TLG 0732 014 :: ALEXANDER :: De fato

ALEXANDER Phil.
(Aphrodisiensis: A.D. 2–3)

De fato

Source: Bruns, I. (ed.), Alexandri Aphrodisiensis praeter commentaria scripta minora [Commentaria in Aristotelem Graeca, suppl. 2.2] Berlin: Reimer, 1892: 164–212.

Citation: Page — (line)

Fat
.

164

(1t)

ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΠΡΟΣ ΤΟΥΣ ΑΥΤΟΚΡΑΤΟΡΑΣ
2tΠΕΡΙ ΕΙΜΑΡΜΕΝΗΣ.
3 Ἦν μὲν δι’ εὐχῆς μοι, μέγιστοι αὐτοκράτορες Σεβῆρε καὶ Ἀντωνῖνε, αὐτῷ γενομένῳ παρ’ ὑμῖν ἰδεῖν τε ὑμᾶς καὶ προσειπεῖν καὶ καθομολογῆσαι
5χάριν ἀνθ’ ὧν ἔπαθον εὖ παρ’ ὑμῶν πολλάκις, αἰεὶ τυχὼν πάντων ὧν ἠξίωσα μετὰ μαρτυρίας † ἧς δίκαιος εἶναι τυγχάνειν τοιαῦτα αἰτούμενος. ἐπεὶ δὲ ἐφεῖται, καὶ εἰ μὴ παρών τις τοῖς ἱεροῖς θύειν δύναται, τὸ θύειν αὐτοῖς πανταχόθεν τε καὶ πανταχοῦ καὶ πέμπειν ἀναθήματα, ἃ μὴ κομίζειν αὐ‐ τὸς οἷόν τε, ἐθάρσησα πρὸς ὑμᾶς τῇ πρὸς τὸ θεῖον ἐξουσίᾳ, καί τινα
10ἀπαρχὴν ὑμῖν τῶν ἡμετέρων καρπῶν ἀνάθημα πέμψαι οἰκειότατον ὑμῖν ἀνα‐ θημάτων ἁπάντων. τί γὰρ ἂν οἰκειότερον τοῖς γνησίως φιλοσοφίαν τιμῶ‐ σίν τε καὶ προάγουσιν ἀνάθημα γένοιτο βιβλίου ὑπισχνουμένου θεωρίαν φιλό‐ σοφον; περιέχει τε τὸ βιβλίον τὴν δόξαν τὴν Ἀριστοτέλους, ἣν ἔχει περί τε εἱμαρμένης καὶ τοῦ ἐφ’ ἡμῖν, οὗ τῆς φιλοσοφίας προΐσταμαι ὑπὸ τῆς
15ὑμετέρας μαρτυρίας διδάσκαλος αὐτῆς κεκηρυγμένος. ἔστι δὲ οὐδενὸς δεύ‐ τερον τῶν κατὰ φιλοσοφίαν δογμάτων τουτὶ τὸ δόγμα· ἥ τε γὰρ ἀπ’ αὐ‐ τοῦ χρεία πανταχοῦ τε καὶ ἐπὶ πάντα διατείνει (οὐ γὰρ ὁμοίως περὶ τὰς πράξεις ἔχουσιν οἵ τε πάντα ἐξ ἀνάγκης καὶ καθ’ εἱμαρμένην γίγνεσθαι πε‐ πιστευκότες καὶ οἷς δοκεῖ γίνεσθαί τινα καὶ μὴ τοῦ πάντως ἔσεσθαι προ‐
20καταβεβλημένας αἰτίας ἔχοντα), ἥ τε εὕρεσις τῆς ἀληθείας τῆς ἐν αὐτῇ
χαλεπωτάτη τῷ δοκεῖν τῶν δοξῶν ἑκατέρᾳ πολλὰ ἀντιμαρτυρεῖν τῶν ἐν‐164
Fat
.

165

αργῶν. ἐπεὶ δὲ ἐνίων δογμάτων 〈ἡ〉 κατασκευὴ διὰ τὴν πρὸς τοὺς μὴ ὁμοίως λέγοντας ἀντιλογίαν γίνεται φανερωτέρα (ὧν ἐν τοῖς μάλιστα κατ’ αὐτοῦ *** τε εἶεν μείζω ἢ κατὰ τὴν Ἀριστοτέλους δόξαν εἰπεῖν), ποιήσομαι τὸν λόγον πρὸς τοὺς οὐχ ὁμοίως ἐκείνῳ περὶ τούτων εἰρηκότας, ὅπως ἐν τῇ τῶν λε‐
5γομένων παραθέσει φανερώτερον ὑμῖν τἀληθὲς γένηται. ἔστι δὲ ἡ τῶν λόγων τῶν ἡμετέρων προαίρεσις οὐ πρὸς ἐπίδειξιν νενευκυῖα, ἀλλὰ πρὸς ἐξέτασίν τε καὶ διδασκαλίαν τῶν προκειμένων ἀκριβεστέραν, ἣν καὶ ὑμᾶς πᾶσιν οἷς πράσσετε ὁρᾶν ἔνεστιν ἐζηλωκότας. οὐδεμίαν γοῦν πρᾶξιν ὑμῶν ἔστιν εὑρεῖν, ἣ τὴν φαντασίαν πρὸ τῆς ἀληθείας σκοπὸν πεποίηται. εἰ δέ τι κατὰ σχο‐
10λὴν ἐντυγχάνουσιν ὑμῖν τῷ βιβλίῳ δεῖσθαι δόξει ῥηθῆναι γνωριμώτερον, ἀξιῶ τιμηθῆναι καὶ ταύτῃ τῇ τιμῇ πρὸς ὑμῶν καὶ γραφῆναί μοι περὶ τῶν ζητουμένων· οὐδὲ γὰρ ῥᾴδιον πάντα γνώριμα ποιῆσαι δι’ ἑνὸς βιβλίου αὐτά τε τὰ προκείμενα καὶ οἷς τις χρῆται πρὸς τὴν μήνυσιν αὐτῶν. Τὸ μὲν οὖν εἶναί τι τὴν εἱμαρμένην καὶ αἰτίαν εἶναι τοῦ γίνεσθαί
15τινα κατ’ αὐτὴν ἱκανῶς ἡ τῶν ἀνθρώπων συνίστησιν πρόληψις (οὐ γὰρ κενὸν οὐδ’ ἄστοχον τἀληθοῦς ἡ κοινὴ τῶν ἀνθρώπων φύσις, καθ’ ἣν περί τινων ὁμοδοξοῦσιν ἀλλήλοις, ὅσοι γε αὐτῶν μὴ διά τινας προκαταβεβλημέ‐ νας δόξας ὑφ’ αὑτῶν διὰ τὸ σώζειν βούλεσθαι τὴν πρὸς αὐτὰς ἀκολου‐ θίαν ἄλλως ἀναγκάζονται λέγειν· δι’ ἣν αἰτίαν οὐδὲ Ἀναξαγόρας ὁ Κλα‐
20ζομένιος, καίτοι τἆλλα ὢν ἐν τοῖς τὴν φυσικὴν φιλοσοφίαν φιλοσοφήσασιν οὐκ ἀπερριμμένος, οὐκ ἀξιόπιστος ἀντιμαρτυρῶν τῇ κοινῇ τῶν ἀνθρώπων πίστει περὶ εἱμαρμένης· λέγει γὰρ οὗτός γε μηδὲν τῶν γινομένων γίνεσθαι καθ’ εἱμαρμένην, ἀλλ’ εἶναι κενὸν τοῦτο τοὔνομα), τί δέ ποτ’ ἐστὶν ἡ εἱ‐ μαρμένη καὶ ἐν τίσιν, οὐκέθ’ [οὐ γὰρ μόνον οὐκ ἀλλήλοις ἅπαντες, ἀλλ’
25οὐδὲ] ἡ τῶν ἀνθρώπων κοινὴ πρόληψις ἱκανὴ τοῦτο μηνῦσαι. οὔτε γὰρ ἀλλήλοις ἅπαντες, ἀλλ’ οὐδὲ αὐτὸς αὑτῷ τις περὶ αὐτῆς αἰεὶ [αὐτῷ] τὰ
αὐτὰ δοξάζει. πρὸς γὰρ τοὺς καιρούς τε καὶ τὰς περιεστώσας τύχας καὶ165
Fat
.

166

τὴν περὶ τῆς εἱμαρμένης δόξαν μεταφέρουσιν. ὅσοι μὲν γὰρ αὐτῶν πάντα καθ’ εἱμαρμένην γίνεσθαι λέγουσιν, τὴν εἱμαρμένην ὑπολαμβάνουσιν ἀπαρά‐ βατόν τινα αἰτίαν εἶναι καὶ ἀναπόδραστον, εἰσὶ δ’ οἷς οὐ πάντα τὰ γινό‐ μενα γίνεσθαι δοκεῖ καθ’ εἱμαρμένην, ἀλλ’ εἶναί τινας ὑπολαμβάνουσιν τῶν
5γινομένων καὶ ἄλλας αἰτίας· ἀλλ’ οὐδὲ τὴν εἱμαρμένην αὐτὴν τὸ πάγιόν τε καὶ ἀπαράβατον ἔχειν τίθενται, ἀλλὰ γίνεσθαί τινα καὶ τῶν καθ’ εἱμαρμέ‐ νην γίνεσθαι πεφυκότων οὐ κατ’ αὐτήν, ἀλλὰ παρὰ μοῖραν, ὡς οἱ ποιηταί φασιν, καὶ παρὰ τὴν εἱμαρμένην. ἔστι δ’ οἷς ποτὲ πάντα γίνεσθαι τὰ γινό‐ μενα δοκεῖ καθ’ εἱμαρμένην καὶ μάλιστ’ ἂν αὐτοῖς τὰ τῆς τύχης ἀντι‐
10πίπτῃ, κατορθοῦντες δὲ ἐν τοῖς προκειμένοις αὑτοὺς αἰτίους εἶναι τῶν κατορ‐ θωμάτων ὑπολαμβάνουσιν, ὡς οὐκ ἂν ἀπαντησάντων τῶν ἀπηντηκότων, εἰ μὴ αὐτοὶ τάδε μᾶλλον ἔπραξαν ἀντὶ τῶνδε, ὡς ἔχοντες καὶ τοῦ μὴ πράτ‐ τειν αὐτὰ τὴν ἐξουσίαν. δι’ ἣν διαφωνίαν ἀναγκαία τοῖς φιλοσοφοῦσιν ἡ ζήτησις ἡ περὶ τῆς εἱμαρμένης, οὐκ εἰ ἔστιν, ἀλλὰ τί ποτ’ ἐστὶν καὶ ἐν
15τίσιν τῶν γινομένων τε καὶ ὄντων ἐστὶν ἡ τοιαύτη φύσις. ὅτι μὲν οὖν αἰτίαν τινὰ τὴν εἱμαρμένην τοῖς γινομένοις [ὧν] εἶναι λέγουσιν πάντες οἱ περὶ εἱμαρμένης λέγοντές τι, γνώριμον (ταύτην γὰρ ἀποδιδόασίν τε καί φασιν αἰτίαν εἶναι τοῦ γίνεσθαι τὰ γινόμενα ὃν τρόπον γίνεται), ἐπεὶ δὲ πλεοναχῶς λέγεται τὰ αἴτια, ἀναγκαῖον τοῖς ἐν τάξει τὸ πρόβλημα μετιοῦσιν πρῶτον
20λαβεῖν, ὑπὸ τίνα τρόπον τῶν αἰτίων χρὴ τιθέναι τὴν εἱμαρμένην· οὐδὲν γὰρ τῶν πολλαχῶς λεγομένων γνώριμον χωρὶς τῆς οἰκείας διαιρέσεως λεγό‐ μενον. διαιρεῖται δὴ τὰ τῶν γινομένων αἴτια εἰς τρόπους αἰτίων τέσσαρας, καθὼς [αἰτίας] Ἀριστοτέλης δέδειχεν. τῶν γὰρ αἰτίων τὰ μέν ἐστι ποιητικά, τὰ δὲ ὕλης ἐπέχει λόγον, ἔστι δέ τις ἐν αὐτοῖς καὶ ἡ κατὰ τὸ εἶδος αἰτία·
25παρὰ δὲ τὰς τρεῖς ταύτας αἰτίας ἐστὶν αἴτιον ἐν αὐτοῖς καὶ τὸ τέλος, οὗ χάριν καὶ τὸ γινόμενον γίνεται. καὶ τοσαῦται μὲν αἱ τῶν αἰτίων διαφοραί. ὅτι γὰρ ἂν αἴτιον ᾖ τινος, ὑπὸ τούτων τι τῶν αἰτίων ὂν εὑρεθήσεται. καὶ γὰρ εἰ μὴ πάντα τὰ γινόμενα τοσούτων αἰτίων δεῖται, ἀλλὰ τά γε
πλείστων δεόμενα οὐχ ὑπερβαίνει τὸν ἀριθμὸν τὸν εἰρημένον. γνωριμωτέρα166
Fat
.

167

δ’ ἂν αὐτῶν ἡ διαφορὰ γίγνοιτο, εἰ ἐπὶ παραδείγματός τινος τῶν γινο‐ μένων ὁραθείη. ἔστω δὴ ἐπ’ ἀνδριάντος ἡμῖν ἡ τῶν αἰτίων δεικνυμένη διαίρεσις. τοῦ δὲ ἀνδριάντος ὡς μὲν ποιητικὸν αἴτιον ὁ ποιήσας τεχνίτης, ὃν ἀνδριαντοποιὸν καλοῦμεν, ὡς δὲ ἡ ὕλη ὁ ὑποκείμενος χαλκὸς ἢ λίθος
5ἢ ὅτι ἂν ᾖ τὸ ὑπὸ τοῦ τεχνίτου σχηματιζόμενον κατὰ τὴν τέχνην· αἴτιον γὰρ καὶ τοῦτο τοῦ γεγονέναι τε καὶ εἶναι τὸν ἀνδριάντα. ἔστι δὲ καὶ τὸ εἶδος τὸ ἐν τῷ ὑποκειμένῳ τούτῳ γενόμενον ὑπὸ τοῦ τεχνίτου καὶ αὐτὸ τοῦ ἀνδριάντος αἴτιον, δι’ ὅ ἐστιν εἶδος δισκεύων ἢ ἀκοντίζων ἢ ἐπ’ ἄλλου τινὸς ὡρισμένου σχήματος. οὐ μόνα δὲ ταῦτα τῆς τοῦ ἀνδριάντος γενέσεως
10αἴτιά ἐστιν· οὐδενὸς γὰρ τῶν αἰτίων τῆς γενέσεως αὐτοῦ δεύτερον τὸ τέ‐ λος, οὗ χάριν γεγονός ἐστι, ἢ τιμή τινος ἢ εἰς θεοὺς εὐσέβειά τις. ἄνευ γὰρ τοιαύτης αἰτίας οὐδ’ ἂν τὴν ἀρχὴν ὁ ἀνδριὰς ἐγένετο. ὄντων τοίνυν τοσούτων τῶν αἰτίων καὶ τὴν πρὸς ἄλληλα διαφορὰν ἐχόντων γνώριμον τὴν εἱμαρμένην ἐν τοῖς ποιητικοῖς αἰτίοις δικαίως ἂν καταριθμοῖμεν ἀναλο‐
15γίαν σώζουσαν πρὸς τὰ γινόμενα κατ’ αὐτὴν τῷ τοῦ ἀνδριάντος δημιουργῷ τεχνίτῃ. τούτου δ’ οὕτως ἔχοντος ἀκόλουθον ἂν εἴη περὶ τῶν ποιητικῶν αἰτίων ποιήσασθαι τὸν λόγον. οὕτως γὰρ ἔσται γνώριμον, εἴ τε πάντων τῶν γινομένων χρὴ τὴν εἱμαρμένην αἰτιᾶσθαι, εἴ τε δεῖ καὶ ἄλλοις τισὶν παρὰ τήνδε συγχωρεῖν ὡς οὖσιν ποιητικοῖς τινων αἰτίοις. ἁπάντων δὴ τῶν
20γινομένων Ἀριστοτέλης ποιούμενος τὴν διαίρεσιν τὰ μὲν αὐτῶν τινος χάριν γίνεσθαι λέγει σκοπόν τινα καὶ τέλος τῶν γινομένων προκείμενον ἔχοντος τοῦ ποιοῦντος αὐτά, τὰ δὲ οὐδενός. ὅσα γὰρ οὐ κατὰ πρόθεσίν τινα ὑπὸ τοῦ ποιοῦντος γίνεται οὐδ’ ἐπὶ τέλος ὡρισμένον ἔχει τὴν ἀναφοράν, τοιαῦτα (ὁποῖά ἐστι καρφῶν τέ τινων διακρατήσεις καὶ περιστροφαὶ καὶ τριχῶν ἐπα‐
25φαί τε καὶ ἐκτάσεις καὶ ὅσα τούτοις ὁμοίως γίνεται), [ἃ] ὅτι μὲν γίνεται
καὶ αὐτὰ γνώριμον, οὐ μὴν ἔχει τὴν κατὰ τὸ τέλος καὶ τίνος χάριν αἰτίαν.167
Fat
.

168

τὰ μὲν οὖν οὕτως γινόμενα ἀσκόπως τε καὶ ἁπλῶς γινόμενα οὐδεμίαν εὔ‐ λογον ἔχει διαίρεσιν, τῶν δὲ ἐπί τι τὴν ἀναφορὰν ἐχόντων καί τινος γινο‐ μένων χάριν τὰ μὲν κατὰ τὴν φύσιν, τὰ δὲ κατὰ τὸν λόγον γίνεται. τά τε γὰρ φύσιν αἰτίαν ἔχοντα τῆς γενέσεως κατά τινας ἀριθμοὺς καὶ τάξιν
5ὡρισμένην πρόεισιν εἴς τι τέλος, ἐν ᾧ γενόμενα τοῦ γίνεσθαι παύεται, εἰ μή τι αὐτοῖς ἐνστὰν ἐμποδὼν γένοιτο τῇ κατὰ φύσιν αὐτῶν ἐπὶ τὸ προκεί‐ μενον τέλος ὁδῷ, ἀλλὰ καὶ τὰ κατὰ λόγον γινόμενα ἔχει τι τέλος. οὐδὲν γὰρ ὡς ἔτυχεν τῶν κατὰ λόγον γινομένων γίνεται, ἀλλ’ ἐπί τινα σκοπὸν ἡ ἀναφορὰ πᾶσιν αὐτοῖς. ἔστι δὲ κατὰ λόγον γινόμενα, ὅσα ὑπὸ τῶν ποι‐
10ούντων αὐτὰ γίνεται λογιζομένων τε περὶ αὐτῶν καὶ συντιθέντων καθ’ ὃν ἂν τρόπον γένοιντο. οὕτως γίνεται τά τε κατὰ τὰς τέχνας γινόμενα πάντα καὶ κατὰ προαίρεσιν, ἃ διαφέρει τῶν γινομένων φύσει τῷ τὰ μὲν φύσει γινόμενα ἐν αὐτοῖς ἔχειν τὴν ἀρχήν τε καὶ αἰτίαν τῆς τοιαύτης γενέσεως (τοιοῦτον γὰρ ἡ φύσις· καὶ γίνεται μὲν κατὰ τάξιν τινά, οὐ μὴν τῆς ποι‐
15ούσης αὐτὰ φύσεως ὁμοίως ταῖς τέχναις λογισμῷ περὶ αὐτῶν χρωμένης), τὰ δὲ γινόμενα κατὰ τέχνην τε καὶ προαίρεσιν ἔξωθεν ἔχει τὴν ἀρχὴν τῆς κινήσεως καὶ τὴν αἰτίαν τὴν ποιοῦσαν, ἀλλ’ οὐκ ἐν αὐτοῖς καὶ τῆς γενέ‐ σεως αὐτῶν τοῦ ποιοῦντος γίνεται περὶ αὐτῶν λογισμός. τρίτον δέ ἐστιν ἐν τοῖς ἕνεκά του γινομένοις καὶ τὰ ἀπὸ τύχης τε καὶ ταὐτομάτου γίνεσθαι
20πεπιστευμένα ταύτῃ τῶν προηγουμένως ἕνεκά του γινομένων διαφέροντα, ᾗ ἐπ’ ἐκείνων μὲν πᾶν τὸ πρὸ τοῦ τέλους γινόμενον τοῦ τέλους χάριν γί‐ νεται, ἐπὶ δὲ τούτων τὰ μὲν γινόμενα πρὸ τοῦ τέλους ἄλλου χάριν γίνεται, ἀπαντᾷ δ’ αὐτοῖς ἄλλου χάριν γινομένοις ὡς τέλος τὸ αὐτομάτως τε καὶ ἀπὸ τύχης γίνεσθαι λεγόμενον. τούτων δ’ οὕτως ἐχόντων καὶ πάντων τῶν
25γινομένων εἰς τούτους τοὺς τρόπους νενεμημένων ἀκόλουθον ἐπὶ τούτοις ἰδεῖν, ἐν ποίῳ τῶν ποιητικῶν αἰτίων χρὴ τιθέναι τὴν εἱμαρμένην. ἆρά
γε ἐν τοῖς οὐδενὸς γινομένοις χάριν; ἢ τοῦτο μὲν παντάπασιν ἄλογον· αἰεὶ168
Fat
.

169

γὰρ ἐπὶ τέλους τινὸς τῷ τῆς εἱμαρμένης ὀνόματι χρώμεθα καθ’ εἱμαρμένην αὐτὸ λέγοντες γεγονέναι. διὸ ἐν τοῖς ἕνεκά του γινομένοις ἀναγκαῖον τιθέναι τὴν εἱμαρμένην· καὶ ἐπεὶ τῶν ἕνεκά του γινομένων τὰ μὲν γίνεται κατὰ λόγον, τὰ δὲ κατὰ φύσιν, ἢ ἐν ἀμφοτέροις αὐτοῖς τὴν εἱμαρμένην ἀναγκαῖον
5εἶναι τίθεσθαι, ὡς πάντα τὰ γιγνόμενα καθ’ εἱμαρμένην γίνεσθαι λέγειν, ἢ ἐν θατέρῳ. ἀλλὰ τὰ μὲν κατὰ λόγον γινόμενα τούτῳ δοκεῖ γίνεσθαι κατὰ λόγον τῷ τὸν ποιοῦντα αὐτὰ καὶ τοῦ μὴ ποιεῖν ἔχειν ἐξουσίαν. τά τε γὰρ ὑπὸ τῶν τεχνιτῶν γινόμενα κατὰ τέχνην οὐκ ἐξ ἀνάγκης ὑπ’ αὐτῶν γίνε‐ σθαι δοκεῖ (οὕτως γοῦν ἕκαστον ποιοῦσιν αὐτῶν ὡς καὶ τοῦ μὴ ποιεῖν
10αὐτὰ τὴν ἴσην ἔχοντες ἐξουσίαν· ἔτι τε πῶς οὐκ ἄτοπον τὴν οἰκίαν καὶ τὴν κλίνην καθ’ εἱμαρμένην λέγειν γεγονέναι ἢ τὴν λύραν ἡρμόσθαι καθ’ εἱ‐ μαρμένην;), ἀλλὰ μὴν καὶ ὧν προαίρεσις κυρία (ταῦτα δ’ ἐστὶν ὅσα κατ’ ἀρετήν τε καὶ κακίαν πράττεται) καὶ ταῦτα ἐφ’ ἡμῖν εἶναι δοκεῖ. εἰ ἐφ’ ἡμῖν δὲ ταῦτα, ὧν καὶ τοῦ πραχθῆναι καὶ τοῦ μὴ πραχθῆναι ἡμεῖς εἶναι
15δοκοῦμεν κύριοι, τούτων δὲ οὐχ οἷόν τε λέγειν αἰτίαν τὴν εἱμαρμένην οὐδὲ ἀρχὰς εἶναί τινας καὶ αἰτίας ἔξωθεν προκαταβεβλημένας τοῦ πάντως ἢ γενέσθαι τι αὐτῶν ἢ μὴ γενέσθαι (οὐκέτι γὰρ ἂν εἴη τι τούτων ἐφ’ ἡμῖν, εἰ γένοιτο τοῦτον τὸν τρόπον), λείπεται δὴ λοιπὸν τὴν εἱμαρμένην ἐν τοῖς φύσει γινομένοις εἶναι λέγειν, ὡς εἶναι ταὐτὸν εἱμαρμένην τε καὶ φύσιν.
20τό τε γὰρ εἱμαρμένον κατὰ φύσιν καὶ τὸ κατὰ φύσιν εἱμαρμένον. οὐ γὰρ κατὰ φύσιν μέν ἐστιν ἄνθρωπον ἐξ ἀνθρώπου καὶ ἵππον ἐξ ἵππου γίνεσθαι, οὐ καθ’ εἱμαρμένην δέ, ἀλλὰ συνοδεύει τὰ αἴτια ταῦτα ἀλλήλοις ὡς ἂν ἔχοντα κατὰ τοὔνομα μόνον τὴν διαφοράν. διὸ καὶ τὰ πρῶτα τῆς κατὰ φύσιν ἑκάστοις γενέσεως αἴτια (ἔστιν δὲ ταῦτα 〈τὰ〉 θεῖα καὶ ἡ τούτων
25εὔτακτος περιφορὰ) καὶ τῆς εἱμαρμένης αἴτια λέγουσιν. πάσης γὰρ γενέ‐ σεως ἀρχὴ ἡ τῶν θείων κατὰ τὴν κίνησιν ποιὰ σχέσις πρὸς τὰ τῇδε. οὔ‐ σης δὲ τῆς εἱμαρμένης ἐν τούτοις τε καὶ τοιαύτης ἀναγκαῖον ὡς ἂν ἔχῃ τὰ γινόμενα κατὰ φύσιν οὕτως ἔχειν καὶ τὰ καθ’ εἱμαρμένην. ἀλλὰ μὴν τὰ γινόμενα κατὰ φύσιν οὐκ ἐξ ἀνάγκης γίνεται, ἀλλ’ ἔστιν ἡ γένεσις τῶν
30οὕτω γινομένων ἐμποδιζομένη † διὸ ποτὲ μὲν ὡς ἐπὶ τὸ πλεῖστον μὲν γί‐
νεται τὰ γινόμενα κατὰ φύσιν, οὐ μὴν ἐξ ἀνάγκης [ἔχει]. χώραν γὰρ ἐν169
Fat
.

170

αὐτοῖς ἔχει καὶ τὸ παρὰ φύσιν καὶ γίνεται, ὑπό τινος αἰτίας ἔξωθεν ἐμπο‐ δισθείσης τῆς φύσεως εἰς τὸ ἔργον τὸ ἑαυτῆς. διὸ οὔτε ἐξ ἀνάγκης ἄν‐ θρωπος ἐξ ἀνθρώπου ἀλλ’ ὡς ἐπὶ τὸ πλεῖστον, ὥστε καὶ κατὰ τὴν ὡρίσθαι δοκοῦσαν προθεσμίαν τοῖς γινομένοις κατὰ φύσιν ἕκαστον τῶν οὕτως γινο‐
5μένων ἀεὶ γίνεται. ὄντος δὲ ἐν τοῖς γινομένοις κατὰ φύσιν καὶ 〈τοῦ〉 παρὰ φύσιν, ὥσπερ καὶ ἐν τοῖς κατὰ τέχνην, χώραν ἂν ἔχοι καὶ ἐν τοῖς κατὰ τὴν εἱμαρμένην γινομένοις τὸ παρὰ τὴν εἱμαρμένην, ὥστ’ εἰ χώραν ἔχει τὸ παρὰ φύσιν καὶ μὴ κενόν ἐστιν ὄνομα, ἔχοι ἂν ἐν τοῖς γινομένοις χώραν καὶ τὸ παρὰ τὴν εἱμαρμένην. διὸ καὶ λέγοι τις ἂν εὐλόγως τὴν οἰκείαν
10φύσιν ἀρχὴν ἑκάστου καὶ αἰτίαν εἶναι τῆς τῶν γινομένων ἐν αὐτῷ κατὰ φύσιν τάξεως. ἀπὸ ταύτης γὰρ ὡς ἐπὶ τὸ πλεῖστον οἵ τε βίοι τῶν ἀνθρώπων τὴν τάξιν καὶ αἱ καταστροφαὶ λαμβάνουσιν. ὁρῶμεν γοῦν ὅτι καὶ τὸ σῶμα τῷ τοῖον ἢ τοῖον εἶναι τὴν φύσιν καὶ ἐν νόσοις καὶ ἐν φθοραῖς ἀκολούθως τῇ φυσικῇ συστάσει γίνεται, οὐ μὴν ἐξ ἀνάγκης· ἱκαναὶ γὰρ ἐκκροῦσαι
15τὴν τοιάνδε τάξιν ἐπιμέλειαί τε καὶ ἀέρων ὑπαλλαγαὶ καὶ προστάξεις ἰατρῶν καὶ συμβουλαὶ θεῶν. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς ψυχῆς εὕροι τις ἂν παρὰ τὴν φυσικὴν κατασκευὴν διαφόρους γινομένας ἑκάστῳ τάς τε προαιρέσεις καὶ τὰς πράξεις καὶ τοὺς βίους. ἦθος γὰρ ἀνθρώπων δαί‐ μων κατὰ τὸν Ἡράκλειτον, τουτέστι φύσις. ὡς ἐπὶ τὸ πλεῖστον γὰρ ταῖς
20φυσικαῖς κατασκευαῖς τε καὶ διαθέσεσιν τάς τε πράξεις καὶ τοὺς βίους καὶ τὰς καταστροφὰς αὐτῶν ἀκολούθως ἰδεῖν ἔστι. τῷ μὲν γὰρ φιλοκινδύνῳ καὶ θρασεῖ φύσει βίαιός τις καὶ ὁ θάνατος ὡς ἐπὶ τὸ πλεῖστον (αὕτη γὰρ ἡ τῆς φύσεως εἱμαρμένη), τῷ δέ γε ἀκολάστῳ τὴν φύσιν τό τε ἐν ἡδο‐ ναῖς τοιαύταις καταζῆν καὶ ὁ τῶν ἀκρατῶν βίος, ἂν μή τι κάλλιον ἐν αὐτῷ
25γενόμενον ἐμποδίζῃ, 〈τῷ δὲ καρτερικῷ〉 κατὰ φύσιν αἱ τῶν πόνων ὑπομο‐
ναὶ καὶ αἱ κακοπάθειαι καὶ 〈αἱ〉 ἐν τοῖς τοιούτοις τοῦ βίου καταστροφαὶ170
Fat
.

