TLG 0732 010 :: ALEXANDER :: De anima ALEXANDER Phil. De anima Citation: Page — (line) | ||
de An.1(1t) | ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΠΕΡΙ ΨΥΧΗΣ. | |
2 | Ἡ μὲν πρόθεσις ἡμῖν, περὶ ψυχῆς εἰπεῖν τῆς 〈τοῦ〉 ἐν γενέσει τε καὶ φθορᾷ σώματος, τίς τέ ἐστιν αὐτῆς ἡ οὐσία καὶ τίνες αἱ δυνάμεις καὶ πόσαι, καὶ τίς αὐτῶν ἡ πρὸς ἀλλήλας διαφορά. ἐπεὶ γὰρ δεῖ πρὸ τῶν | |
---|---|---|
5 | ἄλλων ἁπάντων πείθεσθαι τοῖς προσταττομένοις ὑπὸ τῶν θεῶν (προστάτ‐ τεται δὲ καὶ προκηρύττεται τὸ γνῶθι σαυτὸν ὑπὸ τοῦ Πυθίου, οὐχ ὡς ὑπὸ θεοῦ μόνον, ἀλλὰ καὶ ὡς ὑπὸ θεοῦ τοῦ προγινώσκειν τὰ μέλλοντα πεπι‐ στευμένου, προλέγοντος καὶ προαγορεύοντος, ὡς διὰ τῆς αὑτοῦ γνώσεως | |
ἑκάστῳ περιεσομένου τοῦ κατὰ φύσιν βίου, ἡ δ’ ἑαυτοῦ γνῶσις ἐν τῇ | 1 | |
de An.2 | γνώσει τῇ καθ’ ὅ ἐστιν αὐτός, κατὰ δὲ τὴν ψυχὴν ὁ ἄνθρωπος ἄνθρω‐ πος), ἀναγκαῖον τῷ βουλομένῳ πείθεσθαι τῷ θεῷ καὶ τὸν κατὰ φύσιν αὐτῷ ζῆν βίον περὶ ψυχῆς πρῶτον διειληφέναι καὶ ταύτην ἥτις ἐστὶν ἐγνω‐ κέναι. ἐπεὶ δ’ ὥσπερ ἐν τοῖς ἄλλοις τὰ Ἀριστοτέλους πρεσβεύομεν ἀλη‐ | |
5 | θεστέρας ἡγούμενοι τὰς ὑπ’ αὐτοῦ παραδεδομένας δόξας τῶν ἄλλοις εἰρη‐ μένων, οὕτω δὲ καὶ ἃ ἐν τῷ περὶ ψυχῆς δόγματι φρονοῦμεν, ἔσται τὰ κατὰ τὴν πρόθεσιν ἡμῖν πεπληρωμένα, ἂν τὰ ὑπ’ ἐκείνου περὶ ψυχῆς εἰρημένα ὡς ἐνδέχεται σαφῶς ἐκθώμεθα καὶ τοῦ καλῶς ἕκαστον αὐτῶν εἰρῆσθαι τὰς οἰκείας παρασχώμεθα παραμυθίας. | |
10 | Δεῖ δὲ τὸν μέλλοντα παρακολουθήσειν τε τοῖς περὶ ψυχῆς λεγομένοις καὶ συνθήσεσθαι τοῖς περὶ τῆς οὐσίας αὐτῆς λόγοις πρῶτον ἐπ’ ἄλλων τινῶν τὸ τῆς φύσεως ἀμήχανόν τε καὶ περιττὸν ἐγνωκέναι· μαθόντες γὰρ ὁποῖόν τί ἐστιν ἡ φύσις καὶ πεισθέντες ὅτι παντὸς τοῦ κατὰ τέχνην γινο‐ μένου θαύματος παραδοξότερα τὰ ἔργα αὐτῆς, ῥᾷον πιστεύσομεν τοῖς μέλ‐ | |
15 | λουσι περὶ ψυχῆς λέγεσθαι. τοῦ γὰρ μένειν ἐν ταῖς περὶ τῆς ψυχῆς ἀπο‐ ρίαις οὐδὲν οὕτως αἴτιον ὡς τὸ μὴ ῥᾴδιον εἶναι τὰς δυνάμεις τε αὐτῆς καὶ τὰ ἔργα ἐφαρμόζειν τοῖς περὶ αὐτῆς λεγομένοις ὡς ὄντα θειότερά τε καὶ μείζω πάσης σωματικῆς δυνάμεως. διὸ χρὴ τοὺς βουλομένους μὴ ἀντιπράσσειν τοῖς εὐλόγως περὶ αὐτῆς λεγομένοις πρῶτον ἰδεῖν τὴν κατα‐ | |
20 | σκευὴν αὐτοῦ τοῦ σώματος τοῦ τὴν ψυχὴν ἔχοντος καὶ τήν τε τῶν ἐντὸς μερῶν οἰκονομίαν ἱστορῆσαι καὶ τὴν τῶν ἐκτὸς πάλιν πρὸς ἐκεῖνα μετ’ εὐσχημοσύνης συμφωνίαν. μετὰ γὰρ τὴν τούτων θεωρίαν οὐκέθ’ ὁμοίως παράδοξον φανεῖται τὸ καὶ τὴν ψυχὴν τοσαύτας ἀρχὰς ἐν αὑτῇ κινήσεων ἔχουσαν τούτου τι εἶναι τοῦ σώματος τοῦ οὕτως παραδόξως τε καὶ περιτ‐ | |
25 | τῶς κατεσκευασμένου. δοκεῖ δὴ παντὸς μᾶλλον ἀληθές τε καὶ ἐναργὲς εἶναι τοῖς περὶ τῶν τοιούτων διαλαμβάνειν ἔργον ποιουμένοις τὸ πᾶσαν | |
οὐσίαν σωματικήν τε καὶ αἰσθητὴν σύνθετον εἶναι ἔκ τε ὑποκειμένου τινός, | 2 | |
de An.3 | ὃ ὕλην καλοῦμεν, καὶ ἐκ τῆς ταύτην τὴν ὕλην σχηματιζούσης τε καὶ ὁρι‐ ζούσης φύσεως, ἣν εἶδος ὀνομάζομεν. ὅτι γὰρ τοῦτο τοῦτον ἔχει τὸν τρό‐ πον, σαφῶς μάθοι τις ἂν ἀπιδὼν πρὸς τὰ γινόμενα κατὰ τὰς τέχνας. ὃ γὰρ ἄν τις τούτων προχειρίσηται, εὑρήσει τὸ μὲν ὕλην τε καὶ ὑποκείμενον | |
5 | ἐν αὐτῷ, τὸ δὲ εἶδος, ὑποκείμενον μὲν τὸν χαλκὸν ἢ λίθον ἢ ξύλον ἢ κηρὸν ἢ ὅτι ἂν ᾖ τὸ σχηματιζόμενον κατὰ τὴν τέχνην, εἶδος δὲ τὸ ὑπὸ τοῦ τεχνίτου γινόμενον ἐν αὐτῷ. τοῦ γὰρ ἀνδριάντος ὕλη μὲν ὁ χαλκὸς ἢ λίθος, εἰ ἔκ τινος τούτων ὁ ἀνδριὰς εἴη, εἶδος δὲ τὸ τοιόνδε σχῆμα καὶ ἡ τοιάδε μορφή, ὅ ἐστιν τὸ κατὰ τὴν τέχνην γινόμενον καὶ ἡ τέχνη. | |
10 | τέχνη γὰρ πᾶν τὸ κατὰ τὴν τέχνην ἐν τῇ ὑποκειμένῃ ὕλῃ γινόμενον ὑπὸ τοῦ τὴν τέχνην ἔχοντος, ὕλη δὲ τῆς τέχνης τὸ σῶμα τὸ πεφυκὸς αὐτὴν δέχεσθαι οὐκ ἔχον ἐν τῷ οἰκείῳ λόγῳ τὸ γινόμενον ὑπὸ τῆς τέχνης ἐν αὐτῷ. ὡς δὲ τῶν κατὰ τέχνην ὄντων τε καὶ συνεστώτων σωμάτων ἕκα‐ στον ἔχει τὸ διττόν, οὕτως δὲ ἔχει πολὺ πρότερον ἐπὶ τῶν φυσικῶν τε καὶ | |
15 | φύσει συνεστώτων. ἡ γὰρ τέχνη μιμεῖται τὴν φύσιν, ἀλλ’ οὐχ ἡ φύσις τὴν τέχνην· καὶ ἔστιν ἑκάστῳ τῶν φυσικῶν σωμάτων τὸ μὲν ὑποκείμενόν τε καὶ ὕλη, τὸ δ’ εἶδος ἐν αὐτῇ. τοῦ γὰρ χαλκοῦ ὕλη μὲν ὕδωρ ἢ ἡ ἀτμιδώδης ἀναθυμίασις, εἴ γε πάντα τὰ τηκτὰ τῶν μεταλλευτῶν τὸ ὑγρὸν ὕλην ἔχει, εἶδος δὲ ἡ τοιάδε τοῦ ὑγροῦ σύστασίς τε καὶ πῆξις· καὶ ἔστιν, | |
20 | ὥσπερ τὸ κατὰ τέχνην ἔν τινι γινόμενον εἶδος ἡ τέχνη, οὕτως καὶ ἐν τοῖς φύσει συνεστῶσιν τὸ οὕτως γινόμενον εἶδος ἡ φύσις. οὔσης δὲ ἐν τοῖς φυσικοῖς σώμασιν διαφορᾶς (τὰ μὲν γὰρ αὐτῶν ἐστιν ἁπλᾶ, τὰ δὲ σύνθετα), ἡ μὲν τῶν συνθέτων σωμάτων ὕλη καὶ τὸ τούτοις ὑποκείμενον καὶ αὐτὸ φυσικὸν σῶμα ἐξ ὕλης τε καὶ εἴδους ἐστίν (πᾶν γὰρ φυσικὸν σῶμα ἐκ | |
25 | τούτων σύνθετον), τὰ δὲ ἁπλᾶ σώματα οὐκέτ’ ἔχει τὸ ὑποκείμενον αὐτοῖς σύνθετον. ἦν γὰρ ἂν καὶ αὐτὸ σύνθετον. εἰ δὲ μὴ σύνθετον τὸ τούτοις ὑποκείμενον, οὐδὲ σῶμα, εἴ γε πᾶν σῶμα ἔκ τε ὕλης καὶ εἴδους σύνθετον. | |
ἔσται δὴ τὸ τοῖς ἁπλοῖς σώμασιν ὑποκείμενον καὶ ἡ τούτων ὕλη ἁπλῆ τις | 3 | |
de An.4 | φύσις καὶ χωρὶς εἴδους, ἄμορφός τε καὶ ἀνείδεος οὖσα καὶ ἀσχημάτιστος κατὰ τὸν αὑτῆς λόγον, δι’ ἣν ἀνείδεον οὖσάν τε καὶ λεγομένην εἶδος ὠνό‐ μασται, ὃ γενόμενον ἐν αὐτῇ παύει τῆς προειρημένης αὐτὴν στερήσεως, καὶ τὴν τοιαύτην φύσιν κυρίως ἄν τις ὕλην λέγοι. τὸ μὲν γὰρ ἐν τοῖς | |
5 | συνθέτοις σώμασιν ὑποκείμενον, ἐκείνων ὕλη οὐχ ἁπλῶς ἐστιν ὕλη, ὅτι τέ ἐστι μετὰ εἴδους τινὸς καὶ ἔστι καὶ τούτου ἄλλη πάλιν ὕλη, ἐν οἷς δὲ τὸ ὑποκείμενον ἁπλοῦν, ἡ τούτων ὕλη κυρίως καὶ ἁπλῶς ἐστιν ὕλη, ἣν αὐτὴν μὲν ὑφεστάναι καθ’ αὑτὴν ἀδύνατον τῷ πᾶν τὸ οὕτως ὂν σῶμά τι εἶναι καὶ σύνθετον, ὡς προείρηται. οὖσα δὲ ἀεὶ σὺν εἴδει τινὶ χωρίζεται αὐτοῦ | |
10 | τῇ νοήσει μόνῃ, οὕτως ἔχουσα πρὸς τὰ τῶν ἁπλῶν σωμάτων εἴδη, ὡς ὁ κηρὸς ἔχει πρὸς τὰ σχήματα. ὡς γὰρ ἀναγκαῖον μὲν πάντα τὸν λαμβα‐ νόμενον κηρὸν εἶναι μετὰ σχήματος (ἀδύνατον γὰρ ἀσχημάτιστόν τινα κηρὸν λαβεῖν· οὐ μὴν τὸ κηρῷ εἶναι τὸ εἶναι μετὰ τοιοῦδέ τινος σχήματος· εἰ γὰρ ἦν ἐν τῇ οὐσίᾳ τοῦ κηροῦ ἀφωρισμένον σχῆμά τι, οὐκέτ’ ἂν ἦν κηρὸς | |
15 | ὁ μὴ μετὰ τούτου, μετ’ ἄλλου δέ τινος ὢν σχήματος), οὕτως δὲ καὶ ἡ κυρίως ὕλη πρὸς τὰ εἴδη τῶν φυσικῶν τε καὶ ἁπλῶν ἔχει σωμάτων. οὔτε γὰρ χωρὶς αὐτῶν τινος οἵα τε ὑποστῆναι οὔτε μετά τινος αὐτῶν τὸ εἶναι αὐτῇ. ἦν γὰρ ἂν οὕτως οὔτε ἁπλῆ καὶ ἀσώματος οὔτε ἄλλου τινὸς ἔτι τῶν ἁπλῶν σωμάτων ὕλη τῷ φθείρεσθαι αὐτὴν ἐν τῇ τοῦ οἰκείου εἴδους | |
20 | ἀποβολῇ. οὐ μόνον δὲ τὴν τοιαύτην ὕλην ἀδύνατον αὐτὴν καθ’ αὑτὴν ὑποστῆναι, ἀλλ’ οὐδὲ τὸ ἐν αὐτῇ γινόμενον εἶδος. καὶ μᾶλλόν γε τὸ εἶδος τοῦτο τῆς ὕλης πέπονθεν. ἐπὶ μὲν γὰρ τῆς ὕλης, εἰ καὶ μὴ ἡ κυρίως ὕλη οἵα τε καθ’ αὑτὴν εἶναι, ἀλλ’ ἥ γε ἐν τοῖς συνθέτοις σώμασιν ὕλη προ‐ σεχὴς λαμβανομένη οὐκ οὖσα μὲν ἁπλῶς ὕλη, τοῦδε δέ τινος ὕλη, καὶ καθ’ | |
25 | αὑτὴν ὑφέστηκεν (ἡ γοῦν ἐν τοῖς κατὰ τέχνην γινομένοις ὕλη τοιαύτη), τῶν δὲ εἰδῶν τῶν ἐν ὕλῃ γινομένων οὐδὲν οἷόν τε καθ’ αὑτὸ ὑποστῆναί ποτε, οὔτ’ ἂν ᾖ σώματος ἁπλοῦ οὔτ’ ἂν συνθέτου: τὰ γοῦν εἴδη τὰ γινό‐ | |
μενα κατὰ τὰς τέχνας ἐν ταῖς ὑποκειμέναις ὕλαις ἀχώριστα αὐτῶν, καίτοι | 4 | |
de An.5 | δυναμένων ἐκείνων καὶ χωρὶς τούτων ὑφεστάναι. τὸ μὲν οὖν κατὰ τέχνην γινόμενον εἶδος οὐκ οὐσία, ὅτι μηδὲ ἡ τέχνη (τέχνη γὰρ καὶ τὸ τοιοῦτον εἶδος, ὡς προείρηται), τὸ δὲ κατὰ φύσιν οὐσία, ὅτι καὶ ἡ φύσις οὐσία, τὸ δὲ τοιοῦτον εἶδος φύσις. τοῦ γὰρ πυρὸς ὄντος φυσικοῦ τε καὶ ἁπλοῦ σώ‐ | |
5 | ματος εἶδος μὲν ἡ θερμότης καὶ ἡ ξηρότης καὶ ἡ ἐκ τούτων τε καὶ ἐπὶ τούτοις γεννωμένη κουφότης, ὕλη δὲ τὸ τούτοις ὑποκείμενον, ὃ κατὰ τὴν αὑτοῦ φύσιν οὐδὲν ὂν τούτων ὁμοίως τούτων τε καὶ τῶν ἐναντίων αὐτοῖς ἐστιν ἐπιδεκτικόν (δι’ ἣν φύσιν αἱ τῶν ἁπλῶν σωμάτων εἰς ἄλληλα γίνον‐ ται μεταβολαί). ὧν οὐδέτερα μέν ἐστι σῶμα, τὸ δὲ ἐξ αὐτῶν ἤδη σῶμά τε | |
10 | καὶ πῦρ ἀρχὴν παρὰ τῆς φύσεως καὶ τῆς κατὰ τὸ εἶδος οὐσίας ἔχον τῆς εἰς τὸ ἄνω κινήσεως τὴν κουφότητα· ἥτις κουφότης εἶδός τε καὶ φύσις οὖσα τοῦ πυρὸς αὐτὴ μὴ κινουμένη. πῶς γὰρ ἂν κουφότης αὐτὴ καθ’ αὑτὴν κινηθείη ποτ’ ἂν ἄλλου τι οὖσα καὶ οὐ καθ’ αὑτήν; δύναμις μὲν γάρ τις ἡ κουφότης τοῦ ἔχοντος αὐτὴν σώματος· οὐδεμία δὲ δύναμις | |
15 | χωριστὴ τοῦ δυναμένου. διὸ καὶ οὐ κινουμένη καθ’ αὑτὴν τῷ ἔχοντι αὐτὴν σώματι αἰτία τῆς ἐξ αὐτοῦ γίνεται κινήσεως καὶ κατὰ τοῦτο λέγεται τὸ ἔχον αὐτὴν σῶμα κινεῖν, ὅτι διὰ ταύτης τε καὶ κατὰ ταύτην αὐτῷ τὸ κινεῖσθαι οὖσαν αὐτοῦ δύναμίν τε καὶ φύσιν. σῶμα μὲν οὖν οὐδέτερόν ἐστιν, ἐξ ὧν πρώτων τὸ ἁπλοῦν ἐστι σῶμα. οὔτε γὰρ ἡ ὕλη σῶμα· πᾶν | |
20 | μὲν γὰρ σῶμα ἁπτόν τε καὶ μετ’ ἐναντιώσεώς τινος, ἡ δὲ ὕλη πάσης ἁπ‐ τῆς ποιότητος καὶ ἐναντιώσεως ἐκτός ἐστιν, καὶ τὸ μὲν σῶμα ὑφεστός, ἡ | |
δὲ ὕλη εἴδους δεῖται πρὸς τὸ εἶναι. διὰ τοῦτο δὲ οὐδὲ τὸ εἶδος σῶμα, | 5 | |
de An.6 | ὅτι μηδὲ τοῦτο οἷόν τε καθ’ αὑτὸ εἶναι τῆς ὕλης ἀχώριστον ὄν, ὡς δέ‐ δεικται. οὐσία μέντοι ἑκάτερον αὐτῶν. ὡς γὰρ ἡ ὕλη, οὕτως δὲ καὶ τὸ φυσικὸν εἶδος οὐσία. οὐσίαι γὰρ τὰ μέρη τῆς οὐσίας, μᾶλλον δέ, διότι ἑκάτερον ἐκείνων οὐσία, καὶ τὸ ἐξ ἀμφοῖν οὐσία καὶ μία τις φύσις, οὐχ | |
5 | ὡς τὰ κατὰ τέχνην γινόμενα, ἃ κατὰ τὸ ὑποκείμενόν τε καὶ τὴν ὕλην εἰσὶν οὐσίαι, κατὰ δὲ τὰ εἴδη ποιότητες. οἱ δὲ ἀποροῦντες, πῶς οἷόν τε ἐξ ἀσωμάτων σῶμα γίνεσθαι, οὐκ ἂν ἠπόρουν, εἰ ἐπιστήσαντες αὑτοὺς ἔμαθον, ὅτι πᾶν τὸ γινόμενον τόδε τι ἐκ τοῦ μὴ τοῦτο ὄντος γίνεται. θερμόν τε γὰρ ἐξ οὐ θερμοῦ καὶ ψυχρὸν οὐκ ἐκ ψυχροῦ καὶ λευκὸν οὐκ ἐκ τοιούτου. | |
10 | καὶ γὰρ εἰ ἄλλο τι θερμὸν ὂν αἴτιον τῷδε τῷ γινομένῳ θερμῷ τῆσδε τῆς γενέσεως, ἀλλ’ αὐτό τε τὸ γινόμενον θερμὸν ἐξ οὐ θερμοῦ θερμὸν γίνεται. οὐ γὰρ γίνεται τὸ ὂν ἤδη. ὥστε καὶ εἰ σώματος γένεσιν ὑποθοῖτό τις, ἀνάγκη τούτῳ λέγειν ἐκ μὴ σώματος αὐτὸ γίνεσθαι. ἀλλ’ ἐπεὶ μή φαμεν ἁπλῶς σῶμα γίνεσθαι (ἀεὶ γάρ ἐστι σῶμα, εἴ γε καὶ ὁ κόσμος ἀίδιος ἀγέ‐ | |
15 | νητός τε καὶ ἄφθαρτος ὤν), ἔστι δὲ ἡ γένεσις τοῦδε τοῦ σώματος καί τινος σώματος ἐκ μὴ τοῦδε τοῦ σώματος, ἡ τοῦδε γένεσις τοῦ σώματος οὐκέθ’ ἁπλῶς ἐκ μὴ σώματος. ὡς γὰρ τῇ ἐπινοίᾳ καὶ τῷ λόγῳ τὴν ὕλην τοῦ εἴδους χωρίζομεν οὐκ οὖσαν χωριστήν (τοῦδε μὲν γάρ τινος εἴδους ἐστὶ χωριστή, ἁπλῶς δὲ εἴδους ἀχώριστος ὡς ὁ κηρὸς σχήματος), οὕτως δὲ | |
20 | ἐπινοίᾳ τε καὶ λόγῳ μόνοις καὶ ἡ τοῦ σώματος γένεσίς ἐστιν ὡς σώματος. ἔχον δὲ τό τε πῦρ καὶ τῶν ἄλλων σωμάτων ἕκαστον τὸ εἶναι τοῦτο, ὅ ἐστι, παρά τε τῆς ὑποκειμένης ὕλης καὶ τοῦ εἴδους τοῦ ἐν αὐτῇ, κατὰ τὸ εἶδός ἐστι τοῦτο ὅ ἐστι. τό τε γὰρ πῦρ κατὰ τὸ εἶδος καὶ ἡ γῆ κατὰ τὸ αὐτὸ γῆ, ὁ δ’ αὐτὸς λόγος ἐπί τε ὕδατος καὶ ἀέρος. καὶ γὰρ τούτων | |
25 | ἑκάτερον κατὰ τὸ εἶδός ἐστιν, ὃ εἶναι λέγεται. καθ’ ὃ μὲν γὰρ ἡ πρὸς τὰ ἄλλα ἑκάστῳ ἐστὶν αὐτῶν διαφορά, κατὰ τοῦτο ἕκαστον αὐτῶν ἐστι τόδε τι. κατὰ δὲ τὸ οἰκεῖον εἶδος ἡ πρὸς τὰ ἄλλα ἑκάστῳ διαφορά, εἴ γε ἡ ὕλη καὶ τὸ ὑποκείμενον ταὐτὸν ἐν πᾶσιν αὐτοῖς. κατὰ τὸ εἶδος ἄρα ἕκαστον αὐτῶν ἐστι τοῦτο ὅ ἐστιν. εἰ δὲ καθ’ ὅ ἐστιν ἕκαστον τοῦθ’ ὅ | |
30 | ἐστιν, τοῦτ’ ἔστιν αὐτοῦ τελειότης (ἐν ᾧ γὰρ γενόμενον τὸ γινόμενον ὡς | 6 |
de An.7 | γεγονὸς ἤδη καὶ ὡς τετελεσμένον τοῦ γίνεσθαι παύεται, τοῦτο ἡ τελειότης αὐτοῦ· παύεται δὲ τοῦ γίνεσθαι, ὅταν ὁλοκλήρως ἐν τῷ εἴδει γένηται), εὐ‐ λόγως ἑκάστῳ τῶν σωμάτων ἐν τῷ εἴδει ἡ τελειότης ἂν εἶναι λέγοιτο. ἀλλὰ εἰ κατὰ τὸ εἶδος ἑκάστῳ τῶν τε κατὰ τέχνην συνεστώτων καὶ πολὺ | |
5 | πρότερον ἔτι τῶν κατὰ φύσιν τὸ εἶναι τοῦτο ὅ ἐστι, καὶ τοῦτ’ ἔστιν ἡ ἑκάστου τελειότης, καὶ ἀντιστρέψαντι ἀληθὲς τὸ καθ’ ὃ τὸ εἶναί ἐστιν ἑκά‐ στῳ τῶν ἐξ ὕλης τε καὶ εἴδους συνθέτων, τοῦτ’ εἶναι τὸ εἶδος αὐτοῦ καὶ τὴν τελειότητα. Οὐ μόνον δὲ παρὰ τοῦ εἴδους τό τε εἶναι ἑκάστῳ καὶ αἱ πρὸς τὰ | |
10 | ἄλλα τὰ ὄντα διαφοραί, ἀλλὰ καὶ αἱ κατὰ τὸ ποιεῖν τε καὶ πάσχειν δια‐ φοραὶ τοῖς σώμασι γίνονται κατὰ τὰ εἴδη. ποιοῦντα γὰρ καὶ πάσχοντα καθὸ σώματα τὸ τόδε τι ποιεῖν καὶ τόδε τι πάσχειν παρὰ τοῦ εἴδους ἔχει. κατὰ γὰρ τὴν κατ’ εἴδη διαφορὰν καὶ τούτων ἑκάτερον. διὸ καὶ εὐλόγως λέγεται τὸ κατὰ τὰ ἀσώματα ποιεῖν τε καὶ πάσχειν τὰ σώματα. οἷς μὲν | |
15 | οὖν φυσικοῖς σώμασιν ἁπλοῦν τὸ ὑποκείμενον (ἔστι δὲ τοῦτο ἡ κυρίως ὕλη, ἥτις ὑπόκειται τοῖς ἁπλοῖς τε καὶ πρώτοις σώμασιν, ἃ στοιχεῖα τῶν ἄλλων ἐστὶ σωμάτων), τούτων ἁπλοῦν καὶ τὸ εἶδος καὶ ἡ φύσις. διὸ καὶ μιᾶς τε καὶ ἁπλῆς κινήσεως τούτοις ἡ φύσις αἰτία. εἰ γὰρ ἡ φύσις ἀρχὴ κι‐ νήσεως, εἴη ἂν καὶ ἡ ἁπλῆ φύσις ἁπλῆς ἀρχὴ κινήσεως. ἡ δὲ ἁπλῆ καὶ | |
20 | κυρίως μία. διὸ ἢ ἄνω τι τούτων μόνον ἢ κάτω μόνον κατὰ τὴν αὑτοῦ κινεῖται φύσιν. οἷς δ’ οὐκέθ’ ἁπλοῦν τὸ προσεχῶς ὑποκείμενον, ἀλλ’ ἔστιν ἤδη σῶμά τι καὶ σύνθετον (πᾶν γὰρ σῶμα σύνθετον τοιοῦτον), ἐν τούτοις καὶ τὸ εἶδος ποικιλώτερόν τε καὶ τελειότερον, καὶ ἡ φύσις τούτων τοιαύτη. | |
καὶ εὐλόγως· συντελεῖ γάρ τι πρὸς τὸ τούτων εἶδος καὶ τὸ εἶδος τὸ ἐν | 7 | |
de An.8 | τῇ ὕλῃ τε καὶ τῷ ὑποκειμένῳ· ἔτι δὲ μᾶλλον τοῦτο, εἰ μηδὲ ἓν εἴη μόνον σῶμα τὸ ὑποκείμενον αὐτῷ, ὃ ἐπὶ τῶν φυσικῶν τε καὶ συνθέτων σωμά‐ των ἀναγκαῖον. οὐδενὶ γὰρ τούτων ἓν τὸ ὑποκείμενον σῶμα τῶν ἁπλῶν. τοῦ γὰρ ἑνὸς καὶ ἁπλοῦ σώματος ἡ κατὰ φύσιν μεταβολὴ εἰς ἁπλοῦν ἄλλο | |
5 | σῶμα γίνεται. ὥστ’ εἴ τι μέλλει παρὰ τὰ ἁπλᾶ σώματα σύνθετόν τι φυ‐ σικὸν ἔσεσθαι σῶμα, δεῖ τούτῳ πλείω τῶν ἁπλῶν σωμάτων εἶναι τὰ ὑπο‐ κείμενα, ὃ πλῆθος παρὰ τὴν τῶν εἰδῶν τῶν ἐν αὐτοῖς διαφοράν ἐστι πλῆ‐ θος, καὶ διὰ τοῦτο τὰ τοιαῦτα σώματα σύνθετα. ᾧ δὴ πλείω καὶ διαφέ‐ ροντα εἴδη τὰ μετὰ τῆς ὕλης ὑποκείμενα, ἐξ ἀνάγκης τούτου καὶ ἡ φύσις | |
10 | καὶ τὸ εἶδος ποικιλώτερόν τε καὶ τελειότερον, ἑκάστης φύσεως τῶν ἐν τοῖς ὑποκειμένοις αὐτῇ σώμασιν συντελούσης τι πρὸς τὸ ἐπὶ πᾶσιν κοινὸν εἶδος αὐτοῖς. εἶδος γάρ πως εἰδῶν γίνεται τὸ τοιοῦτον εἶδος καὶ τελειότης τις τελειοτήτων. διὸ καὶ οὐ δεῖ θαυμάζειν τὴν ἐν τοῖς φυσικοῖς σώμασιν τῶν εἰδῶν διαφορὰν ἔχοντας αὐτῶν τῆς παραλλαγῆς φανερῶς ἐν τοῖς ὑποκει‐ | |
15 | μένοις τὰς αἰτίας. τό τε γὰρ πλῆθος τῶν εἰδῶν τῶν ἐν τοῖς ὑποκειμένοις αὐτοῖς σώμασιν καὶ ἡ τούτων διάφορος μῖξις τῆς τοσαύτης παραλλαγῆς εὐ‐ λόγως ἂν τὰς αἰτίας φέροιτο. εἰ γὰρ ἑνὸς ὄντος τοῦ ὑποκειμένου καὶ εἰς μηδεμίαν διαφορὰν τοῖς γινομένοις ἐξ αὐτοῦ συντελοῦντος (ἡ γὰρ ὕλη τοι‐ οῦτον) ξηρότης καὶ ὑγρότης καὶ θερμότης καὶ ψυχρότης σύνδυο ἐν αὐτῇ | |
20 | γινόμενα τοσαύτης γίνεται διαφορᾶς τοῖς ἐξ αὐτῆς γινομένοις αἰτία, ὡς τὸ μὲν αὐτῶν πῦρ γίνεσθαι, τὸ δὲ ἀέρα, τὸ δὲ γῆν, τὸ δὲ ὕδωρ, καὶ τὸ μὲν βαρύ, τὸ δὲ κοῦφον, τὰ δὲ δευτέρως ἑκάτερον τούτων ἔχειν, πῶς οὐκ εὔ‐ λογον καὶ τὰ ἐκ τῆς τούτων ἁπάντων ποιᾶς μίξεώς τε καὶ κράσεως γινό‐ μενα σώματα πάμπολυ διαφέρειν ἀλλήλων κατὰ τὰ εἴδη τε καὶ τὰς δυνά‐ | |
25 | μεις τὰς κινητικὰς αὐτῶν; τοῦτό τοι καὶ τὰ δένδρα καὶ τὰ φυτὰ πάντα | |
φυσικὰ ὄντα καὶ σύνθετα σώματα τῶν ἁπλῶν σωμάτων ταῖς κινητικαῖς | 8 | |
de An.9 | δυνάμεσιν πλεῖστον ὅσον διαφέρει. τὰ μέν γε μιᾶς καὶ ἁπλῆς κινήσεως ἀρχὴν ἐν αὑτοῖς ἔχει, τούτων δὲ ἕκαστον ἐν αὑτῷ καὶ τοῦ τρέφεσθαι τὴν ἀρχὴν ἔχει καὶ τῆς ἐπὶ πάσας τὰς διαστάσεις κατὰ τὴν αὔξησιν κινήσεως. ἔχει δὲ δύναμιν καὶ τοῦ γεννᾶν ἕκαστον αὐτῶν ὅμοιον αὑτῷ. ἔχοντα δὲ | |
5 | τὰ φυτὰ κοινὰ πάντα ταῦτα πλεῖστον ὅσον ἀλλήλων πάλιν κατ’ εἶδος δια‐ φέρει τῷ τὴν ὕλην τε καὶ τὴν τῆς ὕλης τῆς ὑποκειμένης αὐτοῖς μῖξίν τε καὶ κρᾶσιν εἶναι διαφέροντα. τά τε γὰρ δένδρα ἀλλήλων πλεῖστον κεχώ‐ ρισται καὶ πολὺ πλέον ἔτι τῶν λαχάνων καὶ αὐτῶν φυτῶν τε καὶ φυσι‐ κῶν καὶ συνθέτων ὄντων σωμάτων. ἀλλὰ καὶ τούτων αὐτῶν πρὸς ἄλληλα | |
10 | πάλιν πλείστην ὁρῶμεν οὖσαν διαφοράν, ἧς οὐκ ἄλλη τις αἰτία τῆς προ‐ ειρημένης. καὶ ἔστι τὸ τοιοῦτον εἶδος ἤδη καὶ ἡ τοιαύτη τελειότης ἡ πρώτη δύναμις ψυχῆς. εἰ γὰρ πᾶν τὸ ζῶν ζῇ κατὰ ψυχήν, τὰ δὲ φυτὰ ζῇ, εἴ γε ζῆν ἐστι τὸ δι’ αὑτοῦ τρέφεσθαι καὶ αὔξεσθαι, τὰ φυτὰ ἂν ψυχὴν ἔχοι, καὶ εἴη ἂν ψυχὴ τὸ εἶδος αὐτῶν. ὥσπερ δὲ ἐπὶ τῶν ἁπλῶν σωμά‐ | |
15 | των τὸ εἶδος οὐ κατὰ τὴν ἐνέργειαν τὴν ἀπὸ τῆς δυνάμεώς ἐστιν, ἀλλὰ κατὰ τὴν δύναμιν, ἀφ’ ἧς ἡ ἐνέργεια (οὐ γὰρ τὸ κάτω φέρεσθαι τῆς γῆς ἦν ἡ φύσις, ἦν γὰρ οὐδὲν ἧττον γῆ καὶ μένουσα, ἀλλ’ ἡ δύναμις, ἀφ’ ἧς αὐτῇ τὸ κάτω φέρεσθαι, ὅπερ ἡ βαρύτης ἦν, καὶ ἔστιν ἑκάτερον μὲν τελει‐ ότης, ἥ τε βαρύτης, εἴ γε εἶδος, ἥ τε κατὰ ταύτην ἐνέργεια, εἴ γε τελειότητές | |
20 | τε τῶν ἕξεών τε καὶ δυνάμεων αἱ ἀπ’ αὐτῶν ἐνέργειαι, πρώτη μέντοι ἡ κατὰ τὸν χρόνον προϋφισταμένη, ἐν οἷς ἄμφω γίνεται, ἡ κατὰ τὴν ἕξιν τε καὶ τὴν δύναμιν τελειότης τῆς κατ’ αὐτὴν ἐνεργείας), οὕτως ἔχει καὶ ἐπὶ τῶν συνθέτων σωμάτων. εἰ δὴ οὐχ αἱ ἀπὸ τῶν δυνάμεων ἐνέργειαι τὰ εἴδη, ἀλλ’ αἱ δυνάμεις, αἳ διὰ τὸ προϋφίστασθαι τῶν ἀπ’ αὐτῶν ἐνεργειῶν | |
25 | πρῶταί τε καὶ πρὸ ἐκείνων εἰσίν, εἴη ἂν καὶ τῶν φυτῶν εἶδός τε καὶ ψυχὴ | |
ἡ πρώτη τελειότης. τούτων τοίνυν ὁμολογουμένων τε καὶ κειμένων, οὐκ | 9 | |
de An.10 | οἶμαί τινα ἀμφισβητήσειν, ὡς οὐχὶ καὶ τὸ ζῷον φυσικόν ἐστι σῶμα καὶ σύνθετον, ἐκ ψυχῆς καὶ σώματος συγκείμενον. εἰ δὲ σῶμα ὂν ἐκ τούτων τὸ εἶναι ἔχει, πᾶν δὲ σῶμα ἐξ ὕλης τε καὶ εἴδους σύνθετον. δῆλον ὡς καὶ τούτων τὸ μὲν ὕλη τοῦ ζῴου, τὸ δὲ εἶδος ἔσται. ἔστι μὲν οὖν καὶ ἐκ | |
5 | τῶν εἰρημένων περὶ τῶν φυτῶν δῆλον τὸ τὴν ψυχὴν τὸ εἶδος εἶναι. οὐ μὴν ἀλλὰ καὶ ἐκ τοῦ κατ’ ἀρχὰς ἡμῖν τῶν λόγων δεδειγμένου τοῦτο γνώ‐ ριμον. ἦν γὰρ κείμενον τὸ καθ’ ὃ ἑκάστῳ τὸ εἶναί ἐστι, τοῦτ’ εἶναι τὸ εἶδος αὐτοῦ καὶ τὴν τελειότητα. τῷ δὲ ζῴῳ ἐστὶ τὸ εἶναι ζῴῳ κατὰ τὴν τοιάνδε ψυχήν (τὴν γὰρ αἰσθητικήν), ταύτῃ γὰρ τῶν ἄλλων ἁπάντων ἃ | |
10 | μὴ ζῷά ἐστι τὸ ζῷον διαφέρον ζῷόν ἐστιν. εἶδος ἄρα ἐν τῷ ζῴῳ ἡ ψυχὴ τοῦ σώματος, εἴ γε ἐν πᾶσιν τοῖς σώμασιν τὰ εἴδη τῆς ὑποκειμένης ἐν αὐτοῖς ὕλης ἐστὶν εἴδη, τοσούτῳ τελειότερον ἡ ψυχὴ εἶδος οὖσα τῆς ἐν τοῖς φυτοῖς, ὅσον ἡ ἐν ἐκείνοις ψυχὴ τῶν εἰδῶν τῶν ἐν τοῖς ἁπλοῖς τε καὶ πρώτοις σώμασιν. καὶ αἱ κατὰ τὴν αἰσθητικὴν δὲ ψυχὴν πάλιν δια‐ | |
15 | φοραὶ τὴν αὐτὴν ἀναλογίαν σώζοιεν ἂν πρὸς ἀλλήλας, ἣν εἶχεν τὰ μὲν τῶν ἁπλῶν σωμάτων εἴδη πρὸς τὴν τῶν φυτῶν ψυχήν, αὕτη δὲ πρὸς τὴν αἰσθητικήν, καὶ τῆς ἀνάλογον αὐτοῖς διαφορᾶς αἰτία ἡ τῶν ὑποκειμένων αὐτοῖς σωμάτων κατά τε πλῆθος καὶ κατὰ ποιὰν κρᾶσίν τε καὶ μῖξιν καὶ σύστασιν διαφορά. καὶ εὐλόγως· εἰ γὰρ ἡ ἀρχὴ οὐχ ἥμισυ μόνον, ἀλλὰ | |
20 | καὶ τὸ πλεῖστον τοῦ παντὸς μέρος, καὶ ἡ κατὰ τὰς ἀρχὰς διαφορά, κἂν ᾖ βραχεῖα, μεγάλης ἂν εὐλόγως γίνοιτο διαφορᾶς αἰτία. καὶ τοῦτο δῆλον καὶ ἐκ τῶν κατὰ τὰς ὁδοὺς ἐκτροπῶν. βραχεῖα γὰρ ἐν ταύταις παραλλαγὴ πολλάκις αἰτία τῆς ἐπὶ τοὺς πλεῖστον ἀλλήλων διεστῶτας τόπους κινήσεως. ἀρχὴ δὲ καὶ ἡ προσεχὴς ἑκάστῳ τῶν γινομένων ὕλη. ὥστε καὶ ταῖς ταύ‐ | |
25 | της διαφοραῖς τὴν τῶν γινομένων ἐπ’ αὐταῖς εἰδῶν διαφορὰν εὔλογον ἕπε‐ σθαι. οὐ γὰρ πᾶσα ὕλη τῆς αὐτῆς τελειότητός ἐστιν ἐπιδεκτική. οἷς μὲν οὖν τὴν ἀρχὴν τὸ ὑποκείμενον οὐδέπω σῶμα, τούτων καὶ τὸ εἶδος ἁπλού‐ στερον· οἷς δὲ τὸ ὑποκείμενον σῶμά τε καὶ τοῦτο σύνθετον καὶ ἔχον μέρη | |
διάφορα, ὡς ἄλλο πρὸς ἄλλην ἐνέργειαν εἶναι χρήσιμον, τούτων δὲ καὶ τὸ | 10 | |
de An.11 | εἶδος μετὰ δυνάμεων πλειόνων, ἅτε ὂν εἶδος καὶ τελειότης ὀργανικοῦ τε καὶ ποικίλου σώματος· διὸ τοῦ τοιούτου σώματος εἶδος ἤδη ἡ ψυχή. ἀλλ’ ἡ μὲν ἁπλουστέρα, ἧς καὶ τὸ σῶμα τὸ ὀργανικὸν ἁπλούστερον, ἡ δὲ ἐκ πλειόνων δυνάμεων καὶ τελειοτέρα, ἧς καὶ τὸ ὑποκείμενον σῶμα, οὗ ἐστιν | |
5 | εἶδος ἡ τοιάδε ψυχή, ποικιλώτερόν τε καὶ ὀργανικώτερον. εἰ δέ τῷ δοκεῖ αὐτόθεν ἀκούσαντι παράδοξον εἶναι τὸ τὴν ψυχὴν εἶδος εἶναι λέγειν τοῦ τοιούτου σώματος καὶ φύσιν, ὡς τοῦ πυρὸς τὴν κουφότητα, εἰς τὴν τῶν σωμάτων ἀπιδὼν διαφοράν, ὧν ταῦτα εἴδη, καὶ τὴν ἐν τοῖς ἐμψύχοις σώ‐ μασιν ἰδὼν κατασκευὴν ἀμύθητον ὅσον διαφέρουσαν τῆς τῶν ἁπλῶν σω‐ | |
10 | μάτων, οὐκ ἂν ἔτι παράδοξα λέγειν τοὺς οὕτω λέγοντας ὑπολαμβάνοι, εἴ γε μὴ παράδοξον, ἀλλὰ παντὸς μᾶλλον εὔλογον, τὸ ἣν ἔχει τὰ ὑποκείμενα τοῖς εἴδεσιν σώματα ἀναλογίαν πρὸς ἄλληλα, ταύτην καὶ τὰ εἴδη αὐτῶν σώζειν πρὸς αὐτά. Ὅτι γὰρ εἶδος ἡ ψυχή, καὶ ὧδε ἂν δεικνύοιτο. ὁμολογεῖται τὸ ζῷον | |
15 | ἐκ ψυχῆς εἶναι καὶ σώματος. ἔκ τινων δὲ εἶναί τι λέγεται ἤτοι ὡς ἐκ μερῶν σωζομένων ἐν τῷ ὅλῳ καὶ τοιούτων, εἰς ἃ καὶ διαιρεῖται, ὡς τὴν οἰκίαν λέγομεν ἐκ πλίνθων, ἢ ὡς τὸ κεκραμένον ἔκ τινων, ὡς τὸ μελίκρα‐ τον (τοῦτο γὰρ ἐξ ὕδατος καὶ μέλιτος εἶναί φαμεν, εἰς ἃ οὐκέτι τὸ μελί‐ κρατον διαιρεῖται τῷ μήτε σώζεσθαί τι αὐτῶν μήτε μετὰ τὴν κρᾶσιν ἔτι | |
20 | τὴν αὑτῶν φυλάσσειν φύσιν), ἢ ὡς ἐξ ὕλης τε καὶ εἴδους, ὡς τὸν ἀνδρι‐ άντα λέγομεν ἐκ χαλκοῦ τε καὶ σχήματος. κατὰ τούτους δὴ τοὺς τρόπους | |
τοῦ ἔκ τινων εἶναι λεγομένου καὶ τὸ ζῷον ἂν ἐκ ψυχῆς καὶ σώματος | 11 | |
de An.12 | εἴη κατά τινα τούτων τῶν τρόπων. ἀλλ’ οὔτε κατὰ τὸν πρῶτον οἷόν τε (παράθεσις γὰρ ἔσται ψυχῆς τε καὶ σώματος, οὕτως δὲ οὐκέτ’ ἂν εἴη τὸ σῶμα διόλου ἔμψυχον, ἔσται τε εἰ οὕτως ἔχοι οὐκ εἰς τὸ ποιόν, ἀλλ’ εἰς τὸ ποσὸν ἡ ψυχὴ τῷ ζῴῳ συντελοῦσα), ἀλλ’ οὐδὲ κατὰ τὸν δεύτερον. | |
5 | οὐ γὰρ φθειρομένης τῆς ψυχῆς τε καὶ τοῦ σώματος ἡ τοῦ ζῴου γένεσις ὡς τῶν γινομένων ἐκ κράσεώς τινων. λείπεται τοίνυν οὕτω λέγειν συγκεῖ‐ σθαι τὸ ζῷον ἐκ ψυχῆς τε καὶ σώματος, ὡς ἐξ ὕλης καὶ εἴδους. ὅτι δὲ εἶδος ἡ ψυχὴ τοῦ σώματος καὶ οὐκ οὐσία τις αὐτὴ καθ’ αὑτήν, μάθοι τις ἂν καὶ ἀπὸ τῶν ἐνεργειῶν αὐτῆς. οὐ γὰρ οἷόν τε ἐνέργειάν τινα ψυχικὴν | |
