TLG 0738 006 :: HIPPIATRICA :: Hippiatrica Cantabrigiensia Hippiatrica Cantabrigiensia Citation: Chapter — section — (line) | ||
1t | 〈Περὶ πυρετοῦ.〉 | |
2t | Περὶ μάλεως ἀρθρίτιδος. | |
2.1 | Εἰς μᾶλιν ξηράν. Ἡ παιονία ἁρμόζει τῇ ξηρᾷ μάλει, ἣ συμβαίνει κατὰ τὸ πλεῖστον, ὅταν μὴ δι’ ἐπιτηδείων φαρ‐ μάκων προκαταλάβῃς θεραπεύων τὸ ζῷον. συμβαίνει δὲ τῇ μὲν ἀπὸ κεφαλῆς φέρεσθαι, τῇ δὲ ἀπὸ τῆς μεγάλης ἀρτηρίας. | |
5 | ξηρὰ δὲ καλεῖται διὰ τὸ τὴν αὐτὴν βῆχα προσπίπτειν ὁμοίως τοῖς μηδέποτε πέψιν εἰληφόσι τῶν ζῴων. τὴν δὲ διαφορὰν ἀπὸ τῶν σημείων ἐπιγνώσῃ. συμπίπτει γὰρ ἐοικὸς βαρουμένῳ καὶ εἰς τὰ ὀπίσω ἀπονεύει φεῦγον τὴν τάξιν, πυώματα δὲ χλωρὰ καὶ δυσανάσχετα μηδέπω πέψιν εἰληφότα προάγει. | |
---|---|---|
10 | τοῦτο οὖν θεραπεύσωμεν παιονίαν μετὰ γλυκέος ὕδατος λιτρ. αʹ γο ηʹ τοῖς μυκτῆρσιν ἐγχέοντες, καὶ αὐτῇ δὲ τῇ κεφαλῇ ὀρθὸν καυτῆρα προσενέγκωμεν. | |
2.2 | Εἰς μᾶλιν ὑγράν. Ἐάν τι τῶν ὑποζυγίων ὑπὸ τῆς ὑγρᾶς μάλεως ἐνοχλῆται, βήσσει συντόνως, ὡς ὅλον τὸ σῶμα συντείνεσθαι, καὶ ὑποκάτω τῆς γλώττης φλεγμοναὶ βλέπονται, καὶ ὅταν βήσσῃ, [καὶ] ἀναφέρει κατὰ τοὺς μυκτῆρας πῦον | |
5 | μήλινον καὶ παχύ. ὅθεν καὶ δοκεῖ μοι μᾶλιν κεκλῆσθαι ἀπὸ τῆς χρόας ταύτης. τῇ γὰρ Δωρίδι διαλέκτῳ τὸ μήλινον μάλινον καλεῖται. μάλιστα δὲ συμβαίνει, ὅταν ἐκ πάγων ἢ χιόνων μεταβολὴν λάβῃ ἀέρων τε καὶ ὑδάτων, ἢ πάλιν ἐκ θερμῶν ἀέρων, ὅταν ἀθρόον εἰς ψυχροὺς μεταβάλ[λ]ῃ. θερα‐ | 125 |
10 | πεύσωμεν δὲ αὐτὰ οὕτως· αἷμα ἀπὸ τοῦ τένοντος ἀφελοῦμεν ἐπάνω τοῦ στέρνου καὶ τὴν κεφαλὴν ὄξει καὶ ἐλαίῳ συγχρί‐ σωμεν, ἢ οἴνῳ καὶ ἐλαίῳ, ἐὰν ἀπὸ ψύχους ἐστί, καὶ ἐγχυμα‐ τίσωμεν ἡλιοτροπίου χυλὸν λιτρ. βʹ γο γʹ καὶ ὀπίου καὶ νίτρου ἀνὰ βραχύ σὺν ὄξει ἐγχέοντες διὰ τῶν δύο μυκτήρων. τοῦτο | |
15 | καὶ πῦον ἀνάγει καὶ μᾶλιν καθαίρει. ἢ ἅγνου σπέρμα, [ὅπερ λυγαία λέγεται,] γο θʹ, σμύρνης κεράτ〈ι〉α θʹ, κρόκου ὁμοίως, ἀμύγδαλα πικρὰ ιεʹ, λεάνας ἀμφότερα, ἐπίχεε ὄξους γο βʹ ἑξαγ. βʹ καὶ ἐλαίου γο θʹ καὶ χλιάνας ἔγχει διὰ τοῦ στόματος. | |
2.3 | Ἄλλο ἐμφυσητὸν πρὸς τὸ ἀναρρῆξαι τὴν μᾶλιν διὰ ῥινῶν. ὠφελεῖ δὲ καὶ τοὺς πνευμονικούς. Στρου‐ θίου λευκοῦ 𐆃 αʹ τρίψας καὶ σήσας λεπτῷ κοσκίνῳ ἐμφύσα εἰς τοὺς μυκτῆρας διὰ καλάμου κερατ. θʹ. κινεῖ γὰρ πταρμοὺς | |
5 | συντόνως καὶ ἄγει πολλὰ φλέγματα. ἂν δ’ ἄρα τούτου προσα‐ χθέντος ἐπιταθῇ τὸ νόσημα, ἄφελε ἀπὸ τοῦ τραχήλου αἷμα καὶ συγχρίσας σκέπασον. ἀγαθὴ δὲ καὶ ἡ τοῦ κυκλαμίνου ῥίζα ἐγχυματιζομένη μετ’ οἴνου παλαιοῦ, ἕως ἐκκαθαρθῇ. ὅταν δὲ δόξῃ καλῶς ἔχειν, ὑπὸ βηχὸς δὲ ἐνοχλῆται, λιβανωτὸν καθαρὸν | |
10 | τρίψας καλῶς μετ’ οἴνου γλυκέος ἔγχει, ἕως ὑγιὴς γένηται. τῶν δὲ ἀπὸ ἀρτηρίας καὶ πνεύμονος ὀχλουμένων κτηνῶν καὶ ἀπὸ τούτων κάκωσίν τινα ὑπομενόντων τά τε ἄχυρα παραίρει καὶ τὰ ξηρὰ χορτάσματα, μηδικαρίῳ δὲ χρῶ, ἢ τὰ ξηρὰ χορ‐ | |
τάσματα καταρραίνων γλυκεῖ πρόσφερε, καὶ τὰς κριθὰς δὲ | 126 | |
15 | βεβρεγμένας δίδου, παρεμβάλλων αὐταῖς καὶ λινόσπερμον. ἀγαθὰ δὲ καὶ τὰ τῶν ῥαφανίδων φύλλα διδόμενα ἐσθίειν. | |
2.4 | Περὶ μάλεως ὑποδερματίδος. Ταύτην δὲ τὴν νόσον σημειούμεθα ἐκ τοῦ ἀνάγειν κατὰ τοὺς μυκτῆρας πῦα ὀσμὴν ἔχοντα μετὰ τοῦ βήσσειν καὶ ἀτροφεῖν τῷ σώματι, πολλάκις δὲ καὶ ὅπου ἔτυχε τοῦ σώματος ῥήγνυσθαι τὸ δέρμα καὶ ἐκκρί‐ | |
5 | νεσθαι πυώδη ἕλκη. ὅθεν δοκεῖ καὶ ὑποδερματὶς κε‐ κλῆσθαι μᾶλις. θεραπεία δὲ τούτου εὔχυμοι τροφαί, τὸ δριμὺ καὶ κακόχυμον τὸ ἐν τοῖς ὑγροῖς σώμασι μεταβάλλουσαι. λαβὼν γὰρ σκυλάκιον γαλαθηνόν, σφάξας καὶ μαδίσας, τά τε ἐντὸς καθάρας καὶ πλύνας καλῶς ἕψει μετὰ πτισάνης ὀρο‐ | |
10 | βίνης, ἐπιχέων ὕδατος ὀμβρίου ἢ πηγαίου λιτρ. ιʹ, παρεμβάλ‐ λων καὶ νίτρου βραχύ. ἕψε δέ, ἕως σχῇ τὸ ἥμισυ, καὶ διη‐ θήσας παράμιξον κριθῆς ἀλεύρου ὅσον χεῖρα καὶ θείου ἀπύρου, [ὅπερ ἐστὶ θειάφιν,] κερατ. ιηʹ. εἶτα συνλειάνας καὶ οἴνου παρα‐ χέων ἶσον τῷ ζωμῷ, τοῦτο ἐγχύμα διὰ στόματος κατὰ τρεῖς | |
15 | ἡμέρας μίαν. τοῦτο γάρ ἐστι τὸ διὰ τρίτης. ἢ ἀλέκτορα ἑψήσας χρῶ τῷ ζωμῷ ὡσαύτως καὶ λοῦε ὕδατι θερμῷ. τροφῇ δὲ χρῷτο παντοδαπῇ, καὶ χόρταζε, ὡς ἂν προσδέχηται. ἀλλὰ καὶ ταυρέαν ἐλάφου ξηρὰν κεκομμένην μίξας ἅλας δίδου φαγεῖν. | |
2.5 | Πῶλος ἐσθίων ἐὰν μαλίσῃ. Ἀφόνιτρον, οἶνον, ἔλαιον ἐγχύμα ἐπὶ τρεῖς ἡμέρας καὶ παύσηται. ἐὰν δὲ καὶ συνάγχῃ ληφθῇ πῶλος, ποίησον ἔμπλαστρον τὸ διὰ λινοσπέρ‐ ματος καὶ μέλιτος καὶ ἐλαίου καὶ ἐπίθες μετὰ πανίου τῷ | |
5 | λαιμῷ, καὶ ἀπορρήξει τὸ ἔσω μέρος. | 127 |
2.6 | Μάλεως νεφρίτιδος σημεῖα καὶ θεραπεία. Τὰ ὀπίσθια σκέλη παραφέρει, σφάλλονται τὰ σφυρά, τρώγει πολλὰ καὶ κατισχνοῦται. τοῦτον οὖν φλεβοτόμησον ἀπὸ τῶν ἀγκώνων κατ’ ἀρχάς. ἐὰν δὲ βραδύνῃς, μὴ φλεβοτομήσῃς, ἀλλὰ θεὶς | |
5 | κάτω καυτηρίασον κατὰ τῶν γλουτῶν καὶ τῶν λαγόνων λαβδο‐ ειδῶς καὶ ὑδράλμῃ τὰς ἐσχάρας κατάβρεχε. καὶ βαλὼν τραγα‐ κάνθου γο αcʹ, μέλιτος γο αcʹ, κηκῖδος, ἀμώμου, ναρδοστάχυος, φύλλου, πεπέρεως ἀνὰ γο αʹ, [μέλιτος γο δʹ,] οἴνου λευκοῦ γο ιʹ καὶ λειοτριβήσας ἐγχύμα ἐπὶ ἡμέρας τρεῖς καὶ σωθήσεται. | |
2.7 | Τιβερίου εἰς μᾶλιν. Σικύου ἀγρίου [ἤγουν ἀγριο‐ αγγουραίας] ῥίζαν χλωρὰν κοπανίσας, ἐκπίεζε τὸν ζωμὸν καὶ ἐγχύμα, ἢ βύσσον περίαπτε. ἢ πτισάνην καὶ ὀρίγανον καὶ σκόρδα ἕψησον, ἕως χυλώσῃ, καὶ διηθήσας τὸν χυλὸν μῖξον | |
5 | στέαρ αἴγειον καὶ ἕψει, ἕως οὗ λυθῇ καὶ χλιαρὸν ἐγχυμάτιζε. ἢ γάλα αἴγειον μετὰ σησάμου λευκοῦ γο βʹ ἑξαγ. βʹ λειώσας καὶ χλιάνας χρῶ. ἢ τραγακάνθου γο βʹ κτλ. ἢ σμύρναν τρωγλῖτιν κτλ. | |
2.8 | Ἄλλο. Φλεβοτόμει ἀπὸ τοῦ αὐχένος, βάλε οἶνον αὐστηρὸν γο κʹ καὶ ἔλαιον ὁμοίως, ῥοιᾶς λείας γο τὸ cʹ, καὶ μέλιτι φυ‐ ράσας δίδου μασσᾶσθαι ἐπὶ ἡμέρας τρεῖς. | |
2.9 | Εἰς ἀμφοτέρας μάλεις. Κόπρον πάρδου καὶ ἄρκτου καὶ καμηλίου ξηράνας καὶ λειώσας θυμία πρῶτον τὴν κεφαλήν, εἶτα τὴν κοιλίαν ἕως τῶν βουβώνων, εἶτα καὶ ὅλον τὸ σῶμα. πότιζε δὲ καὶ τοῦ σικύου τὸ σπέρμα [, ὅ ἐστι πεπῶνος | |
5 | σπέρμα,] μετὰ νίτρου. εἶτα λούσας ἐν θαλάσσῃ εἴσαγε εἰς τὴν στάσιν αὐτὸν προαναφυσήσας οἴνῳ καὶ ἐλαίῳ καθ’ ὅλου τοῦ σώματος. | 128 |
2.10 | Εἰς μᾶλιν ὑγράν. Σκορόδους λειώσας ἔμβαλε μέλιτι βούτυρον καὶ κεδρίαν δὲ πλείονα, καὶ χλιάνας ἐγχύμα διά τε ῥινῶν καὶ τοῦ στόματος, ἢ κάστορος δέρμα περίαπτε εἰς ἕκαστον κτῆνος, καὶ οἴνῳ ἀκράτῳ μετὰ γάλακτος ἐγχύμα ἑκάστῳ κτήνει | |
5 | ἀνὰ γο ϛʹ. | |
2.11 | Ἰσχυρὸν βοήθημα. τοῦτο τῇ πείρᾳ ἐβεβαιώθη. Ἡ τοῦ μέλανος ἐλλεβόρου ῥίζα κτλ. ἢ στρόβιλον ἀκέραιον καύσας βάλε ῥάσδου κεφαλὰς θʹ, μέλιτος λιτρ. αʹ, βουτύρου ἑξαγ. εʹ, οἴνου παλαιοῦ γο ιʹ. κόψας καὶ λειώσας διὰ στόματος ἐγχυμάτιζε. | |
2.12 | Ὑποκάπνισμα εἰς μᾶλιν. Στρόβιλον καὶ παιονίαν ὑποκάπνιζε καλύψας τὴν κεφαλήν. | |
2.13 | 〈Πρὸς πᾶσαν μᾶλιν.〉 Λύχνον τὸ λεγόμενον μελάμ‐ πυρον κτλ. ἢ βίκου, φασιούλου κτλ. ἢ ἀγριοσικύου τῆς ῥίζης χυλόν, ᾠὰ δύο μετὰ ἐλαίου κοινοῦ διὰ ῥινῶν ἐγχυμάτιζε χλιαρόν. πρῶτον δὲ ἄλειφε τὰς ψύας καὶ τὸν νῶτον. | |
2.14 | Εἰς μᾶλιν ξηράν. Σικύου ἀγρίου τῆς ῥίζης χυλὸν 𐆃 αʹ κτλ. χρῖε δὲ καὶ τοὺς πόδας ἰὸν ξυστὸν μετὰ ὄξους τὸ ἀρκοῦν. ἢ ῥίζαν συκαμίνου λελειωμένην κερατ. ιβʹ μετὰ οἴνου θερμοῦ διὰ μυκτήρων ἔγχει. | |
2.15 | Διάρρινον πρὸς μᾶλιν ἀρθρίτιδα Ἱπποκράτους. Νίτρον κεκαυμένον, στρούθιον κτλ. | |
2.16 | Ἄλλως. Λαβὼν στρύχνου σπέρμα καὶ παρθενούδιον, ὅπερ λέγεται λινόζωστις, τρῖβε ἰσχυρῶς ἐπιχέων ὕδατος γο ιʹ, ἕως ἂν λεῖον γένηται καὶ σχῇ πάχος γάλακτος. εἶτα διηθήσας μῖξον μέλιτι γο ιγcʹ, οἴνου λευκοῦ γο ιʹ, ἐλαίου ὀμφακίνου | 129 |
5 | 𐆃 αcʹ καὶ ἐγχυμάτιζε δι’ ἀμφοτέρων τῶν μυκτήρων. | |
2.17 | Ἄλλως. Πέπερι, μελάνθιον ἀνὰ γο αʹ, κοκκορίζου, ὀριγάνου ἀνὰ γο ϛʹ εὐφορβίου γο αʹ λεῖα ἐμφύσα εἰς τοὺς μυκτῆρας καὶ ἐλαίῳ θερμῷ κατάβρεχε τὴν κεφαλήν. | |
2.18 | Εἰ φέρει ὑγρὰ δυσώδη διὰ τῶν μυκτήρων. *** | |
3t | Περὶ ἐλεφαντιῶντος ἵππου. | |
3.1 | Ἀφρικανοῦ. Τὸ τοῦ χερσαίου ἐχίνου ἧπαρ ἐν ἡλίῳ ξηρανθὲν ἰᾶται τοὺς ἐλεφαντιῶντας ἵππους 〈μετ’ οἴνου πο‐ θῆναι διδόμενον.〉 | |
3.2 | Σύγχρισμα εἰς τὸ αὐτό. Ἀγριοσταφίδος, σμύρνης, ἀλόης, στυπτηρίας ἀνὰ γο αʹ, ἀρσενικοῦ, μαστίχης ἀνὰ γο γcʹ, λιβάνου ἐξαγ. ζʹ, ἅλατος Γαγγρηνοῦ γο βʹ, στέατος αἰγείου γο βʹ, ἀγριοσυκῆς ῥίζης φλοιοῦ γο δʹ. ἕψει πάντα σὺν ὄξει, | |
5 | ἕως ἀφανισθῇ τὸ ὄξος, καὶ λειώσας τὸν φλοῦν βάλε κηροῦ γο αʹ, ἐλαίου γο δʹ, καὶ ἑνώσας ἀμφότερα ἕψει ἕως λυθῇ καὶ χρῶ. | |
3.3 | Ἄλλο. Ὑγροπίσσης, θείου ἀπύρου, νίτρου, κηροῦ ἀνὰ γο αʹ, τερεβινθίνης γο τὸ cʹ, σπόγγων λίθους γο γʹ, τὰ ξηρὰ κόψας καὶ σήσας καὶ τὰ τηκτὰ τήξας καὶ ἑνώσας χρῶ καὶ ἔα μέχρις ἡμερῶν τριῶν. ἢ χελιδονίας, κριθαλεύρου, ψιμυθίου | |
5 | ἀνὰ γο αʹ λειώσας καλῶς ἀναλάμβανε τῷ πρωτοστάκτῳ τοῦ σαπωνᾶ, τῷ λεγομένῳ πρωτείῳ ζωμῷ, καὶ χρῶ. ἢ λιθαργύρου, θείου ἀπύρου ἶσα κόψας καὶ σήσας ἕνωσον ἐν ὄξει σκιλλικῷ καὶ ἐπὶ πολὺ λεάνας, ὡς γενέσθαι ὕδωρ, ἐπίβαλλε ἔλαιον δά‐ | |
φνινον καὶ καρύϊνον καὶ θερμάνας χρῶ. | 130 | |
3.4 | Εἰς σφαλμόν, ὅ ἐστι ἱερὰ νόσος [ἤτοι ἐλεφαν‐ τίασις.] Συμβαίνει τὸ τοῦ σφαλμοῦ πάθος πολλάκις ὑπὸ κόπου, ἐνίοτε δὲ καὶ ὑπὸ ψύχους, ὁτὲ δὲ ὑπὸ καύματος, ἔσθ’ ὅτε καὶ ὑπὸ τροφῆς γίνεσθαι. ἐπιγνωσθήσεται δέ, εἰ σημεῖα | |
5 | φέρει τάδε· ῥίπτει ἑαυτὸν καὶ ἀποτείνεται καὶ πάλιν συγκάμ‐ πτεται καὶ τὰ σκέλη ἑκάτερα ποτὲ μὲν ἁπλοῖ, ποτὲ δὲ συσπᾷ, καὶ συρόμενος διὰ στόματος εἰς τὸ χαμαὶ κυκλεύει, θέλων δὲ ἀναστῆναι ἐμποδίζεται. ὀποπάνακα οὖν ἐκλελειωμένον οἴνῳ κεκραμένῳ θερμῷ ἐγχύμα, ἢ ἀριστολοχείαν κληματίτιδα ἢ κύ‐ | |
10 | μινον φρυκτὸν κεκομμένον. ὅτε δὲ ἀνίσταται, περιπατείτω ἐλαυνόμενος καὶ ἀνατριβέσθω δι’ οἰνελαίου. κειμένῳ δὲ χαμαὶ τροφὴν καὶ ποτὸν παράβαλε, καθὼς ὁ καιρὸς ἔχει. κἂν γὰρ ἀναστῇ, περιπατῶν πλαγιάζεται. πολλάκις δὲ ἐπικρατεῖ τὸ πάθος καὶ διὰ πλειόνων ἡμερῶν. τοῦτο ἐπὶ ἀνθρώπων ἱερὰ νόσος | |
15 | λέγεται. | |
3.5 | Ἄλλο. Νίτρον τετριμμένον λεῖον ἑξαγ. δcʹ μετὰ ὕδατος θερμοῦ γο βʹ καὶ ἐλαίου ἑξαγ. δcʹ ἐγχυμάτιζε διὰ τῆς δεξιᾶς ῥινός, μέχρις οὗ φανῇ καλῶς ἔχων. λέγεται δὲ καὶ ταυρέαν ἐλάφου ξηρὰν ξέσαι εἰς λεπτὰ καὶ μῖξαι ἅλατι καὶ δοῦναι | |
5 | φαγεῖν. ἄλλοις δοκεῖ σχάσαι κροταφιαίαν καὶ τραχηλιαίαν φλέβα καὶ κλεῖσαι εἰς σκοτεινόν, χρίειν δὲ τοὺς κροτάφους καὶ τοὺς μυκτῆρας πήγανον λεῖον μετὰ ὄξους καὶ ἐλαίου. ἢ χελώνης αἷμα, ὄξος καὶ οἶνον ἀνὰ γο εʹ, ὀποῦ Κυρηναϊκοῦ κερατ. ιή μίξας ἔγχει διὰ τῶν μυκτήρων. | |
3.6 | 〈Ἑτέρα θεραπεία.〉 Ἡ ἱερὰ νόσος νοεῖται ἀπὸ | |
ὀφθαλμῶν μάλιστα. καὶ γὰρ ὡς θεῖον ἄπυρον καθορῶνται, καὶ χολῆς δείκνυνται πεπληρωμένοι οἱ ὀφθαλμοί. καὶ γὰρ αὕτη ἡ νόσος ὡς ἐπὶ πλεῖστον ἀπὸ πλεονασμοῦ χολῆς συμβαί‐ | 131 | |
5 | νει. θεραπεύεται δὲ οὕτως· ἀσπαλάθου ἀγρίου ῥίζαν κόψας καὶ εἰς ὕδατος λιτρ. ιʹ ἐμβαλὼν ἕψει, ἕως ἂν ἀποτριτωθῇ. τοῦτο διὰ τῶν ῥινῶν τῷ ἵππῳ ἐπίχεε, ἀνεχόμενος ἐπὶ πολὺ τὸν ἵππον ἀνακρεμασθῆναι. εἰ δὲ μείζων ἀνάγκη ἀπαιτεῖ[ς], προσθήσεις τῷ ποτῷ γάρου πρωτείου γο δcʹ. εἰ δὲ αὐτὰ τὰ | |
10 | ἄρθρα ἀποσκληρύνηται κτλ. | |
3.7 | Ἄλλο ἐνεργές. Ἀφονίτρου λευκοῦ γο βcʹ, κιμωλίας, μελανθίου ἀνὰ ἑξαγ. αcʹ, βρυωνίας [ἤγουν ἀμπέλου λευκῆς] τῆς ῥίζης τὸ ἶσον, ἀλκυονίου, ὅπερ ἀρτεόνιον λέγεται, γο βcʹ, θείου ἀπύρου γο δcʹ, χαμαιλέοντος λευκοῦ ῥίζαν, πάντα λείου | |
5 | καὶ κατάπασσε. | |
4t | Πελαγωνίου πρὸς λοιμόν. | |
5t | Περὶ πνεύμονος καὶ πνευμόρρωγος καὶ περιπνευμονίας. | |
5.1 | Περὶ 〈περι〉πνευμονικοῦ. Ἐπιγνωσθήσεται ὁ περι‐ πνευμονικὸς ἐκ τούτων· ὁ τράχηλος αὐτοῦ ἀπισχναίνεται καὶ δυσπεπτεῖ κατὰ τὰς ἀρχὰς καὶ ἀνορεκτεῖ. ἐπιμένοντος δὲ τοῦ πάθους μυξώδεις χυμοὺς ἀποκρίνει καὶ ἀφροὺς ὑφαίμους διὰ | |
5 | τοῦ στόματος ἤτοι τῶν ῥινῶν ἀποβάλλει, ἔνιδρός τε περὶ τὰς μασχάλας γίνεται μετὰ πυρετοῦ, καὶ ἀνεσπασμένου τοῦ περι‐ τοναίου εὐμαρῶς, ἐὰν μὴ προληφθῇ, διαφωνεῖ. ἐγχυμάτιζε δὲ σικύῳ καὶ νίτρῳ μετὰ γλυκέος ψυχριστοῦ. τρεῖς δέ εἰσι πνευ‐ | |
μονικαὶ συμπτώσεις· ὑπόσπληνος 〈πνευμονικός, περι〉πνευ‐ | 132 | |
10 | μονικός, πνευμοσύναμμα [κοιλίας πόνον]. ἐν τούτοις οὖν ἐν ἀρχῇ τὸ φλεβοτόμον παραδίδου. εἶτα χυλὸν ἀπὸ σεμιδάλεως ποιήσας, ἕψει μετὰ σαμψύχου καὶ μέλιτος καὶ ἐγχυμάτιζε, ἢ λύκου ἧπαρ φρύξας καὶ λειώσας ἐγχυμάτιζε μετὰ οἴνου λιτρ. αʹ. | |
5.2 | Περὶ πνεύμονος. Ὁ περιπνευμονικὸς σημεῖον φέρει τὸ ἀφρὸν ἐκβάλλειν. ἐγχυμάτιζε δὲ ὑδρομέλιτι καὶ πυρία αὐτοῦ τὰς μασχάλας δεκάκις ἢ δωδεκάκις, ἵνα τὸν πνεύμονα χαλάσῃς, καὶ αἷμα ἄφελε ἀπὸ τοῦ αὐχένος. καὶ ὡς ἂν βλέπῃς τὸ | |
5 | κτῆνος, πάλιν αἷμα ἄφελε ἀπὸ τῶν μασχαλῶν. | |
5.3 | Πελαγωνίου πρὸς τὰ αὐτά. Χοιρίδιον κτλ. ἢ ἀπὸ ζύμης σιτίνης κτλ. ἢ σκόροδα κτλ. ἢ κωλῆνα χοίρειον μετὰ ὕδατος ἕψει, ὡς γένηται εἰς ὁμοιότητα κόλλης. τοῦτο μετὰ κέρατος ἐγχυμάτιζε. | |
5.4 | Ἄλλο θαυμαστὸν εἰς τὸ αὐτό. Κονδῖτον κτλ. ἢ ἑπτὰ σκώληκας κτλ. ἢ αἴγειον γάλα νεωστὶ ἀμελχθὲν δεύτερον ἐγχυ‐ μάτιζε διὰ τοῦ στόματος. ἀλλὰ καὶ στέαρ χοίρεον καὶ αὐτὸ νεαρὸν καὶ θερμὸν ὂν σὺν τῷ γάλακτι ἅμα δίδου. | |
6t | Περὶ κριθιάσεως. | |
6.1 | Ἄψυρτος Ἀμμωνίῳ κτλ. ἢ ὑοσκυάμου κτλ. ἢ χελιδόνος νοσσιὰν τρίψας μεθ’ ὕδατος πότισον, ἢ πράσου χυλὸν γο ϛʹ πότιζε. | |
6.2 | Ἄλλως. Ὅταν ἔλθῃ εἰς τοὺς πόδας ἡ κριθίασις, συμφέρει φλεβοτομεῖν ἀπὸ τῶν μεσοκυνίων, καὶ τῇ ἐπαύριον πίτυρα σὺν ὄξει καταπλάττειν, ἵνα φθείρῃ τὴν βλάβην. καὶ δέλφακος [ἤτοι λακτέντου] αἷμα ὅσον κρᾶσιν σμίγειν μετὰ οἴνου τὸ ἶσον | |
5 | καὶ ἐγχυματίζειν διὰ τοῦ στόματος. περιπατείτω δὲ καὶ ῥοϊζέσθω καὶ ἔσται ὑγιής. ἄριστον δὲ καὶ τοῦτο εὐθὺς ποιῆσαι· χνοὸς 𐆃 γʹ, ὄξους δριμέος τὸ ἀρκοῦν, κολοφωνίας 𐆃 αʹ μίξας καὶ ζέσας χρῖε ἀπὸ τῶν σφυρῶν ἕως τῶν γονάτων. | 133 |
6.3 | Ἐὰν ἵππος πυροὺς 〈παρὰ φύσιν〉 φάγῃ. Ἔριον πιναρὸν μεθ’ ὕδατος θερμοῦ καὶ μέλιτος ὀλίγου ἀναμίξας καὶ ἐκπιέσας δίδου πιεῖν. εἰ δὲ οὐ πίνει, ἔγχει διὰ τοῦ στόματος. καὶ αἷμα ἄφελε ἀπὸ τοῦ στήθους καὶ περιπατείτω ὀλίγον. | |
5 | ἀναγκαῖος δὲ καὶ ὁ διὰ τοῦ στόματος κλυστήρ. | |
7t | Περὶ φλεβοτομίας. | |
7.1 | Περὶ ἐνοχλοῦντος ἤτοι περιττεύοντος αἵματος. Ζῷον αἵματι κάμνον ταῦτα σημεῖα δείκνυσιν. ὀφθαλμοὶ οἰδαί‐ νουσι, τὸ σῶμα ψυχρὸν καὶ ὁ τράχηλος, στυγνότης αὐτῷ ἐπι‐ γίνεται, δυσχερῶς κατακλίνεται. τούτῳ δὲ τῷ τρόπῳ ἰαθήσεται· | |
5 | τροφῆς καὶ ποτοῦ ἀφέξεται, καὶ τοῦ ὕπνου παρασχεθήσεται αὐτῷ εὐπορία καὶ ἁπαλῶν ὑποστρωμάτων. ἔπειτα ἀπὸ τῆς μητρικῆς ἤτοι τῆς καθόλου φλεβός, ὅσον ἂν ἡ χρεία ἀπαι‐ τήσῃ, αἷμα ἀφαιρεθήσεται. οὔτε δὲ ἡ τοῦ ἐγχυματισμοῦ θε‐ ραπεία σχολάσει. χαμαίδρυος τοιγαροῦν καὶ κενταυρίου μετὰ | |
10 | ῥόδων καὶ νίτρου, ἶσα πάντα λεπτῶς κοσκινισθέντα, μεστὸν κοχλιάριον μετὰ ἡμίνης ὕδατος χλιαροῦ ἐγχεῖται τῷ στόματι. τοῦτο τὴν ὑγρότητα καὶ τὸ αἷμα καὶ τὰς ἐπικειμένας πάσας νόσους καθαίρει καὶ θεραπεύει. | |
7.2 | Ξηρίον 〈ἴσχαιμον.〉 Κηκῖδας τρίψας καὶ χάλκανθαν πρόσμιξον ἐλάφου τρίχας καὶ λαγωοῦ καὶ ἐπιτίθει. τοὺς μέντοι ἐπιβάτας ὄνους φλεβοτομεῖν δεῖ περὶ καλάνδας Μαρτίας προλαμβάνοντας τὴν ὀχείαν, ἀλλὰ καὶ τοὺς βόας πρὸ ἡμερῶν | |
5 | τριῶν τοῦ μέλλειν χλοάζειν ὑπὲρ τὴν ῥῖνα. | 134 |
7.3 | Ἄλλως. Λαβὼν λιβάνου μάννην μότου τὸν τόπον καὶ ἐπιτί‐ θει μοτοφύλακα οἴνῳ ἐπηρδευμένον. εἶτα ἔριον ἐπιτίθει καὶ οὕτως ἐπίδησον. τῇ δὲ ἑξῆς ἐμβρεχέσθω ὁ τόπος οἰνελαίῳ ἐπικει‐ μένων τῶν ἐπιδέσμων, καὶ τοῦτο ἐπὶ τρεῖς ἢ τέσσαρας ἡμέρας. | |
5 | εἶτα λυέσθω καὶ τῇ λοιπῇ τῶν ἑλκῶν θεραπείᾳ θεραπευέσθω. | |
8t | Περὶ τῶν ἐν ὀφθαλμοῖς παθῶν. | |
8.1 | 〈Ἔμπλαστρον πρὸς ὑποχύσεις. Ἡ θεία σοφία καὶ τοῦτο ἐμηχανήσατο, ὡς ἄν, εἰ χρεία γένηταί ποτε, μητ’ ἀνα‐ πλεῦσαι τὴν κατασπασθεῖσαν ὑπὸ σχίνου τῆς ἰατρικῆς ὕλην, μήτε μὴν ὀργάνου δεηθῆναι πρὸς διακοπὴν χιτῶνος ὀφθαλμοῦ. | |
5 | τὴν δὲ σιδηρίζουσαν ὑπόχυσιν〉 ἐξορισθῆναι τῇ θεραπείᾳ χρῆσθαι τῇδε· λίθου Μαγνητίδος γο αʹ, νίτρου Ἀλεξανδρηνοῦ γο τὸ cʹ, τερεβινθίνη, ὁπόση ἀναλαβεῖν ταῦτα δύναται εἰς τὸ ποιῆσαι ἔμπλαστρον. ταύτην τὴν ἔμπλαστρον ἐπίθες ἀπὸ τῆς ὀφρύος ἕως κάτω τοῦ μήλου, φυλάσσων διὰ μέσου τῆς ἐμ‐ | |
10 | πλάστρου τὴν χρῆσιν τῶν ὀφθαλμῶν, ὡς κινεῖσθαι δύνασθαι τὰ βλέφαρα, καὶ πυκνότερον ἀφαιρῶν κατάμασσε. | |
8.2 | Εἰς αἰγίλωπα. Λουπινάριον ξηρὸν σχίσας μέσον χρίσας σιάλῳ ἐπίθες. τοῦτο πολλάκις ποιήσας ὑγιάσεις. ἢ πή‐ γανον εἰς λεπτὰ κόψας μίξας κόπρῳ ἀνθρωπίνῃ ἐπίθες τῷ τόπῳ. ἢ λουπινάρια κόψας καὶ σήσας, κύμινον Ἑλλαδικόν, | |
5 | σμύρναν λευκὴν καὶ καθαράν, χυλὸν πηγάνου καὶ χυλὸν φύλλων ῥοδακινέας μετὰ ὄξους δριμυτάτου ζύμωσον, καὶ ποιήσας ἐμ‐ πλαστρῶδες ἐπίθες. ἢ πηγάνου χυλὸν μετὰ χαλβάνης ἀναζυ‐ | |
μώσας ἐπίθες δὶς τῆς ἡμέρας. προσέχειν δὲ δεῖ τῇ εὐαισθησίᾳ καὶ δυσαισθησίᾳ τοῦ θεραπευομένου ὀφθαλμοῦ. ὅσοι γὰρ | 135 | |
10 | ὀφθαλμοὶ κατὰ φύσιν βλεφαρίδας ἔχουσιν αἵματος μεστάς, καὶ ὅσοι γλαυκοί, οὐδ’ ὅλως φέρουσι τὴν ἐκ τῶν κολλουρίων στῦψιν. ὅθεν ὑδατωδέστερα καὶ ἄδηκτα τούτοις προσακτέον φάρμακα. | |
8.3 | Κολλούριον μονοήμερον καλούμενον διὰ τὸ ἀπὸ μιᾶς ἐγχρίσεως θεραπεύειν, ἐνεργεῖ δὲ καὶ πρὸς τὰς χρονίας καὶ δυσλύτους διαθέσεις καὶ μάλιστα, ἐφ’ ὧν καὶ τὰ βλέφαρα τετράχυνται. χρῶ δὲ μεθ’ ὕδατος. εἰ | |
5 | δὲ καὶ σφοδρὰ ᾖ ἡ φλεγμονή, μετὰ λευκοῦ ᾠοῦ ἐγ‐ χυμάτιζε. ἔχει δὲ οὕτως· Καδμίας, κόμεως ἀνὰ γο γʹ, χαλ‐ κάνθης, χαλκίτεως ὀπτῆς, ὀπίου, μέλιτος ἀνὰ γο αcʹ, πεπέρεος κοκκία καʹ, ὕδατος τὸ ἀρκοῦν. | |
8.4 | Ἄλλως· ὁ Ἀντωνίνου, ἀναπληρῶν βόθρους καὶ σμήχων οὐλὰς καὶ ἀποκρούων πάνυ καλῶς τὰς φλε‐ γμονάς. Καδμίας, ψιμυθίου ἀνὰ γο γʹ, ἀκακίας γο βʹ ἑξαγ. αcʹ, ὀπίου ὁμοίως, κόμεως, τραγακάνθης, ἀμύλου ἀνὰ γο αʹ κερατ. | |
5 | ιηʹ, σμύρνης ἑξαγ. βʹ κερατ. ϛʹ, χαλκοῦ ἑξαγ. αʹ κερατ. γʹ, κρόκου ὁμοίως, ταῦτα ὕδατι λείου καὶ χρῶ. | |
8.5 | Πρὸς αἰγίλωπα. Τούτους ἰᾶται σάπων Γαλλικὸς ἐπι‐ τεθεὶς ἢ χολὴ χοιρέα ξηρὰ ἢ κόπρος ὄρνιθος χρυσίζουσα συν‐ λειωθεῖσα κρηταρίῳ ἄχρι συστάσεως ἐμπλάστρου καὶ ἐπιτεθεῖσα πολλάκις ἢ γάλα μελαίνης αἰγὸς γινόμενον τυρὸς πρόσφατος | |
5 | τιθέμενος τῷ τραύματι δὶς τῆς ἡμέρας. καθαίρει γὰρ καὶ σαρκοῖ καὶ ἀπουλοῖ. μετὰ δὲ τὴν ῥῆξιν τοῦ αἰγίλωπος τὴν ἔσω τοῦ καλάμου εἰς τοὺς κονδύλους εὑρισκομένην τζύπαν ἐπιτίθει. δόκιμόν ἐστι. | |
8.6 | 〈Ἀφρικανοῦ ὀφθαλμικόν. Ἡ χελιδὼν φέρει πόας τινὸς χυλόν, ἐξ οὗ εἰ ἀποστάζοι εἰς γῆν, ἐκ τῆς σταγόνος ἑτέρα πόα φύεται, ἣ τῆς ἀποβαλούσης ἐστὶν ἐπώνυμος. ἄνεισι δὲ κἂν ἀποπατήσωσιν εἰς γῆν μετασχόντες αὐτῆς οἱ νεοττοί. | 136 |
5 | θαυμαστὸν δὲ τοῦτο καὶ ὀξὺ πρὸς ἀμβλυωπίαν φάρμακον, λε‐ πτύνει τε κατ’ ὀλίγον καὶ τὰ ἐκ τραυμάτων λευκώματα καὶ ἀποκαθίστησι τὸν ὀφθαλμὸν εἰς τὸ τοῦ ἀπαθοῦς σχῆμα. ἡ δὲ ἀπ’ αὐτῆς γενομένη ἀπονωτέρα, καὶ κατορθοῦσα δὲ ἧττον. τοὺς μέντοι γλαυκωπίας ἀποσοβεῖ τριβομένη. καὶ αὐτῆς ἡ | |
10 | κόνις μεθ’ ὕδατος ὥσπερ ἡ πρόσθεν πᾶν ἔδρασεν. εἴ τις γὰρ εὐτύχησε τὴν πρώτην ἑλεῖν, ἀνέῳξεν ἂν καὶ τυφλοὺς ὀφθαλ‐ μούς. — | |
8.7 | Λίθοι δὲ εὑρισκόμενοι δύο ἐν ταῖς γαστράσι τῶν νεοττῶν ἀνασχισθέντων ὀξεῖ καλάμῳ [ἐν θατέρῳ·〉 γὰρ εὑρίσκονται] λευκὸς καὶ μέλας τυθείσης περιστερᾶς λευκῆς καὶ ἐπικληθείσης αὐτῆς Ἀφροδίτης, ἐμβάλλονται ὅρμῳ χρυσῷ | |
5 | καὶ πᾶσαν ἀπείργουσιν ὀφθαλμίαν. [τοὺς μέντοι νεοττοὺς ἐαρινοὺς ἀνατεμὼν λίθοις ἐντεύξει τῇ γαστρί, ὧν ὁ μὲν ποι‐ κίλος, ὁ δὲ καθαρός. πρὶν οὖν γῆς ψαῦσαι κατάδησον δέρματι νεβροῦ ἢ μόσχου πρὸς τὴν μεγάλην νόσον, καὶ τάχα μὲν ἰάσῃ, πάντως δὲ μειώσεις τὴν ἐπιληψίαν.] ἀνατέμνειν δὲ δεῖ εἰς | |
10 | τοῦτο τοῦ μηνὸς ἀρχομένου καὶ ἰόντος ἀναδεχόμενον. — | |
8.8 | καὶ χολὴν δὲ πέρδικος ἀμβλυωπίας ἴασιν εἶναι 〈καὶ〉 ὑποχύσεώς φασι μέλιτι Ἀττικῷ συγκραθεῖσαν· ὃ καὶ φανερὸν πολλοῖς. καὶ τὰ ὄμματα τοῦ γυπὸς ἐνδεθέντα ὀθόνῃ καθαρᾷ προσφε‐ | |
5 | ρόμενά τε ὀφθαλμοῖς καθ’ ἑκάστην ἡμέραν ἀμβλυωπεῖν οὐκ ἐᾷ, οὐ μὴν οὐδὲ ὑπόχυσιν ἵστασθαι. κυνείῳ δὲ δέρματι ὀφθαλ‐ | |
μὸς αὐτοῦ περιαφθεὶς ὀφθαλμιᾶν οὐκ ἐᾷ. ἡ δὲ χολὴ αὐτοῦ μετὰ χυλοῦ πρασίου καὶ μέλιτος Ἀττικοῦ καταχριομένη πᾶσαν ἀμαύρωσιν καὶ ἀχλὺν ὀμμάτων περιαιρεῖ καὶ τὰς ἀρχομένας | 137 | |
10 | ὑποχύσεις οὐκ ἐᾷ συστῆναι. — | |
8.9 | ὀφθαλμοὶ δὲ βατράχου ζῶντος ἀφαιρεθέντες καὶ περιαφθέντες ἐν λινῷ ῥάκει ἀριστερῷ βραχίονι ἢ τῷ τραχήλῳ φορούμενοι ἀπαθεῖς τοὺς ὀφθαλμοὺς φυλάττουσιν. κἂν ἀλγοῦντι δὲ περιάψῃς, λύσεις τὸ πάθος. | |
5 | τὸν δὲ βάτραχον ἀπολύειν χρή, ὅθεν ἐλήφθη. καὶ ἡ χολὴ δὲ αὐτοῦ πρὸς ὀξυωπίαν καὶ ὑπόχυσιν ἐναλείφεται. οὐδὲν δὲ μεῖζον τοῦδε πρὸς ὀξυωπίαν· ῥίζαν κισσοῦ οἷα κολλύρια ποίησας βάλε εἰς πυξίδα χαλκοῦ ἐρυθροῦ ἅμα παιδίου οὔρῳ νηπίου, καὶ περιδήσας ἀσφαλῶς κατάχωσον εἰς ἱππείαν κόπρον | |
10 | ἐπὶ μʹ ἡμέρας. εἶτα ἑλκόμενος ἀπότριβε ἐπὶ ἀκόνῃ καὶ ποίει ὡς κολλύρια σὺν τῷ ἐνόντι ὑγρῷ, καὶ θαυμάσεις τὴν ἐνέργειαν, παύσεις δὲ καὶ ἀρχομένας ὑποχύσεις. | |
8.10 | Πρὸς ὑπόχυσιν. Ἀετοῦ χολὴν ἔγχριε. | |
8.11 | Πρὸς ἀμβλυωπίαν. Ἀμμωνιακὸν μεθ’ οὔρου παιδὸς ἀφθόρου ἀναλαβοῦ καὶ χρῶ. | |
8.12 | Πρὸς ὀφθαλμίαν ἀνώδυνον διὰ πείρας. Κιμω‐ λίας καλῆς γο γʹ, ἀνδράχνης χυλοῦ γο γʹ, μίξας ἀμφότερα ἐπιτίθει τῷ ὀφθαλμῷ, καὶ ὅταν ξηρανθῇ, ἔπαρον, καὶ μετὰ τοῦ χυλοῦ τῆς ἀνδράχνης λειώσας ἐπίχριε πάλιν. | |
8.13 | Πρὸς ῥεῦμα ὀφθαλμοῦ. Κρόκον λειώσας μετὰ γά‐ λακτος γυναικείου ἐπίχριε, ἢ ὀδόντα πρωτόβολον ὀνάδος λειώσας ἔγχριε σὺν τῷ λευκῷ τοῦ ᾠοῦ. ἢ κονίαν τὴν ἀναπεπταμένην ἐν τοῖς χαλκείοις λαβὼν καὶ λειώσας μετὰ κρόκου ᾠοῦ ἐπιτίθει | |
5 | ἀπὸ κροτάφου εἰς κρόταφον τιθεὶς στυπεῖον. ἢ πηγάνου ῥίζαν ἄρας τῇ ἀριστερᾷ χειρὶ περίαπτε λέγων· αἴρω σε πρὸς | |
ὀφθαλμοῦ πόνον τοῦ ἵππου τοῦδε τοῦ καλουμένου τόδε. ἢ ἄλευρον κρίθινον καὶ ἄσβεστον καὶ κρόκον μετὰ μέλιτος φυράσας τράκτωσον τὸ μέτωπον. | 138 | |
8.14 | Πρὸς ἐπιδρομὴν ὀφθαλμοῦ. Χολὴν ἀλέκτορος βαλὼν εἰς ἀργυρᾶν πυξίδα ἔνσταζε τῷ ὀφθαλμῷ. | |
8.15 | Ἀνακόλλημα εἰς ῥεῦμα ὀφθαλμῶν καὶ εἰς λοιπὰ ῥεύματα. Μαστίχην, λίβανον, λάδανον ξηρόν, ἀλόην, σώχ, πάντα κόψας καὶ σήσας ἀναλαβοῦ ᾠῶν τοῖς λευκοῖς καὶ χρῶ. | |
8.16 | Πυρία εἰς ῥεῦμα ὀφθαλμοῦ. Μυρσίνης, ῥοῦ βυρ‐ σικοῦ, ῥόδων φύλλα, κηκῖδας, κωδυίας, στυπτηρίας σχιστῆς, βάτου ῥίζης ἕψει σὺν ὄξει, καὶ μετὰ τοῦ ἀφεψήματος πυρία τοὺς ὀφθαλμοὺς σπόγγῳ. ἐνεργεῖ δὲ καὶ τὸ ὀξύκρατον πυ‐ | |
5 | ριώμενον ὁμοίως σπόγγῳ. ἢ μελίλωτον, τῆλιν, ῥόδα, φοινίκων σάρκας καὶ κωδυίας ἕψει μετὰ ἑψήματος ἢ ὀμβρίου ὕδατος καὶ πυρία σπόγγῳ. | |
8.17 | Πρὸς λευκώματα. Ἄρτον καύσας καὶ ἅλας ἀμμω‐ νιακὸν μετὰ καὶ ἀλόης ἡπατικῆς λειάνας χρῶ, ἀποκαθαίρει γάρ. | |
8.18 | Κολλύριον πρὸς τὰ αὐτά. Ἁλὸς ἀμμωνιακοῦ, ἀλόης ἡπατικῆς, κινναμώμου, ξυλοκινναμώμου ἀνὰ γο αʹ, ἐλαίου ῥο‐ δίνου τὰ ἀρκοῦντα. | |
8.19 | Πρὸς παλαιὰ λευκώματα. Κηκιδίων λιτρ. αʹ, χαλ‐ κάνθου γο αcʹ, σμύρνης γο ϛʹ, μίξας καὶ λεάνας ἔμβαλε μετὰ μέλιτος Ἀττικοῦ ἢ Κρητικοῦ καὶ συνλεάνας ἱκανῶς ἀπόθου καὶ ἐπὶ τῆς χρείας ἄλειφε. | |
8.20 | Πρὸς λευκώματα καὶ ἑλκώματα. Λαβὼν προβά‐ τειον μυελὸν ἐκ τῶν μηρῶν κάθαρον μὴ ἔχειν ὀστάριον καὶ τρῖψον ἐν θυίᾳ ἰσχυρῶς παραμίξας κηκίδων γο ϛʹ καὶ μέρος χηνείου στέατος. εἶτα συλλεάνας ἀπόθου καὶ χρῶ τοῖς κατὰ | |
5 | βάθος ἕλκεσι καὶ ἀναπληρώσεις. | 139 |
8.21 | Ὀφθαλμικόν. Κενταυρίου τὴν ῥίζαν πλύνας ἕψει ἐν ὕδατι, ἕως ἂν γένηται τακερά, καὶ ἀποπιάσας τὸν ** ὅταν δὲ μεσασθῇ, βάλε εἰς αὐτὸν κρόκον, σμύρναν, νάρδον Συριακὴν καὶ πάλιν ἕψει. ἕως ἂν σχῇ μέλιτος πάχος, καὶ ἀπόθου ἐν ἀγ‐ | |
5 | γείῳ ὀστρακίνῳ καὶ χρῶ πρὸς τὰς ὀφθαλμίας τῶν κτηνῶν καὶ τὰ ἑλκώματα. ὠφελεῖ δὲ καὶ ἀνθρώπους πρός τε ὀφθαλμίαν καὶ ὠτὸς πόνον καὶ αἰδοῖα καὶ τραύματα πρόσφατα. | |
