TLG 0732 016 :: ALEXANDER :: Fragmenta ALEXANDER Phil. Fragmenta Source: Moraux, P. (ed.), Alexandre d’Aphrodise. Paris: Droz, 1942: 207–212, 214, 216–220. Citation: Fragment — (line) | ||
1(t) | De intellectu doctrinae adumbratio | |
n1 | Pseudo—Philoponus, in de Anima, ad Γ, 4, 429 a 10, p. 518,6—18 | |
---|---|---|
n2 | Hayduck (Comment. in Aristot. graeca, XV). | |
1 | καὶ πρὸς Ἀλέξανδρον δέ (ἐστιν εἰπεῖν) ὅτι ὅρα πῶς τὸν νοῦν μόριον εἶπε τῆς ψυχῆς· ὅταν οὖν εἴπῃ τὸν νοῦν ἀΐδιον, μὴ λέγε ὅτι τὸν θύραθεν νοῦν λέγει· τὸν γὰρ ἐν ἡμῖν λέγει. ἰστέον γὰρ ὅτι ὁ νοῦς τρία τινὰ σημαί‐ νει παρὰ Ἀριστοτέλει. ταῦτα δὲ τρία ἄλλως μὲν λέγει Ἀλέξανδρος | |
5 | ὁ Ἀφροδισιεύς, ἄλλως δὲ ὁ Πλούταρχος· ἀλλ’ ὁ μὲν Ἀλέξανδρος πρῶτον σημαινόμενον λέγει τοῦ νοῦ τὸν δυνάμει νοῦν, ὥσπερ ἐστὶν ὁ ἐπὶ τῶν παίδων· ἐν γὰρ τοῖς παισὶν ὁ δυνά‐ μει νοῦς. δεύτερον σημαινόμενον τοῦ 〈νοῦ μετὰ τὸν〉 δυνάμει ὁ καθ’ ἕξιν νοῦς, ὥσπερ ὁ ἐπὶ τῶν τελείων ἀνθρώ‐ | |
10 | πων· οἱ γὰρ τέλειοι ἄνθρωποι εἴδησιν λοιπὸν ἔχοντες τῶν πραγμάτων τὸν καθ’ ἕξιν νοῦν ἔχειν λέγονται. τρί‐ τον σημαινόμενόν ἐστι τοῦ νοῦ ὁ ἐνεργείᾳ νοῦς, ὅ ἐστιν ὁ θύραθεν, ὁ παντέλειος, ὁ μὴ ὢν καθ’ ἕξιν ἢ κατὰ τὸ δυνά‐ μει, ἵνα καὶ ἁπλοῦς ᾖ ἀεὶ ἐνεργείᾳ ὤν, ὁ κυβερνῶν τὸ | |
15 | πᾶν· ταῦτα τὰ τρία σημαινόμενα τοῦ νοῦ κατὰ τὸν Ἀλέξανδρον. | 207 |
2-13b(t) | De intellectu humano | |
2(n1) | Pseudo—Philoponus, in de An., ad Γ, 4, 429 a 15 ss., p. 521,11—23 | |
n2 | Hayduck. | |
1 | ἐπειδὴ δὲ μέμνηται ὁ Ἀριστοτέλης τοῦ ἀμιγοῦς καὶ ἀπαθοῦς καὶ χωριστοῦ πρὸς τὸ δεῖξαι ὅτι ἀΐδιος ἡ ψυχή, ὁ Ἀλέξανδρος παραφθείρει τὰ τρία ταῦτα. πρῶτον μὲν τὸ ἀμιγές. φησὶ γὰρ ὅτι ἀμιγῆ λέγει τὴν ψυχήν, ἐπειδὴ νόμος ἐστὶ τῶν μισγομένων τὸ πρῶτον | |