10 | γενέσθαι χωρὶς σωματικῆς κινήσεως, ὥσπερ οὐδὲ κατὰ τὰς φυσικὰς ῥοπὰς φοράν, ὡς τοῦ σώματος ἐνεργοῦντος αὐτὰς κατὰ τὴν δύναμιν τὴν ἐν αὐτῷ. τό τε γὰρ τρέφεσθαί τε καὶ αὔξεσθαι καὶ γεννᾶν οἷον αὐτὸ γίνεται μὲν κατὰ δύναμιν ψυχικήν, αἱ δὲ κινήσεις τοῦ σώματος. ἀλλὰ καὶ αἰσθάνεται τὸ ζῷον διὰ τῶν αἰσθητηρίων σωμάτων ὄντων, αἵ τε ὀρέξεις αὐταὶ φανε‐ | |
15 | ρῶς κινουμένου τινὸς γίνονται σώματος. αἵ τε γὰρ ἐπιθυμίαι καὶ οἱ θυμοί τε καὶ ὀργαὶ ἐν τοῖς ζῴοις τοῦτον γίνονται τὸν τρόπον. ἀλλὰ καὶ ἐν τοῖς φόβοις τοῦ σώματος ἡ ἀλλοίωσίς τε καὶ συστολή. καὶ ἡ φαντασία δὲ διὰ σώματος, εἴ γε ἤρτηται τῆς κατ’ ἐνέργειαν αἰσθήσεως, ὡς δειχθήσεται. ὅτι δὲ καὶ ἐν ταῖς ὁρμαῖς σῶμά ἐστι τὸ κινούμενον, οὐδεὶς ἂν ἀντείποι. καὶ | |
20 | τὸ φρονεῖν δέ, εἰ μὴ ἄνευ φαντασίας γίνεται, καὶ αὐτὸ ἂν εἴη γινόμενον διὰ σώματος. εἰ δὲ μηδεμίαν οἷόν τε ψυχῆς ἐνέργειαν χωρὶς σωματικῆς λαβεῖν κινήσεως, δῆλον ὡς τοῦ σώματός ἐστί τι καὶ ἀχώριστος αὐτοῦ. μάτην γὰρ ἂν εἴη χωριστὴ μηδεμίαν τῶν οἰκείων ἐνεργειῶν καθ’ αὑτὴν ἐνεργῆσαι δυναμένη. δηλοῖ δὲ τὸ εἶδος αὐτὴν εἶναι τοῦ σώματος καὶ τὸ | |
25 | κατὰ τὰς τοῦ σώματος ἐπιτηδειότητας καὶ τὰς κατ’ αὐτὴν κινήσεις γίνεσθαι. | 12 |
de An.13 | ποτὲ μὲν γὰρ ἰσχυρῶν ὄντων τῶν ἐκτὸς αἰτίων, ἃ ἢ ὀργὴν ἢ φόβον ἢ ἐπιθυμίαν ἤ τι τοιοῦτο πάθος ἄλλο κινεῖν οἷά τε, ἢ οὐδὲν πάσχομεν παντά‐ πασιν ἢ ἐπιπολαίως τε καὶ πρὸς ὀλίγον, ποτὲ δὲ μικρῶν καὶ τῶν τυχόν‐ των τῶν ἐκτὸς ὄντων ὑπερβάλλομεν τοῖς πάθεσιν, ὅταν ὀργᾷ τε καὶ προ‐ | |
5 | παρεσκευασμένον ᾖ καὶ ἐπιτήδειον πρὸς τὸ πάθος τὸ σῶμα ἢ διά τινα ἔνδειαν ἢ διὰ πλῆθος ἢ διὰ χυμῶν τινων παράθεσιν. καὶ γὰρ ὀργιζόμεθα ῥᾷον χολῆς πλεοναζούσης καὶ φοβούμεθα καὶ λυπούμεθα πολλάκις ἐπὶ τοῖς τυχοῦσιν τῷ τὸ σῶμα ἡμῶν οὕτω πως ἔχειν. Δεικνύοιτο δ’ ἂν εἶδος οὖσα ἡ ψυχὴ τοῦ σώματος καὶ διὰ τοῦ εἶναι | |
10 | μὲν αὐτὴν ἐν τῷ σώματι τοῦ ζῴου πρὸς πάντων ὁμολογεῖσθαι, πλεοναχῶς δὲ τοῦ εἶναι ἔν τινι λεγομένου κατὰ μηδὲν ἄλλο σημαινόμενον τοῦ ἔν τινι τῷ σώματι τὴν ψυχὴν εἶναι δύνασθαι. ἔν τινι γάρ τι εἶναι λέγεται ἢ ὡς εἶδος ἐν γένει, ὡς ἄνθρωπος ἐν τῷ ζῴῳ, ἢ ὡς γένος ἐν εἴδεσιν, ὡς τὸ ζῷον ἐν πτηνῷ καὶ πεζῷ καὶ ἐνύδρῳ (ἐν γὰρ τοῖς ἐκ τοῦ γένους ἀντιδι‐ | |
15 | αιρουμένοις ἀλλήλοις εἴδεσιν τὸ εἶναι τῷ εἰς αὐτὰ διαιρουμένῳ γένει), ἢ ὡς μέρος ἐν ὅλῳ, ὡς ἡ χεὶρ ἐν τῷ σώματι, ἢ ὡς τὸ ὅλον ἐν τοῖς μέρεσιν· ὅλον γὰρ τὸ τοῦ ἀνθρώπου σῶμα εἶναι λέγεται ἐν κεφαλῇ καὶ τραχήλῳ καὶ θώρακι καὶ τοῖς ἄλλοις, μεθ’ ὧν τὸ ὅλον ἀναπληροῦται σῶμα. ἔστι τι ἔν τινι καὶ ὡς ἐν ἀγγείῳ καὶ ὡς ἐν τόπῳ, ὡς λέγομεν Δίωνα ἐν ἀγορᾷ | |
20 | εἶναι καὶ τὸν οἶνον ἐν τῷ κεραμίῳ. καὶ τὰ συμβεβηκότα δέ τισιν ἐν ἐκεί‐ νοις εἶναι λέγεται, ὡς τὸ λευκὸν ἐν τῷ λευκῷ σώματι λέγεται, καὶ τὰ κεκραμένα ἐν τῷ ἐξ αὐτῶν εἶναι κράματι, ὡς ἐν τῷ οἰνομέλιτι τό τε μέλι καὶ ὁ οἶνος. παρὰ τοὺς εἰρημένους τρόπους ἔν τινι εἶναι λέγεται καὶ ὡς | |
εἶδος ἐν ὕλῃ. καθ’ ὃ γάρ τι ἔκ τινων ὂν αὐτὸ τὸ εἶναι ἔχει, τοῦτ’ ἔστι | 13 | |
de An.14 | ὡς εἶδος ἐν ὕλῃ τῷ λοιπῷ. οὕτως ἔχει τὸ μὲν τοιόνδε σχῆμα ἐν τῷ ἀνδριάντι ὄντι ἐκ χαλκοῦ τε καὶ σχήματος, ἡ δὲ βαρύτης ἐν τῇ γῇ οὔσῃ ἐξ ὕλης τε καὶ ταύτης. κατὰ τούτους δὴ τοὺς τρόπους τοῦ ἔν τινι λεγο‐ μένου (ὁ γὰρ κυβερνήτης ἐν τῇ νηῒ κατά τινα τῶν προειρημένων ἂν εἴη | |
5 | τρόπον), ἡ ψυχὴ ἐν τῷ σώματι οὖσα οὔτε ὡς μέρος οὖσα αὐτοῦ ἐστιν ἐν αὐτῷ (σῶμά τε γὰρ ἂν εἴη, σῶμα γὰρ τὸ τοῦ σώματος μέρος, καὶ εἰς τὸ ποσὸν ἄν, οὐκ εἰς τὸ ποιὸν τῷ ζῴῳ συντελοῖ· ἔτι τε οὐκ ἂν ἦν πᾶν ἔμ‐ ψυχον τὸ σῶμα, ἀλλὰ ἑκάτερον αὐτῶν τοῦ ἑτέρου κεχώριστο, εἰ μὴ σῶμα διὰ σώματος οἷόν τε χωρεῖν τε καὶ διιέναι, οὗ οὐδὲ ἐπίνοιαν σχεῖν ῥᾴδιον), | |
10 | ἀλλ’ οὐδὲ ὅλον μέν τι ἡ ψυχή, μέρη δὲ τῆς ψυχῆς τὰ μέρη τοῦ σώματος, ὡς εἶναι τὴν ψυχὴν ὡς τὸ ὅλον ἐν τοῖς μέρεσιν τοῖς αὑτοῦ. ἀλλ’ οὐδὲ ὡς εἶδος ἐν γένει ἐν τῷ σώματι ἡ ψυχή. οὐ γὰρ γένος τὸ σῶμα τῆς ψυχῆς ἐν ᾧ ἐστιν· ἑκάτερον γὰρ αὐτῶν ἕν τι κατ’ ἀριθμόν, τὰ δὲ γένη τε καὶ εἴδη κοινά τε καὶ καθόλου· ἔτι τε σῶμα ἂν ἡ ψυχὴ εἴη. ἀλλ’ | |
15 | οὐδὲ ὡς τὸ γένος ἐν τοῖς εἴδεσιν ἐν τῷ σώματι ἡ ψυχὴ διά τε τὴν προ‐ ειρημένην αἰτίαν καὶ ὅτι, εἰ ἡ ψυχὴ γένος τοῦ σώματος λέγεται, πᾶν σῶμα ψυχή, ὡς πᾶς ἄνθρωπος ζῷον. ἀλλ’ οὐδὲ τόπος τὸ σῶμα τῆς ψυχῆς· σῶμά τε γὰρ ἂν ἡ ψυχὴ εἴη (πᾶν γὰρ τὸ καθ’ αὑτὸ ἐν τόπῳ σῶμα) καὶ ἔτι τὸ σῶμα τόπος ἔσται. οὕτως γὰρ ἔσται τὸ σῶμα ἢ διάστημά τι κενὸν | |
20 | ἢ πέρας τοῦ περιέχοντος· αὗται γὰρ αἱ περὶ τόπου δόξαι. ἔτι τῷ μὲν τόπῳ οὐδὲν τὸ ὂν ἐν αὐτῷ συντελεῖ πρὸς τὸ εἶναι τοιῷδε, τὸ δὲ ἔμψυχον σῶμα παρὰ τῆς ψυχῆς ἔχει τὰς διαφορὰς τὰς πρὸς τὰ ἄλλα σώματα. οὐδ’ ὡς ἐν ἀγγείῳ δ’ ἂν εἴη· καὶ γὰρ τὸ ἀγγεῖον τόπος τοῦ ἐν αὐτῷ, διάφορον τοῦ τόπου μόνῳ τῷ συμμεταφέρεσθαι τοῖς ἐν αὐτῷ. ἀλλ’ οὐδ’ | |
25 | ὡς ἐν ὑποκειμένῳ τε καὶ ὡς συμβεβηκὸς ἐν τῷ σώματι ἡ ψυχή· οὐσία | 14 |
de An.15 | μὲν γὰρ ἡ ψυχὴ καὶ τῶν ἐναντίων ἐπιδεκτική· οὐδὲν δὲ συμβεβηκὸς οὐσία· ἔτι τε τὸ μὲν ἐν ὑποκειμένῳ τινὶ οὐκ ἔστι τῷ ὑποκειμένῳ αὐτῷ αἴτιον τοῦ εἶναι· δύναται γὰρ καὶ χωρὶς τούτου εἶναι τὸ ὑποκείμενον αὐτῷ· τῷ δὲ ὀργανικῷ σώματι, ἐν ᾧ ἐστιν ἡ ψυχή, τὸ εἶναι ὀργανικῷ παρὰ τῆς | |
5 | ψυχῆς. ἀλλ’ οὐδὲ ὡς ἐν τῷ κεκραμένῳ τὰ ἐξ ὧν κέκραται ἐν τῷ σώματι ἡ ψυχή. οὐδὲν γὰρ τῶν οὕτως ὄντων ἔν τινι ἔτι σώζει τὴν αὑτοῦ φύσιν· οὔτε γὰρ ὁ οἶνος οὔτε τὸ μέλι ἐν τῷ οἰνομέλιτι σώζεται, ἡ δὲ ψυχὴ καὶ τὸ σῶμα ἀμφότερα ἐν τῷ ζῴῳ μένει· ἔτι πᾶσα κρᾶσις σωμάτων, ὥστε εἴη ἂν καὶ ἡ ψυχὴ σῶμά τι. ἀλλ’ οὐδὲ ὡς ὁ κυβερνήτης ἐν τῇ νηῒ οὕτως | |
10 | οἷόν τε εἶναι τὴν ψυχὴν ἐν τῷ σώματι. εἰ μὲν γὰρ τὸν κυβερνήτην οὕτως λαμβάνοι τις ὡς τὴν τέχνην τὴν κυβερνητικήν, εἴη ἂν ὡς ἕξις τις καὶ εἶδος ἐν ὕλῃ ἡ ψυχὴ ἐν τῷ σώματι (οὕτως γὰρ αἱ ἕξεις εἰσὶν ἐν τοῖς ὧν εἰσιν ἕξεις· ἀσώματοί τε γάρ εἰσι καὶ ἀχώριστοι τῶν ἐν οἷς εἰσιν), εἰ δ’ ὡς αὐτὸν τὸν κυβερνήτην τὸν ἔχοντα τὴν ἕξιν, σῶμά τε ἔσται ἡ ψυχή (καὶ | |
15 | γὰρ ὁ κυβερνήτης μετὰ σώματος), καὶ ἔσται ἔν τινι μέρει τοῦ σώματος ἀποκεκριμένῳ ὡς ἐν τόπῳ, οὐκ ἔσται τε πᾶν τὸ σῶμα ψυχὴν ἔχον οὐδὲ συμπαθὲς ἑαυτῷ οὐδὲ ἔχον συναίσθησιν· ἔτι τε βίᾳ ἂν κινῴη τὸ σῶμα, δύναιτό τε ἂν οὖσα ἡ ψυχὴ τοιαύτη καὶ χωριζομένη τοῦ σώματος εἰσιέναι πάλιν εἰς αὐτό, ὡς τὸ αὐτὸ σῶμα ποτὲ μὲν ἔμψυχον εἶναι, ποτὲ δὲ μή. | |
20 | τίς τε ἡ αἰτία, δι’ ἣν τοιοῦτόν τι οὖσα ἡ ψυχὴ εἴσεισιν εἰς τὸ σῶμα, καὶ τίς τῆς εἰσόδου τρόπος; καὶ τί τοῦ συμμένειν αἴτιον, καὶ πολὺ πρότερον ἔτι τίς ἡ οὐσία αὐτῆς καὶ ἡ φύσις; εἴ τέ ἐστιν ἡ ψυχὴ ὡς ὁ κυβερνήτης, οὐχ ὡς ἡ κυβερνητική, εἴη ἂν καὶ αὐτὴ ἐξ ὕλης καὶ εἴδους τινός, ὃ εἶδος εἴη ἂν ἡ ψυχή, εἴ γε παρ’ οὗ τὸ εἶναι κυβερνήτῃ αὐτῇ, παρὰ τούτου καὶ | |
25 | τὸ εἶναι ψυχῇ· κατὰ γὰρ τὸ εἶδος ἑκάστῳ τὸ εἶναι τοῦτο ὅ ἐστι· παρὰ δὲ τοῦ εἴδους, οὐ παρὰ τῆς ὕλης τῷ κυβερνήτῃ τὸ κυβερνήτῃ εἶναι. εἰ δὲ κατὰ μηδένα τῶν προειρημένων τρόπων οἷόν τε εἶναι τὴν ψυχὴν ἐν τῷ σώ‐ ματι, λείποιτ’ ἂν τὸ εἶναι αὐτὴν ἐν αὐτῷ ὡς εἶδος, εἴ γε εἶδος μὲν ἑκάστου, | |
καθ’ ὅ ἐστι τοῦτο ὅ ἐστι, κατὰ δὲ τὴν ψυχὴν τὸ ζῷον ζῷόν ἐστι. ἐπεὶ | 15 | |
de An.16 | τοίνυν ἡ ψυχὴ [ἣν καὶ τελειότητα καὶ ἐντελέχειαν ἔθος Ἀριστοτέλει λέγειν] εἶδός τε ἐστιν, ὡς δέδεικται, καὶ εἶδος ἔνυλον (σώματος γάρ, καὶ σώματος φυσικοῦ· οὐ γὰρ τεχνικοῦ, ὡς τὸ τοῦ ἀνδριάντος· καὶ φυσικοῦ οὐχ ἁπλοῦ ὡς τὸ τοῦ πυρός, ἀλλὰ συνθέτου τε καὶ ὀργανικοῦ), τὸ δὲ εἶδος, οὗ ἐστιν | |
5 | εἶδος, ἐδείχθη καὶ τελειότης ὄν, ἔθος δὲ Ἀριστοτέλει τὴν τελειότητα καὶ ἐντελέχειαν λέγειν, ὡς τοῦ ἐν τῷ τέλει εἶναι τὸ πρᾶγμα οὗ ἐστιν οὖσαν αἰτίαν, εἰκότως αὐτῆς ἀπέδωκε τοιοῦτον τὸν λόγον· ἐντελέχεια ἡ πρώτη. διττὴ γὰρ ἦν ἡ τελειότης, ἡ μὲν ἕξις τε καὶ δύναμις, ἡ δὲ ἀπὸ τῆς δυνά‐ μεως ἐνέργεια, ὧν ἡ δύναμις ἦν πρώτη καὶ τὸ εἶδος ἦν ἡ κατὰ τὴν δύ‐ | |
10 | ναμιν τελειότης. ἐντελέχεια οὖν ἡ πρώτη σώματος φυσικοῦ ὀργανικοῦ. ἔστι γὰρ ὀργανικὸν σῶμα τὸ ἔχον πλείω τε καὶ διαφέροντα μέρη ψυχικαῖς δυνάμεσιν ὑπηρετεῖσθαι δυνάμενα. διὸ τὸ ὀργανικὸν σῶμα καὶ δυνάμει ζωὴν ἔχειν λέγει, τῷ δυνάμει ζωὴν ἔχον ἀντὶ τοῦ δυναμένου κατ’ ἐνέργειαν ζῆν χρώ‐ μενος. τὸ γὰρ ἤδη τὴν τέλειον ψυχὴν ἔχον πολλὰ κατ’ αὐτὴν δύναται ποιεῖν | |
15 | τε καὶ πάσχειν, τρέφεσθαι, αὔξεσθαι, γεννᾶν, αἰσθάνεσθαι, ὀρέγεσθαι, διανο‐ εῖσθαι, λέγειν, πράττειν, ὑγιαίνειν, νοσεῖν. ἔμψυχα γὰρ οὐδὲν ἧττον, κἂν μὴ ἐνεργῇ μέν, δύνηται δέ, καὶ ἔστι τὸ δυνάμει, τὸ προσκείμενον, τῆς πρώτης ἐντελεχείας δηλωτικόν. καὶ αὕτη μὲν ἡ τῆς ψυχῆς οὐσία, ὡς ἑνὶ λόγῳ περιλαβεῖν πλείους ψυχὰς οὔτε ὁμοειδεῖς ἀλλήλαις τάξιν τε ἐχούσας πρὸς | |
20 | ἀλλήλας, ὡς εἶναι τὴν μέν τινα αὐτῶν ἀτελεστέραν τε καὶ πρώτην, τὴν δὲ μετὰ ταύτην τελειοτέραν ἐκείνης τῷ πρὸς ἐκείναις καὶ ἄλλην δύναμίν | |
τινα προσειληφέναι, καὶ μετὰ ταύτην τρίτην τινὰ πάλιν πρὸς ἐκείναις ταῖς | 16 | |
de An.17 | δυνάμεσιν καὶ ἄλλας τινὰς δυνάμεις ἔχουσαν. οὐ γὰρ οἷόν τε τῶν οὕτως ἐχόντων πρὸς ἄλληλα σαφῆ τὸν κοινὸν εἶναι λόγον τῷ δεῖν μὲν τὸν ὁρισμόν τινων κατὰ πάντων αὐτῶν κατηγορεῖσθαι, μὴ δύνασθαι δὲ ἐν τῷ τοιούτῳ λόγῳ διασημαίνεσθαί τι τῶν τελειοτέρων ἐν αὐτοῖς. οὐκέτι γὰρ ἂν τὰ | |
5 | ἀτελέστερα ἐν τῷ ὁρισμῷ περιλαμβάνοιτο. δι’ ἣν αἰτίαν καὶ ὁ τῆς ψυχῆς κοινὸς λόγος ἁπλούστερός τε καὶ κοινότερος ὢν οὐδεμιᾶς τῶν μάλιστα δο‐ κουσῶν εἶναι ψυχικῶν δυνάμεών ἐστιν ἐνδεικτικός. ἀπὸ γάρ τινος κοινῶς πάσαις αὐταῖς ὑπάρχοντος ὁ τοιοῦτος λόγος. Εἰ δέ ἐστιν εἶδος ἡ ψυχή, ὡς δέδεικται, ἀναγκαῖον αὐτὴν ἀχώριστόν | |
10 | τε εἶναι τοῦ σώματος οὗ ἐστιν καὶ ἀσώματον καὶ ἀκίνητον καθ’ αὑτήν. πᾶν γὰρ εἶδος τοιοῦτον. τὸ μὲν γὰρ σῶμα συναμφότερόν τε καὶ ὑφεστὸς καθ’ αὑτό, τὸ δὲ εἶδος ἄλλου ὂν (τοιοῦτον γὰρ ἡ ἐντελέχειά τε καὶ τελει‐ ότης) οὐχ οἷόν τε ἄνευ ἐκείνου οὗ ἐστιν εἶναι, ὡς οὐδὲ τὸ πέρας χωρὶς τοῦ οὗ πέρας ἐστί, ὥστ’ οὐδὲ τὴν ψυχὴν οἷόν τε εἶναι χωρισθῆναι καὶ καθ’ | |
15 | αὑτὴν ὑφεστάναι. οὐδὲ σῶμα ἄρα. ἀλλ’ οὐδὲ κατὰ τοὺς λέγοντας, πᾶν σῶμα, ἢ ὕλην ἢ ἐξ ὕλης, εἶναι (ὡς τοῖς ἀπὸ τῆς Στοᾶς δοκεῖ) εἴη ἂν τὸ εἶδος σῶμα. οὔτε γὰρ ὕλη τὸ εἶδος (ἡ μὲν γὰρ ἄποιος, τὸ δὲ ποιότης τις), οὔτε ἐξ ὕλης· εἰ γὰρ εἴη τὸ εἶδος ἐξ ὕλης καὶ εἴδους, πρῶτον μὲν ἔσται ταὐτὸν τὸ ἕτερον τῷ συναμφοτέρῳ, ἔπειτα εἰς ἄπειρον προελεύσεται, | |
20 | εἴ γε τὸ μὲν εἶδος ἐξ ὕλης τε καὶ εἴδους, πάλιν δὲ ἐκεῖνο τὸ εἶδος ὕλης | |
τε καὶ εἴδους δεήσεται. εἰ γὰρ οὕτως λέγοιεν τὸ εἶδος ἐξ ὕλης τε καὶ | 17 | |
de An.18 | εἴδους, οὐχ ὡς ἐξ ἄλλου τινὸς εἴδους, ἀλλ’ ὡς αὐτοῦ σὺν ὕλῃ τὸ εἶναι ἔχοντος, οὐδ’ ἂν ἡ ὕλη κατ’ αὐτοὺς ἄποιος εἴη κατὰ τὸν αὑτῆς λόγον· καὶ γὰρ αὕτη πρὸς τὸ εἶναι εἴδους τινὸς δεῖται καὶ ποιότητος. εἰ δὲ ταύ‐ την καίτοι μὴ δυναμένην ὑποστῆναι χωρὶς ποιότητος ἄποιον λέγουσιν, ὅτι | |
5 | ἐν τῇ οἰκείᾳ φύσει αὐτῆς οὐκ ἔστιν ἡ ποιότης, καὶ τὸ εἶδος ἂν καὶ ἡ ποι‐ ότης κατὰ τὸν αὐτὸν λόγον χωρὶς ὕλης εἶεν, εἰ καὶ μεθ’ ὕλης ἡ ὑπόστασις αὐτοῖς, τῷ ἐν τῇ οἰκείᾳ φύσει αὐτῶν τὴν ὕλην μὴ περιέχεσθαι. ἔτι δὲ πῶς οὐκ ἄτοπον τὸ τὴν ὕλην λέγειν ἐν τῷ τὸ εἶδος καὶ τὴν ποιότητα λαμ‐ βάνειν καὶ ὕλην τινὰ προσλαμβάνειν; ὃ ἀναγκαῖόν ἐστι λέγειν τοῖς τὸ εἶδός | |
10 | τε καὶ τὴν ποιότητα σῶμα ἔνυλον λέγουσιν. τὸ δὲ λέγειν τῶν τοῦ σώμα‐ τος μερῶν ἀνάγκην εἶναι καὶ τὰ μέρη σώματα εἶναι, ὥσπερ καὶ τῆς ἐπι‐ φανείας καὶ τῆς γραμμῆς καὶ τοῦ χρόνου τὰ μέρη, τῆς μὲν ἐπιφάνειαι, τῆς δὲ γραμμαί, τοῦ δὲ χρόνοι, μέρη δὲ τοῦ ζῴου σώματος ὄντος τό τε εἶδος καὶ ἡ ὕλη, ὥστε καὶ σῶμα, πεπλανημένων. οὐ γὰρ οὕτως μέρη | |
15 | ταῦτα τοῦ σώματος, ὡς εἰς αὐτὰ τέμνεσθαι τὸ σῶμα. τὰ μὲν γὰρ μέρη τοῦ σώματος, εἰς ἃ τέμνεται, εἴς τε τὸ ποσὸν συντελεῖ τῷ σώματι καὶ τμηθέντα ὑφέστηκέν τε καὶ μένει. οὐχ οὕτως δὲ μέρη τοῦ σώματος τό τε εἶδος καὶ ἡ ὕλη, ἀλλὰ ὡς τοῦ ἀνδριάντος ὅ τε χαλκὸς καὶ ἡ μορφή, εἰς ἃ οὐκέτι ἡ τοῦ ἀνδριάντος γίνεται διαίρεσις, ὡς εἰς κεφαλὴν καὶ θώρακα | |
20 | καὶ σκέλη, καίτοι καὶ ἐξ ἐκείνων ὡς μερῶν τοῦ συναμφοτέρου συγκειμένου, εἰ καὶ μὴ κατὰ τὸν αὐτὸν τρόπον. τὸ γὰρ σχῆμα τοῦ ἀνδριάντος μέρος οὐχ ὡς εἰς τὸ ποσὸν αὐτῷ συντελοῦν τι, ἀλλ’ ὡς εἰς τὸ ποιόν, καὶ οὐχ ὡς ἐν τῷ ἀπὸ τῆς ὕλης χωρισμῷ σώζεσθαι δυνάμενον. εἰς δὲ τὰ ὡς ποσοῦ μέρη καὶ εἰς τὰ σωζόμενα μετὰ τὴν διαίρεσιν ἡ προειρημένη τοῦ | |
25 | τε σώματος καὶ τῶν ἄλλων συνεχῶν διαίρεσις. διὸ οὐδὲ μέρη ταῦτα ἁπλῶς σώματος, ἀλλὰ τοιοῦδε σώματος, οὗ μέρος καὶ τὸ δι’ ὃ τοιόνδε ἐστὶν οὐκ ὂν σῶμα. ἀλλ’ οὐδὲ ὁ λέγων λόγος οὗ τὸ μέρος σῶμα καὶ αὐτὸ σῶμα, | |
τῆς δὲ ψυχῆς ἡ αἴσθησις μέρος οὖσα σῶμά ἐστι, καὶ αὕτη ἄρα σῶμα, | 18 | |
de An.19 | δείκνυσίν τι· τὴν γὰρ αἴσθησιν, εἰ μὲν ὡς τὸ αἰσθητήριον λαμβάνει, σῶμα μὲν τὸ λαμβανόμενον, ἀλλ’ οὐ τῆς ψυχῆς μέρος, εἰ δὲ ὡς τὴν δύναμιν τὴν αἰσθητικήν, μέρος μὲν ψυχῆς, ἀλλ’ οὐ σῶμα λήψεται. καὶ γὰρ εἰ σῶμα ἡ ψυχή, καὶ σῶμα οὐχ ὡς ἡ ὕλη, ἔσται ἐξ ὕλης καὶ εἴδους, εἴ γε πᾶν | |
5 | σῶμα κατ’ αὐτοὺς τῷ παρὰ τὴν ὕλην τοιοῦτον. ἀλλ’ εἰ τοῦτο, ἔσται καὶ ἐν ἐκείνῳ τῷ σώματι τὸ εἶδος ἡ ψυχή. εἰ γὰρ τὸ ὑποκείμενον αὐτῷ σῶμα τόδε τι ὂν καὶ καθ’ αὑτὸ ὑφίστασθαι δυνάμενον εἴτε πνεῦμα ὂν εἴτε ἄλλο τι οὐκ ἔμψυχον, ὃ σωζομένῳ τῷ σώματι τούτῳ προσγινόμενον ἔμ‐ ψυχον αὐτὸ ἐξ ἀψύχου ποιεῖ, τοῦτ’ ἂν εἴη ἡ ψυχὴ κατ’ αὐτούς. οὐ γὰρ | |
10 | οἷόν τε λέγειν κατὰ τὴν τῆς ποιότητος τῷ πνεύματι προσθήκην ψυχὴν γίνεσθαι τὸ πνεῦμα. εἰ μὲν γὰρ ἡ τῆς ποιότητος προσθήκη τῷ πνεύματι κατὰ τὴν οὐσίαν ἐποίει τοῦ πνεύματος μεταβολήν, ἐνῆν λέγειν εἰς ψυχὴν τὸ πνεῦμα μεταβάλλειν. εἰ δὲ καὶ μετὰ τὴν τῆς ποιότητος προσθήκην μένει πνεῦμα, οὐκ ἦν δὲ ψυχὴ τὸ πνεῦμα, οὐδ’ ἂν ἡ προστιθεμένη ποι‐ | |
15 | ότης αὐτῷ ψυχὴν αὐτὸ ποιοῖ ἅτε μὴ μεταβάλλουσα αὐτοῦ τὴν οὐσίαν, ἀλλ’ οὖσα συμβεβηκός τι τῷ πνεύματι. οὐδὲν γὰρ σῶμα φυσικὸν μὴ κατ’ οὐσίαν μεταβάλλον οἷόν τε ἐξ ἄλλης φύσεως εἰς ἄλλην τινὰ μεταστῆναι. ἄλλη δὲ φύσις ψυχῆς τε καὶ πνεύματος. οὐ γὰρ δὴ γένος οἷόν τε λέγειν τῆς ψυχῆς τὸ πνεῦμα, ἔχον ὑπόστασιν καθ’ αὑτό. οὐδὲν γὰρ γένος τοι‐ | |
20 | οῦτον, ὡς ὑφεστάναι καθ’ αὑτό. Οἱ δὲ λέγοντες εἶδος μὲν εἶναι τὴν ψυχὴν τοῦ σώματος, ἓν δέ τι τῶν ὑποκειμένων ἐν τῷ ζῴῳ σωμάτων ποιοῦντες αὐτήν, οἷον πῦρ ἢ ἀέρα ἤ τι ἄλλο, λανθάνουσιν αὑτοὺς τὸ μέρος τῆς ὕλης εἶδος τῆς λοιπῆς ὕλης ποι‐ οῦντες, τοῦτο δὲ ἄτοπον. ἄλλη γὰρ φύσις εἴδους τε καὶ ὕλης, ὡς δέδεικται. | |
25 | τὸ μὲν γὰρ ὑποκείμενον, τὸ δὲ ἐν ἐκείνῳ, καὶ τὸ μὲν σχηματιζόμενον, τὸ δὲ καθ’ ὃ σχηματίζεται, ἀκολουθήσει τε τοῖς οὕτως λέγουσιν τελειότητα τῶν λοιπῶν τριῶν σωμάτων λέγειν τὸ πῦρ ἢ τὸν ἀέρα, καὶ τὴν γένεσιν ἔχειν αὐτὸ ἐκ τῆς ἐκείνων μίξεως· τοιοῦτον γὰρ ἡ τελειότης. οὕτως δὲ οὐκέτ’ ἂν ἁπλοῦν εἴη σῶμα. ᾧ γὰρ ἡ γένεσις ἐκ μίξεως πλειόνων σω‐ | |
30 | μάτων, οὐχ ἁπλοῦν τοῦτο. οὕτως τε οὐκ ἂν εἴη τὰ ἁπλᾶ σώματα τέτ‐ ταρα. ἀλλ’ οὐδὲ οἷόν τε τῶν τεσσάρων τι σωμάτων ἐκ τῆς τῶν καταλι‐ πομένων γενέσθαι μίξεως, εἴ γε δεῖ μὲν ἐμφαίνεσθαι τῷ ἐκ τῆς μίξεώς τινι ὄντι πάσας τὰς δυνάμεις τὰς ἐκείνων, ἐξ ὧν μέμικται· ταύτῃ γὰρ φθορᾶς μῖξις διαφέρει, ὅτι μὴ ὁλόκληρος ἡ τῶν μιγνυμένων φθορά. ἀδύνατον δὲ | |
35 | ἢ ἐν τῷ πυρὶ λέγειν εἶναι ὑγρότητά τε καὶ ψυχρότητα, ἢ ἐν τῷ ἀέρι ξη‐ | |
ρότητα τε καὶ ψυχρότητα. ἔτι τί μᾶλλον τόδε τι τῶν τεσσάρων, ἢ ἄλλο | 19 | |
de An.20 | τι εἶδος ἂν εἴη τῶν λοιπῶν τριῶν; ἔτι μόναι ἂν εἶεν ἐν τῷ ζῴῳ δυνάμεις αἱ τοῦ σώματος τοῦ ἐκ τῆς τῶν ἄλλων κράσεως γεγονότος, εἰ μὲν εἴη τὸ γεγονὸς πῦρ, θερμότης τε καὶ ξηρότης, εἰ δ’ ἄλλο τι αἱ ἐκείνου, τῷ τοῦτ’ εἶναι τὸ γεγονὸς ἐξ ἐκείνων. εἰ δὲ μηδὲν μᾶλλον τῶν ἐκείνου δυνάμεων | |
5 | αἱ τῶν ἄλλων ἐν τῷ ζῴῳ μένουσιν, οὐκ ἂν εἴη τοῦτο γεγονὸς ἐξ ἐκείνων, ὥστε οὐδὲ εἶδος. εἰ δὲ μὴ τοῦτο, οὐδὲ ψυχή. ἔτι εἰ ἕν τι τούτων ἐστὶν ἡ ψυχή, ἢ οὐ πᾶν τὸ ζῷον ἔμψυχον ἔσται, ἢ σῶμα διὰ σώματος διελεύ‐ σεται, ἧς δόξης τίς ἂν ἀτοπωτέρα γένοιτο; πῶς γὰρ οἷόν τε σῶμά τι με‐ στὸν ὂν αὑτοῦ καὶ μηδὲν ἔχον ἐν αὑτῷ κενὸν ἄλλο ἐν αὑτῷ σῶμα δέξα‐ | |
10 | σθαι ὁμοίως μεστὸν αὑτοῦ; εἰ γὰρ τὸ πλῆρες ὂν αὑτοῦ ἄλλο τι πάλιν καὶ αὐτὸ ὁμοίως ὂν πλῆρες αὑτοῦ δέξεται, οὐδὲν ἔσται τὸ κωλύον καὶ ἄλλο πάλιν αὐτὸ καὶ ἄλλο δέξασθαι. οὐδὲν γὰρ ἔλαττον πλῆρες ὄν, ὅτε ἦν μόνον, τοῦ νῦν, ὅτε ἐδέξατό τι ἄλλο ἐν αὑτῷ, οὐκ ἐκωλύθη δέξασθαί τι καὶ δεύτερον, οὕτως τε οὐδὲν κωλυθήσεται τὸ μέγιστον ἐν τῷ μικροτάτῳ | |
15 | γενέσθαι σώματι. πῶς δὲ οὐκ ἄτοπον καὶ τὸ τὸν πεπληρωμένον τόπον ὑπὸ σώματός τινος λέγειν δύνασθαι καὶ ἄλλο τι σῶμα δέξασθαι τὸν αὐτὸν μένοντα τοῦ πεπληρωκότος αὐτὸν σώματος ἐν αὐτῷ μένοντος καὶ μὴ μεθι‐ σταμένου που; ἀλλὰ περὶ μὲν τῆς τούτου τοῦ δόγματος ἀτοπίας ἐν ἄλλοις ἡμῖν ἐπὶ πλεῖον εἴρηται. ἔτι δὲ οὐ σώζουσιν οἱ οὕτως λέγοντες τὴν τοῦ εἴδους | |
20 | ἀναλογίαν τοῦ ἐν τῷ ζῴῳ πρὸς τὰ εἴδη τά τε τῶν ἁπλῶν σωμάτων καὶ τὰ τῶν γινομένων κατὰ τέχνην. οὐ γὰρ τοιοῦτον ἡ βαρύτης εἶδος οὐδὲ ἡ κουφότης οὐδὲ τὸ σχῆμα. ἔτι δὲ εἰ ἕν τι τῶν ἁπλῶν σωμάτων τὴν ὡς ψυχὴν εἶδος λέγοιεν, ἐπεὶ τὸ εἶδος τὸ τὴν ὕλην εἰδοποιοῦν ἐστιν, ἀλλ’ οὐ τὸ συναμφότερον, εἴη ἂν καὶ ψυχὴ κατὰ τοὺς οὕτω λέγοντας τὸ εἶδος | |
25 | τούτου τοῦ σώματος, ὅπερ ἐστὶν ἡ κουφότης ἢ ἡ μετὰ ταύτης θερμότης τε καὶ ξηρότης ἤ τι εἶδος τῶν ἁπλῶν τινος σωμάτων. οὐδὲ οἱ εἶδος δὲ λέγοντες τὴν ψυχὴν τοῦ ζῴου, εἶδος δὲ ὡς οὐσίαν τινὰ χωριστήν τε καὶ αὐτὴν καθ’ αὑτήν, ὡς τῆς νεὼς τὸν κυβερνήτην (εἶναι γὰρ κἀκεῖνον εἶδος τῆς νεὼς καὶ τελειότητα) ὀρθῶς λέγουσιν. οὐ γάρ ἐστι τῆς νεὼς εἶδος | |
30 | οὔτε τελειότης ὁ κυβερνήτης. ἔστι γὰρ ναῦς καὶ χωρὶς τοῦ κυβερνήτου. | 20 |
de An.21 | ἀλλ’ οὐδ’ ὡς τῆς ἐνεργείας τῆς νεὼς εἶδος ὁ κυβερνήτης λέγοιτ’ ἄν. γί‐ νεται μὲν γὰρ τῇ νηῒ κατὰ τοιόνδε σχῆμα, ὅ ἐστιν εἶδος αὐτῆς, ὡς νεὼς ἡ ἐνέργεια, πρὸς δὲ ταύτην ὁ κυβερνήτης συντελεῖ τι. ἡ δὲ ψυχὴ εἶδος τοῦ ζῴου καθὸ ζῷον καὶ οὐχ, ὅτε ἐνεργεῖ μόνον, τότε ἔμψυχον. διὰ τοῦτο | |
5 | γὰρ ἡ πρώτη ἐντελέχεια ἡ ψυχή. ὅτι γὰρ μή ἐστιν ὁμοίως ὡς ἡ ψυχὴ τοῦ ζῴου, οὕτως καὶ ὁ κυβερνήτης εἶδος τῆς νεώς, δῆλον ἐκ τοῦ τὴν μὲν ναῦν μένειν, κἂν ὁ κυβερνήτης ἀπέλθῃ, τὸ δὲ ζῷον ἀπελθούσης τῆς ψυχῆς μηκέτι ζῷον εἶναι. διὸ μᾶλλον ἂν πρὸς τὸ σχῆμα τῆς νεὼς ἡ ψυχὴ τὴν ἀναλογίαν ἔχοι. κατὰ γὰρ τοῦτο τὸ εἶναι τῇ νηΐ, ὡς τῷ ζῴῳ κατὰ τὴν | |
10 | ψυχήν. ἔτι ὁ μὲν κυβερνήτης οὐ διὰ πάσης ἐστὶ τῆς νεώς. ἔμψυχον δὲ πᾶν τὸ τοῦ ζῴου σῶμα. ἀλλὰ καὶ εἰ οὕτως ἦν ἐν τῷ σώματι ἡ ψυχή, ἐνεδέχετ’ ἂν αὐτὴν καὶ χωρισθεῖσαν αὐτοῦ εἰσιέναι πάλιν εἰς αὐτό. τί γὰρ ἔσται τὸ τοιαύτην οὖσαν τὴν ψυχὴν κατέχον ἐν τῷ σώματι; ἔτι οὐ κατὰ τὴν αὑτοῦ φύσιν ἔσται τὸ σῶμα κινούμενον· παρὰ φύσιν ἄρα. ἀλλὰ | |
15 | μὴν πᾶσα βίαιος κίνησις παρὰ φύσιν καὶ διὰ σωματικῆς ἀντερείσεως γινο‐ μένη, ὥστε γένοιτο ἂν κατὰ τὸν λόγον τοῦτον πάλιν ἡ ψυχὴ σῶμα. ἀλλὰ καὶ καθόλου τις ἂν εὐλόγως ἀπαιτήσαι τοὺς οὕτως λέγοντας τὴν ψυχὴν εἶδος εἶναι τοῦ σώματος, τί τὸ συνάγον καὶ τί τὸ συνέχον ἀμφότερα κεχω‐ ρισμένα τε ἀλλήλων ὄντα καὶ τὰς φύσεις διαφέροντα, ὡς ἕν τι γίνεσθαι τὸ | |
20 | ἐξ αὐτῶν καὶ συμμένειν; χαλεπὸν γὰρ εὑρεῖν τὸ αἴτιον τῆς τῶν τοιούτων τὴν ἀρχήν τε συνόδου καὶ μετὰ τὴν σύνοδον ἑνώσεως. Οὖσα δὲ ἡ ψυχὴ εἶδος τοῦ σώματος, ὁποῖον προείρηται, τῷ ἀχώ‐ ριστον εἶναι τοῦ σώματος τὸ τοιοῦτον εἶδος καὶ συμφθείροιτο ἂν τῷ σώ‐ ματι, ὅση γε αὐτῆς φθαρτοῦ σώματος εἶδός ἐστιν. εἴη δ’ ἂν καὶ ἀκίνητος | |
25 | καθ’ αὑτήν. οὐ γὰρ πᾶν ἀνάγκη τὸ κινήσεως αἴτιόν τινι καὶ αὐτὸ κινεῖ‐ σθαι. ἀλλ’ ὅσα μὲν ἀπολελυμένα καὶ κεχωρισμένα τῶν κινουμένων ὑπ’ αὐτῶν τῇ ἁφῇ καὶ σωματικῶς αὐτὰ κινεῖ, ταῦτα ἀνάγκη κινούμενα καὶ | |
αὐτὰ κινεῖν. τά τε γὰρ ὠθοῦντά τι καὶ τὰ ἕλκοντα καὶ τὰ δινοῦντα καὶ | 21 | |
de An.22 | τὰ ὀχοῦντα αὐτὰ κινούμενα οὕτως καὶ τοῖς ὑπ’ αὐτῶν κινουμένοις αἴτια κινήσεως γίνεται. ὅσα δὲ δυνάμεις τε καὶ ἕξεις ὄντα τῶν κινουμένων αἴτια τοῖς ἔχουσιν αὐτὰ ποιᾶς κινήσεως γίνεται, ταῦτα οὐ μόνον οὐκ ἀνάγκη κινεῖν κινούμενα αὐτά, ἀλλὰ καὶ ἀδύνατον. ἀδύνατον γὰρ καθ’ αὑτὸ κινεῖ‐ | |
5 | σθαι μὴ ὂν χωριστόν τε καὶ καθ’ αὑτό. τοιαῦται δὲ αἵ τε ἕξεις καὶ αἱ δυνάμεις καὶ ὅλως τὰ τῶν σωμάτων εἴδη, ὧν οὖσα καὶ ἡ ψυχὴ δέδεικται. ὡς γὰρ ἡ βαρύτης αἰτία μὲν γίνεται τῇ γῇ τῆς εἰς τὸ κάτω φορᾶς καὶ κατὰ τοῦτ’ αὐτῆς ἐστι κινητική, οὐ μὴν κινουμένη καθ’ αὑτήν (πῶς γὰρ ἂν βαρύτης κινηθείη καθ’ αὑτὴν εἶδος οὖσα καὶ φύσις τοῦ ἔχοντος αὐτὴν | |
10 | σώματος;), οὕτως καὶ ἡ ψυχὴ τῶν ζῴων πασῶν τῶν ὡς ζῴου κινήσεων ἔχουσα τὴν αἰτίαν, ἐπεὶ κατὰ ταύτην αὐτῷ ἡ τοῦ κινεῖσθαι τοῦτον τὸν τρόπον ἐξουσία, οὐκ αὐτὴ κινουμένη καθ’ αὑτὴν οὕτως κινεῖ τὸ σῶμα· κινουμένῳ μέντοι τῷ σώματι συγκινεῖται καὶ αὐτή, καὶ γίνεται κινουμένη κατὰ συμβεβηκός, ὅπερ καὶ πᾶν εἶδος πάσχειν ἀνάγκη συνὸν καὶ συνοδεῦον | |
15 | τῷ σώματι, οὗ ἐστι, τῷ εἶναι ἀχώριστον αὐτοῦ. καὶ ὅταν γε τῆς κινήσεως τῷ σώματι τὸ εἶδος ᾖ τὸ οἰκεῖον αἴτιον, τότε γίνεται τὸ εἶδος προηγου‐ μένως μὲν κινοῦν τὸ σῶμα, κατὰ συμβεβηκὸς δὲ καὶ αὑτὸ τῷ συγκινεῖ‐ σθαι τῷ σώματι τὴν κίνησιν, ἣν αὐτὸ κινεῖ. ἡ γὰρ βαρύτης αὑτὴν κινεῖ κατὰ συμβεβηκός, ὅταν αὐτὴ τῆς εἰς τὸ κάτω φορᾶς τῷ ἔχοντι αὐτὴν σώ‐ | |