8.22 | Πρὸς ῥεύματα ὀφθαλμῶν. Σηπίας ὄστρακον, κρο‐ κοδειλέας κόκκους λʹ, κηκίδων ἑξαγ. γʹ, ἀμμωνιακοῦ ἑξαγ. αcʹ, κροκομάγματος ἑξαγ. βʹ κερατ. ϛʹ, πεπέρεως λευκοῦ κοκκία ιʹ, λιβάνου, κισσοῦ χυλὸν τὸ ἀρκοῦν λειώσας μετὰ μέλιτος ἔγχριε. | |
5 | ἐὰν δὲ πρόσφατος ᾖ καὶ φλεγμαίνῃ, χρῶ τούτῳ· ᾠοῦ τὸν κρόκον μετὰ ἐρίου ἐπιδέσμει τῷ ὀφθαλμῷ. ἄριστον δὲ καὶ τοῦτο· κροκόδειλον κρατήσας καὶ ἀναπτύξας *** | |
9t | Περὶ ἑτεροφθάλμου καὶ ἀλφορύγχου. | |
10t | Περὶ ὀχείας καὶ περὶ ἱππάδος συλλήψεως καὶ καθάρσεως καὶ περὶ τοῦ γνῶναι εἰ ἄρσεν ἢ θῆλυ τὸ συλληφθὲν καὶ περὶ ἐντατικῶν. | |
10.1 | 〈Ἀφρικανοῦ ἤτοι Αἰλιανοῦ. Ἔστι μὲν καὶ ἐκ τῶν ἄλλων ὁ ἵππος γαῦρον. καὶ γὰρ καὶ τὸ μέγεθος καὶ τὸ τάχος αὐτὸν καὶ τοῦ αὐχένος τὸ ὑψηλὸν καὶ ἡ τῶν σκελῶν ὑγρότης καὶ ἡ τῶν ὁπλῶν κροῦσις, πάντα ἐς φρύαγμα καὶ τῦφον〉 | |
5 | ἀνάγει. μάλιστα 〈δὲ〉 κομῶσα ἵππος ἁβρότατόν ἐστι καὶ θρυ‐ | |
πτικώτατον. ἀτιμάζει γοῦν ἀναβῆναι τοὺς ὄνους αὐτῇ, ἵππῳ δὲ ἥδεται καὶ ἑαυτὴν ἀξιοῖ τῶν μεγίστων. ὅπερ οὖν συνειδότες οἱ βουλόμενοι ἡμιόνους σφίσι γενέσθαι ἀποθρίσαντες τῆς ἵππου τὴν χαίτην εἰκῆ καὶ ὡς ἔτυχε, τοὺς ὄνους ἐπάγουσιν. | 140 | |
10 | ἡ δὲ ὑπομένει τὸν ἄδοξον ἤδη γαμέτην, πρῶτον αἰδουμένη. καὶ Σοφοκλῆς δὲ ἔοικε μεμνῆσθαι τοῦ πάθους. | |
10.2 | Τοῦ αὐτοῦ περὶ συλλήψεως γενῶν. Καὶ οὑτωσὶ μὲν τὰ γένη φιλοκρινήσεται κατὰ φύσιν. γεννηθήσεται δὲ τεχνικῶς ἄρρεν μέν, 〈εἰ〉 ἐπιχρίσεις τὸ μόριον τοῦ ἵππου αἵματι λαγωοῦ καὶ ταμίσῳ (ὅ ἐστι πυτία λαγωοῦ νεογνοῦ), | |
5 | θῆλυ δέ, εἰ στέατι χηνείῳ ἅμα ῥητίνῃ τερεβινθίνῃ ἑξῆς ἡμερῶν τριῶν τὸ τῆς θηλείας ἵππου αἰδοῖον ὑποχρίσεις καὶ τῷ ἵππῳ εἰς ὀχείαν ὑποστήσεις. | |
10.3 | Ἐὰν μὴ δύναται γεννῆσαι ἵππος. Γράψον εἰς τὰς δύο πλευρὰς αὐτῆς τὸν τεσσαρακοστὸν ἕβδομον ψαλμὸν ἕως τοῦ· ἐκεῖ ὠδῖνες ὡς τικτούσης. | |
10.4 | Περὶ συλλήψεως θηλείας ἵππου στείρας πάνυ ἀναγκαῖον, ἐκ πολλῆς γὰρ πείρας ἔχων ἔγραψα. Θαλασ‐ σείας πορφύρας ἤγουν κογχύλης αἵματος 𐆃 γʹ καὶ νίτρου 𐆃 αʹ καὶ ῥητίνης τερεβινθίνης λιτρ. βʹ εἰς τὸ αἰδοῖον τῆς ἵππου | |
5 | ἔμβαλε. ἐκ τούτου γὰρ καθαρισθεῖσα ἐξ ἀγόνου τοκὰς ἔσται. | |
10.5 | Πρὸς τὸ συλλαβεῖν στεῖραν ἵππον. Δεσμὴν πράσου κτλ. ἢ λαβὼν κτλ. εἰς τὸ αἰδοῖον τῆς ἵππου ἔμβαλε. | |
ἐκ τούτου γὰρ καθαρισθεῖσα ἐξ ἀγόνου τοκὰς ἔσται. ἢ ἐν χαρτίῳ γράψας περίαπτε· Αὐτόμαται δὲ πύλαι μύκον | 141 | |
5 | οὐρανοῦ, ἃς ἔχον Ὧραι. | |
10.6 | Παρορμητικὰ ἀφροδίσια ἵππων. Κρόκος μετὰ γλυ‐ κέος οἴνου πινόμενος οὐ πολὺς ἐνεργεῖ, ἢ ἀσκαμμωνία μεθ’ ὕδατος ἀνατριβομένη, ἢ κόστος λεῖος μεθ’ ὑδρομέλιτος πινό‐ μενος, ἢ ἡδυόσμου χυλὸς ἢ ἀλέκτορος ὄρχις ὁ δεξιὸς ἁλι‐ | |
5 | σθεὶς καὶ εἰς δέρμα κριοῦ δεθεὶς καὶ τῷ τραχήλῳ τοῦ ἵππου κρεμασθεὶς ἐνεργεῖ, ἢ ὄρχις ἐλάφου ξηρὸς ἀποξεσθεὶς καὶ μετὰ μελικράτου ποτισθείς. | |
10.7 | Πρός 〈τὸ〉 εὐγαλακτεῖν. Κριθὰς ἐν ὕδατι βρέξας αὐτὰς μὲν δίδου φαγεῖν, τὸ δὲ ὕδωρ πότιζε, καὶ αὔξει τὸ γάλα. | |
10.8 | Ἀφρικανοῦ περὶ γενέσεως ἵππων. Ἂν μὲν οὖν ἄρρεν τεχθῆναι θέλῃς, πρὸς τὴν ἀνατολὴν τοὺς ἵππους τρέπε, ἵνα μιγνύμενοι βλέπωσι τὸν ἥλιον. αἱ δυσμαὶ γὰρ τίκτουσι τὰ θήλεα, ὡς Μαυρούσιος 〈ὁ〉 ἱπποφορβὸς διηγήσατο. καὶ | |
5 | γάρ, ὡς ὁ πάντων λόγος, τοὺς ἄρρενας ἵππους τῷ Ἡλίῳ ζεύ‐ γνυσθαι καὶ τούτοις ἄγεσθαι τὴν φλόγα πεπίστευται, τὰς δὲ θηλείας τὴν Νύκτα ἄγειν φασί. καὶ δικαίως μέν· ἀρρενο‐ ποιὸς μὲν ὁ Ἥλιος, ὁμωνύμου δὲ φύσεως ἡ Σελήνη τυγ‐ χάνει μήτηρ. | |
10.9 | Τοῦ αὐτοῦ ἀναληπτικὰ δυνάμεως. Μυρ〈ρ〉ίς ἐστι βοτάνη τῷ κωνείῳ τὰ πάντα παραπλησία πλὴν τοῦ ἄνθους, ὃ δὴ καὶ αὐτὸ ὅμοιον μέν ἐστι, μικρότερον δὲ πολλῷ· ῥίζαν δὲ ἔχει ὡς παρεμφέρουσαν ἐπιμήκη, εὐώδη σφόδρα καὶ ἡδίστην | |
5 | ἐν τῷ τρώγειν. εὑρίσκεται δὲ ἐν τοῖς ἐργασίμοις χωρίοις· ταύτην ὁλόκληρον ἐπιμελῶς τρίψας εἰς καθαρὰν πτισάνην εὖ μάλα ἡψημένην ἐμβάλλειν χρὴ καὶ συνεψεῖν ἐπιμελῶς κινοῦντας. | |
ἔπειτα οἴνου εὐωδεστάτου τοσοῦτον ἐπιβάλλειν, ὡς μὴ λίαν ἐξυγρᾶναι τὴν πτισάνην, καὶ νῆστιν ἐγχυματίζειν· τούτου | 142 | |
10 | ἄμεινον βοήθημα πρὸς τοῦτο ‖ οὐκ ἄν τις εὕροι. εἰ δὲ ἀπορεῖ τῆς ῥίζης, πτισάνῃ συνεψήσας ὑείους μυελοὺς καὶ μάλιστα νωτιαίους οἴνῳ τε ὁμοίως ἐπιβαλών, δευτερεῦον ἕξει βοήθημα πρὸς τὸ προκείμενον. | |
10.10 | Ἐκ τῶν Ἀριστοτέλους περὶ ὀχείας. Ἵππος ὀχεύειν ἄρχεται διέτης καὶ ὀχεύεται, ὥστε καὶ γεννᾶν. τὰ μέντοι ἔκγονα κατὰ τούτους τοὺς χρόνους ἐλάττω καὶ ἀσθενικώτερα. ὡς δὲ ἐπὶ τὸ πλεῖστον τριέτης ὀχεύει καὶ ὀχεύεται. οὗτος καὶ ἐπι‐ | |
5 | δίδωσιν ἀεὶ [καὶ] ἐπὶ τὸ βέλτιον τὰ ἔκγονα γεννᾶν μέχρις ἐτῶν κʹ. ὀχεύει δὲ ὁ ἵππος ἄρρην μέχρις ἐτῶν λγʹ, ἡ δὲ θή‐ λεια ὀχεύεται μέχρι μʹ ἐτῶν, ὥστε σχεδὸν συμβαίνει διὰ βίου γίνεσθαι τὴν ὀχείαν. ζῇ δὲ ὡς ἐπὶ τὸ πολὺ ὁ μὲν ἄρρην περὶ πέντε καὶ τριάκοντα ἔτη, ἡ δὲ θήλεια πλείω μʹ. ἤδη δέ τις | |
10 | ἐβίωσεν ἵππος ἔτη οεʹ. | |
10.11 | Περὶ συλλήψεως θηλείας ἵππου Ἀψύρτου. Ἄψυρτος Ἱπ‐ ποκράτει χαίρειν. εἰδέναι σε καὶ τοῦτο βούλομαι, ὡς, ἐὰν ἱππὰς τὸ τοῦ ἄρρενος καταβαλλόμενον αὐτῇ σπέρμα μὴ κρατεῖ ἀλλ’ ἐξουρεῖ, ἐπάλειφέ σου ἐλαίῳ τὴν χεῖρα, καὶ τοὺς δακτύ‐ | |
5 | λους ἐξονυχίσας κάθες αὐτὴν διὰ τῆς φύσεως καὶ ἅψαι τῆς μήτρας. καὶ ἐλαίῳ μετὰ ἐρίου ἀποσπογγίσας ποίει πεσσὸν ἐκ πορφύρας ἀληθινῆς, καὶ ὀποβαλσάμῳ τοῦτον βρέξας ἢ κυ‐ πρίνῳ ἐπιτίθει τῇ μήτρᾳ, καὶ εὐθὺς ἔα τὴν ἵππον ὀχευθῆναι τῷ κήλωνι. μετὰ δὲ τὸ κατελθεῖν τὸν ἵππον μὴ ἔα τὴν θή‐ | |
10 | λειαν ἵστασθαι, ἀλλὰ παρότρυνε τρέχειν. οὕτω γὰρ ἂν τὸ καταβαλλόμενον ἐπισχεθείη σπέρμα. — | 143 |
10.12 | ἐὰν δὲ ἐκ ψύξεως ὁ τῆς μήτρας ἀποκλεισθῇ πόρος, προσάντλει οἴνῳ παλαιῷ καὶ παραβιάζου τὸν τόπον τῷ δακτύλῳ, καὶ ἀνοίξας ὦσον πεσσὸν ἐξ ἐρίου ἀπλύτου γεγενημένον, ἐπιχέων ἅλας αὐτῷ καὶ νίτρον | |
5 | ὠμόν. εἶτα εὐθέως τὸν ὀχευτὴν τῇ ἵππῳ ἐπάφιε, καὶ πρὶν ἀποκρῖναι τὸν ἵππον, ἆρον τὸν πεσσὸν καὶ πάλιν ἐπάφιε, καὶ συλλήψεται. ἐὰν δὲ ἢ ἐκ τραύματος ἢ ἄλλης πληγῆς ἢ πάθους λοιμικοῦ προσουλώσῃ ὁ πόρος ἢ διπλωθῇ, ἔκτεμνε τὸ ἀδικοῦν καὶ κατὰ φύσιν ποίει, ἢ θαλασσείᾳ πορφύρᾳ ἔκμασσε. εἶτα | |
10 | λίβανον, σμύρναν, κρόκον καὶ νίτρον ῥοδίνῳ καὶ μέλιτι συν‐ λεάνας, παρέγχει μέχρις ἡμερῶν δύο, προκαταντλήσας εὐκράτῳ καὶ ἐλαίῳ διατρίψας, καὶ μεθ’ ἡμέρας κʹ 〈κ〉λύσον τὴν μή‐ τραν γάλακτος γο γʹ. τοῦτο δὲ ποίει ἐπὶ ἡμέρας λʹ, καὶ συλ‐ λήψεται ἡ ἵππος, κἂν στεῖρα ᾖ. | |
10.13 | Ἐντατικὸν ὥστε ἵππον κήλωνα πολλὰ ὀχεύειν. Οὐρὰν ἐλάφου καύσας κτλ. ἢ ἐλαίου παλαιοτάτου 𐆃 αʹ, σκώ‐ ληκας τιθυμάλλων Ϟϛʹ. τούτους δὲ συνάγειν ἐν τῷ θέρει, ὅταν ἡ βοτάνη ἀκμάζει καὶ ἐν τῷ ἐλαίῳ ἐμβάλλειν καὶ ἐᾶν ἡμέρας | |
5 | ἑπτά. ἐπὶ δὲ τῆς χρείας τρῖβε τῷ ἐλαίῳ τὴν ὀσφῦν καὶ τοὺς ὄρχεις. τὸ αὐτὸ δὲ ποιοῦσι καὶ αἱ τῆς πίτυος κάμπαι. ἢ μαν‐ δραγόρου ἄρρενος μῆλα τρίψας καὶ μίξας μετὰ μέλιτος καὶ οἴνου ἐγχυμάτιζε. καὶ ἠρυγγίου δὲ τὸ μῆλον φορούμενον ὠφελεῖ. ἢ εὐζώμου σπέρμα ἑξαγ. τὸ cʹ, πεπέρεως κερατ. ϛʹ | |
10 | λειώσας μετὰ οἴνου ἐγχυμάτιζε. ἢ ἀνήθου σπέρμα ὥριμον κερατ. ιηʹ σὺν οἴνῳ λειοτριβήσας ἐγχυμάτιζε. ἢ σκίγκου οὐρᾶς, ζιγγιβέρεως, καρδάμου σπέρμα, εὐζώμου σπέρμα, πυρέθρου ἀνὰ ἑξαγ. αcʹ, πέπερι, καρυόφυλλον ἀνὰ κερατ. ιηʹ. ἡ τελεία δόσις ἑξαγ. βʹ κερατ. ϛʹ, ἄλλοις ἑξαγ. αcʹ, τὸ δὲ ἔλαττον κερατ. ιηʹ. | |
10.14 | Πεσσὸς συλληπτικός. Κρόκου γο αʹ μυελοῦ ἐλαφείου, στέατος χηνείου, πυτίας λαγωοῦ, προπόλεως, ἐλαίου κρινίνου τὰ ἶσα σκεύαζε καὶ χρῶ. ἢ καστορίου, ὑσσώπου, μέλιτος, βου‐ τύρου, στέατος χοιρείου ἀνὰ γο αʹ, ἐλαίου κυπρίνου τὸ ἀρκοῦν. | 144 |
10.15 | Ἀφρικανοῦ. Πρὸς 〈τὸ〉 πολλὰ καὶ ἀπόνως ἀφροδισιάζειν. Σκίγκου τὰ κρέα ἐν οἴνῳ κεκραμένῳ 〈εὐώ〉‐ δει τὸ ζῷον ἐγχυμάτιζε. | |
10.16 | Εὐτόκιον γενναιότατον πάνυ. Πολύγονόν ἐστι πόα πολλὴ πανταχοῦ, ὅπερ λέγεται καὶ δρῶσα. ἥτις ἐνδεθεῖσα χορίῳ κυνὸς ἐσμυρνισμένῳ καὶ ὡς χρὴ κεκαθαρμένῳ καὶ πε‐ ριαφθεῖσα αἰτία κυήσεως γίνεται. ἵνα δὲ ὃ θέλεις συλλάβῃ | |
5 | τὸ ζῷον, εἴτε ἄρρεν εἴτε θῆλυ, λινόζωστις καὶ περιστερεὼν βοτάναι ἄρρενες εἶναι δοκοῦσι καὶ θήλειαι, ἄρρενες μὲν αἱ ὄρθιαι, αἱ ἡπλωμέναι δὲ τοὐναντίον. ταύτας σὺν τοῖς προτέ‐ ροις φορεῖν ποίει, ἂν μὲν βούλῃ ἄρρεν τεκεῖν, ἄρρενα, ἂν δὲ θῆλυ, θήλειαν. | |
10.17 | Τοῦ αὐτοῦ εἰς ἀφθονίαν γάλακτος. Λίθος ὁ γα‐ λακτίτης τοῦ ζῴου περιαπτόμενος τοῖς μαστοῖς πολύ τι χρῆμα τοῦ γάλακτος κατασπᾷ. ἵνα δὲ καὶ πλείονος εὐπορήσῃ γάλακτος, αὐτὸν τὸν γαλακτίτην λίθον λελειωμένον ἐγχυμάτιζε μετὰ οἴνου | |
5 | καὶ ὕδατος. | |
10.18 | Τοῦ αὐτοῦ· πρὸς τὸ μὴ ἐκτιτρώσκειν ἔμβρυον. Τὴν ἐχενηΐδα τὸν ἰχθὺν λαμβάνοντες ναῦται ταριχεύουσιν εἴς τε τὸ μὴ ἐξαμβλίσκειν καὶ εἰς σύλληψιν ὡς ἐρρωμενεστέρῳ | |
φαρμάκῳ χρώμενοι. ἐξ ἧς λειουμένης τὸ ζῷον ἐγχυματιζόμενον | 145 | |
5 | τὸ ἐν τῇ γαστρὶ σῶον διατηρεῖ. εἰ δὲ καὶ ζῶσαν προσενέγκοι τις τῇ νηδύϊ τῆς ἱππάδος, ὅτε ταύτῃ ὁ ἵππος συνέρχεται, καὶ τότε καὶ εἰς τὸ λοιπὸν συλλήψεται, καὶ οὐδέποτε πείσεται τὸν προειρημένον ὄλισθον. | |
10.19 | Περὶ ἀνατροφῆς πώλου. Ἐὰν δὲ καὶ βούλῃ ἵππου πῶλον ὑπὸ ὄνου θηλάζεσθαι, ἢ ὄνου ὑπὸ ἵππου, ἅμα τῷ τε‐ κεῖν τὴν ἵππον καὶ τὴν ὄνον βαλὼν τὴν ἵππον εἰς σκοτεινὸν τόπον εἰσένεγκε τὸ πωλάριον τῆς ὄνου, καὶ τὴν ὄνον ὁμοίως, | |
5 | καὶ ἀμείψεις ἀμφότερα. | |
11t | Περὶ παρωτίδων καὶ ἕλκους ἐν ὠσί, παρ‐ ισθμίων καὶ χοιράδων καὶ κορδυλωμάτων καὶ γλαν‐ δούλων. | |
11.1 | Πρὸς παρωτίδα. Κατάπλασμα πρὸς παρωτίδα. Ἄλευρον σίτινον κτλ. δάφναις μετὰ ὄξους καὶ ἐλαίου τοὺς μυκτῆρας ἐπίχριε. ποίει δὲ καὶ ἀφαίρεσιν αἵματος ἀπὸ τῶν ὀφρύων καὶ ὕδωρ θερμὸν δίδου πίνειν καὶ εἰς σκοτεινὸν καὶ | |
5 | θερμὸν τόπον στηκέτω. | |
11.2 | Περὶ χοιράδων. Αἱ χοιράδες γίνονται παρά τε τὰ ὦτα καὶ τὸν λαιμὸν μάλιστα. καὶ αἱ μὲν ἔξωθεν τὴν κορύφωσιν λαμβάνουσιν, αἱ δὲ εἰς τὸ ἐντός. εἰσὶ δὲ εἶδος ἀποστήματος. ἀλλὰ καὶ μείονες μὲν αἱ ἔξωθεν, χείρους δὲ αἱ ἔσωθεν ἀπο‐ | |
5 | νενευκυῖαι καὶ ἐπικινδυνώδεις εἰσί. πολλάκις γὰρ αὗται συρ‐ ρήσ〈σ〉ονται μὲν εἰς τὸ ἐντὸς καὶ διάκρισιν λαμβάνουσι διὰ τῶν ὑγρῶν τοῦ στόματος καὶ τῶν ἐσθιομένων, οὐ δύνανται δὲ ὑγιασθῆναι διὰ τὴν κατάτριψιν τῶν καταπινομένων. κα‐ | |
λοῦνται δὲ αἱ μὲν ἁπλαῖ, αἱ δὲ διπλαῖ. ἃς δεῖ θεραπεύειν | 146 | |
10 | οὕτως· καταντλήσας θερμῷ ὕδατι κατάπλασσε κρίθινον ἄλευρον ἑψημένον ἐν ὕδατι. ἕψει δὲ οὕτως· προαναζέσαντος τοῦ ὕδατος παράπασσε τὸ ἄλευρον καὶ κατάπλαττε δὶς τῆς ἡμέρας. ὅταν δὲ πέψιν λάβῃ, τέμνε θαρρῶν. εἶτα συκῆς φύλλα καὶ θύμον ἢ πράσον συγκόψας μετὰ ἁλῶν καὶ οἴνῳ δεύσας ἄξον εἰς τὴν | |
15 | τομήν. χρῶ δὲ οὕτως, ἕως οὗ καθαρὸν γένηται. — | |
11.3 | ἢ σπόγγον ἐν θερμῷ ὄξει βρέξας ἐπίδησον ἐπὶ ἡμέρας. τοῦτο ποίει δεύ‐ τερον ἢ καὶ τρίτον. εἶτα λαβὼν σικύου ἀγρίου τὴν ῥίζαν κόψον, καὶ σήσας μῖξον κριθίνοις ἐξ ἴσου, καὶ ἑψήσας ὕδατι ἢ ὑδρο‐ | |
5 | μέλιτι κατάπλαττε· ὅταν δὲ πέψιν λάβῃ, διάκαυσον ὀρθίῳ καυ‐ τῆρι, καύσας δὲ ἔγχριε ἁλσὶ λεπτοῖς καὶ ἐλαίῳ ἀνακεκομμένοις, ὥστε γλοιῶδες γενέσθαι. καὶ τοῦτο ποίει μέχρις ἡμερῶν ϛʹ ἢ ηʹ, ἕως οὗ αἱ ἐσχάραι ἐκπέσωσιν. εἶτα ἀπόσμηξον τὰ τραύματα οὔρῳ καὶ νίτρῳ, καὶ θερμῷ ὕδατι πυριάσας περισπόγγισον, καὶ | |
10 | θεράπευε τραυματικῷ φαρμάκῳ καὶ τῷ ὀροβίνῳ ἀλεύρῳ, ἕως ἂν ὑγιὴς γένηται. | |
11.4 | Διαφορητικὸν ἀποστημάτων καὶ χοιράδων. Κυ‐ νείαν κόπρον λευκὴν λειώσας μῖξον τερεβίνθῳ καὶ χρῶ. | |
11.5 | Ἔμπλαστρον διαφορητικὸν σκορπίζον ἀποστη‐ μάτων. Κηροῦ, ἐλαίου, ὕδατος θαλασσίου, κολοφωνίας, ῥη‐ τίνης, νίτρου ἀνὰ 𐆃 αcʹ μίξας χρῶ. ἢ συκῆς τέφρας γο βʹ, σχιστῆς, ἀφονίτρου ἀνὰ γο αʹ, ὑγροπίσσης γο ζʹ χρῶ. | |
11.6 | Ἔμπλαστρος ἡ διὰ χυλοῦ λινοσπέρματος διαφο‐ ροῦσα καὶ ῥήσσουσα. Ἐλαίου παλαιοῦ 𐆃 αʹ, κηροῦ γο κʹ, κολοφωνίας, στέατος χοιρείου ἀνὰ 𐆃 αcʹ, λιθαργύρου λιτρ. αʹ, ψιμυθίου γο ϛʹ, χυλὸν λινοσπέρματος γο ϛʹ, γύρεως 𐆃 αʹ, λι‐ | |
5 | βάνου γο δʹ 〈τὰ τηκτὰ τήξας ἔμβαλε τοῖς ξηροῖς καὶ χρῶ.〉 | |
11.7 | Πρὸς χοιράδας. Καρδάμου σπέρμα, κυάμου ἄλευρον, ἅμα ἕψει, εἶτα ἐπίβαλλε στακτῆς ὀλίγον, καὶ ἐπιπλάσας εἰς φύλλον κράμβης χρῶ. ἢ μελισσίας βοτάνης ῥίζαν λαβὼν ἐν ληγούσῃ σελήνῃ καὶ οὔσῃ ἐν ἀσπόρῳ ζῳδίῳ ἐπίθες. | 147 |
5 | τοῦτο ἀφανεῖς ποιεῖ τὰς χοιράδας καὶ πᾶσαν ἐν σώματι ἐξοχὴν περιαπτόμενον. καὶ ὁ λίθος δέ, ὃν λεονταχάτην καλοῦσι, καὶ τὸ δέρμα τοῦ λέοντος περιαπτόμενα χοιράδας ἰᾶται καὶ πάσας τὰς ἐν σώματι περιοχάς. καὶ τοῦ κυκλαμίνου ἡ ῥίζα περι‐ απτομένη, καὶ τοῦ φλόμου βοτάνης ἡ ῥίζα ἐπ’ ὀνόματι τοῦ | |
10 | πάσχοντος λαμβανομένη καὶ περιαπτομένη, καὶ ἀειζώου βο‐ τάνης τῆς μονοκλώνου ἡ ῥίζα ὁλόκληρος ἐξαιρεθεῖσα καὶ περιαπτομένη ὁμοίως ἰᾶται. | |
11.8 | Ἀμβροσίου σοφιστοῦ. Καρύων Ποντικῶν κεκαθαρ‐ μένων γο βcʹ, σάπωνος Γαλλικοῦ γο ϛʹ, ἀφρονίτρου γο εʹ, πρωτοστάκτου, μέλιτος ἀνὰ γο ϛʹ, ᾠῶν ϛʹ τὰ λευκά, ἐλαίου πα‐ λαιοῦ γο ιδʹ, κηροῦ ξανθοῦ γο ιʹ, τερεβινθίνης γο ζʹ, χαλκί〈τ〉ου | |
5 | γο δʹ σκεύαζε καὶ χρῶ. οἱ δὲ κέντρῳ θαλασσίας τρυγόνος τὸν τόπον περιγράφοντες καὶ πυκνὰ τῆς ἐπιφανείας προσψαύοντες ὠφελοῦσιν. | |
11.9 | Εἰς πόνον σιαγόνος. Ἐὰν δὲ τὴν σιαγόνα πονέσῃ, πυρία τὸν ἵππον μετὰ ὄξους καὶ τῷ θερμῷ κατάντλει, καὶ ὑείῳ στέατι ἐπάλειφε. καὶ ἐὰν μὴ ὑπακούῃ, καῖε καυστηρίοις καὶ ἰαθήσεται. | |
11.10 | Πρὸς τοὺς ἐν ὠσὶ σκώληκας. Κλύζε ἀφεψήματος ἀψινθίου ἢ κενταυρίου ἢ πράσου, ἔνσταζε δὲ καππάρεως φύλλων χλωρῶν ἢ τοῦ καρποῦ χλωροῦ χυλόν, ἢ κεδρίαν ἢ οὖρον ἀν‐ θρώπειον παλαιὸν ἢ ἐλλέβορον λευκὸν σὺν μέλιτι ἢ καλαμίνθης | |
5 | χυλὸν ἢ ἀσκαμμωνίαν σὺν ὄξει ἢ ἀψινθίου χυλόν. τὸ δὲ | |
ἔλαιον ἐνσταζόμενον ἄχρις ἄνω ἀναπλεῖν αὐτοὺς ποιεῖ, κάλλιον δὲ τὸ ὀξέλαιον. καὶ πρὸς τὰ ἐμπίπτοντα δὲ τοῖς ὠσὶ ζωύφια τοῖς αὐτοῖς κέχρησο. | 148 | |
11.11 | Πρὸς ὦτα πυορροῦντα. Κηκῖδας ὀμφακίδας ἀπο‐ βρέξας εἰς οὖρον ἀφθόρου παιδὸς ἀπόθου καὶ χλιαίνων ἔν‐ σταζε, ἢ σιδίων ἀφέψημα μετὰ οἴνου, ἢ ἐλαίας φύλλων τὸν χυλὸν μέλιτι μίξας ἕψει καὶ χρῶ. | |
11.12 | Ἀφρικανοῦ πρὸς ὠταλγίαν. Ὦτα δὲ βούλομαι τρόπῳ ὠφελῆσαι διπλῷ· ἵνα καὶ ἀλγοῦντα παύσηται καὶ παυ‐ σάμενα μηκέτι ἀλγῇ. ὅταν γὰρ δύσοιστον καὶ ἀπόφορον τὸ περὶ οὖς γένηται πάθος ὡς ἑλκῶν γινομένων πῦά τε δυσώδη καὶ | |
5 | σκώληκας ἐκθρέψαι, δυσανασχέτου τῆς περὶ αὐτὰ γινομένης ὀδύνης περδίκιος βοτάνη, εὐτελὴς μὲν καὶ φυομένη πανταχοῦ, ὥσπερ τῆς φύσεως τῷ εὐπόρῳ φιλοτιμουμένης, συγκόπτεται ἰσχυρῶς, ὡς πολὺν αὐτῆς τὸν χυλὸν γενέσθαι. εἶτα μέλιτος Ἀττικοῦ ὀλίγον λαμβάνεται καὶ ὄξους δριμέος οὐ πολὺ καὶ ὑλῶν | |
10 | θαλαττίων βραχύ. ταῦτα μιγέντα καὶ χλιανθέντα τῷ πονοῦντι γίνεται σωτηρία. | |
11.13 | Εἰς ἕλκος. Εἰς ῥοιᾶς γλυκείας λέπος βαλὼν χολὴν ταυρείαν ἔλαιόν τε καὶ μέλι ἀναλόγως καὶ ἑψήσας ἐν θερμο‐ σποδιᾷ εἶτα χλιάνας ἔνσταζε, ἢ χολὴν ταυρείαν μετὰ γάλακτος γυναικείου χλιάνας ἔνσταζε. | |
11.14 | Θαυμαστὸν πρὸς ὀδύνας καὶ πύην. Γάρον καλὸν καὶ μέλι καλὸν ἑνώσας ἕψει ἐν χύτρᾳ μέχρι μελιτώδους συ‐ στάσεως καὶ ἔνσταζε, ἢ μίσυ καύσας καὶ λεάνας ἐμφύσα εἰς τὸ οὖς. | |
11.15 | Διάχρισμα πρὸς παρίσθμια διὰ πείρας. Κηρύκια, | |
ὄνυχας, κεκαυμένα μέλιτι συνλειώσας χρῖε. | 149 | |
11.16 | Πρὸς δοθιῆνας. Πρὸ τοῦ πυοτροφῆσαι κτλ. ἢ ἰσχά‐ δας ἑφθὰς μετὰ ῥητίνης ἐπιτίθει. | |
12t | Περὶ κυνάγχης. | |
12.1 | Περὶ κυνάγχης Ἀψύρτου. Ἄψυρτος κτλ. τὴν δὲ γλῶτταν κτλ. ἢ χοιρείαν κόπρον κτλ. ἐπὶ συναγχικῶν ἀρίστη μὲν θεραπεία ἡ διὰ καυτῆρος. εἰ δὲ μή, λινοσπέρματος λιτρ. εʹ, τήλεως λιτρ. αcʹ, ὄξους λιτρ. αʹ γο ηʹ, ἄρτου τῶν ἁπαλῶν | |
5 | ψιχῶν τὸ ἀρκοῦν, πάντα ζέσας καὶ ἀναφυράσας μέλιτι ἐπί‐ πλαττε ὀθονίῳ ἐπιδεσμῶν, ἐπιθεὶς ἄνωθεν σπόγγον καθαρὸν καὶ ἀσφαλῶς δήσας, ἵνα μὴ ἐκπέσῃ. τοῦτον δὲ καὶ φλεβο‐ τόμει λύων τὰς ἐν τῷ τραχήλῳ φλέβας. συμβαίνει δὲ τοῦτο τὸ νόσημα τοῖς ἵπποις ἀπὸ ἐλασίας. | |
12.2 | Εἰς κυνάγχην πεπειραμένον. Κυνείαν κόπρον λευ‐ κὴν ξηρὰν μέλιτι συνλειωθεῖσαν κατάχριε. τοῦτο καὶ ἐπὶ ἀνθρώπων θαυμαστῶς ποιεῖ. ἢ σποδὸν χελιδόνων ἀγρίων μέλιτι φυραθεῖσαν κατάχριε. | |
13t | Περὶ πολυπόδων τῶν ἐν ῥισὶ καὶ ὀζαινῶν καὶ ἥλων. | |
13.1 | Ἄλλως. Ἐὰν πολύπους ἵππῳ ἐνοχλῇ, γνώσῃ, εἰ ἄρ‐ ξηται αἷμα ἀποπέμπειν ἀπὸ τῶν μυκτήρων, καὶ θεράπευε οὕτως· λιβάνου, νίτρου, πηγάνου ἀνὰ γο ϛʹ ἐγχυμάτιζε μετὰ οἴνου αὐστηροῦ γο κʹ διὰ ῥινῶν τὸ ἀρκοῦν, ἕως καλῶς ἕξει. | |
5 | ἢ ἐλλέβορον μέλανα καὶ σανδαράκην ἶσα λεάνας μετὰ ἐλαίου ἀναλαβὼν ἐρίῳ πλήρωσον τὸν μυκτῆρα. | |
13.2 | Ἀπολλωνίου φυσικόν. Νυκτικόρακα σφάξας ἐπίχριε θερμῷ τῷ αἵματι τὸν πολύποδα. τὸ δὲ λοιπὸν αἷμα ξηράνας | |
ἐν ἡλίῳ ἐπίπασσε ξηρὸν λίαν. καὶ ἡ κυνεία κόπρος ἡ λευκὴ ὄξει λειωθεῖσα καὶ ἐπιχριομένη ποιεῖ ἄκρως. ἢ λεπίδα σιδήρου | 150 | |
5 | καὶ χαλκοῦ καὶ στυπτηρίαν σχιστὴν ἶσα λεάνας ἐμφύσα. | |
13.3 | Τιβερίου πρὸς ἥλους τοὺς γινομένους πρὸς τῇ στεφάνῃ. Πράσα κόψας [καὶ] μετὰ ἁλῶν καὶ ἐλαίου ἐπίθες καὶ αὐθημερὸν 〈ὑγιάσεισ〉, ἢ πράσα καὶ ἀξούγγιον κόψας ἐπίθες, ἢ ἰὸν τὸν ἀπὸ δηναρίων [ὅπου ξέεται τὸ κέρμα] μετὰ ὄξους | |
5 | τρίψας τοὺς πόδας τοῦ ἵππου τὰς ὀζαίνας καὶ τὰς ῥαγάδας κυκλόθεν περίχριε καὶ εὐθὺς ὑγιάζεται. | |
13.4 | Πρὸς ὀζαίνας θαυμαστόν. Ἄρτον κιβαρίτην τρεῖς ἡμέρας εἰς ὄξος βρέξας καὶ τῇ ἄλλῃ ἡμέρᾳ φύλλα πράσου ἀρ‐ σενικοῦ ὁμοῦ λειώσας κατάπλαττε μετὰ πανίου προκαταπλύνας ὀξελαίῳ, ἢ στυπτηρίαν σχιστὴν καὶ στρογγύλην, μίσυ, ἀκάνθην | |
5 | Αἰγυπτίαν, κηκίδιον κόψας καὶ σήσας τῷ ὄξει μίγνυε καὶ πρόσπλαττε, ἕως ἂν ξηρανθῶσιν. | |
13.5 | Ἀφρικανοῦ πρὸς ὀζαίνας καὶ πολύποδας. [περὶ βηχός]. Ἁλικακκάβου τὴν ῥίζαν ἶσα βουτύρῳ μίξας χρῶ. | |
14t | Περὶ βηχός. | |
14.1 | Τιβερίου εἰς τὸ αὐτό. Ἀξούγγιον κτλ. ἐὰν δὲ ἵππος ἤ τι τῶν ὑποζυγίων ὑπὸ βηχὸς ἐνοχλῆται, ἀξούγγιον παλαιὸν μετὰ ῥόας τῆς ἐσθιομένης ἀνακοπέντα βάλε εἰς γύργαθον, καὶ | |
βάψας μέλιτι δαψιλῷ ὦσον τὴν μάζαν ἐν τῷ βράγχῳ. ἐχέτω | 151 | |
5 | δὲ τὸ γύργαθον σφήκωμα στερεὸν ὡς πηχῶν δύο τὸ μῆκος, ἵνα παραπεμπόμενος αὐτὴν ἐφέλκῃς τῷ σφηκώματι ἔξω καὶ πάλιν αὐτὴν κατάγῃς. διὰ γὰρ τῆς ἐνεργείας ταύτης καὶ ἀγωγῆς δυνατόν ἐστιν εἴτε τραῦμα ὑπόκειται ἐν τῷ βράγχῳ εἴτε ὀστέον, ἀποκαταστῆσαι τὸ ζῷον. | |
14.2 | Εἰς βῆχα. Φακοὺς ἐπτισμένους καὶ ἀποπεφυσημένους καὶ λελειωμένους σὺν ὕδατι λιτρ. γʹ δίδου ἕως οὗ ὑγιάνῃ. | |
14.3 | Ἐγχυματισμός. Χοιρείους πόδας κτλ. ἢ τήλεως χυλόν, ὀριγάνου ἑξαγ. αcʹ, στέατος τραγείου λιτρ. τρεῖς, σῦκα μέλανα λʹ, φοίνικας λʹ, μέλιτος γο ιγcʹ. ἢ κύμινον ἄγριον σὺν οἴνῳ καὶ ἐλαίῳ καὶ πηγάνῳ ἐγχυμάτιζε, ἢ μέλιτος λιτρ. θʹ κτλ. | |
14.4 | 〈Ἄλλως.〉 Ὄρνιν σφάξας καὶ εὐθὺς σχίσας λάβε αὐτῆς τὴν κοιλίαν ὡς ἔστι μετὰ τῆς κόπρου καὶ κυλίσας ἐν μέλιτι δίδου τῷ ζῴῳ ἔτι θερμὴν οὖσαν διὰ τοῦ στόματος. —ἢ πτι‐ σάνης 𐆃 αʹ γο αcʹ καὶ γλεύκους γο εʹ μίξας ἐγχυμάτιζε διὰ | |
5 | τοῦ στόματος. —ὑποθυμία δὲ αὐτὸν καὶ συνθέματι τοιούτῳ· σκορόδων κεφαλάς, κρομμύων τὸ ἶσον, σανδαράκης ἑξαγ. βʹ κερατ. ϛʹ, ἀσφάλτου τὸ ἶσον ἐν ταὐτῷ τρίψας διαίρει εἰς τρία μέρη καὶ καθ’ ἑκάστην τὸ ἓν μέρος ὑποθυμία. —ποιεῖ δὲ καὶ ξύλον σύκινον ἢ πιτύϊνον ἢ κυπαρίσσινον χλωρὸν ὑποκαπνι‐ | |
10 | ζόμενον ὑπὸ τοὺς μυκτῆρας. — | |
14.5 | μετὰ δὲ τὴν ὑποθυμίασιν οἴνῳ γλυκεῖ καὶ ἡδεῖ μίξας στέαρ ἐρίφειον ἢ προβάτειον καὶ κηρὸν συμμίξας καὶ τήξας ἔγχει διὰ τοῦ στόματος. —ἢ οἴνου παλαιοῦ γο ιʹ, ἐλαίου γο αcʹ ἀναχλιάνας ἐγχυμάτιζε ἐπὶ ἡμέρας | |
5 | τρεῖς. —ἢ πηγάνου φύλλα τὰ ἁπαλὰ τρῖψον καὶ μετὰ οἴνου πα‐ | |
λαιοῦ διὰ ῥινῶν ἔγχει, καὶ τὸν χόρτον, ὃν ἐσθίει, χυλὸν ἀγρίου σικύου ῥάντιζε. βέλτιον δὲ αὐτοῦ τοῦ ἀγρίου σικύου τὸ σπέρμα καὶ τὰς ῥίζας ξηρὰς συμμῖξαι μετὰ κριθῆς καὶ οὕτω παραβάλ‐ λειν. —ἢ πτελέας ξύλον καύσας τὴν κόνιν λάβε καὶ διηθήσας | 152 | |
10 | εἰς ὕδωρ ἶσόν τε ἐλαίου μίξας μετὰ καὶ τριῶν ᾠῶν δίδου. | |
14.6 | Ἄλλο φυσικὸν δόκιμον. Λάπαθον ἀγρίαν ἀκεραίαν κτλ. ἢ τραγάκανθον, βούτυρον, ἶριν, ἀξούγγιον χοίρειον, ἀρ‐ σενίκιν σχιστὸν καὶ ὕσσωπον ἑνώσας χρῶ. ἢ σκίλλαν ἐμβαλὼν ἐν ζύμῃ ἕψησον ἐν φούρνῳ ἕως τοῦ φρυγῆναι τὴν ζύμην, | |
5 | καὶ λειώσας τὴν σκίλλαν μῖξον μέλιτι καλῷ καὶ παράβαλε τῷ ζῴῳ. ἢ σχοίνου τὸ ἄνθος κτλ. δίδου. τοῦτο καὶ ὠφέλιμόν ἐστιν ἀνθρώποις. | |
14.7 | Ἄλλο ποιοῦν 〈καὶ〉 πρὸς ἀνθρώπους. Σπόγγον λευκὸν καθαρὸν καύσας καὶ ποιήσας τέφραν ἑνώσας τε πεπέρεως τὸ ἶσον, λείωσον μετὰ μέλιτος γο γcʹ καὶ δίδου ἑξαγ. αcʹ ἑσπέρᾳ, ὁμοίως καὶ πρωΐ. ἢ κόρακος κόπρον ἔνδησον ἐν ἀπλύτῳ ἐρίῳ | |
5 | καὶ περίαπτε τῷ τραχήλῳ καὶ παύσεται. ἢ δαφνίδων ξηρῶν γο θʹ, σμύρνης τρωγλίτιδος γο αʹ λειώσας ἐπιμελῶς ἀναλάμ‐ βανε μέλιτι ἀπέφθῳ καὶ δίδου ἕωθεν ἑξαγ. γʹ καὶ ἑσπέρᾳ ὁμοίως· πεπείραται. ἴρεως, ὑσσώπου ἀνὰ γο αʹ, γλυκυρρίζης γο αcʹ ἀποτριτώσας ἐν ὕδατι, εἶτα μέλιτος τὸ ἀρκοῦν συνεψή‐ | |
10 | σας, ὀλίγον ἐγχυμάτιζε ἡμέρας γʹ πεπείραται. | |
14.8 | Εἰς βῆχα χρονίαν. Ἀνίσου, ἄμεως, μαράθρου σπέρμα, ὑοσκυάμου, γλήχωνος ἀνὰ γο αʹ, τραγακάνθης γο βʹ, σμύρ‐ νης γο αʹ, λειώσας πάντα τήν τε τραγάκανθαν δεύσας προβείῳ γάλακτι μῖξον καὶ ποίει τροχίσκους καὶ δίδου ἀνὰ ἑξαγ. αʹ μετὰ | |
5 | εὐκράτου. | 153 |
14.9 | Ἔλιγμα πρὸς τοὺς ἀπὸ βηχὸς πῦον ἀνάγοντας. Στύρακος καλαμίτου ἑξαγ. δcʹ, λιβάνου ἄρρενος γο αʹ κερατ. ιηʹ, τερεβινθίνης, ὑσσώπου, ἴρεως ἀνὰ γο αcʹ, ὀροβίνου ἀλεύρου γο γʹ, μέλιτος ἀπηφρισμένου λιτρ. δύο γο γʹ. ἡ δόσις ἑξαγ. αcʹ. | |
15t | Περὶ παραγωγῆς τραχήλου. | |
16t | Περὶ πυρώματος. | |
16.1 | Ἄλλο. Ἀείζωον, ἀνδράχνη, ψύλλιον καὶ ὁ ἀπὸ τῶν τελ‐ μάτων φακός· σύν ἄρτῳ καθαρῷ κατάπλαττε, μεγάλως βοηθεῖ. ἢ ἄνθρακα ἀπὸ χαλκείου ζῶντα τρίψας μετὰ ὄξους ἐπίχριε τὸν τόπον. ἢ [ποτυροκλύστας, ὅ ἐστι] κωδυίας ἔμβρεχε εἰς ὄξος καὶ | |
5 | προσμίξας κρόκῳ ᾠοῦ χρῶ. | |
16.2 | Ξηρίον πρὸς ἐρυσίπελα. Αἰγὸς πόδας καύσας ὡς εἰσὶ μετὰ τριχῶν, προβρέξας τὸν τόπον οἴνῳ, τὴν τέφραν ἐπίπασσε. | |
16.3 | Τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου. Τοὺς ὑποκειμένους στίχους γράψον ἐν σωματώῳ χάρτῃ σταυροειδῶς καὶ τῷ τόπῳ, ἐν ᾧ τὸ πάθος ἐνσκήπτει, ἐπιδέσμει. εἰσὶ δὲ οὗτοι· Ὡς πυρὸς αἰθομένου φοβερὴν φλόγα χειρὶ | |
5 | καλύπτεις, φροντίδας ἀργαλέας καὶ ἐμὰς κατάπαυσον, | |
ἀρωγέ. | 154 | |
17t | Περὶ ἐκβολῆς ὤμου καὶ κοτύλης. | |
17.1 | Ἱεροκλέους περὶ συνωμίας καὶ τραχήλου. Ἐὰν ἀλγήσῃ τὴν συνωμίαν κτλ. ἢ ἀφόνιτρον κτλ. πρὸς δὲ τῶν 〈ὤμων〉 πόνον φλεβοτομήσας τὸ ζῷον κατὰ τῶν ὤμων ἕψει ἐν ταὐτῷ μάνναν καὶ οἶνον καὶ ἄλειφε. | |
17.2 | Εἰς σπόγγον τῆς ῥάχεως. Ἐὰν ἵππος οἰδῇ κατὰ τὸ μέσον τῆς σέλλας συνεχῶς καὶ ἐπὶ πολὺν χρόνον, λινόσπερμα μετὰ ῥητίνης τρίψας καὶ καθεψήσας ἐπιτίθει. | |
17.3 | Περὶ ἑλκωθείσης ῥάχεως. Ἴριδος βοτάνης τὴν ῥίζαν καύσας καὶ τρίψας ἐπίπασσε, ἢ κάνναβιν καύσας καὶ μέλιτι μίξας ἐπιτίθει, προαποσμήξας οὔρῳ παλαιῷ. | |
18t | Περὶ ὀρθοπνοίας. | |
18.1 | Ἄψυρτος Σεκούνδῳ κτλ. ἢ κάρδαμον φρύξας μετὰ οἴνου αὐστηροῦ ἐγχυμάτιζε ἢ σκυλάκιον σφάξας κτλ. | |
18.2 | Πρὸς ἀρχομένην δύσπνοιαν. Σκώληκας ἀπὸ ἀρτο‐ κοπείου μετὰ οἴνου καὶ ἐλαίου ἀνὰ γο γʹ καὶ ὠῶν βʹ ὁμοῦ λειώσας διὰ τῶν μυκτήρων ἔγχει, ἢ πίσσαν ὑγρὰν μετὰ νίτρου καὶ ἐλαίου παλαιοῦ διάχριε. | |
19t | Πρὸς σηπεδόνας. | |
19.1 | Πρὸς σηπεδόνας, ποιεῖ δὲ καὶ πρὸς λεύκην. Ὀπο‐ πάνακος λείου μετὰ ὄξους γο αʹ, κηροῦ γο ϛʹ, κολοφωνίας γο θʹ, | |
ἀποχύματος 𐆃 αʹ, βουτύρου, ὑσσώπου, τήλεως ἀνὰ γο αʹ, ἁλὸς ἄνθη γο βʹ, ἀμμωνιακοῦ γο γʹ ἑψήσας χρῶ. ἢ μίσυ κόψας | 155 | |
5 | καὶ σήσας ἐπιδέσμει. | |
19.2 | Πρὸς σηπεδόνας τὰς ἐν τῇ γνάθῳ. Ἰχνεύμονα τὸ ζῷον καύσας καὶ σήσας ἐπίθες καὶ ἰά[θη]σῃ. | |
20t | Περὶ καρδιακῶν. | |
20.1 | 〈Ἱεροκλέους. Τῷ καρδιακῷ σημεῖα τάδε· τὸν ὀφθαλ‐ μὸν δακρύει καὶ ἀσιτεῖ. ἐὰν οὖν ταῦτα ποιῇ, θεράπευε οὕτως· ἀλδώου, κνήκου τὸ ἀρκοῦν ὄξει βάπτων καὶ τρίβων ἐπίτριβε. εἶτα χλιάνας οἴνου κοτύλην μίαν ἐγχυμάτιζε διὰ στόματος. | |
