TLG 0732 017 :: ALEXANDER :: Problemata (lib. 3–4) [Sp.]

ALEXANDER Phil.
(Aphrodisiensis: A.D. 2–3)

Problemata (lib. 3–4) [Sp.]

Source: Usener, H. (ed.), Alexandri Aphrodisiensis quae feruntur problematorum liber iii et iiii [Programm Gymnasium Joachimsthal] 1859: 1–37.

Cf. et 0732 002

Citation: Book — section — (line)

3

t

[ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ] ΦΥΣΙΚΩΝ ΑΠΟΡΗΜΑΤΩΝ ΚΑΙ ΙΑΤΡΙΚΩΝ ΠΡΟΒΛΗΜΑΤΩΝ

3

Pr

[Οἱ μὲν πλεῖστοι τῶν παλαιοτέρων ἰατρῶν σποράδην ἐξηῦρόν τινα τῆς ἰατρικῆς, ἐκ κληδόνων ἢ τριόδων συνάγοντες καὶ ἀπὸ τύχης ἢ μαντείας ἢ κλήσεως δαιμόνων ἢ ἄλλῳ τινὶ τρόπῳ. Ἱπποκράτης δὲ ὁ τῶν Ἀσκληπιαδῶν ταύτην ὡς ἂν εἴποι τις πλαζομένην συνάξας καὶ τελείως ὑφάνας πλήρη καὶ ἀρτίαν εἰργάσατο κεφαλὴν ἐπιθείς· καὶ οὐκ ἄν τις ἁμάρτοι λέγων, ὡς ὁ
5προνοητικὸς θεὸς ἐλεήσας τὸ ἀνθρώπινον γένος ἀλλεπαλλήλοις νόσοις ἀπολλύμενον αὐτὴν τὴν φύσιν σαρκώσας Ἱπποκράτην κατήγαγε πρὸς ἀρτίαν ταύτης παράδοσιν. ἴσως γὰρ καὶ τοῦτο αἰνίττεται κατὰ τὸ προοίμιον τῶν Ἀφορισμῶν λέγων, ὡς ‘ἐπειδὴ κατὰ τὴν πεῖραν ἡ ἰατρικὴ σχεδὸν ἀκατάληπτός ἐστιν (οὔτε γὰρ ὅτε βουλόμεθα, τοῖς πάθεσι τῶν ἀνθρώπων ἐντυγχάνουσιν οἱ ἰατροί· τύχῃ γὰρ καὶ τῷ σπανίῳ τῆς γενέσεως δουλεύει ταῦτα), ἔτι γε μὴν καὶ ἐπικίνδυνος
10τῷ ἐν σώματι ῥευστῷ μὲν διὰ τὴν ὕλην καὶ ἀβεβαίῳ κεκτημένῳ δὲ καὶ θείαν δύναμιν ψυχικὴν γυμνάζεσθαι τὴν ἰατρικὴν τέχνην καὶ οὐκ ἀψύχῳ καὶ ἀτίμῳ καθάπερ τὰς ἄλλας τέχνας, πρὸς δὲ τούτοις καὶ τὰ πάθη ὑπὸ πολλῶν αἰτίων γεννᾶσθαί τε καὶ αὐξάνεσθαι καὶ διὰ τοῦτο δυσχεραίνειν τὴν πεῖραν ἐν τῷ διακρίνειν τὸ ποιητικὸν αἴτιον· φέρε τῷ λόγῳ ψιλῷ χωρὶς ὑπο‐ κειμένης ὕλης ἀσωμάτως πᾶσαν περιλαβὼν ἐν ὀλίγῳ χρόνῳ διδάξω καὶ διὰ τοῦτο καὶ ἐπι‐
15στημονικὸν λόγον ἔχειν ποιήσω, καὶ τὰς αἰτίας πάσας ὑποθήσομαι σὺν ταῖς διαγνώσεσι πρὸς τὸ σὲ λοιπὸν τῇ πείρᾳ γυμνάζειν τὸν λόγον, τότε δ’ ἄν σοι κατὰ τύχην περιπέσῃ τι πάθος ἐφαρμόζειν τὸν λόγον καὶ γυμνάζειν καὶ ἀληθῆ τοῦτον εὑρίσκειν‘. Τὸ δὲ μέγιστον τοῦ ἀνδρός, ὅτι οἱ παρ’ αὐτοῦ λεγόμενοι Ἀφορισμοὶ οὐχ ἁρμόζουσι μόνον ἰατρικῇ ἀλλὰ καὶ κοινῶς παντὶ τῷ βίῳ· νόμοι γάρ εἰσι καθολικοὶ θεσπίζοντες καὶ κανονίζοντες τὰ γινόμενα· ὡς ὅταν λέγῃ ‘ἐν
20τοῖσι γυμναστικοῖσι αἱ ἐπ’ ἄκρον εὐεξίαι σφαλεραί‘ καὶ ‘πᾶν τὸ πολὺ τῇ φύσει πολέμιον‘ καὶ ‘ὕπνος ἀγρυπνίη μᾶλλον γιγνόμενα τοῦ μετρίου κακόν‘, καθολικὸν δίδωσιν ἡμῖν κανόνα καὶ νόμον ἐπὶ παντὸς πράγματος, ὡς πᾶν μέτρον ἄριστον· καὶ πάλιν ‘τὰ μὴ καθαρὰ σώματα ὁκόσῳ ἂν θρέψῃς μᾶλλον βλάψεις‘, ὃ δύναται
καὶ ἐπὶ ψυχὴν μεταφέρεσθαι· οὕτω γὰρ ὁ θεῖος Πλάτων ἔφη ‘τὰς μὴ καθαρὰς ψυχὰς ὅσῳ1
25ἂν παιδεύσῃς μᾶλλον βλάψεις, τῆς γὰρ ἀσωμάτου ψυχῆς ἀσώματος τροφὴ παίδευσις‘. καὶ ἐπὶ ἄλλων δὲ ἀφορισμῶν τὸ εἰρημένον κρίνων εὑρήσεις. ἔχουσι δὲ καὶ τὸ διωρι‐ σμένον καὶ τὸ συνεχές, ὃ καὶ αὐτὸ τελείας ἀρετῆς ἐστι σύμβολον· ὡς γὰρ ἐπὶ τῶν γραμμικῶν, καὶ ἐπ’ αὐτῶν εἰ οὕτως ἔτυχεν ὁ πέμπτος τὸν τέταρτον σαφηνίζει καὶ ὁ τέταρτος τὸν τρίτον καὶ ὁ τρίτος τὸν δεύτερον καὶ ὁ ἐφεξῆς ὡσαύτως· καὶ προβαίνων σαφῶς τοῦτο ποιεῖται τὴν τάξιν φυλάτ‐
30των τοῦ λόγου καὶ τὸ ἀκόλουθον τῆς αἰτίας ἐπὶ ἡλικιῶν ἢ ὡρῶν καὶ παθῶν καὶ τῶν παραπλησίων.]

3

.

1

Διὰ τί τῶν ἐν γάλακτι τρεφομένων ἀλεκτρυόνων οἱ ὄρχεις εὐμεγέθεις καὶ εὔπεπτοι γίνονται; Ὅτι τὸ αἷμα ἔχει ἐν αὑτῷ ὀρρόν, ὅνπερ ἕλκει ὁ νεφρὸς κατ’ ἔλλειψιν τοῦ ὑγροῦ οὖρον ὄντα· ἔχει δὲ καὶ θορόν, ὅνπερ οἱ ὄρχεις ἕλκοντες τρέφονται, ὃς παχύτερός ἐστιν οὔρου, λεπτότερος δ’ αἵματος, ὃ καὶ σχῆμά ἐστιν αὐτοῦ· ἀλλ’ ἕως μὲν ἡ φύσις πολλῆς δεῖται τροφῆς, ὡς ἐπὶ
5παιδίων, καὶ τὸν θορὸν εἰς τὸ πᾶν ἀναλίσκει σῶμα· ὅτε δὲ οὐ χρείαν ἔχει πολλῆς, τοῦτον περὶ τὸ ἡβάσκειν περὶ τοὺς ὄρχεις συνάγει τῶν τε θηλειῶν καὶ τῶν ἀρρένων, ὡς ἔστιν ἰδεῖν τότε τοὺς ὄρχεις εὐρυνομένους καὶ τρίχας φυομένας περὶ τὴν ἥβην. ἔπειτα δὲ μετὰ τὴν σύλληψιν τοῦ θήλεος ἡ φύσις χρείαν ἔχουσα πολλοῦ αἵματος πρός τε τροφὴν τῷ βρέφει καὶ πρὸς γάλακτος γένεσιν, τοῦτον τὸν θορὸν ἀπὸ τῶν ὄρχεων λαμβάνουσα πάλιν ἀναμίγνυσι τῷ αἵματι
10καὶ οὕτως ἀπεργάζεται τὸ γάλα. οἱ οὖν ὄρχεις τῶν ἀλεκτρυόνων πλέον ἕλκουσιν ἐκ τοῦ γάλακτος τοῦ βρωθέντος ὑπὸ τοῦ ἀλεκτρυόνος διὰ τὴν ὁμοιότητα καὶ ὅτι τὸ οἰκεῖον ἑαυτῶν, τὸν θορὸν λέγω, πάλιν εὑρίσκουσιν ἐν τῷ γάλακτι, καὶ οὕτω γίνονται εὐτραφεῖς οἱ ὄρχεις καὶ

3

.

2

εὔπεπτοι καὶ τρόφιμοι. Διὰ τί, εἰ τὸ δριμὺ ἀπὸ πολλῆς γεννᾶται θερμότητος, τὸ δριμείας ποιότητος μετέχον μέλι ἐπαινοῦσιν, εἴ γε καὶ μετρίως αὐτὸ βούλονται εἶναι θερμόν; Φημὶ ὅτι οὐκ ἀφ’ ἑαυτοῦ ἐστι δριμύ, ἀλλ’ εὔκρατον, ἡ δὲ γλῶσσα τῇ οἰκείᾳ θερμότητι θερμαίνουσα αὐτὸ πλέον ἐπὶ τὸ δριμὺ μετάγει· πᾶν γὰρ γλυκὺ θερμαινόμενον πρῶτον μὲν δριμὺ γίνεται,
5ὕστερον δὲ ὑπερθερμαινόμενον ἄγαν πικρὸν ἀποτελεῖται. Τὸ δὲ σάκχαρον παρὰ τοῖς Ἰνδοῖς οὕτω λεγόμενον μέλιτός ἐστι πῆξις, τοῦ ἡλίου τὴν ἐν τῷ ἀέρι δρόσον πηγνύοντος ἐπὶ τὸ γλυκύ, ὥσπερ καὶ ἐν τῷ ὄρει τῷ Λιβάνῳ καλουμένῳ γίγνεται τοιοῦτον· ἔστι δὲ ὅμοιον χόνδρῳ ἅλατος, λευκὸν εὔθρυπτον γλυκύ. ἔστι δὲ ῥυπτικῆς καὶ αὐτὸ δυνάμεως ὁμοίως τῷ μέλιτι τῷ μετέχειν ἰχωροειδοῦς τινος ῥύψεως, ὅθεν καὶ ἑψόμενον καὶ τοῦτο μεταβάλλον οὐκέτι μὲν σμήχει ὡς τὸ
10ἄνεφθον, τρέφει δὲ μᾶλλον ἐσθιόμενον ἢ ἔξωθεν ἐπιτιθέμενον. ἔστι δὲ καὶ ἑτέρα διαφορὰ μέλιτος χαλβανόριον λεγόμενον, τῶν μελισσῶν βοσκομένων ἐν ἐκείνῳ τῷ ὄρει τὰ ἄνθη, ἐν ᾧ
καὶ χαλβάνη γίνεται, καὶ τοῦ μέλιτος μεταλαμβάνοντος τῆς ποιότητος, ὅπερ δύναται πρὸς ἀμβλυωπίαν ἐγχριόμενον ποιεῖν, θερμῆς μᾶλλον δυνάμεως ὄν. ὁμοίως καὶ τὸ θύμων ὄζον ποιεῖ πρὸς ψυχρὰν γαστέρα· καὶ τὸ Ποντικὸν ἀψινθίου πικρὸν ὄν, καὶ πρὸς τὴν διαφορὰν τῆς2
15ποιότητος καὶ ἡ δύναμις αὐτοῦ. τὸ δ’ Αἰγύπτιόν ἐστιν ὑγρὸν καὶ ὑδατῶδες τῷ πολλῆς μετέχειν ὑγρότητος τὰ ἄνθη ἐπὶ πολὺ ποτιζόμενα τῷ ποταμῷ. τὸ δὲ πάντων ἄριστον τὸ νησιωτικὸν καὶ τῶν παραθαλαττίων ὀρῶν καὶ τόπων, ὡς ἀπέριττον καὶ ξηρότερον, καὶ τὸ Ὑμήττιον μάλιστα ἐν τῷ Ὑμηττῷ ὄρει τῆς Ἀττικῆς ἔχοντι ἄνθη βοτανῶν καὶ δένδρων εὐώδη καὶ καθαρὰ καὶ

3

.

3

εὔχροα καὶ λεπτομερῆ. Διὰ τί τὸ γάλα ψυχρόν ἐστι καὶ τοιοῦτον ὂν εὐαλλοίωτον καὶ τρό‐ φιμον ὑπάρχει; Λέγω ὅτι καὶ καθὸ ἐξ αἵματος μετεβλήθη, κατὰ τοῦτο πάλιν ἐπὶ τοῦτο ῥᾷον μετέρχεται τὸ γάλα καὶ σχεδὸν αἷμά ἐστι λελευκωμένον. ὁμιλοῦν δὴ τῷ ἀέρι πλέον ψύχεται· βδαλλόμενον δ’ ἔτι ποσῶς θερμόν ἐστι, μὴ ὁμιλοῦν τῷ ἀέρι, καὶ σώζει τὴν οἰκείαν δύναμιν,
5καθάπερ καὶ τὸ σπέρμα· λευκὸν δὲ καὶ ψυχρὸν ποσῶς ἐστιν, ὅτι ὑπ’ ἀδένων λευκῶν καὶ ἀναίμων καὶ ἧττον θερμῶν τῶν ἐν τοῖς μαστοῖς μεταβάλλεται. Οὐ δεῖ δὲ αὐτὸ πυτίᾳ πηγνύειν· κακοστόμαχος γὰρ καὶ δυσανάδοτος· ἀλλὰ μᾶλλον ὀπῷ συκῆς ἢ ἐχίνῳ ὄρνιθος πλῦναι ἢ κνήκῳ. Ἡ μέντοι πτισάνη εὐαλλοίωτος μέν, ἀλλ’ ἧττον τρόφιμος· ὁ δὲ χόνδρος

3

.

4

τοῦ ἅλικος τρόφιμος μέν, δυσαλλοίωτος δέ, ὅθεν καὶ ὀξυμέλιτι ἐσθίεται τριβείς. Διὰ τί τὰ ἐν πνεύμονι ἕλκη ἀνίατα; Πρῶτον μὲν ὅτι πᾶν τὸ δεόμενον ἰάσεως ἠρεμίας δεῖται· εἶπε γὰρ Ἱπποκράτης ὡς ‘ποδὸς ἄκος ἀκινησίη‘· ἡ γὰρ κίνησις σύρροιαν ποιεῖ χυμῶν περιττῶν, οὗτοι δὲ φλεγμονάς· ὁ δὲ πνεύμων ἀεικίνητος διὰ τὴν ἀνάγκην τῆς ἀναπνοῆς. ἄλλως τε τὸ
5ἕλκος ἀεὶ ἐπίπαγον ποιοῦν δεῖται ἀνακαθάρσεως· οὐ δύναται δέ, εἰ μὴ μόνῃ βηχί, ἀνακαθαί‐ ρεσθαι, ἡ δὲ βὴξ σύντονος οὖσα κίνησις σπαράσσει τὸ ἕλκος καὶ ἀνευρύνει. ἄλλως τε ὑγρὸν καὶ θερμὸν τὸ μόριον καὶ εὔσηπτον, καὶ βρόγχιον τοῦ πνεύμονος ἀναβρωθὲν οὐ δύναται γενέσθαι,

3

.

5

εἰ μὴ ὑπὸ μόνης φύσεως πάλιν ἐκ σπέρματος. Διὰ τί οἱ φρενιτικοὶ ἐν μὲν τῷ πάθει ἰσχυροί, ἀπαλλαγέντες δὲ ἀσθενεῖς; Ὅτι ξηρὰ δυσκρασία κατέχει τὸν ἐγκέφαλον καὶ τὰ νεῦρα, αὕτη δὲ τόνον δίδωσι τοῖς νεύροις πρὸς ἐνέργειαν. ὕστερον μέντοι ἀπαλλαγέντες αἰσθάνονται λοιπὸν τοῦ κόπου, τῆς διακριτικῆς διανοίας καθαρᾶς ἐπεισηκούσης τοῖς πάθεσι, καὶ ἐνυγρανθέντα δὲ

3

.

6

τὰ νεῦρα μαλακὰ γίνονται καὶ ἀσθενῆ. Διὰ τί οἱ πετραῖοι ἰχθύες εὔπεπτοι; Ἐπειδὴ πᾶν τὸ πρὸς ταῖς πέτραις ὕδωρ καὶ γαλήνης οὔσης κινεῖται· σκληρὸν γὰρ καὶ μαλακὸν ἐναντιότητα
ἔχοντα πρὸς ἄλληλα οὐ δύναται ἡσυχάζειν ἀλλήλοις ὁμιλοῦντα, τὸ δὲ κινούμενον λεπτότερον γίνεται τοῦ ἠρεμοῦντος. καὶ οἱ ἰχθύες οὖν τῷ ὕδατι συγκινούμενοι ἀπέριττοι γίνονται. Τῷ3

3

.

7

αὐτῷ τρόπῳ καὶ αἱ πτέρυγες συνεχῶς κινούμεναι εὔπεπτοί εἰσιν. Διὰ τί ἐπὶ τῶν συνεχῶν πυρετῶν ἐν ταῖς παρακμαῖς οὐ λούομεν αὐτούς; Ὅτι οἱ παρὰ φύσιν χυμοὶ ἄπεπτοί εἰσιν ἔτι καὶ παχεῖς καὶ ἀντεχόμενοι τῶν σωμάτων, οἱ δὲ κατὰ φύσιν λεπτοὶ καὶ εὐδιάρρυτοι. τὸ θερμὸν οὖν τοῦ λουτροῦ ἑλκύσει τῇ βίᾳ προτέρους ὡς λεπτοὺς τοὺς κατὰ φύσιν ἐν ἀρχῇ τοῦ νοσή‐

3

.

8

ματος, ἐὰν καὶ ἐν ἀπεψίᾳ λούσωμεν. Διὰ τί ἐπὶ τῶν ἑκτικῶν ὕδωρ παρέχουσιν οἱ ἰατροὶ πρὸ τῆς τροφῆς βραχύ; Ἵνα τὰ κατεξηραμμένα στερεὰ μόρια προϋγράνωσι, καὶ ἐπιτήδειαι γένωνται πρὸς φύσιν *προσφοραὶ* στερεᾶς τροφῆς· οὕτω γὰρ καὶ οἱ κονιαταὶ προσραίνουσι

3

.

9

τὸν τοῖχον ὕδατι καὶ οὕτω χρίουσι τὴν κονίαν. Διὰ τί τὰ γλυκέα αὔξει σπλῆνα καὶ ἧπαρ; Ὅτι τὸ μὲν ἧπαρ τῇ ὁμοιότητι τῆς κράσεως ἕλκει ῥᾷον τὰ γλυκέα· θερμὰ γὰρ καὶ ὑγρὰ ἀμφότερα· ὁ δὲ σπλὴν ἕλκων τὸ τρυγῶδες τοῦ αἵματος ἐκ τοῦ ἥπατος συνεφέλκεται καὶ αἷμα πλεῖον τῷ εἶναι †πλῆθος, τοῦτο δὲ γίγνεται μᾶλλον, ὅταν ἐρρωμένην ἔχῃ τὴν ἑλκτι‐

3

.

10

κήν· ἀπὸ γὰρ τοῦ ἐπισπᾶν καὶ σπλὴν εἴρηται. Διὰ τί οἱ τὸν κρόταφον πληγέντες σφοδρῶς ἀπόλλυνται; Ὅτι ὁ μῦς οὗτος ἐξ αὐτοῦ τοῦ ἐγκεφάλου ἐκπέφυκεν, ὅθεν καὶ πλησίον αὐτοῦ ὑπάρχει. συμπάσχων οὖν ὁ ἐγκέφαλος καὶ συναλγῶν καὶ συναπολαύων τῆς πληγῆς συστέλ‐ λεται, σὺν αὐτῷ δὲ καὶ τὸ ψυχικὸν πνεῦμα πιλοῦται καὶ παχύνεται, καὶ οὕτως ἡ ψυχὴ μὴ
5εὐποροῦσα τοῦ ἐπιτηδείου ὀργάνου ἀφίπταται ἐκ τοῦ σώματος· δεσμοῦ γὰρ φθορὰ λύσιν τῶν

3

.

11

συμπλακέντων ἀποτελεῖ. Διὰ τί οἱ ἐμβρόντητοι ἀπόλλυνται, ἢ νωδοῦνται καὶ ἀνόητοι γί‐ νονται; Τῷ αὐτῷ πάλιν λόγῳ· ὁ γὰρ ἄμετρος κτύπος τῆς βροντῆς διὰ τῆς ἀκοῆς εἰσιὼν πρὸς ἐγκέφαλον πλήττει πάλιν σφοδρῶς τὸν ἐγκέφαλον καὶ τὸ ψυχικὸν πνεῦμα, καὶ τοῦτο πάλιν συστέλλεται καὶ παχύνεται καὶ ἀνόνητον ψυχῇ γίνεται πρὸς ἐνέργειαν. εἰ δ’ ἀμέτρως
5παχυνθείη, καὶ χωρισμὸν ποιεῖται τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ διὰ τοῦτο θάνατον.

3

.

12

Διὰ τί τοῦ ᾠοῦ τὸ μὲν λεκιθῶδες εὔπεπτόν ἐστι, τὸ δὲ λευκὸν δύσπεπτον; Ὅτι τὸ μὲν χρυσοειδὲς θερμόν ἐστι, τὸ δὲ λευκὸν ὑγρὸν καὶ ψυχρόν. Γίνωσκε γὰρ ὡς ἔστιν ἐκ τεσσάρων στοιχείων· τὸ μὲν γὰρ ὀστρακῶδες ἔοικε τῇ γῇ ξηρὸν καὶ ψυχρὸν ὑπάρχον, τὸ δὲ ὑγρὸν τῷ ὕδατι ὑγρὸν καὶ ψυχρὸν τυγχάνον, τὸ δ’ ἐν αὐτῷ πνεῦμα τῷ ἀέρι ὑγρὸν καὶ θερμόν, τὸ δὲ
5λεκιθῶδες τῷ πυρὶ θερμὸν καὶ μετρίως ξηρόν· μετέχει δὲ καὶ τῆς χροιᾶς τοῦ πυρός, καὶ εἴ μοι συγχωροίης εἰπεῖν, ἔοικεν εἶναι μίμημα κόσμου· καὶ αὐτὸ γὰρ σφαιροειδές, ἐκ στοιχείων

3

.

13

τεσσάρων, μετέχον καὶ δυνάμεως ζωτικῆς. Διὰ τί τῶν κολικῶν ἡ κόπρος βολβιτώδης; Διότι ὡς ἐπὶ τὸ πλεῖστον ἐκ φλέγματος ἔχει τὴν γένεσιν τὸ πάθος, τοῦτο δὲ τῷ πλήθει σηπόμενον πνεύματα τίκτει, ἅτινα τὴν κόπρον ὑπενδυόμενα καὶ διογκοῦντα ταύτην καὶ φυσῶντα ὡς τὴν τῶν βοῶν ποιεῖ· ὅθεν πολλάκις καὶ ἐπινήχεται ἐν ὕδατι διὰ τὴν κουφότητα τοῦ4
5πνεύματος. καὶ ἡ τῶν βοῶν δὲ ἐμπνευματοῦται κόπρος διὰ τὸ πολλῇ τροφῇ κεχρῆσθαι ἀχυ‐

3

.

14

ρώδει καὶ τῷ πλήθει πνεύματα πλεῖστα τίκτειν. Διὰ τί ἐπὶ τῶν τὴν μήνιγγα τὴν παχεῖαν τοῦ ἐγκεφάλου τετρωμένων μύκητες ἐξίασι διὰ τῆς διαιρέσεως; Ὅτι ἀεὶ τοῦ ἐγκεφάλου ἀτμοὺς γεννῶντος καὶ διαφοροῦντος αὐτοὺς διὰ τῶν ῥαφῶν τοῦ κρανίου, νῦν εὑρίσκοντες ἀνα‐ πέτειαν πλείστην τῆς διαιρέσεως δι’ αὐτῆς ἐξίασιν ἀθρόως, καὶ ὁμιλοῦντες ψυχρῷ τῷ ὀστέῳ
5πήγνυνται καὶ τῇ ἁπαλότητι ἐξαπλοῦνται καὶ λαμβάνουσι σχῆμα μυκήτων, ἄνωθεν μὲν ὄντες πλατεῖς, κάτωθεν δὲ στενοί· οὕτω γὰρ καὶ καπνὸς εὑρίσκων πολλὰς ὀπὰς καὶ θυρίδα μίαν,

3

.

15

ῥᾷον καὶ ἀθρόως διὰ τῆς θυρίδος ἔξεισιν ἤπερ διὰ τῶν ὀπῶν. Διὰ τί τὸ φλέγμα παχὺ ὂν καὶ ψυχρὸν καὶ διὰ τοῦτο κατωφερές, πολλάκις ἀπὸ τῶν ποδῶν ἄνεισιν ἐπὶ τὴν κεφαλὴν ἢ ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦτο; Φημὶ ὅτι οὐ τὸ φλέγμα καθ’ ἑαυτὸ ἄνεισιν, ἀλλ’ ἡ ἀποκριτικὴ δύναμίς ἐστιν ἑνὸς ἑκάστου μορίου ἀποδιώκουσα τοῦτο ἐπὶ τὸ ἄνω, ἄχρις ἂν εἰς τὸ ἀσθενέστατον
5πάντων τῶν μορίων ἀποδιωχθὲν ἐκεῖ ἔλθῃ, κἀκεῖνο δι’ ἀσθένειαν μὴ δυνηθῇ αὐτὸ ἀποσείσασθαι, ἀλλὰ μείνῃ ὑπ’ αὐτοῦ βαρούμενον καὶ ῥευματιζόμενον· οὕτω γὰρ ἄν τις ἄνθρακα πυρὸς πολ‐ λῶν παρόντων ῥίψειέ τινι κἀκεῖνος ἑτέρῳ, καὶ ἄλλος ἄλλῳ τῇ ἰσχύι αὐτὸν ἀπορρίπτοι, ἄχρις

3

.