5 | καθ’ αὑτὸ εἶναι καὶ οὕτω συμμίσγεσθαι. ἰδοὺ γὰρ ἐν τῷ οἰνομέλιτι πρῶτον ἦν καθ’ ἑαυτὸ τὸ μέλι καὶ ὁ οἶνος, καὶ εἶθ’ οὕτω συνεπλάκη. ἐπεὶ οὖν οὐ πρώτη οὖσα καθ’ ἑαυ‐ τὴν ἡ ψυχὴ τῷ σώματι συνεμίγη, ἀλλ’ ἅμα τῇ γενέσει συνεμίγη τῷ σώματι, διὰ τοῦτο ἀμιγῆ λέγει τὴν ψυχήν. | |
10 | ἀπαθῆ δὲ αὐτὴν λέγει, φησίν, ὅτι οὐκ αὐτὴ ἡ ἐπιτηδειό‐ της τῆς ψυχῆς ἔπαθεν, ἀλλὰ τὸ σῶμα κατὰ τὴν ἐπιτηδειό‐ τητα. ἐπεὶ οὖν πάθος λέγομεν [τὸ] παθεῖν τὴν ἐπιτηδειό‐ τητα, νυνὶ δὲ οὐκ ἔπαθεν, διὰ τοῦτο ἀπαθῆ αὐτὴν λέγει. χωριστὴν δὲ αὐτὴν λέγει, φησί, κατὰ τὴν ἑτερότητα, καθὸ | |
15 | ὅλως διαφέρει σώματος καλῶν αὐτὴν χωριστήν. | 208 |
3a(n) | Ps.—Philoponus, in de An., ad Γ, 4, 429 a 10, p. 519,16—31 Hayd. | |
1 | ἁμαρτάνει ... ὁ ... Ἀλέξανδρος διότι οὐδὲν βούλεται ἐπιλέγειν τῇ λέξει, ἀλλ’ ἀεὶ κατακολουθῶν αὐτῇ ἐναντιολογίαις καὶ νῦν περιπίπτει. ἀφορμὰς γὰρ λαβὼν ἐκ τῆς λέξεως οἴεται ὅτι αὐτὸς ὁ νοῦς καὶ ἡ οὐσία αὐτοῦ δυνάμει ἐστίν, καὶ οὐ λέγει ὅτι κατὰ τὰς ἐνεργείας | |
5 | αὐτοῦ ἐστι δυνάμει, οἷον ὁ ἐπὶ τῶν παίδων νοῦς καθ’ ἡμᾶς δυνάμει ἐστί, διότι οὔπω οἶδεν τὰ εἴδη τῶν πραγμάτων, ἐπιτηδείως δὲ ἔχει πρὸς τὸ γνῶναι αὐτά, καὶ ταύτῃ δυνάμει ἐστὶ διὰ τὸ τὴν ἐνέργειαν αὐτοῦ μήπω γνῶναι τὰ ὄντα. ὁ δὲ Ἀλέξανδρος αὐτὴν τὴν οὐσίαν τοῦ νοῦ ἐπὶ τῶν παίδων λέγει εἶναι δυνάμει καὶ κατασκευάζει | |
10 | αὐτὸ φάσκων ὅτι ὁ νοῦς δυνάμει ἐστί, εἰ δὲ δυνάμει ἐστὶ κατὰ τὴν ἐπιτηδειότητα, δῆλον ὅτι οὐκ ἔχει εἶδος, ἀλλ’ ὕλη ἐστὶ μόνον. πᾶν γὰρ τὸ πρῶτον δυνάμει ἐν ὕλῃ ἐστίν. ὁ νοῦς ἄρα ὕλη ἐστὶ καὶ εἶδος οὐκ ἔχει, ἵνα μὴ θολούμενος ὑπὸ τοῦ εἴδους ῥέψῃ εἰς τὴν τοῦ οἰκείου εἴδους γνῶσιν | 209 |
15 | καὶ τὰ ἐναντία αὐτῷ εἴδη μὴ γνῷ. ὥσπερ γὰρ τὸ διαφανὲς ἀχρωμάτιστόν ἐστιν, ἵνα ἀδεκάστως διακονῇ τὰ χρώ‐ ματα, οὕτω καὶ ὁ νοῦς, φησίν, ἀνείδεός ἐστιν, ἵνα γνῷ πάντα τὰ εἴδη. ταῦτα μὲν Ἀλέξανδρος, πάνυ δὲ ἁμαρτάνει. | |
3b(n) | Ibid., ad Γ, 4, 429 a 15, p. 522, 22—24 Hayduck. | |