5 | ἡνίκα δὲ ἀπογαστρίσῃ, φλεβοτόμει καὶ σύγχριε καθ’ ὅλου τὸ ζῷον. εἶτα λαβὼν〉 λίβανον καὶ σμύρναν λείου, μίξας τε οἴνῳ καὶ ἐπιχέας κύπρινον ἀναφύρα ταῦτα καὶ χρῖε καθ’ ὅλου. ἐμφύσα δὲ καὶ εἰς τὰς ῥῖνας καὶ τὸ πρόσωπον ὅλον ἐξ αὐτοῦ, καὶ σκεπάσας καλῶς ἔπαγε τὴν τροφήν. | |
21t | Περὶ νεφρίτιδος. | |
21.1 | Ἄλλο. Ἐὰν ἵππος ἢ ἄλλο τι τῶν ὑποζυγίων νεφροὺς πονήσῃ, ἔστι μὲν τὸ πάθος πονηρόν. σημεῖα δὲ φέρει ταῦτα· οἱ ὄρχεις ἅλλονται καὶ οἱ ὄπιθεν πόδες οὐ δύνανται ἐμβαίνειν εἰς τὰ τῶν ἔμπροσθεν ἴχνη, ἀλλὰ καὶ ἀπολείπουσιν ὡς τρεῖς | |
5 | δακτύλους. ἐπισύρει δὲ καὶ τὰς ὁπλὰς ὅταν διατρέχῃ καὶ ἅλ‐ λεσθαι οὐ δύναται. οὐρεῖ μέλαν καὶ παχύ. ἔνιοι δὲ αὐτῶν καὶ δυσουροῦσι πυκνὰ καὶ ὑποστέλλονται καὶ τὴν ὀσφὺν ἐξαί‐ | |
ρουσι καὶ καμπύλοι γίνονται, καὶ τὰ σώματα συμπίπτουσι καὶ αἷμα οὐροῦσι. συμβαίνει γὰρ περὶ τοὺς νεφροὺς πόνος καὶ | 156 | |
10 | περὶ τὴν κύστιν. καὶ γὰρ ἐπιλαμβάνονται ἀλλήλων διὰ τὴν συνέχειαν, καὶ τὰ ὑγρὰ ἐκρήσσεται πρὸ τοῦ ἐκ τῆς κοιλίας ἐκκριθῆναι εἰς τὸν 〈ν〉εφρόν. εἶθ’ οὕτως ἐν τῇ κύστει συνί‐ στανται καὶ ἐν τοῖς νεφροῖς πόνοι καὶ διαστάσεις παραπλησίως συμβαίνουσι. τὸ μὲν οὖν ἐπίπαν τὴν φλεγμονὴν ἔμφραξιν ἢ | |
15 | ἕλκωσιν εὑρίσκομεν γινομένην. ἔστι δὲ ὑπό τινων ὑγρῶν δρι‐ μύτητα ἐχόντων. — | |
21.2 | θεραπεύεται δὲ οὕτως· πυρία τά τε ἰσχία καὶ τὰς ψόας ὀρόβοις ἑφθοῖς, συμβάλλων σελίνου καρπὸν ἢ ἀνίσου ἤ τι τῶν ἄλλων διουρητικῶν. πυρία δὲ προϋποχρίων τὰ ἰσχία κηρωτῇ. καὶ τροφῇ δὲ χρῶ διουρητικῇ μαράθου, σε‐ | |
5 | λίνου, κριθῆς, ῥαφανίδων καὶ ἀνίσου, δίδου δὲ καὶ μηδικὴν χλωράν, ἐὰν ἔχῃς, εἰ δὲ μή, ῥαίνων γλυκεῖ. δίδου καὶ ἐρεβίν‐ θους λευκοὺς ἐν οἴνῳ βρέχων ὅσον ὥραν μίαν. ποτῷ δὲ χρῶ ἀλεύρῳ πυρίνῳ, θέρους δὲ κριθίνῳ ὅσον λιτρ. αcʹ τῆς ἡμέρας διεὶς ἐν πτισάνης χυλῷ, καὶ στηκέτω ἐν εὐρυχωρίᾳ. ἐγχυμάτιζε | |
10 | δὲ αὐτὸν καὶ σύκων λιτρ. αʹ ἐπιχέων ὕδατι λιτρ. γʹ γο δʹ καὶ ἑψήσας εἰς τὸ ἥμισυ ἀποχύλωσον, καὶ συνλεάνας σελίνου καρ‐ πὸν ὅσον γο γʹ, δαυκία γο γʹ, ἀνίσου μέρη ηʹ, σμύρνης ἑξαγ. δcʹ, ταῦτα λεάνας μετὰ οἴνου γλυκέος γο ιʹ ἔγχει διὰ τοῦ στόματος. καὶ περιπάτοις χρῶ πραέσι. ἐὰν δὲ μὴ ὑπακούῃ, ταῦτά τε | |
15 | ποίει καὶ κλύσον αὐτὸν φλόμου ῥίζης περιελὼν τὸν φλοιὸν καὶ ἑψῶν σὺν οἴνῳ. εἶτα τρῖψον ὡς λειότατον καὶ διηθήσας συγκα‐ τάμιξον ὕδατι θερμῷ, καὶ τοῦτο κλύζε. ἔστω δὲ τὸ πᾶν κλύσμα ὅσον λιτρ. γʹ γο δʹ. καὶ ὑποστρώννυε αὐτῷ ἄχυρα ὡς μάλιστα. — | |
21.3 | ταῦτα δὲ ποίει, ἕως ἂν ἴδῃς τὰ οὖρα καθαρὰ καὶ τοὺς ὄρχεις ἰσχνοὺς καὶ τοὺς πόδας ὑπερβαίνοντας τὰ ἔμπροσθεν μὴ ἔλαττον δακτύλων ϛʹ. ὅ τε γὰρ κλυσμὸς ἔσωθεν τοὺς νεφροὺς πυριᾷ καὶ τὸν τόπον ἐλαφρὸν κατασκευάζει, τὰ δὲ | |
5 | διὰ τῶν χορτασμάτων καὶ τῶν διουρητικῶν καί τῶν ἐγχυμά‐ των προσφερόμενα τῶν ὑγρῶν τὴν ἐπιρρέουσαν ἐπὶ τὴν κύ‐ στιν καὶ τοὺς νεφροὺς σαπρίαν μετὰ τῆς τοῦ αἵματος ῥύσεως λεπτὴν καὶ ταχεῖαν ἐκκρίνει, ὥστε μηδὲν νοσοποιεῖν. ἐὰν δὲ τούτων γινομένων μὴ γένηται ὑγιής, καῦσον αὐτοῦ τὰ περὶ | 157 |
10 | τὴν πλευρὰν τὴν ἐσχάτην καὶ τὸν κενεῶνα ἀπομετρήσας ἀπὸ τῆς ῥάχεως δακτύλους γʹ. οὕτω γὰρ τὰ ῥεύματα ἔξω πεσεῖται. καύσας δὲ θεράπευε καὶ τὰ ἕλκη καθάπερ ἄνω γέγραπται. | |
21.4 | Πρὸς ἐκβολὴν μηροῦ ἐὰν κοπῇ τὸ νεῦρον. Ἐὰν ἵππου ἢ ἄλλου τινὸς τῶν ὑποζυγίων ἐκβῇ ὁ μηρός, μὴ θε‐ ράπευε· οὐ γάρ ἐστι τὸ συνάπτον νεῦρον ἐν τῇ κοτύλῃ, ἀλλὰ ῥήγνυται παρὰ τὸ ὀστοῦν τὸ καλούμενον κενὸν διὰ τὸ βάθος | |
5 | ἔχειν. ὅταν γὰρ ὁ καλούμενος κόνδυλος τροχάσῃ καὶ ἐξολισθή‐ σῃ μετὰ βίας, οὐ στέγει τὸ νεῦρον, καὶ μάλιστα, ὅταν πλείονα τάσιν τοῦ δέοντος λάβῃ, ἀλλὰ ῥήγνυται τούτου γινομένου. ἐὰν οὖν βιάσῃ καθαρμόσαι, αὖθις ἐκπηδήσει διὰ τὸ μὴ τὸ ὀστοῦν ἔχειν τὸ νεῦρον. διὰ ταύτην οὖν τὴν αἰτίαν οὐ θεραπεύεται. | |
21.5 | Ἀντίδοτον νεφρικὸν Θεοφυλάκτου πατριάρχου. Κινναμώμου ἀληθινοῦ ἑξαγ. αʹ, ἀσάρου, καρυοφύλλου, στά‐ χυος, πεπέρεως μακροῦ καὶ λευκοῦ καὶ κοινοῦ ἀνὰ ἑξαγ. γʹ, τρίψας ἀποτρίτωσον μετὰ γλυκέος ὕδατος καὶ 〈δι’〉 οἴνου πα‐ | |
5 | λαιοῦ ἐγχυμάτιζε. | |
21.6 | Ἰσχιαδικὸν δόκιμον. Κραμβῶν καυλοὺς ξηροὺς καῦσον καὶ τὴν τέφραν ἀναλαβοῦ στέατι παλαιῷ καὶ κατάπλαττε. | |
22t | Περὶ κοιλίας ἀλγούσης. | |
22.1 | Ἄλλως πρὸς κοιλίας πόνον. Ἐὰν ὑποζύγιον ἢ ἵππος ἢ ἄλλο τι ζῷον τὴν κοιλίαν ὀδυνηθῇ, σημεῖα παρακολουθήσει ταῦτα· πίπτει καὶ στενάζει ἄφνω καὶ συσπᾶται καὶ ἑστάναι | |
οὐ δύναται. λαβὼν οὖν κράμβης φύλλα κόψας διύλισον καὶ | 158 | |
5 | μῖξον οἴνῳ γλυκεῖ γο ιʹ, ἐλαίου γο θʹ, καὶ λεάνας ἔγχει διὰ τῶν μυκτήρων, ἢ ἀριστολοχείας τὴν ῥίζαν καὶ πόλιον λεάνας μετ’ οἴνου ἔγχει διὰ τοῦ στόματος. ἢ καὶ κρομμύων φύλλα τρίψας μετὰ οἴνου γο ιʹ ἔγχει ὡσαύτως. | |
22.2 | Εὐμήλου περὶ ῥεύσεως κοιλίας. Αἷμα ἀπὸ τῶν ἐν κεφαλῇ φλεβῶν αἶρε κτλ. ἢ σικύου γο αcʹ διεὶς ἐν μέλιτι κλύσον. | |
22.3 | Περὶ τίλιγος. Ἐὰν ὑπὸ τίλιγος ἐνοχλῆται ὁ ἵππος [ἤγουν ἐὰν τζιλᾷ] τὴν κοιλίαν αὐτοῦ κατάμαθε· ἔστι γὰρ καὶ ἐπαγομένη καὶ σκληρά· ποίει τοίνυν αἵματος ἀφαίρεσιν ἀπὸ τῶν βραχιόνων, κριθῆς δὲ ἀπεχέσθω, ἕως οὗ ἡ γαστὴρ συμ‐ | |
5 | πλασθῇ, καὶ πράσιον καὶ ἀψίνθιον τρίχα ἐγχυμάτιζε. πυρίᾳ δὲ χρῶ [καὶ] ὕδατος θερμοῦ. ἐὰν δὲ μὴ παύηται, θεράπευε τὰς λαγόνας αὐτοῦ. | |
22.4 | Ἐγχυματισμὸς εἰς κοιλίας πόνον. Ἀστραγάλους ὑείους καύσας μετὰ οἴνου λειώσας ἐγχυμάτιζε. | |
23t | Περὶ ἀλγοῦντος τὸ ἧπαρ. | |
23.1 | Πρὸς ἔμφραξιν ἥπατος. Ἀμυγδάλων πικρῶν ἑξαγ. τρία, κυμίνου ἑξαγ. αʹ, σελινόσπερμα ἑξαγ. ἕν, πηγάνου χλωροῦ, κρόκου ἀνὰ κερατ. ιηʹ, οἴνου καλοῦ κρασοβολ. αʹ, μέλιτος ἑξαγ. γʹ ἀναλαβοῦ καὶ χρῶ χλιαρῷ. καὶ σκάρου ἰχθύος ἡ χολὴ | |
5 | ἡπατικῷ ἵππῳ θεραπεία. | |
24t | Περὶ δυσουρίας, στραγγουρίας καὶ ἰσχου‐ ρίας καὶ κοιλίας ἀλγημάτων. | |
24.1 | Πρὸς στραγγουρίαν. Ὑείας κόπρου γο δcʹ, οἴνου | |
γο κʹ μίξας καὶ ὑλίσας δὸς πιεῖν, ἢ μέλι καὶ μίσυ μίξας βάλε εἰς τὸ αἰδοῖον. καὶ ποιήσας βάλανον μετὰ μέλιτος καὶ ἁλῶν εἰς τὸ αἰδοῖον βάλε. ἢ μυῖαν ζῶσαν βάλε εἰς τὸ αἰδοῖον, ἢ | 159 | |
5 | λιβανωτοῦ χόνδρον ἔμβαλε. | |
24.2 | Ἄλλως. Ἐπειδὴ περὶ στραγγουρίας καὶ ἐμφράξεως καὶ στρόφων πολυωνύμως τινὲς ἐκ καραδοκίας ἔγραψαν, ἡμεῖς ἐν συνόψει τὰ μάταια παραλιπόντες ἐροῦμεν, ὅτι ἄλγημα γαστρὸς καὶ δυσουρία καὶ στραγγουρία καὶ τὰ λοιπὰ πάντα εἰς στρόφον | |
5 | ἀναφέρονται. καὶ γὰρ καὶ οἱ ὑπὸ ἑλμίνθων ὀχλούμενοι τὴν αὐτὴν ὀδύνην ἔχουσιν, οὐ μὴν ἀλλὰ καὶ πρὸς τούτοις τὴν φάτνην τῷ στήθει ὠθοῦσι καὶ τὸν ἀέρα λακτίζοντες τὸν ἱμάντα τῆς φορβειᾶς δάκνουσι τήν τε γῆν καὶ τὴν ἑαυτῶν κοιλίαν, καὶ ἐπιλήπτων σημεῖα ποιοῦσι. τοῦτο δὲ συμβαίνει | |
10 | ἐντεῦθεν, ὅταν ἐξ ἀπεψίας πολλῆς συσσαπῇ τῇ κοιλίᾳ χυμός, ὃς καὶ ζῳογονεῖ τὰ προειρημένα ταῦτα τρία γένη τῶν σκω‐ λήκων, τουτέστι· πρίστας, ἕλμινθας καὶ ἀσκαρίδας (τινὲς δὲ μακρὰς ταύτας καὶ πλατείας καὶ στρογγύλας ὠνό‐ μασαν.) ἡμῖν δὲ οὐ πρόκειται περὶ ὀνομάτων εἰπεῖν, ἀλλὰ | |
15 | περὶ ἰαμάτων. θεραπεύεται δὲ τὸ ἐκ τούτων στρεφόμενον κτῆνος ὡς ἀνωτέρω διαφόρως εἴρηται. | |
24.3 | Ἄλλως περὶ στραγγουρίας. Σημεῖα μέν ἐστι τῷ πάθει, ἀλλ’ οὐ τὰ αὐτὰ πᾶσιν. οἱ μέν γὰρ τὰ αἰδοῖα προβάλ‐ λουσι καὶ ἐκτινάσσουσιν ἑαυτοὺς βουλόμενοι οὐρῆσαι, οἱ δὲ καὶ ἀναψεκάζουσιν ἐκ τῶν αἰδοίων καὶ ἀνεσταλμένοι εἰσί, καὶ | |
5 | ὑποτιθέντες ταῖς λαγόσι τοὺς μυκτῆρας ὀσφραίνονται. οἱ δὲ συγκαθιοῦσι τὰ ἰσχία, οἱ δὲ ταῖς οὐραῖς μαστίζουσιν ἑαυτοὺς ὑπὸ τοὺς μηρούς, οἱ δὲ δάκνουσι τὰ παρακείμενα καὶ τοῖς ὀπισθίοις ποσὶν ὑποκρούουσι τὴν γῆν. τοῦτο δὲ ἐπικίνδυνόν | |
ἐστι τὸ πάθος. ἐὰν οὖν αἴσθῃ τοιοῦτόν τι τῶν σημείων, ἀλείψας | 160 | |
10 | τὴν χεῖρά σου κάθες εἰς τὴν ἕδραν ἕως τοῦ ἀγκῶνος. ἐὰν δὲ προσκόψῃ σοι ἡ κύστις μετέωρος οὖσα, περίτριβε προσηνῶς, καὶ ἐὰν μὴ οὐρήσῃ, σελίνου σπέρμα γο βʹ ἑξαγ. βʹ ἕψει μετὰ οἴνου γο ιʹ, ἐλαίου γο θʹ καὶ ἐγχυμάτιζε. περιπατείτω δὲ καὶ προκαλοῦ οὐρῆσαι. ἢ ὀποπάνακος γο αʹ μετὰ ὄξους 𐆃 αʹ μίξας | |
15 | ἐγχυμάτιζε, ἢ ἅγνου καρποῦ τρίψας μετὰ οἴνου καὶ ἐλαίου ἕψησον καὶ ἐγχυμάτιζε. ἢ ἅλατος χόνδρους ἢ κρόμμυον θλάσας ἔμβαλε εἰς τὴν ἕδραν καὶ οὐρήσει. | |
24.4 | Ἄλλως. Τὸν στραγγουριῶντα ἵππον χρὴ τρέφειν χόρτῳ χλωρῷ· καὶ σελίνου δὲ ἀναμίξας φύλλα ὡς πλεῖστα διδόναι. εἰ δὲ μὴ τρώγει τὸ σέλινον, λέανον αὐτὸ καὶ μετὰ ὕδατος θερμοῦ δίδου καὶ ὑγιὴς ἔσται. μάλιστα δὲ πυρία θερμῷ τὰ ὑπὸ | |
5 | τὴν γαστέρα καὶ τοὺς ὄρχεις καὶ τὴν ἕδραν, εἶτα καὶ τὸ ἄλλο σῶμα. ἐὰν δὲ ἐμμείνῃ, χλίανον οἴνου λιτρ. βcʹ ὕδατός τε τὸ ἶσον, καὶ βαλὼν ἀφόνιτρον λεῖον μετὰ ἀσκοῦ κλύζε. | |
24.5 | Πρὸς τοὺς μὴ δυναμένους οὐρεῖν. Ἐν τῷ ἀρι‐ στερῷ ὄνυχι τοῦ ζῴου τῇ ἀριστερᾷ σου χειρὶ γράφε, βέλτιον μέν, εἰ ἔστι χαλκοῦν γραφεῖον, εἰ δὲ μή, κἂν σιδηροῦν, τὸ ὄνομα τοῦ ἰδίου δεσπότου, καὶ εἰς τὸ οὖς δὲ τὸ ἀριστερὸν | |
5 | ἐπίλεγε τρίτον· ἀλέκτωρ ὕδωρ οὐκ οὐρεῖ. ἐδοκιμάσθη. | |
24.6 | Ἀφρικανοῦ περὶ δυσουρίας. Ἐὰν ἵππου τὰ οὖρα ἐπισχεθῇ, παρθένος λύσασα ἣν φορεῖ ζώνην, τυψάτω αὐτὸν κατὰ τοῦ προσώπου τῇ ζώνῃ, καὶ παραχρῆμα ἐξουρήσει ἀθρόως, καὶ ἡ ὀδύνη παύσεται. | |
24.7 | Θεομνήστου εἰς τὸ αὐτό. Τὸ νόσημα τῆς δυσουρίας | |
τριπλοῦν ἐστι. καὶ ὅταν μὲν δυσκόλως τις οὐρῇ, καλεῖται δυσ‐ ουρία, ὅταν 〈δὲ κατὰ στράγγα, στραγγουρία, ὅταν〉 δὲ κα‐ θάπαξ μὴ οὐρῇ, ἰσχουρία, ἣ ἐὰν μὴ θεραπευθῇ, ταχέως | 161 | |
5 | διαφωνεῖ. [ὅταν δὲ κατὰ βραδύ, στραγγουρία.] πολλὰ μὲν οὖν γέγραπται τοῖς ἀρχαίοις περὶ τῆς ἰσχουρίας τεχνικὰ βοη‐ θήματα, τό τε διὰ τῶν σκορόδων καὶ κρομμύων καὶ ἡ ἐκ‐ στροφὴ τῆς κύστεως διὰ τῆς ἕδρας, ἅπερ ἐπικινδυνώτερα τοῦ πάθους μᾶλλόν εἰσι βοηθήματα ἢ ἀκίνδυνα. ἃ δὲ πολλάκις | |
10 | προσαγαγόντες ἡμεῖς ἐβοηθήσαμεν, δηλώσω. πρῶτον μὲν οὖν εἰδέναι χρή, ὡς ἀπὸ ψύχους ἢ διώξεως ἢ ἐμφράξεως γίνεται πάντα τὰ τῆς δυσουρίας πάθη. ἁρμόζει δὲ λέβητι ποιεῖν θερμὸν ὕδας καὶ σπογγιαῖς ἀλείψαντα πρότερον ἐλαίῳ, θερμῷ τῷ ὕδατι ἀπὸ τῶν νεφρῶν μέχρι τῆς κέρκου προσαν‐ | |
15 | τλεῖν ἀνεκτῶς. ἱστᾶν δὲ τὸν ἵππον ἐν οἰκήματι ἀλεεινῷ μὴ καταπνεομένῳ, καὶ χαλώμενος οὐρήσει. ἐγχυματίζειν τε διὰ μυκτήρων καὶ διὰ στόματος οἴνου γλυκέος 𐆃 εʹ καὶ οὐρήσει. εἰ δὲ μὴ παρῇ, ἀσπαράγου σπέρμα ἢ αὐτοὺς τοὺς ἀσπαράγους καθεψήσαντας, τὸ ὕδωρ αὐτῶν μετὰ οἴνου γλυκέος καὶ ἐλαίου | |
20 | διὰ ῥινῶν καὶ διὰ στόματος ἐγχυματίζειν, ἢ ὀποπάνακος ὅσον ῥαγὸς σταφυλῆς δι’ οἰνελαίου ἐγχυματίζειν τῶν πάνυ μεγά‐ λων ἐστί. | |
24.8 | Πρὸς δυσουρίαν ἵππου θηλείας. Εἰς τὸ δεξιὸν αὐτῆς ὠτίον εἰπὲ τρίς· ἵππος σε καλεῖ, μὴ δυσούρει. | |
24.9 | Ἐγχυματισμὸς διουρητικὸς θαυμαστός. Ἐχίνου χερσαίου σάρκας ξηράνας ἐν ἡλίῳ καὶ τρίψας δίδου μετὰ οἴνου διὰ στόματος, ὡσαύτως καὶ τὰ ἐν τῇ γαστρὶ αὐτοῦ τεταριχευ‐ μένα καὶ ἀπεξηραμμένα τὸ αὐτὸ ποιεῖ. ἢ ὄνους τοὺς ὑπὸ τὰς | |
5 | ὑδρίας εὑρισκομένους δύο ἢ τρεῖς λαβὼν ἕψει μετὰ γάρου ὀλίγου, καὶ ἐπιμίξας ὕδωρ ὀλίγον ἐγχυμάτιζε. ἄκρως ποιεῖ. | |
24.10 | Τιβερίου. Ἐὰν ἡ κύστις ἐμφραγῇ, μαράθρου χυλόν, ἄνισον μίξας μεθ’ ὕδατος καὶ οἴνου γλυκίζοντος χλίανον καὶ ἔγχει εἰς τὴν ἕδραν. ἢ τὰ ἐνδόσθια τοῦ χερσαίου ἐχίνου τε‐ ταριχευμένα καὶ ἀπεξηραμμένα ὑποθυμία τὸν ἵππον περιεσκε‐ | 162 |
5 | πασμένον ἐπιβλήμασιν. ἢ πράσου χυλὸν μετὰ οἴνου ἀνὰ γο αcʹ χλιάνας ἐγχυμάτιζε, ἢ ἀνήθου δεσμὸν αʹ ἀποτριτώσας ἐν οἴνω ἐγχυμάτιζε. | |
24.11 | Εἰς στραγγουριῶντα. 〈Ῥέου ἑξαγ. δcʹ,〉 φοῦ γο αʹ, μήου ἑξαγ. δcʹ, ἀσάρου, πετροσελίνου ἀνὰ ἑξαγ. δcʹ, νάρδου Κελτικῆς κερατ. θʹ κόψας δίδου μετὰ κονδίτου. ἢ τρυγόνος ὀρνέου κόπρον κερατ. ιηʹ μετὰ μέλιτος ἐγχυμάτιζε. | |
24.12 | Ἄλλο φυσικόν. Τρίχας ἐλάφου ὑποκάπνιζε. καὶ ἡ νυκτερὶς δὲ τὸ ζῷον περιαπτομένη βοηθεῖ. τοὺς δὲ διαβρώ‐ τους ἀνθρωπείους ὀδόντας ἐγκαύσας τρίψεις καὶ δώσεις μετὰ στέατος ἐν βρώσει τοῖς κάμνουσι. βοηθεῖ ἄκρως. | |
25t | Περὶ τετανικοῦ καὶ ὀπισθοτονικοῦ. | |
26t | Περὶ διαρροίας. | |
26.1 | Ἄλλως· πρόγνωσις καὶ ἴασις. Τοῦ διάρροιαν νο‐ σοῦντος ἵππου κτλ. ἢ σιλφίου γο cʹ κτλ. ἢ σεῦτλα ἕψων μετὰ γλυκέος καὶ σικυόνιτρον ἐγχυμάτιζε. | |
26.2 | Κλυστὴρ εἰς διάρροιαν. Οἶνον μέλανα μεθ’ ὕδατος ἴσως κεράσας πρόσμιξον κηκῖδος ὀλίγον, καὶ ἐὰν μὴ παύσηται, δὸς αὐτῷ κόπρον κυνείαν πιεῖν μετ’ οἴνου λευκοῦ αὐστηροῦ. — ἢ σίδηρον πυρώσας σβέσον εἰς οἶνον καὶ ἐπιβαλὼν κύμινον | |
5 | λεῖον πότιζε. ἢ ἀλεκτορίδων κοιλίας ξηράνας λείους ἐπίπασσε τῷ ποτῷ, ἢ δρυὸς βαλάνους λειώσας μετὰ οἴνου δίδου. ἢ καρ‐ | |
κίνους θαλασσίους ἢ ποταμίους κρατήσας τὰ ὄστρακα καύσας δίδου μεθ’ ὕδατος. ἢ γῆς ἔντερα ἐπὶ ὀστράκων κεκαυμένα ὡς τέφραν γενέσθαι μετὰ οἴνου αὐστηροῦ ἐγχυμάτιζε, καὶ δάφνης | 163 | |
10 | φύλλα φρύξας καὶ κόψας καὶ γλήχωνα καύσας καὶ κηκῖδας, πάντα ἶσα λείου καὶ ἐγχυμάτιζε μετὰ οἴνου. | |
27t | Περὶ βοηθημάτων ἐντέρου ἐπιστροφῆς καὶ φύσης. | |
27.1 | Ξηρίον πρὸς ἀρχὸν προπίπτοντα διὰ πείρας. Κιλί‐ κιον κεκαυμένον, πῖλον ἐξ ἐρίου [ὅπερ ἐστὶ κένδουκλον] καὶ αὐτὸ κεκαυμένον, πίσσαν ξηράν, ἀμφότερα ἐξ ἴσου, ποιήσας ξηρίον ἐπίπασσε τὸν ἀρχόν, προαλείψας αὐτὸν πισσέλαιον, καὶ | |
5 | ὤθει αὐτόν, ἕως εἰσελεύσεται ἔσω, καὶ ἰαθήσεται. | |
28t | Περὶ χορδαψοῦ. | |
28.1 | Πυρία εἰς τὸ αὐτό. Πήγανον, κύμινον, κόνυζαν, ἄνηθον, καρδάμωμον συνέψει ἐλαίῳ καὶ ἐμβρέχων τὰ ἔρια συνέψει ὡς θερμότατα. | |
28.2 | Ἐγχυματισμός. Ἄνηθον ἑψήσας ἐν ἐλαίῳ καὶ ὕδατι ἐγχυμάτιζε. θαυμαστῶς δὲ αὐτοὺς ὠφελεῖ καὶ τὸ ἄδολον βάλ‐ σαμον ἐγχυματιζόμενον. | |
29t | Περὶ ἐκχύσεως καὶ ὑδέρου καὶ περὶ τυμπανικοῦ. | |
29.1 | Πρὸς τυμπανίτην· τοῦτο ποιεῖ καὶ ἐπὶ ἀνθρώ‐ πων. Σελίνου σπέρματος, μαράθου σπέρματος, κυμίνου, ἀνίσου, κυπέρου, δαφνίδων, τήλεως, λινοσπέρματος, αἴρας ἀπὸ σίτου, αἰγὸς κόπρου, ὄξος καὶ μέλι ἑνώσας καὶ λειώσας χρῶ. | |
29.2 | Ἀφρικανοῦ πρὸς ὑδρωπικόν. Στέαρ κορώνειον σὺν οἴνῳ γο κʹ ἐγχυμάτιζε θερμῷ, ἢ χερσαίου ἐχίνου καυθέντος τὴν σποδιὰν οἴνῳ ἐγχυμάτιζε. | 164 |
29.3 | Ἔμπλαστρος ἡ τοῦ κουρέως ὑδρωπική. Πίσσης ξηρᾶς λιτρ. δʹ, κηροῦ λιτρ. βʹ, πιτυΐνης λιτρ. αʹ, ἀλεύρου τη‐ λίνου, χαμαιλέοντος μέλανος ῥίζης, γύρεως ἀνὰ γο ηʹ, κυμίνου λείου γο δʹ, σκεύαζε καὶ χρῶ. | |
29.4 | Ἄλλη τὸ παρακείμενον ὑγρὸν ἀναπίνουσα. Κράμ‐ βης ῥιζηῶν ξηρῶν λειοτάτων, ἀσβέστου πεπλυμένης ἀνὰ 𐆃 αʹ, ἐλατηρίου γο γʹ, στέατος παλαιοῦ λιτρ. γʹ ποίει ὡς μάλαγμα καὶ ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει. | |
29.5 | Μάλαγμα τὸ ἰπωτήριον πρὸς ὑδρωπικὸν καὶ σπληνικὸν καταστέλλον τὸν ὄγκον. Πιτυΐνης φρυκτῆς λιτρ. δʹ, κηροῦ, πίσσης ἀνὰ λιτρ. βʹ, στυπτηρίας ὑγρᾶς, νίτρου ἐρυθροῦ, ἀριστολοχείας, ἀμμωνιακοῦ θυμιάματος, βδελλίου | |
5 | ἀμώμου, ἰξοῦ εἰργασμένου, σμύρνης, σικύου ἀγρίου ῥίζης, ὀποῦ συκομορέας ἀνὰ γο γʹ, ἐλαίου 〈παλαιοῦ〉 λιτρ. γʹ, ὄξους λιτρ. βcʹ. | |
30t | Περὶ δυσεντερίας. | |
30.1 | Ἀψύρτου. Ἄψυρτος Χαιρέᾳ κτλ. ἢ ἰκτίνου τοῦ λεγο‐ μένου λούποδος τὸ ἧπαρ μετὰ γάλακατος τρῖβε καὶ πότιζε. | |
30.2 | Ἄλλως. Τῆς δυσεντερίας σημεῖα τάδε. ἡ κοιλία πνευμα‐ τοῦται καὶ ὀσμαὶ γίνονται καὶ μυξῶδες φέρει καὶ πνευμα‐ τῶδες καὶ ψυγμῶδες. λοῦε οὖν θερμῷ ὕδατι τὴν κοιλίαν, χορτάσματα δὲ δίδου μηδικὴν γάλακτι μιγεῖσαν ὅσον λιτρ. βcʹ. | |
5 | καὶ ἡ Λημνία δέ σφραγὶς πινομένη μετὰ οἴνου δυσεντερικοὺς ἰᾶται, προαποκλυσθέντος τοῦ ἐντέρου μελικράτῳ. ἢ κίσσηριν | |
λειοτάτην ποιήσας μετὰ οἴνου καὶ ᾠῶν ἐγχυμάτιζε, ἢ φύλλα συκῆς ξηρὰ κόψας μετὰ οἴνου αὐστηροῦ ἐγχυμάτιζε. ἢ μάκερ καὶ σίδια κόψας ἶσα μετὰ οἴνου ἐγχυμάτιζε. ἢ λεπτοκαρύων | 165 | |
10 | Ποντικῶν τὰ λέπυρα ἑψήσας ἐν οἴνῳ ἐγχυμάτιζε μετὰ ὀλίγης ἀλόης, ἢ βάτου ῥίζας ἕψει σὺν οἴνῳ μέλανι καὶ τὸ τούτων ἀπόζεμα ἐγχυμάτιζε. κοιλιακοὺς γὰρ καὶ δυσεντερικοὺς ὠφελεῖ. ἢ κηκῖδας, ἐρείκης καρπόν, ὀπίου ἀνὰ γο τὸ cʹ ὕδατι ἀναλάμ‐ βανε καὶ σὺν οἴνῳ ῥόας ἐγχυμάτιζε. | |
30.3 | Τροχίσκος ὁ Βηρύτιος δυσεντερικός. Ναρδοστά‐ χυος, κρόκου, σμύρνης ἀνὰ ἑξαγ. αcʹ, ὑποκυστίδος χυλόν, ἀλόης ἡπατικῆς, ὀπίου Θηβαϊκοῦ, κηκῖδος ὀμφακίτιδος, ἀνίσου, ἀκακίας, κόψας καὶ σήσας οἴνῳ ἀναλάμβανε καὶ ποίει τροχί‐ | |
5 | σκον καὶ χρῶ λ[ο]ύων οἴνῳ. | |
31t | Περὶ σπληνός. | |
31.1 | Ἄλλο. Ἀπὸ τῶν ὤμων κτλ. ἢ ἅγνου σπέρμα ἑξαγ. γʹ κερατ. ιηʹ μετὰ ὀξυκράτου ἔγχει διὰ τῶν ῥινῶν, ἢ σκίλλης ὀπτῆς καὶ καππάρεως ῥίζης φλοιοῦ ἀνὰ κερατ. ιηʹ δίδου μετὰ ὀξυκράτου ὁμοίως, ἢ πελεκίνου σπέρμα, ὅ ἐστιν ἡδύσαρον, καὶ | |
5 | σκολοπένδριον, ὀξυλαπάθου ῥίζαν, κόστον, ἄνισον, σπληνο‐ δάπανον ἶσα κόψας καὶ σήσας διὰ τῆς ἀριστερᾶς ῥινὸς ἐγχυ‐ μάτιζε. | |
31.2 | Μάλαγμα σπληνικόν. Βδελλίου λιπαροῦ, στέατος μοσχείου, ἀμμωνιακοῦ θυμιάματος, ἴρεως ἀνὰ γο βʹ, ὀποπά‐ νακος, χαλβάνης, κάχρυος, στύρακος ἀνὰ ἑξαγ. ϛʹ, πεπέρεως κόκκους ρξʹ, κηροῦ γο ϛʹ, ἰρίνου ἐλαίου γο βcʹ, οἴνου τὸ ἀρ‐ | |
5 | κοῦν. τὰ ξηρὰ κόπτε καὶ σῆθε, τὰ τηκτὰ τήξας ἐπίβαλλε τοῖς ξηροῖς, τὸ ἀμμωνιακὸν δὲ καὶ τὸν ὀποπάνακα, τὸν λίβανον καὶ τὸ βδέλλιον διάλυε τῷ οἴνῳ καὶ μαλάξας χρῶ. ἐσχάτως | |
γὰρ μαλακτικῆς ἐστι δυνάμεως. οὐ γὰρ ἂν εὕροις αὐτοῦ μα‐ λακτικώτερον. ὠφελεῖ δὲ καὶ τὸ τοῦ Ἀμυθάωνος μάλαγμα | 166 | |
10 | καὶ τὸ τοῦ Ἀσκληπίωνος. | |
31.3 | Ἄλλο μάλαγμα φυσικόν. Κυκλάμινον κόψας σῆσον, εἰ δὲ παρῇ χλωρόν, λείωσον καὶ ἀναλαβοῦ μετὰ ἰσχάδων λιπά‐ ρῶν τετριμμένων, ἐπιρραίνων πρὸ μιᾶς ὥρας τοῖς σύκοις ὄξος βραχύ. εἶτα ἑνώσας καὶ ἐμπλάσας ῥάκει ἐπιτίθει. καὶ τῇ μὲν | |
5 | πρώτῃ ἡμέρᾳ μαλαχθήσεται ὁ σπλήν, τῇ δὲ δευτέρᾳ ἰαθήσεται, τῇ δὲ τρίτῃ εἰ χρίσαις ὑπερελαττωθήσεται. ὠφελεῖ δὲ καὶ τὸ διὰ δαφνίδος μάλαγμα. | |
32t | Περὶ τερηδόνων. | |
32.1 | Τιβερίου πρὸς τερηδόνας καὶ ἕλμινθας. Λαβὼν μύξας ξηράς, ἰσχάδας, θηριοκτόνιον, τῆλιν, θέρμους ξηρούς, κατάζεσον ἕως οὗ χυλώσῃ. εἶτα βάλλε εἰς τὸν χυλὸν καρδάμου γο βʹ ἑξαγ. βʹ καὶ μέλιτος ὀλίγον καὶ ἐγχυμάτιζε ἐπὶ ἡμέρας | |
5 | ζʹ ἄκριθον τηρῶν τὸ ζῷον. μετὰ δὲ τὸν ἐγχυματισμὸν περι‐ πάτῳ δίδου καὶ τρέφε καὶ πότιζε, ὑγιά〈σεισ〉. | |
33t | Περὶ αἵματος διὰ τῆς ἕδρας ἐκφερομένου. | |
33.1 | Ἄλλο. Πράσου χυλὸν κτλ. ἐὰν μέντοι αἷμα διὰ τῶν μυκτήρων φέρῃ κτλ. πρὸς δὲ τοὺς αἷμα ἐμοῦντας κτλ. πρὸς δὲ τοὺς ἀπὸ μυκτήρων αἱμορροοῦντας συμφύτου ῥίζαν καὶ τραγά‐ κανθον οἴνῳ ἀποβραχεῖσαν ἐγχυμάτιζε. | |
33.2 | Κατάπλασμα εἰς τὸ αὐτό. Ὠμῇ λύσει δι’ ὀξυκράτου ἢ ῥοδίνου ἐλαίου φυραθείσῃ κατάπλασσε τὰ ἰσχία. | |
33.3 | Πρὸς τοὺς αἷμα ἐμοῦντας. Αἱματίτου λίθου κερατ. | |
ιηʹ μετὰ χυλοῦ ῥοᾶς ἐγχυμάτιζε, ἢ κοραλλίου λίθου ὁμοίως. ἢ γῆς σχιστῆς, ἀγηράτου λίθου, Λημνίας σφραγίδος ἶσα μετὰ χυλοῦ ἀρνογλώσσου ἐγχυμάτιζε διὰ τοῦ στόματος. | 167 | |
33.4 | Περὶ αἱμουρίας καὶ αἱμορροίας καὶ ἰσχαίμων, καὶ ὅτι ἡ αἱμουρία ἀπὸ τῆς τῶν νεφρῶν ἀσθενείας καὶ ξη‐ ρότητος πνεύμονος γίνεται. Ἄψυρτος Ἀρτεμᾷ Καρχη‐ δονίῳ 〈χαίρειν〉. ἀκούσας σε πάνυ καταπονούμενον τῇ λύπῃ | |
5 | περὶ τοῦ συμβεβηκότος πάθους τῷ ἵππῳ σου, οὐκ ἀποκρύπτω σε τἀληθῆ, τοῦ ἐλέγχου κειμένου ἐν τῇ ἱστορίᾳ, ὅτιπερ οὐδέν ἐστιν ἀπόκρυφον τῶν ἐγκειμένων. δυσκόλως οὖν ἐπιχειρήσαντες ἐπιτευξόμεθα τοῦ θεραπεῦσαι. ἔστι γὰρ τὸ τῆς αἱμουρίας μᾶλλον ἀπηγορευμένον. διὰ τοῦτο χρὴ ἐπέχειν καὶ μετὰ σκέ‐ | |
10 | ψεως καὶ ἀσφαλείας ἐπιχειρεῖν, ἵνα τῇ προσηκούσῃ ἐπιμελείᾳ τὴν ἐπιχείρησιν ποιησώμεθα. — | |
33.5 | προσενέγκωμεν οὖν αὐτῷ θερμαντικὰ πάντα καὶ χαλαστικά, πυριῶντες κατὰ τῶν ψυῶν σπογγιαῖς, εἶτα πτελέας ῥίζαν, κόνυζαν, δενδρομαλάχην, γλή‐ χωνα κεφαλίτην καθεψοῦντες εἰς τὸ τριτωθῆναι, οὕτω καταν‐ | |
5 | τλήσομεν, εἶτα ἀποξύοντες τὰς ἰκμάδας τοῦ ἵππου, τότε ἀπο‐ τρίβειν οἰνελαίῳ καὶ βουτύρῳ, καὶ ἐγχυματισμῷ χρῆσθαι πα‐ ραδόξοις τοῖσδε· στρουθὸν τὸν καλούμενον κορυδαλὸν φρύξας ἐν χύτρᾳ μετὰ τῶν πτερῶν τρῖβε μετὰ οἰνομέλιτος, συμβαλὼν τῷ ζωμῷ πέπερι καὶ φύλλον καὶ ἔλαιον ὀμφάκινον | |
10 | καὶ δίδου διὰ στόματος ἐπὶ ἡμέραις γʹ, καὶ πάλιν διαστήσας βούτυρον καὶ κύμινον φρυκτὸν μετὰ πετροσελίνου καὶ οἴνου παλαιοῦ ἐγχυμάτιζε. καὶ ἡ τρῖψις ἔστω συνεχεστέρα δι’ οἰνελαίου. ἡ δὲ τοῦ κορυδαλοῦ θεραπεία ἁρμόζει καὶ ἀνθρώποις νεφρικοῖς. — | |
33.6 | συμβαίνει δὲ τὸ τῆς αἱμουρίας πάθος ἀπὸ διατάσεως, πολλάκις δὲ καὶ ἀπὸ ψύξεως. δεδώκαμεν δὲ καὶ | |
σικυόνιτρον μετὰ γλυκέος καὶ οὐδὲν ἠδικήσαμεν. δίδου δὲ καὶ τὴν δι’ ὀμφακίνου καὶ μέλιτος ἐπὶ ἡμέραις τρισὶ διὰ | 168 | |
5 | τὴν τῶν φλεγμονῶν φρῦξιν, καὶ διαστήσας ἄκρωνα χοίρειον καθεψῶν καὶ προσβάλλων τριφύλλου καὶ οἰνομέλιτος ἐγχυμά‐ τιζε τὸν ζωμόν, ἢ χυλὸν ἀπὸ κριθῆς καθεψῶν καὶ σκύλακα, εἰ δὲ οὐκ ἔστι σκύλαξ, ἀξούγγιον δίδου ἐπὶ ἡμέραις γʹ. | |
33.7 | Πῶς χρὴ πλῆθος αἵματος ἐκ τοῦ οὐρανίσκου κατιὸν ἐπισχεῖν. Ὅταν ἀφαιμάξῃς κτλ. ἢ κάσσυμα παλαιὸν καύσας καὶ σήσας μετὰ καλάμου ἐμφύσα καὶ στήσεις. ἢ σπόγ‐ γου γο βʹ, μολίβδου κεκαυμένου, στίμμεως ἀνὰ γο αʹ ξηρίον | |
5 | ποιήσας χρῶ. | |
33.8 | Ὀριβασίου ἴσχαιμον ποιοῦν καὶ πρὸς νομὰς τὰς ἐν αἰδοίοις καὶ χοιράδας. Μέλιτος καὶ ῥοδίνου φυραθέν‐ των, θείου ἀπύρου, ἀρσενικοῦ, σανδαράκης, ἀσβέστου ἶσα. | |
33.9 | Ἄλλο κάλλιστον εἰς αἱμορραγίαν. Γύψον μετὰ γύρεως τῷ λευκῷ τῶν ᾠῶν ἀναλαβὼν καὶ ἀναμίξας αἰγείαις θριξὶν ἐπιτίθει. | |
33.10 | Ἄλλο γενναῖον. Στυπτηρίας σχιστῆς, χαλκάνθου, κη‐ κῖδος ἀνὰ ἑξαγ. δcʹ, μίσυος γο αʹ, σώρεως γο τὸ cʹ. | |
34t | Περὶ ἐμφράξεως. | |
34.1 | Ἄλλως. Ἐὰν ἵππος ἢ ἄλλο τι ὑποζύγιον ἀπὸ ἐμφράγ‐ ματος ἐνοχληθῇ, οὐκ εὐχερῶς περιγίνεται. σημεῖα δὲ πα‐ ρακολουθεῖ ταῦτα· κυλίεται καὶ τὴν γῆν τῷ ποδὶ τύπτει καὶ διατείνεται ὡς οὐρεῖν θέλων, αἱ μασχάλαι ἱδροῦσιν, ἐνίοτε δὲ | |
5 | καὶ τὸ σῶμα πᾶν, τρόμοι γίνονται καὶ ἐπιστρέφεται ἐπὶ τὴν κοιλίαν, κόπρια μέντοι ὑπεξάγει καὶ τῶν οὔρων ἐκκρίσεις γί‐ νονται. συμβαίνει δὲ τὸ νόσημα ὡς ἐπίπαν, ὅταν ἐν ταῖς κοι‐ λίαις τοῦ ἀπευθυσμένου ἐγκολληθῇ τι ἔμφραγμα. διαπνευμα‐ τοῦται γὰρ καὶ ὑπέρτονος γενόμενος ἀποθνῄσκει. — | |
34.2 | θερα‐ πεύεται δὲ οὕτως. ἀλειψάμενος τὴν χεῖρα κάθες εἰς τὴν ἕδραν καὶ ἕλκε τὸ προσκείμενον, καὶ τοῦ ἐλαίου ἐγχέας ὅσον γο δcʹ περιπάτῳ χρήσασθαι ποίει ὡς ὅτι μαλακωτάτῳ. πυρία δὲ αὐτοῦ | 169 |
5 | τὴν κοιλίαν καὶ τὰ περὶ τὸν ὀμφαλὸν καὶ τὸν θώρακα. ὅσον δ’ ἂν χρόνον μὴ πυριᾷς, ἐλαφρῶς αὐτὸν διακίνει τῷ περι‐ πάτῳ. καὶ κλύζε αὐτὸν οὕτως· πίτυρα βρέξας ὕδατι θερμῷ ὅσον ὥραν μίαν διήθησον ὅσον 𐆃 ϛʹ γο ηʹ, καὶ μίξας νίτρου γο ιηʹ, μέλιτος γο δcʹ κλύζε. ἢ ὀποπάνακα καὶ σελίνου καρπὸν | |
10 | τρῖψον ἐν οἴνῳ λευκῷ γο ιʹ καὶ ἔγχει διὰ τῶν μυκτήρων. ἢ πάνακα καὶ δαύκου καρπόν, δάφνης κόκκους γʹ καὶ νίτρον λείου καὶ ἐπιχέων οἴνου εὐώδους 𐆃 ηʹ γο δʹ, σμύρνης ἑξαγ. δcʹ, κυμίνου Αἰθιοπικοῦ γο τὸ cʹ, τρίψας μετὰ οἴνου παλαιοῦ καὶ μέλιτος ἔγχει ὁμοίως. — | |
34.3 | ἐὰν δὲ ταύταις ταῖς θεραπείαις μὴ ὑπακούσῃ, λάβε κλυστῆρα τῶν μεγάλων καὶ ἔγχει ὕδωρ θερμὸν διὰ τοῦ στόματος ὡς λαβρότατα. ἔπειτα ἐγείρας αὐτὸν διακίνει περιπάτῳ ἐλαφρῷ. τῇ δὲ ἄλλῃ ἡμέρᾳ πότισον αὐτὸν ἄλευρον | |
5 | πύρινον ὅσον 𐆃 γʹ ὕδατος θερμοῦ. τροφῇ δὲ χρῶ, ἐὰν προσδέ‐ χηται, ἄρτοις ζυμίταις ἁπαλοῖς, ἄλλο δὲ μηδὲν πρόσφερε, ἐπεὶ ἀποστενοῦται ἡ κοιλία καὶ κινδυνεύει. | |
35t | Περὶ στρόφου. | |
35.1 | Κλυστήρ. Σεῦτλα καθεψήσας κτλ. ἢ γράψον κτλ. ἢ στυρα‐ κίνῃ ῥάβδῳ τὸν στροφούμενον ἵππον παρακρότει, ἢ ὀρνιθό‐ πουλον σφάξας τὴν κοιλίαν μετὰ τῶν ἐντέρων αὐτοῦ ἔτι θερμῶν ὄντων κρατήσας τὴν γλῶτταν τοῦ ἵππου ἐπίρριψον αὐτοῦ τῷ | |
5 | στόματι. ἢ ὀρίγανον εἰς οἶνον ἑψήσας δίδου πιεῖν, ἢ τὸ τοῦ Φίλωνος βοήθημα. | |
36t | Περὶ κενοπρήσεως. | |
37t | Περὶ στήθους διακοπῆς. | 170 |
38t | Περὶ αἰδοίου προπτώσεως. | |