16

ἂν εἰς τὸν ἀσθενέστατον ἐλθὼν ἀπομείνῃ. Διὰ τί ἐν λοιμικῇ καταστάσει πολλοὶ ἀπόλλυνται κατὰ πάθος ἓν ὡς ἐπὶ τὸ πλεῖστον καὶ κατὰ τὴν αὐτὴν ἡλικίαν, *ὃ* καὶ δοκεῖ ὥσπερ ἀνατρέ‐ πειν τὴν ἀπὸ τῶν ἀστέρων εἱμαρμένην; Φημὶ ὅτι ὅσοι ἐκληρώθησαν ὑπὸ τῆς ἀστρῴας κινήσεως κατὰ τὴν ἀπότεξιν ὀλιγοχρόνιοι, οὗτοι θᾶττον ἐλέγχονται καὶ ἁλίσκονται ὑπὸ τοῦ λοιμοῦ
5κινούμενοι· οὕτω γὰρ καὶ οἰκία παλαιὰ καὶ σαθρὰ θᾶττον ὑπ’ ἀνέμου σφοδροῦ καταπίπτει ἤπερ ἡ ἰσχυρὰ καὶ νέα. τῷ δὲ αὐτῷ πάθει διά τινα τοιαύτην ἀστρῴαν ἀπόρροιαν λοιμικὴν **.

3

.

17

Διὰ τί ὁ πολὺς δῆμος ἐπὶ τῶν κραιπαλῶν φησιν οἶνον οἴνῳ διαλύεσθαι, τὴν ἐξ αὐτοῦ κεφα‐ λαλγίαν; Φημὶ τοῦτο ἰδιωτικὸν μέν, ἀληθὲς δὲ τυγχάνειν· τὴν γὰρ ἀπὸ τῆς πολλῆς θερμότητος τοῦ οἴνου γενομένην ἔκλυσιν τῶν μορίων ἕτερος οἶνος εἰσιὼν καὶ ἀποδιώκων αὐτὴν ῥώννυσι
ταῦτα καὶ παρασκευάζει διώκειν καὶ ἀποκρούεσθαι τὰ συναχθέντα ὑπ’ αὐτοῦ πνεύματα καὶ5
5βαροῦντα τὴν κεφαλὴν καὶ τὸ σῶμα· καὶ μάλιστα ὁ κεκερασμένος ἐκλύει τὴν τοῦ προτέρου θερμότητα δι’ ἣν καὶ ἡ ἔκλυσις· ὀλίγος μὲν γὰρ οἶνος πινόμενος ὑγείαν ποιεῖ, σύμμετρος δὲ εὐφρασίαν, ἄμετρος δὲ μέθην καὶ παραφροσύνην, καθὼς καὶ Θέογνις ὁ ποιητὴς εἶπε περὶ τοῦ συμμέτρου οἴνου φάσκων· ‘Οἶνος πινόμενος πουλὺς κακός· ἢν δέ τις αὐτὸν Πίνῃ ἐπισταμένως, οὐ κακός, ἀλλ’ ἀγαθός‘· ὅθεν οὐκ ἀσκόπως μυθεύουσι τῷ Διονύσῳ
10Βάκχην ἕπεσθαι διὰ τὴν ἐκ τοῦ οἴνου χορείαν, Σατύρους δὲ διὰ τὴν εὐκινησίαν· Λύδην δὲ διὰ τό τινας ἐξ αὐτοῦ ἐκλύεσθαι· πάρδον δὲ διὰ τὴν ποικίλην φαντασίαν τῶν οἰνωμένων (διάφορον γὰρ ἕκαστος καὶ ποικίλον ἀναδέχεται λογισμὸν ὑπὸ τοῦ οἴνου κινούμενος· πολύστικτος γὰρ καὶ ἡ δορὰ τοῦ ζῴου)· μίαν δὲ βάκχην μανεῖσαν καὶ δράσασαν φόνον, τὴν Ἀγαυὴν μητέρα τοῦ Πενθέως (πολλοὶ γὰρ ὑπερμεθυσθέντες ἐτράπησαν εἰς φόνον)· γυμνὸν δὲ τὸν Διόνυσον διὰ
15τὴν ἀπὸ τοῦ οἴνου γινομένην φανέρωσιν τῶν πινόντων τοῦ λογισμοῦ· ποθῆσαι δὲ Ἀφροδίτην καὶ Ἀριάδνην (τοῖς γὰρ οἰνωθεῖσι παρέπεται πλείστη γυναικῶν ἐπιθυμία)· ἔχειν δὲ καὶ φαλακρόν τινα διὰ τὸ μάλιστα τὸν ἐγκέφαλον ἐρημοῦν καὶ βλάπτειν καὶ μαραίνειν τὸν πολὺν οἶνον, ὅθεν καὶ Μάρωνα προσηγόρευσαν· ἔχειν δὲ καὶ Πᾶνα, τουτέστιν αὐτὸ τὸ πᾶν, *διὰ τὸ πάντα* κρατεῖν τοῦ οἴνου τὴν δύναμιν, ἢ πάλιν διὰ τὴν διάφορον χροιὰν καὶ δύναμιν τοῦ οἴνου (καὶ γὰρ οὗτος
20πολυσχημάτιστος καὶ πολυχρώματος)· ὑπὸ πυρὸς δὲ κεραυνωθέντα καὶ ἐν μηρῷ βληθέντα, διότι πολλάκις ὁ οἶνος ἡλιαζόμενος τελειοῦται τῇ κράσει καὶ τῇ δυνάμει τοῖς κεράμοις κρυπτόμενος· τέσσαρας δὲ γυναῖκας εἶναι ἀδελφὰς διὰ τὸ τέσσαρας τροπὰς ἔχειν καὶ μεταβολὰς τὸν οἶνον. Ἄκουε δὲ καὶ περὶ τοῦ Πανός, ὅτι βούλονται αὐτὸν εἶναι τὸ πᾶν τοῦ κόσμου· δύο μὲν γὰρ κέρατα περιτιθέασι τῇ κεφαλῇ διὰ τὴν διπλῆν φύσιν τοῦ παντός· τὸ γὰρ πᾶν ἄρρεν καὶ θῆλυ
25τῶν κατὰ μέρος καθέστηκεν, ὥσπερ καὶ ἥλιος καὶ σελήνη (ὁ μὲν γάρ ἐστι παρεκτικὸς ἀντὶ σπέρματος τῶν ἰδίων φώτων πρὸς τὴν σελήνην, ἡ δὲ δεκτικὴ τούτων ὑπάρχει καθάπερ καὶ τὸ θῆλυ γένος), ἔτι γε μὴν ζωὴ καὶ θάνατος, γένεσις καὶ φθορά, ὡς δηλοῖ σελήνης τὰ φῶτα αὐξανόμενα καὶ μειούμενα καὶ ἡ σφαῖρα κινουμένη καθ’ ἑκάστην ἀπὸ ἀνατολῶν ἐπὶ δυσμάς, οἱ δὲ ἑπτὰ ἀστέρες ἐναντίαν ὁδὸν ἀπὸ δυσμῶν ἐπὶ ἀνατολάς, ὡς δεικνῦσι τοῦτο πλέον τῇ ὄψει
30πάντων τῶν κινουμένων ἀστέρων. ἔχειν δὲ καὶ τὸ σῶμα διφυές, τὸ μὲν ἄνω ἀνθρωποειδές, τὸ δὲ κάτω προβατοειδές, διότι καὶ τοῦ παντὸς τὸ μὲν ἄνω μέρος περιέχει λογικὰς δυνάμεις, τὸ δὲ κάτω καὶ ἀλόγους· μὴ ἠρεμεῖν δὲ τὴν στάσιν διὰ τὴν ἀεικινησίαν τῆς φορᾶς καὶ τὴν ῥευστὴν φύσιν τῆς ὕλης· πεφιληκέναι δὲ τὴν Ἠχώ· ποθεῖ γὰρ ἡ οὐρανία σφαῖρα τὴν ἐναρ‐
μόνιον κίνησιν καὶ τῇ ταύτης ἐφέσει κυκλοφορικῶς ἀεὶ φέρεται. Ἀναλογεῖ δὲ τῷ οἴνῳ τὸ6
35αἷμα κατὰ κρᾶσιν καὶ οὐσίαν· ὥσπερ γὰρ ἐξεθέμεθα τὸν οἶνον τετραμερῆ, τὸν αὐτὸν τρόπον καὶ τὸ αἷμα· ἔχει γὰρ τὸ ὑδατωδέστατον μέρος ὅπερ ἕλκουσιν οἱ νεφροί· ὁμοίως δὲ καὶ τὸ ἀναλογοῦν ὡς ἄνθος, ὅπερ ἕλκει ἡ χοληδόχος κύστις, καὶ τὸ παχὺ καὶ τρυγῶδες ὅπερ ὁ σπλὴν ἕλκει, καὶ αὐτὸ τὸ οἰνῶδες καὶ καθαρὸν τοῦ αἵματος ὅπερ ἀναδιδόμενον καθάπερ καὶ

3

.

18

οἶνος ἐν τῷ σώματι τρέφει τὰ μόρια. Διὰ τί τρωθεῖσα βάλανος καὶ γνάθου τὰ λεπτὰ οὐ κολλᾶται; Καθόλου ὅσα ἀπὸ σπέρματος γέγονεν, ἀπὸ φύσεως ταῦτα παλιγγενεσίαν οὐχ ὑπομένει τὴν αὐτήν, ὡς νεῦρον φλὲψ ὑμένες καὶ τὰ παραπλήσια· εἰκότως οὖν καὶ ταῦτα νευροειδῆ ὄντα τελείαν οὐχ ὑπομένει τὴν γένεσιν· τὰ μέντοι ἐξ ἀρχῆς ἐξ αἵματος διαπλασθέντα

3

.

19

πάλιν γεννᾶται τῷ διὰ παντὸς τοῦ βίου αἷμα κεκτῆσθαι σπέρμα δὲ οὔ. Διὰ τί τὰ γί‐ γαρτα καὶ τὰ σήσαμα καὶ αἱ κεγχραμίδες ὑγιῆ καταπινόμενα πάλιν ὠμὰ διὰ γαστρὸς ἐκκρίνεται; Ἢ διὰ τὴν πολλὴν σμικρότητα καὶ ξηρότητα οὐ πέττεται; ἢ ὅτι τὸ τέλειον περι‐ έχουσι τῆς γεννητικῆς σπορᾶς (διὸ καὶ σφαιροειδῆ), ὡς ἐπὶ τὸ πλεῖστον σῶα παραμένουσιν;
5τοῦτο γὰρ τὸ σχῆμα τελειότερόν ἐστι παρὰ τῷ θεῷ παρὰ πάντα τὰ σχήματα, λέγω δὴ

3

.

20

τετράγωνα κυβοειδῆ πυραμοειδῆ κυλινδροειδῆ ᾠοειδῆ φακοειδῆ καὶ τὰ ὅμοια. Διὰ τί ἐπὶ τῆς ἐμφράξεως τῶν κυρτῶν τοῦ ἥπατος ἡ κατακλεὶς κατασπᾶται; Ὅτι ἡ ἀπὸ τῶν κυρτῶν τοῦ ἥπατος στελεχιαία φλὲψ ἀνιοῦσα πρὸς τὴν κατακλεῖν ἀπὸ τῆς ἐμφράξεως καὶ πληρώσεως εὐρυνομένη τὸ μῆκος μειοῖ καὶ σπᾷ ἐπὶ τὸ κάτω, καθάπερ καὶ τὸ ἔντερον πληρούμενον σαρ‐
5κῶν ἢ ἄλλων σωμάτων τινῶν· αὕτη δὲ καθελκομένη συγκατασπᾷ καὶ τὴν κατακλεῖν καὶ οὕτω τὴν ὀδύνην ἐπιφέρει. Ἔχουσι δὲ ξηροβήχιον· ἡ γὰρ δυσκρασία τοῦ ἥπατος ἀνιοῦσα

3

.

21

πρὸς τὰ ἀναπνευστικὰ ἐπεγείρει ταῦτα πρὸς ἀπόκρισιν καὶ ποιεῖ ἐπ’ αὐτὰ βῆχα. Διὰ τί ἡ μήτρα παρὰ πάντα τὰ μόρια ἔνδοθεν τραχεῖα γέγονεν, ἐξοχὰς ἔχουσα ἃς καλοῦσι κοτυ‐ ληδόνας; Διὰ τὴν ἀντοχὴν τῶν σπερμάτων· πᾶν γὰρ ὑγρὸν εὐόλισθόν ἐστιν ἐν λείῳ σώματι· οὕτω γὰρ καὶ οἱ κονιῶντες τοὺς τοίχους προσκολάπτουσιν αὐτοὺς πρὸς τὸ τὰ κοιλώματα γί‐
5νεσθαι τῆς διαμονῆς τῶν κονιῶν ἀσφαλίσματα· τούτου γὰρ χάριν καὶ αὐτὸ τὸ σπέρμα

3

.

22

κολλῶδες κατεσκεύασεν ἡ φύσις πρὸς ἀντοχὴν τῆς διαμονῆς. Διὰ τί ἐν ἀρίστῳ πολλοὶ ὑπερπλησθέντες οὔρου καὶ αἰδεσθέντες ἐξουρῆσαι παρελύθησαν καὶ ἰσχουρίαν ὑπέμειναν; Ὅτι τῇ ὑπερπληρώσει σφόδρα διαταθεῖσα ἡ οὐρηδόχος κύστις καὶ ἄγαν ἐξογκωθεῖσα τὴν ἐν τῷ χιτῶνι κατὰ φύσιν ὑγρότητα ἐξέθλιψε καὶ διὰ τοῦτο κατεξήρανε ταύτην καὶ εἰς ξηρὰν
5δυσκρασίαν μετερρύθμισε καὶ οὐκέτι ἠδυνήθη συσταλῆναι, καθάπερ καὶ βύρσα ὑπερξηρανθεῖσα οὐκέτι ἐκταθῆναι ἠδυνήθη, εἰ μὴ ἐν ὑδρελαίῳ ἐνυγρανθείη. Ἡ δὲ στραγγουρία τὸ ἐναντίον, ἥ τις γίνεται διὰ παράλυσιν τοῦ μυὸς τοῦ κλείοντος τὸν τράχηλον τῆς οὐρηδόχου κύστεως ἢ δι’ ἕλκωσιν αὐτῆς ἢ διὰ λίθου παρουσίαν, δακνομένης ἢ βαρουμένης καὶ ἐρεθιζομένης ἐκκρίνειν αὐτὸ τὸ πρὸς ὀλίγον συναγόμενον οὖρον ἐν αὐτῇ. δυσουρία δὲ κοινόν ἐστιν ὄνομα, τουτέστι τὸ
10δυσχερῶς οὐρεῖν, ὡς δυσπεψία καὶ δυσηκοΐα καὶ δύσπνοια.7

4

.

1

Διὰ τί οἱ τὴν κάτω κοιλίαν ῥευματιζόμενοι κατάδιψοι γίνονται; Ὅτι τῶν ὑγρῶν κάτω

4

.

2

φερομένων ἀναξηραίνεται τὰ πρὸς τῷ στομάχῳ· κατὰ ξηρότητα δὲ τὸ δίψος. Διὰ τί δακρύουσιν οἱ λυπούμενοι; Ὅτι πνεύματος πάθος ἐστὶν ἡ λύπη· ἀνατρέχει οὖν ἐπὶ τὴν μή‐ νιγγα, καὶ ἀθρόως ἐκθλίβει τὸ παρακείμενον ὑγρόν. τὸ δ’ αὐτὸ καὶ τοῖς χαίρουσι γίγνεται.

4

.

3

Τίνι διαφέρει σπάδων εὐνούχου; Ὅτι ὁ μὲν εὐνοῦχος μειράκιον ὢν τῶν διδύμων ἐστέρηται,

4

.

4

ὁ δὲ σπάδων προκόψας ἤδη τὴν ἡλικίαν. Διὰ τί οἱ σπάδοντες οὐ φέρουσι γένεια; Ὅτι

4

.

5

ὑστερεῖ ἐπ’ αὐτῶν τὸ θερμόν, ὑπὸ δὲ θερμασίας αὔξονται αἱ τρίχες. Διὰ τί οἱ μὲν εὐνοῦ‐ χοι ὀξύφωνοι, οἱ δὲ γάλλοι οὔ; Ὅτι οἱ μὲν στενοὺς ἔχοντες τοὺς πόρους ἐκτέμνονται, οἱ δὲ ἤδη εὐρυτέρους ἀποκόπτονται· διὰ στενοῦ δὲ πνεῦμα φερόμενον λεπτὸν ἠχεῖ, δι’ εὐρυτέρου δὲ

4

.

6

βαρύτερον. Διὰ τί καὶ μετὰ τὴν ξηρὰν καὶ ὑγρὰν τροφὴν ἐρευγόμεθα; Ὅτι κτᾶται τού‐ τοις πνεῦμα. τῆς οὖν ἀσθενεστέρας τροφῆς κάτω χωριζομένης λεπτομερὲς ὂν τὸ πνεῦμα ἐπὶ

4

.

7

τοὺς ἄνω τόπους ἑαυτὸ κουφίζει. Διὰ τί πλέον τινές τινων συνουσιάζουσιν; Ὅτι μᾶλλόν

4

.

8

τινές τινων θερμότεροι. Διὰ τί οἱ ἀπὸ φωτὸς εἰς συνηρεφεῖς οἴκους εἰσελθόντες οὐχ ὁρῶσιν εὐθέως; Ὅτι τὸ μέλαν παχὺ ὂν ἀποκρύπτει τὴν βλεπτικὴν οὐσίαν ταύτην· ἐπιμείνασα γοῦν

4

.

9

ἀνύει. Διὰ τί αἱ γυναῖκες τὴν ὑστέραν παθοῦσαι παρακόπτουσιν; Ὅτι νευρώδης οὐσία,

4

.

10

ἔχει δὲ τὰς ἀρχὰς ἀπὸ στομάχου καὶ μηνίγγων, ὅθεν καταπέπλεκται. Διὰ τί ἔμμηνα γίνεται; Ὅτι ταῖς θηλείαις ἀργότερον βίον ζώσαις τὸ περίττωμα πολὺ πλέον, πολὺ δὲ τὸ αἷμα

4

.

11

πανταχοῦ. τὸ περισσὸν οὖν ἐκκρίνεται κουφισμοῦ χάριν. Διὰ τί ἐπὶ τοῖς λοιμοῖς ὡς ἐπὶ τὸ πλεῖστον ὀφθαλμίαι προκατάρχονται; Ὅτι τοῦ πνεύματος πεῖσίς ἐστιν ὁ λοιμός. τρο‐ πῆς οὖν περὶ αὐτὸ γινομένης ἄνω φερόμενον τὸ πνεῦμα τὴν ὅρασιν ταράσσει· ἐκεῖ γὰρ μᾶλ‐

4

.

12

λόν ἐστι λεπτὸν καὶ εὐρούστερον. Διὰ τί οἱ τρομικοὶ πίνοντες περιφέρονται; Ὅτι πολύ‐ θερμος ὁ οἶνος· πολὺς οὖν γενόμενος τοῖς νευρώδεσιν ὑπεισέρχεται καὶ ταράσσει τὸ πνεῦμα τὸ

4

.

13

ἐν αὐτοῖς, τοῦτο δὲ ἀπὸ μηνίγγων φέρεται. Διὰ τί τὰ μὲν ἄλογα ζῷα τεχθέντα περι‐ πατεῖ εὐθέως, οἱ δὲ ἄνθρωποι οὔ; Ὅτι ἐπὶ μὲν τῶν ἀλόγων ἴσον ἐν παντὶ μέρει τὸ θερμόν, ἐπὶ δὲ τῶν βρεφῶν πλεῖον περὶ τὴν κεφαλήν. ὅταν οὖν ὁμαλισθῇ πανταχοῦ τὸ θερμόν, ἀνί‐

4

.

14

στανται. Διὰ τί οἱ σπώμενοι πυρέξαντες ἀπαλλάσσονται τοῦ σπᾶσθαι; Ὅτι θλιβομένου τοῦ ἐν τοῖς νεύροις πνεύματος καὶ ψυχομένου ὁ σπασμὸς γίνεται, ὑπὸ θερμασίας δὲ λύεται,

4

.

15

θερμὸς δὲ ὁ πυρετός. Διὰ τί ἐπὶ ταῖς χολαῖς οἱ μέλαιναν χολὴν ἐμέσαντες κινδυνώδεις;

4

.

16

Ὅτι μηκέτι τῆς χολώδους ὑποστάσεως οὔσης τὸ ἀπὸ τοῦ ἥπατος αἷμα ἕλκεται. Διὰ τί
ἀπουρήσαντες ἀποπνέομεν; Ὅτι πληρωθεῖσα ἡ κύστις ὑποκείμενον τὸ ἀπηυθυσμένον ἔντερον8

4

.

17

θλίβει. ἀνεθείσης οὖν αὐτῆς τὸ ἐπισχεθὲν ἐν τῷ ἐντέρῳ πνεῦμα ὀλισθαίνει. Διὰ τί χασμη‐ σάμενοι ἢ πολὺ οὐρήσαντες ὑποφρίττομεν; Ὅτι τοῦ θερμοῦ πνεύματος μέρος τι συνεκτρέχει·

4

.

18

ἀκολούθως οὖν ἐκ παραδρομῆς ὑποψυχόμεθα. Διὰ τί ἐπὶ τῶν λευκῶν ἢ ἀλφῶν αἷμα οὐχ ὑπακούει κεντουμένων; Ὅτι ἐκ τῶν κατὰ τὴν ἐπιφάνειαν πόρων τὸ θερμὸν ὑποκεχώρη‐

4

.

19

κεν ἢ διέπνευσεν. Διὰ τί αἱ συλλαβοῦσαι κισσῶσιν; Ὅτι τῶν παρὰ φύσιν ἐστὶν ἡ σύλ‐ ληψις, τὸ δὲ πάθος περὶ τὴν μήτραν· νευρῶδες δὲ τὸ σπλάγχνον· στομάχου δὲ πάθος ἡ

4

.

20

κίσσα, ὥσπερ ὄρεξις καὶ ἀνορεξία. Διὰ τί οἱ τεταρταῖοι χρονιώτεροι τῶν ἄλλων τύπων; Ὅτι περὶ τὸ γεῶδες τοῦ σώματος σύγκριμα γίνεται, βαρὺ δὲ τὸ γεῶδες, ὅθεν βραδεῖς οἱ τε‐

4

.

21

ταρταῖοι. Διὰ τί τῶν περὶ τὰ ἄρθρα ἀποπρησθέντων οὐ κατουλοῦται τὰ ἔλκη; Ἐπί τινων τετήρηται τοῦτο, ὅτι πλείων ἐν τοῖς ἄρθροις ἡ ὕλη· φερομένη οὖν ἡ ὕλη ἐκεῖσε δριμυτέρα γίγνεται καὶ ἀναξηραίνει. Ἢ ὅτι τῶν ἄρθρων τὸ πέρας χόνδρος ἐστίν; ἀπολισθαίνουσα οὖν ἡ κατούλωσις

4

.

22

οὐ κρατεῖ. Διὰ τί τὸ ὄμβριον ὕδωρ ἐλαφρόν ἐστι, καίπερ ἀπὸ θαλάσσης ἁρπαζόμενον, ἔστι δὲ τοῦτο βαρύ; Ῥητέον ὅτι ἀναληφθὲν τοῦτο καὶ γυμνασθὲν ὑπὸ τοῦ πνεύματος λεπτύνεται καὶ ὑπὸ τοῦ περιέχοντος αὐτὸ ἀέρος γίνεται κοῦφον· τὸ δὲ κοῦφον ἄνω φερόμενον ἐκχεῖται κατὰ

4

.

23

πλείονα συναθροισμόν. Διὰ τί τὸ ψυχρὸν πολέμιον ὀστέοις ὀδοῦσι νεύροις; Ὅτι τῆς γεώ‐ δους συγκρίσεώς ἐστι ταῦτα πάντα, ψυχρὸν δὲ τὸ γεῶδες· ἐπιψυχόμενα οὖν βλάπτεται.

4

.

24

Διὰ τί ἡ χιὼν ψυχρὰ οὖσα καίει; Καθ’ ὑπερβολὴν πυκνώσεως· ἔμπυκνος γὰρ ἡ χιών, αἱ

4

.

25

δ’ ἀκρότητες ἰσότητες θερμή τε καὶ ψυχρά. Διὰ τί οἱ φρενιτικοὶ μὲν μικρόσφυκτοι, με‐ γαλόσφυκτοι δὲ οἱ ληθαργικοί; Ὅτι οἱ μὲν ἀραιουμένου τοῦ ἐν ταῖς μήνιγξι πνεύματος παρα‐

4

.

26

φέρονται, οἱ δὲ παχυνομένου βαρύνονται. Διὰ τί τινων πυρετῶν λυομένων ὑπὸ ἱδρῶτος οἱ καρδιακοὶ διαφοροῦνται; Ὅτι ἐφ’ ὧν μὲν διαπνεῖ τὰ νοσοποιοῦντα, ἐφ’ ὧν δὲ διαλύεται

4

.

27

τὸ σύγκριμα. Διὰ τί χειμῶνος πειναλέοι γινόμεθα μᾶλλον καὶ καταπέσσομεν τὴν τρο‐ φήν; Ὅτι πυκνουμένου τοῦ σώματος ἔξωθεν τὸ θερμὸν εἰς τὸ βάθος ἀποκλείεται· ὑπὸ θερ‐

4

.

28

μασίας δὲ ἡ τροφὴ πέσσεται. Διὰ τί οἱ πλείονα συνουσιάσαντες αἷμα ἔσθ’ ὅτε ἀποκρίνου‐ σιν; Ὅτι τῆς σπερματικῆς οὐσίας ἐκκενωθείσης προχειρότερον αἵματος ὑγρὸν οὐκ ἔστιν.

4

.

29

Διὰ τί τὸ μέλι τοῖς μὲν ἕλκεσι δριμὺ τυγχάνει, τῇ δὲ γεύσει γλυκύ; Ὅτι τοῖς ἕλκεσιν ἀνε‐ ξαμμένοις ἡ ἀπὸ τοῦ μέλιτος προσπίπτει λεπτότης, δριμὺ δὲ τὸ λεπτόν· ἡ δὲ γεῦσις ὑγρὰ

4

.

