TLG 0736 001 :: STEPHANUS :: In Magni sophistae librum de urinis STEPHANUS Med., fiq Stephanus Atheniensis Med. et Phil. Cf. et STEPHANUS Med. et Phil. (0724) In Magni sophistae librum de urinis Citation: Section — (line) | ||
t | ΣΤΕΦΑΝΟΥ ΠΕΡΙ ΟΥΡΩΝ. | |
1 | Περὶ οὔρων προθέμενος γράψαι, δέον ἔδοξέ μοι, τῷ προθεμένῳ περί τινος γράψαι ἢ διδάξαι προσήκειν πρὸ παντὸς ἑτέρου του τὸν ὅρον ἀποδοῦναι καὶ εἰπεῖν ὅ τί ποτέ ἐστι, περὶ οὗ προτίθεται, κἀντεῦθεν τὴν τούτου διάγνωσιν εὐστόχως διαλαβεῖν· ἐπεὶ δὲ καὶ ἡμεῖς τὸ παρὸν σύγγραμμα | |
5 | γράψαι ἐβουλήθημεν πρὸς εἰσαγομένους εἰς τὸ τῆς ἰατρικῆς μάθημα, οἱ δὲ εἰσαγόμενοι δέουσι λόγων συντόμων δηλωτικῶν τῆς φύσεως τοῦ ὑποκειμένου | |
---|---|---|
πράγματος, ὁ δὲ ὁρισμός ἐστι λόγος σύντομος δηλωτικὸς τῆς φύσεως τοῦ ὑπο‐ κειμένου πράγματος, δέον ἐστὶ τὸν περὶ οὔρου λόγον πρὸ παντὸς ἑτέρου δια‐ λαβεῖν. Ὅτι πᾶν πρᾶγμα ἔστι καὶ ὀνομάζεται, φανερόν· διὰ τοῦτο ὡς μὲν | 423 | |
10 | ὂν τὸ οὖρον ἔχει ὁρισμὸν τὸν δηλοῦντα τὴν φύσιν καὶ ποιότητα καὶ ὕπαρ‐ ξιν τοῦ οὔρου· ὡς δὲ ὀνομαζόμενον ἔχει καὶ ὄνομα· τοίνυν δέον εἰπεῖν τὸ τοῦ οὔρου ὄνομα πρότερον καὶ τὸν ὁρισμὸν αὐτοῦ, ἔπειτα καὶ τὴν τούτου διά‐ γνωσιν, ὡς ἡ δύναμις, διαλαβεῖν· καὶ τὸ μὲν ὄνομα τοῦ οὔρου ἄλλοι ἄλλως ὠνόμασαν· καὶ γὰρ οἱ μὲν εἶπον αὐτὸ καλεῖσθαι ὀῤῥῶδες περίττωμα, οἱ δὲ | |
15 | ὑδατῶδες περίττωμα, καὶ ἕτεροι ἰχὼρ αἵματος, ἀλλὰ περὶ ὀνομάτων οὐ δεῖ ζυγομαχεῖν, ἀλλ’ ἐᾷν ἕκαστον καλεῖν, καθὼς βούλεται. Ὁρισμὸς δ’ αὐτοῦ ἐστι τὸ διήθημα τοῦ αἵματος· καὶ οὗτος ὁ ὁρισμός ἐστι τοῦ ἁπλῶς καὶ καθόλου οὔρου· ἐπεὶ δὲ τοῦ οὔρου τὸ μέν ἐστι κατὰ φύσιν, τὸ δὲ παρὰ φύσιν, κατὰ φύσιν μὲν, ὡς τὸ τῶν ὑγιαινόντων, παρὰ φύσιν δὲ, ὡς τὸ τῶν | |
20 | νοσούντων, κρίνεται δὲ τὸ κατὰ φύσιν διὰ τοῦ παρὰ φύσιν, τὸ γὰρ κατὰ φύσιν δηλοῖ πόσον ἔξεστι τὸ παρὰ φύσιν ἐκ τοῦ κατὰ φύσιν, ἄριστον γὰρ οὖρόν ἐστι τὸ κατὰ φύσιν, λέγω δὴ τὸ τῶν ὑγιαινόντων, περὶ οὗ προϊὼν ὁ λόγος δηλώσει, νυνὶ δὲ δηλωθῆναι δέον εἰς πόσα καὶ τίνα ὠφελεῖ τοῦ οὔρου ἡ διάγνωσις, καὶ παραστῆσαι τὸ χρήσιμον τῆς αὐτοῦ ὠφελείας· χρη‐ | |
25 | σιμεύει οὖν ἡ τοῦ οὔρου διάγνωσις πρός τε τὸ γινώσκειν καὶ προγινώσκειν περὶ τῶν ἐσομένων παρὰ φύσιν ἢ κατὰ φύσιν διαθέσεων τε καὶ μορίων, δια‐ γινώσκειν μὲν τὰ παρόντα, προγινώσκειν δὲ τὰ μέλλοντα ἔν τε τοῖς ὑγιαίνουσι καὶ ἐν τοῖς νοσοῦσι νοσήματα χρόνιά τε καὶ ὀξέα· καὶ γὰρ ἀπὸ τῆς διαγνώσεως τῆς γινομένης τοῦ οὔρου διαγινώσκομεν τὰ διαγνωστικὰ ση‐ | |
30 | μεῖα, ἐξ ὧν τὰ γινόμενα καὶ τὰ μέλλοντα ἔσεσθαι γινώσκομεν, καὶ οἱ ἀφα‐ νεῖς τόποι φανεροὶ πάσχοντες καθίστανται, ὅπως ἔχουσι διαθέσεως, τουτέστι πῶς διακεῖνται, καὶ κατὰ ποίαν κρᾶσιν κέκρανται, καὶ ὅσον ἔξεστιν ἐκ | |
τοῦ κατὰ φύσιν τὸ παρὰ φύσιν. | 424 | |
2 | Ἔστω· τοσοῦτον οὖν χρησιμεύοντος τοῦ οὔρου καὶ τηλικαύτην ἡμῖν ὠφέλειαν καὶ διάγνωσιν, διὰ τοῦτο δέον ὁλοσχερῶς σπουδάσαι πρὸς κατανόησιν τῶν ὑπὸ τῆς θεωρίας τοῦ οὔρου διδασκομένων ἡμῖν· καὶ ἐπεὶ περὶ τῆς τοῦ οὔρου ὀνομασίας εἰρήκαμεν, ὅπως ὑπὸ τῶν παλαιῶν ὠνομάζετο, ἔτι | |
5 | δὲ καὶ περὶ ὁρισμοῦ αὐτοῦ τοῦ λέγοντος, ὅ,τί ποτέ ἐστι τὸ οὖρον, πρὸς δὲ καὶ, εἰς ὅσα χρησιμεύει τοῦ οὔρου ἡ διάσκεψις, αὐτάρκως ἐδηλώσαμεν, λοιπὸν δέον ἐστὶν εἰπεῖν ἡμᾶς, τίς ποιητικὴ αἰτία τοῦ οὔρου· καὶ λέγομεν, ὅτι ἡ ἐν τῷ ἥπατι ἐξαιμάτωσις, εἰ γὰρ ἡ αἱματοποιητικὴ δύναμις ἀπὸ τῶν εἰς τὸν στό‐ μαχον εἰσαγομένων βρωμάτων τε καὶ πομάτων, καὶ ἀνάγει τοῦ τοιούτου χυ‐ | |
10 | λοῦ τὸ λεπτότερον καὶ καθαρώτερον, καὶ ἀνάγει τοῦτο ἐν τῇ στελεχιαίᾳ τοῦ ἥπατος κατεσπαρμένῃ· ἐοικυῖα ἡ μὲν φλὲψ στελέχῳ δενδροῦ· τὰ δὲ κατεσπαρμένα κλονάρια αὐτῆς ἐν τοῖς σιμοῖς τοῦ ἥπατος ἐοικότα κλάδοις δένδρου λεπτὰ φλεβία ὄντα· καὶ πρῶτον μὲν ἐν τῇ στελεχοειδεῖ φλεβὶ τοῦ ἥπατος ἡ αἱματοποιητικὴ δύναμις τὸ ἔργον αὑτῆς ἀποτελεῖ, καὶ ποιεῖ | |
15 | τῷ αἵματι σὺν τῷ φλέγματι καὶ ταῖς δυσὶ χολαῖς τῇ τε ξανθῇ καὶ τῇ με‐ λαίνῃ, ὅταν διὰ τοῦ τρυγώδους αἵματος ὁ μελαγχολικὸς γεννᾶται χυ‐ μὸς, ἐκ δὲ τοῦ ὀῤῥώδους αὐτοῦ ἡ ξανθὴ χολὴ, ἐκ δὲ τοῦ ἀφρώδους καὶ πομφυ‐ λογώδους τὸ φλέγμα· καὶ ὁ μὲν μελαγχολικὸς χυμὸς καὶ τὸ φλέγμα, ὡς βα‐ ρύτερα ὄντα, ἐφιζάνουσι κάτω· ἡ δὲ ξανθὴ χολὴ, ὡς λεπτομερὴς, τὴν ἀνωτέρω | |
20 | χώραν μεταδιώκει· τὴν μέσην δὲ ἀκριβῶς τάξιν τὸ αἷμα κατείληφε· τούτου οὖν γεγονότος, ὅσον μέν ἐστι κουφὸν καὶ ἀνωφερὲς, ὅπερ καὶ ξανθοχολικὸν περίττωμα πέφυκεν εἶναι, τοῦτο λαμβάνει ἡ κύστις ἡ λεγομένη χοληδόχος διὰ τοῦ πόρου αὐτῆς κειμένου συγκεκολλημένη οὖσα ἐν τοῖς σιμοῖς τοῦ ἥπατος· συγκεκόλληται οὖν τοῦτο δι’ αἰτίας τέτταρας, ὧν μία, ἵνα ἐπι‐ | |
25 | κέηται τῷ στομάχῳ καὶ χυλοποιῇ τὰ βρώματα καὶ πόματα, ἑτέρα καὶ δευ‐ τέρα, ἵνα καθάρῃ τὸ αἷμα, ὅπως καθαρὸν γινόμενον τρέφῃ ὅλα τὰ μέρη τοῦ σώ‐ ματος· εἰ γὰρ ἐνεργοῖ ὁ πόρος, δι’ οὗ ἡ χοληδόχος κύστις ἕλκει τὸν ξανθοχο‐ λικὸν χυμὸν, τότε σὺν αἵματι ἀπέρχεται ὁ ἰχὼρ καὶ τρέφει ὅλα τὰ μόρια· τρεφο‐ μένων οὖν τῶν τοῦ σώματος μορίων ἐκ τοῦ αἵματος τοῦ μεμιγμένου τῇ ξανθῇ | |
30 | χολῇ, βάπτονται τὰ λευκὰ τῶν ὀφθαλμῶν τοῦ ἀνθρώπου καὶ ὀνομάζεται τὸ τοιοῦτον πάθος ἴκτερος. Τρίτη αἰτία, ἵνα ἑψηθῇ τὸ αἷμα καλῶς ὑπὸ τῆς χολῆς θερμῆς οὔσας, ὅταν διασπαρῇ τὸ αἷμα εἰς τὰ μικρὰ φλεβία τοῦ ἥπα‐ τος. Καὶ τέταρτον, ἵνα τῆς χοληδόχου κύστεως ὀλίγη χολὴ ἐξελθῇ, καὶ τῇ αὑτῆς δριμύτητι δήξῃ τὸν λεγόμενον πυλωρὸν καὶ ἀνοιχθῇ, καὶ τὰ πε‐ | 425 |
35 | ριττώματα τὰ ἐν στομάχῳ ὑποκαταβῇ ἐν τοῖς ἐντέροις, ἐν οἷς ἀπο‐ λαμβάνουσι τὸ εἶδος τῆς κόπρου, κόπρος γινόμενα, καὶ ἵνα πρὸς τὸν ἀφε‐ δρῶνα κατελθῇ ἡ δριμύτης τῆς ξανθῆς χολῆς καὶ δήξῃ τὸν ἀφεδρῶνα καὶ νύξῃ τοῦτον, καὶ διεργεθῇ ὁ ἄνθρωπος πρὸς τὸ διαχωρῆσαι τὰ διαχωρή‐ ματα, τὰ αὐτὰ καὶ κόπρος ὀνομαζόμενα. Ὅτι δὲ ἡ χοληδόχος κύστις ἐστὶ κε‐ | |
40 | κολλημένη τῷ ἥπατι, φανερόν· καὶ γὰρ, ταύτης διαῤῥαγείσης ἐν τῇ τοῦ ζώου ἥπατι, πικρὸν τὸ ἧπαρ τοῖς ἐσθίουσι φαίνεται. Καὶ οὕτως μὲν ἡ ξανθὴ χολή. Ἡ δὲ μέλαινα διὰ τοῦ πόρου τοῦ ἐκ τοῦ ἥπατος εἰς τὸν σπλῆνα ἕλκεται τῇ ἑλκτικῇ δυνάμει τοῦ σπληνὸς, καὶ γίνεται δι’ αὐτοῦ τροφή· διὸ καὶ μέλας ἐστὶν ὁ σπλήν· καὶ εἰ ἐμφραγείη ὁ πόρος αὐτοῦ, συνεπέρχεται τῷ αἵματι | |
45 | καὶ ἡ μέλαινα χολὴ, καὶ ποιεῖ τὰ τρεφόμενα μόρια τοῦ σώματος μέλανα καὶ ὀνομάζεται τὸ τοιοῦτον πάθος μέλας ἴκτερος. Λοιπὸν τὸ μὲν αἷμα ἔχον ὄχημα προοδοποιοῦν αὐτὸ τὸ ὑδατῶδες περίττωμα διὰ τῶν ἐκ τοῦ ἥπατος φλεβῶν ἀπέρχεται πρῶτον καὶ τρέφει τὴν καρδίαν, εἶτα τὸν πνεύμονα, καὶ ἑξῆς τὰ λοιπὰ μόρια τοῦ ὅλου σώματος· καὶ τὸ καταλειφθὲν παχύτατον καὶ τρυγωδέ‐ | |
2(50) | στατον αἷμα εἰς τοὺς νεφροὺς ἀπερχόμενον ἕλκουσι τοῦτο εἰς οἰκείαν τροφὴν οἱ τοιοῦτοι· καὶ διὰ τοῦτο καὶ αὐτοὶ τοιαύτην ἔχουσι χρόαν· τὸ δὲ ὑδατῶδες | |
περίττωμά ἐστιν ὡς ὄχημα τῷ αἵματι, διότι τὸ αἷμά ἐστι παχύτατον τὴν σύ‐ στασιν· παχέος δὲ τοῦ αἵματος οὕτως καὶ μὴ δυναμένου τὰς στενὰς διό‐ δους διοδεύειν, ἔδει μὲν συμπαρεῖναι αὐτὸ τὸ ὑδατῶδες περίττωμα, | 426 | |
