TLG 0738 005 :: HIPPIATRICA :: Fragmenta Timothei Gazaei Fragmenta Timothei Gazaei Citation: Section — (line) | ||
t | Ἵππων φύσεις κατὰ ἔθνος. | |
1 | Ἀρμένιοι ἵπποι κατὰ σῶμα μὲν εὐμεγέθεις εἰσί, χρεμε‐ | |
τιστικοί, πλατύνωτοι, ῥάχιν ὑπέρσαρκοι, προτομὴν οἱ μὲν ἐπί‐ γρυποι, οἱ δὲ βοώδεις. | 121 | |
2 | Ἄρ[ρ]αβες δὲ οἱ πρὸς τῷ ὄρει τῆς Ἰνδικῆς εὐμεγέθεις, φοίνικες, ὡς ἐπίπαν εἰπεῖν, τὴν χροιάν, ὑψαύχενες, τὴν προτομὴν σύμμετρον καὶ εὔρυθμον ἔχοντες, τὴν κεφαλὴν [καὶ] ἡνομένην σχεδὸν τῷ τοῦ ἱππέως μετώπῳ, | |
5 | κυδροὶ καὶ δυσγαργάλιστοι, πολὺ τὸ τῆς ἱπποτυφίας ἔχοντες ὑπερήφανον, ὀξεῖς σφόδρα, ποδώκεις, γόνατα ὑγροί, τῇ ὁρμῇ τοῦ δρόμου ὅλους ἑαυτοὺς ἐπιδιδόντες, πηδῶντες κούφως μᾶλλον ἢ τρέχοντες, γοργοὶ τὸ βλέμμα, τὴν ἶριν κεκραμένην καὶ ὑδαρεστέραν ἔχοντες, τοὺς κενεῶνας συνεσταλμένοι καὶ τὸ | |
---|---|---|
10 | ἄλλο σῶμα ἰσχνοὶ καὶ οὐ κεχυμένοι, 〈τὴν〉 ῥάχιν κοίλην ἔχοντες, πρὸς τὸ καῦμα μὴ ἀπαγορεύοντες, τῷ ἡλίῳ μᾶλλον χαίροντες, τὴν χαίτην εὐφυεῖς, τὴν δίαιταν εὐτελεῖς, ἐμβριθεῖς τὰ ἄλλα, ἀβιάστως τὰς διαβάσεις ποιούμενοι. | |
3 | Βαρκαῖοι μήκιστοι τὰ ἐκ τοῦ κενεῶνος εἰς τοὺς ὠμοπλάτας. τούτοις μόνοις ἵππων ἡ φύσις μείζους ἐδωρήσατο πλευράς, σπάθας γὰρ ἔχουσιν δε‐ κατρεῖς, τῶν ἄλλων ἵππων ἐχόντων δώδεκα. | |
4 | Δαλμάται Ἀρμένιοι εἶναί μοι δοκοῦσι καὶ Φρύγες. εἰσὶ δὲ ἐμβριθεῖς, τὴν ῥάχιν κοίλην ἔχοντες, διὰ δὲ τῶν ἰσχίων πλατεῖς, ἡμερώ‐ τατοι καὶ εὐπειθέστατοι μέγιστοί τε καὶ κάλλιστοι καὶ τῷ φρο‐ | |
5 | νήματι ἀνδρειότατοι. οὐ μὴν γίνονται πολλοὶ τοιοῦτοι. | |
5 | Θετ‐ | |
ταλοὶ μέγεθος μέν εἰσι σύμμετροι, πλευρὰς ἀσαρκότεροι, γα‐ στέρα [οὐκ] ἰσχνώμενοι, τὸν κενεῶνα βραχεῖς, τράχηλον περι‐ φερεῖς, ὀξεῖς τὴν καθέδραν, τὰ νῶτα ἰσοτενεῖς. | 122 | |
6 | Κενταύρειοί τινες ἵπποι καλοῦνται ἐν Θετταλίᾳ, ὧν ἡ ῥάχις μετρίως κεκοί‐ λωται εἰς ἀσφαλῆ καθέδραν τοῦ ἱππέως. | |
7 | Γάλλοι φίλυδροι, θυμώδεις, φιλότιμοι καὶ φιλόνεικοι. | |
