TLG 0738 003 :: HIPPIATRICA :: Hippiatrica Parisina

HIPPIATRICA Med.
(A.D. 9)

Hippiatrica Parisina

Source: Oder, E., Hoppe, K. (eds.), Corpus hippiatricorum Graecorum, vol. 2. Leipzig: Teubner, 1927 (repr. Stuttgart: Teubner, 1971): 29–114.

Citation: Section — (line)

2

Ἄλλο 〈πρὸς πυρετόν. Καστορίου 𐆃 αʹ καὶ ὄξους 𐆅 γʹ, ῥόδων γο ϛʹ, πήγανον τὸ ἀρκοῦν.

15

Ἄλλος ἐγχυματισμὸς πρὸς μᾶλιν. Τραγακάνθης γο βʹ, ὀποπάνακος γο αcʹ, ἐλαίου 〈γο〉 ὄγδοον, οἴνου ὄγδοον. ταῦτα εἰς ἡμέρας γʹ ἀρκεῖ τοῦ ζῴου τῇ κεφαλῇ. ὁσάκις δὲ δι‐ δοῖς, * ἐπίχεε. ὀξυγγίῳ δὲ καταπλάσσῃς τοὺς πόδας παλαιῷ,
5μετὰ δὲ ἡμέρας γʹ διακινήσῃς ὀλίγῃ γυμνασίᾳ, ἐὰν μὴ ὀρέγη‐ ται τὴν τροφήν.

16

Ἄλλος ἐγχυματισμὸς πρὸς τὸ αὐτ. Τρωγλῖτιν, ὀμ‐ φάκινον ἔλαιον, οἶνον παλαιόν, ταῦτα εἰς ἓν ταράξεις, ἵνα γένηται ξέστης Ἰταλικός. ἐγχυματίζεται δὲ διὰ τοῦ στόματος. ἐὰν ᾖ χειμών, εἰς θερμὸν οἶκον ἱστᾶν αὐτὸν περιβεβλημένον,
5καὶ πῦρ τιθέσθω χωρὶς καπνοῦ. ὁ δὲ οἶκος βʹ θυρίδας ἐχέτω ἀπέναντι ἀλλήλων, ἵνα δόσιν καὶ λῆψιν ἔχῃ ἡ διαπνέουσα δριμύτης καὶ μὴ 〈ᾖ〉 καταμένουσα ἐν τῷ οἰκήματι, σφηνοῖ γὰρ τὸ κτῆνος· δεῖ γὰρ αὐτὸ ἀπὸ τοῦ ἀέρος ἄνεμον ἕλκειν. ἐὰν δὲ θέρος ᾖ, μοναχὸν αὐτὸν ἱστᾶν ἐν οἰκήματι χωρὶς περι‐
10βολαίου θυρίδας ἔχοντι ὡς πλείονας.29

17

Φυλακτήριον πρὸς μᾶλιν παρὰ τοῦ φιλοσόφου. Μύρμηξ ψοφε, πέλωρος κεφαλὴν οὐκ ἔχει. ἔλαφον πιάσας ἀμέλξω. μυσίαν μαλαιτάτην καὶ ἀμαλαβανδα πιούρου ναζήλα ἀμελχανα βατεμανα, τεκουπατου,
5ἰαβραξ· γράψας ἐν χάρτῃ καθαρῷ ἢ κασσιτερίνῳ περίαπτε.

19

Ἐπαοιδὴ πρὸς μᾶλιν κτηνῶν. Μᾶλι ἀρθρῖτ’ ἀρθριτικ, κωφ, Ἑλληνικ, δειρ, ξηρ, κυ‐ νικ, ἀπουρητικ, ταυρικ, οὐ μή μου περιγέν, ἐπαΐζω σε.

20

Πρὸς πᾶσαν μᾶλιν. Μὴ ῥήξῃς τὸ κτῆνος τοῦτο, σαρρα, μάρρα, καμέτριξ Λύχνον τὸ λεγόμενον μελάμπυρον ἀλήσας καὶ καθαρῷ κοσκίνῳ σήσας κοχλιάρια γʹ, εἰς ὕδωρ εἰς σκεῦος χαλκοῦν
5βαλὼν τῇ ἑξῆς δίδου διὰ ῥινῶν.

21

Ἄλλο. Ἐν περιάπτῳ ἵππου προκατηρτικότος ἢ πρω‐ τοβόλου ἤτοι ἀβόλου, 〈οὗ〉 ὄνομα τόδε 〈καὶ ἥδε〉 χρόα τῆς μάλεως· ἀρθρῖτις, ἀρθριτικ, οὐ μὴ αὐτοῦ περιγενή‐ σεσθε, σαρραμαρρα καμετριξ γράφων ἐν χάρτῃ περίαπτε
5εἰς τὸ κάπιστρον.

22

Ποτὸν πρὸς μᾶλιν. Βικίου, φασουλίου, τήλεως, φάβατος, μυάγρου, σεμιδάλεως, βρόμου, ζειᾶς, τίφης, κρι‐
θῶν, κέγχρου, τὸ ἴσον ἐκ πάντων, τοῦ δὲ ὀρόβου τὸ cʹ ἀλέσας λεπτὸν καὶ σήσας καὶ φυράσας, ὥστε ζύμην γενέσθαι30
5[μετὰ βρώμου] πότιζε ἕκαστον ἵππον χοίνικα Ταουιανὴν ἐπὶ ἡμέρας ιεʹ ἢ ἑβδομάδας τρεῖς ἐγχυματίζων. ἢ προσφυσῶν λέγε· φεῦγε οὖν, κακὴ μᾶλι, διώκει σε Ποσειδών, καὶ ταῦτα· τρὶς ἑπτὰ θαλάσσια ζῷα, ζʹ ἄρκοι, ἑπτὰ λέον‐ τες, ἑπτὰ δελφῖνοι ἐδίωκον τὴν ἀγρίαν μᾶλιν.

23

Πρὸς μᾶλιν σπουδαῖον. Βάρβαρος, βαρβαρί‐ ζουσα, ζαβαχωρα, βαρβαρων πυρι, πυριτουμόλε, σῷζε τὸν φοροῦντα, γράψας ἐν χάρτῃ περίαπτε.

24

Ἄλλο. Γράψας [καὶ] περίαπτε· μορουατο εὐπρεπέ‐ στατε, ῥορουαδαμανευβρεατι καὶ τεμεστανα μαλχα, μαδαδα, πτουτιαμην, χουστι καὶ τιατεμ.

25

Ἄλλο. Αμιλιχαμουρουατοσακμαδαν εὐπρεπέ‐ στατε δαπουνη, βαθυαρουαζεμαντεστιν εὐπρεπε καὶ σεμναλεουθ.

26

Ἄλλο. Ὁ υιου ατοιουρουανα καὶ τῶν εὐπρετα‐ βενε μάλχα πιουνιβα καὶ ἀχιματατια.

29

Εὐμήλου πρὸς δύσπνοιαν ἤτοι μᾶλιν. Δύσπνοια ζῴοις πάθος ἐπικινδυνότατον. τοῦτο πολλοὶ μᾶλιν ὀνομάζου‐ σιν, ὅπερ Ἕλληνές τε καὶ Ῥωμαῖοι διεῖλον οὕτως· ἀρθρῖτιν ξηρὰν ὑγρὰν λευκὴν μέλαιναν. τῆς τοιαύτης οὖν νόσου ση‐
5μεῖα τάδε· τῷ παντὶ σώματι συμπίπτει, διὰ τῶν μυκτήρων ἰχῶρα 〈φέρει〉, πίνει πολὺ ὕδωρ, βήσσει σκληρῶς, πταίρεται συνεχῶς, χωλαίνει καθ’ ἕκαστον πόδα, τὰ ὦτα πιτυριᾷ καὶ
ἐπινενευκότα αὐτὰ φέρει, τὸ δέρμα αὐτοῦ σκληρὸν καὶ ἄγριον. τοῦτο τοίνυν συμβαίνει, ὁπηνίκα διὰ τῆς τοῦ πάθους ὠμό‐31
10τητος ἀποκλειομένων τῶν ἀρτηριῶν καὶ τραυματιζομένων λοι‐ πὸν τὸ κατὰ φύσιν ἐπὶ τὸν πνεύμονα μὴ παραγίνεται πνεῦμα. χρὴ τοίνυν κεχρῆσθαι θεραπείᾳ τοιαύτῃ· αἷμα ἐκ τοῦ σφον‐ δύλου καὶ τῶν σκελῶν λάμβανε, μίσγε τοῦτο οἴνῳ καὶ ἐλαίῳ καὶ τὸ σύμπαν ἀπότριβε σῶμα. εἶτα τραγακάνθου, σμύρνης
15καὶ λιβάνου ἀνὰ ὀβολοὺς βʹ, μῖξον τὸ λευκὸν τοῦ ᾠοῦ καὶ προσθεὶς μελίκρατον διὰ τοῦ στόματος ἔγχεε. τὴν δὲ τροφὴν ἐχέτω χλωράν, ἢ πάλιν Μηδικὴν οἰνελαίῳ ῥαντισθεῖσαν, κρι‐ θάς τε ὠπτημένας ἀλεύρου ὀροβίνου καὶ φάβατος μιγνυμέ‐ νων. ἢ ἀλεκτρυόνος σφαγέντος, τούτου τὰ ἔντερα καθαίρεται
20καὶ εἰς ὕδωρ ἄχρι ἡμισείας ἕψονται, καὶ προσβληθέντος νί‐ τρου καὶ ὑοσκυάμου ἀναλόγως καὶ θείου ἀπύρου 𐅻 αʹ πάντα οἴνῳ μιγέντα δίδονται διὰ στόματος ἐπὶ ἡμέρας γʹ. τινὲς δὲ καὶ ὀστέον κεφαλῆς κυνὸς λοιπὸν εὔθρυπτον λαβόντες καὶ σκίλλαν λευκὴν καλάμῳ κεκομμένην εἰς φοῦρνον ἐν ταὐτῷ
25κατοπτοῦσιν. ἅπερ λειώσαντες μετὰ οἴνου κοτυλῶν εʹ Κοριν‐ θίου καὶ ἐλαίου Ἀττικοῦ κοτυλῶν γʹ καὶ πεπέρεως λευκοῦ γο αʹ διηθήσαντες ἅπαντα 𐆅 αʹ διὰ τοῦ δεξιοῦ μυκτῆρος ἐκ‐ χέουσιν.

30

Ἄλλο εἰς δύσπνοιαν. Δύσπνοια ἡ ὑπὸ Ἑλλήνων ὀρ‐ θόπνοια ὀνομαζομένη γνωρίζεται, ὁπηνίκα τοὺς μυκτῆρας ὀρ‐ θοὺς ἔχει πῦά τε δι’ αὐτῶν φέρει καὶ τὰς λαγόνας ἕλκεται,
τοὺς ὀφθαλμοὺς ἀφεστῶτας ἔχει. θεραπεύσεις οὖν οὕτως·32
5αἷμα τοῦ σφονδύλου λάμβανε τοῦτό τε ὄξει καὶ ἐλαίῳ μίξας τὸ ζῷον ἀπότριβε. τροφῆς, καθ’ ὅσον ἐγχωρεῖ, ἀπεχέσθω, ἢ πάλιν τούτοις κεχρήσθω τοῖς θερμαίνειν δυναμένοις, τοῦτ’ ἔστιν ὀρόβοις, ἐρεβίνθοις, ἀλεύρῳ σιτίνῳ, τῷ δὲ θέρει κρι‐ θίνῳ. γιγνέσθω δὲ ἐγχυματισμὸς τοιόσδε· τραγακάνθης,
10ἕψημα, θέαφον, μίξας δὲ καὶ κυμίνου Αἰθιοπικοῦ ὅσον τρι‐ σὶν δακτύλοις λαβεῖν δυνηθῇς, οἴνῳ σύμπαντα μίξας δίδου ἐπὶ ἡμέρας ιβʹ ἢ καὶ κʹ ἢ καὶ πλεῖον, μέχρις οὗ ὁ πνεύμων θεραπευθῇ. ἐὰν οὖν τὸ τοιοῦτο μὴ συμβάληται, ῥίζαν ἐλλε‐ βόρου λίθῳ περιορυγεῖσαν εἰς τὸ στῆθος προσάγαγε ἢ εἰς τὰ
15τῶν ὤτων ἢ τῶν μυκτήρων ἄκρα, δι’ ὧν τὸ πᾶν νόσημα δια‐ φορηθήσεται. παστίλλους δὲ δι’ ὑδρομέλιτος δίδου κατα‐ σκευασθέντας ἐξ ἀγρίου σικύου ῥίζης καὶ βοτάνης προσωπί‐ τιδος καὶ κενταυρίου καὶ ἀμυγδάλων πικρῶν μέλιτι ἀληλιμμέ‐ νων, οὕσπερ προκατασκευάσας εἰς ταύτην φύλαττε τὴν χρῆσιν.
20ἢ ῥίζης μόρου λελειωμένης ὀβολοὺς βʹ εἰς οἶνον θερμὸν βα‐ λὼν διὰ τῶν μυκτήρων ἔγχεε. τὸν μέντοι ὀρθοπνοϊκὸν πρό‐ τερον γάρου κύαθον αʹ, ἐλαίου κυάθους βʹ, οἴνου κυάθους βʹ 〈μίξασ〉 τὴν κεφαλὴν κάθαιρε. οἷσπερ εἰ μὴ ὑπακούσει τὸ πάθος, ἀθεράπευτον ὑπάρχει τὸ νόσημα. ἐὰν δὲ διὰ μυκτή‐
25ρων πῦα φέρῃ, λιβάνου ἄρρενος γο αʹ μετ’ οἴνου κοτύλης αʹ
Ἀττικῆς λείωσον καὶ θερμάνας διὰ ἀμφοτέρων τῶν μυκτήρων ἔμβαλλε, δάφνης τε φύλλοις τὰς ῥῖνας θυμία. εἰ δὲ διὰ τοῦ μορίου ἀφῇ πῦον, ἀλεκτρυόνα καθεψήσας καὶ τὸ τούτου ὕδωρ διηθήσας πρόσβαλλε θεάφου λελειωμένου 𐅻 μίαν καὶ διὰ τοῦ33
30στόματος ἔγχει ἐπὶ ἡμέρας συναπτὰς θʹ. πρὸς ἀρχὴν δὲ ὀρθο‐ πνοίας χρήσῃ τούτῳ· σκώληκας σιτιστοὺς ἀπὸ ἀρτοκοπίου λειώσας ἀριθμῷ ζʹ καὶ οἴνου κυάθους ζʹ καὶ ἐλαίου κυά‐ θους βʹ, ἐν ταὐτῷ σύμπαντα μίξας καὶ χλιάνας διὰ μυκτήρων δίδου.

38

Τροχίσκος πρὸς ταῦτα τὰ κτήνη προλημπτικὸς μάλεως πάσης· τρὶς ἐγχυμάτισον μίαν παρὰ μίαν καὶ περι‐ γίνῃ θαυμαστῶς. Πετροσελίνου γο ϛʹ, κρόκου γο αʹ, σμύρνης γο βʹ, ἀβροτόνου γο δʹ, ὀριγάνου γο βʹ, ἐλέφαντος ῥίνισμα
5γο γʹ ἀναλάμβανε ὄξει δριμυτάτῳ καὶ ποίει τροχίσκους ἄγον‐ τας 𐅻 αʹ καὶ δίδου 〈ἐν〉 οἴνου λευκοῦ Ἰταλικῷ 𐆅 αʹ τροχί‐ σκον αʹ πώλῳ, τελείῳ βʹ. ψῦχε ἐν σκιᾷ· ἄκρως βοηθεῖ, δε‐ δοκίμασται.

47

Ξηρίον ἕτερον. Εἰ ἄρξηται ἵππος λεληθότως χωλαί‐ νειν καὶ οἱ τούτου πόδες φλεγμαίνωσιν, ὅπερ ἐστὶν ἐπικίνδυ‐ νον, ποιήσεις τοῦτο· ἀφαιμάξῃς αὐτὸν τὸν ἵππον ἐξ ἑκατέρων τῶν μερῶν τοῦ τένοντος αὐτοῦ εἰς τοσοῦτον, ὥστε αὐτὸν ἀτο‐
5νῆσαι, καὶ μετὰ ταῦτα στρύχνον μετὰ μέλιτος καὶ ὕδατος ὀμ‐
βρίου δίδου, ἕως δ’ ἂν ὑγιάνῃ.34

54

Ἰσχυρὸν βοήθημα ἰσχυρῶς βοηθοῦν. Ἰσχυρὸν βοήθημα τῇ πείρᾳ μεμαθήκαμεν τὸ διὰ τῆς ῥαφανίδος οὕτω ἐπικαλουμένης, ἣν ποιμένες Ῥωμαϊκῇ γλώττῃ * ἐπικαλοῦσιν, ἐλλεβόρου μέλανος ῥίζαν. αὕτη ἡ βοτάνη τίκτεται παρὰ Μαυ‐
5ρουσίοις πολλή, καὶ πᾶσι ζῴοις συμβαλλομένη τῇ ἀριστερᾷ χειρὶ πρὸ ἀνατολῆς ἡλίου διορύττεται καὶ ἀνασπᾶται. καὶ γὰρ οὕτως συναγομένη μείζονα δοκεῖ ἐνέργειαν ἔχειν. χαλκῷ τοί‐ νυν φιβλίῳ τὸ ἔνδον μέρος καὶ τὸ ἔξωθεν τοῦ ὠτίου τοῦ ζῴου περιχάραττε εἰς τύπον τοῦ γράμματος τοῦ ο[ν], ἔπειτα
10τὸ μέσον τοῦ κύκλου τῷ αὐτῷ φιβλίῳ τιτρᾶται καὶ ἐμβάλλεται εἰς τὴν αὐτὴν ὀπὴν ἡ ῥίζα τῆς προλεχθείσης βοτάνης ἐσφιγ‐ μένη πρὸς τὸ μὴ ἐκπεσεῖν αὐτήν. κἀκεῖθεν διὰ τοῦ αὐτοῦ ὠτίου πᾶς ὁ λοιμὸς διαφορεῖται, ἕως ἂν τὸ μέρος τοῦ περι‐ χαράγματος 〈τοῦ〉 ὠτίου διαφθαρὲν ἐκπέσῃ. Κορνήλιος δὲ
15Κέλσος τῆς αὐτῆς βοτάνης καὶ φύλλα μετ’ οἴνου λειωθέντα 〈διὰ〉 τῶν ῥινῶν ἐγχέειν ἐπιτρέπει. τοῦτο δὲ ὀφείλει γενέσθαι, εἰ ὅλη ἡ ποίμνη [ἤτοι ἀγέλη] κάμνει. εἰ δ’ οὖν, τὸ ἐπάνω
βοήθημα ἀρκέσει.35

56

Ἕτερον πρὸς αὐτ. Εἰ δὲ αὐτὰ τὰ ἄρθρα ἀποσκλη‐ ρύνεται, γίνωσκε τὸ ζῷον ὅτι ἐλεφαντιᾷ καὶ λοιμῷ κάμνει, ὅπερ θεραπεύσεις οὕτως· ἀφαιμάξας αὐτὸν ἐκ τῶν φλεγμαι‐ νόντων μερῶν ἐγχυμάτισον σκῦλον μικρὸν μετὰ πτισανῶν ἐπὶ
5ἡμέρας γʹ. μετὰ 〈δὲ ταῦτα〉 ἀφαίμαξον ἐκ τῆς μήτρας καὶ ἐγχυμάτισον μετὰ χυλοῦ τήλεως, καὶ πάλιν ἀφαιμάξεις αὐτὸν ἐκ τῶν ἄρθρων ὁμοίως, καὶ μετὰ ταύτην τὴν περιοδίαν προ‐ πότισον.

62

Ἄλλο 〈πρὸς δυσουρίαν. Γράφε καὶ περίαπτε θεοῦ ἐπίκλησιν ἐπικαλούμενος βαρναβαὰθ θ θ καὶ σεχθα‐ βαγγγγα. ἐπικαλοῦμαι καὶ θεὸν Ἀβραὰμ μμμ. λῦσον φλέβας σὺν δυσουρίᾳ καὶ ῥεῦσον ὡς ὁ Νεῖλος ποτα‐
5μὸς ὑπὸ μηδενὸς κατεχόμενος.

63

Πρὸς στραγγουρίαν. Ἀπιουσῆμεν, ὅ ἐστι σέλινον, γο βʹ, σαρξιφαγοῦς γο βʹ, †ἀροβαρώσου ὀποπάνακος γο βʹ, Συριακῆς γο γʹ, γεντιανῆς γο γʹ, ῥύτης γο βʹ, κροκομάγμα‐ τος γο αʹ, σμύρνης γο βʹ, πεπέρεως λευκοῦ κόκκους κʹ.

75

Ἄλλο 〈πρὸς κόπον. Κτῆνος ἐὰν κάμνον κοπιᾷ, ῥί‐ ζης λευκάνθης γο ϛʹ, ἀμπέλου λευκῆς ῥίζης γο ϛʹ, πλατάνου ῥίζης γο ϛʹ, ἀνήσου γο ϛʹ, σελινοσπέρμου γο ϛʹ, ταῦτα πάντα εἰς ὅλμον συντρίψεις καὶ ὑποστάθμῃ ἐλαίου 𐆃 γʹ, ὄξους
5𐆅 γʹ, ἐκεῖθεν τὸ κτῆνος συγχρίσεις.36

76

Θεομνήστου πρὸς τὸ αὐτ. Τούτους οἴνῳ καὶ μέ‐ λιτι ἐγχυμάτιζε ἴσοις χωρὶς φαρμάκου· ἐὰν δὲ τὰς λαγόνας ὑπὸ τῆς στενοχωρίας τοῦ πνεύματος ὀγκωθῇ, οἶνον μὴ δός, ἀλλὰ κρόκου τριώβολον μετὰ ὕδατος διὰ τῆς ἀριστερᾶς ῥινὸς
5ἐγχυμάτιζε.

78

Πελαγωνίου πρὸς αὐτ. Χρὴ τοῦτον ἀφαιμάξαι ἐκ τῶν βραχιόνων καὶ αὐτῷ τῷ αἵματι προσμῖξαι ἔλαιον μετὰ οἴνου. ὅθεν πᾶν τὸ σῶμα συμβάλλεται ἀποχρίεσθαι. δώσεις δὲ ποτὸν οἰνελαίῳ ἐμβάλας κόνιν τὴν λεγομένην κουδριγαρίαν.

90

Ἱπποκράτους πρὸς τοὺς ἰσχναινομένους. Ἐὰν ἵππος ἰσχνὸς ᾖ καὶ κάμῃ ἀποτιθεὶς τὸ σῶμα, λαβὼν ἄλλην τροφὴν δίδου ῥάνας οἴνῳ ὀρόβους τεθραυσμένους. δίδου 〈δὲ〉 καὶ βίκου τροφὴν καθ’ ἡμέραν ὅσον 𐆅 αʹ καὶ τὰς κριθὰς
5πεφρυγμένας ὅσον 𐆅 γʹ, καὶ ἔσται εὔρωστος καὶ παχύς. ἢ σῖ‐ τον πεφρυγμένον ὅσον χοίνικα ῥᾶνον ἅλμην καὶ δίδου καθ’ ἡμέραν μάζας. δίδου δὲ καὶ ψωμίσματα μετὰ ὀξυγγίου καὶ μέλιτος καὶ κριθίνου ἀλεύρου καὶ ὀρόβων λεπτῶν ἀναρρεραμ‐ μένων.

116

Περὶ παρισθμίων. Ἐὰν παρίσθμια γένηται, τὴν φλεγμονὴν περὶ τὰ ὦτα σχήσει. οὕτως θεραπευθήσεται· ζεστῷ ὕδατι τὸν τόπον ἀντλήσεις καὶ καταπλάσ[σ]εις διὰ κριθίνης. καὶ ἐὰν συστῇ ἐν τόπῳ, ἀνοίξεις σμίλῃ καὶ προσκέψῃ ἐπιμε‐
5λῶς. ἐὰν δὲ μὴ ὑπακούσῃ, καυτηριάσας ἐπιμελήσῃ.37

119

Πελαγωνίου εἰ γλάνδουλα σχῇ τῶν σιαγόνων. Αὔξονται σάρκες ἐκ ῥυπαρίας, ἅσπερ σιδήρῳ χρὴ ἀποτέμνειν καὶ καυτηριάσαι, καὶ μετὰ ταῦτα θεράπευσον οὕτως· φάβατι καὶ ἐλαίῳ ἐπὶ ἡμέρας ηʹ, ἐκεῖθεν νίτρῳ καὶ ὕδατι θερμῷ * *
5στακτῇ ἀπόπλυνον τὸ πάσχον μέρος, καὶ λοιπὸν οἰνελαίῳ ὄροβον ἠλησμένον ἐπίθες ἐπὶ γʹ ἡμέρας. μετὰ δὲ ταῦτα οἴνῳ καὶ ἀλεύρῳ κριθίνῳ θεράπευσον, ἕως ἂν ὑγιάνῃ.

120

Πρὸς αὐτ. Ὀξύγγιον παλαιὸν μετὰ καθαρισθέντων σκόρδων, κοπέντα καθαρῶς εἰς τὰς μαξίλας τοῦ ἵππου παρατίθει, οὐ μὴν ἀλλὰ καὶ τὰς φάρυγας αὐτοῦ ἐξ αὐτοῦ κατάχριε.

126

Πρὸς τοὺς ῥευματικοὺς εἰς τὰ σφυρὰ καὶ τὰς θέσεις. Καὶ τοῦτο εὔχρηστον· δι[α]φρυγοῦς ὁλκὰς λεʹ, κη‐ κίδος ὁλκὰς ιβʹ, στυπτηρίας στρογγύλης ὁλκάς βʹ.

135

Ἄλλο 〈πρὸς τὸ φλεμῖνα δίχα σιδήρου θερα‐ πεῦσαι. Κάλλιον δὲ βοήθημα, εἰ βλάχνου ῥίζαν καὶ ὄρο‐ βον κόψεις ἐν ὅλμῳ μετὰ σύκων Ἄφρων· χρῶ ὡς ἀληθεστάτῳ.

136

Πρὸς τὸ ἐκρῆξαι τὴν φλεμῖναν. Συκῆς ῥίζαν, ὄροβον, ἀξούγγιον μετὰ ὄξους συγκόψας καὶ ἐπιπλάσ[σ]ας εἰς
ὀθόνιον χρῶ.38

137

Πρὸς τὸ ἐπᾶραι φλεμῖναν. Σινήπεως Ἀλεξανδρη‐ νῆς γο ϛʹ, καρδάμου Ἀλεξανδρηνοῦ γο ϛʹ, σύκων Ἄφρων γο βʹ, ἀξουγγίου παλαιοῦ γο βʹ, ὄξους τὸ ἀρκοῦν.

142

Πρὸς νεῦρα τὰ τῶν ἄρθρων ἤτοι λεπτ. Κυπα‐ ρίσσου φύλλα κόψας καὶ λειώσας τούτοις ἐπίβαλλε κρίθινον ἄλευρον καὶ ἕψησον μετὰ οἴνου καὶ ἐλαίου ἀκροῦντος καὶ ποιήσας ἐμπλαστρῶδες βάλλε εἰς ὅλμον, καὶ μετὰ ἰαρίου
5Γαλλικοῦ * * καλῶς καθεψημένου καὶ λεπτοποιηθέντος μετὰ τὸ συγκοπῆναι ἀνελὼν χρῶ ὡς ἐμπλάστρῳ ἐπιπλάσσων καὶ ἐπιδεσμῶν. ὅμως δὲ πρὶν ἢ τὸ κατάπλασμα μιγῆναι πρότερον σκόρδον Γαλλικὸν κεκαθαρμένον μετὰ ἐβίσκου καθεψημένου καὶ ὀλίγης ἀξουγγίας κόπτεις, καὶ οὕτως ἐπιβάλλεις τὸ
10κατάπλασμα τὸ ἐκ τῶν κριθίνων ἀλεύρων καὶ τῶν φύλλων τῆς κυπαρίσσου. τοῦτο ποίει ἐπὶ ἡμέρας θʹ, οὕτω μέντοι, ὥστε σε καθ’ ἡμέραν θεραπεύειν.

145

Πρὸς τὰ λεπτὰ τῶν ὀστέων ἤτοι νεῦ〈ρα. Πρὸς τὰ προγεγραμμένα ἤγουν νεύρων φλεγμονὰς ἢ ῥαγάδας τὰς ἐν νεύροις ἢ καὶ τὰ ἀπὸ ἅρματος πλήγματα, ἢ εἰ καὶ χυμός τις συρρεύσει, ταύτῃ χρῆσαι τῇ θεραπείᾳ· μάννης γο βʹ, ὄξους
5αὐστηροῦ 𐆅 cʹ, εὐφορβίου γο βʹ, δαφνοκόκκων γο βʹ, πίσσης ὑγρᾶς γο δʹ, θείου ἀπύρου γο βʹ, ἀξουγγίου χοιρείου 𐆃 αʹ, σινήπεως Ἀλεξανδρηνῆς γο γʹ, κυμίνου γο γʹ, ἀψινθίου χλω‐ ροῦ Ἄφρου γο ϛʹ, ἀσβέστου γο γʹ, σφέκλης γο ϛʹ, λιβάνου
ἄρρενος γο γʹ, ῥητίνης τερεβινθίνης γο ϛʹ, ἀλεύρου ὀροβίνου39
10γο γʹ, κόπρου περιστερᾶς γο ϛʹ, πάντα συμμίξας χρῶ ἀρίστῳ βοηθήματι. καὶ γὰρ σκληρίας διαλύει καὶ σύμπαντα τὰ λοιπὰ θεραπεύει.

151

Πρὸς 〈τραῦμα ἐν τοῖς κοίλοισ. Τραύματος δὲ γενομένου ἐν τοῖς κοίλοις, ὥστε τὸν ἐπίπλουν προπεσεῖν καὶ τὰ κόπρια φέρεσθαι ἐκ τῆς κοιλίας καὶ τὸ ὕδωρ, μὴ ἀπελπί‐ σῃς· γίνεται γὰρ ὑγιὴς καὶ συνσαρκοῦται. διάχριε δὲ τὸν τό‐
5πον τῷ ἁλὶ καὶ τῇ πίσσῃ, καὶ ἐὰν ἔντερον προπέσῃ καὶ ὑγιὲς ᾖ, ἀνώσασθαι δεῖ, καὶ ἔσται ὑγιής. ἐπίπλουν δὲ προπεσόντα ψαλίζειν δεῖ.

154

Κατάπλαστος πρὸς τὰς ἐκ φλεβοτομίας φλεγμο‐ νάς. Κατάπλαστος ἡ δι’ ἀσβέστου, ἁρμόζει δὲ τοῖς φλεβοτο‐ μουμένοις ἐκ τοῦ βραχίονος, ἐὰν γένηται ἐπιρρευματισμὸς καὶ φλεγμονή, καὶ τοῦτο ἐμπλάσσοντας εἰς ὀθόνιον ἐπιδεσμεῖν·
5ἀσβέστου, χαλκίτιδος, ἀριστολοχείας τὸ ἴσον, ἢ κάνναβιν ἀγρίαν ξηράναντας καὶ κόψαντας χρῆσθαι.