171

πάλιν εἰσὶ καθ’ εἱμαρμένην. καὶ τοῖς ἀνελευθέροις δὲ τὴν φύσιν καὶ ἀπλήστοις περὶ κτῆσιν χρημάτων καὶ τὰ τῆς εἱμαρμένης συνῳδά· ἐν ἀδι‐ κίαις γὰρ ὡς ἐπὶ τὸ πλεῖστον ὁ τῶν τοιούτων βίος, καὶ ἡ τοῦ βίου δὲ κατα‐ στροφὴ τοῖς κατ’ αὐτὰ πράττουσιν ἀκόλουθος τούτοις. καὶ ἐπιλέγειν
5εἰώθασιν τοῖς τοιούτοις, ὅταν ἐν ταῖς ἀκολούθοις τε τοῦ βίου 〈καὶ〉 καθ’ εἱ‐ μαρμένην περιστάσεσιν ὦσιν, ὡς ἑαυτοῖς γεγονόσιν αἰτίοις τῶν παρόντων αὐτοῖς κακῶν. καὶ τοῦτ’ ἄν τις παρίστασθαι βουλόμενος τοῖς τὰς μαντείας ἐπαγγελλομένοις τοῦ μὴ πάντως αὐτοὺς ἐπιτυγχάνειν φέροι τὸ αἴτιον, μὴ πάντα τὴν φύσιν ἑκάστου καὶ τὴν εἱμαρμένην εὐοδεῖν, ἀλλὰ γίνεσθαί τινα
10καὶ παρ’ αὐτήν, εἶναι δὲ τοὺς μάντεις μηνυτὰς τῶν γινομένων καθ’ εἱμαρμέ‐ νην, ὥσπερ οὖν καὶ τοὺς φυσιογνώμονας. εἰπόντος γοῦν Ζωπύρου τοῦ φυσιογνώμονος περὶ Σωκράτους τοῦ φιλοσόφου ἄτοπά τινα καὶ πλεῖστον ἀφεστῶτα τῆς προαιρέσεως αὐτοῦ τῆς κατὰ τὸν βίον καὶ ἐπὶ τούτοις ὑπὸ τῶν περὶ τὸν Σωκράτη καταγελωμένου οὐδὲν εἶπεν ὁ Σωκράτης ἐψεῦσθαι τὸν Ζώ‐
15πυρον· ἦν γὰρ ἂν τοιοῦτος ὅσον ἐπὶ τῇ φύσει, εἰ μὴ διὰ τὴν ἐκ φιλοσο‐ φίας ἄσκησιν ἀμείνων τῆς φύσεως ἐγένετο. καὶ αὕτη μὲν ἡ περὶ εἱμαρμένης ὡς ἐπὶ κεφαλαίων εἰπεῖν κατὰ τοὺς ἀπὸ τοῦ Περιπάτου δόξα. Ἡ δὲ κατασκευὴ τῶν εἰρημένων ἔσται φανερωτέρα παρατιθέντων ἡμῶν ταῖς προηγουμέναις τῶν κειμένων ἀποδείξεσιν τὰ ἑπόμενα ἄτοπα τοῖς πάντα
20καθ’ εἱμαρμένην γίνεσθαι λέγουσιν· μιγνύντες γὰρ οὕτω τὸν λόγον τῇ [τε] τῶν δοξῶν παρ’ ἀλλήλας θέσει γνωριμώτερον τἀληθὲς ποιήσομεν καὶ πρὸς τούτῳ οὐχ ἕξομεν ἀνάγκην μεμνῆσθαι τῶν αὐτῶν πολλάκις. εὐλόγως γὰρ ἄν τις ἀπορήσαι, πῶς φιλοσοφεῖν τινες λέγοντες καὶ τὴν ἀλήθειαν τὴν ἐν τοῖς οὖσιν μετέρχεσθαι καὶ ταύτην τῶν ἄλλων ἀνθρώπων πλέον ἔχειν [τοὺς
25φιλοσοφοῦντας] ὑπολαμβάνοντες καὶ διὰ τοῦτο καὶ τοὺς ἄλλους ἐπὶ τοῦτο προτρέποντες ἐπέδοσαν αὑτοὺς τῇ δόξῃ τῇ πάντα ἐξ ἀνάγκης τε καὶ καθ’ εἱμαρμένην γίνεσθαι λεγούσῃ, ἐφ’ ἣν μόνους ὁρῶμεν καταφεύγοντας τῶν
ἰδιωτῶν τοὺς οὐδὲν αὑτοῖς συνειδότας δεξιὸν ἐπὶ τὴν εἱμαρμένην ἀφ’ αὑ‐171
Fat
.

172

τῶν τὴν αἰτίαν τῶν περιεστώτων αὐτοὺς κακῶν μεταφέροντας, δόξῃ οὔτε τοῖς ἐναργέσι συναδούσῃ οὔτε τινὰς πιστὰς ἀποδείξεις τοῦ οὕτως ἔχειν ἐχούσῃ προσέτι τε ἀναιρούσῃ τὸ εἶναί τι ἐφ’ ἡμῖν, οὗ πιστευθέντος τίς ἂν ἄλλη μείζων ἐκ λόγων γένοιτο ζημία; ὅτι μὲν γὰρ παρὰ τὰ ἐναργῆ, δῆλον
5ἐκ τοῦ πεπιστεῦσθαι μὲν σχεδὸν ὑπὸ πάντων ἰδιωτῶν τε καὶ φιλοσόφων τὸ γίνεσθαί τινα καὶ αὐτομάτως καὶ ἀπὸ τύχης, εἶναι δέ τινα τῶν γινομέ‐ νων καὶ ἐνδεχομένως γινόμενα καὶ ἔχειν τινὰ χώραν ἐν τοῖς οὖσιν καὶ τὸ μηδὲν μᾶλλον τόδε τοῦδε, τούτων δὲ μηδὲν σώζεσθαι κατὰ τοὺς ἐξ ἀνάγ‐ κης πάντα γίνεσθαι λέγοντας, εἴ γε σώζει μὲν αὐτὰ τὸ ἐφ’ οἷς σημαινομέ‐
10νοις τὰ ὀνόματα ταῦτα κεῖσθαι πεπίστευται, ταῦτα μὴ κινεῖν· οὐ γὰρ τὸ ἄλλα τινὰ ὑποβάλλοντα σημαινόμενα τοῖς ὀνόμασιν διὰ τοῦ μένειν ἐκεῖνα μένειν ἡγεῖσθαι καὶ τὰ προειρημένα σωζόντων ἐστὶ τὰ κείμενα. οὐ γὰρ σώζεται τὸ γίνεσθαί τινα ἀπὸ τύχης, 〈ἂν〉 ἀνελών τις τὴν τῶν οὕτως γινο‐ μένων φύσιν ὄνομα θῆται τοῖς γινομένοις ἐξ ἀνάγκης τὴν τύχην, ἀλλ’ αὐτὰ
15δεῖξαι δυνάμενα σώζεσθαι, ἐφ’ ὧν τὸ τῆς τύχης ὄνομα κατηγορεῖσθαι πεπί‐ στευται. Λέγεται δὴ πρὸς ἁπάντων ἀνθρώπων κοιναῖς τε καὶ φυσικαῖς ἐννοίαις ἐμμενόντων ταῦτα ἀπὸ τύχης τε καὶ τοῦ αὐτομάτου γίνεσθαι, ἃ αἰτίαις ἄλλων τινῶν ποιητικαῖς προηγουμέναις ἐπιγίνεται. ὅταν γὰρ ἄλλου τινὸς
20χάριν γινομένῳ τινὶ μὴ τοῦτο ἀπαντήσῃ οὗ χάριν ἐγένετο, ἄλλο δέ, ὃ τὴν ἀρχὴν μηδὲ ἠλπίζετο, τοῦτ’ ἀπὸ τύχης λέγεται γεγονέναι καθ’ αὑτὸ μὲν γεγονὸς ἀναιτίως, κατὰ συμβεβηκὸς δ’ ἐσχηκὸς αἴτιον τὸ γενόμενον ἐπ’ ἄλλου γενέσει τινός. καὶ ὅτι τοιοῦτόν τι λέγουσιν πάντες τὸ γινόμενον ἀπὸ τύ‐ χης δῆλον ἐξ ὧν ὑποβάλλουσιν σημαινομένων οἷς ἀπὸ τύχης φασὶν γίνε‐
25σθαι. θησαυρόν τε γάρ φασιν ἀπὸ τύχης εὑρηκέναι τινά, κἂν ἄλλου χά‐ ριν ὀρύσσων τίς τινος, ἀλλ’ οὐ τοῦ θησαυρὸν εὑρεῖν θησαυρῷ περιπέσῃ (ὁ μὲν γὰρ τούτου χάριν ὀρύσσων οὐκ ἀπὸ τύχης· οὗ γὰρ χάριν ὤρυσσεν, τοῦτο ἀπήντησεν αὐτῷ, ᾧ δὲ μηδὲν τῆς εὑρέσεως τοῦ θησαυροῦ ἔμελε, ποιοῦντι δὲ ἄλλου τινὸς χάριν ἡ εὕρεσις ἀπήντησεν ὡς τέλος ἐκείνου, τοῦ‐
30τον ἀπὸ τύχης τὸν θησαυρὸν εὑρηκέναι πάντες λέγουσιν), ἀλλὰ καὶ τὸ ἀργύ‐172
Fat
.

173

ριον ἀπὸ τύχης κεκομίσθαι τινὰ λέγουσιν, ὅταν εἰς τὴν ἀγορὰν προελθὼν ἄλλου τινὸς χάριν ἀργύριον ἔχοντι περιπεσὼν τῷ χρεώστῃ τὸ ὀφειλόμενον αὑτῷ λάβῃ. τῷ γὰρ 〈τοῦ〉 προελθεῖν εἰς τὴν ἀγορὰν ἄλλο τι προηγούμενον τέ‐ λος ἔχοντι τὸ τὸ προοφειλόμενον λαβεῖν ἀπήντησεν ὡς τέλος κατὰ συμβε‐
5βηκὸς αὐτῷ γενόμενον· [τὸ μὲν ποιητικὸν αἴτιον τὸ δὲ τούτου τέλος·] οὐ γὰρ ἀπὸ τύχης ἔτι λέγεταί τις τὸ ὀφειλόμενον εἰληφέναι, εἰ τούτου χάριν εἰς τὴν ἀγορὰν προῆλθεν, ὅτι τὸ προκείμενον αὐτῷ τέλος ἡ πρόοδος ἔσχεν. καὶ ὁ ἵππος δὲ αὐτομάτως τισὶν λέγεται σεσῶσθαι, ὅταν τροφῆς μὲν ἐλπίδι ἢ ἄλλου τινὸς χάριν ἀποφύγῃ τοὺς κατέχοντας αὐτόν, ἀπαντήσῃ δὲ αὐτοῦ
10τῇ φυγῇ καὶ τῷ δρόμῳ τὸ τοῖς δεσπόταις περιπεσεῖν. καὶ τί δεῖ ὑμῖν πλείω παραδείγματα κατατίθεσθαι ἢ ἀκριβολογεῖσθαι περὶ τῶν προειρημέ‐ νων; ἱκανὸν γὰρ ὡς πρὸς τὰ προκείμενα τὸ δεῖξαι ἐφ’ ὧν σημαινομένων τὰ ὀνόματα κατηγορεῖται τὰ εἰρημένα. ὄντων δὴ τῶν ἀπὸ τύχης τε καὶ αὐτομάτως γινομένων τοιούτων, ὡς μὴ γίνεσθαι κατὰ προηγουμένην αἰτίαν
15(τῶν γὰρ σπανίως ἐπὶ τοῖς πρὸ αὐτῶν γεγονόσιν ἀπαντώντων τό τε αὐτό‐ ματον καὶ ἡ τύχη), πῶς ἂν σώζοιτό τι τῶν προειρημένων καθ’ οὓς πάντα προηγησαμένοις τισὶν αἰτίοις καὶ προηγουμένοις ἐξ ἀνάγκης ἔστι τε τὰ ὄντα καὶ τὰ γινόμενα γίνεται ἑκάστου τῶν γινομένων αἴτιόν τι προκαταβεβλημέ‐ νον ἔχοντος, οὗ ὄντος ἢ γεγονότος ἀνάγκη καὶ αὐτὸ ἢ εἶναι ἢ γενέσθαι,
20[τὸ] μηδὲν μὲν σώζοντας τῶν προειρημένων, κατ’ ἄλλου δέ τινος τὸ τῆς τύχης νομοθετήσαντας ὄνομα; 〈τὸ〉 γὰρ τῷ μὴ ἀναιρεῖσθαι ἐκεῖνο ὑπὸ τοῦ πάντα ἐξ ἀνάγκης γίνεσθαι τιθεμένου μηδὲ τὴν τύχην ἀναιρεῖσθαι λέγειν, σοφιζο‐ μένων ἐστὶν ὁμοίως αὑτούς τε καὶ τοὺς ἀκούοντας αὐτῶν· οὕτως μὲν γὰρ οὐδὲν κωλύσει λέγειν ταὐτὸν εἱμαρμένην τε εἶναι καὶ τύχην καὶ τοσοῦτον
25ἀποδεῖν τοῦ τὴν τύχην ἀναιρεῖν, ὡς καὶ πάντα τὰ γινόμενα γίνεσθαι λέγειν [οὐκ] ἀπὸ τύχης. ἀλλ’ οὐκ ἐπὶ τῷ τοὔνομα σώζειν τὸ τῆς τύχης εἶχον
τὴν αἰτίαν, ἀλλ’ ἐπὶ τῷ ἀναιρεῖν τὸ οὕτως γίνεσθαί τινα, ὧν τὸ ἀπὸ τύχης173
Fat
.

174

τε καὶ τὸ αὐτόματον γίνεσθαι κατηγορεῖται. τί γὰρ ἄλλο ποιοῦσιν οἱ τὴν τύχην καὶ τὸ αὐτόματον ὁριζόμενοι αἰτίαν ἄδηλον ἀνθρωπίνῳ λογισμῷ, 〈ἢ〉 τύχης τι σημαινόμενον ἴδιον εἰσάγουσίν τε καὶ νομοθετοῦσιν; τὸ γὰρ εἰς τὴν τούτου σύστασιν χρήσασθαι τῷ λέγειν τινὰς αὐτομάτως νοσεῖν, ὅταν
5ἄδηλος ᾖ αὐτοῖς ἡ αἰτία τῆς νόσου, ψεῦδος. οὐ γὰρ ὡς οὔσης μέν τινος αἰτίας, ἀδήλου δὲ αὐτοῖς οὕτω λέγουσιν, ἀλλ’ ἐφ’ ὧν ἀναιτίως γεγονέναι πεί‐ θουσιν αὑτούς, ἐπὶ τούτων τὸ αὐτόματον κατηγοροῦσιν· οὐδεὶς γοῦν, ἐφ’ οὗ ζητοῦσιν τὴν αἰτίαν ὡς οὔσης, αὐτομάτως αὐτὸ γεγονέναι λέγει, ἀλλ’ οὐδ’ ὃ πέπεισταί τις αὐτομάτως γεγονέναι τούτου ζητεῖ τὴν αἰτίαν. διὸ οὐκέθ’
10οἱ ἰατροὶ περὶ τούτων οὕτω λέγουσιν, κἂν τυγχάνωσιν αὐτῶν ἔτι τὰς αἰτίας ἀγνοοῦντες. οὐ γὰρ ἐφ’ ὧν προειρήκαμεν ὡς ἐπὶ πάντων ἀπὸ τύχης γίνε‐ σθαι λεγομένων, ἀλλ’ ἐπ’ ἄλλων τινῶν κυριώτερος ὁ τοιοῦτος λόγος τῆς τύχης ἂν κατηγοροῖτο, περὶ ὧν οὐδεὶς ὡς ἀπὸ τύχης γινομένων εἶπέν ποτε. τῆς μὲν γὰρ εὑρέσεως τοῦ θησαυροῦ καὶ τοῦ τὸ ὀφειλόμενον λαβεῖν οὐκ
15ἄδηλα ἀνθρωπίνῳ λογισμῷ τὰ αἴτια, ἀλλὰ φανερὰ καὶ πρόδηλα. τῆς μὲν γὰρ εὑρέσεως τὸ ὀρύξαι, τοῦ δὲ τὸ ὀφειλόμενον λαβεῖν τὸ εἰς τὴν ἀγορὰν προελθεῖν. οὔτε γὰρ ἂν ἐκεῖνος μὴ ὀρύσσων εὗρεν οὔτε οὗτος μὴ προ‐ ελθὼν τὸ ὀφειλόμενον ἔλαβεν, ἀλλ’ ὅτι μὴ προηγούμενα τούτων αἴτια 〈τὰ〉 προειρημένα, ἀλλὰ ἄλλου τινὸς χάριν ἐγίνετο, διὰ τοῦτο ἀπὸ τύχης γίνε‐
20σθαι προείληπται. ἄδηλα δὲ τὰ αἴτια ἀνθρωπίνῳ λογισμῷ ἐκείνων μᾶλλον ἃ κατά τινας ἀντιπαθείας γίνεσθαι πεπίστευται ἀγνοουμένης τῆς αἰτίας δι’ ἣν γίνεται, ὁποῖα περίαπτά τέ τινα προσείληπται οὐδεμίαν εὔλογον καὶ πιθα‐ νὴν αἰτίαν τοῦ ταῦτα ποιεῖν ἔχοντα, ἔτι δὲ ἐπαοιδαὶ καί τινες τοιαῦται μαγγανεῖαι. τούτων γὰρ ὁμολογεῖται μὲν ὑπὸ πάντων ἄδηλος εἶναι ἡ αἰ‐
25τία, διὸ καὶ ἀναιτιολόγητα λέγουσιν αὐτά. οὐδεὶς δὲ ἀπὸ τύχης τούτων 〈τι〉 ποιεῖν λέγει, ὅτι πεπίστευται κατά τινα ὡρισμένην αἰτίαν ἃ ποιεῖ ποιεῖν, ὡς τῶν ἀπὸ τύχης οὐ διὰ τὸ τῆς αἰτίας ἄδηλον οὕτως γίνεσθαι λεγομέ‐ νων, ἀλλὰ διὰ τὸ ἀναίτιον τῆς προηγουμένης τε καὶ κυρίως αἰτίας. Καὶ τοιαῦτα μὲν τὰ περὶ τῆς τύχης ὑπ’ αὐτῶν λεγόμενα καὶ οὕτως
30τοῖς κειμένοις συνᾴδοντα· ὅτι δὲ καὶ τὸ ἐνδεχόμενόν τε καὶ τὸ ὁπότερ’174
Fat
.

175

ἔτυχεν γίνεσθαί τινα ὑπὸ τῶν πάντα ἐξ ἀνάγκης γίνεσθαι λεγόντων ἀναι‐ ρεῖται, αὐτόθεν πρόδηλον, εἴ γε ταῦτα μὲν κυρίως ἐνδεχομένως γίνεσθαι λέ‐ γεται, ἐφ’ ὧν καὶ τὸ ἐνδέχεσθαι μὴ γενέσθαι χώραν ἔχει, ὡς καὶ αὐτὸ τὸ ὁπότερ’ ἔτυχεν λεγόμενον ποιεῖ γνώριμον, τὰ δ’ ἐξ ἀνάγκης γινόμενα
5οὐκ ἐνδέχεται μὴ γενέσθαι. λέγω δὲ τὸ ἀναγκαῖον οὐκ ἐπὶ τοῦ βίᾳ γινο‐ μένου μηδὲ κατὰ τούτου τις εὐθυνέτω τοὔνομα, ἀλλ’ ἐπὶ τῶν φύσει γινο‐ μένων ὑπό τινων, ὧν τὰ ἀντικείμενα ἀδύνατον 〈ἂν〉 εἴη γίνεσθαι. καίτοι πῶς οὐκ ἄτοπα καὶ παρὰ τὰ ἐναργῆ καὶ μέχρι τούτων τὴν ἀνάγκην προεληλυ‐ θέναι λέγειν, ὡς μήτε κινηθῆναί τινα δύνασθαι κίνησίν τινα μήτε κινῆσαί
10τι τῶν αὑτοῦ μερῶν, ἣν κίνησιν καὶ μὴ κινεῖσθαι τότε οἷόν τε ἦν, ἀλλὰ τὴν τυχοῦσαν τοῦ τραχήλου περιστροφὴν καὶ τὴν δακτύλου τινὸς ἔκτασιν καὶ τὸ ἐπᾶραι τὰ βλέφαρα ἤ τι τῶν τοιούτων προηγουμέναις τισὶν αἰτίαις ἑπόμενον ἄλλως ὑφ’ ἡμῶν μὴ δύνασθαι γίνεσθαί ποτε, καὶ ταῦτα ὁρῶν‐ τας ἐν τοῖς οὖσίν τε καὶ γινομένοις πολλὴν οὖσαν διαφορὰν τῶν πραγμά‐
15των, ἐξ ἧς ῥᾴδιον ἦν μαθεῖν ὅτι μὴ πάντα ἐνδέδεται ταῖς τοιαύταις αἰτί‐ αις; ὁρῶμεν γοῦν τῶν ὄντων τὰ μέν τινα οὐδεμίαν ἔχοντα δύναμιν τῆς εἰς τὸ ἀντικείμενον τοῦ ἐν ᾧ ἐστι μεταβολῆς, τὰ δ’ οὐδὲν μᾶλλον αὐτῶν ἐν τῷ ἀντικειμένῳ ἢ ἐν ᾧ ἐστιν εἶναι δυνάμενα. πῦρ μὲν γὰρ οὐχ οἷόν τε δέξασθαι ψυχρότητα, ἥτις ἐστὶν ἐναντία αὐτοῦ τῇ συμφύτῳ θερμότητι,
20ἀλλ’ οὐδὲ χιὼν δέξαιτ’ ἂν θερμότητα χιὼν μένουσα, ὕδωρ δὲ κἂν ᾖ ψυχρὸν οὐκ ἀδύνατον ἀποβαλὸν ταύτην δέξασθαι τὴν ἐναντίαν αὐτῇ θερμότητα· ὁμοίως δὲ καὶ τούτῳ δυνατὸν καὶ τὸν καθεζόμενον στῆναι καὶ τὸν κινού‐ μενον ἠρεμῆσαι καὶ τὸν λαλοῦντα σιγῆσαι καὶ ἐπὶ μυρίων εὕροι τις ἂν δύναμίν τινα ἐνυπάρχουσαν τῶν ἐναντίων δεκτικήν, ὧν, εἰ τὰ ἐξ ἀνάγκης
25ὄντα ἐν θατέρῳ οὐκ ἔχει δύναμιν τοῦ δέξασθαι τοῦ ἐν ᾧ ἐστι τὸ ἐναν‐ τίον, οὐκ ἐξ ἀνάγκης ἂν εἴη ἐν οἷς ἐστι τὰ καὶ τοῦ ἐναντίου αὐτοῖς δεκτικά. εἰ δὲ μὴ ἐξ ἀνάγκης, ἐνδεχομένως. τὰ δὲ ἐνδεχομένως ἔν τινι
οὕτως ἐστὶν ἐν αὐτῷ ὡς οὐκ ἐξ ἀνάγκης ἀλλ’ ὡς ἐνδεχομένως ἐν αὐτῷ175
Fat
.

176

γεγονότα. τὸ δὲ ἐνδεχομένως γεγονὸς ἔν τινι καὶ μὴ γεγονέναι ἐν αὐτῷ οἷόν τε ἦν. ἔστι μὲν γὰρ ἕκαστον καὶ τούτων ἐν ᾧ ὂν τυγχάνει, διότι ἦν ἐν θατέρῳ αὑτῷ ἀντικειμένῳ εἶναι, ἐν ᾧ δ’ ἐστὶ νῦν, οὐκ ἐξ ἀνάγκης ἁπλῶς ἐστιν ἐν τούτῳ διὰ τὴν πρὸς τὰ ἀντικείμενα δύναμιν. ἀλλὰ μὴν
5τὰ οὕτως ὄντα ἔν τισιν οὐ δι’ αἰτίας τινὰς προκαταβεβλημένας [τε] ἐξ ἀνάγκης εἰς ταῦτα ἀγούσας ἐστὶν ἐν αὐτοῖς. ὥστ’ εἰ πάντα τὰ ὁμοίως τῶν ἀντικειμένων ὄντα δεκτικὰ ἐνδεχομένως τέ ἐστιν ἐν οἷς ἐστιν καὶ οὐκ ἔστιν ἐν οἷς οὐκ ἔστι, μυρία ἂν εἴη τὰ ἐνδεχομένως ὄντα τε καὶ γι‐ νόμενα. ἄτοπον γὰρ ὁμοίως ἐξ ἀνάγκης εἶναι λέγειν ἔν τινι τά τε ἀνεπί‐
10δεκτα τῶν ἐναντίων τούτοις ἐν οἷς ἐστι καὶ τὰ μηδὲν μᾶλλον καθ’ ὁντιν‐ οῦν χρόνον τούτων ἢ τῶν ἐναντίων αὐτοῖς δεκτικά. εἰ γὰρ τὰ ἐξ ἀνάγκης ὄντα ἔν τινι ἀνεπίδεκτα τοῦ ἐναντίου αὐτῷ, τὰ ἐπιδεκτικὰ τοῦ ἐναντίου οὐκ ἐξ ἀνάγκης ἂν ἐν ᾧ ἐστιν εἴη. Τὸ δὲ λέγειν μὴ ἀναιρεῖσθαι πάντων γινομένων καθ’ εἱμαρμένην τὸ
15δυνατόν τε καὶ ἐνδεχόμενον τῷ δυνατὸν μὲν εἶναι γενέσθαι τοῦτο ὃ ὑπ’ οὐδενὸς κωλύεται γενέσθαι, κἂν μὴ γένηται (τῶν δὲ καθ’ εἱμαρμένην γι‐ νομένων οὐ κεκωλῦσθαι τὰ ἀντικείμενα γενέσθαι· διὸ καίτοι μὴ γινόμενα ὅμως ἐστὶ δυνατά), καὶ τοῦ μὴ κεκωλῦσθαι γενέσθαι αὐτὰ ἀπόδειξιν φέρειν τὸ ἡμῖν τὰ κωλύοντα αὐτὰ [ἂν] ἄγνωστα εἶναι πάντως μέν τινα ὄντα (ἃ
20γάρ ἐστιν αἴτια τοῦ γίνεσθαι τὰ ἀντικείμενα αὐτοῖς καθ’ εἱμαρμένην, ταῦτα καὶ τοῦ μὴ γίνεσθαι τούτοις αἴτια, εἴ γε ὥς φασιν ἀδύνατον τῶν αὐτῶν περιεστώτων γίνεσθαι τὰ ἀντικείμενα· ἀλλ’ ὅτι μὴ ἡμῖν ἐστι γνώριμά τινα ἅ ἐστι, διὰ τοῦτο ἀκώλυτον αὐτῶν τὸ [μὴ] γίνεσθαι λέγουσιν), τὸ δὴ ταῦτα λέγειν πῶς οὐ παιζόντων ἐστὶν ἐν οὐ παιδιᾶς λόγοις δεομένοις;
25τὸ γὰρ ἡμᾶς ἀγνοεῖν, οὐδὲν πρὸς τὸ εἶναι ἢ μὴ εἶναι τὰ πράγματα· δῆλοι γάρ εἰσιν οἱ λέγοντες οὕτως ὡς τῇ ἡμετέρᾳ γνωρίσει τὸ δυνατὸν ἔσται κατ’
αὐτούς. τοῖς γὰρ γνωρίζειν αὐτῶν τὰ αἴτια δυναμένοις (οὗτοι δ’ ἂν εἶεν176
Fat
.