30

οὖσα τῆς ἐν τῷ μέλιτι λειότητος ἀντιλαμβάνεται. Διὰ τί τὰ νεῦρα νυσσόμενα μὲν φλεγ‐ μονὰς ἐπιφέρει, κοπτόμενα δὲ οὐκέτι; Ὅτι τὸ μὲν πνεῦμα διὰ στενῶν τῶν πόρων ἀνωμάλῳ
τῇ διαιρέσει προσπῖπτον ἀποστρέφεται καὶ εἰς αὑτὸ πιλοῦται, ἐπὶ δὲ τῆς τελείας διακοπῆς9

4

.

31

διαπνεῖ. Διὰ τί οἱ πρὸ τῆς σημασίας ἱδρῶτες χαλεποί; Ὅτι οἱ μὲν μετὰ τὴν ἐπισημα‐

4

.

32

σίαν γίνονται κατὰ ἄνεσιν, οἱ δὲ πρὸ τῶν ἐπισημασιῶν κατ’ ἔκθλιψιν. Διὰ τί οἱ νήστεις δυσῶδες ἔχουσι τὸ στόμα; Ὅτι τῆς ἐν τῷ στομάχῳ δριμύτητος μὴ κατακιρναμένης νεαρᾷ

4

.

33

τροφῇ ἡ ἀναθυμίασις ἀηδής. Διὰ τί ἐν ταῖς καρδίαις οὐδὲν γίνεται πάθος; Ὅτι διὰ τὴν

4

.

34

κυριότητα αὐτῆς φθάνει τοῦ πάθους ὁ κίνδυνος. Διὰ τί ἐν τοῖς αἰγιαλοῖς σκάψαντες γλυκὺ εὑρίσκομεν ὕδωρ; Ὅτι παχὺ τὸ τῆς θαλάσσης ὕδωρ, ἐκ πολλῶν συνεστός· τὸ λεπτομερὲς

4

.

35

οὖν αὐτῆς διὰ τῆς γῆς παρεισδύνει· γλυκὺ δὲ τὸ λεπτόν, ὥσπερ τὸ παχὺ ἁλμυρόν. Διὰ τί τὰ πυρίκαυστα δυσκατούλωτα; Ὅτι πάντες ἀθρόως ἀφανίζονται οἱ πόροι καὶ πάσχουσιν

4

.

36

ὅμοιον τῇ νεκρώσει, δυσέκπλυντος δὲ ἡ ἀποκεκλεισμένη κατ’ αὐτὰ ὕλη. Διὰ τί οἱ πρε‐ σβῦται φίλοινοι; Ὅτι χρόνῳ κατεψυγμένοι χρείαν ἔχουσι τοῦ θερμοῦ, θερμαντικὸς δὲ ὁ οἶνος.

4

.

37

Διὰ τί μᾶλλον τὰ δεξιὰ τῶν ἀριστερῶν εὐσαρκότερα; Ὅτι μᾶλλον αὐτῶν κινουμένων αἱ ὗλαι

4

.

38

συνεπιδιδόασιν. Διὰ τί ἐπὶ τῶν ἀριστερῶν ὤμων τὰ φορτία φέρομεν; Ὅτι τῶν ἀριστερῶν δυσκινήτων ὄντων πλείων ἡ ἐπιμονὴ τῆς ὕλης, ἐπὶ δὲ τῶν εὐκινητοτέρων ἐλάττων. Λοιπὸν τοίνυν περὶ τῶν κοινῶν συμπτωμάτων διελθεῖν καιρός (κοινὰ δὲ συμπτώματα λέ‐ γομεν ὅσα πάσαις ὡς ἐπὶ τὸ πολὺ συμβαίνει ταῖς ἡλικίαις), οἷον περὶ ἰλίγγων καὶ πταρμῶν
5καὶ χάσμης, ἔτι δὲ λυγμοῦ καὶ σκοτοδινήσεως ἐρευγμῶν τε καὶ τῶν τοιούτων ἁπάντων, αὐτά τε διὰ τί γίγνεται καὶ πῶς διατεθέντων τῶν σωμάτων καὶ διὰ τί τούτων ἔνια μέν ἐστιν ἀλλή‐ λων λύσις, ἔνια δ’ οὔ, καὶ ποίοις ἐργωδῶς γίγνεται· μετὰ δὲ ταῦτα περί τε φαλακρῶν καὶ μαδίσεως τριχῶν καὶ ὅλως διὰ τί αὔξονται καὶ φθείρονται τρίχες καὶ ὄνυχες καὶ κατὰ ποί‐ ους καιροὺς καὶ διὰ τί μέλαιναι καὶ πυρραὶ καὶ λευκαὶ γίνονται αἱ τρίχες· πρὸς δὲ τούτοις
10περί τε φωνῆς καὶ τῶν περὶ φωνὴν συμπτωμάτων, οἷον διὰ τί ὀξεῖαι καὶ βαρεῖαι γίγνονται καὶ πῶς ἀπορρήγνυνται καὶ διὰ τί ἔνιοι διὰ τῶν ῥινῶν φθέγγονται· καὶ πάλιν περὶ ἀκοῆς καὶ ὀσμῆς καὶ γέλωτος· εἶτα περὶ ναυτίας καὶ διὰ τί οἱ μὲν τοῦτο πάσχουσιν οἱ δὲ οὔ, καὶ ποῖοι μάλιστα.

4

.

39

Διὰ τί κάτω μὲν βλέποντες ἰλιγγιῶμεν ἀφ’ ὑψηλοῦ, ἄνω δὲ οὔ; Ἢ ὅτι ὁ μὲν ἰλιγγός ἐστι κινουμένου τοῦ ἄκρου τῆς ὄψεως οἷον τοῦ ἐν τῷ ἐγκεφάλῳ· ἰλιγγιῶμεν γὰρ ὅταν παρα‐ τρέχωσι πολλοί, ἂν τὴν ὄψιν ἐφ’ ἕκαστον ἐπιβάλλωμεν, ὑπὸ τῶν παρατρεχόντων κινουμένης τῆς ὄψεως. ὄντος δὲ τοιούτου τοῦ ἰλιγγιᾶν, ὅταν κάτω βλέπωμεν, ἐὰν μὲν ἀπὸ βραχέος, οὐκ
5ἰλιγγιῶμεν διὰ τὸ ἀπηρεῖσθαι τὴν ὄψιν· ἐὰν δ’ ὑψόθεν φερομένη κάτω ἡ ὄψις πρὶν ἀπερείσα‐ σθαι κινῆται, καὶ τὸ ἄκρον ἐκεῖνο κινεῖται· ἄνω δ’ ὅταν βλέπωμεν, ἀπερεισθήσεται †ἰοῦσά τε10

4

.

40

ᾗ ἥλιος φαίνεται. εἰκότως οὖν κάτω βλέπουσι γίνεται ἴλιγγος. Διὰ τί μόνον ὁ πταρμὸς ἡμῖν τῆς νυκτὸς οὐ γίνεται, τὰ δ’ ἄλλα ὡς εἰπεῖν ἅπαντα καὶ τῆς ἡμέρας καὶ τῆς νυκτός; Ἢ ὅτι ὁ μὲν πταρμὸς γίνεται ὑπὸ θερμοῦ τινος κινήσαντος τὸν τόπον τοῦτον ἀφ’ οὗ γίνεται; διὸ καὶ ἀνακύπτομεν πρὸς τὸν ἥλιον ὅταν βουλώμεθα πταρῆναι· καθευδόντων δὲ ἡμῶν ἀντιπεριίσταται
5τὸ θερμόν· διὸ καὶ γίγνεται τὰ κάτω θερμὰ τῶν καθευδόντων καὶ τὸ πνεῦμα πολύ. εἰκότως οὖν οὐ πταρνύμεθα. ἀπαλλαγέντος γὰρ τοῦ θερμοῦ ἐκ τῆς κεφαλῆς, ὃ κινεῖν πέφυκε τὸ ἐν‐ ταῦθα ὑγρόν (οὗ ἐξωθουμένου πέφυκεν ὁ πταρμὸς γίνεσθαι), καὶ τὸ συμβαῖνον πάθος εἰκὸς

4

.

41

μὴ γίνεσθαι. Διὰ τί τρίψαντες τὸν ὀφθαλμὸν παυόμεθα τῶν πταρμῶν; Ἢ ὅτι διαπνοὴ ταύτῃ γίνεται τῷ ὑγρῷ; δακρύει γὰρ ὁ ὀφθαλμὸς μετὰ τὴν τρῖψιν, ὁ δὲ πταρμὸς διὰ πλῆθος ὑγρό‐ τητος. Ἢ ὅτι τὸ ἔλαττον θερμὸν φθείρεται ὑπὸ τοῦ πλείονος, ὁ δὲ ὀφθαλμὸς τριφθεὶς πλείω λαμβάνει θερμότητα τῆς ἐν τῇ ῥινί; διὰ τοῦτο δὲ καὶ ἄν τις αὐτὴν τὴν ῥῖνα τρίψῃ, παύεται

4

.

42

ὁ πταρμός. Διὰ τί ἰλιγγιῶσιν εἴς τε ταὐτὸ βλέποντες κἂν κύκλον κινούμενον ἴδωσιν; ἄτο‐ πον γάρ τι τὴν ἠρεμίαν τῇ κινήσει ταὐτὸν ποιεῖν ἐναντία ὄντα. Ἢ ὅτι διίστησι καὶ ἡ στάσις τὰ ἐν τῷ κινεῖσθαι σωζόμενα; τῆς ὄψεως γὰρ στάσης, ἑνὸς μορίου, καὶ τὰ ἄλλα συνεχῆ ἐν τῷ ἐγκεφάλῳ ἵσταται· ὁ δὲ κυκεών, ὥσπερ καὶ Ἡράκλειτός φησιν, ἐὰν μή τις ταράττῃ, διί‐
5σταται. τοῦτο δὴ δεῖ νοῆσαι πάσχοντα καὶ τὰ ἐν τῇ κεφαλῇ· χωριϛὰ μὲν γὰρ καὶ ἠθροισμένα εἰς ταὐτὸ τὰ βαρέα βαρύνει καὶ ποιεῖ τὸν ἴλιγγον. ἡ μὲν οὖν ἠρεμία διὰ τοῦτο ποιεῖ ἴλιγγον· ἡ δὲ δίνησις τὰ βαρέα καὶ τὰ κοῦφα διίστησι, τὰ μὲν βαρέα εἰς τὸ μέσον, τὰ δὲ κοῦφα ἐπὶ τὸ ἔσχατον, δέον ἅμα τούτω εἶναι. διὰ τοῦτο καὶ τὸ κύπτειν ἰλίγγους ποιεῖ· χωρίζεται γὰρ τὰ μὲν βαρέα κάτω, τὰ δὲ ἐλαφρὰ ἄνω. φανερὸν δ’ ἐκ τούτων ὅτι †οὐδεμίαν κίνησιν τὰ ἐν τῇ κεφαλῇ

4

.

43

κινεῖται. Διὰ τί ἰλιγγιῶσι καὶ δι’ ἔνδειαν καὶ διὰ πλησμονήν; Ἢ ὅτι δι’ ἔνδειαν μὲν σύν‐ τηξις γίνεται εἰς τὰ κενά, διὰ πλήρωσιν δὲ περιττώσεως ὑπερβολὴ εἰς τοὺς πλήρεις πόρους,

4

.

44

ταῦτα δ’ ἀμφότερα βαρύνει καὶ ἐφίστησι τὰς περιόδους, τοῦτο δ’ ἐστὶν ἴλιγγος; Διὰ τί τὸ σκορδινᾶσθαι ἡδύ; Ἢ ὅτι ἐξ ὕπνου πνεῦμα τῇ διατάσει καὶ τῇ κινήσει ποιούμενον ἰὸν ὁμαλῶς διὰ τῶν ἄρθρων ἡδονὴν ποιεῖ; ὅτι δὲ πνεῦμα ποιεῖ, δῆλον· χασμὴν γὰρ ἅμα ποιεῖ.11

4

.

45

Διὰ τί ὁ πταρμὸς λυγμὸν μὲν παύει, ἐρευγμὸν δὲ οὐ παύει; Ἢ διότι οὐ τοῦ αὐτοῦ τόπου γέγονεν ἑκάτερον τὸ πάθος, ἀλλ’ ὁ μὲν ἐρευγμὸς κοιλίας, ὁ δὲ λυγμὸς τοῦ περὶ τὸν πνεύ‐ μονα κατάψυξις καὶ ἀπεψία πνεύματος καὶ ὑγροῦ, κοινωνοῦσι δὲ οἱ περὶ τὸν ἐγκέφαλον τόποι τῷ πνεύμονι; οἷον τοῖς τε ὠσί· φανερὸν δ’ ἐπεὶ ἅμα ἐνεοὶ καὶ κωφοὶ γίνονται, καὶ αἱ νόσοι
5ἀντιπεριίστανται αἱ τοῦ ὠτὸς εἰς τὰ τοῦ πνεύμονος πάθη, ἐνίοις δὲ σκαλεύουσι τὸ οὖς βῆχες γίνονται. τὸ δὲ ** περὶ τὸν πταρνύμενον τῆς ῥινὸς τόπον δηλοῖ ἡ ἀναπνοὴ κοινὴ οὖσα, ὥστε πτάρνυται μὲν θερμαινομένου, ταὐτὸ δὲ συμπάσχει ὁ κάτω τόπος. Ἡ δὲ θερμασία πέττει· διὸ ὄξος μὲν παύει λυγμὸν καὶ ἀπνευστισμοὶ ἐὰν ἠρεμαία ἡ λὺγξ ᾖ· ἐκθερμαίνει γὰρ τὸ πνεῦμα τὸ κατεχόμενον, ὥστε καὶ ἐν τῷ πταρμῷ ἥ τε κατάσχεσις γενομένη τοῦ πνεύματος
10τοῦτο ποιεῖ, καὶ τότε ἀθρόως ἔκπνευσις γίνεται καὶ τοῦ κάτω τόπου· ἀδύνατον γὰρ πταρῆναι *μὴ* ἐκπνέοντα. ἡ οὖν ὁρμὴ ῥηγνύει τὸ ἐγκατειλημμένον πνεῦμα ὃ ποιεῖ τὸν λυγμόν.

4

.

46

Διὰ τί χασμησαμένου τινὸς ἀντιχασμῶνται, καὶ ὅταν οὐροῦντα ἴδωσιν, οὐροῦσι, καὶ μάλιστα τὰ ὑποζύγια; Ἢ διὰ τὴν μνήμην; ὅταν γὰρ μνησθῇ, κινεῖται τοῦτο τὸ μέρος. τοῖς μὲν οὖν ἀνθρώποις διὰ τὸ εὐαισθητοτέρους εἶναι ἰδοῦσιν εὐθὺς συμβαίνει κινεῖσθαι καὶ ἀναμιμνήσκεσθαι, τοῖς δὲ ὑποζυγίοις οὐκ αὔταρκες τὸ ἰδεῖν, ἀλλὰ προσδέονται καὶ ἄλλης αἰσθήσεως· διὸ καὶ
5ὀσφρηθέντα, ὅτι εὐκινητοτέρα αὕτη ἡ αἴσθησις τοῖς ἄνευ λόγου. καὶ διὰ τοῦτο εἰς τὸν *αὐτὸν* τόπον ἅπαντα οὐρεῖ, ὅπῃ τὰ πρῶτα οὔρησεν· τότε γὰρ μάλιστα κινοῦνται ὅταν ὀσφρανθῶσιν·

4

.

47

ὀσφραίνονται δ’ ὅταν πλησιάσωσιν. Διὰ τί πτάρνυνται μᾶλλον πρὸς τὸν ἥλιον βλέποντες καὶ κινοῦντες κάρφει τοὺς μυκτῆρας; Ἢ ὅτι ὅ τε ἥλιος θερμαίνει καὶ τὸ κάρφος τῇ κινήσει, θερμαινομένου δὲ τοῦ ὑγροῦ πνεῦμα γιγνόμενον ἐκπίπτει θᾶττον (οὐ γὰρ δύναται ὁ ἴσος τόπος

4

.

48

πλείω γιγνόμενον τὸν ὄγκον στέγειν), ἡ δὲ ἔκπτωσις πταρμὸς καλεῖται; Διὰ τί ἐν τῷ χειμῶνι ἀναπνέουσιν ἐλαττονάκις; Ἢ ὅτι ἐν μὲν τῷ θέρει ὁ ἀναπνεόμενος ἀὴρ διὰ τὴν ἀλέαν οὐχ ἱκανῶς καταψύχει, εἶτα πάλιν δεῖται τοῦ καταψύχοντος, διὸ ἀναπνεῖ ταχύ (τοῦτο δὲ αἴτιον καὶ τοῦ περὶ τὰς τελευτὰς ἀναπνεῖν ταχύ· διὰ γὰρ τὴν ἀδυναμίαν τῆς ὁλκῆς τοῦτο
5γίνεται· ὀλίγος γὰρ ἑλκυσθεὶς οὐ διαψύχει, ὀλίγος δ’ εἰσέρχεται δι’ ἀσθένειαν τῆς σπάσεως)·

4

.

49

ἐν δὲ τῷ χειμῶνι τοὐναντίον; ἡ γὰρ ὥρα συγκαταψύχει. Διὰ τί ἀνισταμένοις ἴλιγγος μᾶλλον γίνεται ἢ καθίζουσιν; Ἢ διότι ἠρεμοῦσιν αὐτοῖς τὸ ὑγρὸν συνίσταται ἐν τῇ κεφαλῇ
πλέον, κινουμένοις δὲ γίγνεται δῆλον καὶ ποιεῖ τὸν ἴλιγγον εἰς ἓν μόριον ἀθρόον ἀποκλῖναν (διὸ καὶ τὰ ὠμὰ ᾠὰ οὐ δύναται δινεῖσθαι, ἀλλὰ καταπίπτει)· κινουμένων δὲ τὸ ὑγρὸν ὁμοίως ἔχει;12
5ἀνίστανται μὲν οὖν ἠρεμήσαντες ὅτε οὕτω διάκεινται· καθιζάνουσι δὲ ἐν κινήσει γενόμενοι

4

.

50

ὅτε ὁμαλῶς ἔχει τὸ ὑγρὸν καὶ ἐσκέδασται. Διὰ τί τῶν μὲν ἄλλων πνευμάτων αἱ διέξοδοι οἷον φύσης καὶ ἐρευγμοῦ οὐχ ἱεραί, ἡ δὲ τοῦ πταρμοῦ μόνη; Πότερον ὅτι τριῶν ὄντων τόπων, κεφαλῆς καὶ θώρακος καὶ τῆς κάτω κοιλίας, ἡ κεφαλὴ θειότατον, (ἔστι *δὲ* φῦσα μὲν [ἀπὸ] τῆς κάτω κοιλίας πνεῦμα, ἐρευγμὸς δὲ τῆς ἄνω, ὁ δὲ πταρμὸς τῆς κεφαλῆς), διὰ δὲ τὸ
5ἱερώτατον εἶναι τόπον καὶ τὸ πνεῦμα τὸ ἐντεῦθεν ὡς ἱερὸν προσκυνοῦσιν; Ἢ ὅτι τὰ πνεύματα σημαίνει τοὺς εἰρημένους τόπους βέλτιον ἔχειν, ὡς ἐπὶ τὸ πολὺ μὴ διαχωρούντων (κουφίζει γὰρ τὸ πνεῦμα διεξιόν), ὥστε καὶ ὁ πταρμὸς τὸν περὶ τὴν κεφαλὴν τόπον ὅτι ὑγιαίνει καὶ δύναται πέττειν; ὅταν γὰρ κρατήσῃ ἡ ἐν τῇ κεφαλῇ θερμότης τὴν ὑγρότητα, τὸ πνεῦμα τότε γίνεται πταρμός· διὸ καὶ τοὺς ἐκθνήσκοντας κρίνουσι πταρμικῷ, ὡς ἂν μὴ
10τούτῳ δύνωνται πάσχειν, ἀσώτους εἶναι. ὥστε σημεῖον ὑπὲρ τοῦ ἀρίστου τόπου καὶ

4

.

51

ἱερωτάτου προσκυνοῦσιν ὡς ἱερόν, καὶ φήμην ἀγαθὴν ποιοῦνται. Διὰ τί ὁ ἄνθρω‐ πος μᾶλλον πτάρνυται τῶν ἀλόγων ζῴων; Πότερον ὅτι τοὺς πόρους εὐρεῖς ἔχει δι’ ὧν τὸ πνεῦμα καὶ ἡ ῥύμη εἰσέρχεται; τούτοις γὰρ πληρουμένοις πνεύματος πτάρνυται. ὅτι δ’ εὐρεῖς, σημεῖον ὅτι ἥκιστα ὀσφραντικὸν τῶν ἄλλων ζῴων· ἀκριβέστεροι δ’ οἱ λεπτόποροι.
5εἰ *οὖν εἰς* μὲν τοὺς εὐρεῖς πλέον καὶ πλεονάκις εἰσέρχεται τὸ ὑγρόν, οὗ πνευματουμένου ὁ πταρμὸς γίνεται (τοιούτους δὲ μάλιστα τῶν ζῴων οἱ ἄνθρωποι ἔχουσι), πλειστάκις ἂν πταρνῦντο εἰκότως. Ἢ ὅτι ἐλάχιστοι οἱ μυκτῆρες, ὥστε τὸ θερμανθὲν ὑγρὸν ταχὺ ἐξιέναι δύνασθαι πνεῦμα

4

.

52

γενόμενον, ἐν δὲ τοῖς ἄλλοις διὰ τὸ μῆκος καταψύχεται πρότερον; Διὰ τί οἱ πρεσβῦται χα‐ λεπῶς πτάρνυνται; Πότερον ὅτι οἱ πόροι συμπεπτώκασι δι’ ὧν τὸ πνεῦμα ἐκκρίνεται; Ἢ τῷ

4

.

53

ἀδυνατεῖν ἄνω βλέπειν ῥᾳδίως, βίᾳ ἀφιᾶσι κάτω; Διὰ τί, ἐάν τις ἀπνευστιάζῃ, ἡ λὺγξ παύεται; Ἢ διότι ἡ μὲν λὺγξ ἀπὸ καταψύξεως γίνεται (διὸ καὶ οἱ φοβούμενοι καὶ οἱ ῥιγῶντες

4

.

54

λύζουσι), κατεχόμενον δὲ τὸ πνεῦμα ἐκθερμαίνει τὸν ἐντὸς τόπον; Διὰ τί τῶν τετελευτηκότων οἱ ὄνυχες ταὶ αἱ τρίχες αὔξονται ἐπί τινα χρόνον, καὶ τῶν πρεσβυτῶν; Ἢ διότι τῶν περὶ τὸ
σῶμα ἀπαθέστατα ταῦτ’ ἐστίν (ὕστερον οὖν τὸ πάθος τοῦ συμπτώματος), ἐπί τινα χρόνον13

4

.

55

αὔξεται; Διὰ τί ποτε αἱ ἐν τῷ πώγωνι τρίχες βραδύτερον παραγινόμεναι θᾶττον φθείρονται; Ἢ διότι ὡς ἐπὶ τὸ πολὺ αἱ ἐν τῷ πώγωνι τρίχες πυρρότεραι τῶν ἐν τῇ κεφαλῇ γίνονται; ἐλάττων οὖν ἡ μετάβασις ἐκ τῆς πυρρᾶς τριχὸς εἰς τὴν λευκὴν ἢ ἐκ τῆς μελαίνης. Ἢ ὅτι τὰ ἐκ κεφαλῆς ῥεύματα πάντα εἰς τὸ στόμα φέρεται καὶ εἰς τοῦτον τὸν τόπον; διὸ ἀσθενεστέρα
5ἡ θρὶξ γίνεται· διὰ τὴν ἀσθένειαν οὖν μᾶλλον πολιοῦται. Εἶτα τριχὸς οὐχ αὕτη ἐστι διαφορὰ μόνον, ἀλλὰ καὶ τὸ ἐκρεῖν ἐν τῇ κεφαλῇ μᾶλλον ἢ ἐν τῷ πώγωνι ἐγγίνεται· φαλακροὶ γὰρ

4

.

56

τὴν κεφαλὴν τελέως γίγνονται. Διὰ τί ὁ πώγων ὡς ἐπὶ τὸ πολὺ καὶ μᾶλλον καὶ πρότερον πολιοῦται τῆς κεφαλῆς ὕστερος γιγνόμενος; Ἢ ὅτι ἡ πολιὰ δι’ ἀσθένειαν παραγίνεται τόπου καὶ τροφῆς, ὥστε ὅπου τοιαῦται αἱ τρίχες, καὶ ὅστις μάλιστα τοιοῦτος τόπος, οὗτος ἂν μά‐ λιστα [πλεῖστα] πολιοῖτο· αἱ δ’ ἐν τῷ γενείῳ τρίχες τοιαῦται, καὶ ὁ τόπος τοιοῦτος; σημεῖον
5δὲ καὶ τὸ θῆλυ· ἐνταῦθα γὰρ μόνον τρίχας ἁπλῶς οὐκ ἔχει, ἐπὶ δὲ τῆς ἥβης καὶ ἐν ταῖς μασχάλαις ἔχει· καὶ οἱ τὴν γένεσιν διαφθειρόμενοι μάλιστα κυρίως τοῦτο ἐπιτηροῦνται. ὥστε ὅσοι πολιοῦνται, διὰ τοῦτο τὸν πώγωνα πολιώτατοι γίνονται· πρῶτος γὰρ δι’ ἀσθένειαν μάλιστα

4

.

57

πάσχει. Διὰ τί αἱ ἐν τῇ ἥβῃ τρίχες βραδύτεραί εἰσι καὶ ἧττον αὔξονται τῶν ἐν τῷ πώγωνι πρότερον γινόμεναι καὶ ἐν ὑγροτέρῳ τόπῳ οὖσαι; Διότι ὁ τόπος ἀραιὸς ὁ περὶ τὴν ἥβην ἐστὶ καὶ ὑγρός, ὥστε ἀεὶ μὲν ἔχει τροφήν (διὸ οὐκ ἐκλείπει), ἀλλ’ ὀλίγην· οὐ γὰρ ὑπο‐ μένει †ὡς αὐξητέον. ὅτι δ’ ἀραιὸς ὁ τόπος, τοῦτο δηλοῖ ὁ γινόμενος ὄγκος τῶν αἰδοίων· ὁ δὲ τοῦ

4

.