155

Ἱεροκλέους περὶ φλεβοτόμου αἱμορραγίας. * * τὸ ἴσον μέλιτι ἐπιχέων χρῶ τοῖς ἐκ φλεβοτομίας κακωθεῖσιν, ὡς καὶ αἱμορραγίαν γενέσθαι. ἁρμόζει τοῖς φλεβοτομουμένοις ἐκ τοῦ βραχίονος, ἐὰν γένηται ἐπιρευματισμὸς καὶ φλεγμονή,
5τούτοις ἐμπλάσσοντας ἐπιδεσμεῖν ἀσβέστου κτλ.

156

Ἀφλέγμαντον. Κίρκη καὶ Μήδεια ἐκαθέζοντο πρὸς ἀνατολὰς ἡλίου, ἐζήτουν τὸ ἀφλέγμαντον εἴτε ἀπὸ λίθου εἴτε ἀπὸ ξύλου εἴτε ἀπὸ κυνοδήκτου. τὸ γὰρ ἕλκος ἀνήλιόν ἐστιν.

164

Πελαγωνίου εἰ ἵππος αἰδοῖον χαλάσας μὴ δυ‐ νηθῇ ἀνακαλέσασθαι. Φούσκᾳ ψυχρᾷ συνεχέστερον ἐκεῖνο τὸ μέρος ἀπαντλήσεις καὶ εὐθέως θεραπεύσεις.40

184

Ἱπποκράτους περὶ χωλείας ὤμου καὶ βραχίο‐ νος, ἐὰν τὸ νεῦρον τὸ ἐν τῇ κοτύλῃ ἀποσπασθήσεται τρέχων καὶ βαδίζῃ μακρότερον καὶ ἐπαίρῃ τὸν πόδα, καὶ ἐὰν πέσῃ εἰς τὴν κοτύλην, ἐὰν ἀποτρέχῃ. σύγχριε οὖν οἰνελαίῳ συν‐
5εχῶς, ἵνα μὴ ῥευματισθῇ καὶ μείνῃ, καὶ αἷμα ἀφαίρει ἀπὸ τοῦ βουβῶνος καὶ κατάχριε καυστικῇ. ἐὰν δὲ μὴ παύσηται, καίειν τροχὸν κατὰ τῆς κοτύλης ἔχοντα πυρῆνας ὀρθούς.

201

Πρὸς 〈θλάσμα. Γράψον εἰς τὸν ὄνυχα τοῦ πάσχον‐ τος ποδὸς τοῦ ζῴου τὸ ὄνομα τοῦ ἰδίου δεσπότου.

202

Ἄλλο. Γράψον ὑπὸ τὴν στεφάνην τοῦ ζῴου μετὰ μα‐ χαιρίου· ἰλὼψ ἰχθὺς νῆσος.

203

Ἄλλο. Λαβὼν κάνναβιν ποίησον κόμβους τρεῖς, ἐπὶ ἑκάστου κόμβου ἐπιλέγων· εἰς θλάσιν σε ἐφελκύω, ἀπο‐ λιθώθητι, ἀποξυλώθητι, ἀποκορδυλώθητι. καὶ μετὰ τὸ δῆσαι τὰς γʹ δέσεις περιτιθεῖς τὸ μεσοκύνιον τοῦ ζῴου
5πάλιν ἀποδεσμῶν ἁπλαῖς δέσεσι γʹ ταὐτὰ ἐπιλέγων, καὶ τότε κόψας μαχαίρᾳ ῥῖπτε χαμαί.

204

Ἱπποκράτους πρὸς αὐτ. Ἐὰν ἔσω θλάσμα γένη‐ ται, σημεῖα ταῦτα, ἐὰν μὲν τὸν ἔμπροσθεν παρεπαίρῃ πόδα καὶ 〈μὴ〉 θαρρῶν τίθησι τὸν ὄνυχα, ἐάν τε πάλιν τὸν ὄπι‐ σθεν, εἰ ἀκρονυχίζει διπλῶς καὶ διάπυρός 〈ἐστι〉. θεραπεύ‐
5σεις οὖν οὕτως· περιχαράξας τὴν ὁπλήν, ἐὰν αἴσθῃ, ὅτι ἐπι‐ μένει, κατάπλασσε κριθὰς ἑψημένας ἐν ὕδατι, ἢ πίτυρα ζεστὰ φυράσας καὶ μίξας παλαιὰν κόπρον μὴ πολλὴν κατάπλασσε, ἐὰν δὲ ἐπιμείνῃ, ἀνασκεύαζε. ἐὰν δὲ τὸ ὀστάριον τὸ ἐν τῇ χελιδόνι φανῇ, μέλιτι καὶ ὄξει χρῷ καὶ ὀλίγῳ δι’ ἐλ〈λ〉υχνίου41
10μοτῷ ἐπὶ ἡμέρας. εἶτα στύμμα τι ἐπιτίθει, κυπαρίσσου φύλλα λειοτριβήσας μετὰ ὄξους ἢ μυρίκης φύλλα. ὁμοίως δὲ ἐπιτίθει ἢ σιδίων κέλυφα· ἑψήσας ἐν ὄξει καὶ λεάνας ἐπίθες ἢ ξηρὰ κόψας ἐπίπασσε, ἢ χάλκανθον καὶ κηκίδας κόψας ἐπί‐ πασσε προαποπλύνας ὄξει.

206

Πελαγωνίου πρὸς αὐτ. Δακτυλίδιον σιδηροῦν ἔχον γλύμμα λέοντος καὶ ἐπάνω ἀστέρα ὑποκάτω τῆς γούλας κρέ‐ μασον καὶ θαυμάσεις.

210

Ἑλκῶν φάρμακον μαλακόν. Κηροῦ στατῆρας ιϛʹ, ῥητίνης Κολοφωνίας στατῆρας βʹ, στέατος ὑείου νεαροῦ στα‐ τῆρας ηʹ καὶ αἰγείου στατῆρας ηʹ, πίσσης ἑφθῆς στατῆρας βʹ, λιθαργύρου ὁλκὴν αʹ, στυπτηρίας σχιστῆς ὀβολοὺς γʹ, μάννης
5λιβάνου ὁλκὰς δʹ, σμύρνης ὀβολοὺς βʹ, μέλιτος ἡμικοτύλιον, λιβανωτοῦ ἄρρενος ὀβολοὺς βʹ, χαλβάνης ὀβολοὺς γʹ, ἐλαίου κοτύλην αʹ, ἕψει προσβαλὼν τὸν κηρὸν καὶ τὰ στέατα καὶ τὴν ῥητίνην καὶ τὸ ἔλαιον καὶ τὴν πίσσαν, εἶτα τὸ μέλι. ὡσὰν δὲ συγχυθῇ, τότε βάλλε τὰ λοιπὰ τρίψας εἰς λεπτὰ καὶ ἕψει,
10μέχρις οὗ ἐπιστάζοντί σοι πτερῷ ἐπὶ τὸν ὄνυχα πήσ〈σ〉ηται. καὶ τότε ἆρον καὶ βάλλε εἰς ἕτερον ἀγγεῖον. τούτου ἡ ὑπο‐
στάθμη ἁρμόζει ἀνθρώποις πρὸς τὰ ῥυπαρὰ ἕλκη ἐπιτιθε‐ μένη ἔμμοτος, καὶ αὐτὸ δὲ πελιώματα βαστάζει καὶ εἰς τὰ λοιπὰ καθόλου εὔχρηστον, ἐκτὸς ἐναίμου καὶ κατακαύματος.42
15ἐν δὲ τοῖς κτηνικοῖς κωλύει τὰς μυΐας προσκαθίσαι κατα‐ χριόμενον.

211

Ἄλλο μαλακόν. Ἐλαίου κοτύλην αʹ, κηροῦ στατῆρας ιϛʹ, ῥητίνης Κολοφωνίας στατῆρας γʹ, ταῦτα ἑψήσας εἰς ἄλλο ἀγγεῖον βάλε καὶ χρῶ ἐλαίῳ διεὶς τὸ φάρμακον καὶ καταχρίων τὰ ψιλώματα, καὶ ἔσται ὑγιής.

214

Κατάπλαστος πρὸς τὰ ὑπερέχοντα, ἀγαθὴ πρὸς τὰ ὑπερσαρκώματα καὶ κοῖλα ἀνάγουσα. Ἄσβεστον, πίτυν, χαλκίτην, ὀρόβινον, ἴσον ἑκάστου μίξας καὶ ποιήσας λεῖα χρῶ, ἢ ἀσφοδέλῳ. καὶ τὰ σίδια κοπέντα καὶ σησθέντα
5χρήσιμα.

216

Ἑλκῶν καθαρτικ. Κάνναβιν ἀγρίαν κόψας κατά‐ πλασσε, ἢ ἀσάρου ῥίζαν, ἢ καὶ ὀρόβου ἄλευρον μετὰ μέλιτος χρηστοῦ, ἢ τιθύμαλλον κόψας μετὰ νίτρου καὶ μέλιτος, ἢ ἡλιοτρόπιον τὸ ἄρσεν, ὃ λέγεται σκορπίουρος, κόψας μετὰ
5νίτρου χρῶ.

217

Ἄλλο. Ἄριστον δὲ καὶ τοῦτο· ἄλευρον κρίθινον καὶ κράμβης φύλλα κόψαντα μῖξαι καὶ καταπλάσσειν. τοῦτο τάχιστα
ἐκκαθαίρει τὰ ὄστρακα ἐκ τοῦ νώτου ἢ ἥλους λεγομένους.43

218

Ἄλλο. Πρασίου λιβανωτοῦ τοῦ λεγομένου μετὰ νί‐ τρου τὸ αὐτὸ ποιεῖ. κυπάρισον ἢ πολίου φύλλα κόψαντας ἐπιτιθέναι.

219

Ἄλλη κατάπλαστος πρὸς τὰ βάθη. Ἀσβέστου, χαλκίτιδος τὸ ἴσον χρῶ, ἢ ἀριστολοχείας, ἢ κάνναβιν ἀγρίαν ξηράνας καὶ κόψας χρῆσαι.

220

Πρὸς τοὺς σκώληκας τοὺς ἐν τοῖς ἕλκεσι. Χα‐ μαιλέοντος ῥίζαν κόψας ἔμπασσε ἢ χάλκανθον, ἀσβέστου, τὸ ἴσον ἑκατέρου, τὸ αὐτὸ γὰρ ποιεῖ.

221

Ἄλλο πρὸς ἕλκη. Ἄριστον δὲ καὶ τοῦτο πρὸς τὰς ἀποκαύσεις καὶ τὰ λοιπὰ τῶν ἑλκῶν· χαλκάνθου ὁλκὰς βʹ, στυπτηρίας σχιστῆς ὁλκὰς βcʹ, μίσυος, χαλκίτιδος ἀνὰ ὁλ‐ κὴν αʹ, ἰοῦ ὁλκῆς cʹ, ταῦτα τρίψας λεπτὰ ὄξος λευκὸν ἐπίχεε.
5ἑψεῖν δὲ ἐν χαλκῷ, ἕως ἂν ἐκζέσῃ, καὶ πάλιν τρῖβε προσεπι‐ βαλὼν μυρσίνης ὁλκὴν αʹ, σιδίου ὁλκὴν cʹ, κηκίδος ὁλκὴν cʹ. ταῦτα τρίψας ἀπόθου καὶ χρῶ μετὰ ὄξους.

222

Ἄλλο. Σίδια βρέξας νυκτοήμερον ἐν οἴνῳ μέλανι αὐ‐ στηρῷ, ὡς τὸν οἶνον ὑπερέχειν τῶν σιδίων, ἕψει παρεγχέων ἀμόργης διπλάσιον τοῦ οἴνου, καὶ τρίψας διήθησον, καὶ τὰ μὲν ξυλώδη ῥῖψον, πρὸς δὲ τὸ διηθημένον μίξας στυπτηρίαν
5καὶ λιβανωτὸν ἕψει. ποιήσας τὸ πάχος μέλιτος ἀποθέμενος τούτῳ χρῶ μετὰ ὄξους. ὑγιαζομένου δὲ τοῦ ἕλκους ἁπαλὸν
ποίει τὸ φάρμακον 〈ὡς κηρωτήν〉.44

225

[κηρωτή.] Ἀρίστη βοτάνη ἐπὶ τῶν οἰδημάτων καὶ ἀποστημάτων καὶ κόλπων καὶ τραυμάτων, μά‐ λιστα τῶν κατὰ νεῦρον, καὶ ὅσα τῶν ἑλκῶν λειπό‐ δερμα ἢ λειπόσαρκα. Λέγεται μὲν ἀλθαία, ὑπό τινων
5δὲ μολόχη, Ῥωμαϊστὶ δ’ ἔβισκος, παρὰ Σαρμάταις δὲ καὶ Γέταις καὶ Θρηξὶν ἄρισπις. δεῖ ὀρύσσειν τὴν ῥίζαν καὶ τὴν ἐντεριώνην ἐξαιροῦντας ῥίπτειν, τὸ δὲ λοιπὸν ὀπτῶντας ἀξουγ‐ γίῳ μῖξαι καὶ συγκόπτειν αὐτὸ καὶ ἐμπλάττοντας εἰς ῥάκος ἐπι‐ τιθέναι. ὡσαύτως καὶ π’ ἀνθρώπων ποιεῖ, μάλιστα δὲ
10τοὺς κόλπους παρακολλᾷ. ὅσοι δὲ ἑψοῦσιν αὐτὴν ἁμαρτά‐ νουσιν, 〈τὴν γὰρ δύναμιν αὐτῆς λαμβάνουσιν.〉 ἡ μὲν 〈οὖν〉 ἀλθαία οὐ ῥᾳδίως εὑρίσκεται, φυομένη ἐν τοῖς τῆς Ἀσίας τό‐ ποις ἢ Σικελίας πανταχοῦ. εὑρίσκεται δὲ ἐν τῇ Σμύρνῃ ἐν τῷ Μέλητι ποταμῷ. ἔστι δὲ ἑτέρα βοτάνη λεγομένη ἀναδεν‐
15δρομολόχη, ὑπό τινων †σαλκι, ἧς ἐστι τὸ φύλλον πλατύ‐ τερον. ταύτης τὴν ῥίζαν ὡσαύτως σκευάζοντας καθὼς ἐπάνω
γέγραπται χρῆσθαι. τὰ αὐτὰ γὰρ παρέξεται ἔν τισιν.45

228

Σηπτικόν. Ἀρρενικοῦ ὁλκὰς βʹ, λεπίδος χαλκοῦ ὁλ‐ κὴν αʹ, σανδαράχης ὁλκὰς βʹ, ταῦτα τρίψας λεῖα χωρὶς ἕκαστον καὶ πάλιν ἐν τῷ αὐτῷ μετὰ ἐλαίου κεδρίνου ἑνώσεις. ἐὰν δὲ τὸ κέδρινον μὴ ἔχῃς, μετὰ ἀγρίου σικύου χυλοῦ τρῖβε, τὸ αὐτὸ
5γὰρ ποιεῖ.

229

Ἄλλο. Ἁλὸς ὁλκὰς βʹ, μάλιστα δὲ ὀρυκτοῦ, καὶ ἀρ‐ σενικοῦ ὁλκὴν αʹ.

230

Ἄλλο. Ἐλλεβόρου ὁλκὰς βʹ, χαλκίτιδος ὀπτῆς τὸ ἴσον μέλι ἐπιχέων χρῶ.

232

Τραυματικόν. Μέλιτος κοτύλην αʹ, ἀμουργίου ἑφθοῦ κοτύλας δʹ καὶ σάκκου κατακεκαυμένου 〈καὶ τετριμμέ‐ νου〉 λείου στατῆρα αʹ, ἀριστολοχείας τὸ ἴσον, 〈βιβλίου κεκαυ‐ μένου στατῆρα αʹ〉 τρίψαντα βαλεῖν εἰς λοπάδα καὶ ἑψεῖν,
5ἕως ἂν δίεφθον γένηται. καὶ 〈ὅταν〉 πήγνυται, ἆρον συντό‐ μως, (εἰ δὲ μή, προσκαήσεται) καὶ κατάχει εἰς ἕτερον ἀγγεῖον καὶ χρῶ.

233

Διαλυτικόν. Περιστερινῆς κόπρου μέρος αʹ, νίτρου 〈τὸ〉 δʹ, ἁλὸς τὸ ἴσον τῷ νίτρῳ, στέατος αἰγείου τεθεραπευ‐ μένου τὸ διπλάσιον τῆς περιστερινῆς, κηρωτῆς τὸ ἥμισυ τοῦ
στέατος. προ[σ]τρίψεις τὸ ἅλας καὶ τὸ νίτρον καὶ τὴν περι‐46
5στερέαν μετὰ ὄξους δριμέος, καὶ τότε βάλῃς κόψας τὸ στέαρ ἐπὶ πᾶσι καὶ τὴν κηρωτήν, καὶ συλλεάνας εἰς ὀθόνιον ἐμ‐ πλάσσων χρῶ ἐπὶ τῶν σπασμάτων τοῦ νεύρου ἐν τῇ κοτύλῃ ἀνιεὶς εἰς τὸ ὑπερέχον κονδύλωμα. ἔστι δὲ ἄριστον καὶ π’ ἀνθρώπων πρὸς πᾶσαν φλεγμονήν, μάλιστα ἐπὶ τῶν βου‐
10βώνων τῶν ἐν ἀρχῇ καὶ πρὸς ἐρυσίπελα καὶ πρὸς κυνόδηκτα καὶ ἐπὶ τῶν αἰδοίων, ὅταν ᾖ φλεγμονή, ἐμπλασσόμενον εἰς ὀθόνιον.

234

Καθαρτικὸν ἑλκῶν. Σταφίδα ἥμερον καὶ ἄλευρον ὀρόβινον καὶ σικύου ἀγρίου ῥίζαν κόψαντα μῖξαι καὶ μέλι ἐπιχέοντα[ς] χρῆσθαι. ἔστω δὲ ὁ σίκυς πλείων βραχύ.

235

Λιπαρὰ σύνθεσις. Ψιμυθίου καὶ λιθαργύρου ἴσον ἑκατέρου, βαλὼν εἰς θυῖαν τὴν λιθάργυρον καὶ προλεάνας, εἶτα τὸ ψιμύθιον, καὶ τρίψας ἐπιχέειν, παρεμβαλὼν ἓν παρ’ ἕν, ἔλαιον καὶ οἶνον τὸ ἀρκοῦν πρὸς τὴν χρῆσιν. ἔστω δὲ ὁ
5οἶνος λευκὸς καὶ εὐώδης καὶ τὸ ἔλαιον καλόν. ἔστι δὲ 〈ἀγαθὴ〉 πρὸς πάντα τὰ τετράποδα· τὰ κοῖλα τῶν ἑλκῶν ἀνάγει ἔμμοτος ἐπιτιθεμένη, καὶ τὰ ῥυπαρὰ δὲ ἀνακαθαίρει καὶ τὰ καθαρὰ δὲ συνάγει, μάλιστα δὲ τὰ ἐν τοῖς τραχήλοις τῶν ὑπο‐ ζυγίων ἁπάντων, καὶ τὰ κατακεκαυμένα ἀπουλοῖ. ποιεῖ δὲ καὶ
10π’ ἀνθρώπων καλῶς πρὸς παρατριβὰς καὶ ἀποτρίψεις καὶ ἐξανθήματα καὶ τὰ ἔνικμα ἕλκη καὶ λειπόσαρκα καὶ ψιλώ‐ ματα 〈καὶ κοῖλα〉 ἔμμοτος χρωμένη καὶ πρὸς κατακαύματα.47

236

Λιπαρὰ ἄλλη. Λιθαργύρου γο αʹ, ψιμυθίου γο αʹ, στέατος χοιρείου 𐆃 αʹ, ῥοδίνου τὸ ἀρκοῦν. προλείου τὴν λιθάρ‐ γυρον καὶ τὴν μάννην, εἶτα τὸ ψιμύθιον.

237

Ἄλλη ἀπὸ τῆς Ἀντωνίνου διφθέρας τῆς ἰατρι‐ κῆς. Λιθαργύρου γο γʹ, ψιμυθίου γο γʹ, κηροῦ 𐆃 γʹ, στέα‐ τος χοιρείου 𐆃 γcʹ.

238

Πρὸς κατακαύματα τῶν μωλώπων. Χαλκοῦ ἄν‐ θος ἐν ὄξει ἑφθῷ πάχος ἔχοντι μέλιτος τρῖβε.

239

Πρὸς τὰ ῥυπαρὰ ἕλκη καὶ νομὰς ἔχοντα ἄρι‐ στον βοήθημα. Στυπτηρίαν φορίμην καὶ μέλι ἑψῶν χρῆσο ἔμμοτον· ὡσαύτως καὶ π’ ἀνθρώπων χρῆσο. ἕψει δὲ μα‐ λακῷ πυρί, ἀναβαίνει γὰρ ταχύ.

240

Πρὸς τραύματα καὶ ἕλκη. Πρὸς δὲ τραύματα καὶ ἕλκη αὐτόματα γινόμενα ἢ ἐξ αἰτίας τινὸς καὶ σκολοπήματα εἰς τοὺς πόδας κατὰ νεῦρον ἄριστον βοήθημα χρῆσθαι ἐν αὐτοῖς ἁλὶ λεπτῷ καὶ πίσσῃ ὑγρᾷ χρίοντας.

243

Πρὸς κοχλίον κτήνους καὶ ὑπερσαρκώματα. Ἰοῦ 〈μέρη *〉, μίλτου βʹ, χαλκίτεως αʹ, χαλκάνθου αʹ τρίψας καὶ σήσας ἐπίπασσε.

244

Πρὸς ἕλκη. Ἐλαίου σχ[ο]ινίνου 𐆃 ιαʹ, κηροῦ 𐆃 ιαʹ, στέατος χηνείου 𐆃 ιαʹ, ὑσώπου γο δʹ, ἰοῦ, χαλβάνης, ἀπτῆρος ἀρσενικοῦ ἀνὰ γο ϛʹ, ῥητίνης γο ϛʹ, στύρακος 𐆃 αʹ, ῥητίνης Κολοφωνίας 𐆃 αʹ, ῥητίνης τερεβινθίνης 𐆃 αʹ, μάννης 𐆃 αʹ,
5κώνης 𐆃 αʹ, ῥουβρίκας 𐆃 αʹ, σεμιδάλεως 𐆅 δʹ, οἴνου τὸ
ἀρκοῦν.48

245

Τὸ Ξενοκράτους σαρκωτικόν. Ἴρεως 𐅻 ιʹ, ὀρό‐ βου 𐅻 κʹ, λιβάνου 𐅻 εʹ, ἀριστολοχείας 𐅻 εʹ, λείωσον πάντα ἰδίᾳ καὶ οὕτως μῖξον.

246

Ξηρίον τὸ διὰ καρύων. Καρύων χλωρῶν φλοιόν, ἀσβέστου, τρυγὸς οἰνηρᾶς, πάντα ἴσα λειώσας χρῶ.

248

Εὐμήλου πρὸς ἕλκη διάφορα. Ἕλκη παντοῖα θεραπεύσεις κυκλαμίνου ῥίζης σποδιὰν μετὰ κριθίνου ἀλεύ‐ ρου καὶ μέλιτος ἀναλαβὼν καὶ ἀποτιθέμενος. εἰ δὲ βαθύτερα εἴη, μίλτον μέλιτι μίξας καὶ μοτὰ χρίσας εἰς τὰ τραύματα ἔμ‐
5βαλε καὶ ῥάκος ἄνωθεν ἐπίθες καὶ σπόγγον ὀξυκράτῳ βρέξας ἐπάνω θὲς καὶ ἐπίδησον. θεραπεύουσι δὲ καὶ κηκῖδες λελειω‐ μέναι καὶ χυλὸς πρασίου μετὰ αἰθάλης, ἢ φλοιὸς μήλων ἐρυ‐ θρῶν, ἢ ἀμπέλου φλοιὸς καυθεὶς καὶ ἀποτεφρωθεὶς καὶ λεῖος ἐπιπασσόμενος. εἰ δὲ ξηραίνοιτο τὰ τραύματα, κρίθινον ἄλευ‐
10ρον φρύξας καὶ βαλὼν 𐆃 αʹ, ῥητίνης γο ϛʹ καὶ οἴνου κυά‐ θους δʹ καὶ ἐλαίου ἴσον συνέψησον καὶ χλιαρὸν κατὰ τοῦ τραύματος ἐπιτίθει. τούτῳ τῷ τρόπῳ καὶ τὰ τῶν ἀνθρώ‐ πων κιρσώδη θεραπεύεται σκέλη. εἰ δέ γε φλεγμονὴ παρα‐ κολουθήσει, σικύου ἀγρίου ῥίζαν καὶ ἀγρίου συκῆς φύλλα
15μετὰ ὄξους καὶ μέλιτος λειώσας ἐπίθες. εἰ δὲ ῥυπαρὸν τὸ ἕλκος εὑρεθείη, τιθύμαλλον μετὰ μέλιτος καὶ νίτρου καὶ στα‐ φίδος καὶ ἀλεύρου ὀροβίνου λειώσας ἐπίθες. ἐὰν δὲ ἑλκωθῇ ἔντερα καὶ πῦον καθαρὸν φ〈έρ〉ῃ, θεραπεύσεις οὕτως· θεα‐ φίου γράμματα γʹ, ἀσφάλτου γράμματα γʹ, κύμινον καὶ σα‐
20γάπηνον λειώσας καὶ οἴνῳ μίξας τοῖς ἄλλοις πρόσβαλε, ἐπὶ ἡμέρας θʹ διανείμας τὸ βοήθημα διὰ τοῦ ἀριστεροῦ μυκτῆ‐ ρος ἔμβαλε.

249

Περὶ τῶν ἐν στόματι ἑλκῶν. Τὰ δὲ ἐν στόματι
ἕλκη κηκῖδι ἐρυθρᾷ κεκομμένῃ θεραπεύεται τῆς γλώσσης κρατουμένης, ὥστε ἐγκαθεσθῆναι τὸ βοήθημα, εἶτα σπόγγῳ οἴνῳ βεβρεγμένῳ ἀποπλύνων κατάμασσε.49

250

Περὶ τῶν ἐν τοῖς τραύμασι τριχῶν καὶ περὶ λύσσης βοῶν. Εἰ ἐν τοῖς τραύμασι τρίχες φύουσαι μὴ συγχωροῦσ[α]ι οὐλὴν ἐπιγίνεσθαι τῷ τραύματι, καρκίνον καὶ ἀγριοσταφίδα λειώσας εἰς ὄξος καὶ θερμάνας ἐπιτίθει τῷ
5τραύματι, ἢ ῥοῦν Συριακὴν μετὰ σατυρίου καὶ ἅλατος ἀμ‐ μωνιακοῦ λειώσας ἐν ταὐτῷ καὶ μίξας μέλι ἕψησον καὶ χρῶ. τὸ αὐτὸ δὲ καὶ βουσὶν ὑπὸ λύσσης δοκιμαζομένοις χρήσιμον.

252

Θεομνήστου πρὸς σηπεδόνας τὰς ἐν στόμασιν. Χαλκίτεως ὀπτῆς διαπύρου γεγενημένης τρῖψον μετὰ μέλιτος, ἵνα λειότατα γένηται, καὶ βάλε εἰς πυξίδα καὶ χρῶ πρὸς ση‐ πεδόνας καὶ νομὰς τὰς ἐν στόμασι καὶ πανταχοῦ.

253

Πρὸς τὰ ὑπερσαρκοῦντα πλαστὸν φάρμακον. Ἄσβεστον ἄβροχον, χαλκῖτιν, ὀρόβινον ἄλευρον, ἴσα πάντα καὶ πίτυος, λεῖα ἔχων ἐπίπασσε. τοῦτο δὲ καὶ τὰ κοῖλα πληροῖ.

257

Τραυματικὰ εὐπόριστα. Ἁπλᾶ ἡμῖν ἐπινενόηται διὰ τὸ πολλάκις ἐν ὁδοιπορίαις συμβαίνειν ὑποζύγια τιτρώ‐ σκεσθαι καὶ μὴ εὐπορεῖν συνθέτων πολυτελῶν φαρμάκων, χρήσιμα μὲν τοῖς πᾶσιν, εὐπόριστα δὲ τοῖς μετρίοις· πολυτε‐
5λείᾳ τε καὶ δαψιλείᾳ θεραπεύειν ἔσθ’ ὅτε [δὲ] οὐχ ὑφίστα〈ν〉‐ ται τῆς πενίας αὐτῶν ἐπικοπτούσης. πρὸς πᾶν τοίνυν ἀξιό‐ λογον ἔναιμον φάρμακον ὑπόκειται τοῦτο· γῆς ἔντερα τὰ καλούμενα ἀνελόμενος ἀπ’ ἀσκάφου γῆς [ἀνελόμενος] καὶ λειώσας ἔμβαλε εἰς τὸ τραῦμα καὶ ἐπίδησον.

258

Ἄλλο. Ἀριστολοχείαν στρογγύλην λίαν ἔχων κεκομμέ‐ νην καὶ λελειωμένην μέλιτι πάλιν συλλειώσας γέμισον τὸ τραῦμα καὶ ἐπίδησον.50

259

Ἄλλο. Πτελέας φλοιοὺ〈σ〉 τοὺς ἔσω βαλὼν εἰς χύτραν ὕδωρ ἕψησον, ὡς δίεφθοι γένωνται, καὶ οὕτως λειώσας αὐ‐ τοὺς ἐπιμελῶς ἢ εἰς ὅλμον ἢ εἰς θυΐαν ἔνθες εἰς τὸ τραῦμα καὶ ἐπιδέσμει· ἐὰν δὲ φλεγμαίνῃ, κιμωλίαν ὄξει λειώσας ἐπί‐
5χριε τὴν φλεγμονήν.

260

Ξηρίον ἴσχαιμον. Πολλάκις πληγέντος ὑποζυγίου πληγὴν ἀξιόλογον καὶ ἀγγεῖα διακόπτεται, ἀφ’ ὧν αἱμορραγία γίνεται, ἥτις εἰ μὴ σταλείη, κινδυνεύσει τὸ ζῷον. εὐπόριστον οὖν ξηρίον ἐποιήσαμεν καὶ τοῦτο 〈ὑπὸ〉 πάντων εὔληπτον·
5* ἐκ θαλάσσης τραχέα λαβὼν ἐναπόβρεξον ὑγρᾷ πίσσῃ, καὶ καύσας αὐτὰ ἔχε τὴν τέφραν καὶ γέμιζε ἀπ’ αὐτοῦ τὸ διατε‐ τμημένον ἀγγεῖον καὶ δέσμει μὴ σφίγγων. 〈ἄκρως γὰρ ποιεῖ〉.

261

Ἄλλο. Ἀρσενικόν, ἄσβεστον, χαλκῖτιν, καλάκανθον, ἴσα τὰ δʹ λειοποιήσας χρῶ.