177

οἱ μάντεις) οὐκ ἔσται δυνατὰ † ὄντα δυνατοῖς εἰδόσιν μὲν αὐτὰ κεκωλυκέναι ἀγνοοῦσιν δὲ ὑφ’ ἡμῶν κωλύοντες. σώζοντες δὲ τὴν τοῦ δυνατοῦ φύσιν οὕτως ὡς εἰρήκαμεν διὰ τοῦτό φασιν μηδὲ τὰ γιγνόμενα καθ’ εἱμαρμέ‐ νην καίτοι ἀπαραβάτως γινόμενα ἐξ ἀνάγκης γίνεσθαι, ὅτι ἐστὶν αὐτοῖς
5δυνατὸν γενέσθαι καὶ τὸ ἀντικείμενον, δυνατὸν οὕτως ὡς προείρηται. ἀλλὰ ταῦτα μὲν παιζόντων ὥσπερ εἶπόν ἐστιν, ἀλλ’ οὐ παρισταμένων δόγματι. ὅμοιον δὲ τούτῳ καὶ τὸ λέγειν, τὸ ἀξίωμα τὸ ‘ἔσται αὔριον ναυμαχία‘ ἀλη‐ θὲς μὲν εἶναι δύνασθαι, οὐ μέντοι καὶ ἀναγκαῖον. ἀναγκαῖον μὲν γὰρ τὸ ἀεὶ ἀληθές, τοῦτο δὲ οὐκέτ’ ἀληθὲς μένει, ἐπειδὰν ἡ ναυμαχία γένηται.
10εἰ δὲ μὴ τοῦτο ἀναγκαῖον, οὐδὲ τὸ ὑπ’ αὐτοῦ σημαινόμενον τὸ ἐξ ἀνάγκης ἔσεσθαι ναυμαχίαν. εἰ δὲ ἔσται μὲν οὐκ ἐξ ἀνάγκης ἀληθές, ἀληθοῦς ὄντος τοῦ ἔσεσθαι ναυμαχίαν, οὐκ ἐξ ἀνάγκης δέ, ἐνδεχομένως δηλονότι. εἰ δὲ ἐνδεχομένως, οὐκ ἀναιρεῖται τὸ ἐνδεχομένως τινὰ γενέσθαι ὑπὸ τοῦ πάντα γίνεσθαι καθ’ εἱμαρμένην. πάλιν γὰρ καὶ τοῦτο 〈ὅμοιον τῷ προειρημένῳ〉·
15ὁμοῦ γὰρ παιζόντων ὁμοῦ δὲ ἀγνοούντων περὶ ὧν λέγουσιν. οὔτε γὰρ πᾶν τὸ ἐξ ἀνάγκης γιγνόμενον ἀναγκαῖον, εἴ γε τὸ μὲν ἀναγκαῖον ἀίδιον, τὸ δὲ ἐξ ἀνάγκης γινόμενον ὑπ’ αὐτοῦ τοῦ γίνεσθαι τοιοῦτον εἶναι κεκώλυται, οὔτε τὸ ἀξίωμα τὸ τοῦτο λέγον ἀναγκαῖον, εἴ γε μὴ τὸ ὑπ’ αὐτοῦ σημαινόμενον τοιοῦτον. οὐ γὰρ πᾶν ἀξίωμα, ἐν ᾧ τὸ ἀναγκαῖον περιέχεται, ἀναγκαῖον
20ἤδη † εἴ γε μήν· οὐ γὰρ ταύτῃ τὸ ἀναγκαῖον ἀξίωμα κρίνεται, ἀλλὰ τῷ μὴ μεταπίπτειν δύνασθαι εἰς ψεῦδος ἐξ ἀληθοῦς. εἰ τοίνυν μὴ ἀναγκαῖον, οὐδὲν κεκώλυται ἀληθὲς εἶναι [ὡς] τὸ ‘ἔσται αὔριον ναυμαχία‘· εἰ γὰρ ὡς ἀναγκαῖον λεγόμενον διὰ τὴν τοῦ ἀναγκαίου προσθήκην οὐκ ἀληθές, εἰ μὴ λέγοιτο ἀναγκαῖον τῇ τοῦ ἐξ ἀνάγκης προσθέσει, ἀληθὲς ἂν μένοι
25ὁμοίως τῷ χωρὶς τῆσδε τῆς προσθήκης λεγομένῳ. ἀλλ’ εἰ τότ’ ἀληθές, ἀληθὲς ἔσται, ἐνστάσης τῆς αὔριον, ἀξίωμα τὸ ἐξ ἀνάγκης γεγονέναι ναυ‐ μαχίαν. εἰ δὲ ἐξ ἀνάγκης, οὐκ ἐνδεχομένως. καὶ γὰρ εἰ ἀληθές ἐστι τὸ
‘αὔριον ἔσται ναυμαχία‘, ἀεὶ γενέσθαι ναυμαχίαν καθ’ εἱμαρμένην ἔσται, εἴ γε177
Fat
.

178

πάντα τὰ γινόμενα καθ’ εἱμαρμένην. ἀλλ’ εἰ καθ’ εἱμαρμένην, ἀπαραβά‐ τως, εἰ 〈δ’〉 ἀπαραβάτως, οὐκ ἐνδέχεται μὴ γενέσθαι, ὃ δὲ οὐκ ἐνδέχεται μὴ γενέσθαι, τοῦτο ἀδύνατον μὴ γενέσθαι, ὃ δὲ ἀδύνατον μὴ γενέσθαι, πῶς οἷόν τε τοῦτο λέγειν ἐνδέχεσθαι καὶ μὴ γενέσθαι; τὸ γὰρ ἀδύνατον
5μὴ γενέσθαι ἀναγκαῖον γενέσθαι. πάντα ἄρα τὰ καθ’ εἱμαρμένην γινό‐ μενα ἐξ ἀνάγκης ἔσται κατ’ αὐτούς, ἀλλ’ οὐχὶ καὶ ἐνδεχομένως, ὡς παί‐ ζοντες λέγουσιν. Ἀκολουθεῖ δὲ τῷ πάντα τὰ γινόμενα προκαταβεβλημέναις καὶ ὡρισ‐ μέναις καὶ προυπαρχούσαις τισὶν αἰτίαις ἔσεσθαι τὸ καὶ βουλεύεσθαι τοὺς
10ἀνθρώπους μάτην περὶ τῶν πρακτέων αὐτοῖς. εἰ δὲ τὸ βουλεύεσθαι μά‐ την, μάτην 〈ἂν〉 ἄνθρωπος εἴη βουλευτικός. καίτοι εἰ μηδὲν μάτην ἡ φύσις ποιεῖ τῶν προηγουμένων, τὸ δὲ βουλευτικὸν εἶναι ζῷον τὸν ἄν‐ θρωπον προηγουμένως ὑπὸ τῆς φύσεως, ἀλλ’ οὐ κατ’ ἐπακολούθημά τι καὶ σύμπτωμα τοῖς προηγουμένως γινομένοις γίνοιτο, συνάγοιτο ἂν 〈τὸ〉 μὴ
15εἶναι μάτην τοὺς ἀνθρώπους βουλευτικούς. ὅτι δὲ τὸ βουλεύεσθαι μάτην πάντων γινομένων ἐξ ἀνάγκης, ῥᾴδιον γνῶναι τὴν τοῦ βουλεύεσθαι χρείαν εἰδόσιν. ὁμολογεῖται δὴ πρὸς ἁπάντων τὸ τῶν ἄλλων ζῴων τὸν ἄνθρω‐ πον τοῦτο παρὰ τῆς φύσεως ἔχειν πλέον τὸ μὴ ὁμοίως ἐκείνοις ταῖς φαν‐ τασίαις ἕπεσθαι, ἀλλ’ ἔχειν παρ’ αὐτῆς κριτὴν τῶν προσπιπτουσῶν φαν‐
20τασιῶν περί τινων ὡς αἱρετῶν τὸν λόγον, ᾧ χρώμενος, εἰ μὲν ἐξεταζόμενα τὰ φαντασθέντα, οἷα τὴν ἀρχὴν ἐφάνη, καὶ ἔστι, συγκατατίθεταί τε τῇ φαντασίᾳ καὶ οὕτως μέτεισιν αὐτά, εἰ δὲ ἀλλοῖα φαίνεται ἢ ἄλλο τι αὖ αἱρετώτερον, ἐκεῖνο αἱρεῖται καταλείπων τὸ τὴν ἀρχὴν ὡς αἱρετὸν αὐτῷ φανέν. πολλὰ γοῦν ταῖς πρώταις φαντασίαις ἡμῖν ἀλλοῖα δόξαντα οὐκέτ’
25ἔμεινεν ἐπὶ τῆς προλήψεως ἐλέγξαντος αὐτὰ τοῦ λόγου. διὸ πραχθέντα ἂν ὅσον ἐπὶ τῇ αὐτῶν γενομένῃ φαντασίᾳ [γενομένη], διὰ τὸ βουλεύσασθαι περὶ αὐτῶν οὐκ ἐπράχθη, ἡμῶν τοῦ τε βουλεύσασθαι καὶ τῆς αἱρέσεως τῶν ἐκ τῆς βουλῆς ὄντων κυρίων. διὰ τοῦτο γοῦν οὔτε περὶ τῶν ἀιδίων βουλευόμεθα οὔτε περὶ τῶν ὁμολογουμένως γινομένων ἐξ ἀνάγκης, ὅτι
30μηδὲν ἡμῖν ἐκ τοῦ περὶ αὐτῶν βουλεύεσθαι περιγίνεται πλέον. ἀλλ’ οὐδὲ περὶ τῶν ἐξ ἀνάγκης μὲν μὴ γινομένων, ἐπ’ ἄλλοις δέ τισιν ὄντων βου‐ λευόμεθα, ὅτι μηδὲ ἀπὸ τῆς περὶ ἐκείνων βουλῆς ὄφελός τι ἡμῖν· ἀλλ’
οὐδὲ περὶ τῶν ἡμῖν μὲν πρακτῶν, παρεληλυθότων δὲ βουλευόμεθα, ὅτι178
Fat
.

179

μηδὲ τῇ περὶ τούτων βουλῇ πλέον τι ἡμῖν γίνεται. βουλευόμεθα δὲ περὶ μόνων τῶν ὑφ’ ἡμῶν τε πραττομένων καὶ μελλόντων, δῆλον ὡς ἕξοντές τι διὰ τούτου πλέον εἰς τὴν αἵρεσίν τε καὶ πρᾶξιν αὐτῶν. εἰ γάρ, ἐν οἷς οὐδὲν ἡμῖν πλέον ἐκ τοῦ βουλεύεσθαι 〈τοῦ βουλεύεσθαι〉 αὐτοῦ μόνου
5περιγίνεται, οὐ βουλευόμεθα, δῆλον ὡς ἐν οἷς βουλευόμεθα πλέον τι ἕξοντες ἐκ τοῦ βουλεύεσθαι παρὰ τὸ βουλεύσασθαι βουλευόμεθα περὶ αὐτῶν † ἐπ’ αὐτό τε τὸ βουλεύσασθαι περιγίνεται καὶ περὶ τῶν ἄλλων βουλευομένοις περὶ ὧν προειρήκαμεν. τί ποτ’ οὖν τὸ περιγινόμενον ἐκ τῆς βουλῆς; τὸ ἔχον‐ τας ἡμᾶς ἐξουσίαν τῆς αἱρέσεως τῶν πρακτέων, ὃ οὐκ ἂν ἐπράξαμεν μὴ
10βουλευσάμενοι τῷ ἄλλο πρᾶξαι ἂν διὰ τὸ εἶξαι τῇ προσπεσούσῃ φαντασίᾳ, τοῦτο αἱρετώτερον ὑπὸ λόγου φανὲν αἱρεῖσθαί τε καὶ πράττειν πρὸ ἐκεί‐ νου· ὃ γίνοιτ’ ἄν, εἰ μὴ πάντα πράττομεν κατηναγκασμένως. εἰ δὲ εἴη‐ μεν πάντα ἃ πράττομεν πράττοντες διά τινας αἰτίας προκαταβεβλημένας ὡς μηδεμίαν ἔχειν ἐξουσίαν τοῦ πρᾶξαι τόδε τι καὶ μή, ἀλλ’ ἀφωρισμένως
15ἕκαστον πράττειν ὧν πράττομεν, παραπλησίως τῷ θερμαίνοντι πυρὶ καὶ τῷ λίθῳ τῷ κάτω φερομένῳ καὶ τῷ κατὰ τοῦ πρανοῦς κυλιομένῳ κυλίν‐ δρῳ, τί πλέον ἡμῖν εἰς τὸ πράττειν ἐκ τοῦ βουλεύσασθαι περὶ τοῦ πρα‐ χθησομένου γίνεται; ὃ γὰρ ἂν ἐπράξαμεν μὴ βουλευσάμενοι, τοῦτο καὶ μετὰ τὸ βουλεύσασθαι πράττειν ἀνάγκη, ὥστ’ οὐδὲν ἡμῖν πλέον ἐκ τοῦ
20βουλεύσασθαι αὐτοῦ τοῦ βουλεύσασθαι περιγίνεται. ἀλλὰ μὴν τοῦτο καὶ ἐπὶ τῶν 〈οὐκ〉 ἐφ’ ἡμῖν δυνάμενοι ποιεῖν ὡς ἄχρηστον ὂν παρῃτούμεθα. ἄχρηστον ἄρα τὸ βουλεύσασθαι, καὶ ἐφ’ ὧν αὐτῷ ὥς τι χρήσιμον ἡμῖν παρεχομένῳ χρώμεθα. ᾧ εἵπετο τὸ μάτην ἡμῖν ὑπὸ τῆς φύσεως τὸ βου‐ λευτικοῖς εἶναι δεδόσθαι. ᾧ προστεθέντος τοῦ αὐτοῖς γε τούτοις καὶ κοι‐
25νῶς πᾶσιν σχεδὸν τοῖς φιλοσοφοῦσιν δοκοῦντος, τοῦ μηδὲν ὑπὸ τῆς φύσεως
γίνεσθαι μάτην, ἀναιροῖτο ἄν, ᾧ εἵπετο τὸ μάτην ἡμᾶς εἶναι βουλευτικούς.179
Fat
.

180

εἵπετο δὲ τοῦτο τῷ τῶν πραττομένων ὑφ’ ἡμῶν μὴ ἔχειν ἡμᾶς τοιαύτην ἐξουσίαν, ὡς δύνασθαι τὰ ἀντικείμενα. Ἀναιρουμένου δὲ ὡς ἐδείχθη τοῦ βουλεύσασθαι κατ’ αὐτοὺς ἀναιρεῖ‐ ται καὶ τὸ ἐφ’ ἡμῖν προδήλως. τοῦτο γὰρ ἐφ’ ἡμῖν πάντες, ὅσοι μὴ
5θέσει τινὶ παρίστανται, παρειλήφασιν εἶναι, οὗ ἡμεῖς μὲν καὶ τοῦ πραχθῆ‐ ναι καὶ τοῦ μὴ πραχθῆναι κύριοι, οὐχ ἑπόμενοί τισιν ἔξωθεν ἡμᾶς περι‐ στᾶσιν αἰτίοις οὐδὲ ἐνδιδόντες αὐτοῖς, ᾗ ἐκεῖνα ἄγει, καὶ ἡ προαίρεσις, τὸ ἴδιον ἔργον τῶν ἀνθρώπων, περὶ ταὐτό· ἡ γὰρ ἐπὶ τὸ προκριθὲν ἐκ τῆς βουλῆς μετὰ ὀρέξεως ὁρμὴ προαίρεσις. διὸ οὐδὲ ἐπὶ τοῖς ἀναγκαίως γινο‐
10μένοις ἡ προαίρεσις οὔτε ἐπὶ τοῖς μὴ ἀναγκαίως μὲν μὴ δι’ ἡμῶν 〈δέ〉, ἀλλ’ οὐδὲ ἐν πᾶσιν τοῖς δι’ ἡμῶν, ἀλλ’ ἐν τούτοις τοῖς γινομένοις δι’ ἡμῶν, ὧν ἡμεῖς καὶ τοῦ πρᾶξαι καὶ τοῦ μὴ πρᾶξαι κύριοι. ὁ γὰρ βου‐ λευόμενος περί τινος ἤτοι περὶ τοῦ δεῖν αὐτὸ πράττειν ἢ μὴ πράττειν βουλεύεται, ἢ σπουδάζων ὡς περὶ ἀγαθόν τι ζητεῖ, δι’ ὧν ἂν τούτου τύ‐
15χοι· κἂν μὲν ἀδυνάτῳ τινὶ ζητῶν ἐντύχῃ, τοῦ μὲν ἀφίσταται, ἀφίσταται δὲ ὁμοίως καὶ τῶν δυνατῶν μέν, οὐκ ὄντων δὲ ἐπ’ αὐτῷ, μένει δὲ ἐν τῇ περὶ τοῦ προκειμένου ζητήσει, ἕως ἂν ἐντύχῃ τινί, οὗ τὴν ἐξουσίαν αὐτὸς ἔχειν πέπεισται, μεθ’ ὃ παυσάμενος τοῦ βουλεύεσθαι ὡς ἀναγαγὼν τὴν ζήτησιν ἐφ’ αὑτό, ὅ ἐστιν ἀρχὴ τῶν πράξεων, ἄρχεται τῆς πρὸς τὸ προ‐
20κείμενον πράξεως. γίνεται δὲ καὶ ἡ ζήτησις αὐτῷ ὡς ἐξουσίαν ἔχοντι τοῦ πράττειν καὶ τὰ ἀντικείμενα. καθ’ ἕκαστον γὰρ τῶν ὑπὸ τὴν βουλὴν ἡ ζήτησις βουλευομένῳ γίνεται, πότερον τοῦτο ἢ τὸ ἀντικείμενον αὐτῷ πρα‐ κτέον μοι, κἂν πάντα λέγῃ γίνεσθαι καθ’ εἱμαρμένην. ἐλέγχει γὰρ ἡ ἐν τοῖς πρακτοῖς ἀλήθεια τὰς περὶ αὐτῶν ἡμαρτημένας δόξας· ἣν πλάνην κοινῶς πάν‐
25τας ἀνθρώπους ὑπὸ τῆς φύσεως πεπλανῆσθαι πῶς οὐκ ἄτοπον λέγειν; ὅτι γὰρ ταύτην ἔχειν τὴν ἐξουσίαν ἐν τοῖς πρακτοῖς προειλήφαμεν, ὡς δύνα‐ σθαι διαιρεῖσθαι τὸ ἀντικείμενον, καὶ μὴ πᾶν ὃ αἱρούμεθα ἔχειν προκατα‐ βεβλημένας αἰτίας, δι’ ἃς οὐχ οἷόν τε ἡμᾶς μὴ τοῦτο αἱρεῖσθαι, ἱκανὴ δεῖξαι καὶ ἡ ἐπὶ τοῖς αἱρεθεῖσιν γινομένη πολλάκις μετάνοια. ὡς γὰρ ἐνὸν
30ἡμῖν καὶ μὴ ᾑρῆσθαι καὶ μὴ πεπραχέναι τοῦτο μετανοοῦμέν τε καὶ μεμ‐
φόμεθα αὑτοῖς τῆς περὶ τὴν βουλὴν ὀλιγωρίας. ἀλλὰ κἂν ἄλλους ἴδωμεν180
Fat
.

181

μὴ καλῶς περὶ τῶν πρακτέων διαλαμβάνοντας, κἀκείνοις ἐπικαλοῦμεν ὡς ἁμαρτάνουσιν, ἀξιοῦμεν δὲ συμβούλοις † τοιοῖσδε χρῆσθαι ὡς ἐφ’ ἡμῖν ὂν τό τε παραλαμβάνειν αὐτοὺς συμβούλους ὄντας ἢ μὴ παραλαμβάνειν τοὺς πρᾶξαι ἂν διὰ τὴν τῶν τοιούτων παρουσίαν ἄλλα [καὶ] τινὰ καὶ μὴ ταῦτα
5ἃ πράσσομεν. ἀλλ’ ὅτι μὲν τὸ ἐφ’ ἡμῖν ἐπὶ τούτων κατηγορεῖται, ὧν ἐν ἡμῖν ἡ ἐξουσία τοῦ ἑλέσθαι καὶ τὰ ἀντικείμενα, γνώριμον ὂν καὶ ἐξ αὐ‐ τοῦ, ἱκανὰ ὑπομνῆσαι καὶ τὰ προειρημένα. τοιούτου δ’ ὄντος αὐτοῦ, τὸ μὲν δεικνύναι τοῦτο σωζόμενον κατὰ τοὺς πάντα λέγοντας γίνεσθαι καθ’ εἱμαρμένην οὐδὲ ἐπιχειροῦσιν τὴν ἀρχήν (ἴσασιν γὰρ ἐγχειρήσαντες ἀδυνά‐
10τοις), ὡς δὲ ἐπὶ τῆς τύχης ἄλλο τι σημαινόμενον ὑποθέντες τῷ τῆς τύχης ὀνόματι παράγειν πειρῶνται τοὺς ἀκούοντας αὐτῶν ὡς σώζοντες καὶ αὐτοὶ τὸ ἀπὸ τύχης γίνεσθαί τινα, οὕτως δὲ καὶ ἐπὶ τοῦ ἐφ’ ἡμῖν ποιοῦσιν. ἀναιροῦντες γὰρ τὸ ἐξουσίαν ἔχειν τὸν ἄνθρωπον τῆς αἱρέσεώς τε καὶ πρά‐ ξεως τῶν ἀντικειμένων λέγουσιν ἐφ’ ἡμῖν εἶναι τὸ γινόμενον καὶ δι’ ἡμῶν.
15ἐπεὶ γάρ, φασίν, τῶν ὄντων τε καὶ γινομένων αἱ φύσεις ἕτεραί τε καὶ διάφοροι (οὐ γὰρ αἱ αὐταὶ τῶν ἐμψύχων τε καὶ τῶν ἀψύχων, ἀλλ’ οὐδὲ τῶν ἐμψύχων ἁπάντων αἱ αὐταὶ πάλιν· αἱ γὰρ κατ’ εἶδος τῶν ὄντων δια‐ φοραὶ τὰς τῶν φύσεων αὐτῶν διαφορὰς δεικνύουσιν), γίνεται δὲ τὰ ὑφ’ ἑκάστου γινόμενα κατὰ τὴν οἰκείαν φύσιν, τὰ μὲν ὑπὸ λίθου κατὰ τὴν
20λίθου, τὰ δ’ ὑπὸ πυρὸς κατὰ τὴν πυρὸς καὶ τὰ ὑπὸ ζῴου κατὰ τὴν [ὑπὸ] ζῴου, οὐδὲν μὲν τῶν κατὰ τὴν οἰκείαν φύσιν ὑφ’ ἑκάστου γινομέ‐ νων δύνασθαί φασιν ἄλλως ἔχειν, ἀλλ’ ἕκαστον τῶν γινομένων ὑπ’ αὐτῶν γίνεσθαι κατηναγκασμένως, κατ’ ἀνάγκην οὐ τὴν ἐκ βίας, ἀλλ’ ἐκ τοῦ μὴ δύνασθαι τὸ μὴ πεφυκὸς οὕτως (ὄντων τῶν περιεστώτων τοιούτων 〈ὡσ〉
25ἀδύνατον αὐτῷ μὴ περιεστάναι) τότε ἄλλως πως καὶ μὴ οὕτως κινηθῆναι. μήτε γὰρ τὸν λίθον, εἰ ἀπὸ ὕψους ἀφεθείη τινός, δύνασθαι μὴ φέρεσθαι κάτω μηδενὸς ἐμποδίζοντος—τῷ βαρύτητα μὲν ἔχειν αὐτὸν ἐν αὑτῷ, ταύτην δ’ εἶναι 〈τὴν〉 τῆς τοιαύτης κινήσεως κατὰ φύσιν 〈αἰτίαν〉, ὅταν καὶ τὰ ἔξωθεν αἴτια τὰ πρὸς τὴν κατὰ φύσιν κίνησιν τῷ λίθῳ συντελοῦντα παρῇ,
30ἐξ ἀνάγκης τὸν λίθον ὡς πέφυκεν φέρεσθαι· πάντως δ’ αὐτῷ καὶ ἐξ181
Fat
.

182

ἀνάγκης παρεῖναι ταῦτα τὰ αἴτια, δι’ ἃ κινεῖται τότε, —οὐ μόνον μὴ δυνάμενον μὴ κινεῖσθαι τούτων 〈μὴ〉 παρόντων, ἀλλὰ καὶ ἐξ ἀνάγκης κι‐ νεῖσθαι τότε, καὶ γίνεσθαι τὴν τοιαύτην κίνησιν ὑπὸ τῆς εἱμαρμένης διὰ τοῦ λίθου· ὁ δ’ αὐτὸς καὶ ἐπὶ τῶν ἄλλων λόγος. ὡς δὲ ἐπὶ τῶν ἀψύχων
5ἔχει, οὕτως δὲ καὶ ἐπὶ τῶν ζῴων ἔχειν φασίν. εἶναι γάρ τινα καὶ τοῖς ζῴοις κίνησιν κατὰ φύσιν, ταύτην δ’ εἶναι τὴν καθ’ ὁρμήν· πᾶν γὰρ ζῷον ὡς ζῷον κινούμενον κινεῖσθαι 〈τὴν〉 καθ’ ὁρμὴν κίνησιν ὑπὸ τῆς εἱμαρμένης διὰ ζῴου γινομένην. οὕτως δὲ τούτων ἐχόντων, καὶ γινομέ‐ νων ὑπὸ τῆς εἱμαρμένης κινήσεών τε καὶ ἐνεργειῶν ἐν τῷ κόσμῳ τῶν
10μὲν διὰ γῆς, ἂν οὕτω τύχῃ, τῶν δὲ δι’ ἀέρος, τῶν δὲ διὰ πυρός, τῶν δὲ δι’ ἄλλου τινός, γινομένων δέ τινων καὶ διὰ ζῴων (τοιαῦται δὲ αἱ καθ’ ὁρμὴν κινήσεις), τὰς διὰ τῶν ζῴων ὑπὸ τῆς εἱμαρμένης γινομένας ἐπὶ τοῖς ζῴοις εἶναι λέγουσιν, ὁμοίως δὲ ὡς πρὸς τὸ ἀναγκαῖον τοῖς ἄλλοις γινομένας ἅπασιν, τῷ δεῖν καὶ τοῖς ἐξ ἀνάγκης τὰ ἔξωθεν αἴτια παρεῖναι
15τότε, ὥστε αὐτὰ τὴν ἐξ ἑαυτῶν τε καὶ καθ’ ὁρμὴν κίνησιν ἐξ ἀνάγκης οὕτω πως ἐνεργεῖν. ὅτι δὲ αὗται μὲν δι’ ὁρμῆς τε καὶ συγκαταθέσεως, ἐκείνων δὲ αἱ μὲν διὰ βαρύτητα γίνονται, αἱ δὲ διὰ θερμότητα, αἱ δὲ κατ’ ἄλλην τινά *** ταύτην μὲν ἐπὶ τοῖς ζῴοις λέγοντες, οὐκέτι δὲ ἐκείνων ἑκάστην, τὴν μὲν ἐπὶ τῷ λίθῳ, τὴν δὲ ἐπὶ τῷ πυρί. καὶ τοιαύτη μὲν
20αὐτῶν ἡ περὶ τοῦ ἐφ’ ἡμῖν δόξα ὡς δι’ ὀλίγων εἰπεῖν. ἔνεστι δ’ ὁρᾶν, εἰ ταῦτα λέγοντες σώζουσιν τὰς κοινὰς περὶ τοῦ ἐφ’ ἡμῖν πάντων ἀνθρώ‐ πων προλήψεις. οἱ γὰρ ἀπαιτοῦντες αὐτούς, πῶς οἷόν τε πάντων ὄντων καθ’ εἱμαρμένην τὸ ἐφ’ ἡμῖν σώζεσθαι, οὐκ ὄνομα μόνον τοῦ ἐφ’ ἡμῖν τιθέντες τοῦτ’ ἀπαιτοῦσιν, ἀλλὰ καὶ σημαινόμενον ἐκεῖνο τὸ αὐτεξούσιον.
25διὰ γὰρ τὸ τοιοῦτον εἶναι τὸ ἐφ’ ἡμῖν πεπιστεῦσθαι εὐθύνουσιν τοὺς ἐξ ἀνάγκης πάντα γίνεσθαι λέγοντας. οἱ δὲ δέον αὐτόθεν μὴ σώζεσθαι λέ‐ γειν καὶ τοῦ μὴ σώζεσθαι ζητεῖν τε καὶ παρέχεσθαι τὰς αἰτίας, ἐπεὶ τοῦτο ἑώρων παντάπασιν ἄδοξόν τε ὂν καὶ πολλὰ τῶν καὶ αὐτοῖς † τοῦ ἐφ’ ἡμῖν πᾶσάν τε ταὐτὸ δεικνὺς συνοδεῦον τῷ τῆς εἱμαρμένης λόγῳ, 〈τῷ〉 διὰ
30τῆς ὁμωνυμίας παρακρούεσθαι τοὺς ἀκούοντας ἡγοῦνται φεύγειν τὰ ἄτοπα, ὅσα ἕπεται τοῖς μηδὲν ἐφ’ ἡμῖν εἶναι λέγουσιν. ταῦτα δὲ λέγοντας αὐ‐
τοὺς πρῶτον μὲν ἂν ἀπαιτήσαι τις εὐλόγως, τί δή ποτε ἄλλου δι’ ἄλλων182
Fat
.