58

γενείου ἧττον τοιοῦτος. Διὰ τί ἐν τοῖς ἐπὶ τῶν ποδῶν ὄνυξι τὰ λευκὰ σημεῖα οὐκ ἐγγίνεται ὥσπερ ἐπὶ τοῖς τῶν χειρῶν, ἃ καλοῦσιν οἱ μὲν ἐραστάς, οἱ δὲ ψεύδη; Ἢ διότι τῷ βραδέως αὐξάνεσθαι τοὺς ἐπὶ τῶν ποδῶν ὄνυχας ταχὺ μελαίνεται πρὶν κινηθῆναι καὶ αὐξηθῆναι [ἐπεὶ δῆλον] τὸ ἐπὸν ἐπὶ τοῦ δέρματος, τοῦτο δ’ ἐστὶ τὰ λευκὰ σημεῖα, ἅπερ ἐν τοῖς ἄνω ὄνυξι [τὰ

4

.

59

λευκὰ] φαίνονται· οἱ δ’ ἐπὶ τῶν χειρῶν ταχὺ αὔξονται. Διὰ τί οἱ τῶν γερόντων ὄνυχες σκληρότεροι ἢ οἱ τῶν νεωτέρων εἰσίν, αὔξονται δὲ θᾶττον; Ἢ σκληρότεροι μὲν διότι καὶ τὸ δέρμα σκληρότερον καὶ τὰ ὀστᾶ καὶ ὅλα τὰ γεώδη διὰ τὸ ἐξανηλῶσθαι τὸ ὑγρόν, ὁ δὲ ὄνυξ τοιούτου γένους ἐστί· θᾶττον δὲ αὐξάνεται, διότι πλείονα τροφὴν λαμβάνει; πλεῖον μὲν γὰρ τό γε
5περίττωμα τὸ γεῶδες ἐν τῷ γήρᾳ, ἐκ δὲ τῶν τοιούτων περιττωμάτων τρέφονται τρίχες καὶ

4

.

60

ὄνυχες. Ἢ ὅτι καὶ τὰ μὲν ὀστᾶ μέχρι τινὸς αὐξάνεται, τὰ δὲ οὔ; Διὰ τί οἱ τοῦ ἀνθρώ‐ που ὄνυχες μαλακώτατοι; Πότερον ὅτι καὶ τὸ δέρμα, οἱ δ’ ὄνυχες ἐκ τοῦ δέρματος γίνονται; Ἢ ὅτι τοῖς ἄλλοις ἄλλοι ὄνυχες· ὅσοις οὖν σκληρότεροι, τούτοις χρήσιμοί εἰσι μᾶλλον;

4

.

61

Διὰ τί οἱ ἐκ γενετῆς τυφλοὶ οὐ γίνονται φαλακροί; Πότερον ὅτι μεθέστηκεν ἡ θερμότης πηρω‐ θέντων τῶν ὀμμάτων εἰς τὸν πλησίον τόπον· οὐκοῦν οὐ καταψύχεται ὁ τόπος, ἀλλ’ ἀεὶ ἔχει τροφήν· ἡ δὲ φαλακρότης ἀπὸ ψύξεως; Ἢ διότι ποτὲ μὲν ὁ τόπος ἔχει θερμότητα, ὥστε ἀναλίσκειν τὴν τροφὴν καὶ οὐ γίνεσθαι ἐν τῷ ἔμπροσθεν περίττωμα· πηρωθέντων δὲ κατέψυκται,14

4

.

62

ὥστε πολὺ τὸ περίττωμα ἐν τῷ τόπῳ, αἱ δὲ τρίχες γίνονται ἀπὸ περιττώματος; Διὰ τί ὁ μὲν πώγων γίνεται πυρρὸς ἄνευ τῆς κεφαλῆς, ἡ δὲ κεφαλὴ πυρρὰ ἄνευ τοῦ πώγωνος οὐ γίνεται; Ἢ διότι αἵ τε πυρραὶ τρίχες δι’ ἀσθένειαν γίνονται, καὶ αἱ ἐν τῷ πώγωνί εἰσι τρίχες ἀσθενέστεραι φύσει; σημεῖον δέ· ἀγένειοι γὰρ *οὐ* γίνονται ἀλλ’ ἢ ὀψὲ φαλακροί. δῆλον
5οὖν ὡς ὁ τόπος οὐ δύναται φέρειν· διὸ ἐὰν μὲν καὶ ὁ ἰσχυρότερος πυρρὰς φέρῃ, καὶ τὸν

4

.

63

ἀσθενέστερον ἀνάγκη· ἐὰν δὲ οὗτος, οὔπω ἀνάγκη καὶ τὸν ἰσχυρότερον. Διὰ τί αἱ μακραὶ τρίχες ῥέουσιν; Ἢ διότι μοχλὸς μὲν ἡ θρίξ, ὑπομόχλιον δὲ τὸ δέρμα γίνεται, εὐκίνητα δὲ τὰ πλέον ἀπέχοντα τοῦ ὑπομοχλίου καὶ ὅλως τοῦ ἠρεμοῦντος; δῆλα δὲ ταῦτα ἐν τοῖς Μηχανικοῖς.

4

.

64

Διὰ τί αἱ ἐν ταῖς βλεφαρίσι τρίχες οὐ γίνονται πολιαί; *Πότερον ἐκ ποιότητος τῆς τροφῆς* τῆς περὶ τοὺς ὀφθαλμούς; σημεῖον δέ· πίων ἡ σὰρξ γίνεται· ἀπὸ δὲ τῆς τοιαύτης τροφῆς εὐλόγως οὐκ αὔξεται ἐπὶ πολὺ ἡ θρὶξ αὐταῖς (ἐκ γὰρ τῶν γεωδῶν γίνεται περιττωμάτων)· οὔτε

4

.

65

πολιοῦται· φθορᾷ γάρ τινι καὶ φαυλότητι τῆς τροφῆς πολιοῦσθαι συμβαίνει. Διὰ τί οἱ ἐπὶ τῶν χειρῶν ὄνυχες θᾶττον αὐξάνονται ἢ οἱ ἐπὶ τῶν ποδῶν; Ἢ ὅτι εἰς τὰ ἄνω ἡ αὔξησις μᾶλλον χωρεῖ; διὸ καὶ αἱ τρίχες μᾶλλον αὐξάνονται ἄνωθεν ἐπὶ τοῦ γενείου ἢ ἐπὶ τῆς ἥβης. Ἢ διότι ἐν ἀλέᾳ μὲν αἱ χεῖρες, οἱ δὲ ἐν ψύξει, αὔξεται δὲ τὰ ἀλεαινόμενα μᾶλλον πάντα;
5Ἢ ὅτι θερμότεραι αἱ χεῖρες καὶ ὑγρότεραι, οἱ δὲ πόδες ψυχρότατοι τοῦ σώματος, καὶ τὰ τοιαῦτα μέρη τῶν ἄλλων, λέγω δ’ οἷον τρίχες τε καὶ ὄνυχες; διὰ τοῦτο οὖν αὐτὸ τὸ καὶ

4

.

66

ψυχροὶ καὶ ἐν ψυχρῷ τόπῳ εἶναι δυσαυξεῖς εἰσιν· οἱ δ’ ἐπὶ τῶν χειρῶν τοὐναντίον. Διὰ τί αἱ τρίχες οὖλαι γίνονται; Ἢ ὅτι δύο φορὰς φέρονται, †κρατουμένης δ’ ἔσωθεν φορᾶς **.

4

.

67

*Ἢ ὑπὸ* τῆς ἐν τῷ περιέχοντι θερμότητος; διὸ καὶ οἱ Αἰθίοπες τοιοῦτοι. Διὰ τί ἐν τοῖς πυρικαύστοις τρίχες οὐ φύονται; Πότερον ὅτι πυκνὸν τὸ δέρμα γίνεται, δεῖ δὲ ἀραιὸν εἶναι,

4

.

68

ᾗπερ ἐκφύεται θρίξ; Διὰ τί αἱ παχεῖαι τρίχες οὐ γίνονται μακραί; Ἢ ὅτι ἡ εἰς τὸ μῆκος αὔξησις εἰς τὸ πάχος ἀναλίσκεται; Ἢ ὅτι αἱ παχεῖαι σκληραί εἰσι, τὸ δὲ σκληρὸν δυσκίνητον ἐπὶ τὴν αὔξησιν, ἐπεὶ [σκληρὰς] διὰ τὸ γεῶδες συμβαίνει, ἡ δὲ γεώδης τροφὴ οὐ θέλει ἄνω
πέμπεσθαι· διὰ βραχύτητα οὖν τῆς κινήσεως τῷ αὔξοντι θερμῷ φθάνει καταλαμβανομένη ἡ15

4

.

69

ἑτέρα ὑπὸ τῆς ἑτέρας, ὥστε εἰς βάθος καὶ πλάτος αὔξεσθαι καὶ οὐκ εἰς μῆκος; Διὰ τί δὲ πυκνότεραι τῶν λεπτῶν αἱ παχεῖαι; Πότερον ὅτι φαίνονται διὰ τὸ πάχος; ἔλαττον γὰρ τῶν ἴσων τὸ μεταξὺ φαίνεται. Ἢ διὰ τὸ βραδέως εἰς μῆκος αὔξεσθαι κατὰ πλείους τόπους ἡ

4

.

70

τροφὴ ἀνατέλλει ἐπιβιβαζομένη ἐντός, οὐ ταχὺ ὑπεξαγούσης τῆς ἔξω εἰς τὸ ἄνω; Διὰ τί αἱ σκολιαὶ τρίχες, ὅταν πάθωσιν, ἂν εἰς τοὐναντίον ἔλθῃ, τοσοῦτον μᾶλλον εἰς τὴν φύσιν καθί‐

4

.

71

στανται; Ὅτι ἐκείνων ἡ φύσις σκολιά, τοῦ δ’ εὐθὺ ἐναντίον. Διὰ τί οὐκ ἐν τοῖς ὀστώδεσι λεπτότεραι αἱ τρίχες; Ἢ ὅτι παχὺ τὸ δέρμα ταύτῃ, ἐκ δὲ τοῦ παχέος παχύτεραι γίνονται.

4

.

72

Διὰ τί αἱ πυρραὶ τρίχες μελάντεραι γίνονται πυρούμεναι; Ἢ διότι πέττεται μᾶλλον ἐν ὀλίγῳ τὸ ὑγρὸν γινόμενον ὑπὸ τῆς ἐνούσης ἐν τῇ ἀρχῇ θερμότητος· ἔστι δ’ ἡ μὲν πυρρὰ ἐκ νοσούσης,

4

.

73

ἡ δὲ μέλαινα ἐξ ὑγιοῦς τροφῆς; Διὰ τί Αἰθίοπες μὲν οὐλότριχες, Σκύθαι δὲ καὶ οἱ πρὸς ἄρκτον εὐθύτριχες; Ἢ διότι ξηραινομένη ἡ θρὶξ ὑπὸ τοῦ ἡλίου συγκάμπτεται ὥσπερ καὶ τὰ ἄλλα, οἱ δὲ Αἰθίοπες πρὸς τῷ ἡλίῳ καὶ ἐν ὑπερβολῇ θερμοῦ διατελοῦσιν· οἱ δὲ Σκύθαι ἐν ψυχρῷ τόπῳ, οὗπερ τὸ ὑγρὸν τὸ ἐν ταῖς θριξὶν οὐκ ἐξατμίζει ὁ ἥλιος, ὥστε οὐδὲ συγκάμπτον‐
5ται; ἐπεὶ οὖν ἀνάγκη ἢ κεκλασμένας εἶναι ἢ εὐθείας, εἰ μὴ κεκλασμέναι, εὐθεῖαι ἔσονται.

4

.

74

Διὰ τί τοῖς τε ἀσθενοῦσι καὶ τοῖς πρεσβύταις τὸ μὲν ἄλλο σῶμα φθίνει, οἱ δὲ ὄνυχες καὶ αἱ τρίχες αὔξονται; Ἢ ἐπειδὴ τῆς τροφῆς ἡ μὲν εἰς σάρκας, ἡ δὲ εἰς χολήν, ἡ δὲ εἰς τὰ λεπτομερῆ διαδίδωσιν· ὅσα μὲν οὖν θερμὰ καὶ ἰσχυρὰ σώματα, εἰς χολὴν δύνανται καὶ εἰς αἷμα διδόναι τὴν τροφήν, τὰ δ’ ἀσθενῆ εἰς ταῦτα μὲν οὔ, εἰς δὲ τὰ ἐλαχίστης δεόμενα τροφῆς οἷον ὄνυχάς
5τε καὶ τρίχας; ὥσπερ καὶ τοὺς Ἰλλυριοὺς λέγουσιν ἐξυρημένους ἐν ταῖς μάχαις καὶ ἀποθα‐ νόντας ἐν ὀλίγαις ἡμέραις δασείας τὰς κεφαλὰς ἔχειν, ὡς φθίνοντα τὰ σώματα εἰς ταῦτα τὴν

4

.

75

τροφὴν διέδωκεν. Διὰ τί αἱ ἐν τοῖς ποσὶ τρίχες ἥκιστα πολιοῦνται ἢ ὀψὲ λευκαίνονται τοῖς πολλὰ ἔτη ζῶσι; Πότερον ὅτι αἱ ἐν τῷ προσώπῳ πρότεραι πολιοῦνται ἤπερ αἱ ἐν τῇ κεφαλῇ ἢ αἱ ἐν τῷ γενείῳ, ἐναντιώτατος δὲ ὁ τόπος ὁ ἄνω τῷ κάτω, ἐν δὲ τοῖς ἐναντίοις εὔλογον ἐναντίον συμβαίνειν; Ἢ διότι ἡ πολιὰ δοκεῖ γήρως εἶναι σημεῖον, τὸ δὲ γῆρας φθίσις τις καὶ ἔκλειψις
5θερμότητος; Ὁ μὲν οὖν τρόπος, διότι γίνονται πολιαί, ἄλλου λόγου· ἀλλὰ τὸ γένος τῆς αἰτίας τοῦ πάθους τούτου συμβαίνει πρεσβυτέρων γενομένων καὶ τῷ τὸ θερμὸν ὑπονοστεῖν· διὸ καὶ
*ῥυτιδοῦται τὰ* πρόσωπα καὶ τὰ αἵματα παύεται [τὰ] ἐκ τῶν ῥινῶν ῥέοντα, αἱ δὲ κνῆμαι ἐξικμεῖς τῶν πρεσβυτῶν καὶ αἱμορροΐδες γίνονται. εἰ οὖν ἡ μὲν πολιὰ ἐνδείᾳ γίνεται ὑγρᾶς θερμότητος, εἰς δὲ τοὺς πόδας κατέρχεται ἡ τοιαύτη δύναμις, ὥσπερ καὶ αἱ ἐν τῇ ἥβῃ ὕστερον16
10πολιοῦνται τῶν ἄνω, ἔτι καὶ αἱ ἐν τοῖς ποσὶ μᾶλλον τούτων· ὅταν δὲ ἐκ παντὸς ἐξικμασθῇ ἡ ὑγρὰ θερμότης διὰ τὸ πλῆθος τῶν ἐτῶν, τότε καὶ αἱ ἐν τοῖς ποσὶ τρίχες γίνονται λευκαί.

4

.

76

Διὰ τί τὰ μὲν ἔρια τῷ ἐλαίῳ ῥαινόμενα λευκότερα γίνεται, αἱ δὲ τρίχες τῶν ἀλειφομένων μελάντεραί εἰσι (καὶ γὰρ τὰ ἔρια τρίχες); Ἢ ὅτι τὰ μὲν ῥυπαρὰ ξανθότερα γίνεται, αἱ δὲ τρίχες ξηραινόμεναι καὶ ἀπιόντος τοῦ ἐν αὐταῖς ὑγροῦ λευκαίνονται; τὸ οὖν ἔλαιον κωλύει· ἥκιστα γὰρ ξηραίνονται. ἐπὶ δὲ τούτῳ ἀνομοίως συμβαίνει ἐχούσας προβάλλειν τὰς τρίχας,

4

.

77

ἀλλὰ τὰς μὲν ἔτι ζώσας ἐν τῷ σώματι, τὰ δ’ ἔρια ἀφῃρημένα. Διὰ τί τῶν μὲν προ‐ βάτων μαλακώτεραι αἱ τρίχες ἀναφύονται τιλλομένων, τῶν δ’ ἀνθρώπων σκληρότεραι; Ἢ ὅτι αἱ μὲν **. ** παχύνονται ὅσῳ ἂν μακρότεραι γένωνται, ἀποψύχει γὰρ δι’ ἀσθένειαν τοῦ θερμοῦ τοῦ ἐν αὐταῖς ὁ ἀὴρ ὁ κύκλῳ, καὶ μᾶλλον ὅσῳ ἂν πορρωτέρω τοῦ οἰκείου θερμοῦ γί‐
5νωνται, ὥστε ἐπιτελοῦνται· αὐξανόμεναι δὲ διὰ μὲν παχύτητα πλέον ἔχουσι τὸ θερμόν, διὰ

4

.

78

δὲ τὸ λίαν ἀποξηραίνεσθαι †ῥέοντα εἰ μή τι κωλύει, λεπτότεραι ἔτι διὰ τὴν αὔξησιν; Διὰ τί τοὺς κροτάφους πολιοῦνται μὲν τάχιστα, φαλακροὶ δὲ ἥκιστα γίνονται, καίτοι μηδέτερον ἢ ἄμφω ἔδει; Ἢ ὅτι ἡ μὲν πολιὰ γίνεται τῷ ποιάν τινα εἶναι τὴν τροφὴν τὴν εἰς τὰς τρίχας διδομένην, ἡ δὲ φαλακρότης τῷ ποσήν; ὅταν γὰρ ψυχθῇ ἡ τροφή, οὐκ αὔξεται, ἀλλ’ ὥσπερ
5τὰ δένδρα τοῦ χειμῶνος, καὶ ὁ τόπος ἐκεῖνος φυλλορροεῖ ψυχρᾶς γενομένης καὶ οἷον παγεί‐ σης· ὀλίγη *γὰρ* παροῦσα ἀδύνατος τρέφειν. ἡ δὲ πολιὰ ἐκ σαπρᾶς τροφῆς ἐστι, σήπεται δὲ ὅταν ἀπεπτότερα ἕλκῃ. οὔκουν ἡ αὐτὴ αἰτία ἐστὶν ἀμφοῖν, διὸ οὔτε ἅμα οὔτε τοῖς αὐτοῖς παραγίνεται τόποις [τὸ δὲ σκέμμα ὅλως φυσικώτερον ἢ προβληματικώτερον]. Οἱ δὲ κρόταφοι ἐπὶ φλεβῶν εἰσι πολλῶν καὶ πυκνῶν, ὥστε ἔχουσι θερμότητα καὶ οὐχ ὑπολείπει ἡ τροφή,
10ἀλλὰ μᾶλλον διὰ τὸ πολλὴν ἅμα εἶναι προϊούσης τῆς ἡλικίας οὐ δύναται πέττεσθαι ἀλλὰ σήπεται· ἐκ τοιαύτης δὲ γίνεται πολιά, ὥσπερ καὶ οἱ μύκητες ἐξ εὐρωτιώσης ἰκμάδος· οὐ γὰρ πάντα μελαίνει τὰ σηπόμενα, ἀλλ’ ὁ εὐρὼς λευκός, καὶ ὁ σκώψας κωμῳδοποιὸς εὖ ἔτυχεν

4

.

79

εἰπών· ‘εὐρῶτι γήρως τὰς τρίχας βεβαμμένος‘. Διὰ τί οὐκ ἐν ταῖς νόσοις, ἀλλ’ ἐκ τῶν νόσων αἱ τρίχες ἐκρέουσιν; Ἢ ὅτι τότε μὲν ἔχουσι τροφήν (ἐκ τοῦ περιττώματος γὰρ γί‐ νονται), μετὰ τὰς νόσους δὲ ὀλίγον τοῦτο διὰ τὸ τρέφεσθαι τὸ σῶμα· ἡ δὲ εἰσιοῦσα τροφὴ εἰς τὸ17

4

.

80

κατὰ φύσιν οὐκ αὔξει αὐτάς, ἀλλὰ διὰ τὴν κένωσιν προκαταναλίσκεται. Διὰ τί τῆς κεφα‐ λῆς τὸ ἔμπροσθεν φαλακροὶ γίνονται, τὰ δ’ ὄπισθεν οὐ γίνονται ἢ ἧττον; Ἢ ὅτι οὐκ ἔνεστιν ἐν τῷ ὄπισθεν ἡ περίττωσις (κενὸς γὰρ καὶ ξηρὸς ὁ τόπος), τὸ δὲ ἔμπροσθεν διὰ τὸν ἐγκέφαλον πλῆρες; ὅσοις οὖν ἐνταῦθα ψυχρὰ συλλέγεται περίττωσις, διὰ τὸ κρατεῖν τῆς θερμότητος καὶ
5μὴ πέττεσθαι οὐ τρέφει τὰς τρίχας ὥστε ἀποπίπτουσι, τὸ δ’ ὄπισθεν οὐκ ἔχει τοιαύτην ἀπόκρισιν

4

.

81

ἢ ἧττον διὰ τὴν εἰρημένην αἰτίαν. Διὰ τί αἱ ἐν ταῖς μασχάλαις καὶ αἱ ἐν τῇ ἥβῃ τρίχες ἧττον καὶ αὔξονται καὶ πολιοῦνται τῶν ἐν τῇ κεφαλῇ; Ἢ ὅτι μέγισται καὶ οἰκεῖαι αἱ ἔγγιστα τῆς κεφα‐ λῆς τῶν ἄλλων; διὰ γὰρ τὴν γειτνίασιν τῆς τροφῆς μάλιστα ἀπολαύουσιν· εἰκότως οὖν τῶν λοι‐ πῶν αἱ ἐν τῷ γενείῳ μέγισται. Ἢ οὐ τοῦτό ἐστι τὸ αἴτιον, ἀλλὰ καθάπερ ἡ ἐλαία καὶ ἡ ἄμπελος
5καὶ ὁ στάχυς, καὶ ἄλλο ὁτιοῦν τῶν τοιούτων ὡρισμένον τι μέγεθος ἔχει ὃ οὐχ ὑπερβάλλει, καθάπερ οὐδ’ ὁ ἄνθρωπος οὐδ’ ὁ ἵππος οὐδὲ τὰ ἄλλα ζῷα; τὰ μὲν οὖν αὐτῶν μείζω καὶ ἐλάττω γίνεται καὶ παρὰ τοὺς τόπους καὶ *παρὰ* τὰς τροφάς, εἰς μέντοι τὰ ἀλλήλων οὐκ αὔξεται μεγέθη. τὰ μὲν οὖν εἰρημένα ῥᾴδιόν ἐστι διαγνῶναι, ὅτι ἕτερα τῷ εἴδει (μεγάλαι γὰρ αἱ διαφοραί), ἐνίων δ’ οὐκέτι οἷον τὴν τοῦ πυροῦ καὶ κριθῆς καλάμην ἑτέραν γ’ οὖσαν τῷ
10εἴδει· ὁμοίως δὲ οὐδὲ τὰς τρίχας οὐ διαγινώσκομεν διὰ τὴν ὁμοιότητα οὐσῶν ἑτέρων τῷ εἴδει. οὐδὲν οὖν θαυμαστὸν τὸ μὴ γίνεσθαι ἴσας *οὐχ ὁμοίας* οὔσας τῷ εἴδει ἀλλὰ τὰς μὲν μι‐ κράς, τὰς δὲ μεγάλας. Τοῦ μὲν οὖν μὴ γίνεσθαι μεγάλας αὕτη ἡ αἰτία. τοῦ δὲ μὴ ὁμοίως πολιοῦσθαι νῦν λεχθήσεται· αἱ γὰρ τρίχες οὐκ ἔχουσιν οὔτε τὸ μέλαν οὔτε τὸ λευκὸν οἰκεῖον χρῶμα, ἀλλ’ ἀπὸ τῆς τροφῆς ἴσχουσι, καὶ μέλαιναι μέν εἰσιν ὅταν πολλὴν ἕλκωσι τροφὴν
15συνανασπῶσαι ***. καθάπερ *γὰρ* ὑπὸ τοῦ πυρὸς γῆ ἀνωθουμένη, ὅπου ἂν προσκαθίζηται, μελαίνει προσμένουσα ἄνω, τὸν αὐτὸν τρόπον ὑπολαβεῖν δεῖ καὶ ἐν τῷ σώματι, ὅταν ἀνασπα‐ σθῇ εἰς τὸν ἀνώτατον τόπον ὑπὸ τοῦ ὄντος ἐν ἡμῖν θερμοῦ μελαίνεσθαι· ὅταν δὲ ἢ δι’ ἔκθλιψιν τροφῆς ἢ δι’ ἀσθένειαν τὴν τροφὴν παύσηται ἀνάγον, πολιοῦνται αὐτοῦ τοῦ ὑγροῦ ἀναγομέ‐ νου. Ὑποκειμένου δὲ τοῦ οὕτως πολιοῦσθαι, ἡ κεφαλὴ καὶ ὁ πώγων καὶ διὰ τὴν πυκνότητα
20καὶ τὸ πλῆθος τῶν τριχῶν καὶ *διὰ* τὴν ἀσαρκίαν ὅταν μὴ δύνωνται τρέφειν ὡς εἴρηται, λευ‐ καίνονται. αἱ γὰρ τρίχες πολλαὶ οὖσαι καὶ κειρόμεναι προσέλκουσιν εἰς αὐτὰς τροφήν· ὅταν δὲ μὴ ἕλκωσιν [ὅταν ἐξέλκωσι] τὴν ξηράν, καὶ τὴν ὑγρὰν ἀνέλκωσι, λευκαίνονται. ἡ δ’ ἥβη καὶ αἱ μασχάλαι βραχείας ἔχουσαι τῇ φύσει καὶ ἀραιὰς ῥᾳδίως μελαίνονται· συνανασπῶσι γὰρ καθάπερ προείρηται ἐνι*. ὅ τε περὶ τὰ αἰδοῖα τόπος ἐστὶ τοιοῦτος οἷος τρέφειν ἄριστα· καὶ18
25γὰρ ἀραιὸς καὶ χαῦνος, ἔτι δὲ τὸ σπέρμα κατὰ τοῦτον τὸν τόπον ἐξέρχεται, ὥστε πολλὴν

4

.

82

εἶναι δεῖ τροφήν. εἰκότως οὖν καὶ ἐν τούτοις τοῖς τόποις ἧττον πολιοῦνται. Διὰ τί ἐν τῇ κεφαλῇ μάλιστα γίνονται φθεῖρες; Ἢ ὅτι ζῷα μὲν πέφυκε γίνεσθαι, οὗ ἂν περίττωμα ᾖ ὑγρότητος καὶ θερμότητος, ἔτι δ’ ἔχῃ τόπον· ἡ δὲ κεφαλὴ ὑγρὰ καὶ θερμὴ ἡ τῶν νέων, καὶ οἱ πόροι οἱ ἐν αὐτῇ εὐρύτατοι; σημεῖον δέ· αἱ τρίχες παχύταται ἐνταῦθα, ὥστε ἔχει καὶ ἐξ

4

.

