TLG 0732 015 :: ALEXANDER :: In analytica posteriora commentariorum fragmenta ALEXANDER Phil. In analytica posteriora commentariorum fragmenta Citation: Page — (line) | ||
in APo.XIX | f. 190r (Barocc. 191v) ad Arist. p. 83b 1 sq. Ἀλεξάνδρου (om. B). Ὁ δὲ νοῦς πάσης τῆς εἰρημένης ἐπιχειρήσεως τοιοῦτος· πάντα τὰ κατηγορούμενά τινος κυρίως καὶ μὴ κατὰ συμβεβηκὸς ἤτοι ἐν τῷ τί ἐστιν αὐτῶν κατηγορεῖται ἢ ὡς συμβεβηκότα. ἀλλὰ μὴν πάντα τὰ ἐν | |
5 | τῷ τί ἐστι κατηγορούμενα καὶ τὰ ὡς συμβεβηκότα ὥρισται ὡς μήτε ἐπὶ τὸ ἄνω ἐν ταῖς προτάσεσι μήτε ἐπὶ τὸ κάτω εἰς ἄπειρον τοὺς ὅρους λαμβάνεσθαι δύνασθαι. πάντα ἄρα τὰ κατηγορούμενα ὥρισται ὥστε μήτε ἐπὶ τὸ ἄνω μήτε ἐπὶ τὸ κάτω (adde εἰς ἄπειρον ἐν) ταῖς προτάσεσι τοὺς ὅρους λαμβάνεσθαι δύνασθαι. ὧν ὅτι μὲν τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα ὥρισται, ἐν ἑκάστῳ γένει τῶν ὄντων ἔσται λαβεῖν | |
---|---|---|
10 | ἄτομόν τι ἔσχατον τῶν ἐν τῷ αὐτῷ γένει καὶ ἀνώτατόν τι καὶ γενικώτατον, οὗ οὐδὲν ἔτι (ἔστι P) τῶν ἐν τῷ αὐτῷ γένει κατηγορεῖται τῆς κατηγορίας γινομένης κατὰ φύσιν τε καὶ κυρίως. ἀλλὰ μὴν ὡρισμένων τῶν ἄκρων ὄντων ἀνάγκη καὶ τὰ (inc. f. 192r Bar.) μεταξὺ ὡρίσθαι. δῆλον δὲ τοῦτο διὰ τῆς ἐπαγωγῆς. ἐξ οὗ γὰρ ἂν γένους ἄτομόν τι ληφθῇ, κατὰ τούτου πάντα τὰ ἐν τῷ τί ἐστι αὐτοῦ κατηγορούμενα | |
15 | μέχρι τοῦ ἀνωτάτου γένους ὥρισται. τοῦ (ante ras. P) μὲν γὰρ τινὸς ἀνθρώπου προσεχῶς μὲν ὁ ἄνθρωπος ἐν τῷ τί ἐστι κατηγορεῖται, τούτου δὲ τὸ ζῷον πεζὸν δίπουν (δίππουν B: δήπου P), καὶ τούτου τὸ ζῷον πεζόν (δίππουν add. B), καὶ τούτου τὸ ζῷον, καὶ τούτου ἡ ἔμψυχος οὐσία, ἧς ἡ οὐσία· καὶ οὐδὲ ταύτης ἐστὶν ἐξωτέρω τῶν ἐν τῷ τί ἐστι τοῦ τινὸς ἀνθρώπου κατηγορουμένων (κατηγορου‐ | |
20 | μένου P B), ὃ κοινότερον κατηγορεῖται. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων ἐννέα γενῶν· καὶ γὰρ ἐπ’ ἐκείνων ἑκάστου (ἕκαστον P) ὥρισται τὰ ἐν τῷ τί ἐστιν | |
ἕκαστα (ἑκάστῳ B) τῶν ἐν αὐτοῖς ἐσχάτων τε καὶ ἀτόμων κατηγορεῖσθαι δυνάμενα. | ||
in APo.XX | ἔτι ἐπεὶ ἔστιν ἕκαστον τῶν λαμβανομένων ὁρίσασθαί τε καὶ τῇ διανοίᾳ περιλαβεῖν, ἐξ ὧν ἐστιν αὐτῷ τὸ εἶναι, τὸ δ’ εἶναι ἑκάστου (inc. f. 190v P) συμπληροῦται ὑπὸ (ἐπὶ B) τῶν ἐν τῷ τί ἐστιν αὐτοῦ (om. B) κατηγορουμένων ἁπάντων, τὰ δ’ ἄπειρα ἀπερίληπτα τῇ διανοίᾳ, οὐκ ἂν εἴη (εἰς B) τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα καθ’ | |
5 | ἕκαστον γένος ἄπειρα. τὰ δέ γε ὡς συμβεβηκότα κατηγορούμενα ἅπαντα κατὰ τῆς οὐσίας κατηγορεῖται· τὰ γὰρ θʹ γένη τῇ οὐσίᾳ συμβέβηκεν, ἡ δέ γε οὐσία οὐδενί. διὸ οὐδὲ (οὐ B) εἰ (om. B: l. ὡς) συμβεβηκυῖά τινι ἡ ἢ P: om. B) οὐσία κατηγορεῖται, ἀλλ’ ὑπόκειται μὲν ἡ οὐσία, κατηγορεῖται δὲ ἕκαστον αὐτῆς (αὐτοῦ P: αὐτῶν B) τῶν ἄλλων γενῶν ὡς συμβεβηκός. οὔτε δὲ ἡ οὐσία ἡ ὑπο‐ | |
10 | κειμένη τοῖς συμβεβηκόσιν ἐπ’ ἄπειρον ἔχει ἄλλον (ἀλλ’ P: ἄλλου B) ἄλλῳ ὑπο‐ κείμενον ὅρον· εἰσὶ γάρ, ὡς προείρηταί τε καὶ δέδεικται, καθ’ ἕκαστον γένος τῶν ὄντων (parum liquet P: lac. 4 lit. B) ὡρισμένοι (ὁρισμένοι B) οἱ ὅροι, οἵ τε ἄκροι καὶ οἱ μεταξύ, ὥστ’ ἔστι τι ἔσχατον ὑποκείμενον ἐν αὐτῇ (αὐτῷ B). ἀλλὰ μὴν οὐδὲ οἱ κατηγορούμενοι ὅροι τῆς οὐσίας ὡς συμβεβηκότες ἐπ’ ἄπειρον τὴν | |
15 | προσθήκην (οἷον add. P) οἷοί τε λαμβάνειν διὰ τὸ ἕκαστον γένος τῶν τῆς οὐσίας κατηγορουμένων ὡσπεροῦν καὶ αὐτὴ ἡ οὐσία ὡρισμένους (ὁρισμοὺς P) ὅρους ἔχειν καὶ ἓν ἑνὸς ἐν τῇ μιᾷ προτάσει κατηγορεῖσθαι. οὔτε ἄρα ἐπὶ τὸ κάτω ἡ αὔξησις τῶν ὅρων ἐν ταῖς προτάσεσιν, ἐν αἷς συμβεβηκός τι κατηγορεῖται, ἐπ’ ἄπειρον πρόεισιν οὔτε ἐπὶ τὸ ἄνωθεν· ἐδείχθη δέ, ὅτι οὐδὲ ἐν αἷς τὸ τί ἐστι | |
20 | κατηγορεῖται· ἐν οὐδενὶ ἄρα εἴδει προτάσεων ἐπ’ ἄπειρον οὔτε ἐπὶ τὸ ἄνω οὔτε ἐπὶ τὸ κάτω προΐασιν οἱ ὅροι. (Barocc. f. 192v) ad Arist. p. 84a13 Ἀλεξάνδρου. Ὧν γὰρ ὑπαρχόντων τισὶν ἐν τῷ τί ἐστιν αὐτὰ τὰ ὑπο‐ κείμενα αὐτοῖς (αὐτοῦ B) περιέχεται, τούτοις καθ’ αὑτὰ ἐκεῖνα ὑπάρχει. καὶ οἷς | |
25 | αὐτὰ ἐν τῷ τί ἐστιν ὑπάρχουσιν αὐτοῖς. τοῦτο ἀσαφῶς μὲν εἴρηται διὰ συντομίαν· λέγει δὲ καὶ οἷς ἀντὶ τοῦ ‘καὶ ὧν ταῦτα ἐν τῷ τί ἐστι ὑπάρχει‘· τοῦτο γὰρ παρείαται (παρῆκται B) ὡς ὀφειλόμενον ἐξακούεσθαι ἐκ τοῦ προειρη‐ μένου· προείρηται γὰρ τὸ “ὅσα τε γὰρ ἐκείνοις ἐνυπάρχει”. ὧν οὖν αὐτὰ τὰ ὑποκείμενα ἐν τῷ τί ἐστιν ἐνυπάρχει ἐνυπαρχόντων (ἢ ὑπαρχόντων B) αὐτοῖς, | |
30 | καὶ ἐκεῖνα τούτοις καθ’ αὑτὰ ὑπάρχει· καὶ γὰρ τοῦτο παρείαται (παρῆκται B). f. 191r (Barocc. f. 193v) ad Arist. p. 84b29 Ἀλεξάνδρου. Εἶπε δὲ σχηματίσας τὴν λέξιν ὅτι ἐστὶ τόδε τοδὶ ἢ ὑπάρχει τόδε τῳδί, οὕτως καὶ ὅτι οὐκ ἔστι τόδε τοδὶ οὐδὲ ὑπάρχει τόδε (τῷδε B) τῳδί· τοῦτο δέ, ὅτι οὔκ εἰσι πᾶσαι αἱ προτάσεις ὁμοιοσχήμονες, | |
35 | ὡς εἶπε καὶ ἐν τῷ πρώτῳ τῶν Προτέρων ἀναλυτικῶν (c. 36 p. 48a40 sq.), ἀλλ’ ἡ μὲν ὅτι τοδὶ τόδε ἐστίν, οἷον τὸ δίκαιον (καὶ add. B) καλόν, ἡ (εἰ P B) δὲ ὅτι τόδε τοῦδε ὡς τὸ ἥμισυ τοῦ διπλασίου, ἢ τόδε τῷδε ὑπάρχει, οἷον ὅτι τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη· οὐ γὰρ συνετὸν τὸ ‘τὰ ἐναντία μία ἐπιστήμη‘, ἀλλ’ | |
ὑπάρχειν (ὑπάρχει ?) τοῖς ἐναντίοις. | ||
in APo.XXI | f. 199r (Barocc. f. 209r) ad Arist. p. 94a14 Ἀλεξάνδρου (om. B). Φανερὸν οὖν φησιν (om. B) ἐκ τῶν δεδειγμένων γεγονέναι, καὶ πῶς ἔστι τοῦ τί ἐστιν ἀπόδειξις καὶ πῶς οὐκ ἔστιν. οὕτως μὲν γὰρ ἔσται, ὅτι λαμβάνεται ἐν ἀποδείξει· οὐκ ἔσται δὲ οὕτως ὥστε | |
5 | ἀπόδειξιν (ἀποδίδωσιν B) αὐτοῦ εἶναι. τὸ δὲ καὶ τίνων ἔστι καὶ τίνων οὐκ ἔστι δηλωτικὸν ἂν εἴη τοῦ ‘καὶ διὰ τίνων ὁρισμῶν ἡ τοῦ τί ἐστιν ἀπόδειξις γίνεται καὶ διὰ τίνων οὔ‘· διὰ γὰρ μόνων τῶν θέσει τῆς ἀποδείξεως, ὡς εἶπε, διαφερόντων. ἢ καὶ (om. B) τὸ τίνων ἔστι καὶ τίνων οὐκ ἔστι δηλωτικόν ἐστι τοῦ ‘καὶ τίνων ἔστιν ὁρισμῶν ἀπόδειξις [ἢ] καὶ τίνων οὔ‘ (οὐδαμῶς B). τῶν μὲν | |
10 | γὰρ μετὰ (v. infra) τῆς αἰτίας λαμβανομένων, οἳ (οἱ P B; at v. infra) τῆς ἀπο‐ δείξεως διαφέρουσι θέσει (? P: λογʹ B; at v. infra), καὶ τῶν ἀναποδείκτων θέσεων, οἷοί (οἷον B) εἰσιν οἱ τῶν ἀμέσων ὁρισμοί, οὐχ οἷόν τε (οἷοί τε B) ἀπόδειξιν εἶναι. ὁμοίως δὲ οὐδὲ τῶν κατὰ τὸ (κατ’ B) εἶδος καὶ τὴν αἰτίαν. τῶν δὲ ὡς συμπερασμάτων ὄντων ὁρισμῶν ἔστιν ἀπόδειξις. διὰ γὰρ ἀποδείξεως οἱ τοιοῦτοι | |
15 | τὸν ὁρισμὸν (l. τῶν ὁρισμῶν) δείκνυνται· διὸ καὶ συμπεράσματά εἰσιν. ἢ εἴρηκεν τὸ τίνων ἔστιν ἀντὶ τοῦ ‘ἐν τίσι τὸν συλλογισμὸν τὸν τοῦ ὅτι δεικτικὸν (l. τῶν συλλογισμῶν τῶν .. δεικτικῶν) τὸ τί ἐστιν εἰς (ὡς B) δεῖξιν παραλαμβάνεται καὶ ἐν τίσιν οὔ‘. ἐν οἷς μὲν γὰρ (? P: ἢ γὰρ B) τὸ ‘ὅτι‘ (τό τε ὅτε B) δι’ οἰκείου μέσου δείκνυται, ἐν τούτοις δύναται καὶ τὸ τί ἦν εἶναι τοῦ ἑτέρου ἄκρου ληφθῆναι | |
20 | ὡς δεικτικὸν (διαιρετικὸν P) τοῦ ‘διὰ τί ἐστι‘· ἐν οἷς δὲ τὸ ‘ὅτι ἐστί‘ διὰ συμβε‐ βηκότος δέδεικται, οὐκέτι ἐν τούτοις τὸ τί ἐστιν. οἷόν τε δεικτικόν τινος παρειλῆφθαι. ἀλλὰ καὶ τὸ ποσαχῶς λέγεται ὁ ὁρισμὸς εἴρηται γνωρίμως. τὸ δὲ καὶ πῶς τὸ τί ἐστι δείκνυσιν ἤτοι ἀντὶ τοῦ ‘πῶς γνωρίζειν (? P) ποιεῖ καὶ πῶς οὔ‘· ὡς μὲν γὰρ ἐν ἀποδείξει λαμβανόμενον δείκνυσιν, ὡς δὲ διὰ ἀποδείξεως δεικνύμενον | |
25 | καὶ συναγόμενον οὐ δείκνυσιν. ἢ πῶς τὸ τί ἐστι δείκνυσι καὶ πῶς οὔ λέγοι ἄν, διότι εἶπεν ὁρισμὸν καλεῖσθαι καὶ τὸν λόγον τὸν λέγοντα, “τί σημαίνει τοὔ‐ νομα”, ὃς (ς evan. P) ὁρισμὸς οὐ δείκνυσι τὸ τί ἐστι· ἀλλ’ οὐδὲ ἄλλος ἢ μόνος (ἄλλο ἢ λόγος P) ὁ τῆς ἀποδείξεως θέσει διαφέρων. τὸ δὲ καὶ τίνων ἔστι καὶ τίνων οὔ σημαίνοι (σημαίνει B) ἂν νῦν τὸ ὅτι τῶν μὲν (om. B) ἁπλῶν | |
30 | (ἁπλῶς P) ἔστι, τῶν δὲ συνθέτων οὔ. | |
in APo.XXII | Ἀλεξάνδρου. Ἡ μὲν οὖν ἀγχίνοια εὐστοχία ἐδηλώθη διὰ τοῦ ‘ὁ ἰδὼν τὸ μέσον διὰ τοῦ αἰτίου‘. ὁ γὰρ τὸ αἴτιον εὑρὼν τοῦ τὸ ὁραθὲν οὕτως ἔχειν τὸν μέσον ὅρον εὕρηκεν (εἴρηκεν V). τῶν δὲ παραδειγμάτων τὸ μὲν πρῶτον δι’ ἀναγκαίου τοῦ μέσου, τὰ δὲ ἐφεξῆς ἔνδοξα καὶ ὡς ἐπὶ τὸ πολύ. ἐπὶ πάντων δὲ αὐτῶν ἡ μὲν | |
5 | ὄψις τῶν ἄκρων καὶ τοῦ συμπεράσματος, ἡ δὲ νόησις τοῦ μέσου, ὃ καὶ αὐτὸς δείκνυσιν ἐπὶ μὲν [οὖν] τοῦ πρώτου παραδείγματος λέγων τὸ λαμπρὸν εἶναι τὸ πρὸς τῷ ἡλίῳ, ἐφ’ οὗ τὸ α, τὸ λάμπειν ἀπὸ τοῦ ἡλίου β, σελήνην γ. τῇ μὲν οὖν σελήνῃ (ἡ ... σελήνη V) τὸ λάμπειν καὶ τὸ φωτίζεσθαι ἀπὸ τοῦ ἡλίου ὑπάρχει, ὃ ἐνόησεν αὐτός, τῷ δὲ φωτιζομένῳ ἀπὸ τοῦ ἡλίου τὸ ἔχειν πρὸς τοῦτον | |
10 | τὸ λαμπρόν· γίνεται ὅτι τῇ σελήνῃ τὸ ἔχειν πρὸς τῷ ἡλίῳ τὸ λαμπρὸν συναγόμενον διὰ μέσου τοῦ ὑπὸ τοῦ ἡλίου φωτίζεσθαι, οὗ ἡ εὕρεσις ἐν ἀσκέπτῳ χρόνῳ ἀγχίνοιά ἐστι. διὰ τοῦτο γὰρ καὶ οὐκ ἀποδεικτικῶς, εἰ καὶ συλλογιστικῶς, ὅτι ἐκ τῶν ὑστέρων ἡ εὕρεσις τοῦ προτέρου ἐπὶ τῆς ἀγχινοίας. ἐκ γὰρ τοῦ συμπε‐ ράσματος ὁ μέσος· ἐπὶ δὲ τῆς ἀποδείξεως ἀνάπαλιν. ἀναλύσει γὰρ μᾶλλον ἔοικε | |
15 | τὸ τῆς ἀγχινοίας ἢ συλλογισμῷ. διαφέρει δὲ καὶ ταύτῃ, ὅτι ἐν ἀσκέπτῳ χρόνῳ. ὁ γὰρ αὐτὸς λόγος καὶ ἡ αὐτὴ ἀνάλυσις καὶ ἐπὶ τῶν ἄλλων παραδειγμάτων. τὸ μὲν γὰρ α ἔσται (ἔστω?) τὸ πλουσίῳ διαλέγεσθαι, τὸ δὲ β τὸ νοηθὲν τὸ θέλειν δανείσασθαι, τὸ δὲ γ ὅδε τις· κατὰ μὲν γὰρ τοῦδε τοῦ δανείσασθαι θέλοντος τὸ πλουσίῳ διαλέγεσθαι. ὁμοίως πάλιν κατὰ τούτους· ἔστωσαν οὗτοι μὲν τὸ γ, τὸ δὲ | |
20 | ἀλλήλοις εἶναι φίλους τὸ β ἔστω, ὃ ἦν τὸ εὑρεθέν τε καὶ νοηθέν· κατὰ δὲ τῶν | |
ἀλλήλοις φίλων τὸ εἶναι τοῦ αὐτοῦ ἐχθρούς, ὅ ἐστι τὸ α. |