20 | ματι αἰτία ᾖ. καὶ ἡ ψυχὴ δὴ κατὰ συμβεβηκὸς ἑαυτὴν κινήσει τότε, ὅταν τὸ ἔχον αὐτὴν ζῷον κινῆται κατ’ αὐτήν. κινηθήσεται μὲν γὰρ κατὰ συμ‐ βεβηκὸς κἂν δι’ ἄλλην τινὰ αἰτίαν τὸ ζῷον κινῆται κατὰ τόπον, ὑφ’ αὑτῆς δὲ ἐν τῇ καθ’ αὑτὴν γινομένῃ κινήσει μόνῃ. καὶ γὰρ εἰ, διότι κινεῖ, διὰ τοῦτο κινεῖσθαι λέγουσιν αὐτήν, καὶ ἐπεὶ καὶ ἠρεμίας αἰτία γίνεται τῷ σώ‐ | |
25 | ματι, ἠρεμεῖν ἂν τότε λέγοιτο. τίς γὰρ ἡ ἀποκλήρωσις τοῦ κινεῖν μὲν αὐτὴν κινουμένην, μηκέτι δὲ ἠρεμοῦσαν ἠρεμίζειν τὸ σῶμα; εἰ δὲ τοῦτο, | |
οὐκέτ’ ἂν ἐν τῇ οὐσίᾳ αὐτῆς ἡ κίνησις εἴη. καὶ γὰρ εἰ τὸ οἰκεῖον ἔργον | 22 | |
de An.23 | αὐτῆς ἐν ἠρεμίᾳ μᾶλλον ἢ κινήσει περιγίνεται, οἰκειότερον ἂν αὐτῇ καὶ κατὰ φύσιν μᾶλλον εἴη τὸ ἠρεμεῖν. ἀλλὰ μὴν τὸ πρῶτον. τὸ γὰρ νοεῖν, οἰκειότατον ὂν ἔργον αὐτῆς, ἠρεμούσῃ μᾶλλον, ἢ κινουμένῃ περιγίνεται. διὰ τοῦτο γὰρ τὸ νοεῖν ἐν γήρᾳ μᾶλλον ἢ νεότητι, καὶ νήφουσιν μᾶλλον | |
5 | ἢ μεθύουσιν, καὶ ἠρεμοῦντος τοῦ σώματος μᾶλλον ἢ φερομένου. μᾶλλον ἄρα αὐτῇ τὸ ἠρεμεῖν τοῦ κινεῖσθαι κατὰ φύσιν. διὸ ἀληθέστερον τὸ λέ‐ γειν μήτε κινεῖσθαι μήτε ἠρεμεῖν τὴν ψυχὴν καθ’ αὑτήν, ἀλλ’ ἑκάτερον τούτων ποιεῖν τὸ ζῷον κατ’ αὐτήν. ὡς γὰρ οὐ λέγομεν βαδίζειν τὴν ψυχὴν ἢ ὁρᾶν ἢ ἀκούειν, ἀλλὰ κατὰ τὴν ψυχὴν τὸν ἄνθρωπον, οὕτως καί, | |
10 | ὅσας ἄλλας ἐνεργείας τε καὶ κινήσεις ὡς ἔμψυχός τε καὶ ὡς ἄνθρωπος ἐνεργεῖ, οὐχ ἡ ψυχή ἐστιν ἡ ἐνεργοῦσά τε καὶ κινουμένη, εἰ καὶ ἡμεῖς πολ‐ λάκις ἐπὶ τοῦτο φερόμεθα διὰ τὸ μὴ ὁμοίως εἶναι γνώριμον ἡμῖν τὸ κι‐ νούμενον ἐν ταῖς τοιαύταις ἐνεργείαις σῶμα. ἀλλ’ ἔστιν καὶ ἐν ἐκείναις τὸ ζῷον καὶ ὁ ἄνθρωπος κατὰ τὴν ψυχὴν ἐνεργῶν, καθ’ ἥν ἐστιν αὐτῷ | |
15 | τὸ εἶναι ἀνθρώπῳ. καὶ γὰρ ἥδεται καὶ λυπεῖται καὶ ὀργίζεται καὶ φοβεῖ‐ ται καὶ φιλεῖ καὶ μισεῖ καὶ μανθάνει καὶ νοεῖ καὶ ἀναμιμνήσκεται καὶ μνη‐ μονεύει ὁ ἄνθρωπος κατὰ τὴν ψυχήν. δύναται γὰρ ταῦτα τῷ τοιοῦτον εἶδος ἔχειν καὶ τοιαύτην τελειότητα. ὡς γὰρ ὁ παλαιστὴς παλαίει κατὰ τὴν ἕξιν τὴν παλαιστικὴν αὐτῆς τῆς παλαιστικῆς οὐ παλαιούσης, καὶ ὁ | |
20 | αὐλητὴς αὐλεῖ κατὰ τὴν αὐλητικὴν οὐκ αὐλούσης τῆς αὐλητικῆς, καὶ ὁ ὑφαντὴς ὑφαίνει τῆς ὑφαντικῆς οὐχ ὑφαινούσης, οὕτως ἔχειν ὑποληπτέον καὶ ἐπὶ τῶν ἐνεργειῶν, ἃς ἐνεργεῖ τὰ ψυχὴν ἔχοντα καθό ἐστιν ἔμψυχα. οὐδὲ γὰρ ἐπὶ τούτων ἡ ψυχή τινα τῶν ζωτικῶν ἐνεργειῶν ἐνεργεῖ καθ’ αὑτήν, ἀλλὰ κατὰ ταύτην τὸ ἔχον αὐτήν. οὐδὲ γὰρ οὐδὲ ἐκεῖνο ἀληθὲς | |
25 | τὸ ὅτι τῆς ψυχῆς εἰσιν αἵδε αἱ ἐνέργειαι προσχρωμένης ὡς ὀργάνῳ τῷ σώματι. ὡς γὰρ ἐπὶ τῶν ἄλλων δυνάμεων καὶ ἕξεων οὐδεμία δύναμις οὐδὲ ἕξις ἐνεργεῖ χρωμένη τούτῳ οὗ ἐστιν ἕξις, ἀλλ’ ἔμπαλιν τὰ τὰς δυ‐ νάμεις τε καὶ τὰς ἕξεις ἔχοντα κατὰ τὰς δυνάμεις τε καὶ τὰς ἕξεις ἐνεργεῖ (οὐδὲ γὰρ ἡ βαρύτης κάτω φέρεται προσχρωμένη τῇ γῇ, ἧς δύναμίς ἐστιν, | |
30 | ἀλλ’ ἡ γῆ φέρεται κάτω κατὰ τὴν βαρύτητα δύναμιν οὖσαν αὐτῆς καὶ εἶδος | 23 |
de An.24 | καὶ τελειότητά τε καὶ ἐντελέχειαν), οὕτως καὶ ἐπὶ τῆς ψυχῆς ἔχει, ἐπεὶ καὶ αὐτὴ δύναμίς τε καὶ εἶδος καὶ ἐντελέχειά ἐστι τοῦ ἔχοντος αὐτὴν σώ‐ ματος. ἡ γὰρ γένεσις αὐτῆς ἐκ τῆς ποιᾶς μίξεώς τε καὶ κράσεως τῶν πρώτων σωμάτων, ὡς ἐδείχθη. καὶ τὸ μὲν ἐνεργοῦν κατὰ τὴν ψυχὴν ἐκεῖνο, | |
5 | ἐν ᾧ τὸ τῆς ψυχῆς ἡγεμονικόν (ἐκεῖνο γὰρ καὶ τὸ πρώτως τε ἔμψυχον καὶ καθ’ αὑτό), πρὸς δὲ τὰς κατὰ ταύτην ἐνεργείας χρῆται τοῖς ὀργανικοῖς μέρεσιν τοῦ σώματος. τοῖς γὰρ ζῴοις τὰ ὄργανα, οἷς πρὸς τὰς κατὰ τὴν ψυχὴν ἐνεργείας χρῆται, σύμφυτά τε καὶ μέρη τοῦ σώματος, ἀλλ’ οὐχ ὡς ἐπὶ τῶν τεχνῶν κεχωρισμένα. τοιαῦτα γὰρ μέρη τοῦ σώματος νεῦρά τε | |
10 | καὶ χεῖρες καὶ πόδες καὶ τὰ αἰσθητήρια. ἔστιν γὰρ αἰσθητήριον μόριον σώματος ὀργανικοῦ πρὸς ἀντίληψιν αἰσθητοῦ. ἔστι δὲ ἡ ψυχὴ τοῖς ἐμ‐ ψύχοις ἀρχή τε καὶ αἰτία, οὐ μόνον ὡς τῶν ζωτικῶν κινήσεων ποιητικὴ αὐτὴ ἐν αὐτοῖς, ἀλλὰ καὶ ἡ κατὰ τὸ εἶδος αἰτία, ὡς δέδεικται, καὶ πρὸς τούτοις καὶ ὡς οὗ ἕνεκα, τουτέστιν ἡ ὡς τέλος, εἴ γε τέλος μὲν καὶ τελειό‐ | |
15 | της ἥδε τῶν ψυχὴν ἐχόντων, τοῦ δὲ τέλους χάριν τὰ πρὸ τοῦ τέλους. πάντα γὰρ τὰ κατὰ φύσιν γινόμενα ἕνεκά του γίνεται, τοῦτ’ ἔστιν τέλος ἐν αὐτοῖς. Οὐ δεῖ δὲ ὑπολαμβάνειν τὴν ψυχὴν ἁρμονίαν λέγειν τοὺς λέγοντας αὐτὴν εἶδος εἶναι γινόμενον ἐπὶ τῇ τοιᾷδε μίξει τε καὶ κράσει τῶν ὑπο‐ | |
20 | κειμένων αὐτῇ σωμάτων. οὐ γὰρ εἰ χωρὶς τῆς τοιαύτης κράσεώς τε καὶ μίξεως ἀδύνατον αὐτὴν εἶναι, ἤδη ταὐτὸν αὐτῇ γίνεται. οὐ γὰρ ἡ τοιάδε τῶν σωμάτων κρᾶσις ἡ ψυχή, ὅπερ ἦν ἡ ἁρμονία, ἀλλ’ ἡ ἐπὶ τῇ τοιᾷδε κράσει δύναμις γεννωμένη, ἀνάλογον ἔχουσα ταῖς δυνάμεσιν τῶν ἰατρικῶν φαρμάκων ταῖς ἀθροιζομέναις ἐκ μίξεως πλειόνων. καὶ γὰρ ἐν ἐκείνοις ἡ | |
25 | μὲν τῶν φαρμάκων μῖξίς τε καὶ σύνθεσις καὶ ὁ λόγος, καθ’ ὃν τὸ μὲν αὐτῶν διπλάσιόν ἐστι, τὸ δ’ ἥμισυ, τὸ δ’ ἡμιόλιον, ἂν οὕτω τύχῃ, ἀνα‐ λογίαν τινὰ πρὸς ἁρμονίαν ἔχει. οὐ μέντοι ἔτι καὶ ἡ ἐκ τῆς κατὰ τὴν ἁρμονίαν ταύτην καὶ τὸν λόγον τῶν φαρμάκων μίξεως δύναμις γεννωμένη | |
ἁρμονία. ἡ μὲν γὰρ ἁρμονία ὁ λόγος καὶ ἡ σύνθεσις τῶν μεμιγμένων, ἡ | 24 | |
de An.25 | δὲ τῆς ἐμπλάστου δύναμις οὐκ ἔστιν ὁ λόγος καθ’ ὃν μέμικται τὰ μεμιγ‐ μένα. τοιοῦτον δὲ καὶ ἡ ψυχή. ἡ γὰρ δύναμις καὶ τὸ εἶδος τὸ ἐπιγινό‐ μενον τῇ κατὰ τὸν τοιόνδε λόγον κράσει τῶν σωμάτων ψυχή, ἀλλ’ οὐχ ὁ λόγος τῆς κράσεως οὐδὲ ἡ σύνθεσις. μᾶλλον γὰρ ἂν τὴν ὑγίειάν τις εὐλό‐ | |
5 | γως ἁρμονίαν, ἢ τὴν ψυχὴν λέγοι. ἐγγυτέρω γὰρ ἁρμονίας ἥδε τῆς ψυχῆς. ἡ μὲν γὰρ ὑγίεια συμμετρία τῶνδέ τινων, ἥτις συμμετρία σύνθεσίς τινων καὶ μῖξίς ἐστι κατὰ λόγον τινά, ἡ δὲ ψυχὴ οὐχ ἡ συμμετρία, ἀλλ’ ἡ ἐπὶ τῇ συμμετρίᾳ δύναμις οὐκ ἄνευ μὲν ταύτης εἶναι δυναμένη, οὐκ οὖσα δὲ αὕτη. διχῶς δὲ τῆς ἁρμονίας λεγομένης, τῆς μὲν ἐπὶ τῆς τῶν σωμάτων | |
10 | συνθέσεως (ὅταν γὰρ οὕτως ᾖ συγκείμενα, ὡς μηδὲν αὐτῶν συγγενὲς παρα‐ δέχεσθαι μεταξύ, ἡρμόσθαι λέγεται, καὶ ἁρμονία ἡ τοιάδε σύνθεσις), τῆς δὲ ἐπὶ τοῦ λόγου τῶν μιγνυμένων, οἷον εἰ κατὰ διπλάσιον λόγον 〈ἢ〉 ἐπί‐ τριτον εἴη μεμιγμένον (τὸ γὰρ οὕτως μεμιγμένον, φέρ’ εἰπεῖν ὡς τὸ μὲν εἶναι διπλάσιον, τὸ δὲ ἥμισυ τῶν ἐν τῇ μίξει, καθ’ ἁρμονίαν τινὰ μεμῖ‐ | |
15 | χθαι δοκεῖ καὶ εἶναι καὶ ἡ τοιάδε μῖξις ἁρμονία), ἐπὶ τῆς πρώτης ἁρμονίας οὐ ταὐτὸν ἡ ἁρμονία καὶ τὸ γινόμενον ἐκ τῶν ἡρμοσμένων. οὐ γὰρ ἐπεὶ καθ’ ἁρμονίαν παράκειται τὰ ξύλα ἀλλήλοις τὰ ἐν τῷ βάθρῳ, διὰ τοῦτο τὸ βάθρον ἁρμονία. οὐδ’ ἐπεὶ οἱ λίθοι εἰσὶν καθ’ ἁρμονίαν συγκείμενοι, ἤδη καὶ ὁ νεὼς ἁρμονία ὁ ἐκ τῆς τούτων γεγονὼς ἁρμονίας. ὡς δὲ ἐπὶ | |
20 | ταύτης τῆς ἁρμονίας ἄλλο ἡ ἁρμονία καὶ ἄλλο τὸ γεγονὸς ἐκ τῶν καθ’ ἁρμονίαν συγκειμένων, οὕτως ἔχει καὶ ἐπὶ τῆς κατὰ τὸν λόγον ἁρμονίας. οὐ γὰρ εἴ τινα ἐν λόγῳ τινὶ μέμικται καὶ καθ’ ἁρμονίαν, ἤδη καὶ τὸ ἐκ | |
τῆς τοιαύτης γεγονὸς μίξεως ἁρμονία τε καὶ λόγος, οὐδὲ ταὐτὸν τὸ ἡρμό‐ | 25 | |
de An.26 | σθαι τὴν κιθάραν τῷ τοιοῦτον ἠχεῖν. ἥρμοσται μὲν γὰρ οὐδὲν ἧττον καὶ μηδὲν ἠχοῦσα· ὁ δὲ ἐκ τῆς τοιαύτης καὶ ἐπὶ τῇ τοιαύτῃ ἁρμονίᾳ γινόμενος ψόφος ἄλλος τῆς ἁρμονίας ἐφ’ ᾗ γίνεται. λέγοι δ’ ἄν τις μηδὲ πάντων τῶν κατὰ λόγον τινὰ μιγνυμένων ἁρμονίαν εἶναι τὸν λόγον. οὐ γὰρ ἁρμονία | |
5 | ὁ διπλάσιος λόγος, ὅταν ἐν οἴνῳ καὶ μέλιτι ᾖ. ἐν γὰρ ποιᾷ συνθέσει μελῶν τε καὶ ῥυθμῶν ἡ ἁρμονία, ἀλλ’ οὐ τῶν τυχόντων οὐδὲ κατὰ τὸν τυχόντα γινομένη λόγον. πᾶσα μὲν γὰρ ἁρμονία ἐν ὡρισμένῳ λόγῳ. οὐκ ἐν ὡρισμένῳ δὲ λόγῳ ἡ τῶν θερμῶν τε καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν μῖξις, τουτέστιν ἡ τῶν στοιχείων, ἧς μίξεως εἶδος ἡ ψυχή. ἡ γὰρ αὐτὴ | |
10 | ψυχὴ μένει καὶ ἐπιτεινομένων καὶ ἀνιεμένων ἕως τινὸς τῶν ἐν τῇ μίξει δυνάμεων. ὅλως γὰρ εἰ λέγοι τις ἁρμονίαν τὴν τῶν τυχόντων μῖξιν κατὰ λόγον τινά, συμβήσεται τούτῳ πάντα τὰ συγκείμενα ἡρμόσθαι λέγειν. εὑ‐ ρεθήσεται γάρ τις λόγος ἐν πᾶσιν τοῖς συγκειμένοις. μᾶλλον δὲ κατὰ τοὺς τὴν ψυχὴν γεννῶντας ἐκ ποιᾶς μίξεώς τε καὶ συνθέσεώς τινων εἴη ἂν ἡ | |
15 | ψυχὴ ἤτοι ἁρμονία ἢ σύνθεσις καθ’ ἁρμονίαν τινῶν σωμάτων. ὧν εἰσιν οἵ τε ἀπὸ τῆς Στοᾶς, πνεῦμα αὐτὴν λέγοντες εἶναι συγκείμενόν πως ἔκ τε πυρὸς καὶ ἀέρος, καὶ οἱ περὶ Ἐπίκουρον· καὶ γὰρ κατ’ ἐκείνους σύνθετος ἡ ψυχὴ ἐκ πλειόνων τινῶν καὶ διαφερόντων σωμάτων. καὶ κατὰ Πλάτωνα δὲ ἐκ συνθέσεώς τινων ἡ τῆς ψυχῆς οὐσία κατὰ λόγον τινὰ συγκειμένων, | |
20 | ὡς ἐν τῷ Τιμαίῳ λέγει. μᾶλλον, ὡς εἶπον, κατὰ τοὺς οὕτω λέγοντας εἴη ἂν ἁρμονία ἡ ψυχή, ἢ κατὰ τὸν λέγοντα αὐτὴν ἕξιν τε καὶ δύναμιν καὶ εἶδος ἐπιγινόμενον ποιᾷ κράσει τε καὶ μίξει τῶν ἁπλῶν σωμάτων. καθ’ οὓς μὲν γὰρ αὐτὰ τὰ συγκείμενά πώς ἐστιν ἡ ψυχή, κατὰ τούτους παρὰ τῆς ποιᾶς συνθέσεως τὸ ψυχῇ εἶναι τῷ συγκειμένῳ. ἥτις σύνθεσις εἰ | |
25 | ἔστιν ἁρμονία, παρὰ τῆς ἁρμονίας ἂν τὸ ψυχῇ εἶναι ἔχοι τὸ συγκείμενον. καθ’ ὃν δέ ἐστιν ἡ ψυχὴ οὐχ ἁπλῶς τὰ συγκείμενα, ἀλλ’ ἐπὶ τῇ ποιᾷ τῶν πρώτων σωμάτων κράσει τε καὶ μίξει δύναμις γεννωμένη, ἡ μὲν κρᾶσις ὕλης ἕξει λόγον, τὸ δ’ εἶναι τῇ ψυχῇ οὐ κατὰ τὴν ἁρμονίαν τε καὶ κρᾶσιν ἔσται, ὡς ἐκείνοις ἕπεται λέγειν, ἀλλὰ κατὰ τὴν ἐπ’ αὐτῇ δύναμιν γεν‐ | |
30 | νωμένην. | 26 |
de An.27 | Τίς μὲν οὖν ἡ τῆς ψυχῆς οὐσία, καὶ τίνα τὰ ἑπόμενα αὐτῇ. ὡς ἦν οἷόν τε δι’ ὀλίγων καθόλου συλλέξαντας εἰπεῖν περὶ αὐτῆς, δεδηλώκαμεν· ἀκόλουθον δὲ ἑξῆς περὶ τῶν μερῶν αὐτῆς εἰπεῖν, πόσα τε καὶ τίνα, δεί‐ ξαντας πρῶτον, ὅτι πλείω τέ ἐστι καὶ πεπερασμένα. τοῦ μὲν οὖν πλείους | |
5 | δυνάμεις τῆς ψυχῆς εἶναι καὶ μὴ τὴν αὐτὴν ταῖς μεταβολαῖς καὶ ἄλλοτε πρὸς ἄλλα τε καὶ δι’ ἄλλων ἐνεργείαις δοκεῖν πλείους εἶναι, ὡς Δημοκρίτῳ τε καὶ ἄλλοις τισὶν δοκεῖ, ἱκανὴ δεῖξαι καὶ ἡ ἐπὶ τῶν ἐγκρατῶν τε καὶ ἀκρατῶν μάχη πρὸς ἀλλήλας τῶν δυνάμεων. φανερώτατα δ’ ἂν δεικνύοιτο καὶ διὰ τοῦ μηδὲν τὴν φύσιν δοκεῖν μάτην ποιεῖν, εἶναι δέ τινα 〈ζῷα〉, ἃ | |
10 | δύναμιν ψυχῆς ἔχοντα μηκέτ’ ἐνεργεῖν κατὰ τὰς ἄλλας ἐνεργείας δύναται καίτοι τῶν πραγμάτων ὄντων περὶ ἃ αἱ κατ’ ἐκείνας τὰς δυνάμεις ἐνέρ‐ γειαι. εἰ γὰρ λέγοι τις δι’ ὀργάνων ἀπορίαν ἐν τούτοις μὴ γίνεσθαι τὰς ἐνεργείας, ἀναιρήσει τὸ μηδὲν μάτην ποιεῖν τὴν φύσιν. μάτην γὰρ ἔσται πλείους ἐνεργείας ἐνεργεῖν ἡ ψυχὴ ἡ ἐν ἐκείνοις δυναμένη, εἴ γε ὑπ’ αὐτῆς | |
15 | τῆς φύσεως ἐνεργεῖν καὶ αὐτὰς δι’ ἀπορίαν ὀργάνων κωλύεται. ἔτι τε πῶς οὐκ ἄτοπον τὸ τὸν ἄνθρωπον λέγειν τῶν βατράχων καὶ τῶν τυχόντων ζῴων διαφέρειν μὴ τῇ τῆς ψυχῆς δυνάμει, ἀλλὰ ὀργανικῷ τινι σώματι; οὐδέν τε διοίσει τῆς ὑπό τινων λεγομένης μετεμψυχώσεως ἥδε ἡ δόξα, εἰ μὴ παρὰ τὰς τῆς ψυχῆς δυνάμεις, ἀλλὰ παρὰ τὰ ὄργανα ἡ τῶν ζῴων καὶ τῶν | |
20 | ἐνεργειῶν αὐτῶν γίνεται διαφορά. ἡ αὐτὴ μὲν γὰρ ἐν πᾶσι τοῖς ἐμψύχοις | 27 |
de An.28 | ἔσται ψυχή, κατὰ δὲ τὰς τῶν σωμάτων διαφορὰς διαφόρως ἐνεργήσει· ὃ κἀκεῖνοι λέγουσιν. Ὅτι μὲν οὖν πλείους αἱ τῆς ψυχῆς δυνάμεις, δῆλον ἐκ τῶν εἰρημέ‐ νων, ὅτι δ’ οὐκ ἄπειροι, καὶ τοῦτο δῆλον ἐκ τοῦ μηδὲν μὲν μάτην ποι‐ | |
5 | εῖν τὴν φύσιν, μάτην δὲ λέγεσθαι τὴν τῶν δυνάμεων ἀπειρίαν, εἴ γε μὴ οἷόν τέ ἐστι ζῷόν τι κατὰ ἀπείρους δυνάμεις ἐνεργεῖν. ἔτι ὡς τὰ τοῦ σώματος τοῦ ἔχοντος τὴν ψυχὴν μόρια πεπερασμένα, εὔλογον καὶ τὰ τῆς ἐν αὐτῷ ψυχῆς. ἔτι πάντα ἡ φύσις ἕνεκά του ποιεῖ, καὶ ἐν οἷς τὸ μὲν πρῶτόν ἐστι, τὸ δὲ δεύτερον, ἀεὶ τὸ πρῶτον ἐπὶ τὸ δεύτερον ἔχει τὴν ἀνα‐ | |
10 | φοράν. ἡ δὲ ψυχὴ φύσις καὶ φύσει τε καὶ τάξις τίς ἐστι τῶν ἐν αὐτῇ δυνάμεων. ἔστιν ἄρα τις ἐν αὐταῖς τελευταία, ἧς χάριν αἱ πρὸ αὐτῆς. ἀναιρεθήσεται γὰρ τὸ τὴν φύσιν ἕνεκά του ποιεῖν πάντα, εἰ ἐπ’ ἄπειρον ἡ πρόοδος εἴη τῶν τῆς ψυχῆς δυνάμεων· ἐπεὶ δὲ πλείους τε αἱ τῆς ψυχῆς δυνάμεις καὶ πεπερασμέναι, ἐπισκεπτέον, πόσαι τε καὶ τίνες. ἐπεὶ γάρ, ὡς | |
15 | ἤδη προείρηται, τῶν ἐχόντων ἐν αὐτοῖς τὸ πρῶτόν τε καὶ δεύτερον καὶ τὸ ἀτελέστερόν τε καὶ τελειότερον οὐχ οἷόν τε διά τινος κοινοῦ λόγου τὴν οὐσίαν ἀκριβῶς τε καὶ προσεχῶς παραστῆσαι τῷ μάλιστα μὲν ἐν τοῖς τελειοτέροις διασημαίνεσθαι τὴν τοῦ πράγματος φύσιν, τὸν δὲ κοινὸν λόγον μὴ δύνασθαι τούτων εἶναι δηλωτικὸν τῷ μηκέτ’ ἐφαρμόζειν τὸν τοιοῦτον λόγον τοῖς | |
20 | ἀτελεστέροις, οὕτως δὲ μηδὲ κοινὸν ἔτι μένειν (τῶν τοιούτων δὲ καὶ ἡ ψυχή· εἰσὶν γὰρ τῶν τῆς ψυχῆς δυνάμεων αἱ μὲν πρῶταί τε καὶ ἁπλού‐ στεραι, διὰ τοῦτο δὲ καὶ ἀτελέστεραι, αἱ δὲ μετὰ ταύτας καὶ ἐπὶ ταῖσδε πάλιν ἄλλαι, καὶ οὕτως ἔχουσι πρὸς ἀλλήλας ἅπασαι, ὡς τὴν μὲν πρώτην δύνασθαι χωρίζεσθαι τῶν μετ’ αὐτάς, τὰς δὲ ὑστέρας ἄνευ τῶν πρώτων | |
25 | εἶναι μὴ δύνασθαι· γίνεται δὲ ἡμῖν ὡς προεῖπον ὁ λόγος περὶ ψυχῆς τῆς τῶν ἐν γενέσει καὶ φθορᾷ· ταύτης γὰρ καὶ ὁ προειρημένος ὁρισμός· ἡ γὰρ τῶν θεῶν ψυχή, εἰ καὶ ταύτην δεῖ ψυχὴν καλεῖν, ὁμωνύμως ἂν ταύτῃ | |
ψυχὴ λέγοιτο), ἀναγκαῖον τῷ περὶ ψυχῆς λέγοντι περὶ ἑκάστης δυνάμεως | 28 | |
de An.29 | αὐτῆς ἰδίᾳ ποιήσασθαι τὸν λόγον. τῆς δὴ ψυχῆς τῆς τῶν ἐμψύχων τῶν ἐν γενέσει τε καὶ φθορᾷ πρώτη μέν ἐστιν ἡ θρεπτική, ᾗ συνέζευκται ἥ τε αὐξητικὴ καὶ ἡ γεννητική. ταύτῃ γὰρ τῇ δυνάμει πρώτῃ τὸ ἔμψυχον τοῦ ἀψύχου χωρίζεται. ζῆν γοῦν ἤδη τῶν ταύτην ἐχόντων τὴν δύναμιν κατη‐ | |
5 | γοροῦμεν, ὃ διὰ ψυχῆς παρουσίαν γίνεται. καὶ ἔστι τὸ ζῆν πᾶσιν τοῖς ἐμψύχοις, οὐ τοῖς φυτοῖς μόνον παρὰ τῆς θρεπτικῆς δυνάμεως, ὡς τοῖς αἰσθανομένοις τὸ αἰσθάνεσθαι παρὰ τῆς αἰσθητικῆς. ἀποθνήσκει τε γὰρ τὰ ζῶντα ἐξ ἀνάγκης ταύτης τῆς δυνάμεως στερηθέντα καὶ ζῇ πάντα ταύ‐ της κεκοινωνηκότα, καὶ ὅσα πλείους δυνάμεις ἔχει τῇ τοῦ πρώτου ζῇ πα‐ | |
10 | ρουσίᾳ. διὸ καὶ τὸ ζῆν ὁριζόμεθα τῇ δι’ αὑτοῦ τροφῇ τε καὶ αὐξήσει. δευτέρα δὲ ψυχὴ ἡ αἰσθητική τε καὶ ὁρμητική, ἔτι δὲ ἥ τε ὀρεκτικὴ καὶ φανταστική, αἵτινες αὐταὶ μὲν οὐχ οἷαί τε ἔν τινι χωρὶς τῆς θρεπτικῆς γενέσθαι, ἡ μέντοι θρεπτικὴ καὶ χωρὶς τούτων ὑφίσταται. τοιαύτη γὰρ ἡ τῶν φυτῶν. ὅσα δὲ τὴν αἰσθητικὴν ἔχει (ταῦτα δέ ἐστι τὰ ζῷα· ταύτῃ | |
15 | γὰρ τῇ δυνάμει τὸ ζῷον ὁρίζεται), ταῦτα ἐξ ἀνάγκης ἔχει καὶ τὴν θρεπ‐ τικήν. ἀλλὰ καὶ οἷς ἡ ὀρεκτική τε καὶ φανταστική, τούτοις καὶ ἡ αἰσθη‐ τικὴ συνέζευκται. καὶ γὰρ τῇ αἰσθητικῇ πάλιν ἥ τε ὀρεκτικὴ καὶ ἡ φαν‐ ταστική. καὶ οἷς δὲ ἡ ὁρμητική τε καὶ κατὰ τόπον κινητική, τούτοις καὶ ἡ φανταστική τε καὶ ἡ αἰσθητική. πᾶν μὲν γὰρ τὸ κατὰ τὴν ἐν αὐτῷ | |
20 | ψυχὴν κατὰ τόπον τε καὶ μεταβατικῶς κινούμενον καὶ φανταστικὸν καὶ αἰσθητικὸν καὶ θρεπτικόν ἐστιν ἐξ ἀνάγκης. οὐ μὴν πᾶν τὸ φανταστικόν τε καὶ αἰσθητικὸν ἤδη καὶ μεταβατικῶς κινητικόν. ἔσχατον δὲ εἶδος ψυ‐ χικῶν δυνάμεων, ὃ λογικὸν μὲν κοινῶς καλεῖται, εἰσὶν δὲ ἐν αὐτῷ δυνά‐ μεις ἥ τε βουλευτικὴ καὶ δοξαστική, καὶ ἡ ἐπιστημονική τε καὶ νοητική, αἳ | |
25 | καὶ τελειόταται τῶν τῆς ψυχῆς εἰσι δυνάμεων τῷ τε τὸ τιμιώτερον ἐν αὑ‐ | |
ταῖς ἔχειν καὶ τῷ τὴν ἔχουσαν τάσδε τὰς δυνάμεις ψυχὴν καὶ τὰς ἄλλας | 29 | |
de An.30 | ἁπάσας δυνάμεις αὐτῆς ἔχειν, οὐ πασῶν τῶν ἐκείνας ἐχουσῶν καὶ τούτων κοινωνεῖν δυναμένων. διὰ τοῦτο γὰρ καίτοι πολλῶν οὐσῶν τῶν ψυχικῶν δυνάμεων, ἐν οἷς ἡ λογικὴ δύναμίς ἐστι, μία ἡ ἐξ ἁπασῶν ψυχή, ὅτι μη‐ δεμία τῶν ὑστέρων δυνάμεων ἄνευ τῆς πρὸ αὐτῆς οἵα τε εἶναι, ἀλλ’ εἰσὶν | |
5 | ὡς μέρη τῆς αὐτῆς ἅπασαι προστιθεμένων ταῖς πρώταις τῶν δευτέρων καὶ διὰ τοῦτο αὔξησίν τε καὶ ἐπίδοσιν τῶν πρώτων λαμβανουσῶν. κατὰ δὲ τὴν προειρημένην τῶν ψυχῶν τε καὶ ψυχικῶν δυνάμεων διαφορὰν γίνεταί τις καὶ τῶν ἐμψύχων κοινοτέρα διαίρεσις, καθ’ ἣν λέγομεν τῶν ψυχὴν ἐχόντων τὰ μὲν εἶναι φυτά, τὰ δὲ ζῷα, καὶ τῶν ζῴων τὰ μὲν λογικά, τὰ | |
10 | δὲ ἄλογα. ὅσα μὲν γὰρ πάσας τὰς προειρημένας δυνάμεις ἔχει, ταῦτα λογικά τε καὶ τέλεια ἀπὸ τῆς κυριωτάτης τῶν ἐν αὐτοῖς δυνάμεων καλού‐ μενα. τοιοῦτο δὲ ὁ ἄνθρωπος ζῷον μόνον. τὰ δὲ λόγου μὲν μὴ κεκοι‐ νωνηκότα, αἴσθησιν δὲ ἔχοντα, ἄλογα ζῷα πάντα, τά τε πρὸς τῇ αἰσθήσει καὶ τὴν κατὰ τόπον κινητικὴν ἔχοντα καὶ τὰ χωρὶς ταύτης ἐκείνην, κατὰ | |
15 | ἀπουσίαν καὶ στέρησιν τῆς κυριωτάτης δυνάμεως οὕτως καλούμενα. ὅσα δὲ ὑπὸ τῆς θρεπτικῆς τε καὶ γεννητικῆς μόνης διοικεῖται δυνάμεως, φυτὰ ταῦτα. οὔσης τοίνυν τοιαύτης τῆς ψυχῆς, καὶ διὰ τοῦτο μὴ δυναμένης ὑπὸ τοῦ κοινοῦ λόγου δηλωθῆναι γνωρίμως, ἀναγκαῖον τοῖς περὶ ψυχῆς λέγουσιν ἰδίᾳ περὶ ἑκάστης τῶν δυνάμεων αὐτῆς ποιήσασθαι τὸν λόγον. οὕτως γὰρ | |
20 | ὁποία τις ἐστιν ἡ οὐσία τε καὶ ἡ φύσις αὐτῆς φωραθήσεται. ἔσται δὲ ἡμῖν ὁ περὶ αὐτῶν λόγος μέχρι τοῦ τήν τε φύσιν ἑκάστης αὐτῶν ἐνδεί‐ ξασθαι καὶ τὰς διαφορὰς τῶν δυνάμεων. τὰ γὰρ περὶ ἑκάστης αὐτῶν ἀπο‐ ρεῖσθαί τε καὶ ζητεῖσθαι δυνάμενα πλείονος σχολῆς δεόμενα οὐκ ἂν εἴη τῆς προκειμένης οἰκεῖα πραγματείας· πρὸς γὰρ τὸ γνωρίμως παραστῆσαι | |
25 | τὴν τῆς ψυχῆς φύσιν ἐμποδὼν ἡ τῶν περὶ ἑκάστης δυνάμεως αὐτῆς εἰρη‐ μένων τε καὶ ἠπορημένων ἐπικύκλησις. οὐκ ἐπεὶ μέρη δὲ τῆς ψυχῆς λέ‐ γομέν τινα, ἤδη καὶ μέγεθος αὐτὴν ποιοῦμεν. οὐ γὰρ πᾶν τὸ μέρη ἔχον ἀναγκαῖον εἶναι μέγεθός τι. οὐδὲ γὰρ ὁ ἀριθμὸς μέγεθος καίτοι συγκεί‐ | |
μενος ἐκ μερῶν. ἡ δὲ ψυχὴ οὐ μόνον οὐχ ὡς μέγεθος, ἀλλ’ οὐδὲ ὡς | 30 | |
de An.31 | ἀριθμός ἐστι μεριστή. οὐ γὰρ εἰς ἃ διαιροῦμεν αὐτήν, ὡς ἐκ τούτων κε‐ χωρισμένων συγκειμένην διαιροῦμεν, ἀλλὰ τῇ τῶν δυνάμεων ὧν ἔχει κατα‐ ριθμήσει καὶ τῇ τῶν διαφορῶν αὐτῶν εὑρέσει τὴν διαίρεσιν αὐτῆς ποιού‐ μεθα, ὡς ἂν εἰ τὸ μῆλόν τις διαιροίη εἴς τε εὐωδίαν καὶ εἰς εὔχροιαν καὶ | |
5 | εἰς σχῆμα καὶ εἰς χυμόν. ἡ γὰρ τοιαύτη τοῦ μήλου διαίρεσις οὔτε ὡς σώματος γίνεται, εἰ καὶ ὅτι μάλιστα σῶμα τὸ μῆλον, οὔτε ὡς ἀριθμοῦ. ἐπεὶ τοίνυν τὸ ζῆν τῷ ζῶντι παντὶ ψυχῆς παρουσίᾳ, τὰ δὲ φυτὰ ζῇ, τὰ φυτὰ ψυχὴν ἂν ἔχοι καὶ εἴη ἂν αὐτῶν ψυχὴ ἡ δύναμις, καθ’ ἣν ζῇ. ζῇ δὲ καθὸ τρέφεταί τε καὶ αὔξεται, ἡ θρεπτικὴ ἄρα καὶ ἡ αὐξητικὴ δύναμις | |
10 | ἐν αὐτοῖς ψυχή τε καὶ εἶδος τῶν φυτῶν. πᾶν γὰρ σύνθετον εἶναί τε καὶ ἐνεργεῖν λεγόμενον καθ’ ἑκάτερον τῶν ἐν τῇ συνθέσει, καθὸ μὲν πρῶτόν ἐστί τε ὅ ἐστι καὶ ἐνεργεῖ τὰς οἰκείας ἐνεργείας, τοῦτο ἕξις τε καὶ εἶδός ἐστιν αὐτοῦ, καθὸ δὲ δεύτερον, τοῦτο ἐν αὐτῷ ὕλη τε καὶ ὑποκείμενον ἐκείνῳ, καὶ ἔστι τὸ μέν, καθ’ ὃ δεύτερόν ἐστί τι, τὸ δεδεγμένον ἐν αὑτῷ, | |
15 | τὸ δέ, καθ’ ὃ πρῶτον, ὃ τοῦτο δέδεκται. οἷον τὸ ὑγιαῖνον ζῷον, ἐξ ὑγιείας καὶ σώματος συγκείμενον, λέγεται μὲν ὑγιαίνειν καὶ τῇ ὑγιείᾳ, λέγεται δὲ καὶ τῷ σώματι, καὶ ἔστιν ἡ μὲν ὑγίεια ἡ ἕξις τε καὶ τὸ εἶδος ὃ δέδεκται τὸ σῶμα, τὸ δὲ σῶμα, καθὸ δευτέρως ὑγιαίνει, ἡ ὕλη τε καὶ τὸ ὑποκεί‐ | |
20 | μενον καὶ δεδεγμένον τὴν ὑγίειαν. εἰ δὴ καὶ ἐπὶ τοῦ ζῆν τὰ ζῶντα συγ‐ κείμενα ἔκ τε ψυχῆς καὶ σώματος ἀμφοτέροις ζῆν λεγόμενα τῇ τε ψυχῇ καὶ τῷ σώματι πρώτῃ μὲν τῇ ψυχῇ ζῇ, δευτέρῳ δὲ τῷ σώματι, εἴη ἂν καὶ ἐκ τούτου δεικνύμενον, ὅτι ἡ μὲν ψυχὴ εἶδός τε τοῦ σώματος καὶ ὃ δέδεκται τὸ τοιόνδε σῶμα, τὸ δὲ σῶμα ὕλη τε τῆς ψυχῆς καὶ τὸ δεδεγ‐ | |
25 | μένον. καὶ ἡ θρεπτικὴ ἄρα ψυχὴ εἶδος τοῦ ἔχοντος αὐτὴν σώματος. ὅτι γὰρ ἡ ψυχὴ τοῦτο καὶ οὐχ ἁπλῶς φύσις, δῆλον ἐκ τοῦ μηδὲν τῶν ἄλλων ζῆν, ἃ ὡμολόγηται φύσιν ἔχοντα μὴ ἔχειν ψυχήν. οὐδὲν γὰρ τῶν ἁπλῶν | |
σωμάτων ζῆν λέγεται, ὡς τοῦ ζῆν λεγομένου κατὰ ψυχῆς παρουσίαν. πάντα | 31 | |
de An.32 | γοῦν τὰ ψυχὴν ἔχοντα ζῇ καὶ οὐδὲν ζῇ τῶν μὴ ψυχὴν ἐχόντων. ἔτι δὲ εἰ αἱ δυνάμεις, καθ’ ἃς τὰ σπέρματα ἐνεργεῖ, συγγενεῖς καὶ οἰκεῖαι τοῖς, ἀφ’ ὧν τὰ σπέρματα, καθ’ ἃς δυνάμεις ἐνεργεῖ τὰ ἀπὸ τῶν ἐμψύχων σπέρματα, εἶεν ἂν αὗται ψυχικαί. ἀλλὰ μὴν κατὰ πρώτην τὴν θρεπτικὴν | |
5 | δύναμιν ἐνεργεῖ πάντα τὰ ἀπὸ τῶν ἐμψύχων σπέρματα. ψυχικὴ ἄρα ἡ δύναμις ἡ θρεπτική. ἐπεὶ τοίνυν ψυχή τε ἡ θρεπτικὴ δύναμις καὶ πρώτη τῶν τῆς ψυχῆς δυνάμεων, περὶ ταύτης πρῶτον ῥητέον καὶ τὴν οὐσίαν αὐ‐ τῆς καὶ τὴν φύσιν δεικτέον, ἥτις ποτέ ἐστι. συνέζευκται δὲ τῷ περὶ τῆς θρεπτικῆς ψυχῆς λόγῳ καὶ ὁ περὶ τῆς γεννητικῆς. τῆς γὰρ θρεπτικῆς | |
10 | ψυχῆς οἰκεῖα ἔργα ὥσπερ τὸ θρέψαι τε καὶ αὐξῆσαι, οὕτως δὲ καὶ τὸ γεν‐ νῆσαι ὅμοιον τῷ σπείραντι. τῶν γὰρ ζώντων ὅσα τέλειά ἐστι καὶ μὴ πηρώματα, ὡς οἱ εὐνοῦχοι, μηδὲ τὴν γένεσιν αὐτομάτην ἔχει, ἔργον τὸ ποιῆσαι ἕτερον οἷον αὐτό, ἵνα τοῦ ἀεὶ εἶναι καὶ τῆς πρὸς τὸ θεῖον ὁμοι‐ ότητος ὡς δύναται πάντα μετέχῃ. πάντα γὰρ τὰ κατὰ φύσιν συνεστῶτα | |
15 | ἐκείνου ἐφίεται καὶ πάντα πράττει κατὰ φύσιν ἐκείνου χάριν. ἀλλὰ μὴν ψυχὴ αἰτία τῷ ἐμψύχῳ τοῦ πράσσειν τὰ κατὰ τὴν αὑτοῦ φύσιν. ἓν δὲ τῶν ὑπὸ τοῦ ἐμψύχου κατὰ φύσιν γινομένων καὶ ἡ τοῦ αὐτῷ ὁμοίου γέ‐ νεσις. καὶ γὰρ τὰ φυτὰ καὶ τῶν ζῴων ὅσα μὴ πεπήρωται κατὰ τὴν οἰ‐ κείαν φύσιν ὁμοίων αὐτοῖς ἐστι γεννητικά. ψυχικὴ ἄρα καὶ ἡ δύναμις ἡ | |
20 | γεννητική. ἀλλὰ μὴν τὰ φυτὰ μόνην τὴν θρεπτικὴν ψυχὴν ἔχοντα πρὸς τῷ τρέφεσθαί τε καὶ αὔξεσθαι καὶ τὸ γεννᾶν ἔχει. τῆς θρεπτικῆς ἄρα δυνάμεώς τε καὶ ψυχῆς μόριον καὶ τὸ γεννητικόν. κοινὸς οὖν ἡμῖν ὁ περὶ ἀμφοτέρων λόγος. ἐπεὶ δὲ ἐν πᾶσιν ἡ τῶν ἀσαφεστέρων γνῶσις διὰ τῶν σαφεστέρων γίνεται, καὶ ἐπὶ τῶν προκειμένων οὕτω χρὴ ποιεῖν. καὶ | |
25 | ἐπεὶ αἱ κατὰ τὰς τῆς ψυχῆς δυνάμεις ἐνέργειαι σαφέστεραι τῶν δυνάμεων, ἀφ’ ὧν ἐνεργοῦνται, τὸ αἰσθάνεσθαι τῆς αἰσθήσεως καὶ τὸ τρέφεσθαι τῆς θρεπτικῆς δυνάμεως, ἀρκτέον ἀπὸ τοῦ τρέφεσθαι. καὶ γὰρ πρὸς τῷ γνω‐ ριμώτερον εἶναι καὶ πρῶτόν ἐστι κατὰ τὸν λόγον τῆς δυνάμεως ἀφ’ ἧς γίνεται. ταῦτα γὰρ πρῶτα τῷ λόγῳ, ἃ ἐν τῷ οἰκείῳ λόγῳ περιέχει τινὰ | |