262

Ξηρίον ἀναπληρωτικὸν ἑλκῶν. Οὐδὲν κωλύει μέ‐ λειν τοῖς ἰατροῖς καὶ τοῦ κοσμίους εἶναι τὰς τῶν ἑλκῶν οὐλάς. οὐλὴ γὰρ τομὴν πεπονθότι τόπῳ οὐ μετρίαν φέρει τὴν ἀκο‐ σμίαν κοίλη γινομένη. ἀφόρητον μὲν ἔχει τὴν ἀκοσμίαν, κατα‐
5γέλωτα δὲ τοῖς ἰατρεύουσι φέρει. ἐκθησόμεθα οὖν κοίλου ἕλκους σαρκογόνον φάρμακον τῶν εὐπορίστων· ἄλευρα λεπτὰ καθαρὰ ἀπὸ ὀρόβων ποιήσας καὶ φυράσας 〈ὕδατι〉 ὄπτησον ἀρτίσκους ὡς ἀνθρακωθῆναι, καὶ θρύμβης λειοτάτης ἀκαύ‐
στου τὸ τρίτον μέρος μίξας χρῶ.51

263

Ἄλλο. Λιβάνου λεπτοτάτου καὶ λειοτάτου τῆς καλου‐ μένης μάννης, *** ἐχέτω, ἡ δὲ συσταθμία αὐτῶν αὕτη ἔστω· ἀρσενικοῦ 𐆃 αʹ, τῆς δὲ θρύμβης γο ϛʹ, τῆς δὲ μάννης γο γʹ.

264

Ἱπποκράτους σκευασία τραυματικ. Χαλκίτεως ὅσον γο αʹ, στυπτηρίας σχιστῆς γο αʹ, σαρκοκόλλης γο αcʹ, βότρυος ῥοὸς γο γʹ, ἀμόργης ὀβολοὶ γʹ. ἕψει ἕως τριτωθῇ, ἔπειτα βάλε μέλιτος κοτύλην αʹ, ὄξους κοτύλην αʹ. ταῦτα
5συνέψει ἕως γένηται πάχος καὶ χρῶ τῇ τραυματικῇ.

265

Περὶ τραυμάτων. Ἅμα τῷ χρῖσαι βάλε ὀξύγγιον καὶ ἔλαιον, κἀκεῖνα τήξας ἐπίχριε, ἢ γλοιὸν τὸν ἐκ τῆς παλαίστρας ἐπίχριε καὶ ὀρόβινον ἄλευρον ἐπίπασσε, καὶ πλῦνε ἐπὶ ἡμέ‐ ρας γʹ, καὶ λοιπὸν θεραπευθήσεται.

266

Περὶ πληγῶν. Πληγαῖς πλειοτέραις πληγέντος ἑλκώ‐ σεις 〈καὶ〉 οἰδήματα γίνεται· χρὴ οὖν τοὺς ἐπιδεσμεύεσθαι δυναμένους τόπους σπόγγῳ μετὰ ἀκράτου ἐπιδεσμεῖν, τοὺς δὲ δυσεπιδέτους τόπους κατάχριε τῇ κεραμικῇ γῇ πεφυρμένῃ
5ὄξει, ἢ στρύχνον κόψας ἐν ὄξει καὶ ἐκπιάσας κατάχριε, ἢ κι‐ μωλίαν μετ’ ὄξους τρυγὸς κατάχριε, ἢ κωνείου φύλλα κόψας κατάχριε.

267

Λιπαρὰ σκευασία. Ψιμυθίου, λιθαργύρου ἴσον ἑκάστου τρῖβε ἐν ἡλίῳ, μίσγων μετὰ ὄξους καὶ ῥοδίνου.

268

Περὶ οἰδημάτων. Μέλι Ἀττικὸν λαβὼν ἐπίχριε.

269

Σκευασία τραυματικ. †Τρέφει ἄσβεστος· μετὰ φλοιοῦ καρύου κόψας εἰς ἓν καὶ ψύξας χρῶ.

270

Ἄλλο. Κόνυζαν ἢ πίτυος τὸν φλοιὸν ἢ πολίου βοτά‐ νης ἢ κυπαρίσσου κηκίδια ἢ μολόχης ἀγρίας τὰ φύλλα ἢ καννάβεως ἀγρίας τὰ φύλλα.

277

Σπουδαῖον. Ἐλάφου κέρας κατακαύσας καὶ τρίψας ἔλαιον ἐπίβαλε, ἢ πίτυν πευκίνην καὶ ῥοῦν ἀνατρίψας χρῶ ὡσαύτως.52

278

Σηπτικόν. Ἐλλεβόρου ὁλκὰς βʹ, χαλκίτιδος τὸ ἴσον, τιτάνου ὁλκὰς γʹ, ἀρσενικοῦ ὁλκὴν αʹ, ὁμοῦ τὰ πάντα χρί‐ σας χρῶ.

288

Πρὸς παντοῖον ἕλκος. Σμύρνης γο ϛʹ, μέλιτος κυά‐ θους βʹ, ἀψινθίου τὸ ἀρκοῦν λείωσον. ἔψησον δὲ ἔλαιον καὶ κηρόν. ἔασον ψυγῆναι 〈καὶ〉 τὸ ἀψίνθιον [καὶ] ἐπίπασ[σ]ον. πάντα δὲ ἐν ταὐτῷ φυράσας ἐπὶ ῥάκους ἐπιπλάσ[σ]ας ἀπόθου
5ἐπὶ ἡμέρας γʹ· τοῦτο καὶ τῷ πόνῳ καὶ τῇ φλεγμονῇ 〈ἁρμό‐ ζει〉, πάνυ γάρ ἐστιν ἀληθές.

289

Τραυματικὴ εὔοσμος. Λυθαργύρου 𐆃 βʹ, ῥητίνης τερεβινθίνης 𐆃 αʹ, λιβάνου ἄρρενος ἀλεύρου 𐆃 βʹ, σιδίων ξη‐ ρῶν 𐆃 βʹ, ῥητίνης Κολοφωνίας 𐆃 βʹ, στύρακος 𐆃 βʹ, ὀποπά‐ νακος 𐆃 αʹ, μίσυος 𐆃 αʹ, ἰξοῦ γο ϛʹ.

290

Κατασκευὴ ξηρίου. Ἀρρενικοῦ σχιστοῦ, τιτάνεως ἀνὰ γο εʹ, χάρτου κεκαυμένου τὸ ἀκροῦν.

292

Ἄλλο 〈πρὸς ψώραν ἀγρίαν. Ἀσφάλτου, θείου ἀπύρου ἀνὰ γο δʹ, ὄξους 𐆅 δʹ ἕψει ὡς τέταρτον λειφθῇ. τὸ αὐτὸ δὲ καὶ λειχῆνας παύει.

302

Ἄλλο. Στέατος χοιρείου 𐆃 αʹ, κηροῦ γο ϛʹ, θεαφίου γο βʹ, τὰ ὀφείλοντα λειώσας τοῖς τηκτοῖς ἐπίβαλε, καὶ πάντα συμμίξας ἕψει καὶ ἀπόχριε.

304

Ἄλλο. Κριθὴν τὴν ἐν 〈στ〉άβλοις φυομένην 𐆅 ϛʹ, ἀκάνθην ἀλέσας καὶ ἐπιβαλὼν ἐλαίου κυπρίνου τὸ ἀρκοῦν καὶ χλιάνας σύγχριε ἡλίου θερμοῦ ὄντος.53

305

ἄλλο. Βατράχους ἑψήσας εἰς ὕδωρ ἀνάλαβε αὐτῶν τὸν ἰχῶρα καὶ πρόσμιξον ἐλαίου τὸ ἀρκοῦν καὶ συνεψήσας χρῶ.

306

Ἄλλο σωτηριῶδες βοήθημα. Ἐν μὲν ταῖς ἀρχαῖς στέαρ πρόσαγε φώκειον. εἰ δὲ ἤδη ἀπεσκληρύνθη, σφοδρο‐ τέροις καὶ ἰσχυροτέροις δεῖ κεχρῆσθαι βοηθήμασιν. ὅθεν χρῆ‐ σαι τοῦτο· ἄσφαλτον, θέαφον, ὄξος, πίσσαν ὑγράν, ἀξουγ‐
5γίαν παλαίαν ἴσῳ σταθμῷ λύσας καὶ ἑνώσας πρόσαγε, οὕτω μέντοι πρότερον σιδήρῳ τὴν ψώραν ἀποξέσας καὶ οὔρῳ ἀν‐ θρωπείῳ ἀποπλύνας.

311

Ἱπποκράτους πρὸς 〈μανίαν. Λαμβάνεται ἀπὸ χολῆς ἢ ἀπὸ ὀδύνης ἰσχυρᾶς. σημεῖα δὲ ταῦτα· ὅταν ἕλκη‐ ται, προβάλλεται, κινήσεις γίνονται παράκαιροι καὶ τῶν ὠτίων ὄρθωσις, καὶ τὰ σκέλη λαφρὰ ἀφίησι. τὰ δὲ φλέβια κατὰ τῶν
5μυκτήρων φοινικᾶ γίνονται καὶ εἰς τοὺς τοίχους ἐμπίπτει καὶ τὸν ἐφελκόμενον ἀποσπᾷ καὶ ὀρθὸς ἵσταται. θεραπεύεται οὖν οὕτως· αἷμα ἀφαιρεῖν καὶ ἐγχυματίζειν οἰνελαίῳ * * * δίδου διαλείπων ἡμέρας καὶ ἐγχυμάτιζε τοῖς αὐτοῖς. κριθὰς δὲ μὴ δὸς φαγεῖν ἐπὶ ἡμέρας ιʹ. ἐὰν δὲ ἀπό τινος αἰτίας ἢ παρηγο‐
10ρίας ὑγρότερον ᾖ ἐκεῖνο τὸ πάθος ὅθεν συνέστη, ποίει τοὺς ἐγχυματισμοὺς καὶ τὰς φλεβοτομίας κατὰ τὴν ἡλικίαν, οἷς μὲν
ἀφαιρῶν, οἷς δὲ προστιθείς.54

317

Εὐμήλου πρὸς 〈ὀπισθότονον〉 ἄλειμμα. Δαφνο‐ κόκκων 𐆃 αʹ, νίτρου 𐆃 αʹ, πίσσης προβατικῆς 𐆃 δʹ, οἴνου 𐆅 βʹ, ἐλαίου 𐆅 βʹ.

318

Προπότισμα πρὸς αὐτ. Δαφνοκόκκων 𐆃 βʹ, νί‐ τρου 𐆃 αʹ, λιβάνου ἀλεύρου γο γʹ, σεσέλεως Γαλλικοῦ 𐆃 αʹ, πεπέρεως λευκοῦ 𐆃 βʹ, πετροσελίνου 𐆃 βʹ, ὀποπάνακος 〈* * πά‐ νακοσ〉 ῥίζης 𐆃 δʹ, ταῦτα πάντα κόψας σήσας, διεὶς οἴνῳ καὶ
5ἐλαίῳ ἀναλαβὼν καὶ θερμάνας προπότιζε, καὶ σῴζεις οὕτως τὸ κάμνον.

324

Θεραπεία πρὸς 〈τέτανουσ. Κηροῦ, ῥητίνης, ὀπο‐ πάνακος ἀνὰ 𐆃 αʹ, ὀξυγγίου 𐆃 αʹ, δαφνίνου γο αʹ, ἅγνου τὸν καπρὸν τρίψας λεῖον γο γʹ χρῶ.

327

Ἄλειμμα πρὸς 〈ὀπισθότονον. Κηροῦ 𐆃 αʹ, ῥη‐ τίνης γο δʹ, ὀποπάνακος γο βʹ, μυελοῦ ἐλαφείου γο βʹ, ἐλαίου στυρακίνου γο γʹ, ἐλαίου δαφνίνου γο δʹ, ταῦτα πάντα συν‐ εψήσας ἐν ἡλίῳ ἢ ἐν ἄλλῳ θερμοτέρῳ τόπῳ χρῶ.

328

Ἄλλο. Κηροῦ, ὀποπάνακος, ἐλαίου ἀνὰ 𐆃 αʹ, ταῦτα πάντα συνέψησον, καὶ μετὰ τὸ ἑψηθῆναι πρόσμιξον ὄξους τὸ ἀρκοῦν καὶ χρῶ, καθὼς προείρηται.

329

Ἄλλο. Δαφνοκόκκων 𐆅 αʹ, κυμίνου 𐆅 αʹ, θείου ἀπύρου γο γʹ, ῥητίνης γο αʹ, ἐλαίου κοινοῦ 𐆅 βʹ, ταῦτα πάντα συμμίξας χρῶ.

331

Ἄλλο. Πρὸ πάντων ἐν τόπῳ θερμῷ στηκέτω καὶ τού‐
τοις κεχρήσθω τοῖς προποτίσμασι· πεπέρεως λευκοῦ γράμ‐ ματα βʹ, κρόκου γράμμα αʹ, σμύρνης γράμμα αʹ, ταῦτα πάντα λειώσας καὶ ὡς πάστιλλον ποιήσας ἐν προποτίσμασι δίδου.55

333

Ἄλειμμα πρὸς τὸ αὐτὸ καὶ πρὸς ψῦχος. Κηροῦ 𐆃 αʹ, ῥοδίνου ἐλαίου γο βʹ, οἴνου παλαιοῦ τὸ ἀρκοῦν.

334

Προπότισμα πρὸς αὐτ. Πίσσης ὑγρᾶς γο βʹ, δαφνοκόκκων γο αʹ, νίτρου ματρονικίου γο cʹ, λιβάνου ἀλεύρου γο αʹ, πάνακος ῥίζης γο αʹ, οἴνου 𐆅 βʹ, ἐλαίου 𐆅 αʹ. ταῦτα πάντα λειώσας τῷ οἴνῳ καὶ τῷ ἐλαίῳ μίξας δίδου.

335

Ἄλλο. Δαφνοκόκκων γο ϛʹ, νίτρου γο αʹ, λιβάνου, σε‐ σέλεως Γαλλικοῦ, πετροσελίνου ἀνὰ γο αʹ, σύμπαντα κόψας σήσας μετὰ χλιαροῦ πόματος δίδου.

344

Ἄλλο 〈πρὸς μυρμηκίαν. Μίσυος γο γʹ, κόμμεως, χαλκίτεως, στυπτηρίας φορίμης ἀνὰ γο αcʹ, πρωτοστάκτου τὸ ἀρκοῦν προσμίσγων τροχίσκους ποίει.

351

Ξηρίον ὀφθαλμικόν. Λάμνας αὐροχαλκέας καὶ οὖρον πρόσφατον βάλε εἰς ἓν εἰς παροψίδα ὀστρακίνην και‐ νήν. ζέννυε ἐπιβαλὼν τὸ οὖρον ἐφ’ ὅσον συντακῶσιν αἱ λάμναι καὶ χρῶ.

352

Ἄλλο. Ἅλας ἀμμωνιακὸν καὶ σηπίας ὀστράκου καὶ κροκοδείλου τὴν κόπρον σύντριψον εἰς ἓν καὶ λειοτρίβησον καὶ βάλε εἰς σκεῦος χαλκοῦν καὶ ἐμφύσα αὐτοῦ τὸν ὀφθαλμόν.

354

Ἄλλο ξηρίον ὀφθαλμικόν. Νίτρον λεπτὸν καὶ
α〈ἰ〉ρίσφλως τρῖψον εἰς ἓν καὶ χρῶ πρὸς λευκὸν ὀφθαλμόν.56

356

Ἐὰν ἀπὸ χλωρῶν κοιλοφθαλμ〈ι〉, οὕτως θερα‐ πεύσῃς· αἷμα αὐτοῦ ἀφέλῃς ἀπὸ τῶν βραχιόνων καὶ ἀπὸ τῶν κορωνῶν, καὶ ἀνακολλήμασι χρήσῃ καὶ ἐμβρέξῃς αὐτὸν πά‐ γουρον συντετριμμένον μετὰ φύλλων κολίκ〈λ〉ων. ἐὰν πά‐
5γουρον μὴ ἔχῃς, ὕδωρ ὄμβριον μετὰ γάλακτος αἰγείου· ἐὰν τοῦτο μὴ ἔχῃς, * ῥίζαν συντρίψεις μετὰ οἴνου 𐆅 αʹ. τοῦτο ποιήσεις, μέχρις οὗ ὑγιὴς ἔσται. 〈ἢ〉 οὕτως θεραπεύσεις· ὕδατι θερμῷ ἀντλήσεις δὶς τῆς ἡμέρας καὶ χήνειον στέαρ μετὰ ῥόδων μίξεις καὶ ἐναλείψεις οὕτως τε χρήσῃ * *

357

Ὀφθαλμικόν. Θεραπεία ὀφθαλμική. κρόκου γο ϛʹ, σμύρνης γο αʹ, πεπέρεως γο αʹ συντρίψεις μετὰ μέλιτος τοῦ καλῶς ἔχοντος καὶ εἰς πυξίδα πέμψεις χαλκῆν.

359

Πρὸς λεύκωμα ὀφθαλμο. Σαῦρον συγκαύσεις καὶ συντρίψεις καὶ προσζεύξεις μέλιτος τὸ ἱκανὸν καὶ χρῶ.

362

Ἄλλο. Πρὸς ὀφθαλμὸν φλεγμαίνοντα λιβανωτοῦ ἀμύ‐ λου, μέλιτος Ἀττικοῦ μιγέντα ἐγχριστέον, ἢ βουτύρου τὸ ἴσον ἐμβαλὼν ἢ σηπίας ὀστοῦν λειωθέντα διὰ καλάμου[ς] φυση‐ τέον ἢ σιλφίου ῥίζης μετὰ ἐλαίου ἢ πίσσης δὶς τῆς ἡμέρας
5ὑπαλειπτέον.

367

Πρὸς πάντα ἐν ὀφθαλμοῖς πάθη. Ἅλας πε‐ φρυγμένον καὶ λελειωμένον ὕδατος προσμιγνυμένου ἐγχριόμε‐ νον καλῶς ἐπιτήδειον.

372

Ἱπποκράτους ὀφθαλμικόν. Ἀφόνιτρον καὶ ἔλαιον Ἄφρον καὶ κρομύου χυλὸν καὶ μέλι τρίψας εἰς ἓν χρῶ, ἢ
τρύγα λευκὴν κατακαύσας καὶ λειοτριβήσας μετὰ μέλιτος ἐπί‐ χριε, ἢ μίσυ καύσας καὶ λειοτριβήσας χρῶ, καὶ μὴ πολὺ βά‐57
5λῃς, μὴ ἐγκαῇ· χρῖε δέ, ὅπου, ἕλκος οὐκ ἔστιν, ἢ κρόκου ὁλ‐ κὴν αʹ, σμύρνης τὸ ἴσον, πεπέρεως ὁλκῆς cʹ, σχοίνου ἄνθους τὸ ἴσον, λιβάνου ἀτόμου χόνδρους γʹ, ἅλατος ἀμμωνιακοῦ ὁλ‐ κῆς cʹ, μέλι μίξας καὶ λειοτριβήσας χρῶ πρὸς τὰ λευκώματα, ὅπου ἕλκος οὐκ ἔστι. κάλλιστον δὲ καὶ τοῦτο· ὀδόντα〈σ〉 κρο‐
10κοδείλων καύσας καὶ λειοτριβήσας χρῶ, ἢ σκορπίους ὡσαύτως καύσας καὶ λειοτριβήσας χρῶ.

375

Πρὸς 〈γλαυκώματα〉 καὶ ὑποχύσεις. Ἔριον οἰσυ‐ πηρὸν καύσας μετὰ κριθῶν καὶ λειοτριβήσας ἴσον ἑκάστου μετὰ ἅλατος φρυκτοῦ καὶ μέλιτος χρῶ.

376

Κουλλούριον Λυκίνου ὀφθαλμικόν. Ἀμόργης παλαιᾶς 𐆅 αʹ, οἴνου Μολοσσίου τὸ ἴσον, μέλιτος κοχλιάριον ἕν, ἐχίου βοτάνης ῥίζης γο αʹ, πολίου βοτάνης γο αʹ, ἀμμω‐ νιακοῦ γο αʹ λειοτριβήσας καὶ συνεψήσας χρῶ.

377

Πρὸς ῥεῦμα ὀφθαλμῶν. Χλοανὸν 〈ἀνα〉κολλημά‐ τι〈ον〉. οἴνῳ παλαιῷ καὶ ᾠοῦ τὸ λευκὸν καὶ ἄλφιτα μίξας ἐπίθες ἐπὶ τὸν ὀφθαλμόν, 〈ἢ〉 μίξας ἔλαιον μετὰ τοῦ ᾠοῦ.

379

Ἀνακόλλημα ὀφθαλμῶν. Μαλάγματος γο αʹ, σμύρ‐ νης τρωγλίτιδος γο αʹ, γύρεως χνοῦ 𐆅 αʹ εἰς ᾠοῦ τὸ λευκόν.

380

Ἄλλο. Ἴρεως γο αʹ, μάννης γο αʹ, ᾠοῦ τὸ λευκόν.

381

Ἱεροκλέους σκευασία κολλουρίων. Ὄστρεον καύ‐ σας καὶ κόψας καὶ σήσας μέλιτι μίξας χρῶ. πρὸς δὲ ἐπιφορὰς ῥεύματος εἰς ὀφθαλμὸν ῥόδινον ἀνάδος καὶ ᾠοῦ τὸ λευκὸν
ἐπίχριε.58

382

Ἄλλο. Νίτρον θαλάσσιον ἐλαίῳ παλαιῷ μίξας χρῶ.

385

Ἄλλο ὑγρὸν ποιοῦν πρὸς παλαιὰ καὶ χρόνια λευκώματα θαυμαστῶς. Λυκίου γο ϛʹ, λιβανωτοῦ ἀτό‐ μου γο cʹ, κρόκου ὁλκὰς βʹ, οἴνου αὐστηροῦ τὸ ἀρκοῦν. τὸ αὐστηρὸν βάλε καὶ τὸν λιβανωτὸν καὶ τὸν κρόκον λελειωμένα
5καὶ σεσησμένα, εἶτα τὸ λύκιον λειώσας, ὁμοῦ ἀνελόμενος χρῶ.

387

Πρὸς ἕλκωσιν ὀφθαλμο. Ἀμύλου γράμματα ϛʹ, ἴου γράμματα βʹ, κόμμεως γράμμα αcʹ λειώσας ἐν ὕδατι, ταῦτα ἀναλάμβανε, καὶ ἀνιεὶς ἐν ἀκόνῃ δι’ ὕδατος ἐνάλειφε.

388

Πρὸς ἑλκώσεις καὶ περιωδυνίας καὶ ἐπιφορὰς ῥευμάτων. Ψιμυθίου πεπλυμένου ὁλκὰς δʹ, ἀμύλου ὁλ‐ κὰς ηʹ, κόμμεως ὁλκὴν αcʹ λειώσας καὶ ἀναλαμβάνων ὕδατι ὀμβρίῳ ἐαρινῷ ἢ μετοπωρινῷ χρῶ.

390

Κολλούρια συριγγιακ. Ἀναγαλ〈λ〉ίδος χυλοῦ, πρασ‐ σίου χυλοῦ, κράμβης κεκαυμένης τὴν σποδιάν, ἀνήθου ῥίζαν κεκαυμένην, πρωτοστάκτου [τὰ] ἴσα ποίει καὶ προλειώσας ἀνά‐ πλαττε κολλούρια καὶ χρῶ.

391

Ἄλλο. Ἴρεως, χαμαιλέοντος, ἀριστολοχείας, κόμμεως ὕδατι λειώσας ποίει κολλούρια καὶ χρῶ.

392

Ἄλλο ποιοῦν καλῶς καὶ ἐκτυλοῦν ἐκ βάθους καὶ ἀνάγον μετὰ ὀστέου τὰς σύριγγας. Χαλκίτεως ὀπτῆς γο βʹ, μίσυος κεκαυμένου γο γʹ, ἀμμωνιακοῦ γο αʹ. τὸ ἀμμωνιακὸν ἑψήσας δι’ ὄξους δριμέος πρόσμισγε τὴν χαλκῖτιν
5καὶ τὸ μίσυ προλελειωμένα. εἶτα λειώσας ἀνάπλαττε κολλού‐ ρια, τὰ μὲν ἐπιμήκη μύουρα, τὰ δὲ τροχοειδῆ, καὶ ἀποθέμε‐
νος εἰς βῖκον ὑελοῦν χρῶ.59

393

Ἄλλο. Ἰοῦ γο βʹ, ἀρσενικοῦ γο γʹ, κόμμεως γο αʹ. τὸ κόμμι τήξας ὄξει, τὸ δὲ ἀρσενικὸν καὶ τὸν ἰὸν προλειώσας μίσγε καὶ ποίει κολλούρια καὶ χρῶ.

394

Ἄλλο. Ἰοῦ γο βʹ, χαλκοῦ κεκαυμένου γο cʹ, χαλκίτεως ὀπτῆς γο αʹ, κόπρου περιστερῶν γο αʹ, κόμμεως γο αʹ. τὸ κόμμι βρέξας εἰς ὄξους κύαθον αʹ, εἶτα πάντα λειώσας ἀνά‐ πλαττε κολλούρια.

395

Ἄλλο. Τιτάνου μέλανος προσφάτου κεκαυμένου γο βʹ, νίτρου ἐρυθροῦ γο αcʹ, χαλκίτεως ὀπτῆς γο δʹ, φέκλης γο βʹ, πρωτοστάκτου γο ϛʹ, ἀμμωνιακοῦ γο αcʹ, τὸ[ν] ἀμμωνιακὸν τῆξον μετὰ τοῦ πρωτοστάκτου, ἔπειτα τὰ ξηρὰ λελειωμένα
5προσμίξας καὶ ἀναπλάσ[σ]ας χρῶ.

396

Ἄλλο. Ἰξοῦ τὸν χυλὸν μόνον ἀναπλάσ[σ]ας χρῶ.

397

Ἄλλο. Μέλι πρωτεῖον, λιβανωτὸν λελειωμένον πρόσ‐ μισγε.

398

Ἄλλο. Μέλι πρ(ωτεῖον) ἢ στίμι, κώνειον, χαλκῖτιν, ἴσα ποιῶν πρόσ[σ]μισγε.

400

Ἄλλο καλὸν ὀφ〈θ〉αλμικόν. Οἴνου γλυκέος 𐆅 γʹ, ᾠῶν γʹ τὰ λευκά, 〈ἐλαίου〉 γο γʹ, πάντα συμμίξας χρῶ.

401

Πρὸς τὰς ἐν ὀφθαλμοῖς οὐλάς. Ναρδοστάχυος γο αcʹ, ἅλατος ἀμμωνιακοῦ γο γʹ, ὑσσώπου γο ιβʹ, καδμείας
γο cʹ, πεπέρεως γο αʹ λειώσας χρῶ.60

403

Πρὸς ῥῆγμα ὀφρύος. Ἐμπόρπησον τὰς τοῦ ῥήγμα‐ τος ἀρχὰς καὶ μάννην μετὰ ᾠοῦ ἀπόθου καὶ χρῶ ὡς δοκίμῳ.

404

Πρὸς ἐπιφορὰν ὀφθαλμῶν. Σμύρνης ὀβολὸν αʹ, κροκοδείλου ἀφοδεύματος ὀβολὸν αʹ, ἅλατος ἀμμωνιακοῦ, ση‐ πίας ὀστράκου ὀβολοῦ cʹ, μέλιτος Ἀττικοῦ κυάθους βʹ, ταῦτα πάντα λειώσας χρῶ.

405

Πρὸς σιμβλώσεις. Σμύρνης, κρόκου ἀνὰ γράμματα ϛʹ, κροκοδείλου ἀφοδεύματος γράμματα βʹ, μέλιτος Ἀττικοῦ, μυε‐ λοῦ ἐλαφείου τὸ ἀρκοῦν.

410

Κολλούριον πύξινον. Βαλσάμου γο βʹ, κρόκου γο βʹ, σμύρνης γο βʹ, ἅλατος γο δʹ, λεπίδος χαλκοῦ γο δʹ, σηπίας ὀστράκου γο βʹ, ἀφονίτρου γο αʹ, ἀλκυονίου γο αʹ, μέλιτος Ἀττικοῦ γο αʹ.

411

Κολλούριον ἐρύθριον. Ὑσσώπου γο βʹ, κρόκου γο cʹ, πεπέρεως λευκοῦ, λιβάνου ἄρρενος, κόμμεως, ἐλαίου ἀνὰ γο βʹ.

416

Πρὸς ὀφθαλμίαν ἀρχομένην. Πηγάνου γράμ‐ ματα δʹ, λιβάνου ἄρρενος, κόπρου περιστερᾶς, σμύρνης, ἐλαίου, μέλιτος πρωτείου ἀνὰ γραμμάτων δʹ, ἐλαίου ῥοδίνου γράμμα ἕν.

417

Πρὸς ὀφθαλμὸν κατάπλασμα. Ταυροκόλλῃ κε‐ ρασ〈ας ἀσ〉φάλτου γο cʹ, ζύμης σιλιγνίου τὸ ἀρκοῦν, λιβάνου
ἀλεύρου γο δʹ, ὄξους τὸ ἀρκοῦν.61

421

Πρὸς ἀπολεύκωσιν. Φύλλα κισσοῦ μασησάμενος πρόσπτυε κατὰ τοῦ ὀφθαλμοῦ ἐπὶ ἡμέρας γʹ.

422

Πρὸς τὰς ἐν ὀφθαλμοῖς οὐλάς. Νηστικῷ σιέλῳ καὶ ἅλατι ἀπότριβε καὶ λεπτυνθήσονται, ἢ μετὰ ἅλατος σηπίας ὄστρακον τρίψας χρῶ, ἢ σπέρμα σινήπεως ἀγρίου χυλίσας διὰ ὀθονίου εἰς τὸν ὀφθαλμὸν στάζε. πᾶς δὲ τῶν ὀφθαλμῶν πό‐
5νος ἐν χρίσει μέλιτος ἀκάπνου καταπαύεται. εἰ δὲ μὴ εὑρεθῇ ἄκαπνον, κἂν γοῦν καπνισθέντι θυμιακῷ χρῶ. εἰ δὲ μηδὲν τούτων εὑρεθῇ, φλοιὸν παλαιᾶς βύρσης καύσας καὶ ξηρίον ποιήσας ἔμβαλε κατὰ τοὺς ὀφθαλμοὺς καὶ χρῷ ὡς δοκίμῳ.

424

Κολλούριον κάλλιστον. Σμύρνης γράμματα γʹ, κρόκου γράμματα γʹ, πεπέρεως λευκοῦ γράμματα γʹ, πεπέρεως μελάνου γράμματα βʹ, βαλσάμου γράμματα βʹ, μέλιτος Ἀττι‐ κοῦ γο ϛʹ, σελίνου γράμματα γʹ.

426

Σύνθεσις εἰς δύσπνοιαν καὶ καρδίαν κτήνους. Φρύνου ὅλον ἧπαρ, ὄρυκος ὅλον, δαφνίδος γο ϛʹ, σμύρνης τρωγλίτιδος γο δʹ, κροκομάγματος γο γʹ, καρδάμου σπέρμα γο βʹ, ὀπίου πυρροῦ γο αʹ, λιβάνου ἄρρενος γο βʹ, γῆς μήλων γο βʹ,
5ἀλόης γο βʹ, ῥόδων ξηρῶν γο αʹ, λάρικος γο γʹ, ταῦτα εἰς ἓν συντρίψας χρῶ.