55 | ἵνα τῇ τούτου λεπτότητι προοδεύῃ τοῦ αἵματος καὶ παρέχῃ αὐτῷ ἀκώλυτον τὴν δίοδον· ἐπὰν δὲ ἠθεισθῇ τὸ αὐτὸ περίττωμα κατὰ τὸν κρη‐ μνὸν τῆς κοιλῆς φλεβὸς, ἥτις ἐπίκειται τῇ ῥάχει ἀπὸ ἄνωθεν ἕως κάτω‐ θεν, ἔνθα οἱ πόροι τῶν νεφρῶν ὅ τε δεξιὸς καὶ ὁ ἀριστερὸς κατὰ τὸ λάβδα γράμμα σχηματισθέντες κείμενοι, ἕλκουσιν οἱ τοιοῦτοι ἀπὸ τῆς κοίλης | |
60 | φλεβὸς τὸ ὑδατῶδες περίττωμα καὶ μεταδιδόασι τοῖς νεφροῖς, ὑφ’ ὧν μετα‐ βάλλεται εἰς οὖρον, καὶ διὰ τῶν οὐρητήρων ἀποπέμπεται εἰς τὴν οὐρηδόχον κύστιν, ἀφ’ ἧς διὰ τῆς βαλάνου ἐξέρχεται τὸ οὖρον. | |
3 | Εἰ γοῦν εἰλικρινὲς τὸ αἷμα καὶ καθαρὸν ὑπὸ τῆς αἱματοποιητικῆς δυ‐ νάμεως τοῦ ἥπατος ἀποτελεσθείη, τότε καὶ οὖρον τοιοῦτον γίνεται· εἰ δὲ πολλάκις κατά τινα αἰτίαν ἡ αἱματοποιητικὴ δύναμις τοῦ ἥπατος ἐμπο‐ δισθείη καὶ οὐ δυνηθείη τὸ ἔργον αὑτῆς ἐκτελέσαι, τότε καὶ τὸ οὖρον | |
5 | τοιοῦτον φέρεται, καὶ διὰ τοῦτο ποτὲ μὲν τὰ οὖρα λεπτὰ καὶ λευκὰ φέρονται, ποτὲ δὲ παχέα καὶ κακὰ, ὠμοτέρου τοῦ αἵματος γεγονότος καὶ ἀτελοῦς τῆς αἱματοποιητικῆς δυνάμεως τελεσθείσης· ἀμέμπτως γὰρ τελέσαι τὸ ἔργον αὑτῆς τότε οὐκ ἐποίησε, φημὶ τὴν τοῦ αἵματος πέψιν καλῶς, ἀλλ’ ὠμότερον αὐτὸ πεποίηκε· ἄλλοτε δὲ καὶ, ὑπεροπτηθέντος καὶ οἷον | |
10 | ὑπερζέσαντος τοῦ αἵματος, τοιοῦτον καὶ τὸ οὖρον φέρεται· καὶ διὰ τὰς τοιαύ‐ τας αἰτίας οὐκ ἀεὶ τὸ αὐτὸ φέρεται, ἀλλὰ μεταβάλλει τὸ εἶδος αὐτό· ὥσπερ γὰρ τὸ αἷμα γίνεται, οὕτως καὶ τὸ οὖρον φέρεται. Εἰρηκότων οὖν ἡμῶν τὰς αἰτίας, δι’ ἃς τὸ οὖρον παρὰ φύσιν γίνεται, λοιπὸν δὴ εἰπεῖν ἡμᾶς καὶ περὶ τοῦ κατὰ φύσιν οὔρου τοῦ γενομένου ἐκ τῆς ἀκριβοῦς κατασκευῆς τοῦ | |
15 | αἵματος, ὁποῖον δεῖ εἶναι καὶ ὁρίσασθαι, ὅπερ γινώσκοντες, ἐὰν ἴδωμεν τὸ τοιοῦτον ὑπερβάλλον ἢ ἐλλεῖπον, λογιζόμεθα μὴ εἶναι κατὰ φύσιν. | 427 |
4 | Ὁ δὲ κανὼν τοῦ κατὰ φύσιν οὔρου ἔστιν οὗτος· οὖρον ἄριστόν ἐστι τὸ μὲν τῇ συστάσει σύμμετρον, τῇ δ’ ὑποστάσει λευκὸν καὶ λεῖον καὶ ὁμαλὸν, τῷ δὲ τοῦ χύματος χρώματι ὑπόπυῤῥον, ἢ πυῤῥὸν, ἢ ὀλίγον τι μετέχον τοῦ ξανθοῦ· λεῖον δέ φησι τὸ μὴ ὂν διεσπασμένον, ὁμαλὸν δὲ τὸ περὶ πάντα | |
5 | τὸν χρόνον, τουτέστι καὶ σήμερον καὶ αὔριον καὶ τὰς μετὰ τὴν αὔριον ἡμέρας, τοιοῦτον φερόμενον· ὅσα δὲ οὖρα κατά τι τῶν εἰρημένων τεσσάρων ἢ ἐλλεί‐ πει, ἢ πλεονάζει, οὐ κατὰ φύσιν, ἀλλὰ παρὰ φύσιν λογίζονται εἶναι. | |
5 | Ἐπεὶ δὲ καὶ περὶ διαφορᾶς τοῦ οὔρου εἴπομεν, ἐροῦμεν καὶ περὶ τῆς τούτου ἐποχῆς, ὅτι κατὰ ὀκτὼ τρόπους ἐπέσχηται τὸ οὖρον· καὶ γὰρ ἢ διὰ φλεγμονὴν, ἢ διὰ σκίῤῥον, ἢ διὰ θρόμβωσιν αἵματος, ἢ διὰ παράλυσιν, ἢ διὰ πρόπτωσιν αἰδοίου, ἢ διὰ νευρικὴν συμπάθειαν, ἢ δι’ ἕλκωσιν, ἢ διὰ παρά‐ | |
5 | λυσιν, ἢ διὰ λιθίασιν· αἱ δὲ ὀνομασίαι τῆς ἐποχῆς τοῦ οὔρου εἰσὶ τρεῖς· πρώτη ἰσχουρία, ὅταν παντελῶς ἴσχηται τὸ οὖρον· δευτέρα δυσουρία, ὅταν τὸ οὖρον φέρηται μὲν, μετ’ ὀδύνης δέ· τρίτη στραγγουρία ἡ μετ’ ὀδύνης καταστάζουσα τὸ οὖρον. | |
6 | Ἰστέον δὲ, ὅτι ἐν παντὶ οὔρῳ θεωροῦνται τὰ τέσσαρα ταῦτα, σύστασις τοῦ χύματος, χρῶμα τοῦ αὐτοῦ χύματος, ἐναιώρημα καὶ παρυφιστάμενον· ὡσαύτως καὶ τούτου τύποι τρεῖς· ἢ ἄνω, ἢ κάτω, ἢ μέσον· καὶ εἰ μὲν ἄνω εἴη, λέγεται νεφέλη· εἰ δὲ μέσον, ἐναιώρημα· αἰώρα γὰρ ἡ κρεμάθρα· εἰ | |
5 | δὲ κάτω, ὑπόστασις· ὑποκάτω γὰρ ἵσταται τὸ τοιοῦτον παρυφιστάμενον, ἢ λεῖον, ἢ ὁμαλὸν, ἢ ἀνώμαλον· τούτων γὰρ τὰ μὲν ἄλλα πάντα παραλειπτέον, προϊὼν γὰρ ὁ λόγος δηλώσει, νυνὶ δὲ περὶ συστάσεως τοῦ χύ‐ ματος ῥητέον καὶ τῶν τούτου διαφορῶν· καὶ γὰρ τὸ χῦμα λέγεται παρὰ τὸ κεχῦσθαι· οὐρεῖται μὲν ἢ λεπτὸν καὶ μένει πάλιν λεπτὸν ἢ ἀναθολούμενον | |
10 | παχύνεται, ἢ οὐρεῖται παχὺ καὶ μένει παχὺ, ἢ λεπτύνεται καὶ γίνεται λε‐ πτόν· ἢ σύμμετρον, ὅπερ καὶ ὑγιεινόν ἐστι· ἔοικε δὲ τὸ μὲν λεπτὸν, οἷον τὸ ὕδωρ· τὸ δὲ παχὺ, οἷον τὸ μέλι· τὸ δὲ σύμμετρον, οἷον τὸ ἔλαιον· τὸ δὲ μὴ ἔσωθεν, ἀλλ’ ἔξωθεν ὑπὸ τῆς ψυχρότητος τοῦ ἀέρος παχυνθὲν θερμῷ ὕδατι θερμανθὲν λεπτύνεται· καὶ κατὰ τὰς διαφοράς ἐστιν ἡ τῆς συστάσεως | 428 |
15 | τοῦ χύματος διάφορος σύστασις· καὶ τὸ μὲν οὐρούμενον λεπτὸν καὶ μένον λεπτὸν σημαίνει ἐσχάτην ἀπεψίαν· τὸ δ’ ἀναθολούμενον ὑγρὸν καὶ εἰς πάχος μεταβαλλόμενον δηλοῖ πέψεως ἀρχὴν λαμβάνειν· τὸ δ’ οὐρούμενον παχὺ, ἀποκαθιστάμενον δὲ γινόμενον λεπτὸν δηλοῖ ἐν τῷ σώματι ταρα‐ χὴν γίνεσθαι ἰσχυράν· τὸ δ’ οὐρούμενον παχὺ καὶ μένον παχὺ δηλοῖ τὴν μὲν | |
20 | ταραχὴν διακρίνεσθαι, τὴν δ’ αἱματοποιητικὴν δύναμιν εἰς πέψιν διεγείρε‐ σθαι· καὶ ταῦτά εἰσι δῆλα ὑπὸ τῆς συστάσεως τοῦ χύματος. | |
7 | Ἐπεὶ δὲ τὸ χῦμα ἔχει καὶ χρῶμα, τὰ δὲ τούτων χρώματά εἰσι ἓξ, λευκὸν, πυῤῥὸν, ὠχρὸν, ξανθὸν, ἐρυθρὸν καὶ μέλαν, τούτων τὰ μὲν δύο ἄκρα, τὸ λευκὸν καὶ τὸ μέλαν, ἔχουσι πλάτος· εἰς πλάτος γὰρ ἐξαπλοῦται τὰ τοῦ λευκοῦ χρώματα· ἐστὶ γὰρ κρυσταλλοειδὲς ὕδωρ ἀκραιφνές· γαλακτοειδὲς | |
5 | τὸ ἐοικὸς γάλακτι· χαροπὸν τὸ ἐοικὸς ἐρίοις καμήλων ὑπόλευκον ὑπάρ‐ χον, ἢ ὡς λίθος ὀνυχίτης, ὅστις τῷ μὲν σχήματι ἔοικεν ὄνυχι, τῇ δὲ χροιᾷ ὁμοιότητα φέρων ἐρίοις καμήλων ὑπολεύκοις· καὶ ταῦτα μὲν τὰ λευκὰ χρώματα κατὰ τὴν ποιότητα καὶ τὴν χρόαν κατὰ τὸ μᾶλλον καὶ ἧττόν εἰσι. Ὁμοίως δὲ καὶ τὸ μέλαν καὶ αὐτὸ πλάτος ἔχει· καὶ γὰρ ἢ οἰνωπόν ἐστι, | |
10 | ὥσπερ ὡς οἶνος μελάντερος, ἢ ὡς αἷμα βαθύτερον πορφυρίζον, χροιὰν ἔχον, ὡς χολὴ ξανθὴ σεσημμένη καὶ ὑπεροπτημένη τῇ θερμασίᾳ· ἢ γὰρ ἰώδης, οἷά εἰσι τὰ τῶν ἰκτερικῶν οὖρα· ἢ φαιὸν, χρῶμα ἐκ λευκοῦ καὶ μέλανος κραθὲν, ὡς τὰ ῥοϊσχάδια· ἢ χλωρὸν, ὡς πράσινον, κραμβίζον, ἢ ὡς χλόη· ἔχει δὲ καὶ τοῦτο πλάτος, ὧν ἓν τὸ ἰῶδες, ἕτερον τὸ σμαραγδῶ‐ | 429 |
15 | δες, καὶ ἄλλο τὸ ἰσατῶδες, πάντα χλωρὰ κατὰ τὸ μᾶλλον καὶ ἧττον· γίνονται δὲ ταῦτα ὑπὸ θερμότητος πλείονος· τὸ δὲ πελιδνόν ἐστι βα‐ | |
θύτερον τοῦ φαιοῦ, χροιὰν ἔχον μολύβδου, ὡς τὰ μελανίζοντα ἐκ τῶν τοῦ σώματος πληγῶν καὶ τὰ μελανίζοντα ἐκ τῶν θλασμάτων, καὶ ἔοικε τὸ τοιοῦτον ὑπὸ ψύξεως γίνεσθαι, ἢ ὑπὸ πληγῆς. Τὸ δὲ μέλαν δύο σημαίνει· ποτὲ | 430 | |
20 | μὲν θερμότητα, ποτὲ δὲ ψύξιν· τὸ δὲ τοιοῦτον γενήσεταί σοι γνώριμον, πότε γίνεται ἀπὸ θερμότητος, καὶ πότε ἀπὸ ψύξεως· ἔστι γὰρ οὕτως· εἰ μὲν προη‐ γήσαιτο χρῶμα χλωρὸν, τότε δηλοῖ, ὅτι ἀπὸ θερμότητος ἐγένετο· εἰ δὲ προη‐ γήσαιτο πελιδνὸν, ψύξιν σημαίνει· ἐστὶ δὲ τὸ τοιοῦτον ἐπέκεινα πάντων τῶν χρωμάτων, πλάτος ἔχον ἱκανὸν κατὰ τὸ μᾶλλον καὶ ἧττον· πολλὰ γάρ | |
25 | εἰσι τὰ μέλανα χρώματα, ἀλλὰ κατακορῆ καὶ ἀνόμοια· καὶ ταῦτα μὲν περί τε τοῦ λευκοῦ καὶ τοῦ μέλανος χρώματος, τῶν δύο ἄκρων. Τὰ δὲ μέσα τούτων χρώματά εἰσι ταῦτα· ὠχρὸν, πυῤῥὸν, ξανθὸν, ἐρυθρὸν· ἕκαστον δὲ τούτων ἔχει ὑπόβασιν καὶ ἐπίτασιν· ὑπόβασις γὰρ τοῦ ὠχροῦ τὸ ὕπω‐ χρον· ἐπίτασις τούτου τὸ ὑπόπυῤῥον, ὅπέρ ἐστιν ὑπόβασις τοῦ πυῤῥοῦ· ἐπί‐ | |
30 | τασις δ’ ἐστὶν αὐτοῦ τὸ ὑπόξανθον, ὅπέρ ἐστιν ὑπόβασις τοῦ ξανθοῦ· ἐπίτασις δ’ αὐτοῦ οὐκ ἔστιν· οὐ γὰρ ἐπιτείνεται· τὸ δ’ ὑπέρυθρόν ἐστι τοῦ ἰχωροει‐ δοῦς αἵματος· τὸ δ’ ἐρυθρὸν ἐξ αἵματος καθαροῦ γίνεται· τὸ οὖν λευκὸν δέξεται βαφὴν ἀπὸ ξανθῆς χολῆς, κατὰ μὲν πρῶτον λόγον ὕπω‐ | |
