονοί μου ἐχρήσαντο πρὸς σωτηρίαν καὶ χρείαν ἀνθρώπων, ἃ μέχρι τῆς δεῦρο ἡμέρας τῇ ὑμετέρᾳ οὐκ ἐξε‐ δόθη. μάταιοι δέ εἰσιν Ἕλληνες οἱ γύπα διώκοντες καὶ ὡς | |
10 | ἐχθρῷ προσέχοντες, μὴ ἐπιστάμενοι τὰς ἐξ αὐτοῦ ὠφελείας. — | |
3 | πρῶτον μὲν γάρ ἐστιν ἴαμα τὸ ἐκ τῆς κεφαλῆς αὐτοῦ ὀστέον, ὃ κεφαλαλγίαν ἰᾶται περιαπτόμενον τῷ πάσχοντι. ὁ δὲ ἐγκέφαλος ἰᾶται τὴν λεγομένην ὑπὸ τῶν ἰατρῶν κεφα‐ | |
λαίαν, χριόμενος μετὰ ἐλαίου παλαιοῦ καὶ κεδρίας βραχείας | 253 | |
5 | ψαυόμενος εἰς τοὺς μυκτῆρας. τίνι μὲν γὰρ ἐνεργεῖ, οὐκ ἔχοιμι εἰπεῖν, τὸ δὲ 〈ὅ〉τι ἰᾶται, ἡ κατάληψις μαρτυρεῖ. ἧπαρ δὲ αὐτοῦ τριβόμενον μετὰ τοῦ ἰδίου αἵματος καὶ διδόμενον μετὰ ὀξυμέλιτος ἐπὶ ἡμέρας τρεῖς ἢ καὶ ἑπτά, ὃς ἂν πίῃ αἱμαπτοϊ‐ κὸς ἰᾶται. τὸ δὲ αἷμα καὶ ἄλλην ἔχει δύναμιν. μετὰ γὰρ χα‐ | |
10 | μαιλέοντος μέλανος ῥίζης τριβόμενον καὶ ἐπιτιθέμενον λέπραν θεραπεύει, ἐπάνω κράμβης ἢ σεύτλων φύλλων κολλωμένων. | |
4 | χολὴ δὲ αὐτοῦ μετὰ πρασίου χυλοῦ καὶ μέλιτος Ἀττικοῦ ὀλίγου πᾶσαν ἀμαύρωσιν καὶ ἀχλὺν ὀμμά‐ των περιαιρεῖ καὶ τὰς ἀρχομένας ὑποχύσεις οὐ〈κ〉 ἐᾷ συστῆναι. στόμα δὲ αὐτοῦ καὶ ἡ γαστὴρ ξηρανθεῖσα καὶ | |
5 | μιγεῖσα ἐλαίῳ δαφνίνῳ ἰᾶται τοὺς ὑπὸ ψύχους κακωθέντας. ὁ πνεύμων δὲ αὐτοῦ κα〈υ〉θεὶς ἐπὶ ἀνθράκων ἀμπελίνων μετὰ ῥοᾶς λέπους ἢ μίσεος καὶ κρόκου ὁμοίως τοὺς αἷμα ἀναδόντας ἰᾶται πινόμενος νυκτὸς καὶ ὄρθρου. εἰ μέντοι ὑπο‐ πύρετός ἐστι, μετὰ οἴνου μέλανος ἰᾶται. ἔπειτα περιαπτόμενος | |
10 | παιδίοις ἀπὸ παντὸς φαντάσματος καὶ πνεύματος αὐτὰ φυλάσσει. γλῶσσα δὲ αὐτοῦ περιαφθεῖσα περὶ τὸν τράχηλον τοὺς τὴν σταφυλὴν πάσχοντας ἰᾶται. τὸ δὲ ῥύγχος αὐτοῦ περι‐ αφθὲν περὶ τὸν τράχηλον ἀρτηριακοὺς καὶ δυσεντερικοὺς ἰᾶται. | |
5 | ὀφθαλμὸς δὲ αὐτοῦ οὐκ ἐᾷ ὀφθαλμιᾶσαι. πρὸς δὲ τὰς ὑποχύσεις καὶ σφοδρὰς ἀμαυρώσεις καὶ ἀμβλυωπίας τοὺς ὀφθαλμοὺς περὶ τὸν τράχηλον περίαπτε. ἔστωσαν δὲ εἰς ὀθόνην καθαρὰν ἐνδεδεμένοι. καὶ ἐὰν ἄλλως πάθῃ καὶ περι‐ | |
5 | άψηται, οὐ μὴ ὀδυνηθῇ περὶ τοὺς ὀφθαλμούς. καρδία δὲ αὐτοῦ τοῦ ζῴου ξηρανθεῖσα καὶ καεῖσα ἔμβα〈μ〉μα γίνεται μετὰ κυμίνου καὶ πεπέρεος ἢ φύλλου καὶ νάρδου καὶ ὄξους δριμυτάτου καὶ γάρου. ὅταν δειπνήσῃς καὶ μέλλῃς καθεύδειν, εἰ ψωμὸν ἐμβάψεις εἰς τὸ ἔμβαμμα, μίξας ἐκ τῆς κοιλίας τὸ | |
10 | αὔταρκες, εἶτα φάγῃς, οὐ μὴ ἀπεπτήσῃς. τὸ δὲ ἀφόδευμα | |
τοῦ ζῴου ὑποθυμιώμενον γυναικὶ τικτούσῃ οὐκ ἐᾷ κατασχε‐ θῆναι τὸ βρέφος πολλὴν ὥραν. σκευάσεις δὲ ὀφθαλμικὸν ἵπποις καὶ λοιποῖς ζῴοις χολὴν τοῦ γυπὸς καὶ λαγωοῦ πιτύαν καὶ μαράθου τὸν χυλὸν καὶ κρόκον μίξας ὁμοῦ· χρῶ | 254 | |
15 | κατὰ παντὸς λευκώματος. σκευάσεις δὲ καὶ ἄλλως· τοῦ αὐτοῦ ζῴου χολήν, λαγωοῦ πιτύαν, κυνὸς θηλείας γάλα, πρασίου τὸν χυλόν, μέλιτος Ἀττικοῦ, λειώσας ὁμοῦ χρῶ. | |
6 | Πυρετῶν εἰσι γενέσεις τέσσαρες. Ὁ μὲν ἀπὸ πυ‐ ρός, ὁ δὲ ἀπὸ ἀέρος, ὁ δὲ ἀπὸ ὑγροῦ, ὁ δὲ ἀπὸ ψυχροῦ. καὶ τὸν μὲν ἀπὸ πυρὸς συνεχῆ εἶναι, τὸν δὲ ἀπὸ ἀέρος μὴ συνεχῆ, 〈τὸν δὲ ἀπὸ ὑγροῦ * *〉, τὸν δὲ ἀπὸ ψυχροῦ τεταρ‐ | |
5 | ταῖον. [ἀπεδοκιμάσθη.] | |
7 | Τιβερίου βοήθημα πρὸς τοὺς μαλίζοντας ἵπ‐ πους. Ἵππῳ μᾶλις ἐὰν ἐνοχλῇ, σικύου ἀγρίου ῥίζαν ὑλισθεῖ‐ σαν ἐγχυμάτιζε καὶ θεραπεύσεις, ἢ βύσσον περίαπτε. | |
8 | Τοῦ αὐτοῦ. Ἀγρίου σικύου τῆς ῥίζης χυλὸν ᾠὸν ἕν, γάρου τοῦ ἐξ ἰχθύων δύο ᾠά, ἐλαίου χρηστοῦ δύο ᾠὰ διὰ ῥινῶν ἐγχυμάτιζε ἀέρος ὄντος θερμοῦ. πρῶτον δὲ ἄλειφε τὰς ψόας καὶ τὸ μέτωπον. | |
9 | 〈Ὀφθαλμικόν.〉 * * * πτερῷ τοῦ αἵματος καταχρίειν τὸν τόπον. ἢ φοίνικας ἢ ῥόδου φύλλα, ᾠὰ ἑφθὰ δύο, τοὺς φοίνικας ἐκτὸς τῶν ὀστέων μετὰ τῶν λοιπῶν συλλειώσας ἐπί‐ πλαττε. περιαπτείτω δὲ ὀλίγα. | |