83

οὗ συσταίη ζῷον καὶ ἐν ᾧ. Διὰ τί ἐκ τῶν πότων καὶ τῶν ἐμέτων καὶ ἐν τοῖς ψύχεσι φθέγ‐ γονται βαρύτερον; Ἢ διὰ τὴν ἔμφραξιν τοῦ λάρυγγος *τὴν γινομένην* ὑπὸ τοῦ φλέγματος; ἐπικατασπᾷ γὰρ ῥευμάτιον τοῖς μὲν ὁ ἔμετος ἢ ὁ πότος, τοῖς δὲ ἡ ὥρα, ὥστε βραδυτέρα ἡ

4

.

84

φορὰ τοῦ πνεύματός ἐστιν· ἡ δὲ βραδεῖα λίαν βαρεῖά ἐστιν. Διὰ τί ποτε ἐγγύθεν τῆς βαρυτέρας φωνῆς μᾶλλον ἐξακούομεν, πόρρωθεν δὲ ἧττον; Ἢ διότι [καὶ] ἡ βαρυτέρα φωνὴ πλείω ἀέρα κινεῖ, ἐπ’ ἔλαττον δὲ τοῦτο ποιεῖ; πόρρωθεν μὲν οὖν ἧττον ἀκούομεν, διότι ἐπ’

4

.

85

ἔλαττον ἀφικνεῖται· ἐγγύθεν δὲ μᾶλλον, διότι πλείων τοῦ ἀέρος κίνησίς ἐστιν. Διὰ τί ἐν τῷ χειμῶνι ὀξύτερον φθέγγονται, θέρους δὲ καὶ μεθύοντες βαρύτερον; Ἢ ὅτι ὀξυτέρα μέν ἐστιν ἡ ταχυτέρα ἢ ἀπὸ συντεταμένου φωνή· τῶν δὲ νηφόντων καὶ ἐν τῷ χειμῶνι τὰ σώματα συνέστηκε

4

.

86

μᾶλλον ἢ μεθυόντων καὶ ἐν τῷ θέρει· τὸ γὰρ θερμὸν καὶ αἱ ἀλέαι διαλύουσι τὰ σώματα. Διὰ τί τὰ ἐννεάμηνα οὐ φθέγγεται, τὰ δὲ δεκάμηνα φθέγγεται εὐθὺς γεννώμενα; Ὅτι ὀψιαίτατα τε‐ λειοῦται ἡ φωνὴ τοῖς ἀνθρώποις. σημεῖον δέ· ἤδη γὰρ ηὐξημένοι καὶ ψελλίζουσι καὶ τραυλίζουσιν. *Ἢ* ὅτι τὰ μὲν ἐννεάμηνα τελειόγονα **, ὥστε τὰ μὲν ἀπειληφότα ἤδη γίγνεται τὴν φύσιν, τὰ
5δὲ οὔ. τὸ οὖν τελευταῖον ἐπιτελούμενον τοῖς μὲν ἀτελέσιν οὐχ οἷόν τε ὑπάρχειν ὡς ἐπὶ τὸ πολύ, τοῖς δὲ ἐπιτετελεσμένοις ὑπάρξει. [τὰ δὲ ἑπτάμηνα ἔτι ἧττον διὰ τὴν αὐτὴν αἰτίαν· οὕτω γὰρ

4

.

87

ἀτελῆ σφόδρα καὶ ἀσθενῆ γίνεται, ὥστε καὶ σπαργανοῦται ἐρίοις.] Διὰ τί ἡ φωνὴ ὕστατον
τελειοῦται τοῖς ἀνθρώποις τῶν φθεγγομένων; Ἢ διότι πλείστας ἔχει διαφορὰς καὶ εἴδη, τὰ δ’ ἄλλα ζῷα ἢ οὐδὲν γράμμα ἢ ὀλίγα διαλέγεται· τὸ δὲ ποκιλώτατον καὶ πλείστας ἔχον δια‐19

4

.

88

φορὰς ἀνάγκη οὖν ἐν πλείστῳ χρόνῳ ἀποτελεῖσθαι; Διὰ τί οὐ τῇ αὐτῇ φωνῇ πάντες δια‐ λέγονται; Ἢ ὅτι πρῶτον ἀπὸ τῆς μιμήσεως τῶν ἀλόγων αἱ φωναὶ εὑρέθησαν, οἷον τὰ παιδία τὸν βοῦν ἀπὸ τοῦ μυκᾶσθαι καὶ τὸν κύνα ἀπὸ τοῦ ὑλακτεῖν; ἔχοντος δὲ τοῦ αὐτοῦ ζῴου πολλὰς μιμήσεις, ἀφ’ ὧν ἐκλέξεταί τις τὴν ὁμοίωσιν (καὶ γὰρ αὐτὸ κέρατα ἔχει, καὶ τετρά‐
5πουν καὶ μακρόν), οὐκ ἐπὶ ταὐτὸν ἕκαστος ὁρμήσας ταὐτὸν μὲν ἐσήμανε τὸν βοῦν, οὐ μὴν τῇ αὐτῇ φωνῇ· ὁ δὲ τὸ αὐτὸ τῆς πρώτης παραλλαξάσης ἤδη, εἰκότως ἐκ τούτων παραλλάττων

4

.

89

μικρόν, οἷον οἱ μὲν Διόνυσον οἱ δὲ Ζώνυσον, καὶ οἱ μὲν Ἡραγόρην οἱ δ’ Ἡραγόραν. Διὰ τί οἱ μὲν ἀγωνιῶντες βαρὺ φθέγγονται, οἱ δὲ φοβούμενοι ὀξύ; Ἢ ὅτι τοῖς μὲν φοβουμένοις καταψύχεται ὁ τόπος ὁ περὶ τὴν καρδίαν, κάτω ὁρμῶντος τοῦ θερμοῦ, ὥστε ὀλίγον ἀέρα κι‐ νοῦσιν (ἡ γὰρ ἰσχὺς ἐν τῷ θερμῷ)· τοῖς δὲ ἄνω φέρεται τὸ θερμόν, ὥσπερ τοῖς αἰσχυνομέ‐
5νοις; δι’ αἰσχύνης γὰρ ἀγωνιῶσι, τοῖς δὲ αἰσχυνομένοις ἄνω φέρεται πρὸς τὸ πρόσωπον· σημεῖον δὲ ὅτι ἐξέρυθροι γίνονται μᾶλλον. συντήκει οὖν καὶ παχὺν ποιεῖ τὸν ἀέρα ᾧ φθέγγεται, ὁ δὲ

4

.

90

τοιοῦτος βραδέως ὠθεῖται, τὸ δὲ βραδὺ ἐν φωνῇ βαρύ ἐστιν. Διὰ τί τῆς φωνῆς ἐπειδὴ ῥύσις τίς ἐστι φύσιν ἐχούσης ἄνω φέρεσθαι, μᾶλλόν ἐστιν εὐήκοα τὰ ἄνωθεν κάτω ἢ τὰ κά‐ τωθεν ἄνω; Ἢ διότι ἡ φωνὴ ἀήρ τίς ἐστι μεθ’ ὑγροῦ; βαρὺς οὖν ὢν οὗτος ὑπὸ τοῦ ὑγροῦ φέρεται κάτω καὶ οὐκ ἄνω, τοῦ γὰρ ὑγροῦ κατὰ φύσιν ἡ κάτω φορά· διόπερ τοῖς κάτω
5μᾶλλον ἀκούεται. ἢ τοῦτο μὲν ἐπὶ τῆς τοῦ ζῴου φωνῆς μόνον γίγνεται (αὕτη γὰρ μεθ’ ὑγροῦ), τὸ *δὲ* συμβαῖνόν ἐστι καὶ ἐπὶ τῶν ἄλλων ψόφων; καθάπερ οὖν ἄποψις ἂν μὲν ἄνωθεν κάτω προσπέσῃ, τὴν ἀνάκλασιν ἄνω ποιεῖται, κάτωθεν δ’ ἄνω προσπεσοῦσα ἀνεκλάσθη κάτω, τὸν αὐτὸν δὴ τρόπον ἡ φωνὴ φύσιν ἔχουσα ἄνω φέρεσθαι, προσκόψασα τῷ ἐξ ἐναντίας ἀέρι, βιάζεσθαι μὲν οὐ δύναται πλείονα ὄντα *καὶ* βαρύτερον, ἀνακλασθεὶς δὲ ὁ κινηθεὶς ἀὴρ ἐπὶ
10τοὐναντίον ἠνέχθη κάτω, διὸ καταχεόμενος ἀκούεται μᾶλλον κάτω. Τοιοῦτο δὲ καὶ τὸ περὶ

4

.

91

τὴν ἠχὼ συμβαῖνον· ἔστι γὰρ ἀνάκλασις τῆς φωνῆς ἐπὶ τοὐναντίον. Διὰ τί μεθυόντων μᾶλλον ἀπορρήγνυται ἡ φωνὴ ἢ νηφόντων; Ἢ διότι τῷ πεπληρῶσθαι ταχέως ἀπορρηγνῦσι τὴν φωνήν; σημεῖον δὲ τούτου· οὔτε γὰρ οἱ χοροὶ μελετῶσιν ἐξ ἀρίστου οὔθ’ οἱ ὑποκριταί, ἀλλὰ
νήστεις ὄντες· ἐν δὲ τῇ μέθῃ πληρέστεροι ὄντες εὐλόγως μᾶλλον ἀπορρήγνυνται τὰς φωνάς.20

4

.

92

Διὰ τί ἡ σῦριγξ καὶ ἡ ὀξεῖα φωνὴ ἁπλῶς ὥσπερ ἐρημίαν ποιεῖ φαίνεσθαι; Ἢ ὅτι ἡ ὀξεῖα

4

.

93

φωνὴ μακρὰν βαδίζει καὶ οὐκ ἐπὶ πολὺ διαχεῖται, καθάπερ αἱ ἄλλαι φωναί; Διὰ τί ποτε ἡ φωνὴ ὀξυτέρα φαίνεται τοῖς μακρότερον ἀφεστηκόσι, τοῦ ὀξέος ὄντος ἐν τῷ ταχέως φέρεσθαι, τὸ δὲ μακρότερον βραδύτερον κινεῖται; Ἢ *ὅτι ἡ* ὀξύτης οὐ μόνον ἐστὶν ἐν τῷ ταχέως κινεῖσθαι, ἀλλὰ καὶ ἐν τῷ ἐλάττω τὸν ψόφον γίνεσθαι, τοῖς δὲ μακρότερον ἀφεστηκόσιν

4

.

94

ἀεὶ ἐλάττων ἡ φωνὴ ἀφικνεῖται διὰ τὴν ὀλιγότητα τοῦ ἀέρος τοῦ κινουμένου. Διὰ τί, εἴπερ ἡ φωνὴ ἀήρ τίς ἐστιν ἐσχηματισμένος καὶ φερομένη διαλύεται πολλάκις τὸ σχῆμα, ἡ ἠχὼ γίνεται πληγέντος τοῦ τοιούτου πρός τι στερεὸν καὶ οὐ διαλύεται ἀλλὰ σαφῶς ἀκούεται; Ἢ διότι ἀνάκλασις, οὐ κατάκλασίς ἐστι, τοῦτο δὲ ὅλον ἀφ’ ὅλου; εἶτα τὸ πάθος ἀφ’ ὁμοίου·

4

.

95

ἀπὸ γὰρ τοῦ ἀέρος ἀνακλᾶται τοῦ ἐν τῷ κοίλῳ, οὐκ ἀπὸ τοῦ κοίλου. Διὰ τί χειμῶνος ὄντος αἱ φωναὶ βαρύτεραι; Ἢ ὅτι παχύτερος ὁ ἀήρ, παχυτέρου δὲ ὄντος βραδυτέρα ἡ κίνη‐ σις, ὥσθ’ ἡ φωνὴ βαρυτέρα; Ἢ ὅτι διὰ τῶν στενῶν βραδύτερον χωρεῖ ὁ ἀήρ, συμφράττονται

4

.

96

δὲ τὰ περὶ τὸν φάρυγγα τῇ ποιότητι τοῦ ψυχροῦ καὶ τοῦ ἐπιρρέοντος φλέγματος; Διὰ τί μεγαλόφωνοι οἱ θερμοὶ τὴν φύσιν ὄντες; Ἢ ὅτι ἀνάγκη καὶ ἀέρα ἐν τούτοις πολὺν *καὶ* ψυχρὸν εἶναι; ἕλκει γὰρ τὸ πνεῦμα τὸ θερμὸν καὶ ποιεῖ πλείω· ἡ δὲ μεγάλη φωνὴ γίνεται

4

.

97

ἐν τῷ πολὺν ἀέρα κινεῖν, ὀξεῖα δὲ ἐν τῷ ταχέως, βαρεῖα δὲ ἐν τῷ βραδέως. Διὰ τί ἀκού‐ ουσι μᾶλλον κατέχοντες τὸ πνεῦμα ἢ ἐκπνέοντες (διὸ καὶ ἐν ταῖς θήραις παραγγέλλουσιν ἑαυ‐ τοῖς μὴ πνευστιᾶν); Πότερον ὅτι τὸ αἰσθητικὸν ἄνω ἔρχεται τῶν φλεβῶν συναιρουμένων [ἢ ἀραιουμένων]; καθευδόντων δὲ κάτω, διὸ καὶ μᾶλλον ἐκπνέουσιν. Ἢ καὶ τὸ αἷμα ἀπέρχεται
5κάτω καταπεπνευκότων, ὥστε κενοῦται τὰ ἄνω, ἀκούουσι δὲ τῷ κενῷ; Ἢ ὅτι φύσει ὁ ἀσθμὸς

4

.

98

ψόφος τίς ἐστιν, οὗτος δὲ τῷ πνεῖν γινόμενος κωλύει ἀκούειν; Διὰ τί οἱ τοῦ γράσου ὄζοντες ὅταν ἀλείψωνται μύρῳ, δυσωδέστεροί εἰσιν; Ἢ διότι ἐπὶ πολλῶν τοῦτο γίνεται *οἷον* ὀξὺ ***; Ἢ διότι πάλιν ἱδρώσαντες δυσωδέστεροί εἰσι· τὸ δὲ μύρον θερμαντικόν ἐστιν, ἱδρῶτας οὖν παρα‐

4

.

99

σκευάζει; Διὰ τί ἡ μασχάλη δυσωδεστέρα ἐστὶ τῶν ἄλλων τόπων; Πότερον ὅτι ἀπνού‐ στατός ἐστιν, ἡ δὲ δυσωδία μάλιστα ἐν τοῖς τοιούτοις διὰ τὸ σῆψιν γίνεσθαι ὑπὸ τῆς ἡσυχίας

4

.

100

τῆς ὑγρότητος, διότι ἀκίνητος καὶ ἀγύμναστος; Διὰ τί τὰ δυσώδη ἥκιστα φαίνεται δυσώδη τοῖς ἐδηδοκόσιν; Ἢ διὰ τὸ συντετρῆσθαι τὴν ὄσφρησιν τῷ στόματι κατὰ τὸν οὐρανὸν πλήρης
ἡ αἴσθησις γίνεται, καὶ τῆς τε *ἔσω* δυσωδίας οὐκέτι ὁμοίως αἰσθάνεται (τὸ γὰρ πρῶτον αἰσθάνονται πάντες, ὅταν δὲ ἅψηται, οὐκέτι, ὥσπερ συμφυοῦς) καὶ ἡ ἔξωθεν ὁμοία ἀφανίζεται21

4

.

101

ὑπὸ τῆς ἔσω. Διὰ τί χειμῶνος ὄντος ἧττον ὀσφραινόμεθα καὶ ἐν τοῖς πάγοις; Ἢ ὅτι ὁ ἀὴρ ἀκινητότερος ἐν τῷ ψύχει; Οὐκοῦν οὐκ ἀφικνεῖται ἡ κίνησις ἡ ἀπὸ *τοῦ σώματος τοῦ τὴν*

4

.

102

ὀσμὴν ἔχοντος διὰ τὴν δυσκινησίαν; Διὰ τί αἱ κύνες οὐκ ὀσφραίνονται τῶν ἰχνῶν ὅταν ἀποθάνῃ δασύπους, οὐδ’ ἂν λάθῃ αὐτὰς ὁ τεθνεώς, οὐκέτι ὁμοίως εὑρίσκουσιν; Ἢ ὅτι τεθνε‐ ῶτος μὲν οὐκ αἰσθάνονται διὰ τὸ ἄλλην ὀσμὴν γίνεσθαι, τὴν δ’ οἰκείαν διαφθείρεσθαι, πάντων φθειρομένων, ὥσπερ φωνὴν καὶ χρῶμα καὶ χυμόν; πάντα γὰρ μεταβάλλεται ταῦτα. ζῶντος
5μὲν οὖν διὰ τὸ συνεχῆ εἶναι τὴν ὀσμὴν ἀπὸ τοῦ θηρίου αἰσθάνονται· τεθνεῶτος δὲ πέπαυται ῥέουσα· οὐ γὰρ καταλείπει, ὥσπερ Ἐμπεδοκλῆς, ὡς ‘... ἀπέλειπε ποδῶν ἁπαλὴν περὶ ποίην‘· οὐχ οἷόν τε γὰρ διασεσῶσθαι τὴν ὀσμὴν οὐδὲ τὴν χρόαν, ἀλλ’ ὅταν ἀποθάνῃ, κἀκεῖνα

4

.

103

καὶ αὕτη ἔφθαρται. Διὰ τί αἱ ὀδμαὶ ἐγγύθεν ἧττον εὐώδεις καὶ θυμιαμάτων καὶ ἀνθῶν; Ἢ ὅτι τοῖς πλησίον συναναφέρεται τὸ γεῶδες, ὥστε κεραννύμενον ἀσθενῆ ποιεῖ τὴν δύναμιν· εἰ δὲ πόρρω, καταφέρεται ὀδμή; διὰ τοῦτο δὲ καὶ τριφθέντα τὰ ἄνθη ἀπόλλυσι τὴν ὀσμήν. Ἢ ὅτι ἡ ὀσμὴ θερμότης τίς ἐστι καὶ τὰ εὐώδη θερμά, τὸ δὲ θερμὸν κοῦφον, ὥστε διὰ τοῦτο πορρω‐

4

.

104

τέρω γίνεται ἡ ὀσμή; Διὰ τί πάντα μᾶλλον ὄζει κινούμενα; Ἢ ὅτι ἀναπίμπλησι τὸν ἀέρα,

4

.

105

διόπερ ἀναπέμπεται θᾶττον πρὸς τὴν αἴσθησιν; Διὰ τί ἐνίοτε ναυτιάσαντές πως μᾶλλον πεινῶσιν; εἰκὸς γὰρ ἦν ἐναντίως ἔχειν· πλήρωσις γὰρ ἡ ναυτία ἐστίν. Ἢ ὥσπερ ἀφόδου γενομένης συμβαίνει γενέσθαι τοὺς τόπους κενοὺς οἷς πεινῶσι· πρὶν δὲ ναυτιάσαι τούτους

4

.

106

ἐπλήρουν; Διὰ τί ἐν μὲν τοῖς πλοίοις ἡ ναυτία χολώδης· ἢν δ’ ἄλλως, φλεγματώδης; Ἢ διότι ἐν μὲν τοῖς ἄλλοις ἔμπονος, ἐνταῦθα δὲ μετὰ φόβου ἢ ταραχῆς· ὁ δὲ φόβος συγκι‐ νητικὸς τῶν συμφύτων; τὸ μὲν οὖν φλέγμα ἐπιπολάζον καὶ ἀλλότριον, ἡ δὲ χολὴ σύμφυτον

4

.

107

γιγνόμενον ἐκ συμφύτου. Διὰ τί ἐν ταῖς φαρμακοποσίαις σημεῖον ὅταν ἀριθμεῖν δύνηται τὰς δοκούς, ὅτι κεκάθαρται; Ἢ ὅτι οὐκ ἔνεστι περιττωματικὴ ὑγρότης; ἐποίει γὰρ τὸν ἴλιγγον ὥσπερ τοῖς μεθύουσι· τὸ γὰρ αὐτὸ σημεῖον τοῦτο καὶ τοῖς μεθύουσιν ἤδη ἐστὶ τοῖς μὲν γιγνό‐

4

.

108

μενον, τοῖς δὲ μὴ γιγνόμενον. Διὰ τί ὑπέρινοι μᾶλλον γίνονται κάτω ἢ ἄνω καθαρθέντες;
Ἢ διότι εὐροωτέρα ἡ κάτω ὁδός, ἡ δ’ ἄνω παρὰ φύσιν, ὥστε καὶ ἀπ’ ἐλάττονος φαρμάκου δυνάμεως ἔλαττον καὶ πλεῖον κινεῖσθαι, καὶ κατὰ φύσιν ἢ παρὰ φύσιν; Ἢ ὅτι τὰ μὲν πε‐ ριττώματα *ἃ* ἐν τῇ κάτω καθάρσει ἐκκρίνεται ἐστὶ τῶν χρησίμων καὶ ἐχόντων τῷ σώματι22
5ἀπόλαυσιν, τὰ δὲ ἄνω ἀλλότρια; ἔνθα μὲν γὰρ τῆς τροφῆς πλείονα λείψανα τὰ οὔπω ἐξι‐ κμασμένα ἀλλ’ ἔτι ἔχοντα τροφήν, ἔνθα δὲ χολὴ καὶ φλέγμα ἄτροφα. ἡ μὲν οὖν κάτω κάθαρσις τὴν τροφὴν ἀφαιρουμένη εὐλόγως ἐκλύει, ἡ δ’ ἄνω ἢ οὐδὲν ἢ ἧττον. δηλοῖ δὲ ὁ ἑλλέβορος· ἄνω τε γὰρ καθαίρει καὶ εὐθὺς εὐθετεῖ τὰ σώματα, ὡς οὐδενὸς τῶν χρησίμων

4

.

109

ἀφαιρουμένου ἐν τῇ ἄνω καθάρσει. Διὰ τί οἱ μέλανες καὶ οἱ λεῖοι μᾶλλον ἢ οἱ λευκοὶ καὶ οἱ δασεῖς γίνονται ὑπέρινοι; Ἢ ὅτι ὑγρότεροί τε οἱ λεῖοι τῶν δασέων (δηλοῖ δὲ ἡ τῶν γυ‐ ναικῶν φύσις ὑγρὰ καὶ λεία οὖσα) καὶ οἱ μέλανες τῶν λευκῶν ψυχρότεροι (τὸ δὲ ψυχρὸν τοῦ ὑγροῦ ἐγγύς· τὸ γὰρ θερμὸν ξηρόν)· ὑπέρινοι δὲ γίνονται συντηκομένου τοῦ σώματος, ἀλλ’

4

.

110

οὐ μόνον ἀφαιρουμένου τοῦ περιττώματος. Διὰ τί μέλαιναν μὲν χολὴν καθαιρόμενοι καὶ φλέγμα πολὺ οὐ γίνονται ὑπέρινοι, τὴν δὲ ξανθὴν χολὴν πολὺ ἐλάττω καθαρθέντες; Ἢ ὅτι τὴν μέλαιναν μὲν χολὴν εἰώθασι καθαίρεσθαι ῥᾳδίως οἱ πολλοί, καὶ μὴ τὴν τρυγώδη, *διὰ τὸ* κεχωρίσθαι ἤδη τοῦ σώματος (διὸ καὶ μεμέλανται); οὐδεμία οὖν ἰσχὺς ἀφῄρηται τοῦ σώ‐
5ματος καθαρθέντος. τὸ δὲ φλέγμα περίττωμά ἐστιν, ὥστε ὅσῳ ἄν τις ἀφέλῃ μεῖζον, κουφίζει μᾶλλον ὥσπερ ἐπικειμένου βάρους. ἡ δὲ ξανθὴ ἐκ συστήματός ἐστι τῆς κακῶς ᾠκοδομημένης σαρκὸς καὶ οὐ προϋπάρχουσα οὐδὲ κεχωρισμένη πρότερον ἡ πολλή, ὥστε οὐδὲν διαφέρει πολ‐ λὴν ἀφελεῖν χολὴν ἢ σάρκας πολλὰς ἢ αἷμα· τούτου δὲ συμβαίνοντος ἀνάγκη γίνεσθαι ὑπε‐ ρίνους· μέχρι μὲν γὰρ τούτου ῥεῖν ἐνδέχεται, ἕως ἂν ἔχῃ αἷμα καὶ σάρκας ὡς εἰπεῖν, θάτερα

4

.

111

δὲ ἔχει πέρας διὰ τὸ κεχωρίσθαι. Διὰ τί λυγγιῶσι καὶ ὑπερκαθαιρόμενοι καὶ ὑπερπληρού‐ μενοι; Ἢ ὅτι δι’ ἀμφότερα καταψύχονται; ἥ τε γὰρ ὑπερκάθαρσις ἀφελοῦσα τὸ ὑπέκκαυμα ψύχει, καὶ ἐὰν πλείων εἰσέλθῃ τροφὴ τῆς δυνάμεως, μαραίνει τὴν οἰκείαν θερμότητα· ὁ δὲ λυγμός ἐστιν ὅταν πνεῦμα ἐναπολαμβάνηται διὰ τὸ ψυχθῆναι τὸ ὑγρὸν ἐν τῷ πνευματικῷ

4

.

112

τόπῳ. Διὰ τί τὰ παιδία καὶ οἱ γέροντες μάλιστα ἁλίσκονται διαρροίαις ἐναντίας ἔχοντες τροφάς; Ἐπειδὴ τὰ μὲν παιδία εἰ καὶ μὴ διὰ τὴν τροφὴν τοῦτο πάσχουσιν, ἀλλὰ διότι ὑγρὰ τὰ σώματα αὐτῶν ἐστι καὶ πυκνά, ὥστε εἴσω τὰ περιττώματα συρρέοντα διὰ τὴν τῶν σαρκῶν πυκνότητα ὑγραίνει τὰς κοιλίας, οἱ δὲ γέροντες ψυχρὰ τὰ σώματα ἔχουσι καὶ τὰς κοιλίας·
5ὥστε τὰ μὲν δι’ ὑγρότητα τῶν σωμάτων καὶ πυκνότητα, οἱ δὲ διὰ ψυχρότητα πάσχουσι τοῦτο καὶ τὰ μὲν διὰ τὸ ἀναπνεῖν ἔξω τὰ περιττώματα, οἱ δὲ διὰ τὸ μανὰ τὰ σώματα ἔχειν καὶ
τὸ θερμὸν ἀποπνέον ἐξ αὐτῶν ἐξατμίζειν· τὸ αὐτὸ οὖν οὐ διὰ τὸ αὐτὸ πάσχουσι. συναίτιον δὲ τοῖς παιδίοις ἐστὶ καὶ τὸ τὴν τροφὴν ποσὴν καὶ ποιάν τινα εἶναι· πολλά τε γὰρ προσφέρονται καὶ γλυκέα καὶ παντοδαπά· τὰ μὲν γὰρ καὶ νέα παντελῶς γάλακτι τρέφεται ὅ ἐστι δύσπε‐23
10πτον, τὰ δὲ μικρὸν ἐπηυξημένα ποικίλοις καὶ γλυκέσι χρῆται ἐδέσμασι τροφῶν καὶ μητέρων

4

.