183

γινομένων ὑπὸ τῆς εἱμαρμένης, καὶ διὰ τῆς οἰκείας φύσεως τῶν ὄντων ἑκάστου τῆς εἱμαρμένης ἐνεργούσης, ἐπὶ μὲν τῶν ἄλλων οὐδενὸς τὸ ἐπ’ αὐτοῖς εἶναι κατηγοροῦσιν, ἐπὶ δὲ τῶν ζῴων μόνον. δι’ ἃ γὰρ λέγουσιν ἐπὶ τῶν ζῴων τὰ διὰ τοῦ ζῴου γινόμενα, ταῦτ’ ἔνεστι καὶ ἐπὶ τῶν ἄλλων
5ἑκάστου λέγειν. ἐπεὶ γὰρ οὐκ ἄλλως γένοιτο τὰ διὰ τοῦ ζῴου γινόμενα, μὴ ὁρμήσαντος τοῦ ζῴου, ἀλλὰ διὰ τὸ συγκατατίθεσθαι μὲν τὸ ζῷον καὶ ὁρμῆσαι γίνεται, μὴ συγκαταθεμένου δὲ οὐ γίνεται, ταῦτα ἐπὶ τῷ ζῴω φασὶν εἶναι, ἐξ ἀνάγκης μὲν ἐσόμενα ὑπ’ αὐτοῦ (οὐ γὰρ οἷόν τε ἄλλως), τῷ δὲ μὴ δύνασθαι δι’ ἄλλου τινὸς ἢ διὰ τούτου γενέσθαι, μηδ’ ἄλλως
10ἢ οὕτως διὰ τούτου, τὸ εἶναι αὐτὰ ἐπὶ τῷ ζῴῳ οἰηθέντες. ἀλλὰ τοῦτό γε καὶ ἐπὶ τῶν ἄλλων ἑκάστου λέγειν ἔστιν. οὔτε γὰρ τὸ διὰ τοῦ πυρὸς γινόμενον ὑπ’ ἄλλου τινὸς ἂν γένοιτο οὔτ’ ἄλλως διὰ τοῦ πυρὸς ἢ διὰ τοῦ θερμῆναι, ὥστ’, ἐπεὶ μηδ’ ἄλλως γένοιτο τὰ διὰ τοῦ πυρὸς γινόμενα ἢ θερμήναντος τοῦ πυρός, καὶ θερμήναντος μὲν αὐτοῦ ἔσται,
15μὴ θερμήναντος δὲ οὐκ ἔσται, εἴη ἂν ἐπὶ τῷ πυρὶ ταῦτα. τὰ δ’ αὐτὰ καὶ ἐφ’ ἑκάστου τῶν ἄλλων ἔσται λέγειν. τί γὰρ δεῖ μακρολογεῖν γεγο‐ νότος τοῦ λεγομένου γνωρίμου; ὀνομάτων μὲν οὖν οὐδεὶς φθόνος, τὸ δ’ ἡγεῖσθαι πλέον τι τοῖς ζῴοις διδόναι ἐν τοῖς γινομένοις δι’ αὐτῶν παρὰ τἆλλα, δι’ ὧν τι καὶ αὐτῶν γίνεται, μηδὲν πλέον τοῦ ἐπ’ αὐτοῖς ὀνόματος
20τηροῦντας αὐτοῖς, τοῦτ’ αὐτὸ αἰτιατέον, ὡς αὐτῶν ἀπατωμένων διὰ τὴν τοῦ ὀνόματος κοινωνίαν, ἢ ὡς τοῦ ἄλλους ἀπατᾶν προαιρουμένων. ἐπὶ τούτῳ δὲ ἐκεῖνο ἄν τις αὐτῶν θαυμάσειεν, τί παθόντες ἐν τῇ ὁρμῇ τε καὶ συγκαταθέσει τὸ ἐφ’ ἡμῖν φασιν εἶναι, δι’ ὃ καὶ ὁμοίως ἐν πᾶσιν τοῖς ζῴοις τηροῦσιν αὐτό. οὐ γὰρ τὸ ἐφ’ ἡμῖν ἐν τῷ φαντασίας προσπε‐
25σούσης εἶξαί τε ἐξ ἑαυτῶν τῇ φαντασίᾳ καὶ ὁρμῆσαι ἐπὶ τὸ φανέν, ἀλλὰ τοῦτο μὲν ἂν ἴσως εἴη τοῦ ἑκουσίου κατασκευαστικόν τε καὶ δεικτικόν. οὐ μὴν ταὐτὸν τό τε ἑκούσιον καὶ τὸ ἐφ’ ἡμῖν. ἑκούσιον μὲν γὰρ τὸ ἐξ ἀβιάστου γινόμενον συγκαταθέσεως, ἐφ’ ἡμῖν δὲ τὸ γινόμενον μετὰ τῆς κατὰ λόγον τε καὶ κρίσιν συγκαταθέσεως. διὸ εἴ τι μὲν ἐφ’ ἡμῖν, τοῦτο
30καὶ ἑκούσιον, οὐ μὴν πᾶν τὸ ἑκούσιον ἐφ’ ἡμῖν. ἑκουσίως μὲν γὰρ καὶ τὰ ἄλογα ζῷα, ὅσα κατὰ τὴν ὁρμήν τε καὶ συγκατάθεσιν τὴν ἐν αὐτοῖς 〈ποιεῖ〉, ποιεῖ, τὸ δὲ ἐπ’ αὐτῷ τι εἶναι τῶν γινομένων ὑπ’ αὐτοῦ ἴδιον ἀνθρώπου. τοῦτο γάρ ἐστιν αὐτῷ τῷ εἶναι λογικῷ τὸ ἔχειν ἐν αὑτῷ λόγον τῶν προσπι‐
πτουσῶν φαντασιῶν καὶ ὅλως τῶν πρακτέων τε καὶ μὴ κριτήν τε καὶ183
Fat
.

184

εὑρετήν. διὸ τὰ μὲν ἄλλα ζῷα, ἃ εἴκει ταῖς φαντασίαις μόναις, κατ’ αὐτὰς ἔχει τῶν συγκαταθέσεών τε καὶ τῶν κατὰ τὰς πράξεις ὁρμῶν αἰ‐ τίας, ὁ δὲ ἄνθρωπος ἔχει τῶν προσπιπτουσῶν ἔξωθεν φαντασιῶν αὐτῷ περὶ τῶν πρακτέων κριτὴν τὸν λόγον, ᾧ χρώμενος ἑκάστην αὐτῶν ἐξετά‐
5ζει, μὴ μόνον εἰ φαίνεται τοιαύτη, ὁποία φαίνεται, ἀλλὰ καὶ εἰ ἔστι. κἂν εὕρῃ ζητῶν κατὰ τὸν λόγον ἀλλοῖον αὐτῆς τοῦ φαίνεσθαι τὸ εἶναι, οὐ διότι τοιάδε τις φαίνεται συνεχώρησεν αὐτῇ, ἀλλ’, ὅτι μὴ καὶ ἔστι τοιαύτη, ἐνίσταται πρὸς αὐτήν. οὕτως γοῦν καὶ ἡδέων τινῶν φαινομένων πολλά‐ κις ἀπέχεται, καίτοι ὄρεξιν 〈ἔχων〉 αὐτῶν, ὅτι μὴ τὸν λόγον ἔσχεν τῷ
10φαινομένῳ συνᾴδοντα, ὁμοίως δὲ καὶ συμφέροντα φανέντα τινὰ παρῃτή‐ σατο, τῷ λόγῳ τοῦτο δόξαν. εἰ δὲ τὸ ἐφ’ ἡμῖν ἐστι ἐν τῇ λογικῇ συγκα‐ ταθέσει, ἥτις διὰ τοῦ βουλεύεσθαι γίνεται, οἱ δὲ ἐν τῇ συγκαταθέσει τε καὶ ὁρμῇ φασιν εἶναι, ὅτι καὶ ἀλόγως γίνεται, δῆλοι δι’ ὧν λέγουσιν ῥᾳθυ‐ μότερον περὶ τοῦ ἐφ’ ἡμῖν διαλαμβάνοντες, 〈ὅτι〉 οὔτε ὅτι ποτ’ ἐστὶν
15αὐτό, οὔτε ἐν τίνι γίνεται, λέγουσιν. τὸ γὰρ εἶναι λογικῷ οὐδὲν ἄλλο ἐστίν, ἢ τὸ ἀρχὴν πράξεων εἶναι. ὡς γὰρ ἄλλῳ ἐν ἄλλῳ τὸ εἶναι, τῷ μὲν ζῴῳ ἐν τῷ ὁρμητικῷ, τῷ δὲ πυρὶ ἐν τῷ θερμῷ τε καὶ θερμαντικῷ, ἄλλῳ δὲ ἐν ἄλλῳ, οὕτως δὲ τῷ ἀνθρώπῳ ἐν τῷ λογικῷ, ὃ ἴσον ἐστὶ τῷ ἐν αὑτῷ ἀρχὴν ἔχειν τοῦ καὶ ἑλέσθαι τι καὶ μή· καὶ τὸ αὐτὸ ἄμφω, ὥστε ὁ
20τοῦτο ἀναιρῶν ἀναιρεῖ τὸν ἄνθρωπον. ἐοίκασιν δὲ παραλελοιπότες τὸν λόγον ἐν τῇ ὁρμῇ τὸ ἐφ’ ἡμῖν τίθεσθαι, ὅτι μηκέτ’ ἐν τῷ βουλεύεσθαι λέγουσιν αὐτοῖς τὸ ἐφ’ ἡμῖν εἶναι προχωρεῖ τὸ σόφισμα. ἐπὶ μὲν γὰρ τῆς ὁρμῆς ἔχουσιν λέγειν τὸ ἐπὶ τοῖς ζῴοις εἶναι τὰ γινόμενα καθ’ ὁρμήν, ὅτι μὴ οἷά τε χωρὶς ὁρμῆς τὰ δι’ αὐτῶν γινόμενα ποιεῖν, εἰ δ’ ἐν τῷ
25βουλεύεσθαι τὸ ἐφ’ ἡμῖν, ἔνθεν οὐκέτ’ αὐτοῖς εἵπετο τὸ μὴ δύνασθαι τὰ δι’ ἀνθρώπου γινόμενα ἄλλως γενέσθαι τῷ τὸν ἄνθρωπον ὄντα βουλευτι‐ κὸν μὴ πάντα τὰ γινόμενα δι’ αὐτοῦ βουλευόμενον ποιεῖν. οὐ γὰρ πάντα, ἃ ποιοῦμεν, βουλευσάμενοι ποιοῦμεν, ἀλλὰ πολλάκις μέν, οὐ συγχωροῦν‐ τος τοῦ καιροῦ τῶν πραχθῆναι δεόντων τῷ βουλεύσασθαι χρόνον, καὶ μὴ
30βουλευσάμενοί τινα ποιοῦμεν, πολλάκις δὲ καὶ δι’ ἀργίαν ἤ τινα ἄλλην αἰτίαν. εἰ δὲ τὰ μὲν βουλευσαμένων ἡμῶν, τὰ δὲ καὶ μὴ βουλευσαμένων
γίνεται, οὐκέτι χώραν ἔχει τὸ λέγειν τὸ τὰ διὰ τοῦ βουλεύεσθαι γινόμενα184
Fat
.

185

ἐπὶ τῷ ἀνθρώπῳ εἶναι τῷ μὴ δύνασθαι ἄλλως τι δι’ αὐτοῦ γίνεσθαι. ὥστ’, εἰ τὰ μὲν βουλευσάμενοι, τὰ δὲ μὴ βουλευσάμενοι ποιοῦμεν, οὐκέθ’ οὕτως τὰ δι’ ἡμῶν γινόμενα ἁπλῶς γίνεται, ὡς τὰ γινόμενα διὰ τῶν ζῴ‐ ων ἢ διὰ τοῦ πυρὸς ἢ διὰ τῶν βαρέων δύο σωμάτων. εἰ δ’ ἔχομεν καὶ
5τοῦ βουλευσάμενοί τι ποιεῖν παρὰ τῆς φύσεως τὴν ἐξουσίαν, δῆλον ὡς ἔχοιμεν 〈ἂν〉 ἐξουσίαν καὶ τοῦ διὰ τοῦ βουλεύσασθαι ἄλλο τι πρᾶξαι, καὶ μὴ πάντως τοῦτο ὃ καὶ βουλευσάμενοι † ἦν ἂν βουλευοίμεθα. τὸ δ’ ἐποχου‐ μένους τῷ ‘εἰ δὴ τῶν αὐτῶν περιεστώτων ὁτὲ μὲν οὕτως ὁτὲ δὲ ἄλλως ἐνεργήσει τις, ἀναίτιον κίνησιν εἰσάγεσθαι‘ διὰ τοῦτο λέγειν μὴ δύνα‐
10σθαι οὗ πράξει τις πρᾶξαι τὸ ἀντικείμενον, μήποτε καὶ αὐτὸ τῶν ὁμοί‐ ως τοῖς προειρημένοις παρορωμένων. οὐ γὰρ πάντως ἀεὶ τὰ γινόμενα κατὰ αἰτίαν ἔξωθεν ἔχει τοῦ γίνεσθαι τὴν αἰτίαν. διὰ γὰρ τὴν τοιαύτην ἐξου‐ σίαν ἐστί τι ἐφ’ ἡμῖν, ὅτι τῶν οὕτως γινομένων ἡμεῖς ἐσμεν κύριοι, ἀλλ’ οὐκ ἔξωθέν τις αἰτία. διὸ 〈οὐκ〉 ἀναιτίως τὰ οὕτω γινόμενα γίνεται, παρ’
15ἡμῶν τὴν αἰτίαν ἔχοντα. ὁ γὰρ ἄνθρωπος ἀρχὴ καὶ αἰτία τῶν δι’ αὐτοῦ γινομένων πράξεων, καὶ τοῦτό ἐστι τὸ εἶναι ἀνθρώπῳ τὸ τοῦ πράττειν οὕτως τὴν ἀρχὴν ἔχειν ἐν αὑτῷ, ὡς *** τῇ σφαίρᾳ τὸ κατὰ τοῦ πρανοῦς κυλιομέ‐ νῃ φέρεσθαι. διὸ τῶν μὲν ἄλλων ἕκαστον ἕπεται ταῖς ἔξωθεν αὐτῷ περι‐ εστώσαις αἰτίαις, ὁ δ’ ἄνθρωπος οὔχ, ὅτι ἐστὶν αὐτῷ τὸ εἶναι ἐν τῷ
20ἔχειν ἀρχήν τε καὶ αἰτίαν ἐν αὐτῷ, 〈ὡσ〉 μὴ πάντως ἕπεσθαι τοῖς περιεστῶσιν ἔξωθεν αὐτῷ. καὶ γὰρ 〈εἰ〉 ἦν ἡμῖν ἡ περὶ τῶν πρακτέων κρίσις πρὸς ἕνα γινομένη σκοπόν, ἴσως 〈ἂν〉 εἶχέ τινα λόγον τὸ ἀεὶ περὶ τῶν αὐτῶν ὁμοίας ἡμῖν γίνεσθαι τὰς κρίσεις. ἐπεὶ δ’ οὐχ οὕτως ἔχει (αἱρούμεθα γάρ, ἃ αἱρούμεθα, ποτὲ μὲν διὰ τὸ καλόν τι, ποτὲ δὲ διὰ τὸ ἡδύ, ποτὲ
25δὲ διὰ τὸ σύμφορον, καὶ οὐ ταὐτὰ τούτων ποιητικά), ἐνδέχεται νῦν μὲν ἐπὶ τὸ καλὸν κινηθέντας ἡμᾶς *** τάδε τῶν περιεστώτων προκείμενα, αὖθις δὲ ἄλλα, πρὸς τὸ ἡδὺ ἢ τὸ συμφέρον τὴν ἀναφορὰν τῆς κρίσεως ποιου‐ μένους. ὡς γὰρ οὐ ζητοῦμεν ἄλλην τινὰ αἰτίαν, δι’ ἣν κατὰ βαρύτητα τὴν ἐν αὐτῇ ἡ γῆ φέρεται κάτω, ἢ δι’ ἣν αἰτίαν, ἃ πράσσει τὸ ζῷον, πράσσει
30καθ’ ὁρμήν, τῷ ταύτην ἕκαστον αὐτῶν τὴν αἰτίαν ἐξ αὐτοῦ πρὸς τὰ γι‐
νόμενα συντελεῖν, τοιοῦτον ὂν τὴν φύσιν, οὕτως οὐδ’ ἐπὶ τῶν ἄλλοτ’185
Fat
.

186

ἄλλως ὑφ’ ἡμῶν γινομένων ἐπὶ περιεστῶσι τοῖς ἄλλοις ἄλλην τινὰ αἰτίαν ἀπαιτητέον παρ’ αὐτὸν τὸν ἄνθρωπον. τοῦτο γὰρ ἦν τὸ ἀνθρώπῳ εἶναι, τὸ γὰρ ἀρχὴ καὶ αἰτία εἶναι τῶν δι’ αὐτοῦ γινομένων πράξεων. τὸ δὲ λέγειν καὶ τοὺς βουλευσαμένους τῷ φαινομένῳ συγκατατίθεσθαι, καὶ διὰ
5τοῦτο καὶ τῇ φαντασίᾳ ὁμοίως τοῖς ἄλλοις ζῴοις ἕπεσθαι, οὐκ ἀληθές. οὐ γὰρ φαντασία τὸ φαινόμενον πᾶν. ἡ μὲν γὰρ φαντασία ἁπλῆ τε καὶ χωρὶς λόγου ὑπὸ τῶν ἔξωθεν προσπιπτόντων γίνεται, ἐοικυῖα ταῖς αἰσθη‐ τικαῖς ἐνεργείαις, διὸ καὶ τὴν ἰσχὺν ἐν τοῖς ἀλόγοις ζῴοις ἔχει μάλιστα, φαίνεται δέ τινα καὶ διὰ λόγου τε καὶ παρὰ συλλογισμοῦ τὴν αἰτίαν τοῦ
10φαίνεσθαι λαμβάνοντα, ἃ οὐκέτ’ ἄν τις φαντασίας λέγοι. ὁ γὰρ διὰ τὸν γινόμενον παρ’ αὐτοῖς ἐν τῷ βουλεύεσθαι συλλογισμὸν συγκαταθέμενός τινι αὐτὸς αὑτῷ τῆς συγκαταθέσεως αἴτιος. Ἀλλ’ ὅτι μὲν οὔτε σώζουσι τὸ ἐφ’ ἡμῖν οἱ λέγοντες πάντα καθ’ εἱ‐ μαρμένην 〈γίνεσθαι〉 (οὐ γὰρ περὶ οὗ ζητοῦμεν, εἰ σώζεται κατ’ αὐτούς,
15τοῦτο σώζεται, οἵ γε καὶ αἰτίαν ἀποδιδόναι πειρῶνται τοῦ μηδὲ τὴν ἀρχὴν δυνατὸν εἶναι τὸ πρᾶγμα), οὐδὲ ἣν ἀποδιδόασιν αἰτίαν ἐπ’ ἀναιρέσει τῆς τοιαύτης ἐξουσίας, ἀληθής, μὴ ἔχουσά τι εὔλογον, ἐκ τῶν εἰρημένων γνώριμον. ἀλλὰ μὴν τοῖς ἀναιροῦσιν τὸ εἶναί τι οὕτως ἐφ’ ἡμῖν ἕπεται τὸ συγχεῖν τε καὶ ἀνατρέπειν, ὅσον ἐπ’ αὐτοῖς, τὸν τῶν ἀνθρώπων βίον.
20εἰ γάρ, ἐχόντων μὲν οὕτως τῶν πραγμάτων ὡς ἔχει (οὐδὲ γὰρ αὐτῶν τινα πεῖσαι δυνατὸν μὴ πράττειν, ἃ πράττουσιν ὡς ἔχοντες τοῦ καὶ πράττειν αὐτὰ καὶ μὴ πράττειν τὴν ἐξουσίαν, μή τι γε τῶν ἄλλων τινά· τοσαύτην ἰσχὺν ἔχει τἀληθὲς καὶ τὴν παρὰ τῶν γινομένων μαρτυρίαν ἐναργῆ), εἰ δὴ τούτων οὕτως ἐχόντων ἰσχὺν αὐτῶν ἡ δόξα τοσαύτην λάβοι, ὡς πάν‐
25τας ἀνθρώπους πιστεῦσαι, ὅτι ἡμεῖς μὲν οὐδενὸς κύριοι, ἑπόμεθα δὲ τοῖς περιεστῶσιν ἀεί, τούτοις ἐνδιδόντες τε καὶ συγκατατιθέμενοι, καὶ πράττο‐ μέν τε ἃ πράττομεν τῷ πάντως ὀφείλειν ταῦτα πράττειν (μὴ γὰρ εἶναι δυνατὸν ἡμῖν ὄντων τῶν περιεστώτων τοιούτων ἄλλο τι ποιεῖν), οὐ πράττο‐ μέν τε πάλιν ὁμοίως διὰ τὸ μὴ δύνασθαι ἀντιβαίνειν τοῖς περιεστῶσιν οὖ‐
30σιν τοιούτοις, τί ἄλλο ἢ συμβήσεται, πάντας ἀνθρώπους διὰ τὴν τοιάνδε
πίστιν τὰ μὲν ὅσα μετὰ πόνου τινὸς καὶ φροντίδος γίνεται, τούτοις μὲν186
Fat
.

187

χαίρειν λέγειν, αἱρεῖσθαι δὲ τὰς μετὰ ῥαστώνης ἡδονάς; ὡς, πάντως ἐσο‐ μένων τῶν ὀφειλόντων γενέσθαι, μηδὲν αὐτοὶ περὶ αὐτῶν † ὦσιν καλόν. οὕτως δ’ αὐτῶν διακειμένων καὶ τῶν πραττομένων ἀκολουθούντων ταῖς αἱρέσεσιν αὐτῶν (οὐ γὰρ δὴ διὰ τὴν περὶ αὐτῶν ἐψευσμένην πίστιν ἄλλως
5πως ἕξει τὰ πράγματα, 〈ἢ〉 ὡς ἔχει) ἄλλο τι ἢ τῶν μὲν καλῶν παρὰ πάντων ὀλιγωρία τις ἔσται (πάντων γὰρ ἡ κτῆσίς τε καὶ παρουσία τῶν τοιούτων μετὰ καμάτου περιγίνεται), τῶν δὲ κακῶν αἵρεσις ἅτε γινομένων μετὰ ῥαστώνης τε καὶ ἡδονῆς; πρὸς οὓς τίς ἂν ὁ παρὰ τούτων εἴη λόγος, ὧν πεισθέντες τοῖς δόγμασιν ἦλθον ἐπὶ ταῦτα; λέγοιεν ἂν γὰρ δικαίως
10πρὸς αὐτούς, εἰ αἰτιῷντο αὐτούς, ὅτι μὴ οἷόν τε ἦν αὐτοῖς τῶν περιεστώ‐ των ὄντων τοιούτων ἀλλοῖόν τι πράττειν. οἷς πῶς ἐπιτιμήσουσιν εὐλόγως οἱ διὰ τῶν δογμάτων τούτων αὐτοῖς διδάσκαλοι γεγονότες; μᾶλλον δὲ οὔτε ἐπιτιμήσεις οὔτε κολάσεις οὔτε προτροπὴ οὔτε τιμὴ οὔτ’ ἄλλο τι τῶν τοιούτων τὴν οἰκείαν σώσει κατ’ αὐτοὺς φύσιν, ἀλλ’ ἔσται καὶ τούτων
15ἕκαστον γινόμενον κατηναγκασμένως, ὥσπερ κἀκεῖνα, ἐφ’ οἷς ταῦτα γίνε‐ ται. πῶς γὰρ 〈ἂν〉 ἔτι Ἀλέξανδρος ὁ Πριάμου ἐν αἰτίᾳ εἴη ὡς διαμαρτὼν περὶ τὴν τῆς Ἑλένης ἁρπαγήν; πῶς δ’ ἂν Ἀγαμέμνων εὐλόγως αὑτοῦ καταψηφίζοιτο λέγων “οὐδ’ αὐτὸς ἀναίνομαι”; εἰ μὲν γὰρ εἶχεν ἐξουσίαν ὑπεριδεῖν ἢ Ἀλέξανδρος τῶν τότε περιεστώτων αὐτὸν καὶ παρακαλούντων
20ἐπὶ τὴν ἁρπαγήν [ἢ Μενέλαος τῶν ἀγανακτεῖν ἐπαιρόντων] ἢ Ἀγαμέμ‐ νων, ἐφ’ οἷς ὡς ἂν ἁμαρτήσας αὑτοῦ κατατρέχει, εὐλόγως ἂν ἦσαν ἐν αἰτίᾳ. εἰ δ’ ἦν πάλαι καὶ πρόπαλαι καὶ πρὸ τοῦ τὴν ἀρχήν τινα αὐτῶν γενέσθαι ἀληθὲς περὶ ἑκάστου προλεγόμενον τούτων ἕκαστον, ἐφ’ οἷς ποι‐ ήσας εὐθύνεται, πῶς ἂν ἔτ’ αὐτῶν τῶν γενομένων τὴν αἰτίαν ἔχοιεν; πῶς
25δέ τις ἐξηγήσεται καὶ τὸ ἐφ’ ἡμῖν εἶναι τάς τε ἀρετὰς καὶ τὰς κακίας; εἰ γὰρ οὕτως † ἔτι δι’ ἡμῶν, πῶς ἔτ’ ἂν εὐλόγως οἱ μὲν εἶεν ἐν ἐπαίνοις, οἱ δὲ ἐν ψόγοις; οὐδὲν γὰρ ἄλλ’ ἢ συνηγορίαν τοῖς κακοῖς τὸ δόγμα τοῦτο προξενεῖ. ὁρῶμεν γοῦν τῶν μὲν ἀγαθῶν τε καὶ καλῶν πράξεων οὐδένα τὴν εἱμαρμένην οὐδὲ τὴν ἀνάγκην αἰτιώμενον, τοὺς δὲ κακοὺς δι’
30ἐκείνην τοιούτους εἶναι λέγοντας. ὃ πιστεύσαντες καὶ τοὺς φιλοσόφους λέ‐
γειν πῶς οὐ μετὰ παρρησίας αὐτοί γε ἐπὶ ταῦτα ἐλεύσονται τούς τε ἄλλους187
Fat
.

188

προτρέψουσιν; πῶς δ’ ἂν σώζοιεν τοιαῦτα λέγοντες τὴν ὑπὸ τῶν θεῶν γινομένην τῶν θνητῶν πρόνοιαν; εἰ γὰρ αἵ τε τῶν θεῶν ἐπιφάνειαι, ἅς φασιν γίνεσθαί τισιν, κατά τινα γίνονται προκαταβεβλημένην αἰτίαν, ὡς πρὸ τοῦ γενέσθαι τινὰ αὐτῶν ἀληθὲς εἶναι τὸ τοῦδε μὲν ἔσεσθαί τινα ἐκ θεῶν
5κηδεμονίαν, τοῦδε δὲ μή, πῶς ἂν ἔτι τοῦτο πρόνοιάν τις δικαίως λέγοι, τὴν οὐ κατ’ ἀξίαν γινομένην, ἀλλὰ κατά τινα ἀνάγκην προκαταβεβλημένην; πῶς δ’ ἂν σώζοιτο καὶ ἡ πρὸς τοὺς θεοὺς εὐσέβεια τῶν εὐσεβεῖν δοκούν‐ των, διότι μὴ ἐπ’ αὐτοῖς ἦν τὸ τοῦτο μὴ ποιεῖν, οὕτως ποιούντων; γί‐ νοιτο δ’ ἂν καὶ παρὰ τῶν θεῶν, εἰς οὓς γίνεταί τι παρὰ τοὺς ἄλλους
10πλέον, ὅτι καὶ τούτων ἦσαν αἱ ἀρχαὶ καὶ πρὸ τοῦ τούτους εἶναι προκατα‐ βεβλημέναι. πῶς δ’ οὐκ ἀναιροῖεν ἂν καὶ μαντικήν, τῆς ἀπὸ μαντικῆς χρείας ἀναιρουμένης; τί γὰρ ἂν ἢ μαθεῖν ἢ διὰ τὸ μαθεῖν παρὰ τῶν μάντεων φυλάξαιτ’ ἄν τις, εἰ μόνα ταῦτα ἡμῖν τε μαθεῖν ἐκείνοις τε μηνῦσαι δυνατόν, ὧν τοῦ μαθεῖν ἡμᾶς καὶ ποιῆσαι ἢ μὴ ποιῆσαί τι ἕκαστον
15ἦν καὶ πρὸ τῆς ἡμετέρας γενέσεως κατηναγκασμένον, τοῦ τε ἐμμένειν τοῖς ὑπὸ τῶν θεῶν προαγορευομένοις οὐχ ἡμεῖς κύριοι τῷ τῶν ἐσομένων ὑφ’ ἡμῶν προκαταβεβλῆσθαι τὰς αἰτίας. ἀλλ’ ὅτι μὲν τὸ δόγμα τοῦτο ἀνα‐ τροπῆς αἴτιον παντὸς τοῦ τῶν ἀνθρώπων βίου, παντί που μαθεῖν ῥᾴδιον, ὅτι δὲ καὶ ψεῦδος, ἱκανὸν μαρτύριον τὸ μηδ’ αὐτοὺς τοὺς προστάτας
20αὐτοῦ δύνασθαι πείθεσθαι τοῖς ὑφ’ αὑτῶν λεγομένοις. οὕτω γὰρ ἐν πᾶσι τοῖς λόγοις φυλάσσουσιν τὸ ἐλεύθερόν τε καὶ αὐτεξούσιον, ὡς μὴ ἀκούσαν‐ τές ποτε παρ’ ἄλλου τοιούτου τινὸς δόγματος, τοῦτο μὲν προτρέπειν
τινὰς πειρώμενοι, ὡς τοῦ τε ποιεῖν ἢ μὴ ποιεῖν τοῦτο τὴν ἐξουσίαν188
Fat
.