30 | ὧν οὐκέτ’ αὐτὰ ἐν τῷ λόγῳ παραλαμβάνεται. οὕτως δὲ ἔχει καὶ τὸ τρέ‐ | 32 |
de An.33 | φεσθαι πρὸς τὴν δύναμιν τὴν θρεπτικήν. τῷ μὲν γὰρ τρεφομένῳ τὸ τρέ‐ φεσθαι ἀπὸ τῆς δυνάμεως τῆς θρεπτικῆς. οὐ μὴν ἡ δύναμις ἡ θρεπτικὴ πρὸς τὸ εἶναι δεῖται τῆς ἐνεργείας. τὰς μὲν γὰρ ἀπὸ τῶν ἕξεων γινο‐ μένας ἐνεργείας ἀδύνατον εἶναι χωρὶς τῶν ἕξεων, αἱ δὲ ἕξεις καὶ χωρὶς | |
5 | τῶν ἐνεργειῶν εἶναι δύνανται. ἀλλὰ μὴν τὸν περὶ τοῦ τρέφεσθαι λέγοντα δεῖ πρῶτον περὶ τροφῆς εἰπεῖν. ἀδύνατον γὰρ γνώριμον γενέσθαι τὸ τρέ‐ φεσθαι ἀγνοουμένης τῆς τροφῆς, ᾗ τὸ τρεφόμενον τρέφεται. ἡ δὲ αὐτὴ τῆς ζητήσεως τάξις εἴη ἂν καὶ ἐπὶ τῶν ἄλλων τῆς ψυχῆς δυνάμεων. καὶ γὰρ ἐπ’ ἐκείνων αἱ ἐνέργειαι τῶν ἕξεων γνωριμώτεραι. συνέζευκται δὲ τῷ | |
10 | τῶν ἐνεργειῶν λόγῳ καὶ ὁ τῶν περὶ ἃ αἱ ἐνέργειαι λόγος. δεῖ ἄρα τῷ μέλλοντι δεικνύναι, τίς ποτέ ἐστιν ἡ θρεπτικὴ ψυχή, πρῶτον εἰπεῖν περὶ τροφῆς. Διττὴ δὴ ἡ τροφὴ δοκεῖ εἶναι. ἥν τε γὰρ προσφερόμεθα ἔξωθεν, τὴν ἄπεπτον ἔτι, τροφὴ καλεῖται [τροφὴ λέγεται] καὶ ἡ κατειργασμένη τε | |
15 | ἤδη καὶ προσκρινομένη. καὶ διὰ τὸ διττὸν τοῦτο τῆς τροφῆς ποτὲ μὲν λέγεται τὸ ἐναντίον τῷ ἐναντίῳ τρέφεσθαι, ποτὲ δὲ τὸ ὅμοιον τῷ ὁμοίῳ. ἡ μὲν γὰρ ἄπεπτος ἔτι καὶ ἀκατέργαστος τροφή. αὕτη δ’ ἐστὶν ἡ πρώτη ἐναντία τῷ τρεφομένῳ τῷ δεῖν μὲν αὐτῇ μεταβολῆς, ὅπως ἐξομοιωθῇ τῷ τρεφομένῳ, τοιοῦτον γὰρ ἡ πέψις. ἡ δὲ μεταβολὴ πᾶσιν εἰς τὸ ἐναντίον. | |
20 | οὔτε γὰρ τῷ λευκῷ εἰς ἄλλο τι καθὸ λευκόν ἐστιν ἡ μεταβολή, ἢ εἰς τὸ μέλαν ἤ τι τῶν μεταξὺ χρωμάτων, ὃ καὶ αὐτὸ κατὰ τὴν εἰς τοὐναντίον μεταβολὴν γίνεται, οὔτε τῷ θερμῷ εἰς ἄλλο τι ἢ τὸ ψυχρόν, καὶ τῷ ψυχρῷ πάλιν εἰς ἐκεῖνο· ἀλλ’ οὐδὲ τὸ γλυκὺ εἰς λευκὸν ἢ μέλαν ἢ εἰς ψυχρὸν ἢ θερμὸν μεταβάλλει καθὸ γλυκύ, ἀλλ’ εἰς τὸν ἐναντίον χυμόν. | |
25 | καὶ ἡ ἄπεπτος δὴ τροφή, εἰ διὰ τῆς πέψεως μεταβάλλουσα ὁμοία γίνεται τῷ τρεφομένῳ, πρὸ τῆς πέψεώς τε καὶ μεταβολῆς εἴη ἂν ἐναντία αὐτῷ. διὸ δεῖ πᾶσαν τὴν τοιαύτην τροφὴν πέττεσθαι δύνασθαι καὶ μεταβάλλειν | |
εἰς τὸ τρεφόμενον ὑπ’ αὐτῆς. οὕτως μὲν οὖν τὸ ἐναντίον τῷ ἐναντίῳ | 33 | |
de An.34 | τροφή. οὐ μὴν πᾶν· οὐ γὰρ πᾶν τὸ μεταβάλλον εἰς τὸ ἐναντίον ἤδη τρέ‐ φειν αὐτὸ δύναται. τὸ γοῦν ὀξὺ εἰς τὸ βαρὺ μεταβάλλει καὶ τοῦτο εἰς ἐκεῖνο καὶ τὸ ἀσχημάτιστον εἰς τὸ ἐσχηματισμένον καὶ τὸ λευκὸν εἰς τὸ μέλαν, ἀλλ’ οὐ διὰ τοῦτο ἤδη τρέφεται καὶ αὔξεται ὧν ἡ μεταβολὴ γέγονεν | |
5 | εἰς τἀναντία. ἀλλ’ ἔστι ταῦτα τῶν ἐναντίων τροφή, ἃ μεταβάλλοντα εἰς τὰ ἐναντία αὔξειν δύναται τὰ εἰς ἃ ἡ μεταβολὴ γέγονεν αὐτοῖς. αὐξητικὰ δὲ τὰ σώματα· δεῖ ἄρα τὴν τροφὴν ἐναντίον τε εἶναι καὶ σῶμα ἄλλο τοῦ τρεφομένου. οὐκ εἰ τὴν τροφὴν δὲ δεῖ τοιαύτην εἶναι ὡς δύνασθαι συ‐ ναύξειν, ἤδη καὶ πᾶν τὸ συναῦξόν τι ὡς τροφὴ συναύξει. τὰ γοῦν ἁπλᾶ | |
10 | τῶν σωμάτων, ἃ στοιχεῖα καλοῦμεν, συναύξεται μὲν ὑπὸ τῶν εἰς αὐτὰ μεταβαλλόντων, οὐ μὴν ὡς ὑπὸ τροφῆς. κοινότερον γὰρ λέγεται τὸ ὕδωρ εἶναι τροφὴ τῷ πυρί· μόνα γὰρ κυρίως τρέφεται τὰ τὴν θρεπτικὴν ψυχὴν ἔχοντα· τὸ γὰρ τρέφειν ταύτης. διὸ τῶν ἀψύχων οὐδὲν τρέφεται, εἰ καὶ αὔξεται. καὶ οὕτως μὲν ἡ τροφὴ τὸ ἐναντίον. ἡ γὰρ πρώτη τοιαύτη. | |
15 | καθὸ δὲ καὶ τὸ προσκρινόμενον ἤδη τροφή, προσκρίνεται δὲ τὸ ὅμοιον τῷ ὁμοίῳ, κατὰ τοῦτο πάλιν τὸ ὅμοιον τρέφει. τροφῆς γάρ, ὥς φασιν, τὸ τρέ‐ φον τροφή, τρέφον δὲ τὸ προσκρινόμενον, τοιοῦτον δὲ τὸ ὁμοιούμενον ἤδη τῷ τρεφομένῳ. ὅτι δὲ τὸ ἔχον τὴν θρεπτικὴν ψυχὴν τρέφεται καὶ οὐκ ἄλλο τι, δῆλον καὶ ἐκ τοῦ ἐν τῇ τῶν ὁμοίων συνθέσει τοῦ τρέφοντος καὶ | |
20 | τοῦ τρεφομένου μεῖζον μὲν ἑκάτερον αὐτῶν δύνασθαι λέγεσθαι γεγονέναι (ὁμοίων γὰρ ὄντων ἑκατέρων οὐδὲν μᾶλλον τόδε μεῖζον ἂν ἐν τῇ συνθέσει γεγονὸς εἴη), τεθράφθαι δὲ καὶ διὰ τροφῆς ηὐξῆσθαι τὸ μὲν ἐκ τῆς τρο‐ φῆς μεταβεβληκὸς μὴ δύνασθαι λέγεσθαι, ἐκεῖνο δὲ ᾧ τοῦτο προστίθεται διὰ τὸ καὶ τὴν τρέφουσαν ψυχὴν ἐκεῖνο ἔχειν, κἀκεῖνο μὲν ἀμετάβλητον | |
25 | μένειν, τὴν δὲ τροφὴν μεταβαλλομένην ὑπ’ αὐτῆς τῆς δυνάμεως προσκρί‐ νεσθαι τῷ ἐμψύχῳ τε καὶ μένοντι. Καὶ τοιοῦτον μὲν ἡ τροφή· ἡ δὲ κατὰ τὸ τρέφεσθαι ἐνέργεια γίνεται | |
τῆς θρεπτικῆς ψυχῆς μεταβαλλούσης τὴν ἔξωθεν προσενεχθεῖσαν τροφὴν διὰ | 34 | |
de An.35 | πέψεως καὶ ἐξομοιούσης καὶ προσκρινούσης τῷ σώματι, οὗ ἐστιν εἶδός τε καὶ δύναμις αὕτη. ὄργανον δ’ αὐτῇ πρὸς τὰς τοιαύτας ἐνεργείας τε καὶ μεταβολὰς τὸ θερμόν. διὸ καί τισιν ἔδοξεν ἤδη τοῦτ’ εἶναι τὸ τρέφον τὴν τῆς ποιούσης ἀρχῆς δύναμιν ἐπὶ τὸ δι’ οὗ ποιεῖ μεταφέρουσιν διὰ τὸ ὁρᾶν χωρὶς ταύτης | |
5 | μὴ δυνάμενον τρέφεσθαί τι. κινητικὸν μὲν γὰρ καὶ τὸ θερμόν, ἀλλ’ οὔτε ὡρισμένη οὔτε τεταγμένη κίνησις, ἧς προηγουμένως ἀρχὴ τὸ θερμόν. τὸ δὲ τρεφόμενον τάξει τινὶ καὶ ὁδῷ πρόεισιν καὶ ὅρον ἔχει τινά, ἃ οἰκεῖα ψυχῆς, ἀλλ’ οὐ πυρός. ᾧ δὲ τρέφεται τὰ τρεφόμενα, τούτῳ καὶ αὔξεται, ὡς ἤδη προείρηται. οὐ μὴν ταὐτόν ἐστιν αὔξεσθαί τε καὶ τρέφεσθαι, οὐδὲ | |
10 | ἅμα γίνεται οὐδὲ ἑκατέρῳ αὐτῶν ὁ αὐτὸς σκοπός. τρέφεται μὲν γὰρ ἀεὶ τὸ ζῷον, ἔστ’ ἂν ᾖ (διὸ καὶ συνεχεστάτη ἥδε τῶν ψυχικῶν ἐνεργειῶν), αὔξεται δὲ οὐκ ἀεὶ τρεφόμενα, εἴ γε τρέφεται μὲν ἔστ’ ἂν ᾖ, ἔστι δὲ καὶ τὰ γηράσκοντά τε καὶ μειούμενα. σκοπὸς δὲ τῷ μὲν τρέφοντι ἡ τοῦ τρε‐ φομένου σωτηρία, τῷ δὲ αὔξοντι εἰς μέγεθος ἡ συντέλεια τῷ τρεφομένῳ. | |
15 | διὸ καὶ τῶν δυνάμεων ἡ μὲν τοῦ εἶναί τε καὶ τῆς οὐσίας ἐστὶ τηρητική (τοιαύτη γὰρ ἡ θρεπτική), ἡ δὲ αὐξητικὴ προηγουμένως ἐστὶ τῆς κατὰ τὸ ποσὸν ἐπιδόσεως ποιητική. ἔστι δὲ καὶ τὸ γεννᾶν τε καὶ ὅμοιον ἑαυτῷ καταλιπεῖν ἑπόμενον ταῖς προειρημέναις ἐνεργείαις ταῖς κατὰ τὸ αὔξεσθαί τε καὶ τρέφεσθαι, οὐ πᾶσιν μὲν ὑπάρχον οἷς κἀκείνων ἑκάτερον, τοῖς μέντοι | |
20 | μήτε πεπηρωμένοις μήτε ἀτελέσιν ἅπασιν, ὡς προείρηται. καὶ ἔστι τῶν τῆς θρεπτικῆς ψυχῆς δυνάμεων ἥδε τελειοτάτη. τελεία γὰρ ἤδη ἡ κατὰ ταύτην ἐνέργεια οὖσα κατὰ φύσιν καὶ ἤδη τελείων. παντὶ γὰρ τῷ κατὰ φύσιν ἔχοντι τέλος ἐστίν, ὡς ἤδη προείρηται, τὸ γεννῆσαι οἷον αὐτό. καὶ αὗται μὲν αἱ τῆς φυτικῆς τε καὶ πρώτης ψυχῆς ἐνέργειαι· τρέφειν αὔξειν | |
25 | γεννᾶν. εἶεν δ’ ἂν καὶ αἱ δυνάμεις ἀφ’ ὧν αἵδε αἱ ἐνέργειαι φανεραί· ἡ μὲν θρεπτικὴ δύναμις, οὖσα ἡ πρώτη ψυχῆς, σωστικὴ τοῦ ἔχοντος αὐ‐ | |
τὴν διὰ τῆς οἰκείας ἐνεργείας, ἥτις ἐπὶ παρουσίᾳ τροφῆς γίνεται, ἡ δὲ | 35 | |
de An.36 | αὐξητικὴ δύναμις ψυχῆς, διὰ τροφῆς αὐξητικὴ τοῦ ἔχοντος αὐτὴν σώματος διὰ τῆς οἰκείας ἐνεργείας, ἡ δὲ γεννητικὴ δύναμις ψυχῆς, γεννητικὴ ὁμοίου τῷ ἔχοντι αὐτήν, ἣ καὶ αὐτὴ τροφῇ πως χρῆται, εἴ γε τὸ σπέρμα δι’ οὗ ἡ γέννησις τῆς ἐσχάτης τροφῆς περίττωμα, ὡς ἐν ἄλλοις δέδεικται, τελειο‐ | |
5 | τέρα τις οὖσα τῶν πρὸ αὐτῆς. οὐ γὰρ εἰς αὐτὸ καὶ τὴν αὑτοῦ σωτηρίαν τε καὶ τελείωσιν συντελεῖ ἡ κατὰ τὴν γεννητικὴν δύναμιν ἐνέργεια, ἀλλὰ τοῖς ἤδη τελείοις οὖσιν αἰτία γίνεται τῆς ἄλλου ὁμοίου γενέσεως ἐφέσει ἀθανασίας ἐπισκευαστῆς τινος, ὡς ἐνδέχεται τὸ θνητὸν ἀθανασίας μετέχειν οὕτως αὐτῷ χορηγούσης αὐτὸ τῆς φύσεως διὰ τῆσδε τῆς δυνάμεως. τριῶν | |
10 | δὲ ὄντων ἐξ ὧν τὸ τρέφεσθαι γίνεται, τοῦ τρέφοντος, τοῦ τρεφομένου, ᾧ τρέφεται, τὸ μὲν τρέφον ἐστὶν ἡ θρεπτική τε καὶ πρώτη ψυχή, τὸ δὲ τρε‐ φόμενον τὸ σῶμα, οὗ εἶδος ἡ προειρημένη δύναμις, τὸ δὲ ᾧ τρέφεται ἡ τροφή. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ αὔξεσθαί τε καὶ γεννᾶν. ἐπεὶ δὲ πάντα ἀπὸ τοῦ τέλους καὶ ἀπὸ τοῦ τελειοτάτου τῶν ἐν αὐτοῖς δίκαιον ὀνο‐ | |
15 | μάζειν (διὰ τοῦτο γοῦν καὶ τὸν ἄνθρωπον λέγομεν λογικὸν καίτοι ὄντα καὶ αἰσθητικόν), τέλος δὲ τῆς πρώτης ψυχῆς ὡς ἐδείχθη τὸ γεννῆσαι ὅμοιον αὑτῷ, καὶ ἡ πρώτη ἂν ψυχὴ εὐλόγως καλοῖτο γεννητικὴ ὁμοιοῦσα τῷ ἔχοντι αὐτήν, εἰ καὶ ὅτι μάλιστά ἐστι πρὸς τούτῳ καὶ θρεπτικὴ καὶ αὐξη‐ τική. ἔστι δ’ ἡ θρεπτικὴ ψυχή τε καὶ δύναμις αἰτία καὶ τῆς συστάσεως | |
20 | τὴν ἀρχὴν τῷ τοῦ ζῴου σώματι, ὥσπερ οὖν καὶ τοῦ εἶναί τε καὶ τῆς ἐπι‐ δόσεώς τε καὶ αὐξήσεως. ταύτης γὰρ ἔργον τὸ ἐν ᾧ ἂν ᾖ παρασκευάζειν αὐτὸ τρέφεσθαί τε δι’ αὐτοῦ καὶ αὔξεσθαι δύνασθαι, ἥτις ἐν τῷ κατα‐ βαλλομένῳ σπέρματι ἐνυπάρχουσα, ὅταν ὕλης ἐπιτηδείου λάβηται, πρὸς τοῦτο συνίστησίν τε αὐτὴν οὕτως, ὡς ἐν τῇ τροφῇ τε καὶ τῇ αὐξήσει τὸ | |
25 | συνιστάμενον ἐξ αὐτῆς ὅμοιον γίνεσθαι τῷ προεμένῳ, καὶ τοῦ τρέφεσθαί τε αὐτὸ καὶ αὔξεσθαι παρούσης τῆς τροφῆς αἰτία γίνεται. καὶ κατὰ ταύτην | |
μόνην τὴν ψυχικὴν δύναμιν ἐνεργεῖ τὸ κατὰ γαστρὸς ὂν ἐξ αὑτοῦ ἔχον | 36 | |
de An.37 | μὲν καὶ τῶν ἄλλων δυνάμεων ἀρχάς τε καὶ ἐπιτηδειότητας, ὧν τὰς ἕξεις εἶχεν καὶ τὸ γεννῆσαν αὐτό, οὐ μὴν ἤδη καὶ ἔχον αὐτὰς ἐνεργείᾳ, τῷ μηδὲ μόριά πως ἔχειν, δι’ ὧν αἱ κατ’ ἐκείνας τὰς δυνάμεις ἐνέργειαι. Αἰτίαν δὲ ἡγητέον καὶ τοῦ ἀπὸ μὲν τῶν φυτῶν ἀφαιρούμενά τινα μέρη | |
5 | ζῆν τε καὶ τελειοῦσθαι δύνασθαι, μηκέτι δὲ καὶ τῶν ζῴων, ὅτι ταῦτα μὲν τὴν θρεπτικὴν μόνην ψυχὴν ἔχοντα, ἥτις ἐστὶν ἐν παντὶ τῷ σώματι, καὶ διὰ τοῦτο ὄντα ἁπλούστερά τε καὶ οὐ δεόμενα τοσούτων ὀργάνων, ὅτι ἂν μόριον αὐτῶν ἀφαιρεθὲν δυνηθῇ τὴν ἐν αὐτῷ δύναμιν θρεπτικὴν τηρῆσαι δι’ εὐπορίαν τροφῆς, σώζεταί τε καὶ ὅμοιον τῷ ὅλῳ γίνεται. καθ’ ἣν γὰρ | |
10 | δύναμιν ἐνεργεῖ καὶ τὰ ἀπὸ σπέρματος γεννώμενα, κατὰ ταύτην ἐνεργεῖν καὶ ταῦτα οἷά τε, οὔσης αὐτοῖς ἐν ταύτῃ καὶ τῆς τελειότητος· ἐπὶ δὲ τῶν ζῴων οὐχ ὁμοίως ἐν παντὶ αὐτῷ παρεσπαρμέναι, διὸ οὐδὲ ἐν τῷ ἀφαιρου‐ μένῳ μέρει. οὐ γὰρ ὁμοιομερὴς ἡ τῶνδε ψυχή, ὥσπερ ἡ τῶν φυτῶν, οὔτε δύναμίς ἐστιν ἐν αὐτοῖς ἐκείνων τινός, ὥσπερ ἐν τοῖς σπέρμασιν, τῷ | |
15 | τὴν ἀρχὴν τὰ μέρη ταῦτα μηδὲ δεκτικὰ ἐκείνων αὐτῶν εἶναί τινος, ἔπειτα δὲ καὶ τὴν τροφὴν αὐτὰ μηδὲ ὡς ἔτυχεν δύνασθαι λαμβάνειν, ἀλλὰ διά τινων ἀφωρισμένων ὀργάνων, ἃ οὐχ οἷόν τέ ἐστι τοῖς μὴ ἀπὸ σπερματικῆς | |
ἀρχῆς συνισταμένοις προσγενέσθαι, ὡς τὰς ῥίζας τοῖς φυτοῖς. ἐκεῖναι μὲν | 37 | |
de An.38 | γὰρ ῥᾳδίως τῇ τῆς τροφῆς παρουσίᾳ συνίστανταί τε καὶ αὔξονται οὐ πολλῆς τῆς οἰκονομίας δεόμεναι. οὐδὲν δὲ τῶν ζῴων οἷόν τε οὔτε χωρὶς τῶν ἀφωρισμένων πρὸς τὴν τροφὴν ὀργάνων τρέφεσθαι, οὔτε οἷά τε ταῦτα συ‐ στῆναι μὴ τοῦ σπέρματος τὰς δυνάμεις αὐτῶν ἔχοντος. διὸ καὶ κατὰ γα‐ | |
5 | στρὸς ὄντα ἔτι ὡς μέρη τῆς φερούσης αὐτὰ τὴν τροφὴν λαμβάνει. τρέ‐ φεται μὲν γὰρ κατὰ τὴν δύναμιν τὴν ἐν αὐτοῖς, δέχεται δὲ τὴν τροφὴν ὡς μέρη. διὸ οὔτε ζῷον ἤδη οὔτε ἁπλῶς ζῆν καὶ καθ’ αὑτὰ λέγεται τὰ ἔτι κατὰ γαστρὸς ὄντα. ζῇ μέντοι καὶ τὰ τῶν ζῴων μέρη πολλάκις διαι‐ ρεθέντων αὐτῶν ἐπὶ χρόνον τινά, εἰς ὅσον ἐπὶ τῶν ψυχικῶν δυνάμεων | |
10 | ἔχειν οἷά τε τὰ μέρη ἐγκαταλείμματά τινα τῶν τε ἐνεργειῶν καὶ τῶν δυνά‐ μεων ὧν εἶχον ὅτε ἦν ἡνωμένα τε καὶ συνεχῆ τῷ ὅλῳ. Καὶ τοιάδε μὲν ἡ πρώτη τῆς ψυχῆς δύναμις, μετὰ δὲ τὴν ζωτικήν τε καὶ φυτικὴν ψυχήν, ἣ δέδεικται διὰ τῶν περὶ αὐτῆς λόγων εἶδος οὖσα τοῦ ἔχοντος αὐτὴν σώματος, ἧς δυνάμεις αἱ προειρημέναι ἥ τε θρεπτικὴ καὶ | |
15 | ἡ αὐξητικὴ καὶ ἡ γεννητική, μετὰ δὴ τὸν περὶ ἐκείνης λόγον εἴη ἂν ἑπό‐ μενον λέγειν περὶ τῆς αἰσθητικῆς. δευτέρα γὰρ ἥδε μετ’ ἐκείνην. πάντα γὰρ τὰ ἄλλην τινὰ δύναμιν ἔχοντα ψυχικὴν ἀναγκαῖον, ὥσπερ ἔχει τὴν θρεπτικήν, οὕτως δὲ ἔχειν καὶ τὴν αἰσθητικήν· καὶ ἔστιν ἡ δύναμις αὕτη, καθ’ ἣν τὰ ζῶντα πρὸς τῷ ζῆν καὶ ζῷά ἐστιν ἤδη. ἔστι μὲν οὖν ὁ περὶ | |
20 | αἰσθήσεως λόγος πλείων τε καὶ οἰκείας δεόμενος πραγματείας, ὡς δὲ συνε‐ | |
λόντι καθόλου περὶ τῆς αἰσθητικῆς ψυχῆς εἰπεῖν, δύναμίς ἐστι ψυχῆς, καθ’ | 38 | |
de An.39 | ἣν τὸ ἔχον αὐτὴν οἷόν τέ ἐστιν ὁμοιούμενον τοῖς δεκτοῖς αἰσθητοῖς διά τινος ἀλλοιώσεως τῇ πρὸς αὐτὰ ἐνεργείᾳ κρίνειν αὐτά. ὡς γὰρ ἡ θρεπτικὴ δύναμις τροφῆς ἐδεῖτο πρὸς τὸ ἐνεργεῖν (περὶ γὰρ ταύτην ἡ ἐνέργεια αὐ‐ τῆς), οὕτως καὶ ἡ αἰσθητικὴ τῶν αἰσθητῶν. περὶ γὰρ ταῦτα ἡ ἐνέργεια | |
5 | καὶ ταύτης καὶ τούτων ἐστὶν ἀντιληπτική τε καὶ κριτική. διὸ μὴ παρόν‐ των αὐτῶν οὐκ ἐνεργεῖ, ἀλλ’ ἔστιν δυνάμει αἴσθησις, ἀνάλογον ἔχουσα τοῖς ἔχουσι μέν τινα ἐπιστήμην, μὴ ἐνεργοῦσι μέντοι κατ’ αὐτήν. ὁμοίως γὰρ ἐκεῖνά τε δυνάμει ἐπιστήμονα καὶ ἡ ἀνενέργητος αἴσθησις δυνάμει αἴσθησις. ἐκτὸς δὲ τὰ αἰσθητά, ὅτι ἡ αἴσθησις ἐπὶ χρήσιμόν τι τὴν ἀναφορὰν ἔχει· | |
10 | ἢ γὰρ τοῦ λαβεῖν τι χάριν, ἢ τοῦ φυγεῖν, ἐκτὸς δὲ ταῦτα. ἔστι δὲ τὸ αἰσθητόν τε καὶ ἡ αἴσθησις πρὸ μὲν τῆς ἐνεργείας ἀνόμοια, ἐν δὲ τῇ ἐνεργείᾳ ὅμοια γίνεται. κατὰ ὁμοίωσιν γάρ τινα γινομένην δι’ ἀλλοιώσεως τὸ αἰσθάνεσθαι. τὸ γὰρ εἶδος τοῦ αἰσθητοῦ χωρὶς τῆς ὕλης γινόμενον ἐν τῷ αἰσθητικῷ ἡ κατ’ ἐνέργειάν ἐστιν αἴσθησις. εἰ δὲ δι’ ἀλλοιώσεως ἡ | |
15 | ὁμοίωσις, δῆλον ὡς πρὸ τῆς ἀλλοιώσεως ἕτερά τε καὶ ἀνόμοια ἦν, ὡς ἐδείχθη καὶ ἐπὶ τῆς τροφῆς. διὸ καὶ εὐλόγως λέγεται ἔστι μὲν ὡς ὑπὸ τοῦ ὁμοίου πάσχειν τὴν αἴσθησιν, ἔστι δ’ ὡς ὑπὸ τοῦ ἀνομοίου. παθοῦσα γάρ ἐστιν ὁμοία. γίνεται δὲ τὸ πάθος τοῦτο ἐν τῷ πρώτῳ τὴν αἰσθητι‐ κὴν ψυχὴν ἔχοντι σώματι διά τινων ὀργάνων ὄντων ἄλλης φύσεως τῶν | |
20 | αἰσθητῶν οἷς διακονεῖται τῷ δύναμιν ἔχειν πάσχειν ὑπ’ αὐτῶν, ἃ ὅταν πάθῃ εἶτ’ ἐκεῖνο τὸ πάθος διαδίδωσιν. ἔστι δὲ ἐκεῖνο ἱδρυμένον περὶ τὴν καρδίαν, ἔνθα καὶ ὅλως τὸ τῆς ψυχῆς ἡγεμονικόν, ὡς προϊὼν ὁ λόγος δείξει. | |
ἐν ᾧ γὰρ μάλιστα τὸ εἶναι τῷ ζῴῳ, ἐν ἐκείνῳ εὔλογον εἶναι καὶ τὸ εἶδος | 39 | |
de An.40 | τὸ κυριώτατον. ἐν θερμῷ δὲ καὶ ὑγρῷ τὸ εἶναι μάλιστα τῷ ζῴῳ. τοι‐ οῦτος δὲ ὁ περὶ καρδίαν τόπος. ἀρχὴ γὰρ αὕτη καὶ πηγὴ τοῦ αἵματος, ᾧ τρεφόμεθα, καὶ τοῦ πνεύματος, ταῦτα δὲ ὑγρά τε καὶ θερμά. καὶ τοι‐ οῦτος μὲν ὁ κοινὸς τῆς αἰσθήσεως λόγος. ἐπεὶ δέ ἐστι μέρη τῆς αἰσθή‐ | |
5 | σεως πέντε, καὶ ἔχει ταῦτα πρὸς ἄλληλα ὁμοίως τοῖς τῆς 〈φυτικῆσ〉 ψυχῆς μέρεσιν τὸ πρῶτόν τε καὶ ὕστερον (ἐν δὲ τοῖς οὕτως ἔχουσιν οὐκ ἦν ὁ κοινὸς λόγος γνωρίμως τὴν τοῦ προκειμένου πράγματος σημαίνων φύσιν, ἀλλ’ ἔδει περὶ ἑκάστου αὐτῶν ἰδίᾳ ποιεῖσθαι τὸν λόγον τῷ βουλομένῳ περὶ αὐτῶν οἰκείως τε καὶ προσεχῶς λέγειν), δεῖ καὶ τὸν περὶ αἰσθήσεως λέ‐ | |
10 | γοντα ἰδίᾳ περὶ ἑκάστου μέρους εἰπεῖν. μέρη δὲ τῆς αἰσθητικῆς δυνάμεως ἁφή, γεῦσις, ὄσφρησις, ἀκοή, ὅρασις ἢ ὄψις. ὧν ἡ μὲν ἁφὴ τῶν ἄλλων χωρίζεται (ἔστι δὲ τρόπον τινὰ καὶ ἡ γεῦσις ἁφή)· ἔστι γοῦν τινα τῶν ζῴων, ἃ ταύτην τὴν αἴσθησιν ἔχει μόνην. τῶν δὲ ἄλλων τινὰ αἰσθήσεων ἀδύνατον παρεῖναί τινι χωρὶς ἁφῆς. οὐδὲ γὰρ τὴν ἀρχὴν οἷόν τε ζῷον | |
15 | εἶναί τι χωρὶς ταύτης τῆς αἰσθήσεως. μέλλοντας δὲ λέγειν περί τε τῶν αἰσθητικῶν δυνάμεων καὶ περὶ τῶν ἐνεργειῶν τῶν κατ’ αὐτάς, ἐπεὶ αἱ ἐνέργειαι αὐτῶν ἑκάστης γίνονται περὶ οἰκεῖόν τι αἰσθητόν, ἀναγκαῖον πρὸς τὴν δήλωσιν αὐτῶν πρῶτον ἐπ’ ὀλίγον περὶ τῶν αἰσθητῶν διαλαβεῖν, ἐπεὶ ὁμοιώσει τούτων τὸ αἰσθάνεσθαι. | |
20 | Καθόλου δὴ τῶν αἰσθητῶν τὰ μὲν καθ’ αὑτά ἐστιν αἰσθητά, τὰ δὲ κατὰ συμβεβηκός, καὶ τῶν καθ’ αὑτὰ αἰσθητῶν τὰ μὲν ἰδίᾳ ἑκάστῃ αἰσθήσει ἐστὶν αἰσθητά (ἄλλα μὲν γὰρ ὄψεως ἴδια αἰσθητά, ὡς τὰ χρώματα, ἄλλα δὲ ἀκοῆς, ὡς ψόφοι, ἄλλα δὲ ὀσφρήσεως, ὀσμαὶ γάρ, ἄλλα δὲ γεύσεως, χυμοὶ γάρ, ἄλλα δὲ ἁφῆς, αἱ γὰρ ἁπταὶ ἐναντιώσεις, ὧν θερμότητες, | |
25 | ψυχρότητες, ξηρότητες, ὑγρότητες, τραχύτητες, λειότητες· ἔστι γὰρ ἑκάστῃ | |
αἰσθήσει αἰσθητά, ὧν οὐχ οἷόν τε αἰσθέσθαι ἄλλην τινὰ αἴσθησιν καθ’ | 40 | |
de An.41 | αὑτά), τὰ δέ τινα τῶν καθ’ αὑτὰ αἰσθητῶν ἐστι κοινά. ἔστι δὲ τοιαῦτα, ὅσα τὸ μὲν γνωρίζεσθαι δι’ αἰσθήσεως ἔχει, πλείους μέντοι εἰσὶν αὐτῶν αἰσθήσεις διάκονοι. μεθ’ ὧν γὰρ τὸ ἑκάστῃ αἰσθήσει ἴδιον αἰσθητὸν ὑπο‐ πίπτει, μετὰ τούτων καὶ τὰ αἰσθητήρια τὴν ἐπὶ τὴν αἴσθησιν αὐτῶν ποι‐ | |
5 | εῖται διάδοσιν. τοιαῦτα δέ ἐστι κίνησις, ἠρεμία, ἀριθμός, σχῆμα, μέγεθος. κατὰ συμβεβηκὸς δὲ αἰσθητὰ τῷ συμβεβηκέναι τι αὐτοῖς αἰσθητὸν αἰσθητὰ καὶ αὐτὰ καλοῦμεν, οἷον εἴ τις τὸν ἀφρὸν αἰσθητὸν εἶναι λέγοι, διότι συμ‐ βέβηκεν αὐτῷ λευκῷ εἶναι, τοῦτο δὲ αἰσθητόν. τὰ μὲν οὖν οὕτως λεγό‐ μενα αἰσθητὰ οὐδὲ αἰσθητὰ τὴν ἀρχήν, ὅτι μηδὲ πάσχει τι ἡ αἴσθησις | |
10 | ὑπ’ αὐτῶν ᾗ τοιαῦτα. τῶν δὲ καθ’ αὑτὰ αἰσθητῶν περὶ μὲν τὰ κοινὰ συμβαίνει τὰς αἰσθήσεις ἀπατᾶσθαι, ὡς μὴ πάσχειν, ὡς ἔχει τὰ ὑποκεί‐ μενα. αὕτη γὰρ αἰσθήσεως διαμαρτία τὸ διά τινα περίστασιν ἀλλοῖον αὐτῇ γίνεσθαι τὸ πάθος καὶ μὴ ὅμοιον τῷ ἀφ’ οὗ γίνεται. περὶ δὲ τὰ ἴδια αἰσθητὰ ἀληθεύουσι μάλιστα, ὅταν αὐταῖς φυλάσσηται ταῦτα, μεθ’ ὧν | |
15 | εἰσιν αὐτῶν ἀντιληπτικαί. ὧν πρῶτον μὲν ἂν εἴη τὸ ὑγιαίνειν τε καὶ κατὰ φύσιν ἔχειν τὰ αἰσθητήρια, δεύτερον δὲ ἡ θέσις τοῦ αἰσθητοῦ (οὐ γὰρ τοῦ ὄπισθεν κειμένου ἡ ὄψις ἀντιληπτική), τρίτον ἡ τοῦ διαστήματος συμμετρία. οὐ γὰρ ἀπὸ παντὸς διαστήματος τοῖς αἰσθητηρίοις ἡ τῶν αἰσθητῶν ἀντί‐ ληψις γίνεται. καὶ ἐπὶ τούτοις δεῖ τὸ μεταξύ, δι’ οὗ ἡ τῶν αἰσθητῶν ἀντί‐ | |
20 | ληψις, ἐπιτηδείως ἔχειν πρὸς τὸ τοῖς αἰσθητηρίοις διακονεῖσθαι (οὐ γὰρ | 41 |
de An.42 | οἷόν τε ὁρᾶν μὴ ὄντος τοῦ διαφανοῦς πεφωτισμένου), ἔτι ὑπὸ μηδενὸς ἐνοχλεῖσθαι· οὐ γὰρ οἷόν τε ἀκούειν οὗ τις βούλεται, ὅταν ἐνοχλῶσιν ψόφοι μείζονες. Τῆς μὲν οὖν ὄψεως ἴδιά ἐστιν αἰσθητὰ τά τε χρώματα καὶ ὅσα φω‐ | |
5 | τὸς οὐχ ὁρώμενα σκότους ὁρᾶται, ἃ οὐκ ἂν εἴη χρώματα, ὅτι μὴ ὑποπί‐ πτει τῷ τοῦ χρώματος ὁρισμῷ, εἴ γε χρῶμά ἐστι τὸ κινητικὸν τοῦ κατ’ ἐνέργειαν διαφανοῦς. ἔστι δὲ διαφανῆ μὲν ὅ τε ἀὴρ καὶ τὸ ὕδωρ καὶ ὅσα τῶν στερεῶν οἰκείῳ οὐ κέχρηται χρώματι, κινούμενα δέ πως ὑπὸ τῶν χρω‐ μάτων διακονεῖσθαι τῇ ὄψει δύναται πρὸς τὴν ἀντίληψιν αὐτῶν. ταῦτα δὲ | |
10 | κατ’ ἐνέργειαν γίνεται διαφανῆ, ὅταν ᾖ πεφωτισμένα. οὕτως γὰρ ἐχόντων αὐτῶν κινητικὰ τὰ χρώματα. ὅτι γὰρ τὸ φῶς καὶ τὰ πεφωτισμένα τῶν διαφανῶν ὑπὸ τῶν χρωμάτων κινεῖταί πως, δῆλον ἐκ τοῦ πολλοῖς τῶν χρωμάτων τῶν διὰ τοῦ φωτὸς ὁρωμένων ὁμόχροον ὁρᾶν γινόμενον αὐτὸ καὶ συναναφέρον αὐτῷ τὸ χρῶμα. ἀπὸ γὰρ χρυσοῦ χρυσοειδὲς καὶ αὐτὸ | |
15 | φαίνεται καὶ ἀπὸ ἁλουργοῦς πορφυροειδές, καὶ ἀπὸ τῶν χλωρῶν ποῶδες. πολλάκις δὲ ἔστιν ἰδεῖν καὶ τοὺς καταντικρὺ τοίχους τοῦ τοιούτου χρώ‐ ματος καὶ τὸ ἔδαφος ὥσπερ χρωννύμενα τῷ ἐκείνων χρώματι, καὶ εἴ τινες δὲ παρεστῶτες τύχοιεν, ὡς τοῦ πεφωτισμένου τῷ πάσχειν ἀπ’ αὐτῶν δια‐ διδόντος καὶ ἐπὶ ταῦτα τὸ τοιόνδε χρῶμα. γίνεται δὲ τὸ χρῶμα ἐν τῷ | |
20 | πεφωτισμένῳ τε καὶ φωτὶ οὕτως ὡς καὶ τὸ φῶς ἐν τῷ διαφανεῖ, οὔτε κατὰ ἀπόρροιάν τινα, οὔτε ὡς ὕλης ἢ τοῦ διαφανοῦς δεχομένου τὸ φῶς ἢ τοῦ φωτὸς τὸ χρῶμα (ἀπελθόντων γοῦν τῶν ταῦτα ἐμποιούντων εὐθὺς συνα‐ | |
πέρχεται τὸ μὲν χρῶμα ἐκ τοῦ φωτός, εἰ τὰ χρωννύντα αὐτὸ ἀπέλθοι, τὸ | 42 | |
de An.43 | δὲ φῶς ἐκ τοῦ διαφανοῦς, εἰ τὸ φωτίζον αὐτὸ μὴ παρείη), ἀλλ’ ἔστι τις ἡ ἀπ’ ἀμφοτέρων κίνησις ἐν τοῖς δεχομένοις αὐτὰ γινομένη κατὰ παρου‐ σίαν τε καὶ ποιὰν σχέσιν, ὡς γίνεται καὶ ἐν τοῖς κατόπτροις τὰ ἐν αὐτοῖς ὁρώμενα. ἔστιν οὖν κατ’ ἐνέργειαν, ὥσπερ εἶπον, διαφανῆ τὰ πεφωτι‐ | |
5 | σμένα. ὅτε γὰρ δύναται διαφαίνεσθαί τι κατ’ ἐνέργειαν δι’ αὐτῶν, τότε ἐστὶ κυρίως τε καὶ κατ’ ἐνέργειαν διαφανῆ τὴν τελειότητα καὶ τὸ οἰ‐ κεῖον εἶδος καθό ἐστι διαφανῆ παρὰ τοῦ φωτὸς λαμβάνοντα. ἔστι γὰρ φῶς ἐνέργεια καὶ τελειότης τοῦ διαφανοῦς καθὸ τοιοῦτον. γίνεται δὲ τόδε τὸ φῶς ἐν τῷ διαφανεῖ παρουσίᾳ πυρὸς ἢ τοῦ θείου σώματος. | |
10 | κατὰ σχέσιν γὰρ τοῦ φωτίζειν δυναμένου πρὸς τὰ φωτίζεσθαι πεφυ‐ κότα τὸ φῶς. οὐ γὰρ σῶμα τὸ φῶς. διὸ καὶ ἀχρόνως γίνεται. εἰ δὲ τὸ χρῶμα ἐν φωτὶ ὁρατόν, καὶ τούτου κινητικόν. τῷ γὰρ τὸ κατ’ ἐνέρ‐ γειαν διαφανές, τοῦτο δ’ ἐστὶ τὸ πεφωτισμένον, πρῶτον πάσχειν ὑπὸ τοῦ χρώματος (τούτου γὰρ τὸ χρῶμα κινητικόν), τὴν δὲ ὄψιν ὑπὸ τούτου, οὖσαν | |
15 | καὶ αὐτὴν διαφανῆ, τούτῳ ἡ τῶν χρωμάτων αἴσθησίς τε καὶ κρίσις γίνεται, ὡς δέδεικται ἐν τοῖς περὶ τοῦ πῶς ὁρῶμεν ἐζητημένοις (ὥστε οὐκ ἂν εἴη χρώματα ὅσα ὁρᾶται σκότους· πῶς δὲ ταῦτα ὁρᾶται καὶ τίνος γινομένου, ἐν τοῖς περὶ τοῦ πῶς ὁρῶμεν καὶ αὐτὸ εἴρηται). ἀφ’ ἑκάστου γὰρ τῶν ὁρατῶν ἀνακεχρωσμένον τὸ φῶς κατ’ εὐθυωρίαν τεταγμένον ταῖς κατὰ | |
20 | τοῦτο οὔσαις ὄψεσιν. διαδίδωσιν τὸ ἴδιον πάθος, ὡς ἀπ’ ἐκείνων ἔπαθεν | 43 |
de An.44 | αὐτό, λείαις τε οὔσαις καὶ διαφανέσιν καὶ αὐταῖς καὶ προσέτι δυναμέναις δέχεσθαι τὴν ἔμφασιν. ἐπεὶ δὲ τῷ δέξασθαι τὸ χρῶμα τὸ αἰσθητήριον καὶ ὁμοιωθῆναι αὐτῷ πως τὸ ὁρᾶν γίνεται, δεκτικὸν δὲ χρώματος τὸ ἢ μὴ ἔχον οἰκεῖον χρῶμα ἢ τοιοῦτον ὡς ὁρᾶσθαι μόγις (τοιοῦτον δὲ μάλιστα τὸ | |
5 | ὑγρόν τε καὶ ἀόριστον διαφανές, τοιαῦτα δὲ ὅ τε ἀὴρ καὶ τὸ ὕδωρ), τὸ αἰσθητήριον, δι’ οὗ ἡ τῶν χρωμάτων ἀντίληψις, ἐκ τοιούτων. ἐξ ὕδατος γὰρ ἡ κόρη, ἐπεὶ τοῦτο τῶν ἀορίστων διαφανῶν ἤδη καὶ στέγειν οἷόν τε τὸ πάθος τὸ ὑπὸ τοῦ χρώματος γινόμενον ἐν αὐτῷ διὰ παχύτητά τε καὶ σύστασιν· ὁ γὰρ ἀὴρ οὐ τοιοῦτος. τὸ μὲν οὖν ὁρᾶν γίνεται διὰ τῆς περὶ | |
10 | τὰ ὁρατὰ ἐνεργείας διὰ τῶν ὀμμάτων τῆς ὁρατικῆς δυνάμεως κατὰ ὁμοίωσιν τὴν πρὸς αὐτά. ἡ δὲ ὁρατικὴ δύναμίς ἐστι, καθ’ ἣν τὸ ἔχον αὐτὴν οἷόν τέ ἐστιν ἀλλοιούμενον ὑπὸ τῶν ὁρατῶν διὰ τῆς περὶ αὐτὰ ἐνεργείας ἀντι‐ λαμβάνεσθαί τε αὐτῶν καὶ κρίνειν αὐτά. τὸ μὲν οὖν φῶς, ὃ μάλιστά τέ ἐστιν ὁρατὸν καὶ τοῖς ἄλλοις τοῖς ὁρατοῖς αἴτιον τοῦ ὁρᾶσθαι γίνεται, τί | |
15 | ποτέ ἐστιν εἴρηται, ὅτι γὰρ ἐνέργεια τοῦ ἀορίστου διαφανοῦς ᾗ διαφανές. λέγεται δὲ καὶ χρῶμα τοῦ διαφανοῦς ᾗ διαφανές· ὡς γὰρ ἐν τοῖς χρῶμα ἔχουσιν τὸ χρῶμα, οὕτως ἐν τοῖς διαφανέσιν τὸ φῶς γινόμενον ἐν αὐ‐ τοῖς καὶ αἴτιον ὃν προειρήκαμεν τρόπον. τὸ δὲ χρῶμα, ὃ κινητικόν ἐστι τοῦ οὕτως διαφανοῦς, ἔστι μὲν καὶ αὐτὸ ἐν διαφανεῖ, ἀλλὰ ἐν ὡρισμένῳ. | |