8 | Ἴβηρες 〈δὲ〉 μικροὶ 〈ὡς ἄτροφοι〉 καὶ θηρατικοί, πιστεύονται δ’ οὗτοι ἀπ’ ἀγρίων ἵππων γεγονέναι, [διὸ καὶ βραχεῖς τὸ σῶμα,] λεῖοι, [μικρῶς ἄτροφοι, θηρατικοί] ὀξεῖς πρὸς δρόμον, βαδίσαι δὲ ἀφυεῖς. | |
9 | Καππαδόκαι Ἀρμένιοί μοι εἶναι δοκοῦσιν καὶ Φρύγες κατὰ τὰ αὐτὰ τοῖς Δαλμάταις. εἰσὶν 〈δὲ〉 παρ’ αὐτοῖς ἐπὶ πολὺ τοιοῦτοι γινόμενοι. | |
10 | Λύδιοι μεγάλοι τὰ σώματα καὶ κάλ‐ λιστοι, τὴν κεφαλὴν προμήκεις, εὐρύστερνοι, ὄμμα μαλακοί, τὴν ἶριν οἰνωποί, εὔκομοι, τὴν οὐρὰν λάσιοι, τὸ ἦθος ἀπειθεῖς καὶ ἐριστικοί, δυσχείμεροι, ἁπαλοὶ τὴν σιαγόνα, ἀγχέμαχοι ἀγαθοὶ | |
5 | καὶ ζυγὸν ὑποδῦναι ἄριστοι. | |
11 | Λίβυες ὀφθῆναι μὲν ἀπρε‐ πέστατοι καὶ μικροὶ τὰ σώματα, εὔδρομοι δὲ καὶ λιτοί, κάτω βλέποντες, [ἀχαλίνωτοι γάρ εἰσι] φέρουσι γὰρ καὶ ἀχαλίνωτοι [εἶναι]. | |
12 | Λευκανοὶ φαῦλοι, μικροὶ τὸ σῶμα, δυσειδεῖς τὸ χρῶμα, αἰσχροὶ τὰς ὄψεις, ὑπὸ ζυγὸν δὲ ἐργατικώτατοι. | 123 |
13 | Μῆδοι μέσοι τὸ μέγεθος, ὦτα μικρά, κεφαλὴν οὐχ ἱπ‐ πικὴν ἔχοντες, οὐ φοβεροί, πρὸς δὲ τὸ καῦμα ἀπαγορεύοντες διὰ δύσπνοιαν ῥᾳδίως. | |
14 | Μαυρούσιοι 〈δὲ〉 ἀνέκπληκτοι πρὸς δόρατα καὶ σάλπιγγας, ὠκύτατοι, εὐάγωγοι, ῥάβδῳ γοῦν κατιθύνονται διὰ τὸ πείθειν, ἥκιστα δὲ βουλιμιῶσι καὶ δίψης ἀνέχονται. | |
15 | Νησαῖοι μέγιστοι τὸ σῶμα, ὑγρότατοι, ὑψαύ‐ χενες, εὔσαρκοι, εὐπειθεῖς, τοῖς ποσὶ τὴν γῆν κροτοῦντες. | |
16 | Ὀδρύσαι Θρᾳκῶν ὀλίγον βελτίους, μεγάλοι τὸ μέγεθος, χαλεποὶ τιθασσεύεσθαι, δηκτικώτατοι, ἄρρηκτοι τὰς ὠμοπλάτας. | |
17 | Σικελοὶ ταὐτὸν ἂν ἦσαν τοῖς Λευκανοῖς * *, ἀχθέντες δὲ ἄμφω καλοὶ γένοιντ’ ἄν. | |
18 | Σαυρομάται ἄριστοι, μείζους Ἰβήρων εἰσίν, οὐ μὴν εὐσαρκότεροι, ἀνάγωγοι δέ. | |
19 | Ὑρκανοὶ ἐξόφθαλμοι, σκιρτητικοί, τὸν ἀναβάτην, εἰ πέσοι, περιμένον‐ τες, ὑγροσκελεῖς, πολεμικοί, ἁμιλληθῆναι δυνάμενοι, χιλοσιτοῦσι δὲ μᾶλλον, κριθοφάγοι ἢ πυροφάγ〈οι οὔκ εἰσι, παντοφαγ〉οῦ‐ | |
5 | σιν, ὅ τι τῇ πόᾳ καὶ τῷ χόρτῳ πρόσεστιν. ὁ πῶλος πλήρης | |
†ἀλγοί. γένοιντο δ’ ἄν τινες κάλλισται παιδοτρόφοι. | 124 |