TLG 0732 012 :: ALEXANDER :: Ἀπορίαι καὶ λύσεις [Sp.]

ALEXANDER Phil.
(Aphrodisiensis: A.D. 2–3)

Ἀπορίαι καὶ λύσεις [Sp.]

Source: Bruns, I. (ed.), Alexandri Aphrodisiensis praeter commentaria scripta minora [Commentaria in Aristotelem Graeca, suppl. 2.2] Berlin: Reimer, 1892: 1–116.

Citation: Page — (line)

1

(1t)

ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΦΥΣΙΚΩΝ ΣΧΟΛΙΚΩΝ ΑΠΟΡΙΩΝ
2tΚΑΙ ΛΥΣΕΩΝ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ
3tΚΕΦΑΛΑΙΑ
4pα. Διὰ τίνων ἄν τις συστήσαι τὸ πρῶτον αἴτιον κατὰ Ἀριστοτέλη.
5pβ. Περὶ χρώματός τινα.
6pγ. Τίνων ὁρισμοί.
7pδ. Σχόλιον ἐν διαλόγῳ περὶ τοῦ, εἰ πάντα γίνοιτο καθ’ εἱμαρμένην,
8pἀναιρεῖσθαι τὸ δυνατὸν καὶ ἐνδεχόμενον.
9pε. Διὰ τί ἡ αὔξησις κατὰ τὸ εἶδος μόνον, ἀλλ’ οὐχὶ κατὰ τὴν ὕλην.
10pϛ. Πῶς εἰ μᾶλλον τὸ ὕδωρ ὕδωρ κατὰ τὸ ψυχρὸν ἢ κατὰ τὸ ὑγρόν,
11pἡ μὲν εἰς τὸ θερμὸν αὐτοῦ ἐκ τοῦ ψυχροῦ μεταβολὴ οὐ φθείρει
12pαὐτό, ἡ δὲ ἐκ τοῦ ὑγροῦ εἰς τὸ στερεὸν φθείρει.
13pζ. Πῶς οὐκ ἐναντία τὸ μέγα καὶ τὸ μικρόν, εἴ γε εἰς ἐναντία μὲν ἡ
14pμεταβολή, τὸ δὲ αὐξόμενον καὶ μειούμενον εἰς ταῦτα μεταβάλλει.
15pη. Πρὸς τὸ μὴ εἶναι τὸ εἶδος ἐν ὑποκειμένῳ.
16pθ. Πῶς οὐχὶ τῇ εὐεξίᾳ ἡ νόσος ἀντίκειται μᾶλλον τῆς καχεξίας.
17pι. Πῶς εἰ τέσσαρα τὰ αἴτια, οὐκ ἔστιν καὶ ἐν τοῖς θείοις τὸ ὑποκεί‐
18pμενον ὕλη.
19pια. Πῶς εἴρηται ἐν τοῖς περὶ ψυχῆς· τὸ γὰρ ζῷον τὸ καθόλου ἤτοι
20pοὐδέν ἐστιν, ἢ ὕστερον.
21pιβ. Πῶς οἷόν τε ἅμα τὸν αὐτὸν ἥδεσθαι καὶ λυπεῖσθαι, εἰ ἐναντία ταῦτα.
22pιγ. Ὅτι μὴ ὁμοίως κατά τε τὰς ἄλλας αἱρέσεις καὶ κατ’ Ἐπίκουρον εἰσά‐
23pγεται τὰ χρώματα, ὡς ἔλεγεν Κηνσωρῖνος ὁ Ἀκαδημαικός.
24pιδ. Ὅτι καθ’ οὓς μόνον τὸ καλὸν ἀγαθόν ἐστιν, οὐδὲν οἱ θεοὶ τοῖς ἀν‐
25pθρώποις παρέχουσιν ἀγαθόν.1

2

(1p)

ιε. Ὅτι εἰ ἡ αὐτὴ ὕλη καὶ ἐν τοῖς θείοις, ἔσται κἀκεῖνα φθαρτά.
2pιϛ. Λέξεως ἐξήγησις εἰρημένης ἐν τῷ α Φυσικῆς ἀκροάσεως περὶ τοῦ τὰ
3pἐναντία πως τὰς ἀρχὰς ποιεῖν πάντας.
4pιζ. Ὅτι μὴ τὸ εἶδος ἐν τῇ ὕλῃ ὡς ἐν ὑποκειμένῳ.
5pιη. Ὅτι μὴ οἷόν τε τὸν κόσμον ἄφθαρτον εἶναι διὰ τὴν βούλησιν τοῦ
6pθεοῦ, εἰ εἴη φθαρτὸς τῇ ἑαυτοῦ φύσει.
7pιθ. Πῶς ἡ αὐτὴ δύναμις ἅμα τῶν ἐναντίων εἶναι λέγεται.
8pκ. Διὰ τί τοῦ θέρους ὑπνωτικώτεροί ἐσμεν, εἰ ὁ ὕπνος διὰ τὴν τοῦ συμ‐
9pφύτου ἡμῖν θερμοῦ εἰς τὸ ἐντὸς ἀντιπερίστασιν.
10pκα. Ἐν τίνι κατηγορίᾳ ἡ κίνησις.
11pκβ. Εἰ τὸ κινούμενον ἐπί τινος κατὰ τὸ πρότερον μόριον αὐτοῦ πρότερον
12pκινεῖται.
13pκγ. Πῶς εἰ φθαρτὴ ἡ γῆ, οὐκ ἐνδέχεται αὐτὴν καὶ ἅμα ποτὲ φθαρῆναι.
14pκδ. Ἐξήγησις λέξεως ἐκ τοῦ α Φυσικῆς ἀκροάσεως ἐπὶ τέλει εἰρημένης,
15pδι’ ἧς λέγει εὑρεθεῖσαν τὴν ὕλην λῦσαι καὶ τὰς τῶν ἀρχαίων
16pἀπορίας.
17pκε. Εἰς τὰ περὶ προνοίας τινὰ συντελοῦντα.
18pκϛ. Πῶς τὸ εἶδος ἐν τῇ ὕλῃ, πότερον καθ’ αὑτό, ἢ κατὰ συμβεβηκός.
19Διὰ τίνων ἄν τις συστήσαι τὸ πρῶτον αἴτιον κατὰ Ἀριστοτέλη.
20 Εἰ αἱ οὐσίαι πᾶσαι φθαρταί, φθαρτὰ πάντα ἔσται· ἀχώριστα γὰρ τὰ ἄλλα τῆς οὐσίας. οὐκ ἔστι δὲ πάντα φθαρτά, οὔθ’ αἱ οὐσίαι πᾶσαι φθαρ‐ ταί. οὐ πάντα δὲ φθαρτά, ὅτι ἀδύνατον τὴν κίνησιν φθαρτὴν εἶναι· ἀίδιος γάρ. εἰ γὰρ εἴη γενητή, ἐπεὶ πᾶν, γινόμενον ὑπό τινος, καὶ ἔκ τινος γί‐ νεται, εἴη ἂν καὶ τὰ ἐξ ὧν ἡ κίνησις. ἃ εἰ μὲν οὕτως εἶχεν, ὥστε μήτε
25τὸ ποιοῦν μήτε τὸ πάσχον πρὸς τὸ δύνασθαι τὸ μὲν πάσχειν, τὸ δὲ ποι‐ εῖν δεῖσθαί τινος μεταβολῆς, ἦν ἂν καὶ κίνησις ἤδη, ἀλλ’ οὐκ ἐγίνετο. εἰ δέ τι ἦν ἐμποδὼν ἐκείνοις, ἔδει τινὰ κίνησιν γενέσθαι, ὥστε τὸ μὲν ποιῆσαι, τὸ δὲ παθεῖν, καὶ γενέσθαι τὴν κίνησιν ἐξ αὐτῶν, οὕτω δὲ
ἀνάγκη ἔσται πρὸ τοῦ γενέσθαι τὴν κίνησιν κίνησιν εἶναι οὐ γενητήν.2

3

ἀλλ’ ἡ κίνησις ἐν τῷ κινουμένῳ, ὥστε καὶ ἡ ἀίδιος ἐν τῷ ἀιδίως κινουμένῳ· οὐ γὰρ οἷόν τε ἀίδιόν τι κίνησιν κινεῖσθαι μὴ ἀίδιον ὄν. εἰ γάρ τις λέ‐ γοι, ἀίδιον εἶναι κίνησιν τῷ ἄλλο ἐξ ἄλλου σῶμα διαδέχεσθαι αὐτήν, πρῶτον μὲν οὐ συνεχῆ τὴν κίνησιν ποιήσει καὶ μίαν (ἡ γὰρ συνεχὴς ἑνὸς
5ὄντος τοῦ κινουμένου αὐτήν), ἔτι ἐνδεχόμενον ἔσται τὸ ἐπιλιπεῖν τὴν κίνησιν, εἰ μή τι ἄλλο ἀίδιον ὂν τῆς εὐτάκτου τε καὶ ὡρισμένης τῶν κινουμένων διαδοχῆς αἴτιον εἴη, ἀίδιον σῶμα τὸ τὴν ἀίδιον κίνησιν κινούμενον. ἀλλὰ μὴν ἀίδιος καὶ συνεχὴς μόνη τῶν κινήσεων ἡ κυκλοφορία. τὸ ταύτην κι‐ νούμενον ἀίδιον. καὶ ἄριστον δὴ τῶν σωμάτων τοῦτο· τὸ γὰρ ἀίδιον τῶν
10οὐκ ἀιδίων ἄμεινον. καὶ τὸ τὴν πρώτην κινήσεων ἁπασῶν κινούμενον καὶ ἔμψυχον. τὸ γὰρ ἄριστον τῶν σωμάτων ἔμψυχον. ἄμεινον γὰρ σῶμα τὸ ἔμψυχον τοῦ ἀψύχου, τὸ δὲ κυκλοφορητικὸν σῶμα ἄριστον, ὥστε καὶ ἔμ‐ ψυχον· τὸ γὰρ τῶν σωμάτων ἁπάντων ἄριστον ἔμψυχον, τὸ δὲ κυκλοφο‐ ρητικὸν σῶμα τοιοῦτον. ἀλλὰ μὴν πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται,
15καὶ τοῦτο ὂν καὶ τὸ κατὰ ψυχὴν κινούμενον πᾶν ὑπό τινος, εἴ γε τὸ μὲν κατὰ ψυχὴν κινούμενον καθ’ ὁρμὴν κινεῖται, ἡ δὲ ὁρμὴ κατ’ ἔφεσίν τινος. ὥστε εἴη ἂν καὶ τὸ ἀίδιον σῶμα καθ’ ὁρμὴν καὶ κατ’ ἔφεσίν τινος κινού‐ μενον. τοῦ δὲ καθ’ ὁρμὴν καὶ κατ’ ἔφεσιν κινουμένου δεῖ εἶναί τι, οὗ ἐφιέμενον τοῦτο κινεῖται τὴν ἀίδιον κίνησιν, ἀίδιον καὶ αὐτὸ ὂν καὶ ἐνερ‐
20γείᾳ. πᾶν γὰρ τὸ κινητικόν τινος ἐνεργείᾳ τι ὂν κινεῖ, καὶ τὸ ἀεὶ καὶ συνεχῶς κινοῦν ἀεὶ τὸ αὐτὸ ἔσται ἐνεργείᾳ, ἄμοιρον παντάπασιν δυνάμεως. εἰ γὰρ ἔσται δυνάμει, οἷόν τε ἔσται καὶ τὴν κίνησιν φθαρῆναι, μὴ ὄντος ἐνεργείᾳ τοῦ κινήσοντος αὐτήν. ἀλλὰ καὶ ἀκίνητον ἔσται. εἰ γὰρ καὶ τοῦτο κινήσει κινούμενον, δεήσει καὶ τούτῳ πάλιν ἄλλου κινοῦντός τινος.
25ἀλλ’ εἰ ἀκίνητον, ἀσώματον. πᾶν γὰρ σῶμα καθ’ ὃ σῶμα κινητόν. ἔσται
τις ἀίδιος οὐσία ἁπλῆ καὶ ἀκίνητος ἐνεργείᾳ 〈αἰτία〉, οὖσα τῆς τοῦ κυκλοφο‐3

4

ρητικοῦ σώματος ἀιδίου τε καὶ συνεχοῦς κινήσεως. κινηθήσεται δ’ ὑπ’ αὐτοῦ τὸ θεῖον σῶμα τῷ νοεῖν τὸ αὐτὸ καὶ ἔφεσιν καὶ ὄρεξιν ἔχειν τῆς ὁμοιώσεως αὐτοῦ. πᾶν γὰρ τὸ κινούμενον ὑπ’ ἀκινήτου τινὸς κεχωρι‐ σμένου τοῦτον κινεῖται τὸν τρόπον. ἡ δεῖξις κατὰ ἀνάλυσιν. οὐ γὰρ οἷόν
5τε τῆς πρώτης ἀρχῆς ἀπόδειξιν εἶναι, ἀλλὰ δεῖ ἀπὸ τῶν ὑστέρων τε καὶ φανερῶν ἀρξαμένους κατὰ τὴν πρὸς ταῦτα συμφωνίαν ἀναλύσει χρωμένους συστῆσαι τὴν ἐκείνου φύσιν. ὅτι δὲ καὶ πρῶτον νοητὸν καὶ μάλιστα, καὶ πρῶτον ὀρεκτὸν καὶ μάλιστα τὸ κινητικὸν τῆς κύκλῳ κινήσεως εἶδος, ἐν‐ τεῦθεν ἂν δεικνύοιτο. κυρίως νοητὸν τὸ εἶδος. ἡ γὰρ ὕλη, οὐδὲν οὖσα
10τῶν ὄντων ἐνεργείᾳ, κατ’ ἀναλογίαν ἐστὶν νοητή, καὶ ὡς ὁ Πλάτων φησὶ νόθῳ λογισμῷ, τὸ δὲ εἶδος νοητὸν ἐνεργείᾳ τι ὄν, καὶ τῶν εἰδῶν μᾶλλον νοητὸν τὸ ἐν οὐσίᾳ, ἢ τὸ ἐν ἄλλῳ τινί, ὅτι καὶ μᾶλλον, καὶ τῶν ἐν τῇ οὐσίᾳ τὸ μάλιστα ἁπλοῦν καὶ ἀεὶ ὂν ἐνεργείᾳ· μάλιστα γὰρ νοητὸν τοῦτο τῷ τε μάλιστα εἶναι ἀεὶ ὂν ἐνεργείᾳ καὶ τῷ τῇ ἑαυτοῦ φύσει τὸ ἁπλοῦν
15νοητόν. καὶ γὰρ τὰ ἐν τοῖς συνθέτοις τότε νοητά, ὅταν ὁ νοῦς αὐτὰ χω‐ ρίσῃ τῶν ἐν οἷς ἐστι καὶ ὥσπερ ἁπλᾶ αὐτὰ θεωρῇ. τοιαύτη δὲ ἡ κινη‐ τικὴ τοῦ παντὸς οὐσία· μάλιστα αὕτη νοητή. ἀλλὰ μὴν καὶ μάλιστα ὀρεκτή· μάλιστα γὰρ ὀρεκτὸν τῇ αὑτοῦ φύσει τὸ τῇ αὑτοῦ φύσει καλὸν μάλιστα. τοιοῦτον δὲ τοῦτο· τὸ γὰρ καλὸν ἐν τῷ εἴδει μᾶλλον ἢ ἐν τῇ
20ὕλῃ. ἐν γὰρ τῷ ποιοῦντι μᾶλλον ἢ ἐν τῷ πάσχοντι, καὶ ἔστι πάσχον μὲν τὸ δυνάμει τι ὄν, ποιοῦν δὲ τὸ ἐνεργείᾳ ὄν. καὶ ἐν τῷ ὡρισμένῳ μᾶλλον ἢ ἐν τῷ ἀορίστῳ· ἐν τῷ εἴδει τὸ καλὸν μᾶλλον, ἢ ἐν τῇ ὕλῃ, καὶ ἐν εἴδει τῷ ἐν οὐσίᾳ μᾶλλον ἢ ἔν τινι ἄλλῳ τῶν γενῶν. διὰ γὰρ τοῦτο καὶ τὰ ἄλλα ἔστιν. καὶ τῶν ἐν οὐσίᾳ τὸ μάλιστα ὂν καὶ ἁπλοῦν
25καὶ ἄμοιρον τοῦ δυνάμει καλὸν μάλιστα. τοιαύτη δὲ οὖσα δέδεικται ἡ
προειρημένη φύσις, κυρίως καὶ πρώτως αὕτη ὀρεκτή τε καὶ νοητή.4

5

Περὶ χρώματός τινα. Τὸ χρῶμα ὡρίσατο Ἀριστοτέλης πέρας τοῦ ὡρισμένου διαφανοῦς ᾗ διαφανές. τοῦ γὰρ σώματος καθόσον μὲν σῶμα πέρας ἐπιφάνεια, καθόσον δὲ διαφανὲς χρῶμα. διὸ καὶ ἅμα ἐστὶ τὸ χρῶμα τῇ ἐπιφανείᾳ. ἐπεὶ γὰρ
5παντὸς σώματος ὡς σώματος πέρας ἐπιφάνεια, καὶ τὸ διαφανὲς δὲ σῶμά ἐστι, καὶ τούτου πέρας ὡς σώματος ἡ ἐπιφάνεια. ἔστι δὲ αὐτοῦ καὶ ὡς διαφανοῦς πέρας τὸ χρῶμα, καὶ ἅμα ἐστὶν αὐτοῦ τὰ πέρατα ἄμφω, εἴ γε πέρατα οὐκ ὄντα τὰ αὐτὰ ἀλλήλοις. πᾶν μὲν γὰρ χρῶμα ἐν ἐπιφανείᾳ γε καὶ σὺν ἐπιφανείᾳ, οὐ μὴν πᾶσα ἐπιφάνεια σὺν χρώματι, ὅτι μηδὲ πᾶν
10σῶμα διαφανὲς ὡρισμένον. τοῦ γὰρ διαφανοῦς σώματος τὸ μὲν ὡρισμέ‐ νον, τὸ δ’ ἀόριστον. τὸ μὲν οὖν ἀόριστον διαφανές (ὁποῖά ἐστιν ὅ τε ἀὴρ καὶ τὸ ὕδωρ), ὥσπερ οὐδὲ ἐπιφάνειαν οἰκείαν τε καὶ ὡρισμένην ἔχει (ὁρί‐ ζεται γὰρ τὰ ὑγρά τε καὶ ἀόριστα σώματα τοῖς περιέχουσιν), οὕτως οὐδ’ οἰκεῖον ἔχει χρῶμα, ἀλλ’ ἔστιν τῶν ἀλλοτρίων χρωμάτων διάκονόν τε καὶ
15δεκτικὸν ὥσπερ καὶ σχημάτων (καὶ εὐλόγως ἡ φύσις ἄχρουν ἐποίησεν τὸ διακονησόμενον τοῖς ἀλλοτρίοις χρώμασιν διαφανές, διαφανὲς μὲν ὅπως ᾖ δεκτικὸν χρωμάτων, ἀόριστον δὲ καὶ ἄχρουν, ὅπως μὴ τὸ οἰκεῖον αὐτοῦ χρῶμα τῇ μίξει τῇ πρὸς τὰ ὁρώμενα δι’ αὐτοῦ ἐμποδίζῃ τὴν ἀληθῆ μή‐ νυσιν αὐτῶν), τὸ δ’ ἐν τοῖς ὡρισμένοις τε καὶ στερεοῖς σώμασιν, ὡς ὡρι‐
20σμένον ἔχει τὸ ὡς σώματος σχῆμά τε καὶ πέρας, οὕτω δὲ καὶ τὸ ὡς δια‐ φανοῦς, καὶ ἔστιν ὡς διαφανοῦς αὐτοῦ πέρας χρῶμα. τὸ γὰρ χρῶμα πέρας ὡρισμένου διαφανοῦς. οὔτε γὰρ πᾶν σῶμα διαφανές (οὐδὲ γὰρ πᾶν δεκτι‐ κὸν χρωμάτων), οὔτε πᾶν διαφανὲς ὡρισμένον. τὰ δὲ ἐν βάθει τῶν ὡρι‐ σμένων διαφανῶν οὕτως ἔχει χρῶμα ὡς ἐπιφάνειάν τε καὶ σχῆμα. καὶ
25τῶν διαφανῶν δὲ ὡρισμένων τὰ μὲν μᾶλλόν ἐστι, τὰ δ’ ἧττον τοιαῦτα. μάλιστα μὲν γὰρ διαφανῆ τὰ λαμπρά τε καὶ λευκὰ σώματα, ἧς φύσεώς ἐστι τὸ πῦρ (ξανθὸν γὰρ τῇ μίξει τοῦ καπνοῦ μέλανος ὄντος φαίνεται), δευτέρως δὲ καὶ τρίτως ἐστὶ διαφανῆ κατὰ τὴν πρὸς τοῦτο ἀπόστασιν, ὅσα δὲ μέλανα τῶν σωμάτων, ταῦτα, ὄντα ἐν στερήσει χρώματος, καὶ τῆς δια‐
30φανείας ἐστέρηται. ἐπεὶ γὰρ τῶν τε ὄντων τὸ χρῶμα καὶ τῶν ἐν ἄλλοις εἶναι πεφυκότων, εἶναί τι ἔδει καὶ σῶμα, ἐν ᾧ τὸ χρῶμα, καὶ ἔστι τοῦτο τὸ διαφανὲς σῶμα. ὕλη γὰρ τοῦτο προσεχὴς χρώματος, τὸ μὲν ἐνεργείᾳ
διαφανὲς ἔχον αὐτὸ ἐνεργείᾳ, τὸ δὲ δυνάμει ὡς ὕλη ὂν δεκτικὸν τῶν τε5

6

ἐναντίων χρωμάτων ἀλλήλοις καὶ τῶν τούτοις μεταξύ. καὶ ἐν παντὶ σώ‐ ματι χρῶμα ἔχοντι ἢ ὄντι χρώματος δεκτικῷ ἐστι μεμιγμένη καὶ ἡ τοῦ διαφανοῦς φύσις. ἐν οἷς μὲν οὖν σώμασιν, οὖσι διαφανέσιν ἔχουσί τι δια‐ φανὲς ἐν αὑτοῖς, τὸ πέρας φανερόν ἐστι καὶ ὡρισμένον (ἔστι δὲ ἐν τοῖς
5στερεοῖς τοῦτο), ἔστιν ἐν τούτοις καὶ χρῶμα φανερόν τε καὶ οἰκεῖον, καὶ ἔστιν ἐν μόνοις τούτοις κυρίως λεγόμενον χρῶμα, καὶ μᾶλλον ἐν οἷς τὸ μᾶλλον. τὸ δὲ ἀόριστον διαφανὲς οὐδὲν μὲν οἰκεῖον οὐδ’ ὡρισμένον ἔχει χρῶμα τῷ διὰ μανότητα μηδὲν κατέχειν τε καὶ στέγειν δύνασθαι, τῷ δ’ ἀλλοτρίων χρωμάτων γίνεσθαι δεκτικόν τε καὶ διάκονον οὐδὲν μὲν αὐτῶν
10παθητικῶς ἀναλαμβάνει, κινούμενον δ’ ὑπ’ αὐτῶν κατὰ τὴν παρουσίαν τε καὶ ποιὰν σχέσιν πρὸς ταῦτα τῶν ἐχόντων χρῶμα οἰκεῖον σωμάτων, ἔστ’ ἂν ᾖ ὁρᾶσθαι αὐτῷ διὰ τῆς κινήσεως τῆς γινομένης ὑπὸ τῶν ἐκείνοις ὄντων χρωμάτων ἐν αὐτῷ, διακονεῖσθαι τοῖς τῶν ζῴων ὁρατικοῖς ὡς ἀντι‐ λαμβάνεσθαι δι’ αὐτοῦ τῶν χρωμάτων, τοῦτο δὲ ποιεῖν οἷον 〈τε〉 τὸ δια‐
15φανὲς † ἐφ’ ᾧ τι ὑφ’ οὗ πρώτου κινουμένῳ ἐν αὐτῷ ὑπὸ παρουσίας τῶν φωτίζειν φύσιν ἐχόντων πάσχον καὶ δεχόμενον αὐτὸ ὡς οἰκεῖον χρῶμα. οὐδὲ γὰρ οὐδὲ τοῦτο οἰκεῖον αὐτοῦ χρῶμα, ἀλλ’ ἔστ’ ἂν μὲν αὐτῷ παρῇ τὸ φωτίζειν πεφυκός, ἔχει τὸ φῶς, ἀπελθόντος δὲ καὶ τὸ ἐν τούτῳ φῶς πέπαυται. ἔστ’ ἂν οὖν ᾖ πεφωτισμένον καὶ τὰς τῶν ἄλλων χρωμάτων
20ποιότητάς τε καὶ διαφορὰς ὁμοίως δεχόμενον, ὡς καὶ τὸ φῶς, διάκονον γίνεται ταῖς ὁρατικαῖς αἰσθήσεσιν οὔσαις καὶ αὐταῖς ἐξ ὁμοίως διαφανοῦς σώματος διὰ τοῦ γινομένου πάθους ἐν ταῖς ὄψεσιν ὑπὸ τοῦ ἐκτὸς ὄντος αὐτῶν διαφανοῦς κινουμένου τὸν προειρημένον τρόπον ὑπὸ τῆς παρουσίας τῶν χρωμάτων. ὡς δ’ ἐν τῷ ἀορίστῳ διαφανεῖ καὶ διὰ μανότητα μηδὲν
25χρῶμα παθητικῶς ἀναλαμβάνοντι ἡ μὲν παρουσία τοῦ φωτίζειν πεφυκότος φωτὸς αἰτία, ἡ δ’ ἀπουσία σκότους, οὕτω καὶ ἐν τοῖς ὡρισμένοις σώμασιν ἡ μὲν πλείων μῖξις καὶ παρουσία τοῦ μάλιστα διαφανοῦς σώματος (τοιοῦ‐ τον δέ, οὗ ἐστι τὸ λευκὸν οἰκεῖον χρῶμα· μάλιστα γὰρ τοῦτο χρῶμα καὶ μάλιστα ὁρατὸν) τοῦ τε μᾶλλον κεχρῶσθαι τοῖς σώμασιν αἰτία καὶ τοῦ
30μᾶλλον ὁρατοῖς εἶναι, ἡ δὲ παντελὴς ἀπουσία τούτου τοῦ μέλανος αἰτία, ὃ στερήσει χρώματος ἔοικε μᾶλλον ἢ χρώματι, τὰ δὲ μεταξὺ χρώματα κατὰ τὴν ποιὰν μῖξιν τῶν τε διαφανῶν καὶ τῶν μὴ τοιούτων ἔχει τὴν γέ‐
νεσιν καὶ τήν γε διαφοράν. ἔστι δὲ τῶν ἁπλῶν σωμάτων μάλιστα μὲν τὸ6

7

πῦρ ὁρατόν τε τῇ αὑτοῦ φύσει καὶ οὕτως διαφανὲς ὡς προεῖπον (τοιοῦ‐ τόν ἐστιν, ὡς καὶ φωτίζειν δύνασθαι τὸν ἀέρα καὶ παρέχειν αὐτῷ τὴν καθό ἐστι τελειότητα· τὸ γὰρ φῶς ἐντελέχεια καὶ εἶδος τοῦ ἀορίστου διαφανοῦς ᾗ διαφανές), ἥκιστα δὲ τοιοῦτον ἡ γῆ. τῇ δὲ τούτων ποιᾷ μίξει
5πρὸς ἄλληλα καὶ τῇ τῶν γεννωμένων ἐκ τῆς τούτων μίξεως ἡ τῶν χρω‐ μάτων τῶν παρὰ τὰ πρῶτα (πρῶτα δ’ ἐστὶν ἐν τοῖς ἁπλοῖς καὶ πρώτοις σώμασιν) γένεσίς τε καὶ διαφορά. ὡς γὰρ ἐπὶ τῆς ὀσμῆς τὰ μὲν ἐν αὑ‐ τοῖς τὴν ὀσμὴν ἔχει, ὅσα τοιαύτην ἔχει τὴν γένεσιν καὶ τὴν σύστασιν, ὁποίαν φαμὲν εἶναι τὴν ὀσμῆς γεννητικήν, τὸ δέ τί ἐστιν ἄοσμον μὲν καθ’
10αὑτό, δεκτικὸν μέντοι καὶ μηνυτικὸν τῶν ὀσμῶν τῶν ἐν ἄλλοις (δίοσμον καλεῖται), οὕτως καὶ χρῶμα μὲν ἔχει τὰ ὡρισμένα διαφανῆ (αὕτη γὰρ φύσις χρώματος), δεκτικὸν δ’ ἐστὶ καὶ διάκονον χρώματος τὸ ἄχρουν καὶ κατὰ τὴν αὑτοῦ φύσιν, ὅπερ ἐστὶ τὸ ἀόριστον διαφανές. ὡς οὖν ἐρωτη‐ θέντες, τί ποτ’ ἐστὶν ἐπιφάνεια, λέγομεν στερεοῦ πέρας, οὕτως καὶ περὶ
15χρώματος ἐρωτώμενοι τί πότ’ ἐστιν, εὐλόγως ἂν λέγοιμεν αὐτὸ πέρας δια‐ φανοῦς ὡρισμένου, ἐπεὶ ὃν λόγον ἔχει ἐπιφάνεια πρὸς τὸ ὡρισμένον σῶμα, τοῦτον ἔχει τὸν λόγον χρῶμα πρὸς τὸ διαφανὲς τὸ ὡρισμένον. [Ἄμεινον τέτακται τοῦτο τὸ πρόβλημα ἐν τῷ ἐπιγραφομένῳ ‘Λέξεών τινων ἐκ τοῦ Περὶ αἰσθήσεως καὶ αἰσθητοῦ ἐξήγησις καὶ ἐπιδρομή‘.]
20Τίνων εἰσὶν οἱ ὁρισμο. Οἱ ὁρισμοὶ τῶν μὲν καθέκαστα οὐκ εἰσίν, ὅτι ταῦτα μετὰ συμβεβη‐ κότων τινῶν τὸ εἶναι τοιαῦτα ἔχει καὶ οὐκ ἀεὶ τῶν αὐτῶν, ἀλλὰ μετα‐ πιπτόντων, καὶ αἰσθήσεων μᾶλλον, ἢ λόγου δηλώσοντος αὐτὰ δεομένων (ἀλλ’ οὐδὲ κοινοῦ τινος τῶν καθέκαστα κεχωρισμένου καὶ ὄντος ἀσωμάτου
25τινὸς φύσεως καὶ ἀιδίου· πῶς γὰρ ἂν εἴη δίπουν ἀσώματόν τι, ἢ πῶς θνητὸν ἀίδιον; λέγομεν δὲ ὁριζόμενοι τὸν ἄνθρωπον ποτὲ μὲν ζῷον πεζὸν δίπουν, ποτὲ δὲ ζῷον λογικὸν θνητόν), ἀλλ’ εἰσὶν οἱ ὁρισμοὶ τῶν ἐν τοῖς καθέκαστα κοινῶν, ἢ τῶν καθέκαστα κατὰ τὰ ἐν αὐτοῖς κοινά. ἐν γὰρ τοῖς καθέκαστα τὰ μέν ἐστιν ἴδια καὶ καθέκαστά [ἐστι], τὰ δὲ κοινὰ καὶ
30πρὸς ἄλληλα, 〈ἃ〉 ἐν πᾶσιν, οἷς ἂν ᾖ κοινά τε ὄντα καὶ ἀδιάφορα [καὶ] κατὰ τὴν αὑτῶν φύσιν, τοῦ ὁμοίας τε καὶ τῆς αὐτῆς φύσεως εἶναι πάντα
τὰ ἔχοντα αὐτά ἐστιν αἴτια. τὸ γὰρ ζῷον λογικὸν θνητόν, εἰ μὲν λαμ‐7

8

βάνοιτο μετὰ τῶν ὑλικῶν περιστάσεών τε καὶ διαφορῶν, μεθ’ ὧν ἡ ὑπό‐ στασις αὐτῶν, αἵ εἰσιν ἄλλου ἄλλαι, ποιεῖ τὸν Σωκράτη καὶ τὸν Καλλίαν καὶ τοὺς καθέκαστα ἀνθρώπους, εἰ δὲ χωρὶς τούτων λαμβάνοιτο, κοινὸν γίνοιτο, οὐχ ὅτι μὴ ἔστιν ἐν ἑκάστῳ τῶν καθέκαστα ἀνθρώπων (μετὰ τού‐
5των γὰρ τὰ ἴδια τῶν καθέκαστά ἐστιν), ἀλλ’ ὅτι ἐστὶν ἐν πᾶσιν τὸ αὐτό. τοῦ δὴ τοιούτου καὶ οὕτω κοινοῦ, διόπερ πολλοῖς τῶν καθέκαστα ταὐτόν, οἱ ὁρισμοί. διὸ οὔτε ἀσωμάτου τινὸς φύσεως καὶ τῶν καθέκαστα κεχω‐ ρισμένης οἱ τῶν τοιούτων ὁρισμοί. τοῦ γὰρ ἀνθρώπου ὁρισμός, τὸ ζῷον πεζὸν δίπουν, κοινόν ἐστιν, ἐν πᾶσιν ὂν τοῖς καθέκαστα ἀνθρώποις ὁλό‐
10κληρον ἐν ἑκάστῳ, κοινὸν τῷ ἐν πλείοσιν εἶναι τὸ αὐτό, ἀλλ’ οὐ τῷ μέρους αὐτοῦ μετέχειν ἕκαστον. ἕκαστος γοῦν τῶν ἀνθρώπων ζῷον πεζὸν δίπουν ἐστί. διὸ οὐδὲ τῶν κοινῶν ὡς κοινῶν οἱ ὁρισμοί, ἀλλὰ τούτων, οἷς κοινοῖς καθ’ ἑκάστην φύσιν εἶναι συμβέβηκεν. καὶ γὰρ ἑνὸς ὄντος ἐν ὑποστάσει ἀνθρώπου μόνου ὁ αὐτὸς τοῦ ἀνθρώπου λόγος· οὐ γὰρ διότι ἐν πολλοῖς
15ἐστιν οὗτος ὁ λόγος αὐτοῦ, ἀλλὰ διότι κατὰ τὴν τοιαύτην φύσιν ὁ ἄνθρω‐ πος ἄνθρωπός ἐστιν, εἴτε πλείους εἶεν κεκοινωνηκότες τῆσδε τῆς φύσεως εἴτε μή. λέγονται δὲ τῶν νοημάτων καὶ τῶν κοινῶν οἱ ὁρισμοί, ὅτι νοῦ τὸ χωρίσαι τὸν ἄνθρωπον ἀπὸ τῶν σὺν οἷς ὑφέστηκεν ἄλλων καὶ καθ’ αὑτὸν λαβεῖν, ὁ δὲ τοῦ ὑφεστῶτος μὲν μετ’ ἄλλων, νοουμένου δὲ χωρὶς
20ἐκείνων καὶ ἄλλων καὶ οὐχ ὡς ὑφέστηκεν ὁρισμὸς νοήματος εἶναι δοκεῖ καὶ κοινοῦ, ὅτι χωρὶς τῶν συμβεβηκότων τὸ τοιοῦτον ἐν ἑκάστῳ νοούμενον κοινόν τί ἐστι καὶ ἐν πλείοσι ταὐτόν. ἄφθαρτα δὲ τὰ κοινὰ τῇ τῶν κα‐ θέκαστα ἐν οἷς ἐστιν ἐκ διαδοχῆς ἀιδιότητι, τοῦ γὰρ ἐν τῇ τῶν καθέ‐ καστα γενέσει πάντων ὁμοίου τε καὶ ταὐτοῦ μένοντός ἐστι. τοιαῦτα γὰρ
25τὰ κοινά, οὐκ ἐν τοῖς συνυπάρχουσιν ἀλλήλοις τῶν καθέκαστα μόνοις ὄντα καὶ διὰ τοῦτο ὄντα κοινά, ἀλλ’ ἐν πᾶσι τοῖς ὁμοειδέσιν. διὸ καὶ οὐδὲν κεκώλυται θνητόν τι ὂν ἀίδιον εἶναι· θνητὸν γὰρ ὂν ὡς καθέκαστα ἀίδιόν ἐστιν. Σχόλιον ἐν διαλόγῳ περὶ το, εἰ πάντα γίνοιτο καθ’ εἱμαρ‐
30μένην, ἀναιρεῖσθαι τὸ δυνατόν τε καὶ ἐνδεχόμενον. Α. Ἆρά σοι δοκεῖ τὰ καθ’ εἱρμὸν αἰτίων γινόμενα οὕτως γίνεσθαι ὡς πάντων τε αὐτῶν προκαταβεβλῆσθαι τὰς αἰτίας καὶ ἐξ ἀνάγκης ἕκαστον αὐτῶν ἕπεσθαι τῷ αἰτίῳ προκαταβεβλημένῳ; Β. Πῶς γὰρ ἄλλως οἷόν τε γίνεσθαι λέγειν τὰ τοῦτον γινόμενα τὸν
35τρόπον;8

9

Α. Τὸ δ’ ἐξ ἀνάγκης ἑπόμενον αἰτίῳ τινὶ ὡρισμένῳ τε καὶ προκατα‐ βεβλημένῳ ἆρ’ οὐ δοκεῖ σοι κεκωλῦσθαι ὑπ’ αὐτοῦ ἄλλως πως μὴ γίνε‐ σθαι ἢ ἔχειν παρὰ τὴν πρὸς αὐτὸ ἀκολουθίαν; Β. Δοκεῖ καὶ τοῦτο.
5 Α. Ἀλλὰ μὴν ὃ μὴ γίνεται τῷ κεκωλῦσθαι γενέσθαι, οὐκ ἂν δυνα‐ τὸν ἐκεῖνο γενέσθαι λέγοιτο, εἴ γε δυνατόν ἐστι τοῦτο ὃ οἷόν τε γενέσθαι ἀκώλυτον ὄν; καθ’ οὓς γὰρ δυνατὸν γενέσθαι τὸ μὴ κεκωλυμένον, τὸ κε‐ κωλυμένον γενέσθαι οὐκ ἂν εἴη δυνατόν· τοῦτο δὲ κεκώλυται γενέσθαι. Β. Ὀρθῶς μοι καὶ τοῦτο δοκεῖς λέγειν.
10 Α. Ἀλλ’ εἰ ταῦτα τοῦτον ἔχειν σοι δοκεῖ τὸν τρόπον, δῆλον ὡς συγ‐ χωροίης ἂν καὶ τῷ τούτοις ἑπομένῳ. ἔστι δὲ τοῦτο, τῶν γιγνομένων κατὰ εἱρμὸν αἰτίων καὶ κατ’ αἰτίας προκαταβεβλημένας μηδὲν ἄλλως γίνε‐ σθαι δυνατόν. ἕποιτο δ’ ἂν τούτῳ κειμένῳ τὸ καθ’ οὓς πάντα γίνεται καθ’ εἱμαρμένην μόνα εἶναι ταῦτα δυνατά, ὅσα γίνεται, τῷ πᾶν τὸ μὴ
15γινόμενον μὴ γίνεσθαι διὰ τὸ [μὴ] κεκωλῦσθαι γενέσθαι ὑπὸ τῶν προκατα‐ βεβλημένων τῶν γινομένων αἰτίων. Β. Πῶς γὰρ οὐ συγχωροίην ἂν οἷς φθάνω συγκεχωρηκώς. Α. Ἀλλὰ μὴν ἔκειτο ἡμῖν καὶ τὸ πάντα τοῦτον γινόμενα τὸν τρόπον ἐξ ἀνάγκης γίνεσθαι.
20 Β. Ἔκειτο γάρ. Α. Οἷς πάλιν ἕποιτ’ ἂν τὸ μόνα εἶναι ταῦτα δυνατά, ὅσα ἐξ ἀνάγκης γίνεται. εἰ γὰρ μόνα μὲν δυνατὰ τὰ γινόμενα, τὰ δὲ γινόμενα πάντα καθ’ εἱρμὸν αἰτίων γίνεται, τὰ δ’ οὕτως γινόμενα ἐξ ἀνάγκης γίνεται, δῆλον ὡς μόνα ἂν εἴη δυνατὰ τὰ ἐξ ἀνάγκης γινόμενα.
25 Β. Λέγεις ὀρθῶς. Α. Ἀλλὰ μὴν καθ’ οὓς πάντα καθ’ εἱμαρμένην γίνεται, κατὰ τού‐ τους πάντα καθ’ εἱρμὸν αἰτίων γίνεται. Β. Πῶς γὰρ ἄλλως. Α. Καθ’ οὓς ἄρα πάντα καθ’ εἱμαρμένην γίνεται, κατὰ τούτους μό‐
30νον, ὃ ἐξ ἀνάγκης γίνεται, ὡς τὸ ἔστιν ἢ ἔσται, τοῦτο μόνον δυνατὸν εἶναι κατ’ αὐτούς. Β. Ἀνάγκη γάρ. Α. Ἀλλὰ μὴν τὰ ἐξ ἀνάγκης γινόμενα οὐχ οἷόν τε μὴ γενέσθαι· ὃ
γὰρ οἷόν τε [μὴ] γενέσθαι, ἐνδέχεται τοῦτο καὶ μὴ γενέσθαι, τὸ δὲ ἐνδεχό‐9

10

μενον μὴ γενέσθαι δυνατὸν μὴ γενέσθαι, ὥστε τὸ ἀναγκαίως γινόμενον ἔσται δυνατὸν μὴ γενέσθαι. Β. Ὀρθῶς λέγεις. Α. Ἀλλ’ εἰ δυνατὸν μὴ γενέσθαι τὸ ἀναγκαίως γινόμενον μόνον, εἴη
5ἂν καὶ δυνατὸν γενέσθαι τὸ ἀναγκαίως μὴ γινόμενον μόνον, οὕτω τε ἔσται τῷ ἀναγκαίως γινομένῳ ἑπόμενον τὸ ἀναγκαίως μὴ γίνεσθαι, εἴ γε τὸ μὲν δυνατὸν γενέσθαι καὶ μὴ γενέσθαι δυνατόν, ἐπὶ δὲ μόνου τοῦ ἀναγκαίως γινομένου τὸ δυνατὸν ἀληθεύεται. οὗ ὄντος ἀτόπου ἕποιτ’ ἂν τοῖς πάντα γίνεσθαι καθ’ εἱμαρμένην λέγουσιν τὸ δυνατὸν εἶναι μόνον τὸ γινόμενον ἐξ
10ἀνάγκης, τοῦ ἐξ ἀνάγκης μὴ τοῦ ὡς βιαίου, ἀλλὰ τούτου λαμβανομένου, οὗ τὸ ἀντικείμενον ἀδύνατον, καίτοι κατὰ μόνους τοὺς πάντα καθ’ εἱμαρ‐ μένην γίνεσθαι λέγοντας οὐκ ἄλλο τι τοῦ ἀναγκαίως γινομένου τὸ γινόμενον οὔτε γινόμενον ἐξ ἀνάγκης, οὐδ’ ἔστιν τὸ μὲν ἐξ ἀνάγκης γινόμενον ὥς φασιν τὸ γινόμενον βίᾳ, τὸ δ’ ἀναγκαίως τὸ κατὰ τὴν τῶν αἰτίων ἀκο‐
15λουθίαν. γνώριμον δὲ τοῦτο ἐκ τοῦ μηδὲ γίνεσθαί τι δύνασθαι βίᾳ καθ’ οὓς καθ’ εἱμαρμένην πάντα γίνεται. εἰ γὰρ τὰ καθ’ εἱμαρμένην γινόμενα καθ’ εἱρμὸν αἰτίων γίνεται καὶ κατὰ τάξιν θείαν τινά, οὐδὲν δὲ τῶν κατὰ τάξιν γινομένων τοιαύτην βίᾳ γίνεται, οὐδὲν ἂν τῶν καθ’ εἱμαρμένην γινο‐ μένων βίᾳ γίνοιτο. καὶ γὰρ εἴ τινες μὴ δοκοῦσιν τοῖς περὶ αὐτοὺς γινο‐
20μένοις εὐαρεστεῖν, καὶ τοῦτο παρὰ τῆς εἱμαρμένης καὶ τῆς θείας τάξεως ἔχοιεν ἄν. τί γὰρ ἄλλο λέγειν οἷόν τε τοῖς πάντα λέγουσιν τὰ γινόμενα γίνεσθαι κατά τινας ἀπαραβάτους αἰτίας καὶ τοῦτο ὀνομάζουσιν εἱμαρμένην; τὸ γὰρ λέγειν “τὴν εἱμαρμένην ποιεῖν τινα τοιαῦτα, ἃ χωρὶς βίας οὐ πεί‐ σεται τοῖς αἰτίοις”, παντάπασιν ἀλλότριον ἂν εἶναι δόξαι θείας τάξεως·
25πάντων 〈δὲ〉 καθ’ εἱμαρμένην γινομένων ἀναιρεῖται τὸ βίᾳ τι γίνεσθαι· εἴη γὰρ ἂν καὶ τοῦτο καθ’ εἱμαρμένην τάξιν ὡς προείρηται. κατὰ γὰρ τοὺς οὕτω λέγοντας πάντα γίνεσθαι καὶ αὐτὸ τὸ μὴ βούλεσθαι ἕπεσθαι τῷ ποι‐ οῦντι ἔσται καθ’ εἱμαρμένην, ὅπως οὐ παντάπασιν ἄλογον λέγειν κατη‐ ναγκάσθαι τινὰς ὑπό τινων προκαταβεβλημένων αἰτίων ἀντιπράσσειν τοῖς
30ἀναγκαίως ἐσομένοις; Β. Ἀλογώτατον μὲν οὖν.
Α. Καὶ γὰρ ἔτι πρὸς τούτοις, εἰ τὰ καθ’ εἱμαρμένην γινόμενα καὶ10

11

κατὰ πρόνοιαν γίνεται, πῶς εὔλογον κατὰ πρόνοιάν τινας ἀντιπράσσειν τοῖς καλῶς γινομένοις καὶ εὐτάκτως τοῖς κατὰ πρόνοιαν; Β. Ὀρθῶς λέγεις. Α. Καὶ γὰρ εἰ ἀναγκαῖον μὴ γενέσθαι ταῦτα τῷ κεκωλῦσθαι
5γενέσθαι οὐ γίνεται, ταῦτα οὐδὲ δυνατὰ γενέσθαι, εἴ γε δυνατὸν 〈ὃ〉 οἷόν τε γενέσθαι ἀκώλυτον 〈ὄν〉. Β. Ὀρθῶς λέγεις. Α. Ἃ ἄρα ἀναγκαῖον μὴ γενέσθαι, ταῦτ’ οὐκ ἔστι δυνατὰ γενέσθαι· περὶ ὧν δὲ οἷόν τε προλέγοντας ὅτι μὴ ἔσται ἀληθεύειν, ταῦτα ἀνάγκη μὴ
10γενέσθαι, εἴ γε περὶ ὧν προλέγων τις ὡς ἐσομένων ἀληθεύει, ταῦτ’ ἀναγ‐ καῖον γενέσθαι. Β. Πῶς γὰρ ἄλλως; Α. Περὶ ὧν οἷόν τε προλέγοντα ὅτι μὴ ἔσται ἀληθεύειν, ταῦτ’ οὐκ ἔσται δυνατὰ γενέσθαι.
15 Β. Πῶς γὰρ ἂν εἴη δυνατὰ γενέσθαι, ὧν τὰ ἀντικείμενα ἐξ ἀνάγκης γίνεται; Α. Ἀλλ’ εἰ περὶ πάντων τῶν παρὰ τὴν εἱμαρμένην οἷόν τε προ‐ λέγοντα ὅτι μὴ ἔσται ἀληθεύειν, οὐδὲν τῶν παρὰ τὴν εἱμαρμένην δυνατὸν ἔσται γενέσθαι.
20 Β. Ὀρθῶς λέγεις. Α. Ἀλλὰ μὴν καὶ περὶ ὧν οἷόν τε προλέγοντα ὅτι ἔσται ἀληθεύειν, ταῦτα ἀνάγκη γενέσθαι· ἃ δ’ ἀνάγκη γενέσθαι, ταῦτ’ οὐχ οἷόν τε μὴ γε‐ νέσθαι. Β. Οὐ γὰρ οἷόν τε.
25 Α. Περὶ ὧν οἷόν τε προλέγοντα ὅτι ἔσται ἀληθεύειν, ταῦτ’ οὐχ οἷόν τε μὴ γενέσθαι καὶ περὶ πάντων τῶν γινομένων οἷόν τε προλέγοντας ὅτι ἔσται ἀληθεύειν. Β. Πῶς γὰρ ἄλλως ἐνδέχεται λέγειν; Α. Οὐδὲν τῶν καθ’ εἱμαρμένην γινομένων οἷόν τε μὴ γενέσθαι.
30 Β. Οὐ γὰρ οἷόν τε. Α. Ἀλλ’ εἰ δυνατὸν μὲν 〈ὃ〉 οἷόν τε καὶ μὴ γενέσθαι, οὐδὲν δὲ τῶν καθ’ εἱμαρμένην οἷόν τε καὶ μὴ γενέσθαι, οὐδὲν ἂν τῶν καθ’ εἱμαρμένην
γινομένων δυνατὸν εἴη. πᾶν γὰρ οἷόν τε καθ’ οὓς πάντα τὰ γινόμενα καθ’11

12

εἱμαρμένην γίνεται, οὐδὲν τῶν γινομένων ὡς δυνατὸν καὶ μὴ γενέσθαι γίνε‐ ται. ἐδείχθη δ’ ὅτι μηδὲ τῶν παρὰ τὴν εἱμαρμένην δυνατόν τι ἔστιν. οὐδὲν δυνατόν ἐστιν, εἴ γε πᾶν μὲν ἢ καθ’ εἱμαρμένην ἢ παρὰ τὴν εἱμαρμένην, οὐδέτερον δὲ δυνατὸν αὐτῶν.
5 Β. Καὶ γὰρ εἰ τὸ καθ’ εἱμαρμένην γινόμενον δυνατόν τις λέγοι, τὸ ἀναγκαίως γινόμενον δυνατὸν ἂν εἴη λέγων. ἀλλ’ εἰ τὸ δυνατὸν γενέ‐ σθαι δυνατὸν καὶ μὴ γενέσθαι, τὸ ἀναγκαίως γινόμενον εἴη ἂν δυνατὸν μὴ γενέσθαι. εἰ δὲ τὸ παρὰ τὴν εἱμαρμένην δυνατόν τις λέγοι, συμβήσεται πάλιν τούτῳ τὸ ἀδύνατον γενέσθαι δυνατὸν γενέσθαι λέγειν. περὶ οὗ γὰρ
10ὁ προλέγων ὅτι μὴ ἔσται ἀληθεύει, πῶς οἷόν τε τοῦτο λέγειν ἐνδέχεσθαι γενέσθαι; δῆλον γὰρ ὅτι, εἰ καὶ δυνατὸν ἄλλως ἦν τῇ ἑαυτοῦ φύσει, ἀλλὰ τῷ κεκωλῦσθαι αὐτὸ ἀληθὲς ἦν προλεγόμενον ἐπ’ αὐτοῦ τὸ μὴ ἔσεσθαι. Α. Καὶ γὰρ εἰ [μὴ] ἔστι δυνατὸν τοῦτο, οὗ ὑποτεθέντος εἶναι οὐδὲν ἀδύνατον συμβήσεται, παντὶ δέ, ᾧ τὸ ἀντικείμενον προλεγόμενον ἀλη‐
15θές ἐστιν, ὑποτεθέντι εἶναι ἀδύνατον 〈συμβήσεται〉 τὸ ἅμα τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι, οὐδὲν ἂν τῶν ἐφ’ ὧν τῆς ἀντιφάσεως εἰς τὸ μέλλον θά‐ τερον μέρος ἀφωρισμένως ἀληθές ἐστιν, εἴη ἐνδεχόμενως. ἐπὶ πάντων δέ φασι θάτερον μέρος τῆς ἀντιφάσεως ἀφωρισμένως ἀληθὲς εἶναι. Β. Φασὶ γάρ.
20 Οὐδὲν οὖν ἐστιν ἐνδεχόμενον· οὔτε γάρ, καθ’ ὧν ἀληθὲς τὸ ἔσται, ἐνδεχόμενον, ὅτι μὴ οἷόν τε αὐτὰ μὴ γενέσθαι, οὔτε ἐφ’ ὧν ψεῦδος τὸ [οὐκ] ἔσται, [ἔσται] ὅτι μὴ οἷόν τέ τι τούτων γενέσθαι. εἰ γάρ τις ἐφ’ οὗ ψεῦδος ἓν τῶν λεγομένων 〈ἢ τὸ γενέσθαι ἢ〉 τὸ μὴ γενέσθαι, λέγοι τὸ ἕτερον τούτων ἐνδεχόμενον, ἢ τὸ γενέσθαι ἢ τὸ μὴ γενέσθαι, ἕποιτο ἂν
25τούτῳ ἀμφότερα λέγειν ἐνδεχόμενα. τό τε γὰρ ἐνδεχόμενον γενέσθαι ἀλη‐ θὲς τῷ ἐνδέχεσθαι καὶ μὴ γενέσθαι, καὶ ὃ ἐνδέχεται μὴ γενέσθαι, τοιοῦτον
τῷ ἐνδέχεσθαι γενέσθαι. οὕτω δὲ ἔσται ἐφ’ οὗ τὸ γενέσθαι ἐνδεχόμενον,12

13

ἐπὶ τούτου καὶ τὸ μὴ γενέσθαι τοιοῦτον, καὶ ἐφ’ οὗ τὸ μὴ γενέσθαι, ἐπὶ τούτου καὶ τὸ γενέσθαι ἐνδεχόμενον. ὁμοίως δὲ τοῦ αὐτοῦ ἐνδεχομένου γενέσθαι τε καὶ μὴ γενέσθαι, πῶς οὐκ ἄτοπον ἐπὶ τούτων τὸ ἕτερον μόριον τῆς προλεγομένης ἀντιφάσεως ἀφωρισμένως ἀληθὲς εἶναι [τε] λέγειν, θά‐
5τερον δὲ ψεῦδος, ὁμοίως τοῦ προκειμένου ἄμφω δυναμένου; ἀκολουθεῖ γὰρ τοῖς τὰ γινόμενα τοῦτον τὸν τρόπον γίνεσθαι λέγουσιν τὸ ὁμοίως ἀληθῆ τήν τε κατάφασιν καὶ τὴν ἀπόφασιν ἐπὶ τῶν οὕτω γινομένων γίνεσθαι λέ‐ γειν ἢ ὁμοίως αὐτῶν ἑκατέραν ψευδῆ. Διὰ τί ἡ αὔξησις κατὰ τὸ εἶδος μόνον, ἀλλ’ οὐχὶ καὶ κατὰ
10τὴν ὕλην. Εἰ αὔξεται τὸ ὑποκείμενον τῷ αὔξεσθαι λεγομένῳ (ὑπομένει δὲ καὶ ἡ ὕλη, οὐ μόνον τὸ εἶδος· οὐ γὰρ δὴ πᾶσα ἀλλάσσεται), διὰ τί κατὰ τὸ εἶδος μόνον, ἀλλ’ οὐχὶ καὶ κατὰ τὴν ὕλην ἡ αὔξησις; οὐ γὰρ πᾶσα ἡ ὕλη ἡ ἐν τοῖς αὐξομένοις ἀλλάσσεται, ἀλλὰ μένοντός τινος ἐξ αὐτῆς ἄλλη προσγίνε‐
15ται· οὐδὲ γὰρ ἂν ἐσώζετο τὴν ἀρχήν, οὐδ’ ἂν τὸ εἶδος ἔμενεν τῆς προϋ‐ παρχούσης ὕλης. οὐ γὰρ ἐν τῷ τοσῇδέ τινι εἶναι τῇ ὕλῃ τὸ εἶναι ὕλῃ, ὥσπερ οὐδὲ τῇ σαρκί. ἢ δύο ὄντων περὶ τὸ αὐξόμενον ποιοῦ τε καὶ ποσοῦ (τόδε γὰρ τὸ αὐξόμενον, τὸ δὲ τόδε συναμφότερος οὐσία), καὶ τοῦ μὲν ποσοῦ ὡς ὕλης ὑποκειμένου, τοῦ δὲ εἴδους τὴν τοῦ ποιοῦ χώραν ἔχοντος, τὸ μὲν
20ποσὸν οὐ μένει ταὐτόν, τὸ δὲ ποιὸν τὸ ὡς εἶδος τοῦ αὐξομένου μένει. ἐπεὶ τοίνυν τὸ ποιόν, ὃ καὶ εἶδός ἐστι, μένει, τὸ δὲ ποσὸν οὐ μένει, καὶ αἴτιον τοῦ μὴ μένειν αὐτὸ ταὐτὸν ἡ τῆς ὕλης ῥύσις, διὰ τοῦτο κατὰ μὲν τὴν ὕλην οὐκ αὔξεται τὰ αὐξόμενα, κατὰ δὲ τὸ εἶδος. τοῦτο γὰρ ταὐτὸν μένον. τοῦ γὰρ καθ’ αὑτὸ ὑφεστῶτος ἡ αὔξησις κατὰ τὸ μένον ἐν αὐτῷ
25γίνεται, καθ’ αὑτὸ δὲ ὑφεστῶτος τὸ συναμφότερον, ὃ κατὰ τὸ εἶδος μένει. ἡ γὰρ ὕλη τὸ ῥέον, ἐπεί, εἰ καὶ ὑπομένει τις ὕλη ἐν τῷ αὐξομένῳ, ἀλλ’ οὐκ ἔστι ταύτης κατηγορῆσαι τὸ ηὐξῆσθαι, τῷ κατ’ αὐτὴν ἑκάστοτε, εἰ καὶ ὑπέμεινεν, ἀλλὰ μετὰ ταῦτα ῥεῖν τε καὶ ἀλλάσσεσθαι. οὐ γὰρ ἔστιν ἐν τῷ ηὐξημένῳ λαβεῖν τινα ὕλην, ἥτις διὰ παντὸς ἡ αὐτὴ μένουσα ἐν αὐτῷ
30κατ’ ἀριθμὸν προσθήκην ἔσχεν τινὰ κατὰ ποσόν. ἣν γὰρ ἂν λάβῃς, καὶ αὕτη ῥεῖ καὶ μεταβάλλεται, καὶ οὐδὲν αὐτῆς ταὐτὸ κατ’ ἀριθμὸν μένει·
τὸ δὲ εἶδος ταὐτὸ μένει, ἔστ’ ἂν σώζηται τὸ πρᾶγμα.13

14

Πῶς εἰ μᾶλλον τὸ ὕδωρ ὕδωρ κατὰ τὸ ψυχρὸν ἢ κατὰ τὸ ὑγρόν, ἡ μὲν εἰς τὸ θερμὸν αὐτοῦ ἐκ τοῦ ψυχροῦ μεταβολὴ οὐ φθείρει αὐτ, ἡ δὲ ἐκ τοῦ ὑγροῦ εἰς τὸ στερεὸν φθείρει. Εἰ μᾶλλον τὸ ὕδωρ ὕδωρ ἐστὶν κατὰ τὸ ψυχρὸν ἢ τὸ ὑγρόν, ὡς πῦρ
5μὲν κατὰ τὸ θερμὸν μᾶλλον ἢ ξηρόν, ἀὴρ δὲ κατὰ τὸ ὑγρὸν μᾶλλον ἢ θερμόν, γῆ δὲ κατὰ τὸ ξηρὸν μᾶλλον ἢ ψυχρόν, τί δήποτε κατὰ μὲν τὸ ὑγρὸν μεταβάλλον οὐκ ἔστιν ὕδωρ (οὐ γὰρ ὕδωρ ὁ κρύσταλλος), κατὰ δὲ τὸ ψυχρὸν μεταβάλλον ὕδωρ ἔτι μένει; ὕδωρ γάρ ἐστι καὶ θερμὸν γενό‐ μενον. καίτοι οὐ τὸ πῦρ μεταβάλλον κατὰ τὸ θερμὸν πῦρ ἔτι, οὔθ’ ὁ
10ἀὴρ εἰ κατὰ τὸ ὑγρὸν μεταβάλλοι, ἀλλ’ οὐδὲ γῆ μένει ἡ κατὰ τὸ ξηρὸν μεταβάλλουσα. ἐπιζητήσαι δ’ ἄν τις καὶ τοῦτο ἐπ’ αὐτοῦ, τί δήποτε, εἰ κατὰ τὸ ψυχρὸν αὐτῷ τὸ εἶναι, ἡ κατὰ τὸ ψυχρὸν ἐπίτασις φθείρει αὐτό, εἴ γε πήγνυται μὲν διὰ τὴν ὑπερβάλλουσαν ψυχρότητα, παγὲν δὲ οὐκέτι ἐστὶν ὕδωρ ἐνεργείᾳ. οὐδὲ γὰρ ἡ κατὰ τὸ θερμὸν ἐπίτασις πυρὸς φθαρτική,
15οὔτε ἡ κατὰ τὸ ὑγρὸν ἀέρος, οὔτε γῆς ἡ κατὰ τὸ ξηρόν, οὔθ’ ὅλως ἄλλου τινὸς ἡ κατὰ τὸ οἰκεῖον εἶδος ἐπίτασις φθορᾶς αἰτία. 〈ἢ〉 ἐπεὶ ἡ κατὰ τὸ ψυχρὸν εἰς τὸ θερμὸν μεταβολὴ τοῦ ὕδατος ἀέρος ἐστὶ γεννητική (οὐδὲν γὰρ οἷόν τε ἄλλο σῶμα ἐξ ὕδατος κατὰ μόνην τὴν ἐκ τοῦ ψυχροῦ γενέ‐ σθαι μεταβολήν), οὐκ ἔστι δὲ ἀὴρ θερμὸς μόνον, ἀλλὰ καὶ ὑγρός, καὶ τό
20γε εἶναι αὐτῷ ἀέρι κατὰ τὴν ὑγρότητα μᾶλλον, ἔστι δ’ οὐχ ὅμοιον τὸ ὑγρὸν ἔν τε ὕδατι καὶ ἀέρι (τὸ μὲν γὰρ ὕδωρ παχύτερον, διὸ καὶ ἀνα‐ πληστικόν, ἡ δὲ τοῦ ἀέρος ὑγρότης λεπτή), οὐ μόνον δεῖ τῆς κατὰ τὸ ψυχρὸν τῷ ὕδατι μεταβολῆς, ἀλλὰ καὶ τῆς κατὰ τὸ ὑγρόν. καὶ μάλιστα ἐπεὶ ἡ τοιάδε ὑγρότης εἰδοποιὸς τοῦ ἀέρος, εἰς ὃν ἡ κατὰ τὸ ψυχρὸν τοῦ
25ὕδατος μεταβολή, ἡ δὲ κατὰ τὸ ὑγρὸν τῷ ὕδατι μεταβολὴ ὑπὸ τοῦ θερ‐ μοῦ καὶ τοῦ ἐν τούτῳ ξηροῦ γίνεται λεπτύνοντος αὐτὸ καὶ τὴν ἐν αὐτῷ παχύτητα μεταβάλλοντος, ἥτις μεταβολὴ δεῖται χρόνου, διὰ τοῦτο, μέχρις ἂν ἡ ἐν τῷ ὕδατι γενομένη θερμότης τὴν ὑγρότητα εἰς τοσοῦτον μετα‐ βάλλῃ, ὡς εἶδος ἀέρος γενέσθαι, ὕδωρ ἔτι μένει ὄν, οὐ τοιοῦτο μὲν ὁποῖον
30τὸ εἱλικρινὲς ὕδωρ, ἀλλὰ λεπτότερον. λεπτότερον γὰρ τὸ αὐτὸ ὕδωρ θερ‐ μανθὲν ἢ πρὸ τοῦ, καὶ τὰ ἀποψυχθέντα δὲ πάλιν ὕδατα λεπτότερα τῶν τὴν ἀρχὴν μὴ τεθερμασμένων. ὁδὸς γὰρ τῷ ὕδατι τῆς εἰς ἀέρα μεταβολῆς ἡ θερμότης, καὶ οὐχ ὅμοιον τὸ ὕδωρ θερμανθέν τε καὶ πρὸ τοῦ. ὡς δ’ ἡ θερμότης τὴν ὑγρότητα λεπτύνει, οὕτως πάλιν ἡ ψυχρότης παχύνει τε
35καὶ συνίστησιν. καὶ ἐπεὶ ἡ τοιαύτη τοῦ ὑγροῦ σύστασις ὑπὸ τοῦ ψυχροῦ
ἐν χρόνῳ καὶ αὐτὴ γίνεται, διὰ τοῦτο οὐδὲ ὁ ἀὴρ ψυχθεὶς ὕδωρ εὐθύς,14

15

ἀλλ’ ἀὴρ μένει, ἔστ’ ἂν τὸ ὑγρὸν ἔτι λεπτὸν ᾖ. ἡ δὲ κατὰ τὸ ὑγρὸν μεταβολή, οὐκ ὂν ὄντως εἰδοποιὸν τοῦ ὕδατος ὡς τὸ ψυχρόν, τὸ ὕδωρ φθεί‐ ρειν δοκεῖ, ὅτι μὴ μόνον εἰς γῆν μεταβολὴ τῷ ὕδατι γίνεται κατὰ τὴν ὑγροῦ μεταβολήν, ἀλλὰ καὶ εἰς κρύσταλλον. οὐ μὴν ἀλλὰ καὶ οὗτος ὕδωρ
5πως ἔτι. ἀνάλογον γὰρ τῷ ὕδατι τῷ θερμῷ ὁ κρύσταλλος. ἄμφω γὰρ πεπονθός τι ὕδωρ καὶ ἐν μεθορίῳ τὸ μὲν ὕδατός τε καὶ ἀέρος, τὸ δ’ ὕδα‐ τός τε καὶ γῆς: ἔστι δὲ καὶ ἐπὶ τῶν ἄλλων σωμάτων τῶν ἁπλῶν τὴν εἰς τὰ παρακείμενα αὐτοῖς μεταβολὴν κατὰ τὴν θατέρου τῶν εἰδοποιούντων αὐτὰ μεταβολὴν ἰδεῖν δεομένην χρόνου. οὐ γὰρ ὡς δοκεῖ κατὰ θάτερον
10αὐτοῖς ἡ μεταβολὴ μόνον, ἀλλὰ καὶ κατ’ ἄμφω. τῷ δὲ τὴν κατὰ θάτερον μεταβολὴν μὴ εἰς τὸ ἐναντίον γίνεσθαι, ἀλλ’ ἢ εἰς ἄνεσιν ἢ ἐπίτασιν τῆς αὐτῆς ποιότητος, κατὰ τὴν εἰς τὸ ἐναντίον τῶν ἐν αὐτῷ μεταβολὴν μόνον μεταβάλλειν δοκεῖ. οὔτε γὰρ εὐθὺς γῆ τὸ πῦρ, ἐὰν ψυχθῇ (δεῖ γὰρ ποιὰν γενέσθαι τὴν ξηρότητα· διὸ οὔτε καπνὸς οὔτε αἴθαλος ἤδη γῆ), ἀλλ’ οὐδ’
15ἂν εἰς ὑγρὸν μεταβάλῃ τὸ πῦρ μόνον, ἀὴρ ἤδη· δεῖ γὰρ οὕτω καὶ ποιᾶς θερμότητος. διὸ ἐν μεθορίῳ τινὶ πρῶτον γίνεται. ὁ δ’ αὐτὸς καὶ ἐπὶ τῶν ἄλλων λόγος. τοῦ δὲ ὕδατος εἶδος οὐχ ἁπλῶς τὸ ψυχρόν, εἰ καὶ κατὰ τοῦτο μᾶλλον, ἀλλὰ τὸ ψυχρὸν μετὰ τοῦ ὑγροῦ. ἔστ’ ἂν οὖν σώζεσθαι δύνηται τὸ ὑγρόν, ὄντος ἐν αὐτῷ τοῦ ψυχροῦ, εἶδος τὸ ψυχρὸν τοῦ ὕδατος·
20τὸ δὲ φθαρτικὸν τοῦ ὑγροῦ ψυχρὸν οὐκ ἔτι οἷόν τε ὕδατος εἶδος εἶναι. τὸ τοιοῦτο δὴ ψυχρὸν εἶδος αὐτοῦ, οὗ ἡ ἐπίδοσις οὐκ ἔστιν ὕδατος τουτέστιν ὑγρότητος φθαρτική. Πῶς οὐκ ἐναντία τό τε μέγα καὶ τὸ μικρόν, εἴ γε εἰς ἐναντία μὲν ἡ μεταβολ, τὸ δ’ αὐξόμενον καὶ μειούμενον εἰς
25ταῦτα μεταβάλλει. Εἰ τοῖς κινουμένοις πᾶσιν ἐξ ἐναντίου εἰς ἐναντίον ἡ μεταβολή, τὰ δ’ αὐξόμενα καὶ μειούμενα κινεῖται, εἴη ἂν καὶ τούτοις ἐξ ἐναντίων εἰς ἐν‐ αντία ἡ μεταβολή. γίγνεται δ’ αὐτοῖς ἡ μεταβολὴ εἰς μέγεθος καὶ μικρό‐ τητα· τῷ μὲν γὰρ αὐξομένῳ εἰς μέγεθος ἡ ἐπίδοσις, τῷ δὲ μειουμένῳ εἰς
30μικρότητα ἡ συστολή. ἐναντίον 〈ἄρα〉 τὸ μέγα καὶ τὸ μικρόν. ἀλλ’ οὐ δοκεῖ, ὡς διὰ πλειόνων Ἀριστοτέλης ἐν Κατηγορίαις ἔδειξεν. ἢ οὐχ ἁπλῶς εἰς
μέγεθος καὶ μικρότητα 〈ἡ〉 μεταβολὴ τοῖς αὐξομένοις τε καὶ μειουμένοις,15

16

ἀλλὰ τοῖς μὲν αὐξομένοις κατὰ φύσιν (ταῦτα δ’ ἐστὶ τὰ τῆς θρεπτικῆς ψυχῆς κεκοινωνηκότα) εἰς τελειότητα καὶ τέλειον μέγεθος ἡ ἐπίδοσις, τὰ δὲ μειούμενα ἐξίσταται τῆς τελειότητος καὶ εἰς τὸ ἀτελὲς συστέλλεται. εἰς τὸ τέλειον οὖν μέγεθος καὶ τὸ ἀτελὲς αὐτοῖς ἡ μεταβολὴ γίνεται, ταῦτα
5δὲ ἐναντία, εἰ καὶ μὴ τὸ μέγα τῷ μικρῷ ἁπλῶς ἐναντίον ἔλεγεν. καὶ ἔτι τὴν κίνησιν εἰς τὰ ἐναντία μεταβολὴν λέγει τὰ ἐναντία κοινότερον λαμβάνων. ἐναντία γὰρ ἔθος αὐτῷ λέγειν καὶ τὴν στέρησιν καὶ ἕξιν καὶ τὰ πρός τι ἀντικείμενα. τὴν γοῦν ὑπερβολὴν καὶ τὴν ἔλλειψιν ἐν τοῖς Ἠθικοῖς ἐν‐ αντία λέγει κατὰ τὸ πρός τι ἀλλήλοις ἀντικείμενα. καὶ τὸ μέγα οὖν καὶ
10τὸ μικρὸν ὄντα πρός τι λέγοιτ’ ἂν ἐναντία, οὐ τὰ κυρίως ἐναντία, ἀλλ’ ὡς τὰ πρός τι. ἢ οὐδὲ γίνεται κατ’ αὐτὸν κίνησις κατὰ τὸ πρός τι. οὐ γὰρ δεξιόν τι γίνεταί τινος πάντως κινηθὲν αὐτό, θερμὸν δέ τι γίνεσθαι ἢ ἄνω οὐχ οἷόν τε μὴ κινηθέν. ἢ εἰ καὶ μὴ αὐτὸς ὁ δεξιὸς γενόμενος διὰ μετα‐ βολῆς τῆς κατὰ τὴν σχέσιν τοιοῦτος ἐγένετο (διὰ τοῦτο γὰρ οὐκ ἔστι
15κατὰ τὸ πρός τι κίνησις, ὅτι μὴ γίνεται κατὰ ταύτην τὴν σχέσιν μεταβολὴ κινήσεως τῷ μεταβάλλοντι κατὰ τὴν σχέσιν· οὐ γὰρ ὡς κατὰ τόπον γί‐ νεται μεταβολὴ αὐτοῦ τοῦτον τὸν τρόπον ἀλλάσσοντος καὶ μεταβάλλοντος κατὰ τόπον, ὁμοίως καὶ ἡ κατὰ ποιότητα καὶ ἡ κατὰ ποσόν, οὕτως δὲ καὶ ἡ κατὰ τὸ πρός τι, ἡ κατὰ τὴν σχέσιν ὑπαλλαγὴ γίνεται καὶ κινουμένων
20τῶν ὑπαλλασσόντων τὴν σχέσιν κατὰ τὴν σχέσιν· καὶ γὰρ μὴ κινουμένων ἡ σχέσις ἀλλάσσεται) οὐκ ἐπεὶ μὴ οὕτως οὖν ἡ κατὰ σχέσιν ὑπαλλαγὴ γί‐ νεται, διὰ τοῦθ’ οἷόν τε ἀλλαγὴν σχέσεως γενέσθαι χωρὶς κινήσεως. δεξιὸς γὰρ οὐκ ἄν τις ἄλλου γένοιτο μὴ γενομένης κατὰ τόπον ἀμφοῖν κινήσεως ἢ θατέρου· ἀλλ’ οὐδὲ διπλάσιον ἂν γένοιτο ἄλλο ἄλλου μὴ κατὰ τὸ ποσὸν
25γενομένης κινήσεως. ὥστ’ εἰ καὶ μὴ ἔστι κίνησις κατὰ τὸ πρός τι, ἀλλὰ διὰ κινήσεώς γέ τινος ἡ εἰς τὰς διαφόρους σχέσεις μεταβολή. ὥστε κατά γε τοῦτο οὐθὲν ἂν κωλύοι καὶ τὴν εἰς μέγα καὶ μικρὸν μεταβολὴν κατὰ σχέσιν ἀλλήλοις ἀντικείμενα διὰ κινήσεως γίνεσθαι, συγχωρουμένου τοῦ καὶ τὰ ὡς πρός τι ἀντικείμενα ἐναντία λέγεσθαι καὶ εἶναι καὶ τὰς εἰς ταῦτα
30μεταβολὰς ἐναντία. ἢ οὐ λέγεται ὑπ’ αὐτοῦ τὰ πρός τι ἐναντία. οὐδὲ γὰρ ἡ ὑπερβολὴ καὶ ἡ ἔλλειψις ἐναντία ὑπ’ Ἀριστοτέλους λέγεται καθὸ πρός τι ἐστὶν, ὡς δῆλον ἐκ τοῦ λέγεσθαι μὲν αὐτὰ πρὸς ἄλληλα (ἡ γὰρ ὑπερ‐ βολὴ ἐνδείας ὑπερβολή, καὶ ἡ ἔνδεια ὑπερβολῆς ἔνδεια), ἐναντία δ’ εἶναι μὴ κατὰ τὴν σχέσιν ταύτην, ἀλλὰ καθόσον τὸ μὲν τοῦ συμμέτρου πλέον
35ἐστίν· τὸ 〈μὲν〉 γὰρ μᾶλλον τοιοῦτο, τὸ δὲ ἔλαττον τοῦ συμμέτρου· τοιοῦτον γὰρ τὸ ἐλλεῖπον. οὐ γὰρ τὰ ὁπωσοῦν ὑπερβάλλοντα καὶ ἐλλείποντα ἐν‐
αντία λέγει, ἀλλὰ τὰ πρὸς τὸ σύμμετρον οὕτως ἔχοντα, πρὸς ὃ οὐκέτι16