189

ἔχοντες αὐτοί, καὶ τῶν προτρεπομένων διὰ τοὺς παρ’ αὐτῶν λόγους αἱρεῖσθαί τινα δυναμένων 〈ὧν〉 ἔπραξαν ἂν τἀναντία αὐτῶν σιωπώντων, τοῦτο δὲ ἐπιτιμῶντες καὶ ἐπιπλήττοντές τισιν ὡς οὐ τὰ προσήκοντα πράττουσιν. ἀλλὰ καὶ συγγράμματα πλείω καταλείπουσίν τε καὶ συγγρά‐
5φουσιν, δι’ ὧν ἀξιοῦσιν παιδεύεσθαι τοὺς νέους, οὐχ ὡς κεκωλυμένοι τοῦτο συγγράφειν διὰ τὸ τὰ περιεστῶτα αὐτοῖς εἶναι τοιαῦτα, ἀλλ’ ὡς ὂν μὲν ἐπ’ αὐτοῖς συγγράφειν τε καὶ μή, αἱρούμενοι δὲ τὸ γράφειν διὰ φιλανθρωπίαν. Ἐπαύσαντο δ’ ἂν τῆς ἐν τοῖς λόγοις φιλοτιμίας καὶ συγχωρησάντων
10εἶναι τὸ ἐφ’ ἡμῖν ἐλεύθερόν τε καὶ αὐτεξούσιον καὶ κύριον τῆς τῶν ἀντι‐ κειμένων αἱρέσεώς τε καὶ πράξεως *** ἐπὶ περιεστῶσιν ἀνθρώποις δίκαιος γίνεσθαι πεπιστευμένος ὁμοίως ἰδιώταις τε καὶ νομοθέταις. ἔστι δὲ τοῦτο τὸ συγγινώσκεσθαι μὲν ἀξίους εἶναι τοὺς ἀκουσίως τοιοῦτόν τι πράξαντας, οὐχ ὡς ἐπὶ τῷ γιγνομένῳ πράγματι τῆς κολάσεως ὁριζομένης, ἀλλ’ ἐπὶ
15τῷ τρόπῳ τῆς πράξεως· ὅπερ οὔτε τῶν ἄλλων τις οὔτε αὐτῶν τούτων ὡς οὐ καλῶς ἔχον αἰτιᾶται. καίτοι τί τῶν δι’ ἄγνοιαν [πραττομένων] ἁμαρτα‐ νόντων ἢ βίᾳ ἧττον ἂν εἶεν συγγνώμης ἄξιοι 〈οἱ〉 εἰδότες μὲν ἃ πράττουσιν, οὐκ ἔχοντες δὲ ἐν αὐτοῖς τὴν ἐξουσίαν τοῦ, τούτων αὐτοῖς περιεστώτων, ἃ πάντως αὐτοῖς καὶ ἐξ ἀνάγκης περιεστάναι δεῖ, ἄλλο τι παρ’ ἃ πράττου‐
20σιν 〈πράττειν〉 τῷ τὴν φύσιν αὐτῶν εἶναι τοιαύτην, καὶ εἶναι τὸ κατὰ τὴν οἰκείαν αὐτοῖς φύσιν ἕκαστα πράττειν ὧν πράττουσιν καθ’ εἱμαρμένην, ὡς τοῖς βαρέσιν ἀφεθεῖσιν ἄνωθεν τὸ φέρεσθαι κάτω, καὶ τοῖς περιφερέσι τὸ κατὰ τοῦ πρανοῦς, εἰ ἀφεθεῖεν, ἀφ’ αὑτοῦ κινεῖσθαι; ὅμοιον γὰρ τὸ [τοῦ] τὸν ἵππον κολάζειν ἀξιοῦν, ὅτι μὴ ἔστιν ἄνθρωπος, καὶ τῶν ἄλλων ζῴων
25ἕκαστον, ὅτι ταύτης τῆς τύχης καὶ μὴ βελτίονος τετυχήκασίν τινος. ἀλλ’ οὐδεὶς Φάλαρις οὕτως ὠμός τε καὶ ἀνόητος, ὡς ἐπί τινι τῶν οὕτως γινο‐ μένων κολάζειν τὸ ποιήσαντα. ἐπὶ τίσιν οὖν αἱ κολάσεις εὔλογοι; οὐκ
ἐπ’ ἄλλοις τισίν, ἢ ἐπὶ τοῖς παρὰ τὴν αὑτῶν μοχθηρὰν αἵρεσιν γινομένοις.189
Fat
.

190

ἐφ’ ὧν γὰρ αὐτοὶ τὴν ἐξουσίαν τῆς αἱρέσεως ἔχοντες, καταλιπόντες τὸν σκοπὸν τῶν πραττομένων ὑφ’ αὑτῶν ποιεῖσθαι τό τε καλὸν καὶ τὸν νό‐ μον, κέρδους χάριν ἢ ἡδονῆς τινος, ὑπερορῶντες ἐκείνων, πράττουσι τὰ φαῦλα, τούτους ἀξίους ἡγοῦνται κολάσεως πάντες ἄνθρωποι, συγγνώμην
5διδόντες τοῖς οὐχ οὕτως ἁμαρτάνουσιν. ὅρα δὴ πᾶσιν τοῖς κακοῖς τὸ θαυμαστὸν δόγμα τοῦτο παρὰ τῶν φιλοσόφων μαθοῦσιν διδάσκειν τοὺς διδάσκοντας, ὅτι εἰσὶ καὶ αὐτοὶ συγγνώμης 〈ἄξιοι〉, οὐδὲν ἔλαττον τῶν ἀκου‐ σίως ἁμαρτανόντων. οὐ γὰρ ὑπό τινος ἔξωθεν καταναγκάζοντος αὐτοὺς ποιοῦσιν ἃ ποιοῦσιν, ὧν ἴσως ἐνῆν αὐτοῖς καὶ φυλάξασθαι, ἀλλ’ ὑπὸ τῆς
10φύσεως τῆς ἐν αὐτοῖς οὐδὲν οἷόν τ’ ἐστὶν λαθόντας ποιῆσαι καὶ τίς οὐκ ἂν † αὐτοῖς τοῖς ἁμαρτανομένοις αἴτιον. εἰ δ’ οὔτ’ ἄλλος τις οὔτ’ οἱ τοῦ δόγματος τούτου κύριοι συγγνώμην δοῖέν τινι ταύτην τῶν ἁμαρτανομένων φέροντι τὴν αἰτίαν ὡς ψεῦδός τι [καὶ ψευδεῖ] λέγοντι, δῆλον ὡς ὑπὸ τούτων καὶ ὑπὸ τῶν ἄλλων ἁπάντων ὁμοίως πεπίστευται τὸ εἶναι τὸ ἐφ’ ἡμῖν
15οὐχ οἷον ὑπὸ τούτων πλάσσεται, ὅταν εἰς τὸ πρόβλημα μελετῶντες λέγω‐ σιν, ἀλλ’ οἵῳ εἶναι αὐτῷ [δεῖ] διὰ τῶν ἔργων οὗτοί τε αὐτοὶ καὶ πάντες ἄνθρωποι μαρτυροῦσιν. εἰ γὰρ ἦσαν οὕτως ἔχειν πεπιστευκότες, συνεγί‐ γνωσκον ἂν πᾶσιν τοῖς ἁμαρτάνουσιν ὡς οὐκ ἔχουσιν τοῦ μὴ πάντα πράτ‐ τειν ἐξουσίαν. ἀλλ’ ὅτι μὲν καὶ ἔστι τι ἐφ’ ἡμῖν ὀνομάσαι, καὶ οὐ διὰ
20τὴν ἐξουσίαν ταύτην ἀναιτίως τι γίνεται, τῷ τῶν οὕτως γινομένων αἴτιον τὸν ἄνθρωπον εἶναι, ἀρχὴν αὐτὸν ὄντα τῶν γινομένων ὑφ’ αὑτοῦ, ἱκανὰ μὲν δεῖξαι καὶ τὰ εἰρημένα, ἱκανῶς δ’ ἂν ἐπείσθησαν καὶ οἱ ἀντιλέγειν πρὸς αὐτὸ πειρώμενοι, εἰ κἂν πρὸς ὀλίγον πάντα ἃ πράττουσιν ὑπέμειναν πρᾶξαι ὡς ἀληθεύοντες περὶ ὧν λέγουσιν, πιστεύσαντες τῷ μηδὲν τῶν γι‐
25νομένων ὑπό τινος οὕτως γίνεσθαι, ὡς καὶ τοῦ μὴ πράττειν αὐτὸ τὴν ἐξου‐ σίαν ἔχοντος τότε. τῷ γὰρ τοῦτο πεπιστευκότι οὐκ ἐπιτιμῆσαί τινι, οὐκ ἐπαινέσαι τινα, οὐ συμβουλεῦσαί τινι, οὐ προτρέψασθαί τινα, οὐκ εὔξασθαι θεοῖς, οὐ χάριν αὐτοῖς γνῶναι περί τινων, οὐκ ἄλλο τι ποιεῖν οἷόν τε τῶν
ὀφειλομένων εὐλόγως γίνεσθαι ὑπὸ τῶν καὶ τοῦ ποιεῖν ἕκαστον ὧν190
Fat
.

191

ποιοῦσιν τὴν ἐξουσίαν πεπιστευκότων. ἀλλὰ μὴν ἔξω τούτων ἀβίωτος ὁ τῶν ἀνθρώπων 〈βίοσ〉 καὶ οὐδὲ τὴν ἀρχὴν ἀνθρώπων ἔτι. μηδὲ ἐκεῖνο δὲ ἡμῖν ἀνεξέταστον παραλελείφθω, εἴ τις ὑποθοῖτο, μηδὲν μᾶλλον ἀληθῆ εἶναι τὸ εἶναί τι οὕτως ἐφ’ ἡμῖν, ὡς ἡμεῖς τε ἀξιοῦμεν καὶ ἡ τῶν πραγμάτων φύ‐
5σις ἔχειν μαρτυρεῖ, τοῦ πάντα ἐξ ἀνάγκης τε γίνεσθαι καὶ καθ’ εἱμαρμέ‐ νην, ἀλλ’ εἶναι ἐπ’ ἴσης ἑκάτερον ἢ πιστὸν ἢ ἄδηλον αὐτό, ποτέρᾳ δόξῃ πείθεσθαι τοῖς ἀνθρώποις ἀσφαλέστερόν τε καὶ ἀκινδυνότερον, καὶ ποῖον ψεῦδος αἱρετώτερον, πότερον τὸ πάντων γινομένων καθ’ εἱμαρμένην [ἢ] μὴ οὕτως ἔχειν ὑπολαμβάνειν, ἀλλ’ εἶναι καὶ ἡμᾶς τοῦ τι πρᾶξαι ἢ μὴ
10πρᾶξαι κυρίους, ἢ ὄντος τινὸς καὶ ἐφ’ ἡμῖν οὕτως, ὡς προειρήκαμεν, πε‐ πεῖσθαι τὸ τοῦτο μὲν ψεῦδος εἶναι, πάντα δὲ καὶ τὰ ὑφ’ ἡμῶν πραττό‐ μενα κατὰ τὴν ἡμετέραν ἐξουσίαν γίνεσθαι κατηναγκασμένως. ἢ γνώριμον ὅτι οἱ μὲν ἁπάντων γινομένων καθ’ εἱμαρμένην αὑτοὺς πείθοντες ὡς ἐξου‐ σίαν ἔχοντάς τινων τοῦ τε πράττειν αὐτὰ καὶ μὴ οὐδὲν ἂν παρὰ τήνδε
15τὴν πίστιν ἐν τοῖς πραττομένοις ἁμάρτοιεν, τῷ μηδὲ τὴν ἀρχὴν τῶν γινο‐ μένων τινὸς ὑφ’ αὑτῶν εἶναι κύριοι, ὥσθ’ ὁ κίνδυνος τῆς κατὰ τοῦτο δια‐ μαρτίας πρόεισιν μέχρι ῥημάτων. εἰ δέ γε, ὄντος τινὸς καὶ ἐφ’ ἡμῖν καὶ μὴ πάντων γινομένων ἐξ ἀνάγκης, πείθεσθαι μὲν μηδενὸς ἡμᾶς εἶναι κυ‐ ρίους, πολλὰ παραλείψομεν τῶν δεόντως ἂν πραχθέντων ὑφ’ ἡμῶν καὶ
20διὰ τὸ βουλεύσασθαι περὶ αὐτῶν καὶ διὰ τὸ τοὺς ἐπὶ τοῖς πραττομένοις καμάτους προθύμως ὑφίστασθαι, ἀργότεροι γενόμενοι πρὸς τὸ δι’ αὑτῶν τι ποιεῖν διὰ τὴν πίστιν τοῦ, καὶ μηδὲν ἡμῶν πραγματευομένων περὶ τῶν πρακτέων, τὸ ὀφεῖλον 〈ἂν〉 γενέσθαι. οὕτως δὲ τούτων ἐχόντων πρόδηλον ὡς αἱρετώτερον τοῖς φιλοσοφοῦσιν, τὴν ἀκινδυνοτέραν ὁδὸν αὐτούς τε αἱ‐
25ρεῖσθαι καὶ τοὺς ἄλλους ἄγειν. Οὐ χεῖρον δέ, τούτων προτεθεωρημένων καὶ αὐτὰ τὰ περὶ τῆς εἱ‐ μαρμένης ὑπ’ αὐτῶν λεγόμενα παραθεμένους ἰδεῖν, εἴ τινα τοιαύτην ἔχει βίαν, ὡς εὔλογον εἶναι διὰ τὴν πρὸς τὸ ἀληθὲς οἰκειότητα καὶ τῶν ἐναρ‐ γῶν οὕτως ὑπερορᾶν. ἔσται δὲ ἡμῖν καὶ ὁ περὶ τούτων λόγος ἐπὶ τοσοῦ‐
30τον, ἐφ’ ὅσον ἐστὶ χρήσιμος πρὸς τὰ προκείμενα. φασὶν δὴ τὸν κόσμον τόνδε, ἕνα ὄντα καὶ πάντα τὰ ὄντα ἐν αὑτῷ περιέχοντα, καὶ ὑπὸ φύσεως
διοικούμενον ζωτικῆς τε καὶ λογικῆς καὶ νοερᾶς, ἔχειν τὴν τῶν ὄντων191
Fat
.

192

διοίκησιν ἀίδιον κατὰ εἱρμόν τινα καὶ τάξιν προιοῦσαν, τῶν πρώτων τοῖς μετὰ ταῦτα γινομένοις αἰτίων γινομένων καὶ τούτῳ τῷ τρόπῳ συνδεομένων ἀλλήλοις ἁπάντων, καὶ μήτε οὕτως τινὸς ἐν αὐτῷ γινομένου, ὡς μὴ πάν‐ τως ἐπακολουθεῖν αὐτῷ καὶ συνῆφθαι ὡς αἰτίῳ ἕτερόν τι, μήτ’ αὖ τῶν
5ἐπιγινομένων τινὸς ἀπολελύσθαι δυναμένου τῶν προγεγονότων, ὡς μή τινι ἐξ αὐτῶν ἀκολουθεῖν ὥσπερ συνδεόμενον, ἀλλὰ παντί τε τῷ γενομένῳ ἕτερόν τι ἐπακολουθεῖν, ἠρτημένον 〈ἐξ〉 αὐτοῦ ἐξ ἀνάγκης ὡς αἰτίου, καὶ πᾶν τὸ γινόμενον ἔχειν τι πρὸ αὑτοῦ, ᾧ ὡς αἰτίῳ συνήρτηται. μηδὲν γὰρ ἀναιτίως μήτε εἶναι μήτε γίνεσθαι τῶν ἐν τῷ κόσμῳ διὰ τὸ μηδὲν
10εἶναι τῶν ἐν αὐτῷ ἀπολελυμένον τε καὶ κεχωρισμένον τῶν προγεγονότων ἁπάντων. διασπᾶσθαι γὰρ καὶ διαιρεῖσθαι καὶ μηκέτι τὸν κόσμον ἕνα μέ‐ νειν αἰεί, κατὰ μίαν τάξιν τε καὶ οἰκονομίαν διοικούμενον, εἰ ἀναίτιός τις εἰσάγοιτο κίνησις· ἣν εἰσάγεσθαι, εἰ μὴ πάντα τὰ ὄντα τε καὶ γινόμενα ἔχοι τινὰ αἴτια προγεγονότα, οἷς ἐξ ἀνάγκης ἕπεται· ὅμοιόν τε εἶναί
15φασιν καὶ ὁμοίως ἀδύνατον τὸ ἀναιτίως τῷ γίνεσθαί τι ἐκ μὴ ὄντος. τοι‐ αύτην δὲ οὖσαν τὴν τοῦ παντὸς διοίκησιν ἐξ ἀπείρου εἰς ἄπειρον ἐναργῶς τε καὶ ἀκαταστρόφως γίνεσθαι. οὔσης δέ τινος διαφορᾶς ἐν τοῖς αἰτίοις, ἣν ἐκτιθέντες (σμῆνος γὰρ αἰτίων καταλέγουσιν, τὰ μὲν προκαταρκτικά, τὰ δὲ συναίτια, τὰ δὲ ἑκτικά, τὰ δὲ συνεκτικά, τὰ δὲ ἄλλο τι· οὐδὲν γὰρ
20δεῖ τὸν λόγον μηκύνειν πάντα τὰ λεγόμενα παρατιθέμενα τὸ βούλημα αὐ‐ τῶν δεῖξαι τοῦ περὶ τῆς εἱμαρμένης δόγματος), ὄντων δὴ πλειόνων αἰτίων, ἐπ’ ἴσης ἐπὶ πάντων αὐτῶν ἀληθές φασιν εἶναι τὸ ἀδύνατον εἶναι, τῶν αὐτῶν ἁπάντων περιεστηκότων περί τε τὸ αἴτιον καὶ ᾧ ἐστιν αἴτιον, ὁτὲ μὲν δὴ μὴ οὑτωσί πως συμβαίνειν, ὁτὲ δὲ οὕτως. ἔσεσθαι γάρ, εἰ οὕ‐
25τως γίνοιτο, ἀναίτιόν τινα κίνησιν. τὴν δὲ εἱμαρμένην αὐτὴν καὶ τὴν φύ‐ σιν καὶ τὸν λόγον, καθ’ ὃν διοικεῖται τὸ πᾶν, θεὸν εἶναί φασιν, οὖσαν ἐν τοῖς οὖσίν τε καὶ γινομένοις ἅπασιν καὶ οὕτως χρωμένην ἁπάντων τῶν
ὄντων τῇ οἰκείᾳ φύσει πρὸς τὴν τοῦ παντὸς οἰκονομίαν. καὶ τοιαύτη μὲν192
Fat
.

193

ὡς διὰ βραχέων εἰπεῖν ἡ περὶ τῆς εἱμαρμένης ὑπ’ αὐτῶν καταβεβλημένη δόξα. ἔστι δὲ τὸ ψεῦδος τῶν λεγομένων οὐ λόγων τινῶν οὐδὲ ἐλέγχων ἔξωθεν δεόμενον, ἀλλ’ αὐτόθεν γνώριμον. τίς γὰρ ἔλεγχος λόγου φανε‐ ρώτερος τοῦ μὴ ἐφαρμόζειν τούτοις περὶ ὧν λέγεται; τὸ γοῦν πρῶτον
5εἰρημένον ὡς πάντων τῶν ὄντων αἰτίων τινῶν γινομένων τῶν μετὰ ταῦτα καὶ τοῦτον τὸν τρόπον ἐχομένων ἀλλήλων τῶν πραγμάτων τῷ δίκην ἁλύ‐ σεως τοῖς πρώτοις συνηρτῆσθαι τὰ δεύτερα, ὃ ὥσπερ οὐσίαν τῆς εἱμαρμέ‐ νης ὑποτίθενται, πῶς οὐ φανερῶς ἀπᾴδει τῶν πραγμάτων; εἰ γὰρ τῶν τέκνων οἱ πατέρες αἴτιοι καὶ δεῖ κατ’ οἰκειότητα τὰς αἰτίας ἀπαιτεῖν,
10ὡς ἀνθρώπου μὲν ἄνθρωπον αἴτιον εἶναι, ἵππου δ’ ἵππον, τίνος αἴτιοι τῶν μετ’ αὐτοὺς οἱ τὴν ἀρχὴν μηδὲ γήμαντες, τίνος δὲ οἱ παῖδες οἱ πρὸ τῆς ἡλικίας διαφθαρέντες; πολλὰ γὰρ τῶν γινομένων, ὑπὸ τῆς κατὰ τὸ ποσὸν ἐκλείψεως ἢ μὴ κινηθέντα ἢ φθαρέντα πρότερον, οὐδενὸς ἔφθη γενόμενα [τῷ] κατὰ τὴν ὑπάρχουσαν δύναμιν αὐτοῖς αἴτια. τίνος δὲ ἐροῦσιν αἴτια
15τὰ ἔν τισιν μέρεσιν τοῦ σώματος φυόμενα περιττώματα; τίνος δὲ τὰ τέρα‐ τά τε καὶ γινόμενα παρὰ φύσιν, ἃ τὴν ἀρχὴν οὐδὲ διαμένειν οἷά τε; εἰ δ’ ὁ μὲν [εἰ] φλοιὸς ἐν τοῖς φυτοῖς ἕνεκα τοῦ περικαρπίου, τὸ δὲ περι‐ κάρπιον τοῦ καρποῦ χάριν, καὶ ἀρδεύεται μὲν ἵνα τρέφηται, τρέφεται δὲ ἵνα καρποφορῇ, ἀλλ’ ἔστιν γε πολλὰ ἐν αὐτοῖς εὑρεῖν καὶ μὴ τοῦτον γινό‐
20μενα τὸν τρόπον. τίνος γὰρ ἄν τις εἴποι τὰ σεσηπότα καὶ τὰ ξηρὰ τῶν καρπῶν αἴτια τῶν μετὰ ταῦτα; τίνος δὲ τήν τινων φύλλων διδυμότητα; ἐξ ὧν φανερὸν τοῖς ὁρᾶν τἀληθῆ βουλομένοις τε καὶ δυναμένοις, ὅτι, ὥσπερ οὐ πᾶν τὸ δυνατὸν ἐνεργεῖν 〈ἐνεργεῖ〉, οὕτως οὐδὲ πᾶν, ὃ ἂν γένοιτο αἴτιον, καὶ ἔστιν αἴτιον ἤδη ἢ γέγονεν ἢ γενήσεται. ἀλλ’ οὐδὲ πᾶν τὸ γεγονὸς εὐθὺς τῷ
25εἶναι ἤδη καὶ αἴτιόν ἐστιν ἐσομένου τινός. τὸ δ’ ὁμόσε χωροῦντας μὲν λέγειν καὶ ταῦτα, καταφεύγειν δὲ ἐπὶ τὸ ἄδηλον εἶναί τινος αἴτια (ὥσπερ ἀμέλει καὶ ἐπὶ τῆς προνοίας τῆς κατ’ αὐτοὺς ἀναγκάζονται ποιεῖν πολλά‐ κις) εὐπορίαν ἐστὶ τοῖς ἀπόροις μηχανωμένων. τούτῳ γὰρ χρωμένους ἐνέσται περὶ πάντων τῶν ἀτοπωτάτων λέγειν ὡς καὶ ὄντων καὶ εὐλόγους
30ἐχόντων τινὰς αἰτίας, ἡμῖν δὲ ἀδήλους ἔτι. ἆρ’ οὖν τούτων οὕτως ἐχόν‐
των ἀναιτίως τι γενήσεται καὶ τοῦθ’ ἡμῶν ὁ λόγος προξενεῖ; ἢ δύναται193
Fat
.

194

σώζεσθαι τὸ μηδὲν ἀναιτίως τῶν γινομένων γίνεσθαι καὶ τοῦτον τὸν τρό‐ πον ἐχόντων ὡς ἡμεῖς λέγομεν τῶν πραγμάτων. ἂν γὰρ παυσάμενοι τῆς ἁλύσεως τῶν αἰτίων καὶ τοῦ τοῖς πρώτοις γενομένοις λέγειν ἐξ ἀνάγκης ἕπεσθαι τὸ αἰτίοις φύσει ὀφείλειν γίνεσθαι ὡς ἐν τῇ οὐσίᾳ αὐτῶν τὸ αἴ‐
5τιον περιέχουσιν, ἀπὸ τῶν γινομένων τε καὶ ὑστέρων τὴν ἀπόδοσιν τῶν αἰτίων ποιώμεθα ἔτι τε τῶν γινομένων κυρίως ζητῶμεν τὰς αἰτίας, οὔτε ἀναιτίως τι τῶν γινομένων γενήσεται οὔτε διὰ τοῦτο ἐξ ἀνάγκης καθ’ εἱ‐ μαρμένην τοιαύτην πᾶν τὸ γινόμενον ἔσται. οὐκ ἐξ ἀνάγκης μὲν γὰρ ὁ Σωφρονίσκος τῷ εἶναι ἤδη καὶ πατήρ ἐστι καὶ αἴτιός τινι τῶν μετ’ αὐτόν.
10εἰ μέντοι Σωκράτης εἴη ἐξ ἀνάγκης, αὐτῷ τῆς γενέσεως Σωφρονίσκος ἐξ ἀνάγκης αἴτιος. ὡς γὰρ θεμελίου μὲν ὄντος οὐκ ἀναγκαῖον οἰκίαν γενέ‐ σθαι, οἰκίας δὲ οὔσης προκαταβεβλῆσθαι τὸν θεμέλιον, ἀνάγκη οὕτως ἔχειν ὑποληπτέον καὶ ἐν τοῖς γινομένοις φύσει τὰ αἴτια ἐξ ἀνάγκης, οὐ τοῖς πρώτοις ἐξ ἀνάγκης ἑπόμενον τὸ αἰτίοις εἶναί τινων, ἀλλὰ τοῖς ὑστέροις
15γινομένοις τὸ ἐξ ἀνάγκης ἔχειν τι τῶν πρὸ αὐτῶν αἴτιον. ἔστι δέ τινα τῶν γινομένων καὶ τοιαῦτα, ὡς ἔχειν μὲν αἴτιόν τι, οὐ μὴν οἰκεῖον οὐδὲ προηγούμενον, ἀλλ’ ὡς ἡμῖν ἔθος λέγειν κατὰ συμβεβηκός. ὁ γὰρ εὑ‐ ρεθεὶς θησαυρὸς ὑπὸ τοῦ διὰ τὸ φυτεύειν σκάπτοντος ἔχει μὲν τὸ σκάπτειν αἴτιον, ἀλλ’ οὐκ οἰκεῖον οὐδὲ γενόμενον δι’ αὐτόν. τὰ μὲν γὰρ κυρίως
20αἴτια ἢ ἐξ ἀνάγκης μόνον ὡς τούτοις δοκεῖ καὶ ὡς ἐπὶ τὸ πολὺ ἑπόμενον ἔχει τὸ αἴτιον, τὰ δὲ κατὰ συμβεβηκὸς οὕτως αἴτια σπανίως γίνεται τῶν τοιούτων αἴτια. ὥστε τοῖς τοῦτον τὸν τρόπον λέγουσιν ἅμα μὲν ἕπεται τὸ μηδὲν ἀναιτίως γίνεσθαι λέγειν, ἅμα δὲ τὸ σώζειν τό τε ἀπὸ τύχης καὶ αὐτομάτως γίνεσθαί τινα καὶ εἶναι καὶ τὸ ἐφ’ ἡμῖν καὶ τὸ ἐνδεχόμενον
25ἐν τοῖς πράγμασιν ἀλλ’ οὐ φωνὴν μόνον. πῶς γὰρ οὐ φανερῶς τὸ λέγειν ψεῦδος πᾶν τὸ ἑπόμενόν τινι ἐξ ἐκείνου τὴν αἰτίαν τοῦ εἶναι ἔχειν καὶ πᾶν τὸ προηγούμενόν τινος αἴτιον ὑπάρχειν ἐκείνῳ; ὁρῶμεν γὰρ ὅτι τὰ ἐφεξῆς ἀλλήλοις ὄντα τῷ χρόνῳ οὐ πάντα διὰ τὰ ἔμπροσθεν καὶ πρὸ αὐ‐ τῶν γεγονότα γίνεται. οὔτε γὰρ τὸ βαδίσαι διὰ τὸ ἀναστῆναι, οὔτε νὺξ
30διὰ τὴν ἡμέραν, οὔτε ὁ τῶν Ἰσθμίων ἀγὼν διὰ τὸν τῶν Ὀλυμπίων, ἀλλ’194
Fat
.

