TLG 0732 013 :: ALEXANDER :: Ἠθικὰ προβλήματα [Sp.]

ALEXANDER Phil.
(Aphrodisiensis: A.D. 2–3)

Ἠθικὰ προβλήματα [Sp.]

Source: Bruns, I. (ed.), Alexandri Aphrodisiensis praeter commentaria scripta minora [Commentaria in Aristotelem Graeca, suppl. 2.2] Berlin: Reimer, 1892: 117–163.

Citation: Page — (line)

117

(1t)

ΑΛΕΞΑΝΔΡΟΥ ΤΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΗΘΙΚΩΝ ΠΡΟΒΛΗΜΑΤΩΝ
2tΒΙΒΛΙΟΝ Α.
3pΑΛΕΞΑΝΔΡΟΥ ΣΞΟΛΙΚΩΝ ΗΘΙΚΩΝ ΑΠΟΡΙΩΝ ΚΑΙ ΛΥΣΕΩΝ ΚΕΦΑΛΑΙΑ
4pα. Ἀπορίαι πρὸς τοὺς τὸ ζῆν 〈οὐκ〉 ἀγαθὸν εἶναι λέγοντας.
5pβ. Ὅτι μὴ ὁμοειδεῖς αἱ ἡδοναί.
6pγ. Ὅτι δικαιοσύνης καὶ ἀδικίας καὶ ὅλως ἀρετῆς καὶ κακίας ἐστί τις ἕξις
7pμεταξύ.
8pδ. Ἀπορίας λύσις τῆς λεγούσης ὀργάνῳ μὲν μηδὲν εἶναι ἐναντίον, πλούτῳ
9pδὲ πενίαν εἶναι ἐναντίον, διὸ μὴ εἶναι τὸν πλοῦτον ὄργανον.
10pε. Ἀπορίας ὅτι ἡ κοινὴ ἡδονὴ ὡς γένος λαμβανομένη οὔτ’ ἀγαθόν ἐστιν
11pοὔτε κακὸν οὔτ’ ἀδιάφορον.
12pϛ. Ὅτι τῇ ἡδονῇ ἡ λύπη ἐστὶν ἐναντίον, ἀλλ’ οὐ πόνος.
13pζ. Διὰ τί, εἰ ἡ λύπη πᾶσα κακὸν τῇ ἑαυτῆς φύσει, οὐχὶ καὶ ἡ ἡδονὴ
14pπᾶσα ἀγαθὸν ἔσται τῇ ἑαυτῆς φύσει.
15pη. Ὅτι ἡ ἀρετὴ οὔτε ὅλον.
16pθ. Ὅτι μὴ πάντες οἱ ἁμαρτάνοντες ἀγνοίᾳ τοῦ κακὰ εἶναι καὶ βλαβερὰ
17pἃ πράττουσιν, ἁμαρτάνουσιν, ἁμαρτάνουσιν.
18pι. Ὅτι ὁ ἄνθρωπος τῶν ἀρετῶν χάριν, ἀλλ’ οὐκ ἔμπαλιν.
19pια. Ὅτι μὴ πολλαχῶς τὸ ἀκούσιον, ἐπεὶ καὶ βίᾳ καὶ δι’ ἄγνοιαν.
20pιβ. Λέξεώς τινος ἐξήγησις ἐκ τοῦ τρίτου τῶν Νικομαχείων ἠθικῶν Ἀριστο‐
21pτέλους.
22pιγ. Ὅτι οἰκεία ἡ ἡδονὴ τῇ ἐνεργείᾳ ἐφ’ ᾗ γίνεται.
23pιδ. Πῶς σωθήσεται τὸ εἶναί 〈τι〉 μεταξὺ ἡδονῆς καὶ λύπης.
24pιε. Ὅτι ἡ ἀφροσύνη τούτων ἔσται ἄγνοια, ὧν ἐστιν ἡ φρόνησις ἐπιστήμη·
25pἔστι δὲ ἡ φρόνησις ἐπιστήμη ποιητέων τε καὶ οὐ ποιητέων.117

118

(1p)

ιϛ. Πῶς εἰ ἡ λύπη κακὸν πᾶσα, οὐχὶ καὶ ἡ ἡδονὴ πᾶσα ἀγαθόν.
2pιζ. Ὑπὸ τί τῶν ἀγαθῶν ἡ ἡδονὴ ἂν εἴη, πότερον τῶν τιμίων ἢ τῶν
3pἐπαινετῶν ἢ τῶν ὠφελίμων.
4pιη. Διὰ τί φορτικωτάτους εἶπεν εἶναι τοὺς ἐν ἡδονῇ τὸ τέλος τιθεμένους
5pἐν τῷ πρώτῳ τῶν Νικομαχείων ἠθικῶν Ἀριστοτέλης.
6pιθ. Ὅτι μὴ ὁμοειδεῖς αἱ ἡδοναί.
7pκ. Ὅτι μὴ χρὴ ἐν πάσῃ πράξει καὶ παντὶ μαθήματι τὸ χρήσιμον ἀπαι‐
8pτεῖν.
9pκα. Περὶ αἰδοῦς.
10pκβ. Ὅτι ἀνακολουθοῦσιν αἱ ἀρεταί.
11pκγ. Πῶς εἰ ἡδονή ἐστιν κατὰ Ἀριστοτέλη ἐνέργεια τῆς κατὰ φύσιν ἕξεως
12pἀνεμπόδιστος, οὐκ ἔσται καὶ ἡ εὐδαιμονία κατ’ αὐτὸν ἡδονή.
13pκδ. Πῶς αἱ ἀρεταὶ δι’ αὐτὰς αἱρεταί.
14pκε. Ἐπιδρομὴ πόθεν ἡ τῶν ἀρετῶν εὕρεσίς τε καὶ σύστασις.
15pκϛ. Ὅτι οὐ τὸ καλὸν τῆς ἡδονῆς χάριν, ἀλλ’ ἡ ἡδονὴ τοῦ καλοῦ.
16pκζ. Διὰ τί αἱ ἠθικαὶ ἀρεταὶ μεσότητες.
17pκη. Περὶ τοῦ πότερον ἡ ἀρετὴ γένος ἢ ὅλον.
18pκθ. Ὅτι καὶ αἱ κακίαι ταῖς ἀρεταῖς ὁμοίως ἐφ’ ἡμῖν, ὃ δείκνυται διὰ
19pλέξεως ἐκ τοῦ τρίτου τῶν Νικομαχείων Ἠθικῶν Ἀριστοτέλους.
20pλ. Πῶς οὐκ ἔσται δικαιοσύνη μὲν ἐξ ἀδικίας, ἀδικία δὲ ἐκ δικαιοσύνης
21pεἰ τὰ ἐναντία ἐξ ἀλλήλων γίνεται.
22Ἀπορίαι πρὸς τοὺς τὸ ζῆν 〈οὐκ〉 ἀγαθὸν εἶναι λέγοντας. Εἰ τὸ εὖ πλεῖν ἀγαθόν, τὸ δὲ κακῶς κακόν, τὸ πλεῖν οὔτε ἀγαθὸν οὔτε κακόν· καὶ εἰ τὸ εὖ ζῆν ἀγαθόν, τὸ δὲ κακῶς κακόν, τὸ ζῆν οὔτ’
25ἀγαθὸν οὔτε κακόν. ἢ οὐκ ἀληθὲς τὸ τὰς δυνάμεις τῶν ἀντικειμένων ἀδιαφόρους εἶναι καὶ μέσας. πᾶσα γὰρ τοιαύτη δύναμις ἀγαθόν τε καὶ αἱρετὸν τῷ σκοπὸν ἔχειν τὸ βέλτιον ὧν δύναται· τὸ γὰρ χεῖρον ἐν τοῖς δυνάμει τι οὖσιν γίνεται καὶ κατὰ ἀποτυχίαν τινά. ὅσα τε γὰρ κατὰ τέ‐ χνην τῶν τοιούτων γίνεται, τοῦ βελτίονος χάριν τῶν δυναμένων ἐν αὐτῷ
30γενέσθαι γίνεται, ὅσα τε κατὰ φύσιν, ὁμοίως. τὸ γὰρ πλεῖν ὑπὸ τῆς
κυβερνητικῆς τῆς εὐπλοίας χάριν εὑρέθη, καὶ τὸ πρίειν ὑπὸ τῆς τεκτονι‐118

119

κῆς τοῦ πρίειν καλῶς, διὸ καὶ αἱρετὸν τῇ μὲν τὸ πλεῖν τῇ δὲ τὸ πρίειν, ὅτι χωρὶς τούτων οὐχ οἷόν τε ταύταις τοῦ προκειμένου τέλους τυχεῖν. οὐ γὰρ ἀπὸ τῶν δι’ ἀποτυχίαν τινὸς γινομένων ἔν τινι ἡ κρίσις τῶν ὑποκει‐ μένων, ἀλλὰ ἀπὸ τῶν ὧν χάριν ἔστιν τε καὶ γίνεται προηγουμένως. ὡς
5δ’ ἐπὶ τῶν κατὰ τὰς τέχνας γινομένων ἔχει, οὕτω καὶ ἐπὶ τῶν κατὰ φύσιν. καὶ γὰρ ἐπ’ ἐκείνων σκοπὸς τῇ φύσει τὸ βέλτιον, τῶν δυναμένων ἄμφω, καὶ τούτου χάριν ἡ φύσις δίδωσιν αὐτό. ὅσα γὰρ μὴ οἷόν τε εὐθὺς ὑπὸ τῆς φύσεως γινόμενα τὴν οἰκείαν ἔχειν τελειότητα, τούτοις ἡ φύσις δίδωσι δύναμιν τοῦ τελείοις γενέσθαι, ἀδύνατον δέ τι δύναμιν ἔχειν τινὸς μὴ καὶ
10τὸ ἀντικείμενον αὐτῷ δυνάμενον· ταύτῃ γὰρ δύναμις ἐνεργείας διαφέρει. διό εἰσιν μὲν αἱ δυνάμεις προηγουμένως τῶν βελτιόνων, ἕπεται δ’ αὐταῖς ἐξ ἀνάγκης τὸ καὶ τῶν ἀντικειμένων εἶναι τούτοις. εἰ δὴ ἡ κρίσις ἑκά‐ στου ἀπὸ τῶν προηγουμένων καὶ ὧν ἐστιν (οὐ γὰρ τοῦ μὴ περιπατεῖν χάριν ἡ δύναμις ἡ περιπατητική, εἰ καὶ γίνεταί ποτε ἐν τῷ τοῦτο δυνα‐
15μένῳ καὶ ἡ στέρησις αὐτοῦ, καὶ εἰ μὲν αἱρετὸν εἴη τὸ περιπατεῖν, αἱρετὸν τῇ ἑαυτοῦ φύσει καὶ τὸ δύνασθαι περιπατεῖν, εἰ καὶ τὸ δύνασθαι καὶ μὴ περιπατεῖν ἔχει· εἰ δὲ ἐκεῖνο μὴ αἱρετόν, οὐδὲ τὸ δύνασθαι) καὶ τὸ ζῆν δὴ ἔχον δύναμιν ἐν αὑτῷ τοῦ τε εὖ ζῆν καὶ τοῦ κακῶς δεδομένον παρὰ τῆς φύσεως ἡμῖν τοῦ εὖ ζῆν χάριν (οὐ γὰρ ἦν οἷόν τε εὐθὺς γενομένους
20ἔχειν τὸ εὖ ζῆν· οὐδὲν γὰρ ἐν ἀτελεῖ τέλειον, πᾶν δὲ ἀτελὲς εὐθὺς τῷ γενέσθαι), εἴη ἂν αἱρετὸν τοῦ ἀρίστου χάριν τῶν ἐν ἡμῖν γενέσθαι δυνα‐ μένων [δεδομένον]. ἄριστον μὲν γὰρ καὶ τέλος τὸ εὖ ζῆν, τοῦτο δ’ οὐχ οἷόν τε χωρὶς τοῦ ζῆν γενέσθαι. πῶς γὰρ οὐκ ἀπεμφαῖνον τὸ ὁμοῦ μὲν λέγειν ἡμᾶς ὑπὸ τῆς φύσεως πρὸς τοῦτο οἰκειῶσθαι καὶ τῆς ἑαυτῶν σω‐
25τηρίας χάριν ποιεῖν πάντα, ὁμοῦ δὲ μὴ λέγειν [ἡμᾶς] ὡς πρὸς τὸ ἀγαθὸν αὐτὸ τὴν φύσιν ἡμᾶς οἰκειοῦν; ὅτι γὰρ ὡς πρὸς τὸ ἀγαθὸν τὸ ζῆν ᾠκειώ‐ μεθα, δῆλον καὶ ἐκ τοῦ περί τε τὸ παῖδας ποιήσασθαι πολλὴν σπουδὴν εἰσφέρεσθαι ὡς ἐσομένους τρόπον τινὰ δι’ ἐκείνων, ἀλλὰ καὶ διὰ τοῦ πάντα ἃ φοβούμεθα φοβεῖσθαι μειζόνως, διότι ὑποπτεύεται καὶ θανάτου αἴτια ἔσε‐
30σθαι. ὅτι δ’ ἀπὸ τῆς πρὸς τὰ βελτίω δυνάμεως ἡ κρίσις τῶν μεταξύ, δῆλόν ἐστιν καὶ ἐκ τοῦ τὸν ἄνθρωπον ὁμολογεῖσθαι τῶν ἄλλων ζῴων ἄμεινον ζῷον εἶναι, τοῦτο δέ, διότι τῶν ἄλλων οὐδὲν ἀρετῆς δεκτικόν. τῷ, οὗ ἐστιν ἀμείνονος δεκτικόν, τοῦτο τῶν ἐν τοῖς ἄλλοις ζῴοις γινομένων αἱρετῶν ἄμεινον εἶναι, τούτῳ βελτίων ὁ ἄνθρωπος, ἐπεί, εἴ γε καὶ ἀπὸ
35τῶν χειρόνων ἡ κρίσις ἐγίνετο τῶν μεταξύ, οὐδὲν ἐκώλυεν τὸν ἄνθρωπον ἢ κάκιστον τῶν ζῴων λέγειν, τοῦ κακίστου τῶν ὄντων τῆς κακίας ὄντα
δεκτικόν, ἢ μηδενὸς τῶν ἄλλων ζῴων εἶναι αὐτὸν βελτίονα, ἐπεὶ ἐν πᾶσι119

120

τοῖς αἱρετοῖς τε καὶ φευκτοῖς ἕπεσθαι δεῖ τῇ τοῦ σπουδαίου κρίσει αἱ‐ ρετόν. Ὅτι μὴ ὁμοειδεῖς αἱ ἡδονα. 〈Ὅτι μὴ ὁμοειδεῖς αἱ ἡδοναί,〉 δεικνύοιτ’ ἂν πρῶτον μὲν ἀπὸ τῆς ἐπι‐
5θυμίας. εἰ γὰρ πᾶσα μὲν ἐπιθυμία ὄρεξις ἡδέος, καὶ ἐν τούτῳ αὐτῇ τὸ εἶναι, εἰσὶ δὲ τῶν ἐπιθυμιῶν ὁμολογουμένως αἱ μὲν αἱρεταί, αἱ δὲ φευκταί, δῆλον, ὅτι μὴ παρ’ ἄλλου τινὸς αὐταῖς ἡ διαφορά, ἢ παρὰ τῶν ἡδονῶν, δι’ ἅς εἰσι, τῷ τούτων τὰς μὲν εἶναι αἱρετάς, τὰς δὲ φευκτάς. διοίσουσιν ἄρα καὶ ἡδοναὶ ἀλλήλων κατὰ ταὐτὰ ταῖς ἐπιθυμίαις, εἴ γε παρὰ τούτων
10καὶ ἐκείναις αἱ διαφοραί. ἀλλὰ δὴ οὐχ οἷόν τε ὁμοειδῆ ἀλλήλοις εἶναι τὰ τῇ ἑαυτῶν φύσει διάφορα. δεύτερον ἀπὸ τῶν ἐνεργειῶν. ἐπεὶ γὰρ πᾶσα ἡδονὴ ἐπὶ ἐνεργείᾳ τινὶ γίνεται, καὶ ἔστιν οἰκειότης ταῖς ἡδοναῖς πρὸς τὰς ἐφ’ αἷς γίνονται ἐνεργείας (τέλη γάρ πώς ἐστιν αὐτῶν), δῆλον, ὅτι οὕτω συνδιαιροῖντο ἂν ταῖς ἐνεργείαις καὶ αὐταί· ἀλλὰ μὴν τῶν ἐνεργειῶν τῶν
15ἐφ’ αἷς 〈αἱ〉 ἡδοναὶ αἱ μέν εἰσιν αἱρεταὶ αἱ δὲ φευκταί· ἕξουσιν ἄρα καὶ αἱ ἡδοναὶ τὴν αὐτὴν πρὸς ἀλλήλας διαφοράν. εἰ δὲ τοῦτο, οὐχ ὁμοειδεῖς. καὶ γὰρ εἰ πλέον ἀφέστηκεν τὸ ἐφιέμενον καὶ ἐπιθυμοῦν τινος καὶ μηδέπω ἔχον αὐτὸ τοῦ ἔχοντός τε καὶ συνόντος αὐτῷ, εἴη ἂν καὶ ἡ ἐπιθυμία πλέον ἀφεστῶσα τῆς ἡδονῆς τῆς ἐνεργείας, ἐφ’ ᾗ ἡ ἡδονή· ἡ μὲν γὰρ ἔφεσίς
20ἐστιν ἡδονῆς, τῇ δ’ ἐνεργείᾳ σύνεστιν ἡδονὴ καὶ παρακολουθεῖ. ὥστ’ εἰ ταῖς ἐπιθυμίαις συνδιαιροῦνται αἱ ἡδοναί, πολὺ ἂν μᾶλλον ταῖς ἐνεργείαις συνδιαιροῖντο. ὡμολόγηται δὲ τῶν ἐνεργειῶν, ἐφ’ αἷς αἱ ἡδοναί, τὰς μὲν εἶναι αἱρετάς, τὰς δὲ φευκτάς. ὅτι δ’ οἰκεῖαι ταῖς ἐνεργείαις αἱ ἡδοναὶ ἐφ’ αἷς γίνονται, καὶ ὁμοίως ταῖς ἐνεργείαις καὶ αὐταὶ κατ’ εἶδος ἀλλήλων
25διαφέρουσιν, καὶ οὐ μόνον τῷ ἐπὶ διαφερούσαις γίνεσθαι ἐνεργείαις ἡ δια‐ φορὰ αὐταῖς ἡ πρὸς ἀλλήλας, δῆλον ἐκ τοῦ μὴ δύνασθαι τὴν ἐπ’ ἄλλῃ τινὶ ἐνεργείᾳ ἡδονὴν ἐπ’ ἄλλῃ γενέσθαι. τῷ γὰρ σώφρονι αἱ τῶν ἀκο‐ λάστων ἐνέργειαι οὐ μόνον εἰσὶ φευκταί, ἀλλὰ καὶ ἀηδεῖς, ὡς τῆς ἐπ’ αὐ‐ τῇ ἡδονῆς οἰκείας οὔσης ταῖς ἐνεργείαις καὶ συνδιαιρουμένης αὐταῖς. εἰ
30γὰρ μὴ τοῦτ’ ἦν, οὐδὲν ἂν ἐκώλυεν τὰς μὲν ἐνεργείας φευκτὰς αὐτοῖς
εἶναι, ἡδονὴν μέντοι καὶ τοῖς σώφροσιν αὐτὰς φέρειν. ἔτι εἰ αἱ ἐπ’ ἄλλαις120

121

ἐνεργείαις ἡδοναὶ ἐμποδίζουσι τὰς ἐπ’ ἄλλαις γινομένας (οἱ γοῦν χαίροντες τῇ ἀπὸ τοῦ αὐλεῖν ἡδονῇ οὐκέτι δύνανται, ἐπειδὰν ἀκούσωσιν αὐλοῦ, ἥδεσθαι ταῖς ἐπὶ τῷ μυθολογεῖν φέρ’ εἰπεῖν γινομέναις), εἶεν ἂν ἡδοναὶ ἡδονῶν φθαρτικαί. εἰ δ’ εἰσὶν ἡδοναὶ ἡδονῶν φθαρτικαί, οὐκ ἂν εἶεν
5ὁμοειδεῖς, ἔχουσαί γε τοῦτο πρὸς ἀλλήλας ὃ ἔχει τἀναντία πρὸς ἄλληλα. οὐ γάρ, ὥσπερ ἡ αὐτὴ ὑγεία περιγίνεται τοῖς τὰ αὐτὰ ἰατρευομένοις δια‐ φόρως, καὶ οὐδὲν κωλύεταί τις τὴν αὐτὴν ἔχειν ὑγείαν ἄλλοτε ἄλλως θερα‐ πευόμενος, οὕτως δὲ ἔχει καὶ ἐπὶ τῶν ἐνεργειῶν τε καὶ τῶν ἐπ’ αὐταῖς ἡδονῶν. οὐ γὰρ οἷόν τε τὴν ἐπ’ ἄλλῃ τινὶ ἐνεργείᾳ ἡδονὴν γινομένην καὶ
10ἐπ’ ἄλλῃ γενέσθαι. οὐ γὰρ οἷόν τε τὰς ἐν ταῖς σωφρονικαῖς ἐνεργείαις ἡδονὰς ἐπὶ τοῖς ἀκολάστοις γενέσθαι ποτέ. Ὅτι δικαιοσύνης καὶ ἀδικίας καὶ ὅλως ἀρετῆς τε καὶ κακίας ἐστίν τις ἕξις μεταξ. Ὅτι δικαιοσύνης καὶ ἀδικίας καὶ ὅλως ἀρετῆς τε καὶ κακίας ἐστίν τις
15ἕξις μεταξύ, ἣν μέσην ἕξιν λέγομεν. εἰ ἡ δικαιοσύνη καὶ ἡ ἀδικία δια‐ θέσεις κατ’ αὐτούς, αἱ δὲ διαθέσεις ἀναπόβλητοι, οὔτ’ ἂν ἐξ ἀδίκου γί‐ γνοιτό τις δίκαιος, οὔτε ἐκ δικαίου ἄδικος. γίνονται δέ τινες δίκαιοι καὶ ἄδικοι οὐ πρότερον ὄντες· γίνοιντο ἂν ἔκ τινος ἄλλης καταστάσεως. ἀλλὰ μὴν πᾶν τὸ γινόμενον ἢ ἐξ ἐναντίου γίνεται ἤ τινος μεταξὺ ὄντος τῶν ἐν‐
20αντίων. καὶ ὁ δίκαιος ἄρα καὶ ὁ ἄδικος ἢ ἐξ ἐναντίου γίνονται ἢ ἐκ τοῦ μεταξύ. οὐ γίνονται δὲ ἐκ τοῦ ἐναντίου, ἐκ τοῦ μεταξὺ 〈ἄρα〉. ἐξ ἧς 〈δὲ〉 καταστάσεως οἱ δίκαιοι καὶ οἱ ἄδικοι γίνονται, αὕτη ἂν εἴη μεταξὺ δικαιοσύνης καὶ ἀδικίας. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ πάσης ἀρετῆς καὶ κα‐ κίας. εἰ δὲ λέγοιεν τὰς κακίας μὴ εἶναι διαθέσεις μηδ’ ἀναποβλήτους,
25ἀλλὰ μεταβάλλειν τινὰς μηδὲν κωλύειν ἐξ ἀδικίας εἰς δικαιοσύνην, καὶ ὅλως ἐκ κακίας εἰς ἀρετήν, ἀλλ’ εἴς γε τὴν κακίαν πόθεν μεταβάλλουσιν; εἰ γὰρ δὴ ἐν τῇ φύσει τοῦ ἀνθρώπου τὴν κακίαν εἶναι καὶ πάντας γεννᾶσθαι κα‐ κούς, καὶ εἴη ἂν κατὰ φύσιν ἡ κακία τοῖς ἀνθρώποις. οὗ δὲ τὸ ἐναντίον κατὰ φύσιν τινί, τούτῳ τὸ ἐναντίον παρὰ φύσιν· παρὰ φύσιν ἄρα τοῖς ἀν‐
30θρώποις ἡ δικαιοσύνη καὶ ἡ ἀρετή. εἰ δὲ τοῦτο ἄτοπον, δεῖ γίνεσθαι τὸν ἄδικον ἄδικον, ὥσπερ γίνεται καὶ ὁ δίκαιος 〈δίκαιος.〉 ἐξ ἧς δὲ ἕξεως εἰς τὴν ἀδικίαν ἡ μεταβολή, αὕτη ἂν εἴη ἡ μέση. εἰ δὲ λέγοιεν μηδέπω
τοὺς παῖδας λογικοὺς εἶναι, διὸ μηδὲ δικαίους μηδὲ ἀδίκους (λογικοῦ γὰρ121

122

αἱ ἕξεις αὗται, εἰ δ’ αὗται λογικοῦ, καὶ ἡ μέση· διὸ ὁ παῖς ἄλογος ὢν οὔτ’ ἐν ἀρετῇ ἐστιν οὔτ’ ἐν κακίᾳ οὔτ’ ἐν τῷ μεταξὺ τούτων, ὥσπερ οὐδ’ ἄλλο τι τῶν ἀλόγων), μεταβάλλοντας δ’ εἰς τὸ λογικὸν εὐθὺς εἶναι κακούς, ἀλλ’ οὐ γίνεσθαι, ὁμολογοῖεν 〈ἂν〉 διὰ τούτων τῷ λογικῷ κατὰ φύσιν εἶναι
5τήν τε ἀδικίαν καὶ τὴν κακίαν, εἴ γε ἐν τῇ εἰς τὸ λογικὸν μεταβολῇ ἅμα καὶ εἰς ταῦτα γίνεται, καὶ ἴσον ἐστὶ τὸ εἰς λογικὸν μεταβάλλειν τῷ εἰς κακίαν· παρὰ φύσιν οὖν τῷ λογικῷ ἡ ἀρετή. ἔτι τε εἰ ὅλως ἐστὶν ἐκ κακίας εἰς ἀρετὴν μεταβολή, τὴν κακίαν ἤτοι εὐκίνητον καὶ εὐαπόβλητον ἐροῦσιν ἢ μόνιμον καὶ δυσκίνητον. ἀλλ’ εἰ μὲν εὐκίνητον, τί δή ποτε οὐ
10ῥᾳδία ἡ εἰς τὰς ἀρετὰς ἐκ τῆς κακίας μεταβολή; εἰ δὲ δυσκίνητον καὶ μόνιμον, δῆλον ὡς ἐν τῇ εἰς ἀρετὴν μεταβολῇ ἐξ αὐτῆς δεῖ πρῶτον ἀπο‐ βληθῆναι τῆς κακίας τὸ δυσκίνητον καὶ μόνιμον, ἥ γε διὰ μαθήσεως καὶ ἀσκήσεως εἰς τὴν ἀρετὴν μετέβαλλε καὶ μὴ ἐξαίφνης. ἀλλ’ εἰ πρῶτον εὐκίνητος γίνεται, ἦν δὲ τὸ εἶναι αὐτῇ κακίᾳ ἐν τῷ δυσκινήτῳ, ἐν ᾧ ἐστιν
15εὐκίνητος, οὐκέτ’ ἂν ἐν τούτῳ ὡς κακία εἴη. ἀλλὰ μὴν οὐδ’ ἀρετή. πῶς ἄρα ἔσται ἐν μέσῃ τινὶ ἕξει ὁ οὕτως ἔχων, ἐπεὶ καὶ ἡ μεταβολὴ ἡ εἰς τὴν ἀρετὴν ἐκ ταύτης τῆς διαθέσεως γίνεται; ἔτι δ’ εἰ καὶ ὅτι μάλιστα οἱ παῖδες οὔπω εἰσὶ λογικοὶ καὶ διὰ τοῦτο οὔτε ἀρετὴν ἔχουσιν οὔτε κακίαν, ἀλλὰ τῷ γίνεσθαι αὐτοὺς ἐκ τῶν οὕτως ἀλόγων λογικούς τε καὶ κακούς,
20εἶεν ἂν ἐν μέσῃ ἕξει. οὐ γὰρ ὁμοίως οὗτοι ἄλογοι τοῖς ἄλλοις, οὐδὲ γὰρ ἂν οὐδὲ αὐτοὶ δεκτικοὶ κακίας ἦσαν ἢ ἀρετῆς. εἰ δὲ μηδέτερον ἔχοντες δύνανται ἑκάτερον αὐτῶν δέξασθαι, οὔκ εἰσιν οὕτως ἄλογοι. τὸ δὴ ἄλογον τὸ ἐπιδεκτικὸν λόγου, ἄλλο ὂν τοῦ ἀδυνάτου ἐπιδέξασθαι, ἄλλως ἂν ἄλογον εἴη, καὶ οὐχ οὕτως τὸ κυρίως ἄλογον. ἤδη καὶ κατάστασις ἡ τοῦ οὕτως
25ἀλόγου εἴη ἂν μέση ἕξις, ἐπεὶ ἅπαντα εἰς ἑκάτερον τῶν ἐναντίων ἡ μετα‐ βολή, καὶ οὕτως ἐστὶ δυνάμει ἑκάτερον τῶν ἄκρων ὡς μηδὲν ὂν ἐνεργείᾳ. ἔστι γάρ τις καὶ περὶ τὸν παῖδα ἕξις τε καὶ κατάστασις, ἀφ’ ἧς εἰς τὴν κακίαν καὶ τὴν ἀρετὴν μεταβολή, ἥτις ἐν οὐδενὶ τῶν κυρίως καὶ ἁπλῶς ἀλόγων λεγομένων ἐστίν.
30Ἀπορίας λύσις τῆς λεγούσης ὀργάνῳ μὲν μηδὲν εἶναι ἐναν‐ τίον, πλούτῳ δὲ πενίαν ἐναντίον, διὸ μὴ εἶναι τὸν πλοῦτον ὄρ‐ γανον. Τῷ ὀργάνῳ οὐδέν ἐστιν ἐναντίον, πλούτῳ δὲ ἔστιν τι ἐναντίον, οὐχ
ὁ πλοῦτος ὄργανον. εἰ μὲν καθόλου λαμβάνοι μηδενὶ ὀργάνῳ εἶναί τι122

123

ἐναντίον, οὐ συγχωρητέον τῷ καὶ τῷ πλούτῳ ὄντι ὀργάνῳ εἶναί τι ἐναντίον δοκεῖν, εἰ δὲ ἀδιορίστως καὶ ἐν μέρει λαμβάνοι, δεικτέον ὅτι μὴ συλλογί‐ ζεται. γίνονται γὰρ ἀμφότεραι αἱ προτάσεις ἐν μέρει. τότε γὰρ ἀναγκαίως καθόλου ἂν ἐλάμβανε τὸ μὴ εἶναί τι τῷ ὀργάνῳ ἐναντίον, εἰ ἦν ἐν τῷ
5λόγῳ καὶ τῇ οὐσίᾳ τοῦ ὀργάνου ἐμφαινόμενον τὸ μηδὲν εἶναι αὐτῷ ἐναν‐ τίον· εἰ δὲ μὴ ἔστιν ἐν τῇ οὐσίᾳ τοῦ ὀργάνου τὸ μὴ εἶναί τι αὐτῷ ἐναν‐ τίον, συμβεβηκὸς δέ τι, οὐδὲν κωλύει τοῦτο μὴ πᾶσι συμβεβηκέναι. οὐδὲ γάρ, ἐπεὶ τοῖς πολλοῖς ὑπάρχει τῶν πεπερασμένων τὸ παρά τι περαίνειν, ἤδη καὶ πᾶσιν. τὸ μέντοι ὄργανον εἶναι, δι’ οὗ ἢ μόνου τι ἢ κάλλιστον
10γίνεται, εἰ ἐν τῇ οὐσίᾳ ἐστὶ τοῦ ὀργάνου, πάντα ἂν εἴη ὄργανα οἷς τοῦθ’ ὑπάρχει· καὶ πᾶσι τοῖς ὀργάνοις τοῦτο. διὸ ἐπεὶ καὶ τῷ πλούτῳ τοῦτο ὑπάρχει (διὰ γὰρ τούτου αἱ κατ’ ἐλευθεριότητά τε καὶ μεγαλοπρέπειαν ἐνέργειαι τῷ σπουδαίῳ), εἴη ἂν ὄργανον τῷ σπουδαίῳ· ἀπὸ γὰρ τῶν ἐν τῇ οὐσίᾳ τοῦ ὀργάνου ὄντων ἡ τῶν ὀργάνων κρίσις, ὥσπερ καὶ ἐπὶ τῶν
15ἄλλων ἁπάντων, οὐκ ἀπὸ τῶν συμβεβηκότων. δεικνύοι δ’ ἄν τις καὶ ὅτι μηδετέρα τῶν προτάσεων εἴληπται καλῶς, μήτε ἡ λαμβάνουσα τῷ ὀργάνῳ μηδὲν εἶναι ἐναντίον, μήτε ἡ λέγουσα τῷ πλούτῳ εἶναί τι ἐναντίον. εἰ μὲν γὰρ διότι τῷ ὅλῳ τε καὶ συναμφοτέρῳ ὀργάνῳ μηδέν ἐστιν ἐναντίον, διὰ τοῦτο μηδὲ τῷ πρίονι μηδὲ τῇ κιθάρᾳ λέγοι τις εἶναί τι ἐναντίον, οὐδ’
20ἂν τῷ πυρὶ εἴη κατὰ τὸν οὕτως λέγοντα ἐναντίον τι, οὐδὲ ἄλλῃ τινὶ συναμ‐ φοτέρῳ οὐσίᾳ τῷ τῇ ὕλῃ τῇ ὑποκειμένῃ πᾶσι τοῖς τοιούτοις μηδὲν εἶναι ἐναντίον· εἰ δὲ κατὰ τὰ πάθη καὶ τὰς ποιότητας 〈ἡ〉 ἐναντίωσις (τῷ γὰρ πυρὶ κατὰ τὴν θερμότητα καὶ τὴν ξηρότητά ἐστί τινα ἐναντία, καὶ τοῦ σκεπάρνου ἐὰν ληφθῶσιν αἱ ποιότητες, καθ’ ἅς ἐστιν αὐτῷ τὸ εἶναι, εὑ‐
25ρήσει κατὰ ταύτας ἐναντιότητά τινα αὐτῷ· τῷ μὲν γὰρ ὀξεῖ τὸ ἀμβλὺ ἐν‐ αντίον, τῷ δὲ βαρεῖ τὸ κοῦφον, δεῖ δὲ καὶ βάρους καὶ ὀξύτητος αὐτῷ· ὁ αὐτὸς καὶ ἐπὶ τῶν ἄλλων ὀργάνων λόγος), *** οὔτε τῷ πλούτῳ δὲ καλῶς ἐλήφθη εἶναί τι ἐναντίον. ἡ γὰρ πενία οὐκ ἐναντίον πλούτῳ, ἀλλὰ πλού‐ του ἀπουσία τε καὶ στέρησις, ἡ δὲ ὑγεία οὐχ ὡς ὄργανον ἀγαθόν, ἀλλ’
30ὡς τοῦ σώματος ἀρετή, ἐξ οὗ καὶ τῆς ψυχῆς ὁ ἄνθρωπος. εἰ δέ τις λέγοι τὴν στέρησιν τὴν τοιαύτην, ἀφ’ ἧς οἷόν τε τὴν ἕξιν γενέσθαι πάλιν ἐναν‐ τίον, πᾶσιν οὗτος λέγοι 〈ἂν〉 τοῖς ἐν γενέσει εἶναί τι ἐναντίον, οὐ μόνοις
τοῖς ὀργάνοις· ἐν πᾶσι γὰρ ἡ τοιαύτη στέρησις.123

124

Ἀπορία ὅτι ἡ κοινὴ ἡδονὴ ἡ ὡς γένος λαμβανομένη οὔτ’ ἀγαθόν ἐστιν οὔτε κακὸν οὔτ’ ἀδιάφορον. Εἰ ἡ κοινὴ ἡδονὴ ἡ ὡς γένος λαμβανομένη οὔτ’ ἀγαθόν ἐστιν οὔτε κακόν, διότι ἡ μὲν ἀγαθόν ἐστιν αὐτῆς ἡ δὲ κακόν (τὸ γὰρ κοινὸν οὐκ
5ἔστιν ἕν τι τῶν ὑπὸ τὸ κοινόν), οὐδ’ ἀδιάφορος ἔσται, εἴ γέ εἰσί τινες καὶ ἡδοναὶ ἀδιάφοροι, ὥσπερ καὶ αἱ μὲν ἀγαθαί, αἱ δὲ μοχθηραί. ταῦτα δ’ ἄν τις ζητήσειεν καὶ ἐπὶ τῶν ἐνεργειῶν, ὧν τέλη πως αἱ ἡδοναί, διὸ καὶ συνδιαιροῦνται αὐταῖς. εἰ γὰρ τῶν ἐνεργειῶν αἱ μέν εἰσιν ἀγαθαί, αἱ δὲ μοχθηραί, αἱ δὲ ἀδιάφοροι, ἡ κοινὴ καὶ ὡς γένος ἐνέργεια λαμβανομένη
10οὔτ’ ἀγαθὸν οὔτε κακὸν οὔτ’ ἀδιάφορον ἔσται. ἀλλὰ μὴν πᾶν τὸ ὂν ἀναγκαῖον ἢ ἀγαθὸν ἢ κακὸν ἢ ἀδιάφορον εἶναι. ἢ πᾶν τὸ ὂν ἐν ὑποστάσει καὶ τὸ εἶναι καθ’ αὑτὸ δυνάμενον· εἰ δέ τι κοινὸν εἴη, ὑφ’ ὃ ταῦτα πάντα ἐστίν, ἐκεῖνο οὐκέτι οἷόν τε τούτων τι εἶναι τῷ πάντα ἔχειν ὑφ’ αὑτό. οὐδὲ γὰρ ἐπεὶ πᾶν ζῷον τὸ ἐν ὑποστάσει ὂν ἢ λογικόν ἐστιν ἢ ἄλογον,
15διὰ τοῦτο καὶ τὸ κοινὸν τὸ ὡς γένος κατὰ τῶν ἐν ὑποστάσει κατηγορού‐ μενον ἐν θατέρῳ τούτων ἐστί. οὔτε οὖν ἡ κοινὴ ἡδονὴ οὔτε ἡ κοινὴ ἐνέρ‐ γεια ἔσονται ἢ ἀγαθὰ ἢ κακὰ ἢ ἀδιάφορα, πάσης ἡδονῆς καὶ πάσης ἐνεργείας τῆς ἐν ὑποστάσει τούτων τι ἐχούσης. ἐπεὶ δὲ αἱ ἡδοναὶ ταῖς ἐνεργείαις, ἐφ’ αἷς γίνονται, συνδιαιροῦνται, καὶ αἱ μὲν ἐπιγινόμεναί τε καὶ
20ἑπόμεναι ταῖς ἀγαθαῖς ἐνεργείαις ἀγαθαί, αἱ δὲ ταῖς μοχθηραῖς μοχθηραί, ἀδιάφοροι δὲ αἱ ταῖς ἀδιαφόροις, ἐπιζητήσαι τις ἂν, πῶς χρὴ περὶ λύπης λέγειν, ἐπειδὴ αὕτη ἐναντία τῇ ἡδονῇ. εἰ γὰρ καὶ ταύτην λέγοι τις συν‐ διαιρεῖσθαι ταῖς ἐνεργείαις, ἐφ’ αἷς γίνεται, πρῶτον μὲν τίνα τρόπον ἡ δι‐ αίρεσις ἔσται; πότερον τὰς μὲν ἐπὶ ταῖς ἀγαθαῖς ἐνεργείαις γινομένας ἐροῦ‐
25μεν κακάς, τὰς δὲ ἐπὶ ταῖς μοχθηραῖς ἀγαθάς, τὰς δὲ ἐπὶ ταῖς ἀδιαφόροις ἀδιαφόρους; ἢ ἄτοπον τὸ λέγειν 〈ἐν〉 ἀγαθῷ εἶναι τὸ λυπούμενον ἐπὶ ταῖς μοχθηραῖς ἐνεργείαις, ἃς ἐνεργεῖ; ἐν κακῷ γὰρ ὁ τοιοῦτος. πῶς γὰρ οὐκ ἐν κακῷ ὁ ἐν τοιαύταις ἐνεργείαις ὤν; ἔπειτα ἡ μὲν ἡδονὴ εὐλόγως ἐδόκει συνδιαιρεῖσθαι ταῖς πρὸ αὐτῆς ἐνεργείαις (κατ’ οἰκειότητα γὰρ τὴν
30πρὸς αὐτὰς ἐγίνετο καὶ ὡς τέλος τι ἦν αὐτῶν), ἡ δὲ λύπη ἀλλοτριότητός ἐστι σημεῖον τοῖς ἐφ’ οἷς γίνεται. ἢ εὔλογον δι’ αὐτὸ τὴν ἐπὶ ταῖς ἀγα‐ θαῖς ἐνεργείαις γινομένην εἶναι κακήν, διότι ἀλλοτρία ἐστὶ τῶν ἀγαθῶν, καὶ διὰ ταῦτα τὴν ἐπὶ ταῖς κακαῖς ἀγαθήν, ὅτι ἐστί τις ἀλλοτρία τῶν κα‐ κῶν, ὅτι τε ὁ λέγων τὴν τοιαύτην λύπην ἀγαθὸν οὐ τὰς ἐνεργείας ἐφ’ αἷς
35γίνεται, τίθησιν ἀγαθὰς εἶναι, ἀλλὰ τὴν ἀλλοτριότητα πρὸς τὰς τοιαύτας
ἐνεργείας ἢ περιστάσεις τε καὶ τύχας. ἢ ὅλως ἄτοπον τὸ τὴν λύπην124

125

οὕτως διαιρεῖν. δοκεῖ γὰρ ἡ λύπη τῇ ἑαυτῆς φύσει κακὸν εἶναι τοῖς ἔχουσιν αὐτήν. ἀλλ’ εἰ λύπη κακόν, τὸ δ’ ἐναντίον τῷ κακῷ ἀγαθὸν ἢ κακόν, δεήσει καὶ τὴν ἡδονὴν ἐναντίαν οὖσαν τῇ λύπῃ ἀγαθὸν ἢ κακὸν εἶναι. εὑρέθη δὲ οὔτε πᾶσα ἀγαθὸν οὖσα οὔτε πᾶσα κακόν, ἦν δέ τις καὶ ἀδιά‐
5φορος. ἆρ’ οὖν ἡ μὲν ἀγαθὴ οὕτως ἔσται ἐναντία τῇ λύπῃ, ὡς ἀγαθὸν κακῷ, ἡ δὲ μοχθηρὰ ὡς κακὸν κακῷ; ἀλλ’ εἰ οὕτως, τί χρὴ περὶ τῆς ἀδιαφόρου λέγειν; ἦν γὰρ ἐπὶ ταῖς ἀδιαφόροις ἐνεργείαις γινομένη, ἥτις οὐκ ἔσται ἐναντία λύπῃ, ἔσται τῷ κακῷ οὐ μόνον κακὸν καὶ ἀγαθὸν ἐναντία, ἀλλὰ καὶ ἀδιάφορον, ὅπερ οὐ δοκεῖ. ἢ χρὴ τῶν ἡδονῶν καθόλου
10διαίρεσιν ποιησάμενον λαβεῖν τὰς μέν τινας αὐτῶν εἶναι κατὰ φύσιν τοῖς ἡδομένοις αὐτάς, τὰς δὲ παρὰ φύσιν. κατὰ φύσιν μὲν τὰς γινομένας ἐπὶ ταῖς κατὰ φύσιν ἡδομένοις ἐνεργείαις, παρὰ φύσιν δὲ ὧν καὶ ἐνέργειαι τοι‐ αῦται. ἑκάστῳ γὰρ ζῴῳ εἰσί τινες οἰκεῖαί τε καὶ κατὰ φύσιν αὐτῶν ἐνέρ‐ γειαι. καὶ γὰρ ἀνθρώπου εἰσὶν ἐνέργειαί τινες κατὰ τὴν ἀνθρώπου γινό‐
15μεναι φύσιν, καὶ ἵππου κατὰ τὴν τοῦ ἵππου, καὶ κυνὸς καὶ τῶν ἄλλων ζῴων ὁμοίως, ὧν καὶ τὰς ἡδονὰς κατὰ φύσιν καὶ αὐτὰς χρὴ λέγειν ἐκεί‐ νοις, τὰς δ’ ἐπὶ ταῖς ὑπό τινων οὐ κατὰ τὴν οἰκείαν φύσιν αὐτῶν γινο‐ μέναις ἐνεργείαις ἡδονὰς παρὰ φύσιν (διὸ καὶ ὁμωνύμους ἐκείνας), ὧν τὰς μὲν κατὰ φύσιν ἑκάστοις καὶ ἡδονὰς κυρίως εἶναι ῥητέον, τὰς δὲ παρὰ
20φύσιν ἐκείνοις τοῖς ἡδομένοις αὐτὰς ἡδονάς, οὐ μὴν κυρίως τε καὶ ἁπλῶς ἡδονάς, ὥσπερ καὶ ὑγιεινὰ τὰ μὲν ἁπλῶς, τὰ δὲ τοῖσδε, καὶ τὰς μὲν ἀλη‐ θῶς τε καὶ κυρίως ἡδονὰς ἀγαθὰς εἶναι τοῖς ἡδομένοις αὐτὰς ῥητέον, τὰς δὲ παρὰ φύσιν γινομένας τισὶν οὐκ οὔσας ἁπλῶς ἡδονὰς μοχθηράς τε καὶ κακάς. εἰ δὴ μάλιστα ἄνθρωπος καὶ κατὰ φύσιν ἔχων μάλιστα ὁ ἀγαθός,
25εἶεν ἂν καὶ ἀνθρώπῳ κατὰ φύσιν ἡδοναὶ μάλιστα αἱ τούτῳ φαινόμεναι, καὶ ἡδέα οἷς οὗτος χαίρει. ὅσα δὲ τούτῳ δυσχερῆ, ταῦτα παρὰ φύσιν τε καὶ οὐχ ἁπλῶς ἡδέα, εἰ καὶ ἥδοιντό τινες ἐπ’ αὐτοῖς. διαφέροιεν δ’ ἂν καὶ τῶν κατὰ φύσιν ἑκάστῳ ἡδονῶν τῷ αἱ μὲν αὐτῶν μᾶλλον, αἱ δὲ ἧττον οἰκεῖαι εἶναι. οὕτω δ’ ἂν εἴη τῇ λύπῃ κακῷ ὄντι ἡ κυρίως τε καὶ ἁπλῶς
30ἡδονὴ ἐναντία οὖσα ἀγαθὸν πᾶσα, εἰ καὶ μὴ ὁμοίως, αἱ δὲ παρὰ φύσιν οὔτε ἡδοναὶ ἁπλῶς οὔτε ἀγαθαί, *** εἶεν δ’ ἂν καὶ ἐπὶ τοῖς ἀδιαφόροις τοιαῦται· οὐδὲ γὰρ τὰ ἀδιάφορα ἐν τοῖς κατὰ φύσιν. ἡδονῇ δὲ ἐναντίον λύπη, ἀλλ’ οὐ πόνος, εἴ γε πόνος θλῖψιν σωματικὴν δηλοῖ καὶ λύπην τινά, ἀλλ’ οὐ τὴν ἁπλῶς. ἡ δὲ λύπη ἡ καθόλου τὴν τοιάνδε ψυχικὴν διάθεσιν
35σημαίνει, εἴτ’ ἐπὶ θλίψει γίνοιτο σωματικῇ εἴτ’ ἐπὶ διαθέσει τινὶ ψυχικῇ, ὥσπερ καὶ ἡ ἡδονὴ οὐχὶ σωματικὴ μόνον, ἀλλὰ καὶ ψυχική. τῇ κοινῇ
οὖν ἡδονῇ λύπη κοινὴ οὖσα ἐναντίον, ἡ δ’ ἐπὶ ταῖς παρὰ φύσιν ἡδονή,125

126

φθείρουσα τὴν ἐπὶ τοῖς κατὰ φύσιν ἡδονὴν οὖσαν ἀγαθὸν, ὁμοίως τῇ οἰ‐ κείᾳ λύπῃ, εἴη ἂν καὶ αὐτὴ κακόν † ὡς ὑπερβολὴ γὰρ τὸ ἐφ’ οἷς μηδὲ γε‐ νόμενον, ὡς εἶναι πᾶσαν μὲν λύπην κακόν, τῶν δ’ ἡδονῶν τὰς μὲν κατὰ φύσιν τε καὶ κυρίως ἡδονὰς ὡς ἀγαθὰ ἐναντίας εἶναι ταῖς λύπαις, τὰς δὲ
5παρὰ φύσιν ὡς κακὸν κακῷ. Ὅτι τῇ ἡδονῇ ἡ λύπη ἐστὶν ἐναντίον ἀλλ’ οὐ πόνος. Ὁ μὲν γὰρ πόνος σωματικήν τινα θλῖψιν ἐμφαίνει, ἡ δὲ λύπη ψυχι‐ κὴν συστολήν. εἰ μὲν οὖν καὶ ἡ ἡδονὴ πᾶσα ἦν ἐν σωματικῇ διαχύσει, ἦν ἂν ὁ πόνος αὐτῇ ἐναντίος, ἐπεὶ δ’ ἐστὶν ἡδονὴ διάχυσίς τις τῆς ψυχῆς
10οὐ διὰ σώματος οὐδ’ ἐπὶ σώματι γινομένη μόνῳ, οὐκ ἂν εἴη τῇ τοιαύτῃ ἡδονῇ ἐναντίον πόνος, ἀλλὰ λύπη. ἡ μὲν γὰρ λύπη καὶ ἐπὶ ταῖς θλίψεσι τοῦ σώματος καὶ αὐτῆς τῆς ψυχῆς ἐφ’ αὑτῆς, ὥσπερ καὶ ἡ ἡδονή, ὁ δὲ πόνος ἐπὶ σώματι μόνον. διὸ εἴη ἂν ἁπλῶς μὲν ἡδονῇ λύπη ἐναντία, τινὶ δὲ ἡδονῇ ἡ ὡς πόνος. τῇ γὰρ σωματικῇ διαχύσει καὶ τῇ τοῦ σώματος
15εὐσθενείᾳ καὶ τῇ ἐπὶ τούτοις ἡδονῇ εἴη ἂν ἡ τοῦ σώματος θλῖψίς τε καὶ ὀδύνη ἐναντία. ὁ δὲ ἐπὶ τῆς ψυχῆς λεγόμενος πόνος, ὡς λέγονταί τινες φιλόπονοι, οὐδὲ τὴν ἀρχὴν ἐναντίος ἡδονῇ· μεθ’ ἡδονῆς γοῦν γίνε‐ ται. εἰ δέ τις ἐπὶ τῷ πονεῖν λυποῖτο, ἡ λύπη ἄν, οὐχ ὁ πόνος εἴη τὸ ἐναντίον τῇ ἡδονῇ. οὔσης δὲ λύπης τῇ ἡδονῇ ἐναντίας πᾶσα μὲν λύπη
20κακὸν εὐλόγως ἂν λέγοιτο· τῇ γὰρ αὑτῆς φύσει φευκτή. ἡ δ’ ἡδονὴ οὐ πᾶσα ἀγαθόν, ἀλλ’ ὅσαι μὲν τῶν ἐνεργειῶν τῶν ἐφ’ αἷς ἡ ἡδονὴ ὑπερ‐ βολὴν ἔχουσιν, ἕξουσιν ὁμοίως καὶ αἱ ἐπ’ αὐταῖς ὑπερβολὴν ἡδοναί, τοι‐ αῦται δ’ αἱ σωματικαί. διότι τούτων αἱ μὲν σύμμετροι αἱρεταί, ὁποῖαί εἰσιν καὶ αἱ περὶ τὰ ἀναγκαῖα τὰ πρὸς τὸ σῶμα (αἱρετὰ γὰρ καὶ τὰ ἀναγ‐
25καῖα), αἱ δ’ ὑπερβάλλουσαι φευκταί, ὁποῖαί εἰσιν αἱ τῶν ἀκολάστων, καὶ εἴη ἂν ἐπ’ αὐτῶν καὶ ἡ λύπη ὡς ἔνδειά τις κακόν, καὶ ἡ ὑπερβάλλουσα ἡδονὴ ὡς ὑπερβολή τις, ἡ δὲ σύμμετρος ἀγαθὸν ἐν μεσότητί πως οὖσα τῶν προειρημένων. ὧν δ’ ἡδονῶν μὴ ἔστιν ὑπερβολή (τοιαῦται δ’ εἰσίν, ὅσαι ἐπὶ ἐνεργείαις γίνονται, ὅσων τὸ αἱρετὸν ἐκ τῆς ἐπιδόσεώς τε καὶ
30προσθήκης αὔξεται, ὁποῖαί εἰσιν αἱ γινόμεναι κατὰ τὰς ἀρετάς), ἐπὶ τού‐ των οὐδὲ τῶν ἡδονῶν ἔσται τις ὑπερβολή· διὸ αἱ τοιαῦται αἱρεταί τε καὶ
ἀγαθαὶ τῇ οἰκείᾳ φύσει πᾶσαι.126

127

Διὰ τ, εἰ ἡ λύπη πᾶσα κακὸν τῇ ἑαυτῆς φύσει, οὐχὶ καὶ ἡ ἡδονὴ πᾶσα ἀγαθὸν ἔσται τῇ ἑαυτῆς φύσει. Ἢ γὰρ πᾶσαν ἔδει καὶ τὴν ἡδονὴν κακὸν εἶναι οὖσαν ἐναντίον τῇ λύπῃ ὡς κακὸν κακῷ, ἢ εἰ μὴ ὡς φευκτὸν μηδὲ κακὸν ἡ ἡδονή, ἀλλ’ ὡς
5ἀγαθὸν κακῷ ἀντίκειται, πᾶσαν ἀγαθὸν εἶναι. εἰ γὰρ εἴη τις ἡδονὴ κακόν, εἴη ἂν τῶν λυπῶν κακῶν οὐσῶν πασῶν ἡ ἡδονή, ἐναντία οὖσα τῇ λύπῃ, ἡ μὲν ὡς κακὸν κακῷ ἐναντία, ἡ δὲ ὡς ἀγαθὸν κακῷ, ὅτι δεῖται λόγου. ἢ οὐδὲ λύπη πᾶσα κακόν, εἴ γε καὶ ἐν τούτοις ἡ ἀρετὴ τοῦ μέσου στοχα‐ στική, καί εἰσιν οἰκεῖαι τῷ σπουδαίῳ καὶ λύπαι τινὲς καὶ πόνοι. εἴη δ’
10ἂν κοινότερον ὁ πόνος τῆς λύπης. τὶς γὰρ πόνος ἡ λύπη. καὶ γὰρ ὥσπερ ἡ ἡδονὴ ταῖς ἐνεργείαις ἑπομένη καὶ μέρος πως ἢ τέλος οὖσα αὐτῶν παρ’ ἐκείνων ἔχει τὸ αἱρετόν τε καὶ φευκτόν (αἱρεταὶ μὲν γὰρ αἱ ἐπὶ ταῖς αἱ‐ ρεταῖς ἐνεργείαις, φευκταὶ δ’ αἱ ἐπὶ ταῖς μὴ τοιαύταις), οὕτως εὔλογον καὶ τὰς λύπας ὑπολαμβάνειν ἐπὶ ἐνεργείαις τισὶ γινομένας παρ’ ἐκείνων καὶ
15αὐτὰς ἔχειν τὸ αἱρετόν τε καὶ φευκτὸν ἔμπαλιν τῶν ἡδονῶν. τὰς μὲν γὰρ ἐπὶ ταῖς καλαῖς γινομένας ἐνεργείαις φευκτὰς εἶναι, τὰς δ’ ἐπὶ ταῖς αἰ‐ σχραῖς αἱρετάς. εἰ δέ εἰσιν λῦπαί τινες αἱρεταὶ καὶ πόνοι, εἶεν ἂν καὶ ἡδοναὶ φευκταὶ αἱ ταῖς λύπαις ταύταις ἐναντίαι. ἐναντίαι δὲ ἡδοναὶ λύπαις αἱ γινόμεναι ἐπὶ ταῖς τοιαύταις ἐνεργείαις. καὶ διὰ τοῦτο οὐ πᾶσα ἀγαθὸν
20ἡδονή, ὅτι μηδὲ πᾶσα λύπη κακόν. ἐλέγετο δέ τι καὶ τοιοῦτον, ὅτι οὐδὲ τοῖς ὑποθεμένοις πᾶσαν εἶναι λύπην κακὸν ἀκολουθεῖν ἀνάγκη τὸ ἢ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι ἢ πᾶσαν κακόν, κειμένου τοῦ τὴν λύπην ἐναντίαν εἶναι τῇ ἡδονῇ. ἐφ’ ὧν γὰρ ἡδονῶν ὑπερβολαί τινές εἰσιν, ἐν τούτοις εἰσὶ καὶ αἱρεταί τινες ἡδοναὶ καὶ φευκταί. αἱ μὲν γὰρ μέσαι αἱρεταί, αἱ δὲ κατὰ
25τὰς ὑπερβολὰς φαῦλαι, εἰσὶ δὲ τοῦτο ἔχουσαι αἱ σωματικαὶ τῶν ἡδονῶν. ἐφ’ ὧν δὲ μή εἰσιν ὑπερβολαὶ τῷ καὶ τὰς ἐπὶ πλέον αὐτῶν γινομένας ἐν ἐν τῷ αἱρετῷ μένειν, αὗται πᾶσαι αἱρεταί, οἷαί εἰσιν αἱ ἐπὶ ταῖς κατὰ θεωρίαν ἐνεργείαις. εἰσὶ δέ τινες καὶ παρὰ φύσιν ἡδοναί, ὁποῖαί εἰσιν αἱ θηριώδεις τε καὶ νοσηματώδεις, περὶ ὧν εἴρηται ἐν τῷ ἑβδόμῳ τῶν Ἠθι‐
30κῶν, αἳ οὔτε κυρίως ἀνθρώπου λέγοιντο ἂν ἡδοναί, ὅτι μὴ κατὰ φύσιν, οὔτε αἱρεταί. οὕτως δὲ ἐχουσῶν τῶν ἡδονῶν πάσαις μὲν αὐταῖς ἔσται λύπη ἐναντίον ὡς κακὸν τῷ κεῖσθαι πᾶσαν εἶναι λύπην κακόν, τῶν δὲ ἡδονῶν ὅσαι μέν εἰσι παρὰ φύσιν, αὗται ὡς κακὸν κακῷ τῇ λύπῃ ἔσονται ἐναν‐ τίαι, εἴ τις καὶ ταύτας ἐν ταῖς ἡδοναῖς καταλέγοι, ὅσαι δὲ ἔχουσιν ὑπερ‐
35βολήν, ἐπὶ τούτων αἱ μὲν ὡς ἀγαθὸν ἔσονται τῇ λύπῃ ἐναντίαι, αἱ ἐν με‐
σότητι καὶ ὡρισμέναι τῷ ὀρθῷ λόγῳ, αἱ δὲ καθ’ ὑπερβολήν, ἐν αἷς καὶ127

128

αἱ τῶν ἀκολάστων, αὗται δὲ ὡς κακὸν κακῷ, ὧν δὲ οὐκ ἔστιν ὑπερβολή, αὗται ἂν εἶεν πᾶσαι ὡς ἀγαθὸν κακῷ τῇ λύπῃ ἐναντίαι. Ὅτι ἡ ἀρετὴ οὔτε γένος οὔτε ὅλον. Οὔτε γένος μέν, ὅτι τὸ γένος οὐ συναναιρεῖται ἑνὶ τῶν εἰδῶν ἀναι‐
5ρουμένῳ, ἡ δὲ ἀρετὴ συναναιρεῖται μιᾷ (εἴτε γὰρ ἀντακολουθοῦσιν αἱ ἀρε‐ ταὶ ἀλλήλαις, ἡστινοσοῦν ἀναιρουμένης ἀναιρεῖται καὶ ἡ ἀρετή, ἔσται γε οὕτως καὶ ἕν τι τῶν εἰδῶν τἆλλα εἴδη συναναιροῦν, ὃ οὐδὲ αὐτὸ ὑγιὲς εἶναι δοκεῖ, εἴτε μὴ ἀντακολουθοῦσι, φρονήσεως ἀναιρουμένης ἀναιροῖτο ἂν ἡ ἀρετὴ τῷ κατὰ τὸν ὀρθὸν λόγον ἐν πάσαις αὐταῖς τὸ εἶναι, ὁ δ’ ὀρ‐
10θὸς λόγος ἀπὸ φρονήσεως), ὅλον δὲ οὐκ ἂν εἴη ἡ ἀρετή, ὅτι τὸ μέρος οὐκ ἐπιδέχεται τὸν τοῦ ὅλου λόγον ἐν τοῖς ἀνομοιομερέσιν, διαφέρουσι δὲ ἀλλήλων αἱ ἀρεταὶ καὶ τὸν τῆς ἀρετῆς ἐπιδέχονται λόγον. ἢ ἐν οἷς τὸ μὲν πρῶτόν ἐστι, τὸ δὲ δεύτερον, ὡς ἀναιρουμένου τοῦ πρώτου ἀναιρεῖ‐ σθαι τό τε κοινὸν καὶ τὰ ἄλλα τὰ μετ’ αὐτό, ταῦτα τῶν πολλαχῶς λεγο‐
15μένων ἐστὶ τῶν ἀφ’ ἑνὸς ἢ πρὸς ἓν λεγομένων, ὥστ’ εἰ καὶ ἡ ἀρετὴ μιᾶς τινος ἀναιρουμένης ἀναιροῖτο, εἴη ἂν καὶ αὕτη τῶν οὕτως λεγομένων. ἢ μᾶλλον ῥητέον τὸν δοκοῦντα συνωνύμως τῶν ἀρετῶν ὅρον τῆς ἀρετῆς κατηγορεῖσθαι κοινότερον εἶναι καὶ οὐκ ἴδιον τῆς ὅλης ἀρετῆς ἧς αὗται μέρη. εἴη δ’ ἂν ἐκείνῃ λόγος ἡ πάσης λογικῆς ψυχῆς ἕξις ἀρίστη, ὃς
20λόγος οὐ καθεκάστῃ τῶν ἀρετῶν ἐφαρμόζει. δοκεῖ δὲ καὶ Ἀριστοτέλης ὅλον τι λέγειν τὴν τέλειον ἀρετὴν ἀλλ’ οὐ γένος. [Περὶ τῆς ἀπορίας ταύτης καὶ ἐν τοῖς ὑστέροις εἴρηταί τι·] Ὅτι μὴ πάντες οἱ ἁμαρτάνοντες ἀγνοίᾳ τοῦ κακὰ εἶναι καὶ βλαβερὰ ἃ πράττουσιν, ἁμαρτάνουσιν.
25 〈Ὅτι μὴ πάντες οἱ ἁμαρτάνοντες ἀγνοίᾳ τοῦ κακὰ εἶναι καὶ βλαβερά, ἃ πράττουσιν,〉 ἁμαρτάνουσι, δῆλον ἐκ τῶν πεπεισμένων ὅτι ἁμαρτάνουσι, καὶ μὴ ἀντεχόντων αὑτοῖς διὰ μαλακίαν καὶ ἀνασκησίαν. ὧν εἰσι καὶ οἱ νοσοῦντες καὶ τὰ βλάπτοντα αὑτοὺς πράττοντες, οὐκ ἀγνοοῦντες ὁποῖά ἐστιν· ὅτι γὰρ οὐκ ἀγνοοῦσιν, αὑτοῖς ἐπικαλοῦσι, τοὺς μὴ τὰ ὅμοια ἁμαρ‐
30τάνοντας ἐπικαλοῦνται, εὔχονται τοῖς θεοῖς ὑπὲρ τοῦ κάλλιον φρονῆσαι. ἐν128

129

οἷς εἰσι καὶ οἱ ἐρῶντες, οἳ εἰ τὸ ἐρασθῆναι ἐπ’ αὐτοῖς 〈ὡσ〉 τὸ ἐρῶσιν παύσασθαι, ἑκόντες ἂν εἶεν τὰ κατὰ τὸν ἔρωτα πράττοντες. ἀλλὰ καὶ ἐκ τῶν ἀρχομένων ἁμαρτάνειν δῆλον. οὐδεὶς γὰρ αὐτῶν ἀγνοῶν τὰ κακὰ ὅτι κακά ἐστιν ἐπ’ αὐτὰ τὴν ἀρχὴν ἔρχεται. πάντες γοῦν ἀρχόμενοι
5αἰδοῦνται καὶ λανθάνειν σπεύδουσιν, καὶ ὡς μὴ καὶ δεύτερον πράξοντες τὰ ὅμοια εἶσιν ἐπ’ αὐτά, πεπεισμένοι βλαβήσεσθαί τι ἀπ’ αὐτῶν, εἴκοντες τῇ ἡδονῇ, οὐ πίστει τοῦ αἱρετωτέραν αὐτοῖς εἶναι, ἀλλὰ τῷ μὴ βούλεσθαι πονήσαντες ὀλίγον ἀντισχεῖν πρὸς αὐτήν. τοῦ δὲ ταύτην περὶ τῶν κακῶν ἔχειν τὴν πρόληψιν ὡς ἔννοιαν αὐτῶν ἔχειν ὁποῖά ἐστιν αἰτίαν πρώτην μὲν
10τὴν φύσιν ἔχουσιν (οὐ γὰρ ἀνεννόητοι τῶν βελτιόνων οἱ μηδέπω παντά‐ πασιν διεστραμμένοι, ἀλλὰ τὰς κοινάς τε καὶ φυσικὰς σώζοντες ἐννοίας· ὅτι γὰρ πρὸς τὰ βελτίω νένευκεν ἡ φύσις ἑκάστου, δῆλόν ἐστιν ἐκ τοῦ καὶ τοὺς ἐν ἁμαρτήμασιν ὄντας ἤδη ἐπαινεῖν ἔτι τοὺς οὐχ ἁμαρτάνοντας, καὶ τοὺς ἁμαρτάνοντας τοὺς αὑτῶν παῖδας μὴ ἐπὶ τὰ αὐτὰ ἄγειν), ἱκανὴ δὲ καὶ ἡ
15κοινὴ φήμη τε καὶ πρόληψις τῶν ἀνθρώπων τὴν τῶν κακῶν ἀτοπίαν ὁποία τίς ἐστι διδάξαι. ἀλλὰ καὶ οἱ νόμοι ταῦτα κηρύττοντες ἱκανοὶ τὰ βελ‐ τίω διδάσκειν. πρὸς δὲ τούτοις διδάσκαλοί τε καὶ παιδαγωγοὶ πάντες κοι‐ νῶς τὰ κακὰ φεύγειν παραινοῦντες οὐκ ἀνεννοήτους τῶν βελτιόνων τοὺς νέους ἐῶσιν εἶναι. καὶ ὅτι μὲν οὐκ ἀγνοίᾳ τῶν κακῶν τὰ ἁμαρτήματα,
20δῆλον ἐκ τούτων τε καὶ τῶν τοιούτων. ὅτι δὲ μὴ βίᾳ πράττουσιν τὰ φαῦλα, δῆλον ἐκ τοῦ αὐτοὺς εἶναι τοὺς πράττοντας αὐτά, καὶ κατὰ τὴν ἐξ αὑτῶν ὁρμὴν κινεῖν ἐπὶ τὰς τοιαύτας πράξεις τὰ ὀργανικὰ μέρη καὶ βουλευομέ‐ νους περὶ αὐτῶν καὶ προαιρουμένους αὐτά. εἰ γὰρ οἱ προαιρούμενοι βιά‐ ζονται, τίνες ἂν εἶεν οἱ μὴ βιαζόμενοι; εἰ δὲ ἐν ἕξει τῶν ἁμαρτανομένων
25γενόμενοι μήτε αἰδοῦνται αὑτοὺς *** τῶν κακῶν φρονοῦσιν, οὐδὲν τοῦτο πρὸς τὸ εἶναι αὐτὰ ἀκούσια. τοῦ γὰρ ἐν ταύτῃ τῇ ἕξει γενέσθαι, ὡς τὰ κακὰ μὴ ὑπολαμβάνειν καὶ αὑτοῖς εἶναι κακά, αὐτοὶ αἴτιοι, ὅτε γ’ ἦν ἐπ’ αὐτοῖς μὴ πράττειν ταῦτα δι’ ἃ γεγόνασιν τοιοῦτοι μὴ φυλαξάμενοι. εἰ δὲ ἀρχομένοις μὲν αὐτοῖς τῶν ἁμαρτημάτων οὐκ ἐφαίνετο τὰ κακὰ ὠφέ‐
30λιμά τε καὶ αἱρετά, προελθοῦσιν δὲ ἐν αὐτοῖς καὶ δι’ ἀμέλειαν αὑτῶν ἐν
ἕξει γενομένοις μοχθηρᾷ [τὰ] τοιαῦτα φαίνεται, ἑαυτοῖς ἂν εἶεν τῆς ἀπ’ αὐ‐129

130

τῶν τοιαύτης φαντασίας αἴτιοι, ὄντες αὑτοῖς τῆς τοιαύτης ἕξεως αἴτιοι. δι’ ἣν φαντασίας περὶ τῶν κακῶν τοιαύτας ἔχουσιν. τούτοις δὲ μαρτυρεῖ καὶ τὸ μισεῖσθαι καὶ κολάζεσθαι τοὺς οὕτως ἁμαρτάνοντας, ὡς ἑκουσίως καὶ αὑτοῖς αἰτίους ὄντας τῶν τοιούτων πράξεων, τῶν ἀκουσίως τοιοῦτόν τι
5πραττόντων συγγνώμης τυγχανόντων. διὰ τί γάρ, εἰ πάντα ἀκούσια, τὰ μὲν αὐτῶν συγγινώσκεται, τὰ δ’ οὔ; εἰ γάρ, ὅτε ἐπ’ αὐτοῖς ἦν τὸ μαθοῦσιν ὁποῖά ἐστιν ἀπέχεσθαι αὐτῶν, εἰ μὲν εἰδότες τοῦτο ἠμέλουν αὐτοῦ, αὐτοὶ αἴτιοι πάλιν καὶ ἑκόντες τοιοῦτοι, εἰ δὲ κἀκεῖνο ἠγνόουν, πῶς οὐ καὶ αὐ‐ τοὶ συγγνώμης ἄξιοι; ἱκανὴ δὲ πίστις τοῦ μήτε βίᾳ μήτε δι’ ἄγνοιαν τῶν
10βελτιόνων τινὰς ἁμαρτάνειν τῶν ἁμαρτανόντων καὶ τὸ μήτε λυπεῖσθαι μήτε μεταγινώσκειν ἐπὶ τοῖς ἁμαρτήμασιν· τὰ γὰρ ἀκουσίως πραττόμενα ἐπίλυπά τέ ἐστι καὶ ἐν μεταμελείᾳ. ὅτι δὲ εἰ ἀκούσια τὰ ἁμαρτήματα, οὐδὲ ἐφ’ ἡμῖν ἂν εἴη, δῆλον ἐκ τοῦ ἀκούσια μὲν εἶναι τὰ βίᾳ ἢ δι’ ἄγνοιαν γινό‐ μενα, οὔτε δὲ ἃ βιαζόμενοι ποιοῦμεν ἐφ’ ἡμῖν μὴ ποιεῖν (ἃ γὰρ μὴ ἐφ’
15ἡμῖν καὶ ποιῆσαι καὶ μὴ ποιῆσαι, ταῦτα [οὐ] βίᾳ), τὰ δὲ διὰ θυμὸν ἢ ἐπιθυμίαν ἁμαρτανόμενα βίᾳ φασὶν ποιεῖν τοὺς ποιοῦντας, ὥστε 〈τὰ〉 διὰ θυμὸν ἢ ἐπιθυμίαν ἁμαρτανόμενα οὐκ ἐφ’ ἡμῖν. εἰ δὴ αἱ κολάσεις ἐπὶ τοῖς ἐφ’ ἡμῖν, οἱ διὰ θυμὸν ἢ δι’ ἐπιθυμίαν ἁμαρτάνοντες οὐκ ἂν εὐλό‐ γως κολάζοιντο. ὅσα δὲ δι’ ἄγνοιαν ἁμαρτάνεται, ταῦτα εἰ μὲν τῆς ἀγνοίας
20αὑτοῖς οἱ ἁμαρτάνοντες αἴτιοι, εἶεν ἂν ἐπ’ αὐτοῖς· εἶεν δ’ ἂν αὑτοῖς αἴτιοι τῆς ἀγνοίας, εἰ ἐνὸν αὐτοῖς ἐπὶ τὰ βελτίω τραπομένοις μὴ γενέσθαι ἐν ἕξει τοιαύτῃ, δι’ ἣν ἀγνοήσουσι τὰ ἀγαθά, οἱ δὲ ἠμέλησαν τοῦ τοιούτου. ἀλλὰ μὴν οὐκ ἄλλως ἐνῆν αὐτοῖς ἐπὶ τὰ βελτίω τραπέσθαι, εἰ μὴ εἶχόν ποτε ὑπολήψεις τινὰς περὶ τῶν ἀγαθῶν ὡς ὄντων τοιούτων. εἰ γὰρ ἀεὶ τὰ κακὰ
25αὐτοῖς ἀγαθῶν φαντασίαν ἐπέστελλεν, οὐκ ἦν ἐπ’ αὐτοῖς τὸ μὴ αἱρεῖσθαι αὐτά. ἀλλὰ μὴν οἱ ἔχοντες ὑπολήψεις περὶ τῶν ἀγαθῶν ὡς ἀγαθῶν ἔπειτα μὴ αἱρούμενοι αὐτὰ ἑκόντες ἡμάρτανον. οὔτε γὰρ διὰ βίαν οὔτε δι’ ἄγνοιαν παρεώρων τὴν τῶν βελτιόνων αἵρεσιν, ὥστε ὡς ἐπ’ αὐτοῖς τὸ ἁμαρτάνειν, οὕτως καὶ ἑκούσιον. εἰ δὲ μὴ αὑτοῖς τῆς ἀγνοίας αἴτιοι, οὐδ’
30ἂν ἐπ’ αὐτοῖς εἴη τὸ δι’ ἄγνοιαν ἁμαρτάνειν, οὕτως δὲ οὐδεὶς ἂν εὐλόγως κολάζοιτο τῶν ἁμαρτανόντων, εἴ γε αἱ κολάσεις μὲν ἐπὶ τοῖς ἐφ’ ἡμῖν, οὐδὲν δὲ τῶν ἁμαρτανομένων ἐφ’ ἡμῖν, εἴ γε ἀκούσιον, πᾶν δὲ ἀκούσιον ἢ δι’ ἄγνοιαν ἢ βίᾳ. Ὅτι ὁ ἄνθρωπος τῶν ἀρετῶν χάριν, ἀλλ’ οὐκ ἔμπαλιν.
35Εἰ ἐν τοῖς φύσει γινομένοις ἐστίν τι, οὗ χάριν τὰ οὕτως γινόμενα γί‐130

131

νεται, τὸ δέ, οὗ χάριν γίνεταί τινα, τέλος ἐκείνων, ἐν τοῖς φύσει γινομένοις τέλος τί ἐστιν. ἀλλὰ μὴν τὸ τέλος τῶν τοῦ τέλους χάριν γινομένων ἄμει‐ νον, ὥστε καὶ τῶν φύσει γινομένων τὰ τέλη τῶν ἐκείνων γινομένων χάριν ἀμείνω. ἔστι δὲ καὶ ὁ ἄνθρωπος τῶν φύσει γινομένων, ὥστε ἐστίν τι καὶ
5τούτῳ τέλος, καὶ τοῦτο τῶν ἐφ’ οἷς τοῦτο βέλτιον. τέλος δὲ τοῦ ἀν‐ θρώπου τὸ σπουδαῖον ἄνθρωπον γενέσθαι, τούτου χάριν ὁ ἄνθρωπος, τὸ δὲ σπουδαῖον γενέσθαι ἐστὶ τὸ ἔχειν τὰς ἀνθρώπου ἀρετάς. ἀλλὰ μὴν οὐχ οἷόν τε σχεῖν τῷ ἀνθρώπῳ τὰς ἀρετάς, εἰ μὴ πρῶτον ἄνθρωπος γέ‐ νοιτο. ὁ ἄνθρωπος ἄρα τῆς τῶν ἀρετῶν κτήσεως χάριν, ἀλλ’ οὐχ αἱ ἀρε‐
10ταὶ τοῦ ἀνθρώπου. διὸ καὶ ἀμείνων ὁ κεκτημένος τὰς ἀρετὰς ἄνθρωπος τοῦ χωρὶς τούτων ἀνθρώπου. οὐ γὰρ αἱ ἀρεταὶ γίνονται. οὐ γὰρ ἡμεῖς αὐτὰς κτώμεθα ὡς χωρίον ἢ ἀνδράποδον ἢ οἰκίαν, ἀλλ’ ἡ τῶν ἑκάστου ἀρετῶν γένεσις ἐν τῇ κτήσει αὐτῶν. εἰ δὲ ἡ γένεσις αὐτῶν ἐν τῇ κτήσει, καὶ τὸ εἶναι αὐταῖς ἐν τούτῳ, ἔστι δὲ τὸ τέλος ἡμῖν ἡ κτῆσις αὐτῶν, εἶεν
15ἂν καὶ αἱ ἀρεταὶ τέλη ἡμῶν καὶ τούτων χάριν ἡμεῖς. διὸ καὶ ἀμείνους ἡμῶν αἱ ἀρεταί, διότι καὶ τὸ τέλος ἡμῶν ἐν τῇ τῶν ἀρετῶν παρουσίᾳ τε καὶ κτήσει. Ὅτι μὴ πολλαχῶς τὸ ἀκούσιον, ἐπεὶ καὶ βίᾳ καὶ δι’ ἄγνοιαν. Ὥσπερ οὐ λέγεται πολλαχῶς τὸ ζῷον, ἐπεὶ τὸ μέν ἐστιν αὐτοῦ λογι‐
20κὸν τὸ δ’ ἄλογον, ἀλλ’ οὐδὲ ἡ κακία πολλαχῶς, ἐπεὶ ἡ μὲν καθ’ ὑπερ‐ βολήν, ἡ δὲ κατὰ ἔνδειαν, οὕτως οὐδὲ τὸ ἀκούσιον πολλαχῶς, ἐπεὶ τὸ μὲν αὐτοῦ βίᾳ, τὸ δὲ δι’ ἄγνοιαν. μέρη γὰρ ἢ εἴδη τοῦ ἀκουσίου ταῦτα. εἰ δὲ μὴ πολλαχῶς τὸ ἀκούσιον, οὐδ’ ἂν ὁ τόπος ἔτι διὰ τοῦτο διαβάλ‐ λοιτο ὁ ἀξιῶν ‘εἰ τὸ ἕτερον τῶν ἐναντίων πολλαχῶς, καὶ τὸ ἕτερον πολ‐
25λαχῶς· οὐ πολλαχῶς δὲ τὸ ἑκούσιον τοῦ ἀκουσίου τοῦ ἐναντίου αὐτῷ πολ‐ λαχῶς λεγομένου‘; οὐδὲ γὰρ ἡ κακία πολλαχῶς, ἐπεὶ ἡ μέν ἐστιν ἐν ὑπερβολῇ ἡ δὲ ἐν ἐνδείᾳ. γένος γάρ τι ἡ κακία ἐπὶ εἴδεσιν τῇ τε ὑπερ‐ βολῇ καὶ τῇ ἐνδείᾳ, καὶ ὥσπερ κακία μὲν ἑκατέρα, καὶ ἡ ἐν ὑπερβολῇ καὶ ἡ ἐν ἐνδείᾳ (οὐδὲ γὰρ οἷόν τε ἅμα τὸν κακὸν κατ’ ἄμφω κακὸν εἶναι, οὐ
30μέντοι καὶ ἡ ἀρετὴ ἤδη διπλῆ ἑκατέρᾳ τῶν κακιῶν ἰδία τις ἀντικειμένη· οὐ γὰρ αὔταρκες πρὸς ἀρετὴν τὸ μὴ εἶναι ἐν ὑπερβολῇ, ἢ πάλιν τὸ μὴ εἶναι ἐν ἐνδείᾳ, ἀλλὰ δεῖ, εἰ ἀρετὴ ἔσοιτο, ἐν μηδετέρῳ ἐκείνων εἶναι) οὕτως καὶ τὸ ἑκούσιον ἐν τῇ ἑκατέρου τῶν ἐν οἷς τῷ ἀκουσίῳ τὸ εἶναί ἐστιν
ἀντιθέσει ἅμα τὸ εἶναι ἔχει. δεῖ γὰρ τὸν ἑκουσίως τι ποιοῦντα ἐν αὑτῷ131

132

τε τὴν ἀρχὴν ἔχειν τῶν πραττομένων καὶ ἔτι εἰδέναι τὰ καθ’ ἕκαστα, ὧν τὸ μὲν τοῦ βίᾳ ἀναιρετικόν ἐστι, τὸ δὲ τοῦ δι’ ἄγνοιαν. διὸ ἅμα ἀμφο‐ τέροις τοῖς τοῦ ἀκουσίου μέρεσιν ἀντίκειται τὸ ἑκούσιον ἐκείνων μηδὲ συνυ‐ πάρχειν ἤδη δυναμένων. οὐ γὰρ οἷόν τε τὸν βίᾳ τι ποιοῦντα ἢ πάσχοντα
5καὶ ἀγνοοῦντα τὰ καθ’ ἕκαστα ἁμαρτάνειν. οὐδὲν γὰρ πρὸς τὸ ἀκουσίως ποιεῖν τοὺς βιαζομένους ὑπό τινων συντελεῖ ἡ ἄγνοια ἢ γνῶσις τῶν καθέ‐ καστα. οὐκ ἀναιρεῖται δὲ ὁ τόπος οὐδὲ ὑπὸ τοῦ τὸ μὲν φιλεῖν πολλαχῶς λέγεσθαι, τὸ δὲ μισεῖν ἐναντίον ὂν αὐτῷ μηκέτι λέγεσθαι πολλαχῶς. εἰ μὲν γὰρ ἦν τὸ μισεῖν παντὶ τῷ φιλεῖν ἐναντίον, καὶ μὴ πολλαχῶς ἐλέγετο,
10ἀνῃρεῖτο ἂν ὁ τόπος· εἰ δὲ τὸ μισεῖν μόνῳ ἐστὶν ἐναντίον τῷ φιλεῖν τῷ κατὰ διάθεσιν, οὐκέτι δὲ καὶ τῷ καταφιλεῖν, οὐ διαβάλλεται ὁ τόπος. τότε γὰρ διαβάλλοιτο ἄν, εἰ παντὶ τῷ σημαινομένῳ ὑπὸ τοῦ πολλαχῶς λεγομένου ὂν ἐναντίον τι μὴ εἴη καὶ αὐτὸ πολλαχῶς λεγόμενον. τῷ γὰρ λευκῷ πολλαχῶς λεγομένῳ τὸ μέλαν ἐναντίον ὂν πολλαχῶς λέγεται, ὅτι
15πᾶσι τοῖς σημαινομένοις ὑπὸ τοῦ λευκοῦ ἐναντίον ἐστίν· καὶ γὰρ τῷ ἐν χρώματι λευκῷ καὶ τῷ ἐν φωνῇ ἐναντίον τὸ μέλαν, ὡς εἴ γε μόνον ἦν τῷ ἑτέρῳ αὐτῶν ἐναντίον, οὐδ’ αὐτὸ ἂν ἐλέγετο πολλαχῶς. Ἡ λέξις ἐκ τοῦ τρίτου τῶν Νικομαχείων. Ἔοικεν δὴ τὸ βίαιον εἶναι, οὗ ἔξωθεν ἡ ἀρχ, μηδὲν συμ‐
20βαλλομένου τοῦ βιασθέντος”. Ὅτι τὸ ἐν ᾗ μηδὲν συμβάλλεται ὁ πράττων ἢ ὁ πάσχων εἶπεν ἐν τοῖς ἔμπροσθεν ἀντὶ τοῦ ὁ βιασθείς, διὰ τοῦ νῦν εἰρημένου ἔδειξεν μεταλαβὼν καὶ μηκέτι εἰπὼν ‘μηδὲν συμβαλλομένου τοῦ πράττοντος ἢ πάσχοντοσ‘, ἀλλὰ ἀντὶ τούτων εἰπὼν τοῦ βιασθέντος. ποτὲ μὲν
25πράττειν λέγομεν, ποτὲ δὲ πάσχειν· καὶ γὰρ ‘βιασθεὶς ἔπραξεν‘ καὶ ‘βίᾳ ἔπαθεν‘ λέγομεν. ἀρχὴν δ’ ἂν λέγοι ἔξωθεν εἶναι ἐπὶ τῶν βιαζομένων τὴν ποιητικήν. ἡ μὲν γὰρ τελικὴ καὶ οὗ ἕνεκεν αἰτία οὖσα ἔξωθέν ἐστιν ἐπὶ πάντων τῶν πρασσομένων, εἴ γε πᾶς ὁ πράττων ἕνεκά του πράττει ὃ πράττει, ὅ ἐστιν ἐκτὸς αὐτοῦ. ἔτι τε οὐδ’ ἂν εἴη ἐν τοῖς βίᾳ τι
30πράττουσιν ἢ πάσχουσιν ἡ ὡς τέλος αἰτία. οὐ γὰρ ὁ βιαζόμενος ὑπό τινος τέλος τι ἔχει προκείμενον αὑτῷ, οὗ χάριν ὑπὸ τοῦ βιαζομένου βιά‐ ζεται. τῷ μὲν γὰρ βιαζομένῳ τινὰ † καὶ τοῦτο πράττον ἢ τέλος τι πρόκει‐
ται, καὶ διὰ τοῦτο τοῦτον, ὃν βιάζεται, 〈βιάζεται〉, αὐτῷ δὲ οὐδέν. οἱ δὲ132

133

πάσχοντες τὰ βίαιά εἰσιν, ὧν ἔξωθέν ἐστιν ἡ ἀρχὴ ἡ ποιητική, μηδὲν εἰς τὸ γινόμενον τοῦ πάσχοντος συμβαλλομένου τε καὶ συμπράττοντος, ὡς ἔδειξεν γινόμενον ἐπὶ τῶν πλεόντων, ὅταν ὑπὸ πνεύματός τινος ἐξωσθῶσιν, καὶ ὑπὸ τῶν κυρίων ὄντων καὶ ἀγόντων τοὺς ἡττημένους, ὅπῃ ἂν αὐτοῖς
5δοκῇ. οὐκ εἴ τις δὲ βιαζόμενος ὑπό τινος κινήσαι τι τῶν ὀργανικῶν μορίων κίνησίν τινα, ἣ συντελεῖ πρὸς τὸ γινόμενον βίᾳ, οὗτος ἤδη συμ‐ βάλλοιτο ἂν [ἡ τοῦ] πρὸς τὸ γινόμενον βίᾳ (οὐ γὰρ εἰ ἀπωσθεὶς ὑπό τινος κινήσας τὰ σκέλη ἐμπέσοι τινὶ ἢ καταβάλοι τι, ἤδη ἂν λέγοιτο συντελεῖν πρὸς τὸ γινόμενον), ἀλλ’ εἰ μὲν κατὰ τὴν οἰκείαν ὁρμὴν καὶ πρόθεσιν
10ποιήσαι τοῦτο, εἴη ἂν συντελῶν· εἰ δὲ κατὰ συνήθη τινὰ καὶ φυσικὴν με‐ ταφορὰν τῶν σκελῶν κινηθείη, οὐκέτι, ὅπερ εἶπεν καὶ Ἀριστοτέλης διὰ τοῦ καὶ γὰρ ἡ ἀρχὴ τοῦ κινεῖν τὰ ὀργανικὰ μέρη ἐν ταῖς τοιαύ‐ ταις πράξεσιν ἐν αὐτῷ ἐστιν. ὁ γὰρ ἐκ τῆς νεὼς τὰ φορτία ταῖς αὑτοῦ χερσὶν ἐκβάλλων εἰς τὴν θάλασσαν διὰ τὸν κίνδυνον, οὐχ ὅτι κινεῖ
15τὰς χεῖρας ἑκὼν ποιεῖ, ἀλλ’ ὅτι προελόμενος τοῦτο ποιῆσαι, οὕτως αὐτὸ ποιεῖ, οὐκέτι 〈δὲ〉 οἱ δι’ ἡδονῆς τι ποιοῦντες βίᾳ, ὅτι αὐτοὶ ποιοῦσιν ἃ ποιοῦσιν διὰ τὴν ἡδονήν, ἀλλ’ οὐκ ἔξωθεν τὸ ποιοῦν ἔχουσιν· τὸ γὰρ ἡδὺ ὡς τέλος καὶ σκοπὸς αἴτιον, ἀλλ’ οὐχ ὡς τὸ ποιοῦν. Περὶ ἡδονῆς.
20 Ὅτι οἰκεία ἡ ἡδονὴ τῇ ἐνεργείᾳ, ἐφ’ ᾗ γίνεται, καὶ οὐκ ἔστιν ἡ μὲν ἡδονὴ ὁμοειδὴς πᾶσα, κατὰ τὸν ἀριθμὸν μόνον ἄλλη ἄλλης διαφέρουσα, τὰ δὲ ποιητικὰ τῶν ἡδονῶν διαφέρει, ἀλλ’ εἰσὶν καὶ αἱ ἡδοναὶ ὁμοίως ἀλ‐ λήλων διαφέρουσαι, ὥσπερ καὶ τὰ ποιητικὰ αὐτῶν, ἐναργῶς ἔδειξεν Ἀρι‐ στοτέλης διὰ τοῦ δεῖξαι τὰς οἰκείας ταῖς ἐνεργείαις ἡδονὰς συναυξούσας
25τὰς ἐνεργείας, ἐφ’ αἷς γίνονται. ἡ γὰρ ἐπὶ τῷ γεωμετρεῖν ἡδονὴ συναύξει τὰς κατὰ γεωμετρίαν ἐνεργείας, καὶ 〈ἡ〉 ἐπὶ τῷ κιθαρίζειν τὰς κατὰ τὴν κιθα‐ ριστικήν, ὡς ἔχουσαι πρὸς αὐτὰς οἰκειότητα καὶ διαφέρουσαι ἀλλήλων κατὰ ταὐτὰ ταῖς ἐνεργείαις, ἐφ’ αἷς γίνονται. εἰ γὰρ ἦσαν αἱ ἡδοναὶ αἱ αὐταί, οὐκ ἂν ἥδε μὲν τάσδε, ἥδε δὲ τάσδε τὰς ἐνεργείας συνηῦξεν. οἷς μὲν γὰρ
30ἀθροίζειν χρήματα πρόκειται, δι’ ὧν ἐνεργειῶν ἡγοῦνται δύνασθαι τοῦτ’
αὐτοῖς περιγενέσθαι, ταύτας ἐνεργοῦσιν, καὶ δι’ ὧν πλεῖον, μᾶλλον, ὡς ὄν‐133

134

τος τινὸς ἑνὸς καὶ τοῦ αὐτοῦ τῶν ἀδιαφόρων ἐνεργειῶν περιγινομένου. διὸ οἱ αὐτοὶ διὰ τῶν διαφόρων κτῶνται τὰ χρήματα, καὶ οὐδὲν μᾶλλον διὰ τῶνδε ἢ τῶνδε, ἅ ἐστι κτημάτων τε καὶ πλούτου περιποιητικά. ἐπὶ δὲ τῶν ἡδονῶν οὐχ οὕτως. οὐ γὰρ ὡς ἀπὸ πάντων τῶν ποιητικῶν ἡδονῆς
5τῆς αὐτῆς περιγινομένης ἡδονῆς, δι’ ὧν μάλιστα γίνεται ταῦτα, ζητοῦσιν, ἀλλ’ ὡς ἄλλων οὐσῶν τῶν ἐπὶ διαφόροις γινομένων ἐνεργείαις τὰς ἐπὶ ταῖσδε γινομένας αἱροῦνται, καὶ λυποῦνταί γε καὶ ἄχθονται ταῖς ἀπα‐ γούσαις αὐτοὺς ἀπὸ τῶνδε τῶν ἐνεργειῶν ἐνεργείαις τε καὶ ἡδοναῖς, ὡς ἐμποδὼν γινομέναις ταῖς προκειμέναις αὐτοῖς ἡδοναῖς διὰ τοῦ τὰς ἐνεργείας
10ἐμποδίζειν, ἐφ’ αἷς γίνονται. φθαρτικαὶ γὰρ ἀλλήλων, ὥσπερ ἐνέργειαι, ἐφ’ αἷς ἡδοναί, οὕτως δὲ καὶ αἱ ἐπ’ αὐταῖς ἡδοναί. καίτοι, εἰ ἦσαν ὁμο‐ ειδεῖς αἱ ἡδοναὶ πᾶσαι, καὶ τὰς ἐνεργείας ᾑρούμεθα τῶν ἡδονῶν χάριν, ἦσαν 〈ἂν〉 αἱρετώταται ἐνέργειαι αἱ μάλιστα ποιοῦσαι τὴν ἡδονήν, εἰ δ’ οὐκ ἀπὸ τῆς γινομένης ἡδονῆς ἡ τῶν ἐνεργειῶν τῶν ποιητικῶν αὐτῶν
15κρίσις, ἔμπαλιν δὲ ἀπὸ τῶν ἐνεργειῶν τὰς ἡδονὰς κρίνομεν, οὔτ’ ἂν διὰ τὰς ἡδονὰς αἱ ἐνέργειαι τὸ αἱρετὸν ἔχοιεν, οὔτε ὁμοειδεῖς ἂν εἶεν ἀλλήλαις. ἔτι δέ, εἰ ὃ ποιοῦμεν ἐφ’ αἷς λυπούμεθα ἐνεργείαις (παυόμεθα γὰρ τοῦ ἐνεργεῖν αὐτάς), τοῦτο ποιοῦμεν εἰς αὐτάς, ὅταν ἡδώμεθά τισιν ἄλλαις ἐνεργείαις, δῆλον ὡς οἰκεῖαι ταῖς ἐνεργείαις αἱ γινόμεναι ἐπ’ αὐταῖς ἡδοναί.
20ἔτι 〈εἰ〉 τοῖς μὲν σώφροσιν αἱ αἰσχραὶ ἐνέργειαι λύπην φέρουσιν, ἡδονὴν δὲ αἱ σωφρονικαί τε καὶ καλαί, τοῖς δὲ ἀκολάστοις ἔμπαλιν, οὐκ ἂν εἶεν αἱ ἀπὸ τῶν αἰσχρῶν ὁμοειδεῖς ταῖς ἀπὸ τῶν καλῶν. οὐχ ὅμοιον τὸ ἐπὶ τῶν χρημάτων· οὐ γὰρ τοῖς φρονίμοις τε καὶ σώφροσιν ἡ πορνοβοσκία πενίας αἰτία, τοῖς δὲ μοχθηροῖς περιουσίας, ἀλλὰ καὶ τοῖς σώφροσιν τῆς αὐτῆς
25εὐπορίας ἂν αἰτία γίνοιτο, εἰ φέροιεν αὐτὰς ἐνεργεῖν. ἐπὶ γὰρ τῶν ἡδονῶν οὐ μόνον αἱ αἰσχραὶ ἐνέργειαι φευκταί, ἀλλὰ καὶ πρὸς τῷ μηδεμίαν αὐτοῖς ἡδονὴν φέρειν καὶ λύπης αὐτοῖς εἰσιν αἰτίαι. Πῶς σωθήσεται τὸ εἶναί τι μεταξὺ ἡδονῆς καὶ λύπης. Πῶς, εἰ ἡδονὴ ἐνέργειά ἐστι τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος, ὡς
30εἴρηκεν ἐν τῷ ἑβδόμῳ τῶν Νικομαχείων, αἱ δὲ ἐμποδιζόμεναι λυπηραί, δυνή‐
σεται χωρίζεσθαι τῆς ἡδονῆς ἡ ἀλυπία; ἐν ποίαις γὰρ ἐνεργείαις ἔσται; οὔτε134

135

γὰρ ἐν ταῖς ἀνεμποδίστοις, οὔτε ἐν ταῖς ἃς ἐνεργοῦμεν ἐμποδιζόμενοι. ἡ δὲ αὐτὴ ἀπορία ἕπεται καὶ τοῖς εἰρημένοις περὶ ἡδονῆς αὐτῷ ἐν τῷ τε‐ λευταίῳ, δι’ ὧν λέγει αἰσθήσεως δὲ πάσης πρὸς τὸ αἰσθητὸν ἐνερ‐ γούσης, τελείως δὲ τῆς εὖ διακειμένης πρὸς τὸ κάλλιστον τῶν
5ὑπὸ τὴν αἴσθησιν· τοιοῦτον γὰρ μάλιστα εἶναι δοκεῖ ἡ τελεία ἐνέργεια (αὐτὴν δὲ λέγειν ἐνεργεῖν ἢ ἐν ᾧ ἐστι μηδὲν διαφε‐ ρέτω), καθ’ ἕκαστον δὲ βελτίστη ἐστὶν ἡ ἐνέργεια τοῦ ἄριστα διακειμένου πρὸς τὸ κράτιστον τῶν ὑπ’ αὐτήν. αὕτη δ’ ἂν τε‐ λειοτάτη εἴη καὶ ἡδίστη· κατὰ πᾶσαν γὰρ αἴσθησίν ἐστιν ἡδον,
10ὁμοίως δὲ καὶ διάνοιαν καὶ θεωρίαν, ἡδίστη δ’ ἡ τελειοτάτη, τελειοτάτη δ’ ἡ τοῦ εὖ ἔχοντος πρὸς τὸ σπουδαιότατον τῶν ὑπ’ αὐτήν. καὶ γὰρ ἐκ τούτων καὶ τῶν τούτοις ἐφεξῆς λεγομένων ἡ αὐτὴ ἀπορία συνίσταταί τε καὶ μένει. ἀλλὰ μὴν δοκεῖ αὐτοῖς μέση τις εἶναι κατάστασις ἡδονῆς τε καὶ λύπης. ἢ πρῶτον μέν, εἰ ἐν ταῖς ἐνεργείαις αἱ
15ἡδοναί τε καὶ λῦπαι ταῖς τῶν αἰσθήσεων καὶ ταῖς τῆς διανοίας τε καὶ θεω‐ ρίας, δῆλον ὡς ἐν ταῖς ἀνενεργησίαις ταῖς κατὰ ταῦτα ἐν οὐδετέρῳ τούτων ἐσόμεθα. ἔστιν δὲ ὅτε οὔτε κατὰ τὰς αἰσθήσεις οὔτε κατὰ θεωρίαν ἐνερ‐ γοῦμεν, ὡς ἔν τε τοῖς ὕπνοις καὶ ἐν ταῖς χωρὶς ὕπνων ἀναπαύσεσιν. ἔπειτα εἰ ἐν ταῖς βελτίσταις ἐνεργείαις τὸ ἥδιστον, βέλτισται δὲ ἐνέργειαι
20αἱ τῶν ἄριστα διακειμένων ἕξεων, ὅταν γίγνωνται περὶ τὰ κράτιστα τῶν ὑπ’ αὐτάς, δῆλον ὡς εἰ μὴ οὕτως ἄμφω ἔχοι, οὐκέτ’ ἂν ἥδισται γίνοιντο αἱ ἐνέργειαι. ὀλίγης μὲν οὖν παραβάσεως καὶ ἀνέσεως τοῦ ἐν ἑκατέρῳ κρα‐ τίστου γινομένης ἔτι ἂν μένοιεν ἡδεῖαι, εἰ καὶ μὴ ἥδισται. εἰ δ’ ἔτι μᾶλλον ἀνεθεῖεν (δῆλον αἱ εἰς τὸ χωρὶς ἡδονῆς τε καὶ λύπης ἐνεργεῖσθαι·
25† αἰτίαι τοῦ χρησίμου χάριν γινόμεναι ὄψεις τε καὶ ἀκοαὶ καὶ ὀσφρήσεις καὶ ἁφαί, οἷον τοῦ φυλάξασθαί τι ἢ τοῦ γνωρίσαι), δῆλαί εἰσιν οὔτε τὸ λυπηρὸν ἔχουσαι οὔτε τὸ ἡδύ, εἰ αὐτὸς εἶπεν, ποῖαί εἰσιν ἐνέργειαι μέσαι, δι’ ὧν προσέθηκεν, λέγων πῶς οὖν οὐδεὶς συνεχῶς ἥδεται ἢ κάμνει; πάντα γὰρ τὰ ἀνθρώπεια ἀδυνατεῖ συνεχῶς ἐνεργεῖν. οὐ γίνεται οὖν
30οὐδὲ ἡδον· ἕπεται γὰρ τῇ ἐνεργεί. ἔνια δὲ τέρπει καινὰ ὄντα, ὕστερον δὲ οὐχ ὁμοίως διὰ ταὐτ· τὸ μὲν γὰρ πρῶτον παρακέ‐
κληται ἡ διάνοια, καὶ διατεταμένως περὶ αὐτὰ ἐνεργε, ὥσπερ135

136

κατὰ τὴν ὄψιν οἱ ἐμβλέποντες, μετέπειτα δ’ οὐ γίνεται τοιαύτη ἡ ἐνέργεια, ἀλλὰ παρημελημένη, διὸ καὶ ἡ ἡδονὴ ἀμαυροῦται. ἐν γὰρ ταῖς τοιαύταις ἀνέσεσίν τε καὶ ἠμελημέναις ἐνεργείαις καὶ ἀμαυρώ‐ σεσιν τῆς ἡδονῆς τὸ χωρὶς ἡδονῆς ἄλυπόν ἐστιν εὑρεῖν. ὅτι δέ τινων αἰσθανό‐
5μεθα οὔτε ἡδόμενοι οὔτε λυπούμενοι, λέγει καὶ ἐν τῷ δευτέρῳ Περὶ ψυχῆς. περὶ γὰρ ὀσφρήσεως καὶ τῶν ὀσφρητῶν ἐν αὐτῷ λέγων εἶπεν· φαύλως γὰρ ἄνθρωπος ὀσμᾶται καὶ οὐδενὸς αἰσθάνεται τῶν ὀσφραντῶν ἄνευ τοῦ λυπηροῦ ἢ τοῦ ἡδέος. εἰ γὰρ φαύλως, διότι μόνων τῶν ἡδέων τε καὶ λυπηρῶν αἰσθάνεται, δῆλον ὡς ταῖς ἄλλαις αἰσθήσεσιν, αἷς
10οὐ φαύλως αἰσθανόμεθα, αἰσθανοίμεθ’ ἂν καὶ οὔτε ἡδέων οὔτε λυπηρῶν. ἀλλ’ εἰ καὶ τῶν στερήσεων τῶν αἰσθητῶν ἑκάστῃ αἰσθήσει τῶν οἰκείων αἰσθανόμεθα, δῆλον ὡς ἡ τούτων αἴσθησις οὔτε μεθ’ ἡδονῆς οὔτε μετὰ λύπης γίνοιτο. Ὅτι ἡ ἀφροσύνη τούτων ἔσται ἄγνοια, ὧν ἡ φρόνησις ἐπι‐
15στήμη. Εἰ ἡ φρόνησις ἐπιστήμη ἐστὶ ποιητέων τε καὶ οὐ ποιητέων, εἴη ἂν καὶ ἡ ἀφροσύνη ἄγνοια τῶν αὐτῶν, καὶ ἄφρονες οἱ τούτων τι ἀγνοοῦντες καὶ περὶ ταῦτα διεψευσμένοι. εἰ δὲ τοῦτο, οὐ πάντες οἱ ψευδόμενοί τι τῷ ἠπατῆσθαι ἄφρονες ἂν εἶεν. οὐ γὰρ πᾶσα γνῶσις ἢ ἀπάτη περὶ τῶν ποιη‐
20τέων ἢ οὐ ποιητέων ἐστίν. οὔτε γὰρ ἡ περὶ τοῦ τὸν κόσμον εἶναι τοῦδέ τινος σχήματος γνῶσις ἢ ἀπάτη περὶ ποιητέων ἐστίν, οὔτε περὶ τοῦ γενη‐ τὸν ἢ ἀγένητον αὐτὸν εἶναι, ἢ πεπερασμένον ἢ ἄπειρον, ἢ ἕνα ἢ ἀπείρους, οὔτε τὸν τῶν ἄστρων ἀριθμὸν ἢ περιττὸν εἶναι ἢ ἄρτιον, οὔτε τὸ εἶναι τοῦ κόσμου τὸ μὲν ἄνω τὸ δὲ κάτω, οὔθ’ ὅλως τι τῶν εἰς γνῶσίν τε
25καὶ θεωρίαν συντελούντων μόνην. ἀλλ’ εἰ ἔστιν ἡ περὶ ταῦτα ἐπιστήμη ἄλλης ἀρετῆς, ἀλλ’ οὐ φρονήσεως, ὁμοίως καὶ ἡ ἀπάτη περὶ αὐτὰ οὐκ ἀφροσύνη, ἀλλὰ κακία τις ἄλλη. Πῶς εἰ ἡ λύπη κακὸν πᾶσα, οὐχὶ καὶ ἡ ἡδονὴ πᾶσα ἀγαθόν.
30Εἰ ἡ λύπη κακὸν πᾶσα, ἐναντίον δὲ τῇ λύπῃ ἡ ἡδονή, πῶς οὐχὶ καὶ
αὐτὴ πᾶσα ἀγαθὸν ἢ πᾶσα κακόν, εἴ γε τῷ κακῷ τὸ ἐναντίον ἀνάγκη ἢ136

137

ἀγαθὸν ἢ κακὸν εἶναι; ἢ εἰ μὲν μονοειδὴς ἦν πᾶσα ἡδονή, πᾶσα ἦν ἂν ἢ ἀγαθὸν ἢ κακόν, εἰ δὲ μὴ οὕτως ἔχει, ἀλλὰ συνδιαιρεῖται ταῖς ἐνερ‐ γείαις ἐφ’ αἷς γίνεται (αἱ μὲν γὰρ ἐπὶ ταῖς ἀγαθαῖς ἐνεργείαις γινόμεναι ἀγαθαί, αἱ δὲ ἐπὶ ταῖς μοχθηραῖς κακαί, ὥσπερ καὶ αἱ ἐπιθυμίαι· καὶ γὰρ
5τῶν ἐπιθυμιῶν αἱ μὲν τῶν ἀγαθῶν ἀγαθαί, κακαὶ δὲ αἱ τῶν φαύλων), οὐ‐ δὲν κωλύσει τῇ λύπῃ οὔσῃ κακῷ ἐναντίας εἶναι τῶν ἡδονῶν τὰς μὲν ὡς ἀγαθάς, τὰς δὲ ὡς κακάς, τὰς μὲν κατὰ λόγον τε καὶ ἐπὶ τοῖς ἀγαθοῖς γινομένας ὡς ἀγαθάς, τὰς δὲ παρὰ τὸν ὀρθὸν γινομένας λόγον καὶ ἐπὶ τοῖς φαύλοις ὡς κακάς. ἦν γὰρ τῷ κακῷ τὸ ἐναντίον ἢ ἀγαθὸν ἢ κακόν, ὁ
10δὲ πόνος οὐ πᾶς κακόν· ὁ γὰρ τῶν καλῶν χάριν γινόμενος αἱρετός. ἢ χρὴ ὁμοίως καὶ τὴν ἡδονὴν ἀγαθὸν λέγειν καὶ τὴν λύπην κακόν. καὶ γὰρ ἡδονὴν εἴποι ἄν τις πᾶσαν ἀγαθόν, ἀλλὰ τὴν μὲν καὶ ἁπλῶς καὶ τῇ οἰ‐ κείᾳ φύσει, ἥτις ἐστὶν ἡ τῶν σπουδαίων (τὰ γὰρ τοῖς σπουδαίοις ἀγαθὰ καὶ κακὰ καὶ τῇ αὑτῶν φύσει τοιαῦτα), τὴν δὲ τῷδε ἀγαθὸν τῷ οὕτως
15ἔχοντι, ἀλλ’ οὐχ ἁπλῶς ἀγαθόν· τοιαῦται αἱ τῶν μοχθηρῶν ἡδοναί. ἐκεί‐ νοις γὰρ ἀγαθαὶ καὶ αἱρεταί, οὐχ ἁπλῶς. καὶ λῦπαι δὲ αἱ μὲν ἐπὶ τοῖς ὄντως κακοῖς γινόμεναι ἁπλῶς ἂν εἶεν κακαί, αἱ δ’ ἐπὶ τοῖς μὴ τοιούτοις ἐκείνοις κακαί, οὐ μὴν καὶ ἁπλῶς ἔτι· ἔσται δέ ποτε καὶ ὁ ἀγαθὸς ἐν τούτῳ τῷ κακῷ, ὡς καὶ ἐν πενίᾳ καὶ νόσῳ· τὰ γὰρ ἐφ’ οἷς ὁ σπουδαῖος
20λυπήσεται κακά. Ὑπὸ τί τῶν ἀγαθῶν ἡ ἡδονὴ ἂν εἴη. Ἐπεὶ τῶν ἀγαθῶν τὰ μὲν τίμια, τὰ δὲ ἐπαινετά, τὰ δὲ δυνάμεις, τὰ δὲ ὠφέλιμα, ἐζητήθη ὑπὸ τί τούτων χρὴ εἶναι τὴν ἡδονήν. εἰ μὲν πᾶσαι ἀγαθὸν καὶ πᾶσαι ὁμοειδεῖς αἱ ἡδοναί, περὶ πάσης τε χρὴ ζητεῖν καὶ ὑπὸ
25τί εἶεν τῶν ἀγαθῶν πᾶσαι, εἰ δὲ οὐ πᾶσαι ἀγαθόν, ἀλλ’ ἑπόμεναι ταῖς αἱρεταῖς ἐνεργείαις (οὐ γάρ ἐστιν ἡ ἡδονὴ αὐτὴ καθ’ αὑτήν, ἀλλ’ ἐπί τινι ἐνεργείᾳ γίνεται, καὶ γίνεται κατ’ οἰκειότητα τὴν πρὸς τὴν ἐνέργειαν· οὐ γάρ ἐστιν ἡ ἀπ’ ἄλλης ἐνεργείας ἡδονὴ ἡ αὐτὴ τῇ ἀπ’ ἄλλης· φθείρουσιν γοῦν πολλάκις αἱ ἀπ’ ἄλλων ἐνεργειῶν ἡδοναὶ τὰς ἀπ’ ἄλλων· ὁ γὰρ
30χαίρων τῇ ἀπὸ τοῦ αὐλεῖν ἡδονῇ σφόδρα, κἂν τύχῃ τινὰ ἐνέργειαν ἡδέως ἐνεργῶν, ἀκούσας αὐλῶν καταλιπὼν τήν τε ἐνέργειαν τὴν ἐν ποσὶν καὶ τὴν ἡδονὴν τὴν ἐπ’ αὐτῇ τῷ αὐλοῦντι προσέχει, ὡς τῇ ἀπὸ τοῦ αὐλεῖν ἡδονῇ χαίρων ἄλλῃ οὔσῃ τῆς ἐπὶ τῶν πρὸ τοῦ ἐνεργουμένων), εἰ δὲ ἄλλαι ἐπ’ ἄλλαις καὶ διαφερούσαις ἐνεργείαις γινόμεναι, καί εἰσιν οἰκεῖαι ταῖς ἐνερ‐
35γείαις, ἐφ’ αἷς γίνονται, δῆλον ὡς συνδιαιροῖντο ἂν αὐταῖς, ὡς τῶν μὲν
αἱρετῶν αἱρεταὶ εἶναι, φευκταὶ δὲ τῶν φευκτῶν. συνδιαιρούμεναι δὲ ἐκεί‐137

138

ναις δῆλον ὡς καὶ ὑπὸ τὸ εἶδος τῶν ἀγαθῶν εἶεν ἂν ἐκεῖνο, ὑφ’ ὃ καὶ αἱ ἐνέργειαι αἷς εἰσιν οἰκεῖαι. εἰ μὲν γὰρ εἶεν αἱ ἐνέργειαι τῶν ἐπαινε‐ τῶν, ὧν εἰσιν αἱ κατ’ ἀρετήν, ἔσονται καὶ αὗται τοιαῦται, εἰ δὲ τῶν ὡς δυνάμεων εἶεν ἀγαθῶν, ὁποῖαί εἰσιν αἱ περὶ τροφήν τε καὶ τὰ ἀφροδίσια,
5καὶ αὗται ἐν ταύτῃ τῇ χώρᾳ τῶν ἀγαθῶν ἔσονται. Διὰ τί φορτικωτάτους εἶπεν τοὺς ἐν ἡδονῇ τὸ τέλος τι‐ θεμένους ἐν τῷ πρώτῳ τῶν Ἠθικῶν Νικομαχείων. Ἢ διότι τὴν εὐδαιμονίαν ἐν ταῖς σωματικαῖς ἀπολαύσεσι τίθενται, ἐν αἷς καὶ τὰ ἀνδράποδα καὶ τὰ βοσκήματα, εἰσὶ φορτικοί, 〈ἢ〉 διότι καθ’ οὓς
10ἡ μόνη ἡδονὴ αἱρετὴ καὶ ὁ πόνος δι’ αὑτὸν φευκτός, οὔτε τὸ καλὸν δι’ αὑτὸ αἱρετὸν οὔτε τὸ αἰσχρὸν δι’ αὑτὸ φευκτόν. ἔτι εἰ μόνον ἡ ἡδονὴ αἱρετή, 〈αἱρετὰ〉 πάντα τὰ ἡδονῆς ποιητικά, ὥστε ἔσται καὶ ἐκεῖνα ἀγαθά· καὶ εἰ τὰ πόνου ποιητικὰ φευκτά, ἔστι δέ ποτε καλὰ πόνου ποιητικὰ, ἔσται καλά τινα φευκτά, ὁποῖαί εἰσιν καὶ αἱ κατ’ ἀνδρίαν ἐνέργειαι. ἔτι καθ’
15οὓς μηδὲν τῇ αὑτοῦ φύσει καλόν ἐστιν μηδὲ αἰσχρόν, φαίνεται δέ τινα τοιαῦτα διὰ τὰς προλήψεις τὰς τῶν ἀνθρώπων, δι’ ἃς οὐκ ὂν τῇ ἑαυτοῦ φύσει 〈αἰσχρὸν〉 τὸ αἰσχρὸν ὡς κακὸν φυλασσόμεθα, εἴημεν ἂν ζημιού‐ μενοι εἰς τὰς ἡδονὰς τὰ μέγιστα τῷ φυλασσόμενοι τὸ αἰσχρὸν ἀπέχεσθαι αὐτῶν, ὃ οὐδὲ ἓν τῶν ἀλόγων ποιεῖ, ὥστε εἴη ἂν ἡμῖν πρὸς κακοῦ τὸ
20λογικοῖς εἶναι. τὸ δὲ λέγειν, ὅτι μηδ’ αὐτοὶ τὰς αἰσχρὰς ἡδονὰς ἀξιοῦμεν αἱρεῖσθαι, εἰ μὲν οὕτως καὶ διὰ τοῦτο λέγοιεν, διότι τὸ αἰσχρὸν δι’ αὑτὸ φευκτόν ἐστι, καλῶς μὲν ἂν λέγοιεν, οὐκέτι μέντοι φυλάσσοιεν 〈ἂν〉 τὸ μόνον τὸν πόνον εἶναι φευκτὸν δι’ αὑτόν, εἰ δὲ μὴ διὰ τὸ αἰσχρὸν αὐτό, ἀλλ’ ὅτι ἐπὶ τοῖς τοιούτοις [αἱ] ζημίαι τινὲς ὑπὸ τῶν νομοθετῶν ὁρίζονται, εἰ
25μὲν καλῶς, εἶεν ἂν τῇ αὑτῶν πάλιν φύσει τὰ αἰσχρὰ κακά, εἰ δὲ μὴ κα‐ λῶς, τοῦτ’ ἐστὶ τὸ λέγειν ζημίαν εἶναι τοῖς ἀνθρώποις τὸ λογικοῖς εἶναι, εἴ γε διὰ τὸν λόγον τὰ μὴ κακὰ κακὰ ὑπολαμβάνοντες ἀποστεροῦνται δι’ αὐτὰ τῶν ὡς ἀληθῶς ἀγαθῶν. τὸ δὲ λέγειν πᾶν ὃ αἱρούμεθα ὡς ἡδὺ ἡμᾶς αἱρεῖσθαι, καὶ τούτῳ χρῆσθαι εἰς πίστιν τοῦ τὴν ἡδονὴν εἶναι τὸ
30μέγιστον ἀγαθόν, οὐκ ἀληθές, εἴ γε αἱρούμεθα ἕκαστον ὧν αἱρούμεθα ἢ
ὡς καλὸν ἢ ὡς συμφέρον ἢ ὡς ἡδύ. τὸ δὲ λέγειν καὶ τὸ συμφέρον ἡδὺ138

139

εἶναι ψεῦδος. πολλάκις γὰρ φανερῶς αὐτὸ ὂν ἀηδὲς αἱρούμεθα, καὶ εἰ συμβέβηκεν δὲ καὶ τῷ καλῷ, ᾗ καλόν ἐστι, καὶ ἡδεῖ εἶναι, ἀλλ’ οὐ διότι ἡδὺ αὐτὸ αἱρεῖται. τὸ γοῦν αἰσχρὸν πολλάκις ὂν ἡδὺ ἀποστρεφόμεθα καὶ φεύγομεν. εἰ δὲ τοῦτο διὰ τὸ αἰσχρὸν φεύγομεν, καὶ αἱροίμεθα ἂν διὰ
5τὸ καλὸν τὸ ἡδύ. ἀλλὰ καὶ τὸ λέγειν μηδὲν εἶναι τῇ αὑτοῦ φύσει καλὸν μηδὲ αἰσχρόν, ἀλλὰ πρὸς ἰδίας προλήψεις λέγεσθαι ταῦτα, καὶ ἀπαιτεῖν διὰ λόγου τινὸς δειχθῆναι τὸ καλὸν αὐτοῖς, ὅμοιον τῷ ἀπαιτεῖν λόγον τοῦ εἶναί τι λευκόν. οὐδὲν γὰρ τῶν ἐναργῶν τῇ αὑτῶν φύσει δεῖται τῆς ἐκ τῶν λόγων πίστεως, ἐναργὲς δὲ πᾶσιν τοῖς μὴ πεπηρωμένοις τὸ ὄμμα τοῦτο
10τῆς ψυχῆς, ᾧ ταῦτα γνωρίζεται, τὸ εἶναί τι καλὸν καὶ αἰσχρόν. ὅτι δὲ ἐκ φύσεως ἡμῖν τὸ γνωρίζειν τά τε αἰσχρὰ καὶ τὰ καλά, δῆλον τῷ ἐπὶ τοῖς αἰσχροῖς οὐ γινομένοις μόνον, ἀλλὰ καὶ λεγομένοις ἐρυθαίνεσθαι ὥς τι πάσχοντας, καὶ τοῦτο ἔστιν ἰδεῖν καὶ ἐν τοῖς μικροῖς ἔτι γινόμενον παι‐ δίοις. καὶ γὰρ ταῦτα ἐρυθριᾷ πολλάκις ὡς ἐπὶ αἰσχροῖς τισίν.
15Ὅτι μὴ ὁμοειδεῖς αἱ ἡδονα. Τὰ ὁμοειδῆ ἀλλήλοις οὐκ ἔστιν ἀλλήλων φθαρτικά. οὔτε γὰρ λευκὸν ὑπὸ λευκοῦ καθὸ λευκὸν φθείρεται, οὔτε μέλαν ὑπὸ μέλανος, οὔτε θερμὸν ὑπὸ θερμοῦ, ἡδονὴ δὲ ὑπὸ ἡδονῆς ἐστι φθαρτική. αἱ γοῦν ἀπὸ τῶν σφό‐ δρα σπουδαζομένων ἡδοναὶ φθείρουσι τὰς ἀπὸ τῶν σπουδαζομένων ἔλατ‐
20τον. ἐν γοῦν τοῖς θεάτροις ἡ ἀπὸ τοῦ ἀκούειν τινὸς κωμῳδοῦντος καλῶς φθείρει τὴν ἀπὸ τοῦ τραγηματίζειν. εἰ δέ, ὃ ἡ ἐναντία λύπη ποιεῖ τῇ ἡδονῇ, τοῦτο ποιεῖ ἡ ἀπό τινος ἄλλου ἡδονή, οὐκ ἂν εἴη ὁμοειδὴς αὕτη, ὡς τῷ ἀριθμῷ διαφέρειν μόνον. ἔτι 〈εἰ〉 αἱ ἡδοναὶ οἰκεῖαι ταῖς ἐνερ‐ γείαις, ἐφ’ αἷς γίνονται, τέλη οὖσαι αὐτῶν τῶν κατ’ εἶδος διαφερουσῶν
25ἀλλήλων ἐνεργειῶν, εἶεν ἂν καὶ αἱ ἡδοναὶ ἕτεραι τῷ εἴδει ἀλλήλων. ἔτι εἰ τὴν τοῦ ἀκολάστου ἡδονὴν μὴ οἷόν τε ἡσθῆναι τὸν σώφρονα, μηδὲ τὴν τοῦ σώφρονος τὸν ἀκόλαστον, οὐκ ἂν εἶεν ὁμοειδεῖς ἀλλήλαις αἱ ἡδοναὶ πᾶσαι. ἀλλὰ μὴν τὸ πρῶτον, τὸ ἄρα δεύτερον. Ὅτι μὴ χρὴ πανταχοῦ τὸ χρήσιμον ζητεῖν.
30Ὁ ἐν πάσῃ πράξει καὶ παντὶ μαθήματι τὸ χρήσιμον ἀπαιτῶν καὶ
μηδὲν ἀξιῶν μανθάνειν ἢ ποιεῖν, ὃ μὴ ἔστι χρήσιμον, οὗτος ἀναιρεῖ τὸ139

140

εἶναί τι δι’ αὑτὸ ἀγαθόν τε καὶ αἱρετόν, εἴ γε τὸ μὲν χρήσιμον ἄλλου τινὸς χάριν γίγνεται, πρὸς ὃ χρήσιμόν ἐστι, τὸ 〈δὲ〉 ἄλλου τινὸς γινόμενον χάριν παρ’ ἐκείνου τὸ αἱρετὸν ἔχον ἔχοι ἂν παρ’ ἐκείνου καὶ τὸ ἀγαθὸν εἶναι, πᾶν δὲ χρήσιμόν ἐστι τὸ ἀγαθοῦ τινος ποιητικὸν καὶ γινόμενον, διότι
5ἐκείνου ἐστὶ ποιητικόν. ἀλλ’ εἰ τὸ δι’ αὑτὸ ἀγαθόν τε καὶ αἱρετὸν μᾶλ‐ λον ἀγαθὸν τοῦ παρ’ ἄλλου τὸ ἀγαθὸν ἔχοντος, ὁ τὸ χρήσιμον ἐν πᾶσιν ἀπαιτῶν ἀναιρεῖ τὸ εἶναί τι ἀγαθὸν κυρίως τε καὶ καθ’ αὑτό. ἔτι ὁ τὸ χρήσιμον μόνον ἀγαθὸν εἶναι λέγων καὶ αἱρετὸν ἀναιρεῖ τὸ εἶναί τι χρή‐ σιμον. εἰ γὰρ τὸ χρήσιμον ὡς ἀγαθοῦ ποιητικόν ἐστιν αἱρετὸν καὶ τὸ
10εἶναι ἀγαθὸν ἔχει παρὰ τοῦ γινομένου πρὸς αὐτοῦ, μηδὲν δέ ἐστι τοιοῦτο καθ’ οὓς μόνον αἱρετόν ἐστιν τὸ χρήσιμον *** ἀναιρουμένου τοῦ δι’ ὃ γινόμενον ὑπ’ αὐτοῦ τὸ χρήσιμον τὸ αἱρετὸν ἔχει. εἰ γὰρ εἴη τὸ χρήσιμον χρήσιμον, διότι χρησίμου τινός ἐστιν ἀγαθοῦ ποιητικόν, ἔσται πᾶν τὸ ὑπὸ τοῦ χρησίμου γινόμενον χρήσιμον, ὃ τῷ εἶναι χρήσιμον ἐπ’ ἄλλο πάλιν
15ἕξει τὴν ἀναφοράν. οὕτως δὲ ἐπ’ ἄπειρον προελεύσεται, ἀεὶ μὲν τοῦ χρη‐ σίμου, διότι ποιεῖ τι, ὄντος χρησίμου, παντὸς δὲ τοῦ ὑπὸ τοῦ χρησίμου γινομένου ὄντος καὶ αὐτοῦ χρησίμου. τούτου δ’ οὕτως ἔχοντος οὐδ’ ἂν τὸ χρήσιμον ἔτι μένοι χρήσιμον, οὐκ ὄντος ἐσχάτου τινός, ὃ τῷ δι’ αὑτὸ αἱρετόν τε καὶ ἀγαθὸν εἶναι καὶ τοῖς εἰς αὐτὸ συντελοῦσιν καὶ οὖσι πρὸς
20αὐτὸ χρησίμοις τὸ εἶναι τοῖς τοιούτοις παρεῖχεν. ὡς γὰρ μὴ ὄντος αἱρε‐ τοῦ τοῦ γινομένου οὐδὲ τὸ πρὸς τοῦτο χρήσιμον ἔχοι ἂν 〈τὸ〉 αἱρετόν, οὕτως οὐδὲ τῶν πρὸς χρήσιμόν τι χρησίμων ἔχοι ἂν τὸ αἱρετὸν τῷ μηδὲν τῶν γινομένων ὑπ’ αὐτῶν αἱρετὸν εἶναι δι’ αὑτό. εἰ δὴ ἄτοπον τὸ ἀναιρεῖν τό γε εἶναί τι ἀγαθόν (ἀναιρεῖται γὰρ κατὰ τοὺς λέγοντας μόνον δεῖν σπου‐
25δάζεσθαι τὸ χρήσιμον, ὡς δέδεικται), ἄτοπον δὲ καὶ τὸ λέγειν μηδὲν εἶναι χρήσιμον, ὃ καὶ αὐτὸ ἀναιροῦσιν οἱ τὸ χρήσιμον μόνον σπουδάζεσθαι λέ‐ γοντες, ἄτοπος ἂν ἥδε ἡ δόξα εἴη. πρὸς δὲ τούτοις εἰ τὰ μὲν χρήσιμα ἡμῖν συναίρεται πρὸς τὰς ἐνδείας τε καὶ ἐνοχλήσεις καὶ περιστάσεις τὰς κατὰ τὸν βίον, τέλος δὲ οὐ τὸ 〈μὴ〉 ἐνοχλεῖσθαι, ἀλλὰ τὸ μηδὲν ἐνοχλου‐
30μένους ἐνεργεῖν τινας ἐνεργείας, αἱ οἰκεῖαί τε τοῖς ἀνθρώποις καὶ ἐλευθέρων
ἐνέργειαι ***. ἀνδραπόδων γὰρ τὸ πάντα ποιήσαντας πρὸς τὸ μὴ140

141

ἐνοχλεῖσθαι ἐν παιδιᾷ τοῦ λοιποῦ καταζῆν μηδεμίαν ἐνέργειαν σπουδῆς ἀξίαν ἐνεργοῦντας. ὡς γὰρ ἄτοπον τὰς τῶν θεῶν ἐνεργείας ἢ πρὸς τὸ χρήσιμον αὐτοῖς γίνεσθαι λέγειν τοῖς μηδενὸς τοιούτου δεομένοις, ἀλλὰ ἔξω πάσης ἐνδείας καὶ παντὸς πάθους οὖσιν, ἢ ἐν παιδιᾷ τὸ τέλος αὐτοῖς τίθεσθαι,
5οὕτως ἄτοπον καὶ τὸ τοῖς ἀνθρώποις λέγειν τέλος εἶναι τῶν σπουδαίων ἐνεργειῶν καὶ παντὸς τοῦ βίου παιδιάν. καὶ γὰρ εἰ πάντες τῶν ἄλλων ἁπάντων ζῴων διαφέρομεν τῷ ἐπιστήμης τε εἶναι δεκτικοὶ καὶ αἴσθησιν ἀληθείας ἔχειν, δῆλον ὡς καὶ τὸ τέλος ἂν ἡμῖν εἴη ἐν ταῖς κατ’ αὐτὰ ἐνεργείαις ταῖς γινομέναις καθ’ ὅ ἐσμεν ἄνθρωποι, ἐσμὲν δὲ ἄνθρωποι μά‐
10λιστα, καθ’ ἃ διαφέρομεν τῶν ἄλλων ζῴων ἁπάντων, ταῦτα δ’ ἦν ἐπι‐ στήμη τε καὶ ἀλήθεια, 〈ἃ〉 οὔτε ἐν παιδιᾷ κεῖται, οὔτε ἐν τοῖς διὰ τὸ χρή‐ σιμον αἱρετοῖς. Περὶ αἰδοῦς. Εἴρηκεν μὲν καὶ ἐν τῷ δευτέρῳ τῶν Νικομαχείων, ὅτι πάθος ἐστίν, ἀλλ’
15οὐχ ἕξις οὐδὲ ἀρετή, λέγει δὲ καὶ ἐν τῷ τετάρτῳ, καὶ δείκνυσίν γε ὅτι πάθος διά τε τοῦ ὁρισμοῦ τῆς αἰδοῦς καὶ διὰ τῶν τοῖς αἰδουμένοις συμβαινόντων. ἀλλ’ ἐκεῖ μὲν ἐπαινετὸν αὐτὸ πάθος εἶπεν, ἐνταῦθα δὲ τοῖς μὲν νέοις φησὶν εἶναι αἱρετὸν αὐτό, διότι τῆς ἡλικίας ἐχούσης εὐεμπτώτως πρὸς τὰ ἁμαρτήματα ἡ αἰδὼς πολλοῖς αὐτῶν ἐμποδὼν γίνεται, τοῖς δὲ κατὰ τὴν
20ἡλικίαν προβεβηκόσιν ἀλλότριόν φησιν αὐτὸ λοιπὸν εἶναι τῷ εἶναι μὲν δὴ τὴν αἰδὼ φόβον ἀδοξίας, τὸν δὲ φόβον τῆς ἀδοξίας ἢ ἐπὶ γεγονόσιν αἰ‐ σχροῖς ἢ ἐπὶ μέλλουσιν γίνεσθαι ἢ ἐπὶ δοκοῦσιν, ὧν οὐκέτι οἱ προβεβη‐ κότες κατὰ τὴν ἡλικίαν καὶ τὰς ἀρετὰς ἔχοντες πρακτικοί. ῥᾴδιον γὰρ αὐτοῖς φυλάττεσθαι καὶ ὅσα οὐκ ἔστι μὲν αἰσχρά, δοκεῖ δὲ γίνεσθαι καὶ
25αὐτὰ ἀδοξίας αἴτια. ἄξιον δὴ περὶ τούτου διαλαβεῖν καὶ μάλιστα, ἐπεὶ σύνισμεν αὑτοῖς ἤδη ταύτην 〈τὴν〉 ἡλικίαν γεγονόσιν αἰδουμένοις πολλὰ καὶ πολλάκις. εἰ μὲν οὖν ἦν λεγόμενον τὸ δεῖν καταφρονεῖν τῆς ἀδοξίας, οὐκ ἂν ἡμῖν ἔδει λόγων. ἐπεὶ δ’ οὐ τοῦτ’ ἐστὶν τὸ λεγόμενον, ἀλλὰ κεῖται μὲν ὅτι δεῖ φυλάττεσθαι τὴν ἀδοξίαν, εἴ γε ἡ δόξα καὶ τιμὴ μέγιστον τῶν ἐκ‐
30τὸς ἀγαθῶν, λέγεται δὲ ὅτι μηκέτι ἐν ἀδοξίᾳ γίνονται οἱ μήτε ποιοῦντές τι αἰσχρὸν μήτε ποιήσαντες, λέγοιμεν ἄν τι πρὸς τὰ εἰρημένα, ἐφ’ οἷς
σύνισμεν αὑτοῖς αἰδουμένοις. οὐ γὰρ ἔοικεν ἡ ἀδοξία ἐπὶ τοῖς πραττο‐141

142

μένοις μὴ καλῶς γίνεσθαι μόνοις, ἀλλὰ καὶ τοῖς ὑποπτευομένοις καὶ τοῖς διαβληθῆναι δυναμένοις, ἃ μάλιστα ἰσχύει παρὰ τοῖς ἀγνοοῦσιν. εἰ δὲ γίνεταί τις καὶ ἐπὶ τοῖς τοιούτοις ἀδοξία, οὐκ ἀποκέκλεισται ὁ μηδὲν αἰ‐ σχρὸν ποιήσας τοῦ ἐν ἀδοξίᾳ δύνασθαι γενέσθαι. ἣν ἀδοξίαν εἰ δεῖ φοβεῖ‐
5σθαι, ἣ οὐδὲν ἔλαττον ἐκ διαβολῶν ἢ ἐκ πράξεων γίνεται [ὁ δὲ τῆς ἀδο‐ ξίας φόβος αἰδώς], οὐκ ἀλλότριον τοῦτο 〈τὸ〉 πάθος οὐδὲ τῶν ἐπιεικῶν εἴη ἂν καὶ κατὰ τὴν ἡλικίαν προβεβηκότων, οὐδὲ κατ’ αὐτόν, εἴ γε δεῖ μὲν φυλάττεσθαι καὶ φοβεῖσθαι τὴν ἀδοξίαν, τοῦτο δ’ ἐστὶν αἰδώς. ἔτι τοῖς καλῶς τε καὶ σεμνῶς βιοῦσιν τῷ πάντα αἰσχρὰ † πάντα διαβεβλῆσθαι μεί‐
10ζων ὁ τῆς ἐπ’ αὐτοῖς ἀδοξίας φόβος, καὶ μειζόνως αὐτὸν φυλάττονται, διὸ καὶ συμβέβηκεν τούτοις αἰδεῖσθαι μάλιστα, οἷς σφόδρα ἐστὶ τὰ αἰσχρὰ μι‐ σητά. ἡ γὰρ αἰδὼς οὐκ ἔοικεν ἁπλῶς εἶναι φόβος ἀδοξίας, ἀλλὰ πολὺ πρότερον ἀλλοτριότης πρὸς τὰ αἰσχρά, δι’ ἣν οἱ οὕτως ἔχοντες φοβοῦνται τὴν ἐπ’ αὐτοῖς ἀδοξίαν. εἰ δ’ ἐστὶν τοιοῦτον ἡ αἰδώς, οὐκέτ’ ἂν οὐδὲ
15πάθος ἁπλῶς εἴη, ἀλλ’ ἕξις τις καὶ διάθεσις, ᾗ τὸ προειρημένον ἕπεται πάθος. τῶν γοῦν κατὰ τὴν ἡλικίαν προβεβηκότων τοὺς μὲν οὐ φυλασσο‐ μένους τὰ αἰσχρὰ οὐδ’ ὅλως ἂν ἴδοι τις αἰδουμένους· διὰ γὰρ συνήθειαν τῶν πραττομένων αὐτοῖς καταπεφρονήκασιν τῆς ἐπ’ αὐτοῖς ἀδοξίας. οἱ δὲ καθαρεύοντες ἀπὸ τῶν τοιούτων μᾶλλον αἰδοῦνται τότε, ὅσῳ πεπείκασιν
20καὶ αὑτοὺς αἰσχρότερον εἶναι τοῖς ταύτην τὴν ἡλικίαν γεγονόσιν τὴν ἐπὶ τοῖς αἰσχροῖς ἀδοξίαν ἢ τοῖς νέοις. Ὅτι ἀντακολουθοῦσιν αἱ ἀρετα. Ὅτι ἀντακολουθοῦσιν αἱ ἠθικαὶ ἀρεταί, δεικτέον καὶ ἀπὸ τῆς προαι‐ ρέσεως. εἰ γὰρ ἡ ἀρετὴ μάλιστα τῇ προαιρέσει κρίνεται, ἡ δὲ ὀρθὴ προ‐
25αίρεσις ἔκ τε φρονήσεως † εἵπετο βουλεύεσθαι τῆς φρονήσεως καὶ ἠθικῆς ἀρετῆς, εἴ γε δεῖ μὲν τῷ καλῶς βουλευομένῳ τὸν σκοπὸν ὀρθὸν κεῖσθαι, εἰς ὃν περὶ τῶν συντελούντων εἰς αὐτὸν βουλεύεται, ὁρίζεται δὲ ὁ σκοπὸς ὑπὸ τῆς ἠθικῆς ἀρετῆς (οὗ γὰρ ἐφιέμεθα, περὶ τούτου βουλευόμεθα, ἡ δὲ τῶν προσηκόντων ἔφεσις ἀπὸ τῆς ἠθικῆς ἀρετῆς, ὥσπερ εἶπεν Ἀριστο‐
30τέλης), οὐκ ἔστιν ἡ προαίρεσις ὀρθὴ ἄνευ φρονήσεως οὐδ’ ἄνευ ἀρετῆς.
ἡ μὲν γὰρ τὸ τέλος, ἡ δὲ τὰ πρὸς τὸ τέλος ποιεῖ πράττειν. ἔτι εἰ ἀνάγκη142

143

μὲν ἡντινοῦν ἀρετὴν ἠθικὴν ἔχοντα φρόνησιν ἔχειν, εἴ γέ ἐστιν ἡ ἠθικὴ ἀρετὴ πρακτικὴ τῶν ὡρισμένων φρονήσει τε καὶ τῷ ὀρθῷ λόγῳ, ἀνάγκη δὲ καὶ τὸν φρόνησιν ἔχοντα ἔχειν ἠθικὴν ἀρετήν, εἴ γε οἰκεῖον τῇ φρο‐ νήσει τὸ ζητεῖν, πῶς οἷόν τε τυχεῖν τοῦ δέοντος σκοποῦ, ὃν τῆς ἠθικῆς
5ἀρετῆς ὁρίσαι· αὕτη γὰρ τῆς ὀρεκτικῆς δυνάμεως ἀρετή· ταύτῃ γὰρ φρόνησίς τε καὶ δεινότης διαφέρουσιν, ᾗ ἡ μὲν φρόνησις τῶν πρὸς τὸν ὀρθὸν σκοπὸν φερόντων ἐστὶν εὑρετική τε καὶ ζητητική, ἡ δὲ δεινότης τῶν πρὸς τὸν τυχόντα *** Πῶς εἰ 〈ἡ〉 ἡδονή ἐστι κατὰ Ἀριστοτέλη ἐνέργεια τῆς
10κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος, οὐκ ἔσται καὶ ἡ εὐδαιμονία κατ’ αὐτὸν ἡδον. Εἰ οὖν ἐστιν ἡ κατὰ φύσιν ἑκάστῳ ἐνέργεια ἀνεμπόδιστος ἡδονή, ταύ‐ της δὲ πάντα ἐφίεται, 〈οὐ〉 διὰ τοῦτο ἤδη καὶ τέλος ἡ ἡδονὴ καὶ τὸ ζῆν
15οὕτως. παρ’ οὗ γὰρ καὶ τὸ ἀνεμποδίστως, ἐκεῖνο αἴτιον τοῦ ζῆν οὕτως. εἰ μὲν οὖν ἡδονὴ τοῦ κατ’ ἀρετὴν ἀνεμποδίστως ἐνεργεῖν αἰτία, ἐν ἐκείνῃ ἂν ἦν τὸ κυριώτατον ἀγαθόν, εἰ δὲ μὴ ἡδονή, ἄλλο δέ τι, ἐκεῖνο ἂν ἦν τοῦ τοιούτου βίου, ὥστ’ εἰ τοῦ οὕτως ἐνεργεῖν τοῖς ἀνθρώποις αἰτία μάλιστα ἡ ἀρετή (συντελεῖν γάρ τι δόξει πρὸς τὸ ἀνεμποδίστως καὶ τὰ ἀπὸ τῆς
20τύχης), ἐκείνη ἂν τὴν αἰτίαν ἔχοι μάλιστα ἐν τοῖς ἀνθρώποις τοῦ τοιού‐ του βίου. διὸ εἰ καὶ τὸ εὐδαιμονεῖν τῷ ἀνθρώπῳ τεθείη ἐν ταῖς κατὰ φύσιν αὐτῷ, καθ’ ἣν εἰ ἄνθρωπός ἐστι, κεῖσθαι ἐνεργείαις, εἰ ἀνεμποδίστως γίγνοιντο, ἡ ἀρετὴ ἂν καὶ μάλιστα γίνοιτο τῆς εὐδαιμονίας αἰτία, καὶ τοῦ τὰς οἰκείας ἐνεργεῖν ἐνεργείας τοῦ ἀνθρώπου οὖσα αἰτία καὶ τοῦ ἀνεμ‐
25ποδίστως. ἔτι 〈εἰ〉 ἡ ἡδονὴ ἐνέργεια ὡς ἑπομένη τῇ τοῦτον γινομένῃ τὸν τρόπον ἐνεργείᾳ, ὡς ἔδειξεν ἐν τῷ τελευταίῳ τῶν Ἠθικῶν, ἑπομένη δὲ ἡ ἡδονὴ τῇ τοῦτον γινομένῃ τὸν τρόπον ἐνεργείᾳ, σημεῖον ἂν μᾶλλον εἴη τοῦ παρεῖναι τὸ εὐδαιμονεῖν τοῖς οὕτως ἐνεργοῦσιν, ἀλλ’ οὐκ εὐδαιμονία. ἐνέρ‐ γεια γὰρ ἡ ἡδονὴ λέγεται ὑπ’ Ἀριστοτέλους, οὐχ ὡς αὐτὴ κατὰ τὸν οἰ‐
30κεῖον λόγον οὖσα ἐνέργεια, ἀλλ’ ὡς ἐπ’ ἐνεργείᾳ τὸ εἶναι ἔχουσα καὶ μὴ δυναμένη χωρὶς ταύτης γίνεσθαι. διὸ ὡς τὸ ἐνέργεια εἶναι ἀνεμπόδιστος ἔχει, οὕτως ἂν ἔχοι καὶ τὸ εἶναι εὐδαιμονία. ἐνέργεια δέ ἐστιν ἀνεμπό‐
διστος τῷ τοιαύτῃ παρακολουθεῖν ἐνεργείᾳ, καὶ εὐδαιμονία ἐστὶ τῷ παρα‐143

144

κολουθεῖν τῇ εὐδαιμονίᾳ καὶ εἶναι σημεῖον τῆς παρουσίας αὐτῆς. ὅσον δὲ πρὸς τὸ ἀνεμποδίστως ἐνεργεῖν δεόμεθα πρὸς τὰς ἀρετάς, καθ’ ἃς τὰς τοι‐ αύτας 〈δεῖ〉 ἐνεργεῖν ἐνεργείας, τοσοῦτον ἀπολείπεται καὶ ἡ κατ’ ἀρετὴν ἐνέργεια τοῦ τὸ πλέον ἔχειν ἐν αὑτῇ. ὅτι μὲν ἀνδραποδῶδες τὸ τὴν εὐ‐
5δαιμονίαν τίθεσθαι ἐν ταῖς σωματικαῖς ἡδοναῖς καὶ τῷ ἀπολαυστικῷ βίῳ, ἱκανῶς αὐτὸς ἐνεδείξατο διὰ τοῦ τά τε ἀνδράποδα καὶ τὰ βοσκήματα τὸν τοιοῦτον βίον κρίνειν, καὶ ἔτι διὰ τοῦ Σαρδαναπάλου· ὅτι δὲ μηδὲ ἐν ταῖς κατὰ ψυχὴν ἐνεργείαις αἱ ἐνέργειαι τῆς ἡδονῆς χάριν, ἀλλὰ ἡ ἡδονὴ τῶν ἐνεργειῶν, δῆλον. εἰ γὰρ καὶ ὅτι μάλιστα ἡδεῖαι αἱ κατ’ ἀρετὴν ἐνέργειαι,
10ἀλλ’ οὐ τῆς γε ἡδονῆς ἕνεκα σπουδάζονται, ἀλλ’ ἔμπαλιν. τὰς μὲν γὰρ κατ’ ἀρετὴν ἐνεργείας αἱρούμεθα, κἂν λύπης καὶ πόνων αἰτίαι γίνωνταί ποτε, ὡς ἐπὶ τῶν κατὰ τὴν ἀνδρείαν ἐνεργειῶν γίνεται, ἡδονὰς δὲ αἰσχρὰς οὐδέποτε αἱρεῖσθαι εὔλογον, ὥστε εἰ αἱ μὲν κατ’ ἀρετὴν ἐνέργειαι αἱρεταί, κἂν μετὰ λύπης ὦσιν, ὃ ἐναντίον ἐστὶ τῇ ἡδονῇ, αἱ δὲ ἡδοναὶ οὐδέποτε
15αἱρεταὶ μετὰ τοῦ ἐναντίου τῇ ἀρετῇ τε καὶ τῷ καλῷ, δῆλον ὡς τὰς ἡδονὰς διὰ τὰς ἐπὶ ταῖς κατ’ ἀρετὴν γινομένας ἐνεργείαις αἱρούμεθα, καὶ διὰ τὰς τοιαύτας ἐνεργείας. μάλιστα δ’ ἂν διακριθείη τοῦτο, εἰ τῇ φύσει ἐπακο‐ λουθήσαντες κατανοήσαιμέν τε καὶ λάβοιμεν, πότερον ποτέρου χάριν ἡ φύσις ἡμῖν εὐθὺς γινομένοις ἔδωκεν τὴν ἐνέργειαν διὰ τὴν ἡδονήν, ἢ τὴν ἡδονὴν
20διὰ τὰς ἐνεργείας. ἀλλὰ μὴν γνώριμον τὸ τὴν ἡδονὴν τοῖς ζῴοις διὰ τὰς ἐνεργείας ὑπὸ τῆς φύσεως δεδόσθαι, εἰ μέλλοι σώζεσθαι· ἀδύνατον γὰρ αὐ‐ τοῖς μὴ τρεφομένοις. τούτῳ τὴν ἐπὶ ταῖς τροφαῖς ἡδονὴν ἔχομεν παρ’ αὐτῆς, δι’ ἣν ἡδονὴν ζητοῦμέν τε τὴν τροφὴν μὴ παροῦσαν καὶ παρούσῃ χρώμεθα, τὴν ἀπὸ τῶν βελτιόνων ἀσχολίαν γινομένην ποτὲ διὰ ταύτης
25παραμυθούμενοι. παντάπασιν γὰρ ἄτοπον τὸ λέγειν τρέφεσθαι ἡμᾶς μὴ ὡς σωθησομένους διὰ τούτου, ἀλλ’ ὑπὲρ τῆς ἡδονῆς τῆς ἐπ’ αὐτῷ. ἀλλὰ καὶ τὴν ἐπιγινομένην τοῖς ἀφροδισίοις ἡδονήν, εἴ τις φυσικῶς ἐξετάζοι, οὐκ ἄλλου χάριν εὑρήσει παρεσπαρμένην ἢ τῆς τεκνοποιΐας, ὅπως ὑπὸ τῆς ἡδονῆς παραπεμπόμενα τὰ ζῷα μὴ ὀκνῇ πρὸς τὸν συνδυασμόν, ὃς αἴτιος
30τῆς κατ’ εἶδος τοῖς ζῴοις ἀιδιότητος, δι’ ἣν καὶ αὐτὸν συμβαίνει τὸν κόσμον ὅμοιον ἀεὶ μένειν ἑαυτῷ. εἰ δὲ φανερῶς ἐπὶ τούτων αἱ ἡδοναὶ τοῖς ζῴοις γίνονται τῶν ἐνεργειῶν χάριν, καὶ ἐπὶ τῶν ἄλλων ἐνεργειῶν τῶν κατὰ φύσιν οὕτως ἔχειν εὔλογον. ὅτι δὲ ἐφ’ ὧν συνυπάρχει τό τε καλὸν καὶ ἡ ἡδονή, οὐ τὸ καλὸν τῆς ἡδονῆς χάριν αἱρετόν, ἀλλ’ ἡ ἡδονὴ
35τοῦ καλοῦ, δῆλον (ὡς ἐμνήσθημεν ἤδη) ἐκ τοῦ, εἰ ἦν τῆς ἡδονῆς χάριν144

145

αἱρετὸν τὸ καλόν, ὡς ἐκείνης μὲν οὔσης τέλους τε καὶ δι’ αὑτὴν αἱρετοῦ, ὡς ποιητικοῦ δὲ τῆς ἡδονῆς τοῦ καλοῦ τὸ αἱρετὸν ἔχοντος, ὁμοίως τῷ καλῷ τὸ αἰσχρὸν αἱρετὸν γίνεσθαι, ἐπεὶ καὶ τοῦτο ποιητικὸν ἡδονῆς. οἷς γὰρ τὸ αἱρετὸν ὡς ποιητικοῖς, τούτοις τὸ γινόμενον ὑπ’ αὐτῶν τῆς αἱρέ‐
5σεως μέτρον. ἢ γὰρ οὐ χρὴ λέγειν γίνεσθαί τινας καὶ ἐπ’ αἰσχραῖς πρά‐ ξεσιν ἡδονάς, ἀλλ’ ἐπὶ μόναις ταῖς καλαῖς, ἢ εἰ μὴ τοῦτο, ἀληθῶς αἱρετὸν ἔσται καὶ τὸ αἰσχρὸν ὁμοίως τῷ καλῷ, εἰ ἡ γινομένη ὑπ’ αὐτῶν ἡδονὴ τῆς αἱρέσεως αὐτῶν αἰτία. εἰ δὲ τοῦτο ἄτοπον, προξενοῦν ἡμῖν πᾶσαν πρᾶξιν αἰσχρὰν ὡς οὐδὲν ἔλαττον τῆς καλῆς αἱρετὴν 〈ἢ καὶ μᾶλλον〉, εἰ
10καὶ μᾶλλον αὕτη καὶ πλείοσι παρασκευάζει τὰς ἡδονάς, οὐδ’ ἂν τὸ καλὸν εἴη διὰ τὴν ἡδονὴν αἱρετὸν ὡς ἐκείνης ποιητικόν. εἰ δὲ δεῖ μὲν εἶναι ἢ διὰ τὴν ἡδονὴν τὸ καλὸν αἱρετόν, ἢ διὰ τὸ καλὸν τὴν ἡδονήν, μὴ ἔστι δὲ τὸ καλὸν διὰ τὴν ἡδονήν, εἴη ἂν ἡ ἡδονὴ τὸ αἱρετὸν παρὰ τοῦ καλοῦ λαμβάνουσα. οὐ γὰρ δὴ ταὐτὸν οἷόν τε λέγειν εἶναι τὸ καλόν τε καὶ τὴν
15ἡδονήν, ἐφ’ ὧν συνυπάρχει τε καὶ ἅμα ἐστὶν ἀλλήλοις. εἰ γὰρ εἴη ταὐ‐ τὸν αὐτοῖς τὸ εἶναι, καὶ ἀντιστρέφειν αὐτὰ ἀλλήλοις ἀνάγκη, ὡς πᾶν τὸ καλὸν ἐν τῷ καλὸν εἶναι καὶ τὸ ἡδὺ εἶναι ἔχειν καὶ πᾶν τὸ ἡδὺ ἅμα τε ἡδὺ εἶναι καὶ καλόν. εἰ δὲ ψεῦδος τὸ λέγειν πᾶσαν ἡδονὴν εἶναι καλὸν τῷ μηδὲν ἔλαττον ὁρᾶν τὰς ἡδονὰς γινομένας ἐπ’ αἰσχραῖς ἐνεργείαις, οὐδ’
20ἂν 〈αἱ〉 ἐπὶ ταῖς καλαῖς ἐνεργείαις ἡδοναὶ γινόμεναι αἱ αὐταὶ εἶεν ταῖς ἐφ’ αἷς γίνονται ἐνεργείαις. τὸ γὰρ ὁμοῦ μὲν λέγειν τὰς ἡδονὰς μόνας εἶναι δι’ αὑτὰς αἱρετάς, τῶν δ’ ἄλλων αἱρετῶν ἕκαστον ἐφ’ ὅσον εἰς ἡδονήν τι συντελεῖ, ἐπὶ τοσοῦτον καὶ τὸ αἱρετὸν ἔχειν, ὁμοῦ δὲ τὸ μὲν καλὸν αἱρε‐ τὸν εἶναι λέγειν ὡς ποιητικὸν ἡδονῆς, μηκέτι δὲ καὶ τὸ αἰσχρὸν φάσκειν
25αἱρετὸν γίνεσθαι διὰ τὴν γινομένην ἡδονὴν ὑπ’ αὐτοῦ, οὐχ ὁμολογούμενα λεγόντων, ἀλλ’ ἀπιθάνως ἀρνουμένων οἷς συγχωροῦσι διὰ τῶν αἱρέσεων οὕτως ἔχειν. οὐδεὶς γὰρ μὴ τοῦτον παρεσκευασμένος τὸν τρόπον οὕτως ἀτόπου προΐσταται δόξης. τὸ γὰρ λέγειν τὰς μὲν ἐπὶ ταῖς καλαῖς ἐνερ‐ γείαις γινομένας ἡδονὰς εἰλικρινεῖς τε εἶναι καὶ ἀμίκτους ταῖς ἐναντίαις
30λύπαις, καὶ διὰ τοῦτο καὶ τὰς ποιητικὰς αὐτῶν ἐνεργείας ἔχειν τὸ αἱρετόν, τὰς δ’ ἐπὶ ταῖς αἰσχραῖς ὀλίγον ἐχούσας τὸ τέρπον πολλὰ ἔχειν καὶ πλείω τὰ λυποῦντα, διὸ μηδὲ τὰς ἐνεργείας εἶναι τὰς τοιαύτας αἱρετὰς οὔσας ποιητικὰς λύπης μᾶλλον ἢ ἡδονῆς, πῶς οὐ συνδιαιρούντων ἐστὶ ταῖς ἐνερ‐
γείαις ἐφ’ αἷς γίνονται τὰς ἡδονὰς καὶ οὐχ’ ὁμοειδεῖς φυλασσόντων; εἰ145

146

γὰρ αἱ μὲν ἐπὶ τοῖς καλοῖς τοιαῦται, αἱ δ’ ἐπὶ τοῖς αἰσχροῖς τοιαῦται, εἴη ἂν τὰ καλὰ καὶ τὰ αἰσχρὰ αἴτια τῆς τῶν ἡδονῶν διαφορᾶς. οὐ γὰρ ἀπὸ τῶν ἡδονῶν ταῖς ἐνεργείαις ἐστὶ τὸ αἱρετόν, ἀλλὰ ἀπὸ τῶν ἐνεργειῶν ταῖς ἡδοναῖς, καὶ εἶεν ἂν ἄλλαι μὲν τῷ εἴδει αἱ ἀπὸ τῶν καλῶν, ἄλλαι δὲ αἱ
5ἀπὸ τῶν αἰσχρῶν, εἴ γε πᾶσαι μὲν αἱ ἀπὸ τῶν καλῶν καθαραί τε καὶ ἄμικτοι καὶ μηδεμιᾶς μετανοίας ἢ λύπης αἴτιαι εἰδοποιούμεναι ταῖς τοιαύ‐ ταις ἐνεργείαις, πᾶσαι δὲ αἱ ἀπὸ τῶν αἰσχρῶν μικταί τε καὶ ἐν μεταμελείᾳ. οὕτως δὲ ἐχουσῶν τῶν ἡδονῶν πρὸς τὰς ἐνεργείας πρόδηλον, ὅτι μὴ παρὰ τῶν ἡδονῶν ταῖς ἐνεργείαις τὸ αἱρετόν, ἀλλὰ παρὰ τῶν ἐνεργειῶν
10ταῖς ἡδοναῖς, ταῖς μὲν τὸ αἱρετόν, ταῖς δὲ τὸ φευκτόν, εἴ γε φευκταὶ αἱ πλέον τοῦ ἥδοντος τὸ λυποῦν ἔχουσαι, τοιαῦται δὲ πᾶσαι αἱ ἐπὶ ταῖς αἰ‐ σχραῖς ἐνεργείαις. Πῶς αἱ ἀρεταὶ δι’ αὑτὰς αἱρετα. Καὶ πῶς τις ἂν τὰς ἀρετὰς καὶ τὰς κατ’ αὐτὰς ἐνεργείας δι’ αὑτὰς
15αἱρετὰς εἶναι λέγοι, εἴ γέ εἰσιν ἡμῖν αἱρεταὶ διὰ τὴν τῶν ἀμέτρων παθῶν ἀποσκευήν; (καὶ γὰρ τὴν μὲν ἀνδρίαν αἱρούμεθα, ὅπως μετρεῖν δυνώμεθα τούς τε φόβους καὶ τὰ θάρρη, τὴν δὲ σωφροσύνην, ὅπως τὰς δι’ ἁφῆς λύπας τε καὶ ἡδονάς· αἱρούμεθα δὲ καὶ τῶν ἄλλων ἀρετῶν ἑκάστην ἢ ἐπὶ παθῶν τινων μέτρον ἢ ἐπὶ πράξεων· τὴν μὲν γὰρ ἐλευθεριότητα καὶ
20τὴν μεγαλοπρέπειαν ἐπὶ τῷ μετρεῖν δύνασθαι τὰς πράξεις, ἃς διὰ δόσεώς τε καὶ λήψεως χρημάτων ἐνεργοῦμεν, τὴν δὲ μεγαλοψυχίαν τε καὶ φιλοτι‐ μίαν ἐπὶ τῇ συμμέτρῳ καὶ κατ’ ἀξίαν τῶν τιμῶν αἱρέσει, τήν τε πραό‐ τητα ἐπὶ τῷ περὶ τὰς ὀργὰς συμμέτρῳ, αἱρούμεθα δὲ καὶ τὴν δικαιοσύνην, διότι ἐστὶ σωστικὴ τῆς κοινωνίας οὔσης ἡμῖν κατὰ φύσιν, εἴ γέ ἐσμεν
25φύσει κοινωνικοί τε καὶ πολιτικοί). ὡς γὰρ οὐ δι’ αὑτὴν αἱρετὴ ἡ οἰ‐ κοδομική, ὅτι ἐστὶν αἱρετὰ τὰ γινόμενα ἀπ’ αὐτῆς, οὐδὲ ἡ παλαιστικὴ δι’ αὑτήν ἐστιν αἱρετὴ διὰ τὸ τοῦ καλῶς παλαίειν εἶναι ποιητική, οὐδὲ τῶν ἀρετῶν εἴη τις ἂν δι’ αὑτὴν αἱρετή, εἰ τὸ αἱρετόν ἐστιν αὐταῖς παρὰ τῶν γινομένων δι’ αὐτῶν. ἢ εἰ μὲν ἦν ἄλλο μὲν τὸ δι’ ὅ φαμεν ἑκάστην τῶν
30ἀρετῶν εἶναι αἱρετήν, ἄλλο δὲ αὐτὴ ἡ ἀρετή, εὐλόγως 〈ἂν〉 ἀνῃρεῖτο τὸ εἶναι αὐτῶν ἑκάστην δι’ αὑτὴν αἱρετήν, εἰ δέ ἐστιν ἑκάστῃ τῶν ἀρετῶν τὸ εἶναι
ἐν τούτῳ δι’ ὅ ἐστιν αἱρετή, εἴη ἂν εὐλόγως λεγόμενον τὸ εἶναι τὰς ἀρε‐146

147

τὰς δι’ αὑτὰς αἱρετάς. ὡς γὰρ εἰ ἦν ἡ οἰκοδομικὴ οἰκία, δι’ ἥν ἐστιν αἱρετή, ἦν ἂν δι’ αὑτὴν αἱρετή, οὕτως καὶ τῶν ἀρετῶν ἑκάστη, εἰ ἔστιν ἡ αὐτὴ τούτῳ δι’ ὅ ἐστιν αἱρετή, εἴη ἂν δι’ αὑτὴν αἱρετή, καὶ ἔτι μᾶλλον καὶ φανερώτερον, εἰ ἕκαστον τῶν κατ’ αὐτὰς ἔχοι τὸ αἱρετὸν ἐν αὑτῷ καὶ
5μὴ διὰ τὴν ἐπ’ ἄλλο τι ἀναφοράν, ὡς ἡ οἰκία, δι’ ἣν ἡ οἰκοδομικὴ ἔχει τὸ αἱρετόν, διὰ γὰρ τὴν γινομένην ἀπ’ αὐτῆς σκέπην χειμῶνός τε καὶ θέρους. ὅτι δὲ αἱ ἀρεταὶ αἱ αὐταὶ τούτοις δι’ ἃ αἱρετὰς αὐτὰς εἶναί φα‐ μεν, δῆλον ἐκ τοῦ εἶναι μὲν αὐτὰς μεσότητας παθῶν τε καὶ πράξεων, τὴν μὲν ἀνδρίαν φόβου τε καὶ θάρρους, τὴν δὲ σωφροσύνην λύπης τε καὶ
10ἡδονῆς τῶν δι’ ἁφῆς, τὴν δὲ ἐλευθεριότητα δόσεως καὶ λήψεως χρημάτων, ὁ δ’ αὐτὸς καὶ ἐπὶ τῶν ἄλλων λόγος, ὥστε εἰ ἐν τούτοις τὸ εἶναι αὐ‐ ταῖς, δι’ ἅ εἰσιν αἱρεταί, εἶεν [δ’] ἂν δι’ αὑτὰς αἱρεταί, καὶ ἔτι μᾶλλον δι’ αὑτάς, ὅτι μὴ δι’ ἄλλο τι ἡμῖν αἱρεταὶ αἱ μεσότητες αἱ περὶ φόβους τε καὶ θάρρη, ἀλλὰ δι’ αὑτὴν ἑκάστη. τὸ γὰρ ἐν αὑτῷ καὶ τῇ αὑτοῦ
15φύσει τὸ αἱρετὸν ἔχον, τοῦτο δι’ αὑτὸ αἱρετόν, τοιαῦται δὲ αἱ μεσότητες αἱ περὶ τὰς κατὰ φύσιν ἡμῖν πράξεις. τούτων δὲ οὕτως ἐχόντων, εἰ μὲν τοῖς ἀνθρώποις ἡ σωτηρία τῆς τε πολιτικῆς κοινωνίας καὶ τῆς οἰκονομικῆς μὴ δι’ αὑτὰ αἱρετά, ἀλλὰ δι’ ἄλλο τι, οὐδ’ ἂν ἡ δικαιοσύνη, οὖσα μεσό‐ της τούτων ἐν οἷς ἐστι ἡ σωτηρία τῶν προειρημένων, εἴη ἂν δι’ αὑτὴν
20αἱρετή, καθ’ οὓς τοῦτ’ ἐστὶν ἡ δικαιοσύνη. εἰ δέ ἐστιν ἡ κοινωνία καὶ ἡ σωτηρία ταύτης δι’ αὑτὴν τοῖς ἀνθρώποις αἱρετή, εἴη ἂν καὶ ἡ δικαιο‐ σύνη δεικνυμένη δι’ αὑτὴν αἱρετή, καθό ἐστι μεσότης καὶ ἰσότης τοῦ τε ἐν ταῖς νομαῖς καὶ τοῦ ἐν τοῖς συναλλάγμασιν ἴσου, ἐν οἷς ἡ σωτηρία τῆς πολιτικῆς τε καὶ πρώτης κοινωνίας. ἀλλὰ μὴν ὅτι δι’ αὑτὸ τοῖς ἀνθρώ‐
25ποις αἱρετὸν ἡ κοινωνία, γνῶναι πρόχειρον ἀπό τε τοῦ κατὰ φύσιν αὐτοῖς εἶναι τὴν κοινωνίαν, οὗ σημεῖον φανερώτατον τὸ τούτῳ μάλιστα τῶν ἄλ‐ λων ζῴων τὸν ἄνθρωπον διαφέρειν, ὃ μόνον ἐστὶν αὐτῷ χρήσιμον ἐν τῇ πρὸς ἀλλήλους κοινωνίᾳ. ἴδιον μὲν γὰρ ὁ λόγος αὐτοῦ, τούτου δὲ χρεία πρὸς μήνυσιν τοῖς πλησίον τῶν ἰδίων νοημάτων τε καὶ παθῶν. ἐναργὲς
30δὲ τοῦτο καὶ ἐκ τοῦ μηδὲ ἐπ’ ὀλίγον δύνασθαι ζῆν ἄνθρωπον μόνον γε‐ νόμενον. διότι δὲ ἐν κοινωνίᾳ τῷ ἀνθρώπῳ τὸ εἶναι καὶ ὁ λόγος τούτου
χάριν, ἀρίστη δὲ καὶ τελειοτάτη τῶν κατὰ λόγον γινομένων κοινωνιῶν ἡ147

148

πολιτική, ἀπὸ δὲ τῶν ἀρίστων ἡ τῶν κατὰ φύσιν ἑκάστῳ κρίσις, εἴη ἂν ὁ ἄνθρωπος λογικόν, οὕτως δὲ καὶ πολιτικόν, καὶ τὸ σώζειν δὲ τὴν τοι‐ αύτην κοινωνίαν εἴη ἂν αὐτῷ μάλιστα κατὰ φύσιν τε καὶ αἱρετὸν δι’ αὑτό, τοιοῦτον δὲ ἡ δικαιοσύνη.
5Ἐπιδρομ, πόθεν ἡ τῶν ἀρετῶν εὕρεσίς τε καὶ σύστασις. Ἐπεὶ ἡ εὐδαιμονία τοῖς ἀνθρώποις σκοπός, καὶ δεῖ πάντα πράττειν, ὅπως ταύτην κτησαίμεθα ὡς τέλος τε καὶ μέγιστον τῶν ἡμετέρων ἀγαθῶν, ἀδύνατον δὲ τὸ πράττειν τινὰ ὡς εἴς τι συντελοῦντα ἢ ὅλως γνωρίζειν τὰ δι’ ὧν οἷόν τε τυχεῖν τινος σκοποῦ ἀγνοουμένου τοῦ σκοποῦ (ἀρχὴ γὰρ
10τῆς εὑρέσεως τῶν εἰς τὸν σκοπὸν συντελούντων καὶ τῶν ἐκείνου χάριν γι‐
10νομένων πράξεων 〈ἡ〉 γνῶσις τοῦ σκοποῦ, διὸ καὶ τῆς ἠθικῆς φιλοσοφίας ἀρχὴ τὸ γνῶναι, τί ποτ’ ἐστὶν εὐδαιμονία, ἧς χάριν ἡμᾶς δεῖ πάντα πράτ‐ τειν), ἐζητήσαμεν, τί ποτέ ἐστιν εὐδαιμονία, καὶ εὑρόντες ἑκάστου τῶν ὄν‐ των τὸ ἀγαθὸν ὂν ἐν τῇ οἰκείᾳ ἐνεργείᾳ τῇ καθ’ ὅ ἐστιν αὐτῷ τὸ εἶναι τούτῳ ὅ ἐστιν, εἰ εὖ γίνοιτο· ἐπί τε γὰρ τῶν φύσει συνεστώτων τοῦτον
15ἔχει τὸν τρόπον, ἀλλὰ καὶ ἐπὶ τῶν κατὰ τέχνην, μιμεῖται τὴν φύσιν· τοῦ τε γὰρ ἵππου τὸ ἀγαθὸν τοιοῦτον, εἴ γέ ἐστιν μὲν οἰκεῖον ἔργον αὐτῷ καθὸ ἵππος ἐστὶ τὸ τρέχειν, ἀγαθὸν δὲ αὐτῷ τὸ εὖ τρέχειν, ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ κυνός· εἴτε γὰρ τὸ φυλάττειν, εἴτε τὸ θηρᾶν ἔργον κυνός, εἴτε τῶν μὲν τοῦτο, τῶν δὲ ἐκεῖνο, καὶ τὸ ἀγαθὸν αὐτοῖς ἐν τῷ εὖ ταῦτα
20ποιεῖν· ἀλλὰ καὶ τῷ οἰκοδόμῳ τὸ ἀγαθὸν καὶ τὸ τέλος ἐν τῷ εὖ οἰκοδο‐ μεῖν, ἐπεὶ καὶ ἔργον τὸ οἰκοδομεῖν αὐτῷ, καὶ ἐπεὶ ἐφ’ ἑκάστῳ τὸ 〈τέλοσ〉 τῇ ἐνεργείᾳ καὶ τῷ ἔργῳ παρὰ τῆς οἰκείας ἀρετῆς περιγίνεται, ἑκάστου τὸ τέλος ἐν τῷ τὸ οἰκεῖον ἔργον ποιεῖν κατ’ ἀρετήν. εἰ δὲ τοῦτο, εἴη ἂν καὶ τὸ τοῦ ἀνθρώπου ἀγαθόν τε καὶ τέλος ἐν τῷ κατ’ ἀρετὴν [καὶ] οἰ‐
25κείαν τὰς καθὸ ἄνθρωπός ἐστιν ἐνεργείας ἐνεργεῖν. ἀλλὰ μὴν οἰκεῖαι ἐνέργειαι ἀνθρώπου αἱ γινόμεναι κατὰ ψυχὴν λογικήν· τὸ γὰρ ἀνθρώπῳ εἶναί ἐστιν ἐν τῷ ζῆν τε καὶ κατὰ λογικὴν ψυχὴν ἐνεργεῖν. εἰ δὲ τοῦτο, εἴη ἂν καὶ τὸ τέλος αὐτῷ ἐν τῷ κατ’ ἀρετὴν ψυχῆς λογικῆς ἐνεργεῖν, ὥστε εἴη ἂν ἡ εὐδαιμονία, ἐπειδὴ αὐτὴ τὸ τοῦ ἀνθρώπου ἀγαθόν τε
30καὶ τέλος, ἐνέργεια κατ’ ἀρετὴν ψυχῆς λογικῆς, προσκειμένου τοῦ γε ἐν βίῳ τελείῳ (οὐδὲν γὰρ τέλειον ἐν ἀτελεῖ) καὶ ἔτι τοῦ ἐν προη‐ γουμένοις διὰ τὸ δεῖσθαι ὀργάνων τὰς προηγουμένας τε καὶ βουλευτὰς
ἐνεργείας. ὄντος δὲ τούτου σκοποῦ, δῆλον ἐκ τῆς εὑρέσεως αὐτοῦ καὶ148

149

γνώσεως τὸ δεῖσθαι πρὸς τὴν κτῆσιν τῆς εὐδαιμονίας τῶν τῆς λογικῆς ψυχῆς ἀρετῶν, ζητοῦντες 〈δὲ〉 τίνες εἰσίν, εὐλόγως πρῶτον ἤλθομεν ἐπὶ τὸ ἰδεῖν, τίς ποτ’ ἐστὶν ἡ λογικὴ ψυχή, ἐπεὶ τὴν ταύτης ζητοῦμεν ἀρε‐ τήν. διττὴ δὴ ἡ λογικὴ δύναμις εὑρέθη, ἡ μέν τις ἄλογος μὲν καθ’
5αὑτήν, λογικὴ δὲ τῷ πείθεσθαί τε δύνασθαι λόγῳ καὶ ὑπὸ λόγου ῥυθμίζε‐ σθαι (τοιαύτη γάρ ἐστιν ἡ ἐν ἡμῖν ὀρεκτικὴ ψυχή), ἡ δέ τίς ἐστι λο‐ γικὴ τῷ αὐτὴν λόγον ἔχειν ἐν αὑτῇ, καὶ ἔστιν ἑκατέρας τῶν προειρη‐ μένων δυνάμεων οἰκεία τις ἐνέργεια καὶ ἀρετή, καθ’ ἣν τὸ εὖ ἐν τῇ οἰ‐ κείᾳ ἐνεργείᾳ γίγνεται, τῆς μὲν ὀρεκτικῆς αἵ τε πράξεις καὶ αἱ κατὰ πάθη
10κινήσεις, ἀρεταὶ δὲ ἃς ἠθικὰς καλοῦμεν ἀπὸ τοῦ διὰ ἐθῶν τινων ἐγγίγνε‐ σθαι, τῆς δὲ διανοητικῆς ἐνέργειαι μὲν αἱ γνώσεις τῆς φύσεως τῶν γενη‐ τῶν καὶ ὅλως τῶν ἐνδεχομένων ἄλλως ἔχειν, ἀρετὴ δὲ καθ’ ἣν ἡ γνῶσις τῆς ἐν τούτοις ἀληθείας, τῆς δὲ νοητικῆς ἐνέργεια μὲν ἡ γνῶσις τῶν ἀιδίων οὐσιῶν, ἀρετὴ δὲ καθ’ ἣν ἡ τούτων ἀληθὴς γίνεται γνῶσις.
15οὕτως δὲ τῶν ἀρετῶν διῃρημένων, τίς ἐστιν ἑκάστη καὶ τί ἔργον αὐτῆς καὶ τίς ἡ εἰς εὐδαιμονίαν συντέλεια, ἀπὸ τῶν ἔργων τε καὶ ἐνεργειῶν τῶν ἑκατέρας τῆς λογικῆς δυνάμεως εὑρίσκεται. ἔργον τοίνυν τῆς μὲν ὀρεκτι‐ κῆς δυνάμεως αἱ πράξεις αἱ περὶ ἡδονάς τε καὶ λύπας, τὰς μὲν αἱρουμένης τε καὶ διωκούσης, τὰς δὲ ἀποστρεφομένης, καὶ ἐπεὶ πέφυκεν ἐν τοῖς τοι‐
20ούτοις πᾶσιν, ἐν οἷς ἐστιν ὑπερβολή τε καὶ ἔλλειψις, ἡ μὲν ἀμετρία φθαρ‐ τικὴ εἶναι τοῦ ἐν ἑκάστοις αὐτῶν εὖ, τοιοῦτον δὲ ἥ τε ὑπερβολὴ καὶ ἡ ἔλλειψις, ἡ δὲ συμμετρία σωστικόν τε τοῦ εὖ καὶ ποιητικόν (ὡς δῆλον ἐπί τε τῶν γυμνασίων καὶ τῶν τροφῶν· καὶ γὰρ αἱ τῶν γυμνασίων ὑπερβολαί τε καὶ ἔνδειαι τῆς εὐεξίας, ἥ τίς ἐστιν ἀρετὴ τοῦ σώματος, φθαρτικά, ἡ
25δὲ συμμετρία αὐτῶν καὶ ἡ μεσότης καὶ ποιητικὰ αὐτῆς καὶ τηρητικά, ὅ ἐστι τὸ ἐν τούτοις εὖ· ἀλλὰ καὶ τῶν σιτίων πάλιν αἱ μὲν ὑπερβολαὶ καὶ ἔνδειαι τῆς ὑγείας εἰσὶ φθαρτικαί, αἱ δὲ συμμετρίαι ποιητικαί τε καὶ τη‐ ρητικαί· οὕτως δὲ καὶ ἐπὶ τῶν παθῶν ἔχει καὶ τῶν περὶ ταῦτα πράξεων), αἱ μὲν ὑπερβολαὶ αὐτῶν καὶ αἱ ἔνδειαι τοῦ εὖ τοῦ ἐν τούτοις εἰσὶ φθαρ‐
30τικαί, αἱ δὲ συμμετρίαι ποιητικαί τε καὶ τηρητικαί, καὶ ἐπεί ἐστι τὸ εὖ ἐν πᾶσιν ἡ οἰκεία ἀρετὴ καὶ πᾶν τὸ γινόμενον κατ’ ἀρετήν, συμβαίνει τὰς περὶ ταῦτα ἀρετὰς συνίστασθαι συμμετρίᾳ πράξεων τε καὶ παθῶν. ἥ τε γὰρ σωφροσύνη φθείρεται μὲν ὑπό [τε] τῆς τῶν ἡδονῶν ὑπερβολῆς τε καὶ
ἐνδείας τούτων, περὶ ἃς πέφυκεν ἀρετὴ μὲν γίνεσθαι σωφροσύνη, κακία149

150

δὲ ἀκολασία τε καὶ ἀναισθησία, σώζεται δὲ καὶ συνίσταται ὑπὸ τῆς τῶν αὐτῶν τούτων μεσότητός τε καὶ συμμετρίας, ἀλλὰ καὶ ἡ ἀνδρία συνίστα‐ ται μὲν ἐκ τῆς περὶ φόβους τε καὶ θάρρη μεσότητός τε καὶ συμμετρίας, ὑπὸ δὲ τῆς ὑπερβολῆς τε καὶ ἐνδείας τῶν αὐτῶν τούτων φθείρεται. ὡς
5δὲ ἐπὶ τούτων, οὕτως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἔχει, ὥστε εἰ τὸ ἐν τούτοις εὖ ἐν μεσότητί ἐστι παθῶν τε καὶ πράξεων, τὸ δὲ εὖ ἐν ἑκάστῳ κατὰ τὴν οἰκείαν ἀρετήν, εἶεν ἂν καὶ αἱ περὶ ταῦτα ἀρεταὶ ἐν μεσότητι τῶν προ‐ ειρημένων, οὐχ ἁπλῶς οὐδ’ ὡς ἔτυχεν τοῦ ἐν τούτοις μέσου λαμβανομένου, ἀλλ’ ὡς δέδεικται ὡρισμένου κατὰ τὸν ἐκ φρονήσεώς τε καὶ ὀρθὸν λόγον,
10καὶ εἴη ἂν τὸ κατὰ τὴν ὀρεκτικὴν ψυχὴν εὐδαιμονίας μέρος κείμενον ἐν ταῖς ἀπὸ τῶν ἀρετῶν περὶ τὰ πάθη τε καὶ τὰς πράξεις εὖ γινομέναις ἐνεργείαις. ἔτι δέ, εἰ ἡ τοῦ ἀνθρώπου ἀρετή ἐστιν, ἀφ’ ἧς ἀγαθὸς ἄν‐ θρωπος γίνεται (καὶ γὰρ ἐπὶ τῶν ἄλλων ἁπάντων ἕκαστον ἀγαθόν ἐστί τε καὶ γίνεται κατὰ τὴν ἀρετὴν ἑαυτοῦ), ἀγαθὸς δὲ ἄνθρωπος γίνεταί τε καὶ
15ἔστιν ὁ μήτε ἐν τοῖς πάθεσιν ἄμετρος μήτε ἐν ταῖς περὶ ταῦτα πράξεσιν, εἴη ἂν καὶ ἐκ τούτου δεικνύμενον τὸ τὴν ἀρετὴν τὴν ἠθικὴν ἐν μεσό‐ τητι εἶναι τῶν προειρημένων. αἱ γὰρ ἐνέργειαι αἱ περὶ πάθη τε καὶ τὰς πράξεις, ὅταν διὰ τῶν ἐθῶν παιδαγωγηθῶσιν οὕτως, ὡς τοὺς ἐθιζομένους ἥδεσθαι μὲν ἐπὶ ταῖς ἐνεργείαις ταῖς καλαῖς, ἄχθεσθαι δὲ ἐπὶ ταῖς ἐναν‐
20τίαις, ὃ γίνεται ἐν τῇ αἱρέσει τε καὶ εὑρέσει τοῦ ἐν αὐτοῖς μέσου, τῆς ἀρετῆς εἰσιν ποιητικαί. διὸ καὶ λέγομεν τὰς ἠθικὰς ἀρετὰς ἕξεις ἐν μεσό‐ τητι οὔσας παθῶν τε καὶ πράξεων ὡρισμένας τῷ ὀρθῷ λόγῳ. Καὶ τοιαύτη μὲν περὶ ταῦτα ἡ σύστασις τῶν ἠθικῶν ἀρετῶν. τῆς δὲ διανοητικῆς τε καὶ οὕτως λογικῆς ψυχῆς, ἐπεὶ ἡ μέν ἐστι περὶ τὴν
25γνῶσιν τῶν ἀιδίων τε καὶ ἀεὶ ὁμοίως ἐχόντων, ἡ δὲ περὶ τὴν τῶν ἐν‐ δεχομένων καὶ ἄλλως ἔχειν, ὧν τὸ μὲν πρῶτον ἐπιστημονικόν, τὸ δὲ δεύτερον λογιστικόν τε καλοῦμεν καὶ βουλευτικόν, ἔσται καὶ περὶ ἑκα‐ τέραν ἐνέργειαν τῶν εἰρημένων τό τε εὖ καὶ τὸ κατ’ ἀρετήν. ἔστι δὲ ἀρετὴ γνώσεως ἀλήθεια, ἡ δὲ καθ’ ἑκατέραν δύναμιν τῆς λογικῆς ψυχῆς
30ἀρετὴ περὶ τὴν τῆς ἀληθείας γνῶσιν ἔσται τῶν θεωρουμένων ὑπ’ αὐτῆς, ἡ μὲν περὶ τὰ βουλευτά τε καὶ ἐνδεχόμενα ἄλλως ἔχειν ἑπομένη τῇ ὀρθῇ ὀρέξει (ἡ γὰρ εὕρεσίς τε καὶ γνῶσις τῶν συντελούντων πρὸς τὰ ὀρεκτὰ τῇ ὀρθῇ ὀρέξει αἱρετή· τὴν τοιαύτην ἕξιν τε καὶ ἀρετὴν καλοῦμεν φρό‐ νησιν· ἡ γὰρ φρόνησις εὑρετικὴ τῶν πρὸς τὸν ὀρθὸν σκοπὸν συντε‐
35λουσῶν πράξεων, διὸ καὶ τὴν φρόνησιν πρακτικὴν ἀρετήν φαμεν, ἐπεὶ ἡ γνῶσις αὐτῇ περὶ τῶν εἰς ὀρθότητα πράξεων συντελούντων), ἡ δὲ περὶ τὴν
γνῶσιν τῶν ἀιδίων ἐνεργοῦσα ἔχει μὲν τὸ εὖ ἐν τῇ τῶν ἐν τούτοις ἀλη‐150

151

θῶν εὑρέσει τε καὶ γνώσει οὖσα θεωρητική, ἀλλ’ οὐ πρακτική. οὐδὲν γὰρ τῶν ἐν τούτοις ἀληθῶν εἰς πρᾶξίν τινα τὴν ἀναφορὰν ἔχει, διό ἐστιν αὐ‐ τοῖς τέλος ἡ γνῶσις τῶν ἐν τοῖς ἀιδίοις ἀληθῶν, καὶ ἔστιν ἐν τούτοις τὸ μὲν εὖ τε καὶ ἀγαθὸν καὶ ἀληθές, ψεῦδος δὲ τὸ ἐν αὐτοῖς κακόν, ἣν ἀρε‐
5τὴν ἐπιστήμην καλοῦμεν οὖσαν ἕξιν ἀποδεικτικήν. καὶ ἐπεὶ ἡ ἀπόδειξις διά τινων πρώτων τοῦ δεικνυμένου καὶ οἰκείων καὶ ἀληθῶν καὶ οὐκ ἐπ’ ἄπειρον ἐν αὐτοῖς τὸ πρῶτον, ἀλλ’ ἔστιν τι καὶ κυρίως ἐν αὐτοῖς πρῶτον, ἡ τοῦ οὕτως πρώτου γνῶσίς τε καὶ εὕρεσις νοῦς καλεῖται, σοφία δὲ ἡ ἄμφω ἔχουσα τήν τε τῶν ἀρχῶν εὕρεσιν καὶ τὴν διὰ τῶν ἀρχῶν τῶν
10μετ’ αὐτὰς εὕρεσίν τε καὶ δεῖξιν (ὥστ’ εἶεν ἂν πάλιν αἱ διανοητικαὶ ἀρε‐ ταί, οὖσαι τοῦ εὖ τοῦ ἐν ταῖς προειρημέναις ἐνεργείαις εὑρετικαί τε καὶ ζητητικαί, τὸ κυριώτατον τῆς εἰς εὐδαιμονίαν συντελείας ἔχουσαι τῷ τῶν κυριωτάτων δυνάμεων τῆς λογικῆς ψυχῆς τὰς ἐνεργείας τὸ εὖ παρὰ τού‐ των ἔχειν), τὴν μὲν ἀρχὴν λαμβάνουσα ἀπὸ τῆς εἰς εὐδαιμονίαν συντε‐
15λείας, τὸ δὲ εἶναι ἔχουσα ἐν ταῖς καθ’ ἑκατέραν λογικὴν δύναμιν ψυχῆς ἐνεργείαις, τοῦ εὖ τοῦ ἐν ταύταις οὖσα εὑρετική τε καὶ ἀποδεικτική. Ὅτι οὐ τὸ καλὸν τῆς ἡδονῆς χάριν αἱρετόν, ἀλλ’ ἡ ἡδονὴ τοῦ καλο. 〈Ὅτι〉 οὐ τὸ καλὸν τῆς ἡδονῆς χάριν αἱρετόν, ἀλλ’ 〈ἡ〉 ἡδονὴ τοῦ κα‐
20λοῦ, δῆλον ἐκ τοῦ, εἰ ἦν τῆς ἡδονῆς χάριν αἱρετὸν τὸ καλόν, ὡς ἐκείνης μὲν οὔσης τέλους τε καὶ δι’ αὑτὴν αἱρετοῦ, ὡς ποιητικοῦ δὲ τῆς ἡδονῆς τοῦ καλοῦ τὸ αἱρετὸν ἔχοντος, ὁμοίως τῷ καλῷ τὸ αἰσχρὸν αἱρετὸν γίνε‐ σθαι, ἐπεὶ καὶ τοῦτο ποιητικὸν ἡδονῆς. οἷς γὰρ τὸ αἱρετὸν ὡς ποιητικοῖς, τούτοις τὸ γινόμενον ὑπ’ αὐτῶν τῆς αἱρέσεως μέτρον. ἢ γὰρ οὐ χρὴ
25λέγειν γίνεσθαί τινας καὶ ἐπ’ αἰσχραῖς πράξεσιν ἡδονάς, ἀλλ’ ἐπὶ μόναις ταῖς καλαῖς, ἢ εἰ μὴ τοῦτο ἀληθές, αἱρετὸν ἔσται καὶ τὸ αἰσχρὸν ὁμοίως τῷ καλῷ, εἰ ἡ γινομένη ὑπ’ αὐτῶν ἡδονὴ τῆς αἱρέσεως αὐτῶν αἰτία. εἰ δὲ τοῦτο ἄτοπον, προξενοῦν ἡμῖν πᾶσαν πρᾶξιν αἰσχρὰν ὡς οὐδὲν ἔλαττον τῆς καλῆς αἱρετὸν ἢ καὶ μᾶλλον, εἰ μᾶλλον αὕτη καὶ πλείοσι παρασκευ‐
30άζει τὰς ἡδονάς, οὐδ’ ἂν τὸ καλὸν εἴη διὰ τὴν ἡδονὴν αἱρετὸν ὡς ἐκεί‐ νης ποιητικόν. εἰ δὲ δεῖ μὲν εἶναι ἢ διὰ τὴν ἡδονὴν τὸ καλὸν αἱρε‐ τὸν ἢ διὰ τὸ καλὸν τὴν ἡδονήν, μὴ ἔστι δὲ τὸ καλὸν διὰ τὴν ἡδονήν,
εἴη ἂν ἡ ἡδονὴ τὸ αἱρετὸν παρὰ τοῦ καλοῦ λαμβάνουσα. οὐ γὰρ δὴ ταὐ‐151

152

τὸν οἷόν τε λέγειν εἶναι τὸ καλόν τε καὶ τὴν ἡδονήν, ἐφ’ ὧν συνυπάρχει τε καὶ ἅμα ἐστὶν ἀλλήλοις. εἰ γὰρ εἴη ταὐτὸν αὐτοῖς τὸ εἶναι, ἀντιστρέ‐ φειν αὐτὰ ἀλλήλοις ἀνάγκη, ὡς πᾶν τὸ καλὸν ἐν τῷ καλὸν εἶναι καὶ τὸ ἡδὺ εἶναι ἔχειν, καὶ πᾶν τὸ ἡδὺ ἅμα τε ἡδὺ εἶναι καὶ καλόν. εἰ δὲ
5ψεῦδος τὸ λέγειν πᾶσαν ἡδονὴν εἶναι καλὸν τῷ μηδὲν ἔλαττον ὁρᾶν τὰς ἡδονὰς γινομένας ἐπ’ αἰσχραῖς ἐνεργείαις, οὐδ’ ἂν αἱ ἐπὶ ταῖς καλαῖς ἐνεργείαις ἡδοναὶ γινόμεναι αἱ αὐταὶ εἶεν ταῖς ἐφ’ αἷς γίνονται ἐνεργείαις. τὸ γὰρ ὁμοῦ μὲν λέγειν τὰς ἡδονὰς εἶναι μόνας δι’ αὑτὰς αἱρετάς, τῶν δ’ ἄλλων αἱρετῶν ἕκαστον ἐφ’ ὅσον εἰς ἡδονήν τι συντελεῖ, ἐπὶ τοσοῦτον
10καὶ τὸ αἱρετὸν ἔχειν, ὁμοῦ δὲ τὸ μὲν καλὸν αἱρετὸν εἶναι λέγειν ὡς ποιη‐ τικὸν ἡδονῆς, μηκέτι δὲ καὶ τὸ αἰσχρὸν φάσκειν αἱρετὸν γίνεσθαι διὰ τὴν γινομένην ἡδονὴν ὑπ’ αὐτοῦ, οὐχ ὁμολογούμενα λεγόντων, ἀλλ’ ἀπιθάνως ἀρνουμένων, οἷς συγχωροῦσιν διὰ τῶν αἱρέσεων οὕτως ἔχειν. οὐδεὶς γὰρ μὴ τοῦτον παρεσκευασμένος τὸν τρόπον οὕτως ἀτόπου προΐσταται δόξης·
15τὸ γὰρ λέγειν τὰς μὲν ἐπὶ ταῖς καλαῖς ἐνεργείαις γινομένας ἡδονὰς εἰλι‐ κρινεῖς τε εἶναι καὶ ἀμίκτους ταῖς ἐναντίαις λύπαις, καὶ διὰ τοῦτο καὶ τὰς ποιητικὰς αὐτῶν ἐνεργείας ἔχειν τὸ αἱρετόν, τὰς δὲ ἐπὶ ταῖς αἰσχραῖς ὀλίγον ἐχούσας τὸ τέρπον πολλὰ ἔχειν καὶ πλείω τὰ λυποῦντα, διὸ μηδὲ τὰς ἐνεργείας εἶναι τὰς τοιαύτας αἱρετὰς οὔσας ποιητικὰς λύπης μᾶλλον ἢ
20ἡδονῆς, πῶς οὐ συνδιαιρούντων ἐπὶ ταῖς ἐνεργείαις ἐφ’ αἷς γίνονται τὰς ἡδονὰς καὶ οὐχ ὁμοειδεῖς φυλασσόντων; εἰ γὰρ αἱ μὲν ἐπὶ τοῖς καλοῖς τοιαῦται, αἱ δὲ ἐπὶ τοῖς αἰσχροῖς τοιαῦται, εἴη ἂν τὰ καλὰ καὶ τὰ αἰσχρὰ τῆς τῶν ἡδονῶν διαφορᾶς αἴτια· οὐ γὰρ ἀπὸ τῶν ἡδονῶν ταῖς ἐνεργείαις ἐστὶ τὸ αἱρετόν, ἀλλὰ ἀπὸ τῶν ἐνεργειῶν ταῖς ἡδοναῖς, αἷς γε διὰ ταύτας
25καὶ τὸ εἶναι τοιαύταις, καὶ εἶεν ἂν ἄλλαι μὲν τῷ εἴδει αἱ ἀπὸ τῶν κα‐ λῶν, ἄλλαι δὲ αἱ ἀπὸ τῶν αἰσχρῶν, εἴ γε πᾶσαι μὲν αἱ ἀπὸ τῶν καλῶν καθαραί τε καὶ ἄμικτοι καὶ μηδεμιᾶς μετανοίας ἢ λύπης αἴτιαι εἰδοποι‐ ούμεναι ταῖς τοιαύταις ἐνεργείαις, πᾶσαι δὲ αἱ ἀπὸ τῶν αἰσχρῶν μικταί τε καὶ ἐν μεταμελείᾳ. οὕτως δὲ ἐχουσῶν τῶν ἡδονῶν πρὸς τὰς ἐνεργείας
30πρόδηλον, ὅτι μὴ παρὰ τῶν ἡδονῶν ταῖς ἐνεργείαις τὸ αἱρετόν, ἀλλὰ παρὰ τῶν ἐνεργειῶν ταῖς ἡδοναῖς ταῖς μὲν τὸ αἱρετόν, ταῖς δὲ τὸ φευκτόν, εἴ γε φευκταὶ αἱ πλέον τοῦ ἥδοντος τὸ λυποῦν ἔχουσαι, τοιαῦται δὲ πᾶσαι αἱ ἐπὶ ταῖς αἰσχραῖς ἐνεργείαις. Διὰ τί αἱ ἠθικαὶ ἀρεταὶ μεσότητες.
35Ἢ ὅτι πᾶσα ἀρετή, οὗ ἂν ᾖ ἀρετή, αὐτό τε εὖ ἔχον ἀποτελεῖ καὶ τὸ
ἔργον αὐτοῦ εὖ ἀποδίδωσιν. ἥ τε γὰρ τοῦ ὀφθαλμοῦ ἀρετὴ τόν τε ὀφθαλ‐152

153

μὸν σπουδαῖον ποιεῖ καὶ τὸ ἔργον αὐτοῦ· τῇ γὰρ τοῦ ὀφθαλμοῦ ἀρετῇ εὖ ὁρῶμεν. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων μορίων τοῦ σώματος. ἀλλὰ καὶ ἡ τοῦ ἵππου ἀρετὴ ἵππον τε σπουδαῖον ποιεῖ καὶ ἀγαθὸν δραμεῖν καὶ ἐνεγκεῖν ἐπιβάτην καὶ μεῖναι τοὺς πολεμίους· ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ
5τῶν ἄλλων ζῴων ἑκάστου. ἀλλὰ καὶ ἐπὶ τῶν τεχνῶν τε καὶ ἐπιστημῶν οὕτως ἔχει· τῇ γὰρ τῆς γυμναστικῆς ἀρετῇ τό τε σῶμα τῶν ἀνθρώπων εὖ ἔχον γίνεται καὶ τὰς οἰκείας ἐνεργείας εὖ ἀποδίδωσιν. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ ἰατρικῆς· τῇ γὰρ ταύτης ἀρετῇ ὑγιαίνομέν τε τὰ σώματα καὶ τὰς ὑγιεινὰς ἐνεργείας ἐνεργοῦμεν. ὁμοίως ὁ λόγος καὶ ἐπὶ οἰκοδο‐
10μικῆς καὶ ἐπὶ πλαστικῆς καὶ ἐπὶ τεκτονικῆς καὶ ἐπὶ πασῶν τῶν τεχνῶν. ὄντος δὲ ἀληθοῦς τοῦ πᾶσαν ἀρετήν, οὗ ἂν ᾖ ἀρετή, αὐτό τε εὖ ἔχον ἀποτελεῖν καὶ τὸ ἔργον αὐτοῦ εὖ ἀποδιδόναι, δῆλον ὡς καὶ τοῦ ἀνθρώπου ἡ ἀρετὴ εἴη ἄν, ἀφ’ ἧς αὐτός τε ὁ ἄνθρωπος εὖ ἕξει καὶ τὸ ἔργον τὸ οἰκεῖον ὡς ὅτι ἄριστον ἀποδίδωσιν. τί ποτ’ οὖν ἐστι τοιοῦτον, ἐφεξῆς
15ἰδεῖν· τὸ γὰρ εὑρεθὲν εἴη ἂν ἡ ἀρετή. ἐπεὶ τοίνυν ὁρῶμεν ἐν παντὶ ποσῷ καὶ πρόσθεσιν καὶ ἀφαίρεσιν δεχομένῳ τὸ μὲν ὑπερβάλλον καὶ τὸ ἐλλεῖπον ἐν αὐτοῖς φευκτέα ὄντα, τὸ δ’ ἴσον καὶ τὸ σύμμετρον καὶ μέσον αἱρετά τε καὶ ἐν αὑτῷ τὴν οἰκείαν ἀρετὴν ἔχοντα (ἐπί τε γὰρ τῆς τῶν σωμάτων εὐεξίας τε καὶ ἀρετῆς τοῦ σώματος τὰ μὲν ὑπερβάλλοντα καὶ ἐνδέοντα
20γυμνάσια καὶ γενέσθαι κωλύει τὴν εὐεξίαν καὶ φθείρει γενομένην, τὰ δὲ σύμμετρά τε καὶ μέσα καὶ σώζει καὶ ποιεῖ· ἀλλὰ καὶ τὴν ὑγείαν τὰ μὲν ὑπερβάλλοντά τε καὶ ἐνδέοντα σιτία διαφθείρει, σώζει δὲ οὖσαν καὶ μὴ οὖσαν ποιεῖ τὰ μέσα τε καὶ σύμμετρα· ἀλλὰ καὶ ἐπὶ πλαστικῆς ἰδεῖν ἔστιν ἐν τῇ φυλακῇ τῆς ὑπερβολῆς τε καὶ ἐλλείψεως ὂν τὸ γινόμενον κατ’ ἀρε‐
25τὴν ὑπ’ αὐτῆς· ὡς δὲ ἐπὶ τούτων, οὕτως δὲ καὶ ἐπὶ τῶν ἄλλων πάντων ἔχει, ἔστιν δὲ καὶ ἡ ἠθικὴ ἀρετὴ περὶ πάθη τε καὶ πράξεις, ἃ καὶ πρόσ‐ θεσιν καὶ ἀφαίρεσιν δέχεται), δῆλον οὖν ὡς εἴη ἂν κατὰ τὰ αὐτὰ καὶ ἡ περὶ αὐτὰ ἀρετὴ ἐν μεσότητι τούτων. ὥσπερ δὲ ἐπὶ τῶν ἄλλων τὸ μέσον ὡρίζετο ὑπὸ τοῦ κατὰ τὴν τέχνην λόγου, οὕτως καὶ ἐπὶ τῶν παθῶν τε καὶ
30τῶν πράξεων εἴη ἂν ὁριζόμενον τὸ μέσον τε καὶ σύμμετρον ὑπὸ φρονή‐ σεώς τε καὶ τοῦ ὀρθοῦ λόγου, καθ’ ὃν ὁρισθέντα τε καὶ πραττόμενα τὸ ἐν τῷ εὖ ἄκρον ἔχοι. διὸ καί φαμεν εἶναι λόγον τῆς ἠθικῆς ἀρετῆς
ἕξιν προαιρετικὴν τῆς μεσότητος τῆς πρὸς ἡμᾶς, τῆς περὶ τὰ πάθη153

154

τε καὶ τὰς πράξεις, τῆς ὡρισμένης τῷ ὀρθῷ λόγῳ, τοῦ ἐν τοῖς ἄκροις εὖ τε καὶ καλοῦ τυγχάνουσαν. ὅτι δὲ οὕτως ἔχει, δῆλον ἑκάστην τῶν ἠθικῶν ἀρετῶν προχειριζομένοις. ἥ τε γὰρ ἀνδρεία τὰς ὑπερβολὰς τοῦ τε θάρρους καὶ τῶν φόβων, ὁμοίως δὲ καὶ τὰς ἐλλείψεις φυλασσο‐
5μένη τοῦ ἐν τούτοις εὖ τυγχάνει· τῶν δὲ περὶ τὰς ὑπερβολάς τε τούτων καὶ τὰς ἐνδείας ἕξεων ἡ μέν ἐστι θρασύτης, ἡ δὲ δειλία, κακία οὖσα αὐτῶν ἑκατέρα. ἀλλὰ καὶ ἡ σωφροσύνη τοῦ αὐτοῦ περὶ τὰς σωματικάς τε καὶ δι’ ἁφῆς γινομένας ἡδονάς τε καὶ λύπας τυγχάνει, φυλαττομένη μὲν τὰς κατὰ ταῦτα ὑπερβολάς τε καὶ ἐνδείας, αἱρουμένη δέ τι κατὰ τὸν ὀρ‐
10θὸν λόγον μέσον ἐν αὐταῖς, τῶν δὲ ἐν ταῖς ὑπερβολαῖς τούτων καὶ ἐν‐ δείαις ἕξεων ἡ μὲν κατὰ τὴν ὑπερβολὴν ἀσωτία, ἡ δὲ κατὰ τὴν ἔνδειαν ἀναισθησία. ὁμοίως δὲ καὶ ταῖς ἕξεσιν ταύταις ἔχουσιν καὶ περὶ τὰς ἄλλας πράξεις καὶ τὰ ἐν αὐταῖς πάθη αἵ τε ἀρεταὶ μεσότητες οὖσαι καὶ αἱ κατὰ τὰς ὑπερβολάς τε καὶ τὰς ἐνδείας κακίαι.
15 Τῶν δὲ οὐ φασκόντων τὰς ἀρετὰς εἶναι μεσότητας ἢ δι’ ἄγνοιαν τῶν εἰρημένων ἢ διὰ φιλοτιμίαν τοῦ καὶ πρὸς τοῦτο δοκεῖν τι λέγειν οἱ μὲν οὐ φάσκοντες δύνασθαι μεσότητα τὴν ἀρετὴν εἶναι διὰ τὸ δεῖν μὲν τὸ μέσον ὁρίζεσθαι τοῖς ἄκροις καὶ ἀπὸ τούτων ἴσον ἀφεστάναι, μὴ εἶναι δὲ μήτε ἐν τοῖς πάθεσιν μήτε ἐν ταῖς πράξεσιν μήτε τὰς ὑπερβολὰς μήτε τὰς
20ἐνδείας ὡρισμένας, οὔτε γὰρ ἡ τοῦ θαρρεῖν ἀμετρία μέχρι τίνος πρόεισιν, ἐστὶν ὡρισμένον, οὔτε ἡ τοῦ φοβεῖσθαι· πρὸς δὴ τούτους λέγοιτο ἂν, ὅτι μὴ ἐνόησαν τὸ ἐν τῷ ὁρισμῷ προσκείμενον τῇ μεσότητι, ἔστι δὲ τοῦτο τὸ ‘πρὸς ἡμᾶσ‘, καίτοι σαφῶς αὐτὸ διορίσαντος Ἀριστοτέλους καὶ δείξαντος, ὅτι τὸ μὲν πρὸς τὸ πρᾶγμα μέσον δεῖται τοῦ τῶν ἄκρων ὅρου, εἴ γε τὸ
25οὕτως μέσον ἴσον ἀπέχει τῶν ἄκρων, τὸ δὲ πρὸς ἡμᾶς μέσον οὔτε ἓν ἦν καὶ τὸ αὐτὸ πᾶσιν οὔτε εὑρίσκεται ἐν τῇ ἴσῃ τῶν ἄκρων ἀποστάσει. τοὐ‐ ναντίον γὰρ ἡ εὕρεσις τοῦ οὕτω μέσου γνωρίμους ἐποίει καὶ τὰς ἐφ’ ἑκά‐ τερα ἐκβάσεις τοῦ μέσου. ὡς γὰρ ἐπὶ τῶν τεχνῶν ὁρισθὲν τὸ καθ’ ἕκα‐ στον τῶν εἰρημένων μέσον τε καὶ σύμμετρον τῷ τῆς τέχνης λόγῳ τὰς
30ἐκτροπὰς καὶ παραβάσεις δείκνυσιν τὰς ἐφ’ ἑκάτερα τοῦ μέσου, οὕτως δὲ
ἔχει καὶ ἐπὶ τῶν παθῶν τε καὶ πράξεων. ὁρισθὲν γὰρ τὸ κατ’ αὐτὴν154

155

σύμμετρον ἑκάστῳ ὑπὸ τῆς φρονήσεως καὶ τοῦ κατ’ αὐτὴν λόγου πάσας τὰς τούτου παραβάσεις ποιεῖ γνωρίμους, οὐδὲν δεομένη τῆς προσόδου τῆς ἐπὶ τὰ πέρατα αὐτῶν, ἀλλ’ αὐτόθεν κωλύουσα αὐτὰς τῷ ταῖς πρώταις αὐ‐ τῶν ἐκτροπαῖς ἐνίστασθαι ταῖς γινομέναις παρὰ τὸ μέσον τε καὶ σύμ‐
5μετρον. Ἀλλὰ καὶ ὁ λέγων μὴ εἶναι τὴν ἀρετὴν μέσην δύο κακιῶν τῶν ἑκα‐ τέρωθεν αὐτῆς, μὴ γὰρ ἕπεσθαι αὐτῇ κακίαν ἐναντίαν τῷ τὸ μὲν μέσον μηδετέρου τῶν ἐφ’ ἑκάτερα τῶν ἄκρων πλεῖστον ἀφεστάναι, ἐναντία δὲ εἶναι τὰ ἐν τῷ αὐτῷ γένει πλεῖστον ἀλλήλων διεστῶτα, οὐδὲ οὗτος εἴη
10ἂν κινῶν τι τῶν κειμένων. εἰ μὲν γὰρ ἦν ἡ ἀρετὴ αὐτὰ τὰ μέσα πάθη καὶ αὐταὶ αἱ μέσαι πράξεις, ἔλεγον ἄν τι, νῦν δ’ οὐ ταῦτα ἡ ἀρετή, ἀλλὰ περὶ ταῦτα. τὸ δὲ εἶναι αὐτῇ ἀρετῇ ἐν τῷ ὡρίσθαι τῷ ὀρθῷ λόγῳ καὶ συμμετρίᾳ τὸ εἶναι ἔχειν, ταῖς δὲ ὑπερβολαῖς καὶ ἐνδείαις τὸ κακίαις εἶναι παρά τε τοῦ ἡμαρτημένου λόγου καὶ τῆς ἀσυμμετρίας, καθ’ ὅσον ἡ μὲν
15κατὰ τὸν ὀρθὸν λόγον ἃ πράττει πράττει, καὶ ἔστιν ἐν συμμετρίᾳ, ἡ δὲ κατὰ τὸν ἡμαρτημένον λόγον, καὶ ἐν ἀσυμμετρίᾳ ἡ ἐναντίωσις αὐταῖς, ἐπεὶ κατά γε αὐτὰ τὰ πάθη καὶ τὰς πράξεις καὶ τὸ ἐν τούτοις ποσὸν αἱ ἔν‐ δειαι ταῖς ὑπερβολαῖς εἴρηνται ὑπ’ αὐτοῦ εἶναι ἐναντίαι. Καὶ ὁ λέγων δὲ μὴ εἶναι τὴν ἀρετὴν μεσότητα, δεήσειν γὰρ τὸν τὴν
20ἀρετὴν ἔχοντα τὸ μέσως εὖ μετιέναι, ἀλλ’ οὐ τὸ ἄκρως, οὐδ’ οὗτος δὴ νοήσας τὰ εἰρημένα λέγει. εἴρηται γάρ, ὅτι ἐστὶν ἡ περὶ τὰ πάθη καὶ τὰς πράξεις μεσότης κατὰ τὸν προειρημένον τρόπον ἐν τῷ εὖ ἀκρότης. ἄκρως γὰρ εὖ ἔχει τὸ γινόμενον ἐν ἐκείνοις μέσως τε καὶ συμμέτρως. οὐδὲν γὰρ κωλύει τὸ ἄκρων τινῶν ἐν μεσότητι ἄκρον τινῶν εἶναι. διὸ
25ἄτοπος καὶ ὁ λέγων, εἰ ἡ ἀρετὴ ἀκρότης ἐστὶ ψυχῆς λογικῆς, μὴ δύνα‐ σθαι αὐτὴν εἶναι μεσότητα τῷ μὴ οἷόν τε εἶναι ταὐτὸν ἅμα ἄκρον τε εἶναι καὶ μέσον. εἰ μὲν γὰρ τοῦ αὐτοῦ τις ἠξίου, ἔλεγον ἄν τι, ἐπεὶ δὲ οὐ τοῦτο λέγεται, εἶεν ἂν αἰτιώμενοι τὰ ἀναίτια. Ἀλλ’ οὐδὲ ὁ λέγων, εἰ ἡ ἀρετὴ μέση δύο κακιῶν, εἴη ἂν καὶ συγ‐
30κειμένη ἐκ τούτων τῷ τὰ μέσα τῶν ἐναντίων ἐκ τῆς μίξεως τῶν ἐναντίων ἔχειν τὴν σύστασιν, ὡς ἐπὶ χρωμάτων καὶ ὀσμῶν καὶ χυμῶν αὐτὸς ἐν τῷ Περὶ αἰσθήσεως εἴρηκεν, οὐδ’ οὗτος δὴ ἅπτεταί τινος τῶν κειμένων. οὐ γὰρ εἰ τὰ προειρημένα τοιαῦτα, ἤδη καὶ πάντα μέσα ἐναντίων τινῶν ἐκ τῆς ἐκείνων μίξεως τὸ εἶναι ἔχει. οὐδὲ γὰρ τὸ κατὰ ποσότητά τινα μέσον
35ἐκ τῶν ἐναντίων ἔχει τὴν σύστασιν, ἀλλὰ πᾶν τοὐναντίον ἐν τῇ πρὸς τὰ155

156

ἄκρα ἀποστάσει τὸ εἶναι αὐτοῖς μέσοις. ἐπί τε γὰρ τῶν κατὰ τὰς τέχνας γινομένων τὸ μέσον τε καὶ σύμμετρον οὐκ ἐκ τῆς συνθέσεως τοῦ τε ὑπερ‐ βάλλοντος καὶ τοῦ ἐνδέοντος, ἀλλ’ ἐν τῇ φυγῇ τούτων. οὐ γὰρ ἐκ μίξεως τῶν ὑπερβαλλόντων καὶ ἐνδεόντων γυμνασίων εὐεξία, καίτοι οὖσα ἐν με‐
5σότητι αὐτῶν· ἀλλ’ οὐδὲ ἡ ὑγεία τοῦτον γίνεται τὸν τρόπον· ἀλλ’ οὐδὲ ἡ πλαστικὴ τὰς ὑπερβολὰς καὶ τὰς ἐνδείας συντίθησιν. οὐδὲ τὸ κέντρον δὲ τοῦ κύκλου ἐκ μίξεως τούτων ἐστὶν ὧν ἀφέστηκε πλεῖστον, ἀλλ’ οὐδὲ τὰ μεταξὺ τῶν τε ἀγαθῶν καὶ τῶν κακῶν ἐξ ἐκείνων μέμικται. ἀλλ’ οὐδὲ τὸν προκόπτοντα συγκεῖσθαι ἐκ κακίας τε καὶ ἀρετῆς φήσαι τις ἄν.
10 Οὐδὲ ἐκεῖνο ὑγιὲς τὸ λέγειν, εἰ μεσότης ἡ ἀρετή, δεήσει ἀπὸ τῆς ἐν‐ δείας εἰς τὴν ὑπερβολὴν προϊόντα πρῶτον ἐν ἀρετῇ γενέσθαι. εἰ μὲν γὰρ ἦν τὰ μέσα πάθη καὶ αἱ μέσαι πράξεις αἱ ἀρεταί, ἴσως ἄν τι ἦν λεγό‐ μενον, εἰ δ’ ἐστὶν ἡ ἀρετὴ ἐν τῷ ὡρίσθαι ταῦτα τῷ ὀρθῷ λόγῳ, οὐ πάν‐ τως ὁ ἐν μέσῳ πάθει τινὶ γενόμενος ἤδη γίνεται ἐν αὐτῷ ὡς κατὰ τὸν
15ὀρθὸν λόγον αὐτὸ πάσχειν ἢ τὴν μέσην πρᾶξιν πράττειν ὁμοίως. οὐδὲ ἄλλως δὲ τοῦτο τοῦτον ἐπὶ πάντων συμβαίνει τὸν τρόπον. οὐ γὰρ ἐκ τοῦ δι’ ὑπερβολήν τινος τῶν μερῶν αἴσχους εἰς τὸ κατ’ ἔνδειάν τε καὶ ἔλλειψιν μεταβάλλον πρῶτον γίνεται κάλλος. Ἄτοπον δὲ καὶ τὸ λέγειν, καθ’ οὓς μεσότητες αἱ ἀρεταί, κατὰ
20τούτους γίνεσθαι καὶ κακίας μέρος ἀρετήν· τῆς γὰρ θρασύτητος εἰ τὸ ὑπερ‐ βάλλον ἀφαιρεθείη, τὸ καταλειπόμενον αὐτῆς μέρος ἀνδρεία ἂν εἴη· ἀλλὰ καὶ τῆς ἀνδρείας εἰ ἀφαιρεθείη μέρος τι, καθ’ ὃ τῆς δειλίας ὑπερέχει, γί‐ νεσθαι τὸ καταλειπόμενον αὐτῆς μέρος δειλίαν. ἱκανῶς γὰρ περὶ τούτων καὶ αὐτὸς εἶπεν, δεικνὺς ὅτι πᾶν τὸ τῆς κακίας μέρος κακία, καὶ πᾶν ἀρε‐
25τὴ τὸ τῆς ἀρετῆς. ἢ γὰρ οὐ ταῦτα ἦν τὰ λυόμενα διὰ τῆς λέξεως τῆς· οὐ πᾶσα δὲ ἐπιδέχεται πρᾶξις οὐδὲ πᾶν πάθος τὴν μεσότητα· ἔνια γὰρ εὐθὺς ὠνόμασται συνειλημμένα μετὰ τῆς φαυλότητος, οἷον ἐπιχαιρεκακία ἀναισχυντία φθόνος, καὶ ἐπὶ τῶν πράξεων μοιχεία κλοπὴ ἀνδροφονία. πάντα γὰρ ταῦτα καὶ τὰ τοιαῦτα
30ψέγεται τῷ φαῦλα εἶναι, ἀλλ’ οὐχ αἱ ὑπερβολαὶ αὐτῶν οὐδὲ ἐλ‐ λείψεις. οὐκ ἔστιν οὖν οὐδέποτε περὶ αὐτὰ κατορθοῦν, ἀλλ’ ἀεὶ ἁμαρτάνειν, οὐδέ ἐστι τὸ εὖ ἢ μὴ εὖ περὶ [τε] τὰ τοιαῦτα ἐν τῷ ἣν δεῖ καὶ ὅτε καὶ ὡς μοιχεύειν, ἀλλ’ ἁπλῶς ποιεῖν ὁτιοῦν τού‐ των ἁμαρτάνειν ἐστίν. ὅμοιον καὶ τὸ ἀξιοῦν περὶ τὸ ἀδικεῖν
35καὶ δειλαίνειν καὶ ἀκολασταίνειν μεσότητα εἶναι καὶ ὑπερβολὴν156

157

καὶ ἔλλειψιν· ἔσται γὰρ οὕτως γε ὑπερβολῆς καὶ ἐλλείψεως με‐ σότης καὶ ὑπερβολῆς ὑπερβολὴ καὶ ἔλλειψις ἐλλείψεως. ὥσπερ δὲ σωφροσύνης καὶ ἀνδρείας οὐκ ἔστιν ὑπερβολὴ καὶ ἔλλειψις διὰ τὸ τὸ μέσον εἶναί πως ἄκρον, οὕτως οὐδὲ ἐκείνων μεσότης
5οὐδὲ ὑπερβολὴ καὶ ἔλλειψις, ἀλλ’ ὡς ἂν πράττηται ἁμαρτάνε‐ ται. ὅλως γὰρ οὔτε ὑπερβολῆς καὶ ἐλλείψεως μεσότης ἐστίν, οὔτε μεσότητος ὑπερβολὴ καὶ ἔλλειψις. διὰ γὰρ τούτων οὐ μόνον τὴν προειρημένην λέλυκεν ἀπορίαν, ἀλλὰ καὶ πάντα τὰ πρὸς τὴν δόξαν ἀπορεῖσθαι δυνάμενα.
10Πότερον ὡς γένος ἢ ὡς ὅλον τῶν ἀρετῶν ἡ ἀρετ. Ἐπεὶ τοῖς μὲν ὡς γένος τῶν ἀρετῶν τὴν ἀρετὴν κατηγορεῖσθαι λέ‐ γουσιν εἵπετο ἄτοπον τὸ μιᾶς ἀναιρουμένης ἀναιρεῖσθαι πάσας (τῆς γὰρ φρονήσεως ἀναιρεθείσης οὐδ’ ἄλλην οἷόν τε ἔχειν ἀρετήν, οὐχ οὕτως δὲ τὸ γένος ἔχει πρὸς τὰ εἴδη, ὡς ἑνὸς εἴδους ἀναιρέσει συναναιρεῖσθαι
15αὐτό τε καὶ τἆλλα εἴδη), τοῖς δὲ ὡς ὅλον μερῶν εἵπετο τὸ μὲν ὅλον τῶν μὴ ὁμοιομερῶν αὐτῷ μερῶν μὴ κατηγορεῖσθαι συνωνύμως (οὐ γὰρ κατὰ τῆς κεφαλῆς τοῦ ἀνδριάντος ὁ ἀνδριὰς καὶ ὁ λόγος αὐτοῦ· οὐσῶν δέ γε τῶν ἀρετῶν διαφερουσῶν ἀλλήλων ἡ ἀρετὴ κατὰ πασῶν συνωνύμως κατηγορεῖ‐ ται) *** ἢ εἰ τὸ ὅλον τὸ ὁμοιομερὲς τῶν μερῶν συνωνύμως κατηγορεῖται,
20πᾶσαι δὲ αἱ ἀρεταὶ ὅμοιαι ἀλλήλαις, εἴ γε ἣν ἂν λάβῃς ὡς τελείαν, ὁμοίως ἐκ πασῶν μέμικται, εἴη ἂν ὡς ὁμοιομερὴς ὅλη κατηγορουμένη ἑκάστης συνωνύμως. ὁ γὰρ ἔχων τὴν τελείαν ἀρετὴν ὁμοίως πάσας ἔχει, ἔχων δὲ ὁμοίως πάσας λέγεταί ποτε μὲν κατ’ ἀνδρείαν, ποτὲ δὲ κατὰ σωφρο‐ σύνην ἐνεργεῖν τῷ περὶ ἃ ἰδίως ἐστὶν ἡ σωφροσύνη, περὶ ταῦτα ἁπάσαις
25ὁμοίως ἐνεργεῖν. ὡς γὰρ ἐν τοῖς σώμασιν τοῖς ἐκ διαφερόντων μιγνυμένοις τινῶν τὸ μιχθὲν ὁμοιομερὲς πάντῃ γίνεται, οὕτως καὶ ἐπὶ τῶν ἕξεών τε καὶ τῶν ἀρετῶν γίνεται. αἱ γὰρ διαφέρουσαι ἀλλήλων ἀρεταὶ τῷ τήνδε μὲν αὐτῶν περὶ τάδε τινὰ εἶναι, τήνδε δὲ περὶ τάδε (ὡς ἔχον ἐπὶ τῶν φυσικῶν ἀρετῶν ὁρῶμεν· αὗται γὰρ ἐν τῇ τελειώσει, ἣ γίνεται ἐν τῇ ἑκά‐
30στης αὐτῶν πρὸς τὰς ἄλλας μίξει), τὸ πᾶν ὁμοιομερὲς ποιοῦσιν, ὡς γίνεσθαι μὲν δοκεῖν καθ’ ἑκάστην αὐτῶν ἐνέργειαν, ὅταν περὶ ταῦτα γίνη‐ ται, περὶ ἃ ἦν τῇ ἀτελεῖ τε καὶ φυσικῇ ἀνδρείᾳ φέρ’ εἰπεῖν τὸ εἶναι· οὐ
μὴν κατ’ ἐκείνην μόνην ἐνεργεῖ περὶ αὐτά, ὧν διὰ τὴν τοιαύτην μῖξιν157

158

ὁμοίων οὐσῶν ἀλλήλαις εἰκότως ἡ ἀρετὴ συνωνύμως κατηγορεῖται· ταύ‐ τας γὰρ καὶ κυρίως ἀρετάς φαμεν. Ἄλλης λέξεως ἐξήγησις ἐκ τοῦ τρίτου τῶν Νικομαχείων Ἠθικῶν Ἀριστοτέλους, δι’ ἧς δείκνυται, ὅτι καὶ αἱ κακίαι ταῖς
5ἀρεταῖς ὁμοίως ἐφ’ ἡμῖν. Εἰ δέ τις λέγοι ὅτι πάντες ἐφίενται τοῦ φαινομένου ἀγαθο, τῆς δὲ φαντασίας οὐ κύριοι, ἀλλ’ οἷός ποθ’ ἕκαστός ἐστι, τοι‐ οῦτον καὶ τὸ τέλος φαίνεται αὐτ· εἰ μὲν οὖν ἕκαστος τῆς ἕξεως αὑτῷ ἐστί πως αἴτιος, καὶ τῆς φαντασίας ἔσται πως αὐτὸς αἴ‐
10τιος, εἰ δὲ μηδεὶς αὑτῷ αἴτιος τοῦ κακὰ ποιεῖν, ἀλλ’ ἢ δι’ ἄγνοιαν τοῦ τέλους ταῦτα πράττει, διὰ τούτων οἰόμενος αὑτῷ τὸ ἄριστον ἔσεσθαι. ἡ δὲ τοῦ τέλους ἔφεσις οὐκ αὐθαίρετος, ἀλλὰ φῦναι δεῖ ὥσπερ ὄψιν ἔχοντα, ᾗ κρινεῖ καλῶς καὶ τὸ κατ’ ἀλήθειαν ἀγαθὸν αἱρήσεται, καὶ ἔστιν εὐφυὴς ᾧ τοῦτο καλῶς
15πέφυκεν· τὸ γὰρ μέγιστον καὶ κάλλιστον, καὶ ὃ παρ’ ἑτέρων μὴ οἷόν τε λαβεῖν μηδὲ μαθεῖν, ἀλλ’ οἷον ἔφυ τοιοῦτον ἕξει, καὶ εὖ καὶ καλῶς τοῦτο πεφυκέναι ἡ τελεία καὶ ἀληθινὴ εἴη ἂν εὐφυΐα. Ἢ τὸ μὲν πάντας ἐφίεσθαι τοῦ φαινομένου αὐτοῖς ἀγαθοῦ ἀληθές,
20οὐκ ἀληθὲς δὲ τὸ τῆς φαντασίας μὴ κυρίους ἡμᾶς πως εἶναι. οἷος μὲν γάρ ποτε ἕκαστός ἐστι, τοιοῦτον αὐτῷ καὶ τὸ τέλος φαίνεται, τῆς δὲ ἕξεως, καθ’ ἣν ἕκαστος ἡμῶν ἐστι τοιοῦτος, αὑτοῖς ἐσμεν συναίτιοι, εἴ γε ἐκ μὲν τῶν ἐνεργειῶν αἱ ἕξεις, ἐφ’ ἡμῖν δὲ αἱ ἐνέργειαι. εἰ γὰρ ἀκούσιον † μὲν τό τε βία καὶ τὸ διὰ τὴν τῶν καθ’ ἕκαστα ἄγνοιαν γινόμενον (δέδεικται
25γὰρ ὅτι 〈ἃ〉 ἀγνοοῦντες πράττουσίν τε καὶ ἁμαρτάνουσιν ὡς ἀγνοίας αὐτοὶ αἴτιοι, ταῦτα οὔτε ἀκούσια οὔτε τὴν ἀρχὴν δι’ ἄγνοιαν γίνεται· διὰ ταύ‐ την γοῦν τὴν αἰτίαν οὐδὲ τὰ παρὰ τὰς μέθας ἁμαρτανόμενα ἀκούσια, καί‐ τοι ὑπὸ ἀγνοούντων γίνεται, ἀλλ’ ἐπεὶ αὑτοῖς οἱ μεθύοντες αἴτιοι τῆς ἀγνοίας τῆς παρὰ τὴν μέθην, οὐκ ἐν τοῖς ἀκουσίοις ἁμαρτανομένοις ταῦτα
30τίθεται· Πιττακὸς γοῦν ὁ Μιτυληναῖος διπλᾶ ἐπιτίμια ὥρισεν τῶν παρὰ τὴν158

159

μέθην ἁμαρτανομένων), ἃ γὰρ αἰτίαν ἔχει τῶν ἁμαρτανομένων [ἑκούσιόν τε καὶ ἐφ’ ἡμῖν], εἴη ἂν ταῦτα καὶ αὐτὰ ἑκούσιά τε καὶ ἐφ’ ἡμῖν. ὡς δὲ τῶν παρὰ τὴν μέθην ἀγνοουμένων οἱ μεθύοντες αἴτιοι, οὕτως καὶ τῶν δι’ ἄγνοιαν τῶν καλῶν τε καὶ αἰσχρῶν ἁμαρτανομένων οἱ ἀγνοοῦντες αἴτιοι,
5εἴ γε ἐφ’ ἡμῖν ἡ γνῶσις τῶν βελτιόνων τε καὶ χειρόνων. οἱ γὰρ δι’ ἀμέ‐ λειαν ἀγνοοῦντες τά τε ὑπὸ τῶν νόμων ὡρισμένα καὶ τὰ ὑπὸ τῶν ἐπαι‐ νουμένων ἀνδρῶν γινόμενα τῆς ἀγνοίας αὑτοῖς αἴτιοι, εἴ γε τὸ ἀμελεῖν ἐφ’ ἡμῖν. ἡ γὰρ τῶν καλῶν τε καὶ συμφερόντων ἄγνοια καθόλου οὐ τοῦ ἀκουσίου, ἀλλὰ τῆς μοχθηρίας αἰτία. ἐφ’ οἷς γὰρ οἱ ψόγοι τε καὶ αἱ κο‐
10λάσεις, ταῦτα ἑκούσια, ἐπὶ δὲ τῇ τῶν τοιούτων ἀγνοίᾳ ἀφίενταί τε καὶ ζη‐ μιοῦνται. οὔτ’ οὖν ταῦτα τῶν ἀγνοουμένων ἀκούσια οὔτε τῶν βίᾳ γίνε‐ σθαι λεγομένων, 〈ὧν〉 ἐν ἡμῖν ἡ ἀρχή. ὁ γὰρ ὑφ’ ἡδονῆς βιαζόμενός τε καὶ ἡττώμενος, ἐν αὑτῷ τὴν ἀρχὴν ἔχων τοῦ ἐπὶ ταῦτα κινεῖσθαι, 〈ἃ〉 διὰ τὴν ἡδονὴν ποιεῖ, οὐκ ἔξωθεν ποιεῖ τῆς τοιαύτης βίας τὴν αἰτίαν ζήσας
15ἀνειμένως καὶ διὰ τῆς τῶν καθ’ ἕκαστα ἐνεργείας ἐθίσας αὑτὸν ἡττᾶσθαι τῆς ἡδονῆς, εἴ γε βίᾳ γίνεται ὧν ἡ ἀρχὴ καὶ ἡ αἰτία ἔξωθεν, μηδὲν ἡμῶν πρὸς τὰ δι’ αὐτὴν γινόμενα συντελούντων, ὁ δὲ ἐν αὑτῷ γε τὴν ἀρχὴν τοῦ πράττειν ἔχων ἃ πράττει καὶ τοῦ βουλεύεσθαι περὶ αὐτῶν ἐξουσίαν ἔχων, οὗτος οὐκ ἔχει τῶν οὕτως ἁμαρτανομένων βίαιον αἰτίαν.
20ὄντος δὴ ὡς ἐρρέθη ἀκουσίου τοῦ προειρημένου τὸ ἑκούσιον γίνεται, οὗ ἡ ἀρχὴ ἐν ἡμῖν εἰδόσιν τὰ καθ’ ἕκαστα, περὶ ἃ ἡ πρᾶξις. οὔτε γὰρ ὁ τὴν ἀρχήν τε καὶ αἰτίαν τῶν πραττομένων ἔχων ἐν αὑτῷ βίᾳ ταῦτα πράττει, οὔτε ὁ εἰδὼς τὰ καθ’ ἕκαστα, περὶ ἃ καὶ δι’ ὧν ἡ πρᾶξις, δι’ ἄγνοιαν αὐτὰ ποιεῖ, ὥστε εἰ ἀκούσια τὰ βίᾳ ἢ δι’ ἄγνοιαν, ὧν δὲ πραττομένων ἡ
25ἀρχή τε ἐν ἡμῖν καὶ γνωρίζεται τὰ καθ’ ἕκαστα, ταῦτα οὔτε βίᾳ οὔτε δι’ ἄγνοιαν, οὐδ’ ἂν ἀκούσια εἴη, εἰ δὲ μὴ τοῦτο, ἑκούσια. διὸ καὶ τὰ διὰ θυμόν τε καὶ ἐπιθυμίαν πραττόμενα ἑκούσια. ἐν ἡμῖν γὰρ ἡ ἀρχὴ τῶν τοῦτον γινομένων τὸν τρόπον. προσέτι τε εἰ τὰ διὰ ταῦτα γινόμενα ἀκούσια, οὐδὲν ἂν οὔτε τῶν ἀλόγων ζῴων οὔτε τῶν παιδίων ἑκουσίως τι
30ποιοῖ· διὰ γάρ τι τούτων τὰ γινόμενα ὑπ’ αὐτῶν γίνεται πάντα. ἔτι τε πολλὰ καὶ τῶν καλῶν διὰ ταῦτα γίνεται. ἔτι δ’ εἰ ἄτοπον ἀκούσια λέγειν τὰ γινόμενα κατὰ λόγον τε καὶ εὐλόγως, κατὰ λόγον δὲ ὀρεγόμεθά τινων καὶ ὀργιζόμεθά τισιν, οὐκ ἂν εἴη ἀκούσια τὰ γινόμενα διὰ ταῦτα. ὄν‐
των δὴ πάντων τῶν οὕτως γινομένων ἑκουσίων, τῶν ἑκουσίων ταῦτα τὸ159

160

ἐφ’ ἡμῖν ἔχει, ὅσα ἐστὶ προαιρετά τε καὶ κατὰ προαίρεσιν γινόμενα, πᾶν τε τὸ κατὰ προαίρεσιν γινόμενον μετὰ λόγου τε καὶ προαιρέσεως γίνεται, διὸ καὶ δοκεῖ ἡ προαίρεσις εἶναι ἑκούσιον προβεβουλευμένον. περὶ γὰρ τὰ βουλευτὰ ἡ προαίρεσις, βουλευτὰ δέ ἐστιν περὶ ὧν ἐστι βουλή τε καὶ τὸ
5βουλεύεσθαι, βουλεύεται δὲ οὐδὲν ζῷον ἄλλο παρὰ τὸν ἄνθρωπον, βουλευό‐ μεθα δὲ οὔτε περὶ τῶν ἀιδίων καὶ ἀεὶ ὁμοίως ἐχόντων, οὔτε περὶ τῶν γινο‐ μένων μέν, ἀεὶ δὲ γινομένων ὁμοίως τε καὶ κατὰ τάξιν ὡρισμένην, ὧν εἰσιν ἀνατολαί τε καὶ δύσεις καὶ τροπαί, ἀλλ’ οὐδὲ περὶ τῶν ἄλλοτε ἄλλως ἐχόντων καὶ γινομένων, οἷον αὐχμῶν τε καὶ ὄμβρων, ἀλλ’ οὐδὲ περὶ τῶν γινομένων
10ἀπὸ τύχης, ἀλλ’ οὐδὲ περὶ τῶν ὑπ’ ἀνθρώπων γινομένων ἁπάντων· οὐδεὶς γὰρ τῶν Ἀθήνῃσιν ὄντων βουλεύεται, πῶς ἂν Σκύθαι ἄριστα πολιτεύοιντο. περὶ γὰρ τούτων βουλευόμεθα, ἃ οἷά τέ ἐστιν δι’ ἡμῶν γίνεσθαι· ἔστι γὰρ ἡ βουλὴ περὶ τῶν ἡμῖν τοῖς βουλευομένοις πρακτῶν. οἱ γὰρ βουλευόμενοι βουλεύονται περὶ τῶν δι’ αὑτοὺς πρακτῶν, ἔστι δὲ τοιαῦτα, ἃ ἄλλοτε
15ἄλλως οἷοί τε ποιεῖν ἐσμεν τῷ μὴ ἔχειν ὡρισμένα τὰ ἐφ’ οἷς γίνεται, τοιαῦτα δὲ περὶ ὧν δοξάζομεν. ἔτι γίνεται ἡ βουλὴ οὐ περὶ τῶν τελῶν, ἀλλὰ περὶ τῶν πρὸς τὰ τέλη. ὧν γὰρ τὰ τέλη βουλητά ἐστιν, ὄντων πρακτῶν τούτων, ἐστὶ βουλευτὰ τὰ ἄγοντα ἐπ’ αὐτά· βουλευόμεθα γάρ, δι’ ὧν δυνησόμεθα αὐτῶν τυχεῖν. ὄντων δὴ τῶν βουλευτῶν τοιούτων τὸ
20προαιρετόν ἐστι τὸ ἐκ τῶν βουλευτῶν προκριθὲν ὡς μᾶλλον τῶν ἄλλων συντελοῦν τε καὶ ἄγον πρὸς τὸ προκείμενον τέλος, αἵ εἰσιν αἱ κατὰ τὰ προκριθέντα ἐκ τῶν βουλευτῶν γινόμεναι πράξεις προαιρεταί, αἳ γίνονται μετὰ ὀρέξεως τοῦ προκριθέντος. οὐ γὰρ αὐτάρκης ἡ κρίσις πρὸς τὴν πρᾶξιν τῶν κριθέντων, ἀλλὰ δεῖ καὶ ὀρέξεως, διὸ καὶ ἡ προαίρεσις εἶναι
25λέγεται ὄρεξις βουλευτική. ὄντων δὲ τῶν κατὰ προαίρεσιν γινομένων ἑκου‐ σίων τε καὶ ἐφ’ ἡμῖν, κειμένου δὲ καὶ τοῦ τὰς ἕξεις τὰς περὶ τὰ πρακτὰ ἐκ τῶν ἐνεργειῶν τῶν περὶ [τὰ] αὐτὰ γίνεσθαι κατὰ προαίρεσιν ἐνεργουμέ‐ νων, εἴη ἂν διὰ τούτων κείμενον καὶ τὸ τὰς ἕξεις τὰς περὶ τὰ πρακτὰ ἑκουσίους τε εἶναι καὶ ἐφ’ ἡμῖν· ὡς γὰρ τὰς κατὰ τὰς τέχνας ἕξεις ἐκ τῶν
30κατ’ αὐτὰς ἐνεργειῶν κτώμεθα, οὕτως δὲ καὶ τὰς κατὰ τὰς ἀρετὰς ἕξεις κτώμεθα· ἐθιζόμενοι γὰρ τὰ καλὰ πράττειν ἐν ἕξει γινόμεθα τοῦ πράττειν αὐτά, ὡς καὶ τὰ τεκτονικὰ οἱ σπουδάζοντες γενέσθαι τέκτονες. ὥσπερ ἐπὶ τῶν τεχνῶν ἄλλος μὲν ἄλλου ἀμείνων πέφυκεν πρὸς τὸ τὴν ἕξιν κτήσασθαι τῆς προκειμένης τέχνης, οὐ μὴν τῶν κατὰ φύσιν ἐχόντων πεπήρωταί τις
35πρὸς τὴν ἀνάληψίν τε καὶ κτῆσιν αὐτῆς, οὕτως ἔχει πολὺ μᾶλλον ἐπὶ τῶν ἀρετῶν, ὅσῳ καὶ κατὰ φύσιν τοῖς ἀνθρώποις μᾶλλον ἡ τῶν ἀρετῶν
κτῆσις τῆς τῶν τεχνῶν. 〈εἰ〉 δὲ ἡ τῶν ἀρετῶν, δῆλον ὡς καὶ ἡ τῶν160

161

κακιῶν, εἴ γε διὰ μὲν τῶν ἀντικειμένων ἐθῶν αἱ κακίαι ταῖς ἀρεταῖς συνί‐ στανται, οἷς δὲ τὰ ἀντικείμενα † τί δεῖν ἐφ’ αὑτοῖς, ἐπ’ ἐκείνοις καὶ τὰ οἷς ἐκεῖνα ἀντίκειται, ὥστε ἀληθὲς συνημμένον τὸ λέγον· εἰ ἕκαστος τῆς ἕξεως ἑαυτῷ ἐστί πως αἴτιος, καὶ τῆς φαντασίας ἔσται πως αὐτὸς αἴτιος, 〈εἰ〉
5ἀληθὲς δὲ καὶ τὸ αἴτιον τῆς ἕξεως αἴτιον εἶναί πως ἑαυτῷ, ἀληθὲς ἔσται καὶ τὸ τῆς φαντασίας τῆς γινομένης περί τε τῶν ἀγαθῶν καὶ τῶν κακῶν ἕκαστον εἶναί πως αἴτιον ἑαυτῷ. τούτου δὲ τοῦτον ἔχοντος τὸν τρόπον καὶ τοῖς κακοῖς, τῆς τοιαύτης ἕξεως ἑαυτοῖς πως οὖσιν αἰτίοις, ἕπεται τὸ ἐπ’ αὐτοῖς εἶναί πως καὶ τὰ ἀγαθὰ αὐτοῖς κακὰ φαίνεσθαι. οὐ γὰρ εἰ
10ἀγνοοῦντες τὸ τέλος οἱ κακοὶ τὰ κακὰ πράττουσιν, ἤδη καὶ δι’ ἄγνοιαν αὐτὰ πράττουσιν. ἐδείχθη γὰρ ἡ τούτων ἄγνοια ἑκούσιος οὖσα, οἳ καὶ τοῦ ἀγνοεῖν αὑτοῖς αἴτιοι. τὸ γὰρ οἴεσθαι τεύξεσθαι [τε] καὶ διὰ τοῦ τὰ φαῦλα πράττειν τοῦ τέλους παρ’ αὐτοῖς, εἴ γε ἐπ’ αὐτοῖς τὸ γνῶναι τὰ ἀγαθὰ καὶ τὸ πράττειν, δι’ ὧν ταῦτα περιγίνεται. φῦναι μὲν γὰρ δεῖ πως τὸν
15μέλλοντα ἀρετὴν ἢ κακίαν δέχεσθαι, εἴ γε μὴ πᾶν ζῷόν ἐστι τούτων δεκτικόν, ἀλλ’ ἄνθρωπος μόνον· οὐ μὴν εἰ ποιᾶς φύσεως τῷ ταῦτα ἕξοντι ζῴῳ, ἤδη δεῖ καὶ ἔχειν αὐτὸν φύσει τὸ ὄμμα τοῦτο, ᾧ κρινεῖ τὰ κρινό‐ μενα καλῶς καὶ τὸ κατ’ ἀλήθειαν ἀγαθὸν αἱρήσεται, ὅπερ ἐστὶν ἀρετή. οὐ γὰρ ὁμοίως αἵ τε αἰσθήσεις καὶ ἀρεταὶ φύσει, ἀλλ’ αἱ μὲν αἰσθήσεις
20αὐταὶ φύσει, ἡ δὲ ἀρετὴ οὐκ αὐτὴ φύσει, ἀλλ’ ἡ μὲν τοῦ δέξασθαι δύναμις αὐτὴν φύσει, αὐτὴ δὲ οὐ φύσει. διὸ μᾶλλον ἡ ἀρετὴ ὁμοίως φύσει ταῖς τέχναις, οὐ ταῖς αἰσθήσεσιν. ὡς γὰρ τῶν τεχνῶν τὸ μὲν εἶναι δεκτικοῖς ἡμῖν αὐτῶν ὑπάρχει φύσει, οὐδεὶς δὲ γίνεται τεχνίτης φύσει, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει. διὸ καὶ τὴν μὲν αἰσθητικὴν ὄψιν, εἰ μὴ
25φύσει τις ἔχοι, οὐδ’ ἂν κτήσαιτο αὐτήν ποτε, ἐπὶ δὲ τῆς κατὰ τὴν ἀρετὴν ὄψεως οὐ φῦναι ἔχοντα δεῖ τήνδε τὴν ὄψιν, ἀλλὰ φῦναι δεῖ δέξασθαι δύνασθαι αὐτήν, τὸ δὲ ἔχειν αὐτοὺς παρ’ αὑτῶν πειρᾶσθαι λαμβάνειν, καὶ ἔστιν εὐ‐ φυὴς οὐχ ὁ ἤδη τὴν ἀρετὴν ἔχων καὶ τὸ ὄμμα τοῦτο, ἀλλ’ ὁ ῥᾷον ἄλλου λαβεῖν αὐτὴν δυνάμενος, ὃν τρόπον καὶ ἐπὶ τῶν τεχνῶν ἔχον ἐδείχθη.
30Πῶς εἰ ἐκ τῶν ἐναντίων τὰ ἐναντία γίνεται, οὐκ ἔσται ἐκ μὲν δικαιοσύνης ἀδικία, ἐκ δὲ ἀδικίας δικαιοσύνη, καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν τε καὶ κακιῶν ὁ αὐτὸς λόγος.
Ἢ καὶ ταῦτα οὕτως γίνεται. ὁ γὰρ δίκαιος γινόμενος ἤτοι ἐξ ἀδικίας161

162

μεταβάλλει εἰς δικαιοσύνην, ἥ ἐστιν ἐναντία τῇ δικαιοσύνῃ ἕξις, ἢ ἐκ τῆς μεταξὺ καταστάσεως, καὶ τὰ ἐκ τῶν μεταξὺ δὲ μεταβάλλοντα εἰς τὸ ἕτερον ἄκρον ὡς ἐξ ἐναντίου τοῦ μεταξὺ μεταβάλλει. τῷ γὰρ τὸ μεταξὺ τῷ ἀμφοτέρων πως μετέχειν τῶν ἄκρων καὶ τὰ μηδετέρου ὁλοκλήρως ἔχειν
5εἶναι αὐτῶν μεταξὺ τούτων, καὶ ὅταν εἰς τὸ ἕτερον αὐτῶν μεταβάλλῃ, ὡς ἐξ ἐναντίου αὐτοῦ μεταβάλλει τῷ ἐκ τούτων μεταβάλλειν, ἃ ὄντα τῶν μεταξὺ ἐκώλυεν αὐτὸ ἤδη εἶναι ἐν τούτῳ εἰς ὃ μεταβάλλει. εἰ 〈δὲ〉 πᾶν τὸ μεταβάλλον εἴς τινα ἕξιν ἐκ τῆς στερήσεως τῆς ἕξεως ἐκείνης μεταβάλλει, ἐναντίον δὲ ἡ τοιαύτη στέρησις τῇ ἕξει, εἰς ἣν ἡ μεταβολή, καὶ ἡ δικαιοσύνη
10ἂν καὶ ἡ ἀδικία ἐξ ἐναντίων γίγνοιντο. ἐκ γὰρ τῶν στερήσεων· τό τε γὰρ δίκαιον γινόμενον ἐν στερήσει τοῦ δικαίου, καὶ τὸ ἄδικον ὁμοίως τοῦ ἀδίκου. εἰ μὲν οὖν ἡ ὕλη, ἐξ ἧς ἡ κυρίως γένεσις, αὕτη δέ ἐστιν ἡ τῶν οὐσιῶν, καθ’ αὑτὴν ἦν ὑφεστῶσα ἄνευ τοῦ εἶναι σὺν εἴδει τινί, ἁπλῶς ἂν γινόμενα κυρίως ἐκ τῆς ὕλης ἂν ἐγίνετο καὶ τῆς στερήσεως, τῆς μὲν ὕλης ὡς ὑπο‐
15κειμένου τε καὶ ὑπομένοντος, ἐκ δὲ τῆς στερήσεως ὡς ἐναντίου τε καὶ μὴ ὑπομένοντος· ἐπεὶ δὲ ἀδύνατον εἶναι τὴν ὕλην ἐν ὑποστάσει χωρὶς εἴδους τινός (οὐ γὰρ οἷόν τε ὕλην τινὰ χωρὶς εἴδους εἶναί τινος· τῷ γὰρ λόγῳ χωριστὴ τῶν εἰδῶν καὶ τῷ παρὰ μέρος δέχεσθαι τὰ ἐναντία, ἐπεὶ ἥ γε ὑπόστασις αὐτῆς ἀεὶ μετά τινος τούτων, εἰς ἃ μεταβάλλει παρὰ μέρος,
20ὅταν εἴς τι εἶδος μεταβάλλῃ), δῆλον μὲν ὅτι ἐν στερήσει οὖσα αὐτοῦ εἰς αὐτὸ μεταβάλλει, ἐπεὶ δὲ ἡ οὖσα ἐν στερήσει τούτου, εἰς ὃ μεταβάλλει, ἀπ’ ἄλλου τινος εἴδους ἐστί, δηλονότι τούτῳ εἰς ὃ μεταβάλλει, ἐναντίον εἶδος ἔχει, καθ’ ὃ καὶ αὐτῷ ἡ μεταβολὴ αὕτη γίνεται. ἐν ᾧ γὰρ ἀδύνατον μένειν μεταβάλλουσαν, εἰς ὃ μεταβάλλει, κατὰ τοῦτο μεταβάλλει τε καὶ ἀμείβει
25τὸ εἶδος. τοιαῦτα δὲ τὰ ἐναντία εἴδη, ἐφ’ οἷς ἔστι τε καὶ εἶναι δύναται τὸ ὄν τινων ἐν στερήσει, καὶ διὰ τοῦτο προηγουμένως μὲν ἐκ τῆς στερή‐ σεως καὶ τῆς ὡς στερήσεως ἐναντιώσεως ἡ κυρίως γένεσις, ἤδη δὲ καὶ ἐκ τῶν ἐναντίων εἰδῶν, ἐφ’ οἷς οὖσα πρὸ τῆς εἰς τὰ ἐναντία αὐτοῖς μεταβο‐
λῆς οὐ δύναται μὴ μεταβάλλουσα ἐξ αὐτῶν μεταβάλλειν εἰς τὸ εἶδος,162

163

〈εἰσ〉 ὃ μεταβάλλει. ὅταν μὲν οὖν ὦσιν αἱ ἕξεις εὐμετάβολοι καὶ αἱ ἐναν‐ τιότητες εἰς ἀλλήλας, καὶ ἐκ τῶν ἐναντίων εἰδῶν ἡ μεταβολὴ γίνεται τοῖς εἴς τι μεταβάλλουσιν ὥσπερ καὶ ἐκ τῆς στερήσεως τοῦ εἰς ὃ μεταβάλλει. ὅταν δὲ ᾖ τὰ ἐναντία τοιαῦτα, ὡς μόνιμά τε εἶναι καὶ μὴ ῥᾳδίως μετα‐
5βάλλειν, αἱ γενέσεις τοῖς τοιούτοις ἔκ τε τῶν στερήσεων γίνονται καὶ ἐκ τῶν μεταξύ, ἀφ’ ὧν ὡς ἀπ’ ἐναντίων καὶ αὐτῶν τοῖς εἴδεσιν, εἰς ἃ ἡ μετα‐ βολὴ γίνεται, μεταβάλλει τὰ γινόμενα, ἡ μὲν τῶν κατ’ ἀλλοίωσιν καὶ αὔξησιν καὶ μείωσιν καὶ κατὰ τόπον μεταβολῇ γινομένη γένεσις, οὖσά τις
10γένεσις, ἀλλ’ οὐχ ἁπλῶς γένεσις ἐξ ἐναντίων, ἡ δὲ κατ’ οὐσίαν οὐκέτι ἐξ ἐναντίων, ἀλλ’ ἐκ τῆς κατὰ ἀντίφασιν ἀντιθέσεως, ὅτι μηδέ ἐστι τῇ
οὐσίᾳ τι ἐναντίον.163