10 | Τοῦ αὐτοῦ περὶ ὑποχύματος. Ἐὰν ἵππῳ ἢ ἄλλῳ τινὶ ὑποζυγίῳ ὀφθαλμὸς ὑποχυθῇ, ἔστι μὲν τὸ πάθος πονη‐ ρόν, σημεῖα δέ ἐστι τούτου τοιάδε· ὁ ὀφθαλμὸς τῇ πρώτῃ ἡμέρᾳ φαίνεται καθαρός, βλέπει δὲ οὐδέν. θεραπεία δὲ ὡς | |
5 | ἄνωθεν εἴρηται πρὸς τὰ γλαυκώματα. ἐὰν δὲ ἐν τῷ ὑπο‐ χρίεσθαι ὁ ὀφθαλμὸς ὕφαιμος γένηται καὶ δακρύσῃ, ἔσται ὑγιής. ἐὰν δὲ ὑπολάμπῃ ὥσπερ χροιὰ μέλιτος Ἀττικοῦ ἐν τῷ μέσῳ, οἱ τοιοῦτοι οὐ θεραπεύονται διὰ τὸ ἤδη πεπηγέναι εἰς ἕνα τόπον. συμβαίνει δὲ αὐτοῖς γίνεσθαι τὰ γλαυκώματα καὶ | 255 |
10 | τὰς ὑποχύσεις ἀπὸ τοῦ ἐγκεφάλου καὶ τῆς διατρήσεως τῆς ἐπὶ τὸν ὀφθαλμόν, ὅταν ὁ ἰχὼρ παραρρυῇ δριμὺς καὶ χολώδης. | |
11 | Πελαγωνίου πρὸς σιμβλίασιν. Σμύρνης γο τὸ cʹ, λιβάνου ἀρσενικοῦ γο βʹ, κρόκου Σικελικοῦ γο βʹ λειώσας καὶ σήσας ἐπίβαλε οἶνον Φαλιήρινον καὶ ὕδωρ ὄμβριον καὶ μέλι‐ τος Ἀττικοῦ τὸ ἀρκοῦν καὶ ἐν ἀγγείῳ ὑελίνῳ ἀποθέμενος χρῶ. | |
12 | Θεραπεία πρὸς ἐπιφοράς. Ἀπὸ τῶν δεξιῶν μερῶν τοῦ ὀφθαλμοῦ αἷμα λάμβανε καὶ μέλιτι πρωτείῳ μέχρι παν‐ τελοῦς ὑγείας ἔγχριε. | |
13 | Εἰς [γ]λεύκωμα χρόνιον. Μέλανος ὄρνιθος τῆς κοιλίας τὸν λεπτώδη ὑμένα φρύξας ἐν ἡλίῳ ἢ ἐν καπνῷ μῖ‐ ξον πεπέρεος, ἅλατος Γαγγρηνοῦ καὶ ὄστρακον σηπίας, καὶ τρίψας ὡς χνοῶδες ἐμφύσσα διὰ καλαμίσκου, ἢ χρυσολαχάνου | |
5 | σπέρμα τρίψας χρῶ. | |
14 | Εἰς λεύκωμα τραχύ. Τὸ ζωύφιον ὃ καλεῖται μυριό‐ πους, κόψας ἐπίπασσε τὸν ὀφθαλμόν. | |
15 | Θεραπεία, ὅταν μύῃ ὁ ὀφθαλμός. Ἀνθρώπου κόπρον ξηρὰν τρίψας ἐπίπασσε. | |
16 | Ἐκ κοίλου βάθους ἀνάγον τὰς σύριγγας. Χαλ‐ κίτεως ὀπτῆς γο βʹ κτλ. ἀπόθες εἰς ἄγγος ὑέλινον, ἢ μέλιτι πρωτείῳ λιβανωτὸν λελειωμένον μίξας χρῶ, ἢ ἰὸν καὶ χαλκίτην μέλιτι μίξας χρῶ. | |
17 | Κολλούριον τὸ διὰ μελαντηρίας ποιοῦν οὐλὰς ὁμοχρόους. Στυπτηρίας σχιστῆς, ἀκάνθης Αἰγυπτίας, με‐ λαντηρίας, ἅμα λειώσας ἄλειφε προπυριῶν, ἢ μύρτων μελάνων τῶν σαρκῶν γο αʹ, ἀκακίας, κόμεως ἀνὰ γο αʹ βρέξας ἐπίρ‐ | 256 |
5 | ραινε. | |
18 | Πρὸς γλαυκώσεις καὶ ὑποχύσεις καὶ πάσας τὰς ἀπηλπισμένας διαθέσεις. Ὀποπάνακος ἑξαγ. αcʹ, λυκίου Ἰνδικοῦ ἑξαγ. γʹ κερατ. ιηʹ, λίθου αἱματίτου ἑξαγ. αcʹ, μέλιτος Ἀττικοῦ γο ϛʹ, περιστερεῶνος χυλοῦ ἑξαγ. αcʹ, ὀποβαλσάμου | |
5 | ἑξαγ. βʹ κερατ. ϛʹ, χολῆς αἰγείας ἑξαγ. δcʹ, τὰ ξηρὰ τοῖς ὑγροῖς συλλεάνας χρῶ. | |
19 | Ἕτερον πρὸς λευκώματα. Χάρτην καύσας καὶ μέλι καὶ πέπερι, ἢ παιδίου κόπρον μετὰ μέλιτος ἔγχριε, ἢ κισσοῦ φύλλα ἁπαλὰ λεάνας τὸν χυλὸν ἄλειφε πτερῷ 〈ἢ〉 κλύσον νή‐ στει διὰ τοῦ στόματος, καὶ εὐθὺς διάκλυζε οἴνῳ, ἵνα μὴ ἀδι‐ | |
5 | κήσῃς τοὺς ὀδόντας. ἢ χελώνην ὀρεινὴν ἔμβαλλε εἰς χύτραν καινὴν καὶ καύσας ποίει ξηρίον καὶ διὰ καλάμου τῷ ὀφθαλμῷ ἐμφύσσα, ἢ κέφαλον τὸν ἰχθὺν ἐν μηνὶ Μαΐῳ ἀγρεύσας καὶ ἀνατεμών, τούτου τὴν χολὴν ἔμβαλε τῷ ὀφθαλμῷ. | |
20 | 〈Εἰσ〉 ὑπονύγματα πρὸς ὀφθαλμὸν ὑπερσαρ‐ κοῦντα. Χαλκοῦ κεκαυμένου, σμύρνης ἀνὰ γο αʹ, μέλιτος γο ϛʹ λεῖα τρίψας ἔγχριε. | |
21 | Πρὸς ὑποχύσεις πάνυ δόκιμον. Τράγου χολήν, κρόκου, μέλιτος Ἀττικοῦ ἶσα ἑνώσας χρῶ. | |
22 | Ὑγρὰ ὀφθαλμική. Κρομμύου δριμυτάτου 〈καὶ μά‐ λιστα Κυπρίου〉 τὸν χυλόν, μέλιτος Ἀττικοῦ ἶσα μίξας βάλε | |
εἰς ἀγγεῖον ὑέλινον καὶ κρεμάσας εἰς καπνὸν χρῶ. | 257 | |
23 | Ἄλλη ἡ διὰ χολῶν. Χολῆς ἱέρακος γο τὸ cʹ, χολῆς σκάρου, πέρδικος, ἀλεκτρυόνος, γυπός, ὑαίνης, χλωρίωνος καὶ βατράχου καὶ χυλὸν μαράθρου ἀνὰ γο τὸ cʹ, μέλιτος Ἀττικοῦ γο ϛʹ, ὀποβαλσάμου γο αʹ, πάντα ἑνώσας χρῶ, ἢ ἐρίφου γα‐ | |
5 | λαθηνοῦ χολὴν μετὰ μέλιτος ἄλειφε. | |