χρον γίνεται, ὅμοιον ὑπάρχον ζωμῷ χυμένης ὠμοβράστῳ· εἰ δὲ διαμέ‐ | 431 | |
35 | νοι χρόνον τινὰ ἡ ἕψησις καὶ δέξαιτο πλείονα βαφὴν, ποιεῖ τὸ ὠχρὸν, ἔχον ζωμῷ χρυσοξύλου· εἰ δὲ καὶ ἐπὶ πλείονα βαφὴν καταδέξαιτο, γί‐ νεται τὸ ὑπόπυῤῥον χρῶμα, ὁμοιότητα ἔχον χρυσοῦ τοῦ ἀπὸ Κελτικῆς κομι‐ ζομένου ὀβρύζῳ χρυσῷ· εἰ δὲ καὶ ἐπὶ πλεῖον δέξαιτο τὴν καταβα‐ φὴν, γίνεται τὸ ὑπόξανθον ἐοικὸς κνίκῳ· εἰ δὲ καὶ ἐπὶ πλείονα γίνοιτο ἡ | |
40 | καταβαφὴ καὶ ἡ ἕψησις, τότε γίνεται τὸ ξανθὸν ἐοικὸς κρόκῳ· καὶ περὶ χρωμάτων ἐπὶ τὸ τοσοῦτον ἱκανῶς εἴρηται περὶ αὐτῶν διδασκαλία, συλλε‐ γεῖσα ἐκ διδασκαλίων παλαιῶν ἰατρῶν καὶ σοφωτάτων· ἐπεὶ δὲ ἐφθάσαμεν | |
περί τε τῆς ἐν τῷ χύματι συστάσεως διδάξαι, πόσαι καὶ τίνες αἱ τούτου διαφοραὶ, ὁμοίως καὶ περὶ χρωμάτων τοῦ αὐτοῦ χύματος, λοιπὸν λείπει δι‐ | 432 | |
45 | δάξαι καὶ περὶ τοῦ παρυφισταμένου, λέγω δὴ περί τε τοῦ χρώματος αὐτοῦ καὶ συστάσεως καὶ τοῦ τόπου καὶ τοῦ χρόνου ἔν τε ὑγιαίνουσι καὶ νοσοῦσιν, εἴτε ἐπικίνδυνοί εἰσι καὶ ὑγιεινοὶ, εἴτε μέσοι, καὶ οὔτε ὑγιεινοὶ, οὔτε νοσοῦντες. | |
8 | Χρὴ οὖν πρότερον εἰπεῖν περὶ κατασκευῆς τῆς ἀρίστης ὑποστάσεως, ἵνα ἐκ τῆς ἀρίστης ὑποστάσεως τῆς κατὰ φύσιν γινώσκωμεν τὸ παρὰ φύσιν, καὶ ὅσον τὸ κατὰ φύσιν ἐκ τοῦ παρὰ φύσιν ἔξεστιν· καὶ πρῶτον ἐροῦ‐ μεν, ποῖον οὖρον ἄριστον· καί φησιν Ἱπποκρατῆς· οὖρον ἄριστόν ἐστι | |
5 | τὸ ἔχον ὑπόστασιν λευκὴν καὶ λείην καὶ ὁμαλήν· καὶ τὸ τοιοῦτόν ἐστι τὸ κατὰ φύσιν οὖρον καὶ ἄριστον, ὅπερ οὐ χρὴ ἔχειν οὔτε πρόσθεσιν, οὔτ’ ἔλλει‐ ψιν τοῦ κατὰ φύσιν οὔρου· καὶ Ἱπποκρατῆς εἰπὼν οὖρον ἄριστόν ἐστι τὸ ἔχον ὑπόστασιν, ἐδήλωσε τὸν τόπον τοῦ κατὰ φύσιν καὶ ἀρίστου οὔρου· τοῦτο γὰρ τὸ οὖρον ἔχει τὸ παρυφιστάμενον ὑποκάτωθεν ἱστάμενον εἰς τὸν πυθμένα | |
10 | τοῦ ἀγγείου· τὸ γὰρ μέσον ὂν οὐ λέγεται ὑπόστασις, ὅτι οὐδὲ ὑποκάτω ἵστα‐ ται, ἀλλ’ ἐναιώρημα ἐκ τοῦ αἰωρῶ τοῦ κρεμνῶ. Διὰ τί δὲ κρέμαται μέσον, καὶ πότε μέν ἐστιν ἀγαθὸν, πότε δὲ κακὸν, μετὰ μικρὸν ἐροῦμεν· ὁμοίως δὲ καὶ τὸ ἄνω, ὃ λέγεται νεφέλη, οὔτε ὑπόστασιν ἐροῦμεν, οὔτ’ ἐναιώ‐ ρημα, ἀλλὰ νεφέλη, ὅτι, ὥσπερ ἡ νεφέλη ἄνωθεν ἐπιπλέει, οὕτως καὶ ταύτη· | |
15 | νεφέλη γὰρ λέγεται τὸ μικρὸν νέφος, ὥσπερ καὶ τὸ μέγα λέγεται νέφος· ἐὰν οὖν τὸν κάτω τόπον ἐπέχῃ τὸ παρυφιστάμενον, λέγεται ὑπόστασις, καί ἐστιν ἀγαθὸν καὶ ὑγιεινὸν σημεῖον· εἰ δὲ τὸν μέσον τόπον, λέγεται ἐναιώρημα· τοῦτο γὰρ σημεῖον καὶ ἀγαθὸν καὶ κακὸν καὶ νόσου καὶ ὑγείας· καὶ γὰρ ἐὰν ἀπέρχηται ἀπὸ τῶν κάτω, καὶ ἀνέρχηται ἐπὶ τὰ ἄνω, ἐστὶ σημεῖον | |
20 | κακὸν, ὅτι ἀπέρχεται ἀπὸ τῆς ὑγείας, καὶ ἀνέρχεται ὡς πρὸς τὴν νόσον· ἐὰν δὲ ἀπὸ τῶν ἄνω ἔρχηται ἐπὶ τὰ κάτω, καὶ εὑρεθῇ μέσον, ἐστὶ ση‐ μεῖον καλὸν, ὅτι ἔρχεται ἀπὸ τῆς νόσου ἐπὶ τὴν ὑγείαν· ἐὰν δὲ εὑρεθῇ ἄνω, λέγεται νεφέλη, καί ἐστι σημεῖον νόσου, καὶ, διότι σημαίνει νόσον, ἐστὶ κακόν. Καὶ ταῦτα δηλοῦνται ἀπὸ τοῦ τόπου, ἐν ᾧ τὸ παρυφιστάμενον διελθῇ, ἅπερ | |
25 | οὖν ἐδιδάχθημεν παρὰ τοῦ Ἱπποκρατοῦς εἰρηκότος τὸν τόπον ἐν τῷ εἰπεῖν οὖρον ἄριστόν ἐστι τὸ ἔχον ὑπόστασιν. | |
9 | Ἐν δὲ τῷ εἰπεῖν αὐτὸν λευκὴν τὸ χρῶμα τοῦ κατὰ φύσιν καὶ ἀρίστου οὔρου δεδήλωκεν· ὅσα δὲ παρυφιστάμενα οὐκ ἔχουσι χρῶμα λευκὸν, ταῦτα τὰ οὖρα οὔκ εἰσιν οὔτε κατὰ φύσιν οὔτ’ ἄριστα· πάλιν δὲ διὰ τὸ εἰπεῖν λεῖον (λεῖον γάρ ἐστι τὸ συνεχές· συνεχὲς δέ ἐστι τὸ ἔχον | 433 |
5 | τὰ μόρια συνημμένα πρὸς ἄλληλα καὶ ἀλλήλων ἁπτόμενα· ὅσα γὰρ οὖρα οὐκ ἔχουσι τὸ παρυφιστάμενον συνεχὲς, ἀλλὰ διεσπασμένον καὶ διακεκομ‐ μένον, διότι πνεῦμα παχὺ παρεμπεσὸν διὰ μέσου διέσπασε καὶ διέκοψε τὴν συνέχειαν τοῦ παρυφισταμένου, οὔκ εἰσιν ἄριστα· τὸ δὲ παχὺ πνεῦμα γίνετ’ ἐξ ἀπεψίας, ὥς φησιν ὁ Γαληνὸς, οὗ ἡ ἀρχή· τροφῆς | |
10 | κακῆς διαιτουμένης, ἐμπνευμάτωσις· αὐτόθεν γίνεται οὐ λεῖον τὸ παρυ‐ φιστάμενον, τουτέστιν οὐ συνεχὲς καὶ ἀλληλουχόμενον, καὶ ὑπ’ ἀλ‐ λήλων τῶν μορίων συναπτομένων καὶ συνεχομένων. Πάλιν ἐν τῷ εἰπεῖν τὸν Ἱπποκρατῆ ὁμαλὸν ἐδήλωσε τὸν καιρὸν καὶ τὸν χρόνον, ἵνα ἐπὶ πολλὰς ἡμέρας ᾖ τὸ τοιοῦτον παρυφιστάμενον· μὴ ὂν δὲ ὁμαλὸν, | |
15 | ἀλλ’ ἀνώμαλον οὔκ ἐστι οὔτ’ ὑγιεινὸν οὖρον, οὔτ’ ἄριστον, ὡς ἔνειμεν. | |
10 | Καὶ ὁ μὲν Ἱπποκρατῆς περὶ μόνης τῆς ὑποστάσεως ἔφη τὸν ὁρισμὸν τοῦ ὑγιεινοῦ καὶ ἀρίστου οὔρου· ἐστὶ γὰρ τὸ τοιοῦτον οὖρον τὸ ἔχον ὑπό‐ στασιν λευκὴν καὶ λείην καὶ ὁμαλὴν πάντα τὸν χρόνον, καὶ τῇ συστάσει τοῦ χύματος σύμμετρον, καὶ τῷ χρώματι ὑπόπυῤῥον ἢ πυῤῥὸν ἢ ὑπό‐ | |
5 | ξανθον· καὶ τοῦτό ἐστι τὸ ἄριστον καὶ ὑγιεινὸν καὶ κατὰ φύσιν οὖρον τὸ ἔχον τὰ τέσσαρα ταῦτα, ὑπόστασιν, χρῶμα, σύστασιν καὶ χρόνον· ὑπό‐ στασιν λέγω αὐτὸ τὸ παρυφιστάμενον, καὶ τὸ χρῶμα τοῦ παρυφισταμέ‐ νου λευκὸν, καὶ τὴν αὐτοῦ σύστασιν λείην, τουτέστι συνεχῆ καὶ συνηγμέ‐ νην καὶ ἀδιάσπαστον καὶ οὖσαν ὁμαλὴν, τουτέστι τηροῦσαν τὰ εἰρημένα | |
10 | τέσσαρα ταῦτα παρὰ πάντα τὸν χρόνον· ὅσα δὲ οὖρα ἐκ τῶν εἰρημένων τεσσάρων, εἴτε ἐν ἑνί, εἴτε ἐν δυσίν, εἴτε ἐν πλείοσιν ἐκτραπῇ, οὔκ εἰσι κατὰ φύσιν, ἀλλὰ παρὰ φύσιν. Καὶ ταῦτα ἱκανὰ, πῶς δεῖ διαγινώσκειν τὰ ὑγιεινὰ οὖρα καὶ τὰ μὴ τοιαῦτα· ἐπεὶ δὲ, ἀρχομένων ἡμῶν τῆς περὶ οὔρων διδασκα‐ λίας, εἴπομεν, ὅτι τὸ οὖρον ἔχει χῦμα καὶ χρῶμα, καὶ τὸ χῦμα σύστασιν | |
15 | καὶ παρυφιστάμενον, καὶ εἰς πόσα διαιρεῖται τούτων ἕκαστον, οἷον ἡ σύστασις εἰς λεπτὸν καὶ παχὺ καὶ σύμμετρον, καὶ τὸ χῦμα εἰς χρώματα ἓξ, εἴ‐ πωμεν πρῶτον, ποῖον χρῶμα μετὰ ποίας συστάσεως δύναται συνδραμεῖν καὶ συστῆναι, καὶ τί σημαίνει ἔν τε ὑγιαίνουσι καὶ νοσοῦσι, καὶ μετὰ τοῦτο ἐροῦμεν καὶ περὶ τοῦ παρυφισταμένου. | 434 |
11 | Ἐπεὶ δὲ ἐν τοῖς χρώμασι πρῶτον ἦν τὸ λευκὸν, ὅπερ ἔφημεν ἔχειν πλάτος· καὶ γὰρ ἢ ὑδατῶδες, ὅμοιον ὑπάρχον ὕδατι ἀκραιφνε‐ στάτῳ, κρυσταλλοειδὲς τὸ ἐοικὸς κρυστάλλῳ, χιονοειδὲς δὲ τὸ ὅμοιον χίονι, ἢ γαλακτοειδὲς τὸ γάλακτι παρόμοιον ὑπάρχον, χαροπὸν δὲ, ὅπέρ ἐστιν, οἷα | |
5 | τὰ τῶν καμήλων ἔρια τὰ ὑπόλευκα, ἢ ὡς λίθος ὀνυχίτης, ὅστις τὸ μὲν σχῆμα ὄνυχος ἔχων, χροιὰν δὲ ἐρίων, οἷα τὰ τῶν καμήλων· καὶ ταῦτα μὲν τοῦ λευκοῦ χρώματός ἐστιν εἴδη κατὰ τὸ μᾶλλον καὶ ἧττον ὑπάρ‐ χοντα· πάλιν τῆς τοῦ χύματος συστάσεως πρῶτόν ἐστι τὸ λεπτόν· ἐστὶν οὖν πρώτη συμπλοκὴ τῆς λεπτῆς συστάσεως καὶ τοῦ λευκοῦ χρώματος | |
10 | οὐκ ἀγαθή· ἐπὶ τοῦ τοιούτου οὔρου εἰ παρυφιστάμενον μή ἐστι, σημαίνει ἀσθένειαν δυνάμεως· καὶ γὰρ ἐὰν ᾖ γέροντος, τῆς γεροντικῆς ἡλικίας ἡ δύ‐ ναμίς ἐστιν ἀσθενής· ἐὰν δὲ μὴ ᾖ γέροντος, ἀλλὰ νέου μὲν τὴν ἡλικίαν, μα‐ κρονοσήσαντος δὲ, καὶ διὰ τὴν μακρὰν νόσον ἡ δύναμις ἀσθενὴς ἐγένετο· ἐὰν δὲ οὐκ ᾖ οὗτος ὁ νέος ἀσθενὴς, ἀλλ’ ᾖ ὑγιὴς, ἰστέον, ὅτι παρὰ τὴν δύ‐ | |
15 | ναμιν αὑτοῦ ἔφαγε καὶ ἔπιε, καὶ ταῦτα τὰ βρώματα δυσκατέργαστα, οἷον βόεια καὶ τὰ παραπλήσια, καὶ διὰ τοῦτο προσηκόντως ἡ δύναμις αὐτοῦ ἠσθέ‐ νησε, καὶ οὐκ ἠδυνήθη περιγενέσθαι τῶν τε βρωμάτων καὶ πομάτων. Οὖρον πολὺ λευκὸν ἐξιὸν ἐν παιδίοις κάκιστόν ἐστι· τοιοῦτον ἐρχόμενον ἐπὶ | |
τῶν λεγομένων ἔχειν τὸ ἐκ νόσου γῆρας. Οὖρον πολὺ λεπτὸν καὶ λευκὸν | 435 | |