429

Ἱπποκράτους πρὸς 〈καρδίας πόνον. Ἑστῶτος ἱδρὼς αὐτοῦ φέρεται καθ’ ὅλου τοῦ σώματος πολύς, κατακλι‐
θεὶς εἰς πλευρὸν δυσχερῶς ἀνίσταται. ἡμέραν δὲ πλείω οὐ ζῇ.62

440

Πρὸς ποδάγραν. Ταῦτα δʹ ὀνόματα εἰς πέταλον κασ‐ σιτέρινον γράψεις ἐν γραφίῳ μὴ ἔχοντι τὸ λειοῦν, καὶ ἡμέρᾳ ἡλίου τὸν πόδα δῆσον ὃν πονεῖ, καὶ πάλιν μετὰ ἡμέρας λϛʹ, ἥτις γίνεται λϛʹ ἡμέρα ἡμέρα ἡλίου, 〈λύε〉. τὰ δὲ γραφόμενα
5ταῦτα· χεντιμα τεφῆκεν τέφρα, γλύκαινε.

441

Ἄλλο. Πέτελα δύο ὁμοίως γράφεις, καὶ τὸ πρῶτον εἰς ἀπόβατον ῥίπτεις, καὶ εὐθέως ἐκεῖ καθεζόμενος τὸ ἕτερον περιάπτεις. τοῦτο ποίει ἑνδεκάκις. καὶ τὸ ὕστερον οὐδὲν περιάπτεις, παρατηρησάμενος πρὸ[ς] μιᾶς ἔμψυχα καὶ σὺ καὶ
5ὁ περιαπτόμενος. ἐνδέχεται γὰρ τὸν περιαπτόμενον γράμματα μὴ εἰδένα. ἐὰν δὲ οἶδεν, αὐτὸς ἑαυτῷ περιάπτει.

443

Τοῦ αὐτοῦ πρὸς αἱμόρροιαν. Ῥύσιν αἵματος τὴν διὰ ῥινῶν ἴστησι κολιάνδρου χλωροῦ χυλός.

444

Ἱεροκλέους πρὸς αὐτ. Σπόγγον πισσώσας καὶ καύσας λείωσον μετ’ ὄξους καὶ κατάχριε τὸν ὀμφαλόν. εἶτα ψιμύθιον ἐπίθες καὶ παύσεται.

445

Πελαγωνίου πῶς χρὴ πλῆθος αἵματος ἐκ τοῦ οὐρανίσκου κατιὸν ἐπέχεσθαι. Ὅταν ἀφαιμάξῃς ζῷον ἐκ τοῦ οὐρανίσκου καὶ τὸ αἷμα ἐπισχεῖν μὴ δυνάμενος, σπογ‐ γάριον ψυχρῷ ἀποπλύνας ἐπίθες ἐπὶ τὴν κεφαλὴν καὶ τὸ
5στόμα καὶ τὰς ψύας, οὐ μὴν ἀλλὰ καὶ τὰ αἰδοῖα ψυχρῷ ἀπάν‐ τλησον. εἰ δὲ ταῦτα ἐπισχεῖν τὸ πλῆθος τοῦ αἵματος μὴ δυ‐ νηθῶσιν, ἀκακίας μελάνης καὶ ἀλεύρου λιβανωτοῦ ἴσην μοί‐ ραν εἰς ὄξος δριμύτατον κεράσας κατὰ πάσης τῆς κεφαλῆς ἐπίθες.63

446

Πρὸς τοὺς ἀπὸ μυκτήρων αἱμορροοῦντας. Φα‐ κῆν καὶ ἔριον ἐλαίῳ βεβρεγμένον καύσας καὶ τὴν σποδιὰν αὐτῶν ἐρείξας διὰ καλάμου εἰς τοὺς μυκτῆρας ἐμφύσα.

451

Ὀφθαλμικόν. Ἀρσενικοῦ γο αʹ, σμύρνης γο αʹ, πε‐ πέρεως λευκοῦ γο γʹ, πεπέρεως μακροῦ γο γʹ, κρόκου γο γʹ, πομφόλυγος 𐆃 ϛʹ, ἀμύλου γο γʹ, ὀποβαλσάμου γο γʹ, σηπίας ὀστράκου γο γʹ, μέλιτος τὸ ἱκανόν.

452

Σύνθεσις ἀνακολλήματος. Κροκομάγματος 𐆃 αʹ, μάννης 𐆃 αʹ, πόλλινος 𐆅 γʹ, ᾠὰ ιʹ, βολβῶν Ἄφρων 𐆃 αʹ, ὄξους τὸ ἱκανόν.

453

Ὀφθαλμικόν. Σμύρνης γο β, κρόκου γο βʹ, νάδρου 〈σ〉πικάτου γο αʹ, καδμείας γο βʹ, πομφόλυγος γο βʹ, πεπέ‐ ρεως λευκοῦ γο βʹ, μέλιτος Ἀττικοῦ γο ϛʹ, σπαράγου ῥίζης γο ϛʹ, οἴνου Φαλερηνοῦ κυάθους γʹ ** πομφόλυγος γο ιʹ, μολί‐
5βου κεκαυμένου γο γʹ, ὀπίου γο γʹ, μέλιτος Ἀττικοῦ γο γʹ. ταῦτα πάντα τὰ προγεγραμμένα πέμψεις προσενεγκὼν εἰς θυΐαν καὶ συντρίψεις, εἶτα συμμίξας πέμψεις εἰς σκεῦος μο‐ λυβοῦν καὶ ἐπιχρίσεις τὸ κτῆνος. ἐὰν μὴ οὕτως δύναται τῆς θεραπείας τυχεῖν, ἀφέλῃς αὐτοῦ αἷμα ἀπὸ τῶν κροτάφων τὸ
10ἱκανὸν ἔχον καὶ τῷ αὐτῷ φαρμάκῳ ἐναλείψεις, μέχρις οὗ ὑγιὴς γένηται.

454

Ὀφθαλμικόν. Πομφόλυγος πεπλυμένης, σμύρνης τρωγλίτιδος, κρόκου Σικελοῦ, πεπέρεως λευκοῦ ἀνὰ γο δʹ, ἀπτῆρος ἀρσενικοῦ γο γʹ, ὕδατος κυάθους βʹ, ἀπτῆρος ἄλ‐ λου γο βʹ.64

455

Ὀφθαλμικὸν πρὸς λευκώματα. Σαῦρον συγκαύ‐ σεις καὶ συντρίψεις καὶ προ〈σ〉ζεύξεις αὐτῷ μέλιτος τὸ ἱκανὸν καὶ οὕτως χρίσεις.

459

Σύνθεσις ἐγχυματισμοῦ πρὸς 〈βῆχα. Πτισά‐ νης 𐆅 αʹ καὶ χοίρεα ποδάρια ἕψει μέχρις αὐτὰ 〈τα〉κερωθῇ, καὶ διηθήσας ἐγχυμάτιζε. ἐὰν δὲ ἐπιμείνῃ βήσσων, αἰγείου στέατος 𐆃 αʹ, καὶ πτισάνης 𐆅 αʹ καθεψήσας ἐγχυμάτιζε. ἐὰν
5δὲ ἐπιμείνῃ βήσσων, προβέου στέατος 𐆃 αʹ καὶ κόγχου 𐆅 αʹ. ἕκαστον δὲ τῶν προγεγραμμένων χρήσῃ ἡμέρας γʹ. ἐὰν δὲ ἐπιμείνῃ βήσσων, χοιρέου στέατος 𐆃 αʹ καὶ γλυκέος 𐆅 γʹ κα‐ θέψει καὶ ἐγχυμάτιζε ἡμέρας γʹ, καὶ παύσηται τῆς βηχός.

460

Ἀλεξίππου πρὸς πᾶσαν βῆχα Χειρώνειον. Κατά‐ πομα μὲν διαβεβαιοῦμαι μὴ γίνεσθαι, ἀλλὰ πλάνον εἶναι ὑπὸ τῶν δοκούντων ἐξάγειν τὰ ὀστέα καὶ ὅ τι οὖν ποτε μᾶλλον, καὶ τοὺς ὀφθαλμοὺς ἐπᾴδουσιν οἱ τοιαῦτα πράσσοντες· ἡ δὲ
5ἀρτηρία τραχύνεται καὶ ἡ φάρυγξ. δεῖ οὖν πτερίζεσθαι τὴν φάρυγγα, 〈διὰ〉 διαστολέως ταυρείας τὸ ἄρκον κεκομι‐ κώς, βρέχεσθαι δὲ εἰς μέλι καὶ καθίεσθαι μέχρι κάτω τῆς ἀρ‐ τηρίας, ἐπάνωθεν δὲ ὄξει καὶ ῥοδίνῳ ἐξ ἴσης ἐγχυματίζεσθαι, ἵνα ἀποστύφηται καὶ ἀποψύχῃ. ἑψεῖσθαι δὲ εἰς τὴν αὔριον
10ἡμέραν πίσσης ὑγρᾶς γο ϛʹ, θείου ἀπύρου γο δʹ, σκόρδων κε‐ καθαρμένων γο ϛʹ, πράσσου χλωροῦ λελειωμένου γο ϛʹ, ὀξυγ‐ γίου 𐆃 γʹ. ταῦτα ὁμοῦ ἑψήσας καὶ διυλίσας ἐπίβαλε δαφνί‐ νου γο δʹ, κυπρίνου γο δʹ, ἰρίνου γο δʹ, καὶ ἀναταράξας εἰς αὔριον ἔασον καὶ τυπώσεις ἀνάλου ὀξυγγίου παλαιοῦ 𐆃 γʹ καὶ65
15εἰς τὸ φάρμακον ἔγχριε βρέχων. δίδου ἡμέρας γʹ, ὡς ἵνα τὸ ἥμισυ τοῦ φαρμάκου συμπεριέλθῃ τοῖς κολλουρίοις. τοῦτο μὲν προλέγω, τῆς ταυρέας εἰσερχομένης εἰς τὴν φάρυγγα μέ‐ χρι τῆς ἀρτηρίας, ὅτι καὶ ἔμφραγμα, 〈εἴ〉 που ἐφέστηκεν, διὰ τὸ τὴν ταυρέαν διωθεῖσθαι μεταβέβ[λ]ηκεν ἐκ τοῦ τόπου καὶ
20κάτω διὰ τῆς ἕδρας ἐξελεύσεται, ἢ ἡ βὴξ ἔξω αὐτὸ ἀκοντίσει, ἂν ᾖ διαπεπαρμένον.

461

Ἄλλο δι’ ὀξυγγίου διδόμενον πρὸς ψυγμὸν καὶ θηρίων ἐμβολὰς καὶ διεγεῖρον τοὺς ὄγκους ἡμέραις ϛʹ ἕως * εἰς ἓν ζεῦγος κτηνῶν. Ὀξυγγίου 𐆃 ιβʹ, τήλεως 𐆃 ϛʹ, ὀρόβου ἠλεσμένου 𐆅 ϛʹ, θερμίνου ἀλεύρου 𐆅 ϛʹ, μέλι‐
5τος 𐆅 δʹ, πίσσης ὑγρᾶς 𐆅 αʹ, οἴνου χρηστοῦ 𐆅 ϛʹ, ταῦτα ἐν αὐτοῖς μιγέντα ἀρκετά ἐστι, καὶ τυπωθῇ κολλούρια καὶ δι‐ δόσθω ἡμέρας ϛʹ, καὶ ἐπάνω οἴνῳ καταφυσάσθῳ. ἡ δὲ ὅλη σωτηρία ἐν τῇ δόσει ταύτῃ ἠρεμία ἐστίν. ταῦτα δὲ διὰ πείρας ἔχων ἔγραψα.

464

Πρὸς 〈βῆχα. Βουτύρου γο βʹ, πίσσης ὑγρᾶς 𐆅 δʹ, μίξας ὁμοῦ διάχριε τῇ ταυρίᾳ.

465

Ἄλλο. Ὠιὰ βρέξας ὡς ἔχει μετὰ τῶν λεπύρων ἐν ὄξει δριμυτάτῳ διδοῖς ὁλόκληρον, ἐπὶ πλεῖστον δὲ τὸ ὄξος, ἵνα λυθῇ τὰ λέπια τῶν ᾠῶν.

468

Πρὸς στόμαχον καὶ δύσπνοιαν καὶ βῆχα. Στρου‐ θίου ῥίζης γο αʹ, ἑλενίου ῥίζης, τουτέστι ῥάστου γο αʹ, ἀνή‐
σου σπέρματος γο αʹ, καὶ καθ’ ἑκάστην γο αʹ τῶν προγεγραμ‐ μένων πεπέρεως κόκκους ξαʹ, καὶ μέλιτος ἀρκοῦν. καὶ λαμ‐66
5βάνειν δεῖ πρωῒ κοχλιάρια βʹ, μετὰ τὸ ἄριστον κοχλιάριον αʹ καὶ ὀψινῆς κοχλιάρια βʹ.

470

Εὐμήλου πρὸς 〈βῆχα〉 πρόσφατον. Τὴν νεαρὰν βῆχα ἰᾶται κτλ. μέχρι τῆς κατὰ φύσιν ὑγιείας. ἔστι δὲ φυσι‐ κὸν δόκιμον, ἐὰν λάπαθον ἄγριον ἓν ἀκέραιον μετὰ τῶν φύλ‐ λων καὶ τῶν ῥιζῶν εἰς ῥάκος ἐνδήσας τῷ τραχήλῳ περιάψῃς.
5τούτῳ χρῶ ὡς δοκίμῳ.

471

Πρὸς βῆχα χρονίαν. Βῆχα χρονίαν τῇ τῆς γαστρὸς καθάρσει θεράπευε ἐμβαλὼν σικύου ἀγρίου κλάσματα ηʹ, ῥη‐ τίνης τερεβινθίνης σφαιρία βʹ κυάμου μέγεθος. μετὰ σκίλλης ἥμισυ καὶ ὕδατος κοτύλης cʹ μίξας διὰ τοῦ μυκτῆρος ἔμβαλε.

474

Ὑπὸ βηχὸς ἀρτηρίας ἑλκωθείσης. Ἐὰν κατὰ βά‐ θος ἑλκωθῇ τὴν ἀρτηρίαν, τραχύνεται καὶ βήσσει πυκνότατα καὶ τὴν τροφὴν οὐ προσίεται κατὰ λόγον. τὸ γὰρ παραπέμ‐ πον αὐτὴν μόριον ἥλκωται τὸ ζῷον καὶ ἀμελεῖ τοῦ σιτίζεσθαι
5καὶ κολάζεται. θεραπεία δὲ τοῦ πάθους ἥδε· ἐγχυματίζεται σύκων ἀφεψήματι δι’ ὕδατος [καὶ] ἐς τρίτον καταλειφθέντι, δυεῖν ᾠῶν τῷ ὕδατι προσμιχθέντων, εἶναι δὲ τὸ ὕδωρ μὴ πλέον 𐆅 αʹ Ἰταλικοῦ, μηδὲ ἧττον ὄντα ιγʹ σῦκα [εἰς 𐆅 ὕδα‐ τος Ἰταλικὸν ἑψεῖσθαι 𐆃 ἄγοντα]. ἢ πτισάνης χυλὸν καλῶς
10ἑψημένον, εἶτα ᾠῶν ἀνακοπτομένων ἐν τῷ χυλῷ βʹ ἢ γʹ ἐγ‐ χυματίζειν διὰ τοῦ στόματος 〈𐆅〉 Ἰταλικὸν αʹ.

487

Ἕτερον βοήθημα. Πράσσιον βοτάνην μετὰ σμύρ‐ νης καὶ λιβάνου καὶ οἴνου παλαιοῦ, οὐ μὴν ἀλλὰ καὶ μέλιτος πρωτείου συμμίξας ἐγχυμάτιζε.67

488

Πρὸς βῆχα ἵππου ἰσχυροτέραν καὶ ὅταν αἴσθῃ τὸ στόμα αὐτοῦ κακῶς [ἀνα]πνέον ἢ δάκρυα παρὰ λόγον ἐκ‐ πίπτουσι, μάννη〈σ〉 γο δʹ, σμύρνης γο δʹ, λιβάνου γο βʹ, κρό‐ κου γο αʹ, τραγακάνθης γο αʹ, μέλιτος ἀπαφρισθέντος γο δʹ,
5ὑσώπου δεμάτιον ἕν, μετὰ οἴνου παλαιοῦ πάντα μιγέντα ἐγ‐ χυμάτισον, καὶ ἕως δ’ ἂν ὑγιάνῃ χλιαρῷ ὕδατι πότιζε.

489

Πρὸς βῆχα. Χρὴ τοῖς βήσσουσι ζῴοις δίδοσθαι ᾠὰ ζεσθέντα ἐπὶ ἡμέρας γʹ εἰς ὄξος ἐμβληθέντα. δώσεις δὲ ἐκ τούτων ἓν καθ’ ἑκάστην.

490

Πρὸς βῆχα καὶ βαρύτητα κεφαλῆς. Ῥόδινον ἤτοι ὀλίγον ἔλαιον πρωτεῖον μετὰ ὕδατος χλιαροῦ διὰ τῶν ῥινῶν ἔγχεε ἐπὶ ἡμέρας γʹ.

495

Πρὸς βῆχα ὅμοιον. Βολβοὺς Μαγαρικούς, κρόκον καὶ σκόρδα Γαλ〈λ〉ικὰ καὶ λινόσπερμον, τῆλιν, ἄλευρον κρί‐ θινον ὁμοῦ λειώσας καὶ κόψας ποίει σφαιρία· μετὰ μέλιτος ἢ ὑγροπίσσης δίδου.

499

Ὁμοία θεραπεία. Πράσιον βοτάνην, ἣν Ῥωμαῖοι καλοῦσι μαρρουβίαν, λείωσον καὶ μετὰ ἐλαίου ὀλίγου καὶ ἅλατος, οὐ μὴν ἀλλὰ καὶ οἴνου γλυκέος μῖξον καὶ οὕτως ἐγχυμάτισον.

503

Πρὸς βῆχα ξηρὰν ἢ καὶ ἀρτηρίας συνεσφιγμέ‐ νας καὶ πρὸς ἀνάπνοιαν καὶ σπασμοὺς κάλλιστον
βοήθημα. Ὑσώπου 𐆃 αʹ, τήλεως 𐆃 cʹ, τραγακάνθης 𐆃 cʹ, σκόρδα Γαλλικά, πηγάνου χλωροῦ 𐆃 cʹ, ἅπαντα ὕδατι ἑψήσας68
5καὶ ἀποτριτώσας δίδου τῷ βήσσοντι ζῴῳ ἐπὶ ἡμέρας γʹ, τῷ δὲ βουλσῷ ἐπὶ θʹ.

513

Ὅμοιον. Ἀνήθου ὀξύβαφον, ἴριδος ὀξύβαφον, πη‐ γάνου γράμμα ἕν, ἐλαίου 〈𐆃〉 τὸ τέταρτον συμμίξας ἀπὸ πρωῒ διὰ τοῦ στόματος δώσεις.

517

Πρὸς βῆχα καὶ βουλσοὺς ἤτοι περιπνευμονίας χρήσιμον πάνυ. Πάνακος ῥίζης γο βʹ, θείου ἀπύρου γο αʹ, λιβάνου ἄρρενος γο βʹ, σμύρνης τρωγλίτιδος γο δʹ ὁμοῦ συγ‐ κόψας, ἐκ ταύτης τῆς κατασκευῆς κοχλιάρια βʹ μετὰ βʹ ᾠῶν
5καὶ οἴνου εἰς τὰς φάρυγγας ἐπίχεε.

520

Πρὸς ἀνάπνοιαν ἤτοι βῆχα. Βοτάνην, ἣν Ἕλληνες μὲν περδίκιον, Ῥωμαῖοι δὲ ὀρκιολαρὲμ ὀνομάζουσιν, κόκκους δάφνης, ῥίζης ἀγριοσίκυος γράμματα εʹ ἐν ἑνὶ συγ‐ κοπέντα καὶ σησθέντα μετὰ ἡμίνας ὕδατος καὶ ἑνὸς κυάθου
5ἐλαίου ἐγχυμάτισον.

529

Ἄλλο 〈πρὸς βδέλλαν. Ἐὰν βδέλλαν καταπίῃ, ὑπτιάσας ἐλαίῳ θερμῷ ἐγχυμάτιζε διὰ κέρατος. ψαύσαντος δὲ τοῦ ὑγροῦ ἀποπεσοῦνται. ἐὰν δὲ δυνατὸν ᾖ δέχεσθαι, κονιά‐ σαντα τὴν χεῖρα 〈ἐξαιρεῖν〉 σπόγγῳ τε ἐπιλαμβανόμενον σί‐
5δήρῳ προ[ς]πυρώσαντα προσκαίειν.

532

Ἀψύρτου περὶ τοῦ γνῶναι 〈εἰ〉 ἄρρεν ἢ θῆλυ
συνείληφεν. Ἄψυρτος Πουπλίῳ Παιανίῳ χαίρειν. εἰ‐ δέναι σε θέλω γίνεσθαι παρὰ Σαρμάταις ἐνίας, καὶ συμβαί‐ νειν ἀπὸ τῆς γεννήσεως εἰς τοὺς ιδʹ μῆνας παραγινομένην69
5τὴν ἱππίδα κίνησιν ἔχειν τῆς κατὰ φύσιν καθάρσεως καὶ προσ‐ ίεσθαι τὸν ἄρρενα καὶ συλλαμβάνειν καὶ κυοφορεῖν τὸν ἴσον ταῖς ἄλλαις χρόνον καὶ ζῴογονεῖν, τίκτουσαν δὲ πόνους ἔχειν μεγάλους, ὥστε κραυγὰς ἀποτελεῖν καὶ μυγμούς. κυήσασα δὲ καὶ θεασαμένη τὸ[ν] νεογνὸν φεύγει ἀπ’ αὐτοῦ καὶ φοβεῖται
10προσελθεῖν. συγκλείουσιν οὖν αὐτὴν εἰς τι περίφραγμα καὶ προσφέρουσιν αὐτὸ καθαρίσαντες, καὶ εἶθ’ οὕτως πείθεται τιτθεύειν καὶ τελειοῦν. λέγεται δὲ καὶ τοῦτο παρατετηρῆσθαι αὐτοῖς, ὅταν ἐπίτεξ ᾖ ἡ ἵππος καὶ τὸ οὖθαρ προχαλάσῃ μᾶλλον ἐκ τοῦ δεξιοῦ
15μέρους [καὶ τὴν θηλήν], ἄρρεν αὐτῇ γίνεσθαι, ἐὰν δὲ τὸ εὐώ‐ νυμον, θῆλυ γίνεσθαι. ὀχευομένη δὲ ἡ ἵππος ὅταν οὐρήσῃ ἐπὶ βοτάνης τινός, παρατηροῦσι τὸν τόπον σημειούμενοι, καὶ τῇ ἐπαύριον ἐὰν εὕρωσιν ἐξηραμμένην τὴν βοτάνην, συνειλη‐ φέναι λέγουσιν αὐτήν. ὅταν δὲ γένηται ὠμοτοκῆσαι τὴν ἵπ‐
20πον καὶ ἐκτρῶσαι, †χαίτην ἔχων οὐ ῥᾴδιον περιγινέται.

534

Περὶ ἀρτηρίας. Ἐὰν ἀρτηρία ἐνοχλεῖν ἄρξηται, βαρὺ πνεῖ καὶ κατὰ τῶν ῥινῶν ἀφρὸν πέμπει καὶ οὐδὲν ἕτε‐ ρον ἢ κοιμᾶσθαι δεῖ〈ται〉. ᾠῶν 〈οὖν〉 εʹ τὰ ἔξω καὶ μέλιτος καὶ χαλκοῦ φλοὸς γο αʹ καὶ νίτρου γο αʹ καὶ οἴνου 𐆅 γʹ70
5δώσεις ἐπὶ ἡμέρας, ἄχρις οὗ ὑγιάνῃ, πιεῖν.

541

Ἕτερον πρὸς πνευμονίαν καὶ βουλσούς. Κάλ‐ λωσον χοίρειον μετὰ ὕδατος διεψήσας ὥστε γενέσθαι αὐτὸ εἰς ὁμοιότητα κόλλης, τοῦτο διὰ κέρατος ἐγχυμάτισον.

547

Ἱπποκράτους πρὸς ἧπαρ. Εἰς τὸ ἧπαρ ἐάν τι γένηται, αἷμα ἀφαίρει αὐτοῦ ἀπὸ τῶν μυκτήρων. σημεῖα δὲ ταῦτα· ὅλος τρομώδης γίνεται καὶ τοὺς ὄχρεις ἀνασπᾷ καὶ πίπτει καὶ τῆς τροφῆς οὐχ ἅπτεται. ἔσονται δὲ καὶ ὑπὸ τὰς
5μασχάλας ἀποστήματα, οἱ ὀφθαλμοὶ λευκοῦνται καὶ διαρροϊ‐ σθήσεται. ὁ τοιοῦτος οὐ ζήσει πλεῖον ἡμέρας.

553

Περὶ 〈πόλυπος ἐν ῥινί〉. Ἐὰν πόλυψ αὐτὸ ἐνοχλῇ, οὐδὲν ποιήσεις. ὑποστρώσεις αὐτῷ, ἵνα μὴ κυλιόμενος αὐτὸν στρέψῃ μηδὲ ἐκβράσ[σ]ηται. ἐὰν ἄρξηται καὶ αἷμα ἀποπέμ‐ πειν ἀπὸ τῶν μυκτήρων, οὕτως θεραπεύσεις· λιβάνου γο ϛʹ,
5νίτρου, ὀπίου, πηγάνου ἀνὰ γο ϛʹ μετὰ οἴνου αὐστηροῦ 𐆅 αʹ ἐγχυμάτισον αὐτόν, μέχρις οὗ καλῶς ἔχῃ. ἔνιοι δέ φασι δεῖν βελόνας τρεῖς μακρὰς συνδήσαντας ἀναστρέψαν〈τάς τε〉 τὴν κεφαλὴν πρῶτον αὐτὸν κατακεντεῖν, ἕως οὗ ἐξέλθῃ πᾶν, ἔπειτα κλύζειν οἴνῳ καὶ ἐλαίῳ παραχρῆμα, καὶ ταῖς ἄλλαις
10ἡμέραις ὁμοίως, ἕως ἂν ὑγιάνῃ.

555

Περὶ ἀτονίας. Ἐὰν δέ ποτε συμβῇ τῇ δυνάμει ἐν‐ δεῆ γενέσθαι τὸν βοῦν, προσφέρειν αὐτῷ τοῦ ὀρόβου ἔρεγμα ποιήσαντα. κατάρρανον ὕδατι, ὥστε εἶναι βεβρεγμένον καὶ μὴ εἶναι διάβροχον, πλῆθος ἡμιχοίνικον 〈ἢ〉 τρίτον τῆς χοί‐71
5νικος. ὅσα δὲ τῶν ἄλλων συμβαίνει τῶν ἀρρωστημάτων ἐν αὐτοῖς, χρησώμεθα βοηθήμασι τοῖς περὶ τοὺς ἵππους.

559

Πρὸς βουλσοὺς ἐγχυματισμός. Ἑπτὰ σκώληκας τοὺς εἰς τὴν γῆν γεννωμένους καὶ οἴνου κυάθους ζʹ καὶ ἐλαίου κυάθους βʹ, ᾠὰ βʹ, ταῦτα πάντα εἰς ἓν συμμίξας, θερ‐ μάνας ἐγχυμάτιζε.

560

Πελαγωνίου πρὸς βουλσοὺς ἁπλοῦν καὶ θαυ‐ μαστὸν βοήθημα. Εἰς κονδῖτον 𐆅 γʹ πρὸ τριῶν ἡμερῶν φάβατος ἡμῖναν βρέξας καὶ ταύτην καθαρίως λειώσας ἐπὶ γʹ ἡμέρας κέρατι προσάγαγε.

561

Ἕτερον πρὸς βουλσούς. Βρέξον φάβα ἐν οἴνῳ παλαιῷ καὶ μετὰ ταῦτα λειώσας τοῦτο προσάψεις αὐτῷ ἐλαίου τὸ καθ’ ἥμισυ τοῦ οἴνου μέρος, οὕτω μέντοι, ἵνα ἔσονται οἴνου 𐆅 γʹ καὶ φάβατος 𐆅 αʹ. ταῦτα πάντα ὁμοῦ λειώσας
5ἐπὶ γʹ ἡμέρας δίδου.

562

Ἄλλο. Σκόρδον Γαλ〈λ〉ικὸν κατακόψας καθαρίως καὶ προσάψας βοτάνην σιδηρῖτιν, ἣν Ῥωμαῖοι καλοῦσιν πα‐ ριεταρίαν, καὶ ταύτην ἅμα τῷ σκόρδῳ καθαρίως λειώσας μετὰ ἀξουγγίας παλαιᾶς ποίησον παστίλλους, καὶ τού‐
5τους ἐπὶ γʹ ἡμέρας ἀνίσους δός.72

563

Κολλητικὸν πρὸς βουλσοὺς κάλλιστον βοή‐ θημα. Τραγακάνθης βεβρεγμένης γο βʹ, τήλεως ἡμῖναν, λι‐ νοσπέρμου 𐆅 cʹ, ταῦτα τὰ γʹ εἴδη ἔμβρεξον ὕδατι, καὶ στέα‐ τος τραγείου 𐆃 αʹ, μυελοῦ ἐλαφείου γο βʹ, ῥίζης δρακοντίας γο cʹ,
5γεντιανῆς γο αʹ, κενταυρίου γο αʹ. πρότερον μέντοι τὴν βε‐ βρεγμένην τραγάκανθαν καὶ τὴν τῆλιν, οὐ μὴν ἀλλὰ καὶ τὸ λινόσπερμον καθέψησον ἐν αὐτῷ τῷ ὕδατι, ἐν ᾧ ἐτύγχανε βεβρεγμένα, καὶ μετὰ ταῦτα πάντα ὁμοῦ συμμίξας καὶ λειώ‐ σας εἰς χύτραν βάλε μετὰ ἑψήματος 𐆅 γʹ, καὶ αὖθις ἑψήσας
10ἐπὶ γʹ ἡμέρας δώσεις τῷ ζῴῳ.

564

Ἕτερον βοήθημα Ἠμερίτου. Χοίρειον ἀκρονά‐ ριον εἰς ὕδωρ ἑψήσας καὶ ὄξος τὸ ἴσον, καὶ τοῦτο βαλὼν εἰς χύτραν μετὰ ἑψήματος 𐆅 γʹ καὶ πτισάνης γο αʹ ἤδη ἀπο‐ βεβρεγμένης, οὕτω μέντοι, ἵνα καὶ τὸ ὕδωρ, ἐν ᾧ τὸ ἀκρονά‐
5ριον ἑψήθη καὶ ἡ πτισάνη ἐβράχη, μετ’ αὐτῶν ἑψηθῇ, τούτοις προσάψας ταυρόκολλαν καὶ ὄξους δριμέος 〈𐆅〉 δʹʹ, πάντα ἅμα ἕως τοσούτου ζέσον, ἕως ἂν εἰς χυλὸν μεταβληθῶσι. χω‐ ρὶς δὲ τραγάκανθαν καὶ τῆλιν καὶ λινόσπερμον ἐμβεβρεγμένα θερμῷ καθέψησον, καὶ μετὰ τὸ ἑψηθῆναι τρίψας ἐν θυίᾳ
10μαρμαρίνῃ ἐπίβαλε τὰ προλεχθέντα εἴδη καὶ αὖθις ταῦτα ἕψη‐ σον. μετὰ δὲ τὸ καθαρίως ταῦτα καθεψεῖσθαι πρόσμιγε χυλοῦ τῆς προλεχθείσης παριεταρίας ἤτοι σιδηρίτιδος βοτάνης καὶ μυελὸν ἐλάφου μετὰ στέατος τραγείου, καὶ πάντα, ὡς ἔφημεν, συνεψήσας προπότισον διὰ κέρατος ἐπὶ ἡμέρας ζʹ ἢ θʹ. δίδου
15δὲ τοῦτο τὸ προπότισμα πρὸς λαμπρὸν χλιάνας. εἰ δὲ ὑπερ‐ άγαν ἐστὶ παχύτερον, πλέον τι ἑψήματος βάλε.