17

σώζει τὴν κατὰ τὸ πρός τι σχέσιν οὐδέτερον αὐτῶν. καὶ τὸ λευκὸν δὲ καὶ τὸ μέλαν, καθὸ μὲν ἐναντία ἀλλήλοις, λέγεται πρός τι καὶ οὐκ ἐναντία, καθὸ δὲ τὸ μὲν λευκὸν τοιόνδε χρῶμα, τὸ δὲ μέλαν τοιόνδε, ἐναντία, ἀλλ’ οὐ πρός τι. τὰ γὰρ ἐναντία καθόσον μὲν δηλοῖ φύσεις τινὰς πλεῖστον
5ἀλλήλων διαφερούσας, οὐ πρός τι· καθόσον δὲ οὕτως ὀνομάζεται, πρός τι ἐστίν. Πρὸς τὸ μὴ εἶναι τὸ εἶδος ἐν τῇ ὕλῃ ὡς ἐν ὑποκειμέν. Πρὸς τὸ μὴ εἶναι τὸ εἶδος ἐν τῇ ὕλῃ ὡς ἐν ὑποκειμένῳ, μηδὲ τὴν ψυχὴν ἐν τῷ σώματι ἦν λεγόμενον, ὅτι πρὸς τὸ εἶναι τῇ ὕλῃ ἐνεργείᾳ τὸ
10εἶδος αἴτιον (οὐ γὰρ οἷόν τε εἶναι αὐτὴν ἐν ὑποστάσει χωρὶς τοῦ εἴδους), τὸ δ’ ἐν ὑποκειμένῳ ὂν ἔν τινί ἐστιν ἐνεργείᾳ ὄντι ὃ δύναται εἶναι καὶ χωρὶς τοῦ ἐν ὑποκειμένῳ αὐτῷ ὄντος. πρὸς ὃ ἀντέπιπτεν τὸ καὶ τὰ σώ‐ ματα βοηθεῖσθαι μὲν πρὸς τὸ εἶναι ἐν ὑποστάσει ὑπὸ τῶν συμβεβηκότων, εἴ γε πᾶν σῶμα ἀνάγκη μετὰ σχήματος εἶναί τινος καὶ χρώματος, ὁμολο‐
15γεῖσθαι δὲ ταῦτα ἐν ὑποκειμένῳ εἶναι τῷ σώματι. οὐκ αὔταρκες οὖν πρὸς τὸ μὴ εἶναι ἐν ὑποκειμένῳ τινὶ τὸ συντελεῖν τῷ ὑποκειμένῳ αὐτῷ εἰς τὸ εἶναι ἐν ὑποστάσει. ἢ εἰ μέν τι ἁπλῶς συντελεῖ τινι εἰς τὸ εἶναι ἐν ὑπο‐ στάσει, οὐ κεκώλυται τοῦτο ἐν ὑποκειμένῳ εἶναι αὐτῷ, ὡς ἐδείχθη ἐπὶ τοῦ σώματος καὶ τῆς ποιότητος, ἧς χωρὶς ἀδύνατον εἶναί τι ἐν ὑποστάσει
20σῶμα· εἰ δέ τι εἴη ὡς μέρος συντελοῦν τούτῳ ἐν ᾧ ἐστι, τοῦτο οὐχ οἷόν τε ἐν ὑποκειμένῳ εἶναι τούτῳ οὗ ἐστι μέρος. τὸ δὲ εἶδος τούτῳ ἐν ᾧ ἐστιν, ὡς μέρος συντελοῦν φαίνεται. δεῖ μὲν γὰρ τὴν ζήτησιν τοῦ πό‐ τερον ὡς ἐν ὑποκειμένῳ τινί ἐστι τὸ προκείμενον ἢ μὴ ποιεῖσθαι λαβόν‐ τας τι πρᾶγμα, ἐν ᾧ ἐστι μὲν τοῦτο περὶ οὗ ἡ ζήτησις, ζητεῖται δὲ τὸ
25πῶς ἐστιν ἐν αὐτῷ. ὁ γὰρ δεικνὺς ὅτι τὸ λευκὸν ἐν σώματι ὡς ἐν ὑπο‐ κειμένῳ, λαβών τι σῶμα, ἐν ᾧ τὸ λευκόν ἐστι, καὶ δείξας ὂν ἐν τῷ σώ‐ ματι αὐτὸ μήτε ὡς μέρος μήθ’ ὡς δυνάμενον χωρὶς αὐτοῦ εἶναι ἔδειξεν, ὅτι ἐστὶν ἐν ὑποκειμένῳ αὐτῷ. οὕτω δὲ δεῖ καὶ τὸν ζητοῦντα περὶ τοῦ εἴδους, πότερον ἐν ὑποκειμένῳ ἐστὶν ἢ μή, λαβεῖν τι τοιοῦτο, ἐν ᾧ ἐστι
30μὲν ἤδη τὸ εἶδος, ζητεῖται δὲ τὸ πῶς. ἐν μὲν οὖν τῇ ὕλῃ, εἰ καθ’ αὑ‐ τὴν λαμβάνοιτο, οὔπω ἐστὶ τὸ εἶδος (διὸ οὐδ’ ἂν ζητοῖτο, πῶς ἐστιν ἐν αὐτῇ τὸ μηδὲ τὴν ἀρχὴν ὂν ἐν αὐτῇ), ἐπεὶ δέ ἐστιν ἐν τῇ συναμφοτέρῳ οὐσίᾳ τὸ τοιοῦτον εἶδος, χρὴ τοιοῦτό τι προχειρισαμένους ἐπ’ αὐτοῦ τὴν
ζήτησιν ποιεῖσθαι. ἀλλὰ μὴν ἣν ἂν λάβωμεν συναμφότερον οὐσίαν, ἐν17

18

αὐτῇ τὸ εἶδος τὸ ὂν ἐν αὐτῇ ὡς μέρος ἐστὶ τοῦ συναμφοτέρου. καὶ γὰρ ἡ ψυχὴ ἐν τῷ ὀργανικῷ σώματι, ἐν ᾧ ἐστιν, οὕτως ἐστὶν ὡς μέρος. εἰ δ’ ὡς μέρος, οὐκ ἂν εἴη ὡς ἐν ὑποκειμένῳ ὂν τούτῳ, ἐν ᾧ ἐστιν οὕτως [ἔστιν], οὔθ’ ἡ ψυχὴ οὔτε τι εἶδος ὅλως. ἢ ἐρεῖ τις καὶ τὸ λευκὸν τοῦ
5μὲν λευκοῦ σώματος εἶναι μέρος, ἐν ὑποκειμένῳ δ’ εἶναι τῷ σώματι ᾧ συντελεῖ πρὸς τὸ εἶναι ἐν ὑποστάσει, διὸ καὶ τὸ εἶδος τῆς μὲν συναμφο‐ τέρου οὐσίας μέρος ἔσεσθαι, ἐν δὲ τῇ ὕλῃ ᾗ συντελεῖ πρὸς ὕπαρξιν, εἶναι ἐν ὑποκειμένῳ. ἆρ’ οὖν χρὴ λέγειν δεῖν μὲν τὸ ἐν ᾧ ζητεῖται, εἴ ἐστί τι ὡς ἐν ὑποκειμένῳ, πάντως εἶναι τόδε τι καὶ ἐνεργείᾳ ὑπάρχον (οὐ γὰρ
10δὴ ἐν τῷ μὴ ὄντι οἷόν τέ τι εἶναι ἐν ὑποκειμένῳ), τῶν δὲ τούτῳ συντε‐ λούντων πρὸς τὸ εἶναι ἐν ὑποστάσει τε καὶ κατ’ ἐνέργειαν τῷ εἶναι ἐν αὐ‐ τῷ, ὅσα μὲν ἐν αὐτῷ μόνον εἰς τὸ 〈ἐν〉 ὑποστάσει εἶναι συντελεῖ, μηκέτι δὲ καὶ τὸ τῷδέ τινι εἶναι, 〈ταῦτα ἐν ὑποκειμένῳ αὐτῷ εἶναι〉 (καθ’ ἃ γάρ τι σῶζον τὴν οἰκείαν φύσιν οἷόν τε μεταβάλλειν, ταῦτα ἐν ὑποκειμένῳ ἐστὶν
15αὐτῷ), ὅσα δὲ μὴ μόνον εἰς τὸ ὑφεστάναι, ἀλλὰ πολὺ πρότερον εἰς τὸ τῷδέ τινι εἶναι συντελεῖ τινι, καθ’ ἃ μεταβάλλοντα οὐκέθ’ οἷόν τε μένειν τοῦτο ὃ ἦν, ταῦτα δὲ μηκέτι ἐν αὐτῷ εἶναι ὡς ἐν ὑποκειμένῳ. πῶς γὰρ ἂν εἴη ἐν ὑποκειμένῳ ἀνθρώπῳ τοῦτο οὗ ἡ ἀπουσία φθείρει τὸν ἄνθρωπον; διὸ ἡ μὲν γραμματικὴ ἐν ὑποκειμένῳ τῷ ἀνθρώπῳ τῷ ἔχοντι αὐτήν, καίτοι
20συντελοῦσαν αὐτῷ πρὸς τὸ γραμματικῷ εἶναι (οὐ γὰρ ἐν τῇ τῆς γραμμα‐ τικῆς ἀπουσίᾳ καὶ ἄνθρωπος εἶναι παύεται), ἡ δὲ ψυχὴ οὐκέτ’ ἐν ὑπο‐ κειμένῳ αὐτῷ, ὅτι πρὸς τὸ εἶναι ἀνθρώπῳ ἡ συντέλεια αὐτῆς, ἀλλ’ οὐ πρὸς τὸ ποιῷ ἢ ποσῷ εἶναι ἢ ποῦ ἤ τινι τῶν τοιούτων ὄντων τὸ εἶδος τὸ φυσικόν, εἴ γε κατὰ τὸ εἶδος ἑκάστῳ τὸ εἶναι τοῦτο ὅ ἐστιν. ἐν μὲν
25οὖν τῷ συναμφοτέρῳ τε καὶ τῷδέ τινι ὄντι διὰ τοῦτο τὸ εἶδος οὐκ ἐν ὑπο‐ κειμένῳ. μέρος γὰρ τῆς οὐσίας τῆς ἑκάστου οὕτως ἐν αὐτοῖς ὄν, οὐδὲ ἐν τῇ ὕλῃ δὲ μόνον, ὅτι μηδὲ τὴν ἀρχὴν αὕτη οὕτως ὑποκείμενον ὡς τόδε τι, μὴ ἔχουσά πω ἐν αὑτῇ τὸ εἶδος, ἐν δὲ τοῖς οὕτως οὖσι τὸ ἐν ὑπο‐ κειμένῳ. τὶ γὰρ δεῖ εἶναι καὶ τόδε τι ἐν ᾧ τὸ ἐν ὑποκειμένῳ· τοιοῦτον
30γὰρ τὸ μέρη ἔχον. ἔτι εἰ τὸ μὲν ὑποκείμενον τοῦ ἐν ὑποκειμένῳ ὄντος αὐτῷ διαφέρει τῷ τὸ μὲν ὑποκείμενον δύνασθαι καὶ ἄνευ τῶν ἐν ὑποκει‐ μένῳ ὄντων αὐτῷ εἶναι (καὶ γὰρ εἰ μὴ οἷόν τε κηρὸν εἶναι χωρὶς σχή‐ ματος, ἀλλὰ χωρίς γε τούτου τοῦ σχήματος, ὃ νῦν ἔχει, οἷόν τε αὐτὸν εἶναι), τὸ δὲ ἐν ὑποκειμένῳ ὂν μὴ δύνασθαι χωρισθέντος τοῦ ὑποκειμένου
35αὐτῷ εἶναι (τὴν δὲ ὕλην καὶ τὸ εἶδος ἀδύνατον χωρὶς ἀλλήλων εἶναι τῷ18

19

πρὸς ἄλληλα αὐτὰ λέγεσθαι, τὰ δὲ πρὸς ἄλληλα λεγόμενα ἅμα εἶναι τῇ φύσει, εἴ γε πρός τί ἐστιν, οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν), οὐδ’ οὕτως ἂν τὸ εἶδος εἴη ἐν ὑποκειμένῳ τῇ ὕλῃ. ἢ δύναται καὶ ἐπὶ τῆς ὕλης λέγεσθαι, ὅτι χωρὶς μὲν εἴδους οὐχ οἵα τε εἶναι, ὥσπερ οὐδὲ ὁ
5κηρὸς χωρὶς σχήματος, χωρὶς δὲ τοῦ εἴδους τοῦδε οἷόν τε αὐτὴν εἶναι, ὡς καὶ τὸν κηρὸν χωρὶς τοῦδε τοῦ σχήματος. ἢ εἰ ἡ ψυχὴ οὐκ ἐν ἄλλῳ τινὶ σώματι οἵα τε εἶναι ἢ γενέσθαι, ἢ ἐν τῷ ὀργανικῷ, τούτου δ’ ἔστι μέρος, οὐκ ἂν εἴη ἐν ὑποκειμένῳ, τῶν δὲ σχημάτων ἕκαστον οὐκ ἐν ἀφωρισμένῳ γίνεται σώματι. ἔτι ὁ ἄνθρωπός ἐστι μὲν καὶ μετὰ ψυχῆς,
10ἔστι δὲ καὶ μετὰ χρώματός τε καὶ σχήματος, ἀλλ’ οὐχ ὁμοίως, ἀλλὰ μετὰ μὲν ψυχῆς ὡς μέρους καὶ μάλιστα εἰς τὸ ἀνθρώπῳ εἶναι συντελούσης. ἐν ᾧ γὰρ ἂν ᾖ ἡ τοιαύτη ψυχή, τοῦτ’ ἄνθρωπος. οὐκέθ’ οὕτω τὸ χρῶμα καὶ τὸ σχῆμα ἐν τῷ ἀνθρώπῳ· οὐ γὰρ πᾶν τὸ ἔχον τοιοῦτον σχῆμα ἢ χρῶμα ἄνθρωπος. διὸ τὰ μὲν ἐν ὑποκειμένῳ αὐτῷ, οὐκέτι δὲ καὶ ἡ
15ψυχή. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων τῶν φυσικῶν εἰδῶν. Πῶς οὐχὶ τῇ εὐεξίᾳ ἡ νόσος ἀντίκειται μᾶλλον τῆς καχεξίας. Ἐζητήθη, πῶς οὐχὶ τῇ εὐεξίᾳ οὔσῃ ἐπιτεταμένῃ ὑγείᾳ ἡ νόσος μᾶλλον τῆς καχεξίας ἀντίκειται, εἴ γε τὰ ἐναντία πλεῖστον ἀλλήλων διέστηκεν ἐν τῷ αὐτῷ γένει. εἰ γὰρ ἡ καχεξία ἐν ὑγιαίνοντι γίνεται, εἴη ἂν ἀνειμένη
20τις οὖσα ὑγεία, οὕτω δὲ ἔσται τῇ ἐπιτεταμένῃ ὑγείᾳ ἡ ἀνειμένη ὑγεία ἐναντία. ἄτοπον δὲ τῇ μὲν ὑγείᾳ τὴν νόσον λέγειν εἶναι ἐναντίον, μηκέτι δὲ τῇ ἐπιτεταμένῃ ὑγείᾳ τὴν νόσον ἢ τὴν κατὰ τὴν νόσον ἐπίτασιν. αὕτη γὰρ ἔσται πλεῖστον αὐτῆς διεστῶσα. ἢ εἰ μὲν περὶ ταὐτὸν ἐγίνετο ἥ τε ὑγεία καὶ ἡ εὐεξία, ἔτι δ’ ἡ νόσος καὶ ἡ καχεξία, ἦν ἂν ὑγιὲς τὸ λεγό‐
25μενον, ἐπειδὴ δεῖ περὶ ταὐτὸν τὰ ἐναντία γίνεσθαι. εἰ δ’ ἐν ἄλλῳ μὲν ἡ ὑγεία, ἐν ἄλλῳ δὲ ἡ εὐεξία, καὶ ἐν ᾧ μὲν ἡ ὑγεία, ἐν τούτῳ καὶ ἡ νόσος, ἐν ᾧ δὲ ἡ καχεξία, ἐν τούτῳ καὶ ἡ εὐεξία, οὔτ’ 〈εὐεξία〉 ὑγεία 〈ἂν〉 εἴη ἐπι‐ τεταμένη, οὔτ’ ἐναντίον αὐτῇ εἴη ἡ νόσος, τὴν ἀρχὴν μηδὲ γινομένη περὶ τὰ αὐτὰ αὐτῇ. γίνεται γὰρ ἡ μὲν ὑγεία καὶ νόσος περὶ τὰς δυνάμεις τῶν
30πρώτων σωμάτων ἐξ ὧν τὰ ζῷα, ἅπερ ἐστὶ τὰ στοιχεῖα, ὧν δυνάμεις θερμότης ψυχρότης ὑγρότης ξηρότης. ἐν μὲν γὰρ τῇ τῶν δυνάμεων τού‐
των πρὸς ἄλληλα συμμετρίᾳ ἡ ὑγεία, ἐν δ’ ἀσυμμετρίᾳ τῶν αὐτῶν τού‐19

20

των ἡ νόσος. ἡ δὲ εὐεξία καὶ καχεξία περὶ ταῦτα γίνεται, περὶ ἃ καὶ ἡ ἰσχύς τε καὶ ἡ ἀσθένεια. ἔοικε γὰρ ἡ μὲν εὐεξία τῇ ἰσχύι, ἡ δὲ καχεξία τῇ ἀσθενείᾳ· ὅ τε γὰρ ἰσχύων πλέον τῆς κατὰ τὴν ἁπλῆν ὑγείαν ἰσχύος ἐξ ἐπιμελείας εὐέκτης καλεῖται καὶ ὁ εὐέκτης οὕτως ἰσχύει, καὶ ὁ ἀσθενέ‐
5στερος ἢ κατὰ τὴν τῶν ἁπλῶς ὑγιαινόντων ἰσχὺν καχέκτης κατ’ ἐκεῖνο. ἀλλὰ μὴν ἡ ἰσχὺς καὶ ἡ ἀσθένεια ἐν συμμετρίᾳ τῶν ὁμοιομερῶν ἐν τοῖς ζῴοις μερῶν καὶ ἀσυμμετρίᾳ τὸ εἶναι ἔχουσιν, ἡ μὲν ἰσχὺς ἐν τῇ τούτων συμμετρίᾳ, ἡ δ’ ἀσθένεια ἐν τῇ τῶν αὐτῶν ἀσυμμετρίᾳ, ὥστε καὶ ἡ εὐεξία καὶ ἡ καχεξία ἐν τούτοις ἂν γίνοιντο, καὶ εἴη ἂν ὡς ἀσθένεια ἰσχύι,
10οὕτω καχεξία εὐεξίᾳ ἐναντίον. διὸ καὶ εἰ μὲν ἦν περὶ ἃ ἡ ὑγεία, περὶ ταῦτα καὶ ἡ εὐεξία, εἶχεν ἂν λόγον λέγειν τὴν εὐεξίαν ἐπιτεταμένην ὑγείαν, ἐπεὶ δὲ μὴ περὶ ταῦτά ἐστιν, οὐκ ἂν δεόντως οὕτως λέγοιτο, ἢ εἴπερ ἄρα τῷ γίνεσθαι τὴν εὐεξίαν ἐπὶ προϋποκειμένῃ πάντως ὑγείᾳ προσθήκης μέν τινος τῷ ὑγιαίνοντι γινομένης, ἀλλ’ οὐ κατὰ ὑγείαν οὐδὲ τὴν κατὰ ταύτην
15συμμετρίαν. Πῶς εἰ τέσσαρα τὰ αἴτια, οὐκ ἔσται καὶ ἐν τοῖς θείοις σώ‐ μασι τὸ ὑποκείμενον ὕλη. Εἰ τῶν φυσικῶν ἀρχὴ καὶ στοιχεῖα ταῦτα περὶ ὧν εἴρηκεν ἐν τῇ Φυσικῇ ἀκροάσει Ἀριστοτέλης, ἔστι δὲ ταῦτα ἡ τε ὕλη καὶ τὸ εἶδος καὶ
20τὸ ποιητικὸν καὶ τὸ οὗ ἕνεκα, τὸ κυκλοφορητικὸν σῶμα ἤτοι οὐκ ἔσται φυσικὸν σῶμα, ἢ ἔσται ὕλη καὶ τὸ ὑποκείμενον ἐν ἐκείνῳ, ἢ οὐκ ἔσται πάσας τὰς ἀρχὰς τῶν φυσικῶν λέγων. τί γὰρ τὸ ὑποκείμενον ἐκείνῳ; ἀλλὰ μὴν φυσικὸν σῶμα κἀκεῖνο. πᾶν γὰρ σῶμα ἢ φυσικὸν ἢ μαθηματι‐ κόν, οὐκ ἔστι δὲ μαθηματικὸν ἐκεῖνο, ἐπεὶ πᾶν τὸ ἐν κινήσει τῇ ἐξ αὑτοῦ
25σῶμα φυσικόν, ἐν κινήσει δὲ ἐκεῖνο, εἴ γε καὶ ἀεικίνητον καὶ τὴν αἰτίαν τῆς κινήσεως ἔχον ἐν ἑαυτῷ. 〈ἢ〉 εἰ ἡ φύσις κατ’ αὐτὸν ἀρχὴ κινήσεως καὶ στάσεως, ἐν οἷς ἐστι πρώτως καὶ οὐ κατὰ συμβεβηκός, οὐκ ἔχει δὲ ἐκεῖνο ἀρχὴν στάσεως ἐν ἑαυτῷ, οὐδ’ ἂν φύσιν ἔχοι. εἰ δὲ μὴ φύσιν ἔχοι, οὐδ’ ἂν φυσικὸν σῶμα εἴη. ἀλλ’ εἰ μὴ φυσικόν, ποῖόν τι; οὐ γὰρ
30δὴ μαθηματικόν, ἐπεὶ ἔμψυχόν ἐστι, πᾶν δὲ σῶμα ἔμψυχον φυσικόν. οὐ φυσικὸν δ’ ὂν σῶμα οὐκ ἔχει τὸ ὑποκείμενον ὕλην, εἴ γε ἡ ὕλη τὸ παρὰ μέρος τῶν ἐναντίων δεκτικόν. ἢ εἰ μὲν τὴν ὕλην ἔλεγεν εἶναι μόνον τὸ
ἔσχατον ὑποκείμενον τῶν ἐναντίων παρὰ μέρος δεκτικόν, οὐκ ἂν ἦν ἐν τῇ20

21

ὕλῃ περιειλημμένον τὸ ὑποκείμενον τῷ πέμπτῳ σώματι, εἰ δ’ ὁρίζεται τὴν ὕλην καὶ οὕτως, ἔσχατον ὑποκείμενον ἀρρύθμιστον καθ’ αὑτό, εἴη ἂν ἐν τῇ οὕτως ὕλῃ λεγομένῃ περιειλημμένον καὶ τὸ ἐν τῷ θείῳ σώματι ὑπο‐ κείμενον. κοινότερος γὰρ οὗτος ὁ λόγος τῆς κατὰ τὸ ὑποκείμενον ἀρχῆς
5καὶ περιέχων ἐν ἑαυτῷ ἀμφότερα τὰ ὑποκείμενα. οὐκ εἰ ἕτεραι δὲ ἀλλή‐ λων αἱ ὗλαι, ἥ τε ἐν τῷ θείῳ σώματι ὑποκειμένη καὶ ἡ ἐν τοῖς ἐν γενέσει καὶ φθορᾷ, ἤδη καὶ σύνθετοι. εἰ μὲν γὰρ ἦν τι αὐταῖς ἕν τι ὑποκείμενον, ἔδει αὐταῖς διαφορῶν, καθ’ ἃς εἰδοποιηθεῖσαι ἔχουσαι ταὐτὸν ὑποκείμενον ἀλλήλων διαφέρουσι· εἰ δέ εἰσιν ἕτεραι, πάντῃ οὐκ ἀνάγκη αὐτὰς κατά
10τινας εἰδοποιοὺς διαφορὰς ἀλλήλων διαφέρειν· οὐδὲ γὰρ τὸ εἶδος καὶ ἡ ὕλη, ἐπεὶ ἕτερα ἀλλήλων, διὰ τοῦτο καὶ σύνθετα. Πῶς εἴρηται ἐν τῷ α Περὶ ψυχῆς· τὸ γὰρ ζῷον τὸ καθόλου ἤτοι οὐδέν ἐστιν ἢ ὕστερον. Ἐζητεῖτο πῶς εἴρηται ἐν τῷ πρώτῳ Περὶ ψυχῆς ὑπ’ Ἀριστοτέλους,
15τὸ γὰρ ζῷον τὸ καθόλου ἤτοι οὐδέν ἐστιν ἢ ὕστερον. ὅτι μὲν οὖν δύναται παραδείγματι τῷ ζῴῳ κεχρῆσθαι τῶν ἐπὶ τῆς ψυχῆς καὶ τῶν οὕτω λεγομένων καθόλου ὡς τὸ πρῶτον ἔχειν καὶ δεύτερον, βουλόμενος ὅπως ἔχει δεῖξαι, εἴρηταί μοι ἐν τῷ εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνήματι. ἔνεστι μέντοι τὸ εἰρημένον καὶ ἐπὶ τοῦ ζῴου καὶ ἐπὶ τῶν κυρίως ὄντων
20γενῶν ἐφαρμόζον δεῖξαι. ἐπεὶ γὰρ τὰ γένη καθόλου, τὸ δὲ καθόλου τινῶν ὄν, ὄν τι καθόλου ἐστίν. οὐ γὰρ δὴ μηδέν τι ὂν καθόλου τέ ἐστι καὶ γένος καὶ συνωνύμως κατηγορεῖται, ἀλλὰ δεῖ τι εἶναι πρᾶγμα, ᾧ τὸ καθό‐ λου συμβέβηκεν, καὶ ἔστιν ἐκεῖνο μὲν πρᾶγμά τι ᾧ τὸ καθόλου συμβέβηκεν, τὸ δὲ καθόλου οὐ πρᾶγμά τι κυρίως, ἀλλὰ συμβεβηκός τι ἄλλῳ. οἷον τὸ
25ζῷον πρᾶγμά τί ἐστι καὶ φύσεώς τινος δηλωτικόν, σημαίνει γὰρ οὐσίαν ἔμψυχον αἰσθητικήν, ὃ κατὰ μὲν τὴν αὑτοῦ φύσιν οὐκ ἔστι καθόλου. οὐδὲν γὰρ ἧττον ἔσται καὶ εἰ ἓν κατ’ ἀριθμὸν ὑποτεθείη ζῷον εἶναι. ὑπάρχει δὲ αὐτῷ ὄντι τοιούτῳ ἐν πλείοσιν εἶναι καὶ κατ’ εἶδος ἀλλήλων διαφέρουσιν. συμβέβηκεν οὖν αὐτῷ τοῦτο. ὃ γὰρ μὴ ἐν τῇ οὐσίᾳ τινὸς ὂν ὑπάρχει
30αὐτῷ συμβεβηκός. ἐπεὶ τοίνυν τὸ γένος τὸ τοιοῦτο οὐ πρᾶγμά τι, ἀλλὰ
συμβεβηκὸς πράγματι, εἶπεν αὐτὸ Ἀριστοτέλης “ἢ μηδὲν εἶναι”, ἐπεὶ21

22

μὴ κυρίως 〈ὄν· τὸ γὰρ ὡσ〉 γένος ζῷον βουλόμενος δηλῶσαι προσέθηκεν τῷ ζῴῳ τὸ καθόλου, εἰπὼν τὸ γὰρ ζῷον τὸ καθόλου. τοῦτ’ οὖν τὸ ὡς γένος ζῷον ἤτοι οὐδέν ἐστιν, ἐπεὶ μὴ φύσιν τινὰ οἰκείαν σημαίνει, ἀλλ’ ἔστιν σύμπτωμα ἐπί τινι γινόμενον πράγματι, ἢ εἰ καὶ τὸ οὕτως ὂν ὄν τις
5λέγοι, ὕστερον ἔσται ἐκείνου ᾧ ὑπάρχει. δεῖ γὰρ εἶναι πρῶτον τὸ πρᾶγμα τοῦ συμβεβηκότος αὐτῷ. ὅτι δὲ ὕστερον τοῦ πράγματος, δῆλον. ζῴου μὲν γὰρ ὄντος οὐκ ἀνάγκη τὸ ὡς γένος ζῷον εἶναι (δύναται γὰρ πρὸς ὑπό‐ θεσιν καὶ ἕν τι ζῷον εἶναι, ἐπεὶ [τὸ] μὴ ἐν τῇ οὐσίᾳ αὐτοῦ τὸ καθόλου), εἰ δὲ εἴη τὸ ὡς γένος ζῷον, ἀνάγκη καὶ τὸ ζῷον εἶναι. καὶ ἀναιρουμένης
10μὲν οὐσίας ἐμψύχου αἰσθητικῆς οὐδ’ ἂν τὸ ὡς γένος ζῷον εἴη (οὐ γὰρ οἷόν τε τὸ μὴ ὂν ἐν πλείοσιν εἶναι), εἰ μέντοι ἀναιρεθείη τὸ ὡς γένος ζῷον, οὐκ ἀνάγκη καὶ τὴν οὐσίαν ἔμψυχον αἰσθητικὴν ἀνῃρῆσθαι· εἴη γὰρ ἂν ὡς εἶπον καὶ ἐν ἑνί, καὶ ἔστι διὰ ταῦτ’ εἰρημένον τὸ ἢ οὐδέν ἐστιν ἢ ὕστερον. ὕστερον δ’ ὂν τοῦ πράγματος ᾧ συμβέβηκεν, πάλιν αὐτὸ
15πρῶτον ἑκάστου τῶν 〈ἐν μέρει καὶ〉 ὑπ’ αὐτὸ γίνεται, διότι τὸ μὲν γένει εἶναί ἐστιν ἐν τῷ κατὰ πολλῶν καὶ διαφερόντων κατηγορεῖσθαι, τὸ δ’ ἐν μέρει εἶναί ἐστι τὸ μετὰ πολλῶν εἶναι ὑφ’ ἕν τι ἢ γένος ἢ εἶδος. διὸ ἀναιρουμένῳ μὲν ἑνὶ τῶν ὑπὸ τὸ κοινὸν οὐ συναναιρεῖται τὸ κοινόν, διότι ἐστὶν ἐν πλείοσιν· εἰ δ’ ἀναιρεθείη τὸ κοινόν, οὐδ’ ἂν τῶν ὑπὸ τὸ κοινὸν
20εἴη τι, οἷς τὸ εἶναι ἐν τῷ ἐκεῖνο ἔχειν ἐν αὑτοῖς. [Ἄλλως τὸ αὐτὸ ἐπιμελέστερον τεταγμένον.] Ἐζητεῖτο πῶς εἴρηκεν ἐν τῷ α Περὶ ψυχῆς Ἀριστοτέλης τὸ γὰρ ζῷον τὸ καθόλου ἤτοι οὐδέν ἐστιν ἢ ὕστερον. ὅτι μὲν δύναται παραδείγματι τῷ ζῴῳ κεχρῆσθαι τῶν ἐπὶ τῆς ψυχῆς καὶ τῶν οὕτω λεγο‐
25μένων καθόλου ὡς τὸ πρῶτον ἔχειν καὶ δεύτερον, βουλόμενος πῶς ἔχει δεῖξαι, εἴρηταί μοι ἐν τῷ εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνήματι. εἰπὼν γὰρ ὅτι χρὴ εὐλαβεῖσθαι ἄσκεπτον καταλιπεῖν τὸ πότερον τῷ εἴδει μόνον δια‐ φέρουσιν ἀλλήλων αἱ ψυχαὶ ἢ καὶ τῷ γένει· εἰ γὰρ τοῦτο διορισθείη, οὐ
λήσεθ’ ἡμᾶς, πότερον εἷς τις λόγος ψυχῆς κοινός τε καὶ γενικός. εἰ δὲ22

23

μὴ ὁμογενεῖς εἶεν, ἑκάστου γένους ψυχῆς ἴδιος ἔσται. τὸ γὰρ κοινὸν ψυχῆς ὄνομα μόνον ἐστίν, οὐκέτι δὲ καὶ πρᾶγμά τι. δεικνὺς δὲ πῶς ἴδιος ἑκάστης, παραδείγμασιν ἐχρήσατο ὑπὸ ἓν γένος οὖσιν, ὃ καὶ ἀσαφέστερον τὸ λεγόμενον ἐποίησεν. εἰ γὰρ εἴη ταῦτά φησι μὴ ὁμογενῆ, ὁ ἵππος καὶ
5ὁ κύων καὶ ὁ ἄνθρωπος καὶ ὁ θεός, ὡς γένος αὐτῶν τὸ ζῷον εἶναι, ἴδιος ἑκάστου αὐτῶν λόγος ἔσται, τὸ δὲ ζῷον τὸ κοινῶς κατ’ αὐτῶν κατηγορού‐ μενον ἤτοι οὐδεμίαν οἰκείαν σημαίνει φύσιν, ἀλλ’ ἔσται ὁμώνυμον, ἢ εἰ καὶ σημαίνει, 〈ἔχει〉 ὡς δοκεῖ ἔχειν ἐπὶ τῶν πολλαχῶς λεγομένων τῶν ἐν οἷς ἐστι τὸ πρότερον καὶ ὕστερον. τὸ γὰρ κοινῶς ἐν τοῖς οὕτως ἔχουσι
10κατηγορούμενον σημαίνει μέν τινα φύσιν, οὐ μὴν ἐν πᾶσιν ὁμοίως ἔχουσαν τοῖς ὧν κατηγορεῖται· διὸ ὕστερον τοῦτο τῶν ὑπ’ αὐτό. τὸ μὲν γὰρ ὡς γένος τινῶν κατηγορούμενον ἀναιρούμενον συναναιρεῖ αὐτῷ πάντα τὰ ὑφ’ αὑτό, ὧν οὐδενὶ ἀναιρουμένων συναναιρεῖται, διὸ πρῶτον τῇ φύσει, τὸ δ’ ἐν οἷς τὸ πρότερον καὶ ὕστερόν ἐστιν, ἀναιρουμένῳ τῷ πρώτῳ ἔχοντι τὸ
15ὑπ’ αὐτοῦ σημαινόμενον συναναιρεῖται, διὸ οὐκέτι πρῶτον ἀλλ’ ὕστερον γίνεται. τοιοῦτον δὲ δείξει καὶ τὴν ψυχὴν ὄν. διὸ εἰκότως προτίθεται τὴν περὶ αὐτοῦ ζήτησιν, ποιησάμενος δὲ τὸν λόγον ἐπὶ ζῴου, ἐπεὶ ὧν ἐμνη‐ μόνευσεν ὑπὸ τὸ ζῷον ἦν, προσέθηκεν τὸ ὁμοίως δὲ κἂν εἴ τι κοινὸν ἄλλο κατηγοροῖτο, δεικνὺς ὅτι πᾶν, εἴ τι οὕτως κοινῶς τινῶν κατηγορεῖ‐
20ται ὡς μὴ εἶναι γένος αὐτῶν, ἢ οὐδὲν ἔσται ἢ ὕστερον, ὡς προείρηται. τοῦτο μὲν οὖν ἐν ἐκείνῳ εἴρηται. ἔνεστι μέντοι τὸ εἰρημένον καὶ ἐπὶ τοῦ ζῴου καὶ ἐπὶ τῶν κυρίως γενῶν ὄντων ἐφαρμόζον δεῖξαι. ἐπεὶ γὰρ τὰ γένη καθόλου, τὸ δὲ καθόλου τινῶν ὄν, ὄν τι καθόλου ἐστίν. οὐ γὰρ δὴ μηδέν τι ὂν καθόλου τέ ἐστι καὶ γένος καὶ συνωνύμως κατηγορεῖται [ὂν
25μέν τι τὸ γένος, ὂν μέντοι τόνδε τὸν τρόπον]. τὸ μὲν ὑποκείμενον ᾧ τὸ καθόλου συμβέβηκε πρᾶγμά τί ἐστι, τὸ δὲ καθόλου τὸ ἐκείνῳ συμβεβηκὸς οὐ πρᾶγμά τι καθ’ αὑτό ἐστιν, ἀλλὰ συμβεβηκός τι ἐκείνῳ, οἷον ζῷον πρᾶγμά τί ἐστι καὶ φύσεώς τινος δηλωτικόν, σημαίνει γὰρ οὐσίαν ἔμψυχον αἰσθητικήν, ὃ κατὰ μὲν τὴν αὑτοῦ φύσιν οὐκ ἔστι καθόλου. οὐδὲν γὰρ
30ἧττον ἔσται, καὶ εἰ ἓν κατ’ ἀριθμὸν ὑποτεθείη ζῷον εἶναι. ὑπάρχει δὲ αὐτῷ ὄντι τοιούτῳ ἐν πλείοσιν εἶναι καὶ κατ’ εἶδος ἀλλήλων διαφέρουσιν.
συμβέβηκεν οὖν αὐτῷ τοῦτο. ὃ γὰρ μὴ ἐν τῇ οὐσίᾳ τινὸς ὂν ὑπάρχει23

24

αὐτῷ συμβεβηκός. ἐπεὶ γοῦν τὸ γένος τοιοῦτον οὐ πρᾶγμά τι, ἀλλὰ συμ‐ βεβηκὸς πράγματί τινι, εἶπεν αὐτὸ Ἀριστοτέλης ἢ μηδὲν εἶναι, ἐπεὶ μὴ κυρίως ὄν· τὸ γὰρ ὡς γένος ζῷον βουλόμενος δηλῶσαι προσέθηκε τῷ ζῴῳ τὸ καθόλου, εἰπὼν τὸ γὰρ ζῷον τὸ καθόλου. τοῦτο οὖν τὸ ὡς γένος
5ζῷον ἤτοι οὐδέν ἐστιν, ἐπεὶ μὴ φύσιν τινὰ οἰκείαν ἔχει, ἀλλ’ ἔστιν σύμ‐ πτωμα ἐπί τινι γινόμενον πράγματι, ἢ εἰ καὶ τὸ οὕτως ὂν 〈ὄν〉 τις λέγοι, ὕστερον ἔσται ἐκείνου ᾧ ὑπάρχει. δεῖ γὰρ εἶναι πρῶτον τὸ πρᾶγμα τοῦ συμβεβηκότος αὐτῷ. ὅτι δ’ ὕστερον τοῦ πράγματος, δῆλον. ζῴου μὲν γὰρ ὄντος οὐκ ἀνάγκη τὸ ὡς γένος ζῷον 〈εἶναι〉 (δύναται γὰρ πρὸς ὑπό‐
10θεσιν καὶ ἕν τι ζῷον εἶναι, ἐπεὶ μὴ ἐν τῇ οὐσίᾳ αὐτοῦ τὸ καθόλου), εἰ δὲ εἴη τὸ ὡς γένος ζῷον, ἀνάγκη καὶ τὸ ζῷον εἶναι. καὶ ἀναιρουμένης μὲν οὐσίας ἐμψύχου αἰσθητικῆς οὐδ’ ἂν τὸ ὡς γένος ζῷον εἴη (οὐ γὰρ οἷόν τε τὸ μὴ ὂν ἐν πλείοσιν εἶναι), εἰ μέντοι ἀναιρεθείη τὸ ὡς γένος ζῷον, οὐκ ἀνάγκη καὶ τὴν οὐσίαν ἔμψυχον αἰσθητικὴν ἀνῃρῆσθαι, εἴη γὰρ ἂν
15ὡς εἶπον καὶ ἐν ἑνί, καὶ ἔστι διὰ ταῦτ’ εἰρημένον τὸ ἢ οὐδέν ἐστιν ἢ ὕστερον. ὕστερον δὲ ὂν τοῦ πράγματος ᾧ συμβέβηκε, πάλιν αὐτὸ πρῶ‐ τον ἑκάστου τῶν ἐν μέρει καὶ ὑπ’ αὐτὸ γίνεται, διότι τὸ μὲν γένει εἶναί ἐστιν ἐν τῷ κατὰ πολλῶν καὶ διαφερόντων κατηγορεῖσθαι, τὸ δ’ ἐν μέρει εἶναί ἐστι τὸ μετὰ πολλῶν εἶναι ὑφ’ ἕν τι ἢ γένος ἢ εἶδος. διὸ ἀναιρου‐
20μένῳ μὲν ἑνὶ τῶν ὑπὸ τὸ κοινὸν οὐ συναναιρεῖται τὸ κοινόν, 〈διότι ἐστὶν ἐν πλείοσιν,〉 εἰ δ’ ἀναιρεθείη τὸ κοινόν, οὐδ’ ἂν τῶν ὑπὸ τὸ κοινὸν εἴη τι, οἷς τὸ εἶναι ἐν τῷ ἐκεῖνο ἔχειν ἐν ἑαυτοῖς. Πῶς οἷόν τε ἅμα τὸν αὐτὸν ἥδεσθαι καὶ λυπεῖσθαι, εἰ ἐναντία ταῦτα.
25 Εἰ ἀδύνατον ἅμα τὰ ἐναντία τῷ αὐτῷ ὑπάρχειν, πῶς οἷόν τε ἅμα τὸν αὐτὸν ἥδεσθαι τε καὶ λυπεῖσθαι, ὃ συμβαίνει τοῖς διψῶσίν τε καὶ πί‐ νουσιν, ὁμοίως δὲ καὶ τοῖς πεινῶσιν τε καὶ ἐσθίουσιν, ἔτι δὲ τοῖς ψωριῶσίν τε καὶ κνωμένοις; ἢ γὰρ οὐκ ἐναντίον ἡδονὴ λύπῃ, ἢ οὐκ ἀληθὲς τὸ μὴ οἷόν τε ἅμα τῷ αὐτῷ τὰ ἐναντία ὑπάρχειν. 〈ἢ〉 οὔτε τὸ ἀδύνατον ἅμα
30τῷ αὐτῷ τὰ ἐναντία ὑπάρχειν ἁπλῶς ἀληθές, ἀλλὰ κατὰ ταὐτό, οὔθ’24

25

ἁπλῶς ἡδονὴ λύπῃ ἐναντία, οὐ γὰρ πᾶσα ἡδονὴ πάσῃ λύπῃ ἐναντία. οὐ γὰρ τῇ ἀπὸ τοῦ θεωρεῖν ἡδονῇ ἡ ἀπὸ τοῦ διψῆν λύπη ἐναντία, ἀλλ’ ἡ ἀπὸ τοῦ αὐτοῦ ἡδονὴ τῇ ἀπὸ τοῦ αὐτοῦ λύπῃ ἐναντία, ἃς καὶ ἀδύνατον ἅμα τῷ αὐτῷ ὑπάρχειν. οὔτε γὰρ ἅμα ἥδεσθαί τε καὶ λυπεῖσθαι ἐπὶ τῷ
5θεωρεῖν, ὅτι ἡ διάμετρος ἀσύμμετρος τῇ πλευρᾷ, οἷόν τε διὰ τὸ αὐτό, οὔτε τὸν πεινῶντα ἐπὶ τῷ πεινῆν ἅμα οἷόν τε καὶ ἥδεσθαι καὶ λυπεῖσθαι, λυ‐ πούμενον μέντοι ἐπὶ τῷ πεινῆν ἅμα ἥδεσθαι ἐπὶ τῷ ἐσθίειν οὐκ ἀδύνατον. οὐ γὰρ ἐναντία τῇ τοιαύτῃ ἡδονῇ ἡ τοιαύτη λύπη. ἡ μὲν γὰρ λύπη ἐπὶ τῇ ἐνδείᾳ, ἡ δὲ ἡδονὴ ἐπὶ τῇ τῆς ἐνδείας θεραπείᾳ, διὸ καὶ ἔστ’ ἂν μὲν
10ᾖ δεόμενον θεραπείας, θεραπευόμενον ἥδεται, ἅμα δὲ δεῖται θεραπείας καὶ ἐστὶν ἐν λύπῃ. ὅτι γὰρ οὐκ ἀπὸ τοῦ αὐτοῦ ἥ τε λύπη καὶ ἡ ἡδονή, δῆλον ἐκ τοῦ τοὺς πεινῶντας μέν, μὴ τρεφομένους δέ, λυπεῖσθαι μόνον, καὶ ἐκ τοῦ τοὺς τρεφομένους μειοῦν τὴν λύπην. οὕτω τὸ μὲν εἶναι ἐνδεᾶ λύπης μόνης αἴτιον, τὸ δ’ ἀναπληροῦσθαι ἡδονῆς, καὶ οἱ ψωριῶντες καὶ
15κνώμενοι οὐ διὰ τὸ κνῆσθαι λυποῦνται, ἀλλὰ διὰ τὸ ἔτι δεῖσθαι τοῦ κνῆ‐ σθαι, ὥσπερ καὶ οἱ τρεφόμενοι ἐπὶ τῷ ἔτι εἶναι ἐνδεεῖς λυποῦνται, οὐκ ἐπὶ τῷ τρέφεσθαι. Ὅτι μὴ ὁμοίως κατά τε τὰς ἄλλας αἱρέσεις καὶ κατ’ Ἐπίκου‐ ρον εἰσάγεται τὰ χρώματα, ὡς ἔλεγεν Κηνσωρῖνος ὁ Ἀκαδημαικός.
20 Ὅτι μὴ ὁμοίως κατ’ Ἐπίκουρον εἰσάγεται τὰ χρώματα, ὡς ἔλεγέν τις παριστάμενος αὐτοῦ τῇ δόξῃ, καὶ κατὰ τὰς ἄλλας αἱρέσεις. ὁ μὲν γὰρ ἐν τοῖς στοιχείοις, 〈ἃ〉 ἀρχὰς ὑποτίθεται τῶν ἁπάντων, οὐδὲν τούτων φησὶν εἶναι, καθ’ οὓς δὲ στοιχεῖα τὰ τέσσαρα, κατὰ τούτους ἐν τοῖς στοιχείοις ἐστὶν καὶ ταῦτα. διὸ κατὰ μὲν τούτους ἐκ προϋπαρχόντων χρωμάτων γί‐
25νεταί τινα χρώματα, καθ’ ὃν δὲ μὴ ἔστιν ἐν τοῖς στοιχείοις ταῦτα, ἐκ μὴ προϋπαρχόντων ἡ γένεσις αὐτῶν. ὡς οὖν, εἰ ὑπέθετό τις ἄτομα εἶναι σώματα ἀρχὰς τῶν ὄντων, μὴ μόνον ἔχοντα σχήματα καὶ μέγεθος καὶ ἀντιτυπίαν, ἀλλὰ καὶ χρῶμα, οὐχ ὁμοίως κατά τε τοῦτον ἡ τῶν χρωμά‐ των γένεσις (ἐκ προϋπάρχοντος γὰρ χρώματος καὶ ὄντος ἐν τοῖς στοιχείοις),
30καὶ καθ’ ὃν τὰ ἄτομα ταῦτα στοιχεῖα οὐκ ἔχει χρῶμα, οὕτως οὐδ’ εἰ μὴ
ἄτομά τις τὰ στοιχεῖα λέγοι, λέγοι δὲ τὰ τέσσαρα τῷ ἐν τούτοις εἶναι μετὰ25

26

τῶν ἄλλων καὶ τὰ χρώματα, οὐδ’ οὗτος ἂν ὁμοίως Ἐπικούρῳ τὴν τῶν χρωμάτων εἰσάγοι φύσιν. ὡς γὰρ τὰ γινόμενα ἐκ τῶν στοιχείων οὐκ ἂν εἶχεν ἀντιτυπίαν μηδ’ ὅλως ἐν τοῖς στοιχείοις οὔσης ἀντιτυπίας, οὕτως οὐδ’ ἂν χρῶμά τι τῶν γινομένων ἔχοι μηδενὸς ὄντος στοιχείοις χρώματος. τὸ
5δὲ ζητεῖν πόθεν ἐν τοῖς στοιχείοις πυρί τε καὶ τοῖς ἄλλοις τὰ χρώματα, ἴσον ἂν εἴη τῷ ζητεῖν, πόθεν ἐν τοῖς ἀτόμοις τὰ σχήματα. τὸ δὲ ταῦτα μὲν ὑπό τινων εἶναι λέγεσθαι γενητὰ καὶ φθαρτά, ἀγενήτους δὲ τὰς ἀτό‐ μους ὑπὸ τῶν [ἐν] ἐκείνοις στοιχείοις χρωμένων, οὐδὲν πλέον· καὶ γὰρ καθ’ οὓς τὰ στοιχεῖα ταῦτα γενητὰ καὶ φθαρτά, κατὰ τούτους τῷ ἀριθμῷ
10τὸ γενητὸν ἔχει ταῦτα καὶ τὸ φθαρτὸν, ἄφθαρτα δὲ καὶ ἀγένητα κατ’ εἶ‐ δός ἐστιν. εἰς ἄλληλα γὰρ μεταβάλλει καὶ ἐξ ἀλλήλων γίνεται, ὥστε καὶ ἐν τῇ τούτων γενέσει ἐκ προϋπαρχόντων ἡ γένεσις. ὥσπερ οὖν τῶν ἄλλων, οὑτωσὶ δὲ καὶ τῶν χρωμάτων. Ὅτι καθ’ οὓς μόνον τὸ καλὸν ἀγαθόν ἐστιν, οὐδὲν οἱ θεοὶ
15τοῖς ἀνθρώποις παρέχουσιν ἀγαθόν. Εἰ οἱ θεοὶ προνοοῦσι τῶν ἀνθρώπων, ἀγαθόν τι αὐτοῖς παρέχουσιν. πᾶν γὰρ τὸ προνοοῦν τινος ἀγαθόν τι τῷ προνοουμένῳ περιποιεῖ, ὡς τὸ μὴ ἀγαθόν τι περιποιοῦν τινι τοῦτο οὐδ’ ἂν προνοοῖ αὐτοῦ. ἀλλὰ μὴν καθ’ οὓς μόνον τὸ καλὸν ἀγαθόν, οὐδὲν οἱ θεοὶ τοῖς ἀνθρώποις περιποι‐
20οῦσιν, ὡς δείξω. [καθ’ οὓς [οὐ] μόνον τὸ καλὸν ἀγαθόν, οἱ θεοὶ οὐ προ‐ νοοῦσι τῶν ἀνθρώπων. ὅτι δὲ μηδὲν παρὰ θεῶν ἀγαθὸν τοῖς ἀνθρώποις κατὰ τοὺς προειρημένους γίνεται, δῆλον ἐντεῦθεν.] τὸ καλὸν ἐφ’ ἡμῖν, ὃ ἐφ’ ἡμῖν ἐστι, τοῦτο δι’ ἑαυτῶν κτώμεθα, ὃ δι’ ἑαυτῶν κτώμεθα, τοῦθ’ ὑπ’ οὐδενὸς ἄλλου περιγίνεται. τὸ καλὸν ὑπ’ οὐδενὸς ἡμῖν ἄλλου περι‐
25γίνεται. εἰ ὑπὸ μηδενός, οὐδ’ ὑπὸ τῶν θεῶν. ἀλλὰ μὴν ταὐτὸν ἀγαθόν τε καὶ καλόν. καθ’ οὓς μόνον τὸ καλὸν ἀγαθόν, οὐδὲν ἀγαθὸν τοῖς ἀν‐ θρώποις ὑπὸ τῶν θεῶν περιγίνεται. Ὅτι εἰ ἡ αὐτὴ ὕλη καὶ ἐν τοῖς θείοις ἔσται, κἀκεῖνα φθαρτ. Ἡ ὕλη ἤτοι ἡ αὐτὴ ἔν τε τοῖς θείοις καὶ τοῖς ἐν γενέσει καὶ φθορᾷ
30ἢ ἑτέρα. ἀλλ’ εἰ μὲν ἡ αὐτή, ἔσται κἀκεῖνα φθαρτά, εἴ γε οἷς τὸ δυ‐
νάμει ὑπόκειται, ταῦτα φθαρτά (ὡς δέδεικται ὑπ’ Ἀριστοτέλους ἔν τε ἄλ‐26

27

λοις καὶ δὴ καὶ ἐν τῷ πρώτῳ Περὶ οὐρανοῦ), εἰ δ’ ἄλλη, δῆλον ὡς δι‐ οίσει ἡ ὑποκειμένη ὕλη τοῖς ἐν γενέσει καὶ φθορᾷ τῆς τοῖς θείοις ὑποκει‐ μένης. εἰ δὲ τοῦτο, ἕξει τινὰ διαφορὰν πρὸς αὐτήν. οὕτω δὲ οὐδ’ ἂν ἄποιος ἔτι εἴη οὐδ’ ἁπλῆ. ἢ οὔτε πᾶν τὸ διαφέρον τινὸς διαφορᾷ δια‐
5φέρει, εἴ γέ ἐστι ἡ κυρίως διαφορά, καθ’ ἣν τὸ γένος εἰς τὰ οἰκεῖα εἴδη διαιρεῖται (τὸ γοῦν μὴ ὂν τοῦ ὄντος διαφέρει μέν, ἀλλ’ οὐ τῷ διαφορὰν ἔχειν, ἀλλ’ οὐδ’ ἐπεὶ διαφέρει τινός, ἤδη καὶ σύνθετον διὰ τοῦτο γίνεται), ἀλλ’ οὐδὲ τὰ ὄντα ἀλλήλων, ἐπεὶ κατὰ τὰς κατηγορίας διαφέρει, ἤδη καὶ διαφοραῖς διοίσει, ὅτι μηδ’ ὑπὸ γένος τι κοινόν ἐστι τὰ δέκα γένη. δέ‐
10δεικται γὰρ ὅτι μὴ γένος τὸ ὄν. ἔτι πολλὰ ὄντα τῷ μὴ ἔχειν τι διαφέρει τῶν ἐχόντων αὐτά, ὡς τὸ μὴ ἔχειν φέρ’ εἰπεῖν τρίχας ἢ χεῖρας ἤ τι τοι‐ οῦτο. τὸ δὲ μὴ ἔχειν τι καὶ τὸ ἐστερῆσθαι οὐ ποιότης. ἔτι δὲ οὐ πᾶσα διαφορὰ ποιότης· εἰ γὰρ ἡ διαφορά ἐστι καθ’ ἣν ἀντιδιαιρεῖται ἀλλήλοις 〈τὰ〉 ἐκ τοῦ αὐτοῦ γένους εἴδη, εἴη ἂν τοῦ εἴδους ἑκάστου ἡ διαφορὰ οὗ
15ἐστι διαφορά, καθ’ ὃ τὸ εἶναί ἐστιν αὐτῷ τούτῳ ὅ ἐστι δηλωτική. ἀλλὰ μὴν πάντων τῶν συνεστώτων φύσει, 〈οἷσ〉 οὐχ ἡ ὕλη μόνον οὐσία, ἀλλὰ καὶ τὸ εἶδος, ἐν τούτοις ἡ διαφορὰ δηλωτικὴ εἴη ἂν οὐσίας τινὸς ἀλλ’ οὐ ποιότητος, καὶ 〈τὰ〉 κατὰ τὰς τοιαύτας διαφορὰς ἀλλήλων διαφέροντα οὐσίᾳ, ἀλλ’ οὐ ποιότητι διαφέροι, ὥστε, καὶ τῆς ὕλης οὔσης οὐσίας ἐν τῇ
20οὐσίᾳ τῷ εἶναι αὐτὴν τῶν ἐναντίων δεκτικήν, ὁ λέγων κατὰ τοῦτο διαφέρειν τήνδε τὴν ὕλην ἐκείνης οὐ ποιότητι ἂν διαφέρειν λέγοι. ἐπεὶ οἱ τιθέμενοι τὴν ὕλην τῶν ἐναντίων εἶναι δεκτικὴν ἄποιον αὐτὴν εἶναι λέγουσι, δῆλον ὡς οὔ φασιν εἶναι ποιότητα αὐτῆς τὸ τῶν ἐναντίων εἶναι δεκτικήν. εἰ δὲ μὴ ποιότητος τοῦτο τῆς ὕλης, οὐδ’ οἱ λέγοντες τῷ τοῦτ’ ἔχειν τὴν ὕλην
25τὴν ὑποκειμένην τοῖς ἐν γενέσει διαφέρειν τοῦ τοῖς θείοις ὑποκειμένου κατὰ ποιότητα αὐτὴν ἐροῦσιν διαφέρειν. εἰ γὰρ τὸ τῶν ἐναντίων δεκτικὸν ποιό‐ τητα ἔχει, καθό ἐστι τοιοῦτον, οὐ διότι διαφέρει ἡ τοῦτο ἔχουσα τῆς μὴ ἐχούσης, ἐν ποιότητι ἔσται, ἀλλ’ ὅτι ἐν τῇ οἰκείᾳ φύσει ἔχει αὐτήν, ἣν
ἀνάγκη φυλάττειν αὐτήν, ἐάν τε διαφέρῃ τινός, ἐάν τε μή.27

28

Λέξεως ἐξήγησις εἰρημένης ἐν τῷ α τῆς Φυσικῆς ἀκροά‐ σεως Ἀριστοτέλους περὶ τοῦ τἀναντία πως τὰς ἀρχὰς ποιεῖν πάντας. Ὅτι μὲν οὖν τἀναντία πως πάντες ποιοῦσι τὰς ἀρχάς, δῆ‐
5λον. καὶ τοῦτ’ εὐλόγως· δεῖ γὰρ τὰς ἀρχὰς μήτε ἐξ ἀλλήλων εἶναι μήτε ἐξ ἄλλων, καὶ ἐκ τούτων πάντα. τοῖς δ’ ἐναντίοις τοῖς πρώτοις ὑπάρχει ταῦτα, διὰ μὲν τὸ πρῶτα εἶναι μὴ ἐξ ἄλ‐ λων, διὰ δὲ τὸ ἐναντία μὴ ἐξ ἀλλήλων. ἠπόρησε τί πότ’ ἐστι τὸ εἰρημένον διὰ ταύτης τῆς λέξεως, καὶ διὰ τί ἢ οὐκ ἐξ ἀλλήλων τὰ ἐναντία,
10ἢ οὐκ ἐξ ἄλλων 〈καὶ〉 τὰ πρότερα. τό τε γὰρ ἐξ ἀλλήλων τὰ ἐναντία γί‐ νεσθαι αὐτὸς ὀλίγον προελθὼν λέγει (δείξας γάρ τινα ἐπήνεγκεν· εἰ τοί‐ νυν τοῦτ’ ἔστιν ἀληθές, ἅπαν ἂν γίνοιτο τὸ γινόμενον καὶ φθεί‐ ροιτο τὸ φθειρόμενον ἢ ἐξ ἐναντίων 〈ἢ〉 εἰς ἐναντία καὶ τὰ τού‐ των μεταξ. τὰ δὲ μεταξὺ ἐκ τῶν ἐναντίων ἐστίν, οἷον χρώ‐
15ματα ἐκ λευκοῦ καὶ μέλανος, ὥστε πάντα ἂν εἴη τὰ φύσει γινό‐ μενα ἢ ἐναντία ἢ ἐξ ἐναντίων), τό τε λέγειν τὰ πρῶτα ἐναντία μὴ ἐξ ἄλλων γίνεσθαι ἀπορήσαι τις ἄν, πῶς λέγεται. καθόσον μὲν γὰρ πρῶτα ὑπόκειται ἐναντία, οὐκ ἂν εἴη γινόμενα ἔκ τινων προϋπαρχόντων ἐναντίων (οὐκέτι γὰρ ἂν αὐτὰ πρῶτα εἴη), πῶς δ’ εἰ μὴ τοῦτο γίνοιτο, ἀίδια ἔσται
20τὰ πρῶτα ἐναντία; ἢ γὰρ δεήσει αὐτὰ εἰς ἄλληλα μεταβάλλειν, ὅπως γί‐ νοιτό τι ἐξ αὐτῶν (οὕτως δὲ οὐκέτ’ ἂν σώζοιτο οὐδὲ ἀεὶ μένοι, οὐδ’ ἂν ἄφθαρτα εἴη οὐδ’ ἀμετάβλητα εἰς ἄλληλα), ἢ εἰ ἀεὶ μένοι τὰ αὐτά, οὐ κατὰ μεταβολὴν ἂν οὐδὲ κατ’ ἀλλοίωσίν τινα τὰ γινόμενα γίνοιτο, ἀλλὰ συνθέσει τε καὶ συγκρίσει καὶ διακρίσει τῶν πρώτων πρὸς ἄλληλα καὶ ποιᾷ
25θέσει καὶ τάξει. οὐχ οὕτω δ’ ἔχειν αὐτῷ δοκεῖ. ἢ ἐξ ἀλλήλων μὲν οὔ φησι γίνεσθαι τὰ ἐναντία, ὅτι μὴ οὕτως γίνεσθαι ἐξ ἀλλήλων δύναται ὡς ὑπομενόντων (οὐ γὰρ ὑπομένει τὸ ἕτερον τῶν ἐναντίων θάτερον), δοκεῖ δὲ πᾶν γινόμενον ἔκ τινος ὡς ὑπομένοντος αὐτοῦ γίνεσθαι, ὡς προϊὼν αὐτὸς δείκνυσί τε καὶ διορίζει. εἰ δ’ οὕτω μὲν ἐξ ἀλλήλων μὴ γίνεται,
30κατὰ δὲ τὴν τοῦ ὑποκειμένου παρὰ μέρος εἰς ἑκάτερον αὐτῶν μεταβολὴν γί‐28

29

νεται, οὐδὲν κωλύσει καὶ τὰ πρῶτα ἐναντία μεταβάλλοντα εἰς ἄλληλα κατὰ τοῦτον τὸν τρόπον αἴτια γενέσεως γίνεσθαι τοῖς μετὰ ταῦτα. ἀλλ’ εἰ οὕτως μεταβάλλει, πῶς ἂν ἔτι ἀίδια μένοι ἢ τίνι ἂν διαφέροι τῶν μὴ πρώτων ἐναντίων; καὶ γὰρ ἡ τούτων εἰς ἄλληλα μεταβολὴ τοῦτον γίνεται τὸν τρό‐
5πον. ἢ διαφέροι ἂν τὰ πρῶτα τῶν ἐναντίων τῶν μὴ πρώτων πρῶτον μὲν τῷ ἐξ ἐκείνων μὲν τὰ γινόμενα πάντα γίνεσθαι. ἐκ γὰρ εἴδους τινὸς καὶ στερήσεώς τινος παρὰ μέρος ἐν τῇ ὕλῃ γινομένων αἱ πάντων γενέσεις καὶ φθοραί, οὐκέτι δ’ ἐκ λευκοῦ καὶ μέλανος ἢ γλυκέος καὶ πικροῦ ἤ τινων ὁμοίων τούτοις ἐναντίων. ἔτι αὐτὰ μὲν ταῦτα ὕστερα ἐναντία, εἰ καὶ
10εἰς ἄλληλα μεταβάλλει, τῷ γίνεσθαι παρὰ μέρος ἐν τῇ ὕλῃ, ὃ ἔχει καὶ τὰ πρῶτα ἐναντία, ἀλλὰ καὶ ἡ γένεσις τὴν ἀρχὴν αὐτοῖς ἐξ ἐκείνων. διὰ γὰρ ποιᾶς ἕξεώς τε καὶ στερήσεως ἥ τε τῶν χυμῶν γένεσις καὶ ἡ τῶν χρωμάτων καὶ τῶν ἀνάλογον τούτοις ἐναντίων, ἐξ οὐδενὸς δὲ μεταβάλλον‐ τος τὰ πρῶτα ἐναντία γίνεται. διὸ καὶ ἀίδια κατὰ τοῦτο τῷ μηδὲν αὐτῶν
15προεπινοεῖσθαι πρῶτον ἐξ ὧν ἡ τῶνδε γένεσις. δεικνύοιτο δ’ ἂν καὶ ἀί‐ δια. οὐ γὰρ εἰ τὰ καθ’ ἕκαστα εἴδη καὶ αἱ στερήσεις δείκνυνται παρὰ μέρος εἰς ἄλληλα μεταβάλλοντα, διὰ τοῦτο οὐκ ἀίδια, ἀλλ’ ἐὰν ἀεὶ φαίνων‐ ται ἀναγκαίως περὶ τῇ ὕλῃ ἑκάτερον αὐτῶν ὄν, εἴη ἂν ἀίδια ἥ τε ἕξις καὶ ἡ στέρησις, εἰ καὶ μὴ ἥδε ἡ ἕξις μηδὲ ἥδε ἡ στέρησις ἀίδια. ὅτι δὲ
20ἀναγκαῖον ἀεὶ ταῦτα εἶναι, δῆλον πρῶτον μὲν ἐκ τοῦ τὴν ὕλην ἀίδιον οὖσαν μὴ δύνασθαί ποτε χωρὶς εἴδους εἶναι, ἢ ἐπινοίᾳ μόνον, δεύτερον ἐκ τοῦ δυνάμει τὰ ἀντικείμενά τε καὶ τὰ ἐναντία οὖσαν αὐτήν, τῷ μὴ δύνασθαι ἅμα ἐν τοῖς ἐναντίοις εἶναι ἐνεργείᾳ, ἀνάγκην ἔχειν, ὅταν θάτερον αὐτῇ τῶν ἐναντίων παρῇ, δυνάμει θάτερον εἶναι. τὸ δὲ δυνάμενον 〈εἰ〉 ἐν στε‐
25ρήσει τότε ἐστὶν ἐκείνου οὗ δύναται, ἀνάγκη τὴν ὕλην ἀεὶ μετὰ εἴδους τινὸς εἶναι καὶ στερήσεως. εἰ δ’ ἀεὶ μετ’ ἀμφοτέρων καὶ οὐδέποτε ἔστιν, ὅτε ἡ ληφθεῖσα ὕλη ἢ πάντα, ἃ δυνάμει, ἅμα ἐνεργείᾳ ἔσται, ἢ πάντα ἃ δύναται δυνάμει, οὐδὲν δὲ ὧν δύναται ἐνεργείᾳ (οὐδὲν γὰρ ἂν αὐτὴ εἴη), ἀναγκαῖον τὰ πρῶτα ἐναντία ἀίδια εἶναι.
30Ὅτι μὴ τὸ εἶδος ἐν τῇ ὕλῃ ὡς ἐν ὑποκειμέν.
Εἴ τι εἶδός τινος ἐν ὑποκειμένῳ ἐστίν, ἤτοι ἐν τῇ ὕλῃ ἐν ὑποκει‐29

30

μένῳ ἐστὶ τῇ πρώτῃ, ἢ ἐν τῷ σώματι οὗ εἶδός ἐστιν, ἢ ἐν τῷ εἰς τοῦτο μεταβάλλοντι σώματι. οὔτε δὲ ἐν τῇ πρώτῃ ὕλῃ οἷόν τέ τι ἐν ὑποκει‐ μένῳ εἶναι, ὅτι μηδὲ τὴν ἀρχὴν ὑπόκειται ἡ τοιαύτη ὕλη ἐνεργείᾳ, ἀλλὰ δεῖται πρὸς τὸ εἶναι ἐν ὑπάρξει τοῦ εἴδους (οὔτε γὰρ τὴν ὕλην χωρὶς εἴ‐
5δους οἷόν τε ἐν ὑποστάσει εἶναι οὔτε τὸ εἶδος ἄνευ τῆς ὕλης· ἑκάτερον γὰρ αὐτῶν τοῦ ἑτέρου δεῖται πρὸς τὸ εἶναι ἐνεργείᾳ τε καὶ ἐν ὑπάρξει· δεῖ δὲ τὸ ἐν ᾧ τί ἐστιν ὡς ἐν ὑποκειμένῳ, αὐτὸ εἶναι πρῶτον ἐνεργείᾳ, μηδὲν πρὸς τὸ εἶναι ὃ ὑπόκειται βοηθούμενον ὑπὸ τοῦ ἐν ὑποκειμένῳ ὄν‐ τος αὐτῷ), ἀλλ’ οὐδὲ ἐν ᾧ ἐστι σώματι καὶ οὗ εἶδός ἐστιν, οἷόν τε αὐτὸ
10ἐν ἐκείνῳ ὡς ἐν ὑποκειμένῳ εἶναι. μέρος γάρ ἐστι τούτου, εἴ γε κατὰ τοῦτ’ ἐστιν ἐκείνῳ τὸ εἶναι. ἀλλ’ οὐδ’ ἐν τῷ εἰς τοῦτο μεταβάλλοντι σώματι εἴη ἄν, ὅτι μηδέ ἐστιν ἐκεῖνο τὴν ἀρχήν, ἀλλ’ ἐφθάρη. ἡ γὰρ κατὰ τὰ εἴδη τῶν σωμάτων μεταβολὴ φθορά. οὐδὲν εἶδος ἔνυλόν τι καί τινος ὂν οἷόν τε εἶναι ἐν ὑποκειμένῳ. εἰ δὲ τοῦτο, εἶδος δὲ καὶ ἡ
15ψυχὴ τοῦ ἐμψύχου σώματος, οὐδὲ αὐτὴ ἂν εἴη ἐν ὑποκειμένῳ (οὔτε γὰρ ἐν τῷ ζῴῳ· μέρος γὰρ ἡ ψυχὴ τοῦ ζῴου κυριώτατον), οὔτε ἐν τῷ εἰς τὸ ἔμψυχον σῶμα μεταβάλλοντι σώματι. πῶς γὰρ ἂν ἐν τῷ ἐφθαρμένῳ; φθορὰ γὰρ ἐκείνῳ ἐγένετο ἡ εἰς τὸ ἔμψυχον μεταβολή. ὅλως τε ἀδύνα‐ τον εἶναι τὴν ψυχὴν ἔν τινι ὃ μὴ ψυχὴν ἔχει. ὃ δὲ τὴν ἀρχὴν μὴ ἔστιν
20ἔν τινι, οὐδ’ ἂν ἐν ὑποκειμένῳ αὐτῷ εἴη. εἰ δὲ ἐν μὲν ᾧ ἐστι σώματι, εἶδός ἐστιν ἐκείνου καὶ μέρος, ἐν ᾧ δὲ μὴ ἔστι τὴν ἀρχήν, οὐδ’ ἂν ἐν ὑποκειμένῳ αὐτῷ εἴη, οὐκ ἂν ἡ ψυχὴ ἐν ὑποκειμένῳ τινὶ εἴη. Ὅτι μὴ οἷόν τε τὸν κόσμον ἄφθαρτον εἶναι διὰ τὴν βού‐ λησιν τοῦ θεο, εἰ εἴη φθαρτὸς τῇ αὑτοῦ φύσει.
25 Τὸ δυνατὸν ἢ εἶναι ἢ γενέσθαι ἐπὶ τούτων κατηγορεῖται κυρίως, ἐπὶ τῶν ἐνδεχομένων καὶ μὴ εἶναι καὶ μὴ γενέσθαι ταῦτα ἃ λέγεται δυνατὰ εἶναι ἢ γενέσθαι. λέγομεν γοῦν δυνατὸν εἶναι οἷόν τε εἶναι ἢ γενέσθαι ἀκώλυτον ὄν. οὐ γὰρ τῷ πάντως γενέσθαι ἡ τοῦ δυνατοῦ κρίσις, ἀλλὰ τῷ μὴ κεκωλῦσθαι γενέσθαι αὐτό. δυνατὸν γὰρ οὐδὲν ἧττον τὸ μὴ κωλυό‐
30μενον ὑπό τινος περιστάσεως γενέσθαι πρὸς ὃ τὴν ἐπιτηδειότητα ἔχει, κἂν μὴ γένηται. δυνατὸς γὰρ Δίων γραμματικὸς γενέσθαι, ἔστ’ ἂν ᾖ, κἂν μὴ
γένηται, εἰ μὴ εἴη τὸ δύνασθαι γενέσθαι γραμματικὸν αὐτὸν κεκωλυμένον.30