24 | Πρὸς ὑποχύσεις. Ἄρτον κρίθινον καύσας ἰσχυρῶς μετὰ μέλιτος λειώσας χρῶ. | |
25 | Πρὸς αἰγίλωπα. Τούτους ἰᾶται κτλ. τζύπαν ἐπιτίθει. ἢ πράσιον καὶ λάπαθον ἀξουγγίῳ χοιρείῳ παλαιῷ συγκόψας ἐπιτίθει, ἢ φύλλα ἀνθεμίδος, τουτέστι χαμαιμήλου, λελειωμένα ἐπιτίθει. ἀλλὰ καὶ αὐτὸς ὁ χυλὸς τῆς πόας μετὰ ἀλεύρου | |
5 | πυρίνου ἀναφυραθεὶς οὐ μικρῶς βοηθεῖ, ἢ ἀρνογλώσσου φύλλα λελειωμένα. ἀλλὰ καὶ ἡ θηριακὴ μετὰ μέλιτος καὶ βαλσάμου λελειωμένη. ἀλλὰ καὶ οἱ θηριακοὶ ἅλες. τῆς δὲ τρυγόνος τοῦ πτηνοῦ θάκος μετὰ μέλιτος ἐπαλειφομένη λευκώματα ἰᾶται. | |
26 | Ἐκ τῶν Διοσκορίδους πρὸς ῥεῦμα ὀφθαλμῶν. Ἔστι φυτόν, ἔριν[ε]ος καλούμενον, φύεται δὲ παρὰ ποταμούς, φύλλα ἔχει ὠκύμῳ ὅμοια. τούτου τοῦ καρποῦ λαβὼν ἑξαγ. αcʹ καὶ μετὰ μέλιτος γο γʹ τοὺς ὀφθαλμοὺς ἐγχρίσας ἰάσῃ τὰ ῥεύ‐ | |
5 | ματα. ὁ δὲ χυλὸς αὐτοῦ μετὰ θείου καὶ νίτρου ἐνσταζόμενος πόνον παύει ὀφθαλμοῦ. | |
27 | Κολλούριον τὸ καλούμενον φῶς ἢ ἀκτὶς ἀπο‐ κρουστικὸν μονοήμερον, ποιοῦν πρὸς σταφυλώματα καὶ λευκώματα καὶ οὐλὰς καὶ τραχώματα καὶ παλαιὰς διαθέσεις. Χαλκοῦ κεκαυμένου γο ϛʹ, καδμείας κεκαυμένης | |
5 | πεπλυμένης, ναρδοστάχυος, λίθου αἱματίτου, λυκίου Ἰνδικοῦ, κρόκου ἀνὰ ἑξαγ. δcʹ, πεπέρεος λευκοῦ κοκκία λγʹ, ἀκακίας κιρρᾶς γο δcʹ, κόμεως γο δcʹ, οἴνου τὸ ἀρκοῦν. | |
28 | Ξηροκολλούριον πρὸς τραχώματα καὶ πτερύγια. | |
Λαβὼν χαλκὸν ἐκπύρωσον αὐτὸν εὐτόνως καὶ κατάσβεσον εἰς οὖρον ἀφθόρου παιδός. ὅταν δὲ ὁ χαλκὸς ἐν τῷ οὔρῳ λυό‐ μενος γένηται γλοιώδης, ἀπόθου τοῦτον ἡλίῳ ξηραίνεσθαι. | 258 | |
5 | εἶτα σήσας λεπτῷ κοσκίνῳ λάβε ἐξ αὐτοῦ μέρη τρία, πεπέρεος μέλανος λείου μέρος αʹ, καὶ ἅλατος Καππαδοκικοῦ ὀλίγον προστίθει καὶ ἔγχριε τῆς ἡμέρας ἅπαξ. | |
29 | Τιβερίου ἀνακόλλημα ποιοῦν πρὸς παρακερκί‐ δας καὶ σκληρώματα. Τὰς ἐν ὀστέοις γινομένας παρακερ‐ κίδας ἐὰν θέλῃς θεραπεῦσαι ἄνευ καυτῆρος, θεράπευε οὕτως· λιβάνου γο αʹ, ἀμμωνιακοῦ γο αʹ, σμύρνης καὶ γύρεως ἀνὰ | |
5 | γο αʹ, χαλκοῦ γο αʹ, ταῦτα κόψας ὁμοῦ καὶ προσβαλὼν ὄξους καλοῦ τὸ ἀρκοῦν καὶ ἐπ’ ὀθονίου πυκνοῦ ἁπλώσας ἐπίθες, καὶ ἐπίδησον ἐπὶ ἡμέραις ζʹ. μετὰ δὲ τοῦτο λύσας πυρίασον ὕδατι θερμῷ, καὶ ἆρον τὸ ῥάκος καὶ ἔασον διαπνεῦσαι τὸν τόπον, καὶ τῇ ἑξῆς χρῆσαι τῇ ἀγωγῇ ταύτῃ. χωρὶς δὲ αἵματος | |
10 | οὐχ ἁρμόζει. | |
30 | Ἀφρικανοῦ. Ἵππος καρδιακῷ κατεσχημένος πρῶτον τὴν καρδίαν * * ἕστηκε, καὶ τὴν κεφαλὴν κάτω βρίθει καὶ ἱδροῖ πολὺ καὶ οὐ θέλει ἐσθίειν τῶν προσφερομένων, οὐδὲ πίνει ὡσαύτως. οὐδὲ τοῦτον οὖν ἐλπὶς πολλὴ περιγίνεσθαι. | |
5 | ἔγχει τοίνυν τούτῳ τὰ προειρημένα ἐγχύματα καὶ τὴν ἄλλην θεραπείαν πρόσφερε. | |
31 | Εὐμήλου πρόγνωσις. Νεφριτικοῦ ἵππου πρόγνωσις, εἰ τὰ τῶν ὀπισθίων σκελῶν βήματα οὐκ ἐμβαίνει τοῖς ἐμπρο‐ σθίοις, ἀλλ’ ὅσον παλαιστὴν ἀπολείπει, καὶ ἐπισύρει τὰς ὁπλὰς καὶ τροχάζων καὶ πηδῶν ἀπολείπει τὰ σκέλη. ἐὰν οὖν ἵππος κτλ. | |
32 | Εἰς στρόφον ἐκ δυσπεψίας. Λαβὼν ἄκορον καὶ πέπερι καὶ νίτρον καὶ ἄνισον καὶ ὀποπάνακος τὸ ἶσον, μετὰ οἴνου παλαιοῦ δίδου. δεῖ γὰρ μὴ μόνον πεπτικὰς εἶναι τὰς δυνάμεις τῶν προσφερομένων, ἀλλὰ καὶ θερμαντικάς, ἵνα δυ‐ | |
5 | νατῶς ἔχωσι τὴν τῶν σιτίων ἀπεψίαν ἀποδιώκειν καὶ ποιεῖν διαπνέειν καὶ ἐξωθεῖσθαι τὸν ὄγκον τὸν ἐξ αὐτῆς προσγινό‐ μενον. ἐὰν δὲ τὴν κοιλίαν ἀλγῇ, ὑείους ἀστραγ[γ]άλους μετὰ οἴνου λειώσας ἐγχυμάτιζε. | 259 |
33 | Τιβέριος. Ἐὰν βοῦς τοὺς νεφροὺς πονέσῃ, ση‐ μεῖον· διὰ τῶν οὔρων φέρεται αἷμα καὶ διὰ στόματος διαρεώ‐ τερον, ὁμοίως δὲ καὶ διὰ τῶν ἀφοδευμάτων. τὸ δὲ κύριον· ἐκ τῶν ὀμμάτων ῥύεται τὸ αἷμα, καὶ διασκελίζων περιπατεῖ, τήν | |