38.1 | 〈Πρὸς ῥαγάδας τὰς ἐν αἰδοίῳ〉. Ῥητίνη πιτυΐνη πε‐ φρυγμένη ἐλαίῳ τε ῥοδίνῳ λελειωμένη, ἄχρις οὗ μέλιτος σχῇ πάχος, μεμιγμένη τε κρόκῳ ᾠοῦ ἑψημένου καὶ ἐπαλειφομένη μεγάλως ὠφελεῖ. ἢ κισσοῦ φύλλα ξηρὰ κεκαυμένα λείου σὺν | |
5 | ἐλαίῳ ἐν μολιβδίνῃ θυίᾳ καί ταῖς ῥαγάσιν ἄλειφε. | |
39t | Περὶ ὄρχεων φλεγμονῆς. | |
39.1 | 〈Ἄλλο.〉 Κρητάριον κτλ. ἢ μυλίτας λίθους ζεστοὺς ἢ ὄστρακα εἰς ἀνθρώπου οὖρον βάλλε, καὶ τῷ ἀτμῷ αὐτὸν ὑπο‐ κάπνιζε τὰ φλεγμαίνοντα. εἶτα αὐτῷ τῷ οὔρῳ κατάντλει τοὺς ὄρχεις, εἶτα οἶνον ἢ ὄξος καὶ χόρτον κεκαυμένον ἅλατός τε | |
5 | καὶ κυμίνου συμμιγέντων καί λειωθέντων ἐπίπλασσε καὶ θε‐ ραπεύσεις. | |
39.2 | Ἐὰν τὰ ὀρχίπεδα οἰδήσῃ, λαβὼν ζυγοῦ τοῦ παχυ‐ τάτου καῦσον καὶ μετὰ στέατος ἑνώσας ἐπιτίθει δὶς τῆς ἡμέρας. τοῦτο πάντων τῶν ἄνω κράτιστον. ἢ χολὴν χηνὸς χρῖσον τὰ ὀρχίπεδα. | |
39.3 | 〈Ἄλλο.〉 Εἰς ὕδωρ ψυχρὸν εἰσάγαγε, κιμωλίαν μετὰ μελικράτου κατάχριε. ἢ λινόσπερμα καὶ τῆλιν τρίψας μετὰ με‐ λικράτου κατάπλασσε. ἢ τρύγα οἴνου πρόσφατον μετὰ παιπάλης ἀλφίτων φυράσας κατάχριε. εἰς δὲ πύρωσιν κρίνου ῥίζαν καὶ | |
5 | ἠριγέροντα καὶ κορίανον χλωρὸν μετὰ σταφίδος ἐξῃρημένων τῶν γιγάρτων κόψας καὶ ἑνώσας κατάχριε. 〈καὶ〉 βαλσάμου | |
κερατ. ιηʹ, νίτρου γο αʹ ἑξαγ. αcʹ, κόπρου περιστερῶν ἑξαγ. δcʹ, χαλβάνης γο βcʹ, τερεβινθίνης ὁμοίως, ἑνώσας χρῶ. 〈ἢ〉 βολ‐ βοὺς ξανθοὺς μετὰ ἁλὸς λειώσας ποίει ἐμπλαστρῶδες καὶ ἐπι‐ | 171 | |
10 | τίθει. σφίγγει γὰρ καὶ εἰς τὸ ἄνω κουφίζει. | |
40t | Περὶ ἐντεροκήλης. | |
40.1 | 〈Ἄλλο. ***〉 ικος γο βʹ, λιβάνου, κόλλης τεκτονικῆς, σμύρνης, ἀλόης ἀνὰ γο γʹ, ῥοᾶς βυρσοδεψικῆς γο ηʹ, βαλαυ‐ στίων 𐆃 αʹ, σιδίων, κηκῖδος ἀνὰ γο ϛʹ, οἴνου τὸ ἀρκοῦν μέλιτι ἑψημένῳ ἀναλ〈άμβανε〉 καὶ χρῶ. | |
41t | Περὶ ῥεύματος ἐν γόνασι 〈καὶ ποσίν〉. | |
41.1 | Περὶ ῥεύματος ἐν ποσὶν ἤτοι χιράματος. Ἄψυρτος Ἀπολλωνιάδῃ κτλ. καὶ τοῦτο δὲ ἡμεῖς ἐκ πείρας ἔχομεν· ἰαρίου, μέλιτος ἀνὰ γο αʹ, ἐὰν δὲ ὑγρὰ φέρηται, καὶ λιθαργύρου οὐγ‐ γίας βʹ τὰ μεσοκύνια ἐπιχρίοντες. ἐμάθομεν δὲ καλῶς ποιεῖν | |
5 | καὶ στέαρ φώκης. | |
41.2 | Ἐὰν τὴν κνήμην ᾠδηκυῖαν ἔχῃ. Κιλικίῳ ἐπὶ τοσοῦ‐ τον ἀπότριβε, ἄχρις ἂν καὶ αἷμα ἀγάγῃ. εἶτα ἄλευρον ὀρόβι‐ νον μετὰ μέλιτος ἐπίθες καὶ ἐπὶ ἡμέρας τρεῖς ἔα φορεῖσθαι. | |
41.3 | Πρὸς παντοῖα ῥεύματα καὶ φλεγμονὰς καὶ πρὸς τὰ κατὰ νεῦρα πάθη καὶ ἄρθρα καὶ κιρσούς. Ὁ ῥευ‐ ματικὸς τρώγει τὰ ἄρθρα, ῥήσσει τοῖς ποσὶ τὴν γῆν. οὕτως οὖν ὀφείλομεν ἀναστεῖλαι αὐτοῦ τὸ ῥεῦμα· ψιμυθίου, λιθαργύ‐ | |
5 | ρου, πομφόλυκος, χαλκὸν κεκαυμένον, ὀξορόδινον ἢ οἶνον στυπτικὸν συντρίψας κατάχριε τὰ διασειράματα. ἐπιμένοντος | |
δὲ τοῦ ῥεύματος καὶ τραύματα ποιοῦντος χρῆσαι τῇ στυπτικῇ ταύτῃ συνθέσει· λιβάνου, μαστίχης, κολοφωνίας, πίσσης, πι‐ τυΐνης, στέαρ ταύρειον ἢ τράγειον, ἔλαιον σχίνινον ἢ μυρσί‐ | 172 | |
10 | νινον καθεψῶν κατάπλασσε. καὶ καταντλήσει δὲ χρῶ στυπτικῇ. σχῖνον, μύρτον Σικελόν, βάτου τὰ ἁπαλά, σφαιρία κυπαρίσσου, κηκῖδας καθεψῶν μετὰ οἴνου παλαιοῦ κατάντλει. | |
41.4 | Ἄλλο 〈πρὸσ〉 ῥευματικὸν ὑπὸ κιρσοῦ. Ἐπιγνωσό‐ μεθα τὸν ῥευματικόν, ὅτι ὑπὸ κιρσοῦ ῥευματίζεται, ὅταν ἀπό‐ στασις γένηται περὶ τὸ γόνυ. ἡ δὲ ἀπόστασις γίνεται οὕτως· ὅταν τὸ ἐπικείμενον ἀγγεῖον ἄνω κατὰ τῆς ὠμοπλάτης συρ‐ | |
5 | ρεῦσαν κατέλθῃ ἐπὶ τὸν βραχίονα καὶ πληρώσῃ τὸ γόνυ καὶ μὴ χωροῦντος τοῦ κάτω ἀγγείου τὸ πλῆθος, ἀνατρέχον τὴν ἀπόστασιν ποεῖ καὶ χωλάσματα γίνεται. τοῦτο δὲ καλεῖται κιρσός. διὸ χρὴ τέμνοντα τὸν βραχίονα, καθὼς προγέγρα‐ πται, διανοίγειν τὸ ἀγγεῖον. ἐὰν δὲ ἄνω ὄγκος ἐπικέηται, τῇ | |
10 | σμίλῃ τέμνε τὴν βύρσαν, ἵνα ἔξω προχωρήσῃ τὸ φύσημα τοῦ ἀγγείου καὶ διαπνευσθῇ, καὶ ταχέως σταλήσεται. χρῶ δὲ καὶ τῇ λοιπῇ θεραπείᾳ καὶ ὑγιάσεις. | |
41.5 | Ἄλλο καυστικὸν ἐπὶ τῶν μαλαγμάτων καὶ οἰδη‐ μάτων τῶν ἐν τοῖς ἄρθροις. Σκίλλαν καὶ ἀξούγγιον κόψας ὄξος τε δριμὺ τούτοις συμμίξας ἐπίπλασσε τὴν ὁπλὴν ἕως ἡμερῶν ιʹ καὶ ἔσται ὑγιής. | |
41.6 | Πρὸς ἐπιφορὰν ῥεύματος. Ῥόδινον, ἄμυλον καὶ ᾠοῦ τὸ λευκὸν κατάχριε. | |
41.7 | Πρὸς ἔνυλα ἀκάθαρτα. Κυνείαν κόπρον μετὰ ὄξους φυράσας κατάπλασσε. θαυμαστῶς ποιεῖ. | |
41.8 | Φάρμακον ἐν ἀγκύλαις δόκιμον. Κηροῦ, στέατος ταυρείου, πιτυΐνης ἀνὰ γο ϛʹ, οἰσυπηρῶν 〈ἐρίων〉 γο γʹ, ἀξουγ‐ γίου παλαιοῦ γο γcʹ. | 173 |
41.9 | Πρὸς ῥεύματα καὶ οἰδήματα. τοῦτο ὠφελεῖ καὶ ἀνθρώπους. Τὸν φλοῦν τοῦ πτελεορίζου συλλέξας ἕψε, ἕως ἁπαλὸς γένηται. εἶτα κόψον, ἕως ζύμη γένηται, καὶ κυλίσας ἀλεύρῳ κριθίνῳ τηγάνισον, ἐπιβαλὼν ἐκ τοῦ ζωμοῦ τοῦ πτε‐ | |
5 | λεορίζου, καὶ ὁπόταν ἀρκούντως ἑψηθῇ, ἅπλωσον εἰς πανίον, καὶ ἐπάνω ἐφαπλώσας βούτυρον, ἐπιτίθει τῷ ᾠδηκότι καὶ ῥευ‐ ματισθέντι [τῷ] τόπῳ. | |
41.10 | Εἰς πᾶσαν φλεγμονήν. Ἀγριοσίκυον κόψας ἐπίθες καὶ θαυμάσεις. | |
41.11 | Πρὸς οἴδησιν σκληράν. Ἀλθαίαν, τῆλιν, λινόσπερμα, γῦριν ἐψήσας ἐπιτίθει. | |
41.12 | Ἱεροκλέους πρὸς γονάτων πόνον. Πήγανον ἐλαίῳ ζέσας ἄλειφε. | |
41.13 | Εἰς πρῆσμα ἀπὸ ῥεύματος ἢ λακτίσματος. Χηνέαν μετὰ ὄξους δριμέος ἀναζυμώσας δέσμει, προχριομένου τοῦ τόπου διὰ τὰς τρίχας. | |
41.14 | Κατάπλασμα πρὸς οἴδημα ἀγκυλῶν ἐκ πληγῆς ἢ οἱασδήποτε αἰτίας. Ἄσφαλτον καὶ γῦριν μετὰ ὄξους φυράσας κατάπλασσε. | |
41.15 | Πρὸς τὸ χόνδρον κτήνους σκληρῦναι. Ἰάριν καὶ τὸ ἀποπῖπτον ἀπὸ τοῦ ἄκμονος ὡς λεπίδα τρίψας καὶ ξηρίον ποιήσας ἶσα μῖξον, καὶ ἀποπλύνας ἐλαίῳ τὸν χόνδρον ἐπίπαττε. | |
41.16 | Πρὸς πρησμονὴν σφυρῶν. Ἐὰν τὰ σφυρὰ πλησθῶ‐ σιν ἀπὸ δρόμου ἢ ῥευματισμοῦ, ψιλώθρῳ τὸν τόπον καθάρας, κέντει τὸν τόπον καὶ κατασκεύαζε κεντήμασιν πολλοῖς καὶ | |
πυκνοῖς. ἔπειτα λαβὼν πνεύμονα βόειον θερμὸν ἔτι ὄντα, | 174 | |
5 | ἐπιτίθει καὶ καταδέσμει καὶ ἔα ἀφ’ ἧς ἐτέθη ὥρας μέχρι τῆς αὐτῆς ὥρας τῆς ἐπιούσης ἡμέρας, καὶ πάλιν ἕτερον πνεύμονα ἐπιτίθει ὡσαύτως. καὶ τοῦτο ποίει τρὶς ἢ καὶ τετράκις, ἕως οὗ ὑγιάσεις. | |
42t | Περὶ μαρμάρου. | |
43t | Περὶ ποδάγρας. | |
43.1 | Ἀψύρτου. Ἄψυρτος Ἀρτεμᾷ κτλ. καὶ ὑγιαίνει. 〈ἢ〉 σελίνου καρπόν, σμύρναν, λίβανον ἀνὰ γο δʹ, τὸ δὲ σέλινον πλεῖστον διεὶς λευκῷ οἴνω, ἔγχει εἰς τὸν ἀριστερὸν μυκτῆρα, μὴ πλέον γο εʹ [ἀλλὰ μηδὲ ἔλαττον], ὅσον δὲ δοκεῖ ἱκανὸν | |
5 | εἶναι, σκοπῶν πρὸς τὴν τοῦ ἵππου ῥώμην. | |
43.2 | Ἄλλως. Πρῶτον μὲν τέμνειν δεῖ τὴν ζέαν τὴν τρί‐ την τὴν ἐπ’ ἀριστερᾷ καὶ ἐᾶν ἀπορρυῆναι μὴ ἔλαττον ἡμι‐ λίτρου μηδὲ πλέον. τῇ δὲ ὑστεραίᾳ τέμνειν τὰ ὀπίσθια ὑπὸ τοὺς ἀστραγάλους καὶ ἐᾶν ἀπορρυῆναι τὸ ἶσον πυριᾶν τε οἴνῳ | |
5 | εὐώδει σμύρναν τε καὶ μάννην καὶ χαλβάνην ἐμβάλλοντα καὶ εἴ τι ἄλλο εὐῶδες. τῇ δὲ ἐκ κλημάτων ἀνθρακιᾷ θερμαίνειν τὴν χύτραν καὶ πυριᾶν ἀπὸ τοῦ τραχήλου ἄνω ὑπ〈ερ〉έχοντα. τὸ στόμα θερμῷ τῷ ὕδατι λούειν, καταψῶντα καὶ τὸ ἄλλο | |
σῶμα, τὴν δὲ ὀσφῦν μάλιστα ἐλαίῳ θερμῷ ἀλείψαντα δεῖ | 175 | |
10 | τρίβειν καὶ πῦρ παρακαίειν καὶ σκεπάζειν, ἕως ἱδρώσῃ. | |
43.3 | εἶτα τὴν θερμασίαν λύειν κατὰ μικρὸν ἀφαιροῦντα τὰ ἱμάτια, ἵνα μὴ ψυχθῇ ἐξαπίνης, καὶ τὸ ἔγχυμα ἐγχεῖν διὰ τριῶν καὶ τρέφειν ὑγρᾷ χιλῇ, μάλιστα μὲν πρασίου φύλλοις ἢ σελίνου, ἐὰν θέλῃ τρώγειν, ἐγκαταμιγνύοντα καὶ θρίδακας, | |
5 | καὶ ὅτι ἂν θέλῃ τοιοῦτον, καὶ ἄγρωστιν πεπλυμένην ὕδατι θερμῷ, καρδάμου τε φύλλα ἐσθίειν ἀναγκάζειν καὶ θερμὸν ποτὸν διδόναι καὶ κριθῶν ἀληλεσμένων ὅσον λιτρ. ιηʹ, καὶ ἑσπέρας τὴν αὐτὴν ἐπιμέλειαν προσφέρειν. τροχάσῃ δὲ ὀλίγα κατὰ τὴν ἕξιν αὐτοῦ, ὡς ἂν ᾖ διακείμενος, ἵνα μὴ λάθῃ ἀπο‐ | |
10 | πνιγεὶς ἀπὸ τοῦ φαρμάκου καὶ εἰς μεῖζον ἀρρώστημα ἐμπέσῃ. | |
43.4 | Ἄλλο ποδαγρικὸν † ἕλον θαύματα. Ἐλαίου, οἴνου, ἁλῶν κοινῶν· ἕψει, ἕως τὸ ἅλας λυθῇ καὶ χρῶ. | |
44t | Περὶ φθορᾶς τριχῶν καὶ δασύτητος. | |
44.1 | Ἐὰν ἀσθενοῦντος ἀλόγου θρὶξ ἵσταται ὀρθή. Μέλι καὶ γάλα χλιάνας, ὅσον ἡ χεὶρ δέχεται, ἐγχυμάτιζε διὰ τῆς ῥινός. | |
44.2 | Περὶ τριχώσεως κτηνῶν. Ἀσβόλην ἐκ μαγειρείου ἢ βαλανείου συντρίψας λείαν ἐν θυίᾳ καὶ ὄξος δριμὺ ἐπιβαλὼν κατάχριε, μὴ ἀθρόως δὲ ὅλον τὸ κτῆνος, ἵνα μὴ τῇ δριμύτητι ἀγανακτήσῃ, ἀλλὰ κατὰ 〈τὸ〉 μέρος, ἐν ᾧ ἐστι πλέον τὸ αἴτιον, | |
5 | μηρὸν τυχόν, ἢ τράχηλον, καὶ εὐθὺς μετὰ ἡμέρας τρεῖς τριχο‐ ποιήσει. εἰ δὲ ἐπὶ σπουδῇ ἐν ὁδῷ συνέχεταί τις, μὴ εἶναι | |
ἀναγκαῖον λειοῦν ἐν θυίᾳ τὴν ἀσβόλην, ἀλλ’ ὡς ἔστι τραχεῖα, ἐπιχρίειν αὐτὴν τῇ ὀξάλμῃ. θρύπτεται γὰρ ἡ ἀσβόλη ὑπὸ τῆς δριμύτητος τοῦ ὄξους καθάπερ κιμωλία. | 176 | |
44.3 | Ἄλλο τριχωτικὸν μέγιστον. Κριθὴν φρύξας μετὰ κυάμων, καὶ κέρας αἴγειον καύσας τρίχας τε ἀνθρωπίνας, κα‐ λάμου βολβούς, πάντα λειώσας ἀναλάμβανε στέατι ἀρκείῳ. τοῦτο καὶ ἐπὶ ἀνθρώπων ποιεῖ καὶ πρὸς ἀλωπεκίας. | |
44.4 | Μεταβολή. Ὁπόταν βουληθῇ πῶλον ἐπιμελούμενος τῆς ἀγέλης ἀνὴρ μέλανα ἢ ξανθὸν καὶ ποικίλον ἢ λευκὸν ἵππον ἀπαστράπτοντα ταῖς ξανθιζούσαις θριξὶν ἐπὶ ταῖς λευκαῖς 〈γενέσθαι〉, ἐν τοῖς χωρίοις τοῖς χλοεροῖς τῆς συνήθους πλη‐ | |
5 | σίον πηγῆς εἰκόνα ἐκ βαφῶν ποικίλων συγκερασάμενος στησάτω, ἣν βλέπουσα ἡ θήλεια ἐν τῷ πίνειν ὄμμασι διψῶσιν ὥσπερ ποτοῦ καὶ ἐρώτων ἀπεικαζομένοις γάμοις ὅμοιον ἂν ἀποτέκοι τῷ ὁρωμένῳ ἵππῳ. πάντα γάρ, ὅσα ποικίλματα ὁ νοῦς [καὶ] αὐτῆς διὰ τῆς ὁράσεως κατέπιε, τούτοις ἀπεικάσματα καὶ ἡ | |
10 | γαστὴρ ἀπερεύξεται καὶ γεννήσει. | |
44.5 | Ἀφρικανοῦ περὶ χροιᾶς ἵππων. Τῶν ἵππων διάφοροι μέν, ὡς ἀρεταί, καὶ χρόαι. εὐτύχημα δὲ καὶ χρόα καὶ σεμνὸν τῷ ζῴῳ ἡ εὐθὴς δορά. αἱ μὲν οὖν αὐτῶν αὐτοφυεῖς, τὰς δὲ τεχνῶνταί τινες μεταβάλλοντες ἐπὶ τὸ κρεῖττον. καὶ αἱ μὲν | |
5 | αὐτῶν μετα〈ποι〉οῦνται φαρμάκοις, αἱ δὲ ποικίλλονται καύ‐ σεσιν. ἵππος οὖν ἐκ πυρροῦ μέλας γένοιτ’ ἂν σκίλλῃ μετ’ ὄξους καὶ κισσήρεως λελειωμένης καταπλασθείς, λευκὸς δ’ ἂν ἀπο‐ | |
βαίη ζεστῷ τῷ φαρμάκῳ. πυρρὸς δὲ ἐκ λευκοῦ γένοιτ’ ἂν τιτάνου καὶ λιθαργύρου λείων ἐν ὕδατι ἑφθεισῶν εἰς τε γλοιοῦ | 177 | |
10 | πάχος γενομένων, εἰ ἐφ’ ὥρας καταπλασθείη δύο. εἰ δὲ πλείο‐ σιν ὥραις ἐπιμείναι τὰ τῆς χρίσεως, ἐκ λευκοῦ μέλας ἂν ἀπο‐ βαίη. | |
44.6 | δίχα δὲ χρωμάτων τὴν τρίχα εἰς ὄψιν ἑτέραν ἐπὶ τῷ ζῴῳ χαλκεύει τὸ πῦρ καὶ τὴν τοῦ ἵππου ποικιλίαν ψεύδεται. λευκόψαρος ἵππος (ὄνομα δὲ χρώματι τοῦτο) καταγράφεται τὸν τρόπον τοῦτον· καυστὴρ στρογγύλος ἐν μέσῳ κοῖλος εἰς τὴν τοῦ | |
5 | ο στοιχείου περιφέρειαν εἱλούμενος πυρωθεὶς καταδεδεμένῳ τῷ ἵππῳ ἐπιτίθεται κατὰ θέσιν καὶ ἄρσιν. ὁ μὲν οὖν κύκλος ἔξωθεν μέλας, τὸ δὲ ἀρχαῖον μένον ἐξ αὐτοῦ σῶμα πάρδαλιν ψεύδεται, ἐπί τε πόδας καὶ ἐπ’ αὐχένα συντεθείς. ἴδοις δ’ ἂν αὐτοῦ καὶ τὸ πρόσωπον οἷα θηρίου. καλὸν δ’ ἵππῳ τοῦτο ἐπι‐ | |
10 | γράφειν θυμικῷ, ἵνα καὶ τὸ τάχος ὅμοιον ἔχῃ τῇ δορᾷ. | |
44.7 | Βάμμα τριχῶν ἄριστον. Συκῆς μελαίνης τὰ φύλλα βρέχε ἐν ὕδατι ὀμβρίῳ καὶ τρίψας εὐτόνως κατάπλαττε προψι‐ λώσας τὸν ἵππον. τοῦτο εἰς τέλος κατασκευάζει μηκέτι γενέ‐ σθαι λευκάς. | |
44.8 | Ἀφρικανοῦ βάμμα τριχῶν αἰωνίως φυλαττό‐ μενον. Σφέκλης, ἀκακίας μελαίνης, στυπτηρίας στρογγύλης, πολυτρίχου ἀνὰ γο ϛʹ, κηκῖδος ἑξαγ. βʹ κερατ. ϛʹ, κάρυα χλωρὰ ιʹ, μυρσίνης μελαίνης ἀφ’ αἵματος λιτρ. αcʹ, λαδάνου γο ϛʹ, οἴνου | |
5 | παλαιοῦ μέλανος 𐆃 εʹ. ἕψει πάντα μετὰ οἴνου, ἕως ἀποτριτωθῇ, καὶ προσμήξας ἔμβαπτε τὰς τρίχας νυχθήμερα γʹ καὶ θαυμάσεις. | |
45t | Περὶ ἵππων τιλώντων. | |
46t | Περὶ ἑρπηστοῦ καὶ ἐπινυκτίδος. | |
46.1 | Ἄλλως περὶ ἕρπητος. Χολώδης καὶ δριμὺς χυμὸς εἰς | |
τινα τῶν μορίων τοῦ σώματος ἀποσκήπτων τὸν ἕρπητα γεννᾷ. καὶ εἰ χολὴ συρρεύσασα τύχῃ, σφοδρᾷ δριμύτητι τὸν ἀναβι‐ βρώσκοντα ἕρπητα γεννᾷ [χυμός], ὡς μὴ μόνον διὰ πάντων | 178 | |
5 | ἐξιέναι τῶν ἔνδον μορίων, ἀλλὰ καὶ διὰ τοῦ δέρματος ἄχρι τῆς ἐπιδερματίδος, ἣν μόνην ἀναβιβρώσκει τε καὶ διεσθίει, τὸ συνεχὲς τοῦ δέρματος κατὰ βραχὺ ἐπιλαμβάνων· διὸ καὶ ἕρπης ὠνομάσθη. εἰ δὲ καὶ φλέγματι συμμιγῇ ἡ χολή, τὸν ἕτερον ἕρπητα τὸν κεγχρίαν ὀνομαζόμενον γεννᾷ κέγχροις | |
10 | ὁμοίας ἐξοχὰς κατὰ τὸ δέρμα ποιοῦντα. ἡ δὲ θεραπεία ἐστὶν αὕτη· ἕλικας ἀμπέλου ἢ βάτου φύλλα καὶ πολυγόνου καὶ ἀρνογλώσσου λεῖα καταπλάσσειν χρή. ὕστερον δὲ φακῆν τού‐ τοις μιγνύειν ἑφθήν, καί ποτε καὶ ἄλφιτα καὶ μέλι. | |
46.2 | Πρὸς ἕρπητα καὶ πάντα τὰ περὶ τὴν ἐπιφάνειαν γινόμενα ἐξανθήματα κάλλιστον. Κέρας αἴγειον καύσας καὶ λειώσας σὺν ὄξει κατάχριε. καῖε δὲ τὸ κέρας οὕτως· ἐπάνω πυρὸς κατασχὼν τὰς ἐπανισταμένας πομφόλυγας εἰς θυίαν | |
5 | ἀποτίνασσε, ἕως τὸ πᾶν ἐξαναλωθῇ· ποιεῖ δὲ καὶ προβάτειον κέρας καὶ μάλιστα τὸ τοῦ κριοῦ. ποιεῖ δὲ καὶ ἡ σποδὸς αὐτοῦ κηρωτῇ ὑγρᾷ ἀναληφθεῖσα ἄκρως, ἢ στυπτηρίας σχιστῆς γο cʹ, χαλκάνθου ἑξαγ. αcʹ, ἁλὸς ὀρυκτοῦ τὸ ἶσον, ὄξει ἀναλάμβανε καὶ χρῶ. | |
46.3 | Ἄλλο θαυμαστόν. Νίτρου, χαλκίτου, χαλκάνθου, μί‐ σεος, τιτάνου, ἀκακίας ἶσα ἀναλάμβανε ὄξει καὶ χρῶ ὕδατι. | |
46.4 | Κηρωτὴ πρὸς τοὺς ἐκδαρέντας ἕρπητας. Ψιμυ‐ θίου, λιθαργύρου, ἀγχούσης ῥίζης, κηκῖδος κεκαυμένης ἀνὰ ἑξαγ. αcʹ, μάννης κεράτια ιηʹ, στυπτηρίας σχιστῆς ὁμοίως, κηροῦ γο βʹ, στέατος μοσχείου γο ιβcʹ, ἐλαίου γο εʹ, ᾠῶν δύο | |
5 | τὰ λευκά, τὰ ξηρὰ λείου μετ’ οἴνου καὶ σκευάσας κατάχριε. | |
46.5 | Πρὸς ἐπινυκτίδα. Ἀπὸ ταὐτομάτου τοῦ σώματος | |
ἐξανθοῦντα ὑπέρυθρα φύματα γίνεται, ὧν ῥηγνυμένων ἰχὼρ ὕφαιμος ἀπορρεῖ. θεραπεύεται τούτοις καταπλασσόμενα· κράμ‐ βης φύλλα λεῖα ἢ στρύχνος ἢ ὑοσκυάμου φύλλα μετὰ μέλιτος | 179 | |
5 | ἢ ἀρνόγλωσσον λεῖον ἢ κενταύριον χλωρὸν καὶ σταφίδων λι‐ παρῶν σάρκες μετὰ πηγάνου. | |
47t | Περὶ ὑστριχίδων. | |
48t | Περὶ στόματος ἑλκωθέντος καὶ περὶ ἀφθή‐ σεως γλώττης. | |
48.1 | Τιβερίου πρὸς τοὺς ῥευματιζομένους τὸ στόμα καὶ σιαλίζοντας. Ὀρίγανον μετὰ ἁλὸς καὶ λινόσπερμα σὺν μέλιτι φυράσας δίδου διαμασσᾶσθαι. | |
48.2 | Πρὸς τὰ ἐν τοῖς στόμασιν ἕλκη. Κηκῖδα λεάνας καὶ ῥοῦν ἐρυθρὸν ἶσα διάτριβε τὸ στόμα, ἀλλὰ καὶ τὴν γλῶσσαν ἑλκύ‐ σας ἔξω διάτριψον καὶ συγκράτει ὅλον τὸ στόμα, ἵνα στυφθῇ. τοῦτο ποίει δὶς τῆς ἡμέρας ἕως ὑγιασθῇ. ἢ καρδάμου γο βʹ | |
5 | ἑξαγ. βʹ, κράμβης φύλλα λεῖα, οἴνου γο ιʹ μέλιτος πάχος ποιῶν ἐγχυμάτιζε ὁμοίως. ἢ ἀρτεμισίας φύλλα [λεῖα] λειώσας μετὰ οἴνου γο ιʹ ἐγχυμάτιζε, ἢ ἀριστολοχείας ῥίζαν μετὰ οἴνου ἐγ‐ χυμάτιζε. | |
49t | Περὶ τῶν ἐξ ὁδοῦ ἢ δρόμου κεκοπωμένων καὶ περὶ τῶν ἑλκωθέντων ἐκ τῶν λαγόνων. | |
49.1 | Πεμπτοπαθὴς 〈διάγνωσισ〉· ψῦξις, διάτασις, κόπος, ῥῶξις, τρόμος. Ἄψυρτος Ῥωμύλῳ ἑκατον‐ τάρχῳ 〈χαίρειν〉. Ἐδήλωσάς μοι, δέσποτα Ῥωμύλε, ὡς πλειόνων παθῶν σύναψιν γενέσθαι καὶ συνειλῆφθαι τὸ ζῷον | |
5 | ὑπ’ αὐτῆς. 〈ἐν〉 πολλῇ οὖν ἀμηχανίᾳ ἐγενόμην καὶ συντριβῇ | |
διὰ τὴν ἀθρόαν καὶ ὑπερβάλλουσαν σύναψιν τοῦ τοιούτου νοσήματος. πόθεν οὖν ὀφείλομεν γνωρίζειν τὴν σύναψιν τῆς νόσου, καὶ τίνα ἐστὶ τὰ πάθη; τὰ μὲν οὖν πάθη τρόμος, ψῦξις, ῥῶξις, κόπος καὶ διάτασις. διὰ γὰρ τοῦτο ἐκλήθη καὶ πεμπτο‐ | 180 | |
10 | παθής. | |
49.2 | ὅθεν δὲ τοῦτο συμβαίνει ἕκαστον ὀφείλομεν συ‐ στῆσαι. τὸ μὲν τοῦ τρόμου ἀπὸ ἀδυναμίας, τὸ δὲ τῆς ψύξεως ἀπὸ τοῦ ἱδρῶτα ψυχρὸν ἀποστάζειν ἀπὸ τῆς ψύξεως καὶ ἀγω‐ νίας, τὸ δὲ τοῦ κόπου καὶ τῆς διατάσεως ἀπὸ τοῦ ῥίπτειν | |
5 | ἑαυτὸν χαμαὶ μὴ φέροντα τὸν κόπον, ἀλλ’ ἐλεγχόμενον ὑπὸ τῆς διατάσεως. ἡ δὲ ῥῶξις ὑπὸ τῆς ἀγρυπνίας, ἐξ ἧς ἔσθ’ ὅτε καὶ αἱ λαγόνες ἀνέσπανται καὶ πνεύματα συνεχῶς παραπέμ‐ πεται διὰ τῆς ἕδρας. | |
49.3 | ἐπιδείξομεν οὖν, ὅπως ὀφείλομεν ἕκα‐ στον τούτων τῶν παθῶν ἀναστεῖλαι. τὸ μὲν οὖν τοῦ τρόμου, ἄρτον ξηρὸν βρέξας ὕδατι, εἶτα ἀποπιέσας τὸ ὕδωρ, κλύσον μετὰ οἴνου εὐώδους καὶ δίδου, ἵνα τόνον λάβῃ, καὶ τῷ οἴνῳ | |
5 | δὲ αὐτῷ κατάρραινε δι’ ὅλου τοῦ σώματος, καὶ σκληροτέραν τὴν χειροτριβίαν ποιοῦ καὶ διακινείτω ἠρεμαίως. πρὸς δὲ τὴν τοῦ ψυγμοῦ κύπρινον διὰ ῥινῶν δίδου χρίσμασί τε θερμαν‐ τικοῖς χρῶ καὶ χαλαστικοῖς, πρὸς δὲ τὴν τῆς διατάσεως λύσιν σκόροδα καὶ ἀξούγγιον παλαιὸν συντρίψας μετὰ βουτύρου, | |
10 | κυμίνου καὶ οἴνου παλαιοῦ ἀπότριβε ἀπὸ τῶν ψυῶν ἐπὶ τὸν νωτιαῖον μυελόν, ἑκάτερα γὰρ ὠφεληθήσεται. | |
49.4 | πρὸς δὲ τὴν τοῦ ἐντέρου πλήρωσιν ἤτοι ῥῶξιν δίδου θερμαντικοὺς καὶ εὐλιπεῖς ἐγχυματισμούς, προσλαβὼν πυρέθρου καὶ κυμίνου χυλὸν καὶ κριθὴν ἐπὶ ἡμέρας γʹ, καὶ διαστήσας ἄλλας τρεῖς, | |
5 | δίδου χυλὸν ἀπὸ σεμιδάλεως σαμψύχῳ καθεψῶν. πρὸς δὲ τὴν διάτασιν ἔρια πιναρὰ ἀποβρέχων ὕδατι θερμῷ τίθει πυκνό‐ τερον κατὰ τῶν ψυῶν, καὶ αὐτὸν δὲ τὸν πίνον ἐγχυμάτιζε, καὶ ἡ στάσις ἔστω θερμὴ καὶ φωτεινή. | |
49.5 | χρῶ δὲ τούτῳ τροφῇ παντοδαπῇ ἐκ προσαγωγῆς, ἐὰν συμβῇ ἀνόρεκτον αὐτὸν γε‐ νέσθαι, κἂν μὲν ᾖ χόρτος χλωρός, κάλλιον· εἰ δὲ μή, τὸν ξηρὸν | |
καταρραίνων ὑδρομέλιτι παράβαλε καὶ τὰς κριθάς. ἐν δὲ ταῖς ἀρ‐ | 181 | |
5 | χαῖς αἷμα ἀφαιρήσεις καὶ ἀπὸ αὐχένος καὶ ἀπὸ κροτάφων, καὶ αἴγειον γάλα μετὰ κρόκου ἐγχυμάτιζε. τὸ δὲ φλεβοτόμον, ὡς εἴρηται, ἐν ἀρχῇ παραλάμβανε, ἐὰν δὲ παρακμήσῃ, μη‐ κέτι. καθαιρεθείσης γὰρ τῆς δυνάμεως εὐμαρῶς γίνεται δια‐ φώνησις. | |
49.6 | Τοῦ ἀπὸ τοῦ δρόμου ἢ ἄλλου κόπου βλαβέν‐ τος θεραπεία. Τῷ ἐκ καμάτου ἤτοι κόπου τὰ ὀστᾶ καὶ τὰ νεῦρα ὀδυνωμένῳ ἔλαιον ὕδατι ἑνώσας ὡς καταμιγῆναι ἄλειφε ἀνὰ τρίχα τὸ σῶμα εὐτόνως, ἕως ὑγιὴς γένηται. οὐδὲ | |
5 | γὰρ ἧττον ἐστὶ τῶν λοιπῶν τοῦτο. | |
50t | Περὶ ἀρτηρίας ἑλκωθείσης καὶ λαιμοῦ. | |
50.1 | Περὶ ἀρτηριορραγοῦς καὶ ἐμφράγματος λαι‐ μοῦ, ὅ ἐστι παράθεσις φλέγματος. Ἐὰν ἵππος ἢ ἄλλο τι τῶν ὑποζυγίων ἀρτηριορραγὴς γένηται, ἔστι μὲν τὸ πάθος πονηρόν. σημεῖα δὲ ἔχει ταῦτα· πνεῖ βαρὺ καὶ ῥέγχει | |
5 | καὶ βήσσει καὶ φριμάσσεται, καὶ λέμφη ἐκβάλλει πεπυωμένα, καὶ τῷ σώματι συμπίπτει καὶ ἐν τῷ χρεμετίζειν λεπτοφωνεῖ, καὶ ἡ λαγὼν ἀνασπᾶται καὶ οὐκ ἀναλαμβάνει τῷ σώματι, ἀλλ’ ἄσαρκος γίνεται. ἔνιοι δὲ αὐτῶν καὶ τοῖς ἐμπροσθίοις σκέ‐ λεσιν ἐπιχωλαίνουσιν. οἱ δὲ τοιοῦτοι βραδύτερον ἀπόλλυνται. | |
10 | αἷμα οὖν ἄφελε ἀπὸ τοῦ τραχήλου καὶ ἔα ἀπορρυῆναι λιτρ. γʹ, καὶ στήσας τὴν ῥύσιν σύγχρισον αὐτὸν οἴνῳ καὶ ἐλαίῳ. ἐγχύμα δὲ σύκων λιτρ. βʹ ἐπιχέων ὕδατος λιτρ. ιʹ. ταῦτα ἕψει ἕως ἡμισευθῆναι καὶ ἔγχει διὰ τοῦ στόματος 𐆃 αcʹ τῇ ἡμέρᾳ, ἢ τραγακάνθου γο γʹ βρέξας ἐν ὕδατι ἀφ’ ἑσπέ‐ | |
15 | ρας, τῷ πρωῒ λεάνας ἐπίχεε οἴνου γο κʹ καὶ διὰ τοῦ στόματος | |
ἔγχει. | 182 | |
50.2 | Περὶ ἑλκώσεως ἀρτηρίας. Ἐν τούτῳ συνεχῶς χρῶ τῇ ταυρείᾳ χολῇ. ἐὰν δὲ τὸν ἀκροθώρακα πονέσας οἰδήσῃ, κρίθινον ἄλευρον μετὰ οἴνου ἕψει καὶ τούτοις κατάπλασσε τὸν τόπον δὶς τῆς ἡμέρας. ἐπὰν δὲ ἁπαλὸν γένηται καὶ ἔνδον | |
5 | ποιήσῃ ἕλκος, θεράπευε ὡς προγέγραπται ἐν τῷ περὶ ἑλκῶν. | |
50.3 | Ἀρτηριακόν. Τραγάκανθον γο ϛʹ, κόκκον γο αʹ, πε‐ πέρεως καὶ μέλιτος τὸ ἀρκοῦν. πρόβρεχε τὴν τραγάκανθον. | |
51t | Περὶ ἄσθματος. | |
51.1 | Κατάπλασμα εἰς τὸ αὐτό. Σῦκα λιπαρά, αἴρινον ἄλευρον καὶ κρίθινον μετὰ ῥητίνης καὶ κηροῦ ἴρεως τε καὶ μάννης ἀναμιχθέντα ἐπίπλασσε κατὰ τοῦ θώρακος. | |
51.2 | Ἐγχυματισμὸς εἰς τὸ αὐτό. Πολίου, ἀβροτόνου, καστορίου, χαμαιπίτυος, ἀμμωνιακοῦ θυμιάματος ἶσα μέλιτι φυράσας μετὰ μελικράτου ἐγχυμάτιζε. | |
52t | Περὶ τῶν ἀπὸ ὁδοῦ καυσουμένων. | |
52.1 | Τιβερίου πρὸς τὰ αὐτά. Πετροσελίνου, ὀρμίνου σπέρματος, δαύκου, σελίνου, ἀβροτόνου, σελίνου σπέρματος, σχοίνου ἄνθος κόψας ἀναλαβοῦ μετὰ οἴνου παλαιοῦ. | |
52.2 | Πρὸς κτήνη κεκαυ〈μα〉 τωμένα καὶ δυσανά‐ ληπτα. Ἀψινθίου ξηροῦ χεῖρα μεστὴν βαλὼν πρὸ μιᾶς εἰς ἀγγεῖον οἴνου βρέχε, τῇ δὲ ἑξῆς ἐκθλίψας τὸ ἀψίνθιον τρῖβε εἰς θυίαν ἐπιμελῶς, ἕως λεῖον γένηται. εἶτα πρόσβαλλε κρό‐ | |
5 | κου γο βʹ καὶ πάλιν λείου καὶ μέλι τὸ ἀρκοῦν, καὶ κινήσας προπότιζε. καὶ ποίει διακινεῖν ἐπὶ πλεῖστον. τοῦτο ποίει ἕως ἡμερῶν τριῶν. τοῦτο πρὸς ἓν κτῆνός ἐστιν, εἰ δὲ πλείονα βούλει ἐγχυματίζειν, πρὸς τὰ ζῷα καὶ τὰς κράσεις ποίει. | 183 |
53t | Περὶ τῶν ὑπὸ κονίας καυθέντων. | |
53.1 | Ἀψύρτου. Ἐὰν κτλ. καὶ χαλκοῦ δὲ ἄνθος ἐν ὄξει ἑφθῷ πάχος ἔχοντι 〈μέλιτοσ〉 τρῖβε καὶ χρῶ. ἢ ἐλαίας ἁλμά‐ δας λειώσας μετὰ ἀλφίτων κατάπλαττε, ἢ στυπτηρίαν σχιστὴν λειώσας μετ’ ὄξους ἢ χολὴν ταυρείαν μεθ’ ὕδατος. ἢ κονίαν | |
5 | κατάντλει γάρῳ καὶ ἐπίπ〈λ〉ασσε, ἢ βολβοὺς κρίνων μετὰ ναρκίσου, ἐπιβάλλων καὶ ῥόδινον ἔλαιον, ποίησον γλοιῶδες καὶ χρῶ. ἢ ῥάκος εἰς μέλι βάψας καὶ κριθῇ ἀνακυλίσας κατά‐ καυσον καὶ βάλε τῆς τέφρας γο γʹ, ψιμυθίου ἑξαγ. γʹ, βου‐ τύρου ἑξαγ. γʹ, κηροῦ, στέατος αἰγείου, ῥοδίνου ἐλαίου ἀνὰ | |
10 | γο βʹ, καὶ ἑνώσας χρῶ. ἢ πεύκης φλοιόν, ἀδίαντον ξηρόν, λείου καὶ χρῶ. ἢ μυρσίνης φύλλα καύσας, διεὶς ὄξει ἐπίχριε, ἢ ψιμύθιον σὺν ὀλίγῳ μυελῷ ἐλαφείῳ ἀγαθόν ἐστι φάρμακον. | |
53.2 | Περὶ τῶν πυρικαύτων. Τὰ ὑπὸ πυρὸς ἢ ὕδατος θερμοῦ καιόμενα ζῷα χρὴ παραχρῆμα καταχρίειν, ὥστε μὴ φλεγμαίνειν, γῇ τῇ παρατυχούσῃ, μεθ’ ὕδατος μὲν ἐπὶ τῶν τρυφεροσάρκων, μετ’ ὀξυκράτου δὲ ἐπὶ τῶν λοιπῶν, μάλιστα | |
5 | δὲ τῇ Κιμωλίᾳ. πᾶσα γὰρ γῆ κούφη τὸ αὐτὸ ποιεῖ, καὶ ᾠὸν ὠμὸν ὅλον ἀναλαμβανόμενον ἐρίῳ μαλακῷ καὶ ἐπιτιθέμενον, καὶ λιβανωτὸς σὺν ὕδατι λεῖος καὶ σεύτλου φύλλα ὠμὰ λεῖα ἢ ἑφθὰ καταπλασσόμενα οἴνῳ, καὶ στυπτηρία πᾶσα σὺν ὕδατι καὶ ᾠοῦ τῷ λευκῷ. | |
53.3 | Εἰς πυρίκαυτα ἀποδαρέντα καὶ ἑλκωθέντα. Κόπρον περιστερᾶς ὀθονίῳ ἐνδήσας καῦσον, καὶ τὴν τέφραν οἴνῳ λειώσας ἐπίχριε, ἢ καὶ κηρωτῇ ἀναλαβὼν χρῶ ὡς δό‐ | |
κιμον. | 184 | |
53.4 | Ἄκρως ἀπουλοῦν τὰ πυρίκαυστα. Λιθαργύρου, ψιμυθίου, κριθῆς κεκαυμένης καὶ λειοτάτης ἀνὰ γο αʹ, κηροῦ γο γʹ, ῥοδίνου ἢ μυρσίνου γο θʹ, τήξας τὸν κηρὸν σὺν τῷ ἐλαίῳ ἐπίπασσε λειότατα τὴν κεκαυμένην κριθὴν καὶ ἑνώσας | |
5 | ἐπίχριε τὴν λιθάργυρον καὶ τὸ ψιμύθιον ἐν θυίᾳ λειωθέντα μετ’ οἴνου καὶ ἀναλαβὼν χρῶ. | |
54t | Περὶ τῶν τὰ ἐντὸς ἐσπακότων καὶ ἐὰν ἀπὸ τραύματος ἔντερα προπέσῃ. | |
54.1 | Πρὸς τίλμα καὶ ἀπόσπασμα. Ἀποσπάσματος γινο‐ μένου ἤτοι τίλματος οὐδὲν ἕτερον βοηθεῖ ἢ πολεμωνία. | |
55t | Περὶ βουλιμιώντων. | |
55.1 | Ἱεροκλέους. Τῷ βουλιμιῶντι καθὼς ἀνωτέρω εἴρηται, φαμὲν καὶ ἡμεῖς. εἰ δὲ λιμὸν κτλ. ἢ κρόκα ᾠῶν μετὰ οἴνου ἐγχυμάτιζε, ἢ ἄλικα μετ’ οἴνου ὡσαύτως. ἐπιτομωτάτη γὰρ τούτοις βοήθεια. | |
56t | Περὶ τῶν ἰσχναινομένων ἐξ ἀδήλου αἰτίας. | |
56.1 | Θεομνήστου ἀντίδοτος εἰς τὸ αὐτό. Ἀντι‐ δότῳ κτλ. ἢ δελφάκιον κτλ. ἢ κάστανα κτλ. ἢ πήγανον εἰς οἶνον παλαιὸν καθεψήσας ἐγχυμάτιζε ἐπὶ ἡμέρας τρεῖς, καὶ διαστήσας ἑτέρας ἡμέρας τρεῖς γλήχωνα εἰς οἶνον ἑψήσας ἐγ‐ | |
5 | χυμάτιζε ἐπὶ ἄλλας ἡμέρας τρεῖς. καὶ συγχρίσας αὐτοῦ τὸ πλατὺ νεῦρον ἐγχυμάτιζε αὖθις συμβαλὼν παλαιὸν ἔλαιον πη‐ | |
γάνῳ ἀνεζεσμένον καὶ ἀξουγγίῳ παλαιῷ. εἶτα δαφνόκοκκον τρίψας εἰς λεπτὰ καὶ ἑψήσας, κηρὸν ἐπιβαλὼν τοῦ ζῴου σύγ‐ χρισον τὸ πλατὺ νεῦρον. | 185 | |
56.2 | Πρὸς τὸ ποιῆσαι λιπαρὸν ἵππον. Εἰ βούλει λι‐ πᾶναι ἵππον, σίτῳ καὶ ὀρόβοις πεφρυγμένοις καὶ σεμιδάλεως ὕδατι βραχείσης τοῦτον διάτρεφε. σαρκοῦται γὰρ καὶ πρὸς ὀχείαν ὁρμᾷ. | |
56.3 | [Περὶ] πρὸς 〈τὸ〉 εὔτροφα καὶ εὔρωστα ποιῆ‐ σαι. Οἰνάλμην ῥαῖνε τὰ ἄχυρα ἢ τὸν χόρτον, ὃν τρώγει τὰ ζῷα. | |
56.4 | Ἄλλο 〈Πελαγωνίου〉 πρὸς παραφυλακὴν εὐ‐ σωμίας ἵππων. Μετὰ τὸ ἀναλαβεῖν τὴν πιότητα τοῦ σώ‐ ματος τὸν ἵππον ἐκ τῆς ἄνω προλεχθείσης τροφῆς, χρὴ αὐτὸν τρέφεσθαι κυάμοις καὶ κριθαῖς. καὶ γὰρ χρὴ προνοεῖν, ὥστε | |
5 | τοὺς ἵππους ὁλόκληρα διαφυλάττειν τὰ σώματα. ἅτινα τούτῳ τῷ τρόπῳ διατηρήσομεν· καθ’ ἑκάστην χερσὶν ἀνατριβέσθω, ὅπερ μᾶλλον συμβάλλεται πρὸς σώματος καὶ ποδῶν εὐεξίαν, καὶ ἐν ἐπιτηδείῳ καιρῷ τοῖς τε γυμνασίοις καὶ τῇ φάτνῃ προσαγέσθω καὶ πρὸς ποτόν. εἰ δὲ ἐν ὁδῷ ψυχθῇ τὸ ζῷον, | |
10 | μετὰ τὸ ὑπεισελθεῖν τῷ σταύλῳ, χρὴ τοῦτον θάλπεσθαι καὶ ἐλαίῳ θερμῷ τὰς τούτου ψύας ἀλείφεσθαι, τὴν δὲ κεφαλὴν καὶ τὴν ῥάχιν ἀξουγγίῳ καὶ ἐλαίῳ χρίεσθαι. | |
56.5 | τῆς δὲ ἀτο‐ νίας καὶ τοῦ καμάτου ἀνάπαυσίς ἐστιν, ἵνα ἁπ〈α〉λῶς κοι‐ μηθῇ καὶ εἰς τὴν φάρυγγα αὐτοῦ ἔλαιον ἢ ἀξούγγιον μετ’ οἴνου μιγὲν ἐμβληθῇ. εἰ δὲ καυματωθῇ, ὀξυκράτῳ μετὰ γλή‐ | |