20 | πᾶν γὰρ σῶμα, ἐπεὶ χρώματός ἐστι δεκτικόν, ἢ μᾶλλον ἢ ἧττον κεκοινώ‐ νηκεν τῆς φύσεως ταύτης, ἣν διαφάνειαν καλοῦμεν. αὕτη γὰρ προσεχὴς ὕλη τῶν χρωμάτων· δεῖ γὰρ ὄντος χρώματος εἶναι καὶ τὴν φύσιν τὴν τού‐ του δεκτικήν. τὸ μὲν οὖν ἀόριστον διαφανές, ὃ καὶ μάλιστά ἐστί τε καὶ καλεῖται διαφανές, τῷ τε τὸ φάος, τουτέστι τὸ φῶς δέχεσθαι καὶ τῷ τοῖς | |
25 | ἄλλοις αἴτιον τοῦ φαίνεσθαι εἶναι ὑπό τινος ἐκτὸς ὄντος χρωματίζεται. τὸ | 44 |
de An.45 | γὰρ φῶς χρῶμά πως γίνεται τοῦ οὕτως διαφανοῦς, ὡς προείρηται, ὃ ἐν αὐτῷ γίνεται παρουσίᾳ τοῦ φωτίζειν αὐτὸ πεφυκότος, τοιοῦτον δὲ τό τε πῦρ καὶ τὸ θεῖον σῶμα. κατὰ γὰρ τὴν τούτων ποιὰν σχέσιν πρὸς αὐτὰ τὸ φῶς γίνεται. διὸ καὶ παρόντων μὲν αὐτῶν πεφώτισται, ἀπελθόντων δὲ συναπέρ‐ | |
5 | χεται καὶ τὸ φῶς. ἡ δὲ ἐν τοῖς στερεοῖς διαφάνεια ἐντὸς καὶ μεμιγμένον καὶ συνὸν ἔχει τὸ χρῶμα. διὸ οὐ ποτὲ μὲν πάρεστιν αὐτῇ, ποτὲ δ’ οὔ, ὡς τοῖς ἀορίστοις διαφανέσιν τὸ φῶς. ἔστι δὲ τῶν οὕτως διαφανῶν τὰ μὲν μᾶλλον, τὰ δ’ ἧττον διαφανῆ, ὃ γίνεται ποσῇ μίξει τοῦ ἥκιστα δια‐ φανοῦς σώματος. τοιοῦτον δὲ ἡ γῆ· αὕτη γὰρ ἐν οἷς ἂν μιχθῇ ἐμποδίζει | |
10 | τὴν διαφάνειαν αὐτῶν. παρ’ ἣν αἰτίαν καὶ ἡ τῶν χρωμάτων γίνεται δια‐ φορά. τὸ μὲν γὰρ χρῶμα ἐν παντὶ διαφανεῖ γίνεται λευκοῦ τινος παρουσίᾳ, τοιοῦτον γὰρ καὶ τὸ πῦρ, ἀλλὰ ἢ ἐκτὸς ὄντος, ἢ μεμιγμένου αὐτῷ. ἡ δὲ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον τοῦ διαφανοῦς διαφορὰ καὶ τοῦ φωτίζειν αὐτὸ πεφυκότος πλείονος ἢ ἐλάττονος μῖξις ποιεῖ τὰς τῶν χρωμάτων διαφοράς. | |
15 | λευκὸν μὲν γὰρ καὶ φωτοειδές, ἐν οἷς καθαρώτερόν τε τὸ διαφανὲς καὶ πλεῖον τὸ χρωννύον, ἔλαττον δὲ καὶ ὑφειμένον, ἤδη δὲ καὶ εἰς τὸ μέλαν ἀποκλῖνον, ἐν οἷς ἐπὶ τοσοῦτον καὶ τὸ διαφανές. ἐν οἷς μέντοι διαφανέσιν τὸ ἐνεργείᾳ αὐτὰ ποιοῦν τοιοῦτον μέμικται, ταῦτα συνὸν ἔχει καὶ οἰκεῖον τὸ χρῶμα, ὃ καὶ κυρίως καλεῖται χρῶμα. τὸ γὰρ φῶς οὐ τοιοῦτον. | |
20 | καὶ ἔστι τὸ πέρας τῶν ὡρισμένων διαφανῶν καθό ἐστι διαφανῆ τὸ χρῶμα. καθὸ μὲν γὰρ σῶμα, πέρας αὐτῶν ἐπιφάνεια, καθὸ δὲ διαφανῆ, τὸ χρῶμα. διὸ καὶ σύνεστιν τῇ ἐπιφανείᾳ τὸ χρῶμα. ἐν ταύτῃ γὰρ ἡ φαντασία τῶν χρωμάτων. μόνον τε γὰρ τῶν σωμάτων τὸ πέρας φανερόν, καὶ τὸ χρῶμα φανερόν τε καὶ φαινόμενον· καθὸ μὲν γὰρ ὁρατὰ τὰ σώματα, κατὰ τοῦτο | |
25 | καὶ κέχρωσται· κατὰ δὲ τὸ πέρας ὁρατά. διὸ εὐλόγως τὸ χρῶμα λέγεται | 45 |
de An.46 | εἶναι πέρας τοῦ ἐν ὡρισμένῳ διαφανοῦς ᾗ διαφανές. ἥτις δὲ ἐν τῷ πυρὶ καὶ ἐν τοῖς ἄλλοις τοῖς φωτὸς ποιητικοῖς ἐνοῦσα δύναμις αὐτά τε μάλιστα ὁρατὰ ποιεῖ, καὶ τοῖς ἄλλοις χρώμασιν αἴτια τοῦ ὁρᾶσθαι, τῷ φωτὸς αὐτὰ εἶναι ποιητικά, δι’ οὗ ὁρᾶται τὰ ὁρώμενα, ταύτην ἡγητέον τὴν φύσιν καὶ | |
5 | ἐν τοῖς ὡρισμένοις διαφανέσιν μεμιγμένην ἢ μᾶλλον ἢ ἔλαττον τῆς τε τῶν χρωμάτων γενέσεως καὶ τῆς διαφορᾶς αὐτοῖς αἰτίαν εἶναι. τοῦ δὲ εἶναι τὸ χρῶμα πέρας τοῦ διαφανοῦς, ᾗ διαφανές, σημεῖον τὸ καὶ τῶν διαφανῶν ὅσα μὲν οἰκεῖον πέρας οὐκ ἔχει, τοιαῦτα δὲ τὰ ἀόριστα, ταῦτα δὲ μηδὲ χρῶμα ἔχειν οἰκεῖον. τῷ γὰρ πέρατι τοῦ σώματος σύνεστι καὶ τὸ ὡς δια‐ | |
10 | φανοῦς αὐτοῦ πέρας. ὡς γὰρ ὑπό τινος ἔξωθεν περατοῦταί τε καὶ σχημα‐ τίζεται, οὕτω δὲ καὶ χρώννυται. ὧν γὰρ ὡς σωμάτων τὸ πέρας ἀόριστον, τούτων καὶ ὡς διαφανῶν. ὧν δὲ ὥρισται τὸ πέρας διαφανῶν, ταῦτα καὶ χρῶμα οἰκεῖον ἔχει ὡς συνημμένου τοῦ τε πέρατος καὶ τοῦ χρώματος. συνῆπται μὲν οὖν, οὐ μὴν ταὐτόν ἐστιν. τοῦ μὲν γὰρ ἑνὸς κατ’ ἀριθμὸν | |
15 | σώματος μία κατ’ ἀριθμὸν καὶ ἐπιφάνεια, οὐ μήν, εἰ μία κατ’ ἀριθμὸν ἐπιφάνεια, καὶ ἓν χρῶμα κατ’ ἀριθμόν. ἐνδέχεται γὰρ τὴν αὐτὴν ἐπιφά‐ νειαν καὶ τὰ ἐναντία ἔχειν ἐν αὐτῇ χρώματα. καὶ τὰ ὁριστὰ διαφανῆ πέρας μὲν ἔχει, ἄν τε ᾖ πεφωτισμένα ἄν τε μή, χρῶμα δὲ ἔχει τότε μόνον, ὅτε καὶ πεφώτισται. | |
20 | Ἡ δέ γε ἀκοή ἐστι μὲν τῶν κατ’ ἐνέργειαν ψόφων ἀντιληπτική τε καὶ κριτική, γίνεται δὲ ὁ κατ’ ἐνέργειαν ψόφος ὑπὸ πληγῆς. ἡ δὲ πληγὴ ὑπό τέ τινος καὶ πρός τι καὶ διά τινος. ὑπὸ μέν τινος, τοῦ γὰρ πλήσσοντος· πρός τι δέ, πρὸς γὰρ τὸ πλησσόμενον· διά τινος δέ, δι’ οὗ ἡ πληγή. ἡ γὰρ πληγὴ κίνησίς τίς ἐστι κατὰ τόπον· πᾶσα δὲ ἡ τοιαύτη κίνησις διά | |
25 | τινος· ὥστε καὶ ἡ πληγὴ μὲν διά τινος, οὐ μὴν τοῦ τυχόντος. οὔτε γὰρ | |
διὰ στερεοῦ, ὅτι μὴ οἷόν τε διὰ τοιούτου κίνησιν γενέσθαι, οὔτε διὰ κενοῦ, | 46 | |
de An.47 | ὅτι μηδὲ τὴν ἀρχὴν τὸ κενόν ἐστί τι. ἀλλὰ μάλιστα μὲν ἐν ἀέρι καὶ δι’ ἀέρος ὁ ψόφος, ἤδη δὲ καὶ δι’ ὕδατος. οὔτε τὸ πλῆσσον δὲ οὔτε τὸ πλησσόμενον τὰ τυχόντα ὄντα ψόφον ποιεῖ, ἀλλὰ δεῖ στερεῶν γενέσθαι πληγὴν πρὸς ἄλληλα. οὐ γὰρ πάντα τὰ πλησσόμενα οἷά τε ψοφεῖν. ἡ γοῦν | |
5 | τῶν ἐρίων πρὸς ἄλληλα πληγὴ οὐ ποιεῖ ψόφον. οὐδὲ τὰ στερεὰ δὲ πάντα τὰ ψοφητικὰ ποιεῖ ψόφον. αἱ γοῦν βελόναι οὔτε πλήσσουσαι ἀλλήλας, οὔτε πλησσόμεναι ὑπ’ ἀλλήλων ποιοῦσι ψόφον. ὁ γὰρ ἀὴρ ἀθρόος ἀπολαμβα‐ νόμενος πρὸς τῷ πλησσομένῳ λείῳ ἢ κοίλῳ ὄντι ὑπὸ τοῦ πλήσσοντος ὄντος καὶ αὐτοῦ τοιούτου ψοφεῖ. τὸ μὲν οὖν λεῖον τυπτόμενον ψόφον ποιεῖ διὰ | |
10 | τὸ ἀθρόον ὑπὸ τοῦ τύπτοντος πρὸς τῷ τοιούτῳ σώματι ἀπολαμβάνεσθαι τὸν ἀέρα. τὸ δὲ κοῖλον, ὅτι ὁ ἀὴρ ἐν τούτοις ἀδυνατῶν ἐξελθεῖν ὁ πρῶτος πληγεὶς διὰ τὴν κοιλότητα τοῦ περιέχοντος αὐτὸν ἄλλοτε πρὸς ἄλλα μέρη αὐτοῦ φερόμενος καὶ ἀνακλώμενός τε καὶ ἐνειλούμενος βιαίως ἐπὶ πολὺ ἠχεῖ, ἅτε διὰ τῶν ἀνακλάσεων πλείους πληγὰς ποιῶν. δεῖ δέ, εἰ μέλλοι | |
15 | ψόφος ἔσεσθαι, τὴν πληγὴν ταχυτέραν γίνεσθαι τῆς τοῦ ἀέρος θρύψεώς τε καὶ χύσεως τοῦ μεταξὺ ὄντος τοῦ τε πλήσσοντος καὶ πλησσομένου. οὕτως γὰρ ὑπομένων καὶ ἀθρόος προσπίπτων τῷ πλησσομένῳ ποιεῖ τὸν ψόφον. ἤδη δὲ καὶ μόνος ὁ ἀὴρ πληγείς πως ψόφον ποιεῖ διὰ τὴν τῆς πληγῆς ταχυτῆτα ὡς στερεὸς ἀντιτυπῶν τῷ πλήσσοντι φθάνοντι διὰ τὴν ταχυ‐ | |
20 | τῆτα τῆς πληγῆς τὴν οἰκείαν αὐτοῦ διαίρεσίν τε καὶ θρύψιν, ὡς ἐπὶ τῶν μαστίγων γίνεται. ὡς εἴ γε μὴ γίνοιτο θᾶττον ἡ ἀπὸ τῆς πληγῆς κίνησις τῆς θρύψεως τοῦ ἀέρος, οὐκ ἂν ψόφος γίνοιτο, ὥσπερ οὐδ’ ἐὰν εἰς σωρὸν ἄμμου τύπτῃ τις φερόμενον ταχὺ μὴ φθάνων τὴν θρύψιν αὐτοῦ καὶ φθορὰν τῇ πληγῇ. | |
25 | Καὶ ἡ ἠχὼ δὲ γίνεται κατ’ ἀνάκλασιν ἀέρος. ὅταν γὰρ ὁ πληγεὶς | 47 |
de An.48 | ἀὴρ εἷς μείνας ἐνεχθεὶς ἐπί τι στερεὸν ἔχον τινὰ κοιλότητα ὑπὸ τοῦ ἀέρος τοῦ ὄντος ἐν τῷ κοίλῳ τούτῳ ἡνωμένου διὰ τὸ περιέχεσθαι καὶ μὴ θρυ‐ πτομένου ἀλλ’ ἑνὸς μένοντος ἀπωσθῇ, διὰ τὴν βίαν ἐπὶ ταὐτὸν φέρεται ὅθεν ἠνέχθη. οὐ γὰρ κενῷ τῷ ἀγγείῳ προσπίπτει, ἀλλὰ ἀέρος πλήρει, | |
5 | ὑφ’ οὗ διὰ τὸ συνέχεσθαι αὐτὸν ὑπὸ τοῦ ἀγγείου κωλυθεὶς εἰς τὸ πρόσω ἐνεχθῆναι ἢ θρυβῆναι, ἀπωσθεὶς εἰς τοὐπίσω πάλιν φέρεται ταχέως ἅτε εὐκίνητος ὢν τὸν αὐτὸν ἔτι φυλάσσων ψόφον. δύναται δὲ λέγεσθαι καὶ ὅτι οὐχ ὁ πρῶτος ἀὴρ πληγεὶς φέρεται ἐπὶ τὸ κοῖλον σῶμα καὶ τὸν ἐν τούτῳ ἀπειλημμένον ἀέρα καὶ πάλιν ἀπὸ τούτων εἰς ταὐτὸν ἀνακάμπτει | |
10 | (οὕτως γὰρ ἀντιπερίστασις ἂν γίνοιτο διπλῆ τοῦ μετὰ τὸν πεπληγότα ἀέρα καὶ φερόμενον αὐτῷ ἐπὶ τὸν κοῖλον τόπον ὑποχωροῦντος καὶ πάλιν ἀνα‐ στρέφοντος), ἀλλ’ ὁ μὲν πρῶτος ἀὴρ πληγεὶς διὰ τὸ τάχος τῆς πληγῆς συνεχὴς καὶ ἀδιαίρετος μείνας τὸν μετ’ αὐτὸν σχηματίζοι ἂν τῇ ὁμοίᾳ πληγῇ, καὶ οὗτος τὸν μετ’ αὐτόν, καὶ οὕτως κατὰ συνέχειαν μέχρι τοῦ | |
15 | ἀγγείου ἡ πρόοδος τοῦ ψόφου κατὰ διάδοσιν γίνοιτ’ ἄν, ὁ δὲ τελευταῖος ὁ πρὸς τῷ ἀγγείῳ πληγείς τε καὶ σχηματισθεὶς κωλυθεὶς εἰς τὸ πρόσω δια‐ δοῦναι τὴν πληγὴν ὑπὸ τοῦ ἀγγείου, ἀνάπαλιν ὑπὸ τῆς τοῦ στερεοῦ ἀντι‐ τυπίας ἀπωσθείς, ὡς σφαῖρα ἀπὸ στερεοῦ τινος, τὸν ἐπὶ τάδε αὐτοῦ πλήσσοι τε ἂν καὶ σχηματίζοι πάλιν, καὶ οὗτος πάλιν τὸν πρὸ αὐτοῦ, καὶ οὕτως ἡ | |
20 | διάδοσις ἐπὶ ταὐτὰ γίνεσθαι τῆς· τε πληγῆς καὶ τοῦ ψόφου ὅθεν ἤρξατο τὴν ἀρχήν, ὥσπερ καὶ ἐπὶ τῶν κατόπτρων τὸ ὁρᾶν αὐτοὺς γίνεται. ἐπεὶ δὲ ὁ | |
ἀὴρ δοκεῖ κενὸς εἶναι, οὗτος δὲ τοῦ ἀκούειν αἴτιος (διὰ γὰρ ἀέρος τὸ | 48 | |
de An.49 | ἀκούειν, ὁ γὰρ ἐν τοῖς ὠσὶν ἀὴρ ἐγκατῳκοδομημένος ὄργανον τοῦ ἀκούειν), διὰ ταύτην τὴν αἰτίαν εὐλόγως δοκεῖ λέγεσθαι εὖ ὑπό τινων τὸ ἀκούειν ἡμᾶς τῷ κενῷ. ἡ δὲ φωνὴ εἶδός ἐστι ψόφου. ὁ γὰρ ὑπὸ τοῦ ζῴου ὡς ζῴου γινόμενος ψόφος φωνή· ἔστι δὲ ὑπὸ ζῴου ὡς ὑπὸ ζῴου γινόμενα τὰ | |
5 | κατὰ φαντασίαν τινὰ καὶ καθ’ ὁρμὴν γινόμενα. τῶν γὰρ ἀψύχων ὅσα φω‐ νεῖν λέγεται, κατὰ μεταφορὰν λέγεται. ἐπεὶ γὰρ τὸ μέλος καὶ ἡ διάλεκτος ἐμψύχου ψόφοι, ὅσα δοκεῖ ταῦτα μιμεῖσθαι, ὡς αὐλοί τε καὶ κιθάραι καὶ σάλπιγγες καὶ λύραι, ταῦτα λέγεται διὰ τοῦτο φωνεῖν. φωνὴν δὲ προΐεται τῶν ζῴων τὰ ἀναπνέοντα. ἔστι γὰρ ἡ φωνὴ πληγὴ τοῦ ἀναπνεομένου | |
10 | ἀέρος ὑπὸ τῆς ἐν τοῖς φωνητικοῖς ὀργάνοις δυνάμεως ψυχικῆς διὰ τούτων γινομένη πρὸς τὴν καλουμένην ἀρτηρίαν κατὰ φαντασίαν τινά. τῷ γὰρ ἀνα‐ πνεομένῳ ἀέρι καταχρῆται ἡ φύσις ἐπὶ δύο ἔργα, πρός τε τὴν ἔμψυξιν τοῦ πλεονάζοντος θερμοῦ περί τε τὸν πλεύμονα καὶ τὴν καρδίαν καὶ πρὸς τὴν φωνήν, ὥσπερ γε καὶ τῇ γλώττῃ πρός τε τὴν χυμῶν διάκρισιν καὶ πρὸς | |
15 | τὴν διάλεκτον. αὕτη γὰρ τὸ φωνητικὸν ὄργανον, δι’ οὗ ἡ ψυχὴ πρὸς τὴν ἀρτηρίαν καὶ τὸν ἐν ταύτῃ ἀέρα τὸν ἀναπνεόμενον ἀέρα πλήσσει. καὶ ὥσπερ ἐπὶ τῆς γλώττης τὸ μὲν κατὰ τὴν γεῦσίν τε καὶ τὴν τῶν χυμῶν διάκρισιν ἔργον αὐτῆς ἀναγκαῖον τῷ ἔχοντι αὐτήν, ἐπεὶ μή ἐστι ζῆν μὴ τρεφομένοις, τὸ δὲ κατὰ τὴν ἑρμηνείαν τοῦ βελτίονός τε καὶ τοῦ εὖ ἕνεκεν, | |
20 | οὕτως καὶ ἐπὶ τοῦ ἀναπνεομένου πνεύματος τὸ μὲν πρὸς τὴν τοῦ ἐντὸς θερμοῦ κατάψυξιν γινόμενον ἔργον δι’ αὐτοῦ ἀναγκαῖον (ἡ γὰρ ἔμψυξις ἡ ἀπ’ αὐτοῦ γινομένη τοῖς περὶ τὸν θώρακα μέρεσιν εἰς τὸ εἶναι συντελεῖ τοῖς ἀναπνέουσιν), τὸ δὲ πρὸς τὴν φωνὴν τοῦ εὖ χάριν. ὁ γὰρ λόγος καὶ ἡ μήνυσις τῶν τῆς ψυχῆς νοημάτων, γινόμενα διὰ τούτων, εἰς τὴν ἀρίστην | |
25 | συντελεῖ τῷ ἀνθρώπῳ κοινωνίαν. ὅτι δὲ τῷ ἀναπνεομένῳ ἀέρι χρῆται τὰ | 49 |
de An.50 | φωνοῦντα δῆλον ἐκ τοῦ μήτ’ ἀναπνέοντας αὐτὸν μήτε ἐκπνέοντας φωνεῖν δύνασθαι, ἀλλὰ μόνον κατέχοντας. οὐ γὰρ ἐκπνεόμενος πλήσσεται, ἀλλὰ πλησσόμενος κατὰ μόρια ἐκπνέεται. διὸ καὶ μετὰ τὴν φωνὴν ἀναπνέομεν ἀλλ’ οὐκ ἐκπνέομεν. οὐχ ἡγητέον δὲ πάντα ψόφον ὑπὸ ζῴου γινόμενον | |
5 | φωνὴν εἶναι, ἀλλὰ μόνον τὸν οὕτως γινόμενον ὡς προείρηται. διὰ τοῦτο γὰρ οὐδὲ ὁ τοῦ βήττοντος ψόφος φωνή· καίτοι πληγὴ καὶ αὐτός ἐστιν ὑπὸ τῶν φωνητικῶν ὀργάνων γινομένη· ἀλλ’ ὅτι μὴ κατὰ φαντασίαν μηδὲ καθ’ ὁρμὴν γίνεται, οὐκ ἔστι φωνή. τὸ μὲν οὖν ἀκουστὸν τοιοῦτον, τὸ δὲ ἀκού‐ ειν ἐν τῇ περὶ τοῦτο ἐνεργείᾳ τῆς ἀκουστικῆς ψυχῆς. ἡ δὲ ἀκουστικὴ | |
10 | ψυχὴ δύναμις, καθ’ ἣν τὸ ἔχον αὐτὴν ἀντιληπτικόν τε καὶ κριτικόν ἐστι τῶν ἀκουστῶν διά τινος ἀλλοιώσεως γινομένης ἐν αὐτῷ. γίνεται δὲ τὸ ἀκούειν τόνδε τὸν τρόπον· ὁ ἐναπειλημμένος τε καὶ ὥς φησιν Ἀριστοτέλης ἐγκατῳκοδομημένος τοῖς ὠσὶν ἀὴρ κινούμενος ὑπὸ τοῦ ἐπεισιόντος ἔξωθεν καὶ ὑπὸ τῆς πληγῆς ἐσχηματισμένου πως ἀέρος, ἄθρυπτος μένων διὰ τὸ | |
15 | πάντοθεν περιέχεσθαι, καὶ διὰ τοῦτο ἀκριβῶς δεχόμενος τὰ τοῦ κινοῦντος αὐτὸν σχήματα, παραπέμπων ταῦτα μέχρι τοῦ πρώτου αἰσθητικοῦ διὰ τῶν ἀπ’ αὐτοῦ μέχρι τῶν ὤτων διατεινόντων πόρων, αἴτιος γίνεται τῇ ἐν ἐκείνῳ αἰσθητικῇ ψυχῇ τῆς ἀντιλήψεώς τε καὶ κρίσεως τῶν ψόφων. συναισθά‐ νεται δὲ τὸ πρῶτον αἰσθητικὸν καὶ τοῦ διαστήματος μετροῦν αὐτὸ τῇ σφο‐ | |
20 | δρότητί τε καὶ τῇ ἀνέσει τῆς πληγῆς. εἰ μὲν γὰρ σφοδρὰ ἡ ἐν τῷ ἀέρι τῷ ἐν τοῖς ὠσὶν ἡ πληγὴ ὑπὸ τοῦ ἐκτὸς γίνοιτο, ὡς ἐγγύς που τῆς πλη‐ γῆς γεγονυίας συνῄσθετο, εἰ δὲ ἠρεμαία, ὡς πόρρω. καὶ ἔστιν ἡ τοῦ δια‐ στήματος ἀντίληψις τῇ ἀκοῇ γινομένη διὰ τῆς σφοδρᾶς ἢ ἠρεμαίας τοῦ ἐν τοῖς ὠσὶν ἀπειλημμένου ἀέρος πληγῆς. ὁμοίως δὲ τῇ ἀκοῇ καὶ τὴν ὄψιν | |
25 | ὑποληπτέον τοῦ διαστήματος ἀντιλαμβάνεσθαι. τὰ μὲν γὰρ ἐναργέστερον ὁρώμενα ἐγγυτέρω αὐτῇ εἶναι φαίνεται, τὰ δὲ ἀμαυρότερον πορρωτέρω. ὃ πάθος τῆς ὄψεως τηρήσαντες οἱ γραφεῖς τῶν ἐν τῷ αὐτῷ ἐπιπέδῳ σχη‐ μάτων τὰ μὲν ὡς ἐγγυτέρω ὄντα φαίνεσθαι παρασκευάζουσιν αὐτῇ, τὰ δ’ | |
ὡς πορρωτέρω τῇ τῶν χρωμάτων παρ’ ἄλληλα θέσει τῶν τε μᾶλλον κι‐ | 50 | |
de An.51 | νούντων καὶ τῶν ἧττον τὴν τοιαύτην ἀπάτην παρασκευάζοντες αὐτῇ· ἐπεὶ γὰρ τὰ ἐγγυτέρω ὄντα μᾶλλον ὁρᾷ τῶν ἀπὸ πλείονος διαστήματος, καὶ ἃ μᾶλλον ὁρᾷ ταῦτα ἐγγυτέρω εἶναι φαντάζεται πρὸς τὴν ἀντιστροφὴν οὐ προσηκόντως γινομένην ἀπατωμένη. | |
5 | Ὁμοίως δὲ ταύταις καὶ ἡ ὄσφρησις ἀντιλαμβάνοιτ’ ἂν τοῦ διαστήμα‐ τος. ἔστι δὲ ἡ ὄσφρησις ἀντίληψίς τε καὶ κρίσις τῶν ὀσφραντῶν. ὀσφραντὰ δὲ αἱ ὀσμαί. οὐχ ὁμοίως δὲ γνώριμα ἡμῖν τὰ ὀσφραντὰ τοῖς τε ἀκουστοῖς καὶ τοῖς ὁρατοῖς, καὶ πολὺ πλέον ἔτι τοῖς ἁπτοῖς τε καὶ γευστοῖς. τὸ δ’ αἴτιον, ὅτι μηδὲ τὴν αἴσθησιν ταύτην ἔχομεν ἀκριβῆ. φαυλότερον γὰρ | |
10 | πολλῶν ζῴων ἄνθρωπος ὀσμᾶται. μόνων γοῦν αἰσθάνεται τῶν λυπηρῶν τε καὶ ἡδέων ὀσμῶν οὐχ οὕτως ὁρῶν οὐδὲ ἀκούων. ἐπὶ γὰρ ἐκείνων οὐ τῶν ἡδέων τε καὶ λυπηρῶν μόνων ἡ ἀντίληψις. ἀκούομεν γὰρ καὶ ὁρῶμεν καὶ τὰ μήτε λυπηρὰ μήτε ἡδέα. ἔοικε μὲν γὰρ τὰ ὀσφραντὰ ὁμοίως ἔχειν τοῖς γευστοῖς, ὡς εἶναι τὰ εἴδη τῶν ὀσφραντῶν ἀνάλογον τοῖς τῶν χυμῶν | |
15 | εἴδεσιν. ἀπ’ ἐκείνων γάρ πως καὶ ἡ γένεσις αὐτοῖς, εἴ γέ ἐστιν ὁ μὲν χυμός, ὥς φησιν ἐν τῷ περὶ αἰσθήσεών τε καὶ αἰσθητῶν Ἀριστοτέλης, τὸ ἐν τῷ ὕδατι γινόμενον πάθος ὑπὸ τοῦ γεώδους ξηροῦ διά τινος θερμότητός τε καὶ πέψεως τῆς κατὰ δύναμιν γεύσεως μεταβλητικὸν εἰς ἐνέργειαν, ὀσφραν‐ τὸν δὲ τὸ ἐν τῷ ὑγρῷ γινόμενον πάθος ὑπὸ τῆς ἐγχύμου ξηρότητος. τὸ | |
20 | γὰρ δίοσμον πλυντικὸν ὂν καὶ ῥυπτικὸν ἐγχύμου ξηρότητος, ὅταν τοῦτο δέ‐ ξηται τὸ πάθος, ὀσφραντὸν κατ’ ἐνέργειαν γίνεται. ἀνάλογον μὲν οὖν διὰ τοῦτο τῷ χυμῷ τὸ ὀσφραντόν. διὸ καὶ ὡς τῶν χυμῶν οἱ μέν εἰσι γλυκεῖς, οἱ δὲ πικροί, καὶ οἱ μὲν λιπαροί, οἱ δὲ ἁλμυροί, καὶ πρὸς τούτοις οἱ μὲν αὐστηροί, οἱ δὲ ὀξεῖς, οἱ δὲ στρυφνοί, οἱ δὲ δριμεῖς, οὕτως δὲ καὶ αἱ τῶν | |
25 | ὀσφραντῶν ἔχουσι διαφοραί. ἀλλ’ ἐπεὶ τὴν μὲν γεῦσιν ἀκριβεστάτην αἴ‐ | |
σθησιν ἔχομεν, ὅτι καὶ τὴν ἁφήν (ἁφὴ γάρ τις καὶ ἡ γεῦσις· κατὰ γὰρ | 51 | |
de An.52 | τὴν ἁφὴν διαφερόντως ὁ ἄνθρωπος αἰσθητικός· τῷ γὰρ εὔκρατον μάλιστα εἶναι τὸ σῶμα αὐτῷ, διὰ τοῦτο γὰρ καὶ ἡ ἐντελέχειά τε καὶ ἡ τελειό‐ της αὐτοῦ, ὅπερ ἐστὶν ἡ ψυχή, τῶν ἄλλων ἁπάντων ζῴων ἀμείνων τε καὶ τελειοτέρα, τούτῳ καὶ τὴν ἁφὴν ἀκριβεστάτην ἔχει γινομένην σχεδὸν διὰ | |
5 | παντὸς τοῦ σώματος τοῦ τὴν προειρημένην εὐκρασίαν ἔχοντος· διὸ καὶ ση‐ μεῖον τοῖς ἀνθρώποις εὐφυΐας εἶναι δοκεῖ ἡ ἐκ φύσεως κατὰ τὴν ἁφὴν εὐ‐ αισθησία), κατὰ δὲ τὴν ὄσφρησιν ἀπολειπόμεθα τῆς ἀκριβείας. οὔτε γὰρ πάσας τῶν ὀσφρητῶν τὰς διαφορὰς γνωρίζομεν οὔτε ἀπὸ τῆς οἰκείας αὐτὰ διαφορᾶς ὀνομάζομεν, ἀλλὰ συνάπτοντες αὐτὰς τοῖς χυμοῖς τὰς μὲν τῶν | |
10 | γλυκέων χυμῶν ὀσμὰς καὶ αὐτὰς γλυκείας λέγομεν, τὰς δὲ τῶν δριμέων δριμείας. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ὥσπερ δὲ ἥ τε ἀκοὴ καὶ ἡ ὄψις οὐ μόνον ἡ μὲν τῶν ἀκουστῶν ἡ δὲ τῶν ὁρατῶν κριτικαί, ἀλλὰ καὶ τῶν ἀντικειμένων αὐταῖς στερήσεων (ἀκοῆς γὰρ τὸ ἀνήκουστον οὕτως κρῖναι καὶ ὄψεως τὸ ἀόρατον· τοῦ γὰρ σκότους οὐκ ἄλλη τις ἢ ὄψις ἐστὶ κριτική), | |
15 | οὕτως δὲ καὶ ἡ ὄσφρησις τοῦ τε ὀσφρητοῦ καὶ ἀνοσφρήτου τοῦ κατὰ στέ‐ ρησιν. πᾶσα γὰρ αἴσθησις κριτικὴ καὶ τῆς ἀντικειμένης τῷ αἰσθητῷ αὐ‐ τῷ στερήσεως· ἔχει δὲ καὶ τοῦτο ἡ ὄσφρησις παραπλήσιον τῇ τε ὄψει καὶ τῇ ἀκοῇ τὸ διὰ μέσου τε καὶ ἐκτὸς ὄντος γίνεσθαι ἀέρος ἢ ὕδατος, ἅ ἐστιν, ὥσπερ διαφανῆ καὶ δίηχα, οὕτως δὲ καὶ δίοσμα κατὰ δύναμίν τινα | |
20 | οἰκείαν οὖσαν ἐν αὐτοῖς ἑκάστῳ αὐτῶν διακονούμενα. καὶ γὰρ τὰ ἔνυδρα ὀσμῆς αἰσθάνεται· πόρρωθεν γοῦν ἐπὶ τὴν τροφὴν ἀπαντᾷ ὕποσμα γινό‐ μενα. γίνεται δὲ τοῖς μὲν ἀνθρώποις τε καὶ ὅλως τοῖς ἀναπνέουσιν διὰ τοῦ ἀναπνεῖν ἡ ὄσφρησις, διὰ τῆς ἀναπνοῆς ἀποκαλυπτομένου καὶ ἀνευ‐ ρυνομένου τοῦ τῆς ὀσφρήσεως ὀργάνου, τέως ἐπικεκαλυμμένου τε καὶ με‐ | |
25 | μυκότος, ὥσπερ ἐπὶ τῶν ὀφθαλμῶν γίνεται τοῖς ἔχουσι βλέφαρα. τοῖς δὲ | |
μὴ ἀναπνέουσιν οὐχ οὕτω γίνεται τῷ τοὺς ὀσφρητικοὺς πόρους ἔχειν αὐτὰ | 52 | |
de An.53 | ἀσκεπεῖς, ὡς ἐπὶ τῶν ὀφθαλμῶν ἔχει ἐν τοῖς σκληροφθάλμοις τῶν ζῴων. ὥσπερ δὲ χυμὸς ὑγροῦ ἐστι καὶ ἐν ὑγρῷ (οὐ γὰρ οἷόν τε ἀντίληψιν χυμοῦ γενέσθαι μὴ πρῶτον διυγρανθέντος τοῦ ἐν ᾧ ἐστιν εἰ ξηρὸν εἴη), οὕτως καὶ ἡ ὀσμὴ τοῦ ξηροῦ τε καὶ ἐν ξηρῷ. ἡ γὰρ φύσις ἡ τῶν ὀσμῶν δεκ‐ | |
5 | τική, ἣν δίοσμον καλοῦμεν, οὖσα ἐν ἀέρι τε καὶ ὕδατι, πλυντική τε καὶ ῥυπτική ἐστιν ἐγχύμου ξηρότητος, ἣν ἔγχυμον ξηρότητα δεξαμένη γίνεται κατ’ ἐνέργειαν ὀσφραντή, ὡς προείρηται. οὐδὲν γὰρ τῶν μὴ ἐγχύμων ὀσφραντόν. οὔτε γὰρ πῦρ οὔτε ἀὴρ οὔτε ὕδωρ οὔτε γῆ καθ’ αὑτὰ ὀσφραντά, ὅτι ἄχυμα. ἡ δὲ θάλαττα ὀσμὴν ἔχει. ἤδη γὰρ προσείληφεν | |
10 | χυμόν τινα καὶ ξηρότητα. καὶ οἱ μὲν λίθοι ἄοσμοι διότι ἄχυμοι. τὰ δὲ ξύλα ὀσμώδη, ὅτι καὶ ἔγχυμα. ὡς γὰρ ὁ χυμὸς γίνεται τῆς γεώδους ξηρότητος ἐναποπλυνομένης ἐν τῷ ὕδατι καὶ πεσσομένης διά τινος θερμό‐ τητος (αὕτη γὰρ γένεσις καὶ τῶν ἐν τοῖς καρποῖς χυμῶν ὡς ῥηθήσεται), οὕτως καὶ αἱ ὀσμαὶ γίνονται ἐν τῷ ἀέρι τε καὶ ὕδατι ἐναποπλυνομένης ἐν | |
15 | αὐτοῖς τῆς ἐγχύμου ξηρότητος καθό ἐστι δίοσμα. τὸ μὲν γὰρ γεῶδες ξη‐ ρὸν μηδέπω χυμὸν ἔχον ἐν αὐτῷ, μιγνύμενον καὶ ἐναποπλυνόμενόν πως τῷ ὕδατι διά τινος πέψεως τοὺς χυμοὺς ποιεῖ, τὰς δὲ ὀσμὰς οὐκέτι τὸ ἄχυμον ξηρὸν ποιεῖ, ἀλλὰ τὸ μεμιγμένον ἤδη τῷ ὕδατι καὶ χυμὸν ἔχον. ὅτι γὰρ αἱ ὀσμαὶ ὑπὸ τῆς ἐγχύμου ὑγρότητός τε καὶ ξηρότητος (ἄμφω γὰρ | |
20 | ἐν τῷ χυμῷ), δῆλον ἐκ τοῦ πάντα τὰ ὀσφραντὰ καὶ χυμὸν ἔχειν τινά. διὰ γοῦν τῆς ὀσφρήσεως πολλάκις καὶ τῶν σηπομένων καὶ τῶν προσκαιο‐ μένων χυμῶν καὶ τῶν εἰς ὀξύτητα μεταβαλλόντων τινὰς γνωρίζομεν, ὡς ἐκ τῶν χυμῶν τὴν γένεσιν τῶν ὀσφρητῶν ἐχόντων καὶ διὰ τοῦτο ἑπο‐ μένων τῇ ἐκείνων μεταβολῇ. διὸ εἴη ἂν ὀσφραντὸν τὸ ἐγγινόμενον ὑπὸ | |
25 | τοῦ ἐγχύμου ξηροῦ καθὸ τοιοῦτόν ἐστι πάθος ἐν τῷ ὑγρῷ. ἐπὶ πλέον δὲ εἴρηται περὶ τούτων ἐν τῷ περὶ αἰσθητῶν τε καὶ αἰσθήσεων. τὸ μὲν οὖν ὀσφραντὸν τοιοῦτον, ὀσφραντικὸν δέ ἐστιν τὸ δύναμιν ἔχον ψυχῆς, καθ’ ἣν δι’ ἀλλοιώσεώς τε καὶ ὁμοιώσεως τῷ ὀσφραντῷ ἀντιληπτικόν τε αὐτοῦ καὶ κριτικόν ἐστιν. | |
30 | Ἡ δὲ γευστικὴ αἴσθησίς τε καὶ δύναμίς ἐστι μὲν ἀντιληπτική τε καὶ | 53 |
de An.54 | κριτικὴ τῶν γευστῶν, ἅπερ εἰσὶν οἱ χυμοί, τὸ δὲ γευστὸν ἁπτόν τι, διὰ γὰρ ἁφῆς ἡ ἀντίληψις αὐτοῦ. διὸ οὐκ ἔστι διά τινος μεταξύ, ὄντος σώ‐ ματος ἄλλου παρὰ τὸ γευστικὸν καὶ τὸ γευστόν, ἡ γεῦσις γινομένη, διότι μηδὲ ἡ ἁφή. τὸ μὲν γὰρ γευστὸν χυμός, ὁ δὲ χυμὸς ὑγρόν, τὸ δὲ ὑγρὸν | |
5 | ἁπτόν (ἁφὴ γὰρ αἴσθησις ὑγροῦ), ὥστε τὸ γευστὸν ἁπτόν. ὑγρὸν δὲ ὁ χυμός, ὅτι ὕλη τῇ ποιότητι ταύτῃ τὸ ὑγρὸν ὕδωρ γίνεται. οὐδὲν γὰρ γευ‐ στὸν ἄνευ ὑγρότητος. τὸ γὰρ ὕδωρ ἄχυμον ὂν καθ’ αὑτό, πάσχον καθ’ ὃ ὑγρόν ἐστιν ὑπὸ τῆς ἐν τῇ γῇ ξηρότητος οὔσης ἐναντίας αὐτῷ, ὅταν ἐν αὐτῇ ᾖ καὶ δι’ αὐτῆς ῥέῃ, προσγινομένης τινὸς αὐτῷ διὰ θερμότητος | |
10 | πέψεως ἔγχυμον γίνεται. γένεσις γὰρ χυμοῦ ἡ τοῦ ὑγροῦ διὰ τοῦ γεώ‐ δους ξηροῦ διήθησις προσλαβοῦσα πέψιν τινὰ καὶ σύστασιν διά τινος θερ‐ μότητος. κατ’ ἰδίαν μὲν γὰρ ἑκάτερον αὐτῶν ἄχυμον, ὅτι καὶ πᾶν ἁπλοῦν σῶμα. ἡ δὲ κατὰ τὸν προειρημένον τρόπον μῖξις αὐτῶν γινομένη χυμῶν γεννητική. καὶ γὰρ οἱ ἐν τῇ γῇ δοκοῦντες εἶναι χυμοὶ κατὰ μῖξιν ὑγροῦ | |
15 | καὶ σύστασιν ὑπὸ θερμότητος γινομένην τὴν γένεσιν ἔχουσιν. εἰσὶ γὰρ ἐν τῇ γῇ ἐγκαταμεμιγμέναι καὶ ὑγρότητες καὶ θερμότητες. διὸ καὶ ὡρίσατο τὸν χυμὸν Ἀριστοτέλης πάθος τὸ ὑπὸ τοῦ ἐν τῇ γῇ ξηροῦ γινόμενον ἐν τῷ ὑγρῷ τῆς γεύσεως τῆς κατὰ δύναμιν ἀλλοιωτικὸν εἰς ἐνέργειαν. ἐπεὶ δὲ τὸ γευστὸν ὑγρόν, ἀνάγκη τὸ τῶν χυμῶν ἀντιληπτικὸν ὄργανον μήτε | |
20 | ἐντελεχείᾳ ὑγρὸν εἶναι μήτε ἀδύνατον ὑγραίνεσθαι, εἴ γε δι’ ὁμοιώσεως μὲν ἡ αἰσθητικὴ ἀντίληψις, ἡ δὲ ὁμοίωσις δι’ ἀλλοιώσεως, ἡ δὲ ἀλλοίωσις μεταβολή· τὸ γὰρ εἰς τὸ ὅμοιόν τινι μεταβάλλον ἐξ ἀνομοίου ποιεῖται τὴν μεταβολήν. τοιοῦτον δὲ ἡ γλῶττα· οὔτε γὰρ αὐτὴ καθ’ αὑτὴν ὑγρά (οὐ γὰρ ἂν ἔτι τῆς ἀλλοτρίας ὑγρότητος ᾐσθάνετο μὴ πάσχουσα ὑπ’ αὐτῆς | |
25 | δι’ ὁμοιότητα, μὴ αἰσθανομένη δὲ τοῦ ὑγροῦ οὐδ’ ἂν τοῦ ἐν αὐτῷ χυμοῦ | 54 |
de An.55 | ᾐσθάνετο, εἴ γε διὰ τῆς τοῦ ὑγροῦ ἀντιλήψεως ἡ τῶν ἐν αὐτῷ χυμῶν αἴσθησις γίνεται), οὔτ’ αὖ πάλιν ἐστὶ τοιαύτη, ὡς μὴ ῥᾳδίως ὑγραίνεσθαι. καὶ ἔστιν ὡς ἐπὶ τῶν κατὰ τὰς ἄλλας αἰσθήσεις αἰσθητηρίων τὸ αἰσθη‐ τήριον δυνάμει μὲν ὅμοιον τῷ αἰσθητῷ, ἐνεργείᾳ δὲ ἀνόμοιον, οὕτω δὲ καὶ | |
5 | τὸ τῆς γεύσεως ὄργανον ἡ γλῶττα. τὰ δὲ εἴδη τῶν χυμῶν, ἀφ’ ὧν κατὰ μεταφορὰν καὶ τὰ ἐπὶ τῶν ὀσφραντῶν ἐλέγετο, ὡς ἐπὶ τῶν χρωμάτων ἔχει. ὡς γὰρ ἐπ’ ἐκείνων ἁπλᾶ μὲν τὸ λευκὸν καὶ μέλαν, τὰ δ’ ἄλλα ἐκ τούτων μικτά, οὕτω δὲ καὶ ἐπὶ τῶν χυμῶν ἁπλοῦς μὲν ὁ γλυκὺς καὶ ὁ πικρός, ἐκ δὲ τῆς μίξεως τούτων ἐγγυτέρω μὲν τοῦ γλυκέος ὁ λιπαρός, τοῦ | |
10 | δὲ πικροῦ ὁ ἁλμυρός, μεταξὺ δὲ τούτων ἐκ τῆς τούτων πάλιν μίξεως ὅ τε δριμὺς καὶ αὐστηρὸς καὶ στρυφνὸς καὶ ὀξύς. τὸ μὲν οὖν γευστόν ἐστι τὸ ποιοῦν ἐντελεχείᾳ ὅμοιον αὐτῷ τὸ γευόμενον αὐτοῦ, γευστικὸν δὲ τὸ ἔχον δύναμιν ἀντιληπτικήν τε καὶ κριτικὴν τοῦ τοιούτου διὰ τῆς πρὸς αὐτὸ κατ’ ἀλλοίωσιν ὁμοιότητος. | |