5 | τε τροφὴν δέχεται πᾶσαν. τηλικαύτην οὖν ἔχει τὸ πάθος ἐνέρ‐ γειαν. ὀποπάνακος οὖν γο αʹ, πεπέρεος γο αʹ, τὸν ὀποπάνακα βρέξας εἰς οἶνον παλαιόν, καὶ δαφνίδας ἑψήσας ὁμοίως ἐν οἴνῳ, τὰ λοιπὰ τρίψας καὶ σήσας πρόσμιξον τῷ ἀφεψήματι τῆς δαφνίδος σὺν τῷ ὀποπάνακι καὶ ἐγχυμάτιζε, χρίων τὸ | |
10 | στόμα καὶ τὴν ἕδραν. καλὸν μέν, ἐὰν δυνατόν, καὶ ὅλον τὸν βοῦν χρίειν. | |
34 | Τιβερίου. Σκορόδων κόψας κεφαλὰς δύο ἐπιμελῶς εἰς θυείαν, καὶ ὕδωρ ψυχρὸν ἐμβαλὼν ὡσεὶ ἡμῖναν, καὶ ἀνή‐ θου χυλὸν συμμίξας αὐτοῖς ἐγχυμάτιζε διὰ στόματος. εἰ δὲ ὁ στρόφος ἐπικρατὴς γένηται κτλ. | |
35 | Τιβερίου πρὸς μαρκούριον ἀνακόλλημα ἤτοι πρὸς πόδα, ἐὰν ἐξ ὁποιασδήποτε αἰτίας παραθλιβῇ καὶ ὑγρὸν συλλέξῃ. Γύρεως γο βʹ, λιβάνου γο αʹ, ῥητίνης Κολο‐ φωνίας γο βʹ, ἀμμωνιακοῦ γο αʹ, σμύρνης γο αʹ, πίσσης ξη‐ | |
5 | ρᾶς γο βʹ, ταῦτα πάντα κόψας καὶ φυράσας ὄξει μετὰ ὀθονίου ἐπίθες κατὰ τοῦ μαρκουρίου καὶ ἐπάνω σπόγγον ὀξυκράτου | |
πλήρη, καὶ ἐπίστρεψον ἐπὶ ἡμέραις δυσίν, ἕως ἂν κολληθῇ τὸ φάρμακον. τῇ δὲ τρίτῃ ἆρον τὰ καταστρώματα, ἐάσας τὸ φάρμακον κεκολλημένον. | 260 | |
36 | Τιβέριος πρὸς νεύρων ἀγανάκτησιν. Ἀλεύρου σιτίνου καὶ ἀσβέστου τὸ ἶσον μέλιτι συμμίξας κατάπλασσε, καὶ τῇ τρίτῃ λύσας κατάντλησον λινοσπέρματος καὶ τήλεως χυλῷ, ἕως οὗ ἀπολεπτύνῃ, προφλεβοτομήσας τὸν ἵππον, καὶ ὑγιὴς | |
5 | ἀποκατασταθήσεται. ἢ ἐλαίου, οἴνου καὶ ἁλῶν κοινῶν ἕψε, ἕως τὸ ἅλας λυθῇ καὶ χρῶ. | |
37 | Περὶ διακοπῆς γλώσσης. Ἐὰν γλῶσσα διακοπῇ ὑπὸ σχοινίου ἢ σιδήρου ἢ ἐκ τρώσεως ἢ ὑπὸ τραυμάτων, οἴνῳ παλαιῷ στύφοντι ταύτην κλύζε. ἢ ἀλόην ἡπατικήν, σμύρ‐ ναν, λίβανον, μαστίχην τρίψας, συμφύτου χυλῷ ἄλειφε τὴν | |
5 | πληγὴν καὶ ταῦτα ἐπίπαττε. ταχέως γὰρ ἀπουλοῖ. | |
38 | Ἔμπλαστρος Τιβερίου 〈πρὸς μελικηρίδασ〉. Σι‐ νήπεος γο δʹ, χαλκοῦ κεκαυμένου γο ϛʹ, ἀσφάλτου Ἰουδαϊκῆς 𐆃 αʹ, στυπτηρίας σχιστῆς γο βʹ, θείου ἀπύρου γο βʹ, νίτρου Ἀλεξανδρηνοῦ γο γʹ, μίσυος γο ϛʹ, ῥοδοδάφνης φύλλων τὸ | |
5 | ἀρκοῦν. | |
39 | Τιβερίου 〈εἰς καρίδας.〉 Θεραπεύσεις δὲ τοὺς ἔχον‐ τας ἐπὶ τῶν χαλεπῶν τόπων τὰς καρίδας ὡς τῷ Ἱεροκλεῖ δοκεῖ. | |
40 | Ἀψύρτου περὶ νευριτικῶν καὶ πρὸς τὰ κατὰ νεύρων τραύματα. Τὸν νευριτικὸν συμβαίνει τὸν αὐχένα πονεῖν κτλ. ὁ δὲ τοιοῦτος ζῆν οὐ δύναται. πλὴν ὅπερ παρ’ ἡμῶν ἐπενοήθη πρὸς τὰ τοιαῦτα κρεῖττον τραύματα· | |
5 | ἀμόργης παλαιᾶς κτλ. ἆρον συντόμως καὶ χρῶ. | |
41 | Τιβερίου κατάπλασμα πρὸς νεύρων παχύτητα. Κυπαρίσου ἀκρέμονας ἑψηθέντας, γύρεως μέρος, λίβανον μετὰ | |
οἴνου παλαιοῦ ἀναλάμβανε καὶ ἐπιδέσμει. | 261 | |
42 | Ἔμπλαστρος· ἡ διὰ πέρνης ποιοῦσα πρὸς ἀγκυ‐ λώσεις καὶ συστροφὰς ἀγκυλῶν καὶ ἄρθρων πάντων καὶ ὅπου δ’ ἂν πεπάχυνταί τι ἢ ἐκ μαλάξεως ἀποκα‐ θίσταται. Λιθαργύρου 𐆃 γʹ, ζωμοῦ πέρνης 𐆃 γʹ, χαλβάνης | |
5 | γο γʹ, ἀμμωνιακοῦ θυμιάματος 𐆃 αʹ, σικύου ἀγρίου ῥίζης 𐆃 αʹ, ἀποβρέξας τὰς ῥίζας τοῦ σικύου ἐπὶ ἡμέρας τρεῖς ἐπίβαλλε τὴν θάλασσαν καὶ ἕψει μετὰ τοῦ ἀγριελαίου τῆς πέρνης, ἕως ἂν ποθῇ ἡ θάλασσα. εἶτα διηθήσας ῥῖπτε τὰς ῥίζας καὶ ἔα ψυγῆναι. εἶτα ἔμπ[λ]ασσε λιθάργυρον καὶ ἕψει ἕως ἀμολύντου. | |
10 | ἔχε δὲ τοῦ μέτρου τοῦ ζωμοῦ ἄρας ἀπ’ αὐτοῦ γο ϛʹ, ἵνα, ὅταν προςπλασθῇ[ς] τοῖς τοίχοις τοῦ κακκάβου ἡ λιθάργυρος ἐγγὺς ἀμολύντου οὖσα, οὕτως ἐπεμβάλλῃς τὰς ϛʹ γο, καὶ οὕτως συν‐ έψῃς. εἶτα ἐπέμβαλε τὸ ἀμμωνιακόν, καὶ ἐπὶ τέλει πρόσδος χαλβάνην καὶ κατέρα εἰς θυείαν. | |
43 | Μάλαγμα λευκὸν πρὸς ἐκβολάς. Κηροῦ γο ϛʹ, στέατος ταυρείου γο ϛʹ καὶ νίτρου ὁμοίως. | |