5 | χωνος τὰς ῥῖνας αὐτοῦ καὶ τὴν ὄψιν ἀπάντλησον, καὶ ᾠὰ τρία μετὰ οἴνου συμμίξας τῇ φάρυγγι ἔμβαλλε. πρὸ δὲ πάντων ἔστω φροντίς, ἵνα μὴ ὑγρασία ᾖ ἐν τῷ σταύλῳ, ἀλλ’ ἐν ξηρῷ τόπῳ στηκέτω. καὶ γὰρ τῇ ὑγρότητι οἱ ὄνυχες αὐτοῦ διαφθείρονται. ὅπερ εὐχερῶς ἐκκλινοῦμεν, εἰ τὰ πόντιλα | 186 |
10 | τοῦ σταύλου δρύϊνα ᾖ καὶ καθαρά. | |
56.6 | ἐὰν δὲ μετὰ ταύτην τὴν φιλοκαλίαν καὶ τὰς τροφὰς ἡ λεπτότης τοῦ ἵππου διαμείνῃ, γνῶθι, ὅτι περ ἐν τῇ νυκτὶ πνεύματί τινι βλάπτεται, ὅθεν καὶ στρόφοις διαφόροις καταπονεῖται. τούτῳ χρὴ βοηθεῖν, καθὼς Κορνήλιος Κέλ‐ | |
5 | σος ἐπιτρέπει, ὀστᾶ κυνὸς καυθέντα καὶ λειωθέντα καὶ μετὰ ἀξουγγίου παλαιοῦ μιγέντα καὶ σφαιρία γεγονότα, ἄζυγα μετὰ οἴνου εἰς τὴν φάρυγγα αὐτοῦ ἐμβάλλειν ἐπὶ ἡμέρας τρεῖς, καὶ τὸν τόπον, ἔνθα ἵσταται, θείῳ ἀπύρῳ θυμιᾶσαι. | |
56.7 | Σύνθεμα ἵππου. Κουκουναρίων, ἀμυγδάλων, στα‐ φίδων, ἰσχάδων, πιστάκιων, φοινίκων ἀνὰ λιτρ. ιʹ, κρό‐ κου, καρυοφύλλου, στάχυος, ξηροζιγγίβερ, τραγακάνθου, ὑσ‐ σώπου, σαμψύχου ἀνὰ γο εʹ, πέπερι, τριψίδιον ἀνὰ 𐆃 βcʹ. δεῖ | |
5 | τὴν τραγάκανθον προβρέχειν μετὰ γλυκέος καὶ τὸν κρόκον λειοῦν μετὰ γλυκέος οἴνου ὁμοίως καὶ πάντα ἀναζυμοῦν. | |
56.8 | Περὶ ἀδήλου πάθους. Παρὰ μικρὸν πάντα τὰ πάθη τῶν ἀλόγων ζῴων ἄδηλά εἰσιν. εἰ βούλει οὖν τὸ ἐν‐ υπάρχον πάθος ἐν τῷ ζῴῳ, ὁποῖον ἄν ἐστι, θεραπεῦσαι, σίλ‐ φιον τετριμμένον μετὰ οἴνου ἀκράτου μέλανος εἰς τὰς ῥῖνας | |
5 | ἔγχει, καὶ πᾶν ἄδηλον πάθος θεραπευθήσεται. | 187 |
57t | Περὶ ψώρας, λέπρας, λειχῆνος, ἀλφῶν. | |
57.1 | Πελαγωνίου εἰς τὸ αὐτό. Βοτάνην κτλ. ἢ οὔρου πα‐ λαιοῦ τρυγὸς κτλ. ἢ βοτάνην τὴν λεγομένην ψωριακήν, ἥτις ξηρὰ οὖσα ὡς ψώρα εὑρίσκεται, ταύτην ξηρὰν οὖσαν λειώ‐ σας, μῖξον καὶ κεδρίᾳ καὶ ἐλαίῳ μεθ’ ὑγροπίσσης καὶ ἐν ἡλίῳ | |
5 | ἄλειφε. | |
57.2 | Ἄλλο τὸ τοῦ Χορικ〈ί〉ου. Φλοιὸν ἐλαίας, ἄσφαλ‐ τον, θεῖον, καλαμίνθην, χοίρου κόπρον ἶσα κόψας καὶ μίξας ἐλαίῳ παλαιῷ χρῶ ὡς πάνυ καλόν. ἢ βατράχους κτλ. | |
57.3 | Ἐκ τῶν Διοσκορίδους. Σχίνινον ἔλαιον κυνῶν καὶ κτηνῶν ψώρας ὑγιάζει. | |
57.4 | Ἄλλως ὥστε αὐθημερὸν φέρειν τρίχας. Πρά‐ σιον χλωρὸν μετὰ στακτῆς ἔκζεσον καὶ λειώσας ἕως γλοιοῦ πάχος γενέσθαι κατάχριε. | |
57.5 | Ἀπόπειρον ἄλλως. Σαπωνᾶ κατασταλακτήν, θεῖον, λυσσομούμουδον, ἀγριοσταφίδα, μίξας ἀμφότερα, τῇ χειρὶ ἄλειφε ἐν ἡλίῳ ψυχρῷ ὄντι τῷ βοηθήματι. ἢ χοίρου οὖρον μετὰ τοῦ ῥύπου, ἢ τοῦτο· ἀποπλύνας πρῶτον τὴν βύρσαν | |
5 | μετὰ σάπωνος, καύσας ἄχυρον ποίησον στακτήν, καὶ ἀλείψας ἐλαίῳ τὴν βύρσαν, ἐπίπαττε τὴν στακτὴν ἕως τρίτου. | |
57.6 | Εἰς πᾶν κτῆνος. Ἀναλύσας ἀξούγγιον χοίρειον ἄπαστον, τρίψας θεῖον, μίξας καὶ θερμάνας ἐπίβαλλε δαφνέ‐ | |
λαιον, καὶ πάλιν θερμάνας ἐπίχριε. | 188 | |
57.7 | Εἰς ψώραν αἰγῶν. Κλαδὶν κερασέας ποιήσας πασ‐ σάλους πῆξον ἔσωθεν τῆς μάνδρας γύροθεν. ἐν τούτοις γὰρ κνηθόμεναι αἱ αἶγες ὑγιαίνουσιν. | |
57.8 | Πρὸς ψώραν ἵππων καὶ βοῶν. Ἀμόργην ἑψήσας καὶ μίξας κεδρέας τὸ ἶσον ἐπίχριε. | |
57.9 | Εἰς κύνας. Ψωροθείαφον, λιθάργυρον, ἀγριοσταφίδα, ὄξος καὶ οὖρον παιδός, ἢ ἄγχουσαν βοτάνην καύσας ἕψει σὺν ἐλαίῳ καὶ χρῖε σὺν τῇ τρυγίᾳ. | |
57.10 | Ἀφρικανοῦ. Τοῦ θαλαττίου ἐχίνου 〈τὸ〉 σῶμα σώ‐ ματι ψωριῶντι ἐπιχρισθὲν ὑγιὲς ἐργάζεται. | |
57.11 | Σκευασία πρὸς ψώρα〈ν〉. Ψωροθείαφον, λυσσο‐ μούμουδον, ἀγριοσταφίδα, οὖρον παιδὸς ἑπταετοῦς ἢ ὀκτα‐ ετοῦς, σάπωνα· τὰ ξηρὰ λειώσας μῖξον καὶ ἄλειφε τὸν ψω‐ ριῶντα ἵππον, θέρους μὲν εἰς ἥλιον, χειμῶνος δὲ εἰς τὰ τοῦ | |
5 | λουτροῦ χλιαρά. ἀναξυέσθω δὲ πρότερον μετὰ ψήκτρας ἢ ὀστράκου, μέχρις ἂν ἐκβάλλῃ αἷμα, καὶ οὕτως ἀλειφέσθω. ἐὰν μὲν οὖν ἐστιν ἡ ψώρα 〈χειμῶνοσ〉 ψωροθείαφον μόνον καὶ οὖρον καὶ σαπώνιον βάλε [ὅτι ἐστὶ καὶ χειμών], θερείας δὲ πᾶσαν δεῖ βάλλειν τὴν προρρηθεῖσαν σκευασίαν. | |
57.12 | Ἄλλο. Λιθαργύρου γο γʹ, πηγάνου φύλλων χλωρῶν γο αcʹ ἑξαγ. αcʹ λειώσας ἀμφότερα ἐπίβαλε ἐλαίου μυρσινίου γο γʹ καὶ συλλειώσας χρῖε τοὺς τόπους μετὰ πτερῶν. | |
57.13 | Ἄλλως· ψωριακὸν παράδοξον. Ψιμυθίου, λιθαρ‐ γύρου, θείου ἀπύρου, κηροῦ ἀνὰ γο βʹ, ᾠὰ βʹ νεαρὰ βρέξον εἰς ὄξος ἡμερονύκτιον, καὶ λειώσας μετὰ τῶν κελύφων καὶ | |
μίξας τοῖς ξηροῖς λειωθεῖσι καλῶς. εἶτα τὸν κηρὸν τήξας | 189 | |
5 | μετὰ ῥόδων 𐆃 αcʹ ἕνωσον καὶ χρῷ ἐν ἡλίῳ ἢ πυρᾷ ἀνθρά‐ κων ἐπαλείφων. ἢ κολοφωνίας, θείου ἀπύρου, πίσσης με‐ λαίνης ἀνὰ γο αʹ, κηροῦ γο δʹ, ἐλαίου 𐆃 αʹ, κρόμμυα ὀκτώ, ὄξους τὸ ἀρκοῦν, τὰ κρόμμυα ἑψήσας μετὰ τοῦ ἐλαίου ῥῖπτε καὶ ἐπιβαλὼν τὰ λοιπὰ χρῶ. | |
57.14 | Πρὸς λειχῆνας. Χαμαιλεύκην καὶ φλόμον κόψας κατάπλασσε κύκλῳ τὸν ἀλγοῦντα τόπον σελήνης ληγού‐ σης καὶ ἐπιδέσμει. | |
57.15 | Πρὸς λειχῆνα καὶ ψώραν. Ἀσφάλτου, θείου ἀπύρου, μάννης ἀνὰ γο αʹ, ἰοῦ γο βʹ, κισσήρεως γο αʹ, ὄξους τὸ ἀρκοῦν. χρῶ ἐν ἡλίῳ ἢ περὶ πυρί. | |
57.16 | Πρὸς λειχῆνα ὑγράν. Θείου ἀπύρου, πηγάνου ἀνὰ γο αʹ, κηροῦ γο βʹ, ἐλαίου μυρσίνου 𐆃 αʹ. | |
57.17 | Πρὸς λειχῆνα. Θείου ἀπύρου, λιβάνου ἀνὰ κερατ. ιηʹ, κόμεως ἑξαγ. αcʹ, ἀλόης ἑξαγ. αʹ κερατ. γʹ, ἀκακίας ἑξαγ. αcʹ ὄξει ἀναλάμβανε. εἰ βούλει δὲ δραστικώτερον εἶναι, προστί‐ θει τοῦ θείου. | |
57.18 | ἢ σκόροδα μετὰ θείου ἀπύρου τρίψας καλῶς κατάχριε. | |
57.19 | Πρὸς λειχῆνα ἀγρίαν. Ἀσφοδέλου ῥίζης, θείου ἀπύ‐ ρου, μάννης ἀνὰ γο βʹ ὅξει δριμεῖ ἀναμίξας χρῶ. | |
57.20 | Πρὸς μέλανας ἀλφούς. Ἀλθαίας σπέρμα λεῖον μετ’ ὄξους ἐπιχριόμενον. | |
57.21 | Ἄλλως· πρὸς ἀλφοὺς λευκοὺς καὶ μέλανας δό‐ κιμον. Σμύρνης, θείου ἀπύρου, ἀφονίτρου, ἐλλεβόρου λευ‐ κοῦ ἀνὰ γο γʹ, ἀλκυονίου κεκαυμένου. χρῶ θαρρῶν ἐν ἡλίῳ μετ’ ὄξους. | |
57.22 | Διαφορὰ ψώρας καὶ λέπρας. Τῆς ψώρας διαφέρει ἡ λέπρα, ὅτι ἐπὶ μὲν τῆς ψώρας πιτυρώδη τινὰ προσπεπη‐ γότα τῷ δέρματι φαίνεται, ἐπὶ δὲ τῆς λέπρας ὥσπερ φολίδες τῶν μεγάλων ἰχθύων. πρὸς μὲν οὖν λέπραν ὠφελεῖ τὰ πλεῖστα | 190 |
5 | τῶν προγεγραμμένων, ἰδίως δὲ καὶ ταῦτα· ταυροκόλλην, ἐλε‐ λίσφακον, ἐλαίας ἀγρίας δάκρυον ἀνὰ γο αʹ, καππάρεως ῥίζης φλοιοῦ, κόμεως ἀνὰ γο βʹ, ταῦτα λειώσας ὄξει καὶ φυράσας χρῶ ἐν ἡλίῳ ἐπιχρίων, προαποσμήχων δηλονότι τὸν τόπον. [τέλος.] | |
57.23 | Πρὸς ἀλφοὺς θεραπεία διὰ πείρας. Θείου ἀπύ‐ ρου, λιθαργύρου ἶσα μίξας χρῶ. | |
57.24 | Εἰς ἀλφοὺς λευκοὺς καὶ μέλανας. Εἴρηται ἀλφὸς παρὰ τὸ ἐναλλάσσειν τὴν χρόαν. τὸ γὰρ ἐναλλάσσειν παρὰ τοῖς ἀρχαίοις ἀλφαίνειν ἐλέγετο. συκῆς οὖν φύλλα καὶ θεῖον ἄπυρον καὶ στυπτηρίαν ἶσα σὺν ὄξει κατάχριε. | |
57.25 | Πρὸς λέπραν. Τοῖς ὑπὸ λέπρας ὀχλουμένοις ἁρμόζει πρῶτον ἡ κάθαρσις τοῦ σώματος ἐξ ἑκατέρων τῶν μερῶν. αἷμα δὲ χοίρειον ψύξας καὶ τρίψας λειότατα μετὰ ἀλόης ἡπα‐ τικῆς καὶ σμύρνης ἐν οἴνῳ παλαιῷ ἐγχυμάτιζε, καὶ τῇ εἰς | |
5 | τὰ συντάγματα ψωρικῇ συνθέσει χρῆσαι, καὶ σταλήσεται τὸ νόσημα. τὸ αἷμα τοῦ γυπὸς μετὰ χαμαιλέοντος μέλανος ῥίζης καὶ κεδρίας ὁμοῦ συντριβὲν καὶ ἐπιχρισθὲν καθαίρει τὴν λέπραν ἐπιτιθεμένων ἄνωθεν σεύτλου φύλλων ἢ κράμβης. | |
57.26 | Ἄλλο δόκιμον. Καρδαμώμου σπέρμα γο αcʹ, χαλκάν‐ θου γο αʹ, θεῖον ἄπυρον, στυπτηρίας σχιστῆς καὶ στρογγύλης ἀνὰ γο τὸ cʹ, λειώσας ἐπιμελῶς ὄξει ἐν ἡλίῳ ἐπίχριε προαπο‐ σμήξας τὸν τόπον ὄξει καὶ νίτρῳ. | |
57.27 | Λεύκην θεραπεύειν ἄνευ σμίλης. Φλόμον κόψας | |
κτλ. ἢ τῶν κεράμων τὸ ἄνθος μετ’ ὄξους ἀναμάλαττε καὶ χρῶ. | 191 | |
58t | Περὶ ὀστέων φλεγμονῆς. | |
58.1 | Πρὸς φλεγμονὰς καὶ σκορισμοὺς τῶν λεγομένων σιάλων. Πτερίδος ῥίζης, καλάμου, ἐβίσκου, σύκου Ἄφρου, κυπαρίσσου σφαιρίων, σφαιρίω〈ν〉 ἀπὸ θαλάσσης, ἀφονίτρου, ἴρεως, κηροῦ, ὀστέα ἀνακεκαυμένα ἀνὰ 𐆃 αʹ, ταῦτα πάντα κό‐ | |
5 | ψας καὶ εἰς τὰ γόνατα τοῦ κτήνους ἐπιδήσας ἄνευ σιδήρου θεραπεύσεις. | |
58.2 | Πρὸς φλεγμονὴν παντοίαν. Πιννῶν θαλασσίων τὰ ὄστρακα καύσας τὴν τέφραν λείου μετὰ οἴνου καὶ χρῖε τοὺς τόπους. ἕλκει γὰρ ἔξω ἀπὸ τοῦ βάθους τὴν φλεγμονὴν καὶ ἄπονον ποιεῖ. | |
58.3 | Πρὸς τὸ μὴ ποιεῖν τραῦμα φλεγμονήν. Ὑδρέλαιον ἐν στυπείῳ ἐρεῷ ἀποβρέξας ἐπιτίθει ἢ οἰνέλαιον. | |
58.4 | Πρὸς φλεγμονάς. Ἀποκρουστικά εἰσιν καὶ ἁρμόδια ταῖς ἐπερχομέναις πάσαις φλεγμοναῖς γλαύκιον, ἑλξίνη, περ‐ δικιάς, στρατιῶται οἱ ἐπὶ τοῖς ὕδασι νηχόμενοι, ἀρνόγλωσσον, πολύγονον, ἀείζωον καὶ τὰ τούτοις ὅμοια. παρηγορικά εἰσι καὶ | |
5 | ἁρμόδια ταῖς ἀκμαζούσαις φλεγμοναῖς· μαλάχη καυθεῖσα καὶ σὺν ἄρτῳ καὶ ῥοδίνῳ ὀλίγῳ καταπλασσομένη. ἄριστον δὲ καὶ τὸ μελίλωτον ἐν γλυκεῖ ἑψημένον καὶ σὺν ἄρτῳ καταπλασ‐ σόμενον, καὶ φοίνικες γλυκεῖ διάβροχοι σὺν ἄρτῳ καὶ ῥοδίνῳ. ἐν δὲ τῇ παρακμῇ ἄριστον ἡ ἀγρία μαλάχη καταπλασσομένη | |
10 | μετὰ ἄρτου, καὶ σταφίδες ἐκγε〈γι〉γαρτισμέναι μετὰ ἄρτου ὀλί‐ γου καὶ μέλιτος, καὶ τὸ τῶν κριθῶν ἄλευρον μετὰ μέλιτος μόνου καταπλασσόμενον. | |
58.5 | Ἀποκρουστικὸν καὶ ἀφλέγμαντον εἰς παλαιὰν φλεγμονὴν καὶ οἴδημα. Σύμφυτον, ἀμάραντον, ζωχὶν τρῖ‐ ψον καὶ ἔμβαλλε εἰς τὸν ζωμὸν ῥοδόσταγμα, κρόκον, καφό‐ ραν, καὶ τὰ τῶν ᾠῶν λευκά. εἶτα λαβὼν σάνδαλον ἀληθινὸν | 192 |
5 | ἐν κεραμικῷ ἀγγείῳ ἀληθινῷ ἐπιβεβρεγμένῳ ἔξωθεν ὑπότριβε, καὶ τὸ ἀπό τε τοῦ σανδάλου καὶ τοῦ κεραμικοῦ ἀγγείου ὑγρὸν ἀπότριμμα ἐπισύναξον, ὅσον ἱκανὸν ἔσται, καὶ πάντα ὁμοῦ μίξας ἐπάλειφε τὸν πεπονθότα τόπον ἐπὶ συχνῷ, καὶ ταχέως διαφορήσεις· ἄκρως γὰρ ποιεῖ. | |
59t | Περὶ τρώσεως ἐν κοίλοις τόποις. | |
60t | Περὶ τῶν κατὰ κρημνοῦ ἢ τάφρου πεπτωκότων. | |
61t | Περὶ λακτίσματος ἢ δήξεως ἵππου. | |
62t | Περὶ κατάγματος. | |
62.1 | Πρὸς περικίνημα ποδῶν. Ἐὰν κινηθῇ τοῦ ἵππου ὁ πούς, οὕτως αὐτὸν θεράπευε. κατάντλει θερμῷ καὶ ὑείῳ στέατι τρῖβε ἅμα τοῖς ποσὶ καὶ τὰς κνήμας, σπόγγον τε βε‐ βρεγμένον ὕδατι ἐπιτίθει ἐπὶ τὴν κνήμην ἕως ἡμερῶν δʹ. | |
5 | ἔπειτα συντίθει μάλαγμα τοιόνδε· ἰσχάδων λευκῶν, αἰγείου στέατος, στυπτηρίας ἀνὰ 𐆃 γʹ, νίτρου ὀπτοῦ 𐆃 τὸ ἥμισυ, ταῦτα τρίψας καὶ παλαιῷ ἐλαίῳ μαλάξας ἐπίδησον, προκαταντλήσας τὸν τόπον θερμῷ, καὶ ἐν τόπῳ στῆσον, ἐν ᾧ ψυχρὸν ὕδας ἐστίν. καὶ ὅταν ἐξέλθῃ ἐκ τοῦ ψυχροῦ, κατάντλει καὶ τὸ φάρμακον ἐπι‐ | |
10 | τίθει, ἢ ἀβρότονον μετὰ οἴνου μίξας, ἐπιτίθει δὶς τῆς ἡμέρας. | |
62.2 | Ἀφρικανοῦ. Κυνὸς ἐγκέφαλος κάταγμα πωροῖ ἡμέρας ιδʹ εἰς ὀθόνιον ἐγχριόμενος καὶ ἐπιτιθέμενος, ἄνωθεν ἐρέας | |
ἐπειλουμένης. | 193 | |
62.3 | Τράκτωμα εἰς σφυρόν. Μαστίχης, σμυρνολιβάνου, βδέλλιον, σαγαπηνόν, σαρκόκολλον, ἀλόην μετὰ ὄξους λελειω‐ μένην. | |
62.4 | Μάλαγμα καυστικὸν ποιοῦν καὶ ἐπὶ θλάσματος. Κηροῦ Τυρρηνικοῦ, προπόλεως Ἀττικῆς, μάννης, ἰξοῦ, ὀπίου Ἱσπανοῦ, στύρακος, βδελλίου ἀνὰ 𐆃 βʹ, δαφνίδων 𐆃 δʹ, πίσσης Βρυττίας, ῥητίνης τερεβινθίνης, ῥητίνης Ἄφρας ἀνὰ 𐆃 δʹ, | |
5 | μυελοῦ ἐλαφείου, στέατος αἰγείου ἀνὰ 𐆃 αʹ. τὰς δαφνίδας συν‐ τρίψας ἕψει μετὰ τῶν ἄλλων καὶ χρῶ τοῖς τεθραυσμένοις. καὶ ἐὰν μὴ θέλῃς σιδήρῳ καῦσαι, οὕτως χρήσῃ καὶ ἐᾷς ἡμέρας, ἵνα συμμείνῃ. τὸ δὲ περιττεῦον φύλαττε, καὶ ὅταν βούλει, θερ‐ μάνας χρῶ εἴς τε νεφροὺς καὶ ἰσχία καὶ ἄρθρα. | |
62.5 | Μοσχίωνος καταγματικὴ πρὸς τὰ σὺν τραύματι καὶ ἄνευ τραύματος κατάγματα ἐκ τῶν Ἡρακλεί〈δ〉ου. Πίσσης ξηρᾶς, λιθαργύρου, στέατος μόσχου ἀνὰ 𐆃 αcʹ, μάν‐ νης, ὀποῦ συκαμίνου, κικίνου ἐλαίου ἢ παλαιοῦ ἀνὰ γο θʹ, | |
5 | κηροῦ Τυρρηνικοῦ 𐆃 βʹ γο βʹ, ὀποπάνακος, ἰοῦ ξυστοῦ, κυ‐ πρίνου, χάλκης, χαλβάνης ἀνὰ γο αʹ, πίσσης ὑγρᾶς γο δcʹ, τερεβινθίνης 𐆃 βʹ γο γʹ, ὄξους γο εʹ. | |
62.6 | Ἄλλο ἔμπλαστρον. Λιθαργύρου, πίσσης, ἀξουγγίου μοσχείου ἀνὰ γο αʹ, κηροῦ γο εʹ, ἰοῦ κεκαυμένου γο βʹ, τερε‐ βινθίνης ** ἀνὰ γο ιʹ, ἐλαίου σχινίνου γο θʹ, χαλβάνην γο αʹ ἑξαγ. αcʹ, ὀποπάνακος γο αʹ, ὄξους τὸ ἀρκοῦν. | |
63t | Περὶ χολέρας ὑγρᾶς καὶ ξηρᾶς. | |
63.1 | Πρὸς χολῆς κάθαρσιν προπότισμα. Οἴνου πα‐ λαιοῦ 𐆃 εʹ, ἐλαίου καλοῦ 𐆃 αcʹ, μέλιτος 𐆃 βʹ γο γʹ, πεπέρεως γο αʹ, σὺν σταφυλαῖς ἐκθλιβείσαις χρῶ. | 194 |
63.2 | Περὶ χολεριτῶν. Πράσσων ἐγκάρπων δέσμην λαβὼν τὰς κεφαλὰς συγκόψας χύλισον. εἶτα κριθὴν χλωρὰν ἑψήσας καὶ ἀποχυλώσας μίξας τῷ χυλῷ τῶν πράσων ἕψησον καὶ δίδου κοχλιάριον πιεῖν. | |
64t | Περὶ καρκινώματος. | |
64.1 | Πρὸς τὰ ἐν ὀφθαλμοῖς καρκινώματα. Ὀρόβους κτλ. ἢ καρκίνου θαλασσίου λείαν τὴν τέφραν μετὰ καδμίας λειοτάτης μίξας ἐλαίῳ φύρασον καὶ ἐπιτίθει. μεγάλως ὠφελεῖ. | |
64.2 | [Περὶ] πρὸς ἡλκωμένους καρκίνους παρηγο‐ ρικόν. Λιθαργύρου, κηροῦ, στέατος ὑείου ἀνὰ 𐆃 αʹ, κρόκα ᾠῶν ἐν ἀνθρακιᾷ ἑψημένων, ἰελαίου γο θʹ, σμύρνης, ἴρεως, ἀριστολοχείας ἀνὰ γο τὸ cʹ. λείου τὴν λιθάργυρον μεθ’ ὕδα‐ | |
5 | τος καὶ ὀλίγου ἐλαίου, εἶτα βαλὼν τὰ ᾠὰ συλλείου, ἔπειτα τὰ λοιπὰ κόψας καὶ λεῖα ποιήσας, τὸν δὲ κηρὸν τήξας σὺν τῷ στέατι καὶ τῷ ἐλαίῳ μῖξον πάντα καὶ ἄλειφε μότους λινοῦς ἢ ἐρεοῦς καὶ ἐπίβαλλε τῷ ἕλκει καὶ ἀνωδύνως ἰάσῃ. | |
64.3 | Ἄλλως. Τὰ μὲν ἐν κόλπῳ καρκινώματα (διάφορα γάρ ἐστιν) ἰχὼρ ἀνθρώπου θεραπεύει μιγεὶς ἐλαφείῳ μυελῷ καὶ λεοντείῳ στέατι μετὰ ῥοδίνου προστιθέμενος ἐν πεσσῷ. τὰ δὲ ἐπὶ μαστοῖς, ὅσον ἂν ἰατρεύωνται, χείρω γίνονται. | |
65t | Περὶ μελικηρίδων καὶ πάντων φυμάτων. | |
65.1 | Ἔμπλαστρον πρὸς μελικηρίδας, πρὸς πᾶν πά‐ θος. Λιθαργύρου 𐆃 αʹ, ἀμμωνιακοῦ, χαλβάνης, ὀποπάνακος, χάλκης κεκαυμένης, λεπίδος χαλκῆς, στυπτηρίας σχιστῆς, σα‐ γαπηνοῦ, λίθου Φρυγίου, ῥητίνης Κολοφωνίας, σμύρνης, κα‐ | 195 |
5 | στορίου ἀνὰ κεράτιον, ἐλαίου παλαιοῦ γο θʹ. | |
65.2 | Ἀψύρτου περὶ μελικηρίδος. Ἡ μελικηρὶς γίνεται τοῖς ὀπισθίοις σκέλεσιν ἐν ταῖς ἀγκύλαις ἔνδοθεν καὶ ἔξωθεν ὥσπερ ᾠόν. ἐὰν μὲν οὖν πρόσφατόν ἐστιν, τέμνε ἐκ τοῦ ἔξω‐ θεν μέρους μὴ μεγάλην τομήν, ἀλλ’ ὅσον ἐκρυῆναι τὸ ὑγρόν. | |
5 | ἐκρεύσει δὲ ὡσεὶ μέλι. ὅταν δὲ τοῦτο ἐκπιάσῃς καλῶς, χρῶ τῷ τραυματικῷ φαρμάκῳ, ἔξωθεν δὲ μαλάγματι, ἕως ὑγιὴς γένη‐ ται. ἐὰν δὲ πάλιν ἡ μελικηρὶς ἰσχνὴ γένηται τῷ μαλάγματι, καυτηρίῳ χρῆσαι, τὸν ἔσω τόπον περιλαβὼν ὀρθῶς, ἀλλὰ μὴ κατὰ πλάγιον, καὶ ὅταν ἐκπέσωσιν αἱ ἐσχάραι, χρῶ τῷ τραυ‐ | |
10 | ματικῷ καὶ ὀρόβοις, ἕως ὑγιὴς γένηται. | |
65.3 | Ἵππῳ ἐὰν ἐμπέσωσιν εἰς τοὺς ἀστραγάλους μελικηρίδες. 〈Μελικηρίδεσ〉 κατὰ μέσων τῶν ἀστραγάλων ἐμ〈πίπτουσιν〉. τρύγα οὖν οἴνου εὐώδους μετὰ κιμωλίας κατά‐ πλασσε προκαταντλῶν. ἐὰν μὴ ὑπακούῃ, καίειν χρὴ καυστη‐ | |
5 | ρίοις. | |
65.4 | Περὶ ἀνθηδόνος. Ἐὰν ἐπί τινος εἰς ψιλὸν τόπον γέ‐ νωνται ἀνθηδόνες, προσήκει αὐτὰς ἀφαιρεῖν τῷ σμιλίῳ, ἢ μᾶλλον καίειν αὐτὰς τῷ καυτηρίῳ, ὡς Ἀψύρτῳ δοκεῖ. ἐὰν οὖν ἐν τοῖς σαρκωτικοῖς μέρεσι γίνωνται, μήτε τῇ σμίλῃ χρῆ‐ | |
5 | σθαι μήτε καυτηριάζειν, βάτου δὲ ἀκρέμονας κόψας καὶ ὄξει φυράσας ἐπιδέσμει, ἕως ἂν ἀπουλωθῇ. ἔστιν δὲ ἡ ἀνθηδὼν | |
ὁμοία τῷ πλήγματι τῶν ἀγρίων μελισσῶν. | 196 | |
65.5 | [Περὶ] ἑψητὸν διὰ πείρας πρὸς πᾶσαν φλεγ‐ μονὴν καὶ σκληρ〈ί〉αν. Κόπρον αἰγείαν καὶ σίτων ἄλευ‐ ρον ὄξει καὶ ἑψήματι φυράσας χρῶ. | |
65.6 | Κατάπλασμα εἰς οἴδημα τὸ ἐξ αὐτομάτου. Πίσσης, ἀσφάλτου, μάννης γο αʹ, οἴνου 𐆃 αʹ ἑψήσας κατά‐ πλασσε, ἢ ἁλικάκκαβον κόψας μετὰ ἐλαίου ἐπιτίθει. | |
65.7 | Ἔμπλαστρος ποιοῦσα πρὸς πᾶσαν σκληρίαν καὶ κατάγματα ἄρθρων καὶ πλευρῶν, στραγγαλιάς τε λύουσα, χοιράδας, φύματα, σύριγγας ἐν ἕλκεσι, χρόνιά τε καὶ θηριόδηκτα, θεραπεύει ὑδεριῶν‐ | |
5 | τας, ἥλους καὶ σκόλοπας ἐπισπᾶται ἄκρως τε ποιεῖ πρὸς σπληνικοὺς καὶ ἡπατικοὺς καὶ ποδαλ‐ γικούς, μάλιστα ῥευματιζομένους. Λιθαργύρου, ψι‐ μυθίου, ἰοῦ ξυστοῦ, τερεβινθίνης, λίθον Γαλάτην, λίθου σώ‐ ρεως, λίθου Ἀσσίου, στυπτηρίας σχιστῆς, ***, μυροβάλανα | |
10 | ἀνὰ γο γʹ, λεπίδος χαλκῆς γο βʹ, κηροῦ ξανθοῦ, πίσσης ξῆρας, λιβάνου ἄρρενος γο βcʹ, ἀσφάλτου Ἰουδαϊκῆς γο ηʹ, ἐλαίου παλαιοῦ * ἀνὰ 𐆃 γʹ, τὰ ξηρὰ μετὰ ὄξους λείου εἰς θυίαν, ὡς γλοιοῦ πάχος γενέσθαι, εἶτα τὰ τηκτὰ τήξας τούτοις ἐπίχεε καὶ ἀναμαλάξας χρῶ. | |
65.8 | Ἡ κιτρίνη πρὸς σκληρὰς ὀγκώσεις. Κολοφωνίας 𐆃 γʹ, κηροῦ 𐆃 αcʹ, ἀρσενικοῦ 𐆃 εʹ, στύρακος γο εʹ, ἀμμωνιακοῦ γο εʹ καὶ ὄξους τὸ ἀρκοῦν. | |
65.9 | Ἔμπλαστρος πρὸς κιρσοὺς ἀναξηραίνουσα ἀνωδύνως καὶ θεραπεύουσα ἀπαραβάτως. Ἀσφάλ‐ του, θείου ἀπύρου ἀνὰ γο αʹ, ἐλαίου παλαιοτάτου γο ηʹ, τερε‐ | |
βινθίνης ὑγρᾶς γο ζʹ, τὴν ἄσφαλτον θρύψας εἰς ἐρεβίνθου | 197 | |
5 | μέγεθος ἕψε μετὰ ἐλαίου, μὴ κινῶν, ἕως τακῇ. εἶτ’ ἐπίβαλλε τερεβινθίνην καὶ ἕψει ἕως ἀμολύντου, καὶ ἄρας ἀπὸ τοῦ πυ‐ ρὸς ἐπίπασσε τὸ θεῖον λειότατον καὶ ἑνώσας κατάχεε εἰς θυίαν ἔχουσαν ὕδωρ ψυχρὸν καὶ ἀναμαλάξας χρῶ. | |
66t | Περὶ σκόλοπος. | |
66.1 | Πρὸς ἐμπαγεῖσαν ἄκανθαν ἢ ὕελον ἢ ἧλον. Κρόμμυα ἐν θερμοσποδιᾷ ὀπτηθέντα θλάσας ἐπίθες θερμὰ καὶ ἐπίδησον, ἀλλάσσων ἐπὶ ἡμέραις τρισίν. | |
67t | Περὶ συκῶν καὶ μυρμηκ(ι)ῶν καὶ ἀκρο‐ χορδόνων καὶ θύμων ἐρυθρῶν. | |
67.1 | Ἀφρικανοῦ περὶ συκῶν καὶ μυρμηκιῶν καὶ ἀκροχορδόνων. Μυρμηκίαι εἰσὶν σωμάτων ἐκφύσεις τρα‐ χέσιν ἥλοις προσεοικυῖαι, γίνονται δὲ πολλοῖς πολλαχοῦ. μυρ‐ μηκίας δὲ καλοῦσιν τὸ πάθος, ἃ πολλοὶ δεισιδαίμονες | |
5 | καὶ σημεῖά τινος αὐτοῖς συμβησομένου τίθενται. ὧν ἡ ἀπαλλαγὴ ποικίλη καὶ πᾶσι πεπειραμένη. οἱ μὲν γὰρ ἐπιφυλάξαντες οὐρήσαντα κατὰ γῆς τὸν πηλὸν ἀναφυράσαντες ἐπέθηκαν τῷ τόπῳ καὶ τὸ αἴτιον τῷ πηλῷ συναπέκλεισαν. ἄλλοι δ’ ἐλατήριον τρίψαντες καὶ ἐπιτιθέντες οὕτω περιεγέ‐ | |
10 | νοντο. ἢ κιχορίου ἄνθος, ὅπερ κυρίως ἡλιοτρόπιον καλεῖται, πρὸ ἀνατολῆς ἡλίου ἀφελόντες *** τρὶς περίγραφε τὸν τόπον καὶ ἡ μυρμηκία παύσεται. | |
67.2 | Πρὸς συκᾶς ἐν πτέρναις. Συμβαίνει κτλ. πρῶτον | |
ἐκτεμὼν κτλ. ἢ σμαρίδος κεφαλὴν τεταριχευμένην καυθεῖσαν μετ’ ὄξους ἐπίχριε, ἢ κληματίδων χλωρῶν καιομένων τὸ ἀπο‐ στάζον ἀναλαβὼν προβείᾳ τε κόπρῳ σὺν ὄξει ὀλίγῳ φυράσας | 198 | |
5 | ἐπιτίθει. | |
67.3 | Ἡρακλείδους Ταραντίνου πρὸς τὰς χρονίους μυρμηκίας. Θείου ἀπύρου, σανδαράχης, χαλβάνης ἶσα τρί‐ ψας μετ’ ὄξους ποίει τροχίσκους. ἐπὶ δὲ χρείᾳ ὄξει λύσας ἐπί‐ χριε· χρὴ δὲ ποστιθέναι τούτοις ἐλατηρίου τὸ ἶσον, ἐκκόπτειν | |
5 | τε τῷ σμιλίῳ τὴν μυρμηκίαν κύκλῳ καὶ οὕτως ἐπιχρίειν τὸ φάρμακον. ἢ τρυγὸς νεαρᾶς κεκαυμένης, ἀσβέστου, ἰοῦ ἶσα ἑνώσας χρῶ. αἴρει γὰρ παραχρῆμα τὴν μυρμηκίαν. πεσούσης δὲ αὐτῆς ὡς κοινὸν ἕλκος θεράπευε. | |
67.4 | Πρὸς ἀκροχορδόνας διὰ πείρας. Κλήματα ἀμ‐ πέλου καύσας φύρασον οὔρῳ παιδὸς ἀφθόρου καὶ ἐπιτίθει. ἢ ἀράχνης τῆς ἐπὶ τῶν δένδρων στήμονα λαβὼν περιείλησον καὶ πεσοῦνται, ἢ τὰ ξέσματα τῶν χλωρῶν κολοκυντῶν ἐπίδη‐ | |
5 | σον καὶ πεσοῦνται. | |
67.5 | Πρὸς συκᾶς καὶ μυρμηκίας τὰς ἐν τῷ καυλῷ φυομένας. Ἅλας Γαγγρηνὸν λειώσας ἐπίπασσε καὶ κατα‐ δέσμει ἀναβαστάζων αὐτὸ μετά τινος ἰσχυροῦ βαστάγματος. τοῦτο ποίει καθεκέστην καὶ ἰαθήσεται. | |
67.6 | Φάρμακον δαπανητικὸν καὶ ἀναξηραντικὸν μυρμηκιῶν, θύμων καὶ ἀκροχορδόνων. Στυπτηρίαν σχιστήν, χάλκανθον ὀπτήν, ταυρόκολλαν ἀνὰ γο αʹ, λεπίδος χαλκῆς γο βʹ. τὰ ξηρὰ λειώσας τῇ ταυροκόλλῃ μετὰ ὄξους δια‐ | |
5 | λυθείσῃ μῖξον καὶ κατάχριε. | |
67.7 | Ἀφρικανοῦ. Γῆρας ὄφεως φοίνιξιν ἐγκρύψας εἰ τι | |
τῶν ζῴων ψωμίσεις, καθαριεῖς αὐτοῦ τὰς ἀκροχορδόνας. | 199 | |
68t | Περὶ θρόμβων. | |
68.1 | Ἱεροκλέους περὶ θρόμβων. Θρόμβοι γίνονται ἐπὶ τῶν καιριωτάτων τόπων ὥσπερ φύματα αἵματος μεστὰ ἢ πύου. διακαιέσθωσαν οὖν καυστηρίοις ὀρθοῖς, εἶτα χριέσθω ὁ τόπος ἁλσὶ καὶ ἐλαίῳ, ταῖς δὲ ἐχομέναις ἑπτὰ ἡμέραις γλοιῷ. ἐὰν δὲ | |
5 | αἱ ἐσχάραι ἐκπέσωσιν, ἀποσμηχθὲν τὸ τραῦμα θεραπευθήτω ὡς καυτηρίαι. | |
69t | Περὶ νευρικῶν καὶ πρὸς τὰ κατὰ νεῦρον τραύματα. | |
69.1 | Κατάπλασμα πρὸς κοπὴν νεύρων. Κριθῆς ῥί‐ ζας, σκώληκας ἀπὸ γῆς, κοχλίας, μάνναν καὶ ἀξούγγιον, ἢ ἄσβεστον καὶ γῆν Σινωπίδα [ἤτοι τὴν ἐκ Σινώπης] κόψας χρῶ. ἢ ὄξους γο κʹ, πίσσης λιπαρᾶς 𐆃 αʹ, ὀποπάνακος γο γʹ, | |
5 | τὸν ὀποπάνακα λύσας μετὰ ὄξους καὶ τὴν πίσσαν τήξας, ἕνω‐ σον. τοῦτο τοῖς νενυγμένοις νεύροις ἐπιτήδειόν ἐστιν. ἢ κινα‐ μώμου γο αʹ, δικτάμνου, μαράθρου, τερεβινθίνης ἀνὰ γο αʹ, ἀμαράκου γο βʹ, κηροῦ γο ηʹ, ὀποβαλσάμου γο ιʹ. | |
69.2 | Πρὸς νεύρων ἀγανάκτησιν τὴν ἀπὸ δρόμου. Γύρεως καὶ ἀσβέστου τὸ ἶσον μέλιτι συμμίξας κατάπλασσε, τῇ δὲ τρίτῃ λύσας κατάντλησον λινοσπέρμου καὶ τήλεως χυλόν, ἕως ἀπολεπτυνθῇ, εἶτα φλεβοτόμησον καὶ ὑγιαίνει. | |
69.3 | Πρὸς σφυρὰ καὶ πλατύνευρα ἀνακόλλημα ἄριστον διὰ πείρας. Ταύρου χολήν, βολβῶν, κοχλιῶν | |
ἀνὰ 𐆃 αʹ, σεμιδάλεως γο θʹ. τὴν ταυρείαν χολὴν ἐν οἴνῳ ἕψει, τὰ δὲ ἄλλα καθεξῆς. εἶτα συντρίψας ῥοῦν καὶ καλαμίνθην | 200 | |
5 | ἐπίβαλλε. | |
69.4 | Πρὸς γυμνωθέντα νεῦρα. Κηροῦ μυρεψικοῦ γο θʹ, μύρου σπικάτου ἢ φολιάτου ἢ νάρδου γο ιβʹ, πομφό‐ λυγος γο αʹ, ναρδοστάχυος, ἀμώμου καὶ φύλλου ἀνὰ γο αʹ. | |
69.5 | Ἐμβροχὴ πρὸς νεῦρα παλαιά. Δενδρομαλάχη, νίτρον, οἶνος, ἰξὸς χλωρός, θεῖον ἄπυρον, βούτυρον, ὀπὸς Κυρηναϊκός· μίξας μετ’ ὄξους ἐπὶ ἡμέρας τρεῖς πυρία καὶ ἄντλησον. | |
69.6 | Κατάπλασμα νεύρων χαλαστικόν. Στροβίλων, σταφίδων, ὀποπάνακος, ἐπιμελῶς κόψας ἕκαστον, ἕνωσον καὶ χρῶ. | |
69.7 | Πρὸς νευρότρωτα. Τὸ μὲν οὖν θερμὸν ὕδωρ τὸ ταῖς ἄλλαις φλεγμοναῖς ἐπιτηδειότατον πολεμιώτατόν ἐστι τῷ νευροτρώτῳ. ὑπὸ γὰρ τῶν ὑγραινόντων τε ἅμα καὶ θερμαινόν‐ των φαρμάκων σηπεδὼν ταῖς τοιαύταις διαθέσεσιν ἐπιγίνεται. | |
5 | βέλτιον οὖν τοὺς νευροτρώτους ἐλαίῳ λεπτῷ μηδὲν ἔχοντι στύ‐ ψεως 〈θεραπεύειν〉, ἄμεινον δέ, εἰ εἴη δύο ἢ τριῶν ἐτῶν. ἡ γὰρ τοῦ τετρωμένου θεραπεία φαρμάκων δεῖται θερμασίαν μὲν ἐγειρόντων ξηραινόντων τε ἱκανῶς καὶ τῇ φύσει τῆς οὐσίας λεπτομερεστάτων. μόνα γὰρ τὰ τοιαῦτα φάρμακα δύ‐ | |
10 | νανται ἐκ βάθους ἕλκειν ἰχῶρας ἄνευ τοῦ συντείνειν καὶ δά‐ κνειν τὰ μόρια. τούτου χάριν ἁρμόζει ἄνηθον καὶ πήγανον ἕψειν ἐλαίῳ καὶ θερμότατα καταντλεῖν ἐπὶ πολὺ τὸν τόπον, ἢ τὴν δι’ εὐφορβίου κηρωτὴν ἢ τὴν ἀνίκητον ἔμπλα‐ στρον τήκειν ἐλαίῳ βραχεῖ καὶ ἐπαλείφειν. ἢ τὴν αὐτὴν ἔμ‐ | |
15 | πλαστρον ἐπιτίθει καὶ ἔριον μαλακὸν ἐλαίῳ θερμῷ ἐμβεβρεγ‐ μένον προςεπιτίθει τῇ ἐμπλάστρῳ ἄνωθεν. λύειν δὲ δὶς καὶ τρὶς τῆς ἡμέρας. — | 201 |
69.8 | προσήκει δὲ τὰ ὑποκείμενα μέρη μα‐ σχαλῶν τε καὶ τραχήλου ἐλαίῳ θερμῷ δαψιλεῖ συνεχῶς δια‐ βρέχειν. εἰ δὲ τῶν ἐν σκέλει νεύρων εἴη 〈ἢ〉 τῶν νενυγμένων τοὺς βουβῶνας, χρὴ ἐλαίῳ πολλῷ θερμῷ τέγγειν [ἤτοι βρέχειν] | |
5 | καὶ ῥάχιν ὅλην καὶ τράχηλον συνεχῶς. κακῶς δὲ ἐξ ἀρχῆς θε‐ ραπευθέντων τῶν νευροτρώτων φλεγμονὴ ἐπιγίνεται, καὶ ση‐ πεδών. χρὴ τοίνυν καταπλάσμασι χρῆσθαι τοῖσδε· ἀλεύρῳ κυαμίνῳ ἢ ὀροβίνῳ ἐν κονίᾳ στακτῇ ἑψηθέντι ἐν ὀξυμέλιτι χωρὶς ἐλαίου. ἀγαθὸν γὰρ σφόδρα τὸ φάρμακον ἐπὶ τῶν ἤδη | |
10 | σηπομένων. εἰ δὲ σφοδρὰ εἴη ἡ φλεγμονὴ καὶ μεγίστη ὀδύνη, τὸ ὀρόβινον ἄλευρον ἢ τὸ κυάμινον μεθ’ ἑψήματος καλλίστου ἑψήσας, προσβαλὼν βραχύτατον ὄξος κατάπλασσε, προκαταιο‐ νήσας δηλονότι θερμῷ ἐλαίῳ τὸν τόπον ἐπὶ πολύ. | |
69.9 | Νεύρου τρωθέντος καὶ τῆς ἐν αὐτῷ φλεγμονῆς ἴασις. Στακτὴν καὶ ἄλευρον κρίθινον συνεψήσας κατάπλασσε. εἶτα τίθει τὴν δι’ εὐφορβίου ἔμπλαστρον, ἥ τις δέχεται· κηροῦ γο δʹ, τερεβινθίνης, πίσσης ξηρᾶς ἀνὰ γο βʹ. ταῦτα | |
5 | τήξας ἔμβαλλε εὐφορβίου γο βʹ. | |
69.10 | Πρὸς κτήνη νευροπονοῦντα. Ἀμμωνιακοῦ, λιθαρ‐ γύρου, ἀσφάλτου, ἰοῦ ξυστοῦ, ῥητίνης φρυκτῆς, πίσσης ξηρᾶς, κηροῦ ἀνὰ γο γʹ, κέδρου γο αʹ, ἐλαίου 𐆃 ϛʹ ἑψ〈ήσ〉ας χρῖε. | |
69.11 | Ἄλειμμα πρὸς τὰ λεπτὰ τῶν ὀστέων ἤτοι νευ‐ ρικόν. Κηροῦ 𐆃 αʹ, ῥητίνης, ἐλαίου δαφνίνου ἀνὰ γο δʹ, ὀπο‐ πάνακος, μυελοῦ ἐλαφείου ἀνὰ γο βʹ, ἐλαίου στύρακος γο γʹ, πάντα συνεψήσας ἐν ἡλίῳ ἢ θερμοτέρῳ τόπῳ χρῶ. | |
69.12 | Τιβερίου μάλαγμα πρὸς τὰ πεπαχυμένατῶν νεύ‐ ρων. Κηροῦ, στέατος ταυρείου καὶ ἐλαφείου ἀνὰ 𐆃 βʹ γο βʹ, ῥητίνης τερεβινθίνης γο ηʹ, μάννης 𐆃 δcʹ ἑνώσας χρῶ. | 202 |
70t | Περὶ σκωλήκων τῶν ἐν τραύμασι καὶ ἑλμίν‐ θων καὶ ἀσκαρίδων καὶ φθειρῶν. | |