15 | Λοιπὸς δὲ τοῦ περὶ αἰσθήσεων ὁ περὶ ἁφῆς λόγος. ἔστι δὲ καὶ ἡ ἁφὴ ἀντίληψίς τε καὶ κρίσις τῶν ἁπτῶν, ἣ γίνεται τοῦ τὴν ἁπτικὴν δύνα‐ μιν ἔχοντος ὁμοιουμένου τῷ ἁπτῷ. ἀμφισβήτησιν δὲ ἔχει, μήποτε οὐ μία αἴσθησίς ἐστιν ἡ ἁφή, ἀλλὰ πλείους καὶ τοσαῦται, ὅσαι καὶ αἱ ἁπταὶ ἐναντιώσεις. δοκεῖ γὰρ ἑκάστη αἴσθησις μιᾶς ἐναντιώσεως εἶναι κριτική, | |
20 | ὄψις μὲν λευκοῦ καὶ μέλανος καὶ τῶν τούτων μεταξύ, ἀκοὴ δὲ βαρέος καὶ ὀξέος καὶ γεῦσις πικροῦ καὶ γλυκέος. ἐν δὲ τοῖς ἁπτοῖς πλείους εἰσὶν ἐναντιώσεις· θερμότης γὰρ καὶ ψυχρότης καὶ ὑγρότης καὶ ξηρότης καὶ σκλη‐ ρότης καὶ μαλακότης καὶ λειότης καὶ τραχύτης καὶ βαρύτης καὶ κουφότης, ἐναντιώσεις ἕτεραί τε ἀλλήλων καὶ διαφέρουσαι, ὥστ’, εἰ καθ’ ἑκάστην | |
25 | ἐναντίωσίν ἐστί τις ἁφὴ ἰδίως ἐκείνης τῆς ἐναντιώσεως κριτική, εἶεν ἂν πλείους ἁφαί. ἢ ἔστι καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων εὑρεῖν πλειόνων ἐναντιώσεων τὴν αὐτὴν αἴσθησιν κριτικήν. ἐν γοῦν φωνῇ οὔσῃ ἀκουστῇ οὐ μόνον ἐστὶν ἐναντίωσις ὀξύτης καὶ βαρύτης, ἀλλὰ καὶ μέγεθος καὶ μι‐ | |
κρότης καὶ λειότης καὶ τραχύτης καί τινες ἄλλαι τοιαῦται, ὁμοίως δὲ καὶ | 55 | |
de An.56 | περὶ χρῶμα ἔστιν εὑρεῖν διαφορὰς τοιαύτας. ἢ οὐκ εἰσὶν αὗται αἱ ἐναν‐ τιώσεις, τὸ μέγεθος καὶ ἡ μικρότης καὶ ἡ λειότης καὶ ἡ τραχύτης, ἴδια αἰσθητὰ φωνῆς. κοινὰ γὰρ ταῦτα αἰσθητά. εἰ δὲ τοῦτο, μένοι ἂν τὸ ἠπορημένον, καὶ ἐκεῖνο δὲ διαφέρον ἔχει τὰ ἁπτὰ πρὸς τὰ ταῖς ἄλλαις | |
5 | αἰσθήσεσιν αἰσθητά, ὅτι ἐκείνων μὲν ἑκάστῃ ἕν τί ἐστι τὸ ὑποκείμενον οἰ‐ κεῖον ἔχον ὄνομα (τῇ μὲν γὰρ ἀκοῇ ψόφος τὸ ὑποκείμενον, τῇ δὲ ὄψει χρῶμα, χυμὸς δὲ γεύσει, ὀσφρήσει δὲ ὀσμή), τῇ δὲ ἁφῇ, ὅτι ἓν τὸ ὑπο‐ κείμενον, περὶ ὃ αἱ ἁπταί εἰσιν ἐναντιώσεις, οὐκ ἔστι δῆλον. οὐ γάρ ἐστι τὸ ἁπτὸν ὄνομα τοῦ ὑποκειμένου, ἀλλὰ τῆς σχέσεως, ὡς τὸ ὁρατόν, ὡς | |
10 | τὸ ἀκουστόν, ὀνόματα δὲ ἐκείνων μὲν τὸ χρῶμα καὶ ὁ ψόφος, τοῦ δὲ ἁπ‐ τοῦ οὐδέν ἐστιν ἓν ὄνομα οἰκεῖον. ἢ οὐδὲ ἐπὶ τῶν ὁρατῶν ἑνὶ οἷόν τε ὀνόματι περιλαβεῖν αὐτά, εἴ γέ ἐστιν ὁρατὰ χρώματα καὶ ὃ λόγῳ μέν ἐστιν εἰπεῖν, ἀνώνυμον δὲ τυγχάνει ὄν, ὡς εἴρηκεν Ἀριστοτέλης· τοιαῦτα γὰρ τὰ σκότους στίλβοντά τε καὶ ὁρώμενα. ἀπορήσαι δ’ ἄν τις καὶ τοῦτο περὶ τῆς | |
15 | ἁφῆς, πότερον ἡ σάρξ ἐστιν ἡ τῶν ἁπτῶν ἀντιλαμβανομένη καὶ τὴν ἁπτι‐ κὴν δύναμιν ἔχουσα ἐν αὐτῇ, ἢ ἐντός τί ἐστιν ἄλλο τὸ τῶν ἁπτῶν ἀντι‐ ληπτικόν; οὐ γὰρ ἱκανὸν σημεῖον τοῦ ἐν τῇ σαρκὶ εἶναι τὴν ἁπτικὴν δύ‐ ναμιν τὸ εὐθὺ τῷ ἅψασθαι τὸ ἁπτὸν τῆς σαρκὸς τὴν αἴσθησιν γίνεσθαι. καὶ γὰρ εἰ ὑμένα τις ἔξωθεν περιτείνειεν τῇ σαρκί, εὐθὺς ἂν ἁψαμένῳ ἡ | |
20 | αἴσθησις γίνοιτο, καίτοι οὐκ ὄντος τοῦ ὑμένος μέρους τῆς σαρκὸς οὐδὲ ἔχοντος δύναμιν ἀντιληπτικήν. ἔτι δ’ ἂν μᾶλλον εὐθὺς αἰσθανοίμεθα διὰ τοῦ ὑμένος, εἰ συμφυὴς ἡμῖν οὗτος ὁ ὑμὴν γένοιτο, ὥσπερ ἐστὶ καὶ ἡ σὰρξ | |
συμφυής. ὥστ’ οὐ δόξει ἱκανὸν σημεῖον εἶναι τοῦ εἶναι τὴν σάρκα τὴν | 56 | |
de An.57 | αἰσθανομένην τὸ εὐθὺς αὐτῇ ἁψαμένου τινὸς αἰσθάνεσθαι. μήποτ’ οὖν ἀληθέστερον μήτε ἐν τῇ σαρκὶ λέγειν τὴν αἴσθησιν εἶναι τὴν ἁπτικήν, μήτ’ αὖ μέσην οὕτως εἶναι τὴν σάρκα ὡς τὸν ἀέρα ἢ τὸ ὕδωρ, ἀλλ’ εἶναι τὴν μὲν σάρκα τὸ αἰσθητήριον ἀνάλογον οὖσαν τοῖς τε ὠσὶ καὶ τοῖς ὀφθαλ‐ | |
5 | μοῖς καὶ τῇ ῥινί, ἔνδον δὲ εἶναι τὸ τὴν αἰσθητικὴν δύναμιν ἔχον σῶμα τῶν ἁπτῶν, τὸ αὐτὸ κατὰ τὸ ὑποκείμενον ἐν πάσαις ὂν ταῖς αἰσθήσεσιν. ὥσπερ γὰρ ἐπ’ ἐκείνων ἡ αἴσθησις ἐγίνετο πάσχοντός τι ὑπὸ τοῦ αἰσθη‐ τηρίου 〈τοῦ〉 ἐν ᾧ πρώτῳ τὸ αἰσθητικόν, οὕτως δὲ καὶ ὑπὸ τῆς σαρκὸς πά‐ σχον τι τῶν ἐν ἡμῖν αἴτιον τῆς αἰσθήσεως γίνεται. ἀλλ’ ἡ μὲν σὰρξ ὑπὸ | |
10 | τοῦ αἰσθητοῦ πάσχει ἁπτομένου αὐτῆς, ὁ δὲ ὀφθαλμὸς οὐχ ἁπτόμενος αὐ‐ τὸς τοῦ αἰσθητοῦ πάσχει, ἀλλὰ διὰ τοῦ μεταξὺ διαφανοῦς. ὁμοίως δὲ καὶ τῶν ἄλλων αἰσθήσεων ἑκάστη. ἅμα δὲ τῷ τῆς σαρκὸς πάθει ἡ κατὰ τὴν ἁφὴν αἴσθησις, ὡς καὶ ἅμα τῷ τῶν ὀφθαλμῶν ὑπὸ τοῦ διαφανοῦς πάθει ἡ ὄψις. ἅμα γὰρ τῷ πάθει τῶν ὀργάνων ἡ αἴσθησις. οὐκ εἰ τῆς σαρ‐ | |
15 | κὸς δὲ παθούσης ὑπ’ αὐτοῦ τοῦ αἰσθητοῦ ἡ κατὰ τὴν ἁφὴν αἴσθησις, ἤδη γίνεται αὐτῷ τῷ αἰσθητικῷ ἐπιτιθέμενα τὰ ἁπτὰ ἐν τῇ αἰσθήσει. κεῖται γὰρ τὸ μὴ εἶναι ἐν τῇ σαρκὶ τὴν αἰσθητικὴν δύναμιν, ἀλλ’ εἶναι ταύτην ὄργανον, διαφέροι δ’ ἂν ὅτι ἐπὶ μὲν τῶν ἄλλων αἰσθήσεων οὐδὲ τοῖς αἰ‐ σθητικοῖς ὀργάνοις ἐπιτιθεμένων τῶν αἰσθητῶν ἡ αἴσθησις ἐγίνετο (ἐδεῖτο | |
20 | γάρ τινος ἄλλου μεταξύ), ἐπὶ δὲ τῆς ἁφῆς αὐτῷ μὲν τῷ αἰσθητικῷ οὐχ | 57 |
de An.58 | οἷόν τε ἐπιτίθεσθαι τὰ ἁπτά, τῷ μέντοι ὀργάνῳ τῇ σαρκὶ ἐπιτιθεμένων ἡ αἴσθησις γίνεται, ὅτι μηδενὸς ἥδε ἡ αἴσθησις ἐδεῖτο ἄλλου μεταξύ. ἢ ἐστί τι καὶ ἐπὶ τῆς ἁφῆς ἄλλο παρὰ τὴν σάρκα τὸ αἰσθητήριον, ἀνάλογον ὂν τῷ ὀφθαλμῷ τῷ τῆς ὄψεως αἰσθητηρίῳ; δοκεῖ γάρ τι τοιοῦτον ὑπ’ Ἀρι‐ | |
5 | στοτέλους λέγεσθαι. τοῦ δὲ τὸ μεταξύ, δι’ οὗ μέσου ἡ τῶν ἁπτῶν ἀντί‐ ληψις γίνεται, ἐπὶ μὲν τῆς ἁφῆς προσπεφυκέναι τῷ αἰσθανομένῳ (τοιοῦτον γὰρ ἡ σάρξ), ἐπὶ δὲ τῶν ἄλλων αἰσθήσεων ἐκτὸς εἶναι κεχωρισμένον, αἴτιον ἂν εἴη, ὅτι ἐπὶ μὲν ἐκείνων τὰ ἐκείναις αἰσθητὰ ταῖς αἰσθήσεσιν κινητικά ἐστι μεταξύ τινος κεχωρισμένου σώματος (αὐτοῖς γοῦν τοῖς αἰσθητηρίοις | |
10 | ἐπιτιθέμενα οὐκ ἔστιν αὐτῶν κινητικά, καίτοι συγγενῶν ὄντων τῶν αἰσθη‐ τηρίων τοῖς ἐκτός, δι’ ὧν ἡ ἀπὸ τῶν αἰσθητῶν κίνησις ἐν αὐτοῖς γίνεται), τὰ δὲ τῇ ἁφῇ αἰσθητὰ αὐτοῦ τοῦ αἰσθητηρίου τοῦ συμφυοῦς ἡμῖν ἐστι κινητικά. ταύτης δὲ τῆς διαφορᾶς πάλιν αἴτιον, ὅτι ἔδει μὲν τὰ τελειότερα τῶν ζῴων μὴ μόνων αἰσθάνεσθαι τῶν παρόντων τε καὶ ἁπτομένων αὐτῶν, | |
15 | ἀλλὰ καὶ τῶν ἀφεστώτων. τῶν μὲν οὖν παρόντων ἡ ἁφὴ ἀντιληπτική, τῶν δὲ ἀφεστώτων οὐκέτι δι’ ἁφῆς ἡ ἀντίληψις. παρῆν γὰρ ἂν καὶ ταῦτα. τὸ γὰρ ἅπτεσθαι παρόντων. διά τινος οὖν μεταξὺ ἡ ἀπὸ τούτων κίνησις. οὕτως γὰρ μόνως οἷόν τε ἦν τῶν μὴ παρόντων αἰσθάνεσθαι. ἔτι δὲ δι’ ὧν ἐκείνων αἱ αἰσθήσεις γίνονται ἀδύνατον ἐκ τούτων τὸ τοῦ ζῴου σῶμα | |
20 | συνεστάναι. δι’ ἁπλῶν γὰρ αἱ ἐκείνων ἀντιλήψεις. ἢ γὰρ δι’ ὕδατος ἢ δι’ ἀέρος, καὶ οὐχ οἷόν τε ἄλλως, ὡς ἐν τῷ περὶ αἰσθήσεώς τε καὶ αἰσθη‐ τῶν δέδεικται. οὔτε δὲ ἐξ ἀέρος οὔτε ἐξ ὕδατος οἷόν τέ τι ζῷον εἶναι· στερεὸν γὰρ τὸ τοῦ ζῴου σῶμα καὶ μικτὸν καὶ τοιοῦτον ὁποῖόν ἐστιν ἡ σὰρξ ἢ τὸ ἀνάλογον τῇ σαρκί. ἡ δὲ τῶν ἁπτῶν ἀντίληψις διὰ τοιούτου | |
25 | σώματος γίνεται. ἁπταὶ μὲν οὖν εἰσιν αἱ τῶν σωμάτων ᾗ σώματα δια‐ φοραί. αὗται δέ εἰσι ξηρότητες καὶ ὑγρότητες, θερμότητες, ψυχρότητες. ταύταις γὰρ ὁρίζεται τὰ πρῶτα σώματα. καὶ αἱ ἄλλαι δὲ αἱ ἁπταὶ ἐναν‐ | |
τιώσεις εἰς πρώτας ταύτας ἂν ἀνάγοιντο, ὡς ἐν τοῖς περὶ γενέσεως καὶ φθο‐ | 58 | |
de An.59 | ρᾶς Ἀριστοτέλης ἔδειξεν. τὸ δ’ αἰσθητήριον αὐτῶν, ἐν ᾧ ἡ δύναμις αὕτη, τὸ μόριόν ἐστιν, ὃ τῷ τὴν τοιαύτην ἔχειν δύναμιν οἷόν τέ ἐστι διὰ τοῦ ὁμοιοῦσθαι αὐτοῖς τὴν ἀντίληψιν αὐτῶν ποιεῖσθαι. ἐπεὶ δὲ διὰ τοῦ πά‐ σχειν καὶ ἡ ἁφή, ἀπαθὲς δὲ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου, δεῖ δέ τινας τῶν | |
5 | ἁπτῶν ἐναντιώσεων ἔχειν τὸ ἁπτικὸν σῶμα ὄν γε σῶμα, τῶν μὲν ὁμοίως ἐχόντων αὐτῷ τῶν ἁπτῶν τινας ἐναντιώσεων οὐκ αἰσθάνεται, τῶν δὲ ἐλλει‐ πόντων ἢ ὑπερβαλλόντων. ἤδη γὰρ ὑπὸ τούτων ὡς ὑπὸ ἀνομοίων πείσε‐ ταί τε καὶ ἀλλοιωθήσεται. διὸ καὶ εὐλόγως ἄν τις μεσότητα τὴν αἴσθησιν λέγοι τῆς ἐν τοῖς αἰσθητοῖς ἐναντιώσεως· τὸ γὰρ μέσον ἑκατέρου τῶν | |
10 | ἄκρων κριτικὸν γινόμενον πρὸς ἑκάτερον αὐτῶν τὸ ἕτερον τῶν ἄκρων καὶ ἐναντίον, καὶ διὰ τοῦτο μεταβάλλον εἰς αὐτό. εἰς γὰρ τὰ ἐναντία ἡ μετα‐ βολή. ἐπὶ μὲν οὖν τῆς ἁφῆς τοῦτο ἀναγκαῖον, ἐπὶ δὲ τῶν ἄλλων οὐχ ὁμοίως τῷ μηκέτι τὰ ἐκείνων αἰσθητήρια ἐξ ἀνάγκης ἔχειν ἐν τῇ οὐσίᾳ τούτων τι, ὧν ἐστι διακονητικά τε καὶ μηνυτικά. οὔτε γὰρ τὴν κόρην | |
15 | ὕδατος οὖσαν ἀναγκαῖον ἔχειν οἰκεῖόν τι χρῶμα, οὔτε τὴν ἀκοὴν ἀέρος πάλιν οὖσαν ἀναγκαῖον εἶναι μετὰ ψόφου, ἀλλ’ οὐδὲ τὴν ὄσφρησιν ἀνάγκη σύμφυτον ἔχειν ὀσμήν τινα. εἰ δὲ καὶ αὗται ἔχοιέν τινα ἐν αὐταῖς ὧν ἀντιλαμβάνονται, εἶεν ἂν μεσότητες καὶ αὗται ὁμοίως τῇ ἁφῇ. τῶν μὲν γὰρ ὁμοίων οἷς ἔχουσιν οὐκ ἀντιλήψονται, ἀντιλήψονται δὲ τῶν ὑπερβολῶν | |
20 | τε αὐτῶν καὶ ἐνδειῶν. τῶν δὲ αἰσθήσεων ἀναγκαιοτάτη ἡ ἁφή τε καὶ γεῦσις. οὐ γὰρ οἷόν τε ἄνευ τούτων ζῷον εἶναι. αἱ δ’ ἄλλαι οὐχ οὕτως εἰς τὸ εἶναι ὡς εἰς τὸ πῶς εἶναι συντελοῦσι τοῖς ἔχουσιν αὐτάς. δῆλον δὲ ἔκ τε τοῦ πολλὰ τῶν ζῴων μὴ ἔχειν τούτων τινὰ τῶν αἰσθήσεων, καὶ | |
ἐκ τοῦ καὶ τὰ ἔχοντα αὐτὰς στερηθέντα αὐτῶν ζῆν δύνασθαι. | 59 | |
de An.60 | Τίς μὲν οὖν ἐστιν ἑκάστη τῶν πέντε αἰσθήσεων, καὶ τίνος ἑκάστη, καὶ πῶς ἡ καθ’ ἑκάστην αὐτῶν τοῦ οἰκείου αἰσθητοῦ ἀντίληψίς τε καὶ κρίσις γίνεται, εἴρηται τύπῳ· καθόλου δὲ συλλαβόντι περὶ αἰσθήσεως ἀλη‐ θές ἐστιν εἰπεῖν τὸ εἶναι αὐτὴν δύναμιν ψυχῆς δι’ αἰσθητηρίων τινῶν δεκ‐ | |
5 | τικήν τε καὶ κριτικὴν τῶν αἰσθητῶν εἰδῶν χωρὶς τῆς ὑποκειμένης αὐτοῖς ὕλης. τὸ δὲ πρῶτον αἰσθητήριον, ἐν ᾧ ἡ τοιαύτη δύναμις τῆς ψυχῆς, σῶμα μέν ἐστιν, οὐ μὴν καθὸ σῶμα αἰσθητικόν, ἀλλὰ κατὰ τὴν δύναμιν ἣν ἔχει. ἡ γὰρ αἴσθησις οὐ τὸ μέγεθος, ἀλλὰ ὁ λόγος καὶ τὸ εἶδος τοῦ μεγέθους τοῦ τοιούτου. αἱ δὲ τῶν αἰσθητῶν ὑπερβολαὶ φθείρουσι τὰς | |
10 | αἰσθήσεις· διὸ φθείρουσι τὴν συμμετρίαν τοῦ σώματος, οὗ αἱ αἰσθητικαὶ δυνάμεις εἴδη. φθειρομένης δὲ τῆς ἐν ἐκείνῳ συμμετρίας, φθείρεται καὶ τὸ εἶδος τὸ ἐπ’ αὐτῇ. φθείρεται δὲ καὶ ἡ συμμετρία αὐτῶν ὑπὸ τῆς σφοδροτέρας κινήσεως, ὥσπερ καὶ ἡ τῶν χορδῶν ἁρμονία ὑπὸ τῆς βιαιο‐ τέρας πληγῆς τε καὶ κινήσεως. ἑκάστη μὲν οὖν αἴσθησις τοῦ ὑποκειμένου | |
15 | αὐτῇ αἰσθητοῦ ἐστιν αἴσθησις, οὖσα ἐν τῷ αἰσθητηρίῳ οὐχ ᾗ σῶμα ἐκεῖνο, ἀλλ’ ᾗ ἔχει τὴν τοιάνδε δύναμιν, ὡς εἶπον, καὶ κρίνει τὰς τοῦ ὑποκειμένου αὐτῇ αἰσθητοῦ διαφοράς. οὐ γὰρ ἄλλη τις κριτικὴ τῶν ἐν χρώμασι δια‐ φορῶν παρὰ τὴν ὄψιν, οὐδὲ ἄλλη τῶν ἐν ψόφοις παρὰ τὴν ἀκοήν, ὁ δ’ αὐτὸς καὶ ἐπὶ τῶν ἄλλων λόγος. ἐπεὶ δὲ καὶ τὰ ταῖς διαφερούσαις αἰ‐ | |
20 | σθήσεσιν αἰσθητὰ κρίνομεν πρὸς ἄλληλα καὶ τῶν διαφορῶν αὐτῶν αἰσθα‐ νόμεθα (τίνι γὰρ γλυκὺ λευκοῦ διαφέρει, αἰσθήσεως κρῖναι, αἰσθητὰ γὰρ ἄμφω), ἐπιζητήσαι τις ἄν, τί ποτέ ἐστι τὸ τὰς τούτων κρῖνον διαφοράς. οὔτε γὰρ κεχωρισμένα ἔσται τὰ κρίνοντα τὰς τῶν ταῖς διαφερούσαις αἰ‐ σθήσεσιν αἰσθητῶν διαφοράς (ἀμφότερα γὰρ ἑνί τινι εἶναι δεῖ δῆλα· οὕτως | |
25 | γὰρ εἴσεταί τις ὅτι ἕτερον τὸ γλυκὺ τοῦ λευκοῦ, ὅμοιον γὰρ τὸ λέγειν κεχωρισμένα καὶ διαφέροντα εἶναι τὰ αἰσθανόμενα αὐτῶν ἑκάστου καὶ τὰς | |
οἰκείας ἑκάστου αὐτῶν γνωρίζοντα διαφορὰς τῷ λέγειν· εἰ δύο ὄντων τῶν | 60 | |
de An.61 | αἰσθητῶν τοῦ μὲν σὺ αἴσθοιο, τοῦ δὲ ἐγώ, γνωρίζειν ἑκάτερον ἡμῶν τὴν διαφορὰν οὗ αὐτὸς ᾔσθετο πρὸς τὴν τοῦ οὗ οὐκ αὐτός, ἀλλ’ ἕτερος ᾔσθετο· δεῖ γὰρ ἕν τι εἶναι τὸ λέγον τόδε τοῦδε ἕτερον εἶναι. καὶ γὰρ τὴν τῶν αἰσθητῶν πρὸς τὰ νοητὰ διαφορὰν τὸ κρῖνον ἕν· ὁ γὰρ νοῦς· πάντα γὰρ | |
5 | οὗτος νοεῖ καὶ κρίνει, ἐν τίνι ἑκάστῳ τῶν ὄντων τὸ εἶναι. ὡς μὲν γὰρ αἰσθητῶν τῶν αἰσθητῶν τὰς διαφορὰς αἰσθήσεως κρῖναι, τὴν δὲ κατὰ τὴν οὐσίαν αὐτῶν διαφορὰν πρὸς ἄλληλά τε καὶ τὰ τῇ αὑτῶν φύσει νοητὰ ὁ νοῶν αὐτὰ νοῦς κρίνει), οὔτε οὖν ὑπὸ κεχωρισμένων καὶ διαφερουσῶν αἰ‐ σθήσεων οἷόν τε τὰς τῶν ἀνομοειδῶν αἰσθητῶν κρίνεσθαι διαφοράς. ἀλλ’ | |
10 | οὐδὲ ἐν διαφέροντι χρόνῳ οἷόν τε τὰς διαφορὰς αὐτῶν γνωρίζεσθαι, ὡς νῦν μὲν γνωρίζειν ὅτι ἕτερον τὸ γλυκὺ τοῦ λευκοῦ, αἰσθανόμενον νῦν τοῦ γλυ‐ κέος, μετὰ ταῦτα δὲ ὅτι τὸ λευκὸν τοῦ γλυκέος, πάλιν αἰσθανόμενον τότε τοῦ λευκοῦ, ὡς εἶναι τὸ αὐτὸ μὲν τῶν διαφερόντων αἰσθητῶν ἀντιληπτικόν, τοῦ τε γλυκέος καὶ τοῦ λευκοῦ, οὐχ ἅμα δέ, ἀλλ’ ἐν μέρει. ὡς γὰρ ἕν | |
15 | τι δεῖ εἶναι τὸ λέγον ἕτερα εἶναι τὸ γλυκὺ καὶ λευκόν, οὕτως καὶ ὅτε τὸ ἕτερον τοῦ ἑτέρου διαφέρειν λέγοι, τότε καὶ τὸ ἕτερον τοῦ ἑτέρου, καὶ οὐ λέγειν μόνον ὅτι διαφέρει ταῦτα ἀλλήλων, ἀλλὰ καὶ ὅτι νῦν διαφέρει· νῦν γὰρ λέγει, ὅτι νῦν διαφέρει. τὸ γὰρ λέγειν ἐστὶν αὐτῷ τὸ αἰσθάνεσθαι. ἀλλ’ εἰ τοῦτο, καὶ ἅμα αὐτῶν αἰσθήσεται καὶ ἐν τῷ αὐτῷ χρόνῳ. ἀλλὰ | |
20 | μὴν ἀδύνατον δοκεῖ τὸ αὐτό τι ὂν κατ’ ἀριθμὸν ἐν τῷ αὐτῷ καὶ ἀδιαι‐ ρέτῳ χρόνῳ πλείους τε καὶ διαφερούσας, ἔτι τε ἐναντίας κινήσεις κινεῖσθαι καὶ ἅμα πλείοσιν ὁμοιοῦσθαι. τοῦτο δ’ ἂν γίνοιτο, εἰ οὕτως μὲν ἡ αἴ‐ σθησις ὡς προείρηται γίνεται, αἱ δ’ ἀπὸ τῶν ἐναντίων αἰσθητῶν γινόμεναι κινήσεις ἐναντίαι· γίνεται τε οὕτως οὐ μόνον ἄπορον τὸ τῶν διαφερόντων | |
25 | κατ’ εἶδος αἰσθητῶν μίαν εἶναι κριτικὴν αἴσθησιν, ἀλλὰ καὶ πολὺ πρότερον ἐπὶ τῶν μιᾷ αἰσθήσει ὑποκειμένων, οἷον ἐν χρώμασιν, ὧν ἡ ὄψις ἀντι‐ ληπτική, πῶς ἡ ὄψις δυνήσεται τὰς τοῦ λευκοῦ τε καὶ μέλανος γνωρίζειν διαφοράς, εἴ γε δεῖ μὲν αὐτὴν ἅμα αὐτῶν ποιεῖσθαι τὴν ἀντίληψιν, ἡ δὲ ἀντίληψις διὰ τῆς πρὸς τὰ αἰσθητὰ ὁμοιώσεως, ἀδύνατον δὲ ἅμα τὸ αὐτὸ | |
30 | τοῖς ἐναντίοις ὁμοιοῦσθαι; ἢ εἰ μὲν οὕτως κινοῖτο, ὡς πάσχειν τε καὶ δέ‐ | |
χεσθαι τὸ λευκὸν καὶ τὸ μέλαν, ἅμα ἂν ἀναλαμβάνοι τὰ ἐναντία, ὅ ἐστιν | 61 | |
de An.62 | ἀδύνατον, εἰ δ’ ἄλλος ὁ τρόπος τῆς ὑπὸ τῶν αἰσθητῶν κινήσεως τῇ αἰ‐ σθήσει καὶ οὐχ ὡς ὕλη τῶν αἰσθητῶν τὰ πάθη δέχεται τὰ αἰσθητήρια, οὐκέτ’ ἂν ὁμοίως ἄπορον εἴη. ὅτι γὰρ οὐχ ὡς ὕλη δέχεται τὰ πάθη ἡ ὄψις ἐναργές. ὁρῶμεν γὰρ ὅτι οὐ γίνεται ἡ ὄψις μέλαινα καὶ λευκή, ὅταν | |
5 | ἐκείνων αἰσθάνηται. ἀλλ’ οὐδὲ ὁ πεφωτισμένος ἀήρ, καίτοι διακονούμενος τῇ ὄψει πρὸς τὴν ἀντίληψιν τῶν χρωμάτων διὰ τοῦ αὐτὸς ὑπ’ αὐτῶν πρῶ‐ τος κινεῖσθαι καὶ μέλας αὐτὸς ἢ λευκὸς γίνεσθαι τοῦτο ποιεῖ. οὐδὲν γοῦν κωλύει διὰ τοῦ αὐτοῦ τὸν μὲν μέλανος ἀντιλαμβάνεσθαι τὸν δὲ λευκοῦ, ὅταν κειμένων τοῦ τε λευκοῦ καὶ τοῦ μέλανος ἐπ’ εὐθείας τῶν ὁρώντων | |
10 | αὐτὰ μὴ τὸ κατ’ αὐτὸν ἑκάτερος αὐτῶν κείμενον χρῶμα βλέπῃ, ἀλλὰ τὸ κατὰ τὸν ἕτερον. ἀλλ’ οὐδ’ εἰ μέλας καὶ λευκὸς ἀλλήλους ὁρῷεν, κεκώ‐ λυται ὁ μεταξὺ ἀὴρ ἀμφοτέροις αὐτοῖς ἅμα διακονεῖσθαι τῷ μὴ παθητι‐ κῶς μηδὲ ὡς ὕλη γινόμενος αὐτῶν ὑπ’ αὐτῶν κινεῖσθαι. οὐδὲ τὰ ἐν τοῖς κατόπτροις δὲ ἢ ἐν τοῖς ὕδασιν ἐμφαινόμενα χρώματα τοιαῦτα αὐτὰ ποιεῖ | |
15 | ὁποῖά ἐστιν αὐτά. συμπαύεται γοῦν ἑκάστου τούτων ἡ ἀπὸ τοῦ αἰσθητοῦ κίνησις ἐν αὐτοῖς γινομένη, ὅταν μηκέτι ᾖ παρὸν τὸ αἰσθητόν. εἰ δὴ καὶ ἐπὶ τῶν αἰσθητηρίων οὕτως γίνοιτο τὰ πάθη ἐν τῷ τὴν αἴσθησιν ἔχοντι σώματι, δυνήσεται κατὰ τὴν πάροδον αὐτῶν ἡ δύναμις ἡ αἰσθητικὴ πάν‐ των μὲν τῶν αἰσθητῶν ἀντιλαμβανομένη, οὐ μὴν πάντων διὰ τῶν αὐτῶν | |
20 | ὀργάνων, ἣν καὶ κοινὴν αἴσθησιν καλοῦσιν, κρίνειν τε ἕκαστον αὐτῶν καὶ γνωρίζειν αὐτῶν τὰς πρὸς ἄλληλα διαφορὰς μὴ ἐν διῃρημένῳ χρόνῳ, | |
ἀλλὰ ἐν ἑνί τε καὶ συνεχεῖ. ἔτι δοκεῖ τὸ μετὰ ψυχικῆς δυνάμεως οὕτως | 62 | |
de An.63 | κινούμενον σώζειν τι καὶ ἀπελθόντος τοῦ αἰσθητοῦ ἴχνος τῆς ἀπ’ αὐτοῦ κινήσεως διὰ τῆς φαντασίας καίτοι μηκέτι τοῦ αἰσθητοῦ παρόντος. οἱ γοῦν τῶν σφόδρα λευκῶν αἰσθανόμενοι ἔχουσί τινα ἐγκαταλείμματα ἐν τῇ ὄψει τῆς ἀπ’ αὐτῶν κινήσεως καίτοι μηκέτ’ ἐκείνων παρόντων· οὐ γὰρ ἡ αὐτὴ | |
5 | κίνησις ἀπὸ τῶν αἰσθητῶν τοῖς τε ἀψύχοις καὶ τοῖς ἐμψύχοις σώμασιν. ἢ δυνήσεται οὕτως ἡ κοινὴ αἴσθησις ἅμα τὰς διαφορὰς γνωρίζειν τῶν δια‐ φόρων αἰσθητῶν, εἰ πῇ μὲν ἓν εἴη τὸ αἰσθητικόν, πῇ δὲ πλείω τε καὶ διαιρούμενον. ὡς γὰρ ἐπὶ κύκλου αἱ ἀπὸ τῆς περιφερείας αὐτοῦ ἐπὶ τὸ κέντρον ἐπιζευγνύμεναι οὖσαι πολλαὶ πᾶσαι κατὰ τὸ πέρας εἰσὶν αἱ αὐταὶ | |
10 | τῷ τά τε πέρατα αὐτῶν ἐφαρμόζειν τῷ τοῦ κύκλου κέντρῳ καὶ ἔστι τὸ πέρας τοῦτο ἕν τε καὶ πολλά, καθόσον μὲν πολλῶν ἐστι καὶ διαφερόντων πέρας, πολλά, καθόσον δὲ πάντα ἀλλήλοις ἐφήρμοσεν, ἕν, οὕτως ἔχειν ὑπο‐ ληπτέον καὶ τὴν κοινὴν αἴσθησιν τὸ ἕν τε καὶ πολλά. τῷ μὲν γὰρ ἑκά‐ στης τῶν διὰ τῶν αἰσθητηρίων γινομένων κινήσεων ἀπὸ τῶν αἰσθητῶν | |
15 | ἐν τῷ ἐσχάτῳ αἰσθητηρίῳ πέρας εἶναι τὴν αἰσθητικὴν δύναμιν (μέχρι γὰρ ἐκείνου καὶ ἐπ’ ἐκεῖνο ἡ ἀπὸ τῶν αἰσθητῶν διὰ τῶν αἰσθητηρίων διάδοσις) πολλὰ ἔσται, πολλῶν καὶ διαφόρων κινήσεων γινομένη πέρας, τῷ δὲ δύ‐ ναμις ἀσώματος εἶναι ὁμοίως ἡ αὐτὴ παντός τε οὖσα τοῦ ἐσχάτου αἰσθη‐ τηρίου καὶ ἑκάστου μέρους αὐτοῦ, ἀδιαίρετός τε ἔσται καὶ μία. ἓν δὴ καὶ | |
20 | οὐχ ἓν ἡ δύναμις ἡ αἰσθητική. ᾗ μὲν οὖν οὐχ ἕν, ἀλλὰ πλείω, ταύτῃ καὶ πλειόνων ἅμα αἰσθήσεται καὶ διαφερόντων τῷ καθ’ ἕκαστον μέρος τοῦ αἰσθητηρίου πάσχοντος αἰσθάνεσθαι τοῦ πάθους διὰ τὸ εἶναι δύναμίς τε καὶ πέρας ἑκάστου, ᾗ δὲ πάντα τὰ πέρατα ἕν τί ἐστιν καὶ ταὐτόν (ᾧ γὰρ τὸ τῆς ἀφ’ ἑνὸς αἰσθητηρίου γινομένης κινήσεως ἐφαρμόζει πέρατι, τούτῳ | |
25 | καὶ τὰ τῶν ἄλλων ὁμοίως), ταύτῃ δὲ ὡς ἑνὶ τὰς πάντων αὐτῶν κρίνει δια‐ φοράς, ὅταν ἅμα αἱ ἀπ’ αὐτῶν κινήσεις γένωνται, οὕτως τε δυνήσεται ἕν τι ὂν καὶ ἀδιαίρετον ἐν ἀδιαιρέτῳ τε καὶ συνεχεῖ χρόνῳ γνωρίζειν τὰς τῶν | |
ἀνομογενῶν αἰσθητῶν διαφοράς. ὡς δὲ ἐπὶ τῶν ἀνομογενῶν αἰσθητῶν οὕ‐ | 63 | |
de An.64 | τως ἅμα τὰ διαφέροντα κρίνει τῷ ἅμα αὐτὴν ἔχειν τὰ πάντων εἴδη πέρας οὖσαν τῶν αἰσθητηρίων τῶν τὰ ἀπὸ τῶν αἰσθητῶν πάθη διαγγελλόντων αὐτῇ, οὕτως κρίνει καὶ τὰς τῶν ἐναντίων διαφοράς, ὧν ἡ αἴσθησις γίνεται δι’ ἑνὸς αἰσθητηρίου. καὶ γὰρ ἐπὶ τούτων τὸ αἰσθητήριον ἔσται κατ’ ἄλλο | |
5 | καὶ ἄλλο μέρος αὐτοῦ ἅμα τὰ πάθη τῶν ἐναντίων αἰσθητῶν δεχόμενον, ἐπεὶ μὴ οἷόν τε ἅμα τὰ ἐναντία ἐν τῷ αὐτῷ γενέσθαι πάθη. πάσχοντος δὲ τούτου κατὰ διαφέροντα μόρια ὑπὸ τῶν ἐναντίων αἰσθητῶν καὶ ὡς πά‐ σχει οὕτως διαδιδόντος ἐπὶ τὸ ἔσχατον αἰσθητήριον τὰ πάθη κἀκείνου παρα‐ πλησίως κατὰ μόρια παθόντος, ἡ δύναμις ἡ αὐτὴ καὶ μία οὖσα ἐκ παντός | |
10 | τε τοῦ αἰσθητηρίου καὶ ἑκάστου τῶν μερῶν αὐτοῦ ἅμα αἰσθάνεταί τε καὶ κρίνει τὰ ἐναντία. οὐ γὰρ ὥσπερ ἐπὶ τοῦ πάσχειν ἀδύνατον συνυπάρξαι τῷ αὐτῷ τὰ ἐναντία, οὕτως δὲ ἔχει καὶ ἐπὶ τῆς κρίσεως αὐτῶν. οὐ γὰρ ἐναντία κρίσις ἡ περὶ τῶν ἐναντίων κρίνουσα τὰ ἐναντία, ἦν δὲ ἀδύνατον τὰ ἐναντία ἅμα περὶ τῷ αὐτῷ γενέσθαι. ἐν κρίσει γὰρ ἐναντία οὐ τὸ τὰ | |
15 | ἐναντία ἐναντία λέγειν, ἀλλὰ τὸ τὸ αὐτὸ ἅμα εἶναι τἀναντία. διὸ τοῦτο μὲν ἀδύνατον συνυπάρξαι τῷ κρίνοντι ὡς ἅμα ταὐτὸν εἰπεῖν λευκόν τε καὶ μέλαν, τὸ δὲ τὰ ἐναντία κρῖναι ὅτι ἐναντία οὐκ ἀδύνατον. κρίνει δὴ ἡ δύναμις ἡ αἰσθητικὴ ἅμα τὰ ἐναντία ὅτι ἐναντία, τοῦ ἐσχάτου αἰσθητηρίου οὗ δύναμίς ἐστιν αὐτὴ κατὰ διαφέροντα μόρια πάσχοντός τε καὶ τὰ εἴδη | |
20 | τῶν ἐναντίων αἰσθητῶν διαγγέλλοντος αὐτῇ. ἡ γὰρ αὐτὴ δύναμις ἂν μὲν κατὰ ἕν τι αἰσθητὸν καὶ ἀφ’ ἑνὸς τὸ αἰσθητήριον πάθῃ, τοῦτο κρίνει, ἂν | |
δὲ κατὰ πλείω, ταῦτα. ὧν γὰρ ἅμα τὸ αἰσθητήριον τὰ εἴδη λαμβάνει, | 64 | |
de An.65 | τούτων ἅμα τὰς κρίσεις ἐκείνη ποιεῖται· πῶς δὲ οἷόν τε ἅμα τὸ αἰσθη‐ τήριον τά τε διαφέροντα εἴδη λαμβάνειν καὶ τὰ ἐναντία, προείρηται. τῇ κοινῇ δὲ αἰσθήσει ταύτῃ καὶ ὁρώντων αὑτῶν αἰσθανόμεθα καὶ ἀκουόντων καὶ καθ’ ἑκάστην αἴσθησιν αἰσθανομένων. ὁ γὰρ ὁρῶν αἰσθάνεται αὑτοῦ | |
5 | ὁρῶντος καὶ ἀκούων ἀκούοντος. οὐ γὰρ δὴ ἄλλῃ τινὶ δυνάμει παρὰ τὴν 〈κοινὴν〉 αἴσθησιν αὑτῶν αἰσθανομένων αἰσθανόμεθα. οὐ γὰρ ὁρῶμεν ὅτι ὁρῶμεν οὐδὲ ἀκούομεν ὅτι ἀκούομεν. οὔτε γὰρ τὸ ὁρᾶν ὁρατὸν οὔτε τὸ ἀκούειν ἀκουστόν, ἀλλ’ ἔστιν αὕτη ἡ ἐνέργεια τῆς πρώτης τε καὶ κυρίας αἰσθήσεως καὶ κοινῆς λεγομένης, καθ’ ἣν γίνεται συναίσθησις τοῖς αἰσθα‐ | |
10 | νομένοις τοῦ αἰσθάνεσθαι. καὶ τῶν κοινῶν δὲ καλουμένων αἰσθητῶν διὰ ταύτης ἡ ἀντίληψις. συναναφέρεται μὲν γὰρ ἕκαστον αὐτῶν τοῖς ἰδίοις ἑκάστης αἰσθήσεως αἰσθητοῖς διὰ τῶν οἰκείων αὐτοῖς ὀργάνων. κινεῖται γὰρ ἡ ὄψις ὑπὸ χρώματος ὄντος μετὰ μεγέθους, μετὰ σχήματος, μετὰ ἠρε‐ μίας ἢ κινήσεως, μετὰ ἀριθμοῦ, μετὰ ἀποστήματος· μεθ’ ὧν οὖν ὂν τὸ | |
15 | χρῶμα ἐκίνησεν αὐτήν, καὶ τὰς ἀπὸ τούτων κινήσεις συναναφέρει τοῖς χρώ‐ μασιν. οὐ μὴν ἡ τῶν χρωμάτων κριτικὴ δύναμις καὶ περὶ τῶνδε κρίνει, ἀλλ’ ἔστι καὶ ἡ τούτων κρίσις τῆς κοινῆς ἔργον αἰσθήσεως· ὅτι γὰρ οὐχ ἡ ὄψις, δῆλον ἐκ τοῦ μὴ μόνον αὐτὰ τοῖς χρώμασιν παρυφίστασθαι, ἀλλὰ καὶ τοῖς ψόφοις καὶ τοῖς ταῖς ἄλλαις αἰσθήσεσιν αἰσθητοῖς. διὸ ἐλέγχεται | |
20 | οὔτε ὁρατὰ ὄντα οὔτε ἀκουστὰ οὔτε τινὸς τῶν ἄλλων αἰσθήσεων τῶν ταύ‐ | |
ταις ἀντιδιῃρημένων ἴδια αἰσθητά. τὸ δὲ εἶναι μόνας τὰς πέντε αἰσθήσεις, | 65 | |
de An.66 | περὶ ὧν προειρήκαμεν, καὶ μηδεμίαν παρὰ ταύτας ἄλλην, δεικνύοιτο μὲν ἂν καὶ ἐκ τοῦ μηδὲν αἰσθητήριον οἷόν τε εἶναι παρὰ τὰ ὄντα ἐν τοῖς τελείοις ζῴοις. ἔδει δέ, εἰ αἴσθησίς τις ἔλειπεν, καὶ αἰσθητήριόν τι λείπειν, ὡς ἔδειξεν Ἀριστοτέλης ἐν τῷ τρίτῳ Περὶ ψυχῆς. δεικνύοιτο δ’ ἂν καὶ διὰ | |
5 | τοῦ πᾶσαν μὲν αἴσθησιν ἐν ζῴῳ εἶναι, μηδὲν δὲ ζῷον ἔχειν ἄλλην τινὰ παρὰ τὰς προειρημένας. ἀλλὰ καὶ διὰ τοῦ τελειοτάτην μὲν τῶν ψυχικῶν δυνάμεων εἶναι τὴν λογικήν, ἐπὶ δὲ ταῖς πρώταις τετελεσμέναις αἱ τελειό‐ τεραι, ὥστε ἐν οἷς ἡ λογική, ἐν τούτοις πρῶτον πᾶσα ἡ αἰσθητική. Ἡ δὲ φανταστικὴ δύναμις τῆς ψυχῆς ἐστι μὲν κριτικὴ καὶ αὐτή, ἡ | |
10 | τούτων μία οἷς ἀληθεύειν ἢ ψεύδεσθαι λεγόμεθα. ἔστι γὰρ καὶ ἀληθὴς καὶ ψευδὴς φαντασία, ὥσπερ καὶ αἴσθησις, καὶ πολλὰ κατὰ φαντασίαν καὶ ποιεῖ καὶ πάσχει τὰ ζῷα. λεγόμεθα δὲ ἀληθεύειν αἰσθήσει, δόξῃ, ἐπι‐ στήμῃ, νῷ. ὧν αἴσθησις μέν ἐστιν, ὡς εἴρηται, δύναμις δεκτική τε καὶ κριτικὴ τῶν ἐν τοῖς αἰσθητοῖς εἰδῶν χωρὶς τῆς ὑποκειμένης αὐτοῖς ὕλης, | |