44 | Μάλαγμα πυκνωτικόν. Ῥητίνης Κολοφωνίας 𐆃 βʹ, πίσσης 𐆃 αʹ, τερεβινθίνης γο αʹ, νίτρου γο ϛʹ, κηροῦ 𐆃 αʹ σὺν ὄξει χρῶ. | |
45 | Πρόχρισμα μαλακτικόν. Στέατος αἰγείου νεαροῦ γο βʹ, χαλβάνης γο βʹ, ὀποπάνακος δραχμὰς δʹ, κυπρίνου δρα‐ χμὰς δʹ. τοῦτο τὸ σύγχρισμα συγχριόμενον οὔτε συγκαῦσαι οἶδεν οὔτε τρίχας ἀπολ〈λ〉ύειν. | |
46 | Πῶς δεῖ σημειοῦσθαι τὸν στροφούμενον ἵππον. Στροφουμένου σημεῖα ταῦτά ἐστι. πολλὰ κυλίεται, ἐγείρεσθαι οὐ θέλει, γίνεται λαυρόποτος. ἐξεγείρας οὖν αὐτὸν καὶ περι‐ θεὶς 〈σάγον, ἐπιθεὶσ〉 ἀναβάτην ποίησον ἐλαύνειν, ἕως ἐξι‐ | |
5 | δρώσῃ. εἶτα εἰσαγαγὼν αὐτὸν εἰς τὴν στάσιν καὶ μαλάξας ἐπιμε‐ λῶς ἔασον οὐρῆσαι. ἢ κύμινον κόψας καὶ φρύξας μετὰ ἐλαίου | |
χλιαροῦ ἐγχυμάτισον, καὶ δὸς περιπάτοις· εἶτα οὕτως οὐρήσει. καὶ μετὰ τὸ οὐρῆσαι χόρτον ὕδατι βρέξας δὸς αὐτῷ διδακεῖν καὶ ἔασον διαστῆσαι. εἶτα τῇ συντάξει χρῶ *** | 262 | |
47 | Πρὸς τὸ μὴ ὑποτρίβειν ζῷον. Ὄστρακον θερμάνας, ἕως ὅτε γένηται διάπυρον, ἐπίβαλλε κηροῦ, ἀξουγγίου καὶ πίσ‐ σης ἶσον, καὶ ποίησον περιπατεῖν. ἔστω δὲ κοῖλον τὸ ὄστρα‐ κον, ὅπου τίθησι τὸν πόδα τὸ κτῆνος· τοῦτο ποίει πυκνότερον, | |
5 | καὶ στερεοποιεῖ τοὺς πόδας. | |
48 | Πρὸς τὸ εἴ τι τῶν ζῴων τεκὸν μὴ στέργει ὃ ἔτε‐ κεν. Ὀξάλμῃ σύγχριε τὰς θηλὰς αὐτοῦ. θηλαζόμενον γὰρ ἡδύ‐ νεται καὶ στέργει τὸ τεχθέν. | |
49 | Καθαρτικόν. Ἀμπέλου κλάδους καύσας καὶ ποιήσας στακτήν, ἐγχυμάτιζε ἐπὶ ἡμέραις τρισίν. τοῦτο ὁμοίως καὶ ἐπ’ ἀνθρώπων ποιεῖ. | |
50 | Ἱεροκλέους 〈περὶ μανίας καὶ λύσσησ〉. Συμβαί‐ νει κτλ. καὶ ἀνθρώποις ἐπιτρέχει ὀφθαλμούς τε αἱμωποὺς ἔχει καὶ ἑαυτὸν ἐπὶ τοῦ τείχους καὶ τῆς φάτνης ἀράσσει. τοῦτον δεῖ φλεβοτομεῖν κατ’ ἀρχὰς ἐκ τῆς σφαγῆς καὶ ἐᾶν αἷμα ῥεῦ‐ | |
5 | σαι πολὺ καὶ ἀναστέλλειν ἀπὸ πάσης τροφῆς. τῇ δὲ ἄλλῃ ἡμέρᾳ τρίψας πάνακα γο αʹ μετ’ ὄξους πότιζε ἐπὶ ἡμέρας δʹ καὶ παράβαλλε πράσα καὶ πάλιν φλεβοτόμει ἀπὸ τῆς κλειδός. ἐπὰν δὲ καθαρισθῇ, δίδου τροφὴν καὶ ἐπιμελοῦ ὡς δεῖ. φασὶ δέ τινες κτλ. | |
51 | Ἀψύρτου ἐγχυματισμῶν σκευασίαι πρὸς ὑπο‐ ζύγια πεπειραμέναι. Ὑσσώπου 〈χυλοῦ〉 πόσεις βʹ, στά‐ χυος, στύρακος, ἀνήσου, σελίνου τὸ αὔταρκες, πράσου δεσμίον, ὕδατος ξέστην αʹ, ταῦτα εἰς χύτραν καινὴν βαλὼν καθέψησον | |
5 | εἰς τὸ τρίτον καὶ οὕτως ἐγχυμάτιζε. | |
52 | Ἄλλος πεπειραμένος πρὸς μᾶλιν καὶ ἐπὶ ψυγ‐ μόν. Γάλακτος αἰγείου, σησάμου λευκοῦ ὀξύβαφον λεῖον ποιήσας καὶ ὑποφώξας ἐλαφρῶς χρῶ. | 263 |
53 | Τιβερίου ἐγχυματισμὸς ἐπὶ χλόης. Κρόκου ὁλκὰς δʹ, τραγακάνθης γο δʹ, ἴρεως Ἰλλυρικῆς γο αʹ, ἀμμωνιακοῦ γο αʹ, οἴνου γλυκεός ξέστας δʹ, ἐλαίου ξε. αʹ, ᾠὰ κʹ. | |
54 | Τοῦ αὐτοῦ ἐγχυματισμὸς ἐπὶ μετοπώρου. Πε‐ τροσελίνου Μακεδονικοῦ γο αʹ, πεπέρεος ὁλκὰς δʹ, φύλλου γο αʹ, φοίνικας ξʹ, ἑψηθέντας καὶ λειοτριβηθέντας, ὑδρομέλι‐ τος ξε. αʹ, ἐλαίου ξε. βʹ, οἴνου χρηστοῦ τὸ ἀρκοῦν. | |
55 | Τοῦ αὐτοῦ ἐγχυματισμὸς θερινός. Κηροῦ ὁλκὰς βʹ, κόστου ὁλκὴν αʹ, ἴρεως Ἰλλυρικῆς ὁλκὴν αʹ, ἀμώμου ὁλ‐ κὴν αʹ, τραγακάνθης ὁλκὰς βʹ, μέλιτος ὁλκὴν αcʹ, ἐλαίου ξέ‐ στας βʹ, ᾠὰ κʹ, οἴνου παλαιοῦ ξέστας δέκα. | |
56 | Πελαγωνίου πρὸς τοὺς ἐκ ῥινῶν ὑγρὸν φέρον‐ τας. Ἡ ὑγρότης τῶν ῥινῶν διάφορός ἐστιν κτλ. ταύτας χρὴ παρατηρεῖν καὶ θεραπεύειν οὕτως· βούτυρον ἢ ἔλαιον γάρῳ μίξας κτλ. | |
57 | Παστίλλων σκευασία πρὸς ἐγχυματισμόν. Κό‐ μεως Ἀλεξανδρηνῆς βαλὼν εἰς οἶνον παλαιὸν καὶ κασσίας με‐ λαίνης γο ϛʹ, κόστου γο γʹ, κροκομάγματος γο γʹ, κασσίας λευ‐ κῆς γο ϛʹ, σμύρνης τρωγλίτιδος γο γʹ, ἀλόης γο βʹ, σακκιπή‐ | |
5 | νου γο εʹ. | |