70.1 | Ἱεροκλέους. Λαβὼν στυπτηρίας κυκλίσκους, τρῖψον καὶ ἔμβαλε εἰς τὸ ἕλκος, οὗ ἂν ὦσιν, ἢ καλαμίνθην λείαν ἢ ἀριστολοχείαν τὴν παχεῖαν ἢ ἄσβεστον. ἐὰν δὲ ταῦτα μὴ ἀνύῃ, ἔκκλυσον αὐτοὺς καὶ οὕτως ἐξαντλοῦνται καὶ ἀπόλλυνται. | |
70.2 | 〈Πρὸς ἕλμινθας καὶ σκώληκας.〉 Εἴωθεν ἐν τοῖς ἐντὸς κτλ. ἢ ἀλόην, φύλλα ῥοδακινέας, κενταύριον καὶ ἀβρότονον οὔρῳ ἀνθρωπίνῳ παλαιῷ ἀναλαβὼν χρῶ. | |
70.3 | Ἀφρικανοῦ. Τοὺς σκώληκας κλύσμασιν ἀφαρμάκτοις ἐκβαλεῖν ὕδωρ ἐμοὶ καθαρὸν ἀρκεῖ ληφθὲν τὸν τρόπον τοῦ‐ τον· ἀντίχειρι καὶ τῷ ἰατρικῷ δακτύλῳ χειρὸς εὐνωνύμου ἀρυ‐ σάμενος ἐπεστραμμένως ἀθολώτου νάματι πηγῆς τὸν νοσοῦντα | |
5 | τοὺς σκώληκας τόπον τρὶς ῥᾶνον. οἱ δὲ ἐξελεύσονται πάντες ἐφέποντες ἀλλήλοις καταλειπομένου ἔνδον οὐδενός. | |
70.4 | Εἰ ἀγρίους φθεῖρας ἀποκτεῖναι θέλεις. Εἰ μὲν ἔσωθεν ὦσι κτλ. ἐν ἡλίῳ, ἢ κεδρέαν, καππάρεως φύλλα χλωρὰ καὶ πράσα, ὁμοίως χρῶ. | |
70.5 | Περὶ ἑλμίνθων Ἀψύρτου. Σιδίων φύλλα μετὰ ῥο‐ | |
δίνου καὶ ὄξους ἑψήσας χρῶ. | 203 | |
70.6 | Εἰς πλατείας ἕλμινθας. Νίτρον, καρδάμου σπέρμα‐ τος, πεπέρεως ἶσα μετὰ ἑψήματος ἐγχυμάτιζε. | |
70.7 | Περὶ σκωληκιάσεως. Ἡ σκωληκίασις χαλεπώτατον πάντων καὶ ἀνίατον πάθος ἐστὶν καὶ πάντα τὰ φάρμακα, ὅσα ἐστίν, ἐλέγχειν δυνάμενον. καὶ ἐπιγινώσκεται μέν, ἐὰν θαμινὰ λαμβάνηται ὑπὸ ὀδύνης τὸ ζῷον καὶ ἐπὶ τὴν γῆν κυλίηται. | |
5 | θεραπεύεται δὲ οὕτως· ἐλαίου γο δcʹ, πίσσης 〈γο〉 τὸ cʹ εἰς τοὺς μυκτῆρας ἔγχει καὶ ἀποκρινεῖς σκώληκας διαφθαρέντας ἀπὸ τοῦ στόματος. | |
70.8 | Περὶ ἀσκαρίδων, ποιεῖ καὶ ἐπὶ ἀνθρώπων. Παρὰ Οὐέλμου Τρύφωνος Θεσσαλονικέως ἰατροῦ ἡμῖν ὑπο‐ τιθεμένης γνώσεως ἐμάνθανον, ὅτι πρὸς τὰ γινόμενα ἐν τῷ ἥπατι τῶν ζῴων θηρία πλατέα, ἃ γίνεται οὐ μόνον ἐν τῷ | |
5 | ἥπατι, ἀλλ’ ἐνίοτε καὶ ἐπὶ τῷ στομάχῳ, καὶ οὐ μόνον ἐν τοῖς τετραπόδοις, ἀλλὰ καὶ ἐπὶ ἀνθρώπων, ὠφέλιμον ἱκανῶς μὲν καὶ ἡ τοῦ ἐλαίου προσφορὰ καὶ τὸ πρίσμα τοῦ ἐλέφαντος λελειωμένον καὶ ὕδατι χλιαρῷ ἐγχυματιζόμενον, ὁμοίως καὶ ἐλαφείου κέρατος πρίσματα, καὶ μελάνθιον δέ, ὃ μελάσπερμόν | |
10 | τινες καλοῦσιν, τὸ τοῖς ἄρτοις ἐπιπασσόμενον. ἑλμίνθιος βο‐ τάνη κοπεῖσα καὶ συγχριομένη ἐξαιρέτως ποιεῖ, καὶ τὰ τῶν περσικῶν φύλλα ὁμοίως ἐγχυματιζόμενα. εὐχ[α]ρηστότατον δέ ἐστιν καὶ ἐπιτιθέμενον κατὰ τῆς κοιλίας μετὰ ἐμβροχῆς ὑδρέ‐ λαιον συνεχῶς, ἀποδιωχθήσονται γάρ, ὥστε μὴ εἰς τοὺς ἄνω | |
15 | πόρους χωρεῖν, ἀλλὰ ἐπὶ ἕδραν κατιέναι. οὐ μόνον γὰρ τὰς ἕλμινθας διὰ τοῦ στόματος λέγεται ἢ ἐκ ῥινῶν προχωρεῖν, ἀλλ’ | |
ἐνίοτε καὶ δι’ ὤτων καὶ ὀφθαλμῶν. | 204 | |
70.9 | Περὶ φθειρῶν τῶν ἐν τῷ στόματι. Φθειρίασιν τὴν ἐν τῷ στόματι ἐπιγνώσῃ οὕτως κτλ. ἢ πτύελον νηστικοῦ ἀνθρώ‐ που μότους βρέχων ἐπιτίθει. ἀναιρεῖ γὰρ καὶ τοὺς σκώληκας τοὺς ἐν ὠσὶ καὶ τὰς οὐλὰς ὁμοχρόους ποιεῖ. | |
70.10 | Περὶ ἑλμίνθων. Ἀλόη ἡπατῖτις ἐγχυματιζομένη ὕδατι ψυχρῷ. ἢ καννάβεως σπέρμα ξηρὸν κόψας καὶ σήσας μεθ’ ὕδατος χυλῶδες ποιήσας καὶ ῥακίῳ ἐκπιάσας ἐγχυμάτιζε γο ϛʹ. ἢ ἀψινθίου Ποντικοῦ, τήλεως, σέρεως ἀνὰ γο cʹ, θέρμων ξη‐ | |
5 | ρῶν κοκκία θʹ, πετροσελίνου γο αʹ λειώσας μετὰ μέλιτος ἐγχυ‐ μάτιζε. | |
70.11 | Ἀφρικανοῦ. Ὅτι ὄνος ἁπάντων τῶν ζῴων οὔτε φθεῖ‐ ρας οὔτε κρότονας φέρει. | |
71t | Περὶ ἐχεοδήκτων καὶ λοιπῶν ἰοβόλων καὶ καμπῶν. | |
71.1 | Περὶ βουπρήστεως καὶ λοιπῶν. Συκῆς ἀγρίας τὸν ἀνθοῦντα καρπὸν ὕδατι ἐμβρέξας εἰς τὰς ῥῖνας ἔγχει. | |
71.2 | Περὶ μυγαλῆς. Ἐὰν μυγαλῆ δάκῃ κτλ. ἢ ῥάμνου φύλλα κόψας μετὰ ἀξουγγίου κατάπλασσε, ἢ ἅγνου τριφθέντα μετὰ ὄξους. | |
71.3 | Ἀφρικανοῦ περὶ λυσσοδήκτων καὶ ὑδροφόβων καὶ λοιπῶν δηγμάτων ἑρπετῶν. Ὁ παρὼν ἐγχυματισμὸς διὰ δ’ ἔχει τὴν σύστασιν· γεντιανῆς, σμύρνης, ἀριστολοχείας στρογγύλης καὶ δαφνίδων. ταῦτα ἐξ ἴσου κόπτε καὶ σῆθε ἀνα‐ | |
5 | λαμβάνων μέλιτι ὠμῷ. ἡ δόσις κυάμου Αἰγυπτιακοῦ τὸ μέγε‐ θος. δίδου δὲ ὀφιοδήκτοις ἐν ὕδασι, σκορπιοπλήκτοις ἐν οἴνῳ | |
πρωτείῳ διάτριτον. | 205 | |
71.4 | Τοῦ αὐτοῦ. Ἀσπίδων δὲ δήγματι θεραπεία· κόρεις πλεῖστοι λαμβανόμενοι ἀσπιδοδήκτοις ἄκος εἶναι μέγιστον πι‐ στεύονται, ἢ χελώνης οὖρον πινόμενον καὶ ἐπὶ τὸ δῆγμα ἐπι‐ σταζόμενον καθ’ αὑτό τε καὶ μετὰ πολλῶν κόρεων. ὁ δὲ ἰα‐ | |
5 | τρὸς Φόβιος τοῖς ὑπὸ ἀσπίδων δηχθεῖσι τὴν καλουμένην αἱμορροΐδα ἐδίδου τὸν ὄφιν φρύγων καὶ λειῶν καὶ ἐν οἴνῳ ποτίζων, καὶ τὸ ἀνάπαλιν τοὺς ὑπὸ αἱμορροΐδος δηχθέντας ὡσαύτως ἀσπίδι χρῆσθαι ἔλεγεν. Ἴναρον γὰρ τὸν Λίβυν ἴαμα ἀλλήλων ἔφασκεν αὐτὸ παραδεδωκέναι. | |
71.5 | Ἀντιπαθὲς εὐπόριστον τοῦ αὐτοῦ. Πηγάνου φύλλα κʹ, κάρυα βασιλικὰ βʹ, ἁλὸς χόνδρον αʹ, ἰσχάδας βʹ νή‐ στει ἵππῳ προδιδοὺς ἐν ἐγχυματισμῷ ὑπ’ οὐδενὸς φαρμάκου ἢ ἄλλου τινὸς ἰοβόλου κακωθήσεσθαι ἐργάσῃ. εἰς δὲ τὸ μὴ | |
5 | πληχγῆναι ὑπὸ σκορπίου εἰς κασσιτέρινον πέταλον ἐπίγραψον· ἀββάς, καὶ περιδέσμει τοῦτο τῷ τραχήλῳ τοῦ ζῴου 〈καὶ οὐκ ἂν ὑπὸ σκορπίου πληγήσεται〉. | |
71.6 | Εἰς δῆγμα ὄφεως καὶ λοιπῶν φάρμακον καὶ λύσσαν. Μύρον πότιζε ψωμόν τε τρίψας μετὰ τραγείου ἀξουγγίου θερμῷ τε ὕδατι ἀναλαβὼν θὲς εἰς κεραμίδιον πε‐ πυρωμένον καὶ ἀναμαλάξας χρῖε. | |
71.7 | Εἰς ἐχιοδήκτους. Αὐτὴν τῆς ἐχίδνης τὴν κεφαλὴν ἀποτμηθεῖσαν καὶ λαβίδι ληφθεῖσαν ἀσφαλῶς ἐπιτίθει τῷ δή‐ γματι, ἔτι 〈τῆσ〉 τοῦ τραχήλου τομῆς ἐνθέρμου 〈οὔσησ〉, καὶ ἀφαρπάσει τὸν ἰόν, ἢ ὄρνιν ἀνασχίσας ἐπιτίθει τῷ δήγματι | |
5 | ἔνθερμον καὶ συνεχῶς ἄλλασσε πρὶν ἢ ξηρανθῆναι καὶ | |
ὑγιάσεις. | 206 | |
71.8 | Πρὸς θηριοδήκτους διὰ πείρας. Ὑπέρικον κόψας καὶ σήσας δίδου ἐγχυματισμόν. ἢ τιθύμαλλον χλωρὸν κόψας ἐπιτίθει τῷ δήγματι, ἐπιστάζων καὶ τὸν ὀπόν, ἢ κωνείου χλω‐ ροῦ φύλλα ἅμα τῷ σπέρματι μετὰ οἴνου παλαιοῦ λειώσας | |
5 | κατάπλασσε τὸ δῆγμα. | |
71.9 | Ἀφρικανοῦ πρὸς δῆγμα παντὸς θηρίου. Κάρ‐ δαμον λειώσας ἐπίπλασσε μετὰ ὀθονίου, ἢ τούτου σπέρμα βρέξας καὶ λειώσας ὡσαύτως ἐπιτίθει μετὰ ὀθονίου. | |
71.10 | Τοῦ αὐτοῦ πρὸς πληγὴν ἰοβόλων ἐνύδρων ζῴων ἀφλέγμαντον. Γῆ Λημνία πρὸς τὰς τῶν θαλατ‐ τίων ἰοβόλων πληγὰς ἁρμόζει μετ’ οἴνου διδομένη, καὶ λευκὰς ὀρεϊνὴ [καὶ] ὄξει καταπλασσομένη παραπλησίως ἰᾶται. | |
71.11 | Τοῦ αὐτοῦ προφυλακτικὸν εἰς τὸ μὴ ἀδικεῖ‐ σθαι ὑπό τινος ἰοβόλου δήγματος. Ἐλαίου ὠμοτρι‐ βοῦς 𐆃 βʹ, μυελοῦ ἐλαφείου νεοσφαγοῦς γο δʹ, κηροῦ τὸ ἀρ‐ κοῦν τήξας ἀμφότερα καὶ διηθήσας χρῶ κατὰ πάντων τῶν | |
5 | ἰοβόλων ὡς δεῖ. | |
71.12 | Τοῦ αὐτοῦ περὶ σκολοπένδρας. Ἡ σκολόπενδρα μεῖζον μὲν ἀδικεῖ. σὺ δὲ μέρος τι τῆς ἀντιδότου θηριακῆς ἐπιχρίσας ἴασαι τὸν κεκνισμένον τόπον. ἀσφοδέλου δὲ καρπὸν καὶ τὰ ἄνθη σὺν οἴνῳ πινόμενα σκολοπένδρας εἰσὶν ἀντίπαλα, | |
5 | συκῆς τε ὄλυνθοι μετ’ οἴνου καὶ ὀρόβου καταπλασσόμενοι παύουσι τὴν ἀλγηδόνα. | |
71.13 | Τοῦ αὐτοῦ περὶ ἀραχνίων. Τῶν ἀραχνίων εἴδη πολλά. τὰ δὲ ἀπ’ αὐτῶν ἀδικῆσαι δυνάμενα δύο, μαινόλης | |
καὶ χαλκής. τοῖς μὲν οὖν ὑπὸ μαινόλους πληγεῖσιν ὑσσώπου ἢ ὀριγάνου γο δʹ ἑξαγ. δʹ ἁλός τε πεφρυγμένου ἶσον λείου καὶ | 207 | |
5 | σὺν μέλιτι ἐπιτίθει. ἢ κύμινον ὅσον τοῖς τρισὶ δακτύλοις συν‐ έχειν ἅγνου τε καρπὸν τὸ ἶσον μετ’ οἴνου γο γʹ ἐγχυμάτιζε. διδόναι δὲ καὶ μάζας καὶ σκόροδα καὶ †λαβῶν ἐπωφελὲς διὰ στόματος. *** | |
71.14 | Τοῦ αὐτοῦ πρὸς μελίσσας. Πρὸς δὲ τὰ ἔντομα σφῆκας, μελίσσας, ἀνθρήνας, τενθρηδόνας, βομβυλίους, βέμ‐ βικας, δάφνης φύλλα κατάπλασσε ἢ μαλάχης ἢ σισυμβρίου ἢ κορίου. ποιεῖ δὲ καὶ βόλβιτον καταχριόμενον ὀπός τε συκῆς | |
5 | σὺν συκαμίνου φύλλοις ἢ καλαμίνθη ἢ φακὸς σὺν ἐλαίῳ χριό‐ μενος. ἄπληκτα δὲ τὰ ζῷα τηρεῖ σικύου ἀγρίου ῥίζα ἐλαίῳ συνεψηθεῖσα, ὅθεν ἀλείφειν αὐτὰ χρὴ χαλβάνην σὺν ἐλαίῳ. ὁμοίως δὲ τοῦτο καὶ θυμιώμενον πρὶν ἀνοῖξαι τὰ σμήνη ἀπλήκτους διατηρεῖ ἢ μελισσόφυλλον ἐλαίῳ τρίψαντα ἀλείφειν, | |
10 | ἢ βόλβιτα θυμιᾶν ἢ ἐλελίσφακον. πᾶν δὲ ἔντομον ἐλαίῳ ἐπιρ‐ ρανθὲν ἀναιρεῖται. | |
71.15 | Τοῦ αὐτοῦ περὶ διψάδος. Ἡ διψὰς καὶ αὐτὴ πο‐ λυώνυμός ἐστιν. καλεῖται γὰρ καύσων καὶ πρήστης ἀφ’ ὧν διατίθησι, μελάνουρος δὲ καὶ ἀμμοδύτης ἀπό τε τῆς διαίτης καὶ τῆς ἰδέας αὐτῆς, θηρίον ἐχίδνης μικρότερον καὶ χαλεπώ‐ | |
5 | τερον. ἐμποιεῖ γὰρ τοῖς δηχθεῖσιν [ἐγκύσης] ἐκκαύσεις δίψος τε ἐπιτεταμένον ἄχρι τοῦ πίνοντας διαρρήγνυσθαι. πρὸς δὴ τὸ διψάδος δῆγμα κύπερος ἐγχυμάτισμα δι’ οἴνου καὶ ὕδατος ὀνίνησι λάδανόν τε λελειωμένον καὶ οἴνῳ διδόμενον, ἔτι δὲ ἑσπέριον μῆλον τὸ κίτριον λεγόμενον προποτισθὲν μὲν ἀντι‐ | |
10 | παθεῖ, ἐπιποτισθὲν δὲ ἀρήγει, καὶ μάλιστα τὸ χρυσίζον αὐτοῦ. | 208 |
71.16 | Περὶ δρυΐνου. Ὁ δὲ δρυΐνης ὄφις ἐν ταῖς τῶν δρυῶν ῥίζαις τὸν βίον ποιούμενος καὶ πρὸς ἄλλοις δένδροις καλινδούμενος οὕτω καὶ πονηρός ἐστιν πρὸς τὸ διαφθεῖραι κακῶς, ὡς, εἴ τις αὐτῷ ἐπιβαίη, τοὺς πόδας ἀποδέρεσθαι καὶ | |
5 | οἰδήματα καθ’ ὅλων τῶν σκελῶν γίνεσθαι. καὶ ἔτι θαυμασιώ‐ τερον· εἰ καὶ θεραπεύειν τις αὐτοὺς ἐθέλει, καὶ τούτου τὰς χεῖρας ἀποδέρεσθαι καὶ οἰδήματα καθ’ ὅλων τῶν σκελῶν γί‐ νεσθαι. μελίας οὖν τῶν φύλλων ὁ χυλὸς πρὸ παντὸς βρωτοῦ καὶ ποτοῦ χρήσιμος πάνυ ἐγχυματιζόμενος. | |
71.17 | Τοῦ αὐτοῦ περὶ διαφόρων 〈δηγμάτων〉 καὶ πληγῶν. Ἴδια μὲν οὖν πρός τε δήγματα καὶ πληγὰς τῶν ἰοβόλων ζῴων ἃ προείρηται, κοινὰ δὲ ταῦτα· ἶρις μετ’ ὄξους πινομένη, παλιούρου σπέρμα ἢ μύρτης χυλὸς σὺν οἴνῳ, | |
5 | καρδάμωμον ὁμοίως, ἢ ἀπίου καρπὸς ἢ τριφύλλου γο cʹ, ἀσφο‐ δέλου ῥίζης ἑξαγ. βʹ κερατ. ϛʹ σὺν οἴνῳ, ὀπός τε σιλφίου ἢ σπέρμα κριθῆς, πολίου ἀφεψήματος ἐγχυματισμός, καὶ κενταύ‐ ριον, δίκταμνον, καστόριον, πήγανον, ἐλελίσφακον, καλαμίνθη, ἅγνος. πρὸς τούτοις μὲν καὶ κατάπλασσε ἔτι πιτύροις σὺν ὄξει | |
10 | ἢ οἴνῳ, ἢ ῥαφανίσιν ἢ βολβοῖς. ταῦτα μὲν εἰρηκότες * ἤδη προσειλήφασιν πολλοὶ ἄλλος ἄλλο πείρᾳ τὸ δόκιμον ἐπαινῶν. πρὸς δὲ τούτοις ὁ μέν τις χυλὸν πράσου προςπιεῖν, ὁ δὲ ἀλε‐ κτορίδος ζώσης τὸν ἐγκέφαλον ἐξελών, οἴνῳ ἀκράτῳ διείς, τῷ κινδυνεύοντι ὤρεξεν, ἄλλος οὖρον παιδὸς οἴνῳ καὶ αὐτὸ κρα‐ | |
15 | θὲν ἐπ[ιδ]έδωκεν. ὁ δὲ μῦν ἀνασχίσας ἐπέθηκε τῷ πλήγματι καὶ εἰς τὸν μῦν τὸν ἰὸν ἀνέσπασεν. — | |
71.18 | ἐγὼ δὲ προκρίνω τῶν πολλῶν, ὅπερ πρός τε λυσσοδήκτους καὶ σκορπιοπλήκτους | |
ἐξεθέμην μυστήριον τὸ Παρθικόν, ὃ διὰ τεσσάρων ἴσων ἀνύεται· σμύρνης, ἀριστολοχείας, γεντιανῆς, δαφνίδος | 209 | |
5 | [κενταυρίου]. προσλαβὼν οὖν ταῦτα 〈καὶ τρίψας σὺν οἴνῳ καὶ ἀναβράσας ἐγχυμάτιζε.〉 εὐπόριστα δὲ καὶ ταῦτα· αἴγειον γάλα καθ’ αὑτὸ καὶ μετ’ οἴνου γο εʹ διδόμενον, βάτραχοι μετ’ οἴνου ἑψόμενοι καὶ ἐγχυματιζόμενοι 〈μετὰ〉 τοῦ ἀπ’ αὐτῶν οἴνου πρός τε ἰοβόλα πάντα καὶ φρύνους. καὶ ἁβρότονον δὲ | |
10 | λεῖον σὺν οἴνῳ, ἀγαρικόν τε ὁμοίως καὶ ἅγνου καρπὸς ὁμοίως, ἄμις Αἰθιοπικὴ καὶ Ἰταλικὸν κύμινον μετ’ οἴνου ἐγχυματιζό‐ μενον, ἀμπελόπρασσόν τε ἐσθιόμενον, δάφνης τὰ φύλλα λεῖα μετ’ οἴνου ἢ ὕδατος ἐγχυματιζόμενα, ἢ δρυὸς βάλανοι ἐσθιό‐ μενοι ἁρμόζουσι κόρεώς τε καρπός, μανδραγόρου ῥίζα σὺν | |
15 | μελικράτῳ. καὶ βδέλλαι δὲ ἐπιτιθέμεναι τῷ δήγματι βοηθοῦσι καὶ ἕλκουσιν. αἴγειος σπύραθος μετ’ ὀριγάνου ἐπιτιθέμενος θηριοπλήκτοις βοηθεῖ ἐλέφαντός τε ξηρὰ κόπρος. καὶ ἅγνου φύλλα καταπλασσόμενα, ἄλφιτα ὁμοίως μετὰ τρυγὸς οἴνου καὶ αὐστηροῦ οἴνου ἢ θαλάσσης ἐγχυματιζόμενα δαψιλῶς ἁρμό‐ | |
20 | ζουσι πρὸς πάντα ἰοβόλα ζῷα, ὅσα κατὰ ψῦξιν ἀναιρεῖ. — | |
71.19 | θηρίον οὖν, ὁποῖον 〈ἂν〉 δάκῃ, τούτου τὴν κεφαλὴν ἀνε‐ λὼν ἐπιτίθει τοῖς δήγμασι, καὶ ἐπιδήσας ἄνευ φλεγμονῆς ὑγιά‐ σεις. ἢ καύσας τὴν πλήξασαν κεφαλὴν τὴν σποδιὰν ἐπιτίθει. ἢ δρακοντίου ῥίζαν, [ὅ ἐστιν ἄγριον ἄρον,] τρίψας θὲς ἐπὶ | |
5 | τὸν πεπληγότα τόπον προκατασχάσας. ὑακίνθου χυλὸς ἐγχυ‐ ματιζόμενος παντὶ θηρίων ἀντιπαθεῖ. ἡ τε τοῦ ἀγρίου στα‐ φυλίου ῥίζα περιαπτομένη καὶ ὁ καρπὸς ἐγχυματιζόμενος ἁρ‐ μόζει πρὸς πᾶν θηρίου δῆγμα καὶ πληγάς. | |
71.20 | Κατάντλημα πρὸς πᾶν θηρίου δῆγμα. Ἀριστο‐ λοχείας, πηγάνου, τριφύλλου ἀνὰ κερατ. ιηʹ, δαυκίου κερατ. θʹ ἀποβρέξας ἐν ὕδατι κατάντλει. | 210 |
71.21 | Περὶ ὑοσκυάμου. Τῷ ὑοσκυάμου ἐμφορηθέντι ἵπ‐ πῳ γυναικὸς γάλα ἐγχυματιζόμενον βοηθεῖ, καὶ ὄνειον δὲ γάλα ὁμοίως θερμόν, προσέτι ἀψίνθιον μετ’ οἴνου καὶ πεπέρεως ἡδύοσμός τε ὁμοίως ἅμα οἴνῳ. μόνον δὲ βόειον γάλα ἐγχυματι‐ | |
5 | ζόμενον ἀντιτάσσεται πᾶσιν ἢ αἴγειον. ἀλεκτορίδος τε ζωμὸς ἅμα ἐλαίῳ, καὶ ἄρνειον αἷμα σὺν μελικράτῳ ἑψόμενον, ἀνδρά‐ χνης τε χυλὸς μετὰ μελικράτου εἰς γλοιοῦ πάχος ἑνωθεὶς συν‐ εργεῖ. στροβίλων πυρῆνες καὶ σπέρμα σικύου ἅμα οἴνῳ ἐγχυ‐ ματιζόμενον συνέρχονται πρὸς σωτηρίαν. | |
71.22 | Τροχίσκος †Ἀνθεμυστίωνος πρὸς πᾶν δῆ‐ γμα ἑρπετῶν καὶ ἰοβόλων θηρίων. Καστορίου ἑξαγ. αcʹ, ἄμεως καρπόν, τριφύλλου ἀνὰ γο αcʹ, βρυονίας γο βʹ, ἀνί‐ σου γο βcʹ, ὀροβίνου ἀλεύρου 𐆃 αcʹ ἀντλεῖν οἴνῳ. καὶ καλὸν | |
5 | μὲν τὸ ἀπὸ θηριακῆς ἀμπέλου, ὡς ἐκκείσεται ἐπὶ τῶν σπου‐ δαιοτάτων· [καὶ] λεάνας ἀνάπλασσε τροχίσκον καὶ προπότιζε καὶ οἴνῳ λειῶν περίχριε. | |
71.23 | Φάρμακον Ἀσκληπιάδ(ου) πρὸς τὰ ἔναιμα τραύματα τὰ ἀπὸ δηγμάτων ἄρκτων, παρδάλεων καὶ τὰς τῶν νεύρων διακοπάς. Ἰοῦ ξυστοῦ, στυπτη‐ ρίας στρογγύλης ἀνὰ γο αʹ, λεπίδος χαλκῆς, χαλβάνης ἀνὰ | |
5 | γο αcʹ, κηροῦ γο ιϛʹ πιτυΐνης γο λβʹ, ἐλαίου 𐆃 αʹ. ὄξει λείου τὰ ξηρὰ καὶ τὴν χαλβάνην, καὶ τήξας τὰ τηκτὰ ἐπίχεε. | |
71.24 | Περὶ αἰλουροδήκτων. Τερεβινθίνην σὺν μέλιτι καὶ ἐλαίῳ τήξας χρῶ, ἢ κενταύριον λεῖον μετὰ μέλιτος, ἢ ἀλεκ‐ | |
τρυόνος κόπρον ὑγρὰν λεάνας μετὰ στέατος ὀρνίθων χρῶ. | 211 | |
71.25 | Στράτωνος ἀποθυμίαμα ἀποδιῶκον θηρία ἰοβόλα. Χαλβάνην, κάχρυος ῥίζης, κέρατος ἐλαφείου, μελαν‐ θίου ἀνὰ γο αʹ, λεάνας πάντα μετ’ ὄξους ἀνάπλαττε τροχίσκους καὶ ἐπὶ τῆς χρείας βρέξας ἐν ἐλαίῳ θυμία κατὰ μέσον τῆς | |
5 | οἰκίας ἢ διὰ χωνείου τὸν φωλεόν. | |
71.26 | Πρὸς ῥῆγμα τρυγόνος θαλασσίας. Τρίγλα ὁ ἰχθὺς ἔτι ζῶσα σχισθεῖσα καὶ ἐπιτεθεῖσα τῇ τοῦ κέντρου πληγῇ παρευθὺ τὴν ἴασιν παρέχει. | |
71.27 | Ἀφρικανοῦ πρὸς τὸ μὴ ἀδικεῖσθαι κτήνη ὑπὸ φρύνου νύκτωρ ἢ ἐν ζοφερῷ τόπῳ 〈ἐμφω‐ λεύοντοσ〉 προσφυσώμενα. Ὁ φρῦνος προσφυσᾶν εἴω‐ θεν τοῖς κτήνεσι χαλεπώτατα, ἤν που ἐν ἱπποστασίῳ νύκτωρ | |
5 | λάθῃ ἢ ἐν ζοφώδει τόπῳ, καὶ νόσοι παρακολουθοῦσιν ἐκ τού‐ του λοιμικαὶ τῆς ζωῆς καὶ οἰδήματα δυσίατα, ὡς ἀργεῖν πᾶσαν ἐπικουρίαν πρὸς τὸ δεινόν. χρὴ οὖν πρὸς τὸ μηδέποτε αὐτὸν τοιοῦτον δρᾶσαι πῦρ ἐν τοῖς ἱπποστασίοις διαρκὲς ὑφάπτειν. τουτὶ γὰρ τὸ ζῷον ὡς ἔλεγχον αὑτοῦ φοβεῖται τὸ πῦρ. | |
72t | Περὶ βδελλῶν. | |
72.1 | Πρὸς τὰς ἐν τῷ στόματι κεκολλημένας βδέλλας. Κόρεις πέντε θλάσας κτλ. ἢ γάρου ποτήριον ἐγχυμάτιζε διὰ πείρας. | |
73t | Περὶ ὀρνιθίας. | |
73.1 | *** εἰς ὀρνίθειον κόπρον ἢ πτερὸν ἢ τιλήσει λεπτὸν καὶ μυξῶδες. βοηθεῖται δὲ οὕτως· λαβὼν τὴν στερεὰν τῆς ὄρνι‐ θος κόπρον τρῖψον. εἶτα μῖξον ἀλφίτων πυρίνων 𐆃 ϛʹ καὶ ῥοὸς γο αʹ φύρασον οἴνῳ μέλανι καὶ ποιήσας μάζας δίδου | 212 |
5 | ἐσθίειν μετὰ ἀχύρων πυρίνων. — | |
73.2 | ἐὰν δὲ ἄλλως διαρροισθῇ, λαβὼν ἀλφίτων πυρίνων 𐆃 ϛʹ καὶ γιγάρτων τὸ ἶσον κεκομμέ‐ νων ἀναμίξας εἰς τὸ αὐτὸ ῥάμνον τε καθεψήσας ἐν οἴνῳ αὐ‐ στηρῷ καὶ μίξας ἐγχυμάτιζε τὸ αὔταρκες. κριθὴν δὲ μὴ διδῷς | |
5 | φαγεῖν, ἕως ἂν παύσεται. ἄκος γὰρ ἔσται τῷ πάθει. ἐὰν δὲ καὶ φαρμαχθῇ, κορίαννον καὶ ῥαφάνου ῥίζαν τρίψας ἐν οἴνῳ ἐγχυμάτιζε. ἄριστον δὲ καὶ τὸ ἐνίτζιν τετριμμένον καὶ ἐγχυ‐ ματιζόμενον μετὰ οἴνου. | |
74t | Περὶ κράμβης ἀγρίας καὶ μυοφόνου καὶ κωνείου καὶ ἐλλεβόρου. | |
74.1 | Περὶ κωνείου. Γάλα ὄνειον ἢ βόειον νεοάμελκτον καὶ ἀψίνθιον μετὰ πεπέρεως καὶ πηγάνου ἐγχυμάτιζε. | |
75t | Περὶ κεντρίτιδος. | |
75.1 | Ἱεροκλέους. Τῆς κεντρίτιδος σημεῖα ταῦτα· ὑποκνῆθον ἔχει τὸ σῶμα καὶ κακουχίας μεστὸν καὶ ἑαυτὸν τρώγει καὶ εὐαφής ἐστι τῷ πάθει καὶ τῇ κνησμονῇ. θεραπεύεται δὲ οὕ‐ τως· ἀφελὼν ἐκ τῶν ὤμων ἢ ἐκ τῶν βουβώνων αἷμα, τούτῳ | |
5 | σύμμιξον θεῖον ἄπυρον καὶ ἔλαιον καὶ ὄξος καὶ μάνναν. τού‐ | |
τοις σύγχρισον αὐτόν. εἶτα ἁπαλῷ ἐλαίῳ χρῖσον καὶ ὑγιαίνει. | 213 | |
76t | Περὶ ὀδόντων ἐκφύσεως. | |
77t | Πῶς δεῖ καίειν καὶ πότε καὶ περὶ καύσεως. | |
77.1 | Καυστικὸν τὰ ὑγρὰ ξηραῖνον καὶ τὰ ἠραιω‐ μένα καὶ τὰ κεχαυνωμένα σφίγγον καὶ τὰ κεκοπω‐ μένα ἀνακτώμενον καὶ τὰ βεβλαμμένα ῥωννύον καὶ ἰσχυροποιοῦν. Ἀσφάλτου Ἰουδαϊκῆς 〈ἢ〉 Ἀπολλω‐ | |
5 | 〈νιάτιδοσ〉, κηροῦ, ῥητίνης πεφρυγμένης [γ] ἀνὰ 𐆃 αʹ, ἀξουγ‐ γίου, μυελοῦ ἐλαφείου, βδελλίου Ἀραβικοῦ, κηροῦ, προπόλεως, ὀποπάνακος, καστορίου, χαλβάνην, δακρύου στύρακος, ἀπο‐ χύματος, ὑσσώπου χυλόν, δακρύου ἀμμωνιακοῦ, πίσσης Βρυτ‐ τίας ἀνὰ γο βʹ, μάννης, λιβανωτοῦ ἀνὰ γο ϛʹ, ἰξοῦ Ἰταλικοῦ | |
10 | οὐγγίας δʹ. | |
77.2 | Περὶ καυστικῶν. Κρίθινον ἄλευρον, πίτυρον, ᾠόν, ὄξος ὀλίγον, ῥόδινον ἑνώσας χρῶ. | |
77.3 | Πρὸς τὰ κατακαύματα. Μήλου φλοιὸν ὕδατι ἀφε‐ ψήσας ἐπίθες καὶ θαυμάσεις. | |
77.4 | Ἄλλως. Πρόπολιν, ἀμμωνιακόν, ὀποπάνακος, στυπτη‐ ρίας σχιστῆς, πεπέρεως ἀνὰ γο βʹ, κωναρίων γο αʹ, πευκεδα‐ νοῦ γο αʹ, χαλβάνην γο δʹ, νίτρου γο αʹ. | |
78t | Πῶς δεῖ γραστίζειν. | |
78.1 | Ἀριστοτέλους εἰς τὸ αὐτό. Οἱ ἵπποι καὶ οἱ ὀρεῖς καὶ οἱ ὄνοι καρποφάγα μέν εἰσι καὶ ποοφάγα, μάλιστα δὲ πιαίνεται τῷ ποτῷ. ὡς γὰρ ἂν πίνῃ τὰ ὑποζύγια τὸ ὕδωρ, | |
οὕτω καὶ παρὰ τὴν ἀπόλαυσιν ἔχει τῆς τροφῆς, καὶ ὁποῖον | 214 | |
5 | ἂν ἧττον δυσχεραίνῃ τῷ ποτῷ, τοῦτο μᾶλλον εὔχορτόν ἐστι. ἡ δὲ γράστις λειοτριχεῖν ποιεῖ, ὅταν ἔγκυος ᾖ. ὅταν δ’ ἀθέρας ἔχῃ σκληρούς, οὐκ ἀγαθή. τῆς δὲ πόας τῆς Μηδικῆς, ἥτις πρωτόκουρος, φαύλη, καὶ εἴ τι ἂν δυσῶδες ὕδωρ ἐπάγηται· ὄζει γάρ. πίνειν δ’ οἱ μὲν βόες ζητοῦσι καθαρόν, οἱ δ’ ἵπποι | |
10 | ὥςπερ καὶ οἱ κάμηλοι. ἡ δὲ κάμηλος πίνει ἥδιον θολερὸν καὶ παχύ. οὐδὲ γὰρ ἀπὸ τῶν ποταμῶν πρότερον πίνει, εἰ μὴ συν‐ ταράξῃ. | |
78.2 | Πῶς δεῖ χλοάζειν τὰ ἐν τῷ σταύλῳ ζῷα. Ὁ χλοά‐ ζων τὰ ἐν τῷ σταύλῳ ζῷα ἐπιμεληθήτω εἰς χλόην ἐπαφιεὶς πρῶτον μὲν χρῆσθαι ταῖς θεραπείαις ταύταις· ἀναφύσησόν τε διὰ ῥινῶν, διαλαμβανόμενος τοὺς κροτάφους, οἰνελαίῳ διὰ τὴν | |
5 | τῆς κεφαλῆς σφήνωσιν, καὶ διαστήσας τρεῖς ἡμέρας ἄφες ἐπι‐ νεύειν εἰς τὸ χαμαί, μὴ εἰς βαθὺν χόρτον, ἀλλὰ καταδεέστε‐ ρον, ἵνα μετὰ τάσεως τῆς ὀσφρήσεως γινομένης καὶ κίνησιν ἡ κεφαλὴ λαμβάνουσα πᾶσαν τὴν μοχθηρίαν τῆς ἀρρωστίας ἀπὸ τοῦ ἐγκεφάλου διὰ τῶν μυκτήρων παραπέμψῃ. μετὰ δὲ | |
10 | τρεῖς ἡμέρας φλεβοτόμει ἀπὸ τοῦ τραχήλου ἀσφαλιζόμενος διὰ τὸ σφαγίτιδας ὑπάρχειν τὰς φλέβας. ἀναγκαίως δὲ ἔχει φλεβοτομεῖν ἐκ τῶν μερῶν ἐκείνων. πάντες γὰρ οἱ ὀχετοὶ ἐγκείμενοι τῷ ζώῳ ἐπ’ ἐκείνας ἀνάγουσι. | |
78.3 | Καὶ φλεβοτομήσας σύγχρισον τῷ αἵματι μετὰ τῆς προσ‐ ηκούσης ἐπιμελείας, καὶ στῆσον ἐν σκότει βαθεῖ ἡμέρας ἑπτά, | |
παραβάλλων αὐτοῖς τὴν γράστιν· εἶτα ἀπόσμηχε, καὶ ἀποσπογ‐ γίσας τὰς ἰκμάδας τοῦ ὕδατος οἴνῳ καταφύσα αὐτὸν δι’ ὅλου | 215 | |
5 | τοῦ σώματος, καὶ ἁλὶ λεπτῷ παράσμηχε διὰ τὰς σιαλιτώσεις, καὶ ἔασον αὐτὸν ἐπὶ τὴν νομὴν πᾶσαν ὕλην [μόνη] νέμεσθαι. ἐγχυμάτιζε δὲ αὐτὸν ἀπὸ τῆς χλόης καταψυκτικοῖς διὰ γλυκέος χρηστοῦ, καὶ ἔσται ὑγιὴς διὰ παντός· ἐὰν δὲ βήσσῃ τῇ γράστει, γίνωσκε ὑπὸ ἀθέρων αὐτὸν ὀχλεῖσθαι. μάλιστα μὲν οὖν, ὅταν | |
10 | ἡ γράστις ἐκδράμῃ, ὑπὸ τῶν ἀθέρων ἡ ἀρτηρία πήγνυται καὶ τὸν βῆχα ἐπάγει. διὸ δεῖ τοῦτον ταυριάζειν, 〈τὴν ταυρέαν〉 βρέχοντα οἰνομέλιτι, ἵνα τὰς ἀρτηρίας ἀποκαθάρῃ. | |
79t | Περὶ εὐνουχισμοῦ. | |
80t | Περὶ θλάσματος, σειριασμοῦ, ταινίας, πληγῆς, οἰδήματος καὶ λοιπῶν ποδικῶν. | |
80.1 | Περὶ θερμοπλήσεως καὶ ἁπαλοποδίας καὶ θλάσματος καὶ παρκινήσεως καὶ ταινίας καὶ σει‐ ριασμοῦ καὶ χηνιασμοῦ καὶ πάντων τῶν ἐν τοῖς ποσὶ παθῶν ἀπαραβατικόν. Ἄψυρτος Οὔρσῳ στρα‐ | |
5 | τηλάτῃ χαίρειν. Ἐδήλωσάς μοι, δέσποτα Οὖρσε, πυνθανό‐ μενος, ὅπως γίνεται τάματα ἐν τοῖς ποσὶ τῶν ἵππων, καὶ πῶς ταῦτα σημαίνει; ἔστι δὲ οὕτως· ὅταν ἀναβάτην τύχῃ καὶ κέ‐ λητα γενέσθαι μὴ πείραν ἀσφαλῆ ἔχοντα τοῦ καθέζεσθαι καὶ ἡνιοχεῖν τὸ ζῷον, ἀλλ’ ἐλαύνειν διαρρεόμενον, περιφερόμενος | |
10 | οὕτως διὰ τὸ μὴ χαλιναγωγεῖσθαι αὐτὸν τῇ πείρα ὑπὸ τοῦ ἀναβάτου, πλαγιάζων τὰ σκέλη εἰς ἔκφυσιν φέρει τὰς ὁπλάς, | |
καὶ τῶν ἄρθρων διασειομένων καὶ τῶν νεύρων καμνόντων, οὕτως ἐν ἐκείνοις τοῖς τόποις 〈τὰ〉 τάματα καὶ τὰ ῥήγματα γίνεται μετὰ φυσήματος καὶ οἰδημάτων. — | 216 | |
80.2 | ὀφείλει οὖν κατ‐ αντλεῖσθαι τῇ συντεταγμένῃ χαλαστικῇ, κάλλιον μέν, ἐὰν ᾖ θαλάσσιον ὕδωρ εἰς τὸ καθεψεῖν τὰς βοτάνας, εἰ δὲ οὐκ ἔστιν, ὕδατι καινῷ βαλὼν ἅλας, οὕτω καθέψει εἰς τρίτον | |
5 | καὶ χρῶ τῇ καταντλήσει, καὶ ἀποξύσας τὰς ἰκμάδας τοῦ ὕδα‐ τος, οἴνῳ ἀναλάμβανε καὶ κατάπλασσε αὐτὸν τῇ ὠμῇ λύσει ἐν ἀρχῇ, ἄχρις οὗ οἱ ὄγκοι τῶν οἰδημάτων συμπέσωσιν. ἢ ἀναλαμβανόμενος φάρμακον, προαποτρίβων οἴνῳ, κατάπλασον, ἄχρις οὗ οἱ τόποι οἱ νευρώδεις συμπέσωσιν. καὶ τότε φλεβο‐ | |
10 | τόμῳ χρῆσαι ἐκ τῶν ὁρωμένων τόπων, καὶ ὅταν περιπατήσει ὑγιής, ξηρῷ μαλάγματι σφίγξον, μέχρις οὗ πάντα τὰ νεῦρα τόνον λάβῃ. | |
80.3 | Περὶ ἁπαλοποδίας. Σαῦραν ζῶσαν βαλὼν εἰς κάκ‐ καβον σὺν ὄξει δριμυτάτῳ ἕψει, ἕως οὗ διαλυθῇ. εἶτα ἀσφάλτῳ ἀσφόδελον, θεῖον ἄπυρον, στέαρ βουβάλειον καὶ ταύρειον ἢ τράγειον καὶ κηρὸν καὶ ἔλαιον ἐμβαλών, συνέψει. εἶθ’ οὕτως | |
5 | ἀπόχριε τὰ πέλματα. | |
80.4 | Περὶ θλασμάτων καὶ πόθεν γίνονται. Ὅταν ἡ στάσις μὴ ᾖ καθαρά, ἀλλ’ ἔνσκοτος καὶ ἔνυδρος, πυρουμένων τῶν πελμάτων καὶ ἀποκινουμένων, οἱ ἰχῶρες ὑποτρέχουσιν ὑπὸ τὰς χοινικίδας καὶ πυοῦνται αἱ ὁπλαὶ ὑπὸ τῶν ἰχώ‐ | |
5 | ρων σύστασιν λαμβανόντων. διὸ καὶ πυῶδες μετὰ δυσώδους ἀποχαρασσομένων τῶν πελμάτων ἐκφέρουσι. θεραπεύονται δὲ οὗτοι ὑποξυόμενοι ὄξει καὶ πιτύροις ἢ κριθαῖς καθεψημέναις. | |
ἐστὶ δὲ σκληρὸν τὸ ἄλγημα. | 217 | |
80.5 | Περὶ ποδῶν λεπρώντων. Ὅτε οἱ πόδες τοῦ ἵππου λεπρῶσι, χρὴ ἐξ αὐτῶν τὸν ἰχῶρα ξέειν καὶ θεραπεύειν οὕτως· στυπτηρίας μαλακῆς 𐆃 δʹ εἰς χυτρίον βαλὼν ἐπίχεε ἀμόργην ἐλαίου 𐆃 γʹ. εἶτα ὑπόκαιε, ἕως ἀναζέσει, καὶ ὀθόνην ἐμβάψας, | |
5 | τρῖβε ταύτῃ τοὺς πόδας, τῆς χειρὸς ἀπεχόμενος. τοῦτο ποίει δὶς τῆς ἡμέρας. | |
80.6 | Περὶ σειριασμοῦ ἵππου. Ἀρσενίκιν σχιστὸν τρίψας μετὰ ῥητίνης χρῖε, ἢ κανθαρίδα μετὰ ἐλαίου χρῶ. | |
80.7 | Ἐὰν σειριάσει ἐπὶ πολύ. Τέφραν δρυΐνην ἢ κλη‐ ματῖτιν μετὰ μέλιτος ἀναφυράσας περίχριε τοὺς πόδας. | |
80.8 | Χηλοστυπτικὰ καὶ ψωριῶσι. Ῥοῦν καὶ πίτυν ἶσον ἑκάστου ἑψήσας μετὰ ὄξους εἰς χύτραν καινὴν καὶ βρέξας σπόγγον μετὰ ὄξους ἐπίθες. ταῦτα καὶ ψωριῶντα θεραπεύει. | |
80.9 | Πρὸς συγκοπὴν ποδός. Σῦκα ξηρὰ μετὰ ἅλατος κόψας κατὰ τῶν ὀνύχων ἐπίθες. | |
80.10 | Τιβερίου εἰς ἐκπύησιν δακτύλων, ἐὰν διά τινα αἰτίαν θλιβῇ καὶ ὑγρὸν συνάξῃ. Γύρεως κτλ. | |
80.11 | Πρὸς ἀνατετριμμένους πόδας. Πίσσης ὑγρᾶς, στυπτηρίας, ὄξους ἀνὰ γο ϛʹ, συκοφύλλων τὸ ἀρκοῦν. συγκό‐ ψας πάντα καθ’ αὑτό, τοὺς πόδας τοῦ κάμνοντος ἵππου καθ’ ἡμέραν ὑπάλειφε καὶ χρῶ ὡς δοκίμῳ. | |
80.12 | Πρὸς σειριασμόν. Τρία γένη εἰσὶν σειριασμοῦ· ἓν μέν, ποιεῖ λεπίδας ξηρὰς καὶ φλυκτίδας ὁ ποὺς τοῦ ἵππου καὶ ἐξαιματοῦται διὰ τὸ εἶναι τὸ πάθος ξηρόν. τὸ δὲ ἕτερον | |
[τὸ δὲ] ἀνατριχίζον καὶ φέρον ὑγρὸν γίνωσκε, ὅτι ἐστὶν ἀπὸ | 218 | |
5 | ῥεύσεως καὶ δέον θεραπεύειν οὕτως· χρίσας τὸν πόδα χρίσματι ἔα ἡμέραν μίαν, καὶ μετὰ τοῦτο λαβὼν στυπτηρίαν σχιστὴν τετριμμένην καὶ σίναπιν καὶ ὀρόβινον ἄλευρον καὶ ἰάριν καὶ μίξας πάντα ὁμοῦ μετὰ μέλιτος ἀναλάμβανε, καὶ ἐπιχρίσας τὸν πόδα φασκίωσον. | |
80.13 | Ἄλλως. Βαλὼν ἀξούγγιον ἄπαστον χοίρειον λιτὸν καὶ ὄξος δριμὺ καὶ ὑδράργυρον, εἶθ’ οὕτως ἀμφότερα ἕνωσον ἰσχυρῶς, ἕως γένωνται μία οὐσία βαλὼν αὐτὰ εἰς ἰγδὶν πρόσ‐ βαλον λαπάθου ῥίζης χλωρᾶς τὸν φλοῦν τετριμμένον καὶ τεάφιν | |
5 | καὶ πίσσαν καὶ ἀγριοσταφίδα. τοῦτο πάνυ χρήσιμόν ἐστιν. | |