113

πρὸς χάριν ὁμιλουσῶν αὐτοῖς· τὰ δὲ τοιαῦτα δυσδιαχώρητά ἐστιν. Διὰ τί καὶ τὸ πολὺ ποτὸν ἐνίοτε καὶ τὸ ὀλίγον τὰς διαρροίας ἴσχει; Ἢ διότι τὸ μὲν διὰ τὸ καταξηραίνειν εἰκότως ἅτε μικρὸν ὄν, τὸ δὲ διὰ τὸ πλῆθος εἰς τὴν οὐρήθραν χωροῦν συνεπισπᾶται καὶ τὸ ἐκ τῆς κοι‐ λίας ὑγρόν; ἅμα γὰρ κατ’ ἄμφω οὐκ εἴωθεν ὑποχωρεῖν, ἀλλ’ ἐὰν μὲν ἡ κοιλία ὑποχωρῇ,
5μᾶλλον ἡ οὐρήθρα ἀποξηραίνεται· ἐὰν δὲ ἡ οὔρησις πολλὴ γίνεται, ἡ κοιλία καταξηραίνεται·

4

.

114

οἷον ἄπαρσιν γὰρ ἐποίησεν ἐκ τῆς κοιλίας εἰς τὴν οὐρήθραν τὸ πολὺ ποτόν. Διὰ τί οἱ πί‐ νοντες εὐτραφεῖς ὄντες ὑγρὰς τὰς κοιλίας ἔχουσι μᾶλλον ἢ σκληράς, διὸ καὶ διαρροίαις ἀπο‐ θνήσκουσι μᾶλλον τῶν τεθραμμένων, ἔδει δ’ εὐτρόφους ὄντας ἐκλαμβάνειν μᾶλλον τὸ τρόφιμον, τούτου δὲ γινομένου ξηραίνεσθαι τὰς κοιλίας αὐτοῖς; Ἢ ὅτι τὸ εὐτραφές ἐστιν οὐκ ἐν τῷ πολὺ
5λαμβάνειν, σκληρὰ δὲ ἡ περίττωσις γίνεται, ὅταν μόλις καταβαίνῃ τὰ προσενεχθέντα εἰς τὴν κοιλίαν, τοῦτο δὲ γίνεται διὰ τὸ μὴ ταχὺ ἀπολαύειν τὸ σῶμα καὶ μὴ ἐκκρίνεσθαι τὸ χρήσι‐ μον ἐξ αὐτῶν καὶ διὰ τὸ ἐν τῇ κάτω κοιλίᾳ μένειν πολὺν χρόνον ἅτε μὴ ἀθρόα καταβαίνοντα (συγκαίεται γὰρ μᾶλλον)· οὐχ αἱ μάλιστα δὲ ξηρὰ ἀποδιδοῦσαι κοιλίαι εὔτροφοί εἰσιν, ἀλλ’ αἱ ταχὺ λαμβάνουσαι τὸ χρήσιμον ἐκ τῶν προσενεχθέντων. σημεῖον δὲ τὸ τοὺς ξηροὺς

4

.

115

τὰς κοιλίας ἰσχνοτέρους εἶναι ἢ εὐσαρκοτέρους. Διὰ τί οἱ γλυκεῖς καὶ οἱ ἁλμυροὶ τῶν χυμῶν διαχωρητικώτατοί εἰσιν; Ἢ ὅτι ταρακτικώτατοι, τοιαῦτα δέ ἐστι τὰ ἄπεπτα καὶ βα‐ ρέα; διὰ γὰρ τὸ μήτε κρατεῖσθαι ὑπὸ τῆς ἐν ἡμῖν θερμότητος κάτω τε φέρεσθαι τὸ μέλλον ἐκταράξειν· ἡ γὰρ ἐκτάραξις τοῦτ’ ἐστίν. Ἢ ὅτι οἱ μὲν ἄλλοι χυμοὶ ἔξω τοῦ ἐλαίου εὐδια‐
5φόρητοι καὶ εὔσηπτοί εἰσι, τὸ δ’ ἔλαιον ἄπεπτον μέν (ἄσηπτον γάρ), ἀλλὰ διὰ κουφότητα ἄνω ἐπιπολάζει, διὸ οὐ διαχωρητικόν ἐστιν· τὸ δ’ ἁλμυρὸν βαρὺ καὶ παχύ, τὰ δὲ τοιαῦτα

4

.

116

μάλιστα φέρεται κάτω καὶ ἄσηπτά ἐστι; Διὰ τί ἡ μὲν ἅλμη καὶ ὁ ὀρρὸς τὴν κοιλίαν λύουσιν, ὁ δὲ οἶνος πολὺς πινόμενος οὔ; Ἢ ὅτι τῶν μὲν ἡ ὑπόστασις εἰς κοιλίαν ἔρχεται; οὐ γὰρ εὔπεπτά ἐστιν ὥσπερ ὁ οἶνος θερμὸς ὤν, ὁ δὲ οἶνος ταχὺ πεφθεὶς διουρεῖται. τοῦ μὲν οὖν ἡ ὑπερβολὴ τὴν κύστιν ταὐτὸν ποιεῖ ὅπερ ἐκεῖνα τὴν κοιλίαν, ἀλλ’ οὐκ ἄγει ὑπόστασιν εἰς
5κύστιν, οὐ γὰρ ἔχει· τὰ δὲ μετὰ περιττωμάτων ἐξέρχεται ἑπομένων τῇ ὑποστάσει αὐτῶν

4

.

117

οὔσῃ παχείᾳ καὶ ποιεῖ τὴν διάρροιαν. Διὰ τί ἐν τῇ κάτω καθάρσει ἢ ἐν τῇ ἄνω ὑπέρινοι μᾶλλον γίνονται; Ἢ διότι εἰς μὲν τὴν κάτω κοιλίαν ἐξ ἅπαντος τοῦ σώματος πέφυκε συρρεῖν τὰ ὑποστήματα (τοῦτο δὲ φανερὸν τῇ τῶν ἐμβρύων τροφῇ· ἐν ἐκείνῳ γὰρ ὄντα τρέφεται τῷ τόπῳ· ἡ γὰρ ὑστέρα κατ’ αὐτὴν ἔχει τὴν χώραν)· εἰς δὲ τὴν ἄνω ἀπὸ τῶν πλησίον χωρῶν24
5συνέρχεται, ὥστε ἀπ’ ἐλάττονος δυνάμεως εὐκινητότερα πάντα εἰς τὸ κάτω διὰ τὸ προϋπάρχειν εἰσφερόμενα; ἡ μὲν οὖν ἄνω κάθαρσις τὸ ἐπιπολάζον καὶ τὸ ἀλλότριον ἁρπάζει μόνον, διὸ καὶ ἑλλεβορισθέντες εὐθὺς ἰσχύουσιν· ἡ δὲ κάτω ἐκ πολλοῦ συνάγει τόπου καὶ ἐνίοτε συν‐ επισπᾶται καὶ τῶν οἰκείων πολλὰ καὶ τῶν περιττωμάτων εὐταμίευτα, ὥστε συμφέρει πολλάκις μὴ πάντα ἐκκενῶσαι· γίνεται γὰρ τὰ ὑπολειφθέντα τροφὴ καὶ ἔχει ἰσχύν· ἐὰν δὲ μηδὲν
10ὑπολειφθῇ, ὁτὲ μὲν κένωσιν ποιεῖ ἰσχυράν· ὁτὲ δὲ ἀναιροῦνται καθαρθέντες καλῶς, ἐὰν βρα‐

4

.

118

δυτέρα γένηται ἡ προσφορὰ τῆς συντήξεως ἐπὶ τὸν ἐπικαιρότατον τόπον. Διὰ τί τοῖς ὑγιεινοῖς καὶ γέρουσιν αἱ κάτω καθάρσεις οὐ συμφέρουσι (τάχιστα γὰρ ἀπόλλυνται καὶ ὑπέ‐ ρινοι γίνονται); Ἢ ὅτι τοῖς μὲν νοσεροῖς περίττωμά ἐστι τὰ ἀπιόντα, τοῖς δὲ ὑγιεινοῖς αὐτῶν τῶν εὖ ᾠκοδομημένων γίνεται ἡ ἀφαίρεσις, ὥστε σύντηξις, οὐ περίττωσις ἡ ἀπὸ νόσου; ὅταν

4

.

119

οὖν ὁρμήσῃ, μέχρι θεμελίων κινεῖται. Διὰ τί τοῦ θέρους μᾶλλον αἱ διάρροιαι γίνονται ἢ τοῦ χειμῶνος, ἔστι δὲ τοῦτο τὸ πάθος ὑγρασίας ὑπερβολή, καὶ ὁ χειμὼν ὑγρότερος, ὥστ’ ἔδει μᾶλλον ἐν τῇ ὁμοίᾳ ὥρᾳ συμβαίνειν τὸ πάθος ἢ ἐν τῇ ξηρᾷ; Ἢ ὅτι ἐν τῷ θέρει ἀντιπεριίσταται τὸ ὑγρόν, ἐν δὲ τῷ χειμῶνι τὸ θερμόν; οἷον γὰρ ἄν τι ᾖ τὸ ἔξω, ἐναντίως ἔχει τὸ ἐντός· διὸ
5καὶ τὰ φρέατα τοῦ μὲν θέρους ψυχρὰ ἐν θερμῇ τῇ ὥρᾳ, τοῦ δὲ χειμῶνος θερμὰ ἐν ψυχρᾷ. τὸ αὐτὸ δὴ καὶ ἡ κοιλία πάσχει, ὥστε ἐν μὲν τῷ χειμῶνι θερμοτέρα οὖσα πέττει ἱκανῶς, ἐν δὲ τῷ θέρει ψυχροτέρα οὖσα οὐ πέττει ἱκανῶς· ἡ δὲ διάρροια ἀπεψία ἐστίν. συμβάλλεται δέ τι

4

.

120

καὶ ἡ τροφὴ τοιαύτη οὖσα ἐν τῷ θέρει οἵα ταρακτική, καὶ αἱ νύκτες ἐλάττους. Διὰ τί ἐν τῇ νυκτὶ ἀπ’ ἐλάττονος καθαίρει τὰ φάρμακα ἢ ἐν τῇ ἡμέρᾳ; ἡ μὲν γὰρ σκαμμωνία καθαίρει ἀπ’ ὀγδοημορίου, ἐλατήριον δὲ ἀπὸ τεταρτημορίου ὅταν δοθῇ καταπότια. Ἢ διὰ τρία ταῦτα, δι’ ὑγρότητα, διὰ θερμότητα, διὰ τὸ συμμένειν πολὺν χρόνον; ὅτι τε γὰρ οἱ ὑγρότεροι μᾶλλον
5καθαίρονται· ὑγρὰ γὰρ ἡ κάθαρσις· τὸ γὰρ περίττωμα *** καὶ ἐν τῷ πλείονι χρόνῳ μᾶλλον καθαίρει· ἐν δὲ ταῖς νυξὶ συμβαίνει τοῦτο μάλιστα, διότι πέττει ὁ ὕπνος, ὥστε θᾶττον καὶ

4

.

121

μᾶλλον αἰσθάνεσθαι τὸ σῶμα τοῦ φαρμάκου. Διὰ τί τὰ φάρμακα τὰ καθαρτικὰ φλέγμα μὲν ἄγει καὶ χολὴν ἐκ τῶν φλεβῶν εἰς τὴν κοιλίαν, αἷμα δ’ οὔ, λεπτὸν ὄν; Ἢ ὅτι ἄγει τὸ ἀλλότριον ὂν διὰ τὸ μὴ προσπεφυκέναι, τὸ δὲ περίττωμα ἀλλότριον; Ἢ ὅτι παχύτερον τὸ αἷμά ἐστι, τὰ δὲ ἐξελθόντα παχύνεται, τὸ φλέγμα καὶ ἡ χολή; δῆλον δ’ ὅτι τὸ αἷμα πα‐

4

.

122

χύτερον, ὅταν ψυχθῇ καὶ παγῇ. Διὰ τί τοῖς ἐκ τῶν γυμνασιῶν καὶ φαρμακοποσιῶν οὐκ εὐθὺς προσφέρομεν τροφήν; Ἢ ὅτι καθαίρεται τὸ σῶμα ἔτι καὶ οὐκ ἀναπέπαυται πονοῦν καὶ ἀποκέκριται τὰ περιττώματα; ἔτι καὶ ἡ μεταβολὴ μεγάλη οὖσα ἀσύμφορον, γίγνοιτο δὲ25

4

.

123

μετὰ πολλὴν κένωσιν πλήρωσις ἀθρόως. Διὰ τί λέγουσι μὲν πάντες, σεμνύνονται δὲ οἱ πλούσιοι ἐπὶ τῷ φαγεῖν ἢ πιεῖν ἡδέως, ἐπὶ δὲ ταῖς κενώσεσιν οὐκέτι· καίτοι οὐδὲν ἧττον ἡδύ, ὅταν ἐπιθυμῇ τις, καὶ προσέτι ὠφέλιμον τὸ δεόμενον τυχεῖν καὶ λυπηρὸν τὸ μὴ τυγχάνειν; Πότερον ὅτι κάθαρσις, ὥστ’ ἐνδιατρίβειν τῷ λόγῳ ἀηδὲς περὶ αὐτῶν; Ἢ ὅτι οὐκ ἐφ’ ἡμῖν,

4

.

124

ἐκεῖνα δὲ ἐφ’ ἡμῖν; Διὰ τί τοῦ θέρους μᾶλλον γίνεται χολὴ τῶν περιττωμάτων ἐλαττόνων

4

.

125

ὄντων; Διότι τὸ μὲν θερμὸν σηπτικόν, ἡ δὲ χολὴ ἐκ σήψεως. Διὰ τί οἱ χυλοὶ πάντων οὕτω διαχωροῦσι μᾶλλον ἢ μετὰ τῶν φύλλων καὶ ῥιζῶν καὶ καρπῶν; Ἢ *** τῶν φύλλων εἰσίν; ἐξῆκται δ’ αὐτῶν τὸ θερμὸν εἰς τὸ ὑγρόν, τῶν μὲν ἑφθῶν ὑπὸ τοῦ πυρός, τῶν δὲ ὠμῶν αὐτοὶ οἱ χυλοὶ ἔχουσι· διὸ οἱ μὲν ἰσχυροὶ καθαίρουσι τὰς κοιλίας, οἱ δ’ ἀσθενεῖς λύουσι· καὶ
5γὰρ οἱ τῶν φαρμάκων ὀποὶ μᾶλλον καθαίρουσι τῶν ῥιζῶν καὶ καρπῶν ἐξ ὧν εἰσι, καὶ οἱ τῶν γαλάκτων ὀρροὶ ὡσαύτως μᾶλλον ἢ τὸ γάλα· τὸ γὰρ σαρκῶδες τοῦ γάλακτος ὅπερ γῆς ἐστι μέρος παχύ ἐστι. σημεῖον δέ· οὐ γὰρ *ἂν* ηὐξάνετο τὰ ζῷα τῷ γάλακτι, εἰ μὴ σαρκῶδες ἦν· νῦν δὲ οἱ μὲν ὀρροὶ οὐροῦνται μᾶλλον καὶ διαχωροῦσιν ὑπὸ λεπτότητος, αἱ δὲ σάρκες ὑπο‐ λειπόμεναι αὔξουσι καὶ πηγνυμένων τῶν γαλάκτων τυροὶ γίνονται, ἑψομένων δὲ πυρὶ καὶ

4

.

126

ὀπτωμένων προσειομένων τε βούτυρος. Διὰ τί ἐναντίως ὁ λευκὸς καὶ ὁ μέλας ἑλλέβορος καθαίρει; Ἢ ὅτι θερμὰ τὰ καθαίροντα; θερμῷ γὰρ ἅπαντα λύεται, ψυχρῷ δὲ πήγνυται μᾶλλον. εἰ οὖν τὰ μὲν κάτω, τὰ δ’ ἄνω καθαίρεται, ἀφομοιοῖ ἑκάτερον αὑτῷ τῶν φαρμά‐ κων τὴν κάθαρσιν· βαρὺς μὲν γὰρ καὶ πυκνός ἐστιν ὁ μέλας, ὁ δὲ λευκὸς ἀραιὸς καὶ κοῦφος·
5τὰ γοῦν ὑφ’ ἑκατέρου τακέντα ὑγρὰ ὅταν αὐτοῖς ἀφομοιωθῇ, τὰ μὲν ὑπὸ τοῦ μέλανος βαρέα καὶ πυκνὰ τὴν κάτω φορὰν ἔλαβεν, ἡ δ’ ἀπὸ τοῦ λευκοῦ ἀραιὰ γενομένη καὶ κούφη εὐχε‐

4

.

127

ρῶς ὑπὸ τῆς προϋπαρχούσης θερμασίας ἀνηνέχθη. Διὰ τί τῶν τετραπόδων οὐδὲν ὑπὸ ὑστέρας πνίγεται ἔχοντά τε καὶ ζῳοτοκοῦντα; Ἢ διότι μεγάλων ὄντων τῶν ἄνω πρὸς τοῖς αἰδοίοις ἡ ὑστέρα ἐστὶ πᾶσι· διὰ δὲ τὸ πολὺ ἀπέχειν οὐκ ἀναβαίνουσιν ἄνω, διὰ δὲ τὸ

4

.

128

μὴ ἀναβαίνειν οὐκ ἀπολαμβάνουσι τὸ πνεῦμα, πνίγονται δὲ τούτου γενομένου; Διὰ τί τὰ πιαινόμενα τῇ ὠμῇ λύσει τῶν αἰρῶν μιγνυμένων τάχιστα πιαίνεται; Διὰ τὸ τὴν μῖξιν ἔχειν τινὰ λόγον· ἐὰν γὰρ λίαν πολὺ μιχθῇ, ἀποκτείνει. Ἢ ὅτι αἱ αἶραι βαρὺ ἔδεσμα καὶ καρη‐
βαρεῖν ποιεῖ, τῷ οὖν καρώματι ὕπνον συνεχῆ ποιεῖ ὥσπερ ὁ μανδραγόρας, ὁ δ’ ὕπνος πιαίνει26

4

.

129

μάλιστα συνέχων τὰ σώματα; Διὰ τί τῆς κόπρου ἡ τῶν βοῶν ἥκιστα δυσώδης τῶν τε‐ τραπόδων καὶ διπόδων; Πότερον ὅτι πέττεται μάλιστα (σημεῖον δ’ ἡ λειότης), καὶ ὅτι ἁπλῆ ἡ τροφή (ἄχυρα γάρ); ἡ δὲ ποικίλη δυσώδης, διὸ καὶ ἡ τῶν ἀνθρώπων δυσωδεστάτη. Ἢ ὅτι σημεῖον ὅτι μάλιστα μηρυκάζει; τὸ γὰρ μηρυκάζειν ἐστίν, ὅταν μεταβάλλῃ ἐκ τῆς πρώτης
5εἰς τὴν δευτέραν, διὸ καὶ λεῖον γίνεται τὸ περίττωμα. διὸ καὶ πλεῖστον χρόνον ἐν τῇ κοιλίᾳ

4

.

130

μείναντα ἥκιστα ὄζει, τὰ δὲ προσφατώτατα μάλιστα. Διὰ τί τὰ Λιβυκὰ θηρία τοῦ μὲν θέρους οὐ πίνει ὅτε μάλιστα δίψα γίνεται, χειμῶνος δὲ πίνουσιν ὅτε ἧττον διψῶσιν; Ἢ διὰ τὸ μὴ γίνεσθαι ὕδατα τοῦ θέρους ἐν τῇ Λιβύῃ; συνήθεις γὰρ μὴ πίνειν· τοῦ δὲ χειμῶνος διὰ

4

.

131

τὸ γενέσθαι πίνει. ὃ οὖν ἐκεῖ εἴθισται, καὶ ἐν ἄλλοις τόποις ἐλθόντα τὸ ἔθος σώζει. Διὰ τί τὰ πλεῖστα τῶν τετραπόδων ῥᾷον τοῦ ὑγροῦ τὸ ξηρὸν περίττωμα προΐεται (ἀφοδεύει μὲν γὰρ καὶ βαδίζοντα, οὐρεῖ δὲ ἐφιστάμενα τὰ πολλὰ αὐτῶν); Ἢ ὅτι τοῖς μὲν θήλεσιν ἡ μήτρα τῆς κύστεως ἔμπροσθέν ἐστι, τοῖς δ’ ἄρρεσιν οὔ; τῇ γὰρ ξηρᾷ περιττώσει κατ’ εὐθυωρίαν ἐστὶν
5ἐκ τῆς κοιλίας εἰς τὴν ἕδραν ἡ φορά, διὸ ῥᾳδίως ἐκρεῖ· τὰ δ’ οὖρα καὶ καμπὴν ποιεῖ τοῦ γοῦν αἰδοίου εἰς τοὔμπροσθεν ἀνενηνεγμένου· ὁρμήσαντα οὖν ἐκ τῆς κύστεως τὰ ὑγρὰ καὶ προσπί‐ πτοντα τοῖς καταντικρὺ τόποις ἀναχωρεῖ πολλάκις, ἂν μὴ ἐπιστάντα τὰ ζῷα τῷ πνεύματι ἀναπώσῃ· διὸ καὶ οἱ ἱπποκόμοι ἐφιστᾶσιν ἐν τῷ οὐρεῖν τὰ ὑποζύγια. σημεῖον δέ· τὰ μὲν θήλεα τῶν ἀρρένων ὑποζυγίων ἐστὶν οὐρητικώτερα διὰ τὸ τῇ ἕδρᾳ τὸ αἰδοῖον ἐν ταὐτῷ τόπῳ
10κεῖσθαι· τῶν δὲ τετραπόδων τὰ μονώνυχά ἐστι δυσουρητικώτερα διὰ τό τε τοῦ οὔρου πάχος καὶ διὰ τὸ χόρτον καὶ καρπὸν ἀργὸν ἐσθίοντα λάβρως ἐσθίειν· οὐ γὰρ λεαίνοντα τοῖς ὀδοῦσι τὴν τροφὴν φυσᾶται τὴν κοιλίαν οἰδησάντων τῶν εἰσιόντων, ἧς διατεινούσης καὶ πνευματω‐ θείσης οὐκ ἐμπίπτει δι’ αὐτῆς τὰ ὑγρὰ εἰς τοὺς τῆς κύστεως πόρους. σημεῖον δὲ τό τε στραγ‐ γουρίᾳ καὶ στρόφῳ ἔχεσθαι καὶ τὸ τοὺς ἰωμένους τὴν χεῖρα εἰς τὴν ἕδραν καθιέντας ἐκφέρειν
15κόπρον· τοῦ γὰρ πνεύματος μετὰ ταῦτα ἐξελθόντος ἀνοίγονται οἱ τῶν ὑγρῶν πόροι. βοηθοῦσι δὲ τῷ πάθει καὶ λούοντες καὶ συχνὰ ἐλαύνοντες· πάντα γὰρ ταῦτα ἀπορροὴν πνευμάτων ποιεῖ ἀνοίγοντά τε τοὺς κατὰ σάρκα πόρους καὶ λεπτύνοντα τὰ ἐν αὐτοῖς ὑγρά. ἁλίσκονται

4

.

132

δὲ τοῖς εἰρημένοις πάθεσι μᾶλλον τῶν ἄλλων τὰ μονώνυχα καὶ διὰ τὸ δύσριγα εἶναι. Διὰ τί τὰ ἄγρια θηρία μονόχρα; Ἢ ὅτι μᾶλλον ἁπλῆ ἡ δίαιτα, αἱ δὲ ταραχώδεις καὶ ποικίλαι διαθέσεις χρωματίζουσι τὰ σώματα μᾶλλον; σημεῖον τούτου ἀλεκτρυόνες ὅτι πολύχροοι· παμφαγώ‐

4

.

133

τατοι γὰρ τῶν ὀρνίθων. Διὰ τί οἱ πυροὶ τοῖς τετράποσι δυσδιαχωρητότεροι τῶν κριθῶν; Ἢ
διὰ τοὺς ἐχίνους; ταχὺ γὰρ λεαινόμενον τὸ ἄχυρον αὐτῶν λεπτυνόμενον ἔχεται ἐν τοῖς ἐχίνοις διὰ τὴν τραχύτητα τῶν ἐχίνων· τῶν δὲ κριθῶν ἅμα συμπέττεται διὰ τὸ τῇ πέψει γίνεσθαι27

4

.

134

χρόνον πλείω. Διὰ τί τὰ μονώνυχα γηράσκοντα μείζους ἴσχει τοὺς ὀδόντας ὥσπερ τὰ ἄλλα ἐλάττους; Ἢ ὅτι τε φύσει εὐαυξεῖς διὰ τὸ μὴ ἔχειν κέρατα, καὶ ἡ χρῆσις ὀλίγη ὑφ’ ἧς τρέφονται, καὶ ἐπιπαραλλάσσουσι τὰς σιαγόνας, οὐχ ὥσπερ ὁ ἄνθρωπος ἀρτίστομοι.

4

.

135

Διὰ τί οὔτε πώγωνα οὔτε δασεῖαν βλεφαρίδα ἔχει οὐθὲν τῶν τετραπόδων ὅσα μονώνυχά ἐστιν; Ἢ ὅτι χαίτην ἔχει ταῦτα καὶ εἰς ταύτην καταναλίσκεται αὐτοῖς ἡ ὑγρότης ἐξ ἧς αἱ τρίχες γίνονται; ἀδύνατον γάρ ἐστι τὴν περίττωσιν ταύτην κινεῖσθαι ἅμα εἰς τἀναντία ἥ ἐστι

4

.