58 | Ποῦλβερ κουδριγάριν. Κασσίας πυρρᾶς γο ϛʹ, κασσίας μελαίνης γο ϛʹ, κόστου γο γʹ, κυπέρου γο γʹ, σπικανία λύκου γο ϛʹ, κρόκου Σικελοῦ γο ιʹ, κροκομάγματος γο γʹ, νί‐ τρου γο ιʹ. | |
59 | Καυστική. Ἀμμωνιακοῦ γο ϛʹ, κών[ν]ης, ἀσφάλτου γο γʹ, ῥητίνης ἀστλώσης γο γʹ, ἀξουγγίου γο βʹ, οἴνου κυά‐ | |
θους γʹ. | 264 | |
60 | Ἀνακόλλημα πρὸς χωλάσματα. Κόλλης γο ϛʹ, κών[ν]ης γο ϛʹ, ῥητίνης ὁμοίως, γύρεως ξε. αʹ, ὄξος δριμὺ εἰς κάκκαβον ἑψήσας ἀνὰ τρίχα ἀνάτριψον, καὶ ὅταν πέσῃ, πάλιν χρῶ, ἄχρι καλῶς ἕξει. | |
61 | Πρὸς πυρεκτικὸν προπότισμα. Ἀψινθίου 𐆃 αʹ, ἀβροτόνου 𐆃 αʹ, ὑσσώπου 𐆃 αʹ, κενταυρίου 𐆃 αʹ, καλαμίνθης 𐆃 αʹ, οἰνοκιέας 𐆃 αʹ εἰς χύτραν μεθ’ ὕδατος ἑψήσας, τῇ ἄλλῃ ἡμέρᾳ εἰς κέρας βαλὼν ὅσον ξέστην, ἔγχει διὰ τοῦ στόματος. | |
62 | Πρὸς πυρετοὺς μείζονας διὰ τοῦ στόματος. Κόστου γο γʹ, γεντιανῆς ὁμοίως, ὀποπάνακος 〈ὁμοίως, πάνα‐ κοσ〉 ῥίζης ὁμοίως, ἴρεως ὁμοίως. | |
63 | Μάλαγμα πυροῦν. Κηροῦ 𐆃 αʹ, ἀμμωνιακοῦ 𐆃 αʹ, ῥητίνης γο ϛʹ, ἀτόμου λιβάνου γο ϛʹ, λιθαργύρου γο γʹ, στυ‐ πτηρίας σχιστῆς γο ϛʹ, ἐλαίου ὀμφακίνου γο ϛʹ. | |
64 | Ἄλλο. Κηροῦ 𐆃 βʹ, κώνης 𐆃 αʹ, βδέλλης γο ϛʹ, σμύρ‐ νης γο γʹ, χαλβάνης γο ϛʹ, ὀποπάνακος, ἀλόης, κροκομά[λα]‐ γματος ἀνὰ γο γʹ, ἐλαίου ὀμφακίνου 𐆃 αʹ. | |
65 | Ἄλλο. Ἀξουγγίου λεοντείου γο ϛʹ, στέατος βοείου θή‐ λεος ὁμοίως, κηροῦ γο ϛʹ, ῥητίνης τερεβινθίνης ὡσαύτως, θείου γο γʹ, νίτρου ὁμοίως, δαφνίδων 𐆃 αʹ, κασσίας γο ϛʹ, κροκομάγματος γο γʹ, προπόλεως γο ϛʹ, ἀλόης γο γʹ. | |
66 | Περὶ χηλῆς. Ἐὰν χηλὴ ῥήγματα σχῇ ἄνωθεν ἀπὸ τῆς στεφάνης, ἐπίθες κύκλῳ ὀρόβινον μετ’ ὄξους καὶ ἐπάνωθεν σπόγγον. ἀποπυρία δὲ θερμῷ, 〈κάλλιον μέν,〉 ἐὰν ἔχῃς ἀπὸ βαλανείου τῆς ἐμβάσεως, 〈συλλαμβάνεται γάρ τι. εἰ δὲ μή γε, | |
5 | τὸ παρὸν χρῆσαι·〉 ἐὰν δὲ φλεγμαίνῃ, τῇ κιμωλίᾳ μετὰ ὄξους ἐπίχριε τὰ φλεγμαίνοντα μετὰ καὶ βολβίτου καὶ ἁλὸς λεπτοῦ. τούτοις χρῶ θερμοῖς. 〈ἐὰν ἐπιμείνῃ φλεγμονή, τὴν κιμωλίαν οἴνῳ ἑψῶν χρῶ καθὼς προγέγραπται.〉 | |
67 | Εἰς ψώραν. Ὄξους δριμέος ξε. αʹ, πισσελαίου ὁμοίως, νίτρου 𐆃 αʹ, λούσας κατάχριε 〈ἢ〉 τρυγελαίου ξε. αʹ, θείου ἀπύρου γο αʹ, ἀμόργης ξε. αʹ. | 265 |
68 | Τραυματικόν. Κηροῦ Τυρρηνικοῦ γο γʹ, ἰοῦ γο βʹ, ἀλόης γο βʹ, ἀξουγγίου παλαιοῦ τὸ ἀρκοῦν ἑψήσας χρῶ. πρὸς γὰρ τοὺς τραχήλους καλῶς ποιεῖ. | |
69 | Μάλαγμα ἐκ σύκων. Σύκων γο γʹ, νίτρου γο ϛʹ, κυπαρίσου γο αʹ, στέατος ταυρείου 𐆃 αʹ, μάννης 𐆃 αʹ, χαλβά‐ νης γο αʹ. | |
70 | Κυκλίσκων σκευασία. Κρόκου γο γʹ, σμύρνης γο γʹ, κινναμώμου γο αʹ, κασσίας γο βʹ, ἀμώμου γο βʹ, θείου γο δʹ, νάρδου Συριακῆς γο γʹ, κόστου γο γʹ, ἴρεως Ἰλλυρικῆς γο γʹ, ποντικοῦ γο γʹ, λιβάνου ἄρσενος γο βʹ, πεπέρεος μακροῦ γο γʹ, | |
5 | πεπέρεος λευκοῦ γο γʹ, σχ〈ο〉ίνου ἄνθους γο γʹ, μήου γο δʹ, ἀκόρου γο βʹ, κροκομάγματος γο δʹ, πετροσελίνου γο γʹ, ὀπο‐ πάνακος γο δʹ, ἴρεως ἀστραγάλου γο δʹ, κυπέρου γο γʹ, καλά‐ μου γο εʹ, γεντιανῆς γο ϛʹ, δαύκου γο δʹ, στύρακος γο δʹ, κα‐ ρύου γο δʹ, ζιγγιβέρεως γο γʹ, νάρδου καθαρᾶς γο δʹ. | |
71 | Ἐγχυματισμός. Σελίνου χλωροῦ γο αʹ, ὑσσώπου γο ϛʹ, νάρδου καθαρᾶς γο δʹ, σύκων γο βʹ. | |
72 | Σύγχρισμα. Κηροῦ 𐆃 αʹ, στέατος χοιρείου 𐆃 βʹ, ἐλαίου κυπρίνου 𐆃 αʹ. | |
73 | Καθαρτική. Σμύρνης γο βʹ, ὀποπάνακος γο βʹ, ἰοῦ σκώληκος γο βʹ, μέλιτος ὡσαύτως. | |
74 | Σύνθεσις φαρμάκου συνακτικὴ πρὸς τὰ ἕλκη. Λιβάνου, σμύρνης, στυπτηρίας ἀνὰ γο βʹ. | |
75 | Κατάπλασμα. Πίσσης, ἀσφάλτου, μάννης ἶσα, οἴνου παλαιοῦ ξε. αʹ. | |
76 | Καθαρτικῶν σύνθεσις. Σμύρνης γο ιʹ, λιβάνου ἄρρενος γο αʹ, ὀποβαλσάμου γο αʹ, ἰοῦ σκώληκος γο γʹ, μέλι‐ τος γο δʹ, ῥοδίνου * αʹ. | |