80.14 | Ἄλλως. Πρῶτον χρῖσον τὸν πόδα τοῦ ἵππου καὶ ἀνά‐ τριψον ῥάκει τριχίνῳ μετὰ ὄξους, μέχρις οὗ αἷμα ἐξέλθοι. εἶτα λειώσας ὕελον καὶ κοσκινίσας σχίσον δουμάκιν καὶ ἐπίπλασσε τὴν ὕελον καὶ δέσμει ἡμέρας τρεῖς. εἶτα λύσας καὶ πλύνας | |
5 | μετὰ σάπωνος πάλιν θὲς ἕτερον δουμάκιν μετὰ ὑέλου, μέχρις ἂν καταφάγῃ καὶ ἐλαττώσῃ τὴν ἐν τῷ ποδὶ κακίαν. καὶ μετὰ τοῦτο ἐκτιθεὶς ἐκ τρίτου δουμάκιον ἄνευ ὑέλου, ἄφες ἐπὶ τρι‐ σὶν ἡμέραις. εἶτα λούων ὕδατι ψυχρῷ κατάντλει, μέχρις ἂν ὑγιάνῃ. | |
80.15 | Ἄλλως. Ἄσβεστον ζῶσαν ἡμερόκαυστον λαβὼν σβέσον μετὰ ὄξους δριμέος καὶ ἅπλωσον εἰς παν〈ίον〉, καὶ ἐπιρράνας ἔλαιον ὀλίγον, ἐπίδησον καὶ ἔασον ἕως αὔριον τῆς αὐτῆς ὥρας, εἶτα λῦσον. τοῦτο ποίησον, ἕως ἂν ὑγιάνῃ. | |
80.16 | Εἰς ταινίαν. Βαλὼν ὑγρόπισσον εἰς θερμόν, τάραξον | |
καὶ χύσον αὐτὸ τὸ θερμὸν ἕως ἑπτάκις. εἶτα ποίησον αὐτὸ ὡς ἔμπλαστρον καὶ θές. ἢ ὀρνιθίαν μετὰ ὄξους ἀναζύμωσον καὶ τιθεὶς περιδέσμει. | 219 | |
80.17 | Ἔμπλαστρον ταινίας. Ἀγριοσταφίδος, θείου ἀπύ‐ ρου, ἀμμωνιακόν, σμύρναν, λίβανον, λαδάνου .. ὅ ἐστιν μαστί‐ χης ἀνὰ γο μίαν, ῥητίνης γο γʹ, τερεβινθίνης, χαλβάνης ἀνὰ ἑξαγ. δʹ, ὀπίου ἑξαγ. δύο, ἐλαίου, κηροῦ καὶ σαπωνίου. | |
80.18 | Ἄψυρτος εἰς χηνιασμόν. Συμβαίνει τοῖς ἵπποις νόσος χαλεπὴ ἐν τοῖς ποσὶ περὶ τὴν στεφάνην τῶν ὀνύχων, ἥ τις ἀπρέπειαν καὶ χωλείαν τούτοις ἐργάζεται μάλιστα διὰ τὸν αὐχμόν. γίνεται δὲ ὡσπερεὶ τραύματα καὶ λεπίδες ἐπάνω τῶν | |
5 | ὀνύχων αὐτῶν. θεραπεύεται δὲ οὕτως· ἡνίκα ἄρξηται ποιεῖν τραύματα ὥσπερ λεπίδας καὶ φύῃ τρίχας οὐκ ἐξ αὐτῆς τῆς φύσεως, ἀλλ’ ὥσπερ παραφυάδας, λαβὼν χρῖσμα χρῖσον τὸν τετραυματισμένον τόπον, καὶ μαχαιρίῳ ξυλίνῳ καλῶς ἀποκά‐ θαρον, ἕως οὗ ἐξέλθοι αἷμα. εἶτα λαβὼν δαφνέλαιον καὶ ἅλας, | |
10 | ἄλειφε τῇ πρώτῃ ἡμέρᾳ. τῇ δὲ ἐπιούσῃ πάλιν καθάρας τὸν τόπον λαβὼν χελώνην ὀρεινήν, μὴ λιμναίαν, καὶ τρήσας αὐτῆς τὸ ὄστρακον μετὰ μαχαίρας τὸ αἷμα αὐτῆς ἄλειφε τοὺς τόπους, ἐν οἷς εἰσι τὰ τραύματα. ἄλειφε δὲ τρὶς τῆς ἡμέρας μετὰ ἀξουγγίου. καὶ γὰρ θαυμαστῶς καὶ τρίχας αὔξει καὶ τὰς οὐλὰς | |
15 | θεραπεύει. | |
80.19 | Εἰς εὐθραύστους ὄνυχας. Βούτυρον εἰς ἄνθρα‐ κας ἀναλύσας ἄλειφε τὴν στεφάνην τῶν ὀνύχων τοῦ ἵππου καὶ ἱστάτω ἐν ἡλίῳ. τοῦτο ποίει μέχρι ιεʹ ἡμερῶν καὶ ὑγιάσεις. | |
80.20 | Εἰς παράλυμα. Ἄλειφε τῆς ὁπλῆς τὸν ὄνυχα ἤτοι τὴν στεφάνην τοῦ ἵππου ἔλαιον, εἶθ’ οὕτως ἐπίπασσε τὸν τό‐ | |
πον τίτανον ἀκατάσβεστον καὶ ὑγιαίνει. | 220 | |
80.21 | Περὶ μηροῦ. Ἐὰν δὲ ἡ συμβολὴ τοῦ σκέλους σπάσμα λάβῃ ἢ στρέμμα ἢ ἄλλο τι γενήσεται, τὸ σκέλος συνάγειν οὐ δύναται οὐδὲ κοιμᾶσθαι [ἀφαίλει] οὐδὲ ἐᾷ τὴν χεῖρα προσφέ‐ ρειν αὐτῷ. αἷμα οὖν ἄφελε ἀπὸ τοῦ ἀστραγάλου καὶ κατάντλει | |
5 | ὕδατι θερμῷ καὶ οἴνῳ καὶ ἐλαίῳ, καὶ περιπατείτω. ἐὰν μὴ ἀπο‐ καθίσται, κατὰ τὴν συμβολὴν αὐτοῦ τοῦ μηροῦ τὴν καῦσιν ὁμοίαν ποίει, ἵνα ὁ τόπος περιληφθῇ τῆ〈σ〉 συμβολῆ〈σ〉. ἐὰν δὲ ἔτι 〈ὑγιεία〉 μὴ ἐπιγένηται, καῖε ταῖς ὀρθαῖς καυτηρίαις φυλασσόμενος τὸ καυτήριον μὴ θίγῃ τοῦ αἰδοίου. | |
80.22 | Περὶ σειράματος ἤτοι χειρώματος Θεοφυ‐ λάκτου πατριάρχου. Πρὸ πάντων ψιλώθρῳ τὸν τόπον ἀποκάθαρε, εἶτα πυρία ἐν τούτοις· μυρσίνοις φύλλοις, δενδρο‐ λίβανον, δάφνης φύλλα ἀνὰ 𐆃 βʹ, ἰτέας φλοιοῦ, βάτου ῥίζης, | |
5 | σφαιρίων κυπαρίσσου, ἀσφοδέλου ῥίζαν, σιδίων, κηκῖδος, βα‐ λαυστίων, ἀμόργης ἀνά 𐆃 αʹ, μέλιτος 𐆃 βʹ, οἴνου στύφοντος τὸ ἀρκοῦν. ἀπόβρεχε πάντα μετ’ οἴνου νυχθήμερον, καὶ ἑψήσας πυρία καταντλῶν. εἶτα ῥάκος τρίχινον βρέχων εἰς ὄξος μετὰ ἁλῶν τὸν τόπον ἀπότριβε, μέχρις ὅπου ἀπορρεύσει αἷμα. | |
80.23 | καὶ λαβὼν τοῦ ἀλείμματος, ὅπερ δέχεται ἀκακίας χυλὸν τῆς κιρρᾶς, ῥητίνης, ἰοῦ ξυστοῦ, λιθαργύρου, ψιμυθίου, ἀρσενικὸν σχιστόν, σκωρίας μολίβδου, ἀγριοσταφίδος, κανθαρίδων, πίσσης ὑγρᾶς | |
5 | ἀνὰ γο βʹ, ὀροβίνου ἀλεύρου, ἐρεγμίνου, σιδίων, κηκῖδος, ἀσβέστου ζώσης, ὑέλου τετριμμένης ἀνὰ γο αʹ, κόπρου ὑείας γο βcʹ, κόπρου κυνείας ὁμοίως, στέατος ὑείου γο θʹ, στέατος φώκης γο γʹ, πάντα σήσας λεπτῷ κοσκίνῳ ἐπέμβαλε τούτοις τὰ στέατα καὶ τὴν ὑγρὰν πίσσαν καὶ ἀναμαλάξας χρῶ, ἐμπλά‐ | |
10 | σας εἰς λινοῦν ῥάκος καὶ ἐπιδεσμῶν. | 221 |
80.24 | Ἀφρικανοῦ εἰς τὸ πραῦναι 〈φλεγμονὰς πο‐ δῶν〉 καὶ ἄλλων μερῶν. Φοίνικας ζʹ προβρέξας ἐν οἴνῳ γλυκεῖ, ἕως ἁπαλοὶ γένωναι, τρῖβε σὺν ἀρκοῦντι ῥοδίνῳ ὡς λειότατα. εἶτα κηροῦ καὶ στέατος χοιρείου προσφάτου καὶ ψι‐ | |
5 | χῶν ἄρτου ἶσα σὺν ῥοδίνῳ ἑψήσας μικρὸν κατὰ τῶν λελειω‐ μένων φοινίκων ἐπίχει, καὶ ἑνώσας ἐν θυίᾳ, ποίει ὑγρὸν ὡς ἐμπλαστρῶδες, καὶ ἐπιθεὶς τὴν φλεγμονὴν εὐθὺς ἀρεῖς. | |
81t | Περὶ μανίας, λύσσης, ληθάργου, σκοτω‐ ματικῆς, ἀπιώσσου, ἐπιλήπτου, ἀτιθάσσου καὶ πρὸς τὸ ἡμίονον παῦσαι λακτίζοντα. | |
81.1 | Περὶ μανίας. Συμβαίνει τὸν ἵππον μαίνεσθαι ἀπὸ ἰσχυρότητος πόνου. τεκμήριον δὲ ἔχει ταῦτα· ὄμματα αἱμα‐ τούμενα ἔχει, ἑαυτὸν δάκνει καὶ λακτίζει καὶ τρέχει ἀνθρώπους δακεῖν, ἑαυτὸν ἐπὶ τοῦ τοίχου καὶ τῆς φάτνης ἀράσσει. ἔστι | |
5 | δὲ ὅτε καὶ προσθεὶς τὴν κεφαλὴν τῷ τοίχῳ μίαν ** τοῦτον δεῖ φλεβοτομεῖν καταρχὰς ἐκ τῆς σφαγῆς καὶ ἐᾶν αἷμα ῥεῦσαι πολὺ καὶ ἀναστέλλειν ἀπὸ πάσης τροφῆς. τῇ δὲ ἄλλῃ ἡμέρᾳ τρίψας πάνακα γο αʹ μετ’ ὄξους πότιζε ἐπὶ ἡμέρας δʹ καὶ παρά‐ βαλλε πράσα, καὶ πάλιν φλεβοτόμει ἀπὸ τῆς κλειδός. ἐὰν | |
10 | δὲ καθαρισθῇ, δίδου τροφὴν καὶ ἐπιμελοῦ ὡς δεῖ. | |
81.2 | Περὶ σκοτασμοῦ. Σκόροδα κόψε καὶ μῖξον μετὰ οἴνου γο ιʹ καὶ διὰ στόματος ἐγχυμάτιζε. τοῦτο καὶ δυσσουριῶντας ὠφελεῖ, ἐπιμιγνυμένων καὶ ᾠῶν δέκα τῶν λευκῶν. | |
81.3 | Πρὸς τὸ μὴ λακτίζειν ζῷα ἀλλήλων ἐν τῇ | |
φάτνῃ. Λαβὼν ὕδωρ καθαρὸν πλῦνον τοῦ ἑνὸς τὴν οὐρὰν καὶ δὸς τῷ ἄλλῳ πιεῖν καὶ εἰρηνεύσουσιν. ἢ ἑκάστου ὀνίδα λύσας ἐν ὕδατι ἀλλήλοις δὸς πιεῖν. | 222 | |
81.4 | Πρὸς τὸ πράως ὁδεύειν τὸν ἀγριαίνοντα ἵπ‐ πον. Τῆς περιστερεῶνος βοτάνης κλῶνα λαβὼν ἐνείλησαι εἰς τὸν χαλινὸν τοῦ ἵππου. | |
81.5 | Πρὸς ληθαργικόν. Ὅταν ἵππος ληφθῇ τῷ τοιούτῳ νοσήματι, καταπίπτει, ῥέγχει, κοιμᾶται λίαν τό τε χεῖλος κεχα‐ λασμένον ἔχει καὶ χασμᾶται. ταῖς χερσὶν οὖν ἀποτρίβων καὶ ἐμφυσσῶν οἴνῳ καὶ ἐλαίῳ παύσαις τῇ ζʹ ἡμέρᾳ. | |
81.6 | Περὶ ἀγρυπνίας. Τραύματα αὐτῷ παρὰ ὅλον τὸ σῶμα γίνονται ὡς ψωριῶντος καὶ ἀνόρεκτος γίνεται [οὐ] πάνυ προσφερόμενος τὴν τροφὴν καὶ κατηφής ἐστιν. ὕφελε οὖν τὴν τροφὴν καὶ φλεβοτόμει ἀπὸ αὐχένος καὶ ἐγχυμάτιζε τροχίσκον | |
5 | τὸν διὰ κρόκου καὶ νίτρου καὶ ἔσται ὑγιής. δίδου δὲ αὐτῷ καὶ ἔλαιον μετὰ κρόκου ** ἀποβραχέντας ἐν γλυκεῖ. | |
81.7 | Περὶ ἐπιλήπτου. Σημειούμεθα τὸν ἐπίληπτον ἵππον κατὰ τὴν θέσιν, εἰ μὴ δύναται στῆναι, εἰ μετὰ μυγμοῦ σπᾶ‐ ται καὶ διαστρέφει τὰ ἄρθρα καὶ τὰ χείλη καὶ ἀφρὸν ἐκπέμπει διὰ τοῦ στόματος. τινὲς δὲ [καὶ] τούτων καὶ σίελα ἀφιᾶσιν. | |
5 | ὑπανέντος δὲ τοῦ νοσήματος πελιδνοῦνται καὶ οὐ δύνανται ἐπευθὺ ποιήσασθαι τὸν περίπατον, ἀλλ’ ἐφ’ ἓν μέρος, ὡς ὑπὸ μηχανῆς, ἀναστρέφονται. δεῖ οὖν θεραπεύειν οὕτως· εἰσαγα‐ γὼν αὐτὸν πρῶτον εἰς τόπον ζοφώδη, φλεβοτόμει ἀπὸ τῆς ἐπιβολῆς ἐνδόσεως γινομένης τῇ πρώτῃ τῶν ἡμερῶν ἢ τῇ | |
10 | δευτέρᾳ. μετὰ δὲ τὴν ἀφαίρεσιν τοῦ αἵματος βρέχε τὴν κεφα‐ λὴν ὀξυκράτῳ καὶ ἐλαίῳ, καὶ τροφὴν χαλαστικὴν καὶ εὐτρο‐ φωτέραν τῇ δυνάμει δίδου. τῇ δὲ [τῇ] τρίτῃ τῶν ἡμερῶν | |
αἷμα ἀπὸ τῆς κεφαλῆς ὀλίγον λάμβανε καὶ ὀλίγῃ ἐμβροχῇ δι’ ἐλαίου μέχρι τῆς πέμπτης χρῶ. ἐκ δὲ ταύτης ἀποκατάντλει | 223 | |
15 | τὴν κεφαλὴν σπόγγῳ ὡς ἐπὶ πλεῖστον ὀκτάκις ἢ δεκάκις πρὸ τῆς τροφῆς, καὶ σύγχρισον ἐλαίῳ, καὶ τοῦτο παρὰ ἡμέραν ποίησον, ἕως ὑγιασθῇ. | |
81.8 | Ἀφρικανοῦ ἵππων τιθασεία. Σπανίως, ὡς ἐν ἀνδράσιν, οὕτως δὲ καὶ ἐν ἵπποις εἰλικρινής ἐστιν ἀρετή. ἐγ‐ γὺς γὰρ τοῖς ἀγαθοῖς κακία, βάσκανος, ἵνα μὴ τὸ καλὸν κα‐ θαρὸν φανῇ. λόγιός τις, 〈ἀλλ’ οὐ σεμνός, καὶ ἄλλος στρατηγεῖ | |
5 | μέν, ἀλλ’ οὐ σωφρονεῖ. καί τισ〉 ἀνδρεῖος, ἀλλ’ ἀλαζών. ὁ δὲ ἄχραντον οὐκ ἐφύλαξεν τὸ κάλλος αὑτῷ, καὶ ἄλλος ἄλλῳ πλεο‐ νεκτεῖ τε καὶ ἁμαρτάνει. ὅμοια καὶ τὰ ἐφ’ ἵππων καλὰ καὶ πονηρά. τ[ρ]αχεῖς, ἀλλ’ ἐρωτικοί, θηρευταί, ἀλλὰ στομίαι, βα‐ δισταὶ καὶ ὑβρισταί. τοὺς ἀναβάτας ἄλλοι οὐ δέχονται, οἱ δὲ | |
10 | ἀποσείονται. παρατρίβουσιν ἔνιοι τοίχοις ἢ φυτοῖς. οἱ μὲν ἐκ φύσεως κακοῦργοι, οἱ δὲ ὑπὸ τῶν κεκτημένων γεγενημένοι καὶ δάκνουσι καὶ λακτίζουσι, καὶ ἀφίστανται καὶ ἀναχαιτίζου‐ σιν, ἢ μισοῦντες ἢ ὑπερηφανοῦντες τοὺς δεσπότας. καὶ πολ‐ λοὺς εἰπεῖν ἔχω ἄλλον ἄλλῃ συμφορᾷ καὶ εἴδει κακῶν ποικίλως | |
15 | ὑφ’ ἵππων διεφθαρμένους. — | |
81.9 | τέχναι μὲν οὖν πωλοδαμνῶν | |
ὡς οἷόν τε τὰς κακίας ἢ ἐπέχουσι〈ν〉 ἢ διορθοῦσιν, ὀλιγοσιτίᾳ τοὺς ὑβριστάς, ἐκτομῇ τοὺς ἐραστάς, κημοῖς τοὺς δάκνοντας, τοὺς στομίας λύκοις, πληγαῖς τοὺς ἀπειθεῖς. τί δ’ ἄν τις ποιή‐ | 224 | |
5 | σειε κατὰ τοῦ ἀφεστηκότος καὶ πείθεσθαι μηδενὶ τρόπῳ ἐς μηδὲν μήποτε 〈μήτε〉 ἐπιταγμάτων μήτε μαθημάτων προῃρημέ‐ νου; ὥσπερ γὰρ τὰ ἀγριώτατα τῶν θηρίων τέλεια ληφθέντα οὐ τιθασεύεται, ἀλλὰ κἂν πρὸς ὀλίγον χειροήθη δοκῇ γενέσθαι, 〈ὅμως τῆς πρόσθεν ὠμότητος οὐκ ἐπιλανθάνεται,〉 οὑτωσὶ δὲ | |
10 | καὶ τόδε τὸ θρέμμα δυσμετάγωγον κακίας ἐγχρονισθείσης. — | |
81.10 | ἐπεὶ τοίνυν ἀσθενὴς πρὸς τὰ τοιαῦτα πληγὴ καὶ ἀπειλὴ καὶ τέχνη καὶ τροφή, κακία φύσεως τέχνῃ φύσεως διορθούσθω. ἡμερωσάτω αὐτὸν κἂν γραφή, ἣν οὐ φοβηθήσεται, ἣν οὐχ ὑποπτεύσει, ἣν φορῶν δαμασθήσεται. κύκλῳ ὁπλῆς †προπλο‐ | |
5 | τέρου ποδὸς εὐωνύμου χειρὶ εὐωνύμῳ 〈εὐωνυμο〉γραφίᾳ ἐγ‐ χάραττε χαλκῷ σελήνης ἑκκαιδεκαταίας Ῥωμαίας προσταγῆς ἀπειλήν, καὶ ἀνάγκην ἔχει 〈πειθαρχίασ〉. ἡ γραφὴ δὲ κεῖται ἐν τῷδε τῷ ὑποκειμένῳ πενταγώνῳ, ὃ ἐγγέγραπται ὑπ’ αὐ‐ τῶν διὰ τοῦδε τοῦ σημείου ** φε | δολει | κεσο | φεε | | |
10 | αελφχοθπψλο. | |
81.11 | Ἄλλο τοῦ αὐτοῦ πρὸς τὸ παῦσαι ἡμίονον λακτίζοντα. 〈Πύξου σπέρμα ἐν οἴνῳ ἑψήσας ἐγχυμάτιζε ἡμέρας ϛʹ.〉 | 225 |
82t | Περὶ ἑτερογόνων καὶ εὐθέτων πρὸς ζυγόν. | |
83t | Περὶ τοῦ ἐν τῇ κεφαλῇ ῥεύματος. | |
83.1 | Περὶ κεφαλαλγίας. Κισσὸν σὺν ἐλαίῳ ζέσας χρῶ. πρὸς δὲ κεφαλοκάθαρσιν γάρου γο ιʹ διὰ τῶν μυκτήρων ἐκχεόμενον. | |
83.2 | Περὶ βαρύσεως κεφαλῆς. Φλεβοτόμει ἀπὸ τῶν κροτάφων, μάλιστα ἐὰν ἐπιρρέουσιν οἱ ὀφθαλμοί, ἀγαθὸν δέ, εἰ ἀπὸ τῆς ὑπερῴας τρίτης ἢ τετάρτης φλεβώδους ἐξοχῆς, τὴν περὶ τὸν κυνόδοντα ἐῶν διὰ 〈τὸ〉 δύσταλ‐ | |
5 | τον εἶναι τὸ ἀγγεῖον. δίδου δὲ καὶ διάρ〈ρ〉ινον καὶ ἐγχυ‐ μάτιζε σικυόνιτρον μετὰ γλυ〈κέ〉ος ψυχριστοῦ ἢ τροχίσκον τὸν δι’ ἀκόρου. | |
83.3 | Κροτάφου ἴασις. Ἄφελε αὐτοῦ αἷμα ἀπὸ τῶν κρο‐ τάφων καὶ τῆς ζέας καὶ χρῶ συγχρισμῷ. | |
83.4 | Διάρρινον καθάρσεως κεφαλῆς. Κισσοῦ χυλὸν ἢ καλαμίνθης διὰ τῶν μυκτήρων ἐγχυμάτισον. | |
84t | Ἐπίγνωσις εὔποδος καὶ μαλακόποδος. | |
85t | Περὶ ἱδροῦντος ἐξ οὐδεμιᾶς αἰτίας. | |
85.1 | Εἰς ἵππον ἐξ ἀδήλου αἰτίας ἱδροῦντα καὶ ὀγκού‐ μενον καὶ συχνῶς καταπίπτοντα καὶ κυλιόμενον. | |
Βατράχου χερσαίου ἢ οἵου εὕρῆς, ἀφελὼν τὴν κεφαλὴν καὶ καταλαβόμενος τὴν γλῶσσαν ἐπίρριπτε ἀκέραιον εἰς τὸ στόμα | 226 | |
5 | τοῦ ἵππου, ἢ σκορόδων κεφαλὰς βʹ τρίψας διεὶς οἴνῳ ἐγχυμάτιζε. | |
86t | Περὶ τῶν ὑπὸ πέδης ἢ δεσμοῦ τεθλιμ‐ μένων. | |
87t | Περὶ τῶν ὑπὸ ψύχους ἠδικημένων. | |
87.1 | Πρὸς ψυγμόν. Γάλα καὶ πέπερι ἐγχυμάτιζε. | |
88t | Περὶ σφακελισμοῦ καὶ ἱερᾶς νόσου ἤτοι παλμοῦ. | |
89t | Περὶ πνιγμοῦ ἐξ ὠμότητος. | |
90t | Πρὸς τὰ ἐν βουβῶνι σπάσματα. | |
90.1 | Ἄλλο περὶ βουβώνων. Ἐὰν ἐπιγένηται βουβὼν ἐπὶ τῷ στήθει τοῦ ἵππου, ἐνίοτε [δὲ] καὶ καταβαίνει ἐπὶ τὰς κνή‐ μας τῶν ἐμπροσθίων ποδῶν, καὶ μετὰ ταῦτα μυδᾷ κατὰ 〈τοὺσ〉 τόπους καὶ πῦον ἔχει. καύσωμεν οὖν τὸν βουβῶνα ἐπὶ τοῦ | |
5 | τόπου, ὅθεν ἤρξατο, ὡς τάχιστα, καὶ ἐπὶ τῶν κνημῶν, τὰ δὲ ἕλκη θεραπεύσωμεν, ὡς ὑποδέδεικται. ἀλλὰ εὐλαβῆσαι δεῖ τοῦτο τὸ πάθος διὰ τὸ ἐνδιαδύνειν ἔσω ἐπὶ τὸν πνεύμονα καὶ ἀπολλύειν τὸ ζῷον. ἀμμωνιακὸν μετὰ μέλιτος μαλαχθὲν καὶ ἐπιτεθὲν διαφορεῖ βουβῶνας, ῥήσσει δὲ τούτους πρόπολις μετὰ | |
10 | θέρμων πικρῶν καὶ ὀλίγου ὄξους καταπλασσομένη. | |
90.2 | Ἔμπλαστρον εἰς βουβῶνας. Θεραπίδα τρίψας λειό‐ τατα ἀναμίγνυε ἀκάπνῳ μέλιτι καὶ ἐμπλαστρώδη ποιήσας ἐπι‐ τίθει 〈τῷ〉 φλεγμαίνοντι βουβῶνι, καὶ ὑγιάσεις τάχιστά τε καὶ | |
ἄριστα. | 227 | |
91t | Πρὸς τὰ ἐπὶ τῆς στεφάνης σκληρώματα, ἃ καλεῖται πῶροι. | |
91.1 | Πώρους λύει τυρὸς παλαιὸς μετὰ στέατος ἐπιτεθείς. | |
92t | Πῶς δεῖ καθαίρειν τοὺς ἀγελαίους. | |
93t | Περὶ εἴδους 〈καὶ〉 ἐπιλογῆς ἵππων καὶ ὀδόντων ἡλικίας καὶ φλεβῶν καὶ χρόνου ζωῆς. | |
931-11(t1) | Σίμωνος Ἀθηναίου περὶ εἴδους καὶ ἐπιλογῆς ἵπ‐ | |
t2 | πων. | |
93.1 | Δοκεῖ μοι περὶ ἰδέας ἱππικῆς πρῶτον, 〈εἴ τισ〉 ἐπι‐ θυμεῖ εἰδέναι καλῶς τοῦτο τὸ μάθημα, τὴν πατρίδα γιγνώ‐ σκειν, ὡς ἔστιν ** κατά τε τὴν Ἑλλάδα χώραν κρατίστη ἡ Θετταλία. | |
93.2 | τὸ δὲ μέγεθος τρία τῶν ὀνομάτων ἐπιδέχε‐ ται· μέγα, μικρόν, εὐμέγεθες, ἢ εἰ βούλει σύμμετρον, καὶ δῆ‐ λον ἐφ’ οὗ τῶν ὀνομάτων ἁρμόσει ἕκαστον. κράτιστον δὲ ἐν παντὶ ζῴῳ ἡ συμμετρία. | |
93.3 | χρόᾳ δὲ οὐκ ἔχω ἵππων ἀρετὴν ὁρίσαι. δοκεῖ δέ μοι ὅμως 〈χαίτη〉, ἥτις ὁμόχρως ἐστὶν αὐτὴ ἑαυτῇ ὅλη καὶ εὔθριξ μάλιστα, ἀρίστη εἶναι ὡς ἐπὶ πολύ, ἢ 〈ἡ〉 πορρωτάτω ὄνου καὶ ἡμιόνου. | |
93.4 | ὃ δὲ οὐδενὸς εἰς διά‐ σκεψιν ἐλαττον, δεῖ τὸν ἵππον ἄνω μὲν εἶναι βραχύν, κάτω‐ θεν δὲ μακρόν, οἷον ἀπὸ μὲν τῆς ἀκρωμίας ἐπὶ τὰ ἰσχία βραχὺ τὸ χωρίον ἔχειν, ἀπὸ δὲ τῶν ὀπισθίων μηρῶν ἐπὶ τὰ ἔμπρο‐ | 228 |
5 | σθεν μακρὸν ὡς πλεῖστον, εἶτα εὔποδα εἶναι. | |
93.5 | ὁπλὴ μὲν οὖν ἀγαθὴ ἵππῳ [ἀγαθῷ] ἡ [τὸ τοῦ ἵππου σκέλλη] ἐλαφρὰ καὶ εὔφορος καὶ μήτε πλατεῖα μήτε ὑψηλὴ ἄγαν, 〈καὶ ἣ σαρ‐ κὸς μὲν〉 ὀλίγον, τὸν δὲ ὄνυχα παχὺν ἔχει. ἔστι δὲ αὐτῷ τεκ‐ | |
5 | μήριον καὶ ὁ ψόφος τῆς ὁπλῆς τῆς ἀγαθῆς. κυμβαλίζει γὰρ ἡ κοίλη μᾶλλον ἢ ἡ πλήρης καὶ σαρκώδης. τὸ δὲ μετακύ‐ νιον ἐχέτω ὑγρόν, κυνοβάτης δὲ μὴ ἔστω. 〈ὀστώ〉δεις δὲ [καὶ παρὰ] τὰς κνήμας ἐχέτω, 〈καὶ〉 τὰ περὶ τὴν περόνην [ἰσχία] καὶ τὴν κνήμην 〈ἰσχνὰ〉 καὶ νευρώδη καὶ ἄσαρκα ὡς | |
10 | μάλιστα ἄχρι τοῦ γόνατος, τὰ δὲ ἄνωθεν τούτου καὶ σαρκω‐ δέστερα καὶ ἰσχυρότερα. | |
93.6 | τὴν δὲ διάστασιν τοῖν σκελοῖν | |
ἐχέτω ὡς μεγίστην. 〈ὑπάρξει γὰρ αὐτῷ διὰ πλείστου τὰ σκέλη ῥίπτειν.〉 τὰ δὲ στήθη μὴ στενὰ ἐχέτω λίαν μηδὲ πλατέα ἄγαν, καὶ τὴν ὠμοπλάτην ὡς μεγίστην καὶ πλατυτάτην, τὴν δὲ μα‐ | 229 | |
5 | σχάλην μικράν. τὸν 〈δὲ〉 αὐχένα καὶ τὴν προτομὴν ὀρθὰ ἐχέτω, μὴ τὴν ἔκφυσιν ἀνάσιμον εἰς τὴν ἀκρωμίαν 〈χ〉ὠς παχυτάτην καὶ πλατυτάτην. παρὰ δὲ τὴν σιαγόνα ὁ αὐχὴν ἔστω λεπτός, ὑγρός, ἀνάσιμος εἰς τοὔπισθεν, πάλιν δὲ ἐκ τοῦ λεπτοτάτου εἰς τὸ πρόσθεν κατακαμπτέσθω. | |
93.7 | καὶ τὴν κε‐ φαλὴν προαγέτω δή, καὶ μὴ βραχὺς ἔστω ὁ αὐχήν, τὴν δὲ κορυφὴν ὑψηλὴν ἐχέτω, 〈ἔστω〉 δὲ ἡ κεφαλὴ ἐπισημοτάτη 〈καὶ〉 ἐλαφρά. τὼ δὲ μυκτῆρε ὡς μεγίστω 〈ἔστων〉, τὼ δὲ | |
5 | γνάθω μὴ παχεία καὶ ὁμαλὰ πρὸς ἀλλήλας. τὼ δὲ ὀφθαλμὼ μεγάλω 〈ἐχέτω〉, ἔξω δὲ ὡς μάλιστα, καὶ ἰδεῖν λαμπρώ, τὰ δὲ ὦτα μικρὰ καὶ τοὺς ὀδόντας, τὴν δὲ σιαγόνα ὡς μικροτάτην, τὰ δὲ μεταξὺ τοῦ αὐχένος καὶ τῆς σιαγόνος ὡς λαγαρώτατα, | |
93.8 | τὴν δὲ ἀκρωμίαν ὡς μεγίστην καὶ τὴν ῥάχιν, τὰς δὲ πλευ‐ ρὰς πλατυτάτας καὶ καθειμένας κάτω, τὴν 〈δὲ〉 ὀσφὺν ἐχέτω ὑγράν, (γνοίη δ’ ἄν τις τὴν ὑγράν, εἰ μὴ ἐν ἀμφοῖν τοῖν σκε‐ | |
λοῖν σταίη, ἀλλ’ ὡς τὰ πολλὰ εἰς τὸ ἕτερον μεταβαίνοι τοῖν | 230 | |
5 | ὄπισθεν σκελοῖν,) τὸ δὲ ἰσχίον μέγιστον καὶ πλατύτατον, τὴν δὲ λαγόνα ὡς μικροτάτην. [αἱ πλευραὶ καὶ αὐταὶ ἔστωσαν πλα‐ τεῖαι καὶ τὸ ἰσχίον μέγα, μικρότατον δὲ καὶ ἀσθενέστατον τοῦ ἵππου ἡ σιαγόνα.] | |
93.9 | τὰ δὲ μηριαῖα δεῖ μὴ σαρκώδη εἶναι, τοὺς δὲ ὄρχεις ἐχέτω μικρούς. τὸ δὲ μεταξὺ τῶν μηριαίων μὴ μετέωρον ἐχέτω [δὲ] μηδὲ πλῆρες, ἀλλ’ ὀλίγον ἐγκολλότε‐ ρον, καὶ τὴν ἕδραν ὡς μικροτάτην καὶ ὡς πορρωτάτω 〈τοῦ〉 | |
5 | ἰδεῖν. τὴν δὲ κέρκον μετέωρον ἐχέτω καὶ ἐκ τῶν ἰσχίων δα‐ σεῖαν καὶ μακράν. | |
93.10 | περὶ μὲν οὖν εἴδους ἵππων ταῦτα, καὶ ὅτι ὁ μὲν ἅπαντα ταῦτα μάλιστα ἔχων ἄριστος, δεύτερος δέ, ὃς τὰ τούτων ἔχει πλεῖστα. ὅσῳ γὰρ κέκτηται πλεῖστα, τοσούτῳ 〈καὶ〉 μεγίστας ὠφελείας παρέχεται. — | |
93.11 | ἕλκεται δὲ πῶλος ἐκ τῶν πωλίων διέτης. περὶ τοῦτον τὸν χρόνον βάλλει τοὺς πρώτους ὀδόντας τριακοντάμηνος γεγονώς, τοὺς δευτέρους δὲ ἐνιαυτῷ ὕστερον, καὶ τοὺς τελευταίους ἑτέρῳ ἐνιαυτῷ καὶ ἐν ἐλάττονι χρόνῳ. | |
5 | ἀκμαῖος 〈δὲ〉 αὐτὸς ἑαυτοῦ γίγνεται εἰς τε ποδώκειαν καὶ ἰταμότητα ἔργων ἑξέτης γεγονώς. | |
93.12 | Θεομνήστου περὶ ἐπιλογῆς ἵππου. Ὀλίγα πρῶ‐ | |
τον εἴπωμεν περὶ ἵππου, οἷον εἶναι τὸν τοιοῦτον χρὴ τὸν ἐπι‐ μελείας ἀξιοῦσθαι μέλλοντα. δεῖ οὖν ἰσχυρόν τε καὶ καλόν. ἔστι δὲ ἰσχὺς μὲν ἵππου ἐν τοῖς ποσίν, κάλλος δὲ ἐν τῇ κε‐ | 231 | |
5 | φαλῇ. ἐν γὰρ τούτοις πρώτοις αὐτοῦ τοῖς μέλεσιν ἥ τε ἰσχὺς καὶ τὸ κάλλος ἐκφαίνονται. ἐπιλεξόμεθα δὲ τὸν ἰσχυρὸν καὶ ἀπὸ τοῦ τόπου, ἐν ᾧ γεγένηται, καὶ ἀπὸ τοῦ βαδίσματος. | |
93.13 | καὶ ἀπὸ 〈μὲν〉 τοῦ τόπου, ὅταν ὄρειος ᾖ καὶ ὄρους τοῦ πετρώδους, ἐκ τοῦ πατρὸς τοιούτου γεγονώς. γίνονται γὰρ καὶ κατὰ γένος ἀνίσχυροι τοὺς πόδας ἵπποι, ὅταν ταῖς ὀρείαις ἵπποις μὴ ἐξ ὄρους ἄρρενες ἐπιβάλλωνται, τῇ τοῦ σπέρματος | |
5 | καταβολῇ. συγγενικὸν μὲν τὸ ἀσθενὲς πάθος ὡς ἐπὶ τῶν ποδαλγικῶν ἀνθρώπων καὶ ὡς ἐπὶ τῶν γλαυκῶν ἵπ‐ πων. χρὴ οὖν μὴ μόνον τοῖς ἵπποις προσέχειν, ἐν οἷς γεγέ‐ νηνται τόποις, ἀλλὰ καὶ τοῖς πατράσιν αὐτῶν καὶ ταῖς μητρά‐ σιν, μήπως αἱ ἕλειοι ἵπποι ὀρείοις ἄρρεσιν ὑποβάλλοιντο. | |
93.14 | τὸ δὲ ὅλον, ἐκ τοῦ περιπάτου καὶ τῆς θέσεως τῆς ὁπλῆς, ὅταν παχεῖα τυγχάνῃ ὄρθιός τε καὶ στενωτέρα καὶ κοίλη κάτωθεν. ἀλλὰ τὰ μὲν ἄλλα καὶ ἁπλῶς ἰδόντι γνώρισμα, τὸ παχὺ τῆς ὁπλῆς, τὸ στενόν, τὸ ὄρθιον, τὸ δὲ εἰ κοίλη κάτω‐ | |
5 | θεν, ἐκ τοῦ βαδίσματος ταχέως εἰσόμεθα. ὁ γὰρ κοῖλος τὴν ὁπλὴν ἵππος ἐν τῷ κατεπιπέδῳ κυμβαλώδη τινὰ τὸν ἦχον ταῖς αἰσθήσεσι τῶν ἀκουόντων παρέχει, ὅστις ἦχος ἰσχυρότε‐ ρον τὸν ἵππον κηρύττει. τὸ δὲ αἴτιον τοῦτο, οἶμαι, τυγχάνει· σαρκίον ἔστι τραγανόν, χονδρῶδες, ὑπερεξέχον τοῦ κυκλώμα‐ | |
10 | τος καὶ κρυπτόμενον ἐν αὐτῷ, τρίγωνον ἐν τῇ θέσει, ᾧ συν‐ έχεσθαί φασι τὰ πρὸς τὸν ἀστράγαλον πέρατα τοῦ στεφάνου τῆς ὁπλῆς, οἱονεὶ στολίζεσθαι. ἐὰν οὖν οἱ μαλακοὶ καὶ ἀνίσχυ‐ ροι τοὺς πόδας ἵπποι κατὰ τὰς ὁδοιπορίας καὶ τοὺς τραχεῖς τόπους τρίβωσι τὰς ὁπλάς, συνεγγίζει τῷ ἐδάφει ἡ στεφάνη. | |
15 | ἔστι δὲ αὕτη ἀπηρτισμένη τῶν νεύρων, καὶ σπασμὸς καὶ πυ‐ | |
ρετὸς ἐγγίνεται, καὶ εἰ μὴ θεραπεύεται, διαφωνεῖ τὸ ζῷον. διὸ τὸν τοιοῦτον οὐ δεῖ ἀπογινώσκειν ἀλλ’ ἐπιμελεῖσθαι. — | 232 | |
93.15 | κάλλος δέ, ὡς ἐν συντόμῳ εἰπεῖν, ἐν τῷ μεγάλῳ καὶ μι‐ κρῷ σώματι ἵππου· κεφαλὴ μικροτέρα, οὕτω γὰρ οὔτε κατω‐ πεῖ καὶ γαῦρος ἔσται μικρὰν ἔχων καὶ κούφην τὴν κεφαλὴν καὶ ὑπεραιρομένην εἰς ἀέρα. ἔστω δὲ πᾶσα ἄσαρκος καὶ οὐ πεπι‐ | |
5 | λημένον ἔχουσα τὸ δέρμα τοῖς ὀστέοις, αἵ τε φλέβες 〈ἐν〉 ἐγκα‐ λύψει τοῦ σώματος 〈μὴ〉 τυγχάνουσαι προδήλως ὁραθήσονται. μέτωπον πλατύτερον, ῥὶς στενωτέρα ἠρέμα γρυπή, μυκτῆρες ἀναπεπταμένοι, ἵν’ εὔκολον ἔχῃ τὴν εἴσπνοιαν καὶ τὴν ἔκ‐ πνοιαν. στήλη δὲ στόματι διαρκεῖ συμμέτρα τῷ μεγέθει, μι‐ | |
10 | κρὸν ὀξύ πως ἀπολήγουσα καὶ ψιλή· τὸ δασὺ καὶ μέγα ἀργὸν καὶ ὀνῶδες. ὀφθαλμὸς μέγας, προπαλὴς καὶ οἱονεὶ ἐκπη‐ δῶν, ὁ γὰρ τοιούτως ἔχων ἕτοιμος εἰς κίνησιν. αὐχένα ἐχέτω ἀκόλουθον τῇ κεφαλῇ, ἀρχόμενον μὲν ἀπὸ στενοῦ, βαίνοντα δὲ ἀφελῶς καὶ ἀναλόγως τοῖς μεγέθεσιν οἷον ἀλεκτρυόνος. | |
15 | χαίτη δὲ ἐχέσθω ἐπ’ αὐχένος. εἰ μὲν διπλῆ, ἔστω ἄκουρος, ἡ δὲ μονόχαιτος ἐγγὺς κειρέσθω, γυμνὸν τὸ κάλλος τοῦ αὐχένος ἐπιδεικνῦσα διὰ τῆς κουρᾶς. | |
93.16 | στέρνα ἐχέτω διπλᾶ στρογ‐ γύλα, κνήμας εἰς ἰσχνὸν κάτω ἰούσας ψιλὰς τριχώσεως, σφυ‐ ρὸν μὴ παχύ, ἵνα μὴ ᾖ βαρύπους. ἔστω δὲ ὁ κυνόπους τοῦ σφυροῦ μήτε μέγα μήτε μικρὸν ἔχων διάστημα· τὸ γὰρ | |
5 | ἐπίμηκες καὶ στενὸν ἐν τῇ τῶν ἐξαλμάτων ἄρσει εὐπαθές, τὸ δὲ σφόδρα μικρόν, πλησίον ὂν τῆς στεφάνης τῆς ὁπλῆς ἑλ‐ κοῦται τριβόμενον ἐν τῷ δρόμῳ. ἐπὶ τούτοις ἐχέτω ῥάχιν διπλῆν, ἵνα ἑκατέρωθεν αὐτῆς ἡ τῶν ψυῶν ἀνάτασις τὸ νω‐ | |
τοφόρον ὀστοῦν αὐτοῦ κοῖλον ἀπεργάζηται. πλευρὰς ἐχέτω | 233 | |
10 | στερεὰς καὶ καθειμένας ἐν λαγόνι καὶ ἀνεστάλθω πρόσω τὴν λαγόνα. μηροὺς ὠγκωμένους, τοὺς μῦς προφερέτω τῶν τε ἄνω καὶ τῶν κάτω μέσῃ κοιλότητι. ἀγκύλας ἐχέτω ἀσάρκους, νευρώδεις, μὴ διαρρεούσας, βουβῶνας ἔσω μηρῶν σφαιροει‐ δεῖς, ἵνα ἡ τῶν μυῶν τῶν τε ἔξω καὶ τῶν ἔσω ὀγκώδης περι‐ | |
15 | γραφὴ ὀρθοῖ τὸ ὀστοῦν τοῦ μηροῦ τυγχάνον οἷον σκαμβόν. ἐχέτω δὲ ὁ ποὺς μεῖζον τὸ ἐπίμακρον μῆκος τοῦ ὕψους. οὐρὰ συμμέτρως τετριχώσθω, ὅθεν ἔξεισι τὴν ἀρχὴν μὴ φαί‐ νουσα. αἱ μὲν οὖν ἰσχύος καὶ κάλλους αὗται τυγχάνουσι ἐπι‐ γνώσεις. | |
93.17 | ψυχῆς δὲ γοργότητος γνωρίσματα ταῦτα· ὁ μὲν πῶλος ἐν τῇ ἀγέλῃ μὴ ἀεὶ συνέστω τῇ μητρί, σκιρτῶν δὲ δορκαζέτω, ἑρκία προθύμως ὑπεραλλέσθω, τάφρους τεθαρρη‐ κότως πηδάτω, ποταμῶν κινδύνων καταφρονείτω. ταῦτα γὰρ | |
5 | ἔμφυτα τῶν πώλων. τέλειος δὲ ὢν φιλευτράπελος ἔστω, ἕτοι‐ μος εἰς δρόμον, ταχὺς εἰς καταστολήν, μὴ ἑτερόστομος μηδὲ κατανωτιστής· δειλὰ γὰρ καὶ κακοῦργα τὰ σημεῖα ταῦτα. μὴ ταχέως ἱδρούτω, τοῦτο γὰρ ἀπονίας ἴδιον, τὸν χαλινὸν ἑκου‐ σίως δεχέσθω, πρόθυμος γὰρ ὁ τοιοῦτος εἰς πόνον. δεξάμενος | |
10 | μασάσθω καὶ ἀφρὸν ἐκ τοῦ στόματος πεμπέτω, θερμοῦ γὰρ ἵππου τὸ τοιοῦτον σύνθημα. πληγὴν μὴ μενέτω, ἀλλ’ ἁλλέ‐ σθω πρὸς σύριγγα. ἐν τῷ δρόμῳ φρυαττέσθω, ἀναπαύεται γὰρ προιέμενος τὸ ἐκ τῆς κινήσεως πνεῦμα καὶ καθαρὸν ἐκ τοῦ ἀέρος δεχόμενος, εὐτονεῖ γὰρ φυσικῶς ὑπ’ αὐτοῦ τρεφό‐ | |
15 | μενος. δεχέσθω τὸν ἐπιβάτην ἑτοίμως, καὶ γὰρ τοῦτο μὴ δρῶν δῆλον ὡς προδότης. ἐπιγινωσκέτω τὸν πωλοδάμνην καὶ εἴ τι προσίοι χρεμετιζέτω. φιλάνθρωπα γὰρ καὶ πιστὰ ταῦτα τὰ γνωρίσματα. — | |
93.18 | τούτου τοίνυν πῶς ἐπιμελητέον καὶ πότε, | |
λοιπὸν ἂν εἴη σε διδάσκειν εὔκαιρον. ἄρχεσθαι πωλοδαμνεῖν θέρους καὶ μετοπώρου βέλτιον. ἥ τε γὰρ χλόη δαψιλὴς οὖσα γνώριμος τοῖς πώλοις τροφὴ καὶ ἐκ τοῦ καμάτου συνήθως | 234 | |
5 | ἀπαντήσας ἀντιλήψεται, ἐφ’ ἑνὶ τῷ γυμνάζεσθαι μόνῳ ξενιζό‐ μενος, τό τε περιέχον ἀμφοῖν τοῖς καιροῖς οὔτε αὐχμὸν οὔτε κρυμὸν ἔχει. αὐχμὸς μὲν γὰρ ἀπεργαζόμενος ξηρότερον τὸν πῶλον, ποιεῖ νόσον, κρυμὸς δὲ ψύχων τὸν ἐν γυμνασίοις ἰδροῦντα τετανώδη ἐργάζεται καὶ προσέτι καὶ τὴν ἐκ καταψύ‐ | |
10 | ξεως βῆχα κινεῖ. διῃρημένου γὰρ ἀπὸ τοῦ χαλινοῦ τοῦ στόμα‐ τος καταπνεόμενος ταῖς τῶν ἀνέμων αὔραις τὴν φάρυγγα, ψύχεται τὰ βάθη καὶ ξηραίνεται, ὃ δὴ πάθος ἐπισύμπτωμα δέχεται τὴν βῆχα. κάλλιον δὲ ἐμοῖ δοκεῖν τὸν ἐκ προνοίας ἱπποτρόφον πῶλον εὐγενῆ γεγονότα σὺν τῇ μητρὶ κρατεῖν ἐπὶ | |
15 | τῆς φάτνης σιτούμενον. οὕτω γὰρ συνεθιζόμενος ἀνθρώποις ἐκ νέου καὶ γινόμενος χειροήθης ἔσται χρόνῳ συνηθείας, οὐ βίᾳ πέδης καθημερούμενος. | |
93.19 | δεχέσθω δὲ πᾶς πῶλος χαλινὸν μηνῶν μὴ ἔλαττον ὀκτὼ καὶ δέκα καὶ χειροτριβέσθω τὴν ἁπλῆν καὶ ἁπαλὴν φύσιν. ἀρχέσθω δὲ ὁ ψήχων τὸν πῶλον οἷα δὴ κνήθων αὐτὸν ἀπὸ τῆς κεφαλῆς καὶ τοῦ ἀνθε‐ | |
5 | ρεῶνος, ταῦτα γὰρ ἥδιστα κνᾶται τὰ μέρη παρὰ τοῦ πωλο‐ δάμνου. οὐκ εὐμαρῶς γὰρ δυνάμενος αὐτὸς δι’ ἑαυτοῦ κνᾶ‐ σθαι τοὺς 〈τόπους τούτουσ〉, ἥδιστα ποιουμένου τοῦ κατα‐ ψήχοντος αὐτὸς ἐπεκτείνει τὸν αὐχένα. χρὴ 〈δὲ〉 καὶ τὴν τρῖψιν ἄνωθεν καταφέρεσθαι καὶ τὴν κάθαρσιν ὡσαύτως τῶν | |
10 | ἀποβαλλομένων τριχῶν. οὕτω γὰρ τὰ μὲν φιλοκαληθέντα κα‐ | |
θαρὰ μένει, τὰ δὲ οὐδέπω, καθαρθήσεται μὴ μολυνομένων τῶν προκεκαθαρμένων. ἑξῆς δὲ λοιπὸν ὤμους, ὠμοπλάτας, πλευράς, λαγόνας, μὴ ἀθρόως δὲ ἀπὸ τῆς λαγόνος ἐπὶ βου‐ βῶνας ἴτω. τὸ γὰρ ζῷον τὸν λεγόμενον γάργαλον ἐν τούτῳ | 235 | |