136

τροφὴ τούτοις, ἀλλ’ ἢ ἄνω ἢ κάτω καὶ ἢ πρόσθεν ἢ ὄπισθεν. Διὰ τί τὰ τοιαῦτα μονώνυχα οἷον ἵπποι ἢ ὄνοι καὶ ὀρεῖς ἡνίκα ἂν γένηται, μένει καὶ οὐθὲν αὐξάνεται τὸ ἀπὸ τῆς ὁπλῆς ἄνωθεν (μὴ συμβαλλομένης δὲ τῆς ὁπλῆς μένει ἕως τοῦ γόνατος καὶ τοῦ ὀπισθίου καὶ τοῦ ἐμπροσθίου σκέλους), οἱ δὲ ἄνθρωποι τοὐναντίον· ἐπὶ τὰ κάτω γὰρ αὐξάνονται μᾶλλον; Ἢ
5ὅτι τοὺς μὲν δεῖ ὀρθοὺς πορεύεσθαι· τὰ κάτω οὖν αὐξηθῆναι ἀνάγκη, ἵνα ῥᾷον φέρῃ τὰ ἄνω, ἢ οὐκ ἀναστήσονται· κατὰ δὲ τοὐναντίον τὰ τετράποδα διατελεῖν, ὥστε τὰ ἄνω αὐξάνεσθαι ἀνάγκη, τὰ δὲ κάτω μένειν [ᾧ ἀναστήσονται ὀρθά]· ὥστε *διὰ* τὸ μὴ ὀρθὸν ἀνάγκη τοιαῦτα γίνεσθαι; διὸ καὶ πωλία μὲν ὄντα ῥᾳδίως τὸ οὖς ξύονται τῷ ὀπισθίῳ ποδί, πρεσβύτερα δὲ γε‐ νόμενα οὔ· οἱ δ’ ἄνθρωποι ἀντεστραμμένως· οὐ γὰρ δύνανται μέχρις ἡλικίας τινὸς τὰ παιδία

4

.

137

κύκλῳ θιγεῖν τοῦ ὠτός. Διὰ τί τὰ μὲν μονώνυχα τὸ ἀπορρέον ὕδωρ πίνει, τὰ δὲ δίχηλα οἷον βόες τὰ συρρέοντα μᾶλλον; Ἢ ὅτι οἱ βόες χαίρουσι μᾶλλον τοῖς ἁλμυρωτέροις, διὸ καὶ εἰς τὴν τροφὴν παρεμβάλλονται αὐτοῖς ἅλες καὶ συμμίγνυται ὁ τοιοῦτος χυμός· τὰ δὲ συρ‐ ρέοντα ἔχει τὸ τοιοῦτον μᾶλλον (ὑπόστασιν γὰρ ἔχει, τὸ δ’ ἁλμυρὸν ὑφίσταται διὰ τὸ βάρος)·

4

.

138

τὰ δὲ μονώνυχα τὰ γλυκέα μᾶλλον καὶ πίνει καὶ ἄλλως προσφερομένων χαίρει; Διὰ τί αἱ ὕες πιαινόμεναι δυσριγότεραι γίνονται; Ἢ διότι καὶ οἱ παχεῖς ἄνθρωποι ὅσῳ ἂν μᾶλλον παχύνωνται, πορρωτέρω γίνονται τοῦ οἰκείου θερμοῦ, ὅσῳ δ’ ἂν μᾶλλον τοῦτο πάσχωσιν, εὐ‐ ψυκτότερα τὰ ἔσχατα ἀνάγκη εἶναι, τὰ δὲ εὔψυκτα ταχὺ ἀνάγκη αἰσθάνεσθαι τοῦ ψύχους;

4

.

139

Διὰ τί ἄνθρωπος μὲν οὐ χαλαζιᾷ οὐδὲ τῶν ἄλλων ζῴων οὐδέν, αἱ δὲ ὕες τοῦτο πάσχουσι;
Ληπτέον δὴ τὸ πάθος τί ἐστιν ἡ χαλάζησις· ἔστι δ’ οἷον τοῖς ἀνθρώποις οἱ ἴονθοι, τοῦτο ταῖς ὑσὶν ἡ χαλάζησις ὧδε μετεστραμμένον· οἱ δ’ ἴονθοί εἰσι μικροὶ δοθιῆνες, διότι πολλοὶ καὶ διεσπαρμένοι· μεγάλα γὰρ πολλὰ χαλεπώτερον ποιῆσαι καὶ πλείονος περιττώματος ἔργον, ὥστε28
5πρὶν μερισθῆναι οὕτως ἕτερον ἂν νόσημα προσηγέρθη· γίνονται δὲ οἱ ἴονθοι οὔτε ὡς ἀρρώστημα οὔτε ὡς τῶν κατὰ φύσιν, ἀλλὰ τοῖς εὐτραφέσι μέν, τροφῆς δὲ φαύλης ὑπερβολῇ· διὸ γίνον‐ ται οὐ τῇ τυχούσῃ ἡλικίᾳ· οὔτε γὰρ παιδίοις οὔτε γέρουσι γίνονται ἴονθοι οὔτε τοῖς λεπτοῖς. τοῖς μὲν οὖν ἀνθρώποις, ὥσπερ εἴρηται, οἱ ἴονθοι γίνονται ἔξω διὰ τὴν λεπτότητα τοῦ δέρματος· τοῖς δὲ ὑσὶ γίνονται μὲν δι’ εὐτροφίαν, διὰ πάχος δὲ τὸ τοιοῦτον ἔσω τοῦ δέρματος τρέπεται·
10εἰ δέ εἰσι δι’ εὐτροφίαν, ὑπερβολῇ περιττώματος. ὥσπερ δὴ οἱ ἴονθοι φυσικαῖς ἡλικίαις γίγνονται, οὕτω τοῖς τοιούτοις τῶν ζῴων ἐγγίνονται αἱ χάλαζαι, ὅταν γένηται τὸ ἔτος ἔγκαιρον· τότε γὰρ ἥκιστα δύναται πέττειν ἡ ὗς τὴν τροφήν, τὸν δὲ ἄλλον χρόνον ῥᾷστα πέττει τῶν ζῴων· διὸ καὶ πιότατόν ἐστι καὶ τὴν προχώρησιν ἐξηλλαγμένην ποιεῖται [πλείστην]. σημεῖον δ’ ὅτι χαλαζώδεις εἰσὶν αἱ ὑγόσαρκοι τά τε περὶ τὰ σκέλη καὶ τὸν τράχηλον καὶ τοὺς ὤμους, ἐν
15οἷς μέρεσι καὶ πλεῖσται γίνονται χάλαζαι. κἂν μὲν ὀλίγας ἔχῃ, γλυκυτέρα ἡ σὰρξ γίνεται διὰ τὸ εὐτροφίας εἶναι σημεῖον, ὥσπερ εἴρηται· ἐὰν δὲ πολλάς, ὑγρὰ λίαν καὶ ἄχυμος· ἄπε‐ πτος γὰρ ἡ τροφὴ ἡ λίαν πολλὴ καὶ οὐ κρατεῖται ὑπὸ τῆς φύσεως. ἐκβάλλουσι γὰρ τὰς χαλάζας μάλιστα ταῖς τιφαῖς· ἔστι δὲ τοῦτο καὶ πρὸς τὴν τροφὴν χρήσιμον. ὥσπερ δὲ οὐδὲ τοῖς παιδίοις γίνονται οἱ ἴονθοι οὐδὲ γέρουσιν, οὕτως οὐδὲ τοῖς χοίροις τοῖς γαλαθηνοῖς χάλαζα

4

.

140

οὐδὲ τοῖς νέοις εἰ μὴ σπάνιον καὶ τότε ἐὰν ἡ μήτηρ πολλὰς ἔχη· οὐ γίνονται δὲ ταῖς λίαν γραίαις ὑσίν, ἀλλὰ ταῖς παλαιοτέραις. Διὰ τί οἱ ὕες μάλιστα τῶν ζῴων ἀφρὸν ἀφιᾶσι καὶ ὀχεύοντες καὶ μαχόμενοι καὶ πορευόμενοι, καὶ οἱ ἐνόρχεις μᾶλλον ἢ οἱ ἐκτομίαι; Ἢ ὅτι στενὸν ἔχει τὸν βρόγχον ὁ ὗς, ὡς δηλοῖ ἡ φωνή, καὶ φύσει πίων ἐστίν, ὥστε πυκνὸν τὸ πνεῦμα
5ὂν καὶ πολὺ δι’ ὀλίγου ἔρχεται; διὰ μὲν οὖν τὸ ὑγρὸν εἶναι σιαλοχοεῖ θερμαινόμενον, διὰ δὲ τὸ στενόπνουν ἀσθματικόν· ἀφρὸς δ’ ἐστὶ πνεύματος πυκνοῦ ἄνοδος ἐν ὑγρῷ, διὸ καὶ οἱ ἐπι‐ ληπτικοὶ ἀφιᾶσιν ἀφρόν· κατεχόμενον γὰρ τὸ πνεῦμα ἐν τῷ πνεύμονι πνιγόμενον ἀνάγει βίᾳ τὸ ὑγρόν. μαχομένοις μὲν οὖν ὁ θυμός, θέουσι δ’ ἡ κίνησις, ὀχεύουσι δ’ ἡ προθυμία ἐκθερ‐ μαίνει τὸ πνεῦμα καὶ ποιεῖ πυκνόν, τὸ δὲ πάχος διὰ τὴν στενότητα ποιεῖ πνιγμόν, ὁ δὲ πνι‐

4

.

141

γμὸς ἀφρόν. Διὰ τί ὑσὶ καπρώσαις ἐάν τις προσχέῃ ὄξος εἰς τὰ αἰδοῖα, λήγουσιν ἐπὶ χρό‐ νον τινὰ τῆς κάπρης; Πότερον ὅτι διὰ τὸν πόνον ἐκκόπτει τὸ ἀλγῆσαν τὴν ἐπιθυμίαν; δάκνει
γὰρ προσχεόμενον. Ἢ ὅτι θερμότης αἰτία τοῦ πάθους καὶ ἡ φλεγμονὴ δ’ ** ὑπέρθερμοι γίνον‐29

4

.

142

ται ταῖς ἐπιθυμίαις, τὸ δ’ ὄξος σβέννυσι τὴν θερμότητα, τουτέστι τὴν αἰτίαν τοῦ πάθους; Διὰ τί τὰ μὲν ἄλλα τετράποδα οἷον ἵπποι καὶ τὰ ὑποζύγια ἐκβάλλουσι τοὺς ὀδόντας καὶ κύων περὶ ἑπτάμηνον καὶ αἶγες καὶ πρόβατα καὶ ἄνθρωποι, ὗς δὲ οὐκ ἐκβάλλει; Ἢ ὅτι πλατὺ ῥύγχος ἔχει καὶ ἰσχυρόν; Ἢ ὅτι τοῖς ὀδοῦσι τοῖς ἐμπροσθίοις, οὕςπερ βάλλουσι μόνους,

4

.

143

οὐ πονεῖ μόνον; τῷ γὰρ ῥύγχει ἐργάζεται. Διὰ τί ἡ ὗς ὀχευθεῖσα ἀφρὸν ἀφίησιν ἐκ τοῦ στόματος; Ἢ ὅτι στενὸν τὸν φάρυγγα καὶ τὰς σύριγγας ἔχει, διὸ καὶ ὥσπερ πνιγομένης αὐτῆς ἡ φωνή ἐστιν; ὅταν οὖν ἐν τῇ ὀχείᾳ διὰ στενῶν ἐπανίῃ τῶν πόρων *τὸ πνεῦμα*

4

.

144

καὶ μεθ’ ὑγρότητος, ἀφρὸς γίγνεται· μάλιστα γὰρ ἐν τοῖς τοιούτοις ἀφρίζει. Διὰ τί αἱ ἄγριαι ὕες ἔλαττον τίκτουσι τῶν ἡμέρων; ἑπτὰ γὰρ τὸ πλεῖστον τίκτουσιν, αἱ δὲ τρισκαίδεκα. Ἢ ὅτι πλεονάκις τίκτουσιν αἱ ἥμεροι διὰ τὴν εὐπορίαν τῆς τροφῆς καὶ τὴν ἀλέαν τῶν τόπων,

4

.

145

δι’ αὐτὸ δὲ τοῦτο πλείω τίκτουσιν; Διὰ τί ἄρρενες μὲν ὕες ἄγριοι πολλοί εἰσι, κάπροι δ’ ὀλίγοι; Ἢ ὅτι κνησμὸς νέοις οὖσιν ἐμπίπτει εἰς τοὺς ὄρχεις διὰ μέγεθος; ξυόμενοι οὖν πρὸς τὰ δένδρα ἐκθλίβουσι καὶ γίνονται οὓς καλοῦσι χλούνας, ὅθεν καὶ Ὅμηρος πεποίηκεν ‘ὦρσεν

4

.

146

ἔπι χλούνην σῦν ἄγριον‘. Διὰ τί ὕες πιαινόμεναι λειποτριχοῦσιν; Ἢ ὅτι πιαινόμεναι σαρκοῦνται μᾶλλον, τοιαῦται δὲ πέττουσι μᾶλλον, *μᾶλλον* δὲ πέττουσαι ἔλαττον τὸ πε‐

4

.

147

ρίττωμα λείπουσιν, αἱ δὲ τρίχες ἐκ τῶν περιττωμάτων γίνονται; Διὰ τί οἱ ἄγριοι ὕες ὡς ἐπὶ τὸ πλεῖστον πάντες μέλανές εἰσιν, οἱ δὲ ἥμεροι οὔ; Ἢ διότι οἱ μὲν ἀεὶ ἐν τοῖς ἕλεσιν ὄντες ὑπὸ τοῦ βορβόρου μέλανες γίνονται (σημεῖον δ’ ὅτι βάπτει ὁ βόρβορος· καὶ γὰρ αἱ βακτηρίαι λευκόταται κατορυττόμεναι εἰς αὐτὸν μέλαιναι γίνονται)· τῶν δ’ ἡμέρων ὀλίγοι

4

.

148

οὕτω διάγουσιν; Διὰ τί αἱ ὕες ἐὰν μὴ φθέγγωνται θηλαζόμεναι, οὐ προΐενται γάλα; διὸ καὶ οἱ βουλόμενοι βδάλλειν αὐτὰς κεντοῦσιν. Ἢ ὅτι ἀποβιάζονται τῷ πνεύματι πάντα, καὶ φθέγγεται πάντα κατέχοντα τὸ πνεῦμα· τὸ δὲ τῆς ὑὸς γάλα οὐ ῥᾳδίως ἐκκρίνεται (ὀλίγον

4

.

149

γὰρ ὂν εἰς πολλοὺς διέσπασται μαστούς), ὥστε κατὰ τὴν ἔξοδον δεῖται βίας. Διὰ τί τῆς ὑὸς οἱ πρῶτοι μαστοὶ οἱ πρὸς τὸ στῆθος εὔκρατοι πρὸς τὸ βδάλλειν καὶ οἱ ἐφεξῆς κατὰ λόγον, διὸ καὶ ὁ γενόμενος εὐθὺς τῶν χοίρων ἐπὶ τὸν πρῶτον ὁρμᾷ καὶ ὁ ἀεὶ ἐχόμενος κατὰ λόγον, καὶ θηλάζουσιν οὕτω γε, ἐὰν μὴ ὁ κρείττων βιάσηται; Πότερον ὅτι θερμότατος ὁ τόπος ὁ περὶ
5τὰ στήθη καὶ αἴτιος καὶ τοῖς ἄλλοις τῆς θερμότητος (ἀρχὴ γὰρ οὗτος); ἐπεὶ δ’ ἕλκεται πλείστην τροφὴν ὁ θερμότατος καὶ πέττει μάλιστα, οὗτος δὲ μάλιστα τοιοῦτος, ἀνάγκη πλεῖ‐ στον γάλα καὶ γλυκύτατον ἐνταῦθα εἶναι. Ἢ οὐ μόνον τοῦτο αἴτιον, ἀλλ’ ὅτι τὸ μὲν γάλα
ἐστὶν αἷμα πεπεμμένον, ὁ δὲ τόπος ὁ περὶ τὰ στήθη αἷμα ἔχει πεπεμμένον καὶ καθαρώτατον (ἐνταῦθα γὰρ αὐτοῦ ἡ ἀρχή), ὥστε ἐν ᾧ τὸ αἷμα καθαρώτατον, ἐν τούτῳ τὸ γάλα ἄριστον30

4

.

150

εἶναι. Διὰ τί ἡ ὗς χαίρει τοῖς δυσώδεσιν; Ἢ διότι τὰ πλατύρυγχα οὐκ αἰσθητικὰ τὴν ὄσφρησιν, τὰ δὲ μὴ αἰσθητικὰ τοῖς δριμυτέροις χαίρει; τούτων γὰρ μάλιστα μόνων αἰσθάνε‐ ται. ταὐτὸ δὲ πάσχουσι καὶ οἱ διεφθαρμένοι τὴν ὄσφρησιν ὑπὸ δυσωδίας οἷον σκυτοδεψοὶ καὶ

4

.

151

κοπρολόγοι. Διὰ τί αἱ μὲν θήλειαι τῶν ἀρρένων *** ὥσπερ καὶ ἐν τοῖς ἄλλοις γένεσι τῶν ζῴων δειλότερον τὸ θῆλυ τοῦ ἄρρενος πλὴν ἄρκτου καὶ παρδάλεως· ὥστε διὰ τὸν φόβον κατ’ ἐνίους θέουσι μᾶλλον ὥσπερ οἱ παρασείοντες τὰς χεῖρας καὶ οἱ ἀποβάλλοντες τὰ ὅπλα κἄν τι ἄλλο βάρος ἔχωσιν, οἱ δ’ ἄρρενες ὡς ποιήσοντές τι· ὅμοιον γὰρ τῷ στρέφειν τὴν οὐρὰν τὸ

4

.

152

φρίττειν ἐστίν. Διὰ τί χαλαζωθεῖσαι ὕες οὐ γίνονται παχεῖαι; Ἢ ὅτι τῆς τροφῆς ἧττον κρατεῖ τὸ σῶμα αὐτῶν; σημεῖον δ’ ὅτι περίττωμα πλεῖον γίνεται αὐταῖς· αἱ γὰρ χάλαζαι

4

.

153

ἐκ περιττωμάτων εἰσί, πιαίνεται δὲ τὸ ἀπολαῦον τῆς τροφῆς μᾶλλον. Διὰ τί αἱ ὕες ὕπτιαι φερόμεναι σιγῶσι μᾶλλον; Ἢ ὅτι οὕτω φερόμεναι ἰσχύουσιν ἧττον φθέγγεσθαι μετὰ ἰσχύος· αἱ δὲ φύσει ἄφωνοι οὖσαι πλείονος ἰσχύος δέονται; ὅτι δὲ φύσει ἄφωνοι, δῆλον· εἰσὶ γὰρ

4

.

154

ἔνιαι ἄφωνοι ὅλως ὕες. Διὰ τί αἱ ὕες ἀφοδεύουσι πρότερον ἢ οὐροῦσιν; Ἢ ὅτι καὶ τῶν

4

.

155

ἀνθρώπων ὅσων εὔπεπτοι αἱ κοιλίαι; τῆς δὲ ὑὸς πεπτικὴ ἡ κοιλία μάλιστα. Διὰ τί αἱ μὲν ἄγριαι ὕες ἅπαξ τίκτουσιν, αἱ δὲ ἥμεροι δίς; Ἢ ὅτι ἐκείναις μὲν ἁπλῆ ἡ τροφὴ γίνεται, καὶ ἅπαξ †βοτάνη, ταύταις δὲ ποικίλη καὶ πολλή, διὸ δὶς τίκτουσι τοῦ ἐνιαυτοῦ· ὥσπερ

4

.

156

πλεονάκις δὶς καὶ τὰ πρόβατα διὰ τὴν εὖ δίαιταν; Διὰ τί ἡ ὗς τοῖς δυσώδεσι χαίρει; Ἢ διὰ τὸ πλατὺν ἔχειν τὸν μυκτῆρα καὶ οὐκ ὀξύν, οὐκ αἰσθητικὸν εἶναι συμβαίνει πρὸς τὰς ὀσμάς; ὥσπερ *οὖν* οἱ Φρύγες τοῖς φαύλοις οἴνοις χαίρουσι, καὶ αὐτὴ ταῖς διεφθαρμέναις ὀσμαῖς καὶ σαπραῖς· αἱ τοιαῦται γὰρ ἅπτονται δριμεῖαι οὖσαι τῶν μὲν Φρυγῶν ὡς μεμο‐

4

.

157

λυσμένων διὰ τὸ ἀεὶ πίνειν, τῶν δὲ ὑῶν διὰ τὴν παχύτητα τῶν πόρων. Διὰ τί οἱ ἄτμητοι τῶν τομιῶν μείζους ἔχουσι τοὺς χαυλιόδοντας; Ἢ ὅτι αἱ θήλειαι ἐλάττους τῶν ἀρρένων ἔχουσιν,
οἱ δὲ ἐκτετμημένοι μεταβάλλουσιν εἰς τὸ θῆλυ τὴν φύσιν [ὥσπερ ἂν θήλεις ἐξ ἀρρένων γινό‐31

4

.

158

μενοι]; Διὰ τί τοῖς ὑσὶν οἱ χαυλιόδοντες γίνονται; Πότερον ὥσπερ τινὲς λέγουσι, διὰ τὸ μὴ συμπίπτειν [οὐ τριβόμενοι] αὐξάνονται; ὥσπερ καὶ τοῖς ἀνθρώποις οἳ ἂν οὕτω φύωσιν ὥστε παραλλάττειν τοὺς ὀδόντας, πολὺ μείζους γίνονται, οἷον καὶ τῷ γαλακτοπότῃ Σωστράτῃ με‐ γάλοι ἐγένοντο διὰ τὸ μὴ τρίβεσθαι. *Ἢ* ὥσπερ καὶ τὰ κέρατα φύσις ἀπέδωκεν ἀλκῆς
5χάριν καὶ βοηθείας, *διὰ* τοῦτο τοῖς ὑσὶ τοὺς χαυλιόδοντας; πάντα γὰρ ἔχει βοήθειαν ἀπὸ τῆς φύσεως, ὡσπεροῦν ἔνια μὲν κέρασιν, ἄλλα δ’ ὄνυξι, τὰ δ’ ὀδοῦσι, καὶ τούτων τὰ μὲν οὕτως ὡς τὰ καρχαρόδοντα, τὰ δ’ ἀντὶ τούτου τοὺς χαυλιόδοντας ἔχει· ἅμα δὲ ταῦτα ὑπάρχει οὐθενί. [καὶ ἔστι μεταξὺ ταῦτα τῶν κερασφόρων καὶ καρχαροδόντων, ὥσπερ καὶ αἱ βάσεις πρὸς τὰς βάσεις] καὶ ἡ τροφὴ ἐκείνοις πρὸς τὰ κέρατα ** τοῦ εἰς τὸ ἔξω τοὺς ὀδόντας
10τρέπεσθαι. σημεῖον δ’ ὅτι χαυλιόδοντες ἀντὶ κεράτων εἰσὶ καὶ *οὐχ* ὅτι ἔτυχον οὐ τριβόμενοι διὰ τοῦτο μεγάλοι, ἀλλ’ ἕνεκά τινος· οἱ γὰρ τῶν ἐλεφάντων λεγόμενοι ὀδόντες οὐκ εἰσὶν ὀδόν‐ τες ἀλλὰ κέρατα· ἀλλὰ [διὰ τὸ ἐγκεκλεῖσθαι] διὰ τὸ σχῆμα καὶ τὴν ὁμοιότητα καλοῦνται ὀδόντες, καὶ οἵ γ’ ἐν Καρχηδόνι ὡς κέρατα οὕτως ὀνομάζουσιν· ὅτι δ’ οὐκ ὀδόντες εἰσί, δηλοῖ

4

.

159

τὸ κάμπτεσθαι καὶ γλύφεσθαι, ὃ οὐχ ἕτερον τούτων πάσχει. Διὰ τί ποτε αἱ ὕες φρίτ‐ τουσιν, ὅταν κυνηγῶνται; Ἢ ὅτι τῶν ἀγωνιώντων τὸ σῶμα συστέλλεται διὰ τὸ συνάγεσθαι ὑπὸ τῆς προθυμίας *τὸ θερμὸν* καὶ βοηθεῖν αὐτῷ; καὶ αἱ τρίχες οὖν μᾶλλον ἑστήκασιν, εἰ

4

.

160

μὴ καταπεπτώκασι διὰ τὸ ἐκλελύσθαι. Διὰ τί τῶν μὲν προβάτων τὰ λεπτότερα λεπτοτριχώτερα, τῶν δὲ ὑῶν αἱ λεπτότεραι παχυτριχώτεραι; Ἢ διότι αἱ μὲν διὰ τὸ φύσει εἶναι παχεῖαι ἐμπίπλανται τοὺς πόρους ὅταν παχυνθῶσι, δι’ ὧν ἐκπίπτουσιν αἱ τρίχες, ὥστε ἧττον διαδύεσθαι δύνανται· τὰ δὲ πρόβατα διὰ τὸ πλείω τροφὴν ἔχειν ὅταν ᾖ παχέα ἢ ὅταν
5ᾖ λεπτά, πλείονα τρίχα ἔχουσι καὶ παχυτέραν· ὅταν δὲ λεπτά, λεπτὴν ἀπὸ μικρᾶς τῆς

4

.

161

τροφῆς; ἡ γὰρ θρὶξ περίττωμά ἐστιν. Διὰ τί ὕες καὶ κύνες τυπτόμενοι τῶν βοῶν μᾶλλον βοῶσι; Πότερον ὅτι καὶ ἄλλως μάλιστα λυπούμενα ταῦτα; Ἢ ὅτι τῶν ἄλλων *μᾶλλον* θυ‐

4

.

162

μώδη; δηλοῖ δὲ ἥ τε τῶν ἀγρίων ὑῶν ὁρμὴ καὶ ἡ τῶν κυνῶν ὑλακή. Διὰ τί οἱ ἵπποι δυσουριῶσιν; Ὅτι ὅσα τὴν ξηρὰν ὑπόστασιν εὐχερῶς προΐεται, τὴν ὑγρὰν χαλεπῶς, οἷον πρό‐ βατα καὶ ὕες, οἱ δ’ ἵπποι οὐδὲν *ἧττον* τούτων· ὅσοι δὲ τὴν ὑγρὰν ῥᾳδίως, τὴν ξηρὰν ἐργω‐

4

.

163

δῶς· ὁ δὲ κύων ἄμφω χαλεπῶς. Διὰ τί τὰς ἵππους ἐν τοῖς ἱπποφορβίοις ἀποκείρουσι τὴν
χαίτην πρὸς τὰς ὀχείας; Ἵνα ταπεινωθεῖσαι ὑπομείνωσι τὴν ὀχείαν τῶν ὄνων. κομῶσαι γὰρ32

4

.