77 | Καθαρτικὴ φθαρτική. Κινναμώμου, νάρδου Συ‐ ριακῆς, σχ〈ο〉ίνου ἄνθους, κολοφωνίας, κόκκους ποιήσας κυά‐ μου μέγεθος δίδου δι’ οἴνου, μέλιτος μίξας γο βʹ. | 266 |
78 | Τραυματικόν. Χαλκοῦ κεκαυμένου γο γʹ, λεπίδος χαλκοῦ γο γʹ, κηκίδος γο γʹ, σιδίων ὁμοίως, στυπτηρίας σχι‐ στῆς, σμύρνης ἀνὰ γο βʹ, στυπτηρίας στρογγύλης, μίσυος, χαλ‐ κάνθης, ὑσσώπου, ἀφονίτρου, λιβάνου ἀνὰ γο γʹ ὄξει διεὶς | |
5 | τὰ ξηρὰ λέαινε. εἶτα τούτων τὰ ῥυπαρὰ χέων, ὄξος ἐμβαλὼν λέαινε κατ’ ἰδίαν, μετὰ δὲ ταῦτα μῖξον εἰς τὸ αὐτὸ καὶ ἕψει. | |
79 | Ἀπολλωνίου μάλαγμα ποιοῦν εἰς νεῦρα κεχα‐ λασμένα, ἔτι δὲ καὶ εἰς ποδάγραν ἀνθρώπων. Κηροῦ 𐆃 αʹ, κισσήρεως 𐆃 αʹ, ἐμβαλὼν εἰς θυείαν διάτριβε ὑπέρῳ μολιβδίνῳ, ἕως οὗ ἀποτριβῶσι μολίβδου γο βʹ καὶ ὅταν λεῖον | |
5 | ποιήσῃς, σ[τ]ῆσον, καὶ πάλιν ἐμβαλὼν εἰς θυείαν τρῖβε τῷ μολίβδῳ, παρεπιχέων μέλιτος γο γʹ καὶ ὄξους τὸ ἱκανόν. εἶτα μαρμάρου κεκομμένου 𐆃 αʹ κόψας σῆθε, καὶ ἐμβαλὼν καρδά‐ μ[ωμ]ου σπέρμα φρῦξον ἐν ὀστράκῳ καὶ τρίψας σῆσον, εἶτα χαλβάνην κόψας, καὶ ἐξελὼν ἐκ τοῦ ὅλμου, λαβὼν μυελὸν ἐλά‐ | |
10 | φειον καὶ ἐλαίου τὸ ἱκανὸν καὶ τούτῳ διεὶς καὶ ἀναμάξας πάντα, ποιῶν μάλαγμα χρῶ. | |
80 | Μάλαγμα πρὸς νεῦρα κεχαλασμένα. Μίλτου 𐆃 αʹ, μάννης 𐆃 αʹ, ἀσφάλτου 𐆃 αʹ, σεμιδάλεως ξε. αʹ, οἴνου παλαιοῦ τὸ ἱκανὸν ἐμβαλὼν εἰς χύτραν καὶ τὰ λοιπὰ προσβαλὼν τετριμ‐ μένα, εἰς τὸ αὐτὸ ἕψει. | |
81 | Ἄλλο δεδοκιμασμένον. Κηροῦ 𐆃 αʹ, ῥητίνης 𐆃 αʹ, πίσσης γο ϛʹ, στυπτηρίας τὸ ἶσον. | |
82 | Ἀγκύλης ἀλγούσης φάρμακον. Κρόκου γο βʹ, χαλβάνης γο βʹ, ῥητίνης φρυκτῆς γο ϛʹ, ἀσφάλτου γο ϛʹ, ἀμ‐ μωνιακοῦ γο αʹ, ἐλαίου στυρακίνου γο αʹ ἐν ὕδατι μίξας χρῶ. | |
83 | Ἀρτηριακή. Τραγακάνθης μνᾶς γʹ, κρόκου μνᾶν αʹ, πεπέρεος γραμμάρια ηʹ, μέλιτος μνᾶς γʹ, τὴν τραγάκανθαν | |
διεὶς οἴνῳ γλυκεῖ, τὰ δὲ λοιπὰ λεάνας καὶ μίξας χρῶ. | 267 | |
84 | Τροχίσκος ἀρωματικός. Σμύρνης γο ιʹ, κινναμώ‐ μου γο γʹ, λιβάνου γο γʹ, κασσίας δραχμὰς ηʹ, πεπέρεος δραχ‐ μὰς γʹ, βδελλίου δραχμὰς εʹ, καλάμου δραχμὰς εʹ, σελίνου σπέρματος, ἴρεως Ἰλλυρικῆς ἀνὰ δραχμῶν βʹ οἴνῳ παλαιῷ | |
5 | ἀναλύσας χρῶ. | |
85 | Ἀρρώστων ἀνάληψις. Βδελλίου, χαλβάνης, μάν‐ νης, ἀμμωνιακοῦ, ῥητίνης, ἴρεως Ἰλλυρικῆς, τούτων ἑκάστου τὸ ἶσον, κηροῦ τὸ διπλάσιον, κυπρίνῳ ἐλαίῳ ἀναλάμβανε. | |
86 | Μάλαγμα πρὸς πάντα. Πεπέρεος γο αʹ, χαλβάνης γο αʹ, σμύρνης γο αʹ, ἀριστολοχίας Κρητικῆς γο αʹ, ἴρεως Ἰλ‐ λυρικῆς γο αʹ, πευκεδάνου γο γʹ, κρόκου γο αʹ, συκαμίνου ὀποῦ γο αʹ, πυρέθρου γο αʹ, κόκκου Κνιδίου γο δʹ, ἀμώμου | |
5 | γο αʹ, ὀποβαλσάμου γο βʹ, καρδαμώμου γο αʹ, ἰρίνου ἑξαγ. αʹ, κηροῦ τὸ ἀρκοῦν. | |
87 | Φαβρικιανοῦ κυκλίσκοι πρὸς μᾶλιν καὶ πο‐ δοκρούσματα. Κινναμώμου γο γʹ, κασσίας γο γʹ, σμύρνης ὡσαύτως, σαγαπηνοῦ γο εʹ, κρόκου γο βʹ, λιβάνου γο δʹ, νίτρου γο αʹ, ταῦτα λεάνας καλῶς μεθ’ ὕδατος ἀνάπλαττε καὶ κυκλί‐ | |
5 | σκους εὐμεγέθεις ποίει καὶ χρῶ μεθ’ ὑδρομέλιτος. | |
88 | Πρὸς διαφορὰν ὑποζυγίων. Κυνορίζης τὸν φλοιὸν κόψας δίδου φαγεῖν νήστει ἢ πιεῖν ἐκ τοῦ ζωμοῦ αὐτοῦ ὅσον εἰς κοτύλας βʹ, καὶ μάνναν δὲ τρίψας δὸς μετὰ οἴνου, καὶ λοῦε θερμῷ ὕδατι πλεῖστον. | |
89 | Ἄλλο. Σανδαράχην διεὶς ὕδατι ἔγχει εἰς τοὺς μυ‐ κτῆρας. | |
90 | Ἄλλο. Ἐλλέβορον τρίψας διεὶς ὕδατι ἔγχει εἰς τοὺς μυκτῆρας. ἐὰν δὲ καὶ συντρίψας μίξῃς τοῖς ἀχύροις, τὸ αὐτὸ ποιεῖ. ἔστω δὲ ὡς πλεῖστον. | |
91 | Γλευκιρίνου σύνθεσις. Ἐλαίου 〈ἰρίνου〉 𐆅 γʹ, γλεύκους ὠμοῦ 𐆅 ιεʹ, καλάμου 𐆃 αʹ, νάρδου δεσμὰς δʹ, κυ‐ πέρου 𐆃 βʹ, κυπαρίσου ἀρωματικῆς 𐆃 βʹ, κόστου γο ϛʹ, τρω‐ | |