565

Πρὸς νεαροὺς βουλσούς. Κεφαλὴν ἀρνειοῦ εἰς ὕδωρ ἀφέψησον ἕως τοσούτου, ἕως δ’ ἂν ὅλον λυθῇ, καὶ πρόσαψον αὐτῷ ὀλίγον μέλιτος, καὶ ἐκ τούτου δίδου διὰ κέ‐ ρατος νηστικῷ[ς] ἐπὶ ἡμέρας ζʹ.73

572

Πρὸς ἐντέρων πόνον. Σεσέλεως Γαλλικοῦ 𐆅 αʹ, κυμίνου Αἰθιοπικοῦ 𐆅 αʹ, κωλίκ〈λ〉ους βʹ, ῥυτῆς μικρόν, ἐλαίου 𐆅 δʹ, οἴνου 𐆅 αʹ, †μαλαγαλβάνης 𐆃 βʹ, ὀποπάνακος 𐆃 βʹ, κηροῦ 𐆃 βʹ, ῥητίνης Κολοφωνίας 𐆃 γʹ, ῥητίνης τερεβιν‐
5θίνης 𐆃 βʹ, στύρακος 𐆃 αʹ, βδέλλης 𐆃 αʹ, μυελοῦ ἐλαφείου 𐆃 αʹ, προπόλεως γο ϛʹ, στέατος ταυρείου γο ϛʹ, φύλλων δάφνης 𐆃 αʹ, μάννης 𐆃 αʹ, ἐλαίου παλαιοῦ 𐆃 αʹ, πεπέρεως λευκοῦ γο ϛʹ, μή‐ κωνος γο ϛʹ, ἀμμωνιακοῦ 𐆃 γʹ, ῥητίνης 𐆃 αʹ, ἀπτῆρος ἀρσενι‐ κοῦ 𐆃 αʹ, ἐλαίου δαφνίνου 𐆃 αʹ, ἰρίνου 𐆃 αʹ, ὑσσώπου 𐆃 αʹ.

583

Περὶ σπάσματος τῶν ἐντός. Ὅσοι δέ τι τῶν ἐν‐ τὸς ἐσπασμένοι εἰσὶν ἵπποι ἢ ἄλλα ὑποζύγια, κοιλαίνονται τοὺς ὀφθαλμοὺς καὶ τὰς λαγόνας ἀνασπῶσι καὶ τρώγοντες καὶ πίνοντες ἰσχνοῦνται καὶ περιπατοῦντες μικρὰ διαβαίνουσιν,
5ἑστῶτες δὲ τοὺς ὀπισθίους εἰς τοὺς ἐμπροσθίους προσάγουσι πόδας καὶ μᾶλλον παρέλκουσι χρόνον. ἐὰν αἷμα ἀπουρήσω‐ σιν ἢ ἀφοδεύσωσιν ἢ τὴν τροφὴν διὰ τῶν μυκτήρων φέ‐ ρωσιν, κινδυνεύουσι. δεῖ δὲ ὅμ[οι]ως θεραπεύειν ἀγωγῇ τοῦ φθισικοῦ.

588

Περὶ κλυσμῶν. Σίκυος 〈χυλοῦ〉 ὅσον πόσεις δύο, * ὅσον κύαμος διεμένου ὕδατι καὶ μέλιτι μικτῷ κλύσον καὶ
ἐξείποις *74

590

Περὶ κλυσμῶν. Τρύγα καὶ μέλι μίξας κλύζε καὶ περίαγε, ὡς ἂν στῇ τὸ χύμα.

591

Περὶ ἐντέρων στροφῆς. Κνῖπας ἄφες ἐπιλαβέσθαι τοῦ ἐντέρου καὶ ἀπόκοψον τὰς κεφαλὰς καὶ ἄφες φύειν, εἶτα ῥάπτε καὶ ὑπόπ〈λ〉ασσε κενταύριον.

596

Περὶ ἀπορρήγματος. Ἐντελέστερον διελθεῖν ἄξιον περὶ τῶν ἀπορρηξάντων τι τῶν ἔνδον. καὶ ὅτι ἐστὶν ἐπι‐ κίνδυνον δῆλον, κἂν μὴ λέγωμεν. ἐὰν μέν τι τῶν κώλων ἢ ἐντέρων διαρραγῇ, σημεῖον γίνεται τοῦτο· ἀναφέρει τε τὴν
5κόπρον διὰ μυκτήρων καὶ ἱδροῖ. ἐὰν δὲ τὴν κύστιν, ὅπερ ἂν πίῃ, παραχρῆμα διὰ τῆς ἕδρας ἐκκρίνει. ἐὰν δέ τι τοῦ πνεύ‐ μονος πάθῃ, αἷμα διὰ τῶν μυκτήρων ἀνάγει. ἐὰν δὲ τὸ ἧπάρ τι πάθῃ, τὸ αἰδοῖον οἰδεῖ καὶ ἡ κοιλία καὶ οἱ μηροί. ἐὰν δὲ ὁ σπλήν, φθίνει καὶ τὴν τροφὴν οὐ προσίεται πᾶσαν. ἐὰν δὲ
10οἱ νεφροί, αἷμα οὐρεῖ. τῶν μὲν οὖν κώλων ἐάν τι διαρραγῇ ἢ ἡ κύστις, οὐδὲν ἂν ποιήσαις βοηθήσας. ἐὰν δὲ ὁ πνεύμων ἐμπαθὴς γένηται, ἀλεύρου ὀρόβων χοίνικας βʹ φυράσας καὶ ἁλῶν ἐμβαλὼν ὀξύβαφον μικρὸν καὶ πλάσας ἄρτον, εἶτα κατα‐ καύσας τρῖψον λεῖον, καὶ ὅταν ποτίζῃς, ἐπίπασσε τῷ ποτῷ.
15ἐγχυμάτιζε δὲ καὶ διὰ στόματος οὕτως· κρόκον, σμύρναν, νάρ‐ δον Συριακήν, κιννάμωμον, κασσίαν, κόστον, ἀριστολοχείαν τὴν λεπτήν, λάσ[σ]αρος, σελίνου, δαύκου, ἀγρώστεως, ἑλενίου, ταῦτα πάντα τρίψας λεῖα ἐπιχέας μέλιτος ὀξύβαφον καὶ οἴνου διαχύτου κοτύλην αʹ ἔγχει διὰ μυκτῆρος. ἐγχυματίσας δὲ τρὶς
20ὡς πλεῖστον χρῷ τῷ χυλῷ τῷ διὰ πτισάνης. τὸ δὲ ἧπαρ κατα‐ στήσεις ῥοΐζων καὶ ἄλευρον πύρινον ποτίζων χειμῶνος, θέρει δὲ κρίθινον, καὶ ἐγχυματίζων πτισάνην. πρὸς δὲ τὸν σπλῆνα
περιπατεῖν ποίει καὶ ἐγχυμάτιζε σῦκα ἑψήσας. πρὸς δὲ τοὺς νεφροὺς τροφὴν παράβαλλε τὴν βελτίστην, καὶ ἐν ἀνέσει ἔχε75
25τὸ κτῆνος καὶ τῇ ἄλλῃ ἐπιμελείᾳ.

600

Πῶς χρὴ θεραπεύειν ἵππον ἐν ἐντέροις φθεῖρας ποιήσαντα. Τὸ τοιοῦτον πάθος νοεῖται ἐκ τοῦ συνεχέστερον διαστρέφεσθαι τὸν ἵππον. κατασκεύαζε τοίνυν βοήθημα· κο‐ ριάνδρου χυλὸν καὶ σινήπεως τὸ ἀρκοῦν, ὀποπάνακος ὀλίγον
5μετὰ ὑδρομέλιτος καὶ ὀλίγου ἐλαίου συμμίξας δίδου.

603

Ἐὰν ἵππος ἔντερα πονέσ, βοήθημα δύσπιστον καὶ παράδοξον πρὸς τὸ τοιοῦτον πάθος. Εἰ τὸ ὄνομα τοῦ δεσπότου ἐπάνω τοῦ κύκλου τοῦ δεξιοῦ ὄνυχος τοῦ ἵππου γραφίῳ ἐπιγράψεις, εὐθέως ἰαθήσεται.

606

Κατασκευὴ κλυστῆρος. Χυλὸν πιτύρων μετὰ νίτρου καὶ ἄνθους μαλάχης ἀγρίας ξηροῦ γράμματα βʹ, ἐλαίου καὶ οἴνου 𐆅 cʹ, καὶ ἐὰν ἄνεμον μὴ ἐκπέμψῃ, προσθήσεις τῷ κλυ‐ στῆρι καὶ ἀφοδεύματος περιστερῶν γράμματα δʹ, καὶ μετὰ τὸ
5κλυστηριασθῆναι ἀναπατήσει, καὶ πάλιν ἱκανὸν ἀναπαῇ. πρὸ δὲ τοῦ κλυστῆρος ἀπαντλήσεις τὴν κοιλίαν αὐτοῦ ὕδατι θερμῷ.

612

Ὅμοιον 〈εἰ κόπρον ὀρνίθων φάγῃ. Ἀλεκτρυόνα σφάξον καὶ τὴν κοιλίαν αὐτοῦ μετὰ τῆς κόπρου ὠμὴν δὸς τῷ ζῴῳ καταπιεῖν. βέλτιον δὲ ποιῶν [σ]κῦφι ἐν οἴνῳ λύσας
πρόσαγε καὶ εὐθέως ἰάσῃ τὸ ζῷον.76

613

Ἄλλο. Ἐὰν ἵππος τὰ ἔντερα ἀλγήσῃ, νηστικὸς γʹ εἰς τὴν ὄψιν αὐτοῦ ἔμπτυσον.

616

Πρὸς τοὺς τὰ ἐντὸς πάσχοντας τοὺς ὑπὸ νόσου πειραζομένους προπότισμα. Τούτῳ τῷ βοηθήματι καὶ οἱ ξηροὺς ἔχοντες τοὺς μυκτῆρας εὐχερῶς θεραπεύονται· πτι‐ σάνης πεφρυγμένης χυλὸν ὡς κυάθους βʹ διδοῖς ἐπὶ ἡμέ‐
5ρας γʹ, μετὰ δὲ ταῦτα ποίει οὕτως· λαβὼν ὑσώπου γο βʹ, φοίνικας κʹ, πηγάνου χλωροῦ δεμάτια βʹ, τήλεως καὶ φάβα‐ τος κυάθους ϛʹ, πάντα εἰς ὄμβριον ὕδωρ ἀφεψήσας δίδου, πρότερον μέντοι χλιάνας.

621

Ἄρτυσις οἴνου. Σχοίνου ἄνθους με δʹ, κασσίας σύριγγος με δʹ, σμύρνης τρωγλίτιδος με δʹ, ἀλόης ἡπατικῆς με αʹ, λιβάνου με αʹ, πεπέρεως με αʹ, μαστίχην με αʹ, ταῦτα τρίψας καὶ κοσκινεύσας ἕκαστον κατ’ ἰδίαν μῖξον καλῶς, καὶ
5λαβὼν γύψου κεκαυμένου [με] 𐆃 βʹ βάλε εἰς διακοσίους 𐆅 𐆅 οἴνου καὶ κίνει ἐπὶ ἡμέρας βʹ, καὶ μετὰ ταῦτα βάλε ἐκ τοῦ ξηρίου εἰς τοὺς διακοσίους 𐆅 𐆅 κοχλιάρια γʹ καὶ κίνει ἐπὶ ἡμέρας εʹ ἡσύχως καὶ φίμωσον τοὺς πίθους καὶ περίφραξον τὰς θύρας καὶ τὰς θυρίδας τῆς ἀποθήκης ἐπὶ μῆνας ϛʹ, ὥστε
10ἄνεμον μὴ εἰσέρχεσθαι.

621*

Εὐμήλου 〈περὶ〉 κοιλίας ῥεύσεως. Ἐὰν κοιλία ῥέῃ, αἷμα διὰ τῶν ἐν τῇ κεφαλῇ φλεβῶν ἀφαιρείσθω. πινέτω δὲ χλιαρὸν ὕδωρ μετὰ κριθίνων ἀλεύρων. ἐπέχει δὲ κοιλίαν ῥέουσαν καὶ σίδια ῥοᾶς κοπέντα καὶ διὰ τοῦ στόματος ἐμ‐
5βληθέντα.77

623

Περὶ καθάρσεως κοιλίας. Ἐὰν καθαίρηται κατὰ κοιλίαν—συμβαίνει δὲ τοῦτο ἀπὸ δρόμου πλείονος, ἀπὸ πνευματώσεως ἢ ἀπὸ προσφορᾶς [ἢ ἀπὸ σφυρῶν ἢ ἀπὸ] φαυ‐ λότητος—αὐτὸν θεραπεύειν οὕτως· τὰς ἐν τῇ κεφαλῇ φλε‐
5βοτομῶν φλέβας καὶ τὰς ἐν τοῖς ἐμπροσθίοις σκέλεσιν, ἕως εὐμενῶς ὦσιν, ἢ ὕδωρ μετὰ κριθίνων ἀλεύρων, τὰ δὲ κρίθινα μὴ πολλά, καὶ προάξεις εἰς περίπατον, λούσεις δὲ ὕδατι μὴ πολλῷ. ἐνδόσεως μὴ γενομένης ἐπὶ τὸν διὰ τῶν ῥινῶν ἐγχυμα‐ τισμὸν ἐλθέ, καὶ προσκαταπλάσσων * * ἀναζέσας, τρίψας μετὰ
10οἴνου ἐγχυμάτιζε μετὰ δʹ ἡμέρας συνεχῶς.

624

Περὶ εἰλεώδους. Τοὺς εἰλεώδεις χρὴ κλύζειν διὰ σεύτλων ἀφεψήματος καὶ νίτρου καχλ〈άκ〉ων μετὰ βδελλίου τετριμμένου [καχλων αʹ] συνανατετριμμένων ἀλλήλοις λούειν τε καὶ σκεπάζειν ἐπιβ〈λ〉ήμασι καὶ καίειν πῦρ πλησίον. τρο‐
5φὴν δὲ διδόναι μάλιστα μὲν γράστιν ἢ χόρτον ἁπαλώτατον. ἐὰν δὲ 〈τοῦτο〉 μὴ παρασκευάσηται τὸ σφήνωμα, τὴν χεῖρα καθετέον λελειασμένην καὶ ἐκκομίζειν τὰ ἐμφράγματα. ἐγχυ‐ μάτιζε δὲ καὶ σεύτλων σπέρματι μετὰ οἴνου καὶ ἐλαίου κοτυ‐ λῶν ϛʹ. ἐὰν δὲ μὴ ᾖ τὸ σπέρμα, ἀποξύσας ἀπὸ τῶν ἐμπρο‐
10σθίων ποδῶν τοὺς ὄνυχας τρίψας μετὰ οἴνου κοτυλῶν γʹ παράβαλον, τούς τε ῥώθωνας ἐγχυμάτιζε. ἐκκομισάμενος τὰ ἐμφράγματα ἅλας τετριμμένον συμμίξας μέλιτι εἰς τὴν ἕδραν ὡς ἐνδοτέρῳ μάλιστα 〈ἔνθεσ〉.

628

Πελαγωνίου περὶ ὀδόντων ποσότητος. Ὁ ἵππος ἔχει ὀδόντας μβʹ * * τὸ πρόβατον ἔχει ὀδόντας καʹ, ὁ τράγος ἔχει ὀδόντας κεʹ, ἡ αἲξ ἔχει ὀδόντας κζʹ, 〈ὁ ταῦρος ὀδόντας *〉 ὁ ἐκτετμημένος βοῦς ἔχει ὀδόντας κδʹ, ἡ θήλεια βοῦς κδʹ, ὁ78
5ἀνὴρ ἔχει ὀδόντας λβʹ, ὁ εὐνοῦχος ἔχει ὀδόντας κθʹ, ἡ γυνὴ ἔχει ὀδόντας λʹ.

629

Ἄψυρτος ὅσον κύει ἵππος χρόνον. Ἵππος τίκτει ἀπὸ τῆς συλλήψεως ἐν μησὶ ιαʹ καὶ ἡμέραις ιʹ. ἐὰν δέ ποτε συμβῇ τάχιον κυῆσαι μῆνας ἔχουσαν θʹ καὶ ἡμέρας κʹ, ἀνα‐ τρέφεται τὸ τοιοῦτο καὶ τελειοῦται· ἀποκρίνουσι δὲ αὐτὸ[ν]
5ἀπὸ τῆς ἀγέλης, καὶ ἐὰν θήλεια γένηται· ποιοῦσι 〈γὰρ〉 λειπό‐ χρονα.

631

Εὐμήλου πρὸς τὸ ἵνα ἀποβάλ. Λιβυστικοῦ φύλλα χλωρὰ λειούμενα δίδου πίνειν, πρότερον μέντοι τροφῆς ἀπεχέσθω. θέρμων πικρῶν γο αʹ μετὰ ὄξους 𐆅 cʹ καὶ στα‐ κτῆς 𐆅 cʹ δίδου ἐπὶ ἡμέρας θʹ πιεῖν.

632

Ἱπποκράτους περὶ ἐμβρύου ἀποβολῆς. Ἐὰν ἔμ‐ βρυον ἐκβάλῃ, κυλίεται καὶ ἡ γαστὴρ φυσᾶται. ἐγχυμάτιζε δὲ κύμινον, ἔλαιον εἰς τὸ αὐτὸ μίξας, ἑκάστου τὸ αὔταρκες .. τῇ ἵππῳ μάραθρον μετὰ ἑψήματος καὶ ἐλαίου ἐγχυμάτιζε, ὁμοίως
5θύμου ἀποτέμνων τὰ ἄκρα ἐγχυμάτιζε καὶ κατόρθου καυτηρίοις.

635

Περὶ χωλείας ἐπὶ γόνασι. Ἐὰν δὲ ἀπὸ μηδεμιᾶς
προφάσεως χωλὸς γένηται, πράσσα θλάσας ἐν ὅλμῳ ἕψει ἐν ὕδατι καὶ τοῦτο πότιζε μίσγων νίτρῳ, ἢ τῇ ῥίζῃ τοῦ σικύου κάθαιρε. ἐκ κεφαλῆς δὲ ἐὰν γένηται, τέμε ἀπὸ τοῦ ἄρθρου79
5τοῦ ἰσχίου ἀπολείπων δακτύλους δʹ βαθεῖαν ἄχρι πρὸς τὸ ὀστοῦν ἐπικάρσιον τὴν τομήν, καὶ ἔπειτα τὸν δάκτυλον εἰς τὴν τομὴν ἐμβαλὼν παράφερε ἔνθα 〈καὶ ἔνθα〉 τὸ σκέλος, καὶ ἐάν τι τῷ δακτύλῳ προσκρούῃ νεῦρον, τοῦτο δίελε τῷ μαχαιρίῳ, καὶ τὴν τομὴν διάλειψον πίσσῃ ὑγρᾷ καὶ ἁλσί.

645

〈Πρὸσ〉 κεφαλῆς πόνον. Ἐὰν κεφαλῆς πόνος ᾖ, ταῦτα σημεῖα σχήσει· κατὰ τῶν ὀφθαλμῶν φλεγμονὴ καὶ διὰ τοῦ στόματος ἀποβάλλει ὡς τράκτον. χρὴ οὖν ζεστῷ ὕδατι τὴν κεφαλὴν αὐτοῦ ἀντλεῖν καὶ τρυφερᾷ κοιμήσει χρῆσθαι.
5ποίει δὲ καὶ ἀφαιρέσεις αἵματος ἀπὸ τῶν ὀφρύων, καὶ φύλλα ἐκ τριφύλλου συντρίψεις καὶ πιεῖν αὐτῷ δώσεις. ἐὰν τοὺς ὀφθαλμοὺς ἀνατεταμένους ἔχῃ, δεήσει αὐτοῦ αἷμα ἀφελεῖν ἀπὸ τοῦ τραχήλου καὶ τοῦ κρανίου, εἶτα λήψῃ ἅλατος γο γʹ, κινήσεις μεθ’ ὕδατος καὶ ἐγχυματίσεις αὐτόν. ἐὰν τοῦτο μὴ
10σχῇς, γῆς ἐντέροις· εἰς 𐆅 βʹ οὔρου παλαιοῦ πέμψας κατερεί‐ ξεις καὶ ἐγχυματίσεις διὰ τοῦ ἀριστεροῦ μυκτῆρος.

655

Ἕτερον βοήθημα. Ἄλευρον κρίθινον συμμιγὲν ῥη‐ τίνῃ ἐπίθες. ὀφείλεις δὲ φροντίσαι, ἵνα τὸ λοιπὸν σῶμα ἄλ‐ λοις προποτίσμασι περιοδευθῇ οὕτως· παγούρους ποταμίους ζʹ κατακοπέντας, γάλακτος αἰγείου 𐆅 αʹ καὶ ἐλαίου κύαθον αʹ
5διυλίσας καθαρίως διὰ τοῦ στόματος προπότισον. εἰ δὲ γάλα καὶ παγούρους μὴ εὑρήσεις, ὑδρόμελι ποίησον ἀπὸ μέλιτος κυάθων γʹ καὶ πεπέρεως λευκοῦ σταθμὸν ὀβολοῦ ἑνός, κρό‐ κου γρα. βʹ. ταῦτα συντρίψας διὰ στόματος δίδου.

657

Ἕτερον βοήθημα. Ἄλευρον κρίθινον μετὰ παστίλ‐ λου οἷον εἴπομεν ἐν τῷ θέρει, εἰ δὲ χειμὼν ἔσται, μετὰ ἀλεύρου σιτίνου τῷ αὐτῷ τρόπῳ δώσεις.80

659

Ἐὰν ἵππος ἐν τῷ ἐγκεφάλῳ κρουσθ. Ἵππον ἐντεῦθεν χρὴ νοεῖν, ὅτι περ ἐν τῷ ἐγκεφάλῳ ἐκρούσθη, ὅτε εὐθέως σπασμοὺς ὑπομένει καὶ σιαίνεται, λοιπὸν φοβεῖται τὴν τροφὴν καὶ ὅλος εἰς τὸ ἔμπροσθεν μέρος διατείνεται. χρὴ
5δὲ τοῦτον εἰς τοὺς κροτάφους φλεβοτομεῖν καὶ σπόγγια Ἄφρα ἐξ ἴσου μετὰ ὄξους καὶ ῥοδίνου ἐπιθεῖναι τῇ κεφαλῇ αὐτοῦ. τροφὰς δὲ αὐτῷ παρέχειν χλωράς, ἃς εἰ ἀποστραφῇ, φάβα ἠλεσμένον αὐτῷ μετὰ ἀλεύρου σιτίνου πρόσαγε, καὶ ὑδρόμελι διὰ κέρατος αὐτῷ εἰς τὰς φάρυγγας ἔμβαλε, ἕως ἂν τῆς χλω‐
10ρᾶς ἐπιλάβηται τροφῆς, εἰς ἣν ἅλμην ὀλίγην ῥάντισον.

666

Εὐμήλου πρὸς ὑποτετριμμένους πόδας. Ἐὰν ὑποτρίψῃ ζῷον κτλ. τοῦτο καὶ βουσὶ βοηθεῖ καὶ ἁρμόζει γί‐ νεσθαι. βοηθεῖ δὲ τοῖς βουσὶ τὸ πίσσῃ ἀλείφεσθαι τὰ κέρατα στερεῶς. εἰς δὲ τοὺς τῶν ζῴων πόδας ἐπὶ πολλὰς ἡμέρας
5ὄροβον μετὰ τῶν κριθῶν δός, ἢ κισσοῦ σπέρματος μέρη βʹ, στυπτηρίας στρογγύλης μέρος αʹ ἐγκόψας καὶ λειώσας χρῶ.

668

Ἱεροκλέους περὶ θερμοπλήσεως. Ἡ θερμόπλησις μάλιστα ἐν τοῖς πάγοις συμβαίνει ὡς ἀλγεῖν πόδας. σχάζειν 〈οὖν〉 προσήκει ἀπὸ τοῦ ποδὸς οὗ ἀλγεῖ καὶ καταντλήσαντα καταπλάσσειν ἀλεύρῳ κριθίνῳ ἐν οἴνῳ κεκραμένῳ ἴσον πρὸς
5ἴσον, ἢ πίτυρα ἐν ὄξει ἑψηθέντα καταπλάσσειν, ἕως οὗ ὑγιάνῃ.

669

Περὶ ἁπαλόποδος. Ἐὰν ᾖ ἁπαλόπους ἵππος, ἐπί‐
κλυσον * * αὐτοῦ ἐπὶ τὰς ὁπλὰς ὀθόνιον, καὶ ἐὰν 〈μὴ〉 δοκῇ ἐστερεῶσθαι, λαβὼν στέαρ καὶ κηρὸν συνεπίτηξον, καὶ ἐπάνω‐ θεν ἀσφάλτου, καὶ τοῦτο ποίει, ὁσάκις ἂν ἐπαισθάνηται τοὺς81
5πόδας. ἢ ἄλλως, ὃ καὶ βέλτιον εἶναί μοι δοκεῖ, λαβὼν κτλ.

678

〈Ἀψύρτου〉 πρὸς τοὺς ἐθέλοντας βήσσειν καὶ μὴ δυναμένους διὰ παράθεσιν φλέγματος. Ῥᾳδίως γίνεται ὀχλεῖσθαι τὸν ἵππον διὰ παράθεσιν φλέγματος, καὶ συμφράσσεται ὁ βρόγχος καὶ τὴν ἀρτηρίαν πνίγεται καὶ θέλων
5βήσσειν οὐ δύναται. φέρεται δὲ διὰ τοῦ στόματος μυξῶδες ἀφρὸν ἔχον τὸ φλέγμα. βοηθεῖται δὲ ἐγχυματιζόμενος δι’ ἀριστεροῦ μυκτῆρος ὑδρελαίῳ ἢ νίτρῳ μεθ’ ὕδατος ἢ σύκων ἀφεψήματι 〈ἐν〉 τῷ ὕδατι, καὶ περιπατείτω, ἕως διατινάξεται καὶ σείσει τὴν κεφαλήν, ὥστε παρῶσαι τὸ φλέγμα, καὶ οὐκέτι
10κίνδυνον ἔχει.

679

Ἱεροκλέους θερινὸν πρὸς τοὺς βήσσοντας. Λι‐ βανωτὸς κοπεὶς καὶ σηθεὶς δίδοται οἴνῳ, ἢ συμμετρίᾳ τοῦ λι‐ βανωτοῦ * κοχλιάριον.

686

Σύνθεσις συγχρισμοῦ πρὸς ἵππον φρίξαντα. Κηροῦ γο ϛʹ, στύρακος γο βʹ, ῥητίνης τερεβινθίνης γο εʹ, δάφνης φύλλων γο ιʹ, ὀποπάνακος γο αʹ, μυελοῦ ἐλαφείου γο αʹ,
ἴρινον τὸ συγκεράσαι δυνάμενον.82

687

Ἄλλο. Ὀποπάνακος γο γʹ, στύρακος γο γʹ, ῥύτης γο βʹ, κροκομάγματος γο βʹ, ταῦτα ἐγχυμάτιζε.

688

Πελαγωνίου πρὸς ἀφρίζοντα ἵππον. Ἐὰν ἀφρίζῃ ἵππος καὶ περὶ τὴν τροφὴν ἀήδειαν ὑπομένῃ, βράθυ εἰς ὕδωρ ἀποβρέξας σμῆχε τὸ στόμα. πρόσβαλε δὲ καὶ φύλλα σχίνου διὰ τὸ εὔοσμον.

689

Πρὸς ἀποστατικούς. Πύξου φύλλα καὶ κέδρου καὶ κωνείου ἕψησον εἰς ὕδωρ καὶ διηθήσας καλῶς προπό‐ τιζε, ὥστε ἀποκοιμηθῆναι καὶ λήθην αὐτὸν λαβεῖν τοῦ ἰδίου δαίμονος. καὶ μετὰ τοῦτο ἐξύπνιζε καὶ ποίει ἀναπατεῖν. εἰ
5δὲ καὶ λακτιστὴς ᾖ, τῷ αὐτῷ χρήσῃ βοηθήματι προσφέρων καὶ κατὰ τοῦ ὀμφαλοῦ ψυχρὸν ὕδωρ. χρῶ δὲ ὡς ἀληθεστάτῳ βοηθήματι.

691

Ἱεροκλέους περὶ ἐχιοδήκτου. Δεινὸν ἐχίδνης δῆγμα καταχρισθὲν τιθυμάλλῳ παύεται. ὦ Χείρων, τοῦτό σε πῶς ἔλαθεν; οὐκ ἀφυῶς ὁ Κόϊντος ἀνεύρετο τέσσαρα ταῦτα·
5γεντιανήν, δάφνας, σμύρναν, ἀριστολόχην.

696

Μῦς ἐὰν δάκῃ τὸ κτῆνος. Μῦς ἐὰν δάκῃ τὸ κτῆ‐ νος, οἰδαίνει ὅλον τὸ σῶμα. ἐὰν δὲ μυγαλῆ δάκῃ, χεῖρόν ἐστιν, ἐὰν ᾖ μακροτέρα 〈ἢ〉 ἐν γαστρὶ ἔχουσα δάκῃ. ἐξ αὐτοῦ τοῦ δήγματος ἐξελκοῦται. οὕτως θεράπευε. σκόρδων τῶν83
5μειζόνων σύντριψον μετὰ νίτρου. ἐὰν 〈μὴ〉 σχῇς, μετὰ ἅλα‐ τος καὶ κυμίνου σύντριβε. ἐὰν μεῖζον οἰδῶσιν, ὄξει καὶ ἅλατι κατάντλει καὶ κριθὰς κατακαύσας καὶ συντρίψας μηδεμιᾷ ἄλλῃ θεραπείᾳ χρῶ. εἰ δὲ οὖν γε μείζονα γένηται τὰ ἕλκη, ἐπέμβρεχε αὐτῷ, ἐὰν θέλῃς, αὐτὰ τὰ ἕλκη. ἐὰν ταῦτα μὴ
10θεραπεύσῃ, καυτηρίῳ χρῶ.

697

Πρὸς δῆγμα ἑρπετο. Κέρατα ἐλάφου καύσεις, εἶτα συντρίψεις ὡς κοτύλην αʹ, νυκτερί〈τι〉δος γο ϛʹ, ἐκλε‐ κέβρης γο ϛʹ, τριξαγίνης γο ϛʹ, μυελοῦ ἐλαφείου γο ϛʹ. ταῦτα πάντα εἰς ἓν συντρίψας εἰς ὅλμον εἶτα εἰς ῥάκος ἢ εἰς
5δέρμα ἀναπλάσ[σ]εις.

703

Πρὸς ἕρπην. Ἐὰν ἕρπη γένηται, ἀρσενικοῦ ὁλκαὶ βʹ, κονίας ἀσβέστου ὁλκὴ αʹ· τρίψας μετ’ ὄξους ἐπίχριε. ἢ χαλ‐ κίτιδος ὁλκῆς cʹ, χαλκάνθου τὸ ἴσον, κονίας ἀσβέστου δʹʹ, ταῦτα κόψας μετὰ ὄξους χρῶ.