31

εἰ δὲ τοιοῦτον δῆλον ὄν, ἀληθεύοιτ’ ἂν τὸ δυνατὸν γενέσθαι τόδε τι ἐπὶ τούτων, ἢ δυνατὸν τὸ αὐτὸ τοῦτο καὶ μὴ γενέσθαι. ὃ δὲ ἐξ ἀνάγκης τι ἢ ἔστιν ἢ γίνεται, τοῦτο οὐκ ἀληθὲς λέγειν δύνασθαι γενέσθαι, εἰ μή τις τῷ δυνατῷ ἀντὶ τοῦ ἀναγκαίου χρῷτο. καὶ τὸ ἀδύνατον τὸ γινόμενον τοιοῦτον
5διὰ τὸ κεκωλῦσθαι, καὶ μεταπῖπτον τοῦ δυνατοῦ διὰ τὴν κωλύουσαν αὐτῷ γενέσθαι περίστασιν τοῦτο, ὃ ἦν δυνατὸν κατὰ τὴν ἑαυτοῦ φύσιν, εἴη ἂν ἐπὶ τούτων γινόμενόν τε καὶ λεγόμενον, ἃ καὶ πρὸς τὸ γενέσθαι καὶ πρὸς τὸ μὴ γενέσθαι τὴν ἐκ τῆς οἰκείας φύσεως παρασκευήν τε καὶ ἐπιτηδειό‐ τητα ἔχει. διὸ τὸ μὲν ἄχυρον, δυνατὸν 〈ὂν〉 καυθῆναι καὶ μὴ καυθῆναι,
10ἀδύνατον γίνεται καυθῆναι, ἂν ἐν τῇ ἀτόμῳ γένηται, καὶ ἡ ψηφὶς δυνατὴ οὖσα ὁραθῆναί τε καὶ μὴ ὁραθῆναι ἀδύνατος ὁραθῆναι γίνεται, ὅταν ἐν τῷ βυθῷ γένηται, τῷ κεκωλῦσθαι εἰς ἐνέργειαν ἐλθεῖν τὴν πρὸς τὸ ἕτερον ὧν ἐδύνατο ἐπιτηδειότητα, οὐκέτι δὲ ἡ διάμετρος ἀδύνατος σύμμετρος εἶναι τῇ πλευρᾷ διὰ τὸ κεκωλῦσθαι (τὴν γὰρ ἀρχὴν ἀνεπίδεκτός ἐστι τοῦ σύμμετρος
15εἶναι τῇ πλευρᾷ δύνασθαι) εἶναι λέγεται, ἀλλ’ ἀσύμμετρον αὐτὴν ἐξ ἀνάγκης εἶναι λέγοντες τὸ σύμμετρον αὐτῆς ἀδύνατον κατηγοροῦμεν, καὶ τὸ θεῖον ἐξ ἀνάγκης ἄφθαρτον εἶναι λέγοντες ἀδύνατον αὐτό φαμεν εἶναι τῇ αὑτοῦ φύσει φθαρῆναι. διττῶν τοίνυν τῶν ἀδυνάτων ὄντων, τῶν μὲν φύσει, τῶν δὲ διὰ τὸ κεκωλῦσθαι, καὶ φύσει μὲν ὄντων ἀδυνάτων τούτων,
20〈οἷσ〉 τισιν ὑπάρξειν τὰ ἀντικείμενα αὐτοῖς ἐξ ἀνάγκης ὑπάρχει, διὰ δὲ τὸ κεκωλῦσθαι τούτων, ἃ ἔχοντα πρὸς τὸ γενέσθαι φυσικὴν ἐπιτηδειότητα ὑπό τινος περιστάσεως ἐν αὐτοῖς γενέσθαι κεκώλυται, καὶ μόνων ἀδυνάτων γί‐ νεσθαι δυναμένων διὰ τὸ κεκωλῦσθαι τῶν ἐνδεχομένων τι ἢ δυναμένων, [ὅτι δυναμένων] ἀλλ’ οὐκ ἐξ ἀνάγκης. εἰ μὲν ὁ κόσμος γενητὸς ὢν ἔχει
25ἐν ἑαυτῷ δύναμιν καὶ τοῦ φθαρῆναι καὶ τοῦ μὴ φθαρῆναι, δύναιτ’ ἂν ὑπό τινος κωλυθεὶς φθαρῆναι ἀδύνατος φθαρῆναι γενέσθαι, εἰ δέ ἐστιν ἐξ ἀνάγκης καὶ ἐν τῇ φύσει παντὸς τοῦ γενομένου τὸ φθαρῆναι, ἐξ ἀνάγκης ἂν ὑπάρχοι παντὶ τῷ γινομένῳ τὸ δεῖν αὐτὸ φθαρῆναι. ᾧ δὲ ἐξ ἀνάγκης τὸ φθαρῆναι, τοῦτ’ ἀδύνατον μὴ φθαρῆναι διὰ τὸ τὴν φύσιν αὐτοῦ ἀνέφικτον
30ἀιδιότητος εἶναι, ὥστε καὶ ὁ κόσμος φθαρτὸς ὢν ἐξ ἀνάγκης, εἴ γε καὶ31

32

γεννητός, κατὰ τὴν αὑτοῦ φύσιν ἀνεπίδεκτός ἐστιν ἀιδιότητος. τὸ δ’ οὕ‐ τως ἀνεπίδεκτον ἀιδιότητος κατὰ τὴν αὑτοῦ φύσιν ἀδύνατον ἀιδιότητα δέξασθαι. τὸ δ’ οὕτως ἀδύνατον, πᾶσιν ὂν ἀδύνατον, καὶ τοῖς θεοῖς ἂν εἴη τοιοῦτον. οὔτε γὰρ τὸ ἐξ ἀνάγκης ὑπάρχον τινὶ οἷόν τε ὑπάρχειν αὐ‐
5τῷ κωλυθῆναί ποτε οὐκ ἦν οὕτως ὑπάρχον, οὔτε τὸ ἀδύνατον ὑπάρχειν δυνατὸν ὑπάρχον γενέσθαι. μόνα γὰρ ἐκεῖνα κωλυθῆναι ὑπάρχειν τισὶν οἷά τε, πρὸς ἃ καὶ τοῦ ἔχειν αὐτὰ καὶ τοῦ μὴ ἔχειν φυσικὴν παρασκευὴν ἔχει, καὶ ἃ χωρὶς τοῦ κωλύεσθαι δύναται ἐν αὐτῷ μὴ γενέσθαι. ἅ ἐστιν ἐξ ἀνάγκης τισὶ παρακολουθοῦντα, οὐχ οἷόν τε ταῦτα κωλυθῆναι γενέσθαι.
10ἔσται γὰρ οὕτω ταὐτὸν ἅμα γινόμενόν τε καὶ μὴ γινόμενον, γινόμενον μὲν διότι ἀναγκαῖον ἦν γενέσθαι, οὐ γινόμενον δὲ διότι ἦν κεκωλυμένον, τοῦτο δὲ ἀδύνατον. ἀδύνατον καὶ τὸ φθαρτὸν κωλυθῆναι φθαρῆναι, ἐπειδὴ ἀναγ‐ καῖον τῷ φθαρτῷ τὸ φθαρῆναι καὶ ἀδύνατον τὸ μὴ φθαρῆναι. ἔσται γὰρ οὕτως ἅμα φθειρόμενός τε καὶ μὴ φθειρόμενος. ὅτι δὲ τὰ ἀδύ‐
15νατα τῇ αὑτῶν φύσει καὶ τοῖς θεοῖς ἐστι τοιαῦτα, καὶ Πλάτων αὐτὸς μαρτυρεῖ, δι’ ὧν λέγει· “ἀλλ’ οὔτ’ ἀπολέσθαι τὰ κακὰ δυνατόν, ὦ Θεόδωρε· ὑπεναντίον γάρ τι τῷ ἀγαθῷ ἀεὶ εἶναι ἀνάγκη, οὔτ’ ἐν θεοῖς αὐτὰ ἱδρῦσθαι, τὴν δὲ θνητὴν φύσιν καὶ τόνδε τὸν τόπον περιπολεῖ ἐξ ἀνάγκης”.
20Πῶς ἡ αὐτὴ δύναμις ἅμα τῶν ἐναντίων εἶναι λέγεται. Ἡ αὐτὴ δύναμις εἶναι τῶν ἐναντίων λέγεται, οὐχ ὡς ἅμα δυναμένων καὶ τῶν ἐναντίων περὶ τὸ τὰς δυνάμεις ἔχον αὐτῶν γενέσθαι (τοῦτο γὰρ ἀδύνατον), ἀλλ’ ὅτι μὴ οὕτως ἔχειν τὸ τῶν ἐναντίων ἔχον τὰς δυνάμεις, ὡς πρῶτον μὲν ὀφείλειν τόδε τῶν ἐναντίων δέξασθαι, μετὰ δὲ τοῦτο τόδε.
25ἐν παντὶ γὰρ χρόνῳ ἐνδέχεται τὸ ἐν μηδετέρῳ ὂν τῶν ἐναντίων ἐν ὁπο‐ τερῳοῦν αὐτῶν γενέσθαι, οὐκ ἀφωρισμένως ἐν τῷδε. διὸ καὶ λέγεται ἅμα ἔχειν τὰς τῶν ἐναντίων δυνάμεις. τὸ γὰρ ἐνδέχεσθαι, ὅσον ἐπὶ τῇ φύσει τοῦ ἐναντία δεχομένου, ὅτε τὸ ἕτερον 〈ἐν〉 αὐτῷ γίνεται, μηδὲν ἧττον ἀντὶ τούτου τὸ ἕτερον ἐν αὐτῷ γενέσθαι, δεικτικὸν τοῦ ἅμα αὐτῶν τὰς δυνάμεις
30ἔχειν. παρὰ γὰρ τὰ ποιητικὰ αὐτῶν τόδε τι πρῶτον τῶν ἐναντίων ἐν τῷ32

33

ἀμφοτέρων δεκτικῷ γίνεται τῷ παρεῖναι τοῦτο, τὸ δὲ μὴ τοιαύτην σχέσιν ἐσχηκέναι πρὸς αὐτό, ἢ μετὰ ἰσχυροτέρας δυνάμεως αὐτὸ κινεῖν. εἰ γὰρ μὴ ἅμα τὰς δυνάμεις εἶχεν αὐτῶν, ἀλλ’ ἐν ἄλλῳ καὶ ἐν ἄλλῳ χρόνῳ, ἀδύνατον ἂν ἦν ποτε τόδε τι τῶν ἐναντίων δέξασθαι αὐτό, οὐ τῷ ἕτερον
5αὐτῶν ἐν αὑτῷ προλαβὸν εἶναι, ἀλλὰ καὶ μηδετέρου παρόντος καὶ παρόντος αὐτῷ τοῦ ποιητικοῦ τῷ μὴ ἔχειν τὴν δύναμιν τοῦ τότε δέξασθαι αὐτό. εἰ δὲ μηδεὶς χρόνος ἐστίν, ἐν ᾧ τὸ δεκτικὸν τῶν ἐναντίων ὁμοίως κεκώλυταί τι αὐτῶν ἔχειν *** μόνον γὰρ τότε τὸ ἕτερον αὐτῶν κωλύεται ἐν τῷ δεκτικῷ γενέσθαι, ὅταν ὑπὸ θατέρου τὸ δεκτικὸν αὐτῶν προληφθῇ τῷ ἀδύνατον
10εἶναι τὰ ἐναντία συνυπάρχειν ἀλλήλοις. οὐδὲν μέντοι κεκώλυται. καθόσον ἐπὶ τῇ τοῦ δεκτικοῦ φύσει, φθεῖραν τὸ προϋπάρχον τῷ δεκτικῷ δύναμιν ἔχειν τὸ τοῦτο ποιητικὸν αὐτὸ ἐν αὐτῷ γενέσθαι. καὶ γὰρ εἴ τί ἐστι ἐν τῷ ἑτέρῳ τῶν ἐναντίων, τότε δύναμιν ἔχει τοῦ μεταβάλλειν εἰς θάτερον (εἰ γὰρ μὴ ἔχοι τὸ ἐν τῷ ἑτέρῳ τῶν ἐναντίων ὂν δύναμιν τοῦ μεταβάλ‐
15λειν εἰς θάτερον, μένοι ἂν ἐν τῷ ἑτέρῳ ἀδύνατον ὂν εἰς τοῦτο μεταβάλλειν ἔτι), εἰ δὲ μεταβάλλει, δῆλον ὡς τῷ δύναμιν ἔχειν τοῦ δέξασθαι καὶ 〈τὸ ἐναντίον〉 μεταβάλλοι ἂν πᾶν εἰς αὐτό. ἀλλὰ μὴν καὶ τοῦ ὄντος ἐν αὐτῷ ἐναντίου δύναμιν ἔχει. οὐ γὰρ δὴ μὴ δυνάμενον εἶναι ἐν αὐτῷ ἐστι ἐν αὐτῷ. ὅτε τοῦ ἑτέρου τῶν ἐναντίων τὴν δύναμιν ἔχει, τότε καὶ
20θατέρου, ὥστε ἅμα μὲν ἀμφοτέρων· καὶ ὅτε τοῦ ἑτέρου καὶ τοῦ ἑτέρου, τότε θάτερον προειληφέναι, οὐδὲν ἧττον, ὅσον ἐπὶ τῇ τοῦ δεκτικοῦ φύσει, δεδυνημένου ἂν καὶ τούτου προειληφέναι, γίνεται τούτων ὧν δύναται, τὸ μὲν ἔχον τὸ δὲ ἕξον. Διὰ τί τοῦ θέρους ὑπνωτικώτεροί ἐσμεν, εἰ ὁ ὕπνος διὰ τὴν
25τοῦ συμφύτου ἡμῖν θερμοῦ εἰς τὸ ἐντὸς ἀντιπερίστασιν. Εἰ ὁ ὕπνος διὰ τὴν τοῦ συμφύτου ἡμῖν θερμοῦ εἰς τὸ ἐντὸς ἀντι‐ περίστασιν, τοῦ δὲ θέρους ἀντιπεριέστηκε μᾶλλον τὸ θερμὸν εἰς τὸ ἐκτός,
διὰ τί τοῦ θέρους ἐσμὲν ὑπνωτικώτεροι; εἴ γε ὁ ὕπνος γίνεται τῷ κατέ‐33

34

χεσθαι ὑπὸ τῆς κατενεχθείσης ἀναθυμιάσεως ἀπὸ τῆς κεφαλῆς ἐπὶ τὸν θώρακα τὸ σύμφυτον ἡμῖν θερμόν (ἡ γὰρ τούτου αὐτόθι συστολὴ αἰτία τῆς ἀργίας ταῖς αἰσθήσεσιν), ἥτις γίνεται κατοχὴ τοῦ θερμοῦ περὶ τὸν θώ‐ ρακα, ἕως ἂν ἡ κατενεχθεῖσα ἀναθυμίασις οὖσα παχεῖα ὑπὸ τῆς κατεχο‐
5μένης ὑπ’ αὐτῆς θερμότητος ἀθρόας αὐτόθι συνεσταλμένης πεφθῇ τε καὶ λεπτυνθεῖσα διακριθῇ, † κατ’ αὐτὴν κατὰ φύσιν αἰτία τοῦ ὕπνου καὶ τοῦ ἐν τῷ χειμῶνι καὶ τοῦ ἐν τῷ θέρει γινομένου. τοῦ μὲν χειμῶνος τῷ ὑπὸ τοῦ περιέχοντος ἡμᾶς ἀέρος ὄντος ψυχροῦ ἐπιψύχεσθαι τὴν ἐπιφάνειαν οὐχ ὁμοίως τὸ σύμφυτον ἡμῖν θερμὸν ἐπ’ αὐτὴν ἐπιρρεῖ τε καὶ χεῖται ἐπ’
10αὐτῇ, ἀλλ’ ἔστιν ἔνδον περὶ τὸν θώρακα καὶ τὴν καρδίαν πλεῖον συνη‐ θροισμένον (διὸ ὑπὸ τῆς καταφερομένης ἀναθυμιάσεως οὔτε ὁμοίως κρατεῖται, κρατηθέν τε τῷ πλήθει ταχέως πέσσει τε καὶ λεπτύνει τὴν κατέχουσαν ἀναθυμίασιν αὐτό· διὸ οὔτε ῥᾴδιοι οἱ τοῦ χειμῶνος ὕπνοι οὔτε πολυχρόνιοι) τοῦ δὲ θέρους διὰ τὴν τῆς ἐπιφανείας μανότητα τὴν γινομένην ὑπὸ τῆς
15ἐν τῷ περιέχοντι ἀέρι θερμότητος τὸ σύμφυτον ἡμῖν θερμὸν πλεῖον ἐπ’ αὐτὴν φερόμενον καὶ διαπνεόμενον ἔλαττόν ἐστι περί τε τὸν θώρακα καὶ τὴν καρδίαν· διὸ ὑπὸ τῆς καταφερομένης ἀναθυμιάσεως κρατούμενόν τε καὶ κατεχόμενον ῥᾳδίως, ἔτι τε μὴ δυνάμενον ὁμοίως αὐτὸ διακρίνειν τε καὶ λεπτύνειν δι’ ὀλιγότητα, ἐπὶ πλείονα χρόνον κρατούμενον ὑπ’ αὐτοῦ,
20αἴτιον γίνεται πλειόνων ἡμῖν ὕπνων τοῦ θέρους. ἴσως δὲ καὶ ἡ τῶν νυ‐ κτῶν βραχύτης φαντασίαν ἡμῖν [πλείω] παρέχει τοῦ δοκεῖν τοῦ θέρους κοι‐ μᾶσθαι πλείω διὰ τὸ καὶ τῆς ἡμέρας ἐπιλαμβάνειν τι. εἴη δ’ ἂν καὶ δι’ ἀσθένειαν τῶν αἰσθητηρίων τὴν γινομένην ὑπὸ τῆς περιεχούσης ἡμᾶς τοῦ θέρους θερμότητος πλείων ὁ ὕπνος γινόμενος τοῦ θέρους. ξηροτέρων γινο‐
25μένων ὑπὸ τῆς ἔξωθεν θερμότητος αὐτῶν, καὶ διὰ τοῦτο μὴ δυναμένων ἐνεργεῖν, ἡ εἰς ὕπνον γίνεται καταφορὰ τοῦ ἐν αὐταῖς ὄντος οἰκείου τε καὶ ἐμφύτου θερμοῦ ἐξασθενοῦντος πρὸς τὴν ἐνέργειαν τῷ ὑπὸ τοῦ ἔξωθεν θερμοῦ πλείονος ὄντος κρατεῖσθαι, ὃ καὶ τὸ τῶν λύχνων φῶς ὁρῶμεν πά‐ σχον ὑπὸ τοῦ φωτὸς τοῦ τῆς ἡμέρας.
30Ἐν τίνι κατηγορίᾳ ἡ κίνησις. Τὴν κίνησιν εἴ τις μὴ παραδέχοιτο ἐν τοῖς ποσοῖς τῷ ἐν 〈ταῖσ〉 Κατη‐ γορίαις αὐτὴν ἐν τοῖς ποσοῖς μὴ κεῖσθαι, λέγοιτ’ ἂν εἶναι πρός τι. ᾧ δέ τινι οὔσῃ τῇ κινήσει ὑπάρχει τὸ πρός τι εἶναι, εἴη ἂν πάθος. εἰ γὰρ
τὸ κινεῖσθαι πάσχειν τί ἐστι, πάθους δὲ παρουσίᾳ τὸ πάσχον πάσχει, καὶ34

35

ἔστι τὸ κινούμενον κινήσεως παρουσίᾳ κινούμενον, ἡ κίνησις ἂν πάθος εἴη. τὸ δὲ πάθος ποιότης· τρίτον γὰρ εἶδος ποιότητος παθητικαὶ ποιότητες καὶ πάθη. ἡ μὲν οὖν ἀτελὴς ἐνέργεια πάθος οὖσα εἴη ἂν ποιότης, ἡ δὲ τέ‐ λειος ἐνέργεια τί ἂν εἴη καὶ ὑπὸ κατηγορίαν τίνα; ἢ εἰ ἡ τοιαύτη ἐνέρ‐
5γειά τε καὶ ἐντελέχεια εἶδος, τῶν δὲ εἰδῶν τὰ μὲν φυσικά, τὰ δὲ τεχνικά, καὶ ἔστι τὰ μὲν φυσικὰ εἴδη οὐσίαι, τὰ δὲ τεχνικὰ ποιότητες, εἴη ἂν καὶ τῶν ἐνεργειῶν αὕτη διαφορά. ἔστι δὲ καὶ τῶν φυσικῶν εἰδῶν ποιότητες, ἃ μὴ εἰς τὴν οὐσίαν τῶν ὑποκειμένων συντελεῖ, ἀλλ’ εἰς τὸ τοιῷδε εἶναι. τί οὖν χρὴ λέγειν τὸ φῶς εἶναι, ἐπεὶ καὶ αὐτὸ ἐντελέχεια τοῦ διαφανοῦς
10ᾗ διαφανές; ἢ εἰ μὴ φύσει τοῦ διαφανοῦς εἶδος τὸ φῶς, μηδὲ οὐσία τις γίνεται αὐτοῦ (οὐ γὰρ σύνεστι τῷ διαφανεῖ οὐδ’ ἐν τῇ οὐσίᾳ ἐστὶν αὐ‐ τοῦ, ἀλλὰ παρουσίᾳ τινὸς ἐν αὐτῷ γίνεται καὶ κατὰ σχέσιν ἄλλου πρὸς ἄλλο), εἴη ἂν πάθος τι καὶ αὐτὸ γινόμενον κατὰ σχέσιν καὶ παρουσίαν τινὸς ἐν τῷ διαφανεῖ, ἀνάλογον ὂν χρώματι, ὡς καὶ Ἀριστοτέλης εἶπεν·
15οἷον γὰρ τὸ χρῶμα τὸ φῶς εἶπεν τοῦ διαφανοῦς. Εἰ τὸ κινούμενον ἐπί τινος κατὰ πρότερον μόριον αὐτοῦ πρότερον κινεῖται. Εἰ τὸ κινούμενον ἐπί τινος μεγέθους κατὰ πρότερον μόριον αὐτοῦ πρό‐ τερον κινεῖται (διὰ τοῦτο γὰρ ἐν χρόνῳ πᾶσα κίνησις, ὅτι μὴ οἷόν τε ἅμα
20τὸ κινούμενον ἐπὶ παντὸς τοῦ ὑποκειμένου ἀθρόως κινηθῆναι, ἀλλὰ δεῖ τὸ μέν τι αὐτοῦ πρῶτον διελθεῖν τὸ δὲ ὕστερον), εἰ δὴ τοῦτο, καὶ κατὰ τὸ πρότερον μόριον τοῦ μεγέθους πρῶτον κινεῖται τὸ κινούμενον, εἰ ἐπ’ ἄπει‐ ρον ἐν τῷ μεγέθει τὸ πρότερον, πᾶν τὸ κινούμενον ἄπειρα ἔσται κινού‐ μενον, καὶ πᾶν τὸ κεκινημένον ὅσον δὴ διάστημα ἄπειρα πρότερα [καὶ
25ἄπειρα] μόρια κεκινημένον· ἀλλὰ ἀδιεξίτητα τὰ ἄπειρα. ἤτοι οὖν οὐκ ἐπ’ ἄπειρον ἡ τομὴ τῶν συνεχῶν, ἢ οὐ κατὰ τὸ πρότερον πρότερον ἡ κίνησις. ἢ γίνεται μὲν κατὰ τὸ πρότερον μόριον τοῦ μεγέθους πρότερον ἡ κίνησις, οὕτω μέντοι κατὰ τὸ πρότερον μόριον, ὥς ἐστιν ἐν τῷ συνεχεῖ τὸ μὲν πρότερον μόριον, τὸ δὲ ὕστερον. οὐ γὰρ ἄλλως μέν ἐστιν ἐν ἐκείνῳ,
30ἄλλως δὲ αὐτὸ τὸ κινούμενον δίεισιν λαμβάνον. πῶς οὖν ἐστιν ἐν τῷ συν‐35

36

εχεῖ τὸ πρότερον καὶ ὕστερον μόριον; ἆρά γε ἐνεργείᾳ; ἢ οὐκέτ’ ἂν ἦν συνεχὲς οὐδέν, εἰ ἦν αὐτοῦ τὰ μέρη διῃρημένα καὶ ἐνεργείᾳ ἐν τῷ ὅλῳ. τῷ γὰρ ἀδιαίρετον εἶναι τὸ μέγεθος τούτῳ ἕν· εἰ γὰρ ἦν διῃρημένον, οὔτ’ ἂν αὐτὸ ἕν τι μέγεθος ἦν οὔθ’ ἡ κίνησις μία. εἰ δὲ μὴ ἐνεργείᾳ
5τὰ μόρια τὰ ἐν τῷ ὅλῳ ἐστί, λείπεται δυνάμει αὐτὰ εἶναι ἐν τῷ ὅλῳ τε καὶ συνεχεῖ, καὶ τὸ πρότερον δὴ καὶ τὸ ὕστερον ἔσται ἐν τῷ συνεχεῖ δυ‐ νάμει οὐκ ἐνεργείᾳ. καὶ τὸ κινούμενον δὴ ἐπ’ αὐτοῦ οὕτως κατὰ τὸ πρό‐ τερον πρότερον κινήσεται, ὥς ἐστιν καὶ ἐν τῷ μεγέθει· δυνάμει δέ ἐστιν, οὕτως ὂν καὶ αὐτὸ ἐπ’ αὐτοῦ κινήσεται. τοῦτο δὲ ποιήσει, εἰ μὴ ὡς δι‐
10αιροῦν αὐτὸ κινοῖτο καὶ ἐνεργείᾳ ποιοῦν πρότερόν τι ἐν αὐτῷ καὶ δεύτερον, κινούμενον δὲ οὕτως, ὅταν κινηθῇ ἐπὶ τοῦ μεγέθους, ὡς εἶχεν τὸ μέγεθος τὰ πρότερα ἐπ’ ἄπειρον, οὕτως ἔσται καὶ αὐτὸ κεκινημένον αὐτά. δυνάμει δὲ εἶχεν ἐκεῖνο ἐπ’ ἄπειρον τὰ πρότερα, καὶ τοῦτ’ ἔσται τὰ δυνάμει ἐπ’ ἄπειρον πρότερα διεληλυθός, ὃ οὐκ ἦν ἀδύνατον. οὐ γὰρ ἔκειτο τὰ δυ‐
15νάμει ἄπειρα ἀδιεξίτητα εἶναι, ἀλλὰ τὰ ἐνεργείᾳ. διαιρεῖ δὲ καὶ ὁ ἀξιῶν ἀριθμεῖν τὰ πρότερα ἃ διέξεισιν τὸ κινούμενον. Πῶς εἰ φθαρτὴ ἡ γ, οὐκ ἐνδέχεται αὐτὴν καὶ ἅμα ποτὲ φθαρῆναι. Εἰ ἐνδέχεται τήνδε τὴν βῶλον φθαρῆναι κατὰ τόνδε τὸν κολωνόν, καὶ
20οὕτω διεξιοῦσιν ἐπὶ παντὸς μέρους τῆς γῆς ἀληθὲς τὸ ἐνδέχεσθαι αὐτὸ φθαρῆναι, ἐνδέχοιτο ἂν καὶ πᾶσαν τὴν γῆν φθαρῆναι. εἰ δὲ τοῦτο, ἐνδέ‐ χοιτο ἂν μὴ εἶναι γῆν, ὅπερ ἀδύνατον. οὐδὲ γὰρ ὁ κόσμος εἴη 〈ἂν〉 ἀναι‐ ρουμένου τοῦ περὶ ὃ ἡ φορὰ αὐτῷ. ἢ οὐχ ἕπεται τῷ πᾶσαν ἐνδέχεσθαι φθαρῆναι τὴν γῆν τὸ καὶ ἅμα. τοῦτο γὰρ ἀδύνατον, εἰ ἀπὸ τῆς τῶν οὐρα‐
25νίων κινήσεως, 〈ὡσ〉 ἐκ γῆς εἰς ἄλλο τι γίνεται μεταβολή, οὕτως καὶ ἐξ ἄλλου
τινὸς εἰς γῆν. καὶ ἐπ’ ἀνθρώπων δὲ ὁ αὐτὸς λόγος. οὐ γάρ, εἰ πάντες36

37

φθαρτοί, καὶ ἅμα πάντες. ὁ δὲ τῇ ἐπαγωγῇ δεικνὺς διὰ τοῦ ἕνα ἕκαστον τῶν δεικνυμένων ἐνδέχεσθαι αὔριον φθαρῆναι, καὶ πάντας ἅμα ἐνδέχεσθαι αὔριον φθαρῆναι, 〈οὐχ〉 ὑγιῶς λαμβάνει. καὶ γὰρ εἰ λάβοι πάντας, οὓς ἐπεξῆλθεν, αὔριον ἀθρόους φθαρήσεσθαι, οὐκ ἤδη καὶ πάντας εἴληφεν τῷ
5μὴ ἐπεξεληλυθέναι πάντας. ἔτι τε οὐδὲ οὓς ἐπεξῆλθεν, οὕτως ἔλαβεν ὡς ἀθρόως ἐνδεχομένους αὔριον φθαρῆναι, ἀλλ’ ὡς ἕνα ἕκαστον. διὸ οὐ συν‐ άξει τὸ πάντας ἀθρόους, ἀλλὰ τὸ πάντας ὡς ὁντιναοῦν αὐτῶν, ὡς καὶ ἐπὶ τῆς ἐπ’ ἄπειρόν τε καὶ πάντῃ τομῆς. πάντῃ γὰρ τμητὸν τὸ συνεχές, οὐχ ὅτι ἅμα πάντῃ, ἀλλ’ ὅτι καθ’ ὁτιοῦν. ἴσως δὲ οὐδὲ ὁμοίως γῆν τε ἀναγ‐
10καῖον εἶναι καὶ ἄνθρωπον, ἀλλὰ τὴν μὲν γῆν ἁπλῶς ἀνάγκη εἶναι, τὸν δὲ ἄνθρωπον ἐξ ὑποθέσεως. διὰ τοῦτο γὰρ οὐχ ἁπλῶς ἀναγκαία ἡ λέγουσα πρότασις τὸν ἄνθρωπον ἐξ ἀνάγκης ζῷον εἶναι, ἀλλὰ μετὰ διορισμοῦ τοῦ ἔστ’ ἂν ἄνθρωπος ᾖ. Ἐξήγησις λέξεως ἐκ τοῦ πρώτου τῆς Φυσικῆς ἀκροά‐
15σεως Ἀριστοτέλους ἐπὶ τέλει εἰρημένης, δι’ ἦς λέγει εὑρεθεῖσαν τὴν ὕλην λῦσαι καὶ τὰς τῶν ἀρχαίων ἀπορίας. Διαφέροιεν 〈ἂν〉 αἱ δείξεις αἱ δύο εἰρημέναι ἐν τῷ πρώτῳ Φυσικῆς ἀκροάσεως ἐπὶ τέλει τοῦ βιβλίου, δι’ ὧν εἰπὼν περί τε τῆς ὕλης καὶ τῆς στερήσεώς φησιν εὑρεθεῖσαν ταύτην τὴν φύσιν λύειν καὶ τὴν τῶν ἀρχαίων
20ἀπορίαν, δι’ ἣν ἀνῄρουν γένεσιν καὶ φθορὰν τῷ δεῖν μὲν τὸ γινόμενον ἢ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος γίγνεσθαι, μήτε 〈δὲ〉 ἐξ ὄντος δύνασθαι (προϋ‐ πάρχοι γὰρ ἂν ὃ γίνεται, εἰ γίνεται μὲν τὸ μηδέπω ὄν, τὸ δὲ ἐξ ὄντος γινόμενον ἐκ φθάνοντος εἶναι λέγοιτ’ ἄν), μήτε ἐκ μὴ ὄντος τῷ μηδὲν ἐκ μὴ ὄντος γίνεσθαι. ἃς δὴ τῆς ἀπορίας ταύτης λύσεις εἴρηκεν, εἰσὶν ἡ μὲν
25διὰ τοῦ καθ’ αὑτό τε καὶ κατὰ συμβεβηκὸς ἢ ὄντος ἢ μὴ ὄντος, ἡ δὲ διὰ τοῦ δυνάμει τε καὶ ἐνεργείᾳ. εἰσὶ δὲ αὗται, εἴ τις τὴν ὕλην λαβὼν λέγοι ἐκ ταύτης καθ’ αὑτὸ μὲν οὔσης κατὰ συμβεβηκὸς δὲ μὴ οὔσης τὰ γινό‐ μενα γίνεσθαι, καὶ ὁμοίως ἐκ ταύτης πάλιν γίνεσθαι τὰ γινόμενα δυνάμει μὲν οὔσης ἐντελεχείᾳ δὲ μὴ οὔσης. καθ’ αὑτὸ μὲν οὔσης, ἐπεὶ τῇ ἑαυ‐
30τῆς φύσει ὄν τι ἡ ὕλη, κατὰ συμβεβηκὸς δὲ μὴ οὔσης, διότι ἡ στέρησις καθ’ αὑτὸ μὴ ὂν οὖσα συμβέβηκεν αὐτῇ· οὐ γὰρ ἄλλως ἐκ τῆς ὕλης οἷόν
τε γενέσθαι τι, εἰ μὴ εἴη αὐτῇ συμβεβηκυῖα ἡ στέρησις τοῦ γίνεσθαι μέλ‐37

38

λοντος. καὶ δυνάμει μὲν οὔσης, ἐπειδὴ δυνάμει ἐστὶν ὕλη τοῦτο ὃ γίνεται· ἐνεργείᾳ δὲ μὴ οὔσης, ὅτι οὐδέπω ἐστὶν ὃ γίνεται· οὐ γὰρ ἂν ἐγίνετο. αὗται δὴ διαφέροιεν ἂν ἀλλήλων τῷ τὴν μὲν πρώτην ἀπὸ τοῦ ὑπο‐ κειμένου τῇ γενέσει καὶ προϋπάρχοντος τῇ φύσει γεγονέναι (τοιαύτη γὰρ
5ἡ ὕλη τῇ αὑτῆς φύσει, ἐξ ἧς γίνεται ὂν μέν τι κατὰ τὴν αὑτῆς φύσιν, μὴ ὂν δὲ κατὰ τὴν συμβεβηκυῖαν αὐτῇ στέρησιν), τὴν δὲ δευτέραν ἀπὸ τῆς σχέσεως αὐτῆς τῆς πρὸς ὃ γίνεται. τῷ γὰρ δύνασθαι μὲν γενέσθαι, εἰς ὃ μεταβάλλει, μηδέπω δὲ εἶναι ἐν τούτῳ τὸ γινόμενον ἐξ αὐτῆς γίνεται. εἴτε γὰρ ἦν ἤδη ἐν αὐτῷ, οὐκ ἂν ἐγίνετο, εἴτε μὴ ἦν μέν, ἦν δὲ ἀδύνατον,
10ἀδύνατον εἰς αὐτὰ μεταβάλλειν· οὐδὲν γὰρ τῶν ἀδυνάτων γίνεται. τῷ δύνασθαι μὲν εἰς ὃ γίνεται μεταβάλλειν, μηδέπω δὲ εἰς αὐτὸ ἐνερ‐ γείᾳ μεταβεβληκέναι τούτῳ τὸ γινόμενον ἐξ αὐτῆς γίνεται. ὑπάρχει δὲ αὐτῇ τὸ μὲν δύνασθαι παρὰ τῆς οἰκείας φύσεως (ἐν τούτῳ γὰρ αὐτῇ τὸ ὕλῃ εἶναι), τὸ δὲ μηδέπω ἐνεργείᾳ εἶναι παρὰ τῆς στερήσεως. δύναταί
15τις ἐπὶ τῆς πρώτης λύσεως τὰ εἰρημένα διαιρεῖν, ὡς τὸ μὲν αὐτῆς ἐπὶ τῆς στερήσεως εἰρῆσθαι λέγειν, τὸ δὲ ἐπὶ τῆς ὕλης, οὔσης γὰρ τῆς μὲν στερήσεως καθ’ αὑτὸ μὲν μὴ ὄντος, κατὰ συμβεβηκὸς δὲ ὄντος, διότι ὄντι οὔσῃ τῇ ὕλῃ συμβέβηκε, τῆς δ’ ὕλης καθ’ αὑτὴν μὲν οὔσης, κατὰ συμβεβηκὸς δὲ μὴ οὔσης, διότι ἡ στέρησις αὐτῇ μὴ ὂν οὖσα συμβέβηκεν.
20τὸν γὰρ λύοντα τὴν τῶν ἀρχαίων ἀπορίαν ἐρεῖν καὶ ἐκ τοῦ μὴ ὄντος ἁπλῶς γίνεσθαι τὰ γινόμενα καὶ ἐκ τοῦ ὄντος ἁπλῶς, καὶ ἰδίᾳ μὲν μηδέ‐ τερον αὐτῶν ἱκανὸν πρὸς γένεσίν τινα εἶναι (μήτε γὰρ τὸ μηδ’ ὂν ἁπλῶς, ὅτι μηδὲ ὂν ἐκ τοῦ οὕτω μὴ ὄντος γίνεται, μήτε τὸ ὂν καθ’ αὑτό· ἤδη γὰρ ἂν εἶναι), ἀμφότερα δὲ γίνεσθαι τῆς γενέσεως αἴτια, ἀλλὰ τὸ μὲν μὴ ὂν
25καὶ τὴν στέρησιν μὴ καθ’ αὑτό. 〈καθ’ αὑτὸ〉 γὰρ ἂν ἐκ ταύτης ἐγίνετο, εἰ ὑπομένουσα μετέβαλλεν εἰς τοὐναντίον αὐτῇ. τοῦτο δ’ ἀδύνατον· οὐ γὰρ οἷόν τε ὑπομένειν καὶ ὑποκεῖσθαί τινι τὸ τῇ αὑτοῦ φύσει μὴ ὄν, οὐδὲ τὸ ἐν‐ αντίον τινὶ οἷόν τε σωζόμενον δέξασθαι τὸ ἐναντίον αὐτῷ. κατὰ συμβεβη‐ κὸς δὲ τὸ γινόμενον ἐκ ταύτης γίνεται τῷ ἐξ οὗ γίνεται (γίνεται δὲ ἐκ τῆς
30ὕλης) ἐκείνῳ τὴν στέρησιν ἐξ ἀνάγκης δεῖν συμβεβηκέναι (καὶ οὕτως μὲν ἡ γένεσις ἐκ τοῦ μὴ ὄντος καθ’ αὑτό· καθὸ γὰρ ὄν πως· τοιοῦτο δὲ τῷ τῷ ὄντι συμβεβηκέναι), ἐκ δὲ τῆς ὕλης γίνεσθαι μὲν καθ’ αὑτὴν τὰ γινό‐
μενα (ὂν γὰρ οὖσα κατὰ τὸν ἑαυτῆς λόγον ὑπομένει τε καὶ σώζουσα τὴν38

39

ἑαυτῆς φύσιν δέχεται τοῦ γινομένου τὸ εἶδος) *** πρὸς ἣν μεταβολὴν ἡ στέρησις αὐτὴ τοῦ γινομένου συντελεῖ προϋπάρχουσα καὶ συμβεβηκυῖα αὐτῇ· πᾶσι γὰρ τοῖς ἐξ ὕλης γινομένοις ἡ γένεσις κατὰ τὴν ἐκ τῆς στερήσεως, εἰς ἃ γίνεται, μεταβολήν. διὸ οὔτε ἐκ τῆς στερήσεως καὶ τοῦ μὴ ὄντος
5καθ’ αὑτὸ ἡ γένεσις (καθὸ γὰρ ὄν πως· ὂν γάρ πως τῷ τῇ ὕλῃ ὄντι οὔσῃ συμβεβηκέναι), οὔτε ἐκ τῆς ὕλης καὶ τοῦ ὄντος καθ’ αὑτό, εἴ γε καθ’ ὅ ἐστι [μὲν] στέρησις, ἡ εἰς τὸ εἶδος αὐτῆς μεταβολή. Εἰς τὰ περὶ προνοίας τινὰ συντελοῦντα. Τῶν οὐσιῶν κατὰ Ἀριστοτέλη ἡ μέν ἐστιν ἀσώματός τε καὶ ἄνευ
10σώματος εἶδός τι ἄυλον καὶ χωριστόν, ἐνέργειά τις οὖσα πάσης δυνάμεως κεχωρισμένη, ἣν οὐσίαν καὶ νοῦν καλεῖ, νοῦν δὲ τὸν κατ’ ἐνέργειαν, ἀεὶ γὰρ νοοῦντα καὶ νοοῦντα τὸ τῶν ὄντων ἄριστον, τοῦτο δ’ ἐστὶν αὐτός. αὑτὸν δὴ ἀεὶ νοεῖ ὁ νοῦς οὗτος· τὸ γὰρ μάλιστα νοητὸν ὁ μάλιστα νοῦς νοεῖ, μάλιστα δὲ νοητὸν τὸ χωρὶς ὕλης εἶδος. τῇ γὰρ αὑτῆς φύσει ἡ τοι‐
15άδε οὐσία νοητή (τὰ μὲν γὰρ ἔνυλα εἴδη νοητὰ μέν ἐστιν, ἀλλ’ οὐ τῇ αὑ‐ τῶν φύσει, [ἀλλ’] οὐδὲ καθ’ αὑτά, ἀλλ’ ὁ νοῶν αὐτὰ νοῦς νοητὰ αὐτὰ ποιεῖ χωρίζων αὐτὰ τῆς ὕλης τῇ ἐπινοίᾳ καὶ ὡς ὄντα καθ’ αὑτὰ λαμβάνων), τὸ γὰρ πάσης ὕλης καὶ πάσης δυνάμεως εἶδος κεχωρισμένον τῇ αὑτοῦ φύσει νοητόν ἐστι κυρίως. ἀλλὰ μὴν ἡ τοιαύτη οὐσία ὁ προειρημένος
20νοῦς ἐστιν, διὸ ἑαυτὸν νοεῖ. καὶ γὰρ εἰ ἡ τοιαύτη οὐσία μηδὲν ἔχουσα δυνάμει ἀεὶ ἐνεργείᾳ ἐστὶ νοητή, ἐνεργείᾳ δέ ἐστι νοητὸν τὸ ἀεὶ κατ’ ἐνέρ‐ γειαν νοούμενον, εἴη ἂν νοούμενον ὑπὸ τοῦ νοῦ τοῦ ἀιδίου τε καὶ ἐνεργείᾳ, τοιοῦτον δὲ ἡ προειρημένη οὐσία ἦν, πρώτη οὐσία νοῦς τε ὁ πρῶτος καὶ νοητὸν τὸ πρῶτον καὶ νοῦς ἀεὶ νοῶν καὶ ἐν τούτῳ τὴν οὐσίαν ἔχων. πᾶς
25μὲν γὰρ νοῦς ὅταν ἐνεργῇ, αὑτὸν νοεῖ τῷ γίνεσθαί πως ἐνεργῶν 〈ὁ〉 αὐτὸς τῷ νοουμένῳ, εἴ γε τῇ τοῦ νοουμένου λήψει τὸ νοεῖν γίνεται, τὸ δὲ τὸ εἶδος νοουμένου λαβὸν γίνεταί πως τὸ νοούμενον. τὸ δὲ ‘πῶσ‘ εἶπον ὅτι ἐφ’ ὧν μὲν τὸ νοούμενον ἔνυλον, ἐπὶ τούτων οὐχ ἁπλῶς ὁ νοῶν νοῦς τὸ νοούμενον γίνεται τῷ μὴ μετὰ τῆς ὕλης τὸ εἶδος λαμβάνειν, ἐφ’ ὧν δὲ
30τὸ νοούμενον εἶδός ἐστιν ὕλης κεχωρισμένον, ἐπὶ τούτων ἁπλῶς γίνεται ὁ
νοῶν νοῦς ὁ αὐτὸς τῷ νοουμένῳ. ὅταν δὲ προσῇ καὶ αὐτῷ τῷ νοοῦντι39

40

νῷ αὐτῷ τε εἶναι 〈καὶ〉 καθ’ αὑτόν, τότε πάντῃ γίνεται νοῶν ἑαυτόν, μάλιστα ἂν προσῇ τὸ μηδ’ ἄλλο τι εἶναι τὸ χωριστόν τε τῆς ὕλης καὶ νοητὸν καθ’ αὑτὸ παρὰ τὸν νοῦν. ἐπὶ μὲν γὰρ τῶν ἐνύλων τῷ εἴδει τὰ αὐτά, οὐ τῷ ἀριθμῷ, γίνεται τὰ τοῦ αὐτοῦ εἴδους κεκοινωνηκότα, παρὰ τῆς ὕλης τὴν
5κατὰ τὸν ἀριθμὸν διαφορὰν ἔχοντα, ὅσα δὲ τὰ αὐτὰ ὄντα εἴδη ἄυλά ἐστιν, ταῦτα οὐ κατὰ τὸ εἶδος μόνον, ἀλλὰ καὶ κατὰ τὸν ἀριθμόν ἐστι τὰ αὐτά. ἓν γὰρ τῷ ἀριθμῷ τὰ πάντα, ὡς αἱ συντιθέμεναι στιγμαί τε καὶ γραμμαὶ καὶ ἐπίπεδα. καὶ τοιαύτη μέν, ὡς διὰ βραχέων ἐπιδείξασθαι, ἡ πρώτη τε καὶ ἀσώματος καὶ ἀκίνητος καὶ ἀίδιος οὐσία, καὶ μετ’ ἐκείνην τὸ θεῖον
10σῶμα τὸ κυκλοφορητικὸν ἔμψυχον καὶ κατὰ ψυχὴν κινούμενον. καὶ ἐπεὶ πᾶν τὸ κατὰ ψυχὴν κινούμενον ἐφέσει τινὸς ἢ ἀποστροφῇ κινεῖται, καὶ τὸ κυκλοφορητικὸν δὲ σῶμα κατὰ ψυχὴν κινεῖται τὴν κίνησιν τὴν κύκλῳ, ἣ μόνη κινήσεων πασῶν ἀίδιός τέ ἐστι καὶ συνεχὴς καὶ ὁμαλή τις, δῆλον ὡς καὶ τοῦτ’ εἴη ἂν ἐφέσει τινὸς αὐτῷ κινούμενον. ἀλλὰ μὴν 〈εἰ〉 πᾶσα
15σωματικὴ οὐσία ὑστέρα τοῦ σώματος ἐκείνου, οὐδενὸς τούτων ἐφέσει κινεῖ‐ σθαι οἷόν τε αὐτό. τῆς ἄρα πρώτης οὐσίας ἀιδίου τε καὶ ἀκινήτου λεί‐ πεται ἐφιέμενον αὐτὸ κινεῖσθαι τὴν ἀίδιον περιφοράν. ἡ δ’ ἔφεσις αὐτῷ οὐ τοῦ λαβεῖν αὐτό, ἀλλὰ τοῦ ὁμοιωθῆναι κατὰ δύναμιν αὐτῷ, ὁμοιοῦται δ’ αὐτῷ κατὰ τὴν κίνησιν (τῷ τε ἀιδίῳ καὶ τῇ ὁμοιότητι καὶ ὁμαλότητι
20τῆς κινήσεως· στάσει γὰρ ἔοικέ πως ἡ περιφορὰ ἡ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσα)· ἔτι τε ὁμοίωσίς ἐστι τῷ τελείῳ καὶ ἡ καθόλου ἣν δύ‐ ναται ἕκαστον τῶν ὁμοιοῦ〈σθαι ἐφιε〉μένων αὐτῷ 〈τελειοῦσθαι〉 τελειότης, τελειότης δὲ τοῦ κυκλοφορητικοῦ σώματος ἡ τοιαύτη περιφορά. πλειό‐ νων δὲ σφαιρῶν οὐσῶν τῶν τοῦ θείου σώματος ἡ μὲν πρώτη τε καὶ ἐξω‐
25τάτω ἁπλῆν τε καὶ μίαν κινεῖται κίνησιν ἐκείνης ἐφέσει τῆς οὐσίας, αἱ δὲ μετὰ ταῦτα ἑπτὰ κινοῦνται μὲν καὶ τούτων ἑκάστη ἐφέσει τε καὶ ὀρέξει τῆς οὐσίας, ὁποίας καὶ ἡ πρὸ αὐτῶν, οὐ μὴν μόνην τήνδε κινοῦνται, ἀλλ’ ἐξ ἑαυτῶν κινεῖται ἑκάστη. ἣν κινεῖται καὶ περιφέρεται ἀνάπαλιν ἐκείνῃ τῷ τὴν θέσιν τε καὶ τάξιν τοιαύτην ἔχειν, κινεῖται δὲ καὶ δευτέραν κίνησιν
30ὑπὸ τῆς πρώτης περιφερομένη τὴν αὐτὴν ἐκείνῃ. τῆς δὲ διπλῆς τούτοις
αἰτία κινήσεως τὸ δεῖν μὲν εἶναί τι καὶ ἄλλο σῶμα παρὰ τὸ ἀίδιόν τε40

41

καὶ θεῖον, ὂν ἐν γενέσει τε καὶ φθορᾷ, ἐπεὶ πρὸς τὴν ἀίδιον αὐτοῖς περι‐ φορὰν συντελεῖ καὶ τὸ τοιόνδε σῶμα, οὐχ οἷόν τε δὲ εἶναι τὸ τοιοῦτο σῶμα κατ’ εἶδος ἀίδιον μένειν μὴ ταῖς ἐκείνων ποικίλαις κινήσεσι κυβερ‐ νώμενον. τούτων δὲ τοῦτον ἐχόντων τὸν τρόπον, εἰ μέν τις βούλοιτο λέ‐
5γειν προνοεῖσθαι πᾶν τὸ διά τι καὶ παρά τινος ὁπωσοῦν τὸ μεταβάλλειν ἔχον καὶ τὸ κινεῖσθαι, εἴη ἂν πᾶσα σωματικὴ οὐσία ἥ τ’ ἀίδιος καὶ ἡ ἐν γενέσει καὶ φθορᾷ ὑπὸ τῆς πρώτης οὐσίας τῆς ἀιδίου τε καὶ ἀκινήτου καὶ ἀσωμάτου προνοουμένη. εἰ δέ τις ταῦτα μόνα προνοεῖσθαι λέγοι, ὧν χάριν τὸ προνοεῖν αὐτῶν λεγόμενον ἐνεργείᾳ τινὰς ἐνεργείας κινούμενον, μόνον
10ἂν εἴη [κατ’ Ἀριστοτέλη] τὸ ὑπὸ σελήνην σῶμα προνοούμενον, τοῦτο δ’ ἐστὶ τὸ ἔνυλόν τε καὶ ἐν γενέσει καὶ ἐν φθορᾷ, ἐπειδὴ τῆς τούτου χάριν τεταγμένης μεταβολῆς καὶ ἀιδίου κατ’ εἶδος διαμονῆς κεῖνται κινεῖσθαι τοῦ κυκλοφορητικοῦ σώματος αἱ μετὰ τὴν πρώτην τε καὶ ἀπλανῆ καλουμένην ἑπτὰ σφαῖραι τὴν κίνησιν τὴν δευτέραν, διότι γὰρ ἔδει τοῖς γινομένοις καὶ
15φθειρομένοις ποικίλης κινήσεως. οὐ γὰρ οἷόν τ’ ἦν ὡσαύτως ἔχοντα πάντα τὰ θεῖα ὁμοῦ μὲν γενέσεως ὁμοῦ δὲ φθορᾶς τεταγμένης αἴτια τοῖς τῇδε γίνεσθαι, δι’ ἃς γενέσεις καὶ φθορὰς τοῦτον γινομένας τὸν τρόπον ἀίδια καὶ ταῦτα κατ’ εἶδος μένει, μὴ οὔσης τινὸς καὶ ἐν ἐκείνοις ποικίλης κι‐ νήσεως.
20Πῶς τὸ εἶδος ἐν τῇ ὕλ, πότερον καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός. Εἰ μὲν λέγοι τις ἐν τῇ ὕλῃ γίνεσθαι τὸ εἶδος καθ’ αὑτό, ἔσται ἐν τῇ οὐσίᾳ τῆς ὕλης τὸ εἶδος καθ’ αὑτό, εἰ τὸ καθ’ αὑτὸ ὑπάρχον τινὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ. ἀλλ’ εἰ τοῦτο, συμφθείροιτ’ ἂν ἡ ὕλη τῷ εἴδει φθειρομένῳ.
25ἢ καὶ ἐν τῇ οὐσίᾳ ἐστὶ τῆς ὕλης τὸ εἶδος. οὐ γὰρ οἷόν τε ὕλην εἶναι ἄνευ τοῦ οἰκείου εἴδους, ἀλλὰ φθαρέντος τοῦ εἴδους ἢ χωρισθέντος οὐκέθ’ οἷόν τε ἐκείνην τὴν ὕλην εἶναι, ἧς ἦν εἶδος ἐκεῖνο, ἀλλὰ ἅμα ἐστίν, ὥστ’
εἰς τὸ εἶναι ὕλῃ συμβάλλεται αὐτῇ ἡ παρουσία τοῦ εἴδους. καθ’ αὑτὸ41

42

οὖν ὑπάρχει τὸ εἶδος τῇ ὕλῃ ὡς ἐν τῇ οὐσίᾳ αὐτῆς ὄν, ὥσπερ καὶ τῷ ζῴῳ ὁ ἄνθρωπος καὶ παντὶ τῷ ἐν τῇ οὐσίᾳ αὐτοῦ ὄντι καθ’ αὑτὸ ὑπάρ‐ χοντι αὐτῷ. ἔτι τε οὐκ ἔσται ἐν τῇ αὑτῆς φύσει ἔχουσα τὸ τῶν εἰδῶν δεκτικόν, ἀλλ’ αὐτὰ τὰ εἴδη. ἔτι ἤτοι ἑκάστη ὕλη ἅμα τὰ εἴδη πάντα
5ἕξει, ὃ ἀδύνατον (ἔστι γὰρ καὶ ἐναντίωσις ἐν τοῖς ἐνύλοις εἴδεσιν, ὡς ἐπὶ τῶν στοιχείων ὁρῶμεν, ἐξ οὗ δῆλον ὅτι μὴ πάντα ἐν τῇ αὐτῇ· ἔτι 〈εἰ〉 εἶχε πάντα ἡ αὐτή, οὐκ ἂν ἦν ἡ κατὰ γένεσιν μεταβολή), εἰ δ’ ἄλλη ἄλλο, ἄφθαρτον ἂν ἕκαστον ἦν τῶν ἐνύλων. εἰ δ’ ἦν φθαρτόν, καὶ ἡ ὕλη ἂν συνεφθείρετο, ἐδείχθη δ’ ἀίδιος οὖσα. ἀλλ’ οὐδ’ ὡς τὰ συμβεβηκότα
10τῇ ὕλῃ τὰ εἴδη ἐστὶν ἐν αὐτῇ. ἔσται γὰρ ἐν ὑποκειμένῳ αὐτῇ, καὶ ἤτοι οὐσία ὄντα συμβεβηκότα ἔσται, ὃ ἄτοπον, ἢ εἰ συμβεβηκότα εἴη καὶ τῆς φύσεως τῶν συμβεβηκότων, ἔσται ἡ οὐσία συναμφότερος ἐξ ὕλης καὶ συμ‐ βεβηκότος, οὕτω δ’ οὐκ ἔσται ἁπλῶς ἡ συναμφότερος οὐσία οὐσία, ἀλλ’ ὥσπερ τῶν κατὰ τέχνην γινομένων ἕκαστον. ἔτι εἰ μὲν ἦν ἡ ὕλη χωρὶς
15εἴδους εἶναι δυναμένη, ἐδύνατ’ ἂν ἐν ὑποκειμένῳ εἶναι αὐτῇ τὸ εἶδος, εἰ δὲ σὺν εἴδει ἡ ὑπόστασις αὐτῇ, καὶ ἔστιν οὕτως ἐν ὑποκειμένῳ αὐτῇ γινόμενον τὸ εἶδος, ὡς οὔσῃ μετ’ εἴδους καὶ ἐν ὑποστάσει καὶ ἤδη σώμα‐ τι, ἤτοι ἐν ἐκείνῳ ἔσται τῷ σώματι τῷ ἔχοντι τὸ εἶδος, ἐξ οὗ τῇ ὕλῃ 〈ἡ〉 εἰς τοῦτο μεταβολή (ὃ ἀδύνατον· πῶς γὰρ οἷόν τε ἐν τῷ φθειρομένῳ
20τῇ εἰς τοῦτο μεταβολῇ λέγειν εἶναι τοῦτο, 〈ὃ〉 οὐχ οἷόν τε ἐκείνου σωζο‐ μένου γίνεσθαι ἐν αὐτῇ;) ἢ ἐν τῇ τοῦτο ἐχούσῃ τὸ εἶδος εἰς ὃ μεταβέ‐ βληκεν. ἀλλ’ οὐδ’ ἐν τούτῳ οἷόν τε, εἴ γε τοῦτο μὲν τὸ σῶμα ἐκ τῆς ὕλης καὶ τούτου τοῦ εἴδους τὸ εἶναι ἔχει, οὐδὲν δὲ αὐτὸ αὑτῷ συμβέβηκεν. καὶ ἦν ἐν ὑποκειμένῳ τὸ μὴ ὡς μέρος ὂν ἐν ᾧ ἐστιν, τὸ δ’ εἶδος τοῦτο
25μέρος ἐστὶ τοῦ ὑποκειμένου. μήποτ’ οὖν οὕτως συμβεβηκὸς ἐν τῇ ὕλῃ τὸ εἶδος, καὶ ἐν ὑποκειμένῳ καθ’ αὑτὸ οὕτως, ὡς λέγεται καθ’ αὑτὰ ὑπάρ‐ χειν τινὶ τὰ ἐν τῇ οὐσίᾳ αὐτοῦ ὄντα, ἀλλ’ ἐπεὶ ἦν καὶ ἄλλος τρόπος τοῦ καθ’ αὑτό, οὗ καὶ Ἀριστοτέλης καὶ Θεόφραστος ἐν τοῖς Ὑστέροις ἀναλυτι‐ κοῖς μνημονεύουσιν, οὗτος δ’ ἐστὶν καθ’ ὃν ἐλέγετο καθ’ αὑτὸ ὑπάρχειν
30τινί, οὗ ἐν τῷ ὁρισμῷ τὸ ᾧ ὑπάρχει παραλαμβάνεται, καθ’ ὃν τρόπον τοῦ καθ’ αὑτὸ ὁ περιττὸς ἀριθμὸς καὶ ἄρτιος ὑπάρχουσιν τῷ ἀριθμῷ (ἑκά‐
τερον γὰρ αὐτῶν ὁριζόμενοι τῷ ἀριθμῷ ἐν τῷ ὁρισμῷ χρώμεθα αὐτῶν42

43

λέγοντες τὸν μὲν περιττὸν ἀριθμὸν εἰς ἄνισα διαιρούμενον, τὸν δ’ ἄρτιον ἀριθμὸν εἰς ἴσα διαιρούμενον)· δοκεῖ γὰρ καὶ ἐν τῷ τοῦ ἐνύλου εἴδους λόγῳ 〈ἡ〉 ὕλη παραλαμβάνεσθαι, ἐν ᾗ ἐστι. παντὶ μὲν γὰρ ἐνύλῳ κατὰ τὸ εἶδος ὁ λόγος (κατὰ γὰρ τοῦτ’ αὐτῷ τὸ τί ἦν εἶναι), οὐ μὴν ἀλλὰ καὶ τῆς ὕλης
5ἀναγκαῖον μνημονεύειν αὐτόν· καὶ γὰρ σαρκὸς καὶ ὀστοῦ, ἀλλὰ καὶ χειρὸς καὶ προσώπου οἱ λόγοι τοιοῦτοι. καὶ τὴν ψυχὴν δὲ ὁριζόμενοι εἶδος οὖσαν ἔνυλον ἐν τῷ ὁρισμῷ αὐτῆς καὶ τὸ οὗ ἐστι παραλαμβάνομεν. τοῦτο γὰρ σημαίνεται ὑπὸ σώματος φυσικοῦ ὀργανικοῦ. καὶ ὡς ἐπὶ τῶν ἀριθμῶν οὐ πᾶς μὲν ἀριθμὸς περιττός, οὐδὲ πᾶς ἀριθμὸς ἄρτιος, πᾶς μέντοι ἄρτιος
10ἀριθμός, καὶ πᾶς περιττὸς ὁμοίως ἀριθμὸς καὶ οὗτος, οὕτως καὶ ἐπὶ τοῦ εἴδους καὶ τῆς ὕλης οὐ πᾶσα μὲν ὕλη μετὰ τοῦδέ τινος τοῦ εἴδους, πᾶν δὲ ἔνυλον εἶδος ἐν ὕλῃ, καὶ ὡς ἐπ’ ἐκείνων ὁ μὲν ἀριθμὸς οὐκ ἀπόλλυται ἐν τῇ εἰς τὸ ἄρτιον ἢ περιττὸν μεταβολῇ, τὸ δ’ ἄρτιον καὶ περιττὸν ἐν αὐτῷ παρὰ μέρος φθείρεται τῇ εἰς τὰ εἴδη μεταβολῇ, [τὰ μέντοι εἴδη παρὰ
15μέρος φθείρεται,] οὕτω καὶ ἡ ὕλη οὐκ ἀπόλλυται ἐν τῇ εἰς τὰ εἴδη μετα‐ βολῇ, τὰ μέντοι εἴδη παρὰ μέρος φθείρεται ἐν τῇ τῆς ὕλης εἰς αὐτὰ με‐
ταβολῇ.43

44

(1t)

ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ. ΚΕΦΑΛΑΙΑ
2pα. Ὅτι ἕπεται τοῖς καὶ τὸ μέγεθος καὶ τὸν χρόνον ἐξ ἀδιαιρέτων συντι‐
3pθεῖσι τὸ πάντα τὰ κινούμενα κατὰ τοῦ ἀμεροῦς ἰσοταχῶς κινεῖ‐
4pσθαι.
5pβ. Ἐξήγησις λέξεως ἐν τῷ αʹ περὶ ψυχῆς τέλους εἰρημένης εἰς ἀναί‐
6pρεσιν τοῦ τὴν ψυχὴν αὐτοκίνητον εἶναι.
7pγ. Τίς ἡ ἀπὸ τῆς κινήσεως τοῦ θείου σώματος ἐγγινομένη δύναμις τῷ
8pγειτνιῶντι αὐτῷ θνητῷ τε καὶ ἐν γενέσει σώματι.
9pδ. Ὅτι εἰ ἐφ’ ἡμῖν τὸ ἀντικείμενον μὴ ἐφ’ ἡμῖν, οὐδὲ [τὸ] αὐτὸ
10pἐφ’ ἡμῖν, οὐδὲ τὸ ἐφ’ ἡμῖν ἐφ’ ἡμῖν ἐστι.
11pε. Περὶ τοῦ ὅτι καὶ τὸ ἐφ’ ἡμῖν καθ’ εἱμαρμένην.
12pϛ. Πῶς καὶ ἀκίνητον εἴη ἂν τὸ πρῶτον κινοῦν, εἴ γε ὥς φησιν ἕκαστόν
13pἐστιν ὧν ἐστιν ἔργον ἕνεκα τοῦ ἔργου, θεοῦ δ’ ἐνέργεια ἀθανασία,
14pτοῦτο δ’ ἔστι, ζωὴ ἀίδιος, ὥστ’ ἀνάγκη τῷ θεῷ κίνησιν ἀίδιον
15pὑπάρχειν.
16pζ. Τίς ἔσται ἡ ὕλη, εἰ παρὰ μὲν τῆς στερήσεως ἔχει τὸ ἄποιος εἶναι
17pκαὶ ἀσχημάτιστος, παρὰ δὲ τοῦ εἴδους τὸ πεποιῶσθαι καὶ ἐσχη‐
18pματίσθαι.
19pη. Πῶς οὐκ αὐτὸ δι’ αὑτοῦ ὡρίσατο τὴν ψυχὴν ὁρισάμενος ἐντελέχειαν
20pσώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος.
21pθ. Πῶς οὐ πρός τι ἡ ψυχή, εἰ ἐντελέχεια σώματος τοιούτου.
22pι. Ὅτι μὴ αὐτοκίνητος ἡ ψυχή.
23pια. Διὰ τί τὸ γινόμενον ἐκ τῆς στερήσεως ὡς μεταβάλλον ἅμα καὶ ἐκ
24pτοῦ ἐναντίου αὐτῷ μεταβάλλει, εἴγε μὴ ταὐτὸν ἥ τε στέρησις
25pκαὶ τὸ ἐναντίον.44

45

(1p)

ιβ. Ὅτι οὐ δείκνυται διὰ τοῦ συστέλλεσθαι τὰ σώματα εἰς ἑαυτὰ τὸ σῶμα
2pχωρεῖν διὰ σώματος.
3pιγ. Πρὸς τοὺς ἐκ τῶν τριγώνων τὰ σχήματα καὶ τὰ εἴδη τῶν σωμάτων
4pσυγκεῖσθαι λέγοντας, οὐ τὰ σώματα.
5pιδ. Εἰ τὰ κοινὰ νοήματα οὐ σῶμα, οὐδ’ ἂν τὸ κοινὸν σῶμα, σῶμα εἴη
6pὥστ’ οὐδ’ ὁρισμὸς αὐτοῦ σώματος ὁρισμὸς ἔσται.
7pιε. Πῶς λέγομεν τὴν αὐτὴν δύναμιν ἅμα τῶν ἐναντίων εἶναι.
8pιϛ. Πῶς οὐχ ὁμοίως ταῖς στοχαστικαῖς τέχναις καὶ ἄλλαι τέχναι τέλος
9pἕξουσι τὸ πάντα τὸ παρ’ αὐτὰς ποιεῖν πρὸς τὸ τοῦ προκειμένου
10pτυγχάνειν.
11pιζ. Ὅτι οὔκ, εἰ ἔστιν τοῦ ὡς ὑπεκκαύματος πυρὸς ὃ καὶ στοιχεῖόν ἐστιν
12p[ὃ καὶ] θερμότερόν τι ἄλλο πῦρ, διὰ ταύτην τὴν αἰτίαν μίξει τοῦ
13pἐναντίου τοιοῦτον ἐκεῖνο εἶναι.
14pιη. Περὶ τοῦ τὴν φύσιν ἀρχὴν κινήσεως εἶναι.
15pιθ. Ὅτι εἰ ὁ κόσμος ἀίδιος, τὸ δὲ κόσμῳ εἶναι αὐτῷ ἡ τάξις ἐστίν, εἴη
16pἂν ἐν τῇ οἰκείᾳ οὐσίᾳ αὐτοῦ καὶ τοῦτο.
17pκ. Πῶς τὸ μεταβάλλον εἴς τι καθ’ ἣν ἔχει δύναμιν τηρεῖ τὴν δύναμιν
18pκαὶ μετὰ τὸ μεταβάλλειν εἰς ὃ μετέβαλλεν.
19pκα. Ὅτι μὴ κατὰ συμβεβηκὸς ἡ πρόνοια κατὰ Ἀριστοτέλη.
20pκβ. Ἐξήγησις λέξεως ἐκ τοῦ δευτέρου Περὶ γενέσεως καὶ φθορᾶς ἄλλως
21pἔχουσα παρὰ τὴν ἐν τῷ εἰς αὐτὸ ὑπομνήματι.
22pκγ. Περὶ τῆς ἡρακλείας λίθου.
23pκδ. Λέξεως ἐξήγησις ἐκ τοῦ δευτέρου Περὶ ψυχῆς μετ’ ὀλίγον τῆς ἀρχῆς.
24pκε. Ἄλλης λέξεως ἐκ τοῦ αὐτοῦ ἐξήγησις.
25pκϛ. 〈Ἄλλη ἐκ τοῦ αὐτοῦ λέξις.
26pκζ. Ἄλλη ἐκ τοῦ αὐτοῦ λέξις.〉
27pκη. Ὅτι μὴ ἡ ὕλη γένος.
28Ὅτι ἕπεται τοῖς καὶ τὸ μέγεθος καὶ τὸν χρόνον ἐξ ἀδιαιρέτων συντιθεῖσι τὸ πάντα τὰ κινούμενα κατὰ τοῦ ἀμεροῦς ἰσοταχῶς
30κινεῖσθαι. Ἕπεται τῷ καὶ τὸ μέγεθος καὶ τὸν χρόνον ἐξ ἀδιαιρέτων συγκεῖσθαι
λέγειν τὸ πάντα τὰ κινούμενα κατὰ τοῦ ἀμεροῦς ἰσοταχῶς κινεῖσθαι· εἰ45

46

γὰρ εἴη τὸ μὲν θᾶττον τὸ δὲ βραδύτερον κατὰ τοῦ ἀμεροῦς κινούμενα, εἶτα τὸ κινούμενον ἐν τῷ ἀδιαιρέτῳ χρόνῳ κεκίνηται κατ’ αὐτοῦ, τὸ βραδύ‐ τερον ἐν πλείονι κινεῖσθαι κατ’ αὐτοῦ καὶ διαιρετῷ· εἰ δ’ ἐν διαιρετῷ χρόνῳ, διαιρετὸν ἔσται καὶ τὸ μέγεθος, ἐφ’ οὗ ἡ κίνησις. εἰ γάρ τις
5λέγοι τὸ βραδέως κινούμενον μὴ κινεῖσθαι κατὰ τοῦ ἀμεροῦς μηδὲ ἐν τῷ ἀμερεῖ χρόνῳ, οὗτος οὐδ’ ὅλως 〈ἂν〉 λέγοι κινεῖσθαι τὸ βραδύ, εἴ γε τὸ μὲν πᾶν μέγεθος ἐξ ἀμερῶν σύγκειται καὶ ὁ πᾶς χρόνος, οὐχ οἷόν τε δὲ κινηθῆναι τὸ βραδὺ κατ’ οὐδενὸς ἀμεροῦς. διὸ ἰσοταχῶς ἂν κινοῖτο πάντα τὰ κατὰ τοῦ ἀμεροῦς κινούμενα. εἰ δ’ ἐπὶ τοῦ ἀμεροῦς ἰσοταχῶς, καὶ
10ἐπὶ τοῦ παντὸς ἂν μεγέθους ἰσοταχῶς ἂν κινοῖτο, εἴ γε πᾶσι τοῖς μεγέ‐ θεσιν ἐξ ἀμερῶν ἡ σύνθεσις. τὸ γὰρ † λεπτὸν ἡμῶν ἀμερὲς πᾶν ὁμοίως καὶ ἰσοταχῶς κινεῖσθαι, βραδύτερον δὲ ἄλλο ἄλλου δοκεῖ κινεῖσθαι διὰ τὰς ἀντικοπὰς τῶν ἐν αὐτῷ ἀτόμων ἐφιστάμενον, πλάσμα τε αὐτό, προσέτι τε πῶς οὐ φαίνεται τὰ οὕτως κινούμενα *** ἡ κίνησις αὐτοῖς γίνεται βραδεῖα
15αὐτή, ἀλλ’ ἔνστασις αὐτὰ κωλύει συνεχῶς κινεῖσθαι, ἄλλως τε καὶ εἰ πολυ‐ πλασίως τὸ θᾶττον θᾶττον. ἔσται γὰρ οὕτως καὶ βραδέως κινούμενον πλείω χρόνον ἑστὸς ἢ κινούμενον. εἰ γὰρ εἴη ὥρᾳ μὲν 〈μιᾷ〉 τὸ θᾶττον κινού‐ μενον τὸ διάστημα διεληλυθός, αὐτὸ δὲ τοῦτο ὥραις ε τὸ βραδέως, δεήσει αὐτὸ μιᾷ μὲν κινεῖσθαι, ταῖς δὲ τέσσαρσιν ἑστάναι. ἄτοπον δὲ ποσῷ
20τῷ πλείονι χρόνῳ ἑστὸς [ἢ] ἑστὸς μὲν μὴ φαίνεσθαι, κινούμενον δὲ ταῖς ε ὥραις, καὶ τοῦτο ὁμαλῶς. Ἐξήγησις λέξεως ἐν τῷ 〈α〉 Περὶ ψυχῆς Ἀριστοτέλους εἰρη‐ μένης εἰς ἀναίρεσιν τοῦ τὴν ψυχὴν εἶναι αὐτοκίνητον. ἔστι δὲ ἡ λέξις ἥδε· Ἀλλὰ μὴν καὶ εἰ κινεῖται αὐτὴ αὑτ, καὶ αὐτὴ κινοῖτ
25ν, ὥστ’ ἐπεὶ πᾶσα κίνησις ἔκστασίς ἐστι τοῦ κινουμένου εἰ κι‐
νεῖται, καὶ ἡ ψυχὴ ἐξίσταιτο ἂν ἐκ τῆς οὐσίας, εἰ μὴ κατὰ συμ‐46

47

βεβηκὸς αὑτὴν κινε, ἀλλ’ ἔστιν ἡ κίνησις τῆς οὐσίας αὐτῆς καθ’ αὑτήν. Ἡ ψυχή, φησίν, εἰ κινεῖ αὑτήν, ἤτοι κατ’ ἄλλο μέν τι κινεῖ, κατ’ ἄλλο δέ τι κινεῖται, καὶ οὕτως ἔσται αὐτοκίνητος, ὥστε καὶ τὸ ζῷον αὐτο‐
5κίνητόν φαμεν. τῷ γὰρ τὸ μὲν αὐτοῦ κινεῖν τὸ δὲ κινεῖσθαι τὸ ὅλον αὐτο‐ κίνητον. κινεῖ μὲν γὰρ τὸ ἐν αὐτῷ ἡ ψυχή, κινεῖται δὲ τὸ σῶμα. καὶ οὔτε ἡ ψυχὴ διότι κινεῖ κινεῖται, οὔτε τὸ σῶμα· κινεῖται γάρ. καὶ τῶν τῆς ψυχῆς δυνάμεων, εἰ οὕτως εἴη κινουμένη, ἡ μέν 〈ἐστι〉 κινοῦσα ἡ δὲ κινουμένη, οὔτε τῆς κινούσης καθὸ κινεῖ κινουμένης, οὔτε τῆς κινουμένης
10καθὸ κινεῖται κινούσης. ἔσται οὖν οὕτως τὸ πρῶτον κινοῦν ἀκίνητον καὶ ἐπὶ τῆς ψυχῆς. εἰ γὰρ πάλιν ἡ κινοῦσα δύναμις κινεῖσθαι λέγοιτο, ἤτοι ὑφ’ αὑτῆς ἢ ὑπ’ ἄλλης ἔσται κινουμένη. εἰ μὲν οὖν ὑπ’ ἄλλης, ἐπ’ ἄπειρον προελεύσεται ἢ ἔσται τι πρῶτον κινοῦν μὲν ἀκίνητον δέ, εἰ δ’ ὑφ’ αὑτῆς, εἴη ἂν οὕτως αὐτοκίνητος, ὡς καθὸ κινεῖ. ἄμεινον τοίνυν αὐτὴν
15τὴν ψυχὴν οὕτω λέγειν αὐτοκίνητον. ἀλλ’ εἰ ἡ ψυχὴ οὕτως αὐτοκίνητος λέγοιτο, ὡς καθὸ κινεῖ κατὰ τοῦτο κινεῖσθαι, εἰ καθὸ ψυχὴ κινεῖ, καθ’ ὃ ψυχὴ καὶ κινηθήσεται. εἰ γὰρ εἴη κατ’ ἄλλο τι κινουμένη, οἷον φέρε εἰ‐ πεῖν κατὰ τόπον, οὐ κατὰ τὸ αὐτὸ κινήσει τε καὶ κινηθήσεται. καθ’ ὃ γὰρ ψυχὴ κινοῦσα, οὐ καθὸ ψυχὴ ἔσται κινουμένη, εἴ γε κατὰ τόπον· οὐ
20γὰρ κατὰ τόπον ἡ ψυχή. οὕτω δ’ ἔσται κατ’ ἄλλο μὲν κινοῦσα, κατ’ ἄλλο δὲ κινουμένη, οὐχ οὕτως 〈δὲ〉 ἐλέγετο κινεῖσθαι ὑφ’ αὑτῆς. καθὸ ψυχὴ κινηθήσεται. ἀλλ’ εἰ πᾶν τὸ κατά τι κινούμενόν τε καὶ μεταβάλλον ἐξίσταται τοῦ καθὸ κινεῖται, τὸ μὲν κατὰ τόπον τοῦ τόπου, τὸ δὲ κατὰ πάθος τοῦ πάθους, τὸ δὲ κατὰ μέγεθος τοῦ μεγέθους, καὶ τὸ κατὰ ψυχὴν
25κινούμενον ἐξίσταται τοῦ ἐν τούτῳ, ὥστε καὶ ἡ ψυχὴ εἰ καθὸ ψυχή ἐστιν ἀεὶ κινεῖται, ὑφ’ αὑτῆς καὶ μὴ κατὰ συμβεβηκὸς ἐξίσταιτο ἂν τῆς οὐσίας τῆς ἐν ᾗ ἐστι καὶ τῆς ψυχῆς καθ’ ἣν τὸ εἶναι αὐτῇ. Τίς ἡ ἀπὸ τῆς κινήσεως τοῦ θείου σώματος ἐγγινομένη δύναμις τῷ γειτνιῶντι αὐτῷ θνητῷ τε καὶ ἐν γενέσει σώματι.
30 Τίς ἡ ἀπὸ τῆς κινήσεως τοῦ θείου σώματος γινομένη δύναμις τῷ γειτνιῶντι αὐτῷ θνητῷ τε καὶ ἐν γενέσει σώματι; ἆρά γε ἄλλη τίς ἐστιν αὕτη φύσις παρὰ τὴν οἰκείαν ἑκάστου τῶν φυσικῶν σωμάτων, ἣν ἀρχὴν
κινήσεώς τε καὶ ἠρεμίας φαμέν, ᾧ ὑπάρχει πρώτῳ καθ’ αὑτὸ καὶ μὴ47

48

κατὰ συμβεβηκός; καὶ γὰρ εἰ τῷ γειτνιῶντι αὐτῷ γίνεται σώματι, ἤδη ἂν εἴη τοῦτο ἔχον οἰκείαν φύσιν ὄν τε ἐνεργείᾳ σῶμα· πᾶν γὰρ σῶμα ἐνερ‐ γείᾳ θνητὸν ἁπλῶν τί ἐστιν ἢ ἐκ τούτων σύνθετόν τε καὶ μικτόν, τούτων δὲ ἕκαστον οἰκείαν ἔχει τινὰ φύσιν [ἢ καὶ δι’ ἐκείνην ἐστὶν ἐνεργείᾳ τοι‐
5οῦτον], εἴη τε ἂν οὕτω πρῶτον ἀπολαῦον τὸ πῦρ τῆς τοιαύτης ἐκ τοῦ θείου δυνάμεως, ἔπειτα τοῖς μετ’ αὐτὸ διαδιδὸν αὐτήν, ὡς πάντα τὰ σώ‐ ματα τῇ τοιαύτῃ διαδόσει μεταλαμβάνειν αὐτῆς, τὰ μὲν πλεῖον τὰ δὲ ἔλατ‐ τον. ἀλλ’ εἰ τοῦτο, ἐπιζητήσαι τις ἂν τί συντελεῖ τῶν σωμάτων ἑκάστῳ ἡ τοιαύτη δύναμίς τε καὶ φύσις. κατὰ γὰρ τὴν πρώτην φύσιν τὴν ἐγγινο‐
10μένην αὐτὴν ἑκάστῳ, καθ’ ἣν τὸ μέν ἐστι πῦρ, τὸ δὲ ἀὴρ, τὸ δὲ ὕδωρ, τὸ δὲ γῆ, ἡ ἐπὶ τοὺς οἰκείους αὐτοῖς τόπους κίνησις γίνεται, καθ’ ἣν ἕκα‐ στον αὐτῶν τῆς ἰδίας τυγχάνει τελειότητος. ὁμοίως δὲ εἰ καὶ ἐν τοῖς συν‐ θέτοις γίνοιτο σώμασιν, καὶ ἐν ἐκείνοις οὐ πρὸς τὸ εἶναι ἄνθρωπον ἢ ζῷον ἢ φυτὸν ἕκαστον αὐτῶν συντελοῖ ἄν τι· ἤδη γὰρ οὖσιν αὐτοῖς ἐγγίνοιτ’ ἂν
15ὡς τῷ πυρὶ καὶ τῶν ἁπλῶν ἑκάστῳ· οὕτω δ’ ἂν οὐκέθ’ ἡ δύναμις ἐκείνη αἰτία γίνοιτο τοῦ τὰ μὲν ἔμψυχα εἶναι, τὰ δὲ ἄψυχα τῶν σωμάτων, καὶ τῶν ἐμψύχων τὰ μὲν τὴν θρεπτικὴν ψυχὴν μόνην ἔχοντα, τὰ δὲ καὶ τὴν αἰσθητικὴν, τὰ δὲ πρὸς τούτοις καὶ τὴν λογικήν· αὕτη δ’ ἔκειτο τῆς κατ’ αὐτὰς διαφορᾶς ἔχειν τὴν αἰτίαν· διὰ γὰρ ταύτης τῆς δυνάμεως πρόνοια
20ἔκειτο λογικὸν ζῷον τὸν ἄνθρωπον ποιοῦσα, καὶ διὰ τοῦτο ἐλέγετο πάντα, ὅσα διὰ τὸν λόγον τε καὶ τὸν νοῦν οἷά τε ὑπάρχειν τῷ ἀνθρώπῳ, ταὐτὸν ἔχει παρὰ τῆς θείας προνοίας. μήποτ’ οὖν χρὴ λέγειν τοῖς μὲν ἁπλῶς σώμασι προϋπάρχουσι τήνδε τὴν δύναμιν ἐγγίνεσθαί τε καὶ προσγίνεσθαι, δι’ ἣν αἰτίαν αὐτὰ μὲν οὐδέν τι θεῖον αὐτοὺς ἔχει πως· τοιοῦτο γὰρ ἡ
25ψυχή ἐστιν, ἄμοιρα παντάπασιν, ὅτι μὴ ἔστιν αὐτῶν ἐν τῇ οὐσίᾳ ἡ τοι‐ άδε δύναμις ἔξωθεν αὐτοῖς καὶ προϋπάρχουσι προσγινομένη, ἀλλ’ ἔστιν ἁπλῶς σώματα· ὅσα δ’ ἐκ τῆς τούτων φυσικῆς μίξεώς τε καὶ κράσεως γίνεται, τούτων δ’ ἐν τῇ γενέσει κατασπειρομένην καὶ τὴν θείαν δύναμιν καὶ φύσιν ἀμείνω καὶ τελειότερα ταῦτα ποιεῖν τὰ σώματα, συνεισφερόντων
30καὶ τῶν ἁπλῶς σωμάτων εἰς τὴν γένεσιν τῶν ἐξ αὐτῶν γινομένων σωμά‐48

49

των καὶ τὴν θείαν δύναμιν, ἧς μεταλαμβάνουσιν κατὰ τὴν γειτνίασιν. δι’ ἣν δύναμιν οὐκέτι ταῦτα μόνης τῆς κατὰ τὴν ῥοπὴν κινήσεως ἀρχὴν ἐν αὑτοῖς ἔχει, ἀλλά τινα καὶ ψυχικὴν προσείληφε τὴν ἀρχὴν καὶ τὴν γένεσιν ἔχουσαν ἀπὸ τῆς θείας δυνάμεως. ἥτις φύσις τε καὶ ψυχὴ κατὰ τὴν
5ποσότητα τῶν ἁπλῶν σωμάτων, ἐξ ὧν ἐστι τὸ ἔχον αὐτὴν σῶμα (ὧν τὸ μὲν ἐπὶ πλέον [ὂν] κοινωνεῖ τῆς θείας δυνάμεως τῷ ἐγγυτέρω τε εἶναι τῷ θείῳ σώματι καὶ εἶναι λεπτομερές τε καὶ καθαρώτερον, τὸ δ’ ἐπ’ ἔλαττον διά τε τὸ ἀπόστημα τὸ πλεῖον καὶ διὰ τὴν τῆς συστάσεως παχύτητα), διά‐ φορον καὶ αὐτὴ γίνεται. ὅσα μὲν γὰρ τῶν συνθέτων σωμάτων τὸ πλεῖ‐
10στον γῆς ἔχει, † ταὐτὸν γῆς τινος κοινωνεῖ ψυχικῆς δυνάμεως τῷ καὶ τὸ τὴν πλείστην μοῖραν τῆς οὐσίας αὐτῶν σῶμα ἔλαττον τῆς θείας μετα‐ λαμβάνει δυνάμεως· ὅσα δὲ πλεῖον ἐν αὑτοῖς ἔχει τῆς πυρώδους τε καὶ θερμῆς οὐσίας, ταῦτ’ ἔσται ψυχῆς τελειοτέρας μεταλαμβάνοντα τῷ τὸ πλεο‐ νάζον σῶμα ἐν αὐτοῖς ἐπὶ πλέον τῆς θείας μεταλαμβάνειν δυνάμεως. οὕτω
15δ’ ἂν εἴη δευτέρα φύσις, ἣν εἰρήκαμεν θείαν δύναμιν εἶναι ἐγγινομένην τοῖς ὑπὸ σελήνην σώμασι διὰ τὴν πρὸς ἐκείνην γειτνίασιν, ὡς ὕλῃ χρω‐ μένη τοῖς ἁπλῶς φυσικοῖς σώμασι πρὸς τὴν τῶν τελειοτέρων τε καὶ ἐμ‐ ψύχων γένεσιν σωμάτων. τὰ μὲν οὖν κατὰ κρᾶσιν τῶν ἁπλῶν σωμάτων καὶ κατ’ ἀλλοίωσιν γινόμενα σύνθετα σώματα τῷ ἔχειν καὶ τὴν τοιαύτην
20δύναμιν ἐν τῇ τῶν ἐχόντων αὐτὴν σωμάτων μίξει συγκρινομένην πως καὶ μιγνυμένην κατ’ αὐτὴν τελειότερα γίνεται σώματα καὶ θειοτέρας φύσεως καὶ ἀρχῆς κεκοινωνηκότα, ὅσα δὲ συνθέσει τε καὶ παραθέσει τῶν ἁπλῶν σωμάτων γίνεσθαι δοκεῖ σώματα σύνθετα, ταῦτα οὐκέτι τῆς τοιαύτης κοι‐ νωνεῖν δυνάμεώς τε καὶ φύσεως οἷά τε, ὧν ἕκαστον τῶν ἁπλῶν σωμάτων
25ἐνεργείᾳ σώζει τὴν αὑτοῦ φύσιν ἐν τῇ τοιαύτῃ μίξει καὶ συνθέσει. οὐ γὰρ εἰς τὴν τῶν οὕτως συνθέτων σωμάτων οὐσίαν ἡ θεία δύναμις συντελεῖ μένουσα ἐν ἑκάστῳ αὐτῶν, ὁποία καὶ πρὸ τῆς συνθέσεως αὐτῶν. Ἢ τῆς πρὸς ἄλληλα δύναταί τις λέγειν [καὶ τῆς] τῶν ἁπλῶν σωμάτων γενέσεως τὴν ἀπὸ τῶν θείων δύναμιν αἰτίαν εἶναι αὐτὴν γινομένην αὐτῶν
30εἶδός τε καὶ φύσιν. ἡ γὰρ ὕλη 〈ἣ〉 κατὰ τὸν ἑαυτῆς λόγον ἄποιός τε οὖσα καὶ ἀσχημάτιστος ὑπὸ τῆς ἀπὸ 〈τῆσ〉 τῶν θείων σωμάτων δυνάμεως γινο‐ μένης ἄνευ τῆς ἐνεργείας σῶμα ἔστι τε καὶ γίνεται, εἰδοποιεῖταί τε καὶ
σχηματίζεται, ὡς τὸ μὲν πρὸς τῷ θείῳ σώματι αὐτῆς καὶ γειτνιῶν [τι]49

50

ἐκείνῳ πλείονος τῆς θείας μεταλαμβάνον δυνάμεως εἰδοποιεῖσθαι θερμότητι καὶ ξηρότητι (ταῦτα γὰρ τὰ πρῶτα τῶν ἀπ’ ἐκείνων ἐν τοῖς θνητοῖς πά‐ θη), τὸ δὲ πλεῖον ἀφεστὸς τῶν ταύτης τῆς μεταβολῆς τε καὶ γενέσεως αἰτίων αὐτῇ θείων σωμάτων ἢ πάντῃ τοῖς 〈εἴδεσι〉 τούτων ἐναντίως εἰδο‐
5ποιεῖσθαι, ἢ τὸ μέν τι τούτων, τὸ δέ τι τῶν τούτοις ἐναντίων εἶδός τε καὶ πάθος λαμβάνειν κατὰ τὴν ἐκείνων ἄλλοτε ἀλλοίαν πρὸς τὰ τῇδε σχέσιν διὰ τὴν ἐπὶ τοῦ τοιούτου κίνησιν κύκλου διαφόρως εἰδοποιούμενον. τοιαύτη γὰρ ἡ τοῦ ζῳδιακοῦ διάθεσις, ἐφ’ οὗ κινούμενα ἥλιός τε καὶ σελήνη καὶ τὰ ἄλλα τὰ πλανᾶσθαι τῶν ἀστέρων λεγόμενα τῷ μέν τινι τῆς ὕλης μέρει,
10ᾧ μᾶλλον ἢ καὶ ἐγγυτέρω πρόσεισιν, ἑκάστῳ θερμότητός τε καὶ ξηρότητος αἴτια γίνεται, ἐν οἷς τὸ εἶναι τῷ πυρί, τῷ δὲ θερμότητός τε καὶ ὑγρό‐ τητος, ἥτις φύσις ἀέρος, τῷ δ’ ὑγρότητός τε καὶ ψυχρότητος, ἥ ἐστιν ὕδατος φύσις, τῷ δὲ τῆς ἔτι καταλειπομένης ἐκ τῶν ἁπλῶν τῶν πρώτων δύο ἐναντιώσεων, ἥπερ ἐστὶ ψυχρότης τε καὶ ξηρότης, ἃ τὴν τῆς γῆς
15συνίστησι φύσιν. καὶ τοιαῦτα μὲν τὰ ἀπὸ τῆς θείας δυνάμεως εἴδη ἐν τῇ ὕλῃ ἁπλᾶ τε καὶ πρῶτα εἴδη γενόμενα τῆς τῶν ἁπλῶν σωμάτων οὐσίας τε καὶ φύσεως αἴτια, τὰ δ’ ἐκ τῆς τούτων γινόμενα μίξεώς τε καὶ κρά‐ σεως ἅτε πλειόνων κοινωνοῦντα δυνάμεών τε καὶ διαφόρων σωμάτων σύν‐ θετά τε ἤδη γίγνεται καὶ τελειότερα, καὶ ἡ τελειότης δὲ καὶ τὸ εἶδος αὐ‐
20τοῖς διαφέρον γίγνεται κατά τε τὴν ἐν τοῖς πρώτοις εἰρημένην τῶν ἐν τῇ μίξει τῶν σωμάτων διαφοράν. ἔστι γὰρ αὐτῶν τὰ μὲν λεπτότερα καὶ ποιη‐ τικώτερα (τοιαῦτα γάρ, ὅσα ἐγγυτέρω κεῖται τῆς τῶν θείων κινήσεως), τὰ δὲ παχυμερέστερα καὶ παθητικώτερα, ὅσα πλέον ἀφέστηκε τῆς ἐκείνων φορᾶς. ὅσα μὲν γὰρ τῶν ἐν τῇ μίξει τε καὶ κράσει πλεῖον ἔχει τῶν λε‐
25πτομερῶν τε καὶ καθαρωτέρων σωμάτων, τούτων τελειότερον τὸ εἶδος, ὅσα δὲ τοῦ μὲν τοιούτου σώματος ἔλαττον ἐν αὑτοῖς ἔχει, πλεῖον δὲ τοῦ πα‐ θητικοῦ τε καὶ παχυμερεστέρου, τούτων καὶ τὸ εἶδος ἀτελέστερον. Ὅτι, εἰ τοῦ ἐφ’ ἡμῖν τὸ ἀντικείμενον μὴ ἐφ’ ἡμῖν, οὐδ’ αὐτὸ [φ’ ἡμῖν, οὐδ] τὸ ἐφ’ ἡμῖν ἐφ’ ἡμῖν ἔσται.
30Εἰ ἐφ’ ἡμῖν ἐστι τοῦτο, οὗ τὸ ἀντικείμενον [μὴ] ἐφ’ ἡμῖν, τὸ οὗ τὸ
ἀντικείμενον μὴ ἐφ’ ἡμῖν, ἐκεῖνο οὐκ ἐφ’ ἡμῖν. τοῦ δ’ ἐφ’ ἡμῖν τὸ ἀν‐50

51

τικείμενον οὐκ ἐφ’ ἡμῖν, τῷ γὰρ ἐφ’ ἡμῖν τὸ οὐκ ἐφ’ ἡμῖν ἀντι‐ κείμενον. οὐδὲ τὸ ἐφ’ ἡμῖν. εἰ δὲ τὸ ἐφ’ ἡμῖν μὴ ἐφ’ ἡμῖν, οὐ‐ δέν ἐστιν ἐφ’ ἡμῖν. καθ’ ὃ ἐφ’ ἡμῖν ἐστιν, οὗ καὶ τὸ ἀντικείμενον ἐφ’ ἡμῖν, κατὰ τούτους οὐδέν ἐστιν ἐφ’ ἡμῖν. 〈ἢ〉 ψεῦδος τὸ εἰ μὴ
5[τὸ] ἐφ’ ἡμῖν τὸ εἶναι ἐφ’ ἡμῖν, οὐδέν ἐστιν ἐφ’ ἡμῖν. τὸ μὲν γὰρ ἐφ’ ἡμῖν τι εἶναι ἐν τῇ φύσει ἡμῶν καὶ τῇ οὐσίᾳ ὂν οὐκ ἐφ’ ἡμῖν ἐστι, ὥσπερ οὐδὲ τὸ λογικοῖς εἶναι, τὰ μέντοι πράγματα οἷς χρώμεθα κατὰ τὸ ἐφ’ ἡμῖν, ταῦτα ἐφ’ ἡμῖν. τούτων γὰρ καὶ τὰ ἀντικείμενα ἐφ’ ἡμῖν. τὸ μὲν γὰρ ἐφ’ ἡμῖν τι εἶναι οὐκ ἐφ’ ἡμῖν, τὸ δὲ περιπατῆσαι ἐφ’ ἡμῖν, ὅτι
10καὶ τὸ μὴ περιπατῆσαι. καὶ γὰρ ἴδιον τὸ ἀντικείμενον τοῦ ἐφ’ ἡμῖν οὐκ ἐφ’ ἡμῖν διὰ τούτου, τὸ δὲ ἐφ’ ἡμῖν † δῆλον. ὡς οὖν τὰ ἀντικείμενα ἐφ’ ἡμῖν, ταῦτα καὶ αὐτὰ ἐφ’ ἡμῖν, ὅτι μὴ ἐφ’ ἡμῖν ἐν τοῖς πρακτοῖς. οὐ πρακτὸν δὲ τὸ εἶναί τι [τὸ] ἐφ’ ἡμῖν ἐν τοῖς βουλευτοῖς καὶ τοῖς ἐνδε‐ χομένοις καὶ ἄλλως ἔχειν. οὐκ ὄντος δὲ ἐν τούτοις τοῦ εἶναί τι ἐφ’ ἡμῖν
15εἰκότως ἡ μὲν δύναμις, καθ’ ἥν ἐστιν ἐφ’ ἡμῖν, οὐκ ἐφ’ ἡμῖν, πρὸς 〈ἃ〉 δὲ χρώμεθα τῇ τοῦ ἐφ’ ἡμῖν τι εἶναι δυνάμει, ἐφ’ ἡμῖν ταῦτα, ὥσπερ καὶ ἡ μὲν χρῆσις τοῦ λόγου ἐφ’ ἡμῖν, οὐκ ἐφ’ ἡμῖν δὲ ἡ δύναμις τῆς χρήσεως. Περὶ τοῦ ὅτι καὶ τὸ ἐφ’ ἡμῖν καθ’ εἱμαρμένην.
20 Τῷ ἐφ’ ἡμῖν τι εἶναι ἀντίκειται τὸ μηδὲν εἶναι ἐφ’ ἡμῖν. † ἀδύνατον τὸ οὖν τῷ ἐφ’ ἡμῖν τι εἶναι [τὸ] ἀντικείμενον ἀδύνατον. ἀλλὰ μὴν ᾧ τὸ ἀντικείμενον ἀδύνατον, τοῦτο καθ’ εἱμαρμένην, εἴ γε ταῦτα καθ’ εἱμαρ‐ μένην γίνεται, οἷς τὰ ἀντικείμενα ἀδύνατόν ἐστιν ἢ εἶναι ἢ γενέσθαι. τὸ οὖν ἐφ’ ἡμῖν τι εἶναι καθ’ εἱμαρμένην. τῷ δὲ ἐφ’ ἡμῖν τι εἶναι καθ’
25εἱμαρμένην σώζοιτο ἂν τὸ ἐφ’ ἡμῖν τι εἶναι κατὰ τοὺς ἅπαντα γίνεσθαι καθ’ εἱμαρμένην λέγοντας. ἢ οὐκ ἀληθὲς τὸ ᾧ τὸ ἀντικείμενον ἀδύνατον, τοῦτο εἶναι καθ’ εἱμαρμένην. εἰ μὲν γὰρ ταὐτὸν ἦν τὸ ἐξ ἀνάγκης τῷ καθ’ εἱμαρμένην, 〈ἦν〉 ἂν ὥσπερ τοῦ ἐξ ἀνάγκης ὁρισμὸς τὸ ᾧ τὸ ἀντι‐ κείμενον ἀδύνατον, οὕτως καὶ τοῦ καθ’ εἱμαρμένην. ἐπὶ πλέον δὲ τὸ ἐξ
30ἀνάγκης τοῦ καθ’ εἱμαρμένην· οὐ γὰρ πᾶν τὸ ἐξ ἀνάγκης καθ’ εἱμαρ‐51

52

μένην. τέσσαρα γοῦν τὰ δὶς δύο ἐξ ἀνάγκης, οὐ μὴν καθ’ εἱμαρμένην, εἴ γε ἐν τοῖς γινομένοις τὸ καθ’ εἱμαρμένην, ὥστ’ οὐκέτ’ ἂν ὁρισμὸς εἴη τοῦ καθ’ εἱμαρμένην ὁ λόγος ὁ λέγων, οὗ τὸ ἀντικείμενον ἀδύνατον, ἀλλ’ ὑπάρχοι μὲν ἂν καὶ τοῦτο τοῖς καθ’ εἱμαρμένην, ἐπεὶ καὶ αὐτὰ ἀναγκαῖα,
5οὐ μὴν ὡς ἐπ’ ἴσης αὐτοῖς εἶναι. εἰ δὲ μὴ ἐπ’ ἴσης, οὐκ ἐπιστρέψει. οὐ δεῖται πάντως ᾧ τὸ ἀντικείμενον ἀδύνατον, τοῦτο καθ’ εἱμαρμένην, ἀλλὰ ἀναγκαῖον τοῦτο, οὗ γὰρ ὁρισμὸς ὁ προειρημένος λόγος. τὸ ἐφ’ ἡμῖν δή ἐστιν ἀναγκαῖον μέν, ὅτι πᾶν τὸ ἐν τῇ οὐσίᾳ τινὸς ὂν ἀναγκαίως αὐτῷ ὑπάρχει, οὐ μὴν καθ’ εἱμαρμένην. οἷς γὰρ καθ’ εἱρμὸν αἰτίων γινομένοις
10τὸ ἀντικείμενον ἀδύνατον, ταῦτα εἴη ἂν καθ’ εἱμαρμένην. Πῶς ἀκίνητον εἴη ἂν κατὰ Ἀριστοτέλην τὸ πρῶτον κινοῦν, εἴ γε, ὡς αὐτός φησιν, [ᾗ] ἕκαστόν ἐστιν ὧν ἐστιν ἔργον ἕνεκα τοῦ ἔργου, θεοῦ δὲ ἐνέργεια ἀθανασία, τοῦτο δέ ἐστι ζωὴ ἀίδιος, ὥστε ἀνάγκη τῷ θεῷ κίνησιν ἀίδιον ὑπάρχειν.
15 Ἢ οὐκ ἔστιν ἐκεῖνο, ὧν ἐστιν ἔργον τι, εἴ γε ἔργον μὲν τὴν ἐνέργειαν λέγει τὴν ὡς τέλος, τῷ δὲ οὐδὲν τέλος ἐστίν. ἡ γὰρ οὐσία αὐτοῦ ἐνέργειά ἐστιν, ἀλλ’ οὐκ ὄν τι ἄλλο, ἔπειτα ἐνέργεια. δῆλον δὲ τοῦτο δι’ ὃ ἐπήνεγκεν ὅ ἐστιν, ‘ἐπεὶ δὲ ὁ οὐρανὸς τοιοῦτος. σῶμα ἄρα θεῖον‘, ἐκεῖνο γὰρ οὐ τοιοῦτον.
20Τί ἔσται ἡ ὕλη εἰ παρὰ μὲν τῆς στερήσεως ἔχει τὸ ἄποιος εἶναι καὶ ἀσχημάτιστος, παρὰ δὲ τοῦ εἴδους τὸ πεποιῶσθαι καὶ ἐσχηματίσθαι. Ὕλη εἰ παρὰ μὲν τῆς στερήσεως ἔχει τὸ ἄποιος εἶναι καὶ ἀσχημά‐ τιστος, παρὰ δὲ τοῦ εἴδους τὸ πεποιῶσθαι καὶ ἐσχηματίσθαι, τῷ αὑτῆς
25λόγῳ τί ἔσται; ἢ τούτων τῶν ἀποφάσεων ἐν τῇ τῆς ὕλης φύσει· κατὰ γὰρ τὸν αὑτῆς λόγον οὔτε ἄποιος οὔτε ποιά, ὡς ὁ ἄνθρωπος κατὰ τὸν αὑτοῦ λόγον οὔτε ἄμουσος οὔτε μουσικός. ὁπότερον γάρ, εἰ εἶχεν ἐν τῷ ἰδίῳ λόγῳ, οὐκ ἂν ἦν ἐν τῷ ἑτέρῳ γενόμενον. οὕτως οὖν καὶ τῇ ὕλῃ εἴη ἂν τὸ ὕλῃ εἶναι οὐκ ἐν τῷ ποιῷ εἶναι, ἀλλ’ ἐν τῷ ἐπιτηδειότητα ἔχειν καὶ
30δύναμιν, καθ’ ἥν ἐστι δεκτικὴ ποιοτήτων, τὸ δ’ ἄποιον αὐτῇ συμβέβηκεν52

53

οὐκ ὂν αὐτῆς συμπληρωτικὸν τῆς οὐσίας, ὡς καὶ παντὶ τῷ δεκτικῷ τινὸς τὸ μὴ εἶναι τοῦτο οὗ ἐστι δεκτικόν. οὖσα δ’ ἐν τῷ μεθορίῳ τούτῳ εἴη ἂν καὶ ἄφθαρτος. ᾧ γὰρ ἐν τῷ δύνασθαί τινα δέχεσθαι παρὰ μέρος τὸ εἶναι, τοῦτο [ἐν τῷ μὴ εἶναι ἔν τινι αὐτῶν] οὔτ’ ἐν τῷ μὴ εἶναι ἔν τινι
5αὐτῶν οὔτ’ ἐν τῷ εἶναι ἐξίσταται τῆς οἰκείας οὐσίας. οὐ γὰρ ἀπόλλυσι τὸ δύνασθαι ἐν ᾧ ἂν ᾖ που τῶν ὧν ἐδύνατο· οὐ γὰρ ὁποῖον τοῦτο ἐδύνατο. ἢ εἰ ἀπόφασίς τις ἐστιν ἐπὶ τῆς ὕλης, ὅτι ἡ ὕλη οὐκ ἔστι ποιὰ τῇ αὑ‐ τῆς φύσει, τὸ δ’ οὐ ποιὸν ἄποιόν ἐστι [ἐπὶ τῆς ὕλης δεκτικῆς οὔσης ποιό‐ τητος], εἴη ἂν ἡ ὕλη τῇ αὑτῆς φύσει ἄποιος. ἢ οὐκ ἔστι ταὐτὸν εἰπεῖν
10ἐπ’ αὐτῆς ‘οὐκ ἔστι ποιὰ τῇ αὑτῆς φύσει‘ καὶ ‘ἔστιν οὐ ποιὰ τῇ αὑτῆς φύσει‘ τὸ μὲν γὰρ ‘ἔστιν οὐ ποιὰ τῇ αὑτῆς φύσει‘ κατάφασις οὖσα ἡ ἐκ μεταθέσεως λεγομένη, ἣ ἴσον δύναται τῇ στερήσει, τὸ δ’ ‘οὐκ ἔστι τῇ αὑτῆς φύσει ποιά‘ ἀπόφασις, ἥτις οὐκέτι ἴσον τῇ στερήσει δύναται, ὅ ἐστιν ἐπὶ τῆς ὕλης ἀληθές. ἡ γὰρ ἐπιτηδειότης ἡ πρός τι με‐
15ταξὺ ἐκείνου τε καὶ τῆς στερήσεως αὐτοῦ, εἰ καὶ ὅτι μάλιστα τῷ ἐν ᾧ ἐστιν ἡ ἐπιτηδειότης ἀδύνατον εἶναι χωρὶς θατέρου. οὐ γὰρ ταὐτὸν εἴη ἐπιτηδειότης τῇ στερήσει· ἡ μὲν γὰρ ὑπομένει, ὡς προείρηται, ἡ δὲ στέ‐ ρησις φθείρεται. διὸ τὸ μὲν μὴ εἶναι ποιὰν ἐν τῇ φύσει αὐτῆς, οὐκέτι δὲ καὶ τὸ ἄποιον. Ἀριστοτέλης ἐν πρώτῳ τῶν Προτέρων ἀναλυτικῶν
20περὶ τῶν προειρημένων οὕτω λέγει· “διαφέρει δέ τι [ὅτι] ἐν τῷ κατα‐ σκευάζειν 〈ἢ ἀνασκευάζειν〉 τὸ ὑπολαμβάνειν ἢ ταὐτὸν ἢ ἕτερον ση‐ μαίνειν τὸ μὴ εἶναι [καὶ] τόδε καὶ εἶναι μὴ τοῦτο, οἷον τὸ μὴ εἶναι λευκὸν τῷ εἶναι μὴ λευκόν. οὐ γὰρ ταὐτὸν σημαίνει, οὐδ’ ἔστιν ἀπόφασις τοῦ εἶναι λευκὸν 〈τὸ εἶναι μὴ λευκόν, ἀλλὰ τὸ μὴ εἶναι
25λευκόν〉”. ἔστι δὲ λέγειν, ὅτι εἰ καὶ ὅτι μάλιστα ἀληθὲς ἐπὶ τῆς ὕλης τὸ τῇ αὑτῆς φύσει ἄποιον αὐτὴν εἶναι, ἀλλ’ οὐκ ἐν τῇ αὐτῇ οὐσίᾳ αὐτῆς τοῦτο, ἀλλὰ συμβέβηκεν αὐτῇ, ὥσπερ ποτὲ καὶ τὸ ποιότητα ἔχειν, ὡς καὶ τῷ ἀνθρώπῳ καὶ τὸ ἄμουσον καὶ μουσικόν, καὶ ὁ κηρὸς δὲ ἀσχημάτιστος ὢν τῇ αὑτοῦ φύσει σχηματιζόμενος οὐ φθείρεται, ὅτι
30μένει τούτῳ τὸ κηρῷ εἶναι.53

54

Πῶς οὐκ αὐτὸ δι’ αὑτοῦ ὡρίσατο ὁ τὴν ψυχὴν ὁρισάμενος ἐντελέχειαν σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος. Εἰ τὸ δυνάμει ζωὴν ἔχον σημαίνει τὸ δυνάμενον ζῆν, τὸ δὲ δυνά‐ μενον ζῆν ἐστι τὸ δυνάμενον ψυχὴν ἔχειν, πῶς οὐκ αὐτὸ δι’ αὑτοῦ ὡρί‐
5σατο ὁ τὴν ψυχὴν ὁρισάμενος ἐντελέχειαν σώματος φυσικοῦ ὀργανικοῦ δυ‐ νάμει ζωὴν ἔχοντος; ἢ οὐ κέχρηται ἐν τῷ τῆς ψυχῆς ὁρισμῷ τῷ δυνάμει ζωὴν ἔχοντι, ἀλλὰ πρότερον λαβὼν τὸ “δυνάμει ζωὴν ἔχοντος”, ὕστερον ὅτε λοιπὸν τὸν ὅλον λόγον ἀποδίδωσι, μετέλαβε τὸ ὀργανικὸν εἰς τὴν εὕρεσιν καὶ λῆψιν τοῦ ὀργανικοῦ χρησάμενος τῷ δυνάμει ζωὴν ἔχοντι· τὸ δ’ ὀρ‐
10γανικόν ἐστιν ὃ ἔχει μόρια διαφερούσαις ἐνεργείαις ὑπηρετεῖσθαι δυνάμενα, ᾧ ἴσον ἔλαβεν καὶ τὸ δυνάμει ζωὴν ἔχον. ἔτι εἰπὼν ἐντελέχειαν τὴν ψυχὴν τοῦ σώματος δυναμένου ζωὴν ἔχειν οὐ δι’ αὐτοῦ τὴν ἀπόδοσιν πε‐ ποίηται. τὴν γὰρ τοῦ σώματος φύσιν, ἐν ᾧ ἡ ψυχή, ὁποία ἐστίν, ἐδή‐ λωσεν. οὐκ ἄρα τὴν ψυχὴν ἐδήλωσεν, οὐδὲ τὴν ψυχὴν ὡρίσατο δι’ αὑτῆς.
15ἔτι οὐκ ἔστι ταὐτὸν ψυχὴ καὶ ζωή, ἀλλὰ τὸ μὲν ἐνεργὲς ἡ ζωή, ὅτι ‘ἡ δι’ αὐτοῦ τροφή τε καὶ αὔξησισ‘, τὸ δὲ δυνάμει ζωὴν ἔχον λέγοιτ’ ἂν τὸ ὀργανικὸν ἔχον δι’ αὑτοῦ [πρὸς] τὸ δύνασθαι τρέφεσθαί τε καὶ αὔξεσθαι, ὃ οὐκ ἔστιν ἴσον τῷ τὴν ψυχὴν ἔχειν. Πῶς οὐ πρός τι ἡ ψυχ, εἰ ἐντελέχεια σώματος τοιούτου.
20 Ἢ τὸ μὲν ἐντελέχεια ἴσον ἐστὶ τῷ εἶδος, τὸ δὲ εἶδος οὐ πρός τι, εἰ καὶ ὅτι μάλιστά τινός ἐστιν. οὐ γὰρ εἴ τί τινός ἐστιν, εὐθύς ἐστι τοῦτο καὶ πρός τι. καὶ γὰρ ἡ ἐπιφάνειά τινος οὖσα οὐ πρός τί ἐστιν. ἀλλὰ καὶ τὰ μέρη τῶν δευτέρων οὐσιῶν τινὸς μέν ἐστιν, οὐ μήν ἐστι καὶ πρός τι. πρός τι γάρ ἐστιν οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν, ἡ
25δὲ ψυχὴ σώματος μέν ἐστι τοιοῦδε ἐντελέχεια, οὐ μὴν τὸ εἶναι αὐτῇ ἐν τῷ πρός τί πως ἔχειν ἐστίν. οὖσα γάρ τι τοῦ σώματός ἐστιν, ὡς καὶ ἡ κεφαλὴ οὖσά τί ἐστιν κεφαλωτοῦ κεφαλή. τὸ μὲν γὰρ ὅμοιον καθὸ ὅμοιον, καὶ τὸ ἴσον καθὸ ἴσον ἐν τῇ πρὸς ἃ λέγεται σχέσει τὸ εἶναι ἔχει, καὶ οὐ‐ δὲν ἄλλο παρὰ τὴν πρὸς ὃ λέγεται σχέσιν δηλοῖ, ἡ δὲ ψυχὴ καὶ ἡ κεφαλὴ
30οἰκείαν τινὰ φύσιν καὶ οὐσίαν σημαίνουσιν, ᾗ συμβέβηκεν ἄλλου εἶναι, οὐκ
εἴ τι δὲ ἄλλου ἐστίν, ἤδη καὶ πρός τί ἐστιν.54

55

Ὅτι μὴ αὐτοκίνητος ἡ ψυχ. Ψυχή ἐστι καθ’ ὃ τὸ ζῷον ζῷόν ἐστι. καθ’ ὃ γὰρ διαφέρει ἐνυπάρχον αὐτῷ τὸ ζῷον τοῦ μὴ ζῴου, κατὰ τοῦτο ζῷον· κατὰ δὲ τὴν ψυχὴν ἐνυ‐ πάρχουσαν αὐτῷ διαφέρει τὸ ζῷον τοῦ μὴ ζῴου, κατὰ τὴν ψυχὴν τὸ
5ζῷον ζῷόν ἐστι. καθ’ ὃ δὲ τὸ ζῷον 〈ζῷόν〉 ἐστιν, εἶδος τοῦτο αὐτοῦ. πᾶν γὰρ καθ’ ὃ λέγεταί τε καί ἐστιν τόδε τι, εἶδος τοῦτο· καὶ γὰρ τῶν κατὰ τέχνην γινομένων ἕκαστον 〈καὶ〉 τῶν κατὰ φύσιν κατὰ τὸ εἶδός ἐστιν τοῦτο 〈ὅ〉 ἐστι. καὶ τὸ ζῷον δὴ ζῷόν ἐστι κατὰ τὸ εἶδος, ἦν δὲ κατὰ τὴν ψυχὴν ζῷον, εἶδος οὖν ἡ ψυχή. ἀλλὰ μὴν τό τινος εἶδος ἔνυλον εἶ‐
10δός ἐστιν, ἡ ψυχὴ δέ τινος εἶδός ἐστιν, τοῦ γὰρ ζῴου. ἡ ψυχὴ οὖν ἔνυλον 〈ὂν〉 εἶδος ἀδύνατον αὐτὸ καθ’ αὑτὸ εἶναι. ὃ γὰρ ὕλης δεῖται πρὸς τὸ εἶναι ταύτης τι ὄν, ἀδύνατον τοῦτο χωρισθὲν αὐτῆς αὐτὸ καθ’ αὑτὸ εἶναι. ἡ δὲ ψυχὴ ἔνυλον εἶδός ἐστιν· ψυχὴν οὖν ἀδύνατον αὐτὴν καθ’ αὑτὴν εἶναί ποτε. ὃ δ’ ἀδύνατόν ἐστι τὸ καθ’ αὑτὸ κινεῖσθαι τὴν ψυχὴν † ἀδύνατόν
15ἐστι καθ’ αὑτὴν εἶναι· τὴν ψυχὴν ἄρα ἀδύνατόν ἐστι καθ’ αὑτὴν κινεῖ‐ σθαι. ὃ δὲ μὴ καθ’ αὑτὸ κινητόν, 〈οὐχ〉 οἷόν τε εἶναι 〈αὐτοκίνητον.〉 ἡ δὲ ψυχὴ καθ’ αὑτὴν οὐ κινεῖται, ἡ ψυχὴ ἄρα οὐκ ἔστιν αὐτοκίνητος. Διὰ τί τὸ γινόμενον ἐκ τῆς στερήσεως μεταβάλλον ἅμα ἐκ τοῦ ἐναντίου αὐτοῦ μεταβάλλει, εἴ γε μὴ ταὐτὸν ἥ τε στέρησις
20καὶ τὸ ἐναντίον. Διὰ τί τὸ γινόμενον ἐκ τῆς στερήσεως μεταβάλλον ἅμα καὶ ἐκ τοῦ ἐναντίου αὐτοῦ μεταβάλλει, εἴ γε μὴ ταὐτόν ἐστιν ἡ στέρησις καὶ τὸ ἐναν‐ τίον; τὸ μὲν γὰρ ἐναντίον εἶδός τι, ἡ δὲ στέρησις ἀπουσία τούτου οὗ κατὰ τὴν ἑαυτοῦ φύσιν τὸ ὑποκείμενόν ἐστι ἐπιδεκτικόν. ἆρ’ οὖν τὸ
25τούτου αἴτιον ἡ ὕλη, ἣ τῶν οὐσιῶν τῶν ἐν γενέσει τε καὶ φθορᾷ κοινὴ πασῶν αὐτῶν οὖσα καὶ ὑποκειμένη αὐτοῖς, δυνάμει πάντα ἐστὶ τῷ εἰς ἕκαστον
αὐτῶν μεταβάλλειν δύνασθαι (διὰ τοῦτο γὰρ λέγεται δυνάμει πάντα 〈εἶναι〉),55

56

οὐδὲν μέντοι τούτων τῶν ἐξ αὐτῆς γινομένων 〈καὶ〉 εἰς ἃ μεταβάλλει ἐν τῷ οἰκείῳ λόγῳ καὶ ἐν τῇ οἰκείᾳ οὐσίᾳ ἔχει, ἀλλ’ ἔστιν ἁπάντων αὐτῶν χωριστὴ τῷ λόγῳ, τῇ μέντοι ὑποστάσει τε καὶ ὑπάρξει ἀχώριστός ἐστιν αὐτῶν τῷ ἀεί τι αὐτῶν ἔχειν ἐνεργείᾳ, καὶ μετὰ τοῦ σὺν τούτων τινὶ εἶ‐
5ναι ἐνεργείᾳ τε καὶ 〈ἐν ὑποστάσει〉 εἶναι καὶ ἐν ὑπάρξει; οὔτε γὰρ τῶν εἰδῶν τι ὧν ὕλη δεκτικὴ ἄνευ τῆς ὕλης οἷόν τε εἶναι ἐν ὑπάρξει, οὔτε τὴν ὕλην ἄνευ τινὸς εἴδους, ἀλλ’ ἔστιν ἀχώριστα ἀλλήλων πρὸς ὕπαρξιν. οὖσα οὖν ἀεὶ μετά τινος εἴδους, ὧν ἐστι δεκτικὴ τῶν εἰδῶν, ἐν οἷς οὐκ ἔστι, τότε ἐστερῆσθαι λέγεται τῷ δύναμιν ἔχουσα τῆς εἰς αὐτὰ μεταβολῆς
10μὴ εἶναι ἐν 〈αὐτοῖς.〉 διὸ καὶ ὅταν εἴς τι μεταβάλλῃ, ἐκ τῆς οἰκείας ἐκεί‐ νου εἰς ὃ μεταβάλλει στερήσεως μεταβάλλειν λέγεται τῷ κατὰ μὲν τὴν πρὸς τοῦτο δύναμιν γενέσθαι τὴν εἰς τοῦτο μεταβολὴν αὐτῇ. ἦν δὲ ἡ πρὸς τοῦτο δύναμις αὐτῇ κατὰ τὴν τούτου στέρησιν. οὔτε γὰρ εἰ παρῆν αὐτῇ, ἐστέρητο ἂν αὐτοῦ, οὔτε εἰ μή, ἦν ἐπιτηδειότητα ἔχουσα τὴν πρὸς
15αὐτό. τῷ οὖν μὴ κατ’ ἄλλην τινὰ δύναμιν ἢ τὴν κατὰ τοῦτο τὴν εἰς τοῦτο αὐτῇ γίνεσθαι μεταβολήν, τούτῳ ἕκαστον τῶν γινομένων ἐκ τῆς οἰ‐ κείας στερήσεως λέγεται γίνεσθαι κατὰ τὴν μεταβολὴν τοῦ ὑποκειμένου τῆς τούτου στερήσεως. διὸ καὶ κατὰ συμβεβηκὸς ἡ στέρησις ἑκάστου τῶν γι‐ νομένων ὡς στοιχεῖον ἀρχὴ τῷ τὴν μεταβάλλουσαν εἰς αὐτὸ ὕλην καὶ
20στοιχεῖον αὐτοῦ γινομένην κυρίως διὰ τὸ προϋπάρχειν ἐν αὐτῇ τὴν στέ‐ ρησιν αὐτοῦ, τούτῳ κατὰ τοῦτο εἰς αὐτὸ μεταβάλλειν. διὰ τοῦτο † ἐξ οὗ γίνεται τὸ θερμὸν θερμοῦ ἀλλ’ ὅτι οὐκ ἐκ γλυκέως, ὅτι τὸ ‘οὐκ ἐκ θερ‐ μοῦ‘ δηλωτικόν ἐστι τοῦ ‘ἐκ τοῦ ἐν στερήσει θερμοῦ ὄντοσ‘ καὶ κατὰ τὴν στέρησιν ταύτην μεταβάλλοντος. οὐ γὰρ κατὰ τὴν πρὸς γλυκύτητα
25δύναμιν ἡ εἰς τὸ θερμὸν μεταβολή, οὐδὲ κατὰ τὴν ταύτης στέρησιν. καὶ διὰ τοῦτο μὲν ἐκ στερήσεως, τῷ δὲ τὴν ὕλην εἰδοποιεῖσθαι τοῖς ἐναντίοις καὶ τούτων εἶναι παρὰ μέρος δεκτικήν. τῶν γοῦν πρώτων ἐξ αὐτῆς γινομένων σωμάτων εἴδη δύο, αἱ πρῶται τῶν αἰτίων ἐναν‐ τιώσεων, θερμότητος καὶ ψυχρότητος, καὶ ξηρότητος καὶ ὑγρότητος.
30καὶ τούτοις ὁρίζεται τὰ ἁπλᾶ σώματα. ἐπεὶ τοίνυν τούτων δεκτικὴ καὶ εἴ ἐστι μετά τινος τούτων ἤ τινων, ἀναγκαῖόν ἐστιν αὐτήν,
ὅταν μὴ ἔχῃ τι τούτων ἀλλ’ ἐν στερήσει ᾖ αὐτῶν, † ἐν τοῖς ἐναν‐56

57

τίοις αὐτῶν γένεσιν οὖσιν ἔσται ἐξ ἀνάγκης ἐν τῇ τούτων στερήσει. καθὸ γάρ ἐστιν ἐν τῷ ἐναντίῳ τοῦ θερμοῦ, ἔστιν ἐν στερήσει αὐτοῦ, καὶ ἕως ἂν ἐν ἐκείνῳ ᾖ, [ἢ] μένει καὶ ἐν στερήσει. τῷ οὖν τῇ τοῦ ἐναντίου παρουσίᾳ τὴν τοῦ ἐναντίου στέρησιν συνεζεῦχθαι καὶ ἀναγκαίως καὶ ὅταν ἐκ
5τῆς στερήσεως αὐτοῦ εἰς τὴν ἕξιν μεταβάλλῃ, κατ’ ἐκεῖνο ὃ παρὸν αἴτιον ἦν τῷ ὑποκειμένῳ τοῦ εἶναι, ἐν τῇ τούτου γίνεται στερήσει. Ὅτι οὐ δείκνυται διὰ τοῦ συστέλλεσθαι τὰ σώματα εἰς ἑαυτὰ τὸ σῶμα διὰ σώματος χωρεῖν. Οὐ γὰρ τὰ συστελλόμενα 〈καὶ〉 εἰς ἑαυτὰ ἀναχωροῦντα συστέλλεται
10σώματος χωροῦντος διὰ σώματος. συστέλλεται γὰρ τοῦτο ὃ ἐνεργείᾳ ἔτι ὂν μένον ἐπὶ τῆς αὐτῆς οὐσίας 〈εἰσ〉 ἐλάττονα ὄγκον συνάγεται ἢ ὑπό τινος ἢ ὑφ’ ἑαυτοῦ. πάντα δὲ τὰ τοῦτο πάσχοντα ἀποκρίσει τινὸς τοῦτο ποιεῖ (ἢ γὰρ τοῦ πνεύματος χωριζομένου τὸ λοιπὸν σῶμα εἰς τὴν τέως ὑπ’ ἐκείνου χώραν κατεχομένην συνέρχεται, ἢ τοῦ ὑγροῦ τοῦ ἐν αὐτοῖς παρεσπαρ‐
15μένου), ἡ δὲ ὕλη οὐδὲ τὴν ἀρχὴν συστέλλεται τῷ μηδ’ ἐνεργείᾳ ὑφε‐ στάναι. γίνεται δὲ τὰ ὑπ’ αὐτῆς σώματα ποτὲ μὲν ἐπὶ μείζονος ὄγκου, ποτὲ δ’ ἐπ’ ἐλάττονος τῷ τῶν σωμάτων τὰ μὲν εἶναι παχύτερά τε καὶ στερεώτερα, τὰ δὲ λεπτότερά τε καὶ ὑγρότερα, ὧν τὰ μὲν παχύτερά τε καὶ στερεώτερα εἰς τὸν ἴσον ὄγκον πλείονος ὄγκου δεῖται, τὰ δὲ ὑγρότερά τε
20καὶ λεπτότερα ἐλάττονος. διὸ ποτὲ μὲν ἐπὶ τῆς αὐτῆς ὕλης ἐστὶν σῶμα πλείονα κατέχον τόπον, ποτὲ δὲ ἐλάττονα τῷ τὴν αὐτὴν ὕλην τῶν ἑκα‐ τέρου τῶν σωμάτων ποιητικῶν ποιοτήτων εἶναι δεκτικήν. εἰ μὲν οὖν ἐν τῇ τῶν σωμάτων χωρήσει δι’ ἀλλήλων ἐγίνετο φθορά τις [καὶ] ἢ μεταβολὴ εἰς παχυμερέστερα σώματα, ἴσως ἂν ἐδύνατο ὃν τέως τὸ ἕτερον κατεῖχεν
25τόπον, τοῦτον ὕστερον κατέχειν τὸ ἐκ τῆς ἀμφοτέρων μίξεως γινόμενον, εἰ δὲ τὰ αὐτὰ μένει (ἑκάτερον [ὁ] γὰρ αὐτῶν δοκεῖ σώζειν [ἢ] τὴν ἑαυτοῦ φύσιν), πῶς ἂν † ἔτι γίγνοιτο τοῦτο γίνεσθαι; ἔτι ἔνια μιγνύ‐ μενα, οὐ μόνον οὐ παχύτερον ἀλλὰ καὶ λεπτότερον † αὐτὸ ἢ πρόσθεν ἦν ποιεῖ, ὥστε ἔδει αὐτὸ ἐπὶ μείζονος γιγνόμενον ὄγκου καὶ τόπον κατέχειν
30πλείονα.57

58

Πρὸς Πλατωνικοὺς τοὺς ἐκ τῶν τριγώνων τὰ σχήματα καὶ τὰ εἴδη τῶν σωμάτων συγκεῖσθαι λέγοντας, οὐ τὰ σώματα. Ἐν πάσῃ μεταβολῇ ἐστι τὸ ὑποκείμενον, οὗ τὸ μεταβάλλειν κατηγο‐ ρεῖται (ἔν τε γὰρ τῇ φορᾷ τὸ φερόμενον ὑπόκειται καὶ ἐκεῖνο τὸ μετα‐
5βάλλον, ἔν τε τῇ αὐξήσει τε καὶ μειώσει τὸ αὐξόμενόν τε καὶ μειούμενον, καὶ ἐν τῇ κατ’ ἀλλοίωσιν τὸ ἀλλοιούμενον), ἀλλὰ καὶ ἐν τῇ κατὰ γένεσιν καὶ φθορὰν μεταβολῇ ἐξ ὑποκειμένου τινὸς ἡ μεταβολή (οὐ γὰρ [μὴ] ἐκ τοῦ μὴ ὄντος ἡ γένεσις καὶ εἰς τὸ μὴ ὂν ἡ φθορά), καὶ ἔστιν ἐν ταύτῃ τῇ μεταβολῇ τὸ ὑποκείμενον ᾗ ὑποκείμενον. καὶ ἐπὶ τῆς τῶν ἁπλῶν δὴ
10σωμάτων γενέσεώς τε καὶ φθορᾶς ὑποκεῖσθαί τι δεῖ καὶ τοῦτο εἶναι ὕλην αὐτῶν. ἐξ οὗ γὰρ πρώτου ἐνυπάρχοντός τινα γίνεται καὶ εἰς ὃ ἔσχατον διαλύεται, τοῦτο ὕλη αὐτῶν ἐκείνων. καὶ τὰ ἁπλᾶ δὴ σώματα ἐξ οὗ πρώτου ὑποκειμένου γίνεται, καὶ εἰς ὃ ἔσχατον διαλύεται, τοῦτο ὕλη αὐ‐ τῶν. ἀλλὰ μὴν εἰ τοῖς ἁπλοῖς σώμασιν ὑποκείμενον τὰ τρίγωνα (ἐκ τού‐
15των γὰρ πρώτων ἡ γένεσις αὐτῶν κατ’ αὐτούς, καὶ εἰς ταῦτα ἔσχατα ἡ ἀνάλυσις), τὰ τρίγωνα ὕλη τῶν ἁπλῶν σωμάτων, εἶδος δὲ ἡ ποιὰ καὶ ποσὴ τούτων σύνθεσις. εἰ δὲ τοῦτο, τὰ σώματά ἐστιν, ἀλλ’ οὐ τὰ εἴδη τῶν σωμάτων τὰ γινόμενα ἐκ τῶν τριγώνων κατ’ αὐτούς. εἰ γὰρ εἴη τις αὐτοῖς καὶ ἄλλη ὕλη ὑποκειμένη, εἴη δὲ καὶ τὰ τρίγωνα, δύο ἂν ὕλας ἔχοι,
20οὐδετέρας εἰς οὐδετέραν ἀναφέρεσθαι δυναμένης. εἰ δὲ λέγοιεν τὴν ὕλην κατὰ ταῦτα * καὶ γίνεσθαι κατὰ μὲν τάδε τὰ τρίγωνα καὶ ὧδε σχηματι‐ σθεῖσαν πῦρ, κατὰ δὲ τάδε γῆν, τί δήποτε ἡ γῆ ἀμετάβλητος αὐτοῖς εἰς τὰ ἄλλα γενήσεται, ὁμοίως τῆς ὑποκειμένης ὕλης τῇ γῇ δυναμένης καὶ κατὰ τὸ τοῦ πυρὸς καὶ κατὰ τὰ τῶν ἄλλων σωμάτων εἰδοποιὰ σχηματίζε‐
25σθαι τρίγωνα; οὐδὲ γὰρ οὐδ’ ἐπὶ τῶν τριγώνων αὐτὰ ἦν τὰ τρίγωνα μεταβάλ‐ λοντα, ἀλλ’ ἡ ὑποκειμένη ὕλη ἐσχηματίζετο κατὰ ταῦτα *** εἰς ἄλληλα, μενούσης τῆς ὑποκειμένης ὕλης, ὁμοίως ἂν εἰς ἄλληλα πάντα μεταβάλλῃ, † οὐ φησὶ δ’ αὐτὰ ὁμοίως εἰς ἄλληλα μεταβάλλειν δῆλός ἐστιν ὕλην αὐ‐ τοῖς ὑποτιθεὶς τὰ τρίγωνα, ἐπεὶ μὴ ὁμοίως οἷά τ’ ἐστὶ συντίθεσθαί τε
30καὶ σχηματίζεσθαι, οὐδ’ εἰς ἄλληλα ἔτι μεταβάλλειν αὐτά φησιν. εἴ τι παρὰ τῆς ὕλης ἔχουσιν· εἰ γὰρ καὶ τὴν βαρύτητα παρὰ τῶν τριγώνων· τὸ γὰρ ἐκ πλειόνων τῶν αὐτῶν συγκείμενον βαρύτερον λέγειν οὐκέτ’ ἄν, εἰ γίγνοιτο ἐκ τῆς ἐκείνων συνθέσεως τὸ μαθηματικὸν σῶμα· εἰ δὲ μή,
[ἐκεῖνο τὸ φυσικὸν] παρὰ τῶν τριγώνων αὐτοῖς τὸ φυσικοῖς εἶναι σώμασιν.58

59

Εἰ τὰ κοινὰ νοήματα, τὰ δὲ νοήματα οὐ σώματα, οὐδ’ ἂν τὸ κοινὸν εἴη σῶμα, νόημά τε ὂν τοῦ κοινοῦ σώματος οὐδ’ ὁρισμὸς οὐκ ἔστι σώματος ὁρισμός. Ἢ τὰ κοινὰ οὐχ ἁπλῶς νοήματα, ἀλλὰ ἀπό τινων καὶ περί τινων,
5ταῦτα δ’ ἐστὶ τὰ καθέκαστα. γίνεται δὲ ἀπὸ τούτων τῶν οὐκ ὄντων κοινῶν τῷ ἀφαιρεῖσθαι αὐτῶν τῇ ἐπινοίᾳ, ταῦτα δὲ καθ’ αὑτὰ διαφέροντα ἀλλήλων καθέκαστά ἐστιν, ὧν ἀφαιρεθέντων τὸ καταλειπόμενον νόημα. ἢ ἐν ἅπασι τὸ κοινόν ἐστιν, ὃ τῷ μὴ οὕτως ὑφεστάναι, ὡς νοεῖται, δοκεῖ τὴν ὑπόστασιν ἔχειν ἐφ’ ὧν λέγεται, καὶ ἔστιν ὁρισμὸς τοῦ τοιούτου καὶ
10τοῦτον τὸν τρόπον νοουμένου καὶ διὰ τοῦ νοήματος εἶναι δοκοῦντος, οὐ τοῦ νοήματος, ἀλλὰ τοῦ οὕτω νοουμένου. μηνυτικὸς γὰρ ὁ ὁρισμὸς τοῦ ἀπὸ τοῦ πράγματος τοῦ ὁριζομένου νοήματος γεγονότος. σημεῖα γὰρ τὰ μὲν νοήματα τῶν πραγμάτων, οἱ δὲ λόγοι τῶν ἀπ’ ἐκείνων νοημάτων, ὥστε καὶ ὁ τοῦ σώματος ὁρισμὸς εἴη ἂν τοῦ νοήματος μηνυτικός, ὃ λέγομεν
15ἀπὸ τοῦ σώματος κατὰ ἀφαίρεσιν τῶν ὑπαρχόντων τοῖς καθέκαστα σώ‐ μασιν, ὧν ἀφαιρεθέντων τὸ καταλειπόμενον κοινὸν καὶ ταὐτόν ἐστιν ἐν ἅπασι τοῖς σώμασιν. ὢν δὲ τῆς τοῦ σώματος φύσεώς τε καὶ οὐσίας μη‐ νυτικὸς οὐκ ἂν εἴη ἀσωμάτου, οὐδ’ ἐπεὶ ἀσώματος οὗτος, καὶ τὸ νόημα τὸ ἀπὸ τοῦ σώματος διὰ τοῦτο ἄτοπόν τι λέγεται. ὁ μὲν γὰρ ὁρισμὸς
20λόγος, οὐ λόγος δὲ τὸ σῶμα. καὶ ἐν πᾶσι δὴ οὐ τοῦ σημαινομένου τὸ σημαινόμενον, ἐπεὶ αὐτὸ τοῦτο τίς ἀξιώσει καὶ τὸν τοῦ λευκοῦ λόγον λευ‐ κὸν εἶναι καὶ τὸν τοῦ βαρέος βαρύν; ὅτι μὲν γὰρ οὐ τοῦ νοήματος ὁ ὁρι‐ σμός, ὁ μὲν λέγει ‘τὸ τριχῆ διεστὸς ἁπτόν‘, οὐ τοιοῦτο δὲ τὸ νόημα· καὶ ὁ μὲν ‘ζῷον λογικὸν θνητόν‘, οὐδὲν δὲ τούτων ἐν τῷ νοήματι.
25Πῶς λέγομεν τὴν αὐτὴν δύναμιν ἅμα τῶν ἐναντίων εἶναι. Ὅταν λέγωμεν τὴν αὐτὴν δύναμιν εἶναι τῶν ἐναντίων, οὐ τοῦτο λέ‐ γομεν, ὅτι τῇ αὐτῇ δυνάμει καὶ περιπατεῖ τις καὶ ἠρεμεῖ, καὶ λέγει καὶ σιγᾷ. οὐ γὰρ καθ’ ἣν δύναμιν κινεῖται, κατὰ ταύτην καὶ ἠρεμεῖ (οὕτω γὰρ ἂν γίνοιτο καὶ τὸ κινεῖσθαι ταὐτὸν τῷ ἠρεμεῖν. εἴ γε ὧν ἡ δύναμις
30ἡ αὐτή, τούτων καὶ ἡ ἐνέργεια ἡ αὐτή), ἀλλ’ ἔστι τὸ λεγόμενον ἴσον τῷ
ὃ τὸ ἐναντίον τινὶ δύναται, τοῦτο καὶ τὸ ἐναντίον ἐκείνῳ δύναται. ὃ γὰρ59

60

πρὸς θάτερον τῶν ἐναντίων ἐπιτηδειότητα ἔχει, ἐξ ἀνάγκης καὶ πρὸς θά‐ τερον· συνεισάγει γὰρ ἡ θατέρου δύναμις τὴν θατέρου. ἡ αὐτὴ οὖν ἀντὶ τοῦ ἴση. τῷ γὰρ τὸ δύναμίν τινος ἔχον μηδέπω μὲν εἶναι ἐν ἐκείνῳ, δύνασθαι δὲ μεταβάλλειν εἰς αὐτὸ τὸ [δὲ] μεταβάλλον εἴς τι ἐξ ἐναντίου
5τινὸς αὐτῷ μεταβάλλει. καὶ γὰρ τὸ μεταξὺ ἐναντίον ἀεὶ τῷ τὸ εἰς τὸ ἐν‐ αντίον τινὶ μεταβάλλειν μέλλον ἐν τῷ ἐναντίῳ αὐτοῦ εἶναι· ἐκ τούτου γὰρ ἡ μεταβολή. τὸ δ’ ὂν ἔν τινι καὶ ἀποβάλλον αὐτό, ὡς δέχεσθαι αὐτοῦ τὸ ἐναντίον, [ἢ] ἀμφοτέρων δύναμιν ἔχει τῷ ἑκάτερον αὐτῶν παρὰ μέρος κατέχειν καὶ ἀποβάλλειν δύνασθαι. τῷ οὖν συνεισάγειν τὴν τοῦ ἑτέρου
10δύναμιν καὶ τὴν θατέρου, τούτῳ ἡ αὐτὴ δύναμις τῶν ἐναντίων λέγεται. τὸ δὲ πῦρ οὐκέτι τοῦ ψυχροῦ δύναμιν ἔχει θερμὸν ὄν, ὅτι μηδὲ θερμὸν οἷόν τε δυνάμει εἶναι τότε πῦρ [τε] ὂν † ἀλλὰ ἡ ἐνεργείᾳ τοιοῦτον. καὶ καθόλου ἀληθὲς τὸ οὗ τις δύναμιν ἔχει, τούτου δύνασθαι καὶ τὸ ἀντικείμενον. ἢ γὰρ ἐξ ἀνάγκης ἐν αὐτῷ ἔσται καὶ οὐ δυνήσεται ἔτι αὐτό, εἰ δύναται τοῦτο,
15δυνήσεται αὐτὸ τότε μὴ ἔχειν αὐτὸ δύναμιν ἕξει. εἰ δὲ τὸ μὴ ἔχειν ἀντίκειται τῷ ἔχειν, τὸ δύναμιν ἔχον τινὸς καὶ τοῦ ἀντικειμένου αὐτῷ δύναμιν ἔχει. οὐκ ἀνάγκη δὲ τῶν ἐναντίων καὶ τὰς δυνάμεις ἐναντίας λέ‐ γειν. τὰ μὲν γὰρ ἐναντία ἀδύνατον ἅμα τῷ αὐτῷ ὑπάρχειν, αἱ δὲ τῶν ἐναντίων δυνάμεις ἅμα εἰσὶν ἐν τῷ δυναμένῳ αὐτά, ὅταν ἐν μηδετέρῳ πως
20αὐτῶν ᾖ ἐνεργείᾳ. ὅτε γὰρ κηρὸς δύναται καὶ τρίγωνος γενέσθαι, τότε δύναται καὶ περιφερής. πρὸ τοῦ γοῦν ἐν μηδετέρῳ τούτων εἶναι τῶν σχη‐ μάτων οὐδὲν μᾶλλον εἰς τὸ ἕτερον αὐτῶν μεταβάλλειν 〈δύναται·〉 ἔχον μέντοι ἀμφοτέρων ἅμα τὰς δυνάμεις οὐχ οὕτως ἔχει ὡς καὶ ἀμφότερα ἅμα δέξασθαι δυνάμενον. οὐδὲν γὰρ ἅμα τῶν ἐναντίων ἐστὶ δεκτικόν, καί‐
25τοι ἅμα αὐτῶν τὰς δυνάμεις ἔχον. εἰ γὰρ μὴ ἔχοι ἡ ὕλη ἅμα πρὸς τὰ ἐναντία ἐπιτηδειότητα, ἀλλὰ νῦν μὲν αὐτῶν τόδε δύναιτο, νῦν δὲ τόδε, οὐκ ἂν εἴη ἔτι κατὰ τὸν αὑτῆς λόγον ἄποιος *** παρουσίᾳ τινος καὶ διαφορᾷ νῦν δὲ τὸ μὲν τῶν ἐναντίων, νῦν δὲ τὸ ἕτερον δυνήσεται. διὸ τὰς μὲν τῶν ἐναντίων δυνάμεις οὐ ῥητέον ἐναντίας, εἴ γε αὗται μὲν συνυπάρχουσιν, οὐχ
30οἷόν τε δὲ συνυπάρχειν τὰ ἐναντία, τὰς δ’ ἐπ’ αὐτῶν εἰς τὴν ἐνέργειαν
προόδους ἐναντίας ἐροῦμεν δὴ καὶ αὐτάς.60

61

Πῶς οὐχ ὁμοίως ταῖς στοχαστικαῖς τέχναις καὶ αἱ ἄλλαι τέχναι τέλος ἕξουσιν τὸ πάντα τὰ παρ’ αὐτὰς ποιεῖν πρὸς τὸ τοῦ προκειμένου τυγχάνειν. Εἰ τῶν στοχαστικῶν τεχνῶν τέλος εἶναί τις λέγοι τὸ πάντα τὰ παρ’
5αὐτὰς ποιεῖν πρὸς τὸ τοῦ προκειμένου τυγχάνειν, πῶς οὐχ ὁμοίως καὶ αὗ‐ ται τοῦ οἰκείου τεύξονται τέλους ταῖς οὐ στοχαστικαῖς τῶν τεχνῶν; δοκοῦσι δὲ κατὰ τοῦτο μάλιστα διαφέρειν τῶν ἄλλων αἱ στοχαστικαὶ [καὶ] τῷ μὴ ὁμοίως τοῦ τέλους τυγχάνειν. καθ’ οὓς μὲν τέλος ἐστὶν αὐταῖς τὸ τυχεῖν τοῦ προκειμένου, διαφέροιεν ἂν ταύτῃ· καθ’ οὓς δὲ τὸ προκείμενόν ἐστιν
10αὐταῖς τέλος, εἰ καὶ τὰ τοῦ τέλους μὴ ὁμοίως τυγχάνει, οὐ διαφέροιεν 〈ἂν〉 αὐτῶν κατὰ τὸ μὴ ὅμοιον αὐταῖς τὸ τέλος ἔχειν. ἐκεῖναι μὲν γὰρ τῷ τοῖς κατὰ τὴν τέχνην γινομένοις ἕπεσθαι τὸ οὗ χάριν γίνονται, καὶ τὴν ἀπο‐ τυχίαν αὐταῖς τοῦ προκειμένου κατὰ τὴν διαμαρτίαν τῶν γινομένων, οὐ τεχνικῶς γινομένων, ἕπεσθαι, τέλος ἔχουσι τὸ τυχεῖν τοῦ προκειμένου·
15ἴσον γὰρ ἐν ἐκείναις τῷ πάντα τὰ παρ’ αὐτὰς ποιῆσαι πρὸς τὸ τυχεῖν τοῦ προκειμένου τὸ καὶ τυχεῖν αὐτοῦ· ταῦτα γὰρ ποιούντων τὰ παρ’ αὐτὰς γίγνεται. ἐπὶ δὲ τῶν στοχαστικῶν τῷ μὴ πάντως τοῖς γινομένοις κατὰ τὴν τέχνην ἕπεσθαι τὸ οὗ χάριν, διὰ τὸ δεῖσθαι πρὸς τὸ τυχεῖν ἐκείνου πολλῶν, ἃ μὴ ἔστιν ἐπὶ μόνῃ τῇ τέχνῃ, ἔτι δὲ καὶ αὐτὰ τὰ κατὰ
20τὴν τέχνην γινόμενα μὴ ὡρίσθαι, μηδὲ τῶν αὐτῶν εἶναι ποιητικὰ τῷ μὴ πάντῃ ὁμοίως ἔχουσιν προσφέρεσθαι, ἀλλὰ πάντα ἤ γέ τινα καὶ ἄλλως ἐν αὐταῖς οὐχ ὡς προσεδοκᾶτο ἔσεσθαι, οὐ τὸ τυχεῖν τοῦ προκειμένου τέλος ἐστίν, ἀλλὰ τὸ ἀποπληρῶσαι τὰ τῆς τέχνης. ἢ τέλος μὲν καὶ ταύταις τὸ τυχεῖν τούτου οὗ χάριν πάντα τὰ παρ’ αὐτὰς ποιοῦσι, διὰ τοῦ πάντα τὰ
25παρ’ αὐτὰς ποιῆσαι, ἔργον δὲ ἴδιον αὐτῶν τὸ πάντα τὰ παρ’ αὐτὰς πρὸς τὸ τυχεῖν τοῦ προκειμένου ποιῆσαι τῷ μὴ μόνον τοῦτο ἀρκεῖν πρὸς τὸ τοῦ προκειμένου τυχεῖν, ἀλλὰ δεῖν καὶ ἄλλων τινῶν, ἃ οὐκ ἔστιν ἐπὶ τῇ τέχνῃ. Ὅτι 〈οὔκ,〉 εἰ ἔστιν τοῦ ὡς ὑπεκκαύματος πυρός, ὃ καὶ
30στοιχεῖόν ἐστι, θερμότερόν τι ἄλλο πῦρ, διὰ ταύτην τὴν αἰτίαν μίξει τοῦ ἐναντίου τοιοῦτον ἐκεῖνο. Οὐκ ἐπεὶ μᾶλλον θερμὸν τοῦ ὡς στοιχείου πυρός, ὃ καὶ ὑπέκκαυμα
λέγεται, ἡ ζέσις τοῦ πυρός, ὁποῖόν ἐστι καὶ τὸ παρ’ ἡμῖν πῦρ, ἤδη ἐν61

62

ἐκείνῳ τὸ ἔλαττον θερμὸν μίξει τοῦ ἐναντίου. ἡ γοῦν φλὸξ ἔλαττον μὲν θερμὸν τοῦ πεπυρωμένου σιδήρου, ἀλλ’ οὐ ψυχρότητος μίξει, ἀλλ’ ἔστιν ἡ ἐπίτασις ἐν τῷ σιδήρῳ παρὰ τὴν τῆς ὕλης στερεότητά τε καὶ ἀντιτυπίαν. τῷ γὰρ ἀντιβατικὴ εἶναι καὶ μὴ εἰκτὴ καὶ τὸ ἐν αὐτῇ θερμὸν τοιοῦτον
5παρέχεται. καὶ τὸ ὡς στοιχεῖον δὴ πῦρ, τὴν φύσιν ὂν μανόν τε καὶ ξηρὸν καὶ ἄμικτον ὕλης χορηγίαν παρέχειν δυναμένης τοιούτῳ πυρί, οὕτω θερμόν ἐστιν. ἀμέλει ταῦτα αὐτοῦ ἐξάπτεται, ὅσα ἐν αὐτῷ πίλησίν τινα ἔχει καὶ πυκνότητα καὶ τῷ τοιούτῳ πυρὶ τροφήν. διὸ καὶ εὐλογώτερον ἄν τις λέ‐ γοι τὸ τοιοῦτο πῦρ μεμῖχθαι τῷ ἐναντίῳ. τροφῆς γὰρ τοῦτο δεῖται καὶ
10σώζεται, ἕως ταύτην ἔχῃ, τροφὴ δὲ τὸ ἐναντίον τῷ ἐναντίῳ. ἔτι οὖν ἐπεὶ ὕλη τὸ τοιοῦτο πῦρ, ἔχοι ἄν τι καὶ τοῦ ἐναντίου αὐτῷ ὃ φέρον εἰς αὑτὸ μεταβάλλει. τὸ δὲ οὐκ ἐπὶ τροφῇ πῦρ, ἀλλ’ εἱλικρινές τε καὶ καθαρὸν ἄμικτον τοῦ ἐναντίου, τὸ καθ’ αὑτὸ ὑφεστός, ὡς καὶ τῶν ἄλλων στοιχείων ἕκαστον.
15Περὶ τοῦ τὴν φύσιν ὑπάρχειν ἀρχὴν κινήσεως. Ὅτι μὲν ἡ φύσις ἀρχὴ κινήσεως, δῆλον ἐκ τοῦ τῆς κινήσεως ἀρχῇ διαφέρειν τὰ φυσικὰ τῶν μὴ φυσικῶν σωμάτων, ᾧ δὲ διαφέροντα τὰ φυ‐ σικὰ τῶν μὴ φυσικῶν φυσικά ἐστι, τοῦτο εἶναι τὴν φύσιν. ὅσα μὲν οὖν σώματα γενητά ἐστιν ὄντα φυσικά, τούτοις ἡ γένεσις ἐν ἀλλοτρίοις γίνεται
20τόποις, καὶ ἔστιν ἡ κίνησις αὐτοῖς συνεργοῦσα πρὸς τὸ ἐν τῷ οἰκείῳ γενέσθαι τόπῳ, ἐν ᾧ γενόμενα ἠρεμεῖ τε κατὰ τόπον καὶ ἔστι καθό ἐστι γινόμενα τελειότητι (εἶχε γὰρ ἐν αὑτοῖς καὶ τὴν ἀρχὴν τῆς ἐπὶ τοῦτο κι‐ νήσεως), τοῖς δ’ ἀγενήτοις τε καὶ τῇ ἑαυτῶν φύσει τελείοις σώμασιν καὶ οὖσιν ἐν τῷ κατὰ φύσιν αὐτοῖς τόπῳ ἡ φύσις, τοῦτ’ ἔστιν ἡ ἐν αὐτοῖς
25ἀρχὴ τῆς κινήσεως, οὐκ εἰς τὴν ἐξ ἀτελείας εἰς τελειότητα μεταβολὴν συντελεῖ, οὐδὲ εἰς τὸ ἐπὶ τὸν κατὰ φύσιν αὐτοῖς τόπον ἐνεχθῆναι (τέλειά τε γάρ ἐστι καὶ οὐδέποτε ἐξίσταται τοῦ κατὰ φύσιν ἑαυτοῖς τόπου), ἀλλ’ εἰς τὸ διὰ τῆς κατ’ αὐτὸν ἐνεργείας ὁμοιοῦσθαι τῷ τῶν ὄντων ἀρίστῳ, τῇ ἀιδίῳ τε καὶ συνεχεῖ καὶ ὁμαλῇ κινήσει, μιμούμενα τό τε ἐνεργείᾳ
30δεῖν εἶναι αὐτοῦ καὶ τὸ ἀκίνητον καὶ τὴν στάσιν. διὰ μὲν τοῦ κινεῖσθαι τὸ ἐνεργείᾳ εἶναι αὐτοῦ (ἐνέργειά τις ἡ κίνησις· ἔδει γὰρ τὰ μιμού‐ μενα τὸ ἁπλῶς ἐνεργείᾳ ὂν καὶ μηδαμῶς κοινωνοῦν δυνάμεως δι’ ἐνεργείας τῆς κατὰ φύσιν αὐτοῖς τοῦτο ποιεῖν), διὰ δὲ τοῦ συνεχῶς [ἢ] καὶ τεταγ‐ μένως καὶ ὁμοίως ἀεὶ κινεῖσθαι τὴν ἀίδιον αὐτοῦ μεμίμηται φύσιν. οὔτε
35γὰρ μὴ κινούμενον ἦν ἂν σῶμα φυσικόν, ὃ κυριώτατον τῶν σωμάτων, οὔτε κινούμενον τοῦ στῆναί ποτε καὶ μὴ συνεχῶς κινεῖσθαι εὔλογον αἰτίαν ἔχει·
οὔτε γὰρ παρὰ τοῦ τόπου, οὔτε παρὰ τοῦ κινεῖσθαι παρὰ φύσιν, οὔτε62

63

παρὰ τῆς διὰ τὸ θνητὸν ἀσθενείας. διὸ κινούμενα συνεχῶς κατὰ τὴν ἐν αὐτοῖς φύσιν διὰ τῆς ἐν τῇ κινήσει μονῆς τὴν ἐκείνου μιμεῖται στάσιν. ὅτι δ’ οὐ τὸ κινεῖσθαι μόνον, ἀλλὰ καὶ τὸ συνεχῆ τε καὶ ἀίδιον κινεῖσθαι κίνησιν κατὰ φύσιν αὐτοῖς, δείκνυσι καὶ τὸ σχῆμα ἔχειν αὐτὰ σφαιρικόν,
5ἐπεὶ τὸ μὲν ἄριστόν τε καὶ τελειότατον τῶν σχημάτων τῷ ἀρίστῳ τῶν σωμάτων κατὰ φύσιν, τῷ δὲ τοιούτῳ σχήματι παρὰ φύσιν ἡ στάσις· διὸ οὐδὲ βάσιν ἔχει τινὰ καθ’ ἣν στήσεται. Ὅτι 〈εἰ〉 ὁ κόσμος ἀίδιός ἐστι, τὸ δὲ κόσμῳ εἶναι αὐτῷ ἡ τάξις ἐστίν, εἴη ἂν ἐν τῇ οἰκείᾳ οὐσίᾳ αὐτοῦ καὶ τοῦτο.
10 Εἰ ὁ κόσμος ἀίδιος τῇ ἑαυτοῦ φύσει, τὸ δὲ κόσμῳ εἶναί ἐστι τὸ ἐν τοιᾷδε τάξει εἶναί τινι, εἴη ἂν καὶ τὴν τάξιν παρὰ τῆς ἑαυτοῦ φύσεως ἔχων. εἰ δὲ τοῦτο, οὔτε πρὸς τὸ εἶναι οὔτε πρὸς τὴν τάξιν ἣν ἔχει δέοιτ’ ἂν τοῦ προνοήσαντος. ἀλλὰ μὴν πᾶν τὸ προνοοῦν ἢ τοῦ εἶναι 〈τὸ〉 προ‐ νοούμενον προνοεῖ ἢ τοῦ εὖ εἶναι, ὧν πρὸς μηδέτερον δεόμενος τοῦ προ‐
15νοήσοντος ὁ κόσμος οὐδ’ ἂν προνοοῖτο ὅλως. ἢ πᾶς μὲν ὁ κόσμος οὐ δεῖταί τινος προνοήσαντος, οὔτε πρὸς τὸ εἶναι, οὔτε πρὸς τὸ εὖ εἶναι, ἡ δὲ γινομένη πρόνοια ἐν τῷ κόσμῳ γίνεται μέρους μέν τινος ἐν τῷ κόσμῳ προνοοῦντος, μέρους δέ τινος προνοουμένου. ὅσον μὲν γὰρ αὐτοῦ σῶμα ἀγένητόν τε καὶ ἄφθαρτόν ἐστι, καὶ ἀεὶ κατὰ τὴν αὑτοῦ φύσιν τε καὶ ψυχὴν
20τεταγμένον, καὶ τὴν αὑτοῦ κίνησιν κινούμενον ἐφέσει μιμήσεως τοῦ πρώ‐ του θεοῦ, τοῦτ’ οὐδὲν δεῖται τοῦ προνοήσοντος, ἐν τῇ οἰκείᾳ φύσει τήν τε κατὰ τὸ εἶναι καὶ τὴν κατὰ τὸ εὖ εἶναι τελειότητα ἔχον, ὅσον δὲ αὐτοῦ γενητόν τε καὶ φθαρτὸν καὶ τῆς παρ’ ἄλλου βοηθείας δεόμενον πρός τε τὸ εἶναι καὶ πρὸς τὴν διὰ τῆς εὐτάκτου μεταβολῆς κατ’ εἶδος ἀιδιότητα, τοῦτ’
25ἐστὶ τὸ προνοούμενον ὑπὸ τῆς τοῦ θείου μέρους τοῦ κόσμου κινήσεως εὐ‐ τάκτου καὶ ποιᾶς σχέσεως πρὸς αὐτὸ κυβερνώμενον· [ὑφ’] ἧς, ἐφ’ ὅσον ἐνδέχεται θνητόν τι ὄν, μετέχον τάξεως, παρ’ ἐκείνων αὐτῆς τυγχάνον [δι’ αὐτῆς] φυλάσσει δι’ αὐτῆς τὴν κατ’ εἶδος ἀφθαρσίαν. Πῶς τὸ μεταβάλλον εἴς τι καθ’ ἣν ἔχει δύναμιν, τηρεῖ
30τὴν δύναμιν καὶ μετὰ τὸ μεταβάλλειν, εἰς ὃ μετέβαλλεν. Πῶς τὸ μεταβάλλον εἴς τι τῷ δύναμιν ἔχειν πρὸ τοῦ μεταβάλλειν εἰς αὐτὸ τῆς εἰς αὐτὸ μεταβολῆς [κινεῖται] τηρεῖ [τε] τὴν δύναμιν τὴν τοῦ
γίνεσθαι ἐκεῖνο πάλιν ἐξ οὗ μετέβαλλεν; καὶ γίνεται πάλιν ἐκεῖνο, ὡς63

64

λέγει Ἀριστοτέλης ἐπὶ τοῦ κόσμου, εἰ γενητὸς εἴη· διὰ τοῦτο γάρ φησιν αὐτὸν καὶ φθαρήσεσθαι. οὐ γὰρ οὕτως ἔχοντα ὁρᾶται τὰ γινόμενα· οὔτε γὰρ τὸ βάθρον τὸ ἐκ τοῦ τοιοῦδε ξύλου γεγονὸς φυλάσσει τὴν δύναμιν ἔτι τοῦ τοι‐ οῦτο γενέσθαι ξύλον, οὐδ’ εἰς ταὐτὸ ἡ μεταβολή τε καὶ φθορά, οὔθ’ ὁ ἔκ
5τινων κατὰ μεταβολὴν γινόμενος ἄνθρωπος πάλιν εἰς ἐκεῖνα φθείρεται, ἐξ ὧν ἡ γένεσις αὐτῷ, τόδε τὸ ἔμμηνον καὶ τόδε τὸ σπέρμα. ἢ τὰ μὲν κατὰ τὰς τέχνας γινόμενα οὐκ ἀνακάμπτει πάλιν ἐπὶ τὰς ὕλας, ὅτι μηδὲ ἦν τῆς τέχνης ἔργον ἡ ὕλη, ἐξ ἧς ἐποίει τὸ ἔργον, ἀλλὰ μηδ’ ἦν ἀντι‐ κειμένη τῷ ἔργῳ γινομένῳ, εἰς ὃ ἡ μεταβολὴ τῷ γινομένῳ. ἔχον δὲ τὸ
10ὑποκείμενον φυσικόν τε ὂν δύναμιν τοῦ δέξασθαί τε τοῦτο τὸ εἶδος καὶ μή, κἂν δέξηται, φυλάσσον τὴν δύναμιν τὴν τοῦ χωρίζεσθαι τοῦ εἴδους ὃ ἐδέ‐ ξατο, χωρίζεταί τε αὐτοῦ καὶ φθείρεται, καὶ γίνεται αὐτῷ ἡ φθορὰ ὥσπερ οὖν καὶ ἡ γένεσις ὑπὸ ἔξωθέν τινος ἤ τινος τοιούτου, εἰ ὡς τεχνικὸν φθεί‐ ροιτο, ἢ ὑπὸ φύσεως, εἰ τῇ τοῦ ὑποκειμένου σώματος φυσικῇ φθορᾷ συμ‐
15φθείροιτο καὶ τὸ τῆς τέχνης ἔργον. ἐπὶ δὲ [τῆς] τῶν φύσει γινομένων, ὥσπερ οὖν τὸ γινόμενον, οὕτω καὶ τὸ ὑποκείμενον φύσει, καὶ ἔστι πρῶτον μὲν ὑποκείμενον ἡ ὕλη, ἥτις οὐδέποτέ ἐστιν ἐνεργείᾳ καθ’ αὑτήν, ἐνερ‐ γείᾳ δὲ ὑποκείμενα τὰ στοιχεῖα, ἃ ἤδη μετά τινος ποιότητός τε ὄντα καὶ ἐναντιώσεως εἰς ἄλληλα μεταβάλλει κατὰ τὰς ἐναντιώσεις, ἃς ἔχει πρὸς
20ἄλληλα, τῆς ὑποκειμένης αὐτοῖς ὕλης κοινῆς τε οὔσης ἁπάσης καὶ ἀλλοι‐ ούσης τὸ εἶδος κατὰ τὴν ἐπικρατοῦσαν τῆς ποιότητος ἐναντίωσιν. τῷ γὰρ τόδε τι γεγονέναι, ἔχειν δὲ δύναμιν καὶ τοῦ ἐν τῷ ἐναντίῳ τοῦδε εἶναι φυλάσσουσα τὴν δύναμιν μεταβάλλει ποτὲ καὶ εἰς ἐκεῖνο· διὸ οὐδὲν ἄφθαρ‐ τον τῶν ἁπλῶν τε καὶ γενητῶν σωμάτων. γίνεται δὲ ἐκ τῶν ἁπλῶν τού‐
25των σωμάτων καὶ τὰ σύνθετα κατὰ μῖξίν τινα καὶ κρᾶσιν καὶ συμμετρίαν τῶν δυνάμεων, καθ’ ἣν οὐκ εἰς ἕν τι τῶν ἁπλῶν μεταβολὴ γίνεται, ἀλλ’ εἴς τι μεταξὺ μετέχον ἁπασῶν τῶν ποιοτήτων τε καὶ δυνάμεων τῶν ἐν τοῖς ἁπλοῖς σώμασιν ὑποκειμένων, ἔχοντα δὲ δύναμιν καὶ τοῦ χωρίζεσθαι πάλιν ἀπ’ ἀλλήλων τὰ σώματα ἁπλᾶ ἐκ τῆς τοιαύτης μίξεως ἀναλύεταί
30τε καὶ χωρίζεται. διὸ οὐχ οἷόν τέ τι τῶν ἐξ αὐτῶν συγκειμένων ἄφθαρ‐ τον εἶναι. γίνεται δὲ καὶ ἡ τῶν ζῴων γένεσις κατὰ συμμετρίαν τινῶν σωμάτων ἤδη μεμιγμένων αὐτῶν (οὐ γὰρ ἁπλοῦν σῶμα τὸ ἔμμηνον), καθ’ ἣν συμμετρίαν ἔμψυχά τε γίνεται καὶ ἡνωμένα καὶ τάσδε τινὰς τὰς δυ‐ νάμεις ἔχοντα. ἧς [ἢ] συμμετρίας λυομένης τῷ τὰ ἐξ ὧν ἐγένετο μετα‐
35βάλλοντα μὴ τηρεῖν τὰς δυνάμεις, καθ’ ἃς ἡ συμμετρία, ἀνάλυσίς τε καὶ διάλυσις αὐτῶν γίνεται οὐκ εἰς τὰ μηκέτ’ ἂν αὐτοῖς σωζόμενα, οἷον καὶ τὸ ἔμμηνον. τοῦτο μὲν γὰρ ἦν καὶ αὐτὸ σύνθετον, ἥτις σύνθεσις μετὰ
τὴν πρώτην μῖξίν τε καὶ ἁρμονίαν τῶν ἐξ ὧν ἡ σύνθεσις τῷ ζῴῳ σωμά‐64

65

των. μεταβάλλοντα δ’ ἐξ ὧν ταῦτα τὰ σώματα (ταῦτα δ’ ἦν τὰ στοιχεῖα σωζόμενα) λύεταί τε ἀπ’ ἀλλήλων ἀσυμμετρίας τινὸς ἐν αὐτοῖς γινομένης τῷ πλεονεκτήσαντι ἐξ αὐτῶν (οὐ γὰρ δύναμιν ἔχοντα, ὥστ’ ἐπ’ ἄπειρον τὴν τοιαύτην συμμετρίαν φυλάσσειν), καὶ ἔστιν ἥ τε τῶν ζῴων καὶ τῶν
5ἄλλων τῶν συνθέτων σωμάτων φθορὰ γινομένη εἰς τὴν τῶν στοιχείων ἀνά‐ λυσιν, ἐξ ὧν κατὰ συμμετρίαν τινὰ τὴν πρὸς ἄλληλα τῶν στοιχείων ἡ γέ‐ νεσίς τε αὐτῶν καὶ ἡ σύστασις. καὶ ὁ κόσμος δὲ τῶν ἔκ τινων σωμάτων ἐνεργείᾳ ὄντων κατὰ μεταβολήν τινα γέγονεν † δῆλον ὅτι τὰ σώματα ἐκεῖνα σώζεται ἐν αὐτῷ, ὧν κατὰ μεταβολὴν ἡ γένεσις αὐτῶν, σωζόμενα δὲ καὶ
10δυνάμενα κἀκείνως ἔχειν, ὡς ἔχοντα μεταβάλλειν εἰς τὸ κόσμος εἶναι, πάλιν ἂν μεταβάλλοι, εἰς ὃν μεταβάλλοντα οὐκέτ’ ἂν ὁ κόσμος εἴη, ὥσπερ ὁρῶμεν μεταβάλλοντα τά τε ἁπλᾶ σώματα εἰς ἄλληλα πρῶτα † ἣν ὑπο‐ κειμένην αὐτοῖς ὕλην εἶναι δεκτικὴν τῶν εἰδοποιούντων τὰ πρῶτα σώματα, καὶ τὰ σύνθετα, ὅταν ἢ διὰ τὴν φύσιν ἢ διά τινα ἔξωθεν περίστασιν
15ἐπικρατήσῃ τι ἐν αὐτοῖς, ὃ λύει τὴν συμμετρίαν αὐτῶν πρὸς ἄλληλα, καθ’ ἣν τὸ εἶναι τῷ συνθέτῳ σώματι. Ὅτι μὴ κατὰ συμβεβηκὸς ἡ πρόνοια κατὰ Ἀριστοτέλη. Πρῴην ἡμῖν γινομένων πρὸς τοὺς ἑταίρους περὶ προνοίας λόγων, καὶ πειρωμένου μου δεικνύναι, ὅτι τέ ἐστι κατὰ Ἀριστοτέλη ἀπὸ τῶν θείων
20τῶν θνητῶν ἐπιμέλειά τις καὶ πρόνοια, καὶ τίς, καὶ τίνα γινομένη τὸν τρό‐ πον ὄντος ἑτοίμου λέγειν, εἶπέ τις τῶν παρόντων πρῶτον ἄξιον εἶναι μα‐ θεῖν, πῶς ἀποκρίνασθαι δεῖ πρὸς τοὺς ἐρωτῶντας, πότερα χρὴ προηγου‐ μένως λέγειν τὰ θεῖα τῶνδε προνοεῖσθαι καθ’ ἡμᾶς, ἢ κατὰ συμβεβηκός. οἱ γὰρ οὐ φάσκοντες εἶναι κατὰ Ἀριστοτέλη πρόνοιαν τὴν ὑφ’ ἡμῶν λε‐
25γομένην γίνεσθαι, πρόνοιαν κατὰ συμβεβηκός φασι γίνεσθαι λέγεσθαι. εἰ δὲ ἐν πᾶσιν, οἷς προστίθεται, τὸ κατὰ συμβεβηκὸς τοῦ μὴ κυρίως εἶναι τούτοις ἃ λέγεται σημεῖόν ἐστι, τὸ δὲ μὴ κυρίως ὂν οὐδ’ ὄν πως, οὐδ’ ἂν ἡ κατὰ συμβεβηκὸς λεγομένη πρόνοια εἴη πρόνοια μετὰ τοιαύτης προσ‐ θήκης λεγομένη. κατὰ συμβεβηκός τε γὰρ κεκινῆσθαι λέγεται τὰ μὴ κι‐
30νούμενα κυρίως τε καὶ καθ’ αὑτά, καὶ κατὰ συμβεβηκὸς αἴτια μὲν ταῦτα, ἀφ’ ὧν μηδεμία συντέλεια προηγουμένως πρὸς τὰ ὧν αἴτια εἶναι λέγεται. εἰ δὴ καὶ τὴν πρόνοιαν μετὰ ταύτης γίνεσθαι τῆς προσθήκης λέγομεν, ἴσως ἐξ ὧν λέγομεν αὐτοὶ περὶ προνοίας ἀναιροῖμεν ἂν τὸ εἶναι τὴν πρόνοιαν. ὡς γὰρ τὴν κίβδηλον δραχμὴν οὐχ οἷόν τε δραχμὴν εἶναι λέγειν τῷ ἀναι‐
35ρετικὸν αὐτῆς εἶναι τὸ προσκείμενον, οὕτως οὐδὲ τὴν κατὰ συμβεβηκὸς65

66

πρόνοιαν οἷόν τε λέγειν πρόνοιαν τῷ τὸ κατὰ συμβεβηκὸς ἐν πᾶσιν ἐπὶ ἀναιρέσει τοῦ ᾧ συντίθεται προστίθεσθαι. Καὶ ἐγὼ πρὸς αὐτόν· τί δέ; ἀναγκαῖον εἶναί σοι δοκεῖ τὴν πρόνοιαν θατέρῳ τούτων προσγενέσθαι, καὶ δεῖν τὸν ἀποκρινόμενον πρὸς τὸν οὕτως
5ἐρωτῶντα ἢ προηγουμένως καὶ καθ’ αὑτὸ γίνεσθαι λέγειν αὐτὴν ἢ κατὰ συμβεβηκός; Καὶ ὅς· τί γὰρ ἄν τις λέγων ἄλλο παρὰ ταῦτα δόξειεν κατὰ λόγον ποιεῖσθαι τὴν ἀπόκρισιν; Δῆλον, εἶπον, ὡς εἰ μὲν μηδὲν φαίνοιτο δυνάμενον εἶναι μεταξὺ τοῦ
10καθ’ αὑτὸ καὶ τοῦ κατὰ συμβεβηκός, ἀνάγκη τὸν ἀποκρινόμενον ὑγιῶς πρὸς τὴν ἐρώτησιν ἐν θατέρῳ τὴν πρόνοιαν τίθεσθαι, εἰ δ’ ἐστί τι δυνάμενον εἶναι τούτων μεταξύ, φανερὸν ὡς ὁ τοῦτο δείξας εἴη ἂν δεικνὺς τὴν ἐρώ‐ τησιν οὐκ ἀναγκαίαν τῷ μὴ πάντας τοὺς δυναμένους λέγεσθαι τρόπους τῆς προνοίας περιειληφέναι.
15 Καὶ τί ἄν, εἶπεν, εἴη τοιοῦτον, ὃ τῷ παραλελεῖφθαι παραλύει τὸ τῆς ἀποκρίσεως ἀναγκαῖον; Κἀγώ· δοκῶ μοι τοῦτο γνώριμον ἔσεσθαι, εἴτε τοῦτον ἔχει τὸν τρό‐ πον εἴτε καὶ μή, εἰ πρῶτον ὑπομνήσαιμεν ἑαυτούς, τίνος ποτὲ ἐκείνων ἑκά‐ τερον † εἶναι μηνυτικόν, λέγω δὲ τό τε καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός. τοῦ
20δ’ ὀρθῶς με φήσαντος λέγειν ἐπειρώμην τὸ σημαινόμενον ὑφ’ ἑκατέρου τῶν ἐν τῇ ἐρωτήσει κειμένων ἐκτίθεσθαι, λέγων καθ’ αὑτὸ μὲν προνοεῖν τινος λέγεσθαι τοῦτον, ὃς ποιησάμενος σκοπὸν τὴν ὠφελίαν τοῦ προκειμένου ἐνεργεῖ τε καὶ πράττει ταύτης χάριν τὰ δι’ ὧν οἴεται τοῦ προκειμένου τεύξεσθαι σκοποῦ, τέλος ποιούμενος τῶν ἐνεργειῶν τὴν ὠφελίαν τοῦ προ‐
25νοουμένου· κατὰ συμβεβηκὸς δὲ προνοεῖν λέγεταί τί τινος, ὅταν, μηδὲν τοῦ προνοεῖν οὕτως λεγομένου πράττοντος ὑπὲρ ὠφελίας τοῦ προνοουμένου, ἔκ τινων ὑπ’ ἐκείνου γινομένων ὠφελεῖσθαί τι συμβαίνῃ, μηδὲ τὴν ἀρχὴν γνωρίζοντος τὸ συμβαῖνον τοῦ τοῦτον προνοοῦντος τὸν τρόπον. θησαυρόν τε γὰρ εὑρηκέναι δοκεῖ κατὰ συμβεβηκὸς ὁ πρώτως ἄλλου τινὸς ὀρύσσων
30χάριν, μηδὲ εὑρήσειν προσδοκῶν· καὶ ὑπὸ κεραυνοῦ τινος ἀπόλωλε κατὰ συμβεβηκὸς τῷ τὸν κεραυνὸν μήτε τούτου χάριν ἐνεχθῆναι, μήτε τοῦ τοῦτο ἔσεσθαι ἔννοιάν τινα γεγονέναι τῷ τοῦ κεραυνοῦ ποιητῇ εἴτε καὶ δη‐ μιουργῷ. ἡ γὰρ γνῶσίς τινος τῶν ἑπομένων τοῖς γινομένοις ἄλλου χάριν παραλύει τὸ γίνεσθαι κατὰ συμβεβηκὸς αὐτὰ τῷ κατὰ συμβεβηκὸς μὲν εἶναι
35τὸ παρὰ λόγον γίνεσθαι δοκοῦν, τὴν δὲ πρόγνωσιν τῶν κατὰ λόγον γινο‐66

67

μένων σημεῖον εἶναι δοκεῖν. ἢ γὰρ οὐκ ἐπὶ τούτων καὶ τῶν οὕτως γινο‐ μένων κατηγοροῦμεν τὸ συμβεβηκός; Κἀκεῖνος· οὐκ ἐπ’ ἄλλων μέν. τὴν γοῦν τύχην κατὰ συμβεβηκὸς αἰ‐ τίαν εἶναι λέγοντες † οὐκ ἔλαττον αὐτὴν ὁρίζομεν τοῦ σπανίως γίνεσθαι τῷ
5ἀπροοράτῳ. Ἀλλὰ μήν, ἔφην ἐγώ, τοιαύτης οὔσης τῆς τε καθ’ αὑτὸ καὶ τῆς κατὰ συμβεβηκὸς προνοίας οὐκέτ’ οἶμαί σε δεήσεσθαι πολλῶν λόγων πρὸς τὸ μὴ ἡγεῖσθαι ἱκανῶς ἔχειν τὴν ἐρώτησιν τὴν ἀξιοῦσαν τὴν πρόνοιαν εἴς τε τὴν καθ’ αὑτὸ καὶ τὴν κατὰ συμβεβηκὸς διαίρεσιν μόνας.
10 Ὀρθῶς λέγεις, εἶπεν· εἰ γάρ τις γνωρίζει τὴν γινομένην ὠφελίαν εἴς τινα ἐκ τῶν ὑφ’ αὑτοῦ γινομένων ἄλλου χάριν, δῆλον ἐκ τῶν προειρημέ‐ νων ὅτι μήτε καθ’ αὑτὸ μήτε κατὰ συμβεβηκὸς οὗτος προνοεῖ τοῦ τοῦτον τὸν τρόπον ὑπό τινος τῶν ὑφ’ αὑτοῦ γινομένων ὠφελουμένου. Τί δέ, εἶπον ἐγώ, εἰ πρὸς τῷ γνωρίζειν τὴν ὠφελίαν τὴν γινομένην
15εἴς τινα καὶ κατὰ τὴν ἑαυτοῦ βούλησιν γίνοιτο, οὐ πολὺ πλεῖον ἔτι τὴν οὕτως γινομένην πρόνοιαν ἐρεῖς ἀφεστάναι τῆς κατὰ συμβεβηκός; Καὶ ὅς· πάνυ μὲν οὖν. σχεδὸν γὰρ ἡ τοῦτον γινομένη τὸν τρόπον ὄντα καθ’ αὑτὸ προνοεῖν τινος τὸ ἕνεκα τοῦ προνοουμένου πάντα ποιεῖν, κατὰ συμβεβηκὸς δὲ τὸ ἕνεκα μὲν ἄλλου τινὰ ποιεῖν, οὐ γνωρίζον δὲ τὴν
20εἰς τοῦτο δι’ ἐκείνου γινομένην ὠφελίαν, οὐδὲ βουλόμενον. τὸ δὲ μὴ ἕνεκα μὲν τούτου ποιοῦν, γνωρίζον δὲ καὶ βουλόμενον ὠφελεῖσθαι τοῦτο, προνοοῖ μὲν ἂν τούτου, οὔτε δὲ καθ’ αὑτὸ οὔτε κατὰ συμβεβηκός. [καὶ εἰ ὠφελοῖ μὲν τοῦτο, ἐφ’ ἑαυτὸ δὲ τὴν ἀναφορὰν ποιοῖτο τῆς ὠφελίας, οὐδὲ τοῦτο καθ’ αὑτὸ οὐδὲ κατὰ συμβεβηκὸς προνοεῖ· καὶ εἴ τι τῶν μὲν καθόλου καθ’
25αὑτό, τῶν δ’ ἐν μέρει κατὰ συμβεβηκός, οὐδὲ τοῦτο ἁπλῶς οὔτε καθ’ αὑτὸ οὔτε κατὰ συμβεβηκὸς τῶν καθ’ ἕκαστα προνοεῖ, οὐ καθ’ αὑτὸ μέν. ὅτι 〈οὐ〉 τούτων ἕνεκα, οὐ κατὰ συμβεβηκὸς δέ, ὅτι οὐχ ἕτερον τὸ καθόλου τῶν κατὰ μέρος (ἐν γὰρ τούτοις αὐτῷ τὸ εἶναι) ἀποδεῖν τοῦ γίγνεσθαι καθ’ αὑ‐ τὴν προηγουμένως.]
30 Τί δ’ ἄν, εἶπον, λέγοις περὶ τοῦ προνοοῦντος μέν τινων, ἐφ’ ἑαυτὸν μέντοι τὴν ἀπὸ τῶν προνοουμένων ὠφελίαν ἀναφέροντος; ὃν τρόπον ὁρῶ‐ μεν τούς τε ποιμένας τῶν προβάτων προνοουμένους, καὶ τοὺς βουκόλους τῶν βοῶν, καὶ τῶν αἰγῶν τοὺς αἰπόλους, ὁμοίως δὲ καὶ τοὺς ἱππονόμους
καὶ τοὺς συβώτας τῶν νεμομένων τε καὶ βοσκομένων ὑπ’ αὐτῶν.67

68

Ἀλλ’ οὗτοί γε, ἔφη, καὶ πᾶσά γε ἡ τοῦτον τὸν τρόπον γινομένη πρό‐ νοια ὀλίγον τι διαφέρει τῆς γινομένης προηγουμένως τε καὶ καθ’ αὑτήν· τῶν γὰρ ἄλλων γινομένων ὁμοίως ὁ σκοπὸς μετατιθέμενος μόνος τῆς τοι‐ αύτης προνοίας [ὁ] πρὸς τὴν καθ’ αὑτὸ ποιεῖ τὴν διαφοράν.
5 Τί δ’, οὐχὶ καὶ ὁ λέγων, ἔφην, τῷ μὲν καθ’ αὑτὸ γίνεσθαι τὴν πρό‐ νοιαν, τῷ δὲ κατὰ συμβεβηκός, καθ’ αὑτὸ μὲν τῶν καθόλου, κατὰ συμβε‐ βηκὸς δὲ τῶν ὑπ’ αὐτά, ἄλλον τινὰ τρόπον προνοίας λέγει παρὰ τοὺς ῥη‐ θέντας ἐξ ἀρχῆς; Πῶς γάρ, εἶπεν, οὐκ ἄλλον, εἴ γε τὸ κοινὸν ἄλλο μὲν ἑκάστου τῶν
10ὑφ’ ἑαυτό, ἐν τούτοις μὲν τὸ ἕν τι εἶναι ἔχον, καὶ διὰ τοῦτο κοινωνοῦν πως αὐτοῖς τῶν εἰς αὐτὸ γινομένων προηγουμένως; Κἀγὼ πρὸς αὐτόν· δῆλον τοίνυν, εἶπον, ἐκ τῶν ὡμολογημένων, ὅτι καθ’ ὃν ἄν τις τῶν ὕστερον ῥηθέντων τρόπον τὴν πρόνοιαν γίνεσθαι λέγῃ, οὔτε προηγουμένως οὔτε κατὰ συμβεβηκὸς ἂν αὐτὴν γίνεσθαι λέγοι.
15 Δῆλον γὰρ οὖν εἶπεν. Ἀλλὰ μήν, ἔφην, τούτου δήλου γεγονότος δῆλον, ὡς οὔτε ἡ πρώτη εἰς ἣν ἔφης ἐρωτᾶν τινας, ἀποκρίσεως ἀξία, οὔθ’ ὁ κατά τινα τούτων τῶν τρόπων τὴν πρόνοιαν γίνεσθαι λέγων ἀναιρεῖ τὴν πρόνοιαν, ὡς δοκεῖ ποιεῖν ὁ κατὰ συμβεβηκὸς αὐτὴν γίνεσθαι λέγων. τὸ γὰρ ἀφεμένους τούτων τινὶ
20τῶν τρόπων ἀνατιθέναι τὴν ἐκ τῶν θείων τῶν ἐν γενέσει τε καὶ θνητῶν πρόνοιαν τοὺς θεοὺς λέγειν διὰ τὴν τῶν θνητῶν σωτηρίαν τὰς οἰκείας ἐν‐ εργείας ἐνεργεῖν παντελῶς ἀλλότριον θεῶν. παραπλήσιον γὰρ τοῦτο τῷ λέ‐ γοντι τοὺς ἐλευθέρους καὶ τοὺς δεσπότας τῶν οἰκετῶν εἶναι χάριν καὶ τὰς οἰκείας ἐνεργείας ἕνεκα τῆς ἐκείνων σωτηρίας τε καὶ τάξεως ἐνεργεῖν, εἴπερ
25δεσπόται τῶν ἄλλων πάντων οἱ θεοί. εἰ γὰρ ἐν πᾶσι τιμιώτερον τοῦ ἄλλου χάριν ὄντος τὸ οὗ χάριν ἐστίν τι, εἴ γε τιμιώτερον τὸ τέλος τῶν πρὸ αὐ‐ τοῦ, ἔσται κατὰ τοὺς οὕτω λέγοντας ὁ μὲν οἰκέτης τε καὶ δοῦλος τιμιώ‐ τερος τοῦ δεσπότου, τῶν δὲ θείων τὰ θνητά. καίτοι γε ἐπὶ μὲν τῶν δού‐ λων καὶ τῶν δεσποτῶν ἔστιν εἰπεῖν ἀντίδοσιν αὐτοῖς τινα γίγνεσθαι παρ’
30ἀλλήλων διὰ τῶν ἐνεργειῶν ἃς ἐνεργοῦσιν· τὰς μὲν γὰρ τῶν δεσποτῶν ἐνεργείας τῆς σωτηρίας τῶν δούλων γίνεσθαι χάριν, συντελεῖν πάλιν εἰς τὴν τῶν δεσποτῶν σωτηρίαν. ἐν γὰρ τῇ τῶν δούλων ἐνεργείᾳ τὴν τῶν δεσποτῶν σωτηρίαν κεῖσθαι, ὡς εἶναι ἑκάτερόν πως ἑκατέρου τέλος, τὸ δὲ τὴν τῶν θεῶν σωτηρίαν δεῖσθαι λέγειν τῆς τῶν θνητῶν ἐνεργείας ἄτοπον
35ἂν εἶναι δόξειε παντάπασιν.
Πῶς γὰρ οὔκ;68

69

Ἄτοπον δὲ τούτῳ παραπλησίως καὶ τὸ τέλος καὶ τἀγαθὸν τῶν θεῶν εἶναι λέγειν ἐν τῇ τῶν θνητῶν τάξει τε καὶ προνοίᾳ, καὶ ταῦθ’ ὁρῶντα πολλὰ τῶν ἐν τοῖσδε γενομένων οὐκ ἄξια τῆς θείας τάξεως. ἀλλ’ εἰ τὰς οἰκείας τὸ θεῖον ἐνεργήσει ἐνεργείας τῆς τῶν θνητῶν σωτηρίας, οὐχ αὑτοῦ
5χάριν, παντάπασιν ἂν δόξειε τῶν θνητῶν εἶναι χάριν. ποιήσει δὲ τοῦτο κατὰ τοὺς ἐν τῷ προνοεῖν τὴν οὐσίαν αὐτοῦ τιθεμένους. τί γὰρ ἄλλο τὸ θεῖον ἔσται κατὰ τὸν γράφοντα ‘ἐπεὶ τί τὸ καταλειπόμενον ἢ τῆς χιόνος, ἂν ἀφέλῃ τὸ λευκὸν καὶ τὸ ψυχρόν; τί δὲ πυρός, ἂν τὸ θερμὸν σβέσῃς, μέλιτος δὲ τὸ γλυκὺ καὶ τῆς ψυχῆς τὸ κινεῖσθαι καὶ τοῦ
10θεοῦ τὸ προνοεῖν;‘ εἰ γὰρ ἐν τῷ προνοεῖν τὸ εἶναι θεῷ κατὰ τὸν οὕτω λέγοντά τε καὶ γράφοντα, πᾶν δὲ τὸ προνοοῦν προνοεῖ τινος, καὶ ἔστι προνοεῖν τὸ τὰς οἰκείας ἐνεργείας ἐνεργεῖν χάριν τοῦ προνοουμένου, πᾶσα ἂν ἀνάγκῃ γένοιτο ἡ ὡς θεοῦ ἐνέργεια τῷ θεῷ χάριν τῶν προνοου‐ μένων, ἢ πῶς σοι δοκεῖ;
15 Καὶ ὅς· τί γὰρ ἄλλο λέγει ὁ τὴν οὐσίαν τῶν θεῶν ἐν τῷ προνοεῖν τιθέμενος οὕτως, ὡς ἐν τῷ θερμῷ τὴν τοῦ πυρός; Τί οὖν, ἔφην, οὐκ ἐν πᾶσιν ἀτελέστερα τὰ πρὸς τὸ τέλος συντελοῦντα τοῦ τέλους αὐτοῦ; Πῶς γάρ, εἶπεν, ἄλλως;
20 Τί δ’, οὐχὶ καὶ πᾶν τὸ τὰς οἰκείας αὑτῷ καὶ κατὰ φύσιν ἐνεργείας ἄλλου χάριν ἐνεργοῦν ἐκείνου χάριν ἀναγκαῖον εἶναι λέγειν, ἄλλως τε καὶ ἂν ἐν τῇ οὐσίᾳ αὐτοῦ τὸ τοιοῦτον ᾖ; Πάνυ μὲν οὖν. Ἀλλὰ μὴν τὸ τέλος ἄλλο τι πρόκειται, οὗ ποιεῖ χάριν ὃ ποιεῖ, καὶ
25〈ὃ〉 ἐν τῇ οἰκείᾳ οὐσίᾳ ἔχει τὸ εἶναι ἄλλου χάριν, τοῦτ’ ἀναγκαῖον ἀτελές τε εἶναι καὶ δεύτερον τιμῇ τούτου, οὗ χάριν ἐστίν. Οὕτως, ἔφη. Ἀναγκαῖον οὖν ἄρα τοῖς τοιαύτην εἶναι τὴν ἐκ τῶν θείων πρόνοιαν τῶν θνητῶν λέγουσιν ἀτελές τε τὸ θεῖον τῶν θνητῶν λέγουσι καὶ ὂν
30τούτων χάριν, οὗ τί γένοιτ’ ἂν ἀσεβέστερον ἢ ἀλλοτριώτερον τῆς τῶν θεῶν οὐσίας τε καὶ προλήψεως; Καὶ ὅς· ἀληθῆ μὲν λέγεις, εἶπεν, καὶ ἀνάγκη ταῦτά τε ἕπεσθαι τοῖς
τοιαύτην καὶ οὕτως γίνεσθαι τὴν πρόνοιαν λέγουσι καὶ ἄλλα τούτοις παρα‐69

70

πλήσια. πολλὰ γὰρ τὴν ἀρχὴν οὐδὲ γνώσεως ἄξια εἶναι δόξει τῶν ἐν‐ ταῦθα γινομένων, μήτε ὑπὸ τῆς ἐκείνων γίνεσθαι προνοίας. ἄτοπον δ’ ἂν ἕποιτο τοῖς ἀνατιθεῖσι μὲν πάντα τῇ προνοίᾳ, λέγουσι δὲ καὶ μόνον τὸ καλὸν ἀγαθόν, καὶ τοῦτ’ ἐφ’ ἡμῖν εἶναι τιθεμένοις, τινὸς ἀγαθοῦ τοῖς ἀν‐
5θρώποις κατ’ αὐτοὺς † οἷόν τι γίνεσθαι τὴν θείαν πρόνοιαν, ἐν ᾗ τὸ εἶναι τοῖς θεοῖς φασιν εἶναι. διὸ τὸν μὲν περὶ τούτων λόγον ὑπερθώμεθα εἰς σχολὴν μακροτέραν, ὁ δέ γε νῦν ἡμῖν προκαταβεβλημένος λόγος ἀπαι‐ τεῖν μοι δοκεῖ, τίνα τρόπον οὖν χρὴ γίνεσθαι λέγειν κατὰ Ἀριστοτέλη τὴν πρόνοιαν, ἐπεὶ μήτε καθ’ αὑτὴν μήτε κατὰ συμβεβηκὸς αὐτήν φαμεν γί‐
10νεσθαι λέγειν, εἰσὶ δέ τινες παρὰ τούτους τρόποι προνοίας εὑρημένοι πλεί‐ ους, ὧν τί φαμεν οἰκεῖον εἶναι τῶν θεῶν, ἀπαιτήσαι τις ἄν. Κἀγὼ πρὸς αὐτόν· τί δέ, οὐ τὸ προκείμενον ἦν ἡμῖν δεῖξαι τὴν ἠρω‐ τημένην ἐρώτησιν ὑπὸ τῶν προηγουμένως λεγόντων τὰ θεῖα προνοεῖν τῶν ἐν γενέσει καὶ φθορᾷ ἢ κενήν γε οὖσαν καὶ μηδὲ τὴν ἀρχὴν ἀπο‐
15κρίσεως ἀξίαν, εἴ γε πλειόνων ὄντων τρόπων, καθ’ οὓς οἷόν τε τὴν πρό‐ νοιαν εἶναι λέγειν γίνεσθαι, ἥδε περὶ δύο μόνων ἐγίνετο, ὧν ἐδείχθη κατ’ οὐδέτερον οἷόν τε γίνεσθαι τὴν ἐκ θεῶν ἐπιζητουμένην πρόνοιαν; Ἦν μέν, ἔφη, τοῦτο, ἀλλ’ ἐπεὶ ἱκανῶς παρέστησας, ὃν προεθέμην, πρὸς ἐκείνους λόγος ἐστί σοι πεπληρωμένος, ἡμῶν δὲ χάριν ἄξιόν σε τὰ
20τοῖς δεδειγμένοις ἀκόλουθα προσθεῖναι. εἰ γὰρ φαίνοιτο κατὰ τὴν ὑπ’ Ἀρι‐ στοτέλους λεγομένην πρόνοιαν ἀναιρούμενα ταῦτα, ἃ ταῖς προειρημέναις δόξαις ἕπεσθαι δέδεικται, εἴη ἂν οὐ μικρὸν καὶ τοῦτο μαρτύριον γινόμενον εἰς τὴν τῆς δόξης ὡς ἀληθοῦς σύστασιν. Ἔστι μέν, εἶπον, οὐ ῥᾴδιος ὁ περὶ τῶν τοιούτων λόγος, καὶ μάλιστ’
25ἐπεὶ μὴ [ἐπὶ] τῶν πρὸ ἡμῶν ἔργον τις ἐποιήσατο τοῦτο δεῖξαι· οὐδεὶς γοῦν δόξει, ὅσα κἀμὲ εἰδέναι μὴ προηγουμένως, τῶν προαγόντων τὸν Ἀριστοτέ‐ λους λόγον περὶ τούτου τοῦ προβλήματος διειληφέναι, ὡς δεῖξαι τοῖς ὑφ’ αὑτοῦ λεγομένοις συνᾴδοντα 〈τὰ〉 ὑπ’ Ἀριστοτέλους εἰρημένα. ἀλλ’ ἐπεὶ σύ τε ἀξιοῖς ἡμᾶς τε καλῶς ἔχειν ὑπολαμβάνω, ἐφ’ ὅσον οἷοί τέ ἐσμεν περὶ
30αὐτοῦ διαλαβεῖν, ἐπὶ τοσοῦτον προαγαγεῖν τὸν λόγον, ἄμεινον ἡγουμένῳ τὸ κἂν ἐπ’ ὀλίγον εὐπορῆσαι τῶν περὶ αὐτοῦ λέγεσθαι δυναμένων, ἢ φόβῳ τοῦ ἂν μὴ δυνηθῆναι τέλος ἐπιθεῖναι τῷ προβλήματι, καὶ τῶν ὀλίγων ἀπο‐ στῆναι, οὐκ ὀκνητέον πρὸς αὐτό. πειράσομαι δ’ ὁμοῦ τῷ περὶ τούτων
λόγῳ καὶ τοὺς τὰ Πλάτωνος μὲν ὑπισχνουμένους, σφόδρα δὲ πεπεικότας70

71

ἑαυτοὺς ὡς μηδὲν Ἀριστοτέλους περὶ προνοίας εἰρηκότος, δεικνύναι ὅτι μηδὲν μετ’ ἐπιστάσεώς τε καὶ φροντίδος λέγουσιν. Ἐξήγησις λέξεως ἐκ τοῦ δευτέρου Περὶ γενέσεως καὶ φθορᾶς Ἀριστοτέλους ἄλλως ἔχουσα παρὰ τὴν ἐν τῷ εἰς αὐτὸ
5ὑπομνήματι· ἡ δὲ λέξις ἐστὶν ἥδε· εἰ μὲν οὖν εἰς ἄπειρον εἶσιν ἐπὶ τὸ κάτω, οὐκ ἔσται ἀνάγκη τὸ ὕστερον τόδε γενέσθαι ἁπλῶς, ἀλλ’ ἐξ ὑποθέσεως· ἀεὶ γὰρ ἕτερον ἔμπροσθεν ἀνάγκη ἔσται, δι’ ὃ ἐκεῖνο ἀνάγκη γενέσθαι”. Εἰ ἐν οἷς τὸ ὕστερον ἐξ ἀνάγκης, 〈ἐν〉 ἐκείνοις μόνοις ἀληθὲς δειχθείη
10τὸ ‘εἰ τὸ πρῶτον, ἐξ ἀνάγκης τὸ ὕστερον‘, ἐπὶ δὲ τῆς εἰς ἄπειρον γενέσεως οὐκ ἔστι τὸ ὕστερον ἐξ ἀνάγκης τῷ μηδὲ γίνεσθαι τὸ αὐτό, οὐδ’ ἂν πρὸ τοῦ ἐσχάτου γινομένου ἁπλῶς ἄν τι ἐξ ἀνάγκης γίνοιτο τῷ μόνως τὰ με‐ ταξὺ τοῦ τελευταίου τὸ ἀναγκαῖον ἁπλῶς ἔχειν παρὰ τοῦ τέλους, εἰ τοῦτο ἁπλῶς τὸ γινόμενον ἐξ ἀνάγκης. εἰ γὰρ ἐκεῖνο ἐξ ἀνάγκης ἁπλῶς, τότε
15καὶ τὰ πρὸ αὐτοῦ ἐξ ἀνάγκης ἔσται, τῶν μεταξὺ † τοῦ τε ἐπ’ ἄπειρον γι‐ νομένου ἕκαστον ἐξ ὑποθέσεως τὸ ἀναγκαῖον ἔχον. εἰ γὰρ τὸ μὲν ταὐτὸ ἔσται, δεῖ καὶ τοῦτο ὂν πρὸ αὐτοῦ, καὶ ὁμοίως πάλιν ἐκεῖ τὸ ἀναγκαῖον ἕξει † γὰρ ἐκεῖνο ἔσται ἐξ ἀνάγκης, εἰ τὸ μετὰ τοῦτο, καὶ οὕτως προϊ‐ όντων, ἐπεὶ μηδὲν ἔσχατόν ἐστι τοῦ ἀπείρου ἐξ ἀνάγκης μέλλοντος γίνε‐
20σθαι, ἁπλῶς ἐξ ἀνάγκης ἐγίνετο καὶ τὰ πρὸ αὐτοῦ, οἷς πάλιν ἐξ ἀνάγκης γινομένοις εἵπετο καὶ τὸ τελευταῖον ἐξ ἀνάγκης γίνεσθαι, εἰ τὰ πρῶτα. οὐ‐ κέτ’ ἐπὶ τῶν οὕτω γινομένων ἔσται λαβεῖν τὴν τοιαύτην ἀκολουθίαν τὴν εἰ τὸ πρῶτον, ἐξ ἀνάγκης τὸ ὕστερον. τὸ δὲ ‘ὥστε εἰ μὴ ἔστιν ἀρχὴ τοῦ ἀπείρου, οὐδὲ τὸ πρῶτον ἔσται, δι’ ὃ ἀναγκαῖον ἔσται γενέσθαι‘,
25ἴσον ἐστὶ τῷ ‘ὥστε εἰ μὴ ἔστι τέλος τοῦ ἀπείρου‘· ἀρχὴν γὰρ νῦν τὸ τέλος εἶπεν, ἐπεὶ ἀπὸ τοιούτου ἀρχή, εἰ ἀναγκαίως γίνοιτο τὸ καὶ τὰ πρὸ αὐτοῦ πάντα ἐξ ἀνάγκης ὀφείλειν γίνεσθαι. εἰ δὲ μὴ ἔστι τοῦτο, οὐδὲ ἡ ἀκολουθία αὕτη ἐπ’ αὐτοῦ ἀληθής ἐστιν ἡ λέγουσα, εἰ τὸ πρῶτον τὸ ὕστερον, τῷ τὴν τοιαύτην ἀκολουθίαν ἀληθῆ γίνεσθαι ἐν οἷς ἐστί τι
30ἔσχατον ἐξ ἀνάγκης γινόμενον τῷ ἕπεσθαι τοῦτο τῷ ἐξ ἀνάγκης γινομένῳ τὰ καὶ πρὸ αὐτοῦ ἐξ ἀνάγκης τε γίγνεσθαι καὶ ἀληθὲς εἶναι ἐφ’ ἑκάστου αὐτῶν τὸ εἰ τὸ πρῶτον, καὶ τὸ ὕστερον. ἀνάγκη γάρ, εἰ μέλλοι ἡ τοι‐ αύτη ἀκολουθία ἀληθὴς ἔσεσθαι, εἶναί τι πέρας ἐν τοῖς λαμβανομένοις.
ὅτι δ’ ἀρχὴν καὶ τὸ πέρας λέγει, ἔδειξεν δι’ ὧν μετ’ ὀλίγον εἶπεν οὕτως·71

72

‘τούτων δ’ εἴπερ ἔσται ἀίδιος, οὐκ εἰς εὐθὺ οἷόν τε διὰ τὸ μηδαμῶς εἶναι ἀρχὴν μήτ’ ἂν κάτω, ἐπὶ τῶν ἐσομένων λαμβανομένων, μήτ’ ἂν ἄνω ἐπὶ τῶν γινομένων‘. τὸ γὰρ ‘μήτ’ ἂν κάτω ἐπὶ τῶν ἐσομένων‘ τῆς ὡς πέρατος ἀρχῆς ἐστι δηλωτικόν. τὴν μὲν οὖν κάτω δεῖ εἶναι
5ἀρχήν, εἰ μέλλοι τὸ ἁπλῶς ἀναγκαῖον ἕξειν τὰ γινόμενα, ὅτι τῷ τοῦτο ὑποκεῖσθαι ἁπλῶς ἀναγκαίως ἔσεσθαι τούτῳ ἀληθὲς ἐγίνετο, εἰ τὸ πρῶτον ἐξ ἀνάγκης, καὶ τὸ ὕστερον, τὴν δὲ ἄνω, ὅτι οὕτω δυνησόμεθα λαβεῖν τὸ εἰ τὸ πρῶτον τὸ ὕστερον. Περὶ τῆς Ἡρακλείας λίθου, διὰ τί ἕλκει τὸν σίδηρον.
10 Ἐμπεδοκλῆς μὲν ταῖς ἀπορροίαις ταῖς ἀπ’ ἀμφοτέρων καὶ τοῖς πόροις τοῖς τῆς λίθου συμμέτροις οὖσιν ταῖς ἀπὸ τοῦ σιδήρου τὸν σίδηρον φέρε‐ σθαι λέγει πρὸς τὴν λίθον· αἱ μὲν γὰρ τούτου ἀπόρροιαι τὸν ἀέρα τὸν ἐπὶ τοῖς τοῦ σιδήρου πόροις ἀπωθοῦσί τε καὶ κινοῦσι τὸν ἐπιπωματίζοντα αὐ‐ τούς· τούτου δὲ χωρισθέντος ἀθρόᾳ ἀπορροίᾳ ῥεούσῃ τὸν σίδηρον ἕπεσθαι·
15φερομένων δὲ τῶν ἀπ’ αὐτοῦ ἀπορροιῶν ἐπὶ τοὺς τῆς λίθου πόρους, διὰ τὸ συμμέτρους τε αὐτοῖς εἶναι καὶ ἐναρμόζειν καὶ τὸν σίδηρον σὺν ταῖς ἀπορροίαις ἕπεσθαί τε καὶ φέρεσθαι. ἐπιζητήσαι δ’ ἄν τις, εἰ καὶ συγ‐ χωρηθείη τὸ τῶν ἀπορροιῶν, τί δήποτε ἡ λίθος οὐχ ἕπεται ταῖς ἰδίαις ἀπορροίαις, κινεῖται δὲ πρὸς τὸν σίδηρον. οὐδὲν γὰρ μᾶλλον ἐκ τῶν εἰρη‐
20μένων ἡ λίθος πρὸς τὸν σίδηρον ἢ ὁ σίδηρος κινηθήσεται πρὸς τὴν λίθον. ἔτι διὰ τί οὐ καὶ χωρὶς τῆς λίθου κινηθήσεταί ποτε σίδηρος ἐπ’ ἄλλο τι τῶν ἀπ’ αὐτοῦ ἀπορροιῶν ἀθρόων φερομένων. διὰ τί γὰρ μόναι αἱ ἀπὸ τῆς λίθου ἀπόρροιαι κινεῖν δύνανται τὸν ἐπιπωματίζοντα τοὺς τοῦ σιδήρου πόρους ἀέρα καὶ ἐπέχοντα τὰς ἀπορροίας; ἔτι διὰ τί ἄλλο οὐδὲν πρὸς ἄλλο
25τι οὕτω φέρεται, καίτοι πολλὰ λέγεται ὑπ’ αὐτοῦ συμμέτρους τοὺς πόρους πρὸς ἀλλήλας ταῖς ἀπορροίαις ἔχειν; λέγει γοῦν ‘ὕδωρ οἴνῳ μᾶλλον ἐν‐ αρίθμιον, αὐτὰρ ἐλαίῳ οὐκ ἐθέλει‘. ἀλλ’ οὐ φέρεται τούτων οὐδέτερον πρὸς ἕτερον. ὁ Δημόκριτος δὲ καὶ αὐτὸς ἀπορροίας τε γίνεσθαι τίθεται καὶ τὰ ὅμοια φέρεσθαι πρὸς τὰ ὅμοια, ἀλλὰ καὶ εἰς τὸ κοινὸν πάντα φέρεσθαι.
30ταῦθ’ ὑποθέμενος λαμβάνει τὸ τὴν λίθον καὶ τὸν σίδηρον ἐξ ὁμοίων ἀτό‐ μων συγκεῖσθαι, λεπτοτέρων δὲ τὴν λίθον καὶ † ὅτι εἶναι ἀραιοτέραν τε καὶ
πολυκενωτέραν αὐτὴν εἶναι, καὶ διὰ τοῦτ’ εὐκινητοτέραν θᾶττον ἐπὶ τὸν72

73

σίδηρον φέρεσθαι (πρὸς γὰρ τὰ ὅμοια ἡ φορά), καὶ ἐνδυόμενα εἰς τοὺς πό‐ ρους τοῦ σιδήρου κινεῖν τὰ ἐν ἐκείνῳ σώματα διαδυόμενα δι’ αὐτῶν διὰ λεπτότητα. τὰ δὲ κινηθέντα ἔξω τε φέρεσθαι ἀπορρέοντα καὶ πρὸς τὴν λί‐ θον διά τε ὁμοιότητα καὶ διὰ τὸ κενὰ ἔχειν πλείω, οἷς ἑπόμενον τὸν σί‐
5δηρον διὰ τὴν ἀθρόαν ἔκκρισίν τε καὶ φορὰν φέρεσθαι καὶ αὐτὸν πρὸς τὴν λίθον. οὐκέτι δὲ ἡ λίθος πρὸς τὸν σίδηρον φέρεται, ὅτι μὴ ἔχει τοσαῦτα ὁ σίδηρος κενὰ ὅσα ἡ λίθος. ἀλλὰ τὸ μὲν τὴν λίθον καὶ τὸν σίδηρον ἐξ ὁμοίων συγκεῖσθαι δέξαιτ’ ἄν τις, πῶς δὲ καὶ τὸ ἤλεκτρον καὶ τὸ ἄχυρον; † ὅτι δὲ καὶ ἐπ’ ἐκείνων λέγεται ταύτην τὴν αἰτίαν, ἔτι πολλὰ ἑλκόμενα ὑπὸ
10τοῦ ἠλέκτρου, οἷς πᾶσιν εἰ ἐξ ὁμοίων σύγκειται, κἀκεῖνα ἐξ ὁμοίων ἀλλήλοις συγκείμενα ἕλκοι 〈ἂν〉 ἄλληλα. Διογένης δὲ ὁ Ἀπολλωνιάτης πάντα τὰ ἐλατά φησιν καὶ ἀφιέναι τινὰ ἰκμάδα ἀφ’ αὑτῶν πεφυκέναι καὶ ἕλκειν ἔξωθεν, τὰ μὲν πλείω, τὰ δὲ ἐλάττω, πλείστην δὲ ἀφιέναι χαλκόν τε καὶ σίδηρον, οὗ σημεῖον τό τε ἀποκαίεσθαί τι καὶ ἀπαναλίσκεσθαι ἀπ’ αὐτῶν ἐν τῷ πυρί, καὶ
15τὸ χριόμενα αὐτὰ ὄξει καὶ ἐλαίῳ ἰοῦσθαι· τοῦτο γὰρ πάσχειν διὰ τὸ ἕλκειν ἐξ αὐτῶν τὴν ἰκμάδα τὸ ὄξος. † τὸ γὰρ τὸ πῦρ καίειν ἂν καίειν αὐτῷ· τῷ δὲ εἰσδυόμενον εἰς ἕκαστον ἕλκειν τε καὶ ἀναλίσκειν τὸ ἐν αὐτοῖς ὑγρόν. τοῦ σιδήρου ἕλκοντός τε καὶ πλεῖον ἀφιέντος ὑγρὸν τὴν λίθον οὖσαν ἀραιοτέραν τοῦ σιδήρου καὶ γεωδεστέραν πλεῖον ἕλκειν τὸ ὑγρὸν τὸ ἀπὸ τοῦ παρα‐
20κειμένου ἀέρος ἢ ἀφιέναι. τὸ μὲν οὖν συγγενὲς ἕλκουσαν ἐν αὑτῇ δέχε‐ σθαι, τὸ δὲ μὴ συγγενὲς ἀπωθεῖν. εἶναι δ’ αὐτῇ συγγενῆ τὸν σίδηρον, διὸ τὸ ἀπὸ τούτου ἕλκειν τε καὶ δέχεσθαι ἐν αὑτῇ, καὶ διὰ τῆς τούτου ἕλξεως καὶ τὸν σίδηρον ἐπισπᾶσθαι διὰ τὴν ἀθρόαν ἕλξιν τοῦ ἐν αὐτῷ ὑγροῦ, μηκέτι δὲ τὸν σίδηρον ἕλκειν τὴν λίθον 〈τῷ〉 μηδ’ οὕτως εἶναι τὸν
25σίδηρον ἀραιὸν ὡς δέχεσθαι δύνασθαι ἀθρόαν τὴν ἀπ’ αὐτῆς ὑγρότητα. ἀλλ’ εἰ τοῦτο, διὰ τί μόνη ἡ λίθος ἕλκει τὸν σίδηρον, τῶν δ’ ἄλλων οὐ‐ δὲν τὸ συγγενές, οἷον χαλκὸς καὶ μόλιβδος; ἀφίησι γὰρ καὶ ταῦτα ὑγρὸν καὶ ἕλκει, καὶ συγγενῆ τινα καὶ τούτοις ἐστίν, ὥσπερ καὶ τοῦ σιδήρου ἡ λίθος. ἔτι διὰ τί οὐ καὶ ἄλλα τινὰ ἡ λίθος ἕλκει τῶν στερεῶν, ἃ ἀφίησι
30πλείονα ἰκμάδα, ὧν καὶ ὁ χαλκός ἐστιν; οὐ γὰρ διότι ἐμμένει τὰ ἑλκό‐
μενα διὰ τὴν συμμετρίαν ἕπεται τὸ ἀφ’ οὗπερ ῥεῖ τὸ ἑλκόμενον, ἀλλὰ73

74

διότι ἕλκεται, καὶ εὐλογώτερόν γε, ὧν μηδὲ ἐμμένει ἐν τῷ ἕλκοντι ἰκμὰς ἀλλὰ παραπέμπεται, ταῦτα μᾶλλον κινεῖσθαι. καὶ γὰρ πλεῖον ἀπὸ τούτων εἰκὸς ἕλκεσθαι τῷ τὸ ἑλκόμενον ἐν ἑαυτῷ μηδὲ πληρούμενον ὑπ’ αὐτοῦ, ἀλλ’ ὅμοιον μένον ἕλκειν. ὁμοίως δὲ καθόλου ἀναγκαῖον τὸν περὶ τούτου
5λέγοντα πρῶτον ἐζητηκέναι, τίς ὁ τῆς ὁλκῆς τρόπος. ἕλκει γὰρ τὰ μὲν βίᾳ καὶ ἁφῇ· ταῦτα αὐτὰ κινούμενα κινεῖ. οὐχ οὕτως δὲ ἡ λίθος· ἀκίνητος γάρ, καὶ οὔτε τοῦ σιδήρου ἁπτομένη, οὔτε σπῶσα τὸν μεταξὺ ἀέρα ἢ τὸ ὕδωρ ἐπισπᾶται αὐτὸν δι’ αὐτῶν. καὶ γὰρ ἂν τὰ ἐπιπολάζοντα ἐν αὐτῷ καὶ κουφότερα ἕλκοι τῷ ἐπισπᾶσθαι τὸν μεταξὺ ἀέρα, 〈ὡσ〉 τῷ θερμῷ τῷ
10ἐν αὐτοῖς τὸ ἤλεκτρον καὶ ἡ σικύα. οὐχ οὕτως ἐκείνη. ἐν ἐκείνοις γὰρ τὸ πῦρ κινούμενον καὶ ἐξιὸν σπᾷ τὸ παρακείμενον ὑγρὸν καὶ ἁπτόμενον ὡς σπωμένῳ τὸ συνεχὲς ἐφέλκεται, ἡ δὲ λίθος τὸν σίδηρον μόνον. εἰ γὰρ ἔσπα τὸν μεταξὺ ἀέρα, ἐφέρετ’ ἂν πάντα τὰ ἐν τῷ ἀέρι κουφότερα τοῦ σιδήρου ἐπὶ τὴν λίθον πρῶτα τοῦ σιδήρου. ἕλκειν δοκεῖ καὶ ἡ ὑστέρα τὰ
15σπέρματα καὶ αἱ φλέβες καὶ τὰ μέλη τὴν τροφήν. οὐχ οὕτως δὲ ἡ λίθος ἕλκει τὸν σίδηρον. καὶ γὰρ τούτων ὅσα ἕλκει τῷ τὸν ἀέρα καὶ τὸ ὑγρὸν σπᾶν πρῶτον 〈τὸ〉 μεταξὺ τοῦτο ποιεῖ κατὰ συμβεβηκός. ἕλκειν δοκεῖ καὶ ὁ ἥλιος τὸ ὕδωρ (μεταβάλλον γὰρ διὰ τὴν ἀπὸ τοῦ ἡλίου θερμότητα ἀνα‐ φέρεται εἰς τὸν κατὰ φύσιν αὐτῶν τόπον, ὅς ἐστιν ἄνω ἔνθα καὶ ὁ ἥλιος)
20οὐχ ὡς ἡ λίθος· οὐ γὰρ μεταβάλλει τὸν σίδηρον. ἕλκει καὶ τὴν τροφὴν τὸ ζῷον καὶ πᾶν τὸ ἐπιθυμητὸν καὶ ὀρεκτὸν οὐ τῷ ποιεῖν τὸ μεταξὺ αὐτοῦ 〈καὶ τοῦ〉 ὀρεγομένου ὅμοιον ἑαυτῷ (οὐ γὰρ τροφὴ γίνεται τὸ μεταξύ, οὐδ’ ἕλκεται τοῦτο), ἀλλὰ κινηθὲν τὸ μεταξὺ ὑπὸ τοῦ ὀρεκτοῦ 〈δια〉δίδωσι τὸ εἶδος ἐπὶ τὸ κινούμενον, ὡς ἐπὶ τοῦ ὁρᾶν γίνεται. οὕτως καὶ ὁ σίδηρος ἐπὶ τὴν
25λίθον φέρεται, οὐχ ἕλκουσαν αὐτὸν βίᾳ πρὸς ἑαυτήν, ἀλλ’ ἐφέσει τούτου οὗ ἐνδεὴς μέν ἐστιν αὐτός, ἔχει δ’ αὐτὸ ἡ λίθος· δοκεῖ γὰρ καὶ ἡ λίθος σιδηρῖτις εἶναι, ἐξικμασμένη μέντοι ἤδη ἤτοι ὑπὸ χρόνου ἢ ὑπό τινος ἄλλης αἰτίας. οὐ μόνον γὰρ τὰ αἴσθησιν ἔχοντα καὶ τὰ ἔμψυχα ἐφίεται τοῦ κατὰ φύσιν ἑαυτοῖς, ἀλλ’ οὕτω πολλὰ καὶ τῶν
30ἀψύχων ἔχει. Λέξεως ἐξήγησις ἐκ τοῦ δευτέρου Περὶ ψυχῆς Ἀριστο‐ τέλους μετ’ ὀλίγον τῆς ἀρχῆς εἰρημένης· λέγομεν δὴ γένος ἕν
τι τῶν ἄλλων ὄντων τὴν οὐσίαν, ταύτης δὲ τὸ μὲν ὡς ὕλην, ὃ74

75

καθ’ αὑτὸ μὲν οὐκ ἔστι τόδε τι, ἕτερον δὲ μορφὴν καὶ εἶδος, καθ’ ἣν ἤδη λέγεται τόδε 〈τι, καὶ〉 τρίτον 〈τὸ ἐκ τούτων. 〈Εἰ ἡ〉 ὕλη καθ’ αὑτὴν οὐκ οὖσα τόδε τι, καθὰ τὴν μορφὴν καὶ τὸ εἶδος ἂν δέξηταί τε καὶ σχῇ, ἤδη λέγεται τόδε, ἀπὸ τοῦδε τοῦ εἴδους ἑκά‐
5στῳ τῶν ἐνύλων τὸ εἶναι τούτῳ. ἐπὶ μὲν οὖν τῶν ἁπλῶν τε καὶ πρώ‐ των σωμάτων οὐδ’ ὅλως καθ’ αὑτὴν ἡ ὕλη τόδε τι τῷ τὴν πρώτην καὶ κυρίως ὕλην τούτοις προσεχῶς ὑποκεῖσθαι, ἐπὶ δὲ τῶν συνθέτων σωμάτων, ἐπεὶ τούτοις μηκέτι προσεχῶς ὑποκείμενον ἡ πρώτη τε καὶ κυρίως ὕλη, ἀλλ’ ἔστιν ἡ ὕλη σώματα τούτοις ὑποκείμενα, εἴ γε τὰ καλούμενα στοιχεῖα
10ἡ τούτων ὕλη, ἔσται μὲν ἡ τούτων ὕλη τόδε τι, οὐ μὴν τὸ γενόμενον ἐξ αὐτῶν τὸ εἶναι τοῦτο ὃ γέγονεν ἀπὸ τῆς ὕλης ἔχει καὶ τοῦ ἐκείνης εἴδους, ἀλλ’ ἀπὸ τοῦ εἴδους τοῦ γεγονότος ἐν τῇ ποιᾷ συνθέσει τε καὶ μίξει τῶν ὑποκειμένων αὐτῷ σωμάτων. οὐ γὰρ ἐπεὶ πῦρ καὶ ἀήρ, ὕδωρ καὶ γῆ ὕλη σαρκί, ἡ σὰρξ ἀπὸ τούτων σὰρξ καλεῖταί τε καὶ ἔστιν, ἀλλ’ ἀπὸ τοῦ γε‐
15γονότος ἐν αὐτοῖς εἴδους, καθ’ ὃ τὸ εἶναί ἐστι τῇ ἐξ αὐτῶν γεγονυίᾳ σαρκί. οὐδὲ γὰρ τὴν ἀρχὴν ἐκεῖνα ἐν τῇ σαρκὶ ἔτι σώζεται. ἀλλ’ ὥσπερ ἐπὶ τῆς τῶν ἁπλῶν γενέσεως σωμάτων ἡ ὑποκειμένη ὕλη αὐτοῖς, αὕτη δ’ ἦν ἡ πρώτη, οὐκ ἦν μὲν αὐτὴ καθ’ αὑτὴν τόδε τι, ἦν μέντοι ἐν ὑποστάσει ἐπ’ ἄλλου τινὸς εἴδους οὖσα, καὶ κατ’ ἐκεῖνο τόδε τι οὖσα (τὸ γὰρ γινό‐
20μενον πῦρ κατὰ μεταβολὴν τῆς ὕλης γίνεται ἀποβαλλούσης μὲν τὸ προϋ‐ πάρχον εἶδος ἐν αὐτῇ, μεταβαλλούσης δὲ εἰς τὸ τοῦ πυρός, καὶ οὐχ ὅτι ἐξ ἀέρος, ἂν οὕτω τύχῃ, ἡ μεταβολὴ αὕτη, τὸ πῦρ κατὰ τὸν ἀέρα τὸ εἶναι ἔχει, ὥς γε οὐδ’ ὕλης εἰς τὸ πῦρ μεταβολή), οὕτως οὐδὲ τὰ σύνθετα σώ‐ ματα, οἷς ἤδη προσεχὴς ὕλη τόδε τί ἐστιν, τόδε τι εἶναι ἔχει ἀπό του
25τῶν ὑποκειμένων αὐτοῖς σωμάτων εἴδους, ἀλλ’ ἀπὸ τοῦ ἐξ ἐκείνων τε καὶ ἀπ’ ἐκείνων γενομένου. διὸ κατὰ παντὸς μὲν ἀληθές ἐστιν τὸ πᾶσαν συναμφότερον οὐσίαν ἀπὸ τοῦ εἴδους ἔχειν τὸ εἶναι τοῦτο ὅ ἐστι, τούτου δ’ οὕτως ἔχοντος ἀληθὲς καὶ ὃ καθ’ ἑκάστην τῶν συναμφοτέρων οὐσιῶν τό τε εἶναι καὶ τὸ λέγεσθαί ἐστι, τοῦτ’ αὐτῶν εἶδος εἶναι, ὥστ’ ἐπεὶ καὶ
30τὸ ζῷον συναμφότερος οὐσία καὶ τῷ ζῴῳ αὐτῷ εἶναί τε καὶ λέγεσθαι παρὰ τῆς ψυχῆς τε καὶ κατὰ τὴν ψυχήν ἐστιν, εἶδος ἂν εἴη ἡ ψυχὴ τῶν ζῴων, οὕτως δὲ καὶ τῶν ἄλλων τῶν παρὰ τὰ ζῷα ἐμψύχων. ὅτι δὲ εἶδος ἡ ψυχή, ἔδειξεν ὁδῷ χρησάμενος τοιαύτῃ. ἐπεὶ τῆς οὐσίας ἡ μέν ἐστιν ὕλη, ἡ δὲ εἶδος, ἡ δὲ συναμφότερος, καὶ ἔστιν ἡ μὲν συναμφότερος ἐξ
35ὕλης τε καὶ εἴδους ἔχουσα τὸ τόδε 〈τι〉 οὐ παρὰ τῆς ὕλης, ἀλλὰ παρὰ τοῦ75

76

εἴδους τοῦ ἐν αὐτῇ, λαβὼν τὰ φυσικὰ σώματα οὐσίας εἶναι (ἐνεργεῖ γάρ. τὸ ἐνεργὲς δὲ 〈οὐσία〉) καὶ ὅτι σύνθετος οὐσία, διελὼν τὸ φυσικὸν σῶμα τῷ ζωὴν ἔχειν, ἔλαβεν τὸ εἶναι τὸ φυσικὸν σῶμα τὸ ζωὴν ἔχον οὐσίαν σύν‐ θετον, οὐχ ὅτι μὴ καὶ τὸ φυσικὸν σῶμα καθ’ αὑτὸ οὐσία σύνθετός τε καὶ
5συναμφότερος, ἀλλ’ ὅτι αὐτὴ ἤδη καὶ ἐκ τίνων σύγκειται φανερά (ἐκ γὰρ σώματος φυσικοῦ καὶ ζωῆς ἥτις ἐστὶν ἡ ψυχή), λαβὼν δὲ τὸ ζωὴν ἔχον σῶμα συναμφότερον οὐσίαν εἶναι ἐξ ὕλης τε καὶ εἴδους, καὶ δείξας ὅτι ἡ ψυχὴ οὔτε σῶμα οὔθ’ ὑποκείμενον ἐν τῷ ζῴῳ, ἔδειξεν ὅτι ἡ κατὰ τὸ εἶ‐ δος οὐσία ἐστὶ ψυχή. δεῖ γὰρ αὐτὴν ἢ ὡς εἶδος ἢ ὡς ὕλην εἶναι ἐν
10αὐτῷ. Ἄλλης λέξεως ἐκ τοῦ δευτέρου τῶν Περὶ ψυχῆς Ἀρι‐ στοτέλους ἐξήγησις. Οὐ γὰρ τοιούτου σώματος τὸ τί ἦν εἶναι καὶ ὁ λόγος ἡ ψυχ, ἀλλὰ φυσικοῦ τοῦ ἔχοντος ἀρχὴν κινήσεως καὶ στάσεως ἐν
15αὑτῷ. Πρὸς τί τοῦ ἔχοντος ἀρχὴν κινήσεως καὶ στάσεως ἐν αὑτ; ἀλλ’ εἰ τοιοῦτο τὸ φυσικόν, πῶς ἔτι φυσικὸν τὸ θεῖον οὐκ ἔχον στάσεως ἀρχὴν ἐν αὑτῷ; ἢ ἔχει πως στάσεως ἀρχήν, εἴ γε κατὰ μὲν τὰ μέρη κινεῖται, τὸ δ’ ὅλον ὡς ὅλον ἕστηκεν· ἐν τῷ αὐτῷ γάρ ἐστιν ἀεί. ἢ οὐ
20περὶ παντὸς εἶπεν τοῦ φυσικοῦ σώματος, ἀλλὰ τοῦ ἐν ᾧ ἡ ψυχὴ γίνεται. ἢ τοῦ ἔχοντος ἀρχὴν κινήσεως καὶ στάσεως ἐν αὑτῷ οὐ περὶ φυσικοῦ σώματος λέγει, ἀλλὰ περὶ ψυχὴν ἔχοντος. ἡ γὰρ ψυχὴ ἐν τούτοις ἀρχὴ κινήσεώς τε καὶ στάσεως. Ἄλλη ἐκ τοῦ αὐτοῦ λέξις.
25 Τὸ δὲ σπέρμα καὶ ὁ καρπὸς τὸ δυνάμει τοιόνδε σῶμα. Μάλιστ’ ἂν δεικνύοιτο ἡ ψυχὴ μὴ οὖσα ἐν ὑποκειμένῳ διὰ ταύτης τῆς λέξεως. εἰ γὰρ τὸ ὀργανικὸν σῶμα, ἐν ᾧ ἐστιν ἡ ψυχή, παρὰ τῆς ψυχῆς ἔχει τὸ ὀργανικὸν εἶναι καὶ οὔτε πρὸ τοῦ ἔχειν τὴν ψυχὴν ὀργα‐ νικὸν ἦν, οὔτε ἀπελθούσης τῆς ψυχῆς ἐστιν ὀργανικόν, οὐκ ἂν εἴη ἐν αὐ‐
30τῷ ὡς ἐν ὑποκειμένῳ. ἀλλὰ μὴν οὐκ ἐν ἄλλῳ τινί ἐστι σώματι ἢ ἐν τούτῳ. τὸ γὰρ σπέρμα δυνάμει ἔμψυχον τῷ δύνασθαι γενέσθαι τοιοῦτο σῶμα, οὗ ἡ ψυχὴ τελειότης ἐστί, καὶ ᾧ τὸ εἶναι τούτῳ, ὅ ἐστι, παρὰ τῆς
ψυχῆς ἐστιν.76

77

Ἄλλη ἐκ τοῦ αὐτοῦ λέξις. Λέγωμεν οὖν τὴν ἀρχὴν τῆς σκέψεως τοῦ πράγματος λαβόν‐ τες διωρίσθαι τὸ ἔμψυχον τοῦ ἀψύχου τῷ ζῆν [ἔχοντι σώματι.] Διὰ τοῦ λαβεῖν μὲν τὸ ψυχὴν ἔχον σῶμα συναμφότερον οὐσίαν, πᾶσαν
5δὲ συναμφότερον οὐσίαν ἐξ ὕλης τε καὶ εἴδους εἶναι, μὴ εἶναι τὸ σῶμα ἐν ὑποκειμένῳ τινί, ἀλλ’ αὐτὸ εἶναι τὸ ὑποκείμενον, καὶ ἀποδοὺς λόγον τῆς ψυχῆς ἐντελέχειαν τὴν πρώτην σώματος φυσικοῦ ὀργανικοῦ, ὡς οὐδέπω ἱκανῶς δεδειγμένου τοῦ τὴν ψυχὴν εἶδος εἶναι διὰ τὸ μηδὲ τὴν αἰτίαν ἐν τῷ ἀποδεδομένῳ λόγῳ ἐμφαίνεσθαι, δι’ ἣν εἶδός ἐστι καὶ ἐντελέχεια ἡ
10ψυχὴ τοῦ τοιούτου σώματος, πάλιν ἀναλαβὼν ἄνωθεν αὐτὸ τοῦτο πει‐ ρᾶται δεικνύναι, καὶ πρῶτον μὲν ἐκτίθεται τὰς δυνάμεις τῆς ψυχῆς, καὶ δείξας τὰς μέν τινας αὐτῶν οὔσας πρώτας καὶ χωριστὰς τῶν ἄλλων, τὰς δὲ δευτέρας, καὶ τάξιν τινὰ οὖσαν ἐν αὐταῖς δείξας, καὶ ὅτι τὸ μὲν ζῆν τοῖς ἐμψύχοις παρὰ τῆς θρεπτικῆς ἐστι ψυχῆς, τὸ δὲ ζῴῳ εἶναι παρὰ τῆς
15αἰσθητικῆς, δείξας δὲ καὶ ἐπὶ τῶν αἰσθητικῶν τάξιν τινὰ οὖσαν, καὶ τὰς μὲν πρώτας τε καὶ χωριζομένας τῶν ἄλλων, τὰς δὲ δευτέρας τε καὶ τῶν πρὸ αὐτοῦ ἀχωρίστους, ζητήσας δὲ καὶ πότερον χρὴ ἑκάστης δυνάμεως ψυχῆς ψυχὴν λέγειν ἢ μόριον ψυχῆς, καὶ εἰ μόριον, πότερον τῷ λόγῳ μόνον χωριστὸν ἢ καὶ τόπῳ, καὶ δείξας τὰς πλείστας δυνάμεις αὐτῆς
20χωριζομένας λόγῳ μόνον, περὶ δὲ τοῦ νοῦ εἰπὼν εἶναί τινα ἀμφισβήτησιν, εἰπὼν δὲ καὶ κατ’ εἶδος γίνεσθαι διαφορὰς τῶν ἐμψύχων, 〈τῷ〉 τὰ μὲν πάσας ἔχειν τὰς δυνάμεις, τὰ δέ τινας, τὰ δὲ μίαν μόνην, ἐπὶ τούτοις ἔδειξε, πῶς εἶδος ἡ ψυχὴ καὶ ἐντελέχεια, ὅτι γὰρ τῷ τοῦ σώματός τι εἶναι τοῦ ὑπο‐ κειμένου † ὁμοία οὖσα καὶ χωριστή ἐστιν αὐτοῦ. ἡ δὲ δεῖξις τοιαύτη· ἔλαβεν
25τὸ ἐπὶ πάντων τῶν λεγομένων εἶναι τοιούτων, ὁποῖά ἐστι πρώτως τε καὶ δευτέρως, [καὶ] καθὸ μὲν πρώτως λέγονται, τοῦτο εἶναι εἶδος αὐτῶν, καθὸ δὲ δευτέρως, [τὸ] ὑποκείμενόν τε καὶ ὕλην τὴν ἐκεῖνο τὸ εἶδος συνέχουσαν, καὶ τοῦτο διὰ τῆς ἐπαγωγῆς πιστωσάμενος ἔλαβεν τὸ καὶ ζῆν τὰ ἔμψυχα λέγεσθαι κατὰ πρώτην μὲν τὴν ψυχὴν *** ἔχον, οὕτως ἔχοντος ἡ μὲν
30ψυχὴ ἐδείχθη εἶδος οὖσα τοῦ σώματος τοῦ ἔχοντος αὐτὴν, ὕλη δὲ τὸ σῶμα. Ὅτι μὴ ἡ ὕλη γένος. Κοινὰ τῷ γένει καὶ τῇ ὕλῃ τὸ κοινὰ εἶναι πλειόνων, καὶ τὸ πρῶτα
τῇ φύσει τῶν ὑπ’ αὐτά τε καὶ [δι’] ὧν ἐστι κοινά, καὶ τὸ τῇ εἴδους τινὸς77

78

συνθέσει πρὸς αὐτὰ τὰς διαφορὰς λαμβάνειν. ὡς γὰρ κοινῆς οὔσης τῆς ὕλης τὰ εἴδη ἐν αὐτῇ γινόμενα κατὰ τὴν πρὸς ἄλληλα διαφορὰν διάφορον ποιεῖ καὶ τὸ συναμφότερον, οὕτως καὶ τοῦ γένους ὄντος κοινοῦ τὰ εἴδη καὶ αἱ διαφοραὶ συντιθέμεναι αὐτῷ κατὰ τὴν ἐν αὐτοῖς διαφορὰν ποιοῦσι τὴν
5ἐν τοῖς γένεσι διαφοράν· τὰ γὰρ αὐτὰ ἕτερα γίνεται τῇ τῶν διαφερόντων συνθέσει. ἢ εἴη ἂν αὐτῶν ἡ πρὸς ἄλληλα διαφορὰ κατὰ τὸ μὴ ὁμοίως ἔχειν τὸ κοινὸν πρὸς τὰ εἴδη ὧν ἐστι κοινόν. ἡ μὲν γὰρ ὕλη κοινὴ ὡς ὑποκείμενον τούτοις ὧν ἐστι κοινόν (ὑπόκειται γὰρ τοῖς εἴδεσιν), τὸ δὲ γένος κοινὸν ὡς κατηγορούμενον τῶν ὧν κοινόν ἐστιν. ἐν γὰρ τῇ ὕλῃ
10ὑποκειμένῃ τὰ εἴδη γίνεται ὡς ἐν τῷ χαλκῷ τὰ σχήματα, οὐχ οὕτως δ’ ἐν τῷ γένει τὰ εἴδη· τὰ γὰρ γένη ὧν ἐστι γένη τούτων κατηγορεῖται. καὶ ἡ μὲν ὕλη ἅμα τε πᾶσα λαμβανομένη κοινὴ τῷ πάντ’ ἔχειν ἐν ἑαυτῇ τὰ ἔνυλα εἴδη, ἀλλ’ ἕκαστον αὐτῆς μόριον καθ’ αὑτὸ κοινὸν καὶ αὐτὸ τῷ πάντων εἶναι παρὰ μέρος τῶν ἐναντίων δεκτικόν, τὸ δὲ γένος αὐτὸ μὲν
15κοινὸν τῶν οἰκείων εἰδῶν, τὸ δὲ καθ’ ἕκαστα αὐτοῦ οὐ κοινόν· οὐ γὰρ οἷόν τε τὸ ἐν Σωκράτει ζῷον ἐν ἄλλῳ γενέσθαι τινί. καὶ ἡ μὲν ὕλη πρᾶγμά ἐστι καὶ ὑπόκειται συντελοῦν εἰς τὸ εἶναι αὐτῶν ἑκάστῳ τῷδέ τινι, τὸ δὲ γένος ὡς γένος λαμβανόμενον οὐ πρᾶγμά τί ἐστιν ὑποκείμενον, ἀλλὰ μόνον ὄνομα, καὶ ἐν τῷ νοεῖσθαι τὸ κοινὸν εἶναι ἔχον, οὐκ ἐν ὑπο‐
20στάσει τινί. καὶ ἡ μὲν ὕλη καὶ κατ’ ἀριθμὸν ἄφθαρτος, τὸ δὲ γένος τῷ εἴδει τὸ ἄφθαρτον ἔχει καὶ τῇ τῶν γινομένων ἀνεπιλείπτῳ διαδοχῇ, τὸ δὲ καθέκαστα φθαρτὸν αὐτοῦ. καὶ ἡ μὲν ὕλη τῆς συναμφοτέρου οὐσίας τὸ ἕτερον μόριον ἐν τῇ τοῦ συναμφοτέρου φθορᾷ χωρίζεταί τε καὶ σώζεται, τὸ δὲ γένος ἐστὶ μὲν καὶ ἐν ἁπλοῖς (τοιαῦτα γὰρ τὰ τῶν εἰδῶν καὶ τῶν
25συμβεβηκότων γένη· οὐ γὰρ σύνθετον οὐδὲ συναμφότερον ὡς ἐξ εἴδους καὶ ὑποκειμένου οὔτε ποιότητος οὔτε ποσότητος οὔτε τι τῶν παρὰ τὴν οὐ‐ σίαν γενῶν), ἐν δὲ τῇ συναμφοτέρῳ τε καὶ ἐνύλῳ οὐσίᾳ σύνθετον μὲν τὸ γένος καὶ τὸ κοινὸν ὡς σύνθετον ἐν αὐτῇ. ὡς γὰρ τὰ καθέκαστα ἐν τῷ ζῴῳ σύνθετα, οὕτω δὴ καὶ τὰ εἴδη αὐτῶν καὶ τὰ γένη· τὸ γὰρ ζῷον
30εἶδός τι σημαίνει σὺν ὕλῃ, οὐ μὴν τὸ ἕτερον μέρος ἐστὶ τοῦ συναμφοτέρου ὡς ὕλη, ἀλλ’ αὐτὸ τὸ ζῴῳ εἶναί ἐστι τὸ εἶναι ἐξ ἀμφοῖν. διὸ οὐδ’ ἐχω‐ ρίζετο τῆς ὕλης παραπλησίως· ἔχον γάρ τι τοῦ εἴδους ἐν τῷ τοῦ οἰκείου λόγῳ ἐν τῇ φθορᾷ τοῦ ὅλου, ἥτις γίνεται κατὰ τὴν τοῦ εἴδους φθοράν, καὶ αὐτὸ κατὰ τὴν τοῦ φθαρτοῦ κοινωνίαν φθείρεται. διὸ τὸ ἐν Σωκράτει
35ζῷον μόριόν πως ὂν τοῦ γένους οὐχ ὑπομένει φθειρομένου Σωκράτους. τοῦτό τοι κἂν πάντα τὰ καθέκαστα ζῷα φθαρῇ ἀναιρεῖται καὶ τὸ ὡς γέ‐
νος ζῷον ὄν, τῆς ὕλης μηδὲν τοιοῦτο πασχούσης. οὐδὲ τὰ εἴδη ὁμοίως78

79

ἔν τε τῇ ὕλῃ ἔν τε τῷ γένει. ἐν μὲν γὰρ τῇ ὕλῃ πᾶν τὸ εἶδος γίνεται οὔσῃ χωρὶς εἴδους κατὰ τὸν ἑαυτῆς λόγον, ἐν δὲ τῷ γένει φθάσαν ἤδη τὸ εἶδος τὸ κοινότερόν τε καὶ ἐν πᾶσι τοῖς ὑπὸ τὸ γένος εἴδεσι συνείλη‐ πται. διὸ οὐδὲ τὸ εἶδος πᾶν ἔτι ἐν τῷ γένει γίνεται τῷ μέρος αὐτοῦ
5φθάσαν τὴν τοῦ γένους συμπληροῦν φύσιν, αἱ δὲ διαφοραὶ αἱ τὸ κοινὸν τοῦ εἴδους διαιροῦσαί εἰσιν αἱ τῷ γένει συντιθέμεναι. διὸ τὸ μὲν γένος ἀχώ‐ ριστον τούτων ὧν ἐστι γένος καὶ συμφθειρόμενον αὐτοῖς, καὶ οὐκ εἰδῶν ἀλλὰ μέρους εἰδῶν δεκτικόν, καὶ οὐδὲ τούτων ὡς ὑποκείμενον δεκτικόν, ἀλλὰ τῇ νοήσει λαμβανόμενόν τε καὶ χωριζόμενον τῶν σὺν οἷς ἐστιν αὐ‐
10τῷ τὸ εἶναι, τῆς ὕλης πρώτης οὔσης παντὸς τοῦ ἐνύλου σώματος. ἡ μὲν γὰρ οὐκ οὖσά πως κατὰ τὸν οἰκεῖον λόγον ἐνεργείᾳ δεξαμένη τὸ εἶδος τόδε τι γίνεται ἡ πρώτη οὖσα ἀρχὴ τοῦ τόδε τι καὶ συναμφοτέρου, τὸ δὲ γένος ἀπὸ τούτων τῶν ἐνύλων τε καὶ καθ’ ἕκαστον τὸ εἶναι λαμβανομένου διὰ τὸν χωρισμὸν τῶν τὴν διαφορὰν αὐτοῦ δεικνύντων τε καὶ ποιούντων. καὶ ἡ
15μὲν ὕλη πᾶσι τοῖς ἐν γενέσει τε καὶ φθορᾷ αἰτία τοῦ εἶναί τε καὶ ὑφε‐ στάναι, τὰ δὲ γένη ἐν τοῖς διὰ τὴν ὕλην τὸ εἶναί τε καὶ τὴν ὑπόστασιν ἔχουσιν ἐπιγίνεται ἔργον [τὰ] τοῦ συντιθέντος αὐτὰ διὰ τοῦ τῶν ἄλλων
τῶν συνυπαρχόντων αὐτῷ τῇ ἐπινοίᾳ χωρισμοῦ.79

80

(1t)

ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ. ΚΕΦΑΛΑΙΑ
2pα. Τί ἐστιν ἀνάμνησις.
3pβ. Ἐκ τοῦ δευτέρου Περὶ ψυχῆς λέξεως ἐξήγησις, δι’ ἧς λέγει “θεωροῦν
4pγὰρ γίνεται τὸ ἐπιστήμην, ὅπερ οὐκ ἔστιν ἀλλοι‐
5pοῦσθαι· εἰς αὑτὸ γὰρ ἡ ἐπίδοσις καὶ εἰς ἐντελέχειαν.”
6pγ. Ὁμοίως ἐκ τοῦ δευτέρου Περὶ ψυχῆς λέξεως ἐξήγησις, δι’ ἧς περὶ
7pαἰσθήσεως λέγει.
8pδ. Πῶς καὶ ἡ πρόσοδος τοῦ ἡλίου καὶ ἡ ἄφοδος ὁμοίως αἰτία καὶ γε‐
9pνέσεως καὶ φθορᾶς εἴη· ἡ γὰρ ἄλλου γένεσις ἄλλου φθορά.
10pε. Ὅτι τὸ ἁπλῶς ἐξ ἀνάγκης γίνεσθαι καὶ μὴ ἐξ ὑποθέσεως ἐν τοῖς ἀεὶ
11pκύκλῳ γινομένοις.
12pϛ. Λέξεως ἐξήγησις ἐκ τοῦ τρίτου Περὶ ψυχῆς, δι’ ἧς ζητεῖ, πῶς ἡ
13pσυναίσθησις ἡμῖν γίνεται αἰσθανομένοις.
14pζ. Λέξεως ἐξήγησις ἐκ τοῦ τρίτου Περὶ ψυχῆς δι’ ἧς ἔδειξεν, ὅτι μὴ
15pπλείους τῶν ε εἰσὶν αἰσθήσεων.
16pη. Εἰ αἰσθητὸν ὃ πάσαις ταῖς αἰσθήσεσι κατὰ συμβεβηκὸς αἰσθητόν.
17pθ. Λέξεως ἐξήγησις ἐκ τοῦ τρίτου Περὶ ψυχῆς, δι’ ἧς δείκνυσιν, ὅτι ἐστὶν
18pᾧ ἅμα πάντων αἰσθανόμεθα.
19pι. Περὶ θαλάσσης ἐκ τῶν Μετεωρολογικῶν.
20pια. Ἐπιχείρησις ὅτι τὰ ὀνόματα θέσει.
21pιβ. Ὅτι μὴ ἄπειρον τὸ ὄν.
22pιγ. Περὶ τοῦ ἐφ’ ἡμῖν τινα.
23pιδ. Ἐπιδρομὴ τῶν ἐν τῷ τετάρτῳ Μετεωρολογικῶν, ἀτελής.
24pιε. Περὶ τοῦ οἷον ἀμεροῦς.80

81

Τί ἐστιν ἀνάμνησις. Ἀνάμνησίς ἐστιν εὕρεσις διὰ ζητήσεως φαντάσματος ὃ ἐγένετό ποτε ἐν τῷ σώματι ἐν ᾧ ἡ αἰσθητικὴ ψυχή. Λέξεως ἐξήγησις ἐκ τοῦ δευτέρου Περὶ ψυχῆς λόγου Ἀρι‐
5στοτέλους, δι’ ἧς λέγει θεωροῦν γὰρ γίνεται τὸ ἔχον τὴν ἐπι‐ στήμην, ὅπερ οὐκ ἔστιν ἀλλοιοῦσθαι· εἰς αὐτὸ γὰρ ἡ ἐπίδοσις καὶ εἰς ἐντελέχειαν. Εἰπόντος Ἀριστοτέλους ἐν τῷ δευτέρῳ Περὶ ψυχῆς † ἐπὶ τῆς ** ἀπὸ τῆς ἕξεως, ἣν εἶπεν δευτέραν δύναμιν (πρώτη γὰρ ἦν δύναμις 〈ἡ〉 πρὸς τὴν
10ἀνάληψιν τῆς ἕξεως ἐπιτηδειότης), εἰπόντος οὖν αὐτοῦ περὶ αὐτῆς οὕτως θεωροῦν γὰρ γίνεται τὸ ἔχον τὴν ἐπιστήμην, ὅπερ οὐκ ἔστιν ἀλλοιοῦσθαι (εἰς αὐτὸ γὰρ ἡ ἐπίδοσις καὶ εἰς ἐντελέχειαν) ἢ ἕτερον γένος ἀλλοιώσεως. διὸ οὐ καλῶς ἔχει λέγειν τὸ φρονοῦν ὅταν φρονῇ ἀλλοιοῦσθαι, ὥσπερ οὐδὲ τὸν οἰκοδόμον ὅταν οἰκο‐
15δομ. τὸ μὲν οὖν εἰς ἐντελέχειαν ἄγον ἐκ δυνάμει ὄντος κατὰ τὸ νοεῖν καὶ φρονεῖν οὐ διδασκαλίαν ἀλλ’ ἑτέραν ἐπωνυμίαν ἔχειν δίκαιον, ταῦτ’ εἰπόντος αὐτοῦ ἐζητήθη καθόλου ὑπὸ τῆς ἐξηγήσεως, εἰ 〈ἡ〉 εἰς τὴν ἐνέργειαν μεταβολὴ κίνησίς ἐστιν. εἰ γὰρ μὴ ἀλλοίωσις, πολὺ μᾶλλον ἂν οὐκ εἴη τις τῶν ἄλλων [οὐ] κινήσεων. τὸ γὰρ ἀπὸ τῆς νοητι‐
20κῆς ἕξεως μεταβάλλον εἰς τὸ νοεῖν τε καὶ ἐνεργεῖν ἀλλοίωσις μὲν οὐκ ἂν εἴη τις, 〈εἰ〉 ἡ μὲν ἀλλοίωσις κατὰ πάθος μεταβολή, 〈ἡ δὲ〉 οὐκ ἔστιν μετα‐ βολὴ κατὰ πάθος, εἴ γ’ ἐστὶν εἰς ταὐτὸν ἐπίδοσις. καὶ ἔστιν ἡ ἀπὸ τῆς ἕξεως ἐνέργεια σωστικὴ τῆς ἕξεως καὶ τελειότης αὐτῆς, εἴ γε τέλος ἑκά‐ στῳ τὸ οὗ χάριν ἐστί, πᾶσα δὲ ἕξις ἕνεκα τῆς ἐνεργείας γίνεται τῆς κατ’
25αὐτήν. εἰ δὲ μὴ κατ’ ἀλλοίωσιν ὁ οὕτως ἐνεργῶν κινεῖται, πολὺ μᾶλ‐ λον οὐδ’ ἂν κατὰ τόπον ἢ κατ’ αὔξησιν κινοῖτο· σωμάτων γὰρ αἱ κινήσεις τοιαίδε. καὶ γὰρ 〈αἱ〉 ἀπὸ τῶν κατὰ τὰς τέχνας ἕξεων ἐνέργειαι γίνοιντο μὲν διὰ κινήσεως, ἐπεὶ σωματικῆς ὑπηρεσίας δέονται, αὗται δὲ καθὸ τε‐ λειότητές εἰσι τῶν ἕξεων, οὐκ ἂν κινήσεις εἶεν. μήποτ’ οὖν ἄμεινον γε‐
30νέσεις αὐτὰς λέγειν τινάς, εἴ γε πρὸς τὴν τελειότητα τῶν οὐσιῶν ὧν εἰσι
συντελοῦσιν· οὐ γὰρ ἑκάστῳ τῶν διὰ γενέσεως τὸ εἶναι ἐχόντων 〈ἡ〉 ἐπὶ τὴν81

82

τελειότητα πρόοδος τῆς γενέσεως αὐτοῦ μέρος. τρόπον οὖν τινα μέρος τῆς γενέσεως τῆς τέχνης καὶ ἡ ἀπὸ τῆς ἕξεως εἰς τὴν ἐνέργειαν μεταβολὴ γινομένη διὰ κινήσεών τινων, ἐπεὶ καὶ πᾶσα γένεσις δοκεῖ γίνεσθαι διὰ κινήσεων. ἀλλ’ εἰ τοῦτο ἐπὶ τῶν τεχνῶν χρὴ λέγειν, ἆρά γε δεῖ τὸ αὐτὸ
5τοῦτο λέγειν καὶ ἐπὶ τῶν κατὰ τὰς θεωρητικὰς ἐπιστήμας, ἐνεργειῶν τινων οὐσῶν καὶ αὐτῶν; πολὺ γὰρ ἐπὶ τούτων εὐλογώτερον τὸ μὴ εἶναι κίνησίν τινα. ἀλλ’ εἰ χρὴ καὶ ταῦτα γενέσεις λέγειν, πᾶσα δὲ γένεσις διὰ κινή‐ σεως, διά τινων κινουμένων εἴη ἂν γινομένη τοιάδε γένεσις. ἢ δεῖ πρῶ‐ τον γενέσθαι γνώριμον εἰς τίνος τελειότητα ἡ τοιάδε ἐνέργεια συντελεῖ. ἢ αἱ
10μὲν κατὰ τὰς τέχνας *** τῶν τεχνῶν καὶ τῶν τὰς τέχνας ἐχόντων, καθό εἰσι τεχνῖται, ἐπὶ δὲ τοῦ νοῦ καὶ τῶν ἀρετῶν καὶ τῶν θεωρητικῶν ἕξεων εἰς τὴν τοῦ ἀνθρώπου ἂν τελειότητα συντελοῖ ἡ ἀπὸ τῶν ἕξεων τούτων ἐνέργεια, εἴ γε καὶ αἱ ἕξεις αὗται τελειότητές εἰσι τῆς τοῦ ἀνθρώπου φύ‐ σεως, καθὸ ἄνθρωπός ἐστι. κυρίως γὰρ ἄνθρωπος ὁ τὰς ἕξεις ἔχων τε
15καὶ ἐνεργῶν κατὰ ταύτας, καθ’ ἃς τῷ ἀνθρώπῳ τὸ μάλιστα καὶ κυρίως εἶναι ἀνθρώπῳ. αἳ δὴ διδασκαλίαι κινήσεις τε καὶ ἀλλοιώσεις εἰσὶ τῶν ἕξεων, τούτων ποιητικαὶ δι’ ὧν ἡ τοῦ ἀνθρώπου τελειότης γίνεται, εἶεν ἂν καὶ τῶν ἀπ’ αὐτῶν ἐνεργειῶν αἴτιαι, εἴ γε πᾶν τὸ τὴν ἕξιν ἔχον εὐ‐ θὺς ἐνεργεῖ κατ’ αὐτήν, εἰ μή τις ἐμποδίζοι τῶν ἐμποδιζόντων ταῖς ἐνερ‐
20γείαις ἀναίρεσις καὶ αὐτὴ γινομένη μετά τινος κινήσεως. Λέξεως ἐξήγησις ἐκ τοῦ δευτέρου ὁμοίως Περὶ ψυχῆς, δι’ ἧς περὶ αἰσθήσεως λέγει, ἔστι δὲ ἥδε· διωρισμένων δὲ τούτων λέγωμεν κοινῇ περὶ πάσης αἰσθήσεως”. Εἰπὼν περὶ τῆς θρεπτικῆς δυνάμεως τῆς ψυχῆς ἐπὶ τὸν περὶ αἰσθή‐
25σεως μέτεισι λόγον, καὶ πρῶτον μὲν καθόλου καὶ κοινῶς περὶ αἰσθήσεως λέγει, ἔπειτα ἐρεῖ προελθὼν περὶ ἑκάστης ἰδίᾳ. πρῶτον μὲν οὖν λαμβάνει, ὅτι ἡ αἴσθησις γίνεται ἐν τῷ κινεῖσθαί τι καὶ πάσχειν (διὰ γὰρ κινήσεώς τινος καὶ πάθους γίνεσθαι δοκεῖ), λαβὼν δὲ τὸ τὴν αἴσθησιν δι’ ἀλλοιώ‐ σεως καὶ πάθους γίνεσθαι ἐμνημόνευσε τοῦ πάθους καὶ τοῦ πάσχειν, ὅπως
30γίνεται, ὅτι γὰρ τοῖς μὲν δοκεῖ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχειν, τοῖς δὲ τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου. τούτου δ’ ἐμνημόνευσεν, ἐπεὶ πρὸς τὸ ἀποδοῦναι, τί πότ’ ἐστιν αἴσθησις, χρήσιμον αὐτῷ τὸ κεῖσθαι, ὑπὸ τίνος πάσχει τὰ πάσχοντα, ἐπεὶ καὶ ἡ αἴσθησις κεῖται πάθος τι εἶναι καὶ διὰ πάθους. πρὸ δὲ τοῦ περὶ τούτου διαρθρῶσαι πρῶτον ἀπορήσας περὶ τῆς
35αἰσθήσεως, διὰ τί, ὄντων ἐν τοῖς αἰσθητηρίοις τῶν αἰσθητῶν, οὐκ αἰσθά‐
νεται ἡ αἴσθησις τούτων, ἀλλὰ τῶν ἐκτὸς μόνων, καὶ λύσας τὴν ἀπορίαν82

83

τῷ τότε δυνάμει τὴν αἴσθησιν εἶναι (ἡ γὰρ αἴσθησις πρὸς τὸ αἰσθητόν, αἰσθητὸν δ’ αὐτῇ τὸ κεχωρισμένον· οὐδὲν γὰρ ὑφ’ ἑαυτοῦ πάσχει, ἡ δὲ αἴσθησις διὰ πάθους· ἔστ’ ἂν οὖν μὴ παρῇ τὸ αἰσθητόν, δυνάμει ἡ αἴ‐ σθησίς ἐστι), λαβὼν δὲ τὸ διχῶς λέγεσθαι τὸ αἰσθάνεσθαι (καὶ γὰρ δυ‐
5νάμει καὶ ἐνεργείᾳ), ἔλαβεν τὸ τῆς αἰσθήσεως τὴν μὲν εἶναι δυνάμει, τὴν δὲ ἐνεργείᾳ, ὁμοίως δὲ καὶ τὸ αἰσθητόν. λαβὼν δὲ τὸ [τὴν αἴσθησιν] διὰ πάθους γίνεσθαι τὴν αἴσθησιν τὴν μὲν δυνάμει, τὴν δὲ ἐνεργείᾳ, ἐφεξῆς λέγει περὶ τοῦ πάσχοντος ὑπὸ τίνος πάσχει, ὃ πρὸ ὀλίγου ἐκίνησε. καὶ λαβὼν ὅτι πᾶν τὸ πάσχον πάσχει ὑπὸ τοῦ κινητικοῦ καὶ ἐνεργείᾳ ὄντος
10τούτου, ὃ τὸ πάσχον ὑπ’ αὐτοῦ δύναται γενέσθαι, ἔδειξεν ἐκ τούτου, ὅτι τὸ πάσχον ἔστι μὲν ὡς ὑπὸ ὁμοίου πάσχει, ἔστι δὲ ὡς ὑπὸ ἀνομοίου πάσχει. πάσχει μὲν γὰρ ἀνόμοιον, πεπονθὸς δὲ ὅμοιόν ἐστιν. χρή‐ σιμον δ’ αὐτῷ τοῦτο πάλιν πρὸς τὸ καὶ [τὸ] τὴν αἴσθησιν τὴν δυνάμει, εἰ διὰ πάθους γίνεται, πάσχουσαν μὲν ἀνομοίαν εἶναι τῷ ποιοῦντι, ὅ ἐστι τὸ
15αἰσθητόν, παθοῦσαν δὲ καὶ γενομένην ὁμοίως αὐτῷ εἶναι. οἷς ἐφεξῆς ἐπέ‐ λαβεν τὴν αἴσθησιν τὴν μὲν δυνάμει εἶναι, τὴν δὲ ἐντελεχείᾳ, 〈καὶ〉 διαί‐ ρεσιν ποιεῖται τοῦ δυνάμει καὶ τοῦ ἐντελεχείᾳ, βουλόμενος δι’ αὐτοῦ δεῖξαι, ὅτι μὴ κυρίως πάσχειν λέγεται ἡ αἴσθησις καὶ κινεῖσθαι. οὐ γὰρ πάσης δυνάμεως ἡ εἰς ἐνέργειαν πρόοδος διὰ πάθους καὶ κινήσεως. διχῶς γὰρ
20τὸ δυνάμει ἐπιστῆμον, ὁμοίως δὲ καὶ πᾶν ἄλλο, λέγεται. τό τε γὰρ φύσιν ἔχον δέξασθαι ἐπιστήμην δυνάμει ἐπιστῆμον, ἀλλὰ καὶ τὸ ἔχον ἤδη καὶ δεδεγμένον τὴν ἐπιστήμην, μὴ ἐνεργοῦν δὲ κατ’ αὐτὸ δυνάμει λέγεται ἐπι‐ στῆμον, ὅτι μὴ ὁμοίως λέγεται, ἔδειξεν. εἰπὼν δὲ καὶ τὸν ἔχοντα μὲν ἤδη τὴν ἐπιστήμην, μὴ ἐνεργοῦντα δέ, δυνάμει ἔτι καὶ αὐτὸν ἐπιστήμονα λέ‐
25γεσθαι, προσέθηκεν, ὅτι ὁ ἤδη θεωρῶν τε καὶ ἐνεργῶν οὗτός ἐστιν ὁ κυρίως λεγόμενος ἐπιστήμων, οὐκέτ’ ὢν δυνάμει. ἐφ’ οἷς τὴν διαφορὰν λέγων τῶν δυνάμει λεγομένων ἐπίστασθαι ἔδειξεν, ὅτι ὁ μὲν πρῶτος λεγόμενος δυνάμει, ὁ κατὰ τὸ πεφυκέναι, οὐκ ἄλλως εἰς τὸ ἐνεργείᾳ γενέσθαι μετα‐ βάλλει, εἰ μὴ διὰ τοῦ παθεῖν τε καὶ ἀλλοιωθῆναι διὰ μαθήσεως, 〈ὁ〉 δὲ
30ἤδη ἔχων εἰς τὸ ἐνεργεῖν οὐ διὰ πάθους ἔτι καὶ ἀλλοιώσεως μεταβάλλει. δείξας δ’ ὅτι μὴ παντὸς τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ μεταβολὴ διὰ πάθους τε καὶ ἀλλοιώσεως, ἐφεξῆς καὶ τοῦ ἀλλοιοῦσθαί τε καὶ πάσχειν διαίρεσιν ἐποιήσατο, καὶ ἔλαβεν τὸ μέν τι φθορὰν εἶναι ὑπὸ τοῦ ἐναντίου καὶ ἔκ‐ στασιν τοῦ ἐν ᾧ ἦν, ὡς πάσχει πάντα τὰ εἰς τὰ ἐναντία μεταβάλλοντα,
35τὸ δέ τι πάσχειν εἶπεν εἶναι οὐ τῷ φθείρεσθαι, ἀλλὰ τῷ σώζεσθαι καὶ83

84

ἐν ἐπιδόσει γενέσθαι τῇ καθὸ ἔχει ὑπὸ τοῦ ἐνεργείᾳ ὄντος καὶ ὁμοίου. ἡ γὰρ κατὰ τὴν ἕξιν καὶ τοιαύτην δύναμιν ἐνέργεια τελειότης οὖσα τῆς ἕξεως οὐ κατὰ τὴν εἰς τοὐναντίον μεταβολὴν γίγνεται, ἀλλὰ κατὰ τὴν τοῦ αὐτοῦ ἐξ ἀργίας εἰς ἐνέργειαν· τὸ γὰρ ἔχον τὴν ἐπιστήμην ἐνεργοῦν γίνεται κατ’
5αὐτήν, ὃ εἰς τὸ αὐτὸ καὶ ὅμοιον ἐπίδοσίς ἐστιν. ὁμοίως δὲ εἰπὼν ὡς δύ‐ ναμις ἔχει πρὸς ἐντελέχειαν, πῶς καὶ ποία δύναμις καὶ πρὸς ποίαν ἐντελέ‐ χειαν ἔδειξεν προσθείς. θεωροῦν γὰρ γίνεται τὸ ἔχον τὴν ἐπιστήμην, ἥτις μεταβολὴ οὐκ ἔστιν ἀλλοίωσις, εἴ γε ἡ μὲν ἀλλοίωσις ἐξ ἄλλου εἰς ἄλλο καὶ ἐξ ἐναντίου ἐστὶ μεταβολή, ἡ δ’ ἐκ τοῦ οὕτω δυνάμει εἰς τὴν
10ἐνέργειαν (εἰς αὐτὸ γὰρ τοῦτ’ ἐστίν, ὃ ἔχει καὶ καθὸ ἔχει) ἐπίδοσίς ἐστιν. ἤ, εἰ δεῖ καὶ τοῦτο ἀλλοίωσιν λέγειν, ἕτερον ἄν τι εἴη γένος καὶ ἄλλη τις φύσις ἀλλοιώσεως. ὅτι δὲ τὸ πάσχειν ὡς ἴσον ἔλαβεν τῷ ἀλλοιοῦσθαι ἔδειξεν εἰπὼν ὅπερ οὐκ ἔστιν ἀλλοιοῦσθαι· ὡς γὰρ ἴσον † εἴη ἐν αὐτῷ ‘ὅπερ οὐκ ἔστι πάσχειν‘. ὃ δείξας προσέθηκεν, ὅτι μὴ χρὴ λέγειν τὸν
15φρονοῦντά τι καὶ νοοῦντα ἀλλοιοῦσθαι, εἰ δὲ μὴ ἀλλοιοῦσθαι, οὐδὲ κινεῖ‐ σθαι. εἰ γὰρ μὴ ἀλλοίωσις, δῆλον ὡς οὐδὲ κατὰ τόπον οὐδὲ ποιὸν μετα‐ βολή. τοιαύτη δὲ καὶ ἡ τοῦ δυνάμει αἰσθανομένου εἰς τὸ ἐνεργείᾳ αἰσθά‐ νεσθαι ἐπίδοσίς τε καὶ μεταβολή. διὸ κοινότερον ἡ αἴσθησις ἀλλοίωσις. εἰπὼν δὲ ταῦτα διέξεισιν ἐπ’ αὐτοῖς, ὁποία μὲν μεταβολὴ ἐκ τοῦ δυνάμει
20εἰς τὸ ἐνεργείᾳ ἀλλοίωσίς ἐστι, ποία δὲ οὔ. ἡ μὲν γὰρ ἐκ τῆς ἕξεως εἰς τὴν ἐνέργειαν τὴν διὰ ταύτην, ὡς τὸ νοεῖν ἔχειν καὶ τὸ φρονεῖν, ἐπεὶ μὴ διὰ διδασκαλίας γίνεται, οὐκ ἀλλοίωσις οὐδὲ κίνησις, ἀλλ’ ἕτερόν τι γένος μεταβολῆς (ὑπὸ γὰρ τὴν γένεσιν εἴη ἂν τοιαύτη μεταβολή, εἴ γε τὸ τελει‐ οῦσθαι καὶ ἡ εἰς τοῦτο ἐπίδοσις γινομένου πώς ἐστι), τὴν 〈δὲ〉 ἐκ τῆς ὑλι‐
25κῆς δυναμέως εἰς τὴν ἕξιν μεταβολήν, ἥτις γίνεται κατὰ διδασκαλίαν τινὰ καὶ μάθησιν, ἤτοι οὐδ’ αὐτὴν διὰ πάθους γίνεσθαι ῥητέον, εἴ γε γίνεται καὶ αὐτὴ εἰς τὸ ἐνεργείᾳ τὴν ἕξιν ἔχειν καὶ τελειότητα ἐκ τῆς ὑλικῆς δυ‐ νάμεως (γένεσις γάρ πως καὶ ἡ τοιαύτη μεταβολή), 〈ἢ〉 εἰ καὶ τὴν τοι‐ αύτην μεταβολὴν λέγοι τις ἀλλοίωσιν τῷ μὴ φυσικοῦ τινος εἴδους ἀνά‐
30ληψιν εἶναι, δύο χρὴ τρόπους ἀλλοιώσεως εἶναι λέγειν, τήν τε ἐπὶ τὰς ἕξεις γινομένην καὶ τὴν φύσιν τε καὶ τὸ κατὰ φύσιν (τὸ γοῦν βέλτιον μέρος ὧν δύναται τὸ δυνάμενον κατὰ φύσιν αὐτῷ), τὴν δέ τινα ἀπ’ αὐτῶν βελ‐ τιόνων ἕξεων εἰς τὰς στερητικὰς διαθέσεις. εἰπὼν δὲ ταῦτα καὶ διορίσας μετῆλθεν ἐπὶ τὴν αἴσθησιν, καὶ ἔδειξεν, τίς μὲν ἡ πρώτη δύναμίς ἐστι, καὶ
35πῶς καὶ ὑπὸ τίνος εἰς τὴν ἕξιν μεταβάλλει ἡ τοιαύτη δύναμις, πῶς δὲ καὶ ὑπὸ τίνος ἡ δευτέρα εἰς τὴν ἐνέργειαν, καὶ λέγει τὴν μὲν ἐκ τῆς ὑλι‐ κῆς δυνάμεως μεταβολὴν εἰς τὴν κατὰ τὴν ἕξιν γενέσθαι ὑπὸ τοῦ γεννῶν‐
τος δηλονότι τὸ ζῷον (τὸ γὰρ γεννώμενον οὐδέπω τὴν ἕξιν ἔχει τὴν αἰ‐84

85

σθητικήν, ἀλλ’ ἔτι ἐστὶ δυναμένης ἕξεως δεκτικόν, γεννηθὲν δὲ ἔχει τὴν αἰσθητικὴν ἕξιν εὐθύς, ὥσπερ τὸ ἀναλαβὸν τὴν ἐπιστήμην), δείξας δὲ πῶς ἑκάτερον τῶν δυνάμει ἐπὶ τῆς αἰσθήσεώς ἐστιν, προσέθηκεν, ὅτι καὶ τὸ κατ’ ἐνέργειαν δὲ αἰσθάνεσθαι ὁμοίως λέγεται τῷ θεωρεῖν τε καὶ νοεῖν.
5μόνον γὰρ ταύτῃ διαφέρουσιν ἥ τε αἰσθητικὴ καὶ νοητικὴ ἐνέργεια· ἔξωθεν γὰρ καὶ οὐκ ἐν τῷ αἰσθανομένῳ καὶ τὸ ἀκουόμενον ὑπ’ αὐτοῦ καὶ τὸ ὁρώμενον, ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον. οὗ αἰτίαν ἀπέδωκεν, ὅτι ἡ μὲν αἴσθησις ἀντιληπτική ἐστι τῶν καθέκαστα, οὐχ οἷόν τε δὲ εἶναι ἐν τῷ αἰσθανομένῳ, ἀλλ’ οἰκείαν ὑπόστασιν ἔχει, ἡ δ’ ἐπιστήμη καὶ ὁ νοῦς
10τῶν καθόλου θεωρητικά, ἃ καθόλου οὐκ ἔχει ἰδίαν ὑπόστασιν, ἀλλ’ ἐν αὐ‐ τῇ πώς ἐστι τῇ διανοί, τὸ ‘πῶσ‘ προσθείς, ὅτι ἡ μὲν ὑπόστασις καὶ τούτοις καὶ τοῦ εἶναι ἡ αἰτία ἐν τοῖς καθέκαστα, ὡς δὲ κοινὰ ἐν τῷ νοεῖ‐ σθαι τὸ εἶναι ἔχει, καὶ ἔστιν ὡς κοινῶν ὄντων τὸ εἶναι ἐν τῷ νοοῦντι αὐτὰ νῷ διὸ καὶ νοεῖν μὲν ἐφ’ ἡμῖν, αἰσθάνεσθαι δὲ οὐκ ἐφ’ ἡμῖν, ἐπεὶ
15πρὸς παρὸν μὲν καὶ παρόντος ἡ αἴσθησις, οὐκ ἐφ’ ἡμῖν δὲ ἡ τῶν αἰσθη‐ τῶν παρουσία, ὡς ὅτε βουλόμεθα ἔχειν αὐτά. ὡς δὲ αἱ αἰσθήσεις ἔχουσιν, οὕτως καὶ αἱ τέχναι, ὅσαι περὶ αἰσθητά. οὐ γὰρ ἐπὶ τοῖς ταύτας ἔχουσι τὸ ἐνεργεῖν ὅτε βούλονται, τῷ δεῖν αὐτοῖς παρεῖναι τὰ περὶ ἃ ἐνεργοῦσιν. ὑπερθέμενος δὲ τὸ περὶ τῆς τῶν αἰσθητῶν τε καὶ νοητῶν διαφορᾶς ἐπὶ
20πλέον νῦν λέγει τὸ μὲν νοεῖν ἐφ’ ἡμῖν, τὸ δὲ αἰσθάνεσθαι οὐκ ἐφ’ ἡμῖν, τὰ εἰρημένα δὲ καὶ δεδειγμένα τῇ αἰσθήσει ἐφαρμόσας ἀπέδωκε τὸν κοι‐ νὸν λόγον τῆς αἰσθήσεως. ἔδειξεν γὰρ πρῶτον, ἐπεὶ διχῶς λέγεται τὸ δυνάμει (ἄλλως γὰρ λέγεται ὁ παῖς δύνασθαι στρατηγεῖν καὶ ὁ τέλειος ἄλ‐ λως· οὗτος γὰρ οὐχ ὁμοίως τῷ τὴν μὲν ἕξιν ἔχοντι μηδέπω δὲ ἐνερ‐
25γοῦντι), κατὰ τὸ δεύτερον σημαινόμενον τοῦ δυνάμει τὸ δυνάμει αἰσθάνε‐ σθαι καὶ τὴν δυνάμει αἴσθησιν λέγεσθαι. ‘ὧν δυνάμεων‘ εἰπών, ‘ἐπεὶ οὐκ ὠνόμασται ἡ διαφορά, φανερὰ δὲ γέγονεν διὰ τοῦ λόγου, χρῆσθαι δὲ ἀναγ‐ καῖον καὶ τῷ πάσχειν καὶ τῷ ἀλλοιοῦσθαι ὡς κυρίοις ὀνόμασιν‘ ἐπὶ τῆς μεταβολῆς τῆς ἐκ τῆς κατὰ δύναμιν αἰσθήσεως εἰς τὴν ἐνέργειαν, ἐπεὶ
30μὴ ἔχομεν ἄλλα τινὰ ὀνόματα κύρια αὐτῶν, ἦλθεν ἐπὶ τὸ λόγον ἀποδοῦναι τῆς αἰσθήσεως, καὶ εἶπεν τὸ αἰσθητικὸν δυνάμει εἶναι οἷον τὸ αἰσθητὸν ἤδη ἐντελεχείᾳ ἐστίν, ὅτι πάσχει μὲν ὑπὸ τοῦ αἰσθητοῦ οὐδέπω ὅμοιον ὂν αὐτοῦ, παθὸν δὲ ὡμοίωται καὶ ἔστιν οἷον ἐκεῖνο, τὸ δὲ παθὸν ὡς ἴσον πᾶν ἢ τῷ ἀλλοιωθὲν εἶπεν. ἀποδοὺς δὲ τοῦτον τὸν λόγον οὐχ ὡς κυρίως
35ὄντος τοῦ αἰσθάνεσθαι, ἀλλὰ διὰ τὴν τῶν κυρίων ὀνομάτων ἀπορίαν (ἐδείχθη85

86

γάρ, ὅτι οὐκ ἔστιν ἡ τοῦ οὕτω δυνάμει εἰς τὸ ἐνεργείᾳ μεταβολὴ οὔτε πάθος οὔτε ἀλλοίωσις οὔτε κίνησις), ἐπὶ τὸ περὶ ἑκάστης αἰσθήσεως κατ’ ἰδίαν λέγειν μετῆλθεν. Τὰ δὲ κεφάλαια τῶν εἰρημένων· πρῶτον ἔλαβεν, ὅτι ἡ αἴσθησις ἐν
5τῷ κινεῖσθαί τε καὶ πάσχειν, μεθ’ ὃ ἐζήτησεν, πῶς τὸ πάσχειν, τὸ εἰ δύ‐ ναταί τι καὶ ὑπὸ τοῦ ὁμοίου πάσχειν· ἐφ’ οἷς ἀπορήσας, διὰ τί οὐχὶ καὶ τῶν αἰσθητηρίων αὐτῶν αἴσθησις γίνεται ὄντων αἰσθητῶν, εἰς τὴν λύσιν τῆς ἀπορίας ἔλαβεν τὸ εἶναι τὸ δὲ δυνάμει τὴν αἴσθησιν, καὶ διὰ τοῦτο δεῖν αὐτῇ πρὸς τὴν ἐνέργειαν παρόντων τῶν αἰσθητῶν ποιεῖν δυνα‐
10μένων. ἐφ’ οἷς ἔλαβεν ‘διχῶς ἡ αἴσθησις, ἡ μὲν δυνάμει ἡ δὲ ἐνεργείᾳ‘, μεθ’ ἃ εἶπεν δεῖν λέγειν ἔτι, εἰ μηδέπω διώρισται, τίνι διαφέρει τὸ κινεῖ‐ σθαί τε καὶ πάσχειν τοῦ ἐνεργεῖν, εἰ τὸ πάσχειν τε καὶ κινεῖσθαι κινου‐ μένου, ἐπεὶ καὶ λέγεται ἡ κίνησις ἐνέργειά τις εἶναι. ἐφ’ οἷς ἔλαβεν, ὅτι πάντα τῷ πάσχειν καὶ κινεῖται τε ὑπὸ τοῦ ποιητικοῦ ἐνεργείᾳ ὄντος τούτου,
15ὃ δύναται τὸ πάσχον γενέσθαι· διὸ πάσχον μέν ἐστιν ἀνόμοιον, ἐπεὶ πᾶν τὸ πάσχον ἀνόμοιον, πεπονθὸς δὲ ὅμοιον, ἐπεὶ τῇ αἰσθήσει ἦν καὶ δύναμις καὶ ἐνέργεια. καὶ ἔδειξε διττὸν τὸ δυνάμει, καὶ ὅτι μὴ πάντως τῷ δυ‐ νάμει ἡ εἰς τὴν ἐνέργειαν μεταβολὴ δι’ ἀλλοιώσεως. ἐφ’ οἷς διαίρεσιν ἐποιήσατο τοῦ ἀλλοιοῦσθαι· τούτου γὰρ δηλωτικὸν τὸ πάσχειν. τὸ μὲν
20γάρ τι πάσχειν κατὰ φθορὰν γίνεται, ἥτις ὑπὸ ἐναντίου γίνεται, τὸ δέ τι πάσχειν λέγεται σωζόμενον καὶ ἐπιδιδὸν εἰς τὴν αὑτοῦ τελειότητα ὑπὸ τοῦ ὁμοίου αὐτῷ· ὁμοία γάρ πως ἡ ἀπὸ τῆς ἕξεως ἐνέργεια τῇ ἕξει, ἀφ’ ἧς γίνεται, ὃ πάσχειν οὐκ ἀλλοίωσις ἂν εἴη. ἐφ’ οἷς ἔδειξεν, ὅτι ἡ κατὰ τὴν δύναμιν αἰσθήσεως εἰς τὴν κατ’ ἐνέργειαν μεταβολὴ οὐκ ἔστιν ἡ αὐτὴ
25τῇ κατ’ ἀλλοίωσιν γινομένῃ. ἀλλ’ οὐδ’ οὕτω πάσχει τὸ αἰσθανόμενον, ὡς ἔπασχε τὰ φθειρόμενα, ἀλλ’ ὡς τὸ εἰς ἑαυτὸ ἐπιδιδόν. καὶ τὴν τελειότητα διορίσας εἰπὼν δεῖν τοῖς κοινοῖς ὀνόμασι χρῆσθαι ἐν τῷ λόγῳ τῷ τῆς αἰ‐ σθήσεως, ἐπεὶ μὴ ἔχομεν τὰ κύρια τῶν σημαινομένων, ἀπέδωκεν λόγον αὐτῆς καὶ εἶπεν [τὴν αἴσθησιν] δυνάμει τὸ αἰσθητικὸν εἶναι, ὁποῖόν ἐστι
30τὸ αἰσθητὸν ἐντελεχείᾳ, πάσχον δὲ ὑφ’ ἑαυτοῦ καὶ δι’ ἄλλου, οὐ μὲν ὡς εἶπεν πρότερον γίνεσθαι τὴν κατ’ ἐνέργειαν αἴσθησιν, πῶς δεῖ τοῦ πάσχειν καὶ ἀλλοιοῦσθαι ἀκούειν ἐπὶ τῆς μεταβολῆς τῆς κατὰ τὴν δύναμιν αἰσθή‐ σεως εἰς τὴν ἐνέργειαν προειρηκώς. ὁ δ’ ἀποδοθεὶς λόγος τῆς αἰσθήσεώς ἐστι τὸ αἰσθητικὸν δυνάμει ὂν οἷον τὸ αἰσθητὸν ἤδη ἐστὶν ἐντελεχείᾳ, ὃ
35πάσχον μὲν ὑπ’ αὐτοῦ οὐδέπω ὅμοιόν ἐστι, πεπονθὸς δὲ ὅμοιον.86

87

Πῶς οὐχὶ καὶ ἡ πρόσοδος τοῦ ἡλίου καὶ ἡ ἄφοδος ὁμοίως αἰτία γενέσεως καὶ φθορᾶς. ἡ γὰρ ἄλλου γένεσις ἄλλου φθορ. Εἰ προσιόντος μὲν ἐγγυτέρω τοῦ ἡλίου γένεσίς ἐστιν, ἀπιόντος δὲ πόρρω φθορά, ἔστιν δ’ ἡ ἄλλου γένεσις ἄλλου φθορά, καὶ ἡ ἄλλου φθορὰ
5γένεσις ἄλλου, πῶς οὐχ ἅμα καὶ φθορᾶς καὶ γενέσεως αἴτιός ἐστι καὶ προ‐ σιὼν καὶ ἀπιών, εἴ γε δεῖ καὶ τὰ γινόμενα ἐξ ἄλλων τινῶν γίνεσθαι φθο‐ ρᾶς, καὶ τὰ φθειρόμενα εἰς ἄλλων γένεσιν μεταβάλλειν; οὕτω δ’ οὐδὲν ἂν ἔτι διαφέροι ἡ πρόσοδος αὐτοῦ τῆς ἀφόδου. 〈ἢ〉 εἰ τῶν γινομένων τὰ μέν ἐστι προηγούμενα, τὰ δὲ δεύτερα καὶ τοῖς προηγουμένως γινομένοις ὑπεναντία,
10εἴη ἂν ἡ μὲν τῶν προηγουμένων γένεσις κυρίως, ᾗ γίνεται, προσιόντος ἑκά‐ στοις τοῦ ἡλίου (καὶ ἐπεὶ ἡ τινῶν γένεσις ἄλλων ἐστὶ φθορά, εἴη ἂν φθει‐ ρόμενα τὰ [φθορᾷ] τοῖς προηγουμένως γινομένοις ἐναντία), ἡ δὲ φθορὰ τῶν προηγουμένων, ἥτις καὶ κυρίως φθορά, γένεσις δὲ τῶν τούτοις ἀντι‐ κειμένων, οὐκ οὖσα κυρίως γένεσις, ἀποχωροῦντος πορρωτέρω, εἰ κατὰ φύσιν
15αἱ γενέσεις γίνοιντο καὶ φθοραί, μηδενὸς ἀντιβαίνοντός τε καὶ ἀντικόπτον‐ τος τῶν αἰτίων. ἐν δὲ ταῖς ἀνωμαλίαις ταῖς τοιαύταις γίνοιντο ἄν ποτε καὶ ἔμπαλιν. λέγεται γὰρ γένεσις καὶ φθορὰ κυρίως ἐπὶ τῶν προηγουμένως γινομένων, ταῦτα δ’ ἐστὶ τὰ βελτίω τῶν κατ’ ἀντίθεσιν γινομένων ἐξ ἀλ‐ λήλων. καὶ γὰρ [γενέσεις] αἱ τούτων γενέσεις καὶ φθοραί, [αἱ] γινόμεναι κατὰ
20τὴν ἐνιαύσιον τοῦ ἡλίου περίοδον, προσιόντος μὲν οἷς πρόσεισι προδήλως γίνονται, ἀπιόντος δὲ φθείρονται καὶ θνήσκουσιν. Ὅτι τὸ ἁπλῶς ἐξ ἀνάγκης γίνεσθαι καὶ μὴ ἐξ ὑποθέσεως ἐν τοῖς ἀεὶ κύκλῳ γινομένοις ἐστίν. Τὸ ἁπλῶς ἐξ ἀνάγκης γίνεσθαί τινα Ἀριστοτέλης ἐδίδαξεν ἐν τῷ Περὶ
25γενέσεως καὶ φθορᾶς β ἐπὶ μόνων ἀληθὲς ὂν τῶν κύκλῳ γινομένων καὶ ἀκολουθούντων τῇ τῶν θείων σωμάτων περιφορᾷ. ἐπεὶ γὰρ τὸ ἐξ ἀνάγ‐ κης ὂν ἀεί ἐστι (τὸ γὰρ ἐξ ἀνάγκης τοῦ ἀιδίου δηλωτικόν ἐστι), καὶ ἐξ ἀνάγκης ἂν εἴη ταῦθ’ ἃ γινόμενα ἀναγκαίως τε καὶ ἀεὶ γίνεται. εἰ δὲ γίνεται τὰ γινόμενα πάλιν καὶ πάλιν, ταῦτα δέ ἐστι τὰ ἀνακυκλούμενα,
30ταῦτ’ οὖν ἐστι καὶ γινόμενα ἐξ ἀνάγκης. ὅτι γὰρ μηδὲν τῶν ἐπ’ εὐθείας γινομένων (ταῦτα δ’ ἐστὶ τὰ μὴ πάλιν καὶ πάλιν γινόμενα), ὅτι δὴ μηδὲν
τῶν οὕτω γινομένων ἐξ ἀνάγκης γίνεται, οὕτως ἔδειξεν. τῶν ἐπ’ εὐ‐87

88

θείας γινομένων ἤτοι ἐπ’ ἄπειρον τι γίνεται, ὡς ἀεὶ μέν τινα αὐτῷ προσθήκην γίνεσθαι, μηδέποτε δ’ αὐτὸ παύεσθαι τοῦ γίνεσθαι τελειωθέν, ἢ οὕτως ἐπ’ ἄπειρον γίνεται, ὡς ἄλλο ἐξ ἄλλου γίνεσθαι καὶ μηδέποτε ἵστα‐ σθαι, ἢ πέρας τε λαμβάνει καὶ παύεταί ποτε γινόμενον. οὔτε δὲ ἐν τοῖς
5ἐπ’ ἄπειρον γινομένοις τῶν ἐπ’ εὐθείας οἷόν τε γίνεσθαι ἐξ ἀνάγκης ἁπλῶς, οὔτε ἐν τοῖς πέρας ἔχουσιν, διὸ τὸ ἐξ ἀνάγκης γινόμενον οὕτως γίνεται, 〈ὡσ〉 ἢ διὰ τὸ γινόμενον λοιπὸν ἀίδιον μένειν, ἢ διὰ τὸ ἀεὶ γίνεσθαι. οὐδὲν δὲ τῶν γινομένων οὔτε γενόμενον ἀίδιον μένειν οἷόν τε, οὔτ’ ἐπ’ ἄπειρον γί‐ νεται. πᾶσά τε γὰρ γένεσις πεπερασμένη, καὶ μετὰ τὸ γενόμενον φθαρῆναι
10οὐκέτ’ ἀνακάμπτει οὐδὲ γίνεται πάλιν. τοιοῦτο γὰρ ἦν τὸ ἐπ’ εὐθείας, ὥστε οὐδὲν τῶν ἐπ’ εὐθείας γινομένων πεπερασμένως ἐξ ἀνάγκης οἷόν τε λέγειν γίνεσθαι. τὰ μὲν γὰρ γινόμενά ἐστι τὰ καθέκαστα, ὁ Σωκράτης, ὁ Πλάτων, ὅδε ἵππος· τούτων οὐχ οἷόν τε πάλιν ἀνακάμπτειν καὶ γίνεσθαι πάλιν. εἰ γὰρ ἦν τι τούτων ἐξ ἀνάγκης [τὸ] γινόμενον, ἀληθὲς ἐπ’ αὐτῶν
15καὶ τὸ ‘εἰ τὸ πρῶτον, τὸ ὕστερον‘. νῦν δ’ οὐχ οὕτως ἔχει. κατὰ γὰρ τὸ εἶδος τὰ τοιαῦτα διαμένει ἀίδια, ὃ οὐκ ἔστι γενόμενον, ἦν δὲ τὸ ζητού‐ μενον περὶ τῶν γινομένων. εἰ δὲ καὶ οἱ ἄνθρωποι ἀεὶ γίνονται καὶ οὐ διαλείπουσιν, ἀλλὰ κύκλῳ καὶ ἡ τούτων γένεσις, καθὸ ἄνθρωποι ἂν εἶεν ἐξ ἀνάγκης γινόμενοι, * καθὸ ὁ μὲν Πλάτων, ὁ δὲ Σωκράτης. ἢ ἡ τούτων
20γένεσις ἐπ’ ἄπειρον ἐπ’ εὐθείας ἐστὶν ἄλλοτε ἄλλου γινομένου καὶ μηδέ‐ ποτε ἔτι τοῦ αὐτοῦ. διὸ ἐπὶ τούτου μὲν ἡ ἀκολουθία ὑγιὴς ἡ ‘εἰ τὸ ὕστε‐ ρον, ἐξ ἀνάγκης καὶ τὸ πρῶτον‘. ὅτι 〈δὲ〉 μηδ’ ἐπ’ ἄπειρον οὔσης τῆς ἐπ’ εὐθείας γενέσεως [εἰ] οἷόν τέ τι ἐξ ἀνάγκης γίνεσθαι, ἔδειξεν διὰ τοῦ ἐπὶ τῶν ἐξ ἀνάγκης γενομένων ἀληθῆ ἀκολουθίαν εἶναι οὐ μόνον τὴν ‘εἰ τὸ
25ὕστερον, καὶ τὸ πρῶτον‘ (αὕτη μὲν γὰρ καὶ ἐπὶ τῶν ἐνδεχομένως γινομένων ἀληθής), ἐφ’ ὧν δ’ ἐξ ἀνάγκης τι τῶν ὑστέρων ἁπλῶς γίνεται, ἐπὶ τού‐ των ἀληθὲς καὶ τὸ ‘εἰ τὸ πρῶτον, τὸ ὕστερον‘. τῷ μὲν γὰρ ἐξ ἀνάγκης τὸ ὕστερον γενέσθαι, εἶναι δ’ ἀληθὲς ἐπὶ πάντων τῶν γινομένων 〈τὸ〉 ‘εἰ τὸ ὕστερον, καὶ τὸ πρῶτον ἀνάγκη γενέσθαι‘, ἀναγκαῖον, ἐφ’ ὧν τὸ ὕστερον ἐξ
30ἀνάγκης γίνεται, ἐπὶ τούτων καὶ τὸ πρῶτον ἐξ ἀνάγκης γενέσθαι. ἐπὶ δὲ τοῦ ἐπ’ ἄπειρον γινομένου οὐδέν ἐστιν ὕστερον, ἐφ’ οὗ ἔσται ἀληθὲς τὸ ἐξ ἀνάγκης αὐτὸ ἁπλῶς ἐσόμενον· οἷς δὲ τὸ ὕστερον μὴ ἐξ ἀνάγκης ἁπλῶς, ἐπὶ τούτων οὐδὲ τὸ πρὸ τοῦ ὑστέρου οἷόν τε λέγειν ἐξ ἀνάγκης ἔσεσθαι ἁπλῶς. τὸ γὰρ ἀναγκαῖον τοῖς πρὸ τοῦ ὑστέρου παρὰ τοῦ ὑστέρου, ὅταν
35ἐξ ἀνάγκης ἐκεῖνο γίνηται, μηδενὸς δὲ ὄντος ὑστέρου, ἐπὶ τῶν οὕτω γινο‐
μένων οὐδ’ ἂν τῶν πρώτων τι γινομένων ἐν αὐτοῖς γίνοιτο ἐξ ἀνάγκης,88

89

ἀλλ’ ἔσται ἐπ’ αὐτῶν ἀληθὲς τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον, τὸ εἰ τὸ ὕστε‐ ρον, ἔσται ἐξ ἀνάγκης καὶ τὸ πρῶτον αὐτοῦ. ἀπορήσειε δ’ ἄν τις, εἰ ἐπὶ τῶν κύκλῳ γινομένων καὶ ἀνακαμπτόντων πάλιν ἀληθὴς ἀκολουθία ἡ ‘εἰ τὸ πρῶτον, καὶ τὸ ὕστερον‘. ἢ ἐπὶ τῶν ὡρισμένως γινομένων ὑπὸ τῶν κύκλῳ
5κινουμένων ἀληθὴς ἡ τοιαύτη ἀκολουθία. εἰ γὰρ τροπαὶ χειμεριναί, καὶ ἰσημερία, καὶ εἰ ἰσημερία, καὶ τροπαὶ θεριναί, καὶ εἰ τροπαὶ θεριναί, ἰση‐ μερία, καὶ εἰ αὕτη, τροπαὶ χειμεριναί, ἀλλὰ 〈καὶ〉 εἰ χειμών, καὶ ἔαρ, καὶ εἰ ἔαρ, θέρος, καὶ εἰ θέρος, μετόπωρον, καὶ εἰ μετόπωρον, χειμών, πάλιν καὶ εἰ ἐπὶ τῶν πρώτων ῥηθέντων ἡ τάξις ὡρισμένη καὶ ἑστῶσα καὶ οὔτε ὑπο‐
10λείπουσά ποτε οὔτε προλαμβάνουσα, ὅτι τῆς τούτων οὐσίας τε καὶ τάξεως αἰτία μόνη ἡ τῶν πρώτων κίνησις σωμάτων, οὐδενὸς εἰς αὐτὴν ἄλλου συντελοῦντος (διὸ καὶ τὸν χρόνον ἔστιν ἐπὶ τούτων ὁρίζοντας λέγειν, πότε ἐξ ἀνάγκης ἔσται), θέρη τε καὶ μετόπωρα καὶ χειμῶνες οὐκέθ’ ὁμοίως ἔχουσι τὸ ὡρισμένον, καίτοι γινόμενα κύκλῳ καὶ ἑπόμενα τῇ κινήσει καὶ
15αὐτὰ τῶν ἀιδίων, ὅτι ταῦτα καὶ ὑπὸ τῆς ὕλης πρὸς τὸ γίνεσθαι συνερ‐ γεῖται πασχούσης ὑπὸ τῆς ἐκείνων κινήσεως, ἥτις ἐπεὶ μὴ πάντῃ ὁμοίως [ᾗ] ἕπεται κατὰ τὰ πάθη ταῖς ἐκείνων κινήσεσί τε καὶ περιφοραῖς, οὐχ ὁμοίως τοῖς καθ’ ἕκαστον ὥρισται. ἔτι δὲ μᾶλλον τὸ ἀόριστον ἐν τοῖς πλειόνων δεομένοις συνεργούντων αὐτοῖς πρὸς τὸ εἶναι, ὧν ἐστι καὶ ἡ τῶν
20ζῴων γένεσις. διὸ ἀληθὲς ἐπ’ αὐτῶν καθόλου, ὅτι ἀίδιον ἕκαστον αὐτῶν κατ’ εἶδος (τούτου γὰρ αἰτία ἡ τῶν θείων περιφορά), τῆς δὲ τῶν καθ’ ἕκαστα γενέσεως, ἐφ’ ὧν τὸ πλεῖστον δύναται ἡ τῶν προσεχῶς ποιητικῶν αἰτία, οὐκ ἐπὶ τούτων ἀληθὲς τὸ ‘εἰ τὸ πρῶτον, ἐξ ἀνάγκης τὸ ὕστερον‘, ἀληθὲς δὲ τὸ ‘εἰ τὸ ὕστερον, ἐξ ἀνάγκης καὶ τὸ πρὸ αὐτοῦ‘.
25Λέξεως ἐξήγησις ἐκ τοῦ τρίτου Περὶ ψυχῆς Ἀριστοτέλους, δι’ ἧς ἔδειξεν, ὅτι μὴ πλείους τῶν πέντε εἰσὶν αἰσθήσεων. Εἰ γὰρ παντὸς οὗ ἐστιν αἴσθησις ἁφ, καὶ νῦν αἴσθησιν ἔχομεν (πάντα γὰρ 〈τὰ〉 τοῦ ἁπτοῦ ᾗ ἁπτὸν πάθη τῇ ἁφῇ ἡμῖν αἰσθητά ἐστιν), ἀνάγκη τε εἴπερ ἐκλείπει τις αἴσθησις, καὶ αἰ‐
30σθητήριόν τι ἡμῖν ἐκλείπειν· καὶ ὅσων μὲν αὐτοὶ ἁπτόμενοι αἰσθανόμεθα, τῇ ἁφῇ αἰσθητά ἐστιν, ἧν τυγχάνομεν ἔχοντες· ὅσα δὲ διὰ τῶν μεταξ, καὶ μὴ αὐτῶν ἁπτόμενοι τοῖς ἁπλοῖς,
λέγω οἷον ἀέρι τε καὶ ὕδατι ἕως τοῦ “μηδ’ ἕτερόν ἐστι σῶμα καὶ89

90

πάθος, ὃ μηδενός ἐστι τῶν ἐνταῦθα σωμάτων, οὐδεμία ἂν ἐκλεί‐ ποι αἴσθησις”. Δοκεῖ μοι ὁ νοῦς τοῦ λεγομένου συστέλλοντι εἰς τὰς κυρίας προτά‐ σεις τῶν λόγων τοιοῦτος εἶναι. ὧν ἔχομεν τὰ αἰσθητήρια, τούτων
5πάντων καὶ αἴσθησιν ἔχομεν. εἴ τινων μὴ ἔχομεν αἴσθησιν, τούτων τῷ μὴ ἔχειν τὰ αἰσθητήρια αὐτῶν οὐκ αἰσθανόμεθα. εἶπεν δὲ τὸ μὲν ἐξ ὧν ἔχομεν πάντων διὰ τοῦ εἰ γὰρ παντὸς οὗ ἐστιν αἴσθησις ἁφ, καὶ νῦν αἴσθησιν ἔχομεν· πάντα γὰρ τὰ τοῦ ἁπτοῦ ᾗ ἁπτὸν πάθη τῇ ἁφῇ ἡμῖν αἰσθητά ἐστιν. εἰπὼν γὰρ περὶ τῆς ἁφῆς κατέ‐
10λιπεν τὸ ‘καὶ ἐπὶ τῶν ἄλλων αἰσθητηρίων τε καὶ αἰσθήσεων‘ προσθεῖναι, ὧν πάντων ληφθέντων γίνεται καθόλου τὸ ‘εἰ ὧν ἔχομεν τὰ αἰσθητήρια, τούτων πάντων καὶ αἴσθησιν ἔχομεν‘. τὸ ‘εἴ τινων μὴ αἴσθησιν ἔχομεν, τούτων τῷ μὴ ἔχειν τὰ αἰσθητήρια αὐτῶν οὐκ αἰσθανόμεθα‘ εἶπεν † πάλιν διὰ τοῦ αὐτοῦ ἀνάγκη τε, εἴπερ ἐκλείπει τις αἴσθησις, καὶ αἰσθη‐
15τήριόν τι ἡμῖν ἐκλείπειν, ὅτι συνημμένον δυνάμει προσλαμβάνει τὸ ἀντικείμενον τοῦ ὑποκειμένου τῷ ἑπομένῳ τὸ ‘ἀλλὰ μὴν οὐδὲν ἡμῖν αἰ‐ σθητήριον ἐλλείπει‘, οὗ δειχθέντος ἕπεται τὸ μηδ’ αἴσθησίν τινα ἐκλιπεῖν. δυνάμει δ’ εἶπον, ὅτι μὴ ἄντικρυς τοῦτο προσλαμβάνει, ἀλλὰ λαβὼν τίνα ἔχο‐ μεν αἰσθητήρια, καὶ δείξας, ὅτι πλείω τούτων οὐχ οἷόν τέ ἐστιν αἰσθητήρια,
20δείκνυσιν, ὅτι μηδὲν ἡμῖν αἰσθητήριον λείπει. λαμβάνει δὲ τίνας ἔχομεν αἰσθή‐ σεις διὰ τῶνδε· καὶ ὅσων μὲν αὐτοὶ ἁπτόμενοι αἰσθανόμεθα, τῇ ἁφῇ αἰσθητὰ εἶναι, ἣν τυγχάνομεν ἔχοντες, ὅσα δὲ διὰ τῶν μεταξὺ καὶ μὴ αὐτῶν ἁπτόμενοι, τοῖς ἁπλοῖς, λέγω δ’ οἷον ἀέρι καὶ ὕδατι. διὰ γὰρ τούτων, ὅτι τὸ ἁπτικὸν αἰσθητήριον ἔχομεν, ἔλαβεν, καὶ πρὸς τούτῳ, ὅτι
25ὧν αἰσθανόμεθα διά τινος μεταξύ, τοῖς ἁπλοῖς σώμασιν τούτων ἡ αἴσθησις γίνεται, ἐξ ὧν ἔχομεν αἰσθητήρια, ἐξ ὕδατός τε καὶ ἀέρος. οἷς ἀκόλουθον ὂν τὸ δεῖξαι, ὅτι τῶν ἁπλῶν σωμάτων ἐκ τῶν δύο τούτων μόνων αἰσθη‐ τήρια δύναται εἶναι, ἐκ δὲ πυρὸς καὶ γῆς οὐχ οἷόν τε εἶναι αἰσθητήριον. τούτου γὰρ δειχθέντος δεδειγμένον γίνεται καὶ τὸ μηδὲν ἡμῖν αἰσθητήριον
30λείπειν. ὁ δὲ τοῦτο μὲν ὕστερον δείκνυσι, πρῶτον δὲ ἐπιλαμβάνει τρία εἶναι τὰ αἰσθητήρια, τὴν ἁφὴν καὶ τὰ ἐκ τῶν ἁπλῶν, τό τε ἐκ τοῦ ὕδατος καὶ τὸ ἐκ τοῦ ἀέρος, πλείω δέ ἐστι τὰ εἴδη τῶν αἰσθητῶν, εἴ γε τὰ μέν ἐστιν ὁρατά, τὰ δ’ ἀκουστά, τὰ δ’ ὀσφρητά, τὰ δὲ γευστά, τὰ δ’ ἁπτά. ὅτι μηδὲ ἰσάριθμα τὰ αἰσθητήρια εἶναι τοῖς αἰσθητοῖς δείκνυσιν διὰ τοῦ·
35ἔχει δ’ οὕτως, ὥστ’ εἰ μὲν δι’ ἑνὸς πλείω αἰσθητὰ ἕτερα ὄντα ἀλλήλων τῷ γένει, ἀνάγκη τὸν ἔχοντα τὸ τοιοῦτο αἰσθητήριον ἀμφοῖν αἰσθητικὸν εἶναι. ἔστι γὰρ διὰ τοῦτο λαμβάνειν τὸ ὅτι, εἴ γε εἴη τινὰ [ἃ] διαφέροντα ἀλλήλων τῷ γένει αἰσθητὰ δι’ ἑνός τινος αἰσθη‐
τηρίου αἰσθητὰ γινόμενα, τὸ ἔχον τὸ ἓν τοῦτο αἰσθητήριον ἀμφοτέρων τῶν90

91

τῷ γένει διαφερόντων αἰσθητῶν αἰσθάνεται. οὐ γάρ, ἐπεὶ δύο καὶ τῷ γένει διαφέροντα αἰσθητά, τά τε ἀκουστὰ καὶ τὰ ὀσφραντά, δεῖ αὐτῶν καὶ τὰ ὄργανα δι’ ὧν ἐστιν αἰσθητὰ διαφέροντα εἶναι (δι’ ἀέρος γὰρ ἀμφοτέρων ἡ ἀντίληψις), ὥσθ’ ὁ τοῦτον ἔχων ἀμφοτέρων ἂν διὰ τούτου ἀντιλαμβά‐
5νοιτο. πάλιν τε αὖ, εἰ πλείω εἴη αἰσθητήρια [τὰ], δι’ ὧν οἷόν τε ἑνὸς αἰ‐ σθάνεσθαι (ὡς ἔχειν δοκεῖ τὰ ὀσφραντά· τούτων γὰρ δοκεῖ καὶ δι’ ὕδατος καὶ ἀέρος αἴσθησις γίνεσθαι· δι’ ὕδατος μὲν γὰρ τὰ ἔνυδρα, 〈δι’〉 ἀέρος δὲ τὰ ἀναπνέοντα δοκεῖ ὀσμῆς ἀντιλαμβάνεσθαι, ἐπεὶ διὰ τούτων πάντα τὰ ἕτερον τούτων ἔχοντα [τὸ] αἰσθητήριον μόνον αἰσθήσεται αὐτῶν· οὐ γὰρ δεῖ
10ἀμφότερα ἔχειν τὸ μέλλον ὀσμῆς αἰσθάνεσθαι) *** ταῦτα λαβὼν καὶ ἀνελὼν δι’ αὐτῶν τὸ ἀνάγκη εἶναι ε τὰ αἰσθητήρια, ἐπεὶ τοσαῦται τῶν αἰσθητῶν κατὰ γένος διαφοραί, ἐφεξῆς δείκνυσιν, ὅτι μὴ οἷόν τε εἶναι αἰσθητήριον ἐξ ἄλλου τινὸς τῶν ἁπλῶν σωμάτων, ἢ ἐξ ὕδατος καὶ ἀέρος, ὧν τὴν μὲν κόρην, ᾗ τῶν ὁρατῶν αἰσθανόμεθα, ἐξ ὕδατος ἔχομεν, τὴν δ’ ἀκοὴν ἀέρος,
15τὴν δ’ ὄσφρησιν ἡμεῖς μὲν καὶ τὰ μὴ ἔνυδρα ἐξ ἀέρος, τὰ δὲ ἔνυδρα ἐξ ὕδατος. οὔτε δὲ ἐκ πυρὸς οἷόν τε αἰσθητήριον εἶναι, ὡς ἐν τῷ Περὶ αἰ‐ σθήσεώς τε καὶ αἰσθητῶν δείξει, οὔτε ἐκ γῆς μόνης. εἰ δὲ τοῦτο, οὐχ οἷόν τε ἄλλο τι αἰσθητήριον εἶναι παρὰ ταῦτα, ἃ ἔχει τὰ τέλεια τῶν ζῴων. οὐδὲν ἐλλείπει αἰσθητήριον τοῖς τὰς πέντε αἰσθήσεις ἔχουσιν,
20ὥστε οὐδ’ αἴσθησις. οὐδὲν γὰρ παρὰ τὰ τέσσαρα οἷόν τε ἁπλοῦν παθη‐ τὸν εἶναι σῶμα, 〈ὡσ〉 ἐξ ἐκείνου δύνασθαί τι αἰσθητήριον εἶναι. δεῖ μὲν γὰρ τὸ αἰσθητήριον πάσχειν τι ὑπὸ τοῦ αἰσθητοῦ, διὸ καὶ παθητοῦ εἶναι σώματος· τὸ δὲ πέμπτον σῶμα ἀπαθὲς ἐνδέδεικται. Ἄλλης λέξεως ἐξήγησις ἐκ τοῦ τρίτου Περὶ ψυχῆς, δι’ ἧς
25ζητε, πῶς ἡ συναίσθησις ἡμῖν γίνεται αἰσθανομένοις. Ἐπεὶ αἰσθανόμεθα ὅτι ὁρῶμεν καὶ ἀκούομεν, ἀνάγκη ἤτοι ὄψει αἰσθάνεσθαι ὅτι ὁρ, ἢ ἑτέρᾳ. Ζητεῖ, πῶς ἡ συναίσθησις ἡμῖν γίνεται, ἐπειδὰν αἰσθανώμεθά τινων, καὶ τίνι· αἰσθανόμεθα δὲ αὑτῶν αἰσθανόμενοι. παντὶ γὰρ αἰσθανομένῳ
30τινὸς πρὸς τῇ ἀντιλήψει τούτου οὗ αἰσθάνεται, γίνεται συναίσθησίς τις καὶ τοῦ ὅτι αἰσθάνεται· αὕτη δὴ ἡ συναίσθησις πότερον ἡμῖν διὰ τῆς αὐτῆς αἰσθήσεως γίνεται, δι’ ἧς καὶ τοῦ αἰσθητοῦ ἡ ἀντίληψις, ὡς τῇ ὄψει ἡμᾶς ὁρᾶν τε τὰ ὁρώμενα καὶ αἰσθάνεσθαι ἑαυτῶν ὁρώντων, ἢ τῇ μὲν ὄψει
τῶν ὁρατῶν αἰσθανόμεθα, ἄλλῃ δέ τινι αὐτοῦ τοῦ ὁρᾶν; καὶ ὅτι μὲν οὐκ91

92

ἄλλῃ, ἔδειξε διὰ τοῦ πλείους ἔσεσθαι τοῦ αὐτοῦ αἰσθητοῦ αἰσθήσεις, εἰ γὰρ ἄλλη τις ἔσται, ᾗ τοῦ ὁρᾶν αἰσθανόμεθα καὶ μὴ ἡ αὐτὴ ὄψις, 〈ᾗ〉 ὁρῶμεν, ἔσται ἡ τοῦ ὁρᾶν αἰσθανομένη ἅμα καὶ χρωμάτων αἰσθανο‐ μένη. ἡ γὰρ τῆς ἐνεργείας τῆς περὶ τὰ αἰσθητὰ γινομένης αἰσθανομένη
5αἰσθάνοιτο 〈ἂν〉 καὶ τούτων, περὶ ἃ ἡ ἐνέργεια ἡ κατὰ τὸ ὁρᾶν, ἔστι δὲ ταῦτα τὰ χρώματα. οὐ γάρ ἐστι τὸ ὁρᾶν ἄλλο τι ἢ ἐνεργεῖν τῇ ὄψει περὶ τὰ ὁρατά, ὥσθ’ ἡ τοῦ ὁρᾶν αἴσθησις αἴσθησίς ἐστι τῆς γινομένης περὶ τὰ ὁρατὰ ἐνεργείας ὑπὸ τῆς ὁρατικῆς αἰσθήσεως. οὐχ οἷόν τε δὲ αἰσθέσθαι τῆς περὶ τάδε τινὰ ἐνεργείας μὴ καὶ τῶνδε αἰσθανόμενον, περὶ ἃ ἡ ἐνέρ‐
10γεια γίνεται. ἀλλ’ εἰ τοῦτο, ἔσονται τῶν αἰσθητῶν πλείους αἰσθήσεις, αἵ τε αἰσθανόμεναι αὐτῶν προηγουμένως καὶ αἱ τῶν ἐνεργειῶν τῶν περὶ τὰ αἰσθητὰ τῶν αἰσθήσεων αἰσθανόμεναι. τοῦτο δ’ ἄτοπον τὸ τὰ ἴδια αἰ‐ σθητὰ ἑκάστῃ αἰσθήσει πλείοσιν αἰσθήσεσιν αἰσθητὰ εἶναι λέγειν. προσέτι τε εἰ [ἡ] ἄλλη μέν ἐστιν ἡ αἰσθανομένη, ἄλλη δὲ καθ’ ἣν αἰσθανόμεθα
15ἑαυτῶν αἰσθανομένων, ἐπ’ ἄπειρον προελεύσεται. καὶ γὰρ τῆς τοῦ ὁρᾶν αἰσθήσεως πάλιν ἔσται συναίσθησις ἡμῖν δι’ ἄλλης τινὸς αἰσθήσεως, κἀ‐ κείνη πάλιν, οὗ αἰσθανομένη ποιεῖ τὴν συναίσθησιν, ἄλλην τινὰ ἕξει τὴν αἰσθανομένην, καὶ τοῦτ’ εἰς ἄπειρον, ἀτοπώτατον δὲ τοῦτο. καταλείπεται τὸ τῇ αὐτῇ τῶν τε αἰσθητῶν αἰσθάνεσθαι ἡμᾶς καὶ τῆς περὶ τὰ αἰσθητὰ
20ἑαυτῶν ἐνεργείας. ἀλλ’ εἰ ἔστιν ἐνέργεια τῆς ὁρατικῆς δυνάμεως τὸ ὁρᾶν, ἔσται ἡ ὄψις τῶν τε χρωμάτων ἀντιλαμβανομένη καὶ αὐτοῦ τοῦ ὁρᾶν. ἀλλ’ εἰ οὗ ἐστιν ἡ ὄψις αἰσθητική, τοῦτ’ ἀνάγκη κεχρῶσθαι, καὶ τὸ ὁρᾶν, εἰ ἔστιν ὁρατόν τι, κεχρωσμένον. πρώτην λύων ἀπορίαν πρῶτον μὲν ἐχρήσατο τῷ τὴν ὄψιν μὴ μόνον χρωμάτων ἢ κεχρωσμένων αἰσθητι‐
25κὴν εἶναι, ἀλλὰ καὶ τῆς στερήσεως αὐτῶν. ἐδείχθη γὰρ πᾶσα αἴσθησις αἰσθανομένη καὶ τῆς στερήσεως τῶν αἰσθητῶν ἡ αὐτή. τῇ γοῦν ὄψει καὶ φωτὸς καὶ σκότους αἰσθανόμεθα. δεύτερον ἔλαβεν, ὅτι καὶ τὸ ὁρᾶν κέ‐ χρωσταί πως, εἴ γε τὸ ὁρᾶν γίνεται τοῦ αἰσθητηρίου δεξαμένου τὸ εἶδος τοῦ αἰσθητοῦ χωρὶς τῆς ὕλης τῆς ὑποκειμένης αὐτῷ, οὗ σημεῖον παρέθετο
30πολλάκις ἀπελθόντων τῶν ὁρωμένων ἔτι ἐν ταῖς αἰσθήσεσιν ὑπομένειν τινὰς αὐτῶν αἰσθήσεις τε καὶ φαντασίας. ταῦτ’ εἰπὼν εἰς λύσιν τῶν ἠπορημένων διὰ τῶν ἑξῆς [ἐχρήσατο εἰς λύσιν τῆς ἀπορίας], ὅτι γίνεται καὶ πῶς γίνεται, δείκνυσιν. λέγει τὴν τοῦ αἰσθητοῦ ἐνέργειαν καὶ τὴν τῆς αἰσθήσεως μίαν εἶναι κατὰ τὸν λόγον μόνον διαφερούσας, ὅτι τῇ μὲν κατ’ ἐνέργειαν αἰ‐
35σθήσει τὸ εἶναί ἐστιν ἐν τῷ ἔχειν τὸ εἶδος τοῦ αἰσθητοῦ χωρὶς τῆς ὕλης,92

93

τῷ δὲ κατ’ ἐνέργειαν αἰσθητῷ 〈ἐν〉 τῷ ἔχεσθαι τὸ εἶδος αὐτοῦ χωρὶς τῆς ὕλης. εἰ γάρ ἐστιν ἡ κίνησις 〈ἡ〉 ὑπὸ τοῦ κινοῦντος γινομένη [ἡ] ἐν τῷ κινου‐ μένῳ καὶ τὸ πάθος τὸ ὑπὸ τοῦ ποιοῦντος γινόμενον ἐν τῷ ποιουμένῳ καὶ πάσχοντι, ἀνάγκη καὶ τὴν ἀπὸ τοῦ αἰσθητοῦ κίνησιν καὶ τὸ γινόμενον
5ὑπ’ αὐτοῦ πάθος ἐν τῇ κατὰ δύναμιν αἰσθήσει γενόμενον ποιεῖν τὴν κατ’ ἐνέργειαν αἴσθησιν· ὡς γὰρ ἡ ποίησις καὶ ἡ πάθησις ἐν τῷ πάσχοντι, ἀλλ’ οὐκ ἐν τῷ ποιοῦντι (ἦν γὰρ τὸ ποιοῦν πάσχον, καὶ ταὐτὸ τὸ ποιεῖν τε καὶ πάσχειν, ὡς ἔδειξεν ἐν Φυσικῇ ἀκροάσει), οὕτως καὶ ἡ τοῦ αἰσθη‐ τοῦ καὶ ἡ τοῦ αἰσθητικοῦ. τούτων δὲ τοῦτον ἐχόντων τὸν τρόπον καὶ τῆς
10κατ’ ἐνέργειαν αἰσθήσεως γινομένης τῇ τῶν εἰδῶν τῶν αἰσθητῶν λήψει χωρὶς τῆς ὕλης, γένοιτο ἂν ἡμῖν εὐλόγως ἅμα τῇ αἰσθήσει τῶν αἰσθητῶν καὶ συναίσθησις τοῦ αἰσθάνεσθαι κατὰ τὴν αὐτὴν αἴσθησιν. τῷ μὲν γὰρ ἀπὸ τῶν αἰσθητῶν ἔξωθεν ὄντων λαμβάνειν τὸ εἶδος ἡ ἐκείνων ἀντίληψις, τῷ δὲ ἐν ἑαυτῇ τὴν αἴσθησιν τὸ εἶδος ἔχειν τῶν αἰσθητῶν καὶ διὰ τοῦτο
15καὶ ταύτης πως αἰσθάνεσθαι ἡ συναίσθησις. εἰ γὰρ τὸ ὁρᾶν κατὰ τὴν τοῦ εἴδους τοῦ αἰσθητοῦ λῆψιν γίνεται, ὅμοιος δὲ ὁ λόγος καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων, λαβοῦσα τὸ εἶδος ὁρᾷ καὶ αὑτὴν ἅμα ὁρῶσαν ὁρῶσα γίνεται. ἡ μὲν δὴ συναίσθησις τοῦ αἰσθάνεσθαι γινομένη ἐν τῷ τὴν αἴ‐ σθησιν ἅμα τε [τῇ] τοῦ αἰσθητοῦ καὶ τῆς ἰδίας περὶ τὸ αἰσθητὸν ἐνεργείας
20αἰσθάνεσθαι. διὸ ἐξ ἀνάγκης ἕπεται παντὶ τῷ αἰσθανομένῳ συναισθάνεσθαι καὶ ἑαυτοῦ αἰσθανομένου τῷ ἕπεσθαι τῇ αἰσθήσει αἰσθανομένῃ τινὸς τῶν αἰσθητῶν ἔξω ὄντος τὸ ἅμα καὶ ἑαυτῆς αἰσθάνεσθαι. Εἰ αἰσθητὸν ὃ πάσαις ταῖς αἰσθήσεσιν κατὰ συμβεβηκὸς αἰσθητόν.
25 Εἰ μιᾷ αἰσθήσει κατὰ συμβεβηκός ἐστιν αἰσθητὸν τὸ ἔχον τῶν ἰδίων τι ταύτῃ τῇ αἰσθήσει αἰσθητῶν συμβεβηκὸς ἑαυτῷ (διὰ γὰρ τῆς τοῦ αἰ‐ σθητοῦ ἀντιλήψεως γίνεται καὶ ἡ τοῦ κατὰ συμβεβηκός· οὕτω γὰρ ἡ ὄψις γλυκέος ὅτι τῷ ὠχρῷ συμβέβηκεν εἶναι γλυκεῖ τε καὶ μέλιτι), εἴ τις λέγοι τι πάσαις ταῖς αἰσθήσεσι κατὰ συμβεβηκὸς εἶναι αἰσθητόν, οὗτος λέγοι
30ἄν, τοῦτο, ὅ φησι πάσαις κατὰ συμβεβηκὸς ταῖς αἰσθήσεσιν αἰσθητὸν εἶναι, ἔχειν τινὰ συμβεβηκότα τοιαῦτα, ὧν τὸ μὲν τῇ ἁφῇ καθ’ αὑτό ἐστιν αἰ‐
σθητόν, τὸ δὲ τῇ γεύσει, τὸ δὲ τῇ ὀσφρήσει, τὸ δὲ τῇ ἀκοῇ, τὸ δὲ τῇ93

94

ὄψει, ὥστ’ εἴη ἂν τὸ πᾶσι κατὰ συμβεβηκὸς αἰσθητὸν τῷ πάσαις καθ’ αὑτὸ εἶναί τι αἰσθητὸν ἐν αὐτῷ τούτῳ πάσαις [αὐτὸ εἶναι] κατὰ συμβεβη‐ κὸς αἰσθητόν, ἑκάστης αὐτῆς διὰ τοῦ οἰκείου αὐτῇ αἰσθητοῦ αἰσθανομένης αὐτοῦ. οὐ γὰρ τὸ πάσαις κατὰ συμβεβηκὸς αἰσθητὸν οὐδ’ ὅλως ἐστὶν αἰ‐
5σθητόν, ὡς ἂν δόξαι ἁπλῶς ἀκούσαντι. τὸ γὰρ μηδεμιᾷ αἰσθητὸν αἰσθήσει ἀναίσθητον· οὐ ταὐτὸν δὲ τὸ πάσαις ἀναίσθητον τῷ πάσαις κατὰ συμβε‐ βηκὸς *** αἰσθητὸν τοιοῦτον εἶναι τὸ ὑποκείμενον τοῖς πάσαις ταῖς αἰσθήσεσιν αἰσθητοῖς. τῷ γὰρ τὰ συμβεβηκότα τούτῳ αἰσθητὰ εἶναι πάσαις, αὐτὸ δὲ μή, τούτῳ γίνεται πάσαις κατὰ συμβεβηκὸς αἰσθητόν.
10Λέξεως ἐξήγησις ἐκ τοῦ τρίτου Περὶ ψυχῆς, δι’ ἧς δεί‐ κνυσιν Ἀριστοτέλης, ὅτι ἔστιν τι ᾧ ἅμα πάντων αἰσθανόμεθα. ρ’ οὖν ἅμα μὲν καὶ ἀριθμῷ ἀδιαίρετον καὶ ἀχώριστον τὸ κρῖνον, τῷ εἶναι δὲ κεχωρισμένον; ἔστι δέ πως ὡς τὸ διαιρετὸν τῶν διῃρημένων αἰσθάνεται, ἔστι δὲ ὡς ἀδιαίρετον· τῷ εἶναι
15μὲν γὰρ διαιρετόν, τόπῳ δὲ καὶ ἀριθμῷ ἀδιαίρετον· ἢ οὐχ οἷόν τε; δυνάμει μὲν γὰρ τὸ αὐτὸ καὶ ἀδιαίρετον τἀναντία, τῷ δὲ εἶ‐ ναι ο, ἀλλὰ τῷ ἐνεργεῖσθαι διαιρετόν, καὶ οὐχ οἷόν τε ἅμα λευ‐ κὸν καὶ μέλαν εἶναι, ὥστε οὐδὲ τὰ εἴδη πάσχειν αὐτῶν, εἰ τοι‐ οῦτον ἡ αἴσθησις καὶ ἡ νόησις, ἀλλ’ ὥσπερ ἣν καλοῦσί τινες
20στιγμὴν ἢ μίαν ἢ δύο, ταύτῃ καὶ διαιρετ. ᾗ μὲν οὖν ἀδιαί‐ ρετος, ἓν τὸ κρῖνόν ἐστι καὶ ἅμα· ᾗ δὲ διαιρετὸν ὑπάρχει, δὶς τῷ αὐτῷ χρῆται σημείῳ ἅμα. ᾗ μὲν οὖν δυσὶ χρῆται, τῷ πέ‐ ρατι δύο κρίνει καὶ κεχωρισμένα ἐστιν ὡς τῷ κεχωρισμέν· ᾗ δὲ ἕν, ἑνὶ καὶ ἅμα.
25 Λαβὼν ὅτι ἑκάστη αἴσθησις ἐν τῷ αἰσθητηρίῳ οὖσα, ἐν ᾧ οὖσα αἰ‐ σθάνεται, τῶν τε αἰσθητῶν αὐτῇ αἰσθάνεται καὶ κρίνει αὐτῶν τὰς πρὸς ἀλλήλας διαφοράς (λευκοῦ μὲν γὰρ καὶ μέλανος ὄψις, γλυκέος δὲ καὶ πι‐ κροῦ γεῦσις, ὁμοίως δὲ καὶ τῶν ἄλλων ἑκάστη), καὶ διὰ τούτου συστήσας, ὅτι ἡ αἰσθανομένη τινῶν καὶ τὰς διαφορὰς αὐτῶν κρίνει (οὐ γὰρ ἄλλης
30μὲν τὸ αἰσθάνεσθαί τινων, ἄλλης δὲ τὸ κρίνειν τὰς διαφορὰς αὐτῶν, καθ’ ἅς ἐστιν αἰσθητά, ἀλλ’ ἥ τε αἰσθανομένη τινῶν καὶ κρίνει αὐτά, καὶ ἡ
κρίνουσα τὰς διαφορὰς αὐτῶν καὶ αἰσθάνεται αὐτῶν· ταὐτὸν γὰρ κρίνειν94

95

τῷ αἰσθάνεσθαι· διὰ τοῦτο γὰρ καὶ ἡ αἴσθησις κρίσις τις εἶναι δοκεῖ), εὑρών τι οὐ μόνον τῶν ἐναντίων ἀλλήλοις αἰσθητῶν τὰς διαφορὰς κρῖνον, ἀλλὰ καὶ πάντων τῶν αἰσθητῶν (κρίνομεν γὰρ καὶ τὰς τῶν ὁρατῶν δια‐ φορὰς πρὸς τὰς τῶν γευστῶν, ὁμοίως δὲ καὶ πρὸς τὰς τῶν ἀκουστῶν, ἀλλὰ
5καὶ πρὸς τὰς τῶν ὀσφρητῶν καὶ πρὸς τὰς τῶν ἁπτῶν), πρῶτον μὲν ἔλαβεν, ὅτι αἰσθήσει ταῦτα κρίνομεν (αἰσθητά τε γάρ ἐστι καὶ ὡς αἰσθητῶν αὐ‐ τῶν ποιούμεθα τὴν κρίσιν), μεθ’ ὃ ἔδειξεν, ὅτι μὴ οἷόν τε κρίνειν τὰς διαφορὰς τῶν αἰσθητῶν μὴ αἰσθανόμενον αὐτῶν ἕν τε ὂν καὶ ταὐτόν. οὐ γὰρ οἷόν τε τὸ μὴ αἰσθανόμενον πάντων κρίνειν αὐτῶν τὰς πρὸς ἄλληλα
10διαφοράς· εἰ γὰρ τοῦ μὲν ἄλλο, τοῦ δ’ ἄλλο αἰσθάνοιτο, οὐδέτερον αὐτῶν οἷόν τε γνωρίζειν, τίνι τὰ ὧν ᾐσθάνοντο ἀλλήλων διαφέρει. καὶ γὰρ οὐδ’ ἐν ἄλλῳ τινὶ ἦν τῇ αἰσθήσει τὸ κρίνειν ἢ ἐν τῷ αἰσθάνεσθαι. λαβὼν δ’ ἐκ τούτων τὸ ἓν εἶναι τὸ πάντων αἰσθητῶν αἰσθανόμενόν τε καὶ κρῖνον αὐτῶν τὰς διαφοράς, ἐφεξῆς ἔδειξεν, ὅτι καί, εἰ ἐν τῷ αὐτῷ χρόνῳ καὶ
15ἅμα αὐτῶν αἰσθάνεται, ὅτε κρίνει τὰς διαφορὰς αὐτῶν (εἴ γε, ὅτε κρίνει αὐτάς, τότε αἰσθάνεται, κρίνει δ’ ἅμα τὰς πρὸς ἄλληλα αὐτῶν διαφοράς), καὶ αἰσθάνοιτ’ ἂν ἅμα τῶν κρινομένων· ἐν γὰρ τῷ αἰσθάνεσθαι τῇ αἰ‐ σθήσει τὸ κρίνειν. ταῦτα λαβών, τό τε μίαν αἴσθησιν εἶναι, ᾗ πάντων αἰσθανόμεθα, καὶ τὸ ἅμα αἰσθάνεσθαι τούτων ὧν ἅμα κρίνει τὰς διαφοράς,
20ἐπὶ τούτοις ἠπόρησεν, ἐπεὶ τὸ κατ’ ἐνέργειαν αἰσθάνεσθαί ἐστι τὸ τὸ εἶ‐ δος τοῦ αἰσθητοῦ χωρὶς τῆς ὕλης λαμβάνειν, πῶς οἷόν τε ἕν τι ὂν ἅμα πλειόνων καὶ τῶν ἐναντίων αἰσθάνεσθαι. εἰ γὰρ τοῦτο, δεήσει αὐτὸ ἅμα ἐναντία εἴδη τε καὶ πάθη δέχεσθαι, λευκότητα καὶ μελανίαν, ὅταν τού‐ των αἰσθάνηται καὶ ταῦτα κρίνῃ, γλυκύτητα καὶ πικρότητα, ὁμοίως τὰ ἄλλα.
25ἀλλὰ μὴν ἀδύνατον τὸ τὰς ἐναντίας ἅμα κινήσεις κινεῖσθαι τὸ αὐτό, εἰς λευκότητα ἅμα καὶ μελανίαν μεταβάλλον, καὶ τὰ ἐναντία εἶναι δεχόμενον. ταῦτα δείξας καὶ ἀπορήσας, λύων τὴν ἀπορίαν ἔλαβεν τὸ ἅμα μὲν τὸ κρῖ‐ νον κρίνειν τε καὶ αἰσθάνεσθαι τῶν πλειόνων, ἓν ὂν καὶ μὴ διῃρημένον, τῷ λόγῳ κεχωρισμένον, ὡς ἓν ὂν κατ’ ἄλλην μὲν δύναμιν δεκτικὸν τοῦδέ
30τινος εἶναι, κατ’ ἄλλην δὲ τοῦ ἐναντίου αὐτῷ ἢ διαφέροντος, [ὡς] ἀδιαίρε‐ τον ὂν τῷ τε τόπῳ καὶ τῷ ἀριθμῷ, τουτέστιν τῷ ὑποκειμένῳ. τόπῳ γὰρ ἀδιαίρετον τὸ ἓν ἐν τόπῳ ὄν, τοιοῦτο δὲ συνεχὲς καὶ μὴ διῃρημένον, ὃ καὶ ἕν ἐστι τῷ ἀριθμῷ. εἰπὼν δὲ τοῦτο ὡς εἰς λύσιν τοῦ ἠπορημένου ἐπή‐ νεγκεν ἢ οὐχ οἷόν τε, δεικνὺς ὅτι μὴ λύεται τούτῳ τὸ ἠπορημένον. δύ‐
35ναται μὲν γὰρ ἕν τι ὂν κατ’ ἀριθμὸν τῷ λόγῳ διαφέρειν τῷ δυνάμεις ἔχειν διαφερούσας, καθ’ ἃς τῶν ἐναντίων ἐστὶ δεκτικόν, οὐ μὴν οὕτω τῶν ἐναν‐
τίων τὰς δυνάμεις ἔχειν, ὡς ἅμα αὐτὰ δύνασθαι δέχεσθαι. τὸ γὰρ τῶν95

96

ἐναντίων δυνάμεις ἔχον οὐχ οὕτως ἔχειν δύναται αὐτάς, ὡς ἅμα αὐτῶν καὶ τὰς ἐνεργείας δέχεσθαι. ἀναγκαῖον γὰρ κατὰ τὰς ἐνεργείας αὐτὸ διαι‐ ρεῖσθαι, ὡς ἐν ἄλλῳ μὲν χρόνῳ τὸ ἕτερον αὐτῶν γίγνεσθαι, ἐν ἄλλῳ δὲ τὸ ἕτερον, ἡ δὲ αἴσθησις ἅμα ἔκρινεν αὐτῶν τὰς διαφοράς, ὡς ἅμα αὐτῶν
5αἰσθανομένη καὶ τὰ εἴδη λαμβάνουσα, εἴ γε τὸ αἰσθάνεσθαι ἐν τῇ τῶν εἰδῶν τῶν αἰσθητῶν λήψει. ἐπεὶ δὲ καὶ νόησις δοκεῖ τῇ τοῦ εἴδους τοῦ νοουμένου λήψει γίνεσθαι, διὰ τοῦτο εἶπεν τὸ εἰ τοιοῦτο αἴσθησις καὶ ἡ νόησις. εἰπὼν δὲ ταῦτα καὶ δείξας, ὅτι μένει ἔτι ἡ ἀπορηθεῖσα ἀπορία ὡς 〈μὴ〉 δυναμένη λύεσθαι, δι’ ὧν ἐπήνεγκεν, † ὡς προεῖπεν ἀλλ’ ὥσπερ
10ἣν καλοῦσί τινες στιγμὴν ἢ μία ἢ δύο, ταύτῃ καὶ διαιρετ, καὶ τὰ ἄλλα τὰ ἐπὶ τούτοις, ἥτις λέξις σφόδρα ἀσαφῶς τε καὶ βραχέως εἰρημένη τοιοῦτο σημαίνει. ἀξιοῖ τοιοῦτον εἶναι τὸ ᾧ ἡ αἴσθησις τοῖς ζῴοις γίνεται τῶν αἰσθητῶν, ὡς δύνασθαι ἅμα μὲν ἓν εἶναι, ἅμα δὲ πολλά, οὕτως ὡς καὶ τὸ σημεῖον, ὅταν ὡς πολλῶν γραμμῶν πέρας ληφθῇ. αἱ γὰρ
15ἀπὸ τῶν τῆς περιφερείας τοῦ κύκλου ἐπὶ τὸ κέντρον ἀγόμεναι εὐθεῖαι πέρας ἔχουσι πᾶσαι τὸ κέντρον τοῦ κύκλου, ἓν σημεῖον, ὃ σημεῖον ἓν ὂν καὶ πολλά πώς ἐστιν, ὅταν ὡς ἑκάστης τῶν γραμμῶν ἐπ’ αὐτὸ ἀχθεισῶν πέρας λαμβάνηται. εἰ γὰρ τοιοῦτό τι ἡ αἴσθησις εἴη, καθὸ μὲν ἕν τι καὶ ἀδιαί‐ ρετόν ἐστιν, ἓν ἔσται τὸ κρῖνον (ἀλλὰ καὶ ἅμα κρίνει τὰ ἐν τοῖς πέρασι
20τῶν γραμμῶν τῷ πάντα τὰ πέρατα ἅμα εἶναι καὶ ἕν τι), καθόσον δὲ ὡς τῆσδε καὶ τῆσδε πέρας λαμβάνεται καὶ τοσαῦτα λαμβάνεται, ὅσαι καὶ εὐθεῖαι, πολλά. καὶ κατὰ τοῦτο πάλιν καθόσον μὲν οὖν πολλὰ τὰ πέρατα καὶ διαφερουσῶν γραμμῶν, πολλὰ ἔσται τὰ κρινόμενα καὶ κεχωρισμένα καὶ διαφέροντα καὶ τρόπον τινὰ † οὔπω κεχωρισμένον, καθόσον τὸ κέντρον πολλά
25πως ἦν, ὧν ἕκαστον κριτικὸν ὂν τοῦ ἐν τῇ ἰδίᾳ γραμμῇ πάθους ὄντος, καθόσον δὲ ἓν τὸ ἐκ πάντων ἐστὶν ἀδιάφορον καὶ πάντῃ τὸ αὐτό, αὐτὸ ἕν τε ἔσται τὸ κρῖνον καὶ ἅμα κρῖνον. καὶ τὸ μὲν εἰς λύσιν εἰρημένον τῶν ἠπορημένων τοιοῦτον. τί δὲ τοιοῦτον λαμβάνειν ἔστιν ἐπὶ τῆς αἰ‐ σθήσεως, 〈ὡσ〉 ἅμα ἕν τε εἶναι καὶ πολλά, ὁμοίως τῷ τοῦ κύκλου
30κέντρῳ τῷ ὡς πέρατι τῶν πολλῶν εὐθειῶν ληφθέντι, οὐ ῥᾴδιον εὑ‐ ρεῖν. σῶμά τε γὰρ τὸ ἔσχατον αἰσθητήριον, ἐν ᾧ γίνεται τὰ τῶν αἰ‐ σθητῶν πάθη, καὶ οὐχ οἷόν τε τὰ ἀπὸ τῶν πέντε αἰσθητηρίων πάθη διαπεμπόμενα ἐπ’ αὐτὸ ὡς διὰ γραμμῶν τῷ αὐτῷ μορίῳ τοῦ σώματος ἐπιβάλλειν. γένοιτο γὰρ ἂν πάλιν ἐν τῷ αὐτῷ τὰ ἐναντία γινόμενα πάθη
35καὶ ἐναντίαι κινήσεις, εἴ γε διὰ τοιαύτης κινήσεως ἡ κατ’ ἐνέργειαν αἴ‐ σθησις. οὐδὲ γὰρ τὰ ἀφ’ ἑνὸς αἰσθητηρίου διαπεμπόμενα ἐπ’ αὐτὸ πάθη
οἷά τε κατὰ τὸ αὐτὸ μόριον αὐτοῦ γίνεσθαι, † οἷον, εἴ γε τῶν μὲν ἐναν‐96

97

τίων τὰ αὐτὰ [τὰ] αἰσθητήρια, ἀδύνατον δ’ ἐν τῷ αὐτῷ αἰσθητηρίῳ κατὰ τὸ αὐτὸ μέρος ἅμα τὰ ἀπὸ τῶν ἐναντίων γίνεσθαι πάθη. ὅταν γὰρ βλέ‐ πωμεν ἅμα λευκόν τε καὶ μέλαν, οἷς μέρεσι τῆς κόρης ἑκατέρου αὐτῶν ἡ ἔμφασις γίνεται, ὥσπερ ὁρῶμεν γινόμενον καὶ ἐπὶ τῶν κατόπτρων, ***
5οὔτε ἐφ’ ὃ διαδίδοται ταῦτα, τοῦτο δ’ ἔστιν ὡς εἶπον τὸ ἔσχατον αἰσθη‐ τήριον, οὕτως οἷόν τε διαδίδοσθαι ὡς μὴ ἐν κεχωρισμένοις αὐτοῦ γίνεσθαι μέρεσιν, ὥστ’ ἐπὶ μὲν τοῦ σώματος ἀδύνατον λαβεῖν τι ὅμοιον τῇ εἰκόνι τῇ τοῦ σημείου τε καὶ τῶν γραμμῶν ὧν πέρας τὸ σημεῖον. ἴσως δ’ ἂν ἐφαρμόζειν δύναιτο μᾶλλον τῇ δυνάμει τῇ τοῦ σώματος ἐκείνου, ὃ λέγομεν
10ἔσχατον αἰσθητήριον, οὗ ἡ αἰσθητικὴ δύναμις εἶδος, ἥτις δύναμις αἰσθάνε‐ ται καὶ κρίνει τὰ ἐν τῷ σώματι, οὗ δύναμις καὶ εἶδός ἐστιν γενόμενα κατὰ τὴν ἀπὸ τῶν αἰσθητηρίων διάδοσιν. ἡ γὰρ δύναμις αὕτη μία οὖσα καὶ ὥσπερ πέρας τοῦ σώματος τούτου οὗ δύναμίς ἐστιν, ἐπειδὴ ἐπὶ τοῦτο τὸ ἔσχατον αἱ κινήσεις φέρονται, ἀσώματός τε οὖσα καὶ ἀδιαίρετος καὶ ὁμοία
15πάντῃ, μία οὖσα, πολλαί πως γίνονται τῷ τῶν καθ’ ἕκαστον μόριον τοῦ σώματος, οὗ δύναμίς ἐστι, κινήσεων αἰσθάνεσθαι ὁμοίως, ἄν τε κατὰ ἕν τι μόριον ἡ κίνησις ἐν αὐτῷ γένηται, ἄν τε κατὰ πλείω. ἐν γὰρ τῇ τῶν πλειόνων κρίσει πολλαί πως δυνάμεις ἡ μία γίνεται ὡς ἑκάστου μορίου πέρας οἰκεῖον λαμβανομένη. τὸ μὲν γὰρ σῶμα οὐκ ἐδύνατο ἅμα κατὰ τὸ
20αὐτὸ πλείω δέχεσθαι πάθη, διὰ τὸ ἀδύνατον εἶναι τὰ ἐναντία ἐν τῷ αὐτῷ γί‐ νεσθαι ἅμα τε 〈καὶ〉 κατ’ αὐτό· ἐναντία 〈δὲ〉 τὸ εἶδος τὸ τοῦ λευκοῦ καὶ 〈τὸ〉 τοῦ μέλανος. διὸ οὐδὲν οἷόν τε σῶμα ἅμα δέχεσθαι ταῦτα, ἀλλὰ τοῦ αἰσθητη‐ ρίου ἐκείνου κατ’ ἄλλο μὲν μόριον τάδε τινὰ τῶν αἰσθητῶν τῶν ἅμα προ‐ σπιπτόντων γίγνεται, κατ’ ἄλλο δὲ τάδε τῶν ἀπὸ τῶν πρώτων αἰσθητηρίων
25ἐπ’ αὐτὸ φερομένων τὸν τρόπον. ἡ δὲ δύναμις ἡ αἰσθητικὴ οὐκέτι κεκώ‐ λυται ἅμα τὴν κρίσιν αὐτῶν ποιεῖσθαι, ὅτι μὴ ταὐτόν ἐστι τὸ κρίνειν τῷ παθεῖν. παθεῖν μὲν γάρ τι τὸ αὐτὸ ἅμα τὰ ἐναντία ἀδύνατον, ὅτι ἀδύνα‐ τον ἅμα τι δέχεσθαι τὰ ἐναντία (ἀσυνύπαρκτα δὲ τὰ ἐναντία), κρῖναι δὲ ἅμα τὰ ἐναντία οὐδὲν ἀδυνατεῖ, ὅτι μὴ ἔστιν ἐν κρίσει ἐναντία τὸ τὸ λευ‐
30κὸν λευκὸν κρῖναι καὶ τὸ μέλαν μέλαν. ὡς γὰρ ἐν τῷ πάσχειν ἐναντίον τὸ τὰ ἐναντία [τὸ] παθεῖν τὸ αὐτὸ μέρος καὶ ἐν ταὐτῷ χρόνῳ, καὶ διὰ τοῦτο ἐν τῷ πάσχειν τοῦτο ἀδύνατον οὕτως ἐν κρίσει πάλιν ἀδύνατον τὸ τὸ λευκὸν ὁμοῦ μὲν λευκόν, ὁμοῦ δὲ μέλαν ὑπολαμβάνειν εἶναι. διὸ πάλιν ἐν κρίσει τὸ οὕτως ἔχον ἀσυνύπαρκτον. τὸ μὲν μέλαν μέλαν, τὸ δὲ λευ‐
35κὸν λευκὸν εἰπεῖν οὐκ ἀδύνατον, ὅτι μηδ’ ἐναντίον. εἰ μὲν γὰρ ἦν ἀνάγκη
καὶ ἐν τῇ δυνάμει τῇ κρινούσῃ τὰ αἰσθητὰ τὰ εἴδη πρῶτον τῶν αἰσθη‐97

98

τῶν ἐγγενέσθαι, οὐδ’ ἂν ἐκείνη κρίνοι ἂν 〈ἐν ᾗ〉 τἀναντία τῷ μὴ δέξασθαι τἀναντία ἅμα οἷόν τε εἶναι· ἐπεὶ δ’ ἐν μὲν τῷ αἰσθητηρίῳ τὰ πάθη γίνεται, ἡ δὲ τῶν ἐν τούτῳ γινομένων κρίσις ἐν τῇ δυνάμει (οὐ γὰρ οἷόν τε ἔτι τοῦτο τὰ πάθη δέχεσθαι τὰ σωματικὰ ὂν ἀσώματον), οὐδὲν κεκώλυται τὰ
5ἐν τῷ αἰσθητηρίῳ γινόμενα κατ’ ἄλλο καὶ κατ’ ἄλλο μέρος ἅμα κρίνειν ἡ δύναμις ἡ παντὸς αὐτοῦ. ἡ γὰρ αἴσθησις κρίσις ἐστὶ τῆς αἰσθητικῆς δυ‐ νάμεως τῶν αἰσθητῶν διὰ τῶν 〈αὐτῶν〉 ἐν τῷ αἰσθητηρίῳ γινομένων παθῶν δι’ αὐτῶν, γίνεται δὲ οὕτως ἡ αὐτὴ καὶ μία δύναμις πολλαί πως ἅμα γι‐ νομένη τῷ τῶν καθ’ ἕκαστον μέρος τοῦ αἰσθητηρίου παθῶν γινομένων
10ἅμα ποιεῖν αἰσθητὴν κρίσιν. ἡ γὰρ κρίνουσα δύναμις τὸ κατά τι ἓν μέρος τοῦ αἰσθητηρίου γινόμενον πάθος αὐτὴ κρίνει καὶ τὰ κατὰ πάντα τὰ μόρια ἅμα [δ’] αὐτοῦ γινόμενα πάθη, ἡ αὐτὴ καὶ μία καὶ πολλαί πως γινομένη κατὰ τὴν τῶν μερῶν τοῦ αἰσθητηρίου καθὸ πάσχει διαίρεσιν, ὡς ἐγίνετο καὶ τὸ σημεῖον ἓν ὂν πολλὰ κατὰ τὸ πλῆθος τῶν γραμμῶν διαιρούμενον
15ὧν [ἡ] ἑκάστῃ πέρας. Περὶ θαλάσσης ἐκ τῶν Μετεωρολογικῶν. Προθέμενος ἐν τῷ δευτέρῳ τῶν Μετεωρολογικῶν εἰπεῖν περὶ θαλάσσης, τίς τε ἡ φύσις αὐτῆς καὶ διὰ τίνα αἰτίαν τοσοῦτον ἁλμυρὸν ὕδατός ἐστι πλῆθος, πρῶτον τὰς περὶ αὐτῆς προκαταβεβλημένας δόξας παρέθετο,
20ὧν ἡ μὲν τῶν θεολόγων πηγὰς οἰκείας ἔλεγεν ἔχειν τὴν θάλασσαν, τῶν δὲ φυσικῶν οἱ μὲν αὐτὴν γεγονέναι ἔλεγον ἐκ τῆς πολλῆς ὑγρότητος τῆς περὶ τὴν γῆν ἀναχθείσης ὑπὸ τῆς [ἀπὸ] τοῦ ἡλίου κινήσεώς τε καὶ θερ‐ μότητος, ὑπολειφθείσης δὲ ταύτης, ἣν καλοῦμεν θάλασσαν, οἱ δὲ θερμαινο‐ μένης φασὶ τῆς γῆς ὑπὸ τῆς κινήσεως τοῦ ἡλίου ἱδρῶτα ἐκκριθῆναι τὸ
25ὕδωρ τοῦτο, ὃ καλεῖται θάλαττα. διὰ τοῦτο γὰρ καὶ ἁλμυρὸν τὸ ὕδωρ εἶναι, ὅτι καὶ ὁ ἱδρώς. οἱ δὲ τῆς ἁλμυρότητος τὴν γῆν καὶ τὴν ποιότητα τὴν ταύτης αἰτιῶνται. τὸ γὰρ ὕδωρ ῥέον δι’ αὐτῆς τοιούτους τοὺς χυμοὺς λαμβάνει, ὁποίους ἂν ἔχῃ καὶ ἡ γῆ, δι’ ἧς δίεισί τε καὶ διηθεῖται. μεθ’ ἃ δείξας, ὅτι μὴ ἔχει πηγὰς οἰκείας ἡ θάλασσα τῷ πᾶν μὲν τὸ πηγαῖον
30ὕδωρ, εἰ μὲν αὐτόματον ᾖ, ἀπορρεῖν τε ἀπὸ τῶν πηγῶν, ἀφ’ ὧν ἄρχεται, καὶ μεθίστασθαι, τὸ δ’ ὅσον οὐκ ἀπορρεῖ χειρόκμητον εἶναι καὶ οὐκ αὐτὸ φύσει (τοιαῦτα γὰρ τὰ φρέατα), τὴν δὲ θάλασσαν μήτε τῶν χειροκμήτων εἶναι μήτε τῶν φερομένων τε καὶ μεθισταμένων ***. διὰ γὰρ τῆς θα‐ λάσσης κινήσεις τε καὶ ἀντιπεριστάσεις αἱ μὲν γίνονται τοῦ αὐτοῦ ὕδατος
35μεταρρέοντος (ὃ γινόμενον ἐν πάσῃ θαλάσσῃ φανερὸν ἡμῖν γίνεται ἐν τοῖς98

99

στενοῖς τῷ παρὰ τὴν γῆν ἐν τοῖς τοιούτοις τόποις φανερὰν αὐτῆς γίνεσθαι τὴν μετάρρυσιν), εἰ δέ τις γίνεται αὐτῆς κίνησις ἀπὸ τῶν ὑψηλοτέρων ἐπὶ τὰ κοιλότερα φερομένης, οὐκ ἀπ’ οἰκείων πηγῶν ἀλλὰ τῇ τῶν ποταμῶν ἐπιχύσει ἀπὸ τῶν ὑψηλοτέρων ἐπιρρεόντων, ἀφ’ ὧν τὰς πηγὰς ἔχουσιν,
5ὡς τὴν τοιαύτην κίνησιν ἀπὸ πηγῶν μὲν τὴν ἀρχὴν ἔχειν, ἀλλ’ οὐ τῶν τῆς θαλάττης, ἀλλὰ τῶν ποταμῶν τῶν εἰς αὐτὴν ῥεόντων. ἐφ’ ᾧ ἔδειξεν, ὅτι μὴ θάλαττά ἐστιν ἀρχὴ τοῦ ὕδατος καὶ τὸ τέταρτον στοιχεῖον, ὅ τινες ὑπολαμβάνοντες ἔλεγον μὴ μόνον τοὺς ποταμοὺς εἰς τὴν θάλασσαν ἰέναι, 〈ἀλλὰ〉 καὶ ἀπὸ τῆς θαλάττης, γλυκὺ δ’ ἔχειν τὸ ὕδωρ τῷ ἀπὸ τῆς γῆς
10αὐτὸ ἠθούμενον φέρεσθαι. ἐφ’ οἷς δεικνύς, ὅτι μὴ ἔστι τὸ ὕδωρ τὸ διὰ τῆς γῆς ἁλμυρὸν τῇ αὑτοῦ φύσει, ἀπέδωκεν αἰτίαν τῆς ἁλμυρότητος, ὡς † λεγομένη, τὸ τοῦ ὕδατος περικειμένου τε καὶ περιτεταμένου περὶ τὴν γῆν τὸ μὲν λεπτότατον καὶ γλυκύτατον ἀνάγεσθαι καὶ ἀναθυμιᾶσθαι καθ’ ἑκά‐ στην ἡμέραν ὑπὸ τῆς τοῦ ἡλίου κινήσεως, ἀτμίζον διὰ τὸ κουφότερόν τε
15ὂν καὶ καθαρώτερον ἐπιπολάζειν, τούτου δ’ ἀναγομένου συνεχῶς καὶ πάλιν μεταβάλλοντός τε καὶ καταφερομένου τὸ ἁλμυρὸν ὑπολείπεσθαι διὰ βάρος ἐν τῷ τοῦ ὕδατος οἰκείῳ τόπῳ. ἐφ’ οἷς ἀπορήσας πόθεν ἡ ἀρχὴ καὶ ἡ αἰτία τῆς ἁλμυρότητος τῆς οὔσης ἐν τῷ ὕδατι καὶ τῆς θαλάσσης, ἔδειξεν πᾶν τὸ γινόμενον ὕδωρ ἁλμυρὸν οὐκ ἐκ τοιούτου κατὰ μῖξίν τινος γίνεσθαι.
20τό τε γὰρ σύστημα τῶν ζῴων τὸ ἐν τῇ κύστει διὰ τοῦτον τὸν χυμὸν εἶναι τοιοῦτον· φαίνεται γὰρ μεμῖχθαί τι αὐτῷ γεῶδες, ὃ δῆλον γίνεται ὑφιζάνον ἐν αὐτῷ. ἀλλὰ καὶ ὁ ἱδρὼς μιγνύμενον ἔχει τοιοῦτον ἐν ἑαυτῷ, ὃ λαμ‐ βάνει τὸ πινόμενον ὕδωρ ἀπὸ τοῦ σώματος, διηθούμενον δι’ αὐτοῦ καὶ ὥσπερ πλῦνον αὐτὸ καὶ καθαῖρον. τοιοῦτον δὲ καὶ τὸ διὰ τῆς τέφρας διη‐
25θούμενον. ἔστι δὲ τὸ μιγνύμενον τούτοις καὶ τῆς αὐτῆς ἰδιότητος αἴτιον τὸ ὅσον ἄπεπτον ἐν τοῖς σώμασι μένει, μὴ δυνηθὲν ὑπὸ τῆς πεπτούσης αὐτὸ μεταβληθῆναι θερμότητος. τοιοῦτος γὰρ ὅ τε ἱδρὼς καὶ τὸ οὖρον καὶ τὸ διὰ τῆς τέφρας διηθούμενον· καὶ γὰρ ἡ τέφρα τὸ μὴ δυνηθὲν τῆς γῆς ὑπὸ τοῦ πυρὸς κρατηθῆναι καὶ μεταβαλεῖν εἰς αὐτό, ἀλλὰ ἄπεπτον
30μεῖναν τῆς καομένης ὕλης μόριον. ἃ κατασκευάσας ἔλαβεν, ὅτι δεῖ τοιοῦτό τι εἶναι καὶ ὃ τῷ ὕδατι μιγνύμενον τὴν θάλασσαν ἐξ αὐτοῦ ποιεῖ. εἰπὼν δὲ δεῖν ἄπεπτόν τι εἶναι περίττωμα, οὗ ἡ μῖξις τῆς πρὸς τὸ ὕδωρ αἴτιον αὐτῷ τῆς ἁλμυρότητος γίνεται, δεικνὺς τί πότ’ ἐστι τοῦτο, ἔλαβεν τὸ ὥσπερ ἐπὶ τῶν σωμάτων τῶν ζῴων ἐν ταῖς τροφαῖς τε 〈καὶ〉 μεταβολαῖς
35ἄπεπτά τινα περιττώματα γίνεται, ὧν τῇ πρὸς τὸ ὕδωρ μίξει γίνονταί τινες ἁλμυραί τε ὑποστάσεις ἐν αὐτοῖς καὶ πικραί, οὕτω δὴ καὶ 〈ἐν τῷ〉 παντὶ ἀπὸ
πάντων τῶν φυομένων καὶ γινομένων ὑπολαμβάνειν δεῖ τοιαύτην τινὰ ἄπεπτον99

100

ὑπόστασιν γίνεσθαι, καὶ πλήρη τὴν γῆν τοιαύτης καταμεμιγμένης ξηρᾶς καὶ ἀπέπτου περιττώσεως ὁμοίως τῇ τέφρᾳ· ἣν ἐν ταῖς ὑπὸ τοῦ ἡλίου γι‐ νομέναις ἀναθυμιάσεσιν ἀπό τε τῆς γῆς καὶ τοῦ ὕδατος ἐγκαταμεμιγμένην ἅτε οὖσαν κουφοτέραν ἐν ταῖς εἰς ὕδωρ συστάσεσί τε τῶν νεφῶν καὶ μετα‐
5βολαῖς ἐγκαταμιγνυμένην καὶ συγκαταφερομένην ἀεὶ ἀρχὴν καὶ αἰτίαν εἶναι τῆς ποιότητος τοῦ τῆς θαλάττης ὕδατος, ἧς περιττώσεως ἐν ταῖς ἀπὸ τῆς θαλάττης ἀναθυμιάσεσι τὸ πλεῖστον ὑπομένον. εἶναι γάρ τι καὶ συνανα‐ φερόμενον τῷ ὕδατι καὶ μεταβάλλον εἰς γλυκὺ ἐν τῇ πέψει τε καὶ τῇ ἐκ τῶν νεφῶν μεταβολῇ, *** τοῦτο δὲ τὸ ὑπομένον τῆς ἁλμυρότητος αἴτιον
10τῷ ὕδατι τῷ τῆς θαλάσσης. ὅτι δὲ σὺν τῷ ὑομένῳ ὕδατι τοιαύτη τις συγκαταφέρεται περίττωσις, ἔδειξεν ἐκ τοῦ τά τε νότια ὕδατα μάλιστα εἶναι πλατέα τῷ καὶ τὸν νότον ἀπὸ τῶν μερῶν ἐκείνων τὴν γένεσιν ἔχειν, ἐν οἷς πλείων ἡ ξηρὰ ἀναθυμίασις γίνεται, πλατύτερα δὲ καὶ τὰ πρῶτα τῶν μετοπωρινῶν ὑδάτων, ὅτι ἀνάγκη τὰ βαρύτατα πρῶτα καταφέρεσθαι,
15βαρύτατα δὲ τὰ πλεῖστον τὸ γεῶδες ἐν ἑαυτοῖς ἔχοντα. ὅτι δὲ τοιοῦτο περίττωμα τῇ θαλάσσῃ πολύ, ἐπιστώσατο καὶ διὰ τοῦ θερμὴν αὐτὴν εἶναι. πάντα γὰρ ὅσα πεπύρωται ἔχει τινὰ δύναμιν θερμότητος ἐν αὑτοῖς, ὡς ἥ τε κονία καὶ ἡ τέφρα καὶ ἡ τῶν ζῴων ὑπόστασις, καὶ ἡ τῶν θερμοτέρων τὴν κοιλίαν ζῴων καὶ ὑπόστασις θερμοτέρα. ἐπιστώσατο δὲ ἁλμυρὸν γί‐
20νεσθαι κατὰ μῖξιν τοιούτου τινὸς περιττώματος καὶ ἀπὸ τῆς ἱστορίας, παρα‐ θέμενος λιμένας τε καὶ ποταμούς, ὧν ὄντων ἁλμυρῶν συμβέβηκεν καὶ τὸ ὕδωρ παχύτερόν τε εἶναι καὶ γεωδέστερον, ὡς τὸ μὲν μὴ ἐᾶν διὰ παχύ‐ τητα καταφέρεσθαι ἐν ἑαυτῷ τὰ φύσιν ἔχοντα ἐν τῷ ὕδατι τεθέντα κάτω φέρεσθαι, τὰ δὲ θερμανθέντα διὰ τὴν παχύτητα ἅλας ποιεῖν.
25Ἐπιχείρησις ὅτι θέσει τὰ ὀνόματα. Εἰ θετικοὶ τῶν ὀνομάτων ἐσμὲν φύσει, καὶ τοῦτο παρὰ τῆς φύσεως ἔχομεν τὸ δύνασθαι ὀνομάζειν καὶ τίθεσθαι τὰ ὀνόματα τοῖς πράγμασιν, δῆλον ὡς θέσει τὰ ὀνόματα· θέσει γὰρ ἡμεῖς τιθέμεθα. οὐ γὰρ οἷόν τε τοῦ ὀνόματος ἑκάστου τῶν πραγμάτων ὑπάρχοντος φύσει ἡμᾶς ἐπ’ αὐτοῖς
30τίθεσθαι αὐτά. ὡς γὰρ ἐπιστήμης ὄντες δεκτικοὶ φύσει οὐκ ἔχομεν τὰς ἐπιστήμας φύσει, ἀλλὰ τὸ μὲν δύνασθαι δέχεσθαι ἐπιστήμην παρ’ ἐκείνης ἡμῖν ἐστιν, οὐκ ἔτι μέντοι καὶ ἐπιστῆμαι παρ’ ἐκείνης (οὐ γὰρ ἂν ἦμεν δεκτικοὶ τῶν ἐπιστημῶν ἀλλ’ ἔχοντες αὐτὰς καὶ ἐπιστήμονες), οὕτω καὶ τὸ μὲν δύνασθαι τίθεσθαι καὶ τὰ ὀνόματα παρ’ ἐκείνης, οὐ μέντοι καὶ τὰ ὀνό‐
35ματα ἔτι· οὐ γὰρ ἂν ἔθ’ ἡμεῖς τοῦ τίθεσθαι αὐτὰ κύριοι. οἷς γὰρ τὸ κεῖ‐
σθαι φύσει, τούτοις οὐκέτι κατὰ φύσιν τὸ ὑφ’ ἡμῶν τίθεσθαι. εἰ δὲ μὴ100

101

εἴη κατὰ φύσιν τοῖς πράγμασι τὸ ὑφ’ ἡμῶν αὐτοῖς τὰ ὀνόματα τίθεσθαι, οὐδ’ ἂν ἡμῖν εἴη κατὰ φύσιν τὸ τίθεσθαι τὰ ὀνόματα αὐτοῖς· οὐ γὰρ ταὐ‐ τόν ἐστι θέσθαι ὄνομα καὶ εἰπεῖν τὸ κείμενον. ἔδει τε εἰ ἔκειτο φύσει τὰ ὀνόματα, καὶ τοὺς λέγοντας πάντας λέγειν τὰ αὐτά. ἀλλ’ εἰ φύσει τὰ ὀνό‐
5ματα, δεῖ καὶ τὰ στοιχεῖα δι’ ὧν τάσσεται εἶναι φύσει· οὐ γὰρ ἄλλη τίς ἐστι τῆς διαφορᾶς τῶν κατὰ ἔθνη διαφερόντων ἐπὶ τῶν αὐτῶν πραγμάτων παρὰ τὴν τῶν στοιχείων τε καὶ συλλαβῶν ποιὰν σύνθεσιν. ἱκαναὶ δὲ τοῦτο συστῆσαι καὶ αἱ ὁμωνυμίαι καὶ αἱ πολυωνυμίαι καὶ μετονομασίαι. Ὅτι μὴ ἄπειρον τὸ ὄν.
10 Ὁ λόγος δεικνύναι θέλων ἄπειρον τὸ ὂν διὰ τοῦ τὸν ὑποτεθέντα εἶναι ἐν τῷ τοῦ κόσμου πέρατι ἤτοι ἐκτενεῖν ἐπέκεινα τοῦ κόσμου τὴν χεῖρα, ἢ 〈δι’〉 ὁτιδὴ κωλυθήσεσθαι, ἀμφοτέρως δὲ ἔσεσθαί τι ἐκτὸς τοῦ κόσμου (ἢ γὰρ τὸ κωλῦον ἐκτός ἐστιν, ἢ ἐν ᾧ ἔσται τὸ ἐκτεινόμενον), τὴν πιθα‐ νότητα ἔχει παρὰ τῆς φαντασίας τε καὶ αἰσθήσεως, ὥσπερ καὶ ὁ λέγων
15πᾶν τὸ πεπερασμένον πέρατι περαίνειν· ἀμφοτέρων γὰρ ἡ πιθανότης ἀπὸ τῆς αἰσθήσεως. τῷ γὰρ ἡμᾶς διὰ τὸ ἀφαντάστους εἶναι τοῦ ἀντικειμένου τοῖς ἐρωτωμένοις μηδὲν αὐτοῖς ἐξ αἰσθήσεως ἔχειν παρασχέσθαι τούτοις ἀντιμαρτυρούμενον ἡ τῷ λόγῳ πιθανότης. οὔτε γάρ τινι περιπεπτώκαμεν τοιούτῳ πεπερασμένῳ, οὗ μηδέν ἐστιν ἐπέκεινα (τοιαῦτα γὰρ πάντα τὰ ὡς
20μέρη πεπερασμένα, ὧν ἐσμεν αἰσθανόμενοι μόνων), οὔτε προσπίπτει ἡμῖν τοιοῦτον, οὗ μηδὲ ἐκτὸς εἶναι δυνήσεται· ἁπάντων γὰρ ὧν αἰσθανόμεθα ἐκτός τι ὄν. διὸ δεῖ τοὺς ἐνισταμένους τοῖς τοιούτοις τῶν λόγων [ἢ] μὴ παρὰ τῶν αἰσθήσεων πειρᾶσθαι τὴν μαρτυρίαν φέρειν, ὧν ἐκτός ἐστι τὰ ζητού‐ μενα, ἀλλ’ ἀπὸ τῆς οὐσίας τῶν πραγμάτων πειρᾶσθαι φέρειν τὰς ἐνστάσεις,
25προσλαβόντας ἐν αὑτοῖς ἐναργὲς ὂν τὸ μὴ δύνασθαι πάντα τὰ αὐτὰ ὑπάρ‐ χειν τῷ τε μορίῳ καὶ τῷ ὅλῳ, καὶ τῷ παντὶ καὶ ἑκάστῳ τῶν μερῶν αὐ‐ τοῦ. διὸ μηδὲ δεῖν ζητεῖν τὰς ἀπὸ τῶν αἰσθήσεων μαρτυρίας περὶ τῶν μερῶν, οἷς εἰσι σύντροφοι, μεταφέρειν ἐπὶ τὸ πᾶν, ὃ πάσης ὂν ἐκτὸς αἰ‐ σθήσεως πρὸς τῷ ὑπὸ μηδεμιᾶς φαντασίας αἰσθητικῆς βοηθεῖσθαι καὶ
30πολλαῖς αὐτῶν ἐναντιοῦται. οὐδὲ γὰρ ἂν διέφερέν τι τὸ πᾶν τοῦ μέρους, εἰ ἦν ὁμοίως, ὥσπερ ἑκάστου αὐτῶν ἐκτός τι, οὕτω δὴ κἀκείνου. *** ὥστε κατὰ μὲν τὸν λόγον εἶναί τι καὶ πᾶν οὗ πάντα τὰ ἄλλα μέρη, ἡ δ’ αἴσθησις οὐδενός ἐστιν ἀντιληπτικὴ τοιούτου, οὐ διὰ τὴν αἴσθησιν ἀποστα‐ τέον τῶν ὑπὸ τοῦ λόγου τιθεμένων. οὐδὲ γὰρ ἐπὶ τῶν ἄλλων οὕτω ποι‐
35οῦμεν, ὅτι μηδὲ τὰ αἰσθητά φαμεν εἶναι μόνα· οὐδ’ ἐπεὶ χρώμεθα πρὸς
τὰς πίστεις τῶν ζητουμένων ἐπὶ πολλῶν ταῖς ἐκ τῶν αἰσθήσεων μαρτυ‐101

102

ρίαις διὰ τὴν συντροφίαν τε καὶ τὴν πρὸς αὐτὰ συνήθειαν, ἤδη χρὴ μό‐ ναις ταύταις χρῆσθαι μέτρῳ τῆς ἀληθείας· οὐδὲν ἂν τῶν ἀλόγων πρὸς τὴν γνῶσιν τῆς ἀληθείας διαφέροιμεν, ἱκανὸν γὰρ αὐτοῖς τὸ ἐν τοῖς οἰκείοις αἰ‐ σθητοῖς ἀληθές. ἃ δ’ οὐκ ἔστιν αἰσθήσεων ἴδια, ἄτοπον τὸ τὴν ἐν τού‐
5τοις ἀλήθειαν τῆς ἐκ τῶν αἰσθήσεων μαρτυρίας πᾶσαν ἠρτῆσθαι λέγειν. ὅτι μὲν οὖν εὔλογον εἶναί τι καὶ πᾶν, οὗ μέρη τε ὧν αἰσθανόμεθα, καὶ ὅσαι τούτων ἀρχαί τε καὶ αἰτίαι, ἱκανὸν μὲν συστῆσαι τὸ ὅλον τε καὶ τὸ μέρος πρὸς ἄλληλα λεγόμενον. τό τε γὰρ μέρος ὅλου μέρος τινός, καὶ τὸ ὅλον τοῖς μέρεσι τοιοῦτον, εἴ γέ ἐστιν ὅλον, οὗ μηδὲν τῶν μορίων ἄπε‐
10στιν, ὥστ’ εἰ μέρη τὰ καθ’ ἕκαστά τε καὶ αἰσθητά ἐστιν, καὶ τὸ ὅλον οὗ μέρη ταῦτα (τὰ γὰρ μέρη ὅλου μέρη τινός), † ἄτοπον τῷ πᾶν τὸ ὡς μέρος λεγόμενον ἐπὶ τὸ ὅλον τε τὴν ἀναφορὰν ἔχειν. διὸ οὐδ’ ἂν ὡς μέρους μέρη λέγηται τὰ πρῶτα ληφθέντα, ἀνάγκη κἀκεῖνο, ᾗ μέρος ἐστίν, ἄλλου τινὸς εἶναι † μέρος, εἰ μὴ ὅλον τι εἴη, ἀναιροῖτ’ ἂν τὸ καὶ ταῦτα εἶναι μέρη.
15ἀλλ’ εἰ ὅλον τι ἀναγκαῖον εἶναι εἴη, ἐφ’ ὃ πᾶν τὸ ὡς μέρος ὄν τε καὶ λεγόμενον ἔχει τὴν ἀναφοράν, ταὐτὸν δὲ ὅλον τε καὶ πᾶν, εἴ γε ἑκάτερον αὐτῶν ὁρίζεται τῷ μηδὲν αὐτοῦ τῶν μερῶν ἀπεῖναι, εἴη ἄν τι τοιοῦτο ὂν πεπερασμένον, εἴ γε πεπερασμένον, οὗ μηδὲν τῶν μερῶν ἄπεστιν. τὸ δὲ πᾶν τοιοῦτον. οὔτε γὰρ ἄλλο τι ὂν ἐκτὸς αὐτοῦ ἔσται περαῖνόν τε καὶ
20πεπερασμένον, οὔτε ἐκτείνειν τις εἴς τι μετ’ αὐτὸ ὂν δυνήσεται τὸ κρατού‐ μενον ὑπ’ αὐτοῦ. οὐκέτι γὰρ ἂν εἴη πᾶν τε καὶ ὅλον, οὗ ἔξωθέν τί ἐστιν ὄν. ἔξωθεν δέ ἐστίν τι [ἐστι καὶ ὂν] τοῦ τε περαίνοντος παρ’ ἄλλο τι καὶ τοῦ [δὲ] καταλείποντός τι μετ’ αὐτό, εἴτε τοξεύειν τις ἢ ἐκτείνειν τῶν αὑτοῦ μορίων ἢ τῶν ὑφ’ αὑτοῦ κρατουμένων τι δυνήσεται. ἱκανὸν
25δ’ ἔτι συστῆσαι ταὐτὸ τοῦτο καὶ τὸ τὰς ἀρχὰς τῶν ὄντων εἶναι πεπερασ‐ μένας. ἀπείρων γὰρ οὐσῶν οὐδὲ γνῶσις αὐτῶν ἔσται. εἰ δὲ μὴ τούτων, οὐδὲ τῶν ἐξ αὐτῶν γινομένων τινός, εἴ γε πᾶσα ἐπιστήμη ἐκ τῆς τῶν ἀρχῶν τοῦ ἐπιστητοῦ γνώσεως πρόεισιν. ἕπεται δὲ τῷ ἀπείρους εἶναι τὰς ἀρχὰς καὶ τὸ μηδὲν γίνεσθαι τῶν γινομένων τεταγμένως. τίς γὰρ ἂν τάξις
30ἀπείρων γένοιτο; τί γὰρ ἂν εἴη τῆς ἐν τοῖς ἀπείροις τάξεως αἴτιον; οὔτε γὰρ φύσις ἐν αὐτοῖς ἔχοι χώραν ἄν τινα, ἧς ἴδιον τὸ ἕνεκά του πάντα τὰ
κατ’ αὐτὴν γινόμενα γίνεσθαι ὡς ἐπὶ τὸ πλεῖστον, οὔθ’ οἷόν τε γίνεσθαι102

103

ἐν μὴ δεχομένοις τάξιν πράγμασι. τί γὰρ μᾶλλον ἐν τοῖς ἀπείροις τόδε πρὸ τοῦδε, καὶ τὸ μὲν πρῶτον τὸ δ’ ὕστερον, οὗ χωρὶς οὐχ οἷόν τε τὸ ἕνεκά του γινόμενον γενέσθαι; πῶς γὰρ ἂν ἄνθρωπος ἢ ἵππος ἤ τι τῶν ἄλλων τῶν φύσει γινομένων γένοιτο, ἀναιρεθέντος τοῦ τὸ μέν τι εἶναι πρῶ‐
5τον τῶν εἰς αὐτὰ συντελούντων, τὸ δὲ δεύτερον καὶ ἄνθρωπον μὲν ἐξ ἀν‐ θρώπου, ἵππον δὲ ἐξ ἵππου γίνεσθαι κατὰ φύσιν, οὐσῶν τῶν ἀρχῶν ἀπεί‐ ρων τε καὶ τάξιν οὐ δεχομένων; τί γὰρ τὸ τὰ ἄπειρα τάξον; εἰ δ’ ἀνάγκη μὲν τύχῃ τε καὶ τῷ αὐτομάτῳ τὴν ἀπειρίαν διοικεῖσθαι, οὐχ οὕτω δὲ γι‐ νόμενα φαίνεται τὰ γινόμενα (τὰ γὰρ ἢ ὁμοίως ἀεὶ ἢ ὡς ἐπὶ τὸ πλεῖ‐
10στον γινόμενα πόρρω κεχώρισται τῶν προειρημένων αἰτίων, οὕτω δὲ ὁρᾶ‐ ται τὰ γινόμενα κατὰ φύσιν), ἀναιροῖτ’ ἂν καὶ τῶν ἀρχῶν τε καὶ τῶν ὄντων ἀπειρία. τί γάρ; εἰ ἀδύνατον ἄπειρον ἀπείρου μεῖζον εἶναι, κατὰ δὲ τὰς δόξας τῶν ἀπείρους τὰς ἀρχὰς εἶναι τιθεμένων οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἄπειρα πολλά, μᾶλλον δ’ ἀπειράκις ἄπειρα ἕπεται εἶναί τε καὶ
15γίνεσθαι λέγειν, πῶς ἄν τις οὐκ ἀτοπωτάτην ὑπολάβοι τήνδε τὴν δόξαν; ἄπειρον γὰρ ἀπείρου μεῖζον οὐχ οἷόν τε λέγειν εἶναι, εἴ γε τὸ μὲν ἄπειρον ἀνάγκη πανταχοῦ λέγειν εἶναι, καὶ πάντα κατέχειν τόπον. οὐκέτι γὰρ ἄπειρον τὸ μὴ ὂν πανταχοῦ. τὸ γὰρ ὑπολιπεῖν τινα καὶ ἄλλῳ χώραν πεπερασμένου, τοῦ δὲ τοιούτου οὐδὲν ὑπερέχειν οἷόν τε, οὐδὲ παρ’ αὐτὸ
20ἄλλο εἶναι, μὴ ὅτι ἄπειρον, ἀλλ’ οὐδὲ πεπερασμένον. οὐκέτι γὰρ ἂν εἴη πανταχοῦ οὕτως. ὥστε καθ’ οὓς πλείω τὰ ἄπειρα, οὐδὲν ἂν εἴη κατὰ τούτους ἁπλῶς ἄπειρον. εἰ γὰρ πλείω τὰ ἄπειρα, οὐκέτι τὸ ἄπειρον ἔσται πανταχοῦ, ἔσται τε ἄπειρον ἀπείρου μεῖζον, εἴ γε τά τε δύο ἄπειρα ἀνάγκη [τε] τοῦ ἑνὸς ὑπερέχειν, καὶ ἄπειρον καὶ τὸ ἐκ τῶν δύο ἀπείρων συγκεί‐
25μενον. πάλιν δ’ αὖ τὰ τρία μείζω τῶν δύο, καὶ οὕτω προστιθέντων ἐπ’ ἄπειρον ἡ αὔξησις τοῦ ἀπείρου προελεύσεται. ἢ γὰρ οὐκ ἐροῦσιν τὰ δύο ἄπειρα τοῦ ἑνὸς μείζω τε καὶ πλείω, καὶ οὕτως αὐτοῖς συμβήσεται ἀμερῆ τὰ ἄπειρα λέγειν (ἐκ γὰρ τῆς τῶν τοιούτων συνθέσεως μόνων οὐδὲν μεῖζον ἑκάστου τῶν ἐν τῇ συνθέσει τὸ ἐκ πάντων συγκείμενον, ὃ ταῖς στιγμαῖς
30συμβέβηκε μόναις), ἤ, εἰ τοῦτο ἀλογώτατον, καὶ τὰ ἴσα συντιθέμενα ἀν‐ άγκη τὸ λοιπὸν ποιεῖν διπλάσιον, ἔσται τὸ ἐκ τῶν δύο ἀπείρων συντιθέ‐ μενον διπλάσιον, καὶ οὕτως ἔσται τι καὶ ἴσον ἄπειρον ἀπείρῳ, καὶ διπλά‐ σιον ἄλλο ἄλλου καὶ ἥμισυ, οὕτω δὲ καὶ τριπλάσιον 〈καὶ〉 ἐπ’ ἄπειρον αὐξό‐ μενον, οὗ τί γένοιτ’ ἂν ἀλογώτερον; ἔτι δ’ ἀναγκαῖον καὶ τῶν τυχόντων
35μέγεθος ἐχόντων, ἀπείρων δὲ κατὰ τὸν ἀριθμὸν τὴν σύνθεσιν ἄπειρόν τι
μέγεθος ποιεῖν, οὐδὲν δὲ οἷόν 〈τε〉 τούτου τοῦ μεγέθους μεῖζον εἶναι, ἀνάγκη103

104

τῷ ἀπείρους τὰς ἀρχὰς ὑποτιθεμένῳ εὐθὺς ταύτας ἀλλήλων ἅπτεσθαι λέ‐ γειν καὶ μηδὲν αὐτῶν εἶναι μεταξύ· *** γίνοιτ’ ἂν οὕτως τοῦ ἐκ τῶν ἀπείρων συντιθεμένων γινομένου ἀπείρου μεῖζον τὸ ἔκ τε τῶν ἀπείρων ἀρχῶν καὶ ἐκ τῶν μεταξὺ αὐτῶν συγκείμενον. ὅτι δὲ πλείω τὰ ἄπειρα
5κατὰ τοὺς ἀπείρους τὰς ἀρχὰς λέγοντας, καὶ ἐκ τούτων γνώριμον. λέγουσι μὲν γὰρ τοὺς κόσμους ἀπείρους, τούτων δὲ εἰ μὲν καὶ ἕκαστος αὐτῶν ἐξ ἀπείρων ἀρχῶν ἐστι συγκείμενος, ἀπειράκις ἄπειρα τὰ ἄπειρα ἀναγκαῖον εἶναι, ἑκάστης ἰδίᾳ τῆς ἀρχῆς τῶν ἐν τοῖς ἀπείροις κόσμοις πρὸς ἑκά‐ στην ἄπειρον μέγεθος ποιούσης ἐν τῇ πρὸς ἀλλήλους τῇ κατὰ μίαν σύν‐
10θεσιν, εἴ γε ἄπειρον ἀναγκαῖον εἶναι τὸ ἐξ ἀπείρων μέγεθός τι ἐχόντων συγκείμενον. εἰ δὲ ἐκ πεπερασμένων ὄν, τοσαυτάκις ἄπειρα τὰ ὄντα, ἐξ ὅσων ἕκαστος κόσμος πεπερασμένων στοιχείων ἐστίν. εἰ δὲ καὶ τὸ μεταξὺ κενὸν συγκαταριθμοῖτο, πολὺ μεῖζον ἂν ἔχοι τὸ γινόμενον γίνοιτο. εἰ δὲ ταῦτα παράλογα καὶ ὑπερβάλλοντα πᾶσαν ἀτοπίαν, δῆλον [δ’] ὡς ἄτοπος
15ἡ τῆς ἀπειρίας ὑπόθεσις. ἧς ἑπομένης καὶ τοῖς πᾶν τὸ πεπερασμένον παρὰ τὸ ἐκτὸς περαίνειν λέγουσι καὶ τοῖς ἀξιοῦσιν ἐκτείνειν δύνασθαί τι τὸν ἐπὶ τοῦ πέρατος γενόμενον ἐπέκεινα καὶ ἔξω τοῦ πέρατος, δῆλον ὡς καὶ ταῦτα ἐνέχοιτο ἂν τοῖς ἀτόποις τοῖς προειρημένοις. διὸ λύειν αὐτὰ πειρατέον [οὐκ] ἀπὸ τῆς οὐσίας αὐτῶν τὴν ἀρχὴν λαμβάνοντας, οὐκ ἀπὸ τῆς αἰ‐
20σθήσεως τῆς μηδὲν εἰς τὴν γνῶσιν αὐτῶν συντελούσης. εἰ μὲν οὖν τῷ πεπερασμένῳ τὸ εἶναι πεπερασμένῳ ἐστὶν ἐν τῷ θεωρεῖσθαι παρ’ ἄλλο, λέγοιεν 〈ἄν τι〉 οἱ ἐναντίοι, ἀξιοῦντες παντὸς πεπερασμένου ἐκτὸς ὀφείλειν εἶναί τι παρ’ ὃ περαῖνον φαίνεται, εἴ γέ ἐστιν ἐν τούτῳ τῷ πεπερασμένῳ τὸ εἶναι· εἰ δέ ἐστι πεπερασμένον τὸ πέρας ἔχον καὶ τὸ οἷόν τε εἰς ἴσα διαιρεῖ‐
25σθαι καὶ τὸ ἐκ πεπερασμένων μερῶν συγκείμενον, ὧν οὐδενὶ τὸ εἶναι ἐν τῷ ἐκτὸς ἔχειν αὐτοῦ τι, οἱ λαμβάνοντες πᾶν τὸ πεπερασμένον παρά τι περαίνειν οὐ τῶν ἐν τῇ οὐσίᾳ τοῦ πεπερασμένου περιεχομένων λαμβάνοιεν ἄν τι, ἀλλά τι συμβεβηκὸς τούτοις, οἷς τοῦ παντὸς μέρεσιν ὑπάρχει τὸ πεπεράνθαι. τούτοις γὰρ ὑπάρχοντος τοῦ παρ’ ἄλλο ὁρᾶσθαι, οὐ διὰ τὸ
30πεπεράνθαι, ἀλλὰ διὰ τὸ μέρεσιν τοῦ παντὸς εἶναι, ἀξιοῖ τοῦτο μεταφέρειν καὶ ἐπὶ τὸ ὡς πᾶν πεπερασμένον, μόνοις τοῖς ὡς μέρεσι πεπερασμένοις
τούτου παρακολουθεῖν δυναμένου, οὐχ ᾗ πεπερασμένα, ἀλλ’ ᾗ μέρη. καὶ104

105

γὰρ εἰ μὲν τὸ πεπερασμένον τῇ αὑτοῦ φύσει 〈τὸ〉 πεπεράνθαι ἔχει, τὸ δὲ πρός τι περαίνειν [ἐν] τῇ πρὸς ἄλλο σχέσει τοιοῦτον, οὐκ ἂν εἴη τὸ πεπερασμένον ἐν τῷ περαίνειν πρός τι ὂν ἐκτὸς αὐτοῦ. χρὴ γὰρ τὸν εἰσάγοντα διὰ τῶν λόγων φύσιν οὕτως ἄτοπον καὶ τοῖς οὖσί τε καὶ γινομένοις μαχομένην, ὡς
5ἐδείξαμεν, οὐκ ἐκ βραχείας πιθανότητος ποιεῖσθαι τὴν κατασκευήν τε καὶ τὴν πίστιν αὐτῆς, οὐδὲ ἀπὸ συμβεβηκότος τινός τισι τῶν πεπερασμένων τὴν φύσιν τοῦ πεπερασμένου λαμβάνοντος. οὔτε γὰρ ἕπεται τοῦτο ἐπὶ τῷ λέγοντι τὸ πᾶν εἶναι πεπερασμένον, οὔτε ἐκ τῆς αἰσθήσεως ἔχουσί τι περὶ αὐτοῦ τοιοῦτο λέγειν, ἥ τε ἀπὸ τῶν ὑπὸ τὴν αἴσθησιν πεπερασμένων
10παράθεσις οὐχ ὁμοία, εἴ γε ταῦτα μὲν ὁμολογεῖται πρὸς τῷ πεπεράνθαι [τὸ] καὶ μέρη τοῦ παντὸς εἶναι, τὸ δὲ πᾶν οὐκέθ’ οἷόν τε μέρος τινός. ὅτι δὲ μὴ ἐπὶ πάντων τῇ αἰσθήσει χρηστέον, αὐτοὶ πρὸς οὓς ὁ λόγος δεικνύασιν, ἄτομά γέ τινα μεγέθη τιθέμενοι ἐκπίπτοντα τὴν αἰσθητὴν φύσιν καὶ κενόν τι εἶναι λέγοντες καὶ ἀμερῆ τινα καὶ ἀσώματα καὶ κινήσεις καὶ
15χρόνους εἰσαγόμενοι. Ὡς δὲ ἦν τούτου τοῦ λόγου ἀπὸ συμβεβηκότος τοῖς πεπερασμένοις ἡ ἐπιχείρησις, ἀλλ’ οὐκ ἀπὸ τῆς οὐσίας τοῦ πεπερασμένου, καὶ ἀπὸ τῆς κατὰ τὴν αἴσθησιν συνηθείας, οὐκ ἀπὸ τῆς κατὰ τὸν λόγον ἀκολουθίας, οὕτω δὲ καὶ ἐπὶ τοῦ δευτέρου, ὃς ἀξιοῖ τὸν ἐν τῷ πέρατι τοῦ παντὸς γενόμενον
20ἐκτείνειν τε ἐπέκεινα τοῦ πέρατος ἢ κωλυθήσεσθαι, ἀμφοτέρως δὲ ἔσεσθαί τι τοῦ παντὸς ἐκτός. καὶ γὰρ οὗτος ἀπὸ τῶν [ἐκ] μερῶν πεπερασμένων τὴν ἐπιχείρησιν ἐπὶ τὸ πᾶν μεταφέρει καὶ ἀξιοῖ τοῖς ἀπὸ τῆς περὶ ταῦθ’ ἡμῖν αἰσθήσεώς τε καὶ ἀπ’ αὐτῶν φαντασίας γινομένης χρῆσθαι ὡς ἐπὶ πάν‐ των οὕτως ἐχούσης. τὸ δ’ οὐχ οὕτως ἔχει. οὐ γὰρ τὸ φαινόμενον ἀλη‐
25θές. οὐ γὰρ εἰ φαντασίαν ἑαυτοῦ τις λάβοι ὄντος ἔν τισι τόποις, ἐν οἷς ἤ ποτε γέγονεν ἢ οὐδὲ γέγονε τὴν ἀρχήν, διὰ τοῦτο καὶ ἔστιν ἔνθα. [οἷόν τε] τοῦ γὰρ μὴ πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι ἱκανὰ μαρτύρια καὶ τὰ κοιμωμένων καὶ ἐργηγορότων κενὰ γινόμενα φαντάσματα, οἷς ὅμοιον καὶ τὸ ὑποτίθεσθαι ἐν τῷ πέρατί τινα γίνεσθαι τοῦ παντὸς τῶν δυναμένων ἐπέ‐
30κεινα τοῦ πέρατος ἐκτείνειν τι κρατούμενον. τί γὰρ διαφέρει τῆσδε τῆς φαντασίας τε καὶ ὑποθέσεως τὸ ἐν τῷ μὴ ὄντι ἑαυτὸν γινόμενον ὑποτίθε‐ σθαι καὶ ζητεῖν, πότερον αὐτὸν προσιόντα αὐτῷ παραδέξεται ἢ οὐ παρα‐ δέξεται, καὶ πότερον γινόμενος ἐν αὐτῷ στήσεται 〈ἢ〉 οὐδὲν τὸ ἀντιβαῖνον ἕξει καὶ ἐκτεῖναι τὴν χεῖρα δυνήσεται ἢ ἐμποδὼν ἔσται τι αὐτῷ, ὅτι γὰρ
35τούτων ὑποθετέον τί ἐστι τὸ μὴ ὄν. διὸ βέλτιον τὰς τοιαύτας φαντασίας
ἐλέγχειν οὔσας κενάς, ἑπομένους ταῖς διὰ τῶν λόγων ἀποδείξεσι καὶ χρω‐105

106

μένους τοῖς δεδειγμένοις διὰ πλειόνων, ταῦτα δ’ ἐστίν, ὅτι μὴ σῶμα οἷόν τέ τι ἄπειρον εἶναι μήτε τῶν ἁπλῶν μήτε τῶν συνθέτων, ἀλλὰ μηδὲ τὸ κενόν τι. καθόλου γὰρ ἀδύνατον ὑφεστάναι διάστημα ἄνευ σώματος. οὔτε γὰρ μῆκος οἷόν τέ τι εἶναι καθ’ αὑτὸ κεχωρισμένον σώματος, οὔτε πλάτος,
5οὔτ’ οὖν βάθος. τὰ γὰρ ὑπὸ τῶν γεωμετρῶν λεγόμενα διαστήματα ἐφ’ ἕν τε καὶ δύο καὶ τρία οὐχ ὡς ὑπόστασιν οἰκείαν ἔχοντα λέγονται πρὸς αὐτῶν. χωρίζονται γὰρ αὐτῇ τῇ ἐπινοίᾳ τῶν φυσικῶν σωμάτων, ἃ καὶ κυρίως ἐστι σώματα, καὶ χωρὶς σώματος λαμβάνοντες ποιοῦνται περὶ αὐτῶν τοὺς λόγους ζητοῦντες καὶ δεικνύντες, τίνα ἐστὶ τὰ ὡς τοιούτοις αὐ‐
10τοῖς ὑπάρχειν τε καὶ συμβεβηκέναι δυνάμενα. οἳ δὲ τὸ κενὸν εἶναι τιθέ‐ μενοι οὐδὲν ἄλλο ἢ τρεῖς διαστάσεις ἐν ὑπάρξει λαμβάνουσιν εἶναι χωρὶς ὕλης [οἳ], λέγοντες εἶναι δεκτικὸν σωμάτων, οὐδὲν ἄλλ’ ἢ διάστημα διαστή‐ ματός φασιν εἶναι δεκτικόν. οὐδὲ γὰρ τὸ σῶμα κατ’ ἄλλο τί ἐστιν ἐν τόπῳ, ἢ κατὰ τὰς τρεῖς διαστάσεις τὰς ἐν αὐτῷ. οὐ γὰρ καθὸ χρῶμά
15τι ἢ χυμόν τινα ἢ ἄλλο τι τῶν συμβεβηκότων ἔχει τὸ σῶμα, ἐστὶν ἐν τόπῳ, ἀλλὰ κατὰ τὰ ἐν αὐτοῖς διαστήματα, ὧν εἰ δεκτικὸν τὸ ἴσον ἐστί, κενὸν ἔσται τὸ διάστημα γινόμενον ἐν διαστήματι· ἀλλ’ εἰ μὴ ἀρκεῖ τῷ σώματι πρὸς τὸ εἶναι τὸ οἰκεῖον διάστημα, ἀλλὰ ἄλλου ἴσου τοῦ ἐν αὐτῷ δεῖται διαστήματος, τί δή ποτε οὐ καὶ τὸ κενὸν ἐν ἄλλῳ τινὶ ἔσται δια‐
20στήματι, εἴ γε τὰ διαστήματα ἄλλων δεῖται πρὸς τὸ εἶναι διαστήματα; καί τοι εὔλογον, ὡς μῆκος οὐχ οἷόν τε ὑφεστάναι χωρὶς ὕλης αὐτό τι καθ’ αὑτό, ὁμοίως δὲ οὐδ’ ἐπίπεδον, οὕτω μηδὲ πρὸς τοῦτο ὃ προσειληφὸς τὴν τρίτην διάστασιν, βάθος ἣν ὀνομάζομεν, ὁποῖόν φασι τὸ κενὸν εἶναι. κενὸν μὲν οὖν διὰ τοῦτο οὐκ ἂν εἴη τὸ τοῦ παντὸς ἐκτός. δέδεικται δὲ διὰ
25πλειόνων καὶ ὅτι μηδὲ σῶμά τι οἷόν τε ἄπειρον εἶναι· οὐδὲ γὰρ τὰ ἁπλᾶ σώματα οἷόν τε πλείω εἶναι τῶν πέντε σωμάτων, τεσσάρων μὲν τῶν ἐν‐ ύλων, πέμπτου δὲ τοῦ θείου σώματος καὶ κυκλοφορητικοῦ, οὔτε τι τούτων ἄπειρον εἶναι. δέδεικται δὲ καὶ ὅτι, τῶν ἁπλῶν ὄντων πεπερασμένων καὶ τὸν ἀριθμὸν καὶ τὸ μέγεθος, ἀνάγκη καὶ τὰ ἐκ τῆς τούτων συνθέσεώς τε
30καὶ μίξεως καὶ κράσεως τὸ εἶναι ἔχοντα εἶναι καὶ αὐτὰ πεπερασμένα. δέ‐ δεικται δὲ ὅτι μηδὲ πλείους οἷόν τε κόσμους εἶναι, ἀλλ’ ἀνάγκη πᾶσαν τὴν τῶν σωμάτων φύσιν εἶναι ἐν τῷ κόσμῳ. ὧν οὕτως ἐχόντων οὐδὲν ἂν εἴη τοῦδε κόσμου, ὃ καὶ πᾶν ἐστιν, ἐκτός, οὔτ’ ἄλλου σώματος παρὰ ταῦτα εἶναι, οὔτε κενοῦ τινος διαστήματος ὄντος ἔξω τῆς διαστάσεως τῶν σωμά‐
35των, ἃ πάντα ἀναιρεῖν ἄτοπον βραχείᾳ τινὶ ἐνδόντας πιθανότητι, ἀλλὰ χρὴ τοὺς θαρροῦντας πρὸς τοὺς ἐξετάζοντας, εἰ ὁ γενόμενος ἐν τῷ πέρατι τοῦ παντὸς ἐκτείνει τὴν χεῖρα ἢ κωλυθήσεται, λέγειν ἀποκρινομένους, ὅτι οὐκ ἐκτενεῖ, ἀλλὰ κωλυθήσεται, 〈κωλυθήσεται〉 δὲ οὐχ ὡς αὐτοὶ λέγουσιν, ὑπό
τινος ἀντιβαίνοντος ἐκτὸς περικειμένου τῷ παντὶ, ἀλλὰ πολὺ μᾶλλον ὑπὸ106

107

τοῦ μηδὲν εἶναι. πῶς γὰρ ἄν τις εἰς τὸ μηδὲν ἐκτείναι τι, ἢ πῶς ἂν ἐν τῷ μηδὲ ὅλως ὄντι γένοιτο; τὴν ἀρχὴν γὰρ οὐδ’ ἂν ὁρμήν τι λάβοι εἰς τὸ ἐκτείνειν τι τῶν αὑτοῦ μερῶν ἐν τῷ μηδενί· τοιαύτη γὰρ ἡ τοῦ μὴ ὄντος φύσις.
5Περὶ τοῦ ἐφ’ ἡμῖν τινα. Ἐπεὶ τὸ ἐφ’ ἡμῖν ἐστι ἐν λογικῇ συγκαταθέσει (διὰ τοῦτο γὰρ ἐν μόνῳ τῷ ἀνθρώπῳ τὸ ἐφ’ ἡμῖν, ὅτι καὶ μόνος τῶν ζῴων ἄνθρωπος λο‐ γικός τέ ἐστι καὶ βουλευτικός), συγκατατίθεται μὲν γὰρ καὶ τὰ ἄλογα ζῶα, ἀλλὰ ταῦτα μὲν ταῖς φαντασίαις ταῖς ἀπὸ τῶν αἰσθητῶν διὰ τῶν αἰσθή‐
10σεων γινομέναις ἐν αὐτοῖς ἑπόμενα καὶ τῷ ἀπὸ τούτων ἐν αὐτοῖς γινο‐ μένῳ πάθει τὰς συγκαταθέσεις ποιεῖται ἀγόμενα ὑπ’ αὐτῶν, ᾗ ἂν ἐκεῖνα ἄγῃ, ὁ δ’ ἄνθρωπος, ὅταν ὡς ἄνθρωπος ποιῆται τὰς συγκαταθέσεις, δεῖται πρὸς ταῖς φαντασίαις καὶ λόγου, ὃν ἔχων παρὰ τῆς φύσεως πρὸς τὴν τῶν τοιούτων κρίσιν ἄνθρωπός ἐστιν, δι’ οὗ λόγου κρίνει τὰ φαντάσματα. διὸ
15κἂν βουλευομένῳ περὶ τῆς προσπεσούσης φαντασίας αὐτῷ μὴ τοιοῦτον δοκῇ, ὁποῖον τὴν ἀρχὴν ἐφαίνετο, οὐ συγκατατίθεται αὐτῇ, συγκατατιθέ‐ μενος ἂν τῷ ὅσον ἐπὶ τῷ ἀπὸ τῆς φαντασίας πάθει, καὶ ἔστι προαίρεσις ἡ τοιαύτη συγκατάθεσις ὄρεξις οὖσα βουλευτική. τὸ γὰρ ἐκ τῆς βουλῆς περὶ τοῦ ἐκ τοῦ αἰσθητοῦ [τε] καὶ πρὸ αὐτοῦ προκριθὲν ἡ προαίρεσις. εἰ
20μὲν οὖν καὶ βουλευομένοις ἡμῖν εἵπετο τῇ φαντασίᾳ συγκατατίθεσθαι, οὐκ ἂν ἦν ἐφ’ ἡμῖν οὐδ’ ἡ μετὰ τῆς βουλῆς συγκατάθεσις, ἐπεὶ δὲ ἀλλοιο‐ τέραν ἡμῖν πολλάκις τὸ βουλεύσασθαι τὴν συγκατάθεσιν ποιεῖ τὴν ἐπὶ φαν‐ τασίᾳ τοῦ ἀπ’ αὐτῆς πάθους, οὐκέτ’ ἂν εὐλόγως ταῖς φαντασίαις λεγοίμεθα συγκατατίθεσθαι. ἐπεὶ μηδὲ ταῖς φαντασίαις συγκατατιθέμεθα, ἦν δὲ τοῦ
25ἐφ’ ἡμῖν ἀναιρετικὸν τοῦτο, οὐδ’ ἂν τὸ ἐφ’ ἡμῖν εἶναί τι ἀναιροῖτο. καὶ γὰρ εἰ μὲν εἵπετο πάντως ἡμῖν τὸ βουλεύεσθαι ἐπὶ πάσῃ φαντασίᾳ, ἴσως ἂν ἐδόκει καὶ αὐτὸ οὐκ ἐφ’ ἡμῖν εἶναι, ἀλλὰ σύμπτωμά τι τῆς φαντασίας γενόμενον ὑπ’ αὐτῆς, οὗ παρ’ ἐκείνης τὸ εἶναι ἔχοντος ἔδοξεν ἂν καὶ ἡ ἐπ’ αὐτῷ συγκατάθεσις κατ’ ἐκείνην γίνεσθαι, καθ’ ἣν καὶ τὸ βουλεύεσθαι,
30ἐφ’ ᾧ ἡ συγκατάθεσις. εἰ δὲ μὴ ἡ φαντασία τοῦ βουλεύεσθαι τὸν ἄν‐ θρωπον κυρία, ἀλλ’ ἔστιν ἐπ’ αὐτῷ καὶ τὸ βουλεύσασθαι καὶ τὸ μή (πολλαῖς γοῦν φαντασίαις χωρὶς τοῦ βουλεύσασθαι συγκατατιθέμεθα τοῖς ἀλόγοις ζῴοις παραπλησίως), οὐδ’ ἂν ἡ τοιαύτη συγκατάθεσις τῆς φαντα‐ σίας ἔργον εἴη ὑπεναντιουμένη ἐν πολλοῖς τε αὐτῇ καὶ πολλαχῶς. ὅτι δ’
35ἡμεῖς τοῦ βουλεύεσθαι περὶ τῶν φαντασιῶν κύριοι, δῆλον ἔκ τε τοῦ προ‐ ειρημένου τοῦ ἡμᾶς ἔχειν τὴν ἐξουσίαν τοῦ βουλεύσασθαί τε καὶ μή, καὶ
μὴ τὴν φαντασίαν εἶναι τούτου κυρίαν. εἰ γὰρ μὴ φαντασία, τί ἂν ἄλλο107

108

τεθείη παρ’ ἡμᾶς τὸ κύριον τοῦδε; οὐ γὰρ ἐπεὶ κοινότερον λέγομεν φαίνε‐ σθαι ἡμῖν καὶ τὸ κατὰ τὸν λόγον εὑρεθέν τε καὶ δόξαν, ἤδη χρὴ φαντα‐ σίαν τε καὶ ἐπὶ φαντασίᾳ λέγειν τὴν τοιαύτην συγκατάθεσιν, εἴ γε ἡ κυρίως φαντασία ἐστὶν κίνησις ὑπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως. ἀλλὰ τὸ ἐπαι‐
5νεῖσθαι μὲν τοὺς βουλευομένους, ψέγεσθαι δὲ τοὺς μή, σημεῖον τοῦ ἐφ’ ἡμῖν εἶναι τὸ βουλεύεσθαι καὶ μὴ τῆς φαντασίας ἔργον. οἱ γὰρ ἔπαινοι καὶ οἱ ψόγοι ἐπὶ τοῖς ἐφ’ ἡμῖν, διὸ ἐπὶ ταῖς φαντασίαις οὔτε ἐπαινούμεθα οὔτε ψεγόμεθα, εἰ μή τισιν αὐτῶν ἡμεῖς αἴτιοι, ἐπὶ δὲ ταῖς ἐπ’ αὐταῖς συγκαταθέσεσιν ἤδη τούτων θάτερον. ψεγόμεθα γὰρ καὶ τῶν φαντασιῶν
10ἐπ’ ἐκείναις, ὅσαι γίνονταί γε δι’ ἀνασκησίαν ἡμῖν τοιαῦται, ἧς ἀσκήσεως ἡμεῖς ἦμεν κύριοι. ἐπεὶ τὸ συμβούλους παραλαμβάνειν ἢ καὶ τοῦδε μᾶλλον ἢ ἀντὶ τῶνδε ἐφ’ ἡμῖν, δῆλον ὡς ἐφ’ ἡμῖν καὶ τὸ βουλεύεσθαι τὴν ἀρχήν. εἰ γὰρ ἐφ’ ἡμῖν τὸ τοῖσδε χρήσασθαι συμβούλοις, δι’ οὓς ἡ τοιαύτη συγ‐ κατάθεσις, ἐφ’ ἡμῖν καὶ τὸ βουλεύεσθαι. ἐπεὶ περὶ τῶν ἐκ προνοίας
15ἁμαρτανομένων μείζους αἱ κολάσεις ὡς κατὰ προαίρεσιν πεποιηκότων, δῆλον ὡς καὶ πᾶν τὸ ἐκ προνοίας γινόμενον ἐφ’ ἡμῖν. Ἐπιδρομὴ τῶν ἐν τῷ τετάρτῳ Μετεωρολογικῶν, ἀτελής. Εἰπὼν ἐν τῷ δευτέρῳ Περὶ γενέσεως καὶ φθορᾶς περὶ τῶν τεσσάρων στοιχείων, πυρὸς ἀέρος ὕδατος γῆς, τίς αὐτῶν ἡ κατ’ εἶδος οὐσία τε καὶ
20αἰτία, δείξας δ’ οὖσαν αὐτοῖς καὶ τὴν γένεσιν ἐξ ἀλλήλων κατὰ τὴν τῶν εἰδοποιουσῶν αὐτὰς διαφορῶν εἰς ἀλλήλας μεταβολήν, ἐν τούτῳ τῷ ἐπι‐ γραφομένῳ μὲν τετάρτῳ Μετεωρολογικῶν, ὄντι δὲ μᾶλλον οἰκείῳ τῇ περὶ γενέσεώς τε καὶ φθορᾶς πραγματείᾳ πρῶτον ὑπέμνησεν τῶν εἰδοποιουσῶν τὰ στοιχεῖα τὰ τέσσαρα διαφορῶν, αἳ ἦσαν δύο αἱ πρῶται τῶν ἁπλῶν ἐν‐
25αντιώσεων, θερμότης ψυχρότης, ὑγρότης ξηρότης. τούτων γὰρ τετραχῶς συνδυαζομένων ἀλλήλοις ἕκαστον αὐτῶν εἰδοποιεῖται. μεθ’ ἃ ἔδειξεν τῶν τεσσάρων τούτων διαφορῶν τὰς μὲν δύο ποιητικὰς οὔσας, θερμότητά τε καὶ ψυχρότητα, παθητικὰς δὲ τὰς δύο, τήν τε ξηρότητα καὶ τὴν ὑγρότητα, καὶ ἑκάστῳ τῶν στοιχείων ἐξ ἑκατέρων τῆς ἐναντιώσεως τὴν ἑτέραν, ὡς
30καὶ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν δύναμιν ἐν ἑαυτοῖς πάντα. μεθ’ ἃ προ‐ έθετο μὲν εἰπεῖν τὰ ἔργα τὰ γινόμενα ὑπὸ τῶν ποιητικῶν δυνάμεων, ἅ ἐστιν, ὡς ἐρεῖ, πέψις, ἀπεψία, καὶ τὰ ἑκατέρου τούτων εἴδη, ἔτι δὲ τῶν πασχόντων ὑπ’ αὐτῶν, ταῦτα δέ ἐστι ξηρόν τε καὶ ὑγρόν, τὰ εἴδη τε καὶ τὰς διαφοράς. καὶ πρῶτον εἰπὼν ἐν οἷς ἐστίν τε καὶ γίνεται ἡ τοι‐
35αύτη μεταβολή, ὅτι ταῦτ’ ἐστὶν τὰ πεφυκότα καὶ τὰ ζῷα καὶ τὰ τούτων
μέρη, ὡς [δ’] ἐκ τῆς τῶν τεσσάρων σωμάτων συνόδου τούτων ὄντων τῶν108

109

προηγουμένως γινομένων κατὰ φύσιν, καὶ ἐπὶ τούτοις ἀποδιδούς, τί ἐστιν ἡ ἁπλῆ τε καὶ ἡ φυσικὴ γένεσις, ὅτι γὰρ μεταβολὴ ὑπὸ τῶν ποιητικῶν δυνάμεων θερμότητός τε καὶ ψυχρότητος τῆς ὑποκειμένης ὕλης ἐν ἑκάστῃ φύσει κατὰ τὰς δυνάμεις τὰς παθητικάς, ξηρότητά τε καὶ ὑγρότητα, ὅταν ἔχωσι
5λόγον πρὸς ἀλλήλας, ὡς δύνασθαι τὰς μὲν ποιεῖν τε καὶ μεταβάλλειν, τὰς δὲ μεταβάλλεσθαί τε καὶ πάσχειν ***. γεννῶσι γὰρ τὸ θερμὸν καὶ τὸ ψυχρὸν τὰ ὑπ’ αὐτῶν κατὰ ταῦτα γεννώμενα, κρατοῦντα τῆς ὕλης, ὕλη δέ ἐστιν αὐτοῖς ἡ ἑτέρα ἐναντίωσις, ἥ ἐστι τὸ ξηρόν τε καὶ ὑγρόν. ὅταν δὲ μὴ κρατῇ μηδὲν † τούτῳ τῷ λόγῳ πρὸς τὴν ὑποκειμένην αὐτοῖς ὕλην,
10[ἢ] εἰ μὲν εἴη κατὰ μέρη τινὰ μὴ κρατοῦντα τῆς ὑποκειμένης ὕλης, μώ‐ λυσίς τε καὶ ἀπεψία γίνεται, εἰ δ’ ἐν τῇ γενέσει καθόλου γίνοιτο ἡ τοι‐ αύτη τῶν ποιητικῶν ἀσθένεια, εἰς σῆψιν ἡ μεταβολή. 〈ἡ〉 γὰρ κατὰ φύσιν πᾶσα φθορὰ ὁδός ἐστιν εἰς σῆψιν, κατὰ φύσιν δ’ ἡ εἰς φθορὰν ὁδὸς διὰ γήρως τε καὶ αὐάνσεως, ὧν ἡ μὲν ξηρότης τε καὶ αὔανσις εἴη ἂν ἐπὶ
15τῶν φυτῶν κυριώτερον λεγομένη, τὸ δὲ γῆρας ἐπὶ τῶν ζῴων, εἴ γε κατὰ μὲν τὴν ἐν τοῖς μέρεσιν ἀσθένειαν τῶν ποιητικῶν δυνάμεων *** γίνεσθαι τήν τε μώλυσιν καὶ ἀπεψίαν, ὧν μώλυσις μὲν πάλιν κυριώτερον ἂν ἐπὶ τῶν μερῶν τῶν ζῴων ***. ἁπάντων γὰρ κατὰ φύσιν γενομένων τὸ κατὰ φύσιν τέλος σαπρότης τε καὶ σῆψις. οὐ γὰρ κατὰ φύσιν ἡ βίαιος φθορά. διὰ
20τοῦτο γὰρ τὰ κατὰ φύσιν φθειρόμενα πρῶτον μὲν εἰς ὑγρότητα μεταβάλλει τῷ μηκέτι κρατεῖν τὴν ἐν αὐτοῖς θερμότητα τῆς ὑγρότητος, ὡς πέττειν αὐτὴν δύνασθαι, τέλος δέ, τῆς αὐτῆς ὑγρότητος διατμηθείσης καὶ συνεκ‐ κριθείσης, ἐκκρινομένης καὶ διακρινομένης τῇ θερμότητι, τὰ ὑπολειπόμενα ξηρά. γίνεται γὰρ τῶν σηπομένων τέλος τὸ εἰς ταῦτα διαλυθῆναι, ἐξ ὧν
25ἐγένετό τε καὶ συνέστη, ὁριζόντων καὶ μιγνύντων τῷ ξηρῷ τὸ ὑγρὸν τῶν ποιητικῶν, ἃ ἦν τὸ θερμὸν καὶ ψυχρόν. γίνεται δ’ ἡ τοιαύτη φθορ, τουτ‐ έστιν ἡ κατὰ φύσιν, ὅταν διὰ τὸ περιέχον κρατῇ τοῦ ὁρίζοντος, ὅπερ ἦν τὸ θερμὸν προηγουμένως, τὸ ὁριζόμενον ὑπ’ αὐτοῦ ὃ ἦν ὑγρόν τε καὶ ξηρόν, ἀναλισκομένου ὑπὸ τῆς ἐν τῷ περιέχοντι πλείονος θερμότητος τοῦ
30ἐν τοῖς φθειρομένοις τε καὶ σηπομένοις θερμοῦ ἡ τῶν πασχόντων πλεο‐ νεξία γίνεται. καθόλου γὰρ σῆψίς τε τῶν σηπομένων γίνεται διὰ τὸν χωρισμὸν τῆς φύσεως ἐξ αὐτῶν, φύσις δ’ ἐν ἑκάστῳ τῆς κινήσεως ἐν αὐτοῖς ἀρχή, ἐστὶν δ’ ἐν πᾶσι τοῖς κατὰ φύσιν συνεστῶσι προηγουμένως τοιοῦτο θερμόν. μεθ’ ὃ λόγον ἀπέδωκε σήψεως, φθορὰν αὐτὴν εἰπὼν εἶναι τῆς ἐν
35ἑκάστῳ † περιέχοντι. ἐπεὶ δὲ κατ’ ἔνδειαν θερμοῦ ἡ σῆψις, πᾶν δὲ τὸ
τοιαύτης δυνάμεως ἐνδεὲς ψυχρόν, ἀμφότερά πως ποιητικὰ τῆς σήψεως109

110

γίνεται, τὸ θερμόν τε καὶ ψυχρόν· γίνεται γὰρ ὑπὸ πλήθους ἑκατέρου τοῦ τε ψυχροῦ καὶ τοῦ θερμοῦ, ἀλλὰ ψυχροῦ μὲν οἰκείου, θερμοῦ δὲ ἀλλοτρίου. διὰ γὰρ τὴν τοιαύτην καὶ τοῦτον τὸν τρόπον γινομένην μεταβολὴν τὰ σηπό‐ μενα ξηρότερα γίνεται καὶ τέλος γῆ καὶ κόπρος. γίνεται γὰρ τοῦτο ὅτι
5ἐξιόντος ἐξ ἑκάστου τῶν σηπομένων τοῦ οἰκείου θερμοῦ συνεξατμίζεται καὶ τὸ οἰκεῖον ἐν αὐτοῖς ὑγρόν, 〈ὃ〉 αἴτιον γίνεται τῆς ξηρότητος, τῷ μηκέτι ἐν αὐτοῖς εἶναι τὸ ἐπαγόμενον καὶ ἐπισπώμενον τὸ ὑγρόν, ὃ ἦν ἔμφυτος ἐν ἑκάστῳ θερμότης. προσέθηκεν δὲ ἀκόλουθον οὖσαν τοῖς προειρημένοις καὶ τὴν αἰτίαν τοῦ μὴ ὁμοίως ἐν τοῖς ψύχεσι σήπεσθαί τινα. τῷ γὰρ
10ἔλαττον τοῦ χειμῶνος εἶναι τὸ θερμὸν ἐν τῷ περιέχοντι οὐχ οὕτως μα‐ ραίνεταί τε καὶ κατισχύεται τὸ ἐν ἑκάστῳ θερμὸν οἰκεῖον, ἀλλ’ οὐδὲ τὰ πεπηγότα διὰ ψυχρότητα ὁμοίως σήπεται τῷ διὰ ψυχρότητα πλείονα μὴ κρατεῖσθαι ὑπὸ τῆς ἐν τῷ περιέχοντι ἀέρι θερμότητος, ἐπεὶ δὲ εἰ ἔμελλεν αὐτὸ κινεῖν τε καὶ μεταβάλλειν, τῷ κρατεῖν κινεῖν. ἀλλ’ οὐδὲ τὰ ζέοντα
15σήπεται, διότι καὶ τῆς ἐν τούτοις θερμότητος ἐλάττων ἡ ἐν τῷ περιέχοντι αὐτὰ ἀέρι θερμότης. ἀλλ’ οὐδὲ τὰ κινούμενα καὶ ῥέοντα ὁμοίως ὑπὸ τοῦ ἐν τῷ περιέχοντι θερμοῦ κρατεῖται τοῖς ἀκινητίζουσί τε καὶ ἡρεμοῦσι. καὶ γὰρ οὕτως ἀσθενεστέρα γίνεται ἡ ἐν τῷ ἀέρι θερμότης 〈τῆσ〉 ἐν τῷ κινουμένῳ. ἡ γὰρ κίνησις συναύξει τὸ ἐν ἑκάστῳ θερμὸν ῥιπίζουσά τε καὶ ἐξάπτουσα.
20τὴν δ’ αὐτὴν αἰτίαν εἶπεν εἶναι καὶ τοῦ τὸ πολὺ ἧττον τοῦ ὀλίγου μετα‐ βάλλειν τε καὶ σήπεσθαι. πλεῖον γὰρ καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐν τῷ πλείονι, διὸ κρατεῖ ταῦτα τῶν ἐν τῷ περιέχοντι δυνάμεων. αὕτη γὰρ αἰτία, ᾗ καὶ ἡ θάλαττα καὶ τὸ ἄλλο ὕδωρ διαιρούμενον σήπεται. εἶπεν καὶ τὴν αἰτίαν τοῦ ἐκ τῶν σηπομένων γεννᾶσθαί τινα ζῶα. ἡ γὰρ ἐκ τῶν
25σηπομένων ἐκκρινομένη θερμότης οὖσα φυσικὴ γεννᾷ τινα καὶ συνίστησι τὰ ἐκκριθέντα, ἐν οἷς ἂν εὔκρατα τύχῃ γενόμενα. Εἰπὼν δὲ καθόλου περὶ τῆς κοινῆς γενέσεως καὶ φθορᾶς ὁμοίως ἦλ‐ θεν ἐπὶ τὸν περὶ ὧν προέθετο λόγον, ταῦτα δ’ ἦν τὸ εἰπεῖν, διὰ τίνων αἱ προειρημέναι δυνάμεις, ἥ τε θερμότης καὶ ἡ ψυχρότης, ἐργάζονται
30τήν τε γένεσιν τῶν γινομένων καὶ τὴν φθορὰν ἐκ τῶν ὑποκειμένων αὐταῖς, ταῦτα δ’ ἦν ἐν τοῖς φυσικοῖς σώμασι τὰ ξηρά τε καὶ τὰ ὑγρά· ταῦτα γὰρ ἐκείνοις ὕλη. ἐπεὶ γὰρ πᾶσα γένεσις καὶ μεταβολὴ ὑπὸ τῶν ποιητικῶν δυνάμεων, ὧν τὸ μὲν θερμότης, *** κυρίως γενέσεως αἴτιον, κρατοῦντος γὰρ τοῦ θερμοῦ καὶ συγκρίνοντος τὸ ξηρόν τε καὶ τὸ ὑγρὸν πέσσοντος καὶ
35ὁρίζοντος ἡ γένεσις. εἰ δὲ μὴ κρατοίη τοῦτο τῷ ψυχρὸν πλεῖον εἶναι, κατι‐
σχῦον τὸ ψυχρὸν τῶν ἐναντίων αἴτιον φθορᾶς τε καὶ σήψεως. ἐπεὶ δὲ110

111

καὶ ἡ πέψις πλεοναχῶς καὶ ἡ ἀπεψία, περὶ τούτων εἰπεῖν εὐλόγως προ‐ έθετο, καὶ πρῶτον μὲν λέγει, διὰ τίνων τὸ θερμὸν τὰς κατ’ αὐτὸ γινο‐ μένας ἐν τῷ ὑποκειμένῳ ποιεῖται μεταβολάς, καί φησιν οἰκεῖον μὲν ἔργον εἶναι τῷ θερμῷ τὴν πέψιν, εἶναι δὲ τῆς πέψεως εἴδη τε καὶ διαφορὰς
5πέπανσιν ὄπτησιν ἕψησιν, τῆς δὲ ψυχρότητος οἰκεῖον ἔργον μὲν ἀπεψίαν εἶναι, ταύτης δὲ εἴδη πάλιν καὶ διαφορὰς ὠμότητα μώλυνσιν στάτευσιν. ἐφ’ οἷς εἰπὼν ὅτι μὴ οἰκεῖα μὲν ταῦτα τὰ ὀνόματα τοῖς καθ’ ὧν εἴρηται, τῷ δὲ μὴ κεῖσθαι ἑκάστῳ αὐτῶν ὄνομα οἰκεῖον ἀπὸ τῶν ὠνομασμένων ἀνάγκη μεταφέρειν τὰ ὀνόματα καὶ ἐπὶ τὰ ὅμοια τοῖς ὠνομασμένοις, διὸ
10οὐ ταῦτα ἀλλὰ [τ] τοιαῦτα χρὴ νομίζειν εἶναι τὰ εἰρημένα, λέγει τε καὶ ὁρίζεται, τί τῶν εἰρημένων ἕκαστόν ἐστιν, καὶ πρῶτον τί ἐστι πέψις λέγει, καὶ ἐπὶ τούτοις τί ἐστιν ἀπεψία, ἥτις ἐστὶν ἀντικειμένη τῇ κοινῇ πέψει. μεθ’ ἃ περὶ πεπάνσεως ποιεῖται τὸν λόγον ὑπὸ τὴν πέψιν οὔσης, καὶ μετὰ τὸν περὶ ταύτης λόγον περὶ ὠμότητος λέγει, ἣ οὖσα ὑπὸ τὴν
15ἀπεψίαν ἀντίκειται τῇ ἑψήσει. ἐφ’ οἷς τί ἐστιν ὄπτησις εἰπών, ἣ καὶ αὐτὴ πέψις τίς ἐστι, λέγει περὶ στατεύσεως, ἣ τῶν ὑπὸ τὴν ἀπεψίαν οὖσα τῇ ὀπτήσει ἀντίκειται. ὧν τὴν μὲν πέψιν εἶπεν εἶναι τελείωσιν ὑπὸ τοῦ φυσικοῦ καὶ οἰκείου θερμοῦ τῶν ἀντικειμένων παθητικῶν (ἀντικείμενα δὲ ἦν ἀλλήλοις παθητικὰ ἡ ἐν ἑκάστῃ ὕλῃ ξηρότης τε καὶ
20ὑγρότης· ταῦτα γὰρ τὰ πεσσόμενα καὶ ὁριζόμενα ὑπὸ τοῦ θερμοῦ), ἀπεψία δὲ ἀτέλεια δι’ ἔνδειαν τῆς οἰκείας θερμότητος, ὃ ψυχρότης ἐστίν. ὧν γὰρ τέλος ἡ πέψις, τούτοις ἡ ἀπεψία ἀτέλεια. Πάλιν πέπανσιν μὲν εἶπεν πέψιν καὶ τελείωσιν τῆς ἐν τοῖς περικαρ‐ πίοις τροφῆς, τελείωσις δὲ τούτοις τὸ δύνασθαι ἐξ αὐτῶν γίνεσθαι ἄλλο
25τοιοῦτον (λέγεσθαι εἶπεν καὶ ἄλλα πέπονα κατὰ τὴν πρὸς αὐτὰ ἀναφοράν), ὠμότητα δὲ ἀπεψίαν καὶ ἀτέλειαν τῆς ἐν τῷ περικαρπίῳ τροφῆς. ἐφ’ οἷς ἔδειξεν, ὅτι πᾶν τὸ πεπαινόμενον ἀναγκαῖον ἔχειν μὴ μόνον ὑγρό‐ τητα, ἀλλὰ καὶ ξηρότητα. ἐφ’ οἷς ὡρίσατο τὴν ἕψησιν πέψιν ὑπὸ τῆς ἐν τῷ περιέχοντι ὕδατι θερμότητος τοῦ ἐν αὐτῷ ὑπάρχοντος ἀορίστου ὑγρο,
30ὅ ἐστιν ἢ πνεῦμά τι ἢ ὕδωρ. προσέθηκεν δὲ καὶ ἐφ’ ὧν ἡ ἕψησις κατηγορεῖται κοινότερον ἕψεσθαι λεγομένων. ὡρίσατο δὲ καὶ τὴν μώλυνσιν τὴν ἐναντίαν ἑψήσει ἀπεψίαν εἶναι, ἐπεὶ δὲ πλεοναχῶς ἡ ἕψησις, καὶ τὴν μώλυνσιν τοσαυταχῶς, ἑκάστῃ διαφορᾷ ἑψήσεως οἰκείας τινὸς ἀντικειμένης μωλύνσεως. μεθ’ ἃ τί ἐστιν ὄπτησις εἶπεν, ὅτι γὰρ πέψις ὑπὸ θερμότητος ξηρᾶς
35καὶ ἀλλοτρίας. ὑπὸ ξηρᾶς δὲ εἶπεν γίνεσθαι θερμότητος τότε, ὅταν
ξηρότερον γίνηται τὸ πεσσόμενον οὕτως. τὴν δὲ τῇ ὡς ὀπτήσει λεγο‐111

112

μένῃ πέψει ἀντικειμένην ἀπεψίαν οὐκ εἶπεν μὲν ὠνομάσθαι πάνυ τι, εἶναι δὲ παραπλησίαν στατεύσει, ὅταν τὸ ὀπτώμενον μεταβάλλῃ μέν, μὴ μέντοι καὶ ὀπτηθῇ, ὃ γίνεται ἢ δι’ ἔνδειαν θερμότητος τῆς μεταβαλλούσης τὸ ὀπτώμενον, ἢ διὰ πλῆθος τῆς ἐν τῷ ὀπτωμένῳ ὑγρότητος.
5 Εἰπὼν δὲ περὶ τούτων μετῆλθεν ἐπὶ τὸν περὶ τῶν παθητικῶν δυνά‐ μεων λόγον, αἳ ἦσαν ξηρότης καὶ ὑγρότης, καὶ δεικνύς, τίνες τούτων πάλιν εἰσὶν διαφοραί, καὶ τίνα καὶ πόσα εἴδη τὰ γινόμενα ἐξ αὐτῶν, πρῶτον μὲν ὑπέμνησε τοῦ ἀρχὰς εἶναι τῶν σωμάτων, καθὸ παθητικά ἐστι, τὸ ὑγρόν τε καὶ ξηρόν, τὰ δ’ ἄλλα, ὅσα μὴ ἀρχαί, ἀλλ’ ἐκ τῶν ἀρχῶν ὄντα τε καὶ
10γεγονότα, μικτὰ μὲν ἐκ τούτων εἶναι (ὁποτέρου γὰρ πλέον ἔχει τὸ μεμιγ‐ μένον, τούτῳ συντάσσεσθαι αὐτό, τὰ μὲν κατὰ τὸ ξηρὸν πλεονεκτοῦντα τῷ ξηρῷ, τὰ δὲ κατὰ τὸ ὑγρὸν τῷ ὑγρῷ), πάντα δὲ τῶν τε ὑγρῶν καὶ τῶν ξηρῶν τὰ μὲν ἐντελεχείᾳ ταῦτα λέγεται εἶναι, τὰ δὲ δυνάμει. ἐφ’ οἷς λαβών, ὅτι ἡ μῖξις τοῦ ὑγροῦ τε καὶ τοῦ ξηροῦ αἰτία τοῦ ὡρίσθαι τὰ ἐξ
15αὐτῶν μεμιγμένα (ἀόριστον γὰρ ἐκείνων ἑκάτερον καθ’ αὑτὸ ὄν), λαβὼν δὲ καὶ τὸ ὑγρὸν μὲν παθητικὸν τῶν στοιχείων τὸ ὕδωρ εἶναι, ξηρὸν δὲ τὴν γῆν, ἐν οἷς καὶ τὸ ψυχρὸν ὂν δοκεῖ μᾶλλον εἶναι καθ’ αὑτὸ παθητι‐ κὸν ἢ ποιητικόν, προσλαβὼν τὸ πᾶν ὡρισμένον παθητὸν σῶμα ἢ μαλακὸν ἢ σκληρὸν εἶναι, καὶ εἰπών, τί μέν ἐστι τὸ μαλακόν, τί δὲ τὸ σκληρόν
20(σκληρὸν μὲν γὰρ τὸ ἀντιβαῖνον καὶ μὴ ὑπεῖκον κατὰ τὴν ἐπιφάνειαν, μα‐ λακὸν δὲ τὸ ὑπεῖκον κατὰ τὴν ἐπιφάνειαν τῷ ὑπείκειν, οὐ τῷ διαιρούμε‐ νον ἀντιπεριίστασθαι), ἑξῆς, ἐπεὶ πᾶν τὸ ὡρισμένον σῶμα σκληρὸν ἢ μα‐ λακόν, πεπηγὸς δὲ ἤδη τὸ ὡρισμένον, ἐπὶ τὸ περὶ πήξεως λέγειν ἦλθεν, καὶ ὑπομνήσας τῶν παρὰ τὴν ὕλην αἰτίων, ὅτι ἐστὶ τό τε ὅθεν ἡ ἀρχὴ τῆς
25κινήσεως καὶ τὸ εἶδος, καὶ λαβὼν ταῦτα αἴτια εἶναι τῶν γινομένων ἁπάν‐ των φύσει (καὶ γὰρ πήξεως καὶ διαχύσεως, καὶ τοῦ ξηραίνεσθαι καὶ τοῦ ὑγραίνεσθαι), τίνα ἐστὶ τὰ ποιητικὰ καὶ τίνα πάθη τε καὶ εἴδη τῶν γινομένων ἔλαβεν, ποιητικὰ μὲν εἰπὼν εἶναι θερμότητά τε καὶ ψυχρότητα, πάθη δὲ τὰ ὑπὸ τούτων ἐπιγινόμενα τοῖς σώμασιν, τό τε θερμὸν καὶ τὸ
30ψυχρόν. ἐφ’ οἷς ἐπανελθὼν ἐπὶ τὸν περὶ πήξεως λόγον, καὶ λαβὼν τὸ πήγνυ‐ σθαι ξηραίνεσθαί πως εἶναι, ἔφη δεῖν περὶ τούτου πρῶτον εἰπεῖν, καὶ πρῶτον μὲν ἔλαβεν, τίνα τὰ ξηραινόμενα, ὅτι γὰρ ὕδωρ, καὶ ὅσα ὕδατος εἴδη, καὶ ὅσα ἔχει ὕδωρ ἢ σύμφυτον ἢ ἔπακτον. ἐφ’ οἷς ἐζήτησεν ὑπὸ τίνων ξηραίνεται, καὶ λαβών, ὅτι πάντα τὰ ξηραινόμενα ἢ θερμαινόμενα ἢ
35ψυχόμενα ξηραίνεται, προσέθηκεν τὸ καὶ 〈τὰ〉 θερμαινόμενα καὶ τὰ ψυχό‐
μενα θερμῷ ξηραίνεσθαι ἢ τῷ ἐντὸς ἢ τῷ ἐκτός, 〈τῷ μὲν ἐκτός,〉 ἃ ὑπὸ112

113

τοῦ περικειμένου ξηραίνεται θερμοῦ, τῷ δ’ ἐντός, ὅσα ὑπὸ ψυχροῦ. ὑπὸ γὰρ τοῦ ψυχροῦ ἀναλισκόμενον τὸ ἐνυπάρχον ἐν τοῖς ξηραινομένοις θερμὸν καὶ διαφορούμενον συνεξατμίζει καὶ τὸ ὑγρὸν τὸ ἐν αὐτοῖς, οὗ γινομένου ξηραίνεται.
5 Εἰπὼν δὲ τίνα τ’ ἐστὶ τὰ ξηραινόμενα καὶ ὑπὸ τίνων καὶ διὰ τίνος, ὅτι γὰρ διὰ τοῦ θερμοῦ ἢ τοῦ ἐντὸς ἢ τοῦ ἐκτός, μετῆλθεν ἐπὶ τὸ περὶ τῶν ὑγραινομένων λέγειν, ἃ τοῖς ξηραινομένοις ἐναντίον πάσχει πά‐ θος, καὶ λαβὼν τοῦ ὑγραίνεσθαι διαφορὰς εἶναι (ὑγραίνεται γὰρ τὰ ὑγραι‐ νόμενα τὰ μὲν κατὰ σύστασιν, † ὑγραίνεσθαι τὸν ἀέρα, τουτέστιν εἰς ὕδωρ
10μεταβάλλειν, ὃ ἦν παθητικὸν ὑγρόν· ψυχόμενον γὰρ τὸ πνεῦμα καὶ συνι‐ στάμενόν τε καὶ παχυνόμενον καὶ γινόμενον τὴν εἰς ὕδωρ ποιεῖται μετα‐ βολήν, ***), περὶ τήξεως καὶ τῆς τοιαύτης εἰς ὕδωρ μεταβολῆς εἶπεν ἅμα δῆλον ἔσεσθαι καὶ περὶ πήξεως, ἐπεὶ δοκεῖ τὰ πεπηγότα τηκόμενα. οἷς προσέθηκε, τίνα ἐστὶν τὰ πηγνύμενα. πάντα γὰρ τὰ πηγνύμενα ἢ ὕδωρ ἢ
15ὕδατος εἴδη ὄντα πήγνυται ἢ γῆς καὶ ὕδατος μόνων, οἷς προσέθηκεν τὸ ὑπὸ τίνων πήγνυται. ἢ γὰρ ὑπὸ θερμοῦ, ἢ ὑπὸ ψυχροῦ, ἢ ὑπὸ ὑγροῦ. διὸ καὶ ὑπὸ τῶν ἐναντίων λύεται. τὰ μὲν γὰρ ὑπὸ ξηροῦ θερμοῦ παγέντα, ὅ ἐστι πῦρ, ὑπὸ ὕδατος λύεται, ὅ ἐστιν ὑγρόν τε καὶ ψυχρόν, τὰ δὲ ὑπὸ ψυχροῦ παγέντα ὑπὸ θερμοῦ λύεται, πυρὸς γάρ. οἷς προσέθηκεν,
20ὅτι ὅσα μὲν τῶν πηγνυμένων ὕδατός ἐστιν, ταῦτ’ οὐ πήγνυται ὑπὸ πυ‐ ρός, λύεται γὰρ ὑπὸ τούτου. καὶ γὰρ εἰ πήγνυται ταῦτα τῷ τὸ ἐν αὐτοῖς θερμὸν χωρίζεσθαι, εὐλόγως ἂν λύοιτο παρουσίᾳ τούτων. ἀλλὰ τῆς τούτων πήξεως τὸ ψυχρὸν πηκτικόν. διὸ μηδὲ παχύνεσθαι τὰ τοιαῦτα τῷ τὴν μὲν πάχυνσιν γενέσθαι τοῦ μὲν ὑγροῦ ἀπιόντος, συνισταμένου δὲ
25τοῦ ξηρο, καὶ τὸ ὕδωρ μὴ δύνασθαι μόνον τῶν ὑγρῶν παχύνεσθαι διὰ τὸ μηδὲν ἔχειν ἐν αὑτῷ ξηρότητος, τὸ μὴ μεμιγμένον ἐξ ὕδατός τε καὶ γῆς ὑπ’ ἀμφοτέρων πήγνυσθαι καὶ ὑπὸ θερμοῦ καὶ ὑπὸ ψυχροῦ. ἐπεὶ δὲ διὰ τοῦ παχύνεσθαι ἡ τούτων πῆξις, εἶπεν αὐτὰ παχύνεσθαι μὲν ὑπ’ ἀμφοτέρων, τοῦ τε θερμοῦ καὶ τοῦ ψυχροῦ, οὐ μὴν τὸν αὐτὸν τρόπον, ἀλλ’ ὑπὸ μὲν
30τοῦ θερμοῦ τὸ ὑγρὸν ἐξατμίζοντος, ὑπὸ δὲ τοῦ ψυχροῦ τὸ ἐν αὐτοῖς θερμὸν ἐκθλίβοντος, μεθ’ οὗ συνεξατμίζεσθαι τὸ ἐν αὐτοῖς ὑγρόν. ἐφ’ οἷς προσέθηκεν, τίνα μὲν τῶν μικτῶν παχύνεται, τίνα δὲ οὐ παχύνεται, ἀλλὰ πήγνυται. εἰπὼν δέ, τίνα τε πήγνυται, καὶ πῶς, καὶ ὑπὸ τίνων, ἐφεξῆς εἶπεν περὶ τῶν λυομένων τε καὶ τηκομένων. τὰ μὲν ὑπὸ ψυχροῦ τῶν μικτῶν
35παγέντα, ἐν οἷς ἐστι γῆς πλέον, ὅσα μὲν τῷ θερμὸν ἐξεληλυθέναι πή‐
γνυται, ταῦτα λύεταί τε καὶ τήκεται θερμ, εἰσιόντος πάλιν εἰς αὐτὰ113

114

τοῦ θερμοῦ, ὡς γίνεται ὑπὸ τοῦ πεπηγότος πηλοῦ διὰ ψυχρότητα, ὅσα δὲ διὰ ψῦξιν μὲν πέπηγεν, οὐχ οὕτως δέ, ὡς τὸ θερμὸν αὐτῶν κεχωρίσθαι μόνον, ἀλλ’ ὡς σὺν τούτῳ καὶ τὸ ὑγρὸν ἐξητμίσθαι, ταῦτ’ οὐ λύεται, εἰ μὴ ὑπερβαλλούσῃ θερμότητι, ἀλλὰ μαλάττεται καὶ ἐλαύνεται ὡς σίδηρος
5καὶ κέρας. ἀλλὰ ταῦτα μὲν καὶ τήκεσθαι λέγει, διὸ καὶ προσέθηκεν, τίνα καὶ ἄλλα τήκεται. 〈ὅσα〉 μὲν ὑπὸ θερμοῦ ξηροῦ πηγνύμενα, τουτέστι πυρός, τὰ μὲν ἄλυτα μένει, τὰ δ’ ὑγρῷ λύεται· κέραμος μὲν ἄλυτον καὶ λίθοι τινές, ὧν ἡ γένεσις ὑπὸ πυρὸς γῆς συγκαυθείσης καὶ ἑνωθείσης [γίνονται], νίτρον δὲ καὶ ἅλες λυτὰ ὑγρ, ὥς φησι, ψυχρῷ, λέγων τῷ
10ἐν τῇ οἰκείᾳ φύσει τε καὶ οὐσίᾳ ἔχοντι τὸ ψυχρόν, ὁποῖόν ἐστι τὸ ὕδωρ. οὐκέτι τὸ ἔλαιον ἐν τῇ αὑτοῦ φύσει καὶ οὐσίᾳ τὸ ψυχρὸν ἔχει. διὸ οὐδ’ ἐν τοῖς τοῦ ὕδατος εἴδεσιν ἔλαβεν αὐτό, οὐκ ἔχει δὲ τὸ ψυχρὸν ἐν τῇ αὑτοῦ φύσει, ὅτι ἔχει πολὺ ἀέρος. Ὅσα γὰρ τῶν μεμιγμένων ὕδατος πλέον ἢ γῆς ἔχει, 〈παχύνεται
15μὲν ὑπὸ πυρός,〉 πήγνυται δ, ὅσα γῆς πλέον, δι’ ὧν ἔδειξεν, ὅτι καὶ τὸ νίτρον καὶ οἱ ἅλες γῆς εἰσι μᾶλλον (πηκτὰ γάρ ἐστι τῷ θερμῷ, ὧν καὶ λίθος καὶ κέραμος). ἑξῆς περὶ ἐλαίου ἠπόρησεν (οὔτε γὰρ πήγνυται ὑπὸ ψυχροῦ, ὃ ἔπασχε τὰ ἐξ ὕδατος ὄντα, οὔθ’ ὑπὸ θερμοῦ πήγνυται, ὃ πάσχει τὰ τὸ πλεῖον ἔχοντα γῆς, τὸ δὲ πήγνυται μὲν ὑπ’ οὐδετέρου, παχύνεται δὲ ὑπ’
20ἀμφοῖν), αἰτίαν ἀπέδωκε τὸ εἶναι πλῆρες ἀέρος, οὗ σημεῖον παρέθετο τὸ ἐποχεῖσθαι τῷ ὕδατι, ὃ ποιεῖ ὁ ἀὴρ καὶ ὅσα ἔχει πολὺν ἀέρα ἐν αὑτοῖς, ὡς τὰ ξύλα. ἐφ’ οἷς πῶς μὲν ὑπὸ τοῦ ψυχροῦ παχύνεται τὸ ἔλαιον εἶπεν, πῶς δὲ ὑπὸ τοῦ θερμοῦ. τὸ μὲν γὰρ ψυχρὸν παχύνει αὐτὸ μετα‐ βάλλον τὸν ἐν αὐτῷ ἀέρα εἰς ὕδωρ τῇ ψύξει (ἡ γὰρ τοῦ ὕδατος ψῦξις τῷ
25ἐλαίῳ παχύτερον αὐτὸ ποιεῖ), ὑπὸ δὲ πυρὸς καὶ χρόνου παχύνεται καὶ λευκαίνεται, 〈λευκαίνεται〉 μὲν ἐξατμίζοντος τὸ ὑπολειπόμενον ὑδα‐ τῶδες ἐν αὐτῷ, παχύνεται δὲ διὰ τὸ μεταβάλλειν τὸν ἀέρα τὸν ἐν ἑαυτῷ εἰς ὕδωρ ὑπὸ τοῦ θερμοῦ μαραινόμενον. μαραίνεται γὰρ ὑπὸ τοῦ πλείονος θερμοῦ τὸ ἔλαττον. μεθ’ ἃ καθόλου ἔλαβεν ὡς δεδειγμένον τὸ ὅσα μὲν τῶν μικτῶν
30μὴ παχύνεται ὑπὸ ψυχρο, ἀλλὰ πήγνυται, μᾶλλον ταῦτα ὕδατος εἶναι, (τοιαῦτα οἶνος ὄξος κονία οὖρον ὀρρός), ὅσα δὲ παχύνεται ὑπὸ τοῦ πυρὸς μὴ ἐξατμιζομένου τοῦ ἐν αὐτοῖς ὑγροῦ, τὰ μὲν γῆς τὰ δὲ κοινὰ ὕδατος καὶ ἀέρος, μέλι μὲν γῆς, κοινὰ δὲ ἔλαιον [μέλι γάλα αἷμα]. λέγει δὲ κοινὰ εἶναι ὕδατός τε καὶ γῆς, ὥσπερ ἦν τὸ μέλι, οὕτω δὲ καὶ τὸ
35γάλα, τὸ αἷμα. τοῦ δὲ τὸ γάλα ἐξ ἀμφοῖν ὂν πλεῖον γῆς ἔχειν παρέθετο δεικ‐114

115

τικὸν τὸ ἐὰν δὴ χωρισθῇ ὁ ὀρρὸς τοῦ γάλακτος ἑψομένου τοῦ γάλακτος ἐκ‐ καίεσθαι αὐτό, ὡς καὶ τῶν ἄλλων τῶν ἑψομένων, ἃ πλεῖον γῆς ἔχει. ἐφ’ οἷς τὰς αἰτίας ἀπέδωκε τοῦ τὰ μὲν λυτὰ τῶν πεπηγότων εἶναι, τὰ δὲ ἄλυτα. λυτὰ μὲν νίτρον ἅλες, ἄλυτον δὲ κέραμος, καὶ τὰ μὲν μαλακτὰ ὡς
5κέρας, τὰ δὲ ἀμάλακτα ὡς κέραμος καὶ λίθος. ἡ δ’ αἰτία, ἐπεὶ δύο ἐστὶ τὰ πηγνύντα, ὡς εἴρηται, θερμόν τε καὶ ψυχρόν, λύεσθαι αὐτά ποτε ἀνάγκη ψυχρῷ τε καὶ θερμ, τὰ μὲν ὑπὸ θερμοῦ παγέντα ψυχρῷ, τὰ δ’ ὑπὸ ψυχροῦ θερμῷ. διὸ τὰ μὲν πυρὶ λύεται τὰ ὅσα ὕδατι ἐπάγη, τὰ δὲ ὕδατι, ὅσα ὑπὸ πυρὸς ἐπάγη. ὑπὸ ὕδατος μὲν οὖν λυθήσεται, ὅσα ὑπὸ πυρὸς πέ‐
10πηγεν μόνου, ὑπὸ δὲ τοῦ πυρὸς πάλιν, ὅσων ὕδωρ τῆς πήξεως αἴτιον. εἰ δή τινα ὑπ’ ἀμφοῖν μὲν πηγνύμενα, ταῦτα ἄλυτα ἔσεσθαι μάλιστα, πήγνυται δὲ ὑπ’ ἀμφοῖν, ὅσα προθερμανθέντα πήγνυσι τὸ ψυχρόν, οὗ τὴν αἰτίαν ἀπέ‐ δωκεν. ὅταν γὰρ ὑπὸ τοῦ θερμοῦ τῶν ὑπὸ ἀμφοῖν πηγνυμένων ἐξατμισθῇ τὸ ὑγρὸν τὸ ἐν τῷ πηγνυμένῳ, τὸ ψυχρὸν μετὰ ταῦτα συνθλίβει τε αὐτὸ καὶ
15οὕτως πυκνοῖ, ὡς μηδὲ διδόναι μηδ’ ὑγρῷ δίοδόν τινα, καὶ διὰ τοῦτο ὑπ’ ἀμφοῖν ἄλυτα τὰ οὕτω παγέντα. λέγει δὲ καὶ τὸν σίδηρον ὑπ’ ἀμφοῖν πήγνυσθαι, πρῶτον γὰρ ὑπὸ πυρὸς τακέντα (ἡ γὰρ γένεσις αὐτοῦ διὰ τού‐ του), μετὰ ταῦτα ὑπὸ ψυχροῦ πήγνυσθαι, διὸ καὶ πρὸ ὀλίγου αὐτὸν εἶπεν οὐ τήκεσθαι, ἀλλ’ ἐλαύνεσθαι καὶ μαλάσσεσθαι. οὐδὲ τὰ ξύλα δὲ τηκτὰ
20εἶπεν εἶναι, ἀλλὰ καυστά, διότι ἐκ γῆς ἐστιν καὶ ἀέρος, ἀλλ’ οὐχ ὕδατος, οὗ σημεῖον παρέθετο πάλιν τὸ ἐποχεῖσθαι αὐτὰ τῷ ὕδατι· ὁ γὰρ ἀὴρ τοιοῦτος. [Λείπει τινὰ ὡς προέγραψεν τῇ ἐπιδρομῇ τῶν εἰρημένων ἐν τῇ τε‐ τάρτῃ τῶν Μετεωρολογικῶν Ἀριστοτέλους.]
25Περὶ τοῦ οἱονεὶ ἀμεροῦς. Τὰ οἱονεὶ ἀμερῆ ἐστιν ὅμοια ἀμερεῖ, οὐκ ἀμερῆ, ὅτι μηδ’ ἄλλο τι ὅμοιόν τινι ἐκείνῳ ταὐτόν ἐστιν, ᾧ ἐστιν ὅμοιον. ἐπεὶ ὅμοιον ἀμερές τε φαινόμενον ἀμερές, οὐκ ἀμερές, ὡς καὶ ὁ φαινόμενος συλλογισμὸς οὐ συλ‐ λογισμός. ἀλλ’ εἰ μὴ ἀμερές, μέρη δῆλον ὅτι ἕξει, οὕτως δὲ οὐδὲν ἀμερὲς
30ἔσται. πᾶν γὰρ τὸ λαμβανόμενον μέρος αὐτοῦ καὶ αὐτὸ οἱονεὶ ἀμερὲς ἔσται τῷ τὸ εἶναι τῷ λεγομένῳ ἀμερεῖ ἐν τῷ οἱονεὶ ἀμερεῖ εἶναι, *** εἴ γε διὰ τούτου ἀπολύονται τὸ μὴ συγκεῖσθαι ἐξ ἀμερῶν τὸ μέγεθος. εἰ δὲ λέγοι τις αὐτὸ οἱονεὶ μέγεθος, πάλιν οὐ μέγεθος ἔσται. εἰ δὲ πᾶν μέγεθος μεριστόν, τὸ οἱονεὶ μέγεθος ἀμερὲς ἔσται τῇ αὑτοῦ φύσει. εἰ δ’ ἀμερές,
35ἐκ τῆς τῶν ἀμερῶν συνθέσεως ἔσται τὰ μεγέθη. εἰ δὲ λέγει τις τὸ οἱονεὶ115

116

ἴσον δύνασθαι τῷ δυνάμει, ἔσται τὸ οἱονεὶ ἀμερὲς δυνάμει ἀμερές. εἰ δὲ τοῦτο, οὐδὲν ἔσται ἐνεργείᾳ, ὃ ἔσται ἀμερές, εἴ γε μηδὲν τῶν δυνάμει τι ὄντων ἐστὶ τοῦτο ὃ δύναται, ὥστε οὐδὲ τὸ οἱονεὶ ἀμερὲς ἀμερές ἐστιν. ἀλλ’ εἰ μὴ ἐνεργείᾳ, ἀλλὰ δυνάμει τὸ οἱονεὶ ἀμερὲς ἀμερές ἐστιν, ἄλλο τι
5ὂν δυνάμει τοῦτό ἐστιν. τί οὖν ὄν ἐστι δυνάμει ἀμερές; καὶ εἰ μέγεθός ἐστι τὸ οἱονεὶ ἀμερές, ἐκ δὲ τούτων τὸ μέγεθος (ἐκ γὰρ τῶν οἱονεὶ ἀμερῶν), ἔσται πᾶν μέγεθος ἐκ μεγεθῶν συγκείμενον καὶ διαιρούμενον εἰς μεγέθη, οὕτω δὲ καὶ ἐπ’ ἄπειρον ἡ τομὴ προελεύσεται. ἔτι 〈εἰ〉 τὸ οἱονεὶ ἀμερὲς ὕλη τοῦ ἀμεροῦς, πᾶσα δ’ ὕλη τινὸς κατά τινα μεταβολὴν *** τὸ οἱονεὶ
10ἀμερὲς ἀμερὲς ἔσται, ἐπεὶ ὕλη τοῦ ἀμεροῦς τὸ οἱονεὶ ἀμερές, ἄλλο ἔσται τοῦ ἀμεροῦς. εἰ δὲ τοῦτο, ἤτοι συντιθέμενον ποιήσει τὸ ἀμερὲς ἢ διαι‐ ρούμενον, ἕπεταί τε πάλιν τῷ λέγειν εἰς ἀμερῆ αὐτὸ διαιρεῖσθαι τὸ ἐκ τῆς
τῶν ἀμερῶν συνθέσεως γίνεσθαι τὰ μεγέθη.116