1 | ἐντεῦθεν ἠπατήθη Ἀλέξανδρος καὶ ἐνόμισεν αὐτὸν δεκτικὸν εἶναι τῶν εἰδῶν, λέγω δὲ τὸν νοῦν, καὶ δυνάμει εἶναι, ἀλλὰ μὴ τοῦτο, ἀντὶ τοῦ ἀλλὰ μὴ εἶδος. | |
3c(n) | Ibid., ad Γ, 4, 429 a 18, p. 523,4—11 Hayduck. | |
1 | ὁ δὲ Ἀλέξανδρος πάλιν ἄλλως νοεῖ· φησὶ γὰρ ὅτι εἰ πάντα νοεῖ, ἀμιγής ἐστι τῶν εἰδῶν καὶ οὐκ ἔχει εἶδος. ἡμεῖς δὲ μετὰ προσδιορισμοῦ λέγομεν ὅτι ἀμιγής ἐστι τῶν εἰδῶν ὧν γινώσκει, ἐπεὶ αὐτὸς αὐτόθεν εἶδος ὑπάρχει. εἴποι δὲ πρὸς ταῦτα ὁ Ἀλέξανδρος ὅτι | |
5 | εἰ καθ’ ὑμᾶς ὁ νοῦς ἀμιγής ἐστιν ὧν γινώσκει εἰδῶν, ἐπειδὴ καὶ ἑαυτὸν γινώσκει, λέγετε δὲ αὐτὸν εἶδος εἶναι, οὐκοῦν καὶ ἑαυτοῦ ἀμιγής ἐστιν ὁ νοῦς, ὅπερ ἐστὶν ἄτοπον. λέγομεν δὲ πρὸς τοῦτον ὅτι ὡς νοοῦν νοουμένου ἀμιγής ἐστι καὶ ἕτερος. | 210 |
3d(n) | Ibid., ad Γ, 4, 429 a 20, p. 523,20—23 Hayduck. | |
1 | ὁ δὲ Ἀλέξανδρός φησιν ὅτι καὶ ἐνταῦθα βούλεται τὸν νοῦν μὴ ἔχειν εἶδος καὶ ἐξ ὧν ἐπάγει· φησὶ γὰρ μὴ εἶναι αὐ‐ | |
τοῦ φύσιν, ἀλλὰ μόνον ὅτι δυνάμει ἐστίν. | 211 | |
4(n1) | Simplicius, in de Anima, ad Γ, 4, 429 b 9, p. 230, 12—22 Hay‐ | |
n2 | duck (Comment. in Aristot. graeca, XI). | |
1 | Καὶ αὐτὸς δὲ αὑτὸν τότε δύναται νοεῖν] Οὐ κατὰ συμβεβηκὸς τῷ τὰ νοητὰ ἔχειν καὶ εἶναί πως ὁ αὐτὸς τοῖς νοουμένοις εἴδεσιν, ὡς προηγουμένως τὰ εἴδη ἀλλ’ οὐχ ἑαυτὸν νοῶν, ὡς· ὁ Ἀλέξανδρος βούλεται, καὶ ἑαυτὸν | |
5 | δὲ νοῶν προηγουμένως ... ἀλλ’ οὐδέν, φησὶν ὁ Ἀλέξανδρος, αὐτὸ ὑφ’ ἑαυτοῦ πάσχει· τὸ δὲ νοεῖν ἐν τῷ πάσχειν τὸν νοῦν ὑπὸ τοῦ νοητοῦ εἶναι ἐδόκει. | |
5a(n1) | Pseudo—Philoponus, in de Anima, ad Γ, 4, 429 b 13, p. 529, 22—23 | |
n2 | Hayduck. | |
1 | Πλούταρχος μὲν οὖν καὶ Ἀλέξανδρος βούλεται τῷ μὲν ἀΰλῳ τὰ ἄϋλα γινώσκεσθαι, τῷ δὲ ἐνύλῳ τὰ ἔνυλα. | |
5b(n) | Ibid., ad Γ, 4, 429 b 14, p. 530,5—7 Hayduck. | |
1 | Ἐντεῦθεν Πλούταρχος καὶ Ἀλέξανδρος πιστοῦνται ὅτι ἰδοὺ αὐτὸς λέγει ὡς τῷ ἐνύλῳ τὰ ἔνυλα γινώσκεται· τῷ γὰρ αἰσθη‐ | |
τικῷ εἶπε γινώσκεσθαι τὸ θερμόν. | 212 | |
8(n) | Simplicius, in de Anima, ad Γ, 6, 430 b 26, p. 259,38—260,2 Hayd. | |
1 | διὰ τοῦτό μοι δοκεῖ καὶ ἀρχόμενος τοῦδε τοῦ ῥητοῦ φάσιν εἰπεῖν τὴν οὐσιώδη τῆς ψυχῆς γνῶσιν καὶ προσθεῖναι τὸ ‘τι κατά τινοσ‘, οὐχ ὡς τοῖς ἐξηγηταῖς εἴρηται τῷ τε Ἀλεξάνδρῳ καὶ τῷ Νεστορίου Πλουτάρχῳ τῆς φάσεως νῦν ἀντὶ ἀποφάσεως εἰλημμένης | |
5 | ἢ ἀντὶ τοῦ ἐνδιαθέτου λόγου. | |
9(n1) | Pseudo—Philoponus, in de Anima, ad Γ, 7, 431 a 2 ss., p. 558, | |
n2 | 4—6 Hayduck. | |
1 | ἐνταῦθα δὲ γενόμενος Ἀλέξανδρός φησιν ὅτι τετάρακται ὁ λό‐ γος, εἴπερ καὶ ἄνω διέκρινε τὸν δυνάμει νοῦν ἀπὸ τοῦ | |
ἐνεργείᾳ, καὶ νῦν δὲ τὸ αὐτὸ ποιεῖ. | 214 | |
10b(n1) | Elias, in Categorias, Prooem, p. 123,4—7 Busse (Comment. in | |
n2 | Ar. gr., XV, III). | |
1 | οὗτος (ὁ Ἀλέξανδρος) γὰρ ἀντιπάσχων τῇ ἀθανασίᾳ τῆς ψυχῆς τῆς λογικῆς τὰς εἰρημένας ῥήσεις ἐν τῷ τρίτῳ λόγῳ τῆς περὶ ἀθανασίας τῆς ψυχῆς καὶ ἀποδεικνυούσας ὅτι ἔστιν ἀθάνατος ἡ ψυχή, πειρᾶται | |
πᾶσαν στροφὴν περιστρέφειν. | 216 | |
13b(n) | Simplicius, in de An., ad Γ, 7, 431 b 17—19, p. 279,30—32 Hayd. | |
1 | ἀλλ’ ὅ γε Ἀλέξανδρος καὶ τὸν ἀχώριστόν φησιν ἐνδέχεσθαι τῶν χωριστῶν εἶναι γνωστικόν, ἐπειδὴ καὶ ἀπὸ τῶν ἀχω‐ | |
ρίστων ἡ εἰς τὰ χωριστὰ αὐτῷ ἀναφορά. | 217 | |
14-16e(t) | De intellectu agente seu divino seu extrinseco | |
n1 | Philoponus, in de Anima, ad A, 4, 408 b 18, p. 159,9—16 | |
n2 | Hayduck. | |
1 | Ἀλέξανδρος ἀντιβλέψαι μὴ δυνάμενος πρὸς τὰ προφανῶς ὑπὸ τοῦ Ἀριστοτέλους λεγόμενα, ὁμολογεῖ μὲν ἑκὼν καὶ ἄκων τὸν νοῦν ἀθάνατον εἶναι, ἐπειδὴ μὴ εὗρεν ἄλλην ἐξήγησιν τῷ ῥητῷ ἁρμόζου‐ σαν σύμφωνον τῷ ἑαυτοῦ σκοπῷ, πολλαχοῦ μέντοι μετ’ ἐνδοιασμοῦ | |
5 | τινος τὸν λόγον ποιεῖται. καὶ ἐνταῦθα μὲν ὁμολογεῖ ἀθάνατον εἶναι λέγειν τὸν νοῦν τὸν Ἀριστοτέλη, βραχὺ δὲ προελθὼν ἔτι τῆς συνεχείας οὔσης τοῦ λόγου ἐντυγχάνων τῷ ῥητῷ τῷ λέγοντι ‘ὁ δὲ νοῦς ἴσως θεῖόν τε καὶ ἀπαθές ἐστι‘, περὶ τοῦ θείου φησὶ νοῦ τὸν λό‐ γον εἶναι. | |
15(n1) | Philoponus, in de Anima, ad B, 3, 415 a II, p. 261,10—12 | |
n2 | Hayduck. | |
1 | Κἀνταῦθα πάλιν δῆλός ἐστι χωρίζων τὸν νοῦν καὶ μὴ συναριθμῶν ταῖς ἄλλαις τῆς ψυχῆς δυνάμεσιν. ἐνταῦθα δὲ πάλιν ὁ Ἀλέξανδρός φησιν | |
αὐτὸν λέγειν περὶ τοῦ θείου νοῦ τοῦ ἐν τοῖς ἀϊδίοις. | 218 | |
16c(n1) | Pseudo—Philoponus, in de Anima, ad Γ, 5, 430 a 10 ss., p. 535, | |
n2 | 4—5 Hayduck. | |
1 | Ἀλέξανδρος μὲν γὰρ ἐνεργείᾳ νοῦν ἐκάλεσε τὴν μίαν τῶν | |
πάντων ἀρχὴν ἤτοι τὸν θύραθεν νοῦν. | 219 | |
16d(n) | Ibid., p. 535,20—29 Hayduck, | |
1 | Ἀλέξανδρος μὲν οὖν ἔλεγεν ἐνεργείᾳ νοῦν τὸ πρῶτον αἴτιον· ἐπλανᾶτο δὲ ἐκ τοῦ ἀκούειν αὐτὸν ὅτι πάντα ποιεῖ. τίς γάρ ἐστιν ὁ πάντα ποιῶν, εἰ μὴ ἡ πρώτη αἰτία; εἰ οὖν Ἀριστοτέλης λέγει ὅτι ὁ κατ’ ἐνέργειαν νοῦς πάντα ποιεῖ, δῆλον ὅτι | |
5 | κατ’ ἐνέργειαν νοῦν λέγει τὴν πρώτην αἰτίαν. καὶ ὅτι πάλιν λέγει τῇ οὐσίᾳ σύνδρομον ἔχειν τὴν ἐνέργειαν τὸν ἐνερ‐ γείᾳ νοῦν, ὅπερ μόνῳ θεῷ οἰκεῖον (ὁ γὰρ ἡμέτερος νοῦς φαίνεται διὰ δυνάμεως τὴν ἐνέργειαν ποιούμενος), καὶ πάλιν ὅτι ἀεὶ ἐνεργεῖ. ἐντεῦθεν οὖν ὁ Ἀλέξανδρος ἠπατᾶτο καὶ | |
10 | ἔλεγεν ὅτι οὐδενὶ ταῦτα εἰ μὴ μόνῳ θεῷ ἁρμόττει. θεοῦ γὰρ μόνον οἰκεῖον τὸ σύνδρομον ἔχειν τῇ οὐσίᾳ τὴν ἐνέρ‐ γειαν καὶ τὸ ἀεὶ ἐνεργεῖν. | |
16e(n) | Ibid., p. 539,35—39 Hayduck. | |
1 | διὰ τὸ εἰκάσαι αὐτὸν φωτὶ ἠπατήθη ὁ Ἀλέξανδρος, καὶ διὰ τὸ εἰπεῖν τὸν Ἀριστοτέλην πάντα ποιεῖν αὐτὸν ὥσπερ τὸ φῶς. ἀλλ’ οὐδ’ ὤφελεν ἀπατηθῆναι. προστέθεικε γὰρ Ἀριστοτέλης ‘τρόπον τινά‘, ὁ δὲ θεὸς | |
οὐ τρόπον τινὰ πάντα ποιεῖ, ἀλλὰ κατὰ πάντα τρόπον ποιεῖ τὰ πάντα. | 220 |