164

οὐ θέλουσιν ὑπομένειν, τότε δὲ ὡς ὅμοιαι οὐκ ἀτιμάζουσιν. Διὰ τί οἱ ἵπποι ὅταν μὲν ἐκφεύγωσιν, οὐ κινοῦσι τὰς οὐράς· ὅταν δὲ γυμνάζωνται, πολύ; Ἢ ὅτι κίνησις τῆς οὐρᾶς διὰ πόνον τοῦ σώματος ἢ διὰ κακίαν τῆς ψυχῆς; διὸ καὶ μαλακῶς ἔχοντες ἢ οἱ μαλακοὶ τὰς ψυχὰς κινοῦσιν ἄκοντες (καὶ γὰρ βίᾳ πρὸς τὴν ἱππασίαν ἄγονται)· οἱ δὲ εὐγενεῖς οὔ, ἀλλὰ
5ἀκινήτους καὶ ὀρθὰς ἔχουσιν· ἐν δὲ τῷ ἐκφεύγειν πάντες, ἅτε ἑκουσίως καὶ τῇ ψυχῇ ὁρμῶντες

4

.

165

εἰς τὸ πόρρω καὶ οὐδὲ ὑποδιστάζοντες, ὥστε εἰκότως ἀκίνητος ἡ οὐρά [ὀρθή]. Διὰ τί οἱ μακρὰν ἔχοντες τὴν οὐρὰν [ἀσθενῆ] καὶ μὴ δασεῖαν ἐκ τῆς φύσεως κακοὶ τὰς ψυχὰς ὡς ἐπὶ τὸ πολύ; Ἢ ὅτι σημαντικὸν ἡ οὐρὰ τοιάδε ἢ τοιάδε λεγομένη, λέγω δ’ οἷον ὀρθὴ καὶ ἀνάσιμος ἢ κινουμένη ἢ ἑστῶσα; τὰ μὲν γὰρ ἀρετῆς, τὰ δὲ κακίας σημεῖα. ἐπεὶ οὖν φύσει τοιοῦτοι οἱ
5κακοὶ τὰς ψυχάς, εὐθὺς ἡ ἔκφυσις αὐτῶν ἀσθενὴς καὶ βραχεῖα, καὶ ἐν τῇ ἀρχῇ ἐνέλιπεν ἡ φύσις· ὡς γὰρ μὴ δέον χρήσασθαι τούτῳ, ἢ οὐ προστίθησιν ἢ οὐχ ὅμοιον ὃ καὶ τοῖς χρησο‐

4

.

166

μένοις, οἷον κέρας καὶ ὀδόντας [καὶ] ταῖς θηλείαις. Διὰ τί ὅλως σημαντικόν; Ἢ κοινότερον τοῦτο πλειόνων; καὶ γὰρ ἐπὶ κυνῶν καὶ ὑῶν καὶ λεόντων καὶ ὅλως τῶν μαχίμων καὶ θυμω‐ δῶν, καὶ τῶν ἀρρένων μᾶλλον ἢ θηλειῶν· τὰ μὲν γὰρ ὀρθὴν ἔχει, τὰ δὲ ἀπεστραμμένην, ὥσπερ οἱ ὕες οἱ ἄρρενες· ὁ δὲ λέων καὶ τύπτει ἑαυτόν. αἴτιον δὲ πάντων ὅτι συνέχειά τις ἀπὸ
5τῶν κυρίων τόπων τοῦ ζῆν, ἐν οἷς ὁ θυμός, εἰς ταύτην συνάπτει· συντεινομένων μὲν οὖν καὶ θερμαινομένων ἐκείνων διικνεῖται πρὸς τὸ ἔσχατον, διὸ καὶ ἀποσημαίνει τὴν διάθεσιν· θαρρούν‐ των μὲν γὰρ ὀρθή, τῶν δὲ ἀπεστραμμένων ἢ φοβουμένων ὑπειλημμένη καὶ ὥσπερ ἅμα τῷ θυμῷ πεσοῦσα. Τὸ δ’ ὅλον καὶ πρὸς εὐτολμίαν καὶ πρὸς ὕβριν καὶ φωνὴ ἔχει τινὰ δύναμιν

4

.

167

καὶ τόνον διὰ τὴν αὐτὴν αἰτίαν. Διὰ τί ἡ ἵππος ὀλιγοχρόνιος οὖσα τοῦ ἀνθρώπου πλείω χρόνον φέρει ἐν γαστρί; Συμβαίνει τοῦτο οὖν διὰ μίαν αἰτίαν· ἡ γὰρ ἵππος πολὺ λείπεται τῶν

4

.

168

μακροβίων ζῴων καὶ ὅτι ἀγονώτερον· μονότοκον γάρ. Διὰ τί τῶν μὲν ἵππων οἱ ἄρρενες χρεμετίζουσι μᾶλλον τῶν θηλειῶν, τῶν δὲ προβάτων καὶ αἰγῶν τὰ θήλεα μᾶλλον βληχᾶται· αὕτη δ’ ἐν ἑκάστῳ φωνή ἐστιν; Ἢ ὅτι τῶν φωνῶν αἱ μέν εἰσι θυμικαί, αἱ δὲ ἄθυμοι; τὰς μὲν οὖν θυμικὰς οἱ ἄρρενες μᾶλλον ἀφιᾶσιν (ἀνδρειότεροι γάρ), τὰς δ’ ἀθυμοτέρας τὰ θήλεα·
5οἷον κοκκύζουσι μὲν οἱ ἀλεκτρυόνες, κράζουσι δὲ αἱ ἀλεκτορίδες. ὁ μὲν οὖν χρεμετισμός ἐστι φωνὴ θυμοῦ, ἡ δὲ βλήχησις ἀσθενείας, ὥστε εὐλόγως τὴν μὲν οἱ ἄρρενες τῶν ἵππων ἀφιᾶσι,

4

.

169

τὴν δὲ τὰ θήλεα τῶν προβάτων καὶ τῶν αἰγῶν. Διὰ τί τῶν ἵππων ἐάν τις μίαν ἢ δύο ἢ
τρεῖς σπάσῃ τρίχας, πονοῦσιν; Ἢ διότι ἐκείνοις μὲν τιλμὸς γίνεται (κατὰ μίαν γὰρ ἑλκόμενον ἢ δύο τὸ δέρμα οὐκ ἀκολουθοῦν τῇ ἀντισπάσει τὴν ἀλγηδόνα ποιεῖ)· ὅταν δὲ ἀθρόας ἑλκύσῃ33

4

.

170

τις, οὐ γίνεται ὁ σπασμός; τὸ γὰρ δέρμα συνακολουθεῖ. Διὰ τί αἱ ἵπποι ὅταν σκυζῶσιν ἐκτοπίζουσαι οὐ θέουσι πρὸς ἕω ἢ πρὸς ἑσπέραν, ἀλλὰ πρὸς ἄρκτον ἢ πρὸς μεσημβρίαν; Ἢ ὅτι λέγονται ἐν τῇ τοιαύτῃ διαθέσει ἐξανεμοῦσθαι; θέουσι γὰρ πρὸς ἄνεμον· τούτου γὰρ αἴτιον ὅτι θερμότης ἐστὶ τὸ πάθος καὶ δέονται καταψύξεως, ὥστε εὐλόγως πρὸς ἄρκτον τρέχουσι καὶ
5πρὸς μεσημβρίαν· μάλιστα γὰρ καὶ πλειστάκις οἱ ἐντεῦθεν πνέουσιν ἄνεμοι· νότος γὰρ καὶ

4

.

171

βορέας ἀεὶ κατέχουσιν, *οἱ δ’ ἄλλοι* πνέουσιν ὀλιγάκις. Διὰ τί αἱ ἵπποι ἐὰν ὀχευθεῖσαι βρεχθῶσιν, ἀνοχεύονται; Ἢ ὅτι συμβαίνει ψύχεσθαι ὑπ’ αὐτοῦ καὶ ἡσθῆναι τὰ σώματα; φρίττοντος οὖν τοῦ σώματος κωλύεται τοῦ συλλαμβάνεσθαι τὸ σπέρμα καὶ καταψυχόμενον

4

.

172

ὥσπερ ἀποθνήσκει φθειρομένης αὐτοῦ τῆς δυνάμεως· διὰ τοῦτο πάλιν δεῖται ὀχείας. Διὰ τί τοῖς μὲν ἵπποις καὶ τοῖς ὄνοις ἐκ τῶν οὐλῶν φύονται τρίχες, τοῖς δὲ ἀνθρώποις οὔ; Ἢ ὅτι ἡ οὐλὴ κωλύει διὰ τὴν πύκνωσιν ἢ διὰ τὸ φθίνειν τὴν τροφήν; τοῖς μὲν οὖν ἀνθρώποις παντελῶς κωλύει διὰ τὴν ἀσθένειαν τῆς τριχός, τοῖς δ’ ἵπποις οὐκ ἐκώλυε μέν, ἔφθειρε δέ, διὸ καὶ
5λευκαὶ φύονται τούτοις· οὐκ ἐξῄει δὲ διὰ τὸ πλῆθος. [ἐπισκέψασθαι εἰ καὶ τοῖς βουσίν].

4

.

173

Διὰ τί παραπλησίων ὄντων τῶν ἵππων καὶ τῶν ὄνων κατὰ τὸν χρόνον τῆς κυήσεως (ἄμφω γὰρ ἐνιαυτὸν φέρει καὶ μονότοκά ἐστι) τὸν μὲν ἵππον ἀφιᾶσιν ἐπὶ τὴν ὀχείαν *ἀπ’ ἐαρινῆς* ἰσημερίας, τοὺς δὲ ὄνους πρὸ τροπῆς θερινῆς; Ἢ διότι οἱ μὲν ἵπποι θερμοὶ τὴν φύσιν, οἱ δὲ ὄνοι δύσριγοι καὶ ψυχροί; σημεῖον δὲ τούτου· οὐ γὰρ γίνονται ἐν τῇ Σκυθίᾳ ὄνοι. ἐνιαυσιαίας οὖν
5τῆς κυήσεως οὔσης ἀνάγκη γεννᾶν εἰς τὴν αὐτὴν ὥραν. τοῖς μὲν οὖν ἵπποις τὸ ἔαρ σύμμετρον· οὔτι γὰρ σφόδρα ψυχρά, ἀλεεινὴ δέ, ὥστε διὰ ψῦχος μηδὲν πάσχειν. σκοποῦσι δὲ τὴν τῆς

4

.

174

ὀχείας ὥραν τίς ἐπιτηδεία πρὸς τὴν τροφὴν τῶν τέκνων πάντες. Διὰ τί τῶν μὲν ἵππων οἱ ὀρθὰ τὰ σκέλη καὶ μικρὸν ἔχοντες τὸ μεσοκύνιον ἢ μέγα λίαν χωλοὶ γίνονται ταχέως, οἱ δὲ μέσον ἀσφαλέστατοι; Ἢ ὅτι μικρὸν μὲν ὂν οὐ παρέχει ἔνδοσιν, ἀλλ’ οἷον πληγὴ γίνεται· ὅτον δὲ σύμμετρον, ἐνδίδωσι, καὶ γίνεται βάσις, οὐ πληγή· ἐὰν δ’ αὖ μεῖζον τοῦ καιροῦ,
5καταρρήγνυται πλείονος τοῦ βάρους ἐμπίπτοντος διὰ τὴν ἔνδοσιν; Διὸ καὶ αἱ χελῶναι ἀνό‐ μοιαι, καὶ τῶν μὲν μικρὸν ἐχόντων παρεμπίπλαται τὰ σκέλη καὶ ἀνοιδεῖ, τῶν δὲ μέγα κα‐

4

.

175

ταρρήγνυται καὶ ἀφελκοῦται ὁ τόπος οὗτος. Διὰ τί ὁ ἵππος ἐὰν ἐμέσῃ, ἀποθνήσκει; Πό‐ τερον ὅτι παρὰ φύσιν; Ἢ οὐ τοῦτο αἴτιον, ἀλλὰ σημεῖον ἑτέρου μείζονος; ὅτι γὰρ ἐπιθα‐ νάτως ἔχει ἐὰν ἐμέσῃ, οὐχ ὅτι ἐὰν ἐμῇ ἀποθνήσκει. Ἢ ὅμοιον ὅσοι ἐν τοῖς εἰλεοῖς ἂν ἐμῶσι κόπρον; καὶ γὰρ οἱ ἵπποι ἐν τοῖς αὐτοῖς πάθεσι· τοῖς μὲν οὖν τὸ ἐκ τῆς κάτω κοιλίας34

4

.

176

σπάσαι παρὰ φύσιν (διὸ καὶ κρατοῦνται τοῖς πάθεσι), τοῖς δ’ ὅλως τὸ ἀνεμεῖσθαι. Διὰ τί ὑπὸ διαρροίας ἐὰν ἁλῶσιν, ὡς ἐπὶ τὸ πολὺ ἀποθνήσκουσιν; Ἢ ὅτι μανὴ καὶ οὐ πυκνὴ ἡ σάρξ; σημεῖον δὲ καὶ τὸ εὐίδρωτα εἶναι καὶ ὅλως τὸ εὐκίνητον, πλείων οὖν ἡ σύντηξις ὁρμῆς γενο‐

4

.

177

μένης †παρὰ τοῖς ποσί. Διὰ τί οἱ πρεσβῦται ἵπποι τὸ κάτω χεῖλος προτείνουσιν; Ἢ ὅτι γηρασκόντων ἀνίεται ἡ φύσις, τὸ δὲ κάτω χεῖλος μεῖζον καὶ σαρκωδέστερον καὶ ἧττον πρὸς

4

.

178

τῷ ὀστῷ; Διὰ τί οἱ ἵπποι θᾶττον οὐροῦσιν ἐν τοῖς μαλακοῖς χωρίοις ἢ ἐν τοῖς στερεοῖς; Πότερον ὅτι ῥαίνονται ἧττον, φεύγει δὲ τοῦτο σφόδρα; σημεῖον δέ, ὅτι διάγει ἐπὶ πολὺ τὰ σκέλη, καὶ ὅταν ὑποστρωννύηται μέλλων καθεύδειν ἀεὶ οὐρεῖ· οὐ γὰρ τέγγεται ῥανίσιν. Ἢ γίνε‐ ται μὲν καὶ τοῦτο, οὐ μὴν ἀλλ’ ἔοικε μᾶλλον ἡ ἄνεσις τοῦ σώματος αἰτία εἶναι; συντεταμένον
5γὰρ οὐ προΐεται τὸ σῶμα, καθάπερ οὐδὲ πονοῦντα, ἀλλ’ ὥσπερ καὶ δυσουριᾷ [ἐνθένδ’ ἀνίησιν ἐν τῷ μαλακῷ]· τὸ δὲ στερεὸν ἀντίτυπον ὂν συντονίαν γεννᾷ. ἥ τε διαγωγὴ τῶν σκελῶν καὶ ἡ πρόσνευσις τῆς ὀσφύος εἰς τὴν πρόεσιν· ἅπαντά τε γὰρ σχεδὸν τοῦτο ποιεῖ, πλὴν ὅσα ῥᾳ‐

4

.

179

δίως οὐρεῖ· τὰ δὲ δύσουρα μᾶλλον εἰκότως τῶν ἄλλων. Διὰ τί οἱ ἵπποι καὶ οἱ ὀρεῖς καὶ ὅλως τὰ λόφουρα ἥκιστα δύνανται πεινᾶν; διὸ καὶ ὅταν κατακλεισθῶσι, τὰς θύρας καὶ τὰς φλιὰς καὶ ὅλως πᾶν ξύλον κατεσθίουσιν. Ὅτι ἔχουσι θηρίδια ἐν τῇ ἄνω κοιλίᾳ πολλὰ παρό‐ μοια ταῖς πρασοκουρίσι. ταῦτ’ οὖν ἐξαναλίσκει τε τὴν τροφήν, καὶ ὅταν μηκέτι ἔχῃ, τῇ κι‐
5νήσει καὶ τῇ ξύσει τοῦ ἐντέρου πόνον παρέχει. παραπλήσιον δὲ τὸ συμβαῖνον τοῖς τὰς ἕλμιν‐

4

.

180

θας ἔχουσι τὰς πλατείας. Διὰ τί αἱ ἵπποι ῥᾷον φέρουσιν ἐν τῇ κυήσει ἡμίονον, καίτοι ἰσχυρότερον ἡ ἡμίονος; Ἢ ἴσως ἀληθὲς δι’ αὐτὸ τοῦτο, καθάπερ καὶ αἱ γυναῖκες τὰ ἄρρενα τῶν θηλειῶν; ἰσχυρότερα γὰρ ὄντα μᾶλλον ἐξαναλίσκει τὰ περιττώματα, τὸ δὲ βαρύνεσθαι

4

.

181

καὶ πονεῖν ἀπὸ τούτων. Διὰ τί οὖν ῥᾷον ἀπαλλάττουσαι οὐ δύνανται συνεχῶς φέρειν ἡμίονον; διὸ καὶ διαλείπουσιν, ὥσπερ νεὸν λείποντες. Ἢ ὅτι γηράσκει καὶ καταρρακοῦται τὰ
σώματα θᾶττον ἰσχυροτέρων ὄντων, τοῦτο δὲ εὐλαβοῦνται; καὶ ἅμα τὸ μὴ δύνασθαι συνεχῶς τὸ ἰσχυρότερον ὥσπερ γῆν καρπὸν εὔλογον, ἀλλ’ ὅταν τέκῃ, κουφότερον ἀπαλλάττειν. Τὸ δὲ35
5καὶ κυΐσκεσθαι ῥᾷον ἡμίονον, ὥσπερ Ἀλκίμαχος ἔφη τοὺς Κελτοὺς λέγειν, οὐκ ἀληθές· οὐ γὰρ προσδέχονται τοὺς ὄνους ὅτανπερ ἀκμάσῃ ἡ ὁρμή, δυσχεραίνουσαι τὴν ὀσμὴν καὶ τὸ

4

.

182

ἀσύνηθες· διὸ καὶ πολλαὶ δοκοῦσαι κύειν ἀναφαίνονται κεναί. Διὰ τί δὲ ῥᾷστα καὶ τά‐ χιστα ἐκτιτρώσκει ἡ ἵππος; Ἢ ὅτι σφοδρότατον καὶ συντονώτατον, ὥσθ’ ὅ τι ἂν πονῇ, πᾶν

4

.

183

μετὰ βίας; ἐκ δὲ τῶν τοιούτων ἐκτιτρωσμός. Διὰ τί καὶ ἐνδίδωσι τάχιστα καὶ ἀναστρέ‐ φεται τὸ σῶμα; Ἢ ὅτι μανὴ ἡ σάρξ; ταχὺ δὲ καὶ συμπίπτει καὶ ὀγκοῦται. Ἤπερ τοῦτο αἴτιον, οἷον κατὰ τὴν κύνα καὶ τὴν αἶγα καὶ εἴ τι ἄλλο εὐκίνητον ἐπ’ ἄμφω; Ἢ εἰ μὴ ταὐτό,

4

.

184

ἐνδέχεται τοῖς ἑτέροις δι’ ἄλλας αἰτίας. Διὰ τί οἱ μὲν ποικίλοι ἵπποι ὡς ἐπίπαν ἀγενεῖς, τῶν δὲ φαλιῶν ἔνιοι γενναῖοι, καίτοι ἡ φαλιότης ποικιλία; Ἢ ὅτι ἐπ’ ἔλαττον ἡ ἐξαλλαγή; ἐν μικρῷ γὰρ τὸ φαλιόν, ὥστε ἡ ποικιλία διὰ τὸ ἀνώμαλον ἀγενεῖς ποιεῖ· τὸ μικρὸν γὰρ

4

.

185

οὐκ ἐνισχῦον ἧττον ἐξίστησιν. Διὰ τί οἱ πῶλοι κατακλίνονται μᾶλλον ἢ οἱ πρεσβύτεροι ἵπποι; *Ἢ ὅτι ῥᾷον* καὶ ἀνίστανται καὶ κατακλίνονται οἱ νέοι τῶν πρεσβυτέρων· τοῦτο δ’ ὅτι τοῖς μὲν πολὺ τὸ βάρος, τοῖς δ’ ὀλίγον· τὰ μὲν γὰρ κῶλα οὐκ ἐπαυξάνεται τοῖς ἵπποις, τὸ

4

.

186

δὲ σῶμα ἐπαυξάνεται. εὐφορώτερον οὖν τὸ σῶμα τοῖς νέοις. Διὰ τί τὸ τῶν ἵππων περίτ‐ τωμα ὅταν γυμνάζωνται δυσωδέστερον; Πότερον ὅτι δυσέκκριτον κινεῖται ὑπὸ τῶν γυμνασιῶν, ὥσπερ ὁ ἱδρὼς ἔξω, οὕτως εἰς τὴν κοιλίαν φαῦλοι χυμοί, οἳ ποιοῦσι τὴν δυσωδίαν (ὥσπερ τοῖς καθαιρομένοις κάτω ὑπὸ φαρμάκου); Ἢ ὅτι πλείω προσφέρονται τότε καὶ ἧττον πέτ‐

4

.

187

τουσι, τὰ δὲ ἄπεπτα δυσωδέστατα καὶ σήπεται θᾶττον; Διὰ τί ἵππος καὶ ὄνος οὐρεῖ μετὰ τὴν ὀχείαν; Ἢ διὰ τὸν πόνον; πονούντων γὰρ συρρεῖ εἰς τὴν κύστιν, πονεῖ δὲ ὄνος μὲν καὶ

4

.

188

ἵππος διὰ τὸ μέγεθος· βοῦς δὲ διὰ τὴν συντονίαν· τὸ γὰρ σύντονον ποιεῖ πόνον. Διὰ τί ὄνος μὲν καὶ ἵππος ἐξουρεῖ τὸ σπέρμα, βοῦς δὲ οὐκ ἐξουρεῖ; Ἢ ὅτι τῷ μὲν πόρρω ἐξακοντί‐

4

.

189

ζεται διὰ τὴν συντονίαν, τοῖς δὲ ἐγγύς (ἅμα γὰρ προΐεται καὶ ἐξάγει); Διὰ τί τοῖς μὲν ἵπποις καὶ τοῖς ὄνοις ἐκ τῶν οὐλῶν φύονται τρίχες, τοῖς δ’ ἀνθρώποις οὔ; Ἢ ὅτι τοῖς μὲν ἄλλοις ζῴοις ἐστὶ τὸ δέρμα μέρος τῆς σαρκός, ἀνθρώπῳ δὲ καθάπερ πάθος σαρκός; δοκεῖ γὰρ αὐτῆς τὸ ἐξ ἐπιπολῆς καταψυχόμενον στερεώτερον γίνεσθαι, καθάπερ τῶν ἑφθῶν ἀλεύρων αἱ
5γραῖαι καλούμεναι· ἐπεὶ οὖν κἀκεῖναί εἰσιν ἄλευρον ἑφθόν, καὶ τὸ τοῦ ἀνθρώπου καλούμενον δέρμα σάρξ ἐστι. τραυματισθέντος δὲ ἢ τριβέντος ἀνθρώπου συμβαίνει τὴν σάρκα φθείρεσθαι καὶ πυκνοῦσθαι· διὸ ἠλλοιωμένης τῆς ἐπιπολῆς σαρκὸς οὐ τὴν αὐτὴν ἐπίφυσιν λαμβάνει τὰ τραύματα ἥνπερ καὶ ἐκ γενετῆς· ἀλλοιωθείσης δὲ αὐτῆς μὴ γίνεσθαι ἔτι τὸ ἐξ αὐτῆς οὐδὲν ἄτοπον, καθάπερ καὶ ἐκ τῶν ἀλωπεκιῶν καλουμένων· καὶ γὰρ τῆς ἐπιπολῆς σαρκὸς φθοραὶ36
10καὶ ἀλλοιώσεις εἰσί. τῶν δ’ ὑποζυγίων τριβέντων καὶ ὑγιαζομένων πάλιν ἀναπληροῦται τὰ νοσώδη μέρη τοῦ σώματος τῶν αὐτῶν μέν, ἀσθενεστέρων δὲ ἢ ἐξ ἀρχῆς. ἐπειδὴ δ’ ἐστὶ καὶ τὸ δέρμα μέρος αὐτῶν, γίνοιντο ἂν καὶ φύοιντο τρίχες, λευκαὶ δὲ φύονται διὰ τὸ τὸ δέρμα

4

.

190

ἀσθενέστερον γεγονέναι τοῦ ἐξ ἀρχῆς καὶ τὴν λευκὴν ἀσθενεστάτην εἶναι τρίχα. Διὰ τί *εἰ* ἐπὶ τὰ τῶν ἵππων ἕλκη κριθὰς κατακαύσαντες καὶ λεπτύναντες ἐπιπάττουσιν, οὐ λευκὰς ἀναφύουσιν αἱ οὐλαί, ἀλλ’ ὁμοιοτάτας ταῖς πρότερον, ἄν τε μέλας ὢν τύχῃ ἄν τε ξανθὸς ἢ ὁποιοσοῦν ᾖ; Ἢ ὅτι λευκαὶ διαφθειρομένης τῆς τροφῆς καὶ τῆς ἀρχῆς ὅθεν ἡ ἔκφυσις,
5αὕτη δὲ φθείρεται διυγραινομένη καὶ λεπτύνουσα τὸ δέρμα, τὸ δὲ τῆς κριθῆς κατάκαυμα ξη‐ ρὸν ὂν ἐξαίρει καὶ ἀναλαμβάνει ταύτην, ὅθεν ἐξομοιοῖ τὸ δέρμα τῷ ἄλλῳ, συνεξομοιωθέντος

4

.

191

δὲ καὶ ἡ ἔκφυσις ὁμοία; καὶ γὰρ τοῦ δέρματος ἡ ἔκφυσις. Διὰ τί οἱ ἵπποι κατὰ τὴν ἕδραν ἐν τοῖς †ποταμοῖς ἀποπνίγονται; Ἢ ὅτι εὐρὺ τὸ ἔντερον ἔχουσι τὸ ἀπὸ τοῦ ἀρχοῦ; δηλοῖ δὲ ὅτι εὐμαρῶς ἀφοδεύουσι βαδίζοντες· πληθύοντα *δὲ* τὴν ἕδραν διαδώσει εἰς τὴν

4

.

192

κοιλίαν, ἧς ἐπαιρομένης θλιβομένη ἡ ἀρτηρία ἀποπνίγει. Διὰ τί τὰς ἵππους καὶ τὰς ὄνους
ὅταν ὀχευθῶσι, διώκουσιν; Ἢ ὅτι οὐροῦσιν εὐθύς; συμβαίνει οὖν ἐξουρεῖν τὴν γονήν.37