195

οὐδὲ διὰ τὸν χειμῶνα τὸ θέρος. ὅθεν καὶ θαυμάσειεν ἄν τις αὐτοὺς τὴν τῶν αἰτίων ἀπόδοσιν τοῦτον ποιουμένους τὸν τρόπον ὡς αἰεὶ τὸ πρῶτον γε‐ γονὸς αἰτιᾶσθαι τοῦ μετὰ τοῦτο καὶ ποιεῖν ἐπισύνδεσίν τινα καὶ συνέχειαν τῶν αἰτίων, καὶ ταύτην τοῦ μηδὲν ἀναιτίως γίνεσθαι φέρονται τὴν αἰτίαν.
5ὁρῶμεν γὰρ ἐπὶ πολλῶν 〈τὸ〉 αὐτὸ καὶ τοῖς πρώτοις καὶ τοῖς ὑστέροις γι‐ νομένοις ὂν αἴτιον. τοῦ γοῦν ἀναστῆναι καὶ τοῦ περιπατῆσαι τὸ αὐτὸ αἴ‐ τιον, οὐ γὰρ τὸ ἀναστῆναι τοῦ περιπατῆσαι, ἀλλ’ ἀμφοτέρων ὁ ἀναστὰς καὶ περιπατῶν αἴτιος καὶ ἡ τούτου προαίρεσις. ὁρῶμεν δ’ ὅτι καὶ νυκτὸς καὶ ἡμέρας τάξιν τινὰ ἐχουσῶν πρὸς ἀλλήλας ἓν καὶ ταὐτὸν αἴτιον, ὁμοίως
10δὲ καὶ τῆς τῶν καιρῶν μεταβολῆς· οὐ γὰρ ὁ χειμὼν αἴτιος τοῦ θέρους, ἀλλ’ ἐκείνων τε καὶ τούτου 〈ἡ〉 τοῦ θείου σώματος κίνησίς τε καὶ περι‐ φορὰ καὶ ἡ κατὰ τὸν λοξὸν κύκλον ἔγκλισις, καθ’ ἣν ὁ ἥλιος κινούμενος ἁπάντων ὁμοίως τῶν προειρημένων αἴτιος. καὶ ὅτι μὴ 〈ἡ〉 νὺξ τῆς ἡμέρας αἰτία ἢ ὁ χειμὼν τοῦ θέρους μηδὲ ἐμπέπλεκται ταῦτα ἀλλήλοις ἁλύσεως
15δίκην, † ἂν ἕως ταῦτα γίνεται, ἢ εἰ μὴ οὕτως γίνοιτο, διασπασθήσεται ἡ τοῦ κόσμου τε καὶ τῶν ἐν αὐτῷ γινομένων τε καὶ ὄντων ἕνωσις. ἱκανὰ γὰρ τὰ θεῖα καὶ ἡ τούτων περιφορὰ τὴν τῶν γινομένων ἐν τῷ κόσμῳ συνέ‐ χειαν φυλάσσειν. ἀλλ’ οὐδὲ τὸ περιπατεῖν ἀναίτιον, ἐπεὶ μὴ ἐκ τοῦ ἀνα‐ στῆναι τὴν αἰτίαν ἔχει. ὥστ’ οὐχ † οὕτως αἰτίων εἱρμὸς ὑπ’ αὐτῶν λε‐
20γόμενος εὐλόγως ἂν τοῦ μηδὲν ἀναιτίως γίνεσθαι φέροιτο τὴν αἰτίαν. ὡς γὰρ αἱ κινήσεις καὶ οἱ χρόνοι ἔχουσι μέν τινα αἰτίαν (οὐ μὴν οὔτε ἡ κί‐ νησις τὴν πρὸ αὐτῆς οὔτε ὁ χρόνος τὸν πρὸ αὐτοῦ χρόνον), οὕτως ἔχει καὶ τὰ ἐν αὐτοῖς τε καὶ τὰ δι’ αὐτῶν γινόμενα πράγματα. τῆς μὲν γὰρ συνεχείας τῶν γινομένων ἐστί τις αἰτία, δι’ ἣν ὁ κόσμος εἷς τε καὶ ἀίδιος
25κατὰ τὸ αὐτό τε καὶ ὡσαύτως ἀεὶ διοικούμενος, καὶ δεῖ ταύτην ζητεῖν τε καὶ 〈μὴ〉 παραλιπεῖν τὴν αἰτίαν, οὐ μὴν χρὴ τοιαύτην ὑπολαμβάνειν, ὡς ἐκ τοῦ πρεσβυτέρου γίνεσθαι τὸ νεώτερον, ὡς ὁρῶμεν γινόμενον ἐπὶ τῆς τῶν ζῴων γενέσεως. εὔλογον δὲ καὶ ἀρχήν τινα ἐν τοῖς αἰτίοις εἶναι λέ‐ γειν, οὐκέτ’ ἄλλην πρὸ αὐτῆς ἀρχὴν καὶ αἰτίαν ἔχουσαν. οὐ γὰρ εἰ [πάντα]
30τὰ γινόμενα πάντα αἴτια ἔχει, ἤδη καὶ πάντων εἶναί τινας αἰτίας ἀνάγκη. οὐ195
Fat
.

196

γὰρ πάντα τὰ ὄντα γίνεται. πῶς γὰρ οὐκ ἄτοπον τὸ λέγειν ἐπ’ ἄπειρον εἶναι τὰ αἴτια καὶ τὸν εἱρμὸν αὐτῶν καὶ τὴν ἐπισύνδεσιν ὡς μήτε πρῶ‐ τόν τι εἶναι μήτε ἔσχατον; τὸ γὰρ μηδὲν εἶναι πρῶτον αἴτιον λέγειν ἀναι‐ ρεῖν ἐστι τὸ αἴτιον· ἀναιρουμένης γὰρ ἀρχῆς ἀναιρεῖσθαι καὶ τὸ μετ’
5αὐτὴν ἀνάγκη. ἀναιροῖτο δ’ ἂν καὶ ἐπιστήμη κατὰ τὸν λόγον τοῦτον, εἴ γε ἐπιστήμη μέν ἐστι κυρίως ἡ τῶν πρώτων αἰτίων γνῶσις, οὐκ ἔστι δὲ κατ’ αὐτοὺς ἐν τοῖς αἰτίοις τὸ πρῶτον. οὐ πᾶσά τε τάξεως παράβασις ἀναιρετικὴ τῶν ἐν οἷς γίνεται· γίνεσθαι γὰρ ἔνια καὶ παρὰ τὴν τοῦ βασι‐ λέως τάξιν οὐκ ἀδύνατον, ἃ οὐ πάντως τῆς βασιλείας ἤδη γίνεται φθαρτι‐
10κά, οὐδὲ εἴ τι τοιοῦτον ἐν τῷ κόσμῳ γίνοιτο, πάντως ἤδη τοῦτο λύει τὴν εὐδαιμονίαν τοῦ κόσμου, καθάπερ οὐδὲ τὴν τοῦ οἴκου καὶ τὴν τοῦ δεσπότου ἡ τυχοῦσα τῶν οἰκετῶν ῥᾳδιουργία. Ἃ δὲ ἀποροῦσιν πρὸς τὸ εἶναι τοιοῦτον τὸ ἐφ’ ἡμῖν, ὁποῖον ἡ κοινὴ πρόληψις τῶν ἀνθρώπων πεπίστευκεν, ἀπορεῖν μὲν οὐκ ἄλογον,
15τὸ δὲ τοῖς ἀπορουμένοις ἐποχουμένους ὡς ὁμολογουμένοις ἀναιρεῖν μέν, ἃ οὕτως ἐναργῆ, σκιαγραφίαν δέ τινα καὶ παιδιὰν ἀποφαίνειν τὸν τῶν ἀνθρώπων βίον καὶ συναγωνίζεσθαι τοῖς ἀπορουμένοις καθ’ αὑτῶν, πῶς οὐ παντάπασιν ἄλογον; οὐδὲ γὰρ τῷ μὴ δυναμένῳ λύειν τινὰ τῶν Ζήνωνος λόγων τῶν κατὰ τῆς κινήσεως ἤδη κίνησιν ἀναιρετέον. ἱκα‐
20νωτέρα γὰρ ἡ τοῦ πράγματος ἐνάργεια πρὸς συγκατάθεσιν πάσης τῆς διὰ λόγων ἀναιρούσης αὐτὸ πιθανότητος. οὐ χεῖρον δὲ ἴσως καὶ ἡμᾶς τῶν ἀπορουμένων ὑπ’ αὐτῶν, οἷς μάλιστα θαρροῦσιν, ταῦτα προχειρισαμέ‐ νους ἐξετάσαι, πῶς ἔχει. ἴσως γὰρ οὐδὲ ἄγαν φανεῖται † εἰς αὐτά. ἔστι δή τι τῶν ἀπορουμένων ὑπ’ αὐτῶν καὶ τοιοῦτον. ‘εἰ, φασίν, ταῦτά ἐστιν ἐφ’
25ἡμῖν, ὧν καὶ τὰ ἀντικείμενα δυνάμεθα, καὶ ἐπὶ τοῖς τοιούτοις οἵ τε ἔπαι‐ νοι καὶ οἱ ψόγοι, προτροπαί τε καὶ ἀποτροπαί, κολάσεις τε καὶ τιμαί, οὐκ ἔσται τὸ φρονίμοις εἶναι καὶ τὰς ἀρετὰς ἔχειν ἐπὶ τοῖς ἔχουσιν, ὅτι μηκέτ’ εἰσὶν τῶν ἀντικειμένων κακιῶν ταῖς ἀρεταῖς δεκτικοί, ὁμοίως δὲ οὐδὲ αἱ
κακίαι ἐπὶ τοῖς κακοῖς· οὐδὲ γὰρ ἐπὶ τούτοις τὸ μηκέτ’ εἶναι κακοῖς· ἀλλὰ196
Fat
.

197

μὴν ἄτοπον τὸ μὴ λέγειν τὰς ἀρετὰς καὶ τὰς κακίας ἐφ’ ἡμῖν μηδὲ τοὺς ἐπαίνους καὶ τοὺς ψόγους ἐπὶ τούτων γίνεσθαι· οὐκ ἄρα τὸ ἐφ’ ἡμῖν τοι‐ οῦτον. οἱ συγχωρήσαντες ἀναποβλήτους τὰς ἀρετάς τε καὶ τὰς κακίας εἶ‐ ναι, ἴσως προχειρότερον λαμβανόμενον λέγοιμεν ἂν κατὰ τοῦτο τὰς ἕξεις
5ἐπὶ τοῖς ἔχουσιν εἶναι, καθόσον πρὸ τοῦ λαβεῖν αὐτὰς ἐπ’ αὐτοῖς ἦν καὶ μὴ λαβεῖν. οἵ τε γὰρ τὰς ἀρετὰς ἔχοντες καὶ τοῦ τῶν βελτιόνων ἀμελεῖν ἑλόμενοι τὰ βελτίω αὑτοῖς αἴτιοι τῆς τῶν ἀρετῶν ἐγένοντο κτή‐ σεως, οἵ τε τὰς κακίας ἔχοντες παραπλησίως. ὁ δ’ αὐτὸς καὶ ἐπὶ τῶν τεχνῶν λόγος· καὶ γὰρ τῶν τεχνιτῶν ἕκαστος πρὸ μὲν τοῦ τὴν τέχνην
10ἔχειν εἶχεν καὶ τοῦ μὴ γενέσθαι τὴν ἐξουσίαν, γενόμενος δὲ οὐκέτ’ ἔσται κύριος τοῦ μὴ γεγονέναι τε καὶ εἶναι τοιοῦτος. αἱ γὰρ γενέσεις τῶν τοι‐ ούτων ἐφ’ ἡμῖν, καὶ διὰ τοῦτο οὐχ ὅμοιον τὸ ἀληθὲς ἐπί τε τῶν μελλόν‐ των καὶ ἐπὶ τῶν ὄντων τε καὶ γεγονότων, ὅτι 〈τὸ〉 μὲν ὄν τε καὶ γεγονὸς οὐχ οἷόν τε ἢ μὴ εἶναι ἢ μὴ γεγονέναι, τὸ δὲ μέλλον γίνεσθαι ἐνδέχεται
15καὶ μὴ γίνεσθαι. διὸ πρὸ μὲν τοῦ τὴν ἀρετὴν ἔχειν τόνδε τινὰ ἀληθὲς ἦν τὸ ἐνδέχεσθαι καὶ μὴ γενέσθαι τοιοῦτον, ὃ δὲ τοιοῦτον γίνεται, τοῦτο καὶ γενόμενον ἀληθὲς οὕτως λέγειν γεγονέναι. εἰ μὲν οὖν ἦν ἐκ γενετῆς ὁ φρόνιμος τοιοῦτος καὶ τοῦτο πρὸς τοῖς ἄλλοις τοῖς ὑπὸ τῆς φύσεως αὐ‐ τῷ δεδομένοις εἶχεν παρ’ ἐκείνης λαβών, οὐδ’ ὅλως ἂν ἦν ἐπ’ αὐτῷ τὸ
20εἶναι τοιούτῳ, ὥσπερ οὐδὲ τὸ εἶναι δίποδι ἢ λογικῷ, οὐδ’ ἂν ἐπῃνεῖτο ἔτι ἐπὶ τῷ τοιοῦτος εἶναι, ἀλλ’ ἐθαυμάζετο ὡς ἔχων παρὰ τῆς θείας φύ‐ σεως δῶρον τηλικοῦτον. ὡς γὰρ τῶν ὑγιαινόντων, ὅσοι μὲν ἀσθενεῖς ὄν‐ τες τὴν φύσιν διὰ τῆς οἰκείας ἐπιμελείας εἰσὶ τοιοῦτοι, τούτους μὲν ἐπαι‐ νοῦμεν ὡς ἑαυτῶν πρόνοιαν τὴν προσήκουσαν ποιουμένους, δι’ ἣν πρόνοιαν
25οὔκ εἰσιν ἐν τῷ νοσεῖν, τοὺς δὲ ἐκ φύσεως ὑγιεινοὺς [καὶ τοὺς νοσοῦντας] ἄνευ πραγματείας καὶ φροντίδων οὐκέτι μὲν ἐπαινοῦμεν, μακαρίζομεν δὲ ὡς χωρὶς καμάτων τοῦτο ἔχοντας, ὃ καὶ τοῖς ἄλλοις ἀγαπητόν, εἰ καὶ μετὰ καμάτου παρείη, τὸν αὐτὸν τρόπον ἢ καὶ ἔτι μᾶλλον ἐπὶ τῶν ἀρε‐ τῶν ἐποιοῦμεν ἄν, εἰ ἦσαν ἐκ φύσεώς τισιν παροῦσαι, ὅπερ ἀμέλει ποι‐
30οῦμεν ἐπὶ τῶν θεῶν. ἐπεὶ δὲ ἀδύνατον ἡμῖν τοῦτο, καὶ οὐδὲν ἀδύνατον
δεῖ παρὰ τῆς φύσεως ἀπαιτεῖν (αὕτη γὰρ δυνατῷ τε καὶ ἀδυνάτῳ μέτρον·197
Fat
.

198

τελειότης μὲν γὰρ ἡ ἀρετὴ καὶ [ἡ] ἀκρότης τῆς οἰκείας φύσεως ἑκάστου, ἀδύνατον δὲ ἀτελές τι ὂν ἐν τελειότητι εἶναι, ἀτελὲς δὲ τὸ γενόμενον εὐθὺ τῷ γενέσθαι), οὐδὲ τὴν ἀρετὴν οἷόν τε τὸν ἄνθρωπον 〈ἔχοντα〉 φῦναι. οὐ μὴν ἀσύμβολος ἡ φύσις αὐτῷ πρὸς τὴν κτῆσιν αὐτῆς, ἀλλ’ ἔχει παρ’ αὐ‐
5τῆς δύναμίν τε καὶ ἐπιτηδειότητα δεκτικὴν αὐτῆς, ἣν οὐδὲν τῶν ἄλλων ζῴων ἔχει. καὶ διὰ τήνδε τὴν δύναμιν ὁ ἄνθρωπος τῶν ἄλλων ζῴων φύσει διαφέρει, καίτοι πολλῶν ζῴων ἀπολειπόμενος ἐν τοῖς σωματικοῖς πλεο‐ νεκτήμασιν. εἰ μὲν οὖν οὕτως εἴχομεν παρ’ αὐτῆς τὴν δύναμιν τὴν τῶν ἀρετῶν δεκτικήν, ὡς προιόντες καὶ τελειούμενοι καὶ ταύτην λαμβάνειν, ὡς τὸ περιπα‐
10τεῖν, ὡς τὸ ὀδόντας, ὡς τὸ γένεια φύειν, ὡς ἄλλο τι τῶν ἐπιγινομένων ἡμῖν κατὰ φύσιν, οὐδ’ οὕτως ἂν ἐφ’ ἡμῖν ἦσαν αἱ ἀρεταὶ ὥσπερ οὐδὲ τῶν προειρη‐ μένων τι, ἐπεὶ δὲ μὴ τοῦτον τὸν τρόπον αὐτὰς κτώμεθα (εἰ γὰρ ἦν ὥσπερ τὰ ἄλλα, οὕτως δὲ καὶ φρόνησίς τε καὶ ἀρετὴ τοῖς ἀνθρώποις συγγενῆ, πάντες ἂν ἢ οἵ γε πλεῖστοι, ὥσπερ τῶν ἄλλων κατὰ φύσιν αὐτοῖς τυγχάνουσιν, οὕτως
15οὐ τὴν δύναμιν τὴν τῶν ἀρετῶν δεκτικὴν μόνην, ἀλλὰ καὶ τὰς ἀρετὰς αὐτὰς παρ’ ἐκείνης ἂν εἴχομεν καὶ οὐδὲν οὐδ’ οὕτως ἂν ἔδει ἐπαίνων ἢ ψόγων ἤ τινος τῶν τοιούτων ἐπὶ [δὲ] ταῖς ἀρεταῖς τε καὶ κακίαις θειοτέραν πρόφασίν τε καὶ οὐσίαν τῆς παρουσίας αὐτῶν ἔχουσιν), ἐπεὶ δὴ οὐχ οὕ‐ τως ἔχει (οὐ γὰρ τοὺς πάντας οὐδὲ τοὺς πλείστους ὁρῶμεν τὰς ἀρετὰς
20ἔχοντας, ὃ τῶν κατὰ φύσιν γινομένων σημεῖόν ἐστιν, ἀλλ’ ἀγαπητὸν ἕνα που λαβεῖν τοιοῦτον, ὃς δι’ ἀσκήσεώς τε καὶ διδασκαλίας δείκνυσιν τὴν τῶν ἀνθρώπων πρὸς τὰ ἄλλα ζῷα φυσικὴν πλεονεξίαν, δι’ αὑτοῦ προστι‐ θεὶς τὸ ἀναγκαῖον ἐνδέον ἡμῶν τῇ φύσει), διὰ τοῦτο ἐφ’ ἡμῖν τέ ἐστιν ἡ τῶν ἀρετῶν κτῆσις καὶ οὐκ ἄχρηστοι οὐδὲ μάτην οὔτε οἱ ἔπαινοι οὔτε
25οἱ ψόγοι οὔτε 〈αἱ〉 πρὸς βελτίω προτροπαὶ οὔθ’ ἡ διὰ τῶν βελτιόνων ἐθῶν κατὰ τοὺς νόμους ἀγωγή. τῶν μὲν γὰρ φύσει τισὶν ὑπαρχόντων οὐδὲν οἷόν τε ὑπό τινος ἔθους ἀλλοῖον γενέσθαι (οὐχ οὕτως πολλάκις τὸ βάρος ἔχον ἀναρριφθήσεται, ὡς ἐθισθῆναι κατὰ τὴν αὑτοῦ φύσιν ἄνω φέρεσθαι),
τὰ δὲ ἤθη τῶν ἀνθρώπων τοῖα καὶ τοῖα διὰ τῶν διαφερόντων ἐθῶν γίνε‐198
Fat
.

199

ται. καὶ ἐπὶ μὲν τῶν φύσει πρώτας τὰς ἕξεις κτησάμενοι οὕτως ἐνεργοῦ‐ μεν κατ’ αὐτάς (οὐ γὰρ ἰδόντες πολλάκις τὴν ὁρατικὴν ἕξιν κτώμεθα, ἀλλ’ ἔχοντες αὐτὴν οὕτως ὁρῶμεν), ἐπὶ δὲ τῶν οὐ φύσει ἐκ τῶν ἐνεργειῶν τὰς ἕξεις κτώμεθα. οὐ γὰρ ἄλλως τέκτων τις ἂν γένοιτο μὴ πολλάκις ἐνεργή‐
5σας τὰς τοῦ τέκτονος ἐνεργείας κατὰ τὰς ὑποθήκας τοῦ διδάσκοντος. ὥστ’ ἐπεὶ καὶ τὰς ἀρετὰς οὕτως κτώμεθα (ἐνεργοῦντες γὰρ καὶ τὰ σωφρονικὰ γινόμεθα σώφρονες), οὐκ ἂν ἡμῖν ὑπάρχοιεν φύσει. οἱ δὲ φάσκοντες ἐξ ἀνάγκης ἡμᾶς εἶναί τε καὶ γίνεσθαι τοιούτους, καὶ μὴ καταλιπόντες ἡμῖν τὴν ἐξουσίαν τοῦ ταῦτα πράττειν τε καὶ μή, δι’ ὧν ἂν τοιοῦτοι γενοίμεθα,
10καὶ διὰ τοῦτο μήτε τοῖς κακοῖς γινομένοις ἐξεῖναι μὴ ταῦτα πράττειν, ἃ πράττοντες γίνονται τοιοῦτοι, μήτε τοῖς ἀγαθοῖς, πῶς οὐχ ὁμολογήσουσιν κάκιστον γεγονέναι τῶν ζῴων ἁπάντων ὑπὸ τῆς φύσεως τὸν ἄνθρωπον, δι’ ὅν φασιν πάντα τἆλλα γενέσθαι ὡς συντελέσαντα πρὸς τὴν τούτου σωτη‐ ρίαν; εἰ γὰρ ἡ μὲν ἀρετή τε καὶ ἡ κακία μόναι κατ’ αὐτοὺς ἡ μὲν ἀγα‐
15θόν, ἡ δὲ κακόν, καὶ οὐδὲν τῶν ἄλλων ζῴων οὐδετέρου τούτων ἐστὶν ἐπι‐ δεκτικόν, τῶν δὲ ἀνθρώπων οἱ πλεῖστοι κακοί, μᾶλλον δὲ ἀγαθὸς μὲν εἷς ἢ δεύτερος ὑπ’ αὐτῶν γεγονέναι μυθεύεται, ὥσπερ τι παράδοξον ζῷον καὶ παρὰ φύσιν σπανιώτερον τοῦ φοίνικος τοῦ παρ’ Αἰθίοψιν, οἱ δὲ πάντες κακοὶ καὶ ἐπίσης ἀλλήλοις τοιοῦτοι, ὡς μηδὲν διαφέρειν ἄλλον ἄλλου, μαί‐
20νεσθαι δὲ ὁμοίως πάντας ὅσοι μὴ σοφοί, πῶς οὐκ ἂν ἀθλιώτατον ζῷον ἁπάντων ὁ ἄνθρωπος εἴη, ἔχων τήν τε κακίαν καὶ τὸ μαίνεσθαι σύμφυτα αὑτῷ καὶ συγκεκληρωμένα; ἀλλὰ τὸ μὲν τὰς παραδοξολογίας αὐτῶν τὰς ἐν τοῖς δόγμασιν ἐξετάζειν, δι’ ὧν πρὸς τἀληθῆ διαφωνοῦσιν, πλεῖστον παραιτητέον τοῦ νῦν, ἐπανιτέον δὲ ὅθεν ἐξετραπόμεθα. ἐδείξαμεν δὲ ὅτι
25οὕτως ἐπ’ αὐτῷ τῷ φρονίμῳ τὸ εἶναι τοιούτῳ, ὅτι τῆς τοιαύτης ἕξεως καὶ τῆς κτήσεως αὐτῆς αὐτὸς αἴτιος τῷ καὶ τοῦ μὴ γενέσθαι τοιοῦτος ἔχειν πρότερον τὴν ἐξουσίαν. τὴν μὲν οὖν ἕξιν μηκέτ’ ἔχει ὡς ἐπ’ αὐ‐ τῷ (ὥσπερ οὐδὲ τῷ αὑτὸν ἀπὸ ὕψους ἀφέντι τὸ στῆναι καίτοι τοῦ ῥῖψαί τε καὶ μὴ τὴν ἐξουσίαν ἔχοντι), ἐπ’ αὐτῷ δὲ τῶν ἐνεργειῶν ὧν τὴν ἕξιν
30ἔχων ἐνεργεῖ καὶ μὴ ποιῆσαί τινα. καὶ γὰρ εἰ ὅτι μάλιστα εὔλογον τὸ τὸν φρόνιμον 〈τὰσ〉 κατὰ τὸν λόγον καὶ τὴν φρόνησιν ἐνεργείας ἐνεργεῖν, πρῶτον
μὲν οὐχ ὡρισμένως αἵδε τινὲς τοιαῦται ἢ μέχρι τοῦδε ἐνεργούμεναι, ἀλλ’199
Fat
.

200

ἔστιν ἐν πλάτει τινὶ πάντα τὰ γινόμενα τοῦτον τὸν τρόπον, καὶ τὸ παρὰ μικρὸν ἐν τούτοις οὐκ ἀναιρεῖ τὸ προκείμενον· ἔπειτα δὲ οὐ κατηναγκασμέ‐ νως ὁ φρόνιμος ὧν αἱρεῖταί τι πράττει, ἀλλ’ ὡς καὶ τοῦ μὴ πρᾶξαί τι τούτων αὐτὸς ὢν κύριος. εὔλογον γὰρ ἂν δόξαι ποτὲ τῷ φρονίμῳ καὶ
5ὑπὲρ τοῦ δεῖξαι τὸ τῶν ἐνεργειῶν ἐλεύθερον καὶ μὴ ποιῆσαί ποτε τὸ γι‐ νόμενον ἂν εὐλόγως ὑπ’ αὐτοῦ, εἰ προείποι τις αὐτῷ μάντις ἐξ ἀνάγκης αὐτὸν τοῦτο πράξειν. τοῦτό τοι καὶ οἳ μάντεις εἶναι λέγουσίν γε ὑφορώ‐ μενοι φεύγοντες τοὺς παρὰ πόδας ἐλέγχους οὐδὲν τοιοῦτο προλέγουσιν τοῖς ἐλέγξαι δυναμένοις, ἀλλ’ ὥσπερ τὸ τοὺς χρόνους ὁρίζειν τῶν προλεγομένων
10ὑπ’ αὐτῶν ὡς ἐσομένων ὡς εὐέλεγκτον φυλάσσονται, οὕτω φεύγουσιν καὶ τὸ λέγειν τι καὶ μαντεύεσθαι τοῖς δυναμένοις παραχρῆμα τὸ ἀντικείμενον ποιῆσαι τοῦ μαντεύματος. τὸ δὲ λέγειν εὔλογον εἶναι τοὺς θεοὺς τὰ ἐσό‐ μενα προειδέναι (ἄτοπον γὰρ τὸ λέγειν ἐκείνους ἀγνοεῖν τι τῶν ἐσομένων) καὶ τοῦτο λαμβάνοντας κατασκευάζειν πειρᾶσθαι δι’ αὐτοῦ τὸ πάντα ἐξ
15ἀνάγκης τε γίνεσθαι καὶ καθ’ εἱμαρμένην οὔτε ἀληθὲς οὔτε εὔλογον. τῆς μὲν γὰρ φύσεως τῆς τῶν πραγμάτων τοῦτο χωρούσης, οὐδένα [μᾶλλον] εὐλογώτερον εἰδέναι μᾶλλον τῶν θεῶν τὰ μέλλοντα, ἀδυνάτου δ’ οὔσης τὴν τοιαύτην πρόρρησιν καὶ πρόγνωσιν δέχεσθαι, οὐδὲ τοὺς θεοὺς εὔλογον ἔτι γίνεται [τὸ] εἰδέναι τι τῶν ἀδυνάτων. τὰ γὰρ ἀδύνατα τῇ αὑτῶν φύ‐
20σει καὶ παρὰ τοῖς θεοῖς τὴν αὐτὴν φυλάττει φύσιν. ἀδύνατον γὰρ καὶ τοῖς θεοῖς ἢ τὸ τὴν διάμετρον ποιῆσαι τῇ πλευρᾷ σύμμετρον ἢ τὰ δὶς δύο πέντε εἶναι ἢ τῶν γεγονότων τι μὴ γεγονέναι. οὐδὲ γὰρ τὴν ἀρχὴν βούλονται † ἐπὶ τῶν ἀδυνάτων οὕτως γὰρ ἦν ἐν τοῖς λεγομένοις δυσχωρία. οἷς ὁμοίως ἀδύνατον καὶ τὸ ἐν τῇ οἰκείᾳ φύσει ἔχον τὸ δύνασθαι γενέσθαι
25τε καὶ μὴ ὡς ἐσόμενον πάντως ἢ ὡς μὴ ἐσόμενον οὕτως προειδέναι. εἰ γὰρ ἡ περὶ αὐτῶν πρὸ αὐτῶν πρόγνωσις ἀναιρεῖ τὸ ἐν αὐτοῖς ἐνδεχόμενον, δῆλον ὡς, εἰ σώζοιτο τοῦτο, ἀδύνατος ἂν ἡ περὶ αὐτῶν πρόγνωσις εἴη. ὅτι γὰρ καὶ [εἰ] κατὰ τούτους τοῦτο οὕτως ἔχει, δῆλον ἐκ τοῦ λαβόντας αὐτούς, ὅτι οἱ θεοὶ προγιγνώσκουσιν τὰ μέλλοντα, δι’ αὐτοῦ κατασκευάζειν
30τὸ ἐξ ἀνάγκης αὐτὰ γίγνεσθαι, ὡς οὐκ ἂν εἰ μὴ οὕτως γίγνοιτο προγνω‐ σομένων. εἰ δὲ τῇ τῶν θεῶν προγνώσει τε καὶ προαγορεύσει τὸ ἀναγκαῖον
ἕπεται, καὶ κατ’ αὐτούς, εἰ μὴ τὸ ἀναγκαῖον ἐν τοῖς γινομένοις εἴη, οὐκ ἂν κατ’200
Fat
.