704

Περὶ μυσ〈ιάσ〉εως. Ἐὰν βούλῃ θεραπεῦσαι, λαβὼν ἀν‐ θρώπου κόπρον ξηρὰν τρίψας ἐπίπασσε.

712

Ἄλλο παρὰ Σευήρου. τὸ αὐτὸ Ἀμάσεως 〈πρὸς τὸ ἐν οὐλῇ τοῦ ἄλλου σώματος τὰς τρίχας ὁμοίας ἐνεγκεῖν〉. Ἀντίκροκον βοτάνην, ἥτις γίνεται ἐν τοῖς καταράγμασι τῶν ὑδάτων, ἥτις ἐστὶ παραπλησία τῇ ἐρυθρίδι, καὶ βρύον ἀπὸ
5ἕλους ξηράνας κόψον καὶ σῆσον. εἶτα μάξας μετὰ βουτούρου ἀπότ[ε]ιλον κατὰ μίαν τῶν τριχῶν καὶ ἐπίχριε, ὁποῖον ἂν ᾖ τὸ κτῆνος, ἐὰν μέλαν ᾖ, κέρας αἴγειον * * *84

722

Ἀψύρτου περὶ φθειριάσεως. Ἐὰν δὲ φθεῖρες γένωνται ἐν τῇ χαίτῃ ἢ καθ’ ὅλου τοῦ σώματος, κωνείου κόμην χλωρὰν τρίψαντας συγχρίειν. ἢ κυκλαμίνου ῥίζαν κόψας μετὰ ἐλαίου σύγχριε καὶ μετὰ μίαν ἡμέραν ἀπόσμηχε
5οὔρω ἢ θέρμων ἀφεψήματι, ἀποσμήξαντα δὲ πισσελαίῳ κατα‐ χρίειν τὰ ἐφθειριακότα μέρη.

723

Περὶ φθειριάσεως ἐν τῷ στόματι τῶν βοῶν. Φθειρίασις δὲ εἰ 〈ᾖ〉 ἐν τῷ στόματι, ἐπιγνωσθήσεται οὕτως· ἐσθίειν οὐ δύναται καὶ τὴν γλῶσσαν τραχεῖαν ἔχει σφόδρα. θεραπεύεται δὲ οὕτως· τὴν τοῦ ἀγρίου σικύου ῥίζαν χλωρὰν
5κόψας 〈σῦκά τε ξηρὰ〉 συγκεκομμένα περὶ τὴν ῥίζαν περι‐ πλάσσων ἐσθίειν δίδου ἄχρις οὗ ἂν ὑγιὴς γένηται. τρῖβε δὲ καὶ τὴν γλῶσσαν αὐτοῦ καὶ τὸ στόμα χαμαιλέοντος ῥίζῃ καὶ τῇ σταφίδι τῇ ἀγρίᾳ. λειάνας δὲ ἐν τῷ αὐτῷ καὶ μίξας τῷ σικύῳ βάλε εἰς τὸ στόμα καὶ ἀπόδησον κατέχων ἐπὶ ποσόν.
10ἐὰν δὲ μὴ πρὸς ταῦτα παύηται τὸ πάθος, δεῖ κατακλίναντα τὸν βοῦν ἐκλαμβάνειν τὴν γλῶσσαν ἔξω καὶ τὰ περὶ αὐτὴν ψαλίδι ἀποκείρειν τοὺς λεγομένους φθεῖρας, ἅτινά ἐστι τρα‐ χέ[ι]α καὶ ὅμοια θύμῳ. ἀποκείραντα δὲ αὐτὰ ἐπικαίειν πλα‐ τεῖ καυτηρίῳ μὴ σφόδρα.

724

Εὐμήλου πρὸς ἕλμιγγας καὶ σκώληκα〈σ. Εἴω‐ θεν ἐν τοῖς ἐντὸς τὸ γένος τῶν σκωλήκων καὶ ἑλμίγγων γεν‐ νᾶσθαι. τοῦτο δὲ γνωρίζεται διὰ συνεχοῦς τοῦ ζῴου κυλίσεως, πολλάκις δὲ εἰ[ς] τὴν κεφαλὴν εἰς τὴν κοιλίαν ἀπάγει καὶ τὴν85
5σόβην διαστρέφει. καὶ τούτοις τοῖς σημείοις γνωρίζεται. ἐμ‐ βαλεῖν τοίνυν χρὴ τὴν χεῖρα κατὰ τῆς γαστρός, ὡς εἴπομεν, καὶ τὰ περιττώματα μετὰ τῶν ἑλμίγγων ἀφέλκειν, ῥάπανον δὲ λελειωμένην μετ’ ὄξους 𐆅 αʹ τῷ λαιμῷ ἐμβαλεῖν, καὶ οὕτως τοὺς σκώληκας καὶ τὰς ἕλμιγγας ἀποπνῖξαι.

725

Πρὸς τοὺς ἐν ἑκατέρᾳ φύσει, ἀρρενικῇ καὶ θη‐ λυκ, καὶ πρὸς τραύμασιν γινομένους. Ἅλμῃ δριμείᾳ τὰς μελλούσας παρὰ τοῦ ζῴου κριθὰς ἐσθίεσθαι κατάρρανον. ἄλλοι δὲ ῥάφανον ἑψήσαντες ὕδατι τῷ ἀποζέματι τὰ φυσικὰ
5μόρια πυριάζουσιν. ἐκτινάσσονται δὲ καὶ ὕδατος ψυχροῦ ἐπιρρανθέντος ἢ πρασίου ἢ καὶ πράσσου χυλοῦ μιγνυμένου ἅλατι. τὰ δὲ τραύματα πίσσῃ καὶ ἐλαίῳ καὶ ὀξυγγίῳ θερα‐ πεύονται κτλ.

731

Πρὸς ἕλμιγγας. Κοριάνδρου σπέρμα φρῦξον, ὅσον ἡ χεὶρ χωρῆσαι δύναται, καὶ τοῦτο λειώσας μετὰ ὕδατος χλια‐ ροῦ διὰ κέρατος τῷ λαιμῷ ἐπὶ ἡμέρας γʹ ἔμβαλε, ἢ καρδά‐ μ[ωμ]ου σπέρμα λελειωμένον μεθ’ ὕδατος καὶ ταῖς τοῦ ἵππου
5φάρυγξι ἐγχεθὲν τὸ αὐτὸ ποιεῖ.

742

Πρὸς οἰδοῦντα νεῦρα ἐξ ὁδο. Πρόσφατα ἂν ὦσιν, οὕτως χρήσῃ σφόγγοις καινοῖς καὶ ὄξει καὶ λάσαρι Κυ‐
ρηναΐκῷ.86

749

Ἀψύρτου πρὸς 〈τοὺσ〉 κατέργους καὶ ἰσχναι‐ νομένους. Τῷ δὲ κατέργῳ γεγονότι καὶ ἰσχνωθέντι δεῖ βοη‐ θεῖν οὕτως· ὀρόβους λευκοὺς ἐρείξαντας ὅσον χοίνικα κατα‐ βρέχειν τὸ ἔρεγμα οἴνῳ λευκῷ εὐώδει κοτύλαις δʹ καὶ ἐᾶσαι
5ἡμέραν αʹ. ἐκ τούτου διδόναι τρίτον τοῦ χοίνικος καθ’ ἡμέ‐ ραν μίαν πρὸ τοῦ ποτίζειν τὸν ἵππον ἐπὶ ἡμέρας λʹ, καὶ τὰς κριθὰς φρύγοντα παραβάλλειν, καὶ εὐσταθήσει τῷ σώματι. ἔστω δὲ τὸ μέτρον τοῦ ἐρέγματος διάβροχον.

755

Τοῦ αὐτοῦ 〈πρὸς τοὺσ〉 ἀλλήλοις μαχομένους ἐν φάτν. Ὅταν δὲ ὦσι χαλεπαίνοντες ἐν φάτνῃ πρὸς ἀλλή‐ λους καὶ μαχόμενοι, ὥστε δάκνειν ἑαυτούς, καταβρέχεται τὰ δήγματα γάρῳ ἢ ἅλμῃ ἢ ὀξάλμῃ. τὰ δὲ κατὰ νεῦρον γινό‐
5μενα εὐχερῶς χωλοὺς ποιοῦσι. θεραπεύεται δὲ τῇ ἀλθαίᾳ, ὡς ἐπάνω γέγραπται.

756

Τοῦ αὐτοῦ πρὸς νεύρων πόνον. Ἐὰν τὰ νεῦρα πονῇ, ζεστῷ ὕδατι χρήσῃ καὶ ἀνακολλήματι. χρὴ οὖν καὶ περιπάτῳ ἐλαφρῷ καὶ κοιμήσει ἁπαλῇ καὶ ψυχροῖς ἁπαλῦναι. τὴν τροφὴν δὲ δίδου τὴν ε〈ἰ〉θισμένην.

757

Ἀνατολίου 〈περὶ〉 νεύρων. Τὸν ὑπὸ νεύρων ὀχλούμενον κατάντλησον τὰ νεῦρα καὶ τὴν κεφαλὴν ὕδατι θερμῷ. ἔπειτα στέατος βοείου καὶ σμύρνης καὶ θείου ἐπιτιθε‐ μένων [αὐτοῦ] χυτριδίῳ τὴν κεφαλὴν αὐτοῦ συγκαλυφθεῖσαν87
5ὑποθυμία καὶ θέρμανον, ἀλλὰ μὴν καὶ κενώσει κοιλίας 〈χρῶ〉 καὶ ἐκ τῆς οὐρᾶς αἷμα ἀφαίρει.

758

Ἀψύρτου πρὸς τὸ αὐτὸ δύναμις. Τὰς οὐρὰς ἑκατέρων πλύνας ἀμφοτέρους πότιζε αὐτῷ τῷ ὕδατι, ἢ ἑκάστου ὀνίδα διαλύσας ἐν ὕδατι τὴν ἀλλήλων δίδου πιεῖν.

791

Ἄλλο χρήσιμον 〈πρὸς λεπτότητα. Ἄγρωστιν, ἥνπερ πολλάκις οἱ γεωργοὶ τῷ ἀρότρῳ ἀποτέμνουσιν, συνάξας, ὅσην βούλει, καὶ πλύνας καθαρίως μετὰ κριθῶν καὶ ἀχύρων λεπτῶν δίδου καθ’ ἑκάστην· χρήσιμόν ἐστι. καὶ γὰρ πώλοις
5μικρὰν ἔχουσιν ἔτι τὴν ἡλικίαν τοῦτο συμβάλλεται.

837

Ἄκοπον θερμαντικὸν τὸ παρὰ Χαρίτωνος, ποιεῖ νεφριτικοῖς, σχιακοῖς, παρετικοῖς καὶ πᾶσι τοῖς ἀπὸ ψυγμοῦ τι πάσχουσιν. ἄγει δὲ καὶ κατα‐ μήνια ἀνατριβόμενον κατὰ τοῦ ἤτρου καὶ τῶν ἰσχίων.
5θεραπεύει δὲ καὶ κωλικοὺς πτύγμα ἐπιτιθέμενον κατὰ τοῦ ὀμφαλο. Καστορίου, πεπέρεως, ἀδάρκης, εὐφορ‐ βίου, πυρέθρου, δαφνίδων, νάπυος λευκοῦ, χαλβάνης, ὀπο‐ πάνακος ἀνὰ γο βʹ, ἐλαίου παλαιοῦ [ἀνὰ] 𐆃 βʹ, καπνελαίου Ταρ‐ σικοῦ 𐆃 αʹ, γλευκίνου ἐλαίου 𐆃 γʹ, ἰρίνου 𐆃 γʹ, δαφνίνου, τερε‐
10βινθίνης ἀνὰ 𐆃 αʹ, κηροῦ, ῥητίνης φρυκτῆς ἀνὰ 𐆃 βʹ, νίτρου Ἀρταξ〈ατ〉ισίου γο βʹ. τὸν ὀποπάνακα προλειοῖς ὄξει, τὴν
ὀξυγγίαν τήκεις καὶ διυλίζεις καὶ οὕτως μίσγεις. εἰς τὴν συ‐ σταθμίαν τὸν κηρὸν καὶ τὴν ῥητίνην καὶ τὴν ὀξυγγίαν καὶ τὸ γλεύκινον καὶ τὸ ἴρινον καὶ 〈τὸ〉 δάφνινον καὶ τὸ ἔλαιον88
15βάλε, καὶ τήξας ἐπίβαλε τὴν χαλβάνην κόψας πάνυ. ὅταν δὲ καὶ ἡ χαλβάνη τακῇ, ἐπίβαλε καὶ τὴν τερεβινθίνην καὶ τή‐ κεις ἡσυχῇ, καὶ διυλίσας ἐπίβαλε εἰς τὸν ὀποπάνακα, εἶτα τὰ ξηρά. ἐν δὲ τῇ χρήσει πρόσμιγε γλεύκινον ἢ ἴρινον τῷ φαρ‐ μάκῳ. ἐπὶ δὲ τῶν κωλικῶν καὶ τῶν ἐμμήνων καθ’ ἑαυτὸ τῷ
20φαρμάκῳ χρῆσαι.

839

Τὸ Παρθενίου φάρμακον, ᾧ Δομέτιλλος κε‐ χρῆσθαι συνεχῶς διεβεβαιοῦτο. Ἔστιν δὲ ὁπλῶν πυ‐ κνωτικόν, στερεὰς καὶ ἀπαθεῖς τὰς ὁπλὰς ποιοῦν. ἀβόλοις δὲ ἢ πρωτοβόλοις ἢ δευτεροβόλοις ἁρμόττει τὸ φάρμακον, ἕως
5ἁπαλωτέρα ἐστὶν ἡ ὁπλὴ καὶ δεκτικὴ τοῦ φαρμάκου. χαλκοῦ κεκαυμένου γο γʹ, ἀρσενικοῦ γο βʹ, μίσυος γο γʹ, θείου ἀπύ‐ ρου γο βcʹ, ἀσφάλτου γο δʹ, στυπτηρίας σχιστῆς γο γʹ, κεδρέας 𐆅 cʹ, σκίλλης, Κολοφωνίας ἀνὰ 𐆃 αʹ, σαυρῶν κεκομμένων ὀρεϊνῶν ἐξ ἀνύδρων τόπων τεθρεμμένων ϛʹ ἢ ζʹ, ὀξυγγίου
10παλαιοῦ 𐆃 βʹ. κόπτε τὰ ξηρὰ καὶ σῆσον, τὰ δὲ τηκτὰ τῆκε, καὶ ἔμβαλε τὰς σαύρας ζώσας κόψας ἐν ὅλμῳ καὶ ἕψει ἐν χύτρᾳ καὶ τῆκε. ἔπειτα κίνει κερκίδι πυκνῶς, ἵνα μὴ ὑπερ‐ ζέσῃ, ὑπαίθριον δὲ τοῦτο ποίει. πολλάκις γὰρ ὑπερζέσαν ἔφλεξε τὴν στέγην. τὴν μέντοι κεδρέαν, ἐπειδὰν μετρίως
15ἑψηθῇ τὰ μεμιγμένα, τότε ἔμβαλε καὶ συνέψει, μέχρις ἂν γλοιοῦ πάχος γένηται. τότε προσάγειν ταῖς ὁπλαῖς τὸ φάρ‐ μακον δεῖ, τρίβοντα καὶ προεκμαλάσσοντα πρότερον αὐτάς, ἵνα πλησιάσῃ αὐταῖς τὸ φάρμακον. τοῦτο ἐπὶ ἡμέρας μʹ. αἴσθησις δέ ἐστι τοῦ φαρμάκου μετὰ ιʹ, ἀφ’ ἧς ἂν προ〈σ〉‐
20αχθῇ τὸ φάρμακον. ἄρχεται γὰρ ὑπαλλάσσεσθαι ἡ ὁπλὴ ἀπὸ τῆς στεφανίτιδος. δεῖ δὲ ἐντρίψαντα μὴ ἐνοχλεῖν τοῖς κτή‐
νεσιν, ἀλλὰ περὶ ὥραν θʹ ποτίσαντα τρίβειν καὶ συνάγειν, ἵνα διὰ πάσης νυκτὸς ὁμιλήσῃ τὸ φάρμακον. μεθ’ ἡμέρας δὲ εʹ γυμνάζειν τὸ κτῆνος. ἐπειδὰν δὲ προσάγῃς τὸ φάρμακον,89
25εὐλαβεῖσθαι χρή, μὴ προσάψῃ τῶν τριχῶν τῆς στεφάνης, καὶ γὰρ λυμαίνεται τῇ σαρκί. ἐπιμελεῖσθαι δὲ προσήκει τῶν χε‐ λιδόνων καὶ ὑποστύφειν σιδήρῳ. ἀπὸ γὰρ τῆς στάσεως περιττότεραι γίνονται καὶ αὐξάνουσαι συ〈σ〉σήπονται καὶ ἐνοχλοῦσι τῷ μεσοκυνίῳ τῆς ὁπλῆς.

887

Περὶ ἄρθρων. Ἐὰν τὰ ἄρθρα πονῶσιν, ταῦτα τὰ σημεῖα σχήσει· περιπατεῖν οὐ δύναται οὐδὲ ὑπνώσσειν, καὶ φλεγμαίνει ἀπ’ αὐτῶν τῶν ἄρθρων. χρὴ οὖν πολλοῖς θερα‐ πεύμασι χρῆσθαι, καὶ καρδάμῳ καὶ οἴνῳ λελειωμένοις δακτύ‐
5λου μεγέθει ἐπιχρίειν, καὶ αἷμα αὐτοῦ ἀφελεῖν, εἰ δ’ οὖν γε, ἀνοίγειν.

913

Ὅτι δεῖ προ]καθαίρειν χλοάζοντα. Κάλλιον δὲ προκαθαίροντα τὸν ἵππον διὰ τοῦ σικύου καὶ τοῦ νίτρου χλοάζειν, καὶ ἔσται εὐρρωστότερος καὶ 〈εὐ〉σαρκότερος ἐκ τῆς γράστεως ἢ τοῦ βοσκήματος.

916

Περὶ παθῶν βοῶν. Τὰ δὲ περὶ τοὺς βόας συμ‐ βαίνοντα πάθη καὶ τὰ πρὸς αὐτὰ βοηθήματα ἄριστα γέγραπται Μάγωνι τῷ Καρχηδονίῳ τῇ Φοινικί〈δι〉 διαλέκτ. καὶ ἄλλοις δὲ γέγραπται, ὧν ἡμεῖς παραθέντες τὰ ἐνοχλοῦντα
5μάλιστα ἐπιδείξομεν καὶ τὰς πρὸς αὐτὰ[ς] θεραπείας. ἐνοχλεῖ δὲ μάλιστα τοὺς βόας ταῦτα· * * *

917

Εὐμήλου βοῶν θεραπεία καὶ περὶ σωτηρίας.
* τὴν ἴσην τοῖς βουσὶ παρέχει σωτηρίαν κάππαρις σὺν ἐλαίας ἤτοι μυρσίνης φύλλοις, ἀγρίας μέντοι, ἔτι δὲ κηκὶς κυπαρισ‐ σίνη, οἴνῳ ἀφεψηθέντα καὶ διδόμενα. πρότερον μέντοι γε90
5τὰ προγεγραμμένα εἴδη βαλὼν εἰς ὕδωρ μίαν ὕπαιθρον νύκτα κατάλιπε μαραίνεσθαι.

919

Περὶ τῶν ὑπὸ τοῦ οἴστρου ἐνοχλουμένων. Πρὸς δὲ τὸν ὑπὸ τοῦ οἴστρου ἐνοχλούμενον ἀψίνθιον ἐν ὕδατι τρί‐ ψας, ἄλειφε τὸν βοῦν τοῦτο ἐφ’ ἡμέρας τινὰς καὶ ἀποκωλύ‐ σει τὸν οἶστρον, ἢ πάλιν τρίβων χρῖσον.

921

Σύνθεσις ἐμπλάστρου διὰ βοτανίων. Χαλβά‐ νης κτλ. μέχρις ὅτου μάλαγμα γένηται. οὕτως χρήσῃ πρὸς τὸ κτῆνος. ἀποστήματι, ὅσον γεγένηται τὸ ἱκανόν, χρῶ. ἐξ οἴνου καὶ ἐλαίου εἰς τὸν χειμῶνα τοῦτο φάρμακον θερμότερον ποιή‐
5σεις καὶ οὕτω χρήσῃ· ὅτε συγχρίσεις τὸ κτῆνος, ὑποθήσεις αὐτῷ κάρφος περὶ τὸ σῶμα αὐτοῦ, καὶ ἐπάνω σάγον περι‐ βάλῃς αὐτόν, ἵνα τὸ αἷμα αὐτοῦ τὸ ἔμπλαστρον συμπίῃ, ἵνα συγκολληθῇ αὐτῷ τῷ σώματι .. Ἐὰν †ἰὸν χαλκοῦ ποιήσῃ, εἰς τόπον θερμὸν στηκέτω, καὶ δίδου αὐτῷ πιεῖν θερμὸν ὕδωρ
10καὶ φαγεῖν ἀκέραιον, ὅσον δύναται τρώγειν, μέχρις οὗ τὸ πά‐ θος αὐτὸ ἐκτινάξῃ, καὶ καθ’ ἡμέραν σύγχρισον τὸ κτῆνος, μεχρὶς οὗ ὑγιὲς γένηται.

953

Ἱεροκλέους καυστικὸν ἐπὶ τῶν χαλασμάτων τῶν ἐν τοῖς ἄρθροις καὶ οἰδημάτων ἐν οἱῳδήποτε τόπῳ [ἐν τοῖς ἀρθροῖς καὶ οἰδημάτων ἐν οἱῳδήποτε τόπ] ἐκ πληγῆς ἢ ἄλλης τινὸς αἰτίας ἢ αὐτομάτως,
5〈ἢ〉 ὅσα βούλει διαλῦσαι σκληρώματα ἢ μελικηρίδας προσφάτους διαχέαι· [ἢ] ἀσφάλτου στατῆρας ηʹ, ῥητίνης Κολοφωνίας στατῆρας δʹ, κηροῦ στατῆρας ἕξ, χαλβάνης καὶ ὀποπάνακος καὶ τιτάνου ἀνὰ στατῆρα αʹ, ταῦτα ζέσας ἐν τῷ αὐτῷ χρῖε θερμάνας.91

957

Ἄλλο κατάχρισμα τρυφερὸν συγχαλαστικόν. Ῥητίνης Κολοφωνίας γο ϛʹ, ἄξουγγίου 𐆃 αʹ, λινόσπερμον ἀσ‐ σαρίων γʹ, αἰγοκερωτὴν ἀσσαρίων βʹ, κριθίνου ἀλεύρου 𐆅 αʹ, ἐλαίου ἡμῖναν αʹ.

959

Καυστικόν. Τιτάνου μέρος προσφάτου καὶ τρυγὸς οἰνηρᾶς κεκαυμένης τὸ ἴσον φυράσας κονίᾳ σχινίνῃ ἢ ἀπὸ καλάμης κυάμου ἢ ἀπὸ ἐλαίας πυρήνων, τούτῳ χρῆσθαι προσφάτῳ, ἢ καὶ ἶριν τρίψαντα πρόσφατον ἐπιτιθέναι.

961

Σύνθεσις καυστικο. Προπόλεως Ἀττικῆς γο εʹ, χαλβάνης 〈γο〉 γʹ, κηροῦ γο γʹ, βδέλλης γο δʹ, ῥητίνης φρυ‐ κτῆς γο εʹ, ἰξοῦ δρυΐνου γο δʹ, ἀμμωνιακοῦ γο δʹ, πίσσης Βρυττίας γαστρικῆς γο εʹ, μυελοῦ ἐλαφείου γο δʹ, ὀποπάνα‐
5κος γο γʹ.

962

Ἄλλο καυστικὸν Φλώρου. Ἀσφάλτου Ἰουδαϊκῆς γο εʹ, προπόλεως Ἀττικῆς γο εʹ, βδέλλης Βαβυλωνίας γο ϛʹ, ἰξοῦ δρυΐνου γο δʹ, πίσσης Βρυττίας γο ϛʹ, ἐλαίου κυπρίνου γο βʹ, χαλβάνης γο ϛʹ, μάννης λιβάνου γο βʹ, μυελοῦ ἐλαφείου
5γο γʹ, κηροῦ καθαροῦ 𐆃 βʹ, ἀμμωνιακοῦ γο ϛʹ.

964

Ἄλλο καυστικὸν εἰς κόξας. Χαλβάνης, ὀποπά‐ νακος, μυελοῦ ἐλαφείου, τερεβινθίνης, βδέλλης, μάννης λιβά‐ νου, κηροῦ, στέατος ταυρείου, ἀψινθίου, πίσσης Βρυττίας, ἀσφάλτου Ἰουδαϊκῆς, ῥητίνης γαστρικῆς ἀνὰ γο βʹ, πάντα
5μίξας καὶ ἑψήσας χρῶ.

965

Καυστικὸν πρὸς πάντα. Χαλβάνης, στύρακος, πίσσης Βρυττίας, μήκωνος, λιβάνου ἀλεύρου, δαφνίδων, ἀσφάλτου Ἰουδαϊκῆς, τερεβινθίνης, πετροσελίνου Μακεδονι‐ κοῦ ἀνὰ γο βʹ.92

968

Πρὸς ὀζαίνας κτηνῶν. Τῷ σάρῳ ὃ καταμάσσεται ὁ φοῦρνος καὶ ἀποπλύνεται, εἰς τὸ σκεῦος, ὅπου ἐστὶ τὸ ὕδωρ, συλλέξας 〈εἰσ〉 τὸν ἥλιον ἐπίχριε, πρότερον ἀποπλύνας καὶ ἀποσμήξας τὸν τόπον ὄξει.

974

Ἱπποκράτους περὶ σύριγγος. Ὅταν δὲ συριγγιᾷ, ἐξαιρεῖν δεῖ οὕτως· ἐὰν μὲν ὁ τόπος ἐπιδέχεται, τὸ μαχαίριον πάντων ἄριστον. εἰ δὲ μήγε, ἄγξας αὐτοῦ τὸ στόμα, τρί‐ ψας χάλκανθον κεκαυμένην μετ’ ὄξους δριμυτάτου κολλούρια
5ποιῶν, ξηράνας μετὰ τοῦ κολλουρίου ἰξοῦ τὸ ἴσον ἔμβαλε καὶ τρίψας χρῶ.

975

Ἄλλο. Ἀκάνθου βαλὼν τὴν ῥίζαν περιξύσας ἅπλωσε, ἢ σικύου ἀγρίου τρίψας λείαν ἢ τιθυμάλου ὀπῷ φυράσας ἔνθες.

976

Ἄλλο πρὸς θηριώματα. Τὸ θηρίωμα θεραπεύειν, ἐὰν μηδέπω τὸ μέρος †ὀποῦ κείμενον ἦν. πρῶτον μὲν τῳ μαχαιρίῳ περιελεῖν δεῖ 〈ἕ〉ως τοῦ δυνατοῦ * *

977

Ἱεροκλέους περὶ σύριγγος. Ἐὰν μὲν ἐν ταῖς συνωμίαις ᾖ καὶ προσκαθέζηταί τι τῶν συνωμιῶν πρὸς τὸ χονδρόν, * * ἐὰν δέ που ἀλλαχοῦ προσκάθηται καθ’ ὅντιν’ ἂν τόπον, διελὼν πρόσκαυσον καὶ θεράπευε τῷ φαρμάκῳ, ἕως
5ἡ ἐσχάρα ἐκπέσῃ, τῷ διὰ τῆς ἀσβέστου συγκειμένῳ. τῆς δὲ κακίας ἐκπεσούσης ἀναπληροῦται κατὰ βραχὺ πάλιν εἰς τὸ αὐτό· ἐὰν δὲ ἐπὶ τέ[ι]νοντος ᾖ ἡ σύριγξ, ὀρθοῖς καυτηρίοις
χρῆσαι μετὰ βίας ἐπὶ τὸν τένοντα ** ἕως ἂν ἐκπέσωσιν αἱ ἐσχάραι. θεράπευε δὲ φαρμάκῳ σηπτικῷ, ἕως οὗ ἐκπεσεῖν τὴν93
10σηπεδόνα, καὶ οὕτως ἀναπλήρου τὸ ἕλκος.

978

Πελαγωνίου, ἐὰν ἵππος σύριγγα ἐν τῇ περι‐ στεφανίδι ποιήσ. Χαλκοῦ ἄνθους ὄξει δριμυτάτῳ πρόσ‐ μισγε, καὶ ὅταν ξηρανθῇ, κατὰ τῆς σύριγγος ἔμβαλε.

979

Ἀψύρτου πρὸς βασκοσύνην. Βαῖνε, νεμεσῶ ς’, ἔξελθε, ἀπόστηθι ἀπὸ τοῦ περιαπτομένου ἵππου, οὗ ἔτεκεν ἡ ἰδία μήτρα, βασκοσύνη, ὅσον γῆ ἀπέχει οὐρανο.

980

Πρὸς λύκον τὸ πάθος ζῴων. Ἵνα πρῶτος ὁρῶν τις αὐτόθι εἴπῃ· οὐκ ἔλαθες, λύκος ε. καὶ 〈ταῦτα〉· δάκῃ τὸν τόπον τοῦτον τρίτον, καὶ καθάπαξ δακέτω.

989

Ἱπποκράτους περὶ ὀστέων ἐψιλωμένων κα‐ λουμένη ἑφθ. Ἰοῦ ξύσματος γο δʹ, μέλιτος κοτύλης cʹ, ὄξους κύαθον αʹ βαλὼν εἰς χαλκίον ἕψει, ἕως γένηται γλοιῶ‐ δες. καλεῖτα δὲ ἡ ἑφθή.

991

Περὶ ἡμιόνου χωλαίνοντος ἐκ νεφρῶν. Ἡμίο‐ νος ὅταν χωλαίνῃ τὰ ὀπίσθια σκέλη ἀμφότερα, τοὺς νεφροὺς ἀλγεῖ. ταύτην οὖν χρὴ καίειν, τὸ δὲ καῦμα ἔστω ** εἶτα ἅλατι καὶ ἀστερίῳ τετριμμένῳ καὶ νίτρῳ Αἰγυπτίῳ ὅσον στα‐
5τῆρα, ταῦτα διέμενος ὅσον ἡμίχοον αʹ θεράπευε, Ἀττικῷ μέ‐ λιτι μικρὸν μίξας καὶ ἔλαιον.

994

Πρὸς νεύρων στροφὰς καὶ δοθιῆνας καὶ πρὸς πολλ. Φάρμακον ποιοῦν πρὸς νεύρων συστροφὰς καὶ δοθιῆνας καὶ μασθοὺς περιωδύνους, πρὸς πᾶσαν
σκληρίαν· ἐλαίου παλαιοῦ 𐆅 αʹ, ἅλατος λευκοῦ 𐆃 αʹ, ψιμυ‐94
5θίου 𐆃 αʹ, ἀμμωνιακοῦ γο γʹ, ῥητίνης ξηρᾶς γο ηʹ, κηροῦ γο γʹ, ὀποπάνακος γο ϛʹ.