γλίτιδος γο βʹ, κασσίας 𐆃 αʹ, δαφνίδων περυσινῶν φύλλων | 268 | |
5 | 𐆅 βʹ, ἀμώμου γο δʹ. ταῦτα πάντα κόψας λεῖα βάλε μετὰ τοῦ ἐλαίου καὶ τοῦ γλεύκους εἰς χύτραν καινὴν καὶ ἕψει. | |
92 | Ἀψύρτου σκευασία ἐγχυματισμοῦ ἀρωματικοῦ. Φύλλου γο cʹ, κόστου γο γʹ, ναρδοστάχυος γο cʹ, μελιλώτου γο αʹ, νάρδου Κρητικῆς γο cʹ, ἀμώμου γο cʹ, καρποβαλσάμου γο cʹ, ἴρεως Ἰλλυρικῆς γο αʹ, σχ〈ο〉ίνου ἄνθους γο αʹ, σαμψύ‐ | |
5 | χου γο αʹ, κασσίας γο αʹ. | |
93 | Τοῦ αὐτοῦ ἑτέρα σκευασία ἐγχυματισμοῦ διὰ πικρᾶς. Πευκεδάνου, γεντιανῆς, κολοκυνθίδος ἀνὰ γο γʹ, κενταυρίου γο δʹ, ἀλόης γο βʹ, ἀψινθίου γο γʹ. | |
94 | Ἐγχυματισμὸς πυκνωτικός. Σμύρνης τρωγλίτιδος γο δʹ, ἀλόης, κασσίας ἀνὰ γο βʹ, ἴρεως γο αʹ, συμφύτου γο εʹ, καλαμίνθης γο γʹ, μετὰ οἴνου καὶ ἑψήματος. | |
95 | Εἰς περιπνευμονικούς. Κροκόμαγμα εἰς οἶνον μέλαν〈α〉 ἐμβρέξας ἰσχυρῶς μετὰ φοινίκων εὐσάρκων μεγάλων καὶ στροβίλων μέλιτι λειώσας οἴνῳ ἐγχυμάτιζε. | |
96 | Ἐγχυματισμὸς χαλαστικός. Κυμίνου, πετροσελίνου, σελίνου, κοριάνου ἀνὰ γο αʹ, κράμβης γο βʹ, καρδαμώμου ὁμοίως. | |
97 | Ἄλλο 〈πρὸς πάντα πόνον〉. Οἴνου, κόστου ἀνὰ γο αʹ, μαράθρου, πεπέρεος λευκοῦ, σμύρνης ἀνὰ γο αʹ. | |
98 | Σύνθεμα καθαρτικόν. Σμύρνης γο ιʹ, λιβάνου ἄρρενος, ῥοδίνου ἀνὰ γο αʹ, ἰοῦ σκώληκος γο αʹ, μέλιτος γο δʹ. Θεοῦ διδόντος οὐδὲν ἰσχύει φθόνος, καὶ μὴ διδόντος οὐδὲν ἰσχύει πόνος. | |
99 | Τιβέριος περὶ βοῶν. αʹ. βοῦς ἐὰν νοσήσωσιν ἢ τοὺς πόδας ὑποτρίψωσιν. — βʹ. βόας μὴ ἀσθενεῖν. —γʹ. βόας ἐὰν λημμώσωσιν. —γʹ. βοῦν | |
νοσοῦντα ἰᾶσθαι. —εʹ. βοῦν αἱμορροοῦντα παῦσαι. —ϛʹ.. βόας | 269 | |
5 | μὴ ψωριᾶν. —ζʹ. βοὸς νέματα ὁρμάσαι καὶ κατεαγμένα. — ηʹ. βοὸς ὄνυχας θεραπεῦσαι. —θʹ. βόας ὀστέα μὴ καταπί‐ νειν. —ιʹ. βοῶν ζεῦγος μὴ κοπιᾶν. —ιαʹ. ἐὰν θελήσῃς φορ‐ βάδα ἢ ὀνάδα ἄρρενα συλλαβεῖν. —ιβʹ. περὶ βοῶν κατακρα‐ νίας. —ιγʹ. περὶ φθειριάσεως. —ιδʹ. περὶ πυρέσσοντος. — | |
10 | ιεʹ. περὶ κεφαλαίας. —ιϛʹ. περὶ χολέρας. —ιζʹ. περὶ χωλείας γονάτων βοῶν. —ιηʹ. ἐὰν βοῦς ἐνκεφάλησ(!) γένηται. — ιθʹ. χολέρας ὑγρᾶς ἐν βουσίν. —κʹ. τραύματος γενομένου ἐν τοῖς κοίλοις. —καʹ. πρὸς ἀτονίαν βοῶν. —κβʹ. πρὸς θραύ‐ ματα(!) καὶ ἕλκη. —κγʹ. ῥέου δύναμις. —κδʹ.. σκευασία ἁλῶν | |
15 | ποιοῦσα πρὸς κακοχυμίαν. —κεʹ. πρὸς κῶλον. —κϛʹ. μα‐ σθοὺς ὀρθοὺς ποιῆσαι. —κζʹ. μαστοὺς γυναικὸς μὴ ἐπαίρε‐ σθαι εἰς τὸ παντελές. —κηʹ. πρὸς ξηρὰν βῆχα. —κθʹ. τὸ πάμ‐ μυρον. —λʹ. ἀρτυσία τοῦ ὕδατος. —λαʹ. ἀρτυσία τοῦ οἰναν‐ θίου. —λβʹ. σκευασία κοραλλίων θυμίαμα. —λγʹ. ἀρτυσία | |
20 | θυμιαμάτων πουκταρίων. —λδʹ. ἄλλο. —λεʹ. σκευασία θυ‐ μιαμάτων. —λϛʹ. σκευασία θυμιαμάτων πρὸς σπλῆνα. — λζʹ. ἐγχυματισμὸς ἡμερινῆς. —ληʹ. ἕτερος ἐγχυματισμὸς πάν‐ τοτε. —λθʹ. ἕτερος ἐγχυματισμὸς θερινός. —μʹ. διάγραφον πικροῦ. —μαʹ. ἐγχυματισμὸς πρὸς πυρετὸν ἵππων τὸ πη‐ | |
25 | γάνατον. —μβʹ. κηρωτὴ πρὸς ἐκβολὰς γονάτων. —μγʹ. πρὸς | |
λεύκωμα. —μδʹ. πρὸς σύριγγα. —μεʹ. χαλαστικὸν πρὸς τοὺς νεκροπονοῦντας. —μϛʹ. σκευασία ἐγχυματισμοῦ θερείας καὶ χειμῶνος. —μζʹ. πρὸς ὑποτριμμὸν ζῴων καὶ ἁπαλοποδίας. —μηʹ. ἄκοπον θερμαντικὸν ἁρμόζον νεφριτικοῖς. —μθʹ. ἐπὶ | 270 | |
30 | κεφαλῆς ἐὰν γένηται. —νʹ. περὶ χολέρας ὑγρᾶς. —ναʹ. σκευα‐ σία χαλαστική. —νβʹ. σκευασία μαλάγματος. —νγʹ. σκευα‐ σία μεσοπικρά. —νδʹ. σκευασία ἀρωματική. —νεʹ. σκευασία διὰ πικρίου. —νϛʹ. σκευασία ἐγχυματισμοῦ πυκνωτικοῦ. — νζʹ. ξηρία καυστικά. —νηʹ. κολλύριον δριμύ. —νθʹ. περὶ | |
35 | οἴστρου βοῶν. —ξʹ. περὶ χωλειάσεως βοῶν ἐν γόνατι. | 271 |