20 | ἐρχόμενον ἄθροον σημαίνει διαβήτην, ὅπερ οἱ σοφοὶ τῶν ἰατρῶν καλοῦσιν εἰς οὖρα διάῤῥοιαν, ἄλλοι δὲ διψάδα ὠνόμασαν, οὐ κατὰ φύσιν ἔχοντος τοῦ ἀνθρώπου, ἀλλὰ παρὰ φύσιν διὰ θερμὴν δυσκρασίαν τῶν νεφρῶν, τῇ ἀπείρῳ ὅλκῃ τούτων ἑλκόντων τὸ οὖρον. Οὖρον λεπτὸν καὶ λευκὸν οὐρηθὲν ἐν πυρετοῖς σημαίνει ἀμφημερινὸν διαλείποντα· καὶ γὰρ οὐρεῖται | |
25 | λεπτὸν καὶ λευκὸν ἐπὶ τῶν οὕτως πυρεττόντων διὰ τὸν πλεονάζοντα φλε‐ γματικὸν χυμὸν ἐπὶ τῶν ἐχόντων κατὰ φύσιν ἧπαρ ψυχρόν· οὐρεῖται δὲ τὰ τοιαῦτα καὶ δι’ ἔμφραξιν, ὡς ἐπὶ τῶν νεφριτικῶν καὶ ἐν ταῖς ἀρχαῖς τῶν τεταρταίων διὰ τὸ πλεονάζον αἴτιον. Ἔτι οὐρεῖται λεπτὰ καὶ λευκὰ τε‐ τραμμένον τὸν τράχηλον ἔχουσι καὶ βαρυνομένοις κεφαλὴν καὶ ὤμους, | |
30 | καὶ σημαίνει σκότωσιν καὶ λειποθυμίαν· τῷ δὲ σημαίνει ὁ Ἱππο‐ κρατῆς χρῆται ἐν τῷ μέλλοντι χρόνῳ καὶ ἐν τῷ παρῳχηκότι· φησὶ γὰρ· ἱδρὼς πολὺς ἐξ ὑπνοῦ γενόμενος ἄνευ φανερᾶς προφάσιος σημαίνει, ὅτι πλείονι τροφῇ τὸ σῶμα χρέεται· οὖρον πολὺ ἐν πυρετοῖς λεπτὸν καὶ λευκὸν οὐρηθὲν σημαίνει ἄνεσιν· οὖρον λεπτὸν καὶ λευκὸν διὰ | |
35 | τέλους ἐπὶ τῶν παροξυνομένων πυρετῶν δηλοῖ ἀπόστασιν ἔσεσθαι εἰς τὰ κάτω χωρία τῶν φρενῶν· οὖρον λεπτὸν καὶ λευκὸν ἐλθὸν ἐν καυσώδει πυρετῷ σημαίνει φρενίτιν· τοῦ γὰρ καύσου πυρετοῦ γινομένου ὑπὸ πλήθους ξανθῆς χολῆς καὶ χολώδους περιττώματος ἀνωφεροῦς καὶ τὴν κεφαλὴν καταλαμβάνοντος εἰς τὴν ἐμπροσθίαν κοιλίαν καὶ φλεγμονὴν | 436 |
40 | ἀπεργασαμένου ὑπὸ πλήθους ἐνταῦθα κατὰ τοὺς μήνιγγας, φρενίτιν ἐποίησε· καὶ εἰ μὲν παύσειε διά τινα αἰτίαν ἡ φρενίτις, οἷον δι’ αἱμοῤ‐ ῥαγίαν τῶν ῥινῶν ἢ ἱδρῶτα πολὺν ἐν τῇ κεφαλῇ γεγονότα, ἀναστήσεται· τὸ δὲ οὖρον φέρεται διὰ τὴν εἰρημένην αἰτίαν λεπτὸν καὶ λευκὸν· εἰ δ’ ἐπιμείνειε τὸ τοιοῦτον λεπτὸν καὶ λευκὸν, πάρεστι δ’ ἡ φρενίτις χρο‐ | |
45 | νίζουσα, θανεῖται ὁ πάσχων. Καὶ περὶ μὲν τοῦ λεπτοῦ καὶ λευκοῦ οὔρου ἱκανὰ τὰ εἰρημένα. | |
12 | Ἐπεὶ δ’ ἡ λεπτὴ σύστασις τοῦ χύματος συστῆναι δύναται καὶ μετ’ ὠχροῦ χρώματος, ὡς ἔφημεν, εἴπωμεν καὶ περὶ τούτου, πῶς τε γίνεται, καὶ πόσα καὶ τίνα σημαίνει· καὶ γὰρ τὸ λευκὸν καὶ λεπτὸν οὖρον, εἰ δέ‐ ξαιτό τινα καταβαφὴν χολῆς ξανθῆς, καὶ ἀλάξειε τὸ λευκὸν χρῶμα, | |
5 | γίνεται ὕπωχρον ὅμοιον, ὑπάρχον ζωμῷ χυμένης ὠμοβράστῳ· σημαίνει, ὅτι ἐπεχείρησεν ἡ φύσις ποιεῖσθαι πέψιν τοῦ σώματος ἀμυδρὰν, οὔπω δὲ ἠδυνήθη καὶ τὴν σύστασιν πέψαι καὶ παχύναι, καὶ διὰ τοῦτο καὶ τοῦτο σημαίνει ἀπεψίαν καὶ ἀτονίαν τῆς δυνάμεως, ὅτι οὐκ ἴσχυσε καὶ τὴν σύστασιν πέψαι τοῦ χύματος, ἀλλ’ ἔμεινε | |
10 | λεπτὸν ὅμοιον ζωμῷ κρέατος μήπω ἑψηθέντος καὶ ἀναλυθείσης τῆς οὐσίας αὐτῆς εἰς τὸν ζωμὸν, ἵνα γένηται παχύτερος ζωμὸς, ἀλλ’ ἐστὶ λεπτὸς καὶ ὠμόβραστος· εἰ δὲ καταβαφὴν χολῆς ξανθῆς δέξαιτο τὸ ὕπωχρον, γίνεται τό τε χρῶμα τοῦ ὑδατώδους ὠχρὸν, ὅμοιον ὂν ζωμῷ τῷ ἀπὸ τοῦ χρυσο‐ | |
ξύλου γενομένῳ, καὶ σημαίνει περισσοτέρα ξανθὴ χολὴ ἐπέβαψε | 437 | |
15 | τὸ ὑδατῶδες τοῦ οὔρου καὶ ἔποισεν αὐτῷ χρῶμα ἔχειν ὠχρὸν· εἰ δέ γε πε‐ ρισσοτέρα χολὴ ἐπιβάψειε τὸ ὑδατῶδες τοῦ οὔρου, ἐναλλάσσει τὸ χρῶμα τοῦ ὠχροῦ, καὶ ποιεῖ αὐτὸ ὑπόπυῤῥον, ὅμοιον ὂν χρυσῷ τῷ ἀπὸ Κελτικῆς κομιζομένῳ· εἰ δὲ καὶ ἔτι περισσοτέρα χολὴ ἐπιβάψειε τὸ ὑπό‐ πυῤῥον χρῶμα τοῦ οὔρου, ποιεῖ αὐτὸ ὅμοιον ὂν ὀβρύζῳ χρυσῷ· εἰ | |
20 | δὲ καὶ ἔτι πλεῖον ἐπιβάψειε τὸ ὑδατῶδες χρῶμα τοῦ οὔρου, λέγω δὴ τὸ πυῤῥὸν, ποιεῖ αὐτὸ ὑπόξανθον, ὅμοιον ὂν κνίκῳ· εἰ δὲ καὶ τοῦτο τὸ ὑδα‐ τῶδες οὖρον πλεῖον χολὴ ἐπιβάψειεν, ἀλλάσσει τὸ ὑπόξανθον χρῶμα τοῦ οὔρου, καὶ ποιεῖ αὐτὸ ξανθὸν, ὅμοιον ὂν κρόκῳ· ἡ οὖν καταβαφὴ τῆς ξαν‐ θῆς χολῆς κατὰ μικρὸν ἐπαύξασα ἐναλλάσσει τὰ εἰρημένα ὅπερ εἴρηται, | |
25 | καὶ μετὰ λεπτῆς συστάσεως τοῦ οὔρου ταῦτα συνίστανται· λευκὸν, ὕπω‐ χρον, ὠχρὸν, ὑπόπυῤῥον, πυῤῥὸν, ὑπόξανθον, ξανθόν· καὶ οὕτως, ὡς εἴρη‐ ται, κατὰ μικρὸν γίνεται ἡ ἐκτροπὴ τοῦ ὑγιεινοῦ καὶ κατὰ φύσιν οὔρου· | |
τὸ γὰρ κατὰ φύσιν οὖρον ἀνωτέρω προλέλεκται, ὁποῖον δεῖ εἶναι. | 438 | |
13 | Μετὰ δὲ τὸ ξανθὸν χρῶμά ἐστι τὸ ὑπέρυθρον· τὸ δὲ τοιοῦτον χρῶμα γίνεται ἀφ’ αἵματος οὐ καθαροῦ, ἀλλ’ ἰχωρώδους· καὶ γὰρ λευκῷ χρώ‐ ματι προσελθὸν τὸ λαμπρὸν τὸ τοιοῦτον χρῶμα πεποίηκεν, ὃ οἱ βαφεῖς φλόγιον ὀνομάζουσιν, οἱ δὲ περὶ τὸν Γαληνὸν φοινικοῦν ὀνομάζουσιν, ὅτι | |
5 | χρῶμα φοίνικος ἔχει· μετὰ δὲ τὸ ὑπέρυθρον χρῶμά ἐστι τὸ ἐρυθρὸν, ὅπερ ἀπὸ καθαροῦ καὶ ἀδόλου αἵματος γίνεται· τὸ δὲ τοῦ ἐρυθροῦ ὑπερ‐ βάλλον ἢ ἐλλεῖπον οὔκ ἐστιν ὑγιεινὸν οὖρον, ἀλλὰ νόθον. Μετὰ δὲ τὸ ἐρυθρὸν χρῶμά ἐστι τὸ μέλαν, πλάτος ἔχον πολύ· καὶ γὰρ οἰνωπόν ἐστιν, ὅμοιον μελαντέρῳ οἴνῳ, ἢ ὡς αἷμα βαθὺ πορφυρίζον, χροιὰν ἔχον ἥπα‐ | |
10 | τος· μετ’ αὖ τόδ’ ἐστὶ τὸ κυανοῦν, χρῶμα ἔχον ξανθῆς χολῆς σεσημ‐ | |
μένης, ἢ ὑπερωπτημένης, ἐν τῇ χροιᾷ γαρῶδες, οἷόν εἰσι τὰ τῶν ἰκτε‐ ρικῶν οὖρα· τὸ δὲ τοιοῦτον οὖρον ὁ Γαληνός φησιν, ὅτι τῷ λευκῷ χρώματι τὸ λαμπρὸν προσελθὸν ἐποίησεν αὐτὸ παρεμπεσὸν εἰς μέλαν κατα‐ κορὲς καὶ λαμπρὸν· τὸ δὲ φαιόν ἐστι τὸ ἔχον κρᾶμα λευκοῦ καὶ μέλανος, ὡς | 543 | |
15 | τὰ ῥοϊσχάδια· τὸ δὲ χλωρόν ἐστιν ἢ ὡς πράσινον κραμβίζον, ἢ ὡς ἡ χλόη· θεωρεῖται δὲ ἐν αὐτῷ πλάτος· καὶ γὰρ ἰῶδες καὶ σμαραγδίζον καὶ ἰσατῶδες ἅπαντα χλωρὰ λέγονται κατὰ τὸ μᾶλλον καὶ ἧττον γινόμενα· γί‐ νονται δὲ τὰ τοιαῦτα ὑπὸ θερμότητος πλείστης· τοῦ δὲ φαιοῦ τὸ βαθύτερον λέγεται πελιδνὸν, χρῶμα ἔχον, οἷον τὸ τῆς μολύβδου καὶ τὰ μελανί‐ | |
20 | ζοντα τῶν τοῦ σώματος πληγῶν καὶ τὰ ἐκ θλασμάτων μελανίζοντα χρώ‐ ματα· συμβαίνουσι δὲ ταῦτα γίνεσθαι ἢ ὑπὸ ψύξεως, ἣ ὑπὸ θερμότητος· καὶ γὰρ εἰ μὲν προηγήσαιτο χρῶμα χλωρὸν, σημαίνει θερμότητα· εἰ δὲ πελιδνὸν, σημαίνει ψύξιν· καὶ αὕτη ἐστὶν ἡ τάξις τῶν χρωμάτων, ὡς ἤδη φθάσαντες εἴπομεν· ἐπεὶ δὲ τὰ εἰρημένα χρώματα δύνανται συμπλακῆναι μετὰ | |
25 | συστάσεως παχείας καὶ λεπτῆς, δεῖ οὖν εἰπεῖν, ποῖα χρώματα μετὰ ποίας συστάσεως δύνανται συστῆναι, καὶ τίνα ἐξ αὐτῶν σημαινόμενα ἔν τε ὑγιαίνουσι καὶ ἐν νοσοῦσιν. | |
14 | Καὶ λέγωμεν, ὅτι τὸ μὲν λευκὸν χρῶμα, φημὶ δὴ τὸ ἀκραιφνὲς λευκὸν καὶ τὰ λοιπὰ λευκὰ χρώματα ἐκ τούτου τοῦ λευκοῦ ἀπέχοντα, οἷον τὸ γαλακτῶδες καὶ τὸ χαροπὸν συμπλεκόμενα μετὰ λεπτῆς συστά‐ σεως, τί σημαίνει· καὶ ἰδοῦ, λέγωμεν λεπτὸν γαλακτῶδες· τὸ τοιοῦτον οὖρον | |
5 | ἐν ταῖς ἀρχαῖς τῶν πυρετῶν ἐξερχόμενόν ἐστι πονηρὸν, ἐν δὲ ταῖς παρακμαῖς κατὰ πολύ ἐστι λυσιτελές· λεπτὸν γλαυκὸν καὶ χαροπὸν διὰ μὲν τὴν λεπτὴν σύστασιν σημαίνει ἀπεψίαν· οὔπω γὰρ ἐχρώσθεσαν διὰ τὴν ἀσθένειαν τοῦ ἐμφύτου θερμοῦ· διὰ τοῦτο καὶ ἡ λεπτὴ σύστασις συμπλέκεται μετὰ τῶν τοιούτων χρωμάτων, καὶ σημαίνει καὶ ἡ λεπτότης ἀπεψίαν· ἡ γὰρ πέψις | |
10 | παχύνει τὰ οὖρα· Λεπτὸν ὕπωχρον καὶ ὠχρόν· τὰ τοιαῦτα οὖρα σημαί‐ | |
νουσι ἀρχὴν πέψεως· καὶ γὰρ τὸ ἔμφυτον θερμὸν τὴν σύστασιν ἀναγκαιο‐ τέραν ποιήσαν οὐκ ἴσχυσε πέψαι ἢ παχῦναι, τὸ δὲ χρῶμα ἐλαττότερον ὑπάρχον τῆς συστάσεως μετέβαλε, πέψεως ἀρχὴν ἀρξάμενον ποιεῖν. Λεπτὸν ὑπόπυῤῥον καὶ πυῤῥόν· τὰ τοιαῦτα οὖρά εἰσι κρείττονα τῶν προτέρων· καὶ | 544 | |