995

Πελαγωνίου περὶ ψυῶν καὶ νεφρῶν καὶ ἰσχίων. Ἁρμόζει περὶ ψυῶν ἡμᾶς καὶ νεφρῶν παρὰ τῇ σῇ κοσμιό‐ τητι ὀλίγα καταλέξαι. εὐχερῶς γὰρ παρὰ τοῦ συνεχέστερον πεπονθότος καὶ διαγινώσκεται καὶ θεραπεύεται τὸ τοιοῦτον
5ζῷον. ἡ γὰρ ὁμοπάθεια τὰς ἰάσεις πολλάκις ἐφευρίσκουσα μεταδίδωσιν. ἡμεῖς δέ σε πλειστάκις γυμνὸν ἐθεασά‐ μεθα τοὺς νεφροὺς παρειμένον, διόπερ διπλῆν σε τὴν χάριν τῆς τοιαύτης ἐπιμελείας τε καὶ θεραπείας δέχεσθαι φα‐ νερόν ἐστιν, ὥστε καὶ τὰς σὰς ἐξειλεγμένῳ βοηθήματι στερ‐
10〈ρ〉οῦσθαι ψύας, καὶ ἡνίκα ἵππος ὑπὸ τούτων ἀναλίσκεται, τῆς αὐτῆς φροντίδος τε καὶ θεραπείας ἀξιοῦσθαι. ὡς ἐπὶ τὸ πλεῖστον οἱ ἵπποι τὰς ψύας πολλῷ τῷ βάρει καταβλάπτουσιν, ἢ ὅτε λάκκον ὑπερπήδησωσι καὶ συμβῇ τοὺς ὁπισθίους πόδας ὑποκαθεσθῆναι. γίνεται δὲ αὐτοῖς τὸ τοιοῦτον πάθος καὶ ὑπὸ
15πολλοῦ κρύους. τότε τοίνυν αὐτοὺς χρὴ τούτοις βοηθήμασιν [αὐτοὺς] θεραπεύειν· θερμῷ τὰς ψύας ἀπαντλείσθω, καὶ μετὰ ταῦτα καυστικῷ κέχρησο.

996

Εἰ ἐπὶ πλεῖον ἀλγήσει. Λύε τὰς τῶν ὀνύχων φλέ‐ βας καὶ τῷ ἀπορρέοντι αἵματι ἅλας καὶ ἀξούγγιον καὶ ἔλαιον μῖξον καὶ κατὰ τῶν νεφρῶν ἐπίθες. εἰ δὲ ἀνάγκη καταλάβῃ, 〈χρῆσαι καὶ μαλάγματι ****〉 χρῆσαι ἐπὶ ἡμέρας θʹ καὶ τὴν
5προκόπτουσαν θεραπείαν καταμάνθανε. καὶ ἐὰν ἀνάγκη κα‐
λέσοι, ἐκ τῶν βουβώνων φλεβοτόμει, καὶ τότε τῷ βοηθήματι τὴν κόξαν θεράπευε. ἔστι δὲ τὸ βοήθημα εὐφορβίου γο δʹ, πίσσης ὑγρᾶς γράμματα δʹ, ἅλατος κοινοῦ γο δʹ, ἅμα συμμίξας ἕψει.95

999

Ἄλλο. Σισύμβριον μετὰ ἀλφίτων 𐆅 αʹ ὕδατι ἀνα‐ λαβὼν ἀπόθου.

1003

Σύγχρισμα ἅρματος, ὅπερ κουδριγάριον καλεῖ‐ ται. Ὀποῦ πάνακος, καστορίου, χαλβάνης ἀνὰ γο βʹ, τερεβιν‐ θίνης, ῥητίνης φρυκτῆς, ῥητίνης πιτυΐνης, βουτύρου, ῥητίνης Βρυττίας, ἀξουγγίας, ἐλαίου κυπρίνου, ἐλαίου δαφνίνου, κηροῦ
5λευκοῦ ἀνὰ 𐆃 αʹ.

1006

Πρὸς σύνδεσιν κτηνῶν ἴσον ἴσ. Ἴσον ἴσῳ σίνηπι καὶ ἰσχάδων λειώσας καὶ προσμίξας ὄξους τὸ ἀρκοῦν, ἵνα ἑνω‐ θῇ, λευκάνας κατάπλασον τὰς ὁπλάς. τὸ αὐτὸ δὲ καὶ εἰς σκληροπάτημα πεποίηται καὶ θεραπεύει.

1008

Ἐπισπαστικὴ καὶ πωρωτικὴ καὶ διαχυτικ. Κη‐ ροῦ, σινήπεως, δαφνίδων, νίτρου ἀνὰ 𐆃 δʹ, κυπρίνου Λ̥ ηʹ, τερεβινθίνης Λ̥ ηʹ, ἐλαίου Λ̥ ηʹ, τὸ νίτρον καὶ τὰς δαφνίδας καὶ τὸ σίνηπι κόψον καὶ σῆσον, τὸν δὲ κηρὸν καὶ τὴν ῥητί‐
5νην καὶ τὸ ἔλαιον τήξας ἐπίπασσε τὰ ξηρά, ἐσχάτην δὲ τὴν ἄσβεστον Λ̥ δʹ, καὶ χλιαίνων χρῶ.

1011

Ἄλλο πρὸς 〈πόδασ. Ῥητίνης φρυκτῆς, ἀσφάλτου, θείου ἀπύρου, πευκεδανοῦ ἴσα κόπτων, εἶτα ὀξυγγίᾳ τετμη‐ μένῃ ἀναμιγνύναι ἐπιβληθέντος ὄξους. χρῖε δὲ θερμῷ. Ἄψυρτος Κλαζομέν〈ι〉ος ἱπποϊατρὸς τῷ ἑαυτοῦ
5ἰατρῷ †Κιοστίνῳ Μοσχίωνι. ***

1014

Πρὸς πόδας ἵππων. Πρὸς πόδας ἵππων ἀμόργῃ ἅμα ἕψει ἀγριελαίας φύλλα καὶ κυπαρίσσου φύλλα καὶ μίσγε. ὅταν δὲ ἑψηθῇ, ἀναμίσγων τὴν χαλωτίαν ἀνειμένην καὶ στυπτηρίαν τῇ θεραπείᾳ χρήσῃ. εἴωθεν δὲ τοὺς πρωτώνυχας ἀποβάλλειν.96

1017

Σύνθεσις ποδικ. Βάτου ῥίζαν ἢ πάλιν† νίτρον τρύ‐ χινον, ἢ τιθύμαλον ἢ σιδηρῖτιν ἢ Διὸς κύαμον ἢ μέλανος ἐλ‐ λεβόρου ῥίζαν ἢ κρόμυον ** καὶ διέντες δι’ ὀθονίου ταῦτα στάζουσιν εἰς τοὺς †ῥώθωνας. τὸ ποσὸν τὸ ἐγχεόμενον τῇ πο‐
5σότητι γίνεται κατὰ πᾶσαν τῶν ἐξηριθμημένων βοτανῶν. αἱ μὲν γὰρ χλωραὶ ἐπιδέχονται, τὰς δὲ ῥίζας καὶ τὸ σπέρμα ἐγχυ‐ μάτιζε.

1018

Ποδικὴ εὔχρηστος. Σαύραν χλωρὰν ἕψει εἰς ἔλαιον, καὶ κηρῷ ἐνθήσεις· χρῶ μετὰ στέατος ταυρείου καὶ πίσσης ἐπιχρίσας καὶ εἰς δᾳδίον ἐνδήσας, 〈ἢ〉 ὄστρακον πυρώσας ἐπίχριε.

1021

Πρὸς ἀναφορὰν καὶ μυκτήρων κάθαρσιν. Ῥέφα‐ νον παναρίαν συντρίψεις. ἐὰν ἀπὸ ψυγμοῦ τοὺς ῥώθωνας αὐτοῦ θέλῃς καθαρίσαι, λάβε γάρου κυάθους γʹ καὶ ἐλαίου κύαθον αʹ καὶ εἰς τοὺς ῥώθωνας κατὰ βʹ κυάθους ἔνθες, καὶ
5πατείτω. εἶτα εἰς παραπόδισμα αὐτὸν βάλε καὶ σύνδησον καὶ ἔασον αὐτοῦ κατέρχεσθαι τὸ προέκρευμα ἀπὸ τῶν ῥωθώνων.

1025

Εὐμήλου πρὸς ὀστέου κατάποσιν. Καρδάμου σπέρμα μετὰ οἴνου καὶ ἐλαίου καλοῦ λειωθὲν καὶ χλιανθὲν
διὰ μυκτήρων ἔγχεε.97

1026

Ἀψύρτου δῶρον ἀγαθόν, σωτήριον, θαυμαστὸν καὶ πρὸς κτήνη ἐνεργόν. Ἰαω, Ιαη, ἐπ’ ὀνόματος πα‐ τρὸς καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ πνεύματος ἁγίου, ἰριτερλιεσταθερ, νοχθαι βρασαξ, σαλωλὰμ να‐
5καρζεω μαζα αρεους δαρουχαραὴλ ἀβλαναθὰλ βα‐ θιακεθ δρυθ’ τουμαλαθ’ πουμαδοιν χθου χθου, λι‐ τιοταν μαζαβατης μανερ ὀψαχιου ἀβλαναθαληβα Ἰαω Ιαη ἐπ’ ὀνόματος πατρὸς καὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τοῦ ἁγίου πνεύματος 〈λέγε〉 καὶ
10γράψον αὐτὰ ἐν χαλκῷ γραφείῳ ἐν λάμνῃ καθαρᾷ κασσιτε‐ ρίνῃ ἀπὸ βούλλας, καὶ ἐνδήσας ἐν δέρματι στυπτῷ, ὅποι ἂν θέλῃς, περιάψεις. τὴν δὲ λάμναν γράψας θυμία στύρακι. καὶ ἐγχυματισμὸν ποιήσῃς τοιοῦτον· ὄφιν ζῶντα καύσεις εἰς χύ‐ τραν καινὴν καὶ ἠσφαλισμένην τὸ στόμα ὑπὲρ τοῦ μὴ διαπνεῖ‐
15σθαι τὴν ἐνέργειαν, καὶ ποιήσεις ἐξ αὐτοῦ κονίαν, καύσεις καὶ τὸ〈ν〉 †κριπτικὸν στύρακα, καὶ ποιήσας κονίαν μίξεις κυ‐ νείῳ αἵματι καὶ πρίσματι ἐλεφαντίνῳ καὶ πέπερι καὶ φύλλῳ σὺν μέλιτι καὶ οἴνῳ παλαιῷ εὐώδει· οὕτως ἐγχυμάτιζε καὶ με‐ γίστην ὠφέλειαν εὕρῃς.

1027

Εὐμήλου πρὸς φυλακὴν τῆς τῶν ζῴων σωτηρίας. [Ἀποκρέμνα, ὥστε παντὶ τρόπῳ τὸ τῆς καταπόθρας καταγυμνά‐ ζεσθαι μέρος] Σωτηριωδῶς δὲ σύμπαντα φυλάττει τὰ ζῷα προ‐ πότισμα τέταρτον τοῦ ἔτους διδόμενον· ἔαρι, θέρει, μετοπώρῳ,
5χειμῶνι, μάλιστα δὲ ἵππους. ἡ δὲ κατασκευὴ αὕτη· ἡλιοτρο‐ πίου φύλλα λελειωμένα μετὰ οἴνου ἡμίνας αʹ καὶ ᾠοῦ αʹ καὶ ἐλαίου ὅσον ᾠῶν βʹ χωροῦσι κέλυφα. χλιάνας οὖν ταῦτα διὰ τοῦ ἀριστεροῦ μυκτῆρος ἔμβαλε. ἔστι δὲ πάνυ χρησιμώτατον. 〈ἢ〉 κόπρου χοιρείας γο γʹ μετὰ οἴνου παλαιοῦ 𐆅 αʹ δίδου.98

1030

Ἀπὸ τῶν παρὰ Ἀσπιδίου λιπαρὰ πρὸς τραχήλια κτηνῶν. Ἀπὸ τῆς διὰ χυλῶν γο ϛʹ, κηροῦ γο ϛʹ, σάπωνος γο ιʹ, ἐλαίου 𐆃 βʹ, μετὰ [του] τὸ συζέσαι τὰ τηκτὰ ὁμοῦ λι‐ θάργυρον ἐπίπασσε βαλὼν εἰς κόγχην καὶ τρῖβε, ἕως ἂν πα‐
5χυνθῇ, καὶ τρίβων κατάρραινε, εἶτα πάλιν εἰς ὅλμον βάλε καὶ τρῖβε. δαπανήσει δὲ οἴνου 𐆅 τὸ δʹ Ἰταλικοῦ. εἶτα πάλιν ὄξει προσκατάρρανον ὡς ἥμισυ κράσεως. εἶτα τρῖβε μολύβδαιναν, ἐπίπασσε καὶ τρῖβε, εἰς ὅσον συνέλθῃ. χρῶ. τοῦτο ποιεῖ καὶ χοίροις καὶ κτήνεσι πᾶσιν.

1034

〈Περὶ〉 ἐκβολῆς ἵππου θηλείας. Ἵππος θήλεια ἐὰν ἐκβάλῃ, ὄξους ἡμῖναν αʹ, πτισάνης Ἀλεξανδρηνῆς γο δʹ. τὴν πτισάνην φρύξεις καὶ κοσκινεύσεις ἰσχνὸν λίαν καὶ οὕτως δώσεις.

1040

Ἀψύρτου πρὸς ληθαργικόν. Αὐτὸ τὸ νόσημα ὅταν ἄρξηται, τὸ κτῆνος καταπίπτει. ὅτε ἂν λίαν μὴ στέγῃ, μάλιστα δέ, ὅταν ἄρξηται ὡσεὶ ῥέγχειν, ταῦτα τὰ σημεῖα τούτων ἐστίν· κοιμᾶται λίαν, τὸ χεῖλος ἔχει κάτω κεχαλασμένον καὶ χασμᾶται.
5διὸ ἡ θεραπεία ταῖς χερσὶ τρίβεσθαι καὶ φυσᾶσθαι οἴνῳ καὶ ἐλαίῳ, καὶ παύσεται τῇ ζʹ ἡμέρᾳ.

1041

Περὶ ἐπίπλοος. [Περὶ] ἐπίπλοος σημεῖον τοῦτο ἔσται·
ὅλος φλεγμαίνει καὶ τοὺς ὀφθαλμοὺς πυκνότερον ὑποχεῖρα καλύπτει. οὕτως αὐτὸν θεραπεύσεις· αἷμα ἀφέλῃς ἀπ’ αὐτοῦ τοῦ τραχήλου καὶ ἀπὸ τῶν ὤμων, καὶ αὐτῷ τῷ αἵματι ἅλας99
5καὶ νίτρον καὶ ὄξος ὅλον περιχρίσεις ἐν τῷ ἡλίῳ ἡμέρας βʹ, καὶ μετὰ ταῦτα τῇ γʹ ἡμέρᾳ ὕδατι ψυχρῷ λούεις αὐτόν. καὶ ταύτῃ τῇ θεραπείᾳ περιχρίσεις αὐτόν, ἕως ὅτου ἄπονος γένηται.

1042

Περὶ ἀσθμαίνοντος. Ἐὰν ἐπὶ πολὺ ἀσθμαίνῃ, τοῦτο ἔσται αὐτῷ τὸ σημεῖον· ἀπὸ τῶν μυκτήρων ῥεύσει αὐτοῦ καὶ μᾶλλον οἱ ὀφθαλμοὶ αὐτοῦ ἀσθενέστεροι ἔσονται. οὕτως δὲ αὐτὸν θεραπεύσεις· ἀφαιρέσεις αὐτοῦ ἀπὸ τοῦ τραχήλου αὐτοῦ
5ὡς κοτύλην, καὶ ὕδατι θερμῷ ἀντλήσεις, χρήσῃ καταπλάσμασι ὠμηλύσει εἰς λέντιον ἐμπλάσσων, καὶ οὕτως ἐπιθήσεις, καὶ πόσιν αὐτῷ δώσεις πτισάνην μετὰ καλαμίνθης καὶ γλήχωνος γο ϛʹ· συνεψήσεις καὶ δώσεις ἐν κέρατι τὸ ἀρκοῦν.

1043

Ἱεροκλέους περὶ ἄσθματος. Ἐὰν ὑπὸ ἄσθματος ἐνοχληθῇ, ἀσθμαίνει 〈δηλαδὴ〉 καὶ αἱ λαγόνες ἀνεσπασμέναι εἰσὶν 〈καὶ οἰδοῦσι〉 καὶ βλαβερὸν καὶ πονηρὸν τὸ πάθος. σύ‐ κων οὖν καθεψήσας μνᾶν ἐν ὕδατι καὶ ποιήσας τοῦ ὑγροῦ
5κοτύλας γʹ, ἐγχεῖν μετὰ ᾠῶν βʹ διὰ στόματος. ποίει δὲ τοῦτο πολλάκις ἄχρις ἂν ὑγιάνῃ.

1044

Ἀψύρτου καρυδῶσαι κτῆνος. Ἐὰν καρυδῶσαι θέ‐ λῃς κτῆνος, μηνὶ Μαΐῳ ἀνέμῳ τῷ βορέᾳ φυσῶντι ποιήσῃς
φόσσαν καὶ τοὺς ὄρχεις αὐτοῦ δήσεις * * ἵνα μὴ ἐξεγερθῇ. εἶτα λάβε σιδήριον ὀξὺ[ν] καὶ ταχὺ ἔκκοψον αὐτοῦ τὸ δέρμα.100
5τότε, ἂν αὐτοῦ οἱ ὄρχεις ἐξέλθωσιν ** βλέπε δὲ μὴ τὰς ῥίζας αὐτοῦ ᾄρῃς. εἶτα πέμψεις ἅλας καὶ κοπανιεῖς καὶ ἐγγεμίσεις αὐτοῦ τὴν πληγὴν καὶ ἀνέγειρον αὐτὸν καὶ [ἐὰν] ἀφήσεις αὐτόν, μὴ διοιδήσῃ. τῇ αὔριον ἡμέρᾳ πάλιν αὐτῷ ἐνδώσεις. ἐὰν ὄψῃ, ὅτι αὐτοῦ οὐ τρέχει, λῦσον αὐτόν, καὶ πίσσαν καὶ
10ἔλαιον λαβὼν συνάλειψον ἐπάνω τῶν νεφρῶν αὐτοῦ καλῶς, μεθ’ ὅσον〈 ὅσον〉 καὶ τὴν κεφαλὴν αὐτοῦ καὶ τοὺς μυκτῆρας, καὶ μὴ ἀφήσεις αὐτὸν πολὺ[ν] περιπατεῖν, μέχρις οὗ ὑγιὴς γένηται. καὶ ἐν θερμῷ στηκέτω καὶ ὅλον τὸ σῶμα μάνναν λι‐ βάνου μετὰ οἴνου περίχριε, μὴ τῷ πόνῳ ἐκλίπῃ, καὶ σάγον
15αὐτῷ περίβαλε. αἷμα ἐὰν πέμπῃ, ἀμμωνιακοῦ γο αʹ, πράσσου τοῦ χυλοῦ κυάθους βʹ· τοῦτο λίαν προχωρεῖ, ἐὰν τοῦτο μέλιτι [καὶ] μίξα〈ι〉ς καὶ [ἀ]λάσαρι.

1045

Ἐὰν ἕλμινθας ἀηδεῖς ποιήσ, οὕτως θεραπεύ‐ σεις· ἀψινθίου γο αʹ συντρίψας μετὰ ἅλατος καὶ ἀλεύρου κρι‐ θίνου εἰς ἓν χυλὸν ποίησον καὶ δός, καὶ καθ’ ὑποχεῖρα τὸ στόμα αὐτοῦ ὕδατι πλῦνε καὶ τροφὰς καλὰς 〈δίδου〉, δίδου
5δὲ καὶ πιεῖν.

1046

Περὶ λούμβων. Ἐὰν οἱ λοῦμβοι ψυγῶσιν, δεῖ ἐξ ὑψηλοῦ ὕδωρ πολὺ ψυχρὸν καταχύνειν αὐτῶν. ποιήσεις δὲ καὶ 〈τοῦτο〉· ἐρείκης σπέρμα γο αʹ, πηγάνου γο αʹ, πάνακος
γο αʹ· μετὰ οἴνου χλιαροῦ κίρνα καὶ δίδου πιεῖν αὐτῷ.101

1047

Ἐὰν ὅλος πάσχ, εὐθὺς βαρὺς ἔσται καὶ τὸ αἰδοῖον αὐτοῦ καταβήσεται καὶ οἱ ὀφθαλμοὶ ἀτενεῖς καὶ τὰ ὀπίσθια δεδεμένα. δεῖ τοίνυν θερμῷ πολλῷ * * ἀφαιρεῖν καὶ ἐλαίῳ καὶ ὄξει αὐτὸν συναλείφειν, καὶ πατεῖν ὀλίγον, καὶ τρίψεσι πυ‐
5κναῖς χρῆσθαι, ἀντλεῖσθαι δὲ ὕδατι θερμῷ τοὺς βραχίονας. ἐὰν καλῶς ἄρξητα ἔχειν, δώσεις ὅσον θέλει τροφῆς καὶ πιεῖν αὐτῷ τρισέλινον * *

1058

Ἡ διὰ χυλῶν. Στέατος χοιρείου παλαιοῦ, τερεβινθί‐ νης, κηροῦ ἀνὰ 𐆃 βʹ, ῥητίνης γο δʹ, ῥητίνης πιτυΐνης, ἐλαίου παλαιοῦ, ὑοσκυάμου χυλοῦ ἀνὰ 𐆃 βʹ καὶ ἐβίσκου τοῦ χυλοῦ ἕψει πολλὴν ὥραν μέχρι ἀμόλυντα γένηται. ἐπίβαλε δὲ βερνι‐
5καρίου γο δʹ, χαλβάνης γο δʹ. ἀφελὼν ἀπὸ τοῦ πυρὸς σπά‐ θιζε πολλὴν ὥραν.

1059

Ἡ διὰ χυλῶν. Ἐλαίου 𐆃 ζʹ, λιθαργύρου 𐆃 ϛʹ, χυλῶν 𐆃 δʹ ἕψει ἕως μεταβάλῃ * *

1060

Ἡ βαρβάρα ἡ μεγάλη. Ἀσφάλτου Ἰουδαϊκῆς, πίσσης Βρυττίας, κηροῦ, φρυκτῆς, ἐλαίου κοινοῦ ἀνὰ 𐆃 βʹ, λιθαργύ‐ ρου, ψιμυθίου, στυπτηρίας σχιστῆς 〈καὶ〉 στρογγύλης ἀνὰ γο γʹ, μίσυος, κηκίδων, χαλκίτεως ἀνὰ γο βʹ, ὀπίου, ὀποπάνα‐
5κος, ἀλόης ἡπατικῆς, σμύρνης, λιβάνου ἀνὰ γο αʹ, μανδρα‐ γόρου χυλοῦ γο γʹ, ὄξους δριμυτάτου τὸ ἀρκοῦν, τὰ τηκτὰ κατάβαλε εἰς τὴν θυίαν καὶ ἀναλάμβανε ἐπιβάλλων τὰ ξηρὰ καὶ ποίει ζύμην. ἐὰν δὲ βούλῃ ἀναλῦσαι, ποιήσεις οὕτως· τοῦ φαρμάκου 𐆃 αʹ, κηροῦ 𐆃 αʹ, πίσσης Βρυττίας 𐆃 αʹ, ἐλαίου
10κοινοῦ 𐆃 ϛʹ.

1063

Ἱεροκλέους πρὸς ἀνάληψιν καλόν. Ὀρόβων 𐆃 αʹ χρὴ παραβάλλειν τῷ ἵππῳ πρὸς ἀνάληψιν. ποιεῖ δὲ καὶ ἡ ῥίζα ἐγχυματιζομένη. χρὴ δὲ διδόναι ἐκ προσαγωγῆς εἰς κρίθινον
χυλόν. δώσομεν δὲ τὸ πρῶτον ἀρακάδα τῇ μιᾷ χειρί.102

1064

Τοῦ αὐτοῦ τί καθαίρει. Σμύρνα καὶ αὐτή ἐστι τῶν καθαρτικῶν καὶ ἀναληπτικῶν.

1065

Ἀνατολίου περὶ τῆς τῶν πώλων ἀνατροφῆς. Μὴ ὥσπερ ἐπὶ 〈τῆσ〉 τῶν ἄλλων ἀνατροφῆς, ὧν τὰ γεννηθέντα ἀφαιροῦμεν, οὕτως καὶ ἐπὶ τῶν ἵππων· φιλοστοργό〈τατο〉ν γὰρ τοῦτο τὸ ζῷον ἁπάντων. μετὰ γὰρ ιεʹ ἡμέρας νέμεσθαι
5αὐτὰ[ς] ἐῶμεν μετὰ τῶν μητέρων. ἑξαμηνιαίοις δὲ γενομένοις τοῖς πώλοις κριθὰς παραβαλοῦμεν βεβρεγμένας. οὐ χωριστέον δὲ οὐδὲ γάλακτος. τοῦτο δὲ ἀκριβῶς ἔστω παραφυλακτέον, ὅπως μὴ ἐκτρέφουσαι τοὺς πώλους ὀχευθῶσιν. ἐκ γὰρ τῆς ὀχείας τὸ γάλα ὥσπερ καὶ ἐπὶ τῶν ἀνθρώπων διαφθείρε‐
10ται. τινὲς δὲ βουλούμενοι τὰς ὁπλὰς σκληροτέρας ποιῆσαι, ὄστρακον πυρώσαντες καὶ ἐπιρράναντες ὄξος ὑποτιθέασι ταῖς ὁπλαῖς, καὶ ἀπὸ τῆς ὁδοιπορίας ἐλθόντας πλύναντες ὕδατι ψυχρῷ ἐπιστάζουσι στέαρ χοίρειον ἢ τράγειον μετὰ θείου ταῖς ὁπλαῖς, μάλιστα ταῖς ὑποτριψάσαις. καθ’ ἡμέραν δ’ ὥσπερ
15καὶ οἱ ἄνθρωποι χαίρουσι λουτρῷ, οὕτως καὶ ὁ ἵππος ποτα‐ μίοις ὕδασι, καὶ ἐπὶ πλεῖον θαλήσσης. τὸ γὰρ θαλάττιον πλέον ὠφελεῖ τὰ σώματα αὐτῶν. εὔτριχας δὲ τὰς χαίτας ποιήσεις καὶ τὰς οὐρὰς οἴνῳ μετὰ ἐλαίου βρέχων. καθαροῦμεν δε τοὺς ἵππους ἐρεβίνθῳ καὶ ὀρόβῳ διὰ τοῦ ἔαρος καὶ μετοπώρου, διὰ
20δὲ τοῦ χειμῶνος κριθῇ ὀρόβοις μεμιγμένῃ θρέψωμεν.

1066

Περὶ ἰάσεως διαφόρων νοσημάτων. Ἐὰν ἀπι‐ σχνοῦται ἵππος, σίτου φρυγέντος καὶ κριθῶν ὠπτημένων διπλάσιον παραβλητέον αὐτῷ, τρὶς δὲ τῆς ἡμέρας ποτιστέον. εἰ δὲ ἐπιμένοι ἰσχνούμενος, πιτύρων τῷ σίτῳ μικτέον καὶ ἠρε‐
5μαίοις γυμνασίοις χρηστεόν. ἐὰν δὲ 〈μὴ ἀδη〉φαγῇ, στρύ‐
χνον καὶ πολίου φύλλα ὕδατι ποτίμῳ διηθηθέντα ἐγχέουσιν εἰς τὰς τροφὰς καὶ τοὺς ὀρόβους διαβρέξαντες ὕδατι παρατι‐ θέασιν, ἢ μελανθίου κυάθους βʹ τρίψαντες καὶ μίξαντες ἐλαίῳ κοτύλαις γʹ μετὰ οἴνου ἐγχέουσιν. ναυτιῶντας δὲ θεραπεύ‐103
10σεις σκόρδων κοτύλῃ αʹ οἴνου μίξας καὶ διδούς. ἐὰν δὲ καὶ δυσουρίᾳ ἐνσχεθῇ, ᾠῶν ιʹ τὸ λευκὸν τοῖς προειρημένοις μιχθὲν διὰ στόματος ἐγχεόμενον ὠφελήσει.

1068

Ἱπποκράτους περὶ νοσημάτων. Καὶ τέχνης ἔν‐ δειξ[ε]ις καὶ ἄσκησ[ε]ις ἵππων καὶ ἡμιόνων χωρίς, ὅσον 〈γὰρ〉 ὑγρὸν τοῦ ξηροῦ διαφέρει. τῶν 〈οὖν〉 νοσημάτων χωρὶς γρά‐ ψομεν ἁπάντων, ὥστε εἰδέναι καὶ τὸν ἰδώτην, τὰ σημεῖα. δείξω
5δὲ καὶ ἀπὸ τῆς ἰατρικῆς περὶ ἵππων καὶ ὑποζυγίων ἁπάντων. Ἀρχὴ τῶν νοσημάτων ἡ ποδάγρα. πρῶτον τοῖς ἵπποις καὶ τοῖς ἄλλοις ὑποζυγίοις ἀπὸ ψύξεως καὶ δυσουρίας 〈γί‐ νεται, ἢ〉 ὅταν ᾖ ἀπὸ μόχθων ἢ ἐλασιῶν πολλῶν, ἢ ἐργαζό‐ μενος θερμὸς γένηται καὶ ψυγῇ ἐξαπίνης ἀφ’ ὁδοῦ, ἢ ἀπὸ
10ψύχους ἢ ἀπὸ φλέγματος. τούτων οὖν ἁπάντων τοὺς καιροὺς χρὴ διαγινώσκοντας 〈σκοπεῖν〉, εἰ ὑγιές ἐστι τὸ ὑποζύγιον. ἔστι δὲ τοιάδε ἡ νόσος ὥσπερ χολὴ τοῖς ἀνθρώποις, καὶ σημεῖα τάδε· ἐν μὲν τῇ κεφαλῇ ἀχλὺς ἐπιγίνεται καὶ ἐν τοῖς ὄμμασιν, τὰ δὲ βλέφαρα πήγνυται, καὶ κινεῖ τὴν κεφαλὴν
15καὶ δάκρυα ἐκβάλλει πολλά. ἐνίοτε καὶ ἡ γλῶσσα ψυχρὰ καὶ χλωρά, καὶ ἐφ’ ὁπότερα ἐὰν ὁρμήσῃ * * καὶ τὰ ὦτα παραβέ‐ β〈λ〉ηκεν καὶ τὴν κεφαλὴν κάτω πρωθεῖ, καὶ τὰ φλέβια τὰ ἐν τῇ κεφαλῇ αἵματος μεστὰ ἐπαναστήκουσιν καὶ πνεῖ θερμὸν καὶ συχνόν. ταῦτα μὲν τὰ σημεῖα ἀπὸ τῆς κεφαλῆς. ἔστι δὲ
20ἐν τῷ σώματι τάδε· ἡ ὀσφὺς καὶ αἱ νωτιαῖ〈αι〉 φλέβες καὶ τὰ
νεῦρα συντεινόμενα δεινὰ καὶ †θαλγάζοντα, καὶ ἱδρὼς ῥέων εἰς τὴν ὀσφύν, ἀλλὰ πάνυ βραχύς, [κριοῖ τὴν κεφαλήν] βαροῖ καὶ τὴν κέρκον καὶ ὑποσπᾷ. ἐνίοτε δὲ καὶ ἡ ἕδρα συνείλκυσται, ἐνίοτε δὲ καὶ αἱ φλέβες αἱ πρὸς τὴν ἕδραν πάλλονται, καὶ τὸ104
25αἰδοῖον 〈οὐ〉 κολιάζει καὶ οὐ πρόσω θέλει οὐρῆσαι καὶ οἱ ὄχρεις ἀλλοῖ〈οί〉 εἰσιν καὶ πυκνῶς δὲ ἀνίασιν, καὶ οἱ κενεῶ‐ νες ἑλκοῦνται καὶ κατακλίνεσθαι οὐ δύνανται. ἐν δὲ τοῖς σκέ‐ λεσιν ἑλκοῦνται καὶ τρόμος ἐμμένει εἰς ἕκαστον καὶ χώλευμα, καὶ ἐφέλκει καὶ στήκειν οὐ δύναται, ἀλλ’ ἀκροβηματίζει, καὶ
30ὅταν τροχάζει, ἀφέλκει καὶ οἷον νάρκην ἔχει, καὶ αἱ φλέβες αἱ ἐν τοῖς σκέλεσιν ὀχυρῶς ξηραὶ καὶ τὰ φλέβια αἵματος πλή‐ ρης ἐστίν. τὸ δέρμα τέμνειν χρὴ ἀπὸ τοῦ βουβῶνος * * ἐὰν δὲ μὴ παύσηται, τοὺς ὄρχεις ἐκτέμνειν καὶ ἔσται ὑγιής.