201

αὐτοὺς οἱ θεοὶ προγινώσκοιεν τὰ μέλλοντα. ὥστε καὶ αὐτοὶ τὴν αὐτὴν ἀδυναμίαν τοῖς θεοῖς φυλάσσουσιν, εἴ γε κατ’ ἀδυναμίαν χρὴ καὶ ἀσθέ‐ νειαν λέγειν γίνεσθαι τὸ τὰ ἀδύνατα μὴ δύνασθαι. οὐ δὴ τῷ θείω πλέον τι δύνασθαι διὰ τῆς προρρήσεως ἀνάπτουσιν, ἀλλὰ διὰ τοῦ προσ‐
5λαμβάνειν τοῦτο τὴν φύσιν τὴν τῶν πραγμάτων τοιαύτην εἰσάγουσιν οὐ‐ δαμῶς ἀκόλουθα καὶ συνῳδὰ τοῖς γινομένοις τε καὶ ἐναργέσιν λέγοντες. τούτῳ γὰρ προσχρωμένους ἐνέσται πάντα τὰ ἀδύνατα 〈δυνατὰ〉 δεικνύναι τῷ εὔλογον εἶναι μὴ ἀγνοεῖν αὐτὰ τοὺς θεούς. δύναται γάρ τις λαβὼν τὸ ἄτοπον εἶναι τοὺς θεοὺς μὴ εἰδέναι τὸ ἄπειρον πόσων ἐστὶ μέ‐
10τρων, θέμενος τοῦτο προσλαμβάνειν τὸ δυνατὸν εἶναι γιγνώσκεσθαι τὸ ἄπειρον πόσων ἐστὶ μέτρων. εἰ δὲ τοῦτο, δυνατὸν εἶναι τὸ ἄπειρον ὡρισμέ‐ νων τινῶν μέτρων. εἰ γὰρ μὴ ἦν, οὐδ’ ἂν οἱ θεοὶ ᾔδεσαν αὐτὸ πόσων ἐστὶ μέτρων. ἐπεὶ δέ, εἰ τὸ προγινώσκειν τὰ μέλλοντά ἐστι τὸ ὁποῖά ἐστι τοιαῦτα αὐτὰ γνωρίζειν ὄντα (ἄλλο γὰρ τὸ προγινώσκειν τοῦ ποιεῖν) δῆλον
15ὅτι 〈ὁ〉 τὰ ἐνδεχόμενα προγινώσκων ὡς τοιαῦτα προγνώσεται. οὐ γὰρ πρόγνωσις τὸ τὸ ἐνδεχόμενον ὡς ἐσόμενον ἀναγκαίως ἔσεσθαι λέγειν. ὥστε καὶ οἱ θεοὶ τὰ ἐνδεχόμενα ἂν ὡς ἐνδεχόμενα προγιγνώσκοιεν, ᾧ οὐ πάντως ἀκο‐ λουθήσει τὸ ἀναγκαῖον διὰ τὴν τοιαύτην πρόγνωσιν. οὕτως δὲ καὶ προ‐ λεγόντων ἀκούομεν. οἱ γὰρ μετὰ τοῦ συμβουλεύειν τινὰ αἱρεῖσθαί τε καὶ
20πράττειν ἃ χρὴ προλέγοντες οὐχ ὡς ἐξ ἀνάγκης ἐσομένων περὶ ὧν προ‐ λέγουσιν 〈λέγουσιν〉. καθόλου δὲ εἰ μὲν πάντα τοῖς θεοῖς δυνατά φασιν εἶναι, ἔσται δὲ καὶ τὰ ἀδύνατα ἐκείνοις δυνατά, οὐ μὴν δειχθήσεται διὰ τῆς ἐκείνων περὶ τῶν μελλόντων προγνώσεως τὸ πάντα ἐξ ἀνάγκης τὰ γινόμενα γίνε‐ σθαι. εἰ δὲ συγχωροῦσιν τὰ ἀδύνατα καὶ τοῖς θεοῖς εἶναι τοιαῦτα, πρῶ‐
25τον μὲν αὐτοὺς χρὴ δεικνύναι δυνατὴν εἶναι τὴν τοιάνδε πρόγνωσιν, εἶθ’ οὕτως αὐτὴν ἀνατιθέναι τοῖς θεοῖς. οὔτε γὰρ ἐναργὲς οὔτε ὑπὸ τῶν γινο‐ μένων ὁμολογούμενον τὸ τοιαύτην τὴν περὶ τῶν μελλόντων πρόγνωσιν ποι‐ εῖσθαι τοὺς θεούς. ἡμεῖς μὲν οὖν οὔτε ἀναιροῦμεν μαντικὴν οὔτε τὴν πρόγνωσιν τῶν θεῶν, ὡς ἔχει φύσεως τὰ πράγματα οὕτως αὐτοὺς περὶ
30αὐτῶν προλέγειν λέγοντες, ἀλλ’ οὐδὲ ἀφαιρούμεθα τῶν ἀνθρώπων τὸ ἀπὸ μαντικῆς χρήσιμον, ὃ γίνεται τῷ δύνασθαί τινα καὶ φυλάξασθαί τι, μὴ
φυλαξάμενον ἂν μὴ συμβουλεύσαντος τοῦ θεοῦ· οἱ δὲ ὑμνοῦντες τὴν μαν‐201
Fat
.

202

τικὴν καὶ κατὰ τὸν αὑτῶν λόγον μόνον σώζεσθαι λέγοντες αὐτήν, καὶ ταύ‐ τῃ 〈τῇ〉 πίστει τοῦ πάντα καθ’ εἱμαρμένην γίνεσθαι χρώμενοι πρὸς τῷ μηδὲν ἀληθὲς λέγειν προσέτι καὶ ἄτοπά τινα καὶ ἀλλότρια παντάπασιν θεῶν πέρι αὐτῶν τολμῶσι λέγειν. πῶς γὰρ οὐκ ἄτοπα τὰ περὶ τούτων ὑπ’ αὐτῶν
5λεγόμενα; ἀπορούντων γάρ τινων πρὸς αὐτούς, τί δήποτε, εἰ πάντα τὰ γι‐ νόμενα ἐξ ἀνάγκης γίνεται, αἱ παρὰ τῶν θεῶν μαντεῖαι μὲν γίγνονται συμ‐ βουλαῖς ἐοικυῖαι ὡς δυναμένων δι’ ὃ ἤκουσαν καὶ φυλάξασθαί τι καὶ ποι‐ ῆσαι τῶν ἀκουσάντων, καὶ δὴ καὶ τὸν τῷ Λαΐῳ δοθέντα χρησμὸν παρεχο‐ μένων, δι’ οὗ λέγει πρὸς αὐτὸν ὁ Πύθιος περὶ τοῦ μὴ δεῖν παιδοποιεῖσθαι
10
“εἰ γὰρ φυτεύσεις παῖδα, ἀποκτενεῖ ς’ ὁ φύς
καὶ πᾶς σὸς οἶκος βήσεται δι’ αἵματος” 〈οὔ〉 φασιν, ὡς κηρύττει τὰ συγγράμματα αὐτῶν, οὕτως αὐτὸν χρῆσαι ὡς οὐκ εἰδότα ὅτι μὴ πεισθήσεται (παντὸς γὰρ μᾶλλον ᾔδει), ἀλλ’ ὅτι μηδὲν μὲν αὐτοῦ τοιοῦτον χρήσαντος οὐδὲν ἔμελλεν τῶν κατὰ τὴν περι‐
15πέτειαν τὴν περὶ τὸν Λάιόν τε καὶ τὸν Οἰδίπουν γενομένων γίνεσθαι. οὔτε γὰρ ἂν ἐξέθηκεν ὁ Λάιος τὸν γενόμενον αὐτῷ παῖδα, ὡς ἐξέθηκεν, οὔτ’ ἀναιρεθεὶς ὁ παῖς ὑπὸ τοῦ βουκόλου καὶ δοθεὶς πρὸς εἰσποίησιν τῷ Κοριν‐ θίῳ Πολύβῳ, ἀνδρωθεὶς καὶ περιτυχὼν τῷ Λαΐῳ κατὰ τὴν ὁδὸν ἀγνοῶν τε καὶ ἀγνοούμενος ἀπέκτεινεν αὐτόν. οὐ γὰρ ἄν ποτε ὡς υἱὸς ἔνδον παρ’
20αὐτῶν τρεφόμενος ἠγνόησε τοὺς γονεῖς, ὡς τὸν μὲν αὐτῶν ἀποκτεῖναι, τὴν δὲ ἀγαγέσθαι πρὸς γάμον. ὅπως οὖν πάντα ταῦτα σωθῇ καὶ πληρωθῇ τὸ τῆς εἱμαρμένης δρᾶμα, φαντασίαν ὁ θεὸς διὰ τοῦ χρησμοῦ τῷ Λαΐῳ παρέσχεν ὡς δυναμένῳ φυλάξασθαι τὰ λεγόμενα, καὶ ἐπεὶ μεθυσθεὶς ἐπαι‐ δοποιήσατο, ἐξέθηκεν τὸ γενόμενον παιδίον ὡς διαφθερῶν, ἥτις ἔκθεσις
25αἰτία τῶν ἀνοσίων μύθων ἐγένετο. εἶτά τις ταῦτα λέγων πῶς ἢ σώζει μαντικήν, ἢ περὶ θεῶν εὐσεβεῖς διδάσκει προλήψεις, ἢ χρήσιμόν τι δεί‐
κνυσιν ἔχουσαν τὴν μαντικήν; ἡ μὲν γὰρ μαντικὴ δοκεῖ τῶν μελλόντων202
Fat
.

203

προαγόρευσις εἶναι, οἱ δὲ τὸν Ἀπόλλω ποιητὴν ὧν προαγορεύει ποιοῦσιν. ὃ γὰρ οὐκ ἂν οὕτως ἐγένετο μὴ τοῦτον τὸν τρόπον χρήσαντος τοῦ θεοῦ, καὶ διὰ τοῦτο οὕτως ἔχρησεν, ὅπως γένηται τὰ ἐπ’ αὐτοῖς γενόμενα, πῶς οὐκ ἔργα τοῦ χρήσαντος, ἀλλ’ οὐ μήνυσις τῶν ἐσομένων; ἀλλ’ εἰ καὶ δεῖ
5πλέον τι τῶν ἄλλων μάντεων ἔχειν τοὺς θεούς, ὡς καὶ συμπράσσειν τοῖς ἐσομένοις πρὸς τὸ γίνεσθαι † συνεργούμενον (καὶ γὰρ οἱ ποιηταὶ τοῦτό γε περὶ θεῶν ὑμνοῦντες διατελοῦσιν, ὅτι ἄρα εἰσὶ δωρητῆρες ἐάων) κατά γε τὰ ὑπὸ τούτων λεγόμενα εἰς ἀγαθὸν μὲν οὐδὲν ὁ Πύθιος τῷ Λαΐῳ συντε‐ λεῖ, ἀγωνίζεται δὲ καὶ πάντα πράττει πρὸς τὸ μηδὲν τῶν ἀνοσιωτάτων τε
10καὶ ἀσεβεστάτων παρελθεῖν τὸν οἶκον αὐτοῦ. ὧν ἀκούσας τίς οὐκ ἂν εὐ‐ σεβεστέραν εἴποι τὴν λεγομένην ὑπὸ τῶν περὶ Ἐπίκουρον ἀπρονοησίαν τῆς τοιαύτης προνοίας; πῶς δὲ συνῳδὰ ἀλλήλοις τὸ ὁμοῦ μὲν θεὸν λέγειν τὴν εἱμαρμένην καὶ χρῆσθαι τοῖς οὖσίν τε καὶ γινομένοις ἐν τῷ κόσμῳ ἐπὶ σωτηρίᾳ αὐτοῦ τε τοῦ κόσμου καὶ τῆς τῶν ἐν αὐτῷ τάξεως, ὁμοῦ δὲ τοι‐
15αῦτα περὶ αὐτῆς λέγειν ὡς παραλαμβάνειν πρὸς τὰς πράξεις τὰς ἀνοσιω‐ τάτας διὰ τὴν περὶ αὐτὰ σπουδὴν καὶ τὸν Πύθιον συνεργόν; ἐπὶ τίνων γὰρ σωτηρίᾳ ἐροῦσι χρῆσθαι τὴν εἱμαρμένην πατρὸς ὑπὸ παιδὸς ἀναιρέσει καὶ γάμῳ μητρὸς καὶ παιδὸς ἀνοσίῳ καὶ γενέσει παίδων ἀδελφῶν καὶ πατρί; τί τῆς ἐν κόσμῳ διοικήσεως ἐκ τούτων ἔχειν εὔλογον τὴν σωτηρί‐
20αν, ὡς καὶ τὸν Ἀπόλλω φοβεῖσθαι μή τι παρέλθῃ τούτων ἄπρακτον; πό‐ τερον ἐμπόδια μὴ γινόμενα τῇ τῶν ἀνθρώπων κατὰ πόλεις τε καὶ νόμους οἰκήσει, ἢ τῇ τῶν στοιχείων τοῦ κόσμου σωτηρίᾳ, ἢ τῇ τῶν θείων εὐτά‐ κτῳ τε καὶ ἀιδίῳ περιφορᾷ ἢ τίνι τῶν ἐξ ὧν τὸν κόσμον συνεστάναι τε καὶ διοικεῖσθαι κατὰ λόγον συμβέβηκεν; δῆλον δ’ ὅτι, κἂν ἄλλον τινὰ μῦ‐
25θον πάλιν ἀκούσωσιν παρά τινος τῶν τραγῳδοποιῶν, οἷς ἔργον τὰ τοιαῦτα πλάσματα, ἢ γυναῖκά τινα διὰ ζηλοτυπίαν ἐπιβουλεύσασαν μὲν ἀλλοτρίοις τέκνοις, ἀποκτείνασαν δὲ τὰ ἑαυτῆς, ἢ Θυέστην τινὰ δυστυχῆ γέροντα τῶν σαρκῶν τῶν παίδων αὐτοῦ ἐσθίοντα Ἀτρέως τινὸς ἀδελφοῦ τοιαύτην παρα‐ θέντος αὐτῷ τράπεζαν, πιστεύουσί τε τοῖς μύθοις ὡς γεγονόσι καὶ τὴν
30εἱμαρμένην τε καὶ πρόνοιαν δι’ αὐτῶν κατασκευάζουσιν, ὥσπερ ἔργον ποι‐203
Fat
.

204

ούμενοι ἃ βούλονται κατασκευάζειν δι’ αὐτῶν τῶν κατασκευῶν ἀναιρεῖν. καίτοι μακρῷ βέλτιον 〈ἂν〉 ἦν καὶ εὐγνωμονέστερον ἀναιρεῖν τὰς ὑποθέσεις διὰ τὴν τῶν ἑπομένων αὐταῖς ἀτοπίαν, ἢ τοῖς οὕτως ἀτόποις διὰ τὰς ὑποθέ‐ σεις παρίστασθαι. οἱ δὲ καὶ πιστεύουσιν τοῖς ἀτοπωτάτοις ῥᾳδίως καὶ τοῦ
5κατὰ λόγον αὐτὰ γενέσθαι αἰτίας τινὰς λέγειν οὐκ ὀκνοῦσιν. ἀλλὰ τῶν μὲν τοιούτων ἅλις (ἱκανὸν γὰρ ἐφ’ ἑκάστου τὸ ἐνδείξασθαι τὴν τῆς δόξης ἀτοπίαν), ἱκανῶς δ’ οἶμαι δεδηλῶσθαι, πῶς λέγεται τὸ ἐπὶ τῷ φρονίμῳ εἶναι τὸ φρονεῖν καίτοι μὴ δυναμένῳ μὴ φρονεῖν· οὐ γὰρ ὅτι νῦν, ὅτε ἐστὶ φρόνιμος, ἐπ’ αὐτῷ τὸ εἶναι τοιούτῳ (ἦν γὰρ ἂν καὶ τοῦ νῦν μὴ
10φρονεῖν κύριος), ἀλλ’ ὅτι πρὸ τοῦ τοιοῦτος γενέσθαι εἶχεν ὥσπερ [δὲ] τοῦ γενέσθαι οὕτως δὲ καὶ τοῦ μὴ γενέσθαι τοιοῦτος τὴν ἐξουσίαν, δι’ ἣν προ‐ ειρήκαμεν αἰτίαν πρὸς τὸ γενέσθαι τοιοῦτος συνήργησεν αὑτῷ. ἐπὶ δὲ τῶν θεῶν οὐκ εἴη ἂν τὸ εἶναι τοιούτοις (ὅπερ ἦν καὶ αὐτὸ ἐν τοῖς ὑπ’ αὐτῶν ἀπορουμένοις), ὅτι γάρ ἐστιν αὐτῶν ἐν τῇ φύσει 〈τὸ〉 τοιοῦτον, οὐδὲν δὲ
15τῶν οὕτως ὑπαρχόντων ἐπ’ αὐτῷ. διὰ τοῦτο γὰρ τὰ μὲν ἐκείνων ἀγαθὰ τίμιά τε καὶ μακαριστά, μεῖζόν τι τῶν ἐπαινετῶν ἀγαθῶν ἔχοντα, ὅτι τὴν ἀρχὴν ἡ φύσις αὐτῶν ἀνεπίδεκτός ἐστιν, ἡμεῖς δὲ ἐπὶ τῇ κτήσει τῶν ἀρετῶν ἐπαινούμεθα, ὅτι, τῆς φύσεως ἡμῶν ἐπιδεκτικῆς οὔσης καὶ τοῦ χείρονος, οὐκ ὠκνήσαμεν πρὸς τὰ βελτίω, καὶ τῶν μὲν χειρόνων ἀνιδρωτὶ
20καὶ χωρὶς καμάτων περιγίνεσθαι δοκούντων, τῆς δὲ ἀρετῆς μετὰ πόνων τε καὶ μετὰ καμάτων καὶ πολλῶν ἱδρώτων. ἔχει μέντοι καὶ ὁ φρόνιμος ἐπὶ τῶν καθέκαστα πράξεων τοῦ καὶ μὴ πράττειν αὐτὰς τὴν ἐξουσίαν, εἴποτε κἀκείνοις πράξεις τινὲς γίνοιντο περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν. οὐ γὰρ ἀφῄρηται τὴν ἐξουσίαν οὔτε ὁ Πύθιος τοῦ τῷ αὐτῷ χρῆσαί τε καὶ
25μή, οὔτε ὁ Ἀσκληπιὸς τοῦ παρίστασθαι. πάντες γοῦν σχεδὸν ἄνθρωποι καταφεύγουσιν ἐπ’ αὐτόν, ἔνθα ἂν ἐπιφανέστατος ᾖ, πεπιστευκότες ὅτι τοῖς σπουδάζουσιν αὐτὸν ἔχειν ἰατρὸν μᾶλλον τῶν οὐ σπουδαζόντων ἐπιδίδωσιν
αὑτόν.204
Fat
.

205

Τὸ δὲ λέγειν † ἡγεῖσθαι τοὺς οὐχ ἡγουμένους ἐν τῷ σώζεσθαι τὴν καθ’ ὁρμὴν τῶν ζῴων ἐνέργειαν ἤδη σώζεσθαι καὶ τὸ ἐφ’ ἡμῖν τῷ [μὴ] πᾶν τὸ καθ’ ὁρμὴν γινόμενον ἐπὶ τοῖς ὁρμῶσιν εἶναι καὶ διὰ τοῦτο ἐρω‐ τᾶν, εἰ μὴ ἐνέργημά τι τὸ ἐφ’ ἡμῖν ἐστι, καὶ λαβόντας ἐπὶ τούτῳ πάλιν
5ἐρωτᾶν, εἰ μὴ τῶν ἐνεργημάτων τὰ μὲν εἶναι δοκεῖ καθ’ ὁρμήν, τὰ δ’ οὐ καθ’ ὁρμήν, ὃ λαβόντας πάλιν προστιθέναι τούτῳ τὸ μὴ τῶν ἐνεργη‐ μάτων μέν, μὴ καθ’ ὁρμὴν δὲ εἶναί τι ἐφ’ ἡμῖν, οὗ καὶ αὐτοῦ συγχω‐ ρουμένου ἐπὶ τούτοις λαμβάνειν τὸ πᾶν τὸ καθ’ ὁρμὴν γινόμενον ἐπὶ τοῖς οὕτως ἐνεργοῦσιν εἶναι, ἐπειδὴ ἐν μηδενὶ τῶν ἄλλως ἐνεργουμένων ἐστί,
10καὶ διὰ τοῦτο λέγειν σώζεσθαι κατ’ αὐτοὺς καὶ τὸ τοιοῦτον ἐφ’ ἡμῖν, ὃ δυνατὸν ὑφ’ ἡμῶν γενέσθαι τε καὶ μή, εἶναι δὴ καὶ τὰ οὕτως γινόμενα ἐν τοῖς καθ’ ὁρμὴν γινομένοις [ἔστι], πῶς οὐ παντάπασιν ἀγνοούντων ταῦτα, πρὸς ἃ ποιοῦνται τοὺς λόγους; οὐ γὰρ εἰ ἐν τοῖς καθ’ ὁρμὴν ἐνεργουμέ‐ νοις τὸ ἐφ’ ἡμῖν εἶναι συγκεχώρηται, διὰ τοῦ λόγου ἤδη πᾶν τὸ καθ’
15ὁρμὴν ἐνεργούμενον ἐφ’ ἡμῖν. ταῦτα γὰρ μόνα τῶν καθ’ ὁρμὴν γινομέ‐ νων τὸ ἐφ’ ἡμῖν ἔχει, ὅσα κατὰ λογικὴν ὁρμὴν ἐνεργεῖται. λογικὴ δ’ ἐστὶν ὁρμὴ 〈ἡ〉 ἐν τοῖς βουλευτικοῖς τε καὶ προαιρετικοῖς γινομένη, τουτέστιν ἡ τῶν ἀνθρώπων, ὅταν ἐπὶ τούτοις γίνηται. τῶν γὰρ ἄλλων ζῴων αἱ καθ’ ὁρμὴν ἐνέργειαι οὐ τοιαῦται, ὅτι μηκέτ’ ἐν ἐκείνοις ἐξουσία τοῦ καὶ
20μὴ ποιῆσαι τὸ καθ’ ὁρμὴν ἐνεργούμενον. διὸ ἐν ταῖς καθ’ ὁρμὴν ἐνεργεί‐ αις τὸ ἐφ’ ἡμῖν, οὐ μὴν διὰ τοῦτο πᾶσα καθ’ ὁρμὴν ἐνέργεια γινομένη τὸ ἐφ’ ἡμῖν ἔχει. πῶς δ’ οὐκ ἀγνοούντων τὰ ὑφ’ αὑτῶν γινόμενα τὸ τῇ ἀληθείᾳ τῶν γινομένων, ἣν ἀναιροῦσιν διὰ τοῦ δόγματος, αὐτῇ [πρὸς τὸ] κεχρῆσθαι πρὸς κατασκευὴν τοῦ ἀναιροῦντος αὐτὴν δόγματος; λαβόντες
25γὰρ τὸ ἕκαστον τῶν συνεστώτων φύσει καθ’ εἱμαρμένην εἶναι τοιοῦτον, ὁποῖόν ἐστι, ὡς ταὐτοῦ ὄντος τοῦ τε φύσει καὶ τοῦ καθ’ εἱμαρμένην, προστιθέασιν τὸ ‘οὐκοῦν κατὰ τὴν εἱμαρμένην καὶ αἰσθήσεται τὰ ζῷα καὶ ὁρμήσει, καὶ τὰ μὲν τῶν ζῴων ἐνεργήσει μόνον τὰ δὲ πράξει τὰ λογικά, καὶ τὰ μὲν ἁμαρτήσεται τὰ δὲ κατορθώσει. ταῦτα γὰρ τούτοις κατὰ φύ‐
30σιν μέν, ὄντων δὲ καὶ ἁμαρτημάτων καὶ κατορθωμάτων καὶ τῶν τοιούτων205
Fat
.

206

φύσεων καὶ ποιοτήτων μὴ ἀγνοουμένων, καὶ ἔπαινοι καὶ ψόγοι καὶ κολάσεις καὶ τιμαί. ταῦτα γὰρ οὕτως ἔχει ἀκολουθίας τε καὶ τάξεωσ‘. οὐ μὴν ἀκολουθεῖ ταῦτα ἔτι τοῦτον γίνεσθαι τὸν τρόπον τοῖς τὴν φύσιν τε καὶ τὰ γινόμενα κατὰ φύσιν εἰς τὴν εἱμαρμένην τε καὶ τὴν ἀνάγκην μεταφέρουσιν.
5κατὰ φύσιν μὲν γὰρ τοῖς πρακτικοῖς τε καὶ λογικοῖς ζῴοις τὸ καὶ ἁμαρ‐ τάνειν καὶ κατορθοῦν δύνασθαι τῷ μηδέτερον αὐτῶν ποιεῖν κατηναγκασμέ‐ νως, καὶ τοῦτ’ ἀληθές ἐστι καὶ τοῦτον ἔχει τὸν τρόπον. οὐ μὴν τοῖς πάντα ἃ ποιοῦμεν ἐξ ἀνάγκης ἡμᾶς ποιεῖν λέγουσιν ἕπεται τοὺς μὲν κατορ‐ θοῦν τῶν λογικῶς ἐνεργούντων, τοὺς δ’ ἁμαρτάνειν. ἐξ ἀνάγκης
10δὲ πάντα ποιοῦμεν καθ’ οὓς ἀδύνατον μὲν τῶνδέ τινων περιεστώ‐ των μὴ πράσσειν ἡμᾶς, τὰ δ’ ἐξ ἀνάγκης ἡμᾶς ἀεὶ περιστήσεται ταῦτα δι’ ἃ πράσσομεν. οὐ γὰρ τὸν ὁπωσοῦν χαρίεν ποιοῦντα καθορ‐ θοῦν τις λέγει, ἀλλ’ οὐδ’ ἁμαρτάνειν τὸν ὁπωσοῦν φαῦλόν τι πράττοντα, ἀλλ’ εἰ ὁπωσοῦν ἐν ἐξουσίᾳ τις ὢν τῶν χειρόνων αἱρεῖται καὶ πράσσει
15[ἡ] τὰ βελτίω τοῦτον λέγομεν κατορθοῦν. τὸν γοῦν τὰ αὐτὰ ταῦτα ἀπὸ τύχης ποιήσαντα οὐκέτι λέγομεν κατορθοῦν ὡς τοῦ κατορθοῦν τὴν κρίσιν οὐκ ἀπὸ τῶν πραττομένων ἔχοντος μόνον, ἀλλὰ πολὺ πρότερον ἀπὸ τῆς ἕξεώς τε καὶ δυνάμεως ἀφ’ ἧς πράσσεται. καὶ ὁ αὐτὸς λόγος ἐπὶ τῶν ἁμαρτημάτων. ὧν δὲ ἡ ἐξουσία τοῦ πράττειν ἄλλα τινὰ παρ’ ἃ πράττου‐
20σιν ὑπὸ τῶν περιεστώτων ἀφῄρηται, οὐδὲν αὐτοὶ συντελοῦσιν εἰς τὸ [τὰ] αὐτοῖς περιεστάναι δι’ ἃ πράττουσιν. πῶς ἂν ἔτι τούτους τις ἢ ἁμαρτά‐ νειν ἢ κατορθοῦν λέγοι; οὔτε γὰρ τῆς τοιαύτης ἕξεως, ἀφ’ ἧς τῶνδέ τι‐ νων περιεστώτων περὶ τὸ τάδε τινὰ πράττειν ὁρμὴ γίνεται, αὐτός ἐστιν ἐν ἐξουσίᾳ οὔτε τοῦ τὰ περιεστῶτα τοιαῦτα εἶναι. διὰ τοῦτο γὰρ τῶν
25ἀλόγων ζῴων οὐδὲν τούτων κατηγορεῖται. ἀγόμενος δὴ ἐπὶ τὸ πράττειν ὑπό τε ἕξεως καὶ περιστάσεών τινων μηδενὸς κύριος αὐτὸς τοῦ μὴ τοῦτον ἔχειν τὸν τρόπον, οὐδ’ ἂν ἁμαρτάνειν ἔτι ἢ κατορθοῦν ἐπὶ τοῖς οὕτως πραττομένοις λέγοιτο. ἐπεὶ δὲ οἵ τε ἔπαινοι καὶ ψόγοι, κολάσεις τε καὶ τιμαὶ ἐπὶ τοῖς ἁμαρτήμασίν τε καὶ κατορθώμασιν, ὡς καὶ αὐτοὶ λέγουσιν,
30δῆλον ὡς ἀναιρουμένων τούτων ἀναιροῖτ’ ἂν κἀκείνων ἕκαστον. τὸ δὲ
κατορθοῦν ἐπὶ τῶν θεῶν οὐ κυρίως ἂν λέγοιτο, ἀλλ’ ὡς ἴσον τῷ τὰ ἀγαθὰ206
Fat
.