15 | γὰρ δηλοῦσιν, ὅτι τὸ ἔμφυτον θερμὸν δυναμικώτερον ἐγένετο, παρὸ ἦν, καὶ διὰ τοῦτο πλείονα καταβαφὴν τοῦ χρώματος παρέχει τῷ χύματι, τὴν δὲ σύστασιν οὔπω ἠδυνήθη παχῦναι, ὅτι οὐδὲ τὴν ὕλην πέψαι, καὶ διὰ τοῦτο καὶ τὰ τοιαῦτα οὖρα καλοῦνται ἄπεπτα· τοιοῦτον δὲ οὖρον, λεπτὸν λέγω, ὑπόπυῤ‐ ῥον καὶ πυῤῥὸν ἐν ὑδερικοῖς φανὲν κινδυνῶδες, ὥσπερ τὸ ὑδατῶδες ὠφέλιμον. | |
20 | Λεπτὸν ὑπόξανθον καὶ ξανθόν· ἔτι τὰ τοιαῦτα οὖρα κατὰ μὲν τὴν σύστασιν τοῦ χύματός εἰσιν ἄπεπτα, κατὰ δὲ τὰ χρώματα οὐ μόνον οὔκ εἰσι κατὰ φύ‐ σιν, ἀλλὰ παρὰ φύσιν, καὶ πρὸς τούτῳ δηλοῦσι τὰ τοιαῦτα οὖρα καὶ ὕλης ἔνδειαν· καὶ γὰρ ἐὰν ἔτι τὸ τοιοῦτον οὖρόν τινος νέου τὴν ἡλικίαν καὶ ἀπεπτή‐ σαντος, διὰ τὴν ἔνδειαν τῆς ὕλης τὸ οὖρον αὐτοῦ ἐστι ὑπόξανθον ἢ ξανθόν· τοιοῦ‐ | |
25 | τον δὲ γέγονεν αὐτοῦ τὸ οὖρον, διότι ἐν τῷ βάθει τοῦ σώματος αὐτοῦ ἐπλεό‐ νασε θερμότης, ὁ δὲ πλεονασμὸς τῆς θερμότητος ἐγένετο διὰ πλεονασμὸν ξανθῆς χολῆς, ὁ δὲ πλεονασμὸς τῆς ξανθῆς χολῆς ἐξεχόλανε τὸ αἷμα, καὶ ἐποίησεν αὐτὸ ξανθοχολικώτερον, καὶ μάλιστα χρονισάσης τῆς θερμότητος ἐν ὥρᾳ θερινῇ· τὴν γὰρ συνδρομὴν τῶν εἰρημένων, λέγω δὴ τὸ εἶναι τὴν | |
30 | ἡλικίαν νέον, καὶ τὸ ἀσιτῆσαι τοῦτον καὶ νηστεῦσαι, ἢ καὶ φροντίσαι πλεῖον τοῦ δέοντος, καὶ ὑπὲρ τὴν δύναμιν αὐτοῦ κοπωθῆναι ἢ ὁδοιπορῆσαι, καὶ ἔτι ἐὰν προσγένητο αὐτῷ καὶ λύπη ἄμετρος καὶ ἀγρυπνία ἐν τῇ αὐτῇ θερινῇ ὥρᾳ, ὅτε οἱ τριταῖοι, ὡς ἐπὶ τὸ πολὺ, γίνονται διὰ τὰς τοιαύτας αἰτίας· τότε δὴ φέρονται οὖρα λεπτὰ καὶ ξανθά. Καὶ περὶ μὲν λεπτό‐ | |
35 | τητος συστάσεως, καὶ μετὰ ποίων χρωμάτων αὕτη συνίσταται, ἱκανὰ τὰ εἰρημένα· λοιπὸν διὰ σαφήνειαν μόνον καὶ διὰ τὸ εὐσύνοπτον ἐκθήσομεν καὶ ἐπὶ διαγράμματος τό τε λεπτὸν τῆς συστάσεως καὶ τὸ ποσὸν τοῦ χρώμα‐ τος· καὶ γὰρ μετὰ λεπτῆς συστάσεως δέκα εἰσὶ τὰ συνιστάμενα χρώματα, ὧν ἡ ἀπαρίθμησίς ἐστιν αὕτη· πρῶτον λευκὸν λεπτὸν, δεύτερον γαλακτῶ‐ | |
40 | δες λεπτὸν, τρίτον λεπτὸν γλαυκὸν, τέταρτον λεπτὸν χαροπὸν, πέμπτον | |
λεπτὸν ὕπωχρον, ἕκτον λεπτὸν ὠχρὸν, ἕβδομον ὑπόπυῤῥον, ὄγδοον λεπτὸν πυῤῥὸν, ἔννατον λεπτὸν ὑπόξανθον, δέκατον λεπτὸν ξανθόν· καὶ ταῦτα τὰ δέκα χρώματα δύνανται συστῆναι μετὰ λεπτῆς συστάσεως, καὶ ταῦτά εἰσι τὰ ὑπὸ τούτων σημαινόμενα, καθὼς ἄνωθεν εἴρηται. | 545 | |
15 | Λοιπὸν μεταβιβάσωμεν τὸν τῆς διδασκαλίας λόγον ἐπὶ τὴν συμπλο‐ κὴν τῆς παχείας συστάσεως καὶ ἐροῦμεν, μετὰ ποίων χρωμάτων αὕτη δύναται συστῆναι. Πρῶτον λευκὸν παχύ· τὸ λευκὸν, εἰ τάχα εἴρηται, ὅτι συνίσταται μετὰ λεπτῆς συστάσεως, καὶ τί δηλοῖ, ἀλλ’ οὖν συνίσταται καὶ | |
5 | μετὰ παχείας συστάσεως, καὶ δηλοῖ ἄλλα τινὰ παρὰ τὰ εἰρημένα· τὸ γὰρ λευκὸν καὶ παχὺ οὖρον δηλοῖ τὸν ὠμὸν χυμὸν πολὺ πλεονάζειν ἐν τοῖς ἀγγείοις· ἀγγεῖα λέγω τὰς φλέβας, ὠμὸν δὲ χυμὸν λέγω φλέγματος διοφορὰς, οἷον φλέγμα ὑελῶδες, φλέγμα ἁλυκὸν καὶ ἁλμυρὸν, φλέγμα ἄποιον· τοιοῦτον γὰρ οὖρον παχὺ καὶ πολὺ καὶ λευκὸν ἐλθὸν ῥύεται ἀποστάσιος | |
10 | εἰς ἄρθρα, λέγω τοῖς προπεπονηκόσιν αὐτὰ καὶ τοῖς γενομένοις ὁπωσ‐ οῦν ἐν νόσῳ κοπώδει, καὶ τοῖς χρονίσασιν ἐπὶ πλήθει παχέων χυμῶν. Δεύ‐ τερον παχὺ γαλακτῶδες· τὸ γαλακτῶδες χρῶμα, εἰ τάχα εἴρηται, ὅτι συμ‐ πλέκεται μετὰ λεπτῆς συστάσεως, καὶ τί δηλοῖ, ἀλλ’ οὖν καὶ μετὰ παχείας συστάσεως δύναται συστῆναι· καὶ γὰρ ὅτε τοιοῦτον οὖρον δι’ ὅλου ἔρχε‐ | |
15 | ται, τότε σημαίνει ἕλκωσιν τῆς κύστεως, ἢ τῶν νεφρῶν· κρίνεται δὲ καὶ γινώσκεται τὸ πάθος οὕτως· τὸ ὑγρὸν χῦμα κένωσον, καὶ τὴν ὑπο‐ στάθμην αὐτοῦ ὑποκράτησον· καὶ τότε διὰ τῆς ὀσφρήσεως δῆλόν σοι γίνεται τὸ πάθος, καὶ φανερὰ ἡ ἕλκωσις· ὀδμὴ γὰρ βαρεῖα καὶ δυσ‐ ώδης ἐκ τῆς ὑποστάθμης ἐξέρχεται, ἀφ’ ἧς ἡ διάγνωσις τῆς ἑλκώσεως | |
20 | φανερά σοι γίνεται. Τρίτον παχὺ χαροπόν· ὁμοίως καὶ τὸ χαροπὸν, εἰ τάχα εἴρηται συνίστασθαι μετὰ λεπτῆς συστάσεως, ἀλλ’ οὖν συνίσταται καὶ μετὰ παχείας· καὶ εἰ ἀτάραχον διαμείνειε τὸ οὖρον, οὐρηθὲν τοιοῦτον δηλοῖ πολλὴν κακοχυμίαν ἐν τῷ σώματι αὐτοῦ ἀθροισθεῖσαν· εἰ δὲ τοιαῦτα | |
οὖρα φέροιντο, οἷα τὰ τῶν ὑποζυγίων, δηλοῦσι κεφαλαλγίαν ἢ οὖσαν, | 546 | |
25 | ἢ ἐσομένην, πλὴν ὅρα, ἵνα μὴ πολλάκις μὴ ἐξέλθωσιν ἀπὸ τῶν ἔσωθεν, ἀλλ’ ἔξωθεν ψυχρὸς ἀὴρ ἐπήγνυσεν αὐτὰ τοιαῦτα φαίνεσθαι· γενήσεται δέ σοι φανερὸν οὕτως· εἰ μὲν ἔσωθεν εἴη τοιοῦτον, μενεῖ τοιοῦτον, ἢ ἀποκατασταθὲν λεπτυνθήσεται· εἰ δ’ ἔσωθεν οὐ γένοιτο τοιοῦτον, ἀλλὰ λεπτὸν οὐρηθὲν ὑπὸ τοῦ ἔξωθεν ἀέρος ψυχθὲν παχυνθείη, | |
30 | ὥσπερ ὁ κρύσταλλος, ἐν πυρὶ, ἢ ἐν ὕδατι χλιαρῷ τοῦτο προσομιλῆσαν λεπτύ‐ νεται, καὶ πομφόλυγας κατὰ τὴν ἄνωθεν ἐπιφάνειαν δείκνυσιν, ὥσπερ ὁ κρύ‐ σταλλος, εἰ τοῦτο σημαίνει τὴν παχεῖαν σύστασιν τοῦ οὔρου· καὶ γὰρ, εἰ ἐν πυρετῷ τοιαύτη σύστασις γένοιτο θρομβώδης, καὶ εὐθὺς ἐπα‐ κολουθήσειε πλῆθος οὔρου λεπτοῦ, σημαίνει τοῦ πυρετοῦ λύσιν. Τέταρτον | |
35 | παχὺ ἐρυθρόν· εἰ τοιοῦτον οὖρον συνισταίη, δηλοῖ λεπτὸν αἱματικὸν χυμὸν ἐν τῷ σώματι, ὥσπερ ἐν συνεχέσι καὶ ὀξέσι πυρετοῖς τοιοῦτον οὖρον ἐρχόμενον μετὰ κωφώσεως καὶ ὀδύνης κεφαλῆς, ἔτι τε ὀδύνης τραχήλου καὶ ὑποχονδρίου σημαίνει πρὸ τῆς ἑβδόμης ἡμέρας ἔσεσθαι ἴκτερον. Πέμπτον παχὺ ὑπέρυθρον· εἰ τοιοῦτον οὖρον συνισταίη, καὶ εἰ εἴη | |
40 | περιωδυνωμένοις, ταῦτα τὰ σημεῖα φέρουσι κρίσιν τοῦ νοσήματος. Ἕβδομον παχὺ οἰνωπόν· τοιοῦτον οὖρον συνίσταται καὶ ἐπὶ ὑγιαι‐ νόντων· τοιοῦτον δὲ οὐρούμενον ὡς ἐπὶ τὸ πολὺ γεγονέναι πορείαν ἢ δρόμον σημαίνει· πρεσβυτέροισι δὲ ἐπιγινόμενον τοιοῦτον οὖρον ἐκ πολλοῦ χρόνου καλόν· ὡς ἐπὶ τὸ πολὺ γὰρ σημαίνει τὴν κύστιν ἀπαλλαγῆναι· διὰ | |
45 | τέλους δὲ τοιαῦτα οὖρα οὐρούμενα σημαίνει κατ’ αὐτῆς εἶναι λιθίασιν. Ὄγδοον παχὺ κυανοῦν· εἰ τοῦτο συνισταίη καὶ διὰ τέλους τοιοῦτον οὐρούμενον, σημαίνει ἴκτερον. Ἔννατον παχὺ χλωρόν· τὸ τοιοῦτον οὖρον καθιστάμενον παρακοπὴν σημαίνει, ἐν πυρετῷ δὲ καυσώδει σημαίνει | |
στραγγουρίαν ἐσομένην. Δέκατον παχὺ μέλαν· εἰ τοιοῦτον οὖρον συνι‐ | 547 | |
15(50) | σταίη, δηλοῖ κάθαρσιν τοῦ μελαγχολικοῦ χυμοῦ, ὡς ἐπὶ τῆς παρακμῆς τοῦ τεταρταίου καὶ ὡς ἐπὶ τὴν λύσιν τῆς μελαγχολίας· καὶ γὰρ διὰ δύο αἴτια γίνονται τὰ τοιαῦτα οὖρα· ἢ γὰρ διὰ ψύξιν, ἢ δι’ ὑπερόπτησιν τοῦ αἵματος· ἀπὸ γὰρ τῶν τοιούτων αἰτίων παχύνεται ἡ τοῦ οὔρου σύ‐ στασις, καὶ διὰ τοῦτο τὰ μέλανα οὖρα γίνονται μετὰ παχείας συστάσεως· | |
55 | καὶ ὅτι ἀληθής ἐστιν ὁ τοιοῦτος λόγος, φανερόν· καὶ γὰρ αἱ τρεῖς διαφοραὶ τοῦ μέλανος οὔρου παχεῖαν ἔχουσι τὴν τοῦ χύματος σύστασιν, ὡς δηλοῖ ὁ τεταρταῖος λυόμενος, ὅτε καὶ ὁ μελαγχολικὸς χυμὸς δι’ οὔρων ἐκκρίνε‐ ται, οὗτος δὲ ἐκκρινόμενος φέρει οὖρα παχεῖα καὶ μέλανα· ὁμοίως καὶ τοῦ μελαγχολικοῦ νοσήματος λυομένου, τότε δι’ οὔρων ἐκκρίνεται τὸ αἴ‐ | |
60 | τιον τὸ ποιῆσαν τὴν μελαγχολίαν, ὅπέρ ἐστιν ὁ μελαγχολικὸς χυμὸς, ὅς ἐστι τῷ μὲν χρώματι μέλας, τῇ δὲ συστάσει γεώδης καὶ παχὺς, καὶ διὰ τοῦτο ποιεῖ τὰ οὖρα καὶ παχεῖα καὶ μέλανα· ὡσαύτως καὶ τὰ ἐξ ὑπεροπτήσεως τοῦ αἵματος γινόμενα οὖρα παχέα εἰσὶ τὴν σύστασιν διὰ τὴν ἐν τοῖς ἀγγείοις ὑγρότητα τῷ λόγῳ τῆς πήξεως· σημαίνει δὲ τὰ τοιαῦτα οὖρα | |