15 | τῷ τόπῳ μάλιστα πάσχει. ἀγαπῶν δὲ κατὰ συνήθειαν, καὶ ἐπ’ αὐτῷ φέρει τὴν χεῖρα, μηδὲν αὐτὸς ὑπαιρόμενος [ἢ· ἀλλὰ ἀρξάμενος τριβέτω]. τινὲς δὲ τῶν πώλων εἰώθασιν τριβόμενοι τοὺς πόδας ὑφ’ ἡδονῆς ὁμοῦ καὶ νάρκης ὑφιζάνειν τε καὶ ὁμιχεῖν ἔσθ’ ὅτε. ἐὰν ποιῇ τοῦτο, ἵνα μὴ τοῦ πάθους ἐθὰς | |
20 | γένηται, χρὴ ἢ ῥάβδῳ μαλακῶς μαστίζειν ἢ βύρσης ὠμῆς ἱμάντι λεπτῷ. ὁ γὰρ τῆς πληγῆς πόνος ἀμαυροῖ τὴν ἐξ ἡδο‐ νῆς [καὶ] νάρκην ἥττονα γινομένην. μετὰ δὲ τοὺς βουβῶνας ἀγέτω τὰς χεῖρας ἐπὶ τὰ νῶτα, κάτω ἰὼν δὲ ἐπὶ τὰ σφαι‐ ρώματα, ἀγκύλας τε καὶ μύας καὶ τὰς ὀπισθίας κνήμας. | |
93.20 | εἶτα τῆς οὐρᾶς λαμβανόμενος φερέτω διὰ τῶν ὀπισθίων [βουβώνων] καὶ ἐξαγαγὼν εἰς λαγόνα περιειλείτω διὰ τῆς ἀριστερᾶς χειρὸς μέχρι πέρα τῆς τριχώσεως, καὶ ἐπερείσας αὐ‐ τὴν κατ’ αὐτῆς τῆς κοτύλης, ἰσχυρότερον τὴν δεξιὰν φέρων | |
5 | ἐπὶ τὸ μεσοκύνιον, οὕτω τριβέτω ἀνασπῶν καὶ κάμπτων τὸ ὀπίσθιον πρὸς τὴν λαγόνα. οὕτω γὰρ ποιῶν οὔτε λακτισθήσε‐ ται καὶ ἑτοιμότερον κατασκευάσει τὸν πῶλον πρὸς ἄρσιν τοῦ ὀπισθίου ποδός. [ἐπερείσας τὴν ἀριστερὰν χεῖρα τῇ κοτύλῃ.] ἡ δὲ τῆς οὐρᾶς διὰ τῶν ὀπισθίων ποδῶν ἐπὶ τῶν λαγόνων | |
10 | διαγωγὴ κωλύσει τὸν πῶλον λακτίσαι τοῖς δυσὶν ὁμοῦ ποσίν. ἀμήχανον γὰρ [τοῖς δυσὶν ὁμοῦ ποσὶν] ἵππον τε ἢ ἄλλο ὑπο‐ ζύγιον πρὶν μετεωρίσαι τὴν οὐρὰν εἰς ὕψος ἀμφοῖν τοῖν πο‐ | |
δοῖν λακτίσαι. οὕτως οὖν προασφαλισάμενος ὅταν ἐθίσῃ τοὺς πόδας, περιγλυφέτω τὰς ὁπλάς, ἵν’ εἴ που ᾖ θλάσμα, καθάρας | 236 | |
15 | ὁ πωλοδάμνης μηνύοι καὶ θεραπεύοιτο ὁ πῶλος. μετὰ δὲ τὸ ψῆξαι τὸν πῶλον ἀνατεινέτω ἠρέμα καὶ κατ’ ὀλίγον ἐθίζων (μὴ σφόδρα δέ, κἂν ἐθὰς γένηται, εἰς ὕψος τεινάτω), ἵνα μὴ βιαζόμενος ἀγανακτῇ. χρὴ δὲ τότε μάλιστα τὸν 〈τῆσ〉 φορβεᾶς ἱμάντα ἤτοι τὸν γενειαστῆρα σφίγγειν καὶ προσέχειν· εἴωθεν | |
20 | γὰρ ὁ περιμετωπιαῖος ἱμὰς στρέφεσθαι πολλάκις ἐπὶ τοὺς ὀφθαλμούς, οὗ γενομένου ἢ παρατρίψας ἑλκοῖ τὸν ὀφθαλμὸν ἢ ῥήξας τὸν ὑμένα τυφλοῖ. | |
93.21 | μετὰ δὲ τὸ ἀνακρεμάσαι μὴ πλέον ὥρας μιᾶς ἐπαγαγεῖν ἐπὶ τὸν ποταμὸν καὶ ποτίσαντα ἄρχεσθαι παραβάλλειν αὐτὸν ἀπὸ ἁπαλωτέρας τροφῆς ἤτοι βρόμου. γαλακτώδης γάρ ἐστιν καὶ εὐδιοίκητος καὶ τὸ ἔλυτρον | |
5 | ἔχει πέριξ τοῦ καρποῦ, καὶ διὰ τοῦτο οὐ πολὺ ξενίζεται πρὸς ἀντίληψιν αὐτοῦ. ἐσθιέτω δὲ τῷ πρώτῳ μηνὶ γο γʹ, τῷ δευ‐ τέρῳ γο ϛʹ, τῷ τρίτῳ γο θʹ, τῷ τετάρτῳ γο ιηʹ, μέχρις ὅτου πληρώσει τὸ δεύτερον ἔτος. τότε γὰρ αὐτὸν ἅπτεσθαι χρὴ καὶ κριθῆς καὶ πλέον ἐσθίειν. — | |
93.22 | τότε αὖ τὸν ἐπιβάτην τοῖς ὤμοις δέχεται. πρὸ γὰρ τῶν δύο ἐτῶν ἀπαγορεύω πώλῳ τὸν ἐπιβάτην ἐπιβαίνειν. πάσχει γὰρ ὑπὸ τοῦ βάρους τὰ νῶτα καὶ πολλάκις ἐγκλᾷ τὴν ῥάχιν ἁπαλὴν οὖσαν, καὶ λοιπὸν ἄχρη‐ | |
5 | στος ὁ τοιοῦτος ἢ μεσόκοιλος γίνεται. χρὴ δὲ πρῶτον παῖδα κοῦφον ἐπιπηδᾶν τῷ πώλῳ. μετὰ δὲ τοὺς τριάκοντα μῆνας καὶ τελείους δέχεσθαι καὶ τροφῇ δαψιλεστέρᾳ καί πλείοσι γυ‐ μνασίοις χρῆσθαι. ἀρκείτω δὲ τροφῆς μέτρον μὴ πλέον 𐆃 κεcʹ. τὸ γὰρ πολλὴν σιτεῖσθαι τροφήν, κἂν μὴ παρ’ αὐτὰ βλάπτει, | |
10 | ἀλλ’ ἐνσκήπτει τοῖς ποσὶν καὶ τὰς ὁπλὰς ἀφανίζει δι’ ὠμό‐ | |
τητα. τοσαῦτα ἀρκείτω περὶ ἐπιγνώσεως καὶ ἐπιμελείας πώλου. | 237 | |
93.23 | Πόθεν χρὴ γνῶναι ἡλικίαν ἵππου. Ἵπποι ἀναγ‐ καῖοι ἐν πᾶσιν ἱππικοῖς ἀγῶσιν ἀπὸ ἐτῶν εʹ ἄχρις κʹ ἔτους ὑπάρχουσι, καθὼς ἔφησαν πολλοί, εἰς χρῆσιν δὲ καθημε‐ ρινὴν ἀπὸ διετοῦς μέχρι τριακοστοῦ ἐνιαυτοῦ παρὰ δεσπόταις | |
5 | φιλοκάλοις ἀναγκαῖοι τυγχάνουσιν. τῆς ἡλικίας τοίνυν τὸ ση‐ μεῖον μετὰ τῆς σωματικῆς αὐξήσεως ἐναλλάττεται. ἐν ᾧ γάρ ἐστιν διετὴς καὶ ἓξ μηνῶν, τοὺς ἡμίσους ὀδόντας, τουτέστι τοῦ ἀνωτέρου μέρους ἀποβάλλει. γενόμενος δὲ τεττάρων ἐνιαυ‐ τῶν, τοὺς λεγομένους κυνόδοντας ἀποβάλλει, ἀλλάττει δὲ ἐν‐ | |
10 | τὸς ἓξ ἐτῶν. πιπτόντων τοίνυν τῶν μυλιτῶν, λοιπὸν οὓς ἀπέ‐ βαλεν ἐξισοῖ, ἑπταετὴς δὲ γενόμενος πάντας τελειώσας πληροῖ. καὶ ἐκ τούτου τοῦ καιροῦ ἔχει κεκοιλωμένους τοὺς ὀδόντας. ἀμέλει λοιπὸν οὔτε ἐπιγινώσκεται, πόσων ἄρα ἐτῶν ἐστιν, εἰ μὴ παρ’ ἑτέρου τινός. καὶ γὰρ σημεῖα ἡλικίας καὶ εἴδη κἀν | |
15 | τοῖς σωματικοῖς ἡ φύσις παρεχώρησεν, ἅτινα ἡμεῖς μᾶλλον τῇ ὁράσει ἐπιγινώσκομεν ἢ τοῖς ἀναγνώμασιν ἐπιστάμεθα. δε‐ κάτῳ γὰρ ἐνιαυτῷ καὶ οἱ κρόταφοι ἐπιχειροῦσιν κοιλαίνεσθαι καὶ αἱ ὀφρύες ὡς ἐπιπλεῖστον πολιοῦνται, οὐ μὴν ἀλλὰ καὶ οἱ ὀδόντες ἐξέχουσι. τῷ δὲ δωδεκάτῳ ἐνιαυτῷ μελανία τις | |
20 | μεταξὺ τῶν ὀδόντων ἐπιφαίνεται. τῶν δὲ ἔνδον ὄντων ἵππων καὶ ὑπὸ χαλινῶν ἀγομένων ἡ φιλοκαλία ἐπιγινώσκει τὰ ἔτη. καὶ γὰρ ῥυτίδες τῶν χειλέων αὐτῶν ταῦτα φανεροῦσιν· ἀμέλει | |
καὶ ἐκ τοῦ στόματος ἀρχομένας τὰς ῥυτίδας ἀπαριθμῶν εὑρή‐ σεις ἐξ αὐτῶν τὰ ἔτη τοῦ ζῴου. ἀδαμάστου δὲ ἵππου δυσχερές | 238 | |
25 | ἐστιν τὰ ἔτη εὑρεῖν. | |
93.24 | Περὶ τῆς ποιότητος τῶν φλεβῶν. Ἀκολούθως καὶ τῶν φλεβῶν μηνῦσαι δεῖ τὸν ἀριθμόν· ἐν τῷ οὐρανίσκῳ φλέ‐ βαι δύο, κροταφίδαι δύο, ὑπὸ τοὺς ὀφθαλμοὺς δύο *** καὶ ἀπὸ τῶν στεφανῶν δʹ καὶ ἀπὸ τοῦ .. δʹ, ἀπὸ τῆς τρίλλης βʹ, | |
5 | ἀπὸ τῶν μηρῶν βʹ, ὑπὸ τῶν καμπτέων βʹ καὶ ἀπὸ τῆς οὐρᾶς μία· ὡς γίνεσθαι ὁμοῦ φλέβας κθʹ. | |
93.25 | Περὶ χρόνων ζωῆς ἵππων. Ἔ〈στ〉ι χρόνος πολυετὴς τοῖς Πέρσαις, τοῖς δὲ Οὕννοις καὶ τοῖς Ἠπειρώταις καὶ τοῖς Σικελοῖς ἐλάττων. τοῖς δὲ Ἱσπανοῖς καὶ τοῖς Νο[ση]μάσι συνεχὴς ὑπόληψίς ἐστι, ὡς τοῖς βαρβαρικοῖς ἵπποις οὐδὲν | |
5 | ἐγχυματισμοῦ παρέχειν χρὴ βοήθημα, ὅτι περ ἐπιπολὺ τῆς φύσεως τῇ εὐεργεσίᾳ οἱ ἀσθενοῦντες αὐτῶν ὑγιαίνουσιν, ὥστε βλάπτειν αὐτοὺς τὴν ἐπιμέλειαν. ἀλλ’ αὕτη ἡ ὑπόνοια πλαστή ἐστι. καὶ γὰρ ὅσῳ ἰσχυρότερά ἐστιν αὐτῶν τὰ σώματα, τοσοῦ‐ τον ἐπὶ πολὺ ζῶσιν, εἰ ἡ ἀπὸ τῆς τέχνης γινομένη θεραπεία | |
10 | μὴ ἐλλείψει. | |
93.26 | Περὶ φλεβοτομίας εὐνούχων. Τῶν δὲ εὐνούχων | |
ὅμως παρὰ τοῖς συγγραφεῦσι ἀποδείκνυται ἀπὸ τῆς μη‐ τρικῆς φλεβὸς αἷμα μηδέποτε χρῆναι ἀφαιρεῖν, εἰ μὴ τυχὸν μεγάλη καὶ ἐσχάτη ἀνάγκη καταλάβῃ. διὰ τοῦτο δέ, ὅτι τῆς | 239 | |
5 | θερμότητος τὸ μέγιστον μέρος μετὰ τῶν διδύμων ἀπέβαλλον. ἀπὸ δὲ τοῦ οὐρανίσκου, ἐὰν μὴ ἐμποδίζῃ ἡ ἀμέλεια, ἐν πᾶσι σχεδὸν τοῖς μησί, τοῦτο μὲν τῶν εὐνούχων, τοῦτο δὲ καὶ τῶν διδύμους ἐχόντων μειωτέον ἐστὶ τὸ αἷμα. οἱ δὲ κήλονες, ἐὰν [μὴ] ἐπισχεθῶσιν, τυφλοῦσθαι πολλάκις λέγονται. ἐν δ’ ἐκείνῳ | |
10 | τῷ ἐνιαυτῷ, ἐν ᾧ κέχρηται τῇ ὀχείᾳ, οὐ χρὴ αὐτοῦ αἷμα ἀφαι‐ ρεῖν, ἵνα μὴ τῇ ὀχείᾳ τὸ σῶμα αὐτοῦ ἐπιτεταμένον ἡ φροντὶς τῆς διπλῆς ἀνάγκης ἐξαντλήσῃ. περὶ δὲ τῆς ἐπιμελείας τῶν ἵππων καὶ τῶν ἱπποστασίων καὶ τῶν λοιπῶν τὸ πρῶτον καὶ δεύτερον βιβλίον δηλώσει. | |
94t | Περὶ ἀσκήσεως ἵππων στρατιωτικῶν καὶ πωλοδαμνίας. | |
95t | Περὶ ἀσιτίας ἵππων καὶ ὑποζυγίων καὶ πρὸς πᾶν κτῆνος 〈νοσῆσαν ἢ λιμῶξαν〉. | |
95.1 | Περὶ δυσπεψίας. Ἅλας λειώσας μετὰ πυρέθρου καὶ ὀριγάνου ἐπίχεε οἶνον ἰσοπλήθη κεκραμένον καὶ ἐγχυμάτιζε. | |
95.2 | Ψωμισμὸς ἵπποις. Σμύρνης τρωγλίτιδος γο γʹ, καρ‐ δαμώμου γο μίαν, λινόσπερμα 𐆃 αcʹ, σταφίδος καὶ στροβίλου ἀνὰ 𐆃 αcʹ καὶ μέλιτος λίτρας βʹ καὶ γο γʹ. | |
96t | Περὶ μετακινήσεως κύστεως. | |
97t | Πρὸς παγοπληξίαν. | 240 |
98t | Περὶ εἰλεώδους. | |
98.1 | Τῆς ἐποχῆς γαστρός. Ἐλαίου 𐆃 γʹ, νίτρον, ᾠὰ πέντε ὕδατι θερμῷ γο δʹ ἔγχει εἰς τὴν ἕδραν κλυστῆρι. | |
99t | Περὶ συκαμίνου. | |
99.1 | Ἄλλο. τοῦτο ποιεῖ καὶ εἰς ἀνθρώπους καὶ σῴζει. Μέλι ἀπὸ κηρίου ἐπίχριε τὸ πάθος, ἢ ἀρσενίκιν καὶ ῥητίνην ἐπίπασσε, ἢ ἀρσενικὸν μετὰ μέλιτος χρῖσον καὶ ἐπίπασσε ἐπάνω κυνὸς κεφαλὴν κεκαυμένην, ἢ χρῖσμα ποιήσας δραστικὸν μετὰ | |
5 | ὀψογάρου καὶ ὕδατος ὀλίγου θερμοῦ, ἄλειφε πολλάκις, ἕως ἂν μαρανθῇ. ἢ φύλλα συκαμινέας εἰς μικρὰ κόψας τῇ τ〈ροφ〉ῇ μίξας παράβαλε, ἢ τὸ πρωτεῖον τοῦ σαπωνᾶ ἄλειφε συνεχῶς, ἕως ἂν μαρανθῇ. | |
99.2 | Ἔμπλαστρον εἰς ταινίαν καὶ εἰς συκαμινέαν. Σάπωνα καὶ ἄσβεστον ἶσα, πέπερι καὶ ἅλας †μεταλίαν ἀναλα‐ βὼν ἐπιδέσμει. | |
99.3 | Εἰς συκάμινον. Σμήξας τὸν τόπον μετὰ οἴνου πα‐ λαιοῦ ἐπίπαττε ἀρσενίκιον σχιστὸν τρίτον τῆς ἡμέρας καὶ ὑγιανεῖ. ἢ ἅλας Γαγγρηνὸν τρίψας καὶ κάρυον μεμασημένον μῖξον ἅμα. τὸ δὲ ἅλας ἔστω ὀλιγώτερον. πλύνας οὖν καλῶς | |
5 | τὴν πληγὴν μετὰ ὀθονίου ἐπιτίθει πολλάκις. τὸ δὲ θηλυκὸν λεγόμενον συκάμινον πάθος καί τισιν ἀθεράπευτον νομιζόμε‐ νον θεραπεύσεις, εἰ ἀπὸ τῶν καταμηνίων τῆς γυναικὸς αἱμά‐ των λαμβάνων ἐπαλείφεις. ἢ ἄσβεστον ζῶσαν κεκοσκινισμένην καλῶς, ἀρσενίκιν σχιστόν, σκόροδον, πέπερι ἑνώσας καὶ μαλά‐ | |
10 | ξας ἐπιτίθει καὶ ἔα 〈ἕωσ〉 τῆς αὐτῆς πάλιν ὥρας τῆς αὔριον. *** μὴ λύσῃς τοῦτο, ἕως ἀνασπασθῇ καὶ ἐκπέσῃ. εἰ δέ ἐστι | |
τὸ τραῦμα μέγα καὶ ἐξεστηκός, ἐπίδησον αὐτὸ μετὰ ὠμῆς κιτρίνης 〈καὶ〉 μετάξεως, καὶ ἄνωθεν ἀλείφων ἐκ τοῦ φαρ‐ μάκου δέσμει. | 241 | |
100t | Περὶ σύριγγος. | |
100.1 | Τοῖς ὑπὸ σύριγγος ὀχλουμένοις εὔχρηστον βοήθημα τὸ τοῦ καυτῆρος. ἐὰν δὲ μετέωρον ᾖ τὸ τραῦμα, προανακείρας καὶ καθάρας τὰ μοχθηρὰ καὶ μετέωρα, τίθει διαπύρους καυ‐ τῆρας, ἵνα τὰ πεπονθότα ἀποτέμῃς, καὶ καθαρὰ γένηται. καὶ | |
5 | οὕτω χρῆσαι φαρμάκῳ τῷ διὰ χλωρᾶς. ἁρμόζει δὲ καὶ τὸ ὀροβόμελι καταπλασσόμενον, μάλιστα 〈πρὸσ〉 τοὺς ἐπιρρευμα‐ τιζομένους καὶ τοὺς σκωληκιῶντας. | |
100.2 | 〈Ἄλλο.〉 Σμύρνης, ἀλόης, λιβάνου, σιδίων ἶσα ἀναλάμ‐ βανε [καὶ] χολῇ ταυρείᾳ καὶ χρῶ. ἄλλοι δὲ καὶ κεδρίᾳ κλύ‐ ζουσιν τὰς σύριγγας καὶ θαυμαστῶς ἐπιτυγχάνουσιν. | |
100.3 | Ἄλλως. Ἐπειδὴ οἱ κόλποι κακῶς θεραπευόμενοι εἰώ‐ θασι συριγγοῦσθαι, ἑπομένως περὶ συρίγγων ῥητέον. ὠνό‐ μασται σύριγξ κατὰ μεταφορὰν ἀπὸ τῶν συρίγγων τῶν ἐκ κα‐ λάμου ἢ ἑτέρας τινὸς ὕλης πεποιημένων. εὐρυχωρία γάρ τις | |
5 | εὑρίσκεται παραπλησία ταῖς ἐν τοῖς καλάμοις κοιλότησιν. ὁ δὲ κόλπος τετυλωμένος καὶ μὴ δυνάμενος χωρὶς χειρουργίας ἢ φαρμακείας ἰσχυρᾶς θεραπευθῆναι. τὰς μὲν οὖν πλαγίας σύ‐ ριγγας τὰς ὑπὸ τὸ δέρμα τεταμένας πυρὶ ἢ σμίλῃ κουφίζοντες τὸ δέρμα διαιροῦμεν, ἅπαν τὸ μῆκος αὐτῶν ἁπλοτομήσαντες | |
10 | ἐπὶ [τὰς] τοὺς τῆς σύριγγος αἰτίους τύλους. ἐὰν μὲν 〈ἐν〉 ἐπιπολῇ ὦσι, προσαναξύομεν τῇ ἀκμῇ τοῦ σμιλίου. | |
100.4 | ἐὰν δὲ διὰ βάθους τετυλωμένα εἴη τὰ σώματα, περιελοῦμεν. μὴ περιαιρεθέντων γὰρ τῶν τοιούτων σωμάτων οὔτε σαρκὸς ἀνα‐ βλάστησις δύναται γενέσθαι οὔτε ἀπούλωσις τῶν ἑλκῶν. εἰ δὲ | 242 |
5 | τὸ 〈σχῆμα〉 τῆς σύριγγος μὴ πλάγιον εἴη, ἀλλὰ τοὐναντίον, του‐ τέστιν εἰς βάθος διϊκνούμενον, περιαιροῦμεν κατὰ κύκλον τὴν σύριγγα, τοσοῦτο περιγλύφοντες τῆς κύκλῳ σαρκός, ὥστε τοὺς τύλους ὁλοσχερῶς ἐκκοπῆναι. εἰ δὲ εἰς ὀστοῦν καταλήγοι ἡ σύριγξ, γεγυμνωμένων τῶν ὀστέων ξύομεν αὐτὰ εἰς λεπίδος | |
10 | ἀπόστασιν. μετὰ δὲ 〈τὴν〉 τῶν τετυλωμένων σωμάτων περι‐ αίρεσιν θεραπεύσωμεν ὡς τὰ λοιπὰ ἕλκη. | |
100.5 | Ὀριβασίου φάρμακον πρὸς σύριγγα, ἐκτυλοῦν καὶ τὰς παλαιὰς σύριγγας. Χαλκάνθης, μίσεος, χαλκίτεως ὠμῆς, ἰοῦ, στυπτηρίας σχιστῆς, μίλτου Σινωπικῆς, κόμεως ἶσα χωρὶς κεκομμένα ὄξει ἀναλαβὼν καὶ λιβάνῳ, ποίει κολλύριον | |
5 | καὶ χρῶ. τὰ γὰρ τετυλωμένα τῶν κόλπων ἀνακαθαίρει, μιγνύ‐ μενον δὲ μέλιτι σαρκοῖ καὶ ἀπουλοῖ. | |
100.6 | Ἄλλο χρήσιμον ἐναποκαθαῖρον σύριγγας. ἄκρως ποιεῖ καὶ πρὸς πόνον κεφαλῆς καὶ θλάσεις ὤτων καὶ πρὸς δυσεντερικούς, πᾶσαν δὲ ὑγρότητα ξηραίνει. Κοχλιῶν σάρκας μετὰ τῶν ὀστράκων, βολβῶν μικρῶν, ἀσφάλ‐ | |
5 | του, ἀλόης, λιβάνου ἶσα ὄξει λειώσας κατάπλαττε. ἢ ἀλόης γο βʹ, ἀγχούσης ῥίζης * χρῶ ξηρῷ. ἀναπληροῖ γὰρ καὶ ἀπουλοῖ. | |
100.7 | Κολλύριον συρ〈ιγγ〉ιακὸν καλούμενον Ἡρακλῆς ἀπαρά〈βα〉τον. τὸ δ’ αὐτὸ καὶ αἰγίλωπας αἴρει. Μέχρι ῥιζῶν πρότερον ἐντίθει εἰς τὴν σύριγγα πάπυρον ἡμέραν μίαν καὶ πρὸς τὸ μέτρον τῆς σύριγγος, λέγω δὴ τοῦ παπύ‐ | |
5 | ρου, ἐντίθει τὸ κολλύριον, καὶ ἔα ἡμέρας τρεῖς. τῇ δὲ τετάρτῃ λύσας, εὑρήσεις τὴν σύριγγα ἀνοιχθεῖσαν ὁλόκληρον. ἔστι δὲ οὕτως· καδμίας ὀστρακίτιδος ἑξαγ. δcʹ, χαλκοῦ κεκαυμένου ἑξαγ. γʹ κερατ. ιηʹ, μίσυος ὀπτοῦ γο αʹ, χαλκίτου ὀπτοῦ γο αʹ, χαλκάνθου ἑξαγ. δcʹ, κανθαρίδας τὸν ἀριθμὸν ἑπτά, λιβανω‐ | 243 |
10 | τίδος ξηρᾶς κερατ. ιηʹ, ἑρμοδακτύλου ῥίζαν ὅλην, κόμεως γο * ἑξαγ. αcʹ, ὄξει ἀναλαμβάνων ποίει κολλύρια διάφορα καὶ χρῶ. | |
100.8 | Περὶ συρίγγων ἤτοι φυμάτων τῶν ἐν τῷ ζῴῳ γινομένων, ἅπερ οἱ βάρβαροι σκλεπαδίτζας ὀνομά‐ ζουσιν. Ἐὰν τὸ μέρος ἐκεῖνο ἐπαναστήματα ποιεῖν ἄρξηται, ἀπ’ αὐτῶν τῶν ὄγκων τὸ σῶμα φρίττει καὶ συριγγοῦται ἀσυμ‐ | |
5 | φανῶς. τότε καὶ τοὺς ὀφθαλμοὺς καταβαρεῖται καὶ τὰ ὦτα ἔχει κεχαλασμένα. χρὴ τοίνυν οὕτω θεραπεύειν· εἰ ἐν οἱῳδή‐ ποτε τόπῳ τὰ ἐπαναστήματα δειχθῇ, ταῦτα παρευθὺ μέχρι τῆς ζώσης σαρκὸς ἐπίκαιε, ὥστε τὰ συρίγγια τοῦ καυτῆρος αἰσθέσθαι. ἥτις σύριγξ οὕτως ἐστίν, ὡσεὶ κολοκύνθη χλωρά, | |
10 | καὶ ὁθενδηποτοῦν μηλωτίδα ἢ σπάθην μήλης ἐμβαλών, δι’ αὐτοῦ παρέρχεται καὶ πόνου τὸ ζῷον οὐκ αἰσθάνεται. τέμνε, ἵνα ἄχρι τῆς ζώσης 〈καυ〉τηριακῷ ὀργάνῳ τὸν αὐτὸν τόπον περιτέμνῃς. χρὴ δὲ βούλεσθαι τὰ ἐμπρόσθια μᾶλλον μέρη τοῦ ἵππου τούτῳ λαμβάνεσθαι τῷ πάθει διὰ τὸ καὶ πλεῖον ῥᾳδίως | |
15 | ἤπερ τὰ ὀπίσθια θεραπεύεσθαι. τῶν γὰρ ὀπισθίων οὐδεμία ζωῆς ἐλπίς. ταύτην τοίνυν τὴν σύριγγα ἐλαίῳ καὶ ὄξει βεβρεγ‐ μένοις ὀθονίοις καταδέσμει. πολλοὶ δὲ οὔρῳ καὶ ἀξουγγίῳ βεβρεγμένην ἐπιτιθέασι τὴν ὀθόνην. | 244 |
101t | Πρὸς τοὺς ἐκ ῥινῶν ὑγρὸν φέροντας καὶ εἰ τὸ τράγανον σχισθείη καὶ αἷμα κινοῖ. | |
101.1 | Πρὸς αἱμόρροιαν διάρ〈ρ〉ινον. Κοριάνου χυλὸν 〈ἔγχει〉. | |
101.2 | Ἱεροκλέους εἰς τὸ αὐτό. Σπόγγον πισσώσας κτλ. ἢ ὕδωρ ψυχρότατο κτλ. ἢ λίθον μυλίτην πυρώσας σβέννυε ὄξει δριμυτάτῳ καὶ πρόσαγε ταῖς ῥισὶν τὴν ἀτμίδα καὶ σταθήσεται ἡ ῥύσις. | |
102t | Περὶ ἐμπυϊκῶν. | |
102.1 | Περὶ ἐμπυϊκῶν· πρόγνωσις 〈καὶ ἴασισ〉. Συννεύει ὁ ἵππος καὶ πνεῖ βαρὺ καὶ φθίνει καὶ ποτοῦ ἐστιν ἀκρατὴς καὶ ῥιγοῖ κατὰ τὰς ῥῖνας καὶ ὄζει χαλεπὸν ἐκ τοῦ στόματος, καὶ ὅταν κυλίεται, οὐ περικυλίεται, καὶ βήσσειν βουλόμενος οὐ | |
5 | δύναται. θεραπεύεται δὲ οὕτως· ἀλέκτορα καὶ σκύλακα ἐν τῷ αὐτῷ ἑψήσας, ὅταν τὰ νεῦρα ἀμφοτέρων λυθῶσιν, ἀπο‐ χέας τὸν ζωμόν, ἔξελε τά τε ὀστᾶ καὶ τὰ νεῦρα. καὶ τὰς μὲν σάρκας ῥῖψον, τὸν δὲ ἐγκέφαλον ἔασον, καὶ τῷ ζωμῷ ἐπι‐ βαλὼν σμύρνης γο εʹ, κασσίας γο γʹ, μήκωνος σπέρμα ὡσεὶ | |
10 | δράκα, ἐλαίου γο δcʹ, διήθησον, καὶ διάρας τὸ στόμα 〈ὡσ〉 ἐλάχιστον δίδου χλιαρόν. τρέφεται δὲ χόρτῳ χλωρῷ. εἰ δὲ καὶ ξηρῷ, ὕδατι κατάρραινε, καὶ πάλιν διὰ πέμπτης ἐγχυμάτιζε ἕως ἐκ τρίτου. δίδου δὲ καὶ κριθῆς ἐπτισμένης, καὶ περιπα‐ τείτω ἱματίω ἐσκεπασμένος. | 245 |
103t | Περὶ κακοστομάχων καὶ ἀηδίας ἵππων. | |
103.1 | Περὶ κακοστομάχων καὶ ἀηδίας ἵππων. Ἵππος ὅταν ὁλοκλήρους τὰς κριθὰς καταπίνῃ, τὸ σῶμα ἀντιλεπτύ‐ νεται καὶ τὰ οὖλα φλεγμαίνει, καὶ σίελος συνεχέστερον ἐκρεῖ. θεραπεύεται δὲ οὕτως· κρητάριον μετὰ ὄξους δριμυτάτου μί‐ | |
5 | ξας, θερμὸν εἰς τὰς σιαγόνας ἐπιτίθει ἡμέρας ϛʹ, καὶ τρίτον τῆς ἡμέρας μέλι μετὰ ῥοῶν λεπύρων τὰ οὖλα αὐτοῦ ἀπότριβε. | |
103.2 | 〈Εἰ〉 ἐν θέρει ἵππος ἀηδισθῇ. Τραγάκανθον, σμύρ‐ ναν, κρόκον, ἶριν Ἰλλυρικήν, λιβανωτοῦ ἄλευρον, παρθένιον τὴν βοτάνην, 〈χαμαί〉πιτυν, χαμαιδάφνην λειώσας μετὰ γά‐ λακτος ἐγχυμάτιζε. | |
104t | Διδασκαλία περὶ σηπτικῶν ἤτοι καυστικῶν. | |
104.1 | Διδασκαλία περὶ σηπτικῶν ἤτοι καυστικῶν. Τοῖς σηπτικοῖς ἤτοι καυστικοῖς ὀνομαζομένοις χρώμεθα ἐπί τε τῶν τυλωδῶν ὑπερσαρκωμάτων καὶ τῶν καρκινωδῶν ἐνίοτε ἑλκῶν ἐπί τε χοιράδων, ὅταν αὐτὰς σῆψαι βουλόμεθα, ἐπί τε τῶν | |
5 | ἰσχιαδικῶν, ἀρθριτικῶν. ἀντὶ καυτῆρος ταῦτα προσάγωμεν ἐπὶ | |
μυρμηκιῶν, ἀκροχορδόνων, ἥλων, συκωδῶν. ὃ μέγιστον δὲ ἔργον αὐτῶν ἐστιν, ἐπὶ τῶν ἀνθρακωδῶν ἑλκῶν καὶ κακοήθων. ἐπιχριόμενα γὰρ καὶ τὰς νομὰς ἱστᾶσι καὶ τὰς ἐσχάρας ἀπο‐ βάλλοντα τάχιστα τοῦ κινδύνου ἀπαλλάττουσι. | 246 | |
104.2 | Σηπ〈τ〉ικὴ ἄδηκτος. Λεπίδος 〈γο〉 τὸ cʹ, σανδαρά‐ κια ἑξαγ. αcʹ, ἐλλεβόρου μέλανος, ἀρσενικοῦ ἀνὰ κερατ. ιηʹ. τινὲς ἀντὶ τοῦ ἀρσενικοῦ στυπτηρίαν σχιστὴν βάλλουσι. | |
104.3 | Ἄλλη ἄδηκτος καὶ κατὰ βάθος εἰσχωροῦσα. Λε‐ πίδος, σανδαράκης [ἀπὸ] ἀνὰ ἑξαγ. αʹ κερατ. ϛʹ, ἐλλεβόρου μέ‐ λανος κεράτ〈ι〉α ιηʹ. καὶ ἐπὶ μὲν τῶν καθύγρων ἑλκῶν ξηροῖς χρῶ, ἐπὶ δὲ τῶν ἄλλων ῥοδίνῳ ἀναλύσας· ἀγαθὸν γάρ ἐστι. | |
104.4 | Ἄλλη στυπικὴ ἐνεργεστάτη. Κνήκου σπέρμα, λεπί‐ δος ἐρυθρᾶς, σανδαράκης, ἶσα λεῖα ποιήσας μετὰ ῥοδίνου χρῶ. | |
105t | Περὶ κωλικῶν ἤτοι τὸν κῶλον ὀδυνωμένων. | |
105.1 | Περὶ 〈κω〉λικῶν καὶ πόθεν ἐπιγνωσθήσεται. Ἡ κεφαλὴ καταρρεπὴς ἐπὶ τὴν γῆν, καὶ ὑποσύρει τὰ σκέλη, ῥίπτει ἑαυτὸν χαμαὶ καὶ πάλιν ἀνίσταται. ἱδρὼς ἐπιγίνεται περὶ τὰς μασχάλας, φεύγει ὀδυνώμενος, μὴ φέρων τὴν φλεγμονήν. ἄλ‐ | |
5 | λοτε δὲ ῥίπτει ἑαυτὸν καὶ ὑπτιοῦται ἐπὶ τὰ νῶτα, τήν τε κεφα‐ λὴν ὑπτιοῖ καὶ τοὺς πόδας ὀρθοῖ, ὁτὲ δὲ καὶ ὑπερυπτιοῦται καὶ περιστρέφεται καὶ τὴν ὄψιν φέρει[ν] ὑπὸ τὴν λαγόνα 〈δει〉κνύων τὸν ἀλγοῦντα τόπον, ἐλεγχόμενος ὑπὸ τῆς φλεγ‐ μονῆς τούς τε ὀδόντας τρίζων καὶ στένει καὶ τοῖς ποσὶ τύπτει | |
10 | τὴν γῆν μὴ ὑπομένων τὰς ἀλγηδόνας. ἐπιτείναντος δὲ τοῦ πάθους οὐκ ἀναφέρει ῥᾳδίως ὁ ἵππος. παρηγορεῖται δὲ οὕτως· | |
ὄνου γάλα καὶ κάρδαμον φρύξας μετὰ οἴνου μέλανος δίδου. | 247 | |
105.2 | Ἐὰν κτῆνος ψηλαφηθῇ κατὰ τῆς καθιστήρας. Κολοφωνίας 𐆃 αʹ, κριθῆς ἄλευρον σεσησμένον γο θʹ, κηροῦ γο θʹ, ὄξους δριμυτάτου τὸ ἀρκοῦν. τὸ 〈ὄξ〉ος ζέσας πρῶτον βάλε τὸ ἄλευρον ἐπι〈με〉λῶς ταράσσων, ἵνα μὴ προσκαῇ. εἶτα | |
5 | βά〈λε〉 τὴν κολοφωνίαν καὶ τὰ λοιπὰ καὶ ἐν ἐρίοις τίθει χλια‐ ρὸν ἐπὶ ἡμέρα〈ι〉ς τρισίν. | |
105.3 | Περὶ ἐκβολῆς ἕδρας. Κυκλαμίνου ἀφεψήματι ἢ ἐλλε‐ βόρου λευκοῦ πυρία τὴν ἕδρα〈ν〉. | |
105.4 | Ἀντίδοτος πρὸς κωλικὸν αὐθημερὸν ἀνωδύνους ποιοῦσα ἐν παροξυσμοῖς διδομένη καρύου Ποντικοῦ τὸ μέγεθος μεθ’ ὕδατος. Ὑοσκυάμου, πεπέρεως λευκῆς ἀνὰ γο βcʹ, δαύκου Κρητικοῦ ἑξαγ. δcʹ, ὀπίου γο αʹ ἑξαγ. δcʹ, κά‐ | |
5 | χρυος ἑξαγ. αcʹ, κρόκου, εὐφορβίου, ναρδοστάχυος, πυρέθρου ἀνὰ ἑξαγ. αcʹ ἀνάλαβε μέλιτι καὶ μαλάξας εὐτόνως χρῶ. | |
105.5 | Ἀφρικανοῦ πρὸς 〈αὐτό〉. Κύκνου δεξιὸς ὄρχις πε‐ ριαπτόμενος πα〈ύει〉 τὴν νόσον. | |
106t | Περὶ ὀστέων καταπόσεως. | |
107t | Πρὸς δρακοντίαν. | |
108t | Περὶ διαφόρων νοσημάτων καὶ τῶν ἐν αὐτοῖς θεραπειῶν καὶ περὶ ἐκβολῆς ἀκανθῶν καὶ χαρακτήρων. | |
108.1 | Περὶ ἐκβολῆς ἀκάνθης. Ἄκανθαν ἐκ σαρκὸς ἐκβάλ‐ λει καλάμου ῥίζα ἁπαλωτάτη τριβεῖσα ἐν θυίᾳ μέλιτί τε ἀνα‐ λαμβανομένη καὶ γινομένη εἰς κηρωτῆς πάχος ἐν ὀθονίῳ τε | |
καταπλασθεῖσα καὶ ἐπιτεθεῖσα. εἰ γὰρ δι’ ὅλης τῆς νυκτὸς | 248 | |
5 | τεθῇ, 〈ἕω〉θεν εὑρήσει(ς) τὰς ἀκάνθας κεκολλημένας τῷ 〈φαρ〉‐ μάκῳ. | |
108.2 | Πρὸς κολύβων διαβροχάς. 〈Κριθ〉ῆς, βρόμου ἀνὰ 𐆃 ζʹ, ἐρεβίνθου 𐆃 cʹ, βίκου 𐆃 γʹ, ὀρόβων 𐆃 κʹ, λαθύρου 𐆃 εʹ, ἀφάκης 𐆃 κʹ, φακῆς 𐆃 ιʹ, τήλεως 𐆃 εʹ, φάβατα 𐆃 ιʹ, σίτου 𐆃 ιʹ, μίξας φύλασσε καὶ δίδου ἑκάστῳ ἵππῳ ἡμερήσιον 𐆃 ϛʹ. | |
108.3 | Ἄλλως χάριν ἀλόγων εὐφυΐας. Τὴν ῥίζαν τῆς πεντα‐ δακτύλου βοτάνης μετὰ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ περίαπτε. | |
108.4 | Περὶ τοῦ μὴ νοσεῖν ἐν *** ζῷα. Ἐλάφου κερά‐ τ〈ι〉ον κατακόψας ἑνὶ ἑκάστῳ περίαπτε. ἢ μαράθρου ῥίζαν ἢ ἱερὰν τὴν βοτάνην ἑψήσας ἄλειφε κεφαλήν, μέτωπον καὶ τρά‐ χηλον. ἢ ὀποπάνακος, καστορίου ἀνὰ γο δύο, χαλβάνη〈σ〉 [ἀνὰ] | |
5 | γο αʹ, τερεβινθίνης, βούτυρον, πίσσης Βρυττίας, ῥητίνης ** ἀνὰ γο βʹ, κηροῦ λευκοῦ, ἀξουγγίου, ἐλαίου κυπρίνου, ἐλαίου δαφνίνου ἀνὰ 𐆃 αʹ μίξας ἀναλάμβανε καὶ χρῶ θυμιῶν. ἢ ἐλάφου κέρας ἐπικάπνιζε τὴν φάτνην καὶ τὰ ἄλογα. | |
108.5 | Ἀφρι〈κα〉νοῦ· πρὸς τὸ μὴ πτοεῖσθαι ἢ σκιάζε‐ σθαι ἵππους ἐ〈ν τῇ ὁ〉δῷ. Πτοεῖσθαι δὲ τοὺς ἵππους μά‐ | |
την ἢ θεάμασι κενοῖς ἢ σκιαῖς ἐκταράττεσθαι παύσει ὠτίῳ δεξιῷ τοῦ ζῴου προσαρ〈τισ〉θεῖσα λύκου οὐρά, εἰ ζῶντος αὕτη | 249 | |
5 | τοῦ θηρίου ἀποκοπῇ. | |
108.6 | Πρὸς τὸ μὴ ὄνον πίπτειν ἐν ὁδῷ. Ἐξελὼν ἐκ τῆς κέρκου αὐτοῦ τρίχας δῆσον εἰς τοὺς ὀδόντας αὐτοῦ καὶ οὐ πεσεῖται. | |
108.7 | Περὶ ἀμπέλου. Ἐὰν ἄμπελον σχῇ ἵππος ἢ ὑποζύγιον, ἔσονται περὶ αὐτὸν κιρσοὶ πυώδεις. θεραπεύει〈ν〉 δὲ αὐτοὺς τῷ καυτηρίῳ ὀρθὰς διδόντα καθ’ ἓν ἕκαστον τῶν ἐμπυωμάτων καὶ καταχρίειν τῷ γλοιῷ, ἕως αἱ ἐσχάραι ἐκπέσωσιν. | |
108.8 | Ἀφρικανοῦ χαρακτήρων ἵππων ἀφανισμός. Ἵπ‐ πων δὲ αὕτη σπουδαίων κλοπὴ χαρακτῆρας ἀλλάξασα τὰ ἐκ‐ καέντα τοῖς σώμασι γράμματα ἐξελεῖν καὶ ἀφανίσαι τὸ πρόσθεν σύμβολον ἑτέρῳ χρώματι καὶ ἀνεπίγνωστον ποιῆσαι τῷ πρώην | |
5 | δεσπότῃ. τὸ δὲ οὕτω γίνεται· ὄσπριον, οὗ τὸ εἶδος ἐπὶ τέλει ἑξαγώνῳ ἑβδόμῳ ἐπιγέγραπται πρώτῃ σελήνῃ ὥρᾳ τρίτῃ δίε‐ φθον ὂν ὅτῳπερ ἀφανίσαι θέλῃς μέρει βάπτων ἐπίπλασσε. ἑλκῶσαν γὰρ τῇ καύσει λευκὴν ἀναφέρει τρίχα. εἰ δὲ καὶ πολ‐ λαχοῦ ἐμπλάσαις, ἡ πρόσθε μονόχρωμος ἔσται 〈περι〉ποίκιλος. | |
10 | κατὰ πάντων ἡ τέχνη τῶν ἄλλων χρωμάτων (λευκῶν μόνων χωρὶς διὰ τὸ ὁμοφυὲς τῆς τῶν τριχῶν 〈ἀ〉ναφυῆς) τὸ μὲν γράμμα ἐκκόψει, τὸ δὲ 〈ἀρχαῖ〉ον χρῶμα τηρήσει. | |
108.9 | Ἵπποις σημεῖον ἄνευ καυτηρίου ποιῆσαι. Κισ‐ σήρεως χαύνης, κηρύκων θαλασσίων, νίτρου λευκοῦ, συκίνων φύλλων, κυάμων κεκαυμένων, ἶσον ἑκάστου σποδὸν ποιήσας, ξύρισον τὸν τόπον καὶ ἐπίπασον ὄξος παραστάζων καὶ τρῖβε | 250 |
5 | εὖ μάλα δὶς τῆς ἡμέρας, ἕως ψιλὸς ὁ τόπος γένηται. εἶτα ἐπίγραψον σημεῖον, ὃ ἂν θέλῃς, καὶ λαβὼν κηκίδων ὀμφακι‐ τίδων, στυπτηρίας, ῥοῦ, ἰοῦ χαλκοῦ τε καὶ ἀργύρου καὶ χαλ‐ κάνθην, πάντα ἶσα λείωσον ὄξος παραστάζων. καὶ ποιῶν κη‐ ρωτῆς ἁπαλῆς πάχος καὶ προστύψας στυπτηρίᾳ ὑγρᾷ ἀφ’ | |
10 | ἑσπέρας, ἐπιζωγράφει, ὃ θέλεις, σημεῖον. τῇ δὲ ἐπαύριον ἀπο‐ τρίψας γενναίως, πάλιν ἐπιζωγράφει ἐπὶ ἡμέρας ϛʹ. εἶτα οὔρῳ παλαιῷ ἀπόπλυνον, καὶ ἕξει καλῶς τὸ σημεῖον. | |
109t | Περὶ σκευασίας ἐγχυματισμῶν. | |
109.1 | Ἄλλος. Ὑσσώπου κτλ. τραγακάνθης τὸ ἀρκοῦν, μαρά‐ θρου γο cʹ, ῥοδίνου, σαμψύχου ἀνὰ γο αʹ, μέλιτος 𐆃 αcʹ, οἴνου τὸ ἀρκοῦν. | |
109.2 | Ἐγχυματισμὸς καθαρτικός. Κενταύριον, νίτρον ἀνὰ γο αʹ, πευκεδανὸν γο γʹ, κολοκύνθης, παιονίας ἀνὰ γο εʹ, οἴνου 𐆃 βʹ γο δʹ, ἐχομένας ἐπὶ τρεῖς ἡμέρας ἐγχυμάτιζε. | |
109.3 | Πρὸς ὑγίαν κτήνους. Λιβυστικοῦ, πεπέρεως ἀνὰ γο βʹ, κάχρυος, κρόκου, ἐλαίου, θείου ἀνὰ γο αcʹ, μέλιτος γο αʹ μί‐ ξας καὶ περιρράνας, τούτοις ἐγχυμάτιζε. | |
109.4 | Πρὸς καταψυγμόν. Κρόκου ἑξαγ. δcʹ, σμύρνης, κό‐ στου ἀνὰ γο cʹ, κασ〈σίασ〉 γο βcʹ, ἀμώμου γο γʹ, φύλλου γο εʹ, ἴρεως Ἰλλυρικῆς ἑξαγ. δcʹ, ἀσάρου γο δʹ, μελίλωτον γο αʹ, τρα‐ | |
γακάνθου γο βʹ, πεπέρεως γο αʹ, οἴνου παλαιοῦ καὶ ἐλαίου | 251 | |
5 | ὀμφακίνου τὸ ἀρκοῦν, ᾠῶν * τὸ λευκόν, μέλιτος 𐆃 αʹ ἐγχυμά‐ τισον ἐπὶ ἡμέρας. | |
109.5 | Φάρμακον καθαρτικὸν τῶν ἐν ἀγέλαις. 〈Τὰς ἀγε〉‐ λαίας ἵππους ἐπεὶ συνεχῶς 〈οὐκ〉 ἔστιν λαβεῖν εἰς χ〈ε〉ῖρας, τῷ προφυλα〈κτι〉κῷ τούτῳ δεῖ καθαίρειν διὰ τοῦ ἦρος καὶ τοῦ φθινοπώρου, καὶ οὐκ ἐμπεσοῦνται ταχέως εἰς ψώραν ἢ | |
5 | νόσον. ἐπαινεῖ οὖν ἡμῖν κάλλιστον φάρμακον καὶ οὗ κάλλιον οὐκ ἔστι σικύου ἀγρίου ῥίζαν κόψαντας καὶ νίτρον μίξαντας τρίτον μέρος ἅλατος ἀναμίσγειν καὶ ἐγχυματίζειν καὶ διδόναι ἐσθίειν. τούτῳ οἱ πῶλοι διὰ τοῦ γάλακτος τῶν [τε] τελείων ἱππάδων καθαίρονται. δεῖ δὲ καὶ τὰ πράω καθαίρειν, ὅταν εἰς | |
10 | χλόην πέμπονται, ἵνα τὸν ἐκ τῶν παλαιῶν τροφῶν φαῦλον χυμὸν 〈ἅμ〉α ἐκκαθάρῃ. | |
109.6 | Παστέλλου σκευασία πρὸς πᾶν εἶδος νό〈σου〉. Ἴρεως Ἰλλυρικῆς, ἀριστολόγχης μακρᾶς, γεντιανῆς, 〈ἀ〉ρ〈κ〉είας, σμύρνης, ἀλεύρου ἐρεβίνθου, ὑσσώπου, σκορόδων Γαλλικῶν, ἀβροτόνου, πετροσελίνου, σελίνου σπέρμα ἀνὰ γο αʹ, πεπέρεως | |
5 | κοκκία ὀκτὼ ἕψει μετὰ οἴνου καὶ μέλιτος καὶ δίδου ἐπὶ ἡμέ‐ ρας γʹ ἑκάστῳ ζῴων γο γʹ. | |
109.7 | Σκ〈ευασία δ〉ιὰ πικρᾶς. *** | 252 |