207

ποιεῖν, εἴ γε ἐν οἷς μὲν τὸ κατορθοῦν, ἐν τούτοις καὶ τὸ ἁμαρτάνειν, [ἐν τούτοις] ἀνεπίδεκτον δὲ ἁμαρτημάτων τὸ θεῖον. διὰ τοῦτο γὰρ οὐδὲ ἐπαινοῦ‐ μεν τοὺς θεούς, ὅτι κρείττους εἰσὶν ἢ κατ’ ἐπαίνους καὶ τὰ ἐφ’ οἷς οἱ ἔπαινοι κατορθώματα. μηδὲ ἐκεῖνον δὲ παραλείπωμεν τὸν λόγον, ᾧ θαρ‐
5ροῦσιν ὡς δεικνύναι δυναμένου τῶν προκειμένων τι. λέγουσιν γὰρ ‘οὐ γὰρ ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ πεπρωμένη, *** οὐκ ἔστι δὲ αἶσα, οὐδὲ ἔστι μὲν αἶσα, οὐκ ἔστι δὲ νέμεσις, οὐδὲ ἔστι μὲν νέμεσις, οὐκ ἔστι δὲ νόμος, οὐδ’ ἔστι μὲν νόμος, οὐδ’ ἔστιν δὲ λόγος ὀρθὸς προστακτικὸς μὲν ὧν ποιητέον, ἀπαγορευτικὸς δὲ ὧν οὐ ποιητέον. ἀλλὰ
10ἀπαγορεύεται μὲν τὰ ἁμαρτανόμενα, προστάττεται δὲ τὰ κατορθώ‐ ματα. οὐκ ἄρα ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ ἁμαρτήματα καὶ κατορθώματα. ἀλλ’ εἰ ἔστιν ἁμαρτήματα καὶ κατορθώματα, ἔστιν ἀρετὴ καὶ κακία, εἰ δὲ ταῦτα, ἔστι καλὸν καὶ αἰσχρόν. ἀλλὰ τὸ μὲν κα‐ λὸν ἐπαινετόν, τὸ δὲ αἰσχρὸν ψεκτόν. οὐκ ἄρα ἐστὶ μὲν τοιαύτη ἡ εἱμαρ‐
15μένη, οὐκ ἔστι δὲ ἐπαινετὸν καὶ ψεκτόν. ἀλλὰ τὰ μὲν ἐπαινετὰ τιμῆς ἄξια, τὰ δὲ ψεκτὰ κολάσεως. οὐκ ἄρα ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ τιμὴ καὶ κόλασις, ἀλλ’ ἔστιν μὲν τιμὴ γέρως ἀξίωσις, ἡ δὲ κόλασις ἐπανόρθωσις. οὐκ ἄρα ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι 〈δὲ〉 γέρως ἀξίωσις καὶ ἐπανόρθωσις. εἰ δὲ ταῦτα, 〈οὐκ〉 ἀπείρηται μὲν εἶναι πάντων γινο‐
20μένων καθ’ εἱμαρμένην κατορθώματά τε καὶ ἁμαρτήματα καὶ τιμαὶ καὶ κολά‐ σεις καὶ γέρως ἀξιώσεις καὶ ἔπαινοι καὶ ψόγοι‘. ἀλλὰ ταῦτά γε εἰ μὲν ὑπό τι‐ νων αἰτίων περιεστώτων αὐτοῖς οὕτως ἀναγκάζονται λέγειν, συγγινώσκειν αὐ‐ τοῖς ἄξιον, καὶ οὐδὲν δεῖ οὔθ’ ἡμᾶς περὶ τῶν ὑπ’ ἐκείνων κατ’ ἀνάγκην λεγο‐ μένων πολυπραγμονεῖν οὔτε ἐκείνους περὶ τῶν οὐχ ὁμοίως αὐτοῖς λεγόντων
25(ἑκάστοις γὰρ τῶν λεγομένων τε καὶ δοξαζομένων αἰτία ἡ τῶν περιεστώτων δύναμις), καὶ οὐδὲν δεῖ τοὺς λέγοντας αἰτιᾶσθαι οὐδὲν εἰς τὸ οὕτως λέγειν συντελοῦντας, εἴ γε μήτε τῶν περιεστώτων μήτε τῆς ἕξεως, καθ’ ἣν ὑπὸ τῶν περιεστώτων οὕτως αὐτοῖς κινεῖσθαι συμβέβηκεν, τὴν αἰτίαν ἔχουσιν ἐν
αὐτοῖς. εἰ δὲ ἐξουσίαν ἔχομεν καὶ χεῖρόν τι καὶ βέλτιον εἰπεῖν, τίς οὐκ207
Fat
.

208

ἂν αὐτῶν θαυμάσαι τὴν σύνθεσιν τοῦ λόγου ὡς ἀπέριττον καὶ ἐξ ὁμολο‐ γουμένων καὶ ἐναργῶν συνάγουσαν τὸ μὴ δεῖν † ὧν ἦν τὸ ἄρα τῆς περὶ τοὺς συλλογισμοὺς ἀσχολίας μακρᾶς. θέμενοι γὰρ τὸ τὴν εἱμαρμένην χρῆ‐ σθαι πᾶσιν τοῖς γεγονόσι τε καὶ γινομένοις καθ’ εἱμαρμένην πρὸς τὴν ἀκώ‐
5λυτον τῶν ὑπ’ αὐτῆς γινομένων ἐνέργειαν οὕτως, ὡς γέγονεν ἕκαστον αὐ‐ τῶν καὶ φύσεως ἔχει, λίθῳ μὲν ὡς λίθῳ, φυτῷ δὲ ὡς φυτῷ, ζῴῳ δὲ ὡς ζῴῳ, εἰ δὲ ὡς ζῴῳ, καὶ 〈ὡσ〉 ὁρμητικῷ, ἐν τῷ τιθέναι τὸ χρῆσθαι αὐτὴν τῷ ζῴῳ ὡς ζῴῳ τε καὶ ὁρμητικῷ καὶ γίνεσθαι τὰ ὑφ’ αὑτῶν διὰ τῶν ζῴων γινόμενα κατὰ τὴν τῶν ζῴων ὁρμὴν ἑπομένων καὶ τούτων τῶν ἐξ ἀνάγ‐
10κης περιεστώτων αὐτὰ τότε αἰτίοις ἅτινα ἂν *** ἡγούμενοι διὰ τοῦ τὸ καθ’ ὁρμὴν ἐνεργεῖν τὰ ζῷα τηρεῖν ἐν τῷ ἅπαντα γίνεσθαι καθ’ εἱμαρμένην καὶ τὸ ἐφ’ ἡμῖν εἶναί τι τηρεῖν, τούς τε ἄλλους [οὓς] ἐρωτῶσιν λόγους καὶ δὴ καὶ τὸν προειρημένον ἐμοὶ δοκεῖ ὡς οὐκ ἀληθεῖ πιστεύοντες τοσοῦτον αὐτῷ ὅσον διὰ μῆκός τε καὶ πλῆθος ὀνομάτων καὶ ἀσαφῆ σύνθεσιν παρά‐
15ξειν ἡγούμενοι τοὺς ἀκούοντας. ἴδωμεν δὲ τὸ λεγόμενον ἡμεῖς δι’ αὐτοῦ τὰ πολλὰ τῶν κειμένων ὀνομάτων παραιτησάμενοι τὸ νῦν, τὴν δὲ πεπρω‐ μένην καὶ τὴν αἶσαν καὶ τὴν νέμεσιν ὑφελόντες, οἷς ὀνόμασιν ἐφ’ ὧν αὐ‐ τοῖς δοκεῖ σημαινομένων χρῶνται, ἐπὶ τῶν ἄλλων ἐξετάσωμεν. ἄξιον γὰρ μαθεῖν τὴν ἀνάγκην τῆς ἀκολουθίας τῆς ‘οὐ γὰρ ἔστι μὲν τοιαύτη ἡ εἱ‐
20μαρμένη, οὐκ ἔστι δὲ νόμοσ‘. εἰ γὰρ τὰ μὲν γινόμενα καθ’ εἱμαρμένην ἕπεται τοῖς ἐξ ἀνάγκης αὐτὰ περιεστῶσιν αἰτίοις καὶ οὐχ οἷόν τε τὸν καθ’ ὁρμὴν ἐνεργοῦντα μὴ ἀκολουθεῖν τούτοις τοῖς αἰτίοις τὴν αἰτίαν τὴν ἐξ αὐ‐ τοῦ πάντως ἐκείνοις συνάπτοντα, ὡς οὐδὲ τὸν ἀπὸ ὕψους ἀφεθέντα λίθον μὴ κάτω φέρεσθαι ἢ τὴν σφαῖραν κατὰ τοῦ πρανοῦς μὴ κυλίεσθαι ἀφε‐
25θεῖσαν κατ’ αὐτοῦ, τίς ἔτι χρεία νόμων; ὡς γὰρ ὁ λίθος οὐκ ἂν ὑπὸ τοῦ λέγοντος μὴ δεῖν κάτω φέρεσθαι κωλυθείη ποτ’ ἂν τῷ αὐτός τε τὴν φύ‐
σιν εἶναι τοιοῦτος τά τε ἔξωθεν ἔχειν αἴτια συνεργὰ πρὸς τοῦτο, οὕτως οὐδὲ208
Fat
.

209

ἡμῶν τις πεισθείη ποτ’ ἂν λόγῳ ἢ νόμῳ ἄλλως ἀξιοῦντι πράττειν παρὰ τὴν τῶν περιεστώτων ἀνάγκην. οὐ γὰρ πλέον τι ἡμῖν ἐκ τοῦ συνιέναι τῶν προστασσομένων ὑπὸ τῶν νόμων ἔχουσιν προκαταβεβλημένας αἰτίας, αἷς περιεστώσαις ἀκολουθεῖν τὴν ὁρμὴν ἀνάγκη. οὕτως δὲ ἀναιροῖτ’ ἂν
5τὸ ἐκ τῶν νόμων χρήσιμον, εἴ γε οἱ μὲν νόμοι προστακτικοὶ μέν εἰσι τῶν ποιητέων, ἀπαγορευτικοὶ δὲ τῶν οὐ ποιητέων, οὐχ ἕπεται δὲ τῇ τῶν νό‐ μων προστάξει τὸ καθ’ ὁρμὴν ἡμᾶς ἐνεργεῖν, ὅταν τὰ περιεστῶτα αἴτια ἐξ ἀνάγκης ἡμᾶς ἐπ’ ἄλλα τινὰ κινῇ τε καὶ φέρῃ. ἀναιρουμένου δὲ διὰ τὴν τοιαύτην εἱμαρμένην τοῦ ἀπὸ τῶν νόμων χρησίμου, ἀναιροῖντ’ ἂν καὶ
10〈οἱ〉 νόμοι. τί γὰρ ὄφελος νόμων, οἷς πείθεσθαι τὴν ἐξουσίαν ὑπὸ τῆς εἱμαρμένης ἀφῃρήμεθα; οὐκ ἄρα τῷ τοιαύτην εἶναι τὴν εἱμαρμένην ἕπεται τὸ νόμον εἶναι. ἐναντία γὰρ εἱμαρμένη τε καὶ νόμος, εἴ γε ὁ μὲν νόμος προστακτικός ἐστι τῶν πρακτέων τε καὶ μή, ὡς τῶν πραττομένων δυναμέ‐ νων αὐτῷ πείθεσθαι κελεύοντι (διὸ καὶ τοὺς μὴ πειθομένους ὡς ἁμαρτά‐
15νοντας ζημιοῖ, τιμῶν τοὺς πειθομένους ὡς κατορθοῦντας), ἡ δὲ εἱμαρμένη πάντα τὰ γινόμενα ἀναγκαίως τε καὶ δι’ ὁμοίας αἰτίας φησὶ γίνεσθαι, τῶν δὲ δι’ ὁμοίας γινομένων αἰτίας οὐχ οἷόν τε τὰ μὲν ἁμαρτήματα λέγειν, τὰ δὲ κατορθώματα. εἰ γὰρ λέγοι τις καὶ τὸν νόμον ἐν τοῖς ἀναγκαίοις τε καὶ προκαταβεβλημένοις ὑπὸ τῆς εἱμαρμένης αἰτίοις εἶναι, δῆλον ὡς καὶ
20τοῖς πράσσουσιν καθ’ ὁρμὴν τὰ κατ’ αὐτὸν ἐν τοῖς περιεστῶσιν αἰτίοις καὶ αὐτὸς ἔσται κατηναγκασμένως, οὐ περιστήσεται δὲ τοῖς πράττουσιν τὰ μὴ κατ’ αὐτόν. οἱ δὲ ταύτην τοῦ μὴ πράσσειν τὰ κατὰ τοὺς νόμους ἔχοντες τὴν αἰτίαν πρόδηλον ὡς οὐκ ἂν ψέγοιντο. πῶς γὰρ ἄξιοι; τὸ γοῦν ἐν τοῖς περιεστῶσιν κατ’ ἀνάγκην αἰτίοις, οἷς μὴ ἕπεσθαι τὴν ὁρμὴν οὐχ
25οἷόν τε, οὐκ ἦν ἐκ τῶν νόμων αἰτία, κατ’ ἀνάγκην τινὰ καὶ εἱμαρμένην παρεῖναι κεκωλυμένη. ἀλλὰ οὕτως γε οὐδ’ ἂν νόμος ἔτι εἴη ἔχων καὶ πειθομένους αὑτῷ, εἴ γε χρὴ τούτῳ πείθεσθαι λέγειν ἐξ ἀνάγκης ἑπομένους, καὶ τοὺς μὴ πειθομένους ὑπὸ ἀνάγκης τινὸς πείθεσθαι κεκωλυμένους. ὥστε πολὺ ἂν ἀληθέστερον εἴη συνειλημμένον τὸ ‘εἰ ἔστι τοιαύτη εἱμαρμένη,
30οὐκ ἔστι νόμοσ‘. ἀναιρουμένου δὲ νόμου καὶ σὺν αὐτῷ ἁμαρτήματός τε
καὶ κατορθώματος, ἀναιροῖτ’ ἄν, ὡς καὶ αὐτοὶ διὰ τῆς ἀκολουθίας ἐλάμβα‐209
Fat
.

210

νον τῆς κατὰ τὸν λόγον, ἀρετή τε καὶ κακία καὶ τὸ εἶναί τι ἐν ἀνθρώποις αἰσχρόν τε καὶ καλὸν καὶ ἐπαινετόν τε καὶ ψεκτὸν καὶ τιμῆς τε καὶ κολά‐ σεως ἄξιον. οὐδὲν ἄρα μένει τοῦ ὑπὸ τοῦ μετὰ τοσαύτης τέχνης ἠρωτη‐ μένου λόγου κατεσκευασμένου, ἀκολουθήσει τε αὐτοῖς ἀρξαμένων κάτωθεν
5ἀκολουθία, ἣν ἕπεσθαι λέγουσιν τοῖς ἀναιρεῖν πειρωμένοις τὸ ἐφ’ ἡμῖν † εἶναι ὡς αὐτοὶ τηροῦντες ὁμολογουμένως αὐτὸ διὰ τοῦ προλαβόντας ἄλλοις ἐπιφέρειν αὐτὰ τὸ μὴ δοκεῖν ἔχεσθαι τὸ καὶ τοῖς διαφεύγειν ἡγου‐ μένοις. εἰ γὰρ μή εἰσι τιμαὶ μηδὲ κολάσεις, οὐδὲ ἔπαινοι οὐδὲ ψόγοι, εἰ δὲ μὴ ταῦτα, οὐδὲ κατορθώματά τε καὶ ἁμαρτήματα, εἰ δὲ μὴ ταῦτα, οὐ‐
10δὲ ἀρετὴ καὶ κακία, εἰ δὲ μὴ ταῦτα, φασίν, ὅτι μηδὲ θεοί. ἀλλὰ μὴν τὸ πρῶτον τὸ μὴ εἶναι μήτε τιμὰς μήτε κολάσεις ἕπεται τῷ πάντα γίνεσθαι καθ’ εἱμαρμένην, ὡς δέδεικται. 〈καὶ〉 τὸ τελευταῖον ἄρα, ὃ ἄτοπον καὶ ἀδύνατον. ἀναιρετέον 〈ἄρα〉 τὸ πάντα γίνεσθαι καθ’ εἱμαρμένην, ᾧ τοῦτ’ εἵπετο. ἴδωμεν δὲ καὶ 〈τὸν〉 ἐπὶ τούτῳ λόγον ἠρωτημένον, εἰ μὴ τὰς ὁμοίας
15ἀνάγκας ἔχει. λέγει δὲ οὕτως· ‘οὐ πάντα μὲν ἔστι καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ ἀκώλυτος καὶ ἀπαρεμπόδιστος ἡ τοῦ κόσμου διοίκησις. οὐδὲ ἔστι μὲν τοῦτο, οὐκ ἔστι δὲ κόσμος, οὐδὲ ἔστι μὲν κόσμος, οὐκ εἰσὶν δὲ θεοί. εἰ δέ εἰσι θεοί, εἰσὶν ἀγαθοὶ οἱ θεοί, ἀλλὰ εἰ τοῦτο, ἔστιν ἀρετή, ἀλλ’ εἰ ἔστιν ἀρετή, ἔστι φρόνησις, ἀλλ’ εἰ τοῦτο, ἔστιν ἡ ἐπιστήμη ποιητέων τε
20καὶ οὐ ποιητέων ἀλλὰ ποιητέα μέν ἐστι τὰ κατορθώματα, οὐ ποιητέα δὲ τὰ ἁμαρτήματα. οὐκ ἄρα πᾶν μὲν γίνεται καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ ἁμάρτημα καὶ κατόρθωμα. ἀλλὰ τὰ μὲν κατορθώματα καλά, τὰ δὲ ἁμαρ‐ τήματα αἰσχρά, καὶ τὰ μὲν καλὰ ἐπαινετά, τὰ δὲ κακὰ ψεκτά. οὐκ ἄρα πάντα μέν ἐστι καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ ἐπαινετὰ καὶ ψεκτά. ἀλλ’
25εἰ τοῦτο, εἰσὶν ἔπαινοι καὶ ψόγοι· ἀλλ’ ἃ μὲν ἐπαινοῦμεν τιμῶμεν, ἃ δὲ ψέγομεν κολάζομεν, καὶ ὁ μὲν τιμῶν γεραίρει, ὁ δὲ κολάζων ἐπανορθοῖ. οὐκ ἄρα πάντα μὲν γίνεται καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ γεραίρειν καὶ ἐπα‐ νορθοῦν‘. καὶ οὗτος δὴ ὁ λόγος ἀπὸ τῆς αὐτῆς παλαίστρας ὢν δῆλον ὡς διὰ τῶν αὐτῶν ἂν ψευδὴς ὢν ἐλέγχοιτο. πρῶτον μὲν γὰρ ἄν τις συγχω‐
30ρήσειε προχείρως τῷ ‘οὐ πάντα μέν ἐστι καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ210
Fat
.

211

ἀκώλυτος καὶ ἀπαρεμπόδιστος ἡ τοῦ κόσμου διοίκησισ‘ [ἐν] τῷ γίνεσθαι τὰ μὲν ἐξ ἀνάγκης, τὰ δὲ ἐνδεχομένως, καὶ τούτων τὰ μὲν κατὰ φύσιν, τὰ δὲ κατὰ προαίρεσίν τε καὶ λόγον, τὰ δὲ καθ’ ὁρμήν, τὰ δ’ ἀπὸ τύχης τε καὶ αὐτομάτως. ἀναιρεῖται δὲ πάντα τὰ ἄλλα ὑπὸ τῆς εἱμαρμένης. οὐκ
5ἄρα 〈οὐκ ἂν〉 ἀπαρεμπόδιστος οὐδὲ ἀκώλυτος ἡ τοῦ κόσμου διοίκησις μένοι. ἀλλ’ εἰ καὶ συγχωρηθείη τοῦτό τε καὶ τὸ κόσμος εἶναι καὶ κόσμου ὄντος θεούς, καίτοι κατ’ Ἐπίκουρον ἐκτὸς ὄντας αὐτούς, καὶ τοὺς θεοὺς ἀγαθοὺς εἶναι, εἴη δὲ καὶ τὸ ἀρετὴν εἶναι τοῖς θεοῖς ἑπόμενον, πῶς τῷ τὴν τῶν θεῶν ἀρετὴν εἶναι ἕποιτ’ ἂν τὸ εἶναι φρόνησιν; τίς γὰρ ἡ τῆς ἀκολου‐
10θίας ταύτης ἀνάγκη; εἰ μὲν γὰρ ἦν εἰλημμένον τὸ τὴν ἀνθρώπων ἀρετὴν εἶναι, ἕποιτ’ ἂν τούτῳ καὶ ἡ φρόνησις, ἐπεὶ δ’ ἐκ τῶν κειμένων εἴληπται τὸ τὴν τῶν θεῶν ἀρετὴν εἶναι πῶς ἂν ἔτι ἕποιτο τῇ τῶν θεῶν ἀρετῇ φρόνησις, ἀνθρώπων οὖσα ἀρετή; οὐ γὰρ τὰς αὐτὰς ἀρετὰς οἷόν τε λέγειν εἶναι τῶν τε ἀνθρώπων καὶ τῶν θεῶν. οὔτε γὰρ ἄλλως ἀληθὲς τὸ τὰς
15τῶν τοσοῦτον ἀλλήλων κατὰ τὴν φύσιν διεστώτων τὰς αὐτὰς τελειότητάς τε καὶ ἀρετὰς λέγειν, οὔθ’ οἱ πρὸς αὐτῶν περὶ αὐτῶν λεγόμενοι λόγοι εὔλογόν τι ἐν αὑτοῖς ἔχουσιν. ἀνθρώπου δὲ ἡ φρόνησις ἀρετή, ἥ ἐστιν, ὥς φασιν, ἐπιστήμη ποιητέων τε καὶ οὐ ποιητέων. ἐν οἷς γὰρ οἷόν τε 〈μὴ〉 πραχθῆναί τι καὶ τῶν ποιητέων, ἐν τούτοις ἡ τῶν ποιητέων τε καὶ οὐ ποι‐
20ητέων ἐπιστήμη χώραν ἔχει. ἀλλὰ μὴν πάντων γινομένων καθ’ εἱμαρμέ‐ νην ἄχρηστος ἡ γνῶσις τῶν ποιητέων τε καὶ μή. τί γὰρ ὄφελος τῆς τοι‐ αύτης γνώσεως τοῖς μηδὲν ὧν πράττουσι φυλάξασθαι δυναμένοις; εἰ δὲ μη‐ δὲν ἡ τούτων ἐπιστήμη χρήσιμον, ἀναιροῖτ’ ἂν ἡ φρόνησις, ὡς εἶναι τὴν ἀκολουθίαν ἀληθεστέραν τὴν εἰ ἔστιν εἱμαρμένη, μὴ εἶναι φρόνησιν. καθ’
25ὃν γὰρ λόγον ὁ νόμος ἀνῃρεῖτο κειμένης τῆς εἱμαρμένης, κατὰ τοῦτον ἀναι‐ ρεθήσεται καὶ 〈ἡ〉 φρόνησις, ἧς ἀναιρουμένης δῆλον ὡς καὶ τῶν ἄλλων ἓν ἕκαστον ἀναιροῖτ’ ἂν τῶν κατὰ τὴν ἀκολουθίαν τὴν πρὸς τὴν φρόνησιν τι‐ θεμένων. ὅτι δὲ μηδὲ [οἱ] ἐκ τοῦ δεικνύναι τὴν καθ’ ὁρμὴν κίνησιν τοῖς ζῴοις μένουσαν πάντων γινομένων καθ’ εἱμαρμένην σώζουσιν τὸ ἐφ’ ἡμῖν,
30εἰ μὴ βούλοιτό τις ἁπλῶς τὸ ὑπό τινος κατὰ τὴν οἰκείαν γινόμενον φύσιν ἐπ’ ἐκείνῳ λέγειν ἄλλο τι σημαινόμενον τοῦ ἐφ’ ἡμῖν εἰσάγων παρὰ τὸ πεπιστευμένον τε καὶ προειλημμένον, ὅ φαμεν εἶναι διὰ τὸ ἔχειν ἡμᾶς ἐξ‐
ουσίαν τῶν ἐν τοῖς πραττομένοις ἀντικειμένων, φθάνει διὰ τῶν πρώτων211
Fat
.

212

πλεονάκις εἰρῆσθαί τε καὶ δεδεῖχθαι. παραπλήσιοι δὲ τούτοις καὶ ὅσους ἄλλους εἰς σύστασιν τοῦδε τοῦ δόγματος λόγους παρατίθενται ἐπὶ πλέον καὶ μέχρι ῥημάτων τὴν κομψείαν ἔχοντες, ἀλλ’ οὐκ ἐκ τῆς πρὸς τὰ πράγμα‐ τα περὶ ὧν λέγονται συμφωνίας τὴν πίστιν λαμβάνοντες.
5 Ταῦτα ὑμῖν, ὦ θειότατοι αὐτοκράτορες, τῆς Ἀριστοτέλους δόξης περί τε εἱμαρμένης καὶ τοῦ ἐφ’ ἡμῖν κατ’ ἐμὴν δόξαν τὰ κεφάλαια, καθ’ ἣν δοξάζοντες εἴς τε θεοὺς εὐσεβήσομεν, τὰ μὲν εἰδότες αὐτοῖς χάριν ἀνθ’ ὧν φθάνομεν ὑπ’ αὐτῶν εὖ πεπονθότες, τὰ δὲ αἰτούμενοι παρ’ αὐτῶν ὡς ὄντων καὶ τοῦ δοῦναι καὶ τοῦ μὴ κυρίων· ἐσόμεθα δὲ καὶ περὶ τοὺς ἡμῖν ὁμοίους ἄρχοντας
10εὐχάριστοι † ταῦτα πράττεται εἰς ἡμᾶς τε καὶ ἡ περὶ *** ὑμῶν οἰκεία προαίρεσις πράττειν ὑμᾶς αἱρέσει τοῦ βελτίονος καὶ τοῦ περὶ τὴν κρίσιν αὐτοῦ φροντίζειν ποιοῦντας ἃ ποιεῖτε, ἀλλ’ οὐ προκαταβεβλημένοις τισὶν αἰτίοις ἑπομένους, οἷς ἀναγκαῖον ἕπεσθαι ᾗ ἂν ἐκεῖνα ἄγῃ. ποιησόμεθα δὲ καὶ ἀρετῆς ἐπιμέλειαν ὡς ὄντες αὐτοὶ κύριοι τοῦ βελτίους ἢ χείρους γενέσθαι.
15τούτων γὰρ μόνων κύριός τις, ὧν καὶ τοῦ μὴ πράττειν αὐτὸς ἔχει τὴν ἐξουσίαν *** καὶ τὰ ἄλλα δὲ ὅσα πράττομεν κατὰ τὸν βίον ὅτι μόνως εὐλόγως πράττειν ἂν δοκοῖμεν, εἰ κατὰ τὴν Ἀριστοτέλους δόξαν περὶ αὐ‐ τῶν ἀποδιδοίημεν τὰς αἰτίας, 〈ἃσ〉 διὰ παντὸς ἐπειράθην ὑμῖν παραστῆσαι
τοῦ λόγου.212