65 | φερόμενα μετ’ ἐφιδρώσεως κεφαλῆς καὶ τραχήλου καὶ νώτου καὶ δυσπνοίας εἰσὶ πονηρὰ διὰ τὴν ὑπερόπτησιν· τοιοῦτον δὲ οὖρον ἐρχό‐ μενον ἐν ὀξέσι πυρετοῖς μετὰ δυσωδίας, μηδὲν κακὸν ἐχούσης τῆς κύστεως σημαίνει τὸν θάνατον. Καὶ ταῦτα ἱκανὰ περὶ τῆς συμπλοκῆς τῆς παχείας συστάσεως, μεθ’ οἵων χρωμάτων δύναται συστῆναι, καὶ τί τούτων ἕκα‐ | |
70 | στον σημαίνει, καὶ πῶς αἱ τούτων αἰτίαι γίνονται· λοιπὸν χρὴ καὶ ἐπὶ διαγράμματος ἐκθέσθαι ταῦτα· παχὺ λευκὸν, παχὺ γαλακτῶδες, παχὺ ἐρυ‐ θρὸν, παχὺ ὑπέρυθρον, παχὺ πελιδνὸν, παχὺ οἰνωπὸν, παχὺ κυανοῦν, παχὺ χλωρὸν, παχὺ μέλαν· καὶ ταῦτα τὰ χρώματα δέκα μετὰ παχείας συστάσεως τοῦ χύματος συνιστάμενα· λοιπὸν λείπει εἰπεῖν καὶ περὶ τῆς | |
75 | συμμέτρου συστάσεως· περὶ γὰρ τῆς παχείας καὶ λεπτῆς συστάσεως τοῦ χύματος, καὶ μεθ’ οἵων χρωμάτων συνίσταται, ἀρτίως εἰρήκαμεν· | 548 |
16 | Καὶ διὰ τοῦτο λέγωμεν ἀρτίως περὶ τῆς συμμέτρου συστάσεως τοῦ χύματος, μεθ’ οἵων χρωμάτων καὶ αὕτη δύναται συνελθεῖν· φησὶ γὰρ ὁ Γαληνὸς ἐν τῇ περὶ κρίσεων αὐτοῦ πραγματείᾳ, ὅτι τὸ ὑπόξανθον χρῶμα καὶ τὸ πυῤῥὸν συνίσταται μετὰ συμμέτρου συστάσεως· ὁ δέ γε Μάγνος | |
5 | φησὶν οὐχὶ τὸ ξανθὸν, ἀλλὰ τὸ πυῤῥόν· ὁ δέ γε Θεόφιλος τὸν Γα‐ | |
ληνὸν προκρίνει λέγειν καλῶς διὰ μὴ μόνον τὸν λόγον αὐτὸν εἶναι ἰατρὸν, ἀλλὰ καὶ τῇ πείρᾳ καὶ κατ’ ἀμφότερα εἶναι ἄριστον· καὶ ταῦτα καὶ τὰ ὑπὸ τούτων λεγόμενα, μεθ’ ὃ δέον ἐστὶν ἐκθέσθαι τὸ διάγραμμα τῶν | 549 | |
χρωμάτων τῶν δυναμένων συστῆναι μετὰ τῆς συμμέτρου συστάσεως· σύστα‐ | 550 | |
10 | σις σύμμετρος, χρῶμα ὑπόπυῤῥον, καὶ ὑπόξανθον· πλὴν ἀρτίως δέον εἰπεῖν καὶ περὶ συστάσεως ἔν τε ὑγιεινοῖς σώμασι καὶ νοσοῦσι, καὶ ὅσαι προγνώσεις ἐξ αὐτῶν δύνανται ἀποτελεσθῆναι εἴτ’ ἐπικίνδυνοι, εἴθ’ ὑγιεινοὶ, εἴτε μέσοι· δεῖ δὲ συνθεῖναι τὸ παρυφιστάμενον καὶ τὴν σύστασιν καὶ τὰ χρώματα, ἵνα τελεία ἡ περὶ οὔρων πραγματεία γένηται. | |
17 | Ἄξιον δὲ πρότερον δεῖξαι τὴν κατασκευὴν τῆς ἀρίστης ὑποστάσεως, πῶς γίνεται· εἰ γὰρ καὶ πολλάκις εἴρηται, οὐ θαυμαστόν· δέον δὲ διὰ τοὺς εἰσαγομένους βασανίσαι τὸν λόγον· καὶ ὁ μὲν Ἱπποκρατῆς περὶ αὐτῆς τάδε φησίν· ὅτι οὖρον ἄριστόν ἐστιν, ὅτε ἡ ὑπόστασις αὐτοῦ ἐστι τῷ μὲν χρώματι | |
5 | λευκὴ, τῇ δὲ συστάσει σύμμετρος καὶ λεῖα, τουτέστιν ἵνα ᾖ συνεχὴς, ἀλλὰ μὴ διεσπασμένη· ὁμαλὴ δὲ, ἵνα παρὰ πάντα τὸν χρόνον ᾖ τοιαύτη· καὶ ὁ μὲν Ἱπποκρατῆς τοῦ κρατοῦντος τὸν ὁρισμὸν τοῦ ἀρίστου οὔρου ἀπε‐ φήνατο· ἐστὶ δὲ ὁ τοῦ τελείου καὶ ἀρίστου καὶ κατὰ φύσιν οὔρου ὁρισμὸς οὗτος· οὖρον ἄριστόν ἐστι τὸ ἔχον παρυφιστάμενον τῷ μὲν τόπῳ, ἵνα πρῶ‐ | |
10 | τον ᾖ κάτω ἐν τῷ πυθμένι τοῦ ὑελίνου ἀγγείου, ὅτε καὶ ὑπόστασις λέγεται διὰ τὸ ὑποκάτω ἵστασθαι, τῷ δὲ χρώματι λευκὴ, τῇ δὲ συστάσει σύμμετρον λεῖον, τουτέστιν ἵνα μὴ διεσπασμένη ᾖ, ἀλλὰ συνημμένη, τῷ δὲ χρόνῳ, ἵνα ᾖ δι’ ὅλου τοιοῦτον, τῷ δὲ χρώματι τοῦ χύματος πυῤῥὸν ἢ ὑπόξανθον (ὑπό‐ ξανθον γάρ φημι τὸ ὀλίγον μετέχον τοῦ ξανθοῦ), ὥστ’ ἀναγκαῖόν ἐστιν | |
15 | ὁρᾷν ἐν τῷ οὔρῳ ταῦτα τὰ τέσσαρα, σύστασιν, ὑπόστασιν, χρῶμα καὶ χρόνον· ὅσα οὖν οὖρα εὑρίσκονται ταῦτα τὰ τέσσαρα ἔχοντα εἰσὶ κατὰ φύσιν καὶ ὑγιεινὰ· ὅσα δὲ οὖρα εὑρίσκονται ἀπὸ τούτων ἐξιστάμενα καὶ ἐκτρεπόμενα, εἴτ’ ἐν ἑνὶ, εἴτ’ ἐν δυσὶν, εἴτε τρισὶν, ἢ καὶ τοῖς τέσσαρσιν, κατὰ τοσοῦτον ἔξεστι τὸ οὖρον καὶ ὁ νοσῶν ἐκ τοῦ κατὰ φύσιν καὶ ἐκ τοῦ ὑγιεινοῦ ἐπὶ τὸ νο‐ | |
20 | σῶδες καὶ νοσερόν. | |
18 | Ὑποθώμεθα οὖν οὖρον ἐλλεῖπον ἐκ τῶν εἰρημένων τεσσάρων τὸ πάντων ἔσχατον, ὅπέρ ἐστι τὸ ὁμαλὸν, καὶ τὰ λοιπὰ τρία ἐάσωμεν κατὰ φύσιν μένοντα, οἷον τῷ μὲν τόπῳ ἔστω κάτω, τῇ δὲ συστάσει τοῦ παρυ‐ φισταμένου ἔστω λεῖον, τουτέστι συνημμένον καὶ μὴ διεσπασμένον, τὸ | |
5 | δὲ χρῶμα ἔστω λευκὸν, τὸ δὲ τέταρτον, ὅπέρ ἐστι τῷ χρόνῳ, ἀνώμαλον, τουτέστι σήμερον φαινόμενον τοιοῦτον, αὔριον δὲ μὴ τοιοῦτον· τὸ τοιοῦτον οὖρον σημαίνει ἀσθένειαν δυνάμεως, διότι ἡ φυσικὴ δύναμις οὐκ ἴσχυσεν ἅπαντα, λέγω δὴ τὰ τέσσαρα ταῦτα, πέψαι, ἀλλὰ τούτων τῶν τεσσάρων παρέλειπε τὸ ὕστατον ἄπεπτον. Πάλιν τρέψωμεν τὸ λεῖον, ὡς εἶναι τὰ ἐκ‐ | |
10 | τρεπόμενα δύο, ὧν ἓν μὲν τὸ ἀνώμαλον, καὶ ἄλλο τὸ οὐ λεῖον· τοῦτο τοῦ προτέρου ἀπεπτότερον· δύο γὰρ φύσεις ἀπέλειπε ἡ φυσικὴ δύναμις· οὐ μόνον γὰρ τὸ ὁμαλὸν ἀπεβάλετο, ἀλλὰ καὶ τὸ λεῖον, ὥστε μὴ εἶναι ὁμαλὸν, καὶ τοιοῦτον παρὰ πάντα τὸν χρόνον, τουτέστι καὶ σήμερον καὶ αὔ‐ ριον καὶ ἑξῆς, ἀλλὰ καὶ οὐ λεῖον, τουτέστι διεσπασμένον καὶ μὴ συνεχές· | 551 |
15 | διεσπάσθαι δὲ λέγομεν, διότι πνεῦμα παχὺ παρεμπεσὸν διὰ μέσου, διέσπασε τὴν συνέχειαν, καὶ οὐκ εἴασεν αὐτὴν συνημμένην εἶναι· τὸ δὲ πνεῦμα γέγονε διὰ τὴν ἀπεψίαν· ἀρχὴ γὰρ τροφῆς κακῶς διοι‐ κουμένης ἐμπνευμάτωσις, ὡς ὁ Γαληνός φησι· διὰ οὖν ταύ‐ τας τὰς αἰτίας τὸ ἀπολειπόμενον οὖρον τῶν δύο ἀπεπτότερόν ἐστι τοῦ ἀπο‐ | |
20 | λειφθέντος ἑνός. Πάλιν ἐναλλάξωμεν τὰ εἰρημένα, καὶ ποιήσωμεν τὸ οὖρον οὐ λεῖον μὲν, διεσπασμένον δὲ, ὅπερ ἦν δεύτερον καὶ τὸ πρότερον, ὅπερ ἦν ἀνώμαλον, ὁμαλὸν ποιήσωμεν· τὸ τοιοῦτον οὖρον κακὸν διὰ τὸ εἶναι πολὺ πνεῦμα καὶ μὴ δυναμένην τὴν φυσικὴν δύναμιν πέψαι καὶ διαφορῆσαι αὐτό· εἰ δ’ εἴη τὸ οὖρον οὐ λεῖον καὶ ἀνώμαλον, τοῦτο τοῦ | |
25 | προτέρου κρεῖττον, διότι οὐ δι’ ὅλου ἐστὶ διεσπασμένον, ἀλλὰ σήμερον μὲν φαίνεται διεσπασμένον, αὔριον δ’ οὐ, ἀλλὰ συνημμένον· τὸ οὖν μὴ διηνεκῶς φαινόμενον ἔχειν ἀπεψίαν κρεῖττόν ἐστι τοῦ διηνεκῶς ἔχοντος, διὰ δὲ τὴν ἀπεψίαν πνεῦμα παχὺ συνέσπασε τὴν συνέχειαν, ὡς εἴρηται· τὸ αὐτὸ ἴδητε καὶ ἐπὶ τοῦ διαλείποντος σφυγμοῦ· καὶ γὰρ ὁ διαλείπων σφυγμὸς, ἐὰν εἰς | |
30 | πολλὰς ἡμέρας ὁ αὐτὸς διαμείνῃ, μεῖζόν ἐστι κακὸν παρόπερ τὸ καθ’ ἑκάστην ἐναλλάττεσθαι, ὅπέρ ἐστι τὸ ἀνώμαλον· καὶ περὶ μὲν ταύτης τῆς συμπλοκῆς ἀρκεῖ τὰ εἰρημένα. | |
19 | Πάλιν ἔστιν ἄλλη συμπλοκὴ, ἔχουσα τὸ παρυφιστάμενον λευκὸν μὲν, ὁ τόπος δὲ ἐν τῷ μέσῳ, καλούμενος ἐναιώρημα· ἔστω δὲ τὸ τοιοῦτον οὖρον λεῖον, τουτέστι συνημμένον καὶ συνεχὲς, καὶ ὁμαλὸν, παρὰ πάντα τὸν χρόνον | |
τοιοῦτον φαινόμενον· τὸ τοιοῦτον οὖρόν ἐστι μέσως ἄπεπτον, ὅτι οὐκ ἴσχυσεν | 552 | |
5 | ἡ φύσις πέπτειν αὐτὸ, ἵνα τὸν κάτω τόπον καταλάβῃ καὶ γένηται πεπεμμέ‐ νον, ἀλλὰ περιουσία πνεύματός τινος παρεμπεσόντος ἐκούφισεν αὐτὸ καὶ περὶ τὴν μέσην χώραν ἀνήγαγεν. Εἰ δὲ πολλάκις πολὺ τὸ παρεμπεσὸν πνεῦμα εἴη καὶ ὠθοῖ τὸ παρυφιστάμενον, ἀπὸ δὲ τῆς μέσης χώρας ἀνάγοι αὐτὸ ἐπὶ τὸν ἄνω τόπον, καλεῖται τὸ τοιοῦτον νεφέλη, ὡς πρότερον ἔφημεν, | |
10 | ἀπὸ μεταφορᾶς τῶν νεφελῶν· νέφος γὰρ τὸ μέγα, νεφέλη δὲ τὸ μικρὸν νέφος· αὕτη οὖν ἡ νεφέλη ἐπὶ πλέον ἐπιφανεῖσα ἐν πυρετοὺς ἢ ἰκτεροὺς ἔχουσι πονηρὸν προαγγέλλει· χολῶδες γὰρ χῦμα, ὡς ἐπὶ τὸ πολὺ, παρ‐ εγγυᾶται συνεῖναι· ἔτι ἐὰν ἐν πυρετῷ συνεχεῖ λευκὸν οὖρον νεφέλην λευκὴν ἔχον καὶ ἀφροὺς, καὶ τοῦτο πονηρόν· δηλοῖ γὰρ τὸ δεξιὸν ὑποχόν‐ | |
15 | δριον ὀδυνᾶσθαι· πάλιν ἐὰν ἐν πυρετοῖς καυσώδεσιν οὐρηθῶσιν οὖρα νεφέλας μελαίνας ἔχοντα, εἰς τεταρταῖον μεθίστανται· εἰ δ’ οὐδ’ ὅλως εἴη πνεῦμα, τὸν κάτω λαμβάνει τόπον, καὶ δηλοῖ τελείαν τὴν πέψιν, ὅτι ἡ ὑπόστασίς ἐστι κατὰ φύσιν, τὸν κάτω τόπον τοῦ πυθμένος κατέχουσα, ὥστε φανερὸν ἐκ τῶν εἰρημένων, ὅτι ὅσα περὶ ἐναιωρήματος καὶ νεφέλης εἴ‐ | |
20 | ρηται, τοσαῦτα χρὴ νομίζειν εἰρῆσθαι καὶ περὶ ὑποστάσεως· τῇ θέσει γὰρ μόνον διαλλάττουσιν ἥ τε ὑπόστασις καὶ τὸ ἐναιώρημα καὶ ἡ νεφέλη, ὅθεν φανερὸν, ὅτι ἐκ τοῦ τόπου πλέον οὐδὲν μανθάνομεν, εἰ μὴ τὰς σημασίας τῶν δηλουμένων, καθὼς εἰρήκαμεν ἄνωθεν. | |
20 | Ἐναλλαττέσθω οὖν τὸ λευκὸν χρῶμα τοῦ παρυφισταμένου καὶ γινέ‐ σθω μέλαν· καὶ εἰ μὲν ἐν νεφέλῃ τὸ μέλαν χρῶμα εἴη, ἀμυδρὸν τὸ κακόν· εἰ δ’ ἐν ἐναιωρήματι, μεῖζον τὸ κακόν· εἰ δ’ ἐν τῇ ὑποστάσει, ἔτι μεῖζον καὶ τέλειον τὸ κακόν· ὁμοίως δὲ καὶ τὸ λευκὸν χρῶμα, ἐὰν ἔχῃ τὸ παρυφι‐ | |
5 | στάμενον λεῖον καὶ ὁμαλὸν, ἀγαθὸν δηλοῖ· ἐὰν δ’ ἐν νεφέλῃ λευκὸν γέ‐ | |
νηται, ἀμυδρὸν σημαίνει τὸ ἀγαθόν· εἰ δ’ ἐν τῷ ἐναιωρήματι, μέσον ἐστὶ τὸ ἀγαθόν· ἐὰν δ’ ἐν ὑποστάσει, τέλειον καὶ μεῖζόν ἐστι τὸ ἀγαθόν. Καὶ περὶ μὲν τῶν τριῶν τόπων ἱκανὰ τὰ εἰρημένα· λοιπὸν λείπει εἰπεῖν καὶ περὶ τοῦ χρώματος. Γενέσθω δὲ τὸ κατὰ φύσιν ἐνηλλαγμένον καὶ μὴ ἔστω λευκὸν, | 553 | |
10 | ἀλλὰ μέλαν, ἢ πελιδνὸν, ἢ ὠχρὸν, ἢ ὑπέρυθρον, ἢ ἐρυθρόν· τὸ οὖν ὑπέρυθρον γίνεται ἀφ’ αἵματος ἰχωρώδους, ὡς ἀνωτέρως εἴρηται, καὶ σημαίνει ἀπεψίαν, ἄλλ’ οὐ θάνατον· τὸ δ’ ἐρυθρὸν γίνεται ἀφ’ αἵματος καθαροῦ, καὶ σημαίνει πέψιν· καὶ εἰ μὲν εἴη σύμμετρον, μήτε πλεονασμὸν ἔχον, μήτ’ ἔν‐ δειαν, μετριώτατον· τὸ δ’ ὑπέρυθρον, ὅτι οὐκ ἐπάγει κίνδυνον, καὶ ὅτι ἀπε‐ | |
15 | ψίαν σημαίνει, δηλοῖ τὸ οἰκεῖον τῆς ὕλης, οἰκεῖον δὲ τῆς ὕλης τὸ αἷμα, ὅπερ ὁμόφυλον τῇ φύσει κίνδυνον οὐκ ἐπάγει· ὅτι δ’ ἀπεψίαν σημαίνει, δηλοῖ, ὅτι τοῦ αἵματος ὁ ἰχώρ· ὁ δ’ ἰχώρ ἐστιν ἄπεπτον αἷμα, τὸ δ’ αἷμα τὸ ἄπεπτον ἀπεψίαν σημαίνει· καὶ τοῦτο φανερὸν ἐκ τῶν ῥηθησομένων· τὸ γὰρ αἷμά ἐστι χυμὸς, καὶ τῶν χυμῶν ἕν· τῶν δὲ χυμῶν οἱ μὲν πρὸ τοῦ αἵματος γίνονται, | |
20 | ὡς τὸ φλέγμα καὶ ὁ ἰχώρ, οἱ δὲ μετὰ τὸ αἷμα, ὡς ἡ ξανθὴ χολὴ καὶ ὁ μέλας χυμός· τὸ δ’ αἷμα τὸ καθαρώτατον ἐν μέσῳ ἀμφοτέρων τούτων γίνεται· ὅταν οὖν ὑπέρυθρον τὸ οὖρον γένηται, τότε σημαίνει, ὅτι ἀπ’ ἰχωρώδους αἵματος ἔχει τὸ χρῶμα· ὁ δ’ ἰχὼρ πρὸ τοῦ αἵματος γίνεται, καὶ διὰ τοῦτο σημαίνει ἀπεψίαν, ὅτι οὔπω τελείαν τὴν βαφὴν ἐπέθηκεν ἡ φύσις τῷ ἰχῶρι, ὅτι οὔπω | |
25 | ἐπέφθη· διὸ χρῄζει ἡ φύσις χρόνου πρὸς πέψιν ἰχωρώδους αἵματος· καὶ οὕτως μὲν τὸ ὑπέρυθρον γίνεται, καὶ οὕτως σημαίνει ἀπεψίαν· διὰ τοῦτο δεῖται χρόνου πρὸς πέψιν. Τὸ δ’ ἐρυθρὸν παρυφιστάμενον δηλοῖ κρίσιν ἑπομένην ἐν ἡμέρᾳ ἑβδόμῃ· ἐὰν δ’ ἐν τῇ τετάρτῃ ὑπονέφελον τὸ οὖρον γένηται, χρῶμα ἐρυθρὸν τῆς νεφέλης ἐχούσης, καὶ τὰ ἄλλα τὰ τῆς πέψεως σημεῖα ἔχῃ, ση‐ | |
30 | μαίνει πέψιν. Καὶ ταῦτα περὶ τοῦ ἐρυθροῦ καὶ ὑπερύθρου χρώματος τοῦ παρυφισταμένου. Τὸ δὲ πελιδνὸν ψύξιν καὶ νέκρωσιν τῆς δυνάμεως δηλοῖ· ἐν ὀξέσι δὲ πυρετοῖς οὖρον πελιδνὴν ὑπόστασιν ἔχον εἰς τὴν ἐπιοῦσαν οὐκ ἀκίνδυνον. Τὸ δὲ χλωρὸν δηλοῖ πολλὴν θερμότητα καὶ κακοήθειαν τοῦ νοσή‐ ματος. Τὸ δὲ ὑπόμελαν οὖρον, ὑπόμελαν οὖρον λέγω τὸ ἀπολειπόμενον τοῦ | |
35 | μέλανος, τὰ τοιαῦτα ὑπομέλανα οὖρα ἐν πυρετῷ καυσώδει ἐναιωρήματα ἔχοντα μετέωρά εἰσι παρακρουστικὰ, καὶ ὡς τὰ πολλὰ τούτοις αἱμοῤῥαγίαι | |
εἰώθασιν ἐπιγίνεσθαι καὶ κρίσις σὺν ῥίγει μεθ’ ἱδρώτων. Τὸ δὲ μέλαν δύο σημαίνει, ψύξιν καὶ θερμότητα· καὶ γὰρ ὅτε προηγήσεται οὖρον πελιδνὸν, καὶ ἐπηκολούθησε μέλαν, τότε ἀπὸ θερμότητος μέλαν | 554 | |
40 | ἐγένετο. Καὶ ταῦτα περὶ τοῦ μέλανος χρώματος. Ἐπεὶ δὲ τὸ λευκὸν χρῶμα τῆς ἀγαθῆς ὑποστάσεως πεπίστευται εἶναι σημεῖον, οὐ χρὴ παντὶ χρώματι πιστεύειν λευκῷ, ὅτι ἀγαθῆς ὑποστάσεως ἐστὶ σημεῖον, διότι τὸ λευκὸν χρῶμα πολλάκις καὶ ὑπὸ φλέγματος εἶναι τὴν τούτου λευκότητα διέγνω‐ μεν, καὶ διὰ τοῦτο ἀπατᾷ, ὡς ἀγαθὴ ὑπόστασις, οὐκ οὖσα, καὶ τὸν ἐμπειρό‐ | |
45 | τατον· ἐστὶ δὲ ὠμὸς χυμὸς ὁ τὴν τοιαύτην φαντασίαν ἐνδεικνύμενος τῆς ὑπο‐ στάσεως, καὶ διὰ τοῦτο δεῖ προσέχειν ἀκριβῶς τοὺς τὴν ἱατρικὴν τέ‐ χνην μετερχομένους. Ἰστέον δὲ, ὅτι καὶ τὸ πῦον ἔχον καὶ αὐτὸ χρῶμα λευκὸν εἰκότως ἀπατᾷ καὶ πείθει, ὡς ἀγαθὴν ὑπόστασίν τινα νομίζειν ἔχειν αὐτὸ, ἀλλ’ οὐχ οὕτως ἔχει, πλὴν διορίζεται ἐν ὀδμῇ, ὅτι δυσῶδές ἐστι. Φέ‐ | |
20(50) | ρεται δὲ τὸ τοιοῦτον τῶν νεφρῶν ἑλκωθέντων, ἢ τῆς κύστεως, ἢ τοῦ ἥπατος, ἤ τινος ἑτέρου μορίου· τὸ γὰρ πῦον, ὡς Ἱπποκρατῆς φησι, δι’ οὔρων ἐκκρί‐ νεται· λέγει γάρ· ἦν αἷμα καὶ πῦον οὐρηθῇ, τῶν νεφρῶν ἢ τῆς κύστεως ἕλκω‐ σιν σημαίνει· καὶ πάλιν· ὁκόσοισιν ἐν τῇ οὐρήθρᾳ φύματα φύεται, του‐ τέοισι διαπυήσαντος καὶ ἐκραγέντος λύσις ἐστὶ τοῦ πύου, δηλονότι διὰ | |
55 | τοῦ οὔρου ἐκκρινομένου. Καὶ τὸ μὲν πῦον ὀδμῇ διορίζεται τῆς ἀγαθῆς ὑπο‐ στάσεως· ὁ δὲ ὠμὸς χυμὸς τῇ ἀνωμάλῳ συστάσει διορίζεται τοῦ παρυφιστα‐ μένου· οὐ γάρ ἐστι συνεχὲς τὸ παρυφιστάμενον τοῦ ὠμοῦ χυμοῦ, οὐδὲ διαλυό‐ μενόν ἐστι εἰς μικρὰ ψαμμία. Καὶ ταῦτα ἱκανὰ πρὸς διάκρισιν τοῦ τε πύου καὶ τοῦ ὠμοῦ χυμοῦ καὶ τοῦ λευκοῦ παρυφισταμένου· φησὶ γὰρ Ἱππο‐ | |
60 | κρατῆς· ἦν αἷμα καὶ πῦον οὐρηθῇ καὶ λεπίδες καὶ ὀδμὴ βαρεῖα ᾖ, σημαίνει ἕλκωσιν ἢ τῶν νεφρῶν ἢ τῆς κύστεως. Ἐπεὶ δὲ τέσσαρα ἐζητοῦμεν ἐπὶ τοῦ παρυφισταμένου, χρῶμα, χρόνον, σύστασιν καὶ τόπον, δέον ἐκθέσθαι τὰ τοιαῦτα τέσσαρα ἐπὶ διαγράμματος, ὅπως σαφὴς καὶ εὐδιάγνωστος γένηται ἡ περὶ τῶν οὔρων διδασκαλία. Διάγραμμα περιέχον τὰ εἰρημένα τέσσαρα, ὡς | |
65 | ὑποτέτακται· ὑπόστασις λευκὴ λείη ὁμαλή· βʹ ὑπόστασις λευκὴ λείη ἀνώμαλος· γʹ ὑπόστασις λευκὴ οὐ λείη ὁμαλή· δʹ ὑπόστασις λευκὴ οὐ λεία ἀνώμαλος. Καὶ αὗταί εἰσιν αἱ τέσσαρες ἀρχαὶ τοῦ παρυφισταμένου ἐν τῷ διαγράμματι· ἐπεὶ δὲ τὸ παρυφιστάμενον εἴπομεν ἔχειν τόπους τρεῖς, καθὼς καὶ τὸ φαινό‐ μενον δηλοῖ (καὶ γὰρ ἢ τὸν κάτω τόπον ἐπέχει τοῦ ὑελίνου ἀγγείου καὶ ὀνομά‐ | 555 |
70 | ζεται ὑπόστασις, ὡς ὑποκάτω ἱσταμένη, ἢ περὶ τὸ μέσον κρέμαται καὶ ὀνομά‐ ζεται ἐναιώρημα, ἢ τὸν ἀνώτατον τόπον ἐπέχει καὶ ὀνομάζεται νεφέλη), εἴπομεν καὶ τὰς αἰτίας αὐτῶν, λέγω δὴ τὸ διὰ τί τοὺς αὐτοὺς τό‐ πους ἐπέχουσιν, εἰρήκαμεν δὲ καὶ τὰ ὑπὸ τούτων σημαινόμενα, καὶ ἐπὶ δια‐ γράμματι ἐξεθέμεθα τοῦ κάτω τόπου, τουτέστι τῆς ὑποστάσεως, λοιπὸν ἐροῦ‐ | |
75 | μεν τὰς διαφορὰς τοῦ ἐναιωρήματος ἐπὶ διαγράμματος, λέγοντες οὕτως· αʹ ἐναιώρημα λευκὸν λεῖον ὁμαλὸν, βʹ ἐναιώρημα λευκὸν λεῖον ἀνώμαλον, γʹ ἐναιώρημα λευκὸν οὐ λεῖον ὁμαλὸν, δʹ ἐναιώρημα λευκὸν οὐ λεῖον ἀνώμαλον. Τρίτον δ’ ἐστὶν ἡ νεφέλη, καὶ δέον καὶ ταύτης τὰς διαφορὰς ἐπὶ διαγράμμα‐ τος ἐκθέσθαι, ἧς τὸ διάγραμμα ἔχει, ὡς ὑποτέτακται· αʹ νεφέλη λευκὴ λείη | |
80 | ὁμαλή, βʹ νεφέλη λευκὴ ἀνώμαλος. Καὶ περὶ μὲν τῶν συμπλοκῶν τῶν δια‐ φορῶν τῶν τριῶν ὑποστάσεων ἀνελλιπῆ εἰρήκαμεν καὶ ἐπὶ διαγράμματος ἐξε‐ θέμεθα· τί δὲ τούτων ἕκαστα σημαίνει, προϊὼν ὁ λόγος δείξει. | |