15 | ἐν τοῖς ἰδίοις ἀληθεύουσα ὡς ἐπὶ τὸ πλεῖστον, δόξα δὲ ὑπόληψις περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν, ἐπιστήμη δὲ συλλογισμὸς ἀποδεικτικὸς ἢ γνῶσις τῆς τοῦ ἐπιστητοῦ αἰτίας, ὅτι ἐκείνου ἐστὶ καὶ ἀδύνατον αὐτὸ ἄλλως ἔχειν, νοῦς δὲ δύναμις τῶν ἀύλων εἰδῶν ληπτική, ἢ δύναμις ᾗ ἀληθεύομεν περὶ τὰς ἀναποδείκτους ἀρχάς. οὐ μὴν τούτων ἐστί τινι ἡ φαντασία ἡ | |
20 | αὐτή, εἰ τὴν ἰδίως τις καὶ κυρίως λεγομένην φαντασίαν λέγοι. αὕτη δέ ἐστι κίνησίς τις, καθ’ ἣν λέγομεν φάντασμά τι ἡμῖν ἐν τῇ ψυχῇ γίνεσθαι, ἐπεὶ κατὰ μεταφοράν γε κατὰ πάντων τῶν προειρημένων τῇ φαντασίᾳ χρώ‐ μεθα πολλάκις. καὶ γὰρ κατὰ αἰσθήσεως καὶ κατὰ δόξης καὶ κατὰ ἐπι‐ στήμης καὶ νοῦ τὴν φαντασίαν κατηγοροῦμεν. τῆς μὲν οὖν αἰσθήσεως χω‐ | |
25 | ρίζεται ἡ τοιαύτη φαντασία τῷ τὴν μὲν αἴσθησιν παρόντων εἶναι τῶν αἰσθητῶν, φαντασίαν δὲ γίνεσθαι καὶ μὴ παρόντων, καὶ αἴσθησιν μὲν ἐγρηγορότων γίνεσθαι, φαντασίαν δὲ καὶ κοιμωμένων. ἔτι αἴσθησις μὲν | |
οὐκ ἐφ’ ἡμῖν (οὐ γὰρ ἐφ’ ἡμῖν μὴ παρόντων τῶν αἰσθητῶν αἰσθάνεσθαι), | 66 | |
de An.67 | φαντασία δὲ καὶ ἐφ’ ἡμῖν· ἐφ’ ἡμῖν γὰρ φαντασίαν τινὸς καὶ μὴ παρόντος λαβεῖν. καὶ αἰσθήσεως μὲν πάντα μετέχει τὰ ζῷα, φαντασίας δὲ οὐ δοκεῖ, ὡς τά τε ὀστρεώδη τῶν θαλασσίων καὶ οἱ σκώληκες. καὶ ἡ μὲν αἴσθησις ἀεὶ τῶν ἰδίων ἀληθής ἐστι, τῶν δὲ φαντασιῶν αἱ πλεῖσται ψευδεῖς. ὅτι | |
5 | δὲ μὴ ταὐτὸν αἴσθησις καὶ φαντασία, δῆλον καὶ ἐκ τοῦ ὅταν μὲν ἀκριβῶς αἰσθανώμεθά τινος μὴ λέγεσθαι ἡμᾶς φαντασίαν ἔχειν αὐτοῦ, ἀμαυρῶς δέ τινος αἰσθανόμενοι φαίνεσθαι ἡμῖν ἐκεῖνο λέγομεν. καίτοι, εἰ ἦν ταὐτά, ἔδει τὴν μᾶλλον αἴσθησιν μᾶλλον φαντασίαν εἶναι, καὶ τὴν ἀκριβεστέραν αἴσθησιν καὶ φαντασίαν ἀκριβεστέραν. ἀλλὰ μὴν οὐδὲ ἐπιστήμῃ οὐδὲ νῷ | |
10 | ταὐτὸν ἡ φαντασία, ὅτι ἐπιστήμη μὲν καὶ νοῦς ἀεὶ ἀληθῆ, τῶν δὲ φαντα‐ σιῶν αἱ πλεῖσται ψευδεῖς. ἔτι ἐπιστήμη μὲν καὶ νοῦς, ὥσπερ οὖν καὶ φρό‐ νησις, ἐν μόνοις τοῖς λόγον ἔχουσιν, φαντασία δὲ καὶ ἐν ἀλόγοις. δόξαι δ’ ἂν κατὰ τὸ ἀληθὴς καὶ ψευδὴς γίνεσθαι φαντασία ἡ αὐτὴ εἶναι τῇ δόξῃ. καὶ γὰρ τῶν δοξῶν αἱ μὲν ἀληθεῖς εἰσιν, αἱ δὲ ψευδεῖς. οὐ μὴν οὐδὲ | |
15 | οὕτως ἔχει. τῇ μὲν γὰρ πάντως πίστις ἕπεται (ὁ γὰρ δοξάζων περί τινος πάντως καὶ συγκατατίθεται ὡς οὕτως ἔχοντι· ἡ γὰρ περί τινος δόξα συγ‐ κατάθεσις ἐκείνῳ ὡς οὕτως ἔχοντι· ἡ δὲ συγκατάθεσις μετὰ πίστεως, λο‐ γικὴ γὰρ συγκατάθεσις ἡ δόξα καὶ μετὰ κρίσεως), οὐ πᾶσα δὲ φαντασία μετὰ πίστεως. τῶν γοῦν ἀλόγων ζῴων φαντασίαν μὲν ἔχει πολλά, πίστιν | |
20 | δὲ οὐδέν. εἰ δὲ μὴ πίστιν, οὐδὲ τὴν μετὰ κρίσεως συγκατάθεσιν. ἔτι πᾶσα μὲν δόξα ἐν συνθέσει (ἢ γὰρ καταφατικὴ ἢ ἀποφατική), οὐ πᾶσα δὲ φαν‐ τασία τοιαύτη. διὸ οὐδὲ τὸ ἀληθές τε καὶ ψεῦδος ἐν ἀμφοτέραις ὁμοίως, ὥσπερ οὐδὲ τὸ ἐν αἰσθήσει τε καὶ δόξῃ. εἰ δὲ μηδὲν τούτων ἐστὶν ἡ φαν‐ τασία τῷ μήτε τὰ τῇ αἰσθήσει ἑπόμενα μήτε τὰ τῇ δόξῃ μήτε τὰ τῇ | |
25 | ἐπιστήμῃ μήτε τὰ τῷ νῷ ἕπεσθαι αὐτῇ, δῆλον ὡς οὐδὲ ἐκ συνθέσεως εἴη ἂν αἰσθήσεώς τε καὶ δόξης, ὡς δοκεῖ τισιν. ἦν γὰρ ἂν τὰ ἑκατέρῳ τού‐ | |
των ἑπόμενα καὶ τῇ φαντασίᾳ τῷ τὸ συγκείμενον ἔκ τινων σωζομένων ἐν | 67 | |
de An.68 | αὐτῷ τῶν ἐξ ὧν σύγκειται οὕτως εἶναι ἐξ αὐτῶν. οὐ γὰρ ταὐτὸν ἡ σύν‐ θεσις τῇ κράσει. τὸ μὲν γὰρ κεκραμένον ἔκ τινων ἐστὶ μὲν ἐξ ἐκείνων, οὐ μὴν ἐκεῖνα, τὸ δὲ συγκείμενον ἐκεῖνά ἐστι μετά τινος θέσεώς τε καὶ τάξεως. τί τοίνυν ἐστὶν ἡ φαντασία, ὧδε ἂν γνωρίσαιμεν· δεῖ νοεῖν γίνε‐ | |
5 | σθαι ἐν ἡμῖν ἀπὸ τῶν ἐνεργειῶν τῶν περὶ τὰ αἰσθητὰ οἷον τύπον τινὰ καὶ ἀναζωγράφημα ἐν τῷ πρώτῳ αἰσθητηρίῳ (τοῦτο δ’ ἐστὶ τὸ σῶμα, ἐν ᾧ ἡ αἰσθητικὴ τῆς ψυχῆς δύναμίς ἐστι), ἐγκατάλειμμά τι ὂν τῆς ὑπὸ τοῦ αἰσθητοῦ γινομένης κινήσεως, ὃ καὶ μηκέτι τοῦ αἰσθητοῦ παρόντος ὑπο‐ μένει τε καὶ σώζεται, ὂν ὥσπερ εἰκών τις αὐτοῦ, ὃ καὶ τῆς μνήμης ἡμῖν | |
10 | σωζόμενον αἴτιον γίνεται. τὸ τοιοῦτον ἐγκατάλειμμα καὶ τὸν τοιοῦτον ὥσπερ τύπον φαντασίαν καλοῦσιν. διὸ καὶ ὁρίζονται τὴν φαντασίαν τύπωσιν ἐν ψυχῇ καὶ τύπωσιν ἐν ἡγεμονικῷ. μήποτε δὲ οὐχ ὁ τύπος αὐτὸς ἡ φαν‐ τασία, ἀλλὰ ἡ περὶ τὸν τύπον τοῦτον τῆς φανταστικῆς δυνάμεως ἐνέργεια. εἰ γὰρ ἦν αὐτὸς ὁ τύπος ἡ φαντασία, ἦμεν ἂν ἐν φαντασίᾳ καὶ μὴ ἐνερ‐ | |
15 | γοῦντες περὶ αὐτόν, ἔχοντες δὲ αὐτόν, καὶ ἅμα ἂν ἐν πλείοσιν ἦμεν φαν‐ τασίαις καὶ τοσαύταις ὅσων τὸν τύπον σώζομεν. ἔτι ἤτοι τὴν γινομένην τύπωσιν φαντασίαν λέγουσιν ἢ τὴν γεγονυῖαν ἤδη καὶ οὖσαν. ἀλλ’ εἰ μὲν τὴν γινομένην, τὴν αἴσθησιν ἂν λέγοιεν τὴν κατ’ ἐνέργειαν φαντασίαν. αὕτη γὰρ ἡ γένεσις τοῦ τύπου, ἀλλὰ γίνονται φαντασίαι καὶ χωρὶς τῆς κατὰ | |
20 | τὰς αἰσθήσεις ἐνεργείας. εἰ δὲ τὴν γεγονυῖαν καὶ σωζομένην, τὴν μνήμην ἂν λέγοιεν φαντασίαν. ἀλλὰ εἴη ἂν ὡς ἐπὶ τῆς αἰσθήσεως. ὡς γὰρ ἐπ’ ἐκείνης ἐστὶ μέν τι αἰσθητόν, ἐστὶ δέ τις καὶ δύναμις αἰσθητική, ἐστὶ καὶ ἐνέργεια τῆς δυνάμεως περὶ τὸ αἰσθητόν, ἣν αἴσθησιν καλοῦμεν (ὁμοίως δὲ καὶ ἐπὶ τῆς νοήσεως· νοητὸν μὲν τὸ πρᾶγμα, νοῦς δὲ ἡ δύναμις, νόησις | |
25 | δὲ ἡ τοῦ νοῦ περὶ τὸ νοητὸν ἐνέργεια), οὕτως δὲ ὑποληπτέον ἔχειν καὶ ἐπὶ τῆς φαντασίας τὸ μέν τι εἶναι φανταστόν (τοῦτο δ’ ἂν εἴη τὸ ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως γινόμενον ἐγκατάλειμμα, ἀνάλογον ὂν τῷ αἰσθητῷ τε καὶ νοητῷ), τὸ δὲ φανταστικόν, ἀνάλογον ὂν καὶ αὐτὸ τῷ αἰσθητικῷ τε καὶ τῷ νῷ, τὸ δὲ φαντασίαν, οὖσαν καὶ αὐτὴν ἀνάλογον τῇ αἰσθήσει καὶ | |
30 | τῇ νοήσει, ἐνέργειαν οὖσαν τῆς φανταστικῆς δυνάμεως περὶ τὰ φανταστά. | |
ὑπόκειται γὰρ τῇ φανταστικῇ δυνάμει τὰ ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθή‐ | 68 | |
de An.69 | σεως γινόμενα ἐγκαταλείμματα ὡς ὄντα τινὰ αἰσθητὰ ἐντός, ὡς τῇ αἰσθη‐ τικῇ τὰ αἰσθητὰ ὄντα ἐκτός. καλεῖται δὲ τὰ τοιαῦτα ἐγκαταλείμματα κατ’ ἐνέργειαν αἴσθησις, ὅτι τῆς ἐνεργείας τῆς αἰσθητικῆς ταῦτ’ ἐστιν ἔργα. καὶ τὸ κατ’ ἐνέργειαν αἰσθέσθαι ἐστὶ τὸν τύπον τοῦτον σχεῖν ἐν αὑτῷ ἀπὸ | |
5 | τῶν αἰσθητῶν ἐκτὸς ὄντων· ἡ δὲ φανταστικὴ δύναμίς ἐστιν ἡ αὐτὴ μὲν κατὰ τὸ ὑποκείμενον τῇ αἰσθητικῇ, τῷ λόγῳ μέντοι διαφέρουσα. αἰσθη‐ τικὴ μὲν γάρ ἐστι, καθόσον τῶν αἰσθητῶν κεχωρισμένων τε τοῦ ἔχοντος αὐτὴν καὶ παρόντων ἐστὶν ἀντιληπτικὴ μόνων, φανταστικὴ δέ, καθόσον ὡς ἐκείνη περὶ τὰ αἰσθητὰ ἐκτὸς ὄντα ἐνεργεῖ, οὕτως αὕτη περὶ τὰ φανταστὰ | |
10 | ὄντα ἐν τῷ ἔχοντι αὐτὴν σώματι ὥσπερ αἰσθητὰ αὐτῇ, εἰ καὶ μὴ παρείη ἔτι τὰ αἰσθητά. ὅταν μὲν γὰρ παρόντων τῶν αἰσθητῶν ἡ ἐνέργεια αὐτῇ γίνηται, αἴσθησις γίνεται. ἡ γὰρ περὶ τὴν διὰ τοῦ αἰσθητηρίου 〈κίνησιν〉 παρόντος τοῦ αἰσθητοῦ ἐν τῷ αἰσθητικῷ γινομένη ἐνέργεια τῆς αἰσθητικῆς ψυχῆς αἴσθησίς ἐστι. διὸ καὶ ταὐτὸν εἶναι δοκεῖ ἥ τε αἴσθησις καὶ ἡ | |
15 | φαντασία. ὅταν δὲ μηκέτι τοῦ αἰσθητοῦ παρόντος ἡ ἐνέργεια τῇ αἰσθη‐ τικῇ ψυχῇ περὶ τὸ γενόμενον ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως ἐγκατά‐ λειμμα γίνηται ὡς αἰσθητόν τι, φαντασία τότε. ἡ γὰρ περὶ τὸ αὐτὸ τοῦτο ἐνέργεια, ὅταν μὴ ἁπλῶς ὡς περὶ τοιοῦτον γίνηται, ἀλλὰ καὶ ὡς ἀπ’ ἄλλου τινὸς ἐγγενόμενον, τὸ μὲν μνήμη, τὸ δὲ ἀνάμνησίς ἐστιν. ὧν περὶ τῆς | |
20 | διαφορᾶς ἐν ἄλλοις εἴρηται, νῦν δὲ περὶ τῆς φαντασίας λέγωμεν. ἐπεὶ γὰρ ἐνδέχεταί τι ὑπ’ ἄλλου κεκινημένον αὐτὸ πάλιν ἄλλο κινῆσαι (ἡ γοῦν βα‐ κτηρία κινεῖ τὸν λίθον ὑπ’ ἄλλου κεκινημένη), καὶ τὸ πρῶτον αἰσθητήριον κινηθὲν ὑπὸ τῶν αἰσθητῶν διὰ τῆς περὶ αὐτὰ ἐνεργείας αὐτὸ πάλιν διὰ τῆς ὑπ’ ἐκείνων γενομένης ἐν αὐτῷ κινήσεως κινεῖ τὴν φανταστικὴν ψυχὴν | |
25 | ὡς τὰ αἰσθητὰ τὴν αἰσθητικήν, παραπλησίως δὲ τούτοις καὶ τὰ κατὰ ἀνα‐ | |
ζωγράφησιν ἐν ἡμῖν γινόμενα καὶ τὰ ἀπὸ μὴ παρόντων κινεῖ. καὶ γὰρ | 69 | |
de An.70 | ταῦτα γίνεται τῷ γεγονέναι τινὰ αὐτῶν αἴσθησιν. ὥστε καὶ ταῦτα ὡς ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως γινόμενα κινεῖ. διὸ καὶ εἴη ἂν τῆς φαντα‐ σίας λόγος κίνησις ὑπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως. τὸ γὰρ λέγειν τύπωσιν ἐν ἡγεμονικῷ, ἐν τῷ ἐγκαταλείμματι, οὐκ ἐν τῇ περὶ αὐτὸ ἐνερ‐ | |
5 | γείᾳ τὴν φαντασίαν τιθεμένων ἐστίν. ἡ μὲν οὖν περὶ τὸ ἐγκατάλειμμα τὸ ἀπὸ τοῦ καθ’ αὑτὸ αἰσθητοῦ σωζόμενον γινομένη ἐνέργειά τε καὶ φαντασία ὁμοίως τὸ ἀληθές τε καὶ τὸ ψεῦδος ἕξει τῇ αἰσθήσει ἐφ’ ᾗ γίνεται. διὸ αἱ πλεῖσται τῶν τοιούτων καὶ περὶ τὰ τοιαῦτα φαντασιῶν ἀληθεῖς, αἱ δὲ περὶ τὰ ἐγκαταλείμματα ἀπὸ τῶν κοινῶν τε αἰσθητῶν καὶ κατὰ συμβεβη‐ | |
10 | κὸς πολὺ τὸ ψεῦδος ἔχουσιν τῷ καὶ τὰς αἰσθήσεις διαψεύδεσθαι περὶ τὰ τοιαῦτα, ἐφ’ αἷς αἱ γινόμεναι φαντασίαι εἰκότως καὶ αὐταὶ τὸ ψεῦδος ἔχουσι πολύ. αἱ δὲ γινόμεναι μὲν ἀπὸ τῶν ἐγκαταλειμμάτων, μὴ πάντῃ δὲ σωζο‐ μένων, ἀλλὰ τῆς φαντασίας προσανατυπούσης αὐτά, πολὺ τὸ ψεῦδος ἔχου‐ σιν. καὶ γὰρ ἐν τοῖς καθ’ αὑτὰ αἰσθητοῖς γίνονται ψευδεῖς αἱ γινόμεναι | |
15 | τοῦτον τὸν τρόπον τῷ τὴν φανταστικὴν δύναμιν κινεῖσθαι ὑπὸ τῶν ἐγκατα‐ λειμμάτων καὶ ὡς ἀπὸ παρόντων τῶν οὐ παρόντων καὶ οὐχ ὡς ἀπὸ τοι‐ ούτων ὁποῖά ἐστιν, οἷαί εἰσιν αἵ τε τῶν κοιμωμένων καὶ ὅσαι γίνονται, ὡς εἶπον, κατὰ ἀναζωγράφησίν τινα ἐν αὐτοῖς. τοιαῦται καὶ αἱ τῶν παρακοπ‐ τόντων. ἀρχὴ μὲν γὰρ καὶ ταύταις ἀπό τινος ἐγκαταλείμματος ἀπὸ τῆς | |
20 | κατ’ ἐνέργειαν αἰσθήσεως γενομένου· τῆς δὲ περὶ τὴν ἐνέργειαν τὴν περὶ αὐτὸ γινομένης διαμαρτίας αἰτία ἢ παρὰ τὸ σχῆμα ἢ παρὰ τὸ μέγεθος ἢ παρὰ τὸ χρῶμα ἤ τινα ἄλλην ποιότητα, ἢ τὴν κίνησιν ἢ τὸν τόπον, ἢ τὸ πλῆθος, ἢ τὴν σύνθεσιν. ἀληθὴς μὲν οὖν φαντασία ἡ περὶ τοιοῦτον ἐγ‐ κατάλειμμα ἐνεργοῦσα, ὃ ἀπὸ ὄντος τε γέγονεν καὶ ὁποῖον ἐκεῖνο καὶ ὡς | |
25 | ἔχει γινομένη περὶ αὐτό, ψευδὴς δὲ ἥ τε περὶ τὰ ἀπὸ μὴ ὄντος, ὁποῖαι | 70 |
de An.71 | κατὰ τοὺς ὕπνους αἱ γινόμεναι ὡς ἀπὸ παρόντων τῶν αἰσθητῶν τῶν οὐ παρόντων, ἀλλὰ καὶ αἱ ἀπὸ παρόντων μέν, μὴ οἷα δέ ἐστι. ψευδὴς γὰρ φαντασία, ᾗ οὐ συμφωνεῖ τὸ φαινόμενον, ὡς καὶ δόξα, ᾗ ἀντιμαρτυρεῖ τὸ οὗ ἡ δόξα. καὶ ἔστιν ἥ τε ἀληθὴς καὶ ἡ ψευδὴς φαντασία κατὰ τὴν πρὸς | |
5 | τὸ οὗ εἰσι σχέσιν. τῶν δὲ φαντασιῶν αἱ μέν εἰσιν ἀμυδραί, αἱ δὲ σφοδραί, ὥσπερ ἔχει καὶ ἐπὶ τῶν αἰσθήσεων. ἀμυδραὶ μὲν αἱ ἐπιπόλαιοι καὶ μηδὲν ἔχουσαι καταληπτικόν, μηδὲ τρανῶς τὰς διαφορὰς τοῦ φανταστοῦ μηνύου‐ σαι, σφοδραὶ δὲ αἱ ἐναντίως ἔχουσαι. γίνονται δὲ τοιαῦται ὁμοίως καὶ ἀληθεῖς καὶ ψευδεῖς, οὔτε γὰρ τῆς ἀληθοῦς ἴδιον τὸ σφοδρόν, οὔτε τῆς | |
10 | ψευδοῦς τὸ ἀμυδρόν, ἀλλὰ ἐναλλάττουσιν αὐτῶν αἱ διαφοραί. τὰς δὴ ἀλη‐ θεῖς τῶν φαντασιῶν καὶ σφοδρὰς εἰώθαμεν λέγειν καὶ καταληπτικὰς τῷ κατάληψιν εἶναι τὴν ταῖς τοιαύταις φαντασίαις συγκατάθεσιν, ἀκατάληπτον δὲ φαντασίαν καλοῦμεν τήν τε ψευδῆ καὶ τῶν ἀληθῶν τὰς ἀμυδράς. ἐναρ‐ γὴς δὲ φαντασία λέγεται ποτὲ μὲν ἥ τε ἀληθὴς καὶ σφοδρά (τουτέστιν ἡ | |
15 | καταληπτική), ποτὲ δὲ ἡ σφοδρὰ μόνον ἡ τῇ ἀμυδρᾷ ἀντιτιθεμένη. ἕπε‐ ται δὲ τῇ σφοδρᾷ φαντασίᾳ συγκατάθεσις, εἰ μὴ εἴη δι’ ἄλλων τινῶν πε‐ φωραμένη ψευδὴς οὖσα, ὡς ἐπὶ τῆς φαντασίας τῆς τοῦ μὴ κινεῖσθαι τοὺς ἀστέρας πάσχομεν, καὶ ἐπὶ τῶν γραφῶν κατὰ τὰς εἰσοχάς τε καὶ ἐξοχάς, καὶ ἐπὶ τῶν ἐμφαινομένων τοῖς κατόπτροις. οὐ γὰρ διότι μή εἰσι σφοδραὶ | |
20 | ἀπιστοῦμεν αὐταῖς, ἀλλ’ ὅτι διαβέβληται δι’ ἄλλων· καὶ γὰρ ἀληθέσι τισὶ καὶ σφοδραῖς πολλάκις ἀπιστοῦμεν, ἂν ὦμεν προδιαβεβλημένοι. τῇ δὲ τῆς φαντασίας συγκαταθέσει ἕπεται ἐνέργεια πρακτική. διὸ τά τε ἄλογα ζῷα κατὰ τὰς φαντασίας, ἃ ποιεῖ, ποιεῖ καὶ ταῖς ἐπὶ ταύταις συγκαταθέσεσιν τῷ μὴ ἔχειν λόγον. καὶ οἱ ἄνθρωποι δὲ ταῖς φαντασίαις ἕπονται πολλάκις | |
25 | διὰ τὸ ἐπικεκαλύφθαι τὸν νοῦν αὐτῶν ἢ ὑπὸ πάθους τινὸς ἢ ὑπὸ νόσου ἢ ὑπὸ ὕπνου· ἔχει γὰρ τὸ ζῷον παρὰ τῆς φύσεως τὴν ψυχὴν τὴν φαντα‐ | |
στικήν, ὥσπερ οὖν καὶ τὴν αἰσθητικήν, ὑποβάθραν καὶ ἀρχὴν πρὸς τὴν ἐπί‐ | 71 | |
de An.72 | κρισίν τε καὶ γνῶσιν τῶν πραγμάτων καὶ τῶν μὲν αἵρεσιν, τῶν δὲ φυγήν. ὡς γὰρ ἡ δόξα ἄλλου τινὸς χάριν ἐστίν (τοῦ γὰρ ὧδε ἢ ὧδε δοξάσαντος ἢ συνθέσθαι τῷ δοξαζομένῳ ἢ ἀποστραφῆναι αὐτό), οὕτως δὲ καὶ ἡ αἴ‐ σθησίς τε καὶ ἡ ἐπ’ αὐτῇ φαντασία. κρίσεως γὰρ καὶ αἱρέσεως ἢ φυγῆς | |
5 | αὐτῶν ταῦτα ἀρχαί. χρὴ δὲ τοῦ τύπου κοινότερον ἐπὶ τῆς φαντασίας ἀκούειν. κυρίως μὲν γὰρ τύπος τὸ κατ’ εἰσοχήν τε καὶ ἐξοχήν, ἢ τὸ τοῦ τυποῦντος ἐν τῷ τυπουμένῳ σχῆμα γινόμενον, ὡς ὁρῶμεν τὰ ἐπὶ τῶν σφραγίδων ἔχοντα. οὐχ οὕτως δὲ τὰ ἀπὸ τῶν αἰσθητῶν ἐγκαταλείμματα ἐν ἡμῖν γίνεται. οὐδὲ γὰρ τὴν ἀρχὴν κατὰ σχῆμά τι ἡ τῶν αἰσθητῶν ἀντί‐ | |
10 | ληψις. ποῖον γὰρ σχῆμα τὸ λευκὸν ἢ ὅλως τὸ χρῶμα; ἢ ποῖον σχῆμα ἡ ὀσμή; ἀλλὰ δι’ ἀπορίαν κυρίου τινὸς ὀνόματος τὸ ἴχνος καὶ ἐγκατά‐ λειμμα τὸ ὑπομένον ἀπὸ τῶν αἰσθητῶν ἐν ἡμῖν τύπον καλοῦμεν μεταφέ‐ ροντες τοὔνομα. ἕπεται μὲν οὖν τῇ φαντασίᾳ συγκατάθεσις, οὐ μὴν πάσῃ, ὥσπερ οὖν καὶ τῇ συγκαταθέσει ὁρμή, οὐδὲ ταύτῃ δὲ πάσῃ. ἀλλ’ οὐδὲ | |
15 | τῇ ὁρμῇ ἐξ ἀνάγκης πρᾶξις. καὶ ἔστιν ἐφεξῆς ταῦτα ἐν τῷ ζῴῳ τὴν τάξιν ἔχοντα· αἴσθησις φαντασία συγκατάθεσις ὁρμὴ πρᾶξις. ἀλλ’ οὔτε πάσῃ αἰσθήσει δοκεῖ φαντασία ἕπεσθαι, εἰ δοθείη τὸ μὴ πάντα τὰ ζῷα φαντασίας μετέχειν, οὔτε πάσῃ φαντασίᾳ συγκατάθεσις (οὐ γὰρ τῷ τὸν ἥλιον ποδιαῖον εἶναι συγκατατιθέμεθα καίτοι ταύτην φαντασίαν περὶ αὐτοῦ | |
20 | λαμβάνοντες· ὁμοίως οὐδ’ ἄλλῳ τινὶ τῶν ἀδήλων), οὔτε πάσῃ συγκατα‐ θέσει ὁρμή· οὐ γὰρ ὁ συγκαταθέμενός τινι ὡς λευκῷ ἤδη καὶ ὁρμᾷ ἐπ’ αὐτό, ἀλλ’ οὐδ’ ἐπὶ ταῖς τῶν μαθηματικῶν συγκαταθέσεσιν. ἡ γὰρ συγ‐ κατάθεσις τῷ τὴν διάμετρον ἀσύμμετρον εἶναι τῇ πλευρᾷ οὐκ ἔστιν ὁρμῆς κινητική. ἢ αἱ μὲν τοιαῦται συγκαταθέσεις οὐκ ἐπὶ φαντασίαις· οὐ γὰρ | |
25 | καὶ αἱ ἐπιστῆμαι φαντασίαι, ἀλλὰ τῷ Σωκράτη εἶναι τὸν προσιόντα συγ‐ | |
καταθέμενοι οὐ δήπου καὶ ὁρμῶμεν ἐπί τι πάντως. ἡ γὰρ ἐπί τισι συγ‐ | 72 | |
de An.73 | κατάθεσις οὐ παροῦσιν ὡς αἱρετοῖς ὁρμή, τὸ δ’ αὐτὸ καὶ ὄρεξις. ἔστι δὲ ἐφ’ ὧν καὶ ὁρμήσαντες οὐκ ἐπράξαμεν, μηκέτι τῆς βουλήσεως συνδραμούσης. τὸ δὲ ὄνομα τῇ φαντασίᾳ ἀπὸ τῆς αἰσθήσεως, ἀφ’ ἧς καὶ τὸ εἶναι. ἐπεὶ γὰρ κυριωτάτη τῶν αἰσθήσεων ἡ ὄψις εἶναι δοκεῖ, ταύτης δὲ ἡ ἐνέργεια | |
5 | διὰ φωτός (ἄνευ γὰρ φωτὸς ἀδύνατον τὴν κατ’ ἐνέργειαν ὄψιν γενέσθαι), ἀπὸ τοῦ τῇ κυριωτάτῃ τῶν αἰσθήσεων αἰτίου τῆς ἐνεργείας, ὅπερ ἐστὶ τὸ φῶς, ἀπὸ τούτου τῇ φαντασίᾳ τοὔνομα. ἔστι δὲ ἡ συγκατάθεσις ἡ μὲν ἐπὶ τοῖς ἁπλοῖς καὶ ἐν τῷ εἶναί τι ἢ μὴ εἶναι γινομένη οὐκ ἐφ’ ἡμῖν (ἕπεται γὰρ τῇ τε αἰσθήσει καὶ τῇ φαντασίᾳ ἡ τοιάδε συγκατάθεσις), ἡ | |
10 | δὲ ἐπὶ τοῖς πρακτέοις ἢ μὴ πρακτέοις γινομένη, ὧν συγκαταθέσεων ὁ λόγος αἴτιος, ἐφ’ ἡμῖν. τὸ γὰρ διὰ τοῦ βουλεύσασθαι προκρῖναί τι καὶ τούτῳ συγκαταθέσθαι ἐφ’ ἡμῖν. ἥτις συγκατάθεσις οὐκέτ’ ἂν ἐπὶ φαντασίᾳ γί‐ νεσθαι λέγοιτο. Αἱ μὲν οὖν κριτικαὶ δυνάμεις τῆς ἀλόγου ψυχῆς τίνες εἰσὶν εἴρηται (τοι‐ | |
15 | αῦται γὰρ ἥ τε αἰσθητικὴ καὶ ἡ φανταστική· ἡ γὰρ λογική τε καὶ διανοη‐ τικὴ δύναμις, οὖσα καὶ αὐτὴ κριτική, ἴδιός ἐστιν ἀνθρώπου· διὸ περὶ μὲν ταύτης ὕστερον ἐροῦμεν), ἀκόλουθον δέ ἐστι τοῖς προειρημένοις περὶ τῆς ὁρμητικῆς εἰπεῖν. αὕτη γὰρ τοῖς ζῴοις ἀρχὴ καὶ αἰτία πράξεώς τε καὶ τῆς κατὰ τόπον κινήσεως, ὅσα γε αὐτῶν τοῦτον κινεῖται τὸν τρόπον, καὶ ἔχει τὴν | |
20 | τάξιν μετὰ τὴν φανταστικήν. δοκεῖ γὰρ ἕπεσθαι μετὰ τὴν ἐπὶ ταῖς φαντασίαις συγκατάθεσιν ὁρμὴ ὥσπερ οὖσα τέλος αὐτῆς, οὐκέτ’ οὖσα κριτική, ἀλλὰ τοῦ ἑτέρου μέρους τῆς ψυχῆς, τοῦ πρακτικοῦ. κριτικῷ γὰρ καὶ πρακτικῷ ἡ τῶν ζῴων ψυχὴ διῄρηται, τοῦ οὕτως κριτικοῦ τε καὶ γνωστικοῦ τὴν ἀνα‐ φορὰν ὡς ἐπὶ τέλος τὴν πρᾶξιν ἔχοντος, καὶ ἔστιν ἑκάτερον αὐτῶν ἀρχὴ | |
25 | τοῦ ἑτέρου, ἀλλὰ τὸ μὲν αἰσθητικὸν τοῦ πρακτικοῦ ὡς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, τὸ δὲ πρακτικὸν τοῦ αἰσθητικοῦ ὡς οὗ ἕνεκα καὶ τέλος. τὸ δ’ ὁρμητικὸν συνέζευκται τῷ ὀρεκτικῷ· αὕτη γὰρ ἡ δύναμις τῆς κατὰ τόπον ἐξ αὑτῶν κινήσεως τοῖς ζῴοις ἀρχή τε καὶ αἰτία. ἢ γὰρ ὀρεγόμενά τινος | |
ἐπὶ τὸ λαβεῖν αὐτὸ ὁρμᾷ τε καὶ κινεῖται, ἢ ἀποστρεφόμενα ἐπὶ τὸ ἐκ‐ | 73 | |
de An.74 | κλῖναί τε καὶ φυγεῖν. ὁρμὴ γάρ τις καὶ ἡ ὄρεξις. ἔστι δὲ τῆς ὀρέξεως τὸ μὲν ἐπιθυμία, τὸ δὲ θυμός, τὸ δὲ βούλησις. ἡ μὲν γὰρ τῶν ἡδέων ὄρεξις ἐπιθυμία, ἥτις ἐν πᾶσίν ἐστι τοῖς μετέχουσιν αἰσθήσεως, ἡ δὲ τοῦ τιμω‐ ρήσασθαί τινα ὡς ὀλιγωροῦντα ὄρεξις θυμὸς καλεῖται, οὐκέθ’ ἡ ὄρεξις ἡ τοι‐ | |
5 | αύτη ἐν πᾶσιν τοῖς ἔχουσιν αἴσθησιν. οὐ γὰρ καὶ ἐν σκώληξίν τε καὶ ὀστρέοις, ἀλλ’ ἐν τελειοτέροις ἤδη. ἡ δέ γε τῶν ἀγαθῶν ὄρεξις γινομένη μετὰ κρίσεώς τε καὶ βουλῆς βούλησις καλεῖται, ἥτις ἐν ἀνθρώποις γίνεται μόνοις. ἡ γὰρ βούλησις ὄρεξις λογική. λογικὴ δὲ οὐχ ὡς τῆς λογικῆς οὖσα ψυχῆς ἐνέργεια, ἀλλ’ ὡς ἐπὶ ταῖς ἐκείνης ἐνεργείαις γινομένη. τὸ | |
10 | γὰρ ὀρεκτικὸν τῷ ὑποτάσσεσθαι τῷ λόγῳ δύνασθαι καὶ πείθεσθαι, ὅταν ὀρέγηται τῶν ὑπὸ τοῦ λόγου κριθέντων, ἡ τοιάδε ὄρεξις αὐτοῦ βούλησις καλεῖται. ἡ γὰρ βούλησις μετὰ βουλῆς, ἡ δὲ βουλὴ καὶ τὸ βουλεύεσθαι τοῦ λόγον ἔχοντος. ὅτι δὲ ἑτέρα δύναμις ψυχῆς ἡ ὁρμητική, ἀλλὰ καὶ ὅτι αἱ προειρημέναι οὐ μόνον τῆς ὀρεκτικῆς, ἀλλὰ καὶ ἀλλήλων διαφέρουσιν, | |
15 | ἐκ τῶνδε ἄν τις γνωρίσαι. τοῦ μὲν γὰρ φυτικοῦ τὸ αἰσθητικὸν χωρίζεται τῷ τε τὸ μὲν ὑπάρχειν ἐν τοῖς φυτοῖς αὐτῶν, τὸ δὲ μή. εἰ γὰρ ἦν τὰ αὐτά, ἐν ᾧ τὸ ἕτερόν ἐστιν αὐτῶν, ἐν τούτῳ ἂν ἦν καὶ θάτερον. ἀλλὰ καὶ ἐπὶ τῶν ζῴων τὸ μὲν θρεπτικὸν ἀπὸ τῆς πρώτης συστάσεως αὐτοῖς ἐνυπάρχει (τρέφεται γὰρ εὐθὺς γινόμενον ἔτι τὸ ζῷον, καὶ κατὰ γαστρὸς ὂν | |
20 | ζῇ κατὰ μόνην τήνδε τὴν δύναμιν ἐνεργοῦν), ἡ δὲ αἰσθητικὴ ψυχὴ ἐγγίνεται αὐτοῖς ὕστερον ἀποτεχθεῖσιν. αἱ γὰρ συστολαί τε καὶ αἱ ἐκτάσεις μερῶν τινων, ἃς ποιεῖται κατὰ γαστρὸς ὄν, οὐ γίνονται κατ’ οἰκείαν αἴσθησιν αὐτῷ, ἀλλ’ ὡς ἐμψύχου μέρος κατὰ ταῦτα κινεῖται. ἔτι τῇ μὲν θρεπτικῇ δυνάμει ἀεὶ ἐνεργοῦμεν (διὰ παντὸς γὰρ τρεφόμεθα καὶ μάλιστα δοκεῖ κοιμωμένων | |
25 | ἡ κατὰ τὴν δύναμιν ταύτην ἐνέργεια γίνεσθαι), οὐκ ἀεὶ δὲ τῇ αἰσθητικῇ. ὁ γοῦν ὕπνος ἐν τῇ τῶν αἰσθήσεών ἐστιν ἀργίᾳ τε καὶ ἡσυχίᾳ· διὸ καὶ ἡ μὲν τῶν αἰσθήσεων ἀνενεργησία ὕπνος, ἡ δὲ τῆς θρεπτικῆς δυνάμεως θά‐ νατος. καὶ τὸ μὲν θρεπτικὸν ποιητικόν ἐστι, τὸ δὲ αἰσθητικὸν κριτικόν τε | |
καὶ γνωστικόν. ἔτι τοῦ μὲν θρεπτικοῦ πάντα τὰ μόρια τῶν ζῴων μετέχει, | 74 | |
de An.75 | εἴ γε πάντα τρέφεται, οὐ πάντα δὲ τοῦ αἰσθητικοῦ, εἴ γε ἀναίσθητοι τρίχες τε καὶ ὀστᾶ καὶ ὄνυχες. αὗται μὲν οὖν αἱ δυνάμεις οὐ μόνον κατὰ τὸν λόγον διαφέρουσιν ἀλλήλων, ἀλλ’ ἤδη χωρίζεσθαι δύνανται καὶ κατὰ τὸ ὑποκείμενον καὶ κατὰ τὴν ἐνέργειαν. κατὰ μὲν γὰρ τὸν λόγον ἡ ἑτερότης | |
5 | αὐτῶν, ὅτι μὴ ταὐτὸν τὸ θρεπτικῷ εἶναι καὶ τὸ αἰσθητικῷ (ἄλλος γὰρ ὁ ἑκατέρου λόγος καθό ἐστι τοιαῦτα), κατὰ δὲ τὴν ἐνέργειαν, ὅτι μή, ὅτε τὸ θρεπτικὸν ἐνεργεῖ, τότε πάντως καὶ τὸ αἰσθητικόν (τὸ μὲν γὰρ ἀεί, τὸ δὲ αἰσθητικὸν ἀνενέργητον κοιμωμένων), κατὰ δὲ τὸ ὑποκείμενον, ὅτι τὸ μὲν θρεπτικὸν ἐν ἅπαντι μορίῳ, τὸ δὲ αἰσθητικὸν οὔ. καὶ ἐν τοῖς φυτοῖς | |
10 | τὸ μὲν θρεπτικόν ἐστι, τὸ δὲ αἰσθητικὸν οὐκέτι. τὸ δὲ ὁρμητικόν τε καὶ ὀρεκτικὸν τοῦ μὲν θρεπτικοῦ διοίσει σχεδὸν τοῖς αὐτοῖς, οἷς καὶ τὸ αἰσθη‐ τικόν. μόνῳ γὰρ παραλλάξει τῷ τὸ μὲν αἰσθητικὸν διαφέρειν τοῦ θρεπτι‐ κοῦ τῷ αὐτὸ μὲν κριτικὸν εἶναι, ἐκεῖνο δὲ ποιητικόν. οὐκ ἔστι γὰρ καὶ τὸ ὀρεκτικὸν ὁμοίως τῷ αἰσθητικῷ κριτικόν· ποιητικὸν γὰρ καὶ αὐτὸ καὶ | |
15 | πρακτικόν, εἴ γε αὐτὸ τῆς τοῦ ζῴου κινήσεως αἴτιον. τοῦ δὲ αἰσθη‐ τικοῦ τὸ ὀρεκτικὸν ἕτερον τῇ τε τάξει καὶ τῷ χρόνῳ τῶν ἐνεργειῶν. πρῶτα γὰρ αἱ κατὰ τὴν αἴσθησίν τε καὶ τὴν ἑπομένην αὐτῇ φαντασίαν ἐνέργειαι τῶν κατὰ τὴν ὄρεξιν. ἐπ’ ἐκείναις γὰρ καὶ μετ’ ἐκείνας αἵδε. τέλος γὰρ ἡ ὄρεξίς τινων αἰσθητικῶν ἐνεργειῶν. καὶ πάντως μὲν πρὸ τῆς ὀρέξεως | |
20 | αἴσθησις, οὐ πάντως δὲ μετὰ τὴν αἴσθησιν ὄρεξις. εἰ δὲ τοῦτο, οὐχ ὅτε ἡ ἑτέρα αὐτῶν ἐστιν, πάντως ἐστὶ καὶ ἡ ἑτέρα. ἔτι, ὡς ἤδη προείρηται, ἡ μὲν αἴσθησις γνώσεως καὶ κρίσεως αἰτία τοῖς ζῴοις, ἡ δὲ ὁρμή τε καὶ ὄρεξις πράξεως. καὶ ἡ μὲν αἴσθησις ἐν τῷ πάσχειν, ἡ δὲ ὁρμή τε καὶ ὄρεξις δραστικὰ μᾶλλον καὶ ποιητικά. ἔχουσιν δὲ οὕτως αἱ τῆς ψυχῆς | |
25 | δυνάμεις πρὸς ἀλλήλας, ἐν οἷς εἰσιν πᾶσαι, ὡς τὰς πρώτας τῶν ὑστέρων εἶναι χάριν καὶ πρὸς ταύτας συντελεῖν τι, ἀνάλογον ἔχουσαι τοῖς μέρεσιν τοῦ ἐμψύχου σώματος. ὡς γὰρ ἐν ἐκείνῳ ἄλλο ἄλλου χάριν γέγονέ τε καὶ ἔστι (ἀλλὰ καὶ τὰ πλεῖστα μέρη τοῦ σώματος τῶν κατὰ ψυχὴν ἐνεργειῶν, εἴ γε ὀργανικὸν τὸ ἔμψυχον σῶμα, πᾶν δὲ ὄργανον ἐκείνου χάριν ᾧ ὑπη‐ | |
30 | ρετεῖται), οὕτως καὶ ἐπὶ τῆς ψυχῆς τὰ πρῶτα τῶν δευτέρων χάριν ἐστιν. | |
ἡ μὲν γὰρ φυτικὴ ψυχή ἐστιν ἐν τοῖς ζῴοις σωτηρίας τε καὶ τοῦ εἶναι | 75 | |
de An.76 | χάριν, ὧν χωρὶς οὐδ’ ἂν τὸ αἰσθητικὸν ἦν. τὸ δὲ αἰσθητικὸν καὶ οὕτως κριτικὸν τοῦ πρακτικοῦ τε καὶ ὁρμητικοῦ χάριν, ὡς προείρηται. ἀλλὰ καὶ τὸ πρακτικόν τε καὶ ὁρμητικὸν πάλιν τοῦ κριτικοῦ χάριν. οὐ μὴν τοῦ αἰσθητικοῦ κριτικοῦ, ἀλλὰ τοῦ νοῦ τε καὶ τῆς κατὰ τοῦτον ἐνεργείας, ἐν | |
5 | οἷς τῶν ζῴων καὶ ἥδε ἡ δύναμίς ἐστιν, ὡς ἐν τοῖς περὶ τούτων λεγομένοις δείκνυται. καὶ αἱ τοῦ ὁρμητικοῦ δὲ καὶ ὀρεκτικοῦ δυνάμεις, ὅτι πλείους τέ εἰσιν καὶ διαφέρουσιν ἀλλήλων καὶ τῷ χρόνῳ καὶ τῷ περὶ ἅ τε καὶ ὧν ἐστιν, εἴρηται. προείρηται δέ, ὅτι καὶ τῶν γνωστικῶν τε καὶ κριτικῶν δυ‐ νάμεών ἐστι διαφορά. ἡ μὲν γάρ τίς ἐστι δύναμις ὑπηρετικὴ κριτικὴ (τοι‐ | |