1069

Πελαγωνίου προπότισμα ποιοῦν πρὸς πάντα, ὥστε τὰ ζῷα τάχιον ἀναλαμβάνειν καὶ ὥστε τὰ ἐντὸς σύμπαντα ἀποσμήχειν καὶ θεραπεύειν, ποιεῖ 〈δὲ〉 καὶ πρὸς πᾶν πάθος καὶ βῆχα παλαιάν, ποιεῖ δὲ καὶ πρὸς
5φθίσιν καὶ βουλσοὺς καὶ περιπνευμονικοὺς καὶ ὅσα τῶν ἐντὸς πεπονθότων. ἡ δὲ κατασκευὴ αὕτη· πτισάνης 𐆅 αʹ, λινοσπέρμου ἡμῖναν αʹ, ὠμὸν ἀρχέντερον 〈χοίρειον〉
ἢ βραχεῖαν αʹ, εἰ δὲ μὴ εὑρεθῇ βραχεῖα ἢ ἀρχέντερον χοίρειον, ἐρίφου κεφαλὴν μετὰ τῶν ἀκροναρίων καὶ τῆς χορδῆς. ἔμ‐105
10βαλε ὑσώπου δεσμὰς βʹ, βολβοὺς ιεʹ, πηγάνου δεσμὴν αʹ, δα‐ φνοκόκκων χλωρῶν 𐆅 αʹ, φοίνικας λʹ, σκόρδων κεφαλὰς γʹ, στέατος αἰγείου γο ϛʹ, γλήχωνος δεσμὴν αʹ. ταῦτα πάντα κα‐ θάρας καὶ συνθρύψας ἕψει ἐν ὕδατι ἀπὸ κιστέρνας, ἄχρις οὗ τὰ προειρημένα κρέα κατατακῇ καὶ μόνα τὰ ὀστᾶ ἀπομείνῃ.
15συνεχέστερον δὲ ὕδωρ ἐπίβαλε, ὥστε μὴ ἐκκαυθῆναι ἢ λιπα‐ ρὸν ποιῆσαι τὸν χυλόν. καὶ μετὰ ταῦτα διηθήσας καὶ προσ‐ θεὶς τραγακάνθης γο γʹ, τοῦτο εἰς γʹ ἡμέρας διανέμεις. οὕτω δὲ χρῆσθαι δεῖ· τὴν τραγάκανθον πρὸ μιᾶς ἡμέρας εἰς ὕδωρ θερμὸν ἔμβαλε, ὥστε καταζυμῶσαι, καὶ πρόσθες ἑψήματος
20𐆅 γʹ, τουτέστιν ἕνα καθ’ ἡμέραν, ᾠὰ ἀριθμῷ ϛʹ, ἐλαίου ῥο‐ δίνου. ταῦτα σύμπαντα μίξας ἅμα νηστικὸν τὸ ζῷον προπότιζε.

1071

Εὐμήλου πρὸς ὤμους. Ἐὰν αἷμα ὤμους πληρώσῃ, λύειν χρὴ τὰς τῶν σκελῶν φλέβας, καὶ λιβάνου ἄλευρον τῷ αἵματι συμμίξας ἀπότριβε τοὺς ὤμους ἀνὰ τρίχα. τὰς δὲ ῥεού‐ σας φλέβας τὴν κόπρον τοῦ ζῴου ἐπιτιθῶν παύσεις. τῇ δὲ
5ἄλλῃ ἡμέρᾳ ἀπὸ τῶν αὐτῶν τόπων αἷμα λάμβανε, τροφῇ δὲ χλωρᾷ καὶ ταύτῃ ὀλίγῃ ἀρκείσθω. τῇ γʹ πράσου χυλὸν ὡς κυάθων γʹ καὶ ἡμῖναν ἐλαίου μίξας διὰ κέρατος εἰς τὸν λαι‐ μὸν ἔμβαλε. μετὰ δὲ ταῦτα ὀλίγα διακινείτω, καὶ μετὰ ϛʹ ἡμέ‐ ρας καὶ νήχεσθαι κατανάγκαζε, καὶ πρὸς ὀλίγον τὴν ἐξ ἔθους
10τροφὴν λαμβανέτω.106

1082

Ἱπποκράτους περὶ ἕδρας ἐκβολῆς. Ἐὰν δὲ ἕδρα ἐξέλθῃ ἀπὸ ψυγμοῦ, θεραπεύσεις οὕτως· τὸν μὲν ἐκστροφη‐ θέντα 〈ἀρχὸν〉 ὕδατι θερμῷ καὶ οἴνῳ καὶ ἐλαίῳ ἐμβρέξας στυ‐ πτηρίᾳ Αἰγυπτίᾳ, ἢ βάτου καὶ κυπαρίσσου κηκῖδας κόψας ἐπι‐
5πάσσε, καὶ εἰς τὴν ἕδραν ἐπιθε〈ὶ〉ς σπόγγον πάλιν ἔμβρεχε θερμῷ ὀξυκράτῳ. τρωγέτω δὲ αὐθώρᾳ ἅγνου τὰ ἁπαλά, βρα‐ χέντας δὲ ὀρόβους ὀλίγους τρωγέτω καὶ πινέτω χλιαρόν, καὶ σκεπαζέσθω ὅλος περιβολαίῳ καὶ ἱστάσθω ἐν τόπῳ θερμῷ ἐπιτηδείῳ, καὶ ἐγχυματιζέσθω οἴνῳ καὶ ἐλαίῳ καὶ σελίνου
10σπέρμα καθεψημένον ἐν οἴνῳ αὐτάρκει. ἐὰν δὲ εὐκόλως μὴ δυνηθῇ εἰσαγαγεῖν τὴν ἕδραν, κατάκνιζε φλεβοτόμῳ αὐτάρκως κατ’ αὐτοῦ καὶ θλῖβε τὸν προηλγηκότα 〈τόπον〉 στυπτηρίαν μιγνὺς καὶ ἐλαίου. ἀποτέμνειν ἐπικίνδυνόν ἐστι τὰ σιαλώματα τῆς ἕδρας, κλύζε δὲ σχινίνῳ καὶ δάφνῃ καὶ κυπαρίσσῳ καθεψη‐
15μένοις ἐν οἴνῳ, καὶ ἐπίχριε τῇ τραυματικῇ, ἥτις κατασκευάζε‐ ται οὕτως· * * *

1090

Πελαγωνίου πρὸς τὰ τῶν ζῴων κορδυλώματα. Τὰ τῶν ζῴων κορδυλώματα θραύσεις τρόπῳ τοιῷδε· ἰοῦ γο βʹ, χαλκίτεως γο βʹ, σφέκλης γράμματα γʹ καθεψήσας χρῶ καὶ δια‐ φεύγει τὰ κορδυλώματα.

1091

Ἄλλο. Ἄνθους χαλκίτεως γο βʹ, σφέκλης γο αʹ, νίτρου γο βʹ, λάσαρος γο βʹ, ὄξους δριμέος γο ϛʹ.

1093

Πρὸς δοθιῆνας. Ἐὰν δοθιῆνας ἔχῃ ἵππος πρὸ [τὸ] τοῦ πυοτροφῆσαι τοῖς τρισὶ δακτύλοις κρατῶν εἰπέ· ἐργάζο‐ μαί σε.

1094

Πρὸς μασχαλῶν πόνον καὶ ἐὰν ἀπὸ τῶν ἀρτη‐
ριῶν κάμνῃ τὸ ζῷον. Ἐὰν ἀπὸ τῶν ἀρτηριῶν κάμνῃ τὸ ζῷον, ἕξει τὰ αὐτὰ τοῖς ὀρθοπνοϊκοῖς σημεῖα· ἐξαιρέτως ἡ σόβη σκληρύνεται ἥ τε κεφαλὴ μετὰ τῶν ὤτων κάτω νεύει,107
5τὸ μόριον λέλυται, τὰ ἔντερα ψόφον ποιεῖ, οἱ δίδυμοι φλεγμαί‐ νουσι. τῶν τοιούτων νοσημάτων χολῆς αἰτιότης ἐμποδιζούσης τὴν αἱματικὴν πάροδον. χρὴ τοίνυν ἀπὸ τοῦ σφονδύλου καὶ τοῦ στήθους ἢ καὶ τῶν ὤμων λύειν φλέβας καὶ τῷ αἵματι, ὡς προείπομεν, ἀποτρίβειν. εἶτα λαβὼν τραγακάνθης 𐅻 αʹ,
10πράσσου 𐅻 αʹ, πεπέρεως κόκκους ιʹ, τὴν τραγακάνθην πρὸ μιᾶς ἀποβρέξας μῖξον ἅπαντα, καὶ λειώσας εἰς οἴνου παλαιοῦ κοτύλην αʹ, μέλιτος προσβαλὼν διὰ τοῦ ἀριστεροῦ μυκτῆρος ἐπὶ ἡμέρας δʹ καθ’ ἑκάστην ἡμέραν δʹ κυάθους ἔμβαλε περι‐ πατεῖν τε τὸ ζῷον εἰς ὁδὸν πολυκαμπῆ κατανάγκαζε. τὴν κε‐
15φαλὴν πολλάκις ὕδατι ζεστῷ πυρίαζε, καὶ συνεχέστερον τὸ πᾶν ἄλειφε καὶ ἀπότριβε. τὸ σῶμα τρῖβε σφοδρότερον, ὥστε τὸ προστετηκὸς τοῖς ὀστέοις ἁπαλυνθῆναι τὸ δέρμα. τροφῇ δὲ τῇ περὶ ὀρθοπνοϊκῶν εἰρημένῃ κεχρήσθω, πόμα δὲ αὐτοῦ ἤτω ὕδωρ, ἐν ᾧ ἄγρωστις καὶ τρίφυλλος ἀφεψεῖται.

1101

Πρὸς ἀρχὴν δυσπνοίας. Σκώληκας ἀπὸ ἀρτοκο‐ πίου ζʹ, οἴνου κυάθους 〈ζʹ, ἐλαίου κυάθους βʹ, ᾠὰ〉 βʹ, πάντα λειώσας καὶ χλιάνας διὰ τῶν μυκτήρων ἐγχυμάτιζε.

1106

Θεομνήστου ἐφ’ ᾧ ὑποψίαν ἔχομεν ὅτι ἀπὸ συμπτώματος ἢ κρημνοῦ πέπονθέν τι. Ὅταν ἵππος ἢ ἄλλο ὑποζύγιον εἰς τάφρον ἢ ὄρυγμά τι ἐμπέσῃ καὶ μηδὲν μὲν φαίνηται πληγείς, ὑπονοῶμεν δὲ αὐτὸν ἔνδον τι πεπον‐
5θέναι, βοηθήσωμεν οὕτως· ἐγχυματίσωμεν ὀποῦ Κυρηναϊκοῦ
ὅσον καρύου Ποντικοῦ μέγεθος δι’ οἴνου κοτυλῶν γʹ, ἐγχεῖν δὲ διὰ ῥινῶν, ἢ τέφρας δρυΐνης ἢ πρινίνης ποιεῖν κονίαν στακτὴν καὶ ἐγχυματίζειν τῆς κονίας κοτύλας βʹ καὶ οἴνου τὸ ἴσον ἢ 〈ἀ〉κακίας τῆς πυρρᾶς χυλὸν μετὰ οἴνου ἢ ῥοᾶς ὀξείας108
10μετὰ οἴνου. ὅταν δὲ πεσὼν ἄρξηται τιλᾶν ὑγρά, μὴ θεράπευε. ἔχει γὰρ ἀσώτως.

1111

Περὶ παραπλησμάτων. Παραπλήσματα γίνονται ἀπὸ δρόμου πολλοῦ καὶ ἐντόνου. πίμπραται δὲ τὰ ἐμπρόσθια σφυρά, ὥστε δοκεῖν ὑγρασ〈ίασ〉 εἶναι πλήρη ταῦτα· κατάσχα‐ σον οὖν τὰ μεσοκύνια 〈καὶ〉 κατάντλει[ν]. ἐὰν μὴ ὠφελῇ,
5ὑποξέ[α]σας τὸν ἐπηρμένον τόπον χάραξον, τὴν ὑγρασίαν τὴν ἐκ τῶν ἀμυχῶν μὴ ὑποξύων τῇ σπαθομήλῃ, ἵνα μὴ ἐπιρρευ‐ ματίσῃς, ἀλλὰ μόνον διαφορήσῃς, καὶ ὄξει μετὰ νίτρου κατά‐ βρεχε τοὺς τόπους. τῇ δὲ ἐπιούσῃ χρῶ μαλάγματι τῷ διὰ χαλ‐ βάνης. ἢ γὰρ παντελῶς ὑγιάσεις τὰ πεπονθότα ἢ ἐκ πλείονος
10παρηγορήσεις.

1112

Πρὸς τὸ τρίχας λευκὰς οὔσας μελαίνας γενέ‐ σθαι. †Γλυκίζον καλακαβδάκιον, ὄπιον, γλυκύρριζον τὰ ἴσα κόψας ἀναλάμβανε οἴνῳ Ἀμινναίῳ καὶ χρῖε μελιτῶδες ποιήσας.

1113

Ἱπποκράτους περὶ τριχῶν ἀγρίων. Ἐὰν τρίχες ἄγριαι ὦσιν ἐν τῇ κέρκῳ, ὄξει ἀλείφων πύκναζε καὶ ἀχράδια καὶ σταφίδια ἄγρια.

1114

Περὶ τοῦ ποιῆσαι φάλιον ἵππον. Κατάχρισον ζεστὸν ἐρεγμὸν καθόλου, ἢ γογγύλας καθεψήσας κατάχριε.

1115

Περὶ τοῦ τρίχας μελαίνας ποιῆσαι ἵππου. Κηκῖδα ἰατρικὴν εἰς ὄξος τρίψας, εἶτα ἀνιέμενος μύρτον τρί‐ ψας ἐπίχριε.

1116

Ἵππου πυρροῦ τρίχας λευκὰς ποιῆσαι. Στυπτη‐ ρίαν ὕδατι λειώσας ἀπότριψον τὰς τρίχας, καὶ λαβὼν ῥοῦν βυρσικὴν φυράσας ἐν ὄξει χρῖσον καὶ ἔσονται.109

1117

Ἵππου λευκὰς τρίχας ποιῆσαι μελάνας. Ἵππου λευκὰς τρίχας μελάνας ποιήσεις οὕτως· ἄκανθαν, ᾗ οἱ βαφεῖς χρῶνται ἀφεψήσας ἐν ὕδατι στῦψον τὰς τρίχας, καὶ λαβὼν ἢ μελαντηρίαν ἢ χαλκῖτιν χρῖσον, καὶ χάλκανθον δὲ δὸς εἰς τὸ
5ἔγχρισμα.

1120

Ἱπποκράτους περὶ παρατρίμματος. Ἐὰν παρά‐ τριμμα γένηται ἐν τοῖς κυνόποσιν ἀπὸ δρόμου ἢ ἀπὸ ἐλα‐ σίας, γίνεται δὲ ὡς τάχιστα τοῖς νωτοφοροῦσιν νέοις τε καὶ γοργοῖς. θεράπευε οὖν πυριῶν ἅλμῃ θερμῇ, εἶτα σπόγγους δι’
5ὀξυκράτου, καὶ αἷμα ἀφαίρει ἀπὸ τῶν κυνοποδίων, εἶτα σπόγγιον. ἐὰν δὲ ἐπιμείνῃ, κατάπλαττε τῷ αὐτῷ τρόπῳ, 〈ᾧ〉 καὶ τὰ στρέμματα, εἶτα χρήσαι μαλάγματι. ἐὰν δὲ χρόνιον ᾖ, καίειν χρὴ κάγκελλον. τὸ δὲ αὐτὸ ποίει καὶ ἐπὶ τῶν παρα‐ κερκίδων· 〈ἢ〉 ὀξύγγιον ἐν οἴνῳ μετὰ ἰσχάδων ἔχων βε‐
10βρεγμένον ἡμέρας, τοῦτο κατάπλασσε.

1121

Περὶ κακοστομαχίας καὶ ἀφρο. Ἐὰν δὲ κακο‐ στομαχῇ ἵππος ἢ τῶν ἄλλων ὑποζυγίων, βήσσει δασὺ πολλά‐ κις, ἐνίοτε δὲ καὶ 〈ἀφρὸν〉 ἀναφέρει ἔσωθεν. γίνεται δὲ τοῦτο κατὰ ἐλασίαν. [ἐνίοτε οὖν καὶ ἀφρὸν φέρει]. τῷ οὖν τοιούτῳ
5χολὴν ταυρείαν μετὰ μέλιτος δίδου μετὰ ὀξυγγίου ὀροβιαῖα [ὀρόβινα], καὶ μέλι καὶ ὀξύγγιον κόψας δίδου κοτύλας γʹ. ἀπεχέσθω δὲ ἀπὸ ἀχύρων, παράλληλα δὲ δίδου τὴν πόαν.
ποιεῖ δὲ θαυμαστῶς.110

1122

Περὶ ἰλεώδους. Ἰλεώδης δὲ γίνεται, ὅταν χορτασθῇ 〈καὶ μὴ πέψῃ〉. ἔστιν δὲ κάκιστον τὸ πάθος. [ὅταν χορτασθῇ καὶ μὴ πέψῃ.] γίνεται δὲ ἐν τῷ κώλῳ ὥσπερ λίθος. ὅταν οὖν συμβῇ τὸ πάθος, ῥήσ〈σ〉ει ἑαυτὸν καὶ διεγείρεται πολλὰ
5καὶ περιπατεῖ, καὶ πάλιν ῥίπτει ἑαυτὸν καὶ συστρέφει ἐπὶ τὴν ῥάχιν καὶ τὰς λαγόνας, στενάζει δὲ διὰ τὴν σύστασιν. τῷ γοῦν τοιούτῳ βοηθεῖν δεῖ οὕτως· ἀλείφειν δεῖ τὴν χεῖρα καὶ κα‐ θιεῖν εἰς τὴν ἕδραν καὶ τὰ παρακείμενα κόπρια κόμιζε, τὴν κύστιν δὲ τρῖβε προσηνῶς, ἵνα οὐρήσῃ. οὐδὲ γάρ, ὡς λέ‐
10γουσι, στρέφεται ἡ φῦσα, ἀλλὰ ὁ πόρος ἀποστενοῦται. ἐγχυ‐ μάτιζε οὖν λαβὼν κράμβης χυλόν, ἐλαίου κοτύλην μίαν, σε‐ λίνου κύαθον ἕνα, ἕψει μετὰ κοτύλης αʹ οἴνου καὶ ἑψήσας ἐγχυμάτισον καὶ σύγχριε οἴνῳ καὶ ἐλαίῳ. θερμῷ, 〈καὶ ἐπὶ〉 τὴν ἱππόστασιν ἀνάγκαζε καὶ κλύζε διὰ τῆς ἕδρας οἰνελαίῳ
15θερμῷ. περιπάτοις δὲ χρῆσαι ἀναβάσεσι καὶ καταβάσεσιν, ἵνα τὰ πνεύματα δύναται τὴν ὑποχώρησιν λαμβάνειν. ἐὰν γὰρ ἅπαξ γένηται ὑποχώρησις, ἐλαφρυνθήσεται τοῦ ὄγκου. ἄχυρα οὖν βαλὼν εἰς σάκκον κατάβρεξον ὕδατι θερμῷ καὶ ὑπόδησον ὑπὸ τὰς λαγόνας, καὶ ἀναθερμαίνεται καὶ †πᾶσα πυρα, εἰ δυ‐
20νατόν, ταχύ. ἔστι γὰρ τὸ πάθος ἀναιροῦν. δίδου δὲ καὶ φα‐ γεῖν, ἐὰν λειποθυμήσῃ, ἢ βρόμον ἢ χλωρὸν χόρτον, ἢ τὸν ξηρὸν ῥαίνων ἐν ὕδατι. πότιζε τὸ αὔταρκες. σημεῖα δὲ τὸ ζῷον δίδωσιν, ἐὰν σωτήριος γένηται, εἰ [δὲ] τὰ ὦτα ἐξαφῇ καὶ ἡ πνοὴ αὐτοῦ ᾖ συντεταμένη, καὶ ἀναπνεῖ θερμὸν καὶ ἀφο‐
25δεύει· ἐὰν δὲ μὴ σωτήριος ἔσται, σημεῖα ταῦτα· ὁ καυλὸς προεῳγμένος καὶ ἱδρὼς ἐν ταῖς λαγόσι ψυχρὸς καὶ τὸ πνεῦμα ἀραιῶδες, τά τε σκέλη τὰ ἐμπρόσθια ἀποτεταμένα καὶ ψυχρά,
καὶ ὁ τράχηλος πεπηγὼς καὶ μυκτὴρ ψυχρός.111

1123

Περὶ ἰόνθων. Λίβανον μετὰ οἴνου ἐὰν χρήσῃ 〈ἢ〉 Κυρηναῖον ὀπὸν ἢ ὑοσκυάμου καρπὸν ἢ σταφίδα ἀγρίαν 〈θε‐ ραπεύσεισ〉.

1124

Περὶ μωλώπων. Ἐὰν ἆραι θέλῃς μώλωπας, βάλε χαλκάνθου τὸ ἀρκοῦν καὶ ἐν ὄξει καθεψήσας καὶ ἀνελόμενος χρῶ τούτῳ, ἢ καὶ θεῖον ἀνάζεσον καὶ κόψας εἰς ὄξος ἀναζέ‐ σας ἐπίχριε.

1126

Περὶ ἀτροφίας. Ἐὰν δὲ μὴ ἐσθίῃ ἵππος πάθει μὴ συνεχόμενος, σκόπει καὶ εὑρήσεις τὴν ζέαν μετέωρον. αἷμα οὖν ἀφαίρει ἀπὸ τῶν οὔλων καὶ παράτριβε ἅλατι καὶ ὀριγάνῳ, καὶ προσδήσας ἄφες αὐτὸν ἀπορρεῖν τὰ φλέγματα. εἶτα ἀπο‐
5πλύνας τὸ στόμα ἡμέραν αʹ μὴ δῷς φαγεῖν. ἐὰν δὲ μὴ κατα‐ στῇ, τρῖβε τὴν ζέαν ἅλατι λεπτῷ μεθ’ ἡμέραν.

1127

Περὶ σφονδύλου. Ἐὰν δὲ μαδισθῇ 〈παρα〉ποδι‐ ζόμενος ὁ τράχηλος καὶ ὁ σφόνδυλος, φλεβοτόμει τὰς ἀρθρί‐ τιδας φλέβας. προστίθει δὲ καὶ νάκιον οἰνελαίῳ ἐμβρέξας, κατάδησον καὶ ἀναδήσας ἔα αὐτὸν φαγεῖν.

1133

Ἱπποκράτους ἐὰν φάγῃ ἐλλέβορον ἵππος. Λευ‐ κὸν ἐλλέβορον ἐὰν φάγῃ ἵππος, ἔμετοι γίνονται καὶ βήσσει καὶ διαρροΐζεται.

1134

Περὶ λαβρότητος. Ἐὰν ἵππος λαβρεύηται ἐν τῷ ἐσθίειν, παράβαλε κυάμους ταῖς κριθαῖς, καὶ ὅπερ ἂν κατα‐ λείψῃ ἐν τῇ φάτνῃ, ἔξελε.

1136

Περὶ δαμάσεως. Ἐὰν ἵππος τραχὺς ᾖ ἢ ἡμίονος, λαβὼν ψέλλιον χαλκοῦν τὰ περὶ τὸ γένυ τρυπήσας †πυρίνῳ κοίνωσον.112

1137

Περὶ ἐλλεβόρου. Ἐὰν φάγῃ ἐλλέβορον ἵππος, σίδης ὀξείας χυλὸν μῖξον μετὰ ἅλμης, ἢ καρδάμου τὸν καρπὸν καὶ σίδης ὀξείας τὸν χυλὸν μεθ’ ὕδατος χλιαροῦ ἐγχυμάτιζε.

1139

Διάγνωσις νόσων. Ἐὰν ἀπὸ κόπου πεσὼν 〈ᾖ〉 ἢ κριθιάσεως ἐχόμενος, ὁτὲ καὶ πυρετοῦ, τοῖς ἔμπροσθεν γε‐ γραμμένοις σημείοις, τὸ ὕδωρ αὐτὸ καθ’ ἑαυτὸ 〈χ〉λιαίνων ἐν τόπῳ λίαν θερμῷ οὕτω διάτριβε, καὶ διακίνει ἐν σκέπῃ.
5ἐὰν δὲ βῇ τῇ ῥώμῃ καὶ τῇ δυνάμει, ἐκεῖνα 〈ἀφ〉εῖναι, καὶ διαίτην ἔχηται. ἐκτροχαζέτω δὲ ὀλίγα, ἐπικαπνεῖν μέλλει, ἐὰν δυνατόν, καὶ ἄχυρα ὑποβεβλήσθω. ἔξω δὲ ἐν τῷ ἁπαλῷ ἢ παρὰ ποταμὸν μᾶλλον περίαγε. ὅταν δὲ ἄρξηται ὑγιὴς γενέ‐ σθαι, σημεῖα τάδε· σκιρτᾷ ἐξαγόμενος *** ἐὰν δὲ τούτων
10μηδὲν ποιήσεται, ὅταν μὴ ἐκπίπτῃ τεχνικῶς, ὡς τάχιστα τέμνε αὐ〈τοῦ〉 τὰς ἀπὸ τοῦ αὐχένος. εἶτά φησιν ὥσπερ ὑγιαίνοντα εὑρεῖν *** προκαλεῖσθαι, καὶ ἔξω ἐξαγαγὼν κόψας πελέν‐ δρυον, ἐὰν μὲν ἐνδέχεται, κόψας λείας τὰς κριθὰς ὕδατι ῥαῖνε τὸν χυλόν, καὶ τοῦτο μὲν οὖν, ἐὰν ἐγχωρῇ, τὸ πελένδρυον
15διέμενον ἔγχεε διὰ τοῦ στόματος. ἐὰν δὲ μὴ δύναται ἐσθίειν ὁ ἵππος, χρὴ ποιεῖσθαι καὶ διδόναι ἐλαιόμελι· ἐπιχλιαίνων ὕδατι ἢ ἅλατι τρίβων ἰσχυρῶς 〈δίδου〉.

1140

Περὶ ἡμιόνων. Τὰ αὐτὰ ἡμίονος οὐ πάσχει ἵππῳ οὔτε ἄρρενι οὔτε θηλείᾳ, ἀλλ’ ὅσῳ περ καὶ ξηρόν [ῥᾷον] ἐστι
τὸ σῶμα καὶ αἱ μῆτραι ἀποκέκλεινται ἀπὸ ξηρασίας σαρκός, τοσούτῳ 〈ῥᾷον〉 καὶ τὰ νοσήματα περιμένουσιν. περὶ μὲν113
5ἡμιόνου ἄρρενος καὶ θηλείας ὁρίζων τὴν ἐπιμέλειαν ἔξω ὡς κατὰ τῆς †αἰδοῖος λάβῃ, περὶ δὲ συνωμιῶν καὶ χωλασμά‐ των κατὰ τὸν αὐτὸν λόγον εὐτρέπιζε τῶν ἁπάντων, καὶ το‐ μαῖς καὶ φαρμακείαις ξηραῖς ἀνέχῃ. τούτων μὲν οὖν τῶν νοσημάτων γινώσκεται ἀρχή, ὡς δὴ ἐπάνω γέγραπται. ἐπὰν
10γὰρ ἡμίονος τὰ ἰσχία ἀφέλκῃ, ταύτης αἱ μῆτραι ἀφειλκυσμέ‐ ναι εἰσὶν καὶ ξυσμάτων καὶ αἵματος πολλοῦ. ταύτην κατα‐ βαλὼν καὶ τὰ ἰσχία τρίψας καὶ ὑπὸ τὰς λεπίδας ὀπίσω ὑπὸ τὸ ἰσχίον καὶ παρὰ τὴν κέρκον καθείς, εὐθέως τοῦ μέλανος τρῖψον ἀπὸ τοῦ σώματος. εἶτα περίτριψον ἅλας λεῖον οἴνῳ
15μέλανι κοτύλῃ αʹ καὶ εἰς τὰς ῥῖνας ἐμφύσα, ᾠὰ δὲ τρίψας ** παύσῃ〈σ〉 τοῦ θυμοῦ. ἔτι γε μὴν οἴνῳ μέλανι κοτύλῃ αʹ ἐγχέειν, καὶ ὕδατι θερμῷ λοῦε πολλῷ τὴν κεφαλήν, εἶτα τὸ σῶμα ὅλον ἀπὸ τῆς κεφαλῆς ἀρχόμενος. ἐὰν δὲ τοῦ ἄλλου σώματός τι χωλεύ, μηδὲν ταύτας τομὰς τὰς πρότερον εἰρημένας ἐν
20ταῖς τοῦ ἵππου, καύσεις δὲ μὴ πρόσφερε, ἐὰν κεῖται τε‐ ταμένος. ἐὰν δὲ τομὴν ἔχῃ, καῖε τὰ ἐπὶ τὸν τράχηλον ῥά‐ βους βʹ ἑκατέρωθεν. ἐπὶ δὲ τῶν ἄλλων ἀρρωστημάτων τῷ αὐτῷ φαρμάκῳ χρῶ ἐγχύτῳ καὶ πυρία τὸ σῶμα καταχρίων καὶ ἔγχεε κοτύλην αʹ μέλανος εὐώδους καὶ εἰς ὀθόνιον ἀπηθήσας
25οὕτως ἔγχεε εἰς τὸ στόμα καὶ ἔσται ὑγιής.

1145

Ἱπποκράτους ἀρωματικὴ βο]ϊκ. Κόστου, κεν‐ ταυρίου ἀνὰ γο γʹ, ἀψινθίου γο αʹ, ἴρεως, σελίνου κοινοῦ,
κροκομάγματος τὸ ἴσον.114