21 | Ἐπεὶ δὲ τὸ ἀνθρώπινον σῶμα συνίσταται ἀπὸ τῶν τριῶν τούτων, στερεῶν μορίων, ὑγρῶν καὶ πνευμάτων, ἅπερ ὁ Ἱπποκρατῆς φησιν ἴσχοντα, ἰσχόμενα καὶ ἐνορμῶντα, ἴσχοντα λέγων τὰ μόρια στερεὰ, ἰσχόμενα τὰ ὑγρὰ, ἐνορμῶντα τὰ πνεύματα, τούτων τὰ ὑγρά εἰσιν οἱ χυμοὶ καὶ τὰ πε‐ | |
5 | ριττώματα, καὶ τούτων ὅσα σήπονται δι’ οὔρων ἐκκρίνεται, περὶ ὧν ἱκανῶς ἐξεθέμεθα, νυνὶ δὲ εἴπωμεν τὰ ἐκ τῶν στερεῶν μορίων ἐξουρούμενα, ἵνα τελεία τῶν οὔρων ἡ διδασκαλία γένηται· ἐπεὶ δὲ καὶ αὐτῶν τῶν στερεῶν μορίων εἰσί τινα μαλακώτερα καὶ ῥᾳδίως τηκόμενα, ὡς ἡ πιμελὴ καὶ ἡ σὰρξ, ἅπερ μαλακώτερα καὶ ὑγρότερα τῶν στερεῶν μορίων εἰσὶ, καὶ ὡς μαλα‐ | |
10 | κώτερα καὶ ὑγρότερα καὶ ῥᾳδίως τηκόμενα πρῶτος ὁ πυρετὸς τήκει· ἀνα‐ λύει γὰρ πρώτην τὴν πιμελὴν, ὡς εὐδιάχυτον, καὶ μετ’ αὐτὴν τὴν σάρκα· τῆς | |
οὖν πιμελῆς τηκομένης ὑπὸ τοῦ πυρετοῦ καὶ ἀναλυομένης, εἰς ἐλαίου σύστασιν καὶ χροιὰν ἡ θερμασία μεταβάλλει· διότι δὲ ταῦτα ἡ πιμελὴ οὐκ ἀθρόως ἀναλύεται, ἀλλ’ ἔχει ἀρχὴν καὶ ἀνάβασιν καὶ ἀκμὴν τῆς συντήξεως, δέον εἰ‐ | 556 | |
15 | πεῖν ἡμᾶς καὶ τὴν διάκρισιν ἑκάστου καιροῦ, ἀρχῆς, ἀναβάσεως καὶ ἀκμῆς τῶν ἐλαιωδῶν οὔρων, ὧν ἡ ἀρχὴ τὰ ἐλαιόχροα, τῆς δὲ αὐξήσεως τὰ ἐλαιο‐ φανῆ, τῆς δὲ ἀκμῆς τὰ ἐλαιώδη· ἡ δ’ ἀρχὴ τὴν ἀρχὴν τῆς συντή‐ ξεως δηλοῖ· φαίνεται γὰρ ὥσπερ ὑδατώδη· τὰ δὲ ἐλαιοφανῆ τὰ ἐν τῇ αὐξήσει τοῦ καιροῦ γινόμενα οὖρα δηλοῖ, ἃ τὴν τοῦ ἐλαίου μῖξιν ἀκριβε‐ | |
21 | στέραν ἐμφαίνουσι πρὸς τὸ ὑδατῶδες τοῦ οὔρου· τὰ μέντοι ἐλαιώδη τὴν ἀ‐ κμὴν ἐμφαίνει τοῦ καιροῦ· τὰ δὲ τοιαῦτα οὖρα ὅλα δι’ ὅλων οἷον ἔλαιόν εἰσι· χρῶμα γὰρ καὶ σύστασιν ἐλαίου ἔχουσι, καὶ ἕκαστον αὐτοῦ ἐλαίου χρῶμα δοκοῦσιν εἶναι τὰ ἐλαιώδη· τοιοῦτον οὖρον ἐν πυρετοῖς ἐλθὸν | |
25 | ἐλαιῶδες ὑπόμελαν μαρασμὸν δηλοῖ καὶ θάνατον σημαίνει· ἔστι δὲ πιμελὴ ἡ καθολικωτέρα, ἥτις κατὰ πολλὰ μόρια τοῦ σώματος κατέσπαρται· ἔστι δὲ καὶ μερικωτέρα ἡ ἐν τοῖς μέρεσι τῶν νεφρῶν ἐπικειμένη· αὕτη οὖν ἡ ἐν τοῖς νεφροῖς οὖσα ἀναλυομένη καὶ δι’ οὔρων ἐξερχομένη ἀθρόως κακὰ προμη‐ νύει· ἀθροωτέρα γὰρ ἡ διέξοδος ταύτης γίνεται παρὰ τὴν ἐν ὅλῳ τῷ σώ‐ | |
30 | ματι κατεσπαρμένην τῷ λόγῳ τῆς νεφρῶν συνουσίας· ἡ γὰρ ἐν τοῖς νεφροῖς πιμελὴ σύνεγγυς τῶν οὐρητήρων ἐστί· διὰ τοῦτο καὶ εὐθυβόλως διέρχεται, ὡς προλέλεκται, περὶ ὧν ὁ Ἱπποκρατῆς ἐν τοῖς ἀφορισμοῖς τὰς αὐτῶν δια‐ φορὰς γράφων, οὕτω φησίν· ὁκόσοισι λιπαρὴ ἡ ὑπόστασις καὶ ἀθρόα, του‐ τέοισι νεφριτικὰ, ὅτι, τῆς τῶν νεφρῶν πιμελῆς ἀναλυομένης, ἀθρόα φέ‐ | |
35 | ρεται ἡ λιπαρότης· καὶ πάλιν ἐν ἄλλοις τὴν ἄλλην διαφορὰν δηλῶν τάδε φησίν· οὖρα ἐν καυσώδει πυρετῷ λιπαρὴν ὑπόστασιν ἔχοντα θάνατον ση‐ μαίνει. Καὶ περὶ μὲν τῶν ἐλαιωδῶν οὔρων τῶν ἀπὸ τῆς συντήξεως τῆς πι‐ | |
μελῆς γινομένων ἱκανὰ τὰ εἰρημένα. | 557 | |
22 | Αἱ δὲ πεταλώδεις ὑποστάσεις γίνονται, διότι τὰ στερεὰ μόρια τῶν σωμάτων ἔχουσι τὰς τρεῖς διαστάσεις, μῆκος, πλάτος καὶ πάχος, ὅ ἐστι βάθος· καὶ τούτων ὅσα μὲν οὖρα ἐπιπολέως διαξέονται ἔχουσι ὥσπερ τινὰ πέταλα ἐκ τῆς πετάλων ὀνομασίας τὴν ἐπονομασίαν λαμβάνοντα διὰ | |
5 | τὴν ὁμοιότητα τῶν γινομένων ἐκ τῶν πεπτιμένων σίτων· δηλοῦσι δὲ τὸ πάθος τῆς κύστεως καὶ τῶν νεφρῶν· τόπῳ γὰρ τοῦτο δωρίζεται· καὶ γὰρ εἰ μὲν εἴη πυρετὸς, τῆς κύστεως τὸ πάθος ἐστί, καὶ διορίζεται ἀπεψίᾳ καὶ πέψει· καὶ γὰρ εἰ μετὰ ἀπεψίας, τοῦ ὅλου σώματος κακόν· εἰ δὲ μετὰ πέψεως, μόνης τῆς κύστεως· τῷ προειρημένῳ τρόπῳ διορίζεται, εἰ τῆς κύ‐ | |
10 | στεως εἴη τὸ πάθος, ἢ τῶν νεφρῶν, ἐὰν μὴ ᾖ πυρετός. Τὰ δὲ πιτυρώδη γίνονται, ὅταν ὁ πυρετὸς καταλάβῃ τὰ βάθη τῶν ἀγγείων· τότε γὰρ αἱ ὑπο‐ στάσεις πιτυρώδεις γίνονται, καί εἰσι ἁδρομερέστερα τῶν πεταλωδῶν· καὶ τὰ τοιαῦτα κατὰ τὸν αὐτὸν τρόπον ταῖς προειρημέναις ὑποστάσεσίν εἰσι σημαντικὰ τοῦ εἶναι τὸ πάθος τῆς κύστεως, ἐὰν μετὰ πέψεως· εἰ δὲ καὶ μετὰ | |
15 | ἀπεψίας, τοῦ ὅλου σώματός ἐστι τὸ κακόν· ἐὰν δὲ μὴ, μόνης τῆς κύστεως· ταῦτα ἡμεῖς εἴπομεν, ἑπόμενοι τῷ Ἱπποκρατεῖ λέγοντι· ὁκόσοισι ἐν τῷ οὔρῳ παχέϊ ἐόντι πιτυρώδεα συνεξέρχονται, τουτέοισιν ἡ κύστις ψωριᾷ· Εἰ δὲ καταλάβοι ὁ πυρετὸς κατὰ τὰς τρεῖς διαστάσεις τῶν στερεῶν τοῦ σώματος μορίων, κατὰ τὸ μῆκος καὶ πλάτος καὶ βάθος, ὅ ἐστι πάχος, τὰ | |
20 | τοιαῦτα οὖρα γίνονται ἁδρομερέστερα τῶν πιτυρωδῶν καὶ καλεῖται κριμνώ‐ δεα· νοήσειας δὲ τὸ τοιοῦτον, εἰ κουφίσαις τὴν μύλον τὴν ἀλήθουσαν τὸν σῖτον εἰς ἁδρομερέστερα κόμματα ὀνομαζόμενα κριμνὰ, ὧν ἡ ἐπωνυμία ἐκ τῶν φαινομένων ἐν τοῖς οὔροις· γίνεται δὲ τὰ τοιαῦτα οὖρα ἢ δι’ ἰσχυρὰν σύντηξιν τῶν στερεῶν, ἢ δι’ ὄπτησιν τοῦ αἵματος, ὥς φησιν Ἱπποκρατῆς, | |
25 | λέγων· ἐν πυρετοῖς καυσώδεσι κριμνώδεις λευκὰς ὑποστάσεις οὖρον ἔχον πονηρόν· καὶ πάλιν· ἐν πυρετοῖς χρονίζουσιν οὖρον κριμνώδη ἔχον ὑπό‐ | |
στασιν, τῶν ἄλλων σωτηρίων ἐόντων, ἀπόστασιν δηλοῖ· καὶ ἔστι· οὖρον ἐν πυρετοῖς ἐναιώρημα κριμνῶδες ἔχον, χρονίαν νόσον σημαίνει. Καὶ περὶ μὲν τῶν ἁδρομερεστέρων τῶν ἐν τοῖς οὔροις γινομένων τε καὶ φαι‐ | 558 | |
30 | νομένων ἱκανὰ τὰ εἰρημένα. | |
23 | Τὰ δὲ δυσώδη οὖρα ἔχουσι διαφοράς· καὶ γὰρ οὖρον κάκοσμον καὶ δακνῶδες ὑγρῶν σῆψιν σημαίνει· καὶ πάλιν· ἐν πυρετοῖς οὖρον ὑδατῶδες καὶ λευκὸν ἐν λευκοῖς ἐναιωρήμασι ἢ δυσώδεσι παρακοπὴν παύει· καὶ αὖθις· οὖρον ἐν πυρετοῖς ὀξέσι παχὺ μέλαν καὶ δυσῶδες, μηδὲν τῆς κύστεως | |
5 | ἐχούσης, σημαίνει θάνατον· καὶ ἐν ἄλλῳ ἀφορισμῷ φησιν· οὖρον ὀδμὴν βαρεῖαν ἔχον σύντηξιν δηλοῖ καὶ σῆψιν καὶ νέκρωσιν τῆς φύσεως. Καὶ περὶ τῶν τοιούτων οὔρων ἱκανὰ τὰ εἰρημένα. | |
24 | Ἐπεὶ δὲ τὰς ἔμπροσθεν συμπλοκὰς τῆς λεπτῆς καὶ παχείας συστά‐ σεως μετὰ τῶν χρωμάτων ἐποιήσαμεν, λειπόμενόν ἐστι παραδοῦναι, καὶ τί σημαίνει τούτων ἕκαστον· πλὴν εἰ μή ἐστι τὴν οὐσίαν παχὺ, φανερὸν, ὅτι ἀπὸ πέψεως ἐπαχύνθη, ἢ ἐκ περιουσίας τῶν ὠμῶν χυμῶν | |
5 | καὶ παχέων· λοιπὸν μετὰ λεπτῆς συστάσεως τὸ παρυφιστάμενον συνελθεῖν οὐ | |
δύναται, ἀλλὰ μετὰ ὑποστάσεως ἐρυθροῦ χρώματος καὶ ὑπερύθρου· ἐν γὰρ ταῖς τοιαύταις ὑποστάσεσι τὰ χρώματα τὰ δηλοῦντα ἀπεψίαν συνελθεῖν οὐ δύναται, ὅτι ἡ πέψις παχύνει τὰ οὖρα, ἡ δὲ ἀπεψία λεπτὰ τήκει αὐτά· τὰ δ’ ὑπερύθραν καὶ ἐρυθρὰν ἔχοντα τὴν ὑπόστασιν ἐξ αἵματός εἰσιν· τὸ δὲ | 559 | |
10 | αἷμα πεπεμμένον ἐστίν· δεῖ οὖν ἐπιγινώσκειν, ὅτι τινὰ χρώματα συμ‐ πλεκόμενα ταῖς συστάσεσι ταῦτα συμπλακήσονται καὶ ταῖς ὑποστάσεσιν· καὶ γὰρ παχὺ παρυφιστάμενον ὑπέρυθρον μετὰ παχείας συστάσεως συνίσταται καὶ δηλοῖ κατὰ μὲν τὴν σύστασιν καὶ τὸ παρυφιστάμενον ὑπερόπτησιν αἵ‐ ματος· ὁμοίως δὲ καὶ μετὰ τοῦ χρώματος τῶν ἐνδεχομένων συμπλακῆναι τῇ | |
15 | τε συστάσει καὶ τῷ παρυφισταμένῳ· τὰ γὰρ τοιαῦτα δηλοῦσιν ὑπερβολὴν καὶ ἔλλειψιν, πλὴν τῆς συμμέτρου ἀμφοτέρων τῆς συστάσεως καὶ τοῦ παρυ‐ φισταμένου μετὰ τῶν κατὰ φύσιν χρωμάτων πυῤῥοῦ καὶ ὑποπύῤῥου, καὶ δηλοῖ τὴν ἀρίστην πέψιν τῆς συστάσεως καὶ τοῦ παρυφισταμένου καὶ τοῦ χρώματος. Καὶ περὶ μὲν τῆς τῶν οὔρων διδασκαλίας κατὰ γένη καὶ εἴδη καὶ | |
20 | διαφορὰς καλῶς καὶ ὡς δυνατὸν ἐξεθέμεθα καὶ τοῖς βουλομένοις ἀναγινώ‐ | |
σκειν ἐπαφήκαμεν. | 560 |