10 | αύτη γὰρ ἥ τε αἴσθησις καὶ φαντασία), τὸ δέ τι τῆς ψυχῆς ἡγεμονικόν ἐστι κριτικόν (τοιοῦτον γὰρ τὸ λογιστικόν), ὃ διανοητικόν τέ ἐστι καὶ νοη‐ τικόν. τὸ γὰρ αἰσθητικὸν ἐπὶ τὸ διανοητικὸν ἔχει τὴν ἀναφοράν, ἐν οἷς ἐστιν ἄμφω, ὅπως γὰρ εἰσαγγέλλῃ καὶ μηνύῃ τὰς τῶν αἰσθητῶν αὐτῷ δια‐ φοράς. ὡς δὲ ἐν τῷ κριτικῷ τὸ μέν ἐστιν ἡγεμονικόν, τὸ δὲ ὑπηρετικόν, | |
15 | οὕτως ἐστὶ καὶ ἐν τῷ πρακτικῷ τὸ μὲν ἡγεμονικόν, ὃ ὁρμητικόν τε καὶ ὀρεκτικὸν καλοῦμεν, τὸ δέ τί ἐστιν ἐν τοῖς νεύροις. δύναμις γάρ ἐστι καὶ ἐν τούτοις, καθ’ ἣν ὑπηρετεῖται τὸ σῶμα ταῖς καθ’ ὁρμὴν ἐνεργείαις. | |
ἐπεὶ γὰρ τὰ κατ’ ὄρεξιν πραττόμενα πάθους τινὸς ἐγγενομένου πράττεται, | 76 | |
de An.77 | ὧν παθῶν τὰ μὲν ἀνίησίν τε τὸ σῶμα καὶ αὔξησιν αὐτοῖς ἐμποιεῖ διὰ θερ‐ μότητα εὔκρατον, τὰ δὲ καταψύχει τε καὶ συστέλλει (αἱ γὰρ φαντασίαι καὶ αἰσθήσεις καὶ ἔννοιαι τῶν πραγμάτων κατὰ ὁμοίωσίν τινα αὐτῶν γινόμεναι ὡς ἐπὶ παροῦσιν ἐκείνοις ἢ ἀνιᾶσιν τὸ σῶμα ἢ συστέλλεσθαί τε καὶ φρίτ‐ | |
5 | τειν ποιοῦσιν), ὧν γινομένων συστολῶν τε καὶ ἐκτάσεων περὶ τὸ σύμφυτον πνεῦμα καὶ ἀπὸ τούτου διαδιδομένων ἐπὶ τὰ νεῦρα, κινεῖσθαι ταῦτα δύναται τὰς καθ’ ὁρμὴν ἐνεργείας τὴν ἀρχὴν τῆς κινήσεως παρὰ τῆς ὀρέξεως λαμ‐ βάνοντα. μικρὰ γὰρ μεταβολὴ περὶ τὴν ἀρχὴν γενομένη μεγάλων καὶ πολ‐ λῶν διαφορῶν αἰτία γίγνεται. τοῦ γοῦν οἴακος ἀκαριαῖον μεθισταμένου | |
10 | πολλὴ ἡ τῆς πρώρας γίνεται μετάστασις, καὶ περὶ τὴν καρδίαν ἤδη καὶ τὸ πνεῦμα τὸ ἐν αὐτῇ, ὅταν ἀλλοίωσίς τις γένηται διὰ αἰσθήσεις τινῶν ἢ νοήσεις, αἷς ἕπεται κίνησίς τις καὶ πάθος, εἰ καὶ ἐν ἀναισθήτῳ μορίῳ γέ‐ νοιτο ἐν αὐτῇ ἡ τοιαύτη τροπή, τῷ ἀρχὴν τοῦ ζῴου τὴν καρδίαν εἶναι πολλὴν ποιεῖ τοῦ σώματος παντὸς διαφορὰν ἐρυθήμασιν, ὠχρότησιν, θερ‐ | |
15 | μότησιν, ψύξεσιν, φρίκαις τε καὶ τρόμοις. ἀρχὴ μὲν οὖν τῆς κινήσεως τὸ ἐν τῷ πρακτῷ διωκτόν τε καὶ φευκτόν. ἔστι γὰρ ὁρμὴ κίνησις ἐμψύχου γινομένη κατὰ φαντασίαν διωκτοῦ τινος ἢ φευκτοῦ. ἐξ ἀνάγκης δὲ ἀκο‐ λουθεῖ τῇ νοήσει καὶ τῇ φαντασίᾳ αὐτῶν θερμότης καὶ ψῦξις. ἔστι γὰρ τὰ λυπηρὰ καὶ ἡδέα πάντα σχεδὸν μετὰ ψύξεώς τινος καὶ θερμότητος. | |
20 | ὧν γινομένων περὶ ἡμᾶς ὁρῶμεν ποτὲ μὲν μόριά τινα κινούμενα ἐν ἡμῖν, ὡς ἐν τοῖς ὀνειρωγμοῖς, ὁτὲ δὲ καὶ ὅλον τὸ σῶμα. ἃ πάθη γινόμενα καὶ περὶ τὰς ἀρχὰς τῶν ὀργανικῶν μορίων πρὸς τὰς ἐνεργείας αὐτὰ καὶ τὰς | |
ὑπηρεσίας ἄγει τῇ ὁρμητικῇ δυνάμει, ἀφ’ ἧς καὶ τὴν ἀρχὴν ἐγγίνεται. | 77 | |
de An.78 | πᾶσαι γὰρ αἱ τοιαῦται πράξεις ἐνεργοῦνται διὰ τῆς τῶν σωματικῶν μορίων ἐνεργείας. καὶ τίνα μὲν τὰ μόρια τῆς κοινῆς τῶν ζῴων ψυχῆς, καὶ τίνες αὐτῶν αἱ πρὸς ἀλλήλας διαφοραί, γνώριμον ἐκ τῶν εἰρημένων. εἰσὶ δὲ καὶ αἱ οἰκεῖαι ἑκάστου τούτων ἐνέργειαι αἵδε. τὸ μὲν ζῆν ἐνέργεια τοῦ | |
5 | θρεπτικοῦ, κοινὸν ὂν ζῴου καὶ φυτοῦ. ζωὴ δέ ἐστιν, ὡς ἐρρήθη, ἡ δι’ αὑτοῦ τροφή τε καὶ αὔξησις. τὸ δὲ αἰσθάνεσθαι, ὅπερ ἴδιόν ἐστι τοῦ ζῴου μετὰ τὸ ζῆν ὄν, τῆς αἰσθητικῆς ἐστι ψυχῆς ἐνέργεια, γινομένη διὰ τῆς τῶν εἰδῶν τῶν αἰσθητῶν διὰ τῶν αἰσθητηρίων λήψεως χωρὶς ὕλης, ἧς τὸ μὲν ὁρᾶν τῆς ὁράσεως, τὸ δὲ ἀκούειν τῆς ἀκοῆς καὶ τὰ ἄλλα ὁμοίως, αὐτὸ | |
10 | δὲ τὸ αἰσθάνεσθαι τῆς κοινῆς αἰσθήσεως. ὡς δὲ ἐπὶ τῆς αἰσθήσεως τὰ μὲν καθέκαστα αἰσθητὰ διὰ τῶν καθέκαστα αἰσθητηρίων κρίνομεν, καθόλου δὲ τὰ αἰσθητὰ τῇ κοινῇ αἰσθήσει, ὡς ὑπὸ τοῦ αὐτοῦ μὲν γινομένης πάσης αἰσθήσεως, κατ’ ἄλλο μέντοι καὶ ἄλλο, οὕτως πάλιν, ἐπεὶ κρίσις μέν τις καὶ ἡ αἴσθησις, εἰσὶν δὲ καὶ ἄλλαι κρίσεις, ὡς τὸ φαντασιοῦσθαι, συγκατα‐ | |
15 | τίθεσθαι, ἀντιλαμβάνεσθαι, ὑπολαμβάνειν, δοξάζειν, ἐπίστασθαι, λογίζεσθαι, διανοεῖσθαι, νοεῖν, ὑποληπτέον πάσας μὲν τὰς κρίσεις ὑπὸ τοῦ αὐτοῦ τινος καὶ κοινοῦ γίνεσθαι (τοῦ γὰρ κριτικοῦ), ἑκάστην δὲ κρίσιν κατ’ ἄλλην καὶ ἄλλην ὑπ’ αὐτοῦ γίνεσθαι δύναμιν, ὡς εἶχεν καὶ ἐπὶ τῆς αἰσθήσεως. τοῦ γὰρ κριτικοῦ τό τε φαντασιοῦσθαι καὶ τὸ συγκατατίθεσθαι καὶ τὸ ἀντι‐ | |
20 | λαμβάνεσθαι καὶ τὸ ὑπολαμβάνειν καὶ τὸ δοξάζειν καὶ τὸ καταλαμβάνειν, ὧν τὰς διαφορὰς κρίνομεν τῷ κοινῷ κριτικῷ. ὡς δέ ἐστί τι κοινὸν κριτι‐ κόν, οὕτως πάλιν ἐστὶ καὶ κοινὸν ὁρμητικόν τε καὶ ὀρεκτικόν. ἡ γὰρ ὄρεξις ὁρμὴ ἐπί τι, ἧς τὸ μὲν ἐπιθυμία, τὸ δὲ θυμός, τὸ δὲ βούλησις. κινεῖ δὲ ἡ ὁρμητική τε καὶ ὀρεκτικὴ ψυχὴ τὸ ζῷον οὐκ αὐτὴ κινουμένη, | |
25 | ὡς προείρηται. ἀκίνητος γὰρ καθ’ αὑτὴν πᾶσα ἐντελέχεια. καὶ ἡ ψυχὴ δὲ ἐδείχθη οὖσα ἐντελέχεια. διὸ οὐδὲ κυρίως λέγεται κινεῖσθαι τὸ σῶμα ὑπὸ τῆς ψυχῆς. τοῦτο γὰρ λέγεται, ἐφ’ ὧν κεχώρισται τό τε κινοῦν καὶ τὸ κινούμενον, ὡς οἱ βοῦς οἱ κινοῦντες τὴν ἅμαξαν, ἀλλ’ ἐπεὶ κοινότερον | |
λέγεται ὑπό τινος κινεῖσθαι καὶ τὸ κατ’ αὐτὸ κινούμενον (οὕτως γὰρ ὁ τεχ‐ | 78 | |
de An.79 | νίτης ὑπὸ τῆς τέχνης, ὅτι κατ’ αὐτήν, καὶ οὕτως ὑπὸ τῆς κουφότητος τὸ πῦρ), οὕτως λέγεται καὶ τὸ ζῷον ὑπὸ τῆς ψυχῆς κινεῖσθαι, ὅτι κατὰ ταύ‐ την. κατὰ γὰρ τὸ ἔμψυχον εἶναι ἡ τοιάδε αὐτῷ κίνησις γίνεται, οὐ κατὰ τὸ βαρὺ ἢ κοῦφον ἢ λευκὸν ἢ μέλαν ἢ θερμὸν ἢ ψυχρόν. οὐ γὰρ πάντα | |
5 | τὰ κινεῖν λεγόμενα ὁμοίως κινεῖ. τὰ μὲν γὰρ οὕτως κινεῖ ὡς λέγομεν τὸ ὀρεκτόν τε καὶ ἐφετὸν κινεῖν· κινεῖ γὰρ πᾶν τὸ ἐρώμενον τὸν ἐραστὴν τῇ ἐφέσει αὐτοῦ ἐκτός τε ὂν αὐτοῦ καὶ μὴ κινούμενον. διὸ οὐδὲν ὑπὸ τοῦ οὕτως κινητικοῦ τῶν ἀψύχων κινεῖται. ἡ δὲ ψυχὴ κινεῖ τὸ ζῷον τῷ κατὰ τὴν ὄρεξίν τε καὶ ὁρμὴν τὴν διὰ ταύτην οὖσαν ἐν αὐτῷ διά τι ὧν ᾔσθετο | |
10 | ἢ ἐνόησεν κινεῖσθαι αὐτὸ ἢ λήψεως χάριν ἢ φυγῆς. τὰ δέ γε ἄψυχα κινεῖ ἐμπεσόντα τούτοις, ἃ κινεῖ, καὶ βίᾳ κεχωρισμένοις οὖσιν αὐτῶν. ἡ μὲν οὖν τοιαύτη κίνησις ὑπὸ κινουμένων καὶ αὐτῶν τῶν κινούντων γίνεται. αἱ δὲ πρὸ ταύτης εἰρημέναι οὐ τοῦτον τὸν τρόπον. οὔτε γὰρ τὸ τῷ νοεῖσθαι κινοῦν κινούμενον κινεῖ, οὐθ’ ὁ τῷ νοεῖν τι καὶ ὀρέγεσθαι αὐτοῦ καὶ ὁρ‐ | |
15 | μᾶν ἐπ’ αὐτὸ κινούμενος τῷ κινεῖσθαι τὸ νοοῦν οὕτως ὑπ’ αὐτοῦ κινεῖται. αἰσθάνεται μὲν γὰρ τὸ ζῷον καὶ νοεῖ καὶ βαδίζει κατὰ τὴν ψυχήν, οὐ μὴν τῆς ψυχῆς αὐτῆς καθ’ αὑτήν, ἵνα κινήσῃ, κινουμένης. οὐδὲ γὰρ ἐπεὶ ὁ ὀρχηστὴς κατὰ τὴν ὀρχηστικὴν κινεῖται, διὰ τοῦτο ἀνάγκη κινεῖσθαι καθ’ αὑτὴν καὶ τὴν ὀρχηστικήν. οὐ γάρ ἐστιν οὕτως ἐν ἡμῖν ἡ ψυχὴ ὡς ὁ | |
20 | ἐρέτης ἐν τῇ νηΐ, ἀλλ’ ὡς εἶδός τι καὶ τελειότης, ὡς ἐδείχθη. ἀλλὰ περὶ μὲν τούτου καὶ ἐν τοῖς πρώτοις εἰρήκαμεν. οὐχ ὅτι δὲ προγίνεται τῆς κι‐ νήσεως ἡ νόησις ἢ φαντασία, διὰ τοῦτο ἡγεῖσθαι χρὴ ταῦτ’ εἶναι τὰ κι‐ νοῦντα, ἀλλ’ ὅτι χωρὶς ὁρμῆς τε καὶ ὀρέξεως οὐδέτερον ἐκείνων κινεῖ, τού‐ τοις τὴν κίνησιν ἀνατιθέναι χρή. οὐ γὰρ ἐπεὶ ἡ ὄρεξις ἐκείνων τινὸς προη‐ | |
25 | γησαμένου, ἤδη καὶ τὸ κινοῦν ἐκείνων τι, ἀλλ’ ὅτι μηδὲν ὄφελος πρὸς κί‐ νησιν ἐκείνων, εἰ μὴ καὶ ὁρμή τις εἴη καὶ ὄρεξις ἐπιγίνοιτο, ταύτην ἡγεῖ‐ | |
σθαι χρὴ τὴν κινοῦσαν εἶναι. δεῖ γάρ, εἰ κινηθήσεται τὸ ζῷον, οἷον κατα‐ | 79 | |
de An.80 | φῆσαι ἢ ἀποφῆσαι πρῶτον αὐτό. ἡ γὰρ περὶ τὰ πρακτικὰ τοιαύτη τοῦ ἐμψύχου διάθεσις αἰτία τῆς κατὰ τόπον κινήσεως. καὶ γὰρ ἐπὶ τῶν λογι‐ κῶν πράξεων, λέγω δὲ λογικὰς τὰς ὑπὸ τῶν λογικῶν τε καὶ κατὰ λόγον τινὰ πραττομένας, αὗται δέ εἰσιν ὧν λόγος προηγεῖται, ἃς καὶ κυρίως ἄν | |
5 | τις πράξεις λέγοι, καὶ τούτων δὴ ἡ ὁρμὴ καὶ ἡ ὄρεξις αἰτία. οὐδὲν γὰρ ὄφελος τοῦ βουλεύσασθαι περὶ τοῦ πρακτέου, εἰ μὴ καὶ προαίρεσις ἐπα‐ κολουθήσαι, ἥτις ἐστὶν ὄρεξις βουλευτική. ὡς γὰρ ἐν τοῖς θεωρητοῖς τὸ συμπέρασμα τὸ ἐπὶ τοῖς λαμβανομένοις δεικνύμενον ἡ γνῶσίς ἐστι τοῦ προ‐ κειμένου, οὕτως ἐν τοῖς πρακτοῖς ἡ πρᾶξις τὸ τῆς βουλήσεως γίνεται συμ‐ | |
10 | πέρασμα. ἅμα τε γὰρ ἐδείχθη, ὅτι χρὴ μεταδιώκειν τι ἢ φεύγειν κἂν ἡ ὄρεξις τῷ δειχθέντι συνοδεύῃ τοῦτο γίνεται, ἂν μή τι τὸ κωλύον ἔξωθεν ᾖ. ὁ γὰρ ἐννοήσας ὅτι παντὶ ἀνθρώπῳ περιπατητέον, ἐγὼ δὲ ἄνθρωπος, συμπέρασμα ποιεῖται τῶν προειρημένων προτάσεων τὸ περιπατεῖν. ἀλλὰ καὶ ὁ ἐννοήσας ὅτι σκεπάσματός μοι δεῖ, τὸ δὲ ἱμάτιον σκέπασμα, τὸ συμ‐ | |
15 | πέρασμα τὸ ‘ἱματίου μοι ἄρα δεῖ‘ εἰς τὸ κατασκευάζειν ἱμάτιον μεταφέρει. Καὶ αὗται μὲν καὶ τοιαῦται αἱ τῆς ἀλόγου ψυχῆς δυνάμεις, καὶ αἱ κατὰ ταύτας τε καὶ ἀπὸ τούτων ἐνέργειαι, αἳ πάντως μὲν καὶ ἐν τῇ λογικῇ περιέχονται τῷ τελειοτέραν μὲν εἶναι ταύτην, εἶναι δὲ τὴν τε‐ λειοτέραν κατὰ προσθήκην δυνάμεως ἢ δυνάμεων (ἡ γὰρ πρώτη δύνα‐ | |
20 | μις κατὰ προσθήκην τινὰ δυνάμεως τελειοτέρα γίνεται), ἔστιν δὲ παρὰ ταύτας τε καὶ ἐπὶ ταύταις δύναμίς τις ψυχῆς καὶ ἡ λογική, ὡς προείρηται, κριτική τις οὖσα καὶ αὕτη, ἣν ἄνθρωπος ἐξαίρετον ἔχων παρὰ τἆλλα ζῷα τιμιώτερόν τέ ἐστι ζῷον καὶ τελειότερον, καθ’ ἣν δύ‐ | |
ναμιν καὶ λογικὸς καλεῖται. ἥτις ἐστὶ δύναμις ψυχῆς διττὴ καὶ αὐτὴ | 80 | |
de An.81 | τῷ διαφέροντα εἶναι καὶ τὰ περὶ ἃ ἡ δύναμίς τε καὶ ἐνέργειά ἐστιν αὐτῆς. πρὸς γὰρ τὰ κατὰ τὴν φύσιν διαφέροντα καὶ τῶν τῆς ψυχῆς μορίων ἕτε‐ ρον τῇ φύσει τὸ πρὸς ἑκάτερον πεφυκός, εἴπερ καθ’ ὁμοιότητά τινα καὶ οἰκειότητα ἡ γνῶσις αὐτοῖς γίνεται, ὥσπερ καὶ ἐπὶ τῶν αἰσθήσεων ἔχον | |
5 | ἐδείχθη. διαφέρει δὲ ἀλλήλων τὰ ὑποκείμενα τῇ λογικῇ δυνάμει τῷ τὰ μὲν πρακτικά τε εἶναι καὶ ἐν γενέσει καὶ ἐνδεχόμενα καὶ οὕτως καὶ μὴ οὕτως γίνεσθαι, τὰ δὲ ἀίδιά τε καὶ ἀναγκαῖα, καὶ τὰ μὲν αὐτῶν εἶναι δο‐ ξαστά, τὰ δὲ ἐπιστητά. διὸ καὶ τῶν τῆς λογικῆς ψυχῆς δυνάμεων ἡ μέν τίς ἐστι δοξαστική, ἡ δὲ ἐπιστημονική. καλεῖται δὲ ἑκατέρα νοῦς, ἀλλ’ ὁ | |
10 | μὲν πρακτικός τε καὶ δοξαστικὸς καὶ βουλευτικός, ὃς ἀρχὴ γίνεται πράξεως, ὅταν ἡ βούλησίς τε καὶ ὄρεξις συνοδεύσῃ τοῖς ὑπ’ αὐτοῦ κριθεῖσιν, ὁ δὲ ἐπιστημονικός τε καὶ θεωρητικός. τὰ μὲν γὰρ ζητοῦμεν πράξεως χάριν, τὰ δὲ γνώσεως. γίνεται δὲ ὁ ἄνθρωπος οὐκ εὐθὺς ἔχων τήνδε τὴν ἕξιν, ἀλλ’ ἔχων μὲν δύναμιν καὶ ἐπιτηδειότητα τοῦ δέξασθαι αὐτήν, ὕστερον | |
15 | μέντοι λαμβάνων αὐτήν. ὃ καὶ σημεῖον ἐναργέστατον τοῦ μὴ πρὸς τὸ εἶναι τήνδε τὴν δύναμιν συντελεῖν τοῖς ἔχουσιν αὐτήν, ἀλλὰ πρὸς τὸ εὖ εἶναι. ὅσα μὲν γὰρ πρὸς τὸ εἶναι συντελεῖ, ταῦτα ἀχώριστα τοῦ ἔχοντος, ὡς ἡ θρεπτικὴ δύναμις καὶ τῆς αἰσθητικῆς ἡ ἁπτική, ὅσα δὲ πρὸς τὸ εὖ εἶναι, ταῦτα τελειουμένοις προσγίνεται, ὅτε τοῦ κυρίως εὖ εἶναί ἐστιν ἐπιδεκτικά. | |
20 | ἐν γὰρ τῷ τελείῳ τὸ εὖ. ἐγγίνεται δὲ πρῶτος μὲν ὁ πρακτικός τε καὶ δο‐ ξαστικὸς νοῦς, ἐπειδὴ καὶ αἱ ἐνέργειαι περὶ ἃ οὗτός ἐστι χρησιμώτεραί τε ἡμῖν καὶ συνηθέστεραι, ὕστερον δὲ ὁ ἐπιστημονικός τε καὶ θεωρητικός. ὁ δὲ δυνάμει νοῦς, ὃν ἔχοντες γινόμεθα, διττὸς ὢν καὶ αὐτός, ἑκάτερος ἑκα‐ τέρου δεκτικός, ὑλικὸς νοῦς καλεῖταί τε καὶ ἔστι (πᾶν γὰρ τὸ δεκτικόν τινος | |
25 | ὕλη ἐκείνου), ὁ δὲ διὰ διδασκαλίας τε καὶ ἐθῶν ἐγγινόμενος εἶδος ἐκείνου τε καὶ ἐντελέχεια. καὶ ὁ μὲν φυσικός τε καὶ ὑλικὸς ἐν πᾶσιν τοῖς μὴ πεπηρω‐ μένοις, τὴν διαφορὰν ἔχων, καθόσον οἱ μέν εἰσιν εὐφυέστεροι τῶν ἀνθρώ‐ | |
πων, οἱ δὲ ἀφυέστεροι (καθ’ ὃν καὶ λέγομεν πάντας ἀνθρώπους νοῦν ἔχειν), | 81 | |
de An.82 | ὁ δὲ ἐπίκτητός τε καὶ ὕστερον ἐγγινόμενος, καὶ εἶδος καὶ ἕξις ὢν καὶ τελειό‐ της τοῦ φυσικοῦ, οὐκέτ’ ἐν πᾶσιν, ἀλλ’ ἐν τοῖς ἀσκήσασίν τε καὶ μαθοῦσιν, ὃν τρόπον καὶ ἐπὶ τῶν ἐπιστημῶν ἔχει. καὶ γὰρ ἐκείνων πάντες μέν ἐσμεν φύσει δεκτικοί, οὐκέτι δὲ καὶ δεδέγμεθα πάντες αὐτάς, ὅτι μηκέτι τὸ δέ‐ | |
5 | ξασθαι αὐτὰς φύσει. οὐ γὰρ ὥσπερ ἐπὶ τοῦ περιπατεῖν, οὕτως δὲ ἔχει καὶ ἐπὶ τῶν ἐπιστημῶν τε καὶ τοῦ κατ’ ἐνέργειαν νοῦ. ἐπὶ μὲν γὰρ τοῦ περιπα‐ τεῖν, ὥσπερ ἡ δύναμις ἡμῖν τοῦ περιπατεῖν ἐνυπάρχει φύσει, καὶ ἔχομεν αὐ‐ τὴν εὐθὺς γενόμενοι, οὕτως καὶ ἡ ἐνέργεια προϊοῦσίν τε καὶ τελειουμένοις προσγίνεται φύσει, ἐπὶ δὲ τῆς ἐπιστήμης τε καὶ τοῦ νοῦ αἱ μὲν δυνάμεις φύ‐ | |
10 | σει, οὐκέτι δὲ αἱ ἕξεις τε καὶ ἐνέργειαι φύσει. διὸ τοῦτον τὸν νοῦν λέγομεν οὐ πάντας ἔχειν ἔτι, ἀλλὰ μόνου τοῦ σπουδαίου τὸ νοῦν ἔχειν κατηγοροῦμεν· ἢ καὶ τούτου μέχρι τινὸς πάντες οἱ μὴ πεπηρωμένοι μεταλαμβάνουσιν, ἐπὶ τὴν τοῦ καθόλου τε περίληψιν καὶ κατὰ σύνθεσιν γνῶσίν τινων ὑπ’ αὐτῆς τῆς φύσεως ὁδηγούμενοι· οὗτός ἐστι κυριώτερον ὁ κοινὸς νοῦς καλού‐ | |
15 | μενος, ἡ δὲ ἐπὶ πλέον ἐξεργασία κατ’ αὐτὸν γίνεται τὸν εἰρημένον τρόπον. ὁ μὲν οὖν πρακτικὸς νοῦς βουλευτικός ἐστι (τῷ γὰρ τὰ πρακτὰ ἐνδέχεσθαι καὶ οὕτως καὶ μὴ οὕτως πραχθῆναι βουλῆς δεῖ πρὸς τὴν αἵρεσιν τοῦ βελ‐ τίονος), ὁ δὲ θεωρητικὸς τῶν ἀιδίων καὶ ὁμοίως ἐχόντων ἀεὶ γνωστικὸς ὢν ἐπιστημονικός ἐστιν, ἀλλ’ οὐ βουλευτικός. τὸν μὲν οὖν δυνάμει τε καὶ | |
20 | ὑλικὸν νοῦν καλούμενον ἑκάτερον ὡς εἶπον εὐθὺς ἔχομεν γινόμενοι, τοὺς | |
δὲ κατ’ ἐνέργειάν τε ὄντας καὶ ἕξεις τούτων ὕστερον κτώμεθα διὰ τῆς | 82 | |
de An.83 | καθ’ ἡμέραν διδασκαλίας, ἧς γίνεται δεκτικὸς ἐκ τῆς ἐνεργείας, τὸν δὲ θεω‐ ρητικὸν ἐκ τῆς τῶν θεωρητῶν. γεννᾶται γὰρ ὁ ἄνθρωπος αἰσθήσεις ἔχων, καθ’ ἃς ἐνεργῶν φαντασίας λαμβάνει. ὁρῶν οὖν ἑκάστοτε καὶ ἀκούων καὶ κατὰ τὰς ἄλλας αἰσθήσεις αἰσθανόμενος καὶ τυπούμενος ὑπ’ αὐτῶν πρῶτον | |
5 | μὲν ἐν τῇ τῶν τύπων τούτων τηρήσει μνημονεύειν ἐθίζεται, ἔπειτα δὲ ἔκ τε μνήμης καὶ τῆς συνεχοῦς κατὰ τὰς αἰσθήσεις ἐνεργείας περὶ τὰ αἰσθητὰ γίνεταί τις αὐτῷ ἀπὸ τοῦ ‘τόδε τε καὶ καθέκαστον‘ ἐπὶ τὸ ‘τοιόνδε καὶ καθόλου‘ μετάβασις δι’ ἐμπειρίας. τοῦδε γὰρ τοῦ λευκοῦ καὶ τοῦδε τῆς αἰσθήσεως ἀντιλαμβανομένης ἐκ τῶν τοιούτων ἀντιλήψεων ἔλαβεν τὸ εἶναι | |
10 | τὸ τοιόνδε χρῶμα λευκόν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων αἰσθητῶν ἑκά‐ στου. ἥτις περίληψίς τε καὶ διὰ τῆς τῶν καθ’ ἕκαστα αἰσθητῶν ὁμοιότη‐ τος τοῦ καθόλου λῆψις νόησίς ἐστιν. ἡ γὰρ τῶν ὁμοίων σύνθεσις ἔργον ἤδη νοῦ. ὥσπερ δὲ ἡ αἴσθησις ἡ κατ’ ἐνέργειαν διὰ τῆς τῶν εἰδῶν τῶν αἰσθητῶν λήψεως ἄνευ τῆς ὕλης γίνεται, οὕτως δὲ καὶ ἡ νόησις λῆψις | |
15 | τῶν εἰδῶν ἐστι χωρὶς ὕλης, ταύτῃ τῆς αἰσθητικῆς ἀντιλήψεως διαφέρουσα, ᾗ ἡ μὲν αἴσθησις, εἰ καὶ μὴ ὡς ὕλη τὰ αἰσθητὰ εἴδη λαμβάνει, ἀλλ’ οὕτως γε αὐτῶν ποιεῖται τὴν ἀντίληψιν ὡς ὄντων ἐν ὕλῃ (τὰ γὰρ κοινὰ αἰσθητὰ συμπεπλεγμένα τῇ τῶν ἰδίων αἰσθητῶν ἀντιλήψει μαρτύρια τοῦ ὡς ἐνύλων αὐτῶν ὄντων τὴν αἴσθησιν ἀντιλαμβάνεσθαι· ἅμα γὰρ χρω‐ | |
20 | μάτων ὄψις αἰσθανομένη σὺν αὐτῷ καὶ μεγέθους καὶ σχήματος καὶ κινή‐ σεως ἢ ἠρεμίας αἴσθησιν λαμβάνει, ἃ μαρτύρια τοῦ περί τι ὑποκείμενον εἶναι τὸ χρῶμα), ὁ δὲ νοῦς οὔτε ὡς ὕλη τὰ εἴδη λαμβάνει, οὔτε ὡς ἐν | |
ὕλῃ ὄντα καὶ μεθ’ ὕλης. ἔστι δὲ τὸ μὲν ὡς ὕλην εἶδός τι λαμβάνειν τὸ | 83 | |
de An.84 | αὐτὸ 〈τῷ〉 ὕλην γίνεσθαι τῷ λαμβανομένῳ, ὃ ἐπὶ τῶν παθῶν τῶν οὐ κατὰ ψυχὴν γινομένων ἰδεῖν ἔστι. τὰ γὰρ ἁπλῶς πάσχοντα ὗλαι γίνονται τῶν παθῶν. τὸ γὰρ θερμαινόμενον θερμὸν γινόμενον αὐτὸ ὕλη τῷ πάθει γί‐ νεται, ὃ οὔτε ἡ αἴσθησις οὔτε ὁ νοῦς ἔχουσιν. καὶ γὰρ εἰ διά τινων | |
5 | παθῶν σωματικῶν τὸ αἰσθάνεσθαι γίνεται, ἀλλ’ αὐτό γε τὸ αἰσθάνεσθαι οὐ πάσχειν ἐστίν, ἀλλὰ κρίνειν. οὔτε οὖν ὡς ὕλη γινόμενος ὁ νοῦς τῶν εἰδῶν οὕτως αὐτὰ λαμβάνει οὔτε ὡς μετὰ ὕλης ὄντα ὡς τὰ αἰσθανόμενα, ἀλλ’ αὐτὰ καθ’ αὑτὰ χωρίζων αὐτὰ ἀπὸ πάσης ὑλικῆς περιστάσεως μόνα λαμβάνων θεωρεῖ. οὐ γὰρ λευκὸν νοῶν ὡς μετὰ σχήματος ἢ μεγέθους | |
10 | ὄντος αὐτοῦ τὴν νόησιν ποιεῖται. αἴτιον δὲ τούτου τὸ μηδὲ τὴν ἀρχὴν ὀρ‐ γάνῳ τινὶ σωματικῷ προσχρῆσθαι πρὸς τὴν λῆψιν τῶν νοουμένων, ἀλλ’ ἀρκεῖσθαι αὐτὸν αὐτῷ πρὸς τὸ γνῶναι τὸ νοούμενον· διὸ ἡ μὲν αἴσθησις, εἰ καὶ μὴ ἀλλοίωσις, ἀλλὰ δι’ ἀλλοιώσεώς γέ τινος γίνεσθαι δοκεῖ, ὁ δὲ νοῦς οὐ τοῦτον τὸν τρόπον. ἐπεὶ δὲ δεῖ τὸ ληψόμενον εἴδη τινὰ μηδὲν | |
15 | τούτων ἔχειν ἐν τῇ οἰκείᾳ φύσει (παρεμφαινόμενον γὰρ τὸ οἰκεῖον εἶδος κωλύει τὴν τοῦ ἀλλοτρίου λῆψιν· οὕτως γοῦν ἔχοντα ἐδείχθη καὶ τὰ αἰ‐ σθητήρια), δεῖ καὶ τὸν ὑλικόν τε καὶ ὑποκείμενον νοῦν μηδὲν εἶναι τῶν νοεῖσθαι δυναμένων ὑπ’ αὐτοῦ. ἀλλὰ μὴν πάντα τὰ ὄντα ὑπὸ τοῦ νοῦ νοεῖται, εἴ γε τῶν ὄντων τὰ μέν ἐστι νοητά, τὰ δὲ αἰσθητά. ποιεῖ γὰρ ὁ | |
20 | νοῦς καὶ τὰ αἰσθητὰ αὑτῷ νοητὰ χωρίζων αὐτὰ τῆς ὕλης καὶ τί ποτέ ἐστιν αὐτοῖς τὸ εἶναι θεωρῶν. οὐδὲν ἄρα τῶν ὄντων ἐνεργείᾳ ἐστὶν ὁ ὑλι‐ κὸς νοῦς, ἀλλὰ πάντα δυνάμει. πρὸ γὰρ τοῦ νοεῖν οὐδὲν ὢν ἐνεργείᾳ, ὅταν νοῇ τι, τὸ νοούμενον γίνεται, εἴ γε τὸ νοεῖν αὐτῷ ἐν τῷ τὸ εἶδος ἔχειν τὸ νοούμενον. ἐπιτηδειότης τις ἄρα μόνον ἐστὶν ὁ ὑλικὸς νοῦς πρὸς τὴν | |
25 | τῶν εἰδῶν ὑποδοχὴν ἐοικὼς πινακίδι ἀγράφῳ, μᾶλλον δὲ τῷ τῆς πινακίδος ἀγράφῳ, ἀλλ’ οὐ τῇ πινακίδι αὐτῇ. αὐτὸ γὰρ τὸ γραμματεῖον ἤδη τι τῶν ὄντων ἐστίν. διὸ ἡ μὲν ψυχὴ καὶ τὸ ταύτην ἔχον εἴη μᾶλλον 〈ἂν〉 κατὰ τὸ | |
γραμματεῖον, τὸ δὲ ἄγραφον ἐν αὐτῇ ὁ νοῦς ὁ ὑλικὸς λεγόμενος, ἢ ἐπι‐ | 84 | |
de An.85 | τηδειότης ἡ πρὸς τὸ ἐγγραφῆναι. ὡς οὖν ἐπὶ τοῦ γραμματείου τὸ μὲν γραμματεῖον πάσχοι 〈ἂν〉 ἀντιγραφόμενον, ἐν ᾧ ἡ πρὸς τὸ γραφῆναι ἐπιτηδειότης, ἡ μέντοι ἐπιτηδειότης αὐτὴ οὐδὲν πάσχει εἰς ἐνέργειαν ἀγομένη (οὐδὲ γάρ ἐστί τι ὑποκείμενον), οὕτως οὐδ’ ἂν ὁ νοῦς πάσχοι | |
5 | τι, μηδέν γε ὢν τῶν ἐνεργείᾳ. διὸ καὶ οὐκ ἀλόγως τινὲς ἀπὸ τῆς τοῦ νοῦ δυνάμεως κινούμενοι τόπον εἰδῶν τὴν ψυχὴν εἶπον εἶναι, ὃ τῷ κυ‐ ριωτάτῳ τῆς ψυχῆς ὑπάρχει, τοῦτ’ ἐπὶ πᾶσαν αὐτὴν μεταφέροντες. τό‐ πος δ’ ἂν εἴη τῶν εἰδῶν οὐ κατ’ ἐνέργειαν (οὐδὲν γὰρ κατὰ τὴν αὑτοῦ φύσιν τῶν εἰδῶν ἔχων ἐδείχθη), ἀλλ’ ὡς δυνάμενος αὐτὰ λαμβάνειν τό‐ | |
10 | πος αὐτῶν ἂν εἴη δυνάμει κατὰ τοῦτο. καὶ τοιοῦτος μὲν ὁ ὑλικὸς νοῦς, ὁ δὲ ὡς ἕξις λεγόμενος εἶδός ἐστι [καὶ δύναμις] καὶ τελειότης τούτου, ἥτις ἕξις ἐν αὐτῷ γίνεται ἔκ τε τῆς τοῦ καθόλου περιλήψεως καὶ ἐκ τοῦ τὰ εἴδη χωρίζειν ἀπὸ τῆς ὕλης [δύνασθαι], ἃ τρόπον τινὰ ταὐτά ἐστιν ἀλλή‐ λοις. ὅ τε γὰρ τὸ εἶδός τινος χωρὶς τῆς ὕλης λαβὼν ἔχει τὸ κοινόν τε | |
15 | καὶ καθόλου (ὁ γὰρ τὸ εἶδος τοῦ ἀνθρώπου λαβὼν χωρὶς τῶν ὑλικῶν περιστάσεων ἔχει τὸν κοινὸν ἄνθρωπον· ἡ γὰρ τῶν καθ’ ἕκαστα ἀνθρώ‐ πων πρὸς ἀλλήλους διαφορὰ παρὰ τῆς ὕλης γίνεται, ἐπεὶ τά γε εἴδη αὐ‐ τῶν, καθ’ ἅ εἰσιν ἄνθρωποι, οὐδεμίαν ἔχει διαφοράν), ὅ τε τὸ κοινὸν τὸ ἐπὶ τοῖς καθ’ ἕκαστα συνιδὼν τὸ εἶδος πάλιν χωρὶς τῆς ὕλης λαμβάνει. | |
20 | τοῦτο γὰρ ἐν αὐτοῖς τὸ κοινόν τε καὶ ταὐτόν. ἐγγίνεται δὲ ἡ τοιάδε ἕξις τῷ νῷ τὴν ἀρχὴν κατὰ μετάβασιν ἀπὸ τῆς περὶ τὰ αἰσθητὰ συνεχοῦς ἐνεργείας ὥσπερ ὄψιν τινὰ ἀπ’ αὐτῶν λαμβάνοντος τοῦ καθόλου θεωρητικήν, ὃ κατ’ ἀρχὰς μὲν νόημα καὶ ἔννοια καλεῖται, πλεονάσαν δὲ καὶ ποικίλον καὶ πολύτροπον γινόμενον, ὡς δύνασθαι καὶ χωρὶς τῆς αἰσθητικῆς ὑποβά‐ | |
25 | θρας ποιεῖν τοῦτο, νοῦς ἤδη. ὅταν γὰρ ἐν ἕξει γένηται διὰ τὰς συνεχεῖς | |
ἐνεργείας τοιαύτῃ, ὡς δι’ αὐτοῦ λοιπὸν ἐνεργεῖν δύνασθαι, τότε ὁ ὡς ἕξις | 85 | |
de An.86 | καλούμενος νοῦς γίνεται, ἀνάλογον ὢν τῷ ἐπιστήμονι, ὃς τοῦ τε κατὰ δύναμιν ἐπιστήμονος λεγομένου καὶ τοῦ κατ’ ἐπιστήμην ἐνεργοῦντός ἐστι μεταξύ, ὅσον ἀπολείπεσθαι δοκεῖ τοῦ κατὰ τὴν ἐπιστήμην ἐνεργοῦντος, τοσοῦτον πλεονεκτῶν τὸν κατὰ δύναμιν ἐπιστήμονα. ἐνεργοῦσα δὲ ἥδε | |
5 | ἡ ἕξις ὁ κατ’ ἐνέργειαν γίνεται νοῦς. ὁ γὰρ κατὰ ἕξιν νοῦς ἀποκείμενά πώς ἐστιν ἀθρόα καὶ ἠρεμοῦντα τὰ νοήματα. ὅτι δὲ οὐχ ὁμοίως ὁ νοῦς ὑπὸ τῶν νοητῶν πάσχει τῇ αἰσθήσει, ἀλλ’ ἡ μὲν ὑπὸ τῶν αἰ‐ σθητῶν διατίθεταί πως ἅτε διὰ σωματικῆς ὑπηρεσίας αὐτῶν ἀντιλαμ‐ βανομένη, ὁ δὲ ἀπαθὴς ὑπ’ αὐτῶν μένει, δῆλον καὶ ἐκ τοῦ τὴν μὲν | |
10 | αἴσθησιν ἀπὸ τῆς περὶ τὰ σφόδρα αἰσθητὰ ἐνεργείας μὴ δύνασθαι τῶν ἧττον αἰσθητῶν ἀντιλαμβάνεσθαι ὡς ἔχουσάν τι πάθος ἔτι παράμονον ἀπ’ ἐκείνων ἐγγενόμενον, τὸν δὲ νοῦν ἀπὸ τῶν σφόδρα νοητῶν μηδὲν ἧττον, ἢ καὶ μᾶλλον νοεῖν τὰ ἔλαττον νοητά, ὡς ἂν ἐν τῷ προγεγυμνάσθαι περὶ αὐτὰ ἑτοιμότερον πρὸς τὰς οἰκείας ἐνεργείας γεγονότα. καὶ ἐπεί ἐστιν ὁ | |
15 | κατ’ ἐνέργειαν νοῦς οὐδὲν ἄλλο ἢ τὸ εἶδος τὸ νοούμενον, ὥσπερ καὶ ἐπὶ τῆς αἰσθήσεως ἐδείχθη, ὁ ἐν ἕξει νοῦς (οὗτος δέ ἐστιν ὁ νοεῖν ἐπ’ αὐτοῦ δυνάμενος καὶ τὰ τῶν νοητῶν εἴδη λαμβάνειν καθ’ αὑτά), οὗτος ἤδη δύ‐ ναται καὶ αὑτὸν νοεῖν. ἐπεὶ γὰρ τὸ νοούμενον εἶδος αὐτός ἐστιν, εἴ γε νοῶν ὃ νοεῖ γίνεται, ὁ ἄρ’ ἕξιν ἔχων τοῦ τὰ εἴδη νοεῖν, οὗτος ἕξιν καὶ | |
20 | δύναμιν ἔχει τοῦ νοεῖν ἑαυτόν. ὃ γὰρ δύναται νοεῖν, τοῦτο αὐτὸ αὐτὸς νοῶν γίνεται, καὶ ἔστιν ὅταν νοῇ προηγουμένως μὲν καὶ καθ’ αὑτὸν νοῶν τὸ νοητὸν εἶδος, κατὰ συμβεβηκὸς δὲ ἑαυτὸν τῷ συμβεβηκέναι αὐτῷ, ὅταν νοῇ, γίνεσθαι ἐκεῖνο, ὃ νοεῖ. πρὸ μὲν οὖν τοῦ κατ’ ἐνέργειαν τὸν νοῦν νοεῖν πρὸς ἄλληλά ἐστι τὸ νοοῦν τε καὶ τὸ νοούμενον καὶ ἀντικείμενα | |
25 | ἀλλήλοις ὡς τὰ πρός τι, ὅταν δὲ ἐνεργῶσιν, ἓν γινόμενα παύεται τῆς ἀν‐ τιθέσεως. οὐδὲ γὰρ ἐφαρμόζειν αὐτοῖς οἷόν τέ ἐστι τὸν τοῦ πρός τι λόγον. διὸ ὁ κατ’ ἐνέργειαν νοῦς ὁ αὐτὸς γινόμενος τῷ νοητῷ εὐλόγως αὑτὸν λέ‐ γεται νοεῖν. ὁ μὲν οὖν νοῦς ὁ κατ’ ἐνέργειαν αὑτὸν νοεῖ. ὃ γὰρ νοεῖ, | |
τοῦτο αὐτὸς γίνεται. τὰ γὰρ εἴδη χωρὶς ὕλης νοεῖ. οὐ γὰρ τόδε, ἀλλὰ | 86 | |
de An.87 | τὸ τῷδε εἶναι νοεῖ, ὡς προείρηται. οὐκέτι δὲ ὁμοίως ἡ κατ’ ἐνέργειαν αἴ‐ σθησις αὑτῆς αἰσθάνεσθαι λέγεται, καίτοι καὶ αὐτὴ τὰ εἴδη τῶν αἰσθητῶν λαμβάνουσα, ὅτι αἰσθάνεται μὲν ὧν αἰσθάνεται ὡς ὄντων ἐν ὕλῃ (τοῦδε γὰρ ἡ αἴσθησις), οὐ γίνεται δὲ αὐτὴ τῷ αἰσθητῷ ἡ αὐτή, ὅτι μὴ ὡς ὕλη | |
5 | τὸ εἶδος λαμβάνει. καὶ γὰρ τὰ ἔνυλα εἴδη καὶ αἰσθητὰ ἄλλως μὲν ἡ αἴ‐ σθησις, ἄλλως δὲ ὁ νοῦς κρίνει. ἔστι μὲν γὰρ ἐπὶ τῶν τοιούτων καὶ ὅλως ἐπὶ τῶν συνθέτων ἐξ ὕλης τε καὶ εἴδους ἄλλο τὸ τόδε τι, καὶ ἄλλο τὸ τῷδε εἶναι. οὐ γὰρ ταὐτόν ἐστι χαλκὸς καὶ τὸ εἶναι χαλκῷ· χαλκὸς μὲν γὰρ τὸ συναμφότερον, τὸ δὲ χαλκῷ εἶναι οὐ κατὰ τὸ συναμφότερον ἔτι, | |
10 | ἀλλὰ κατὰ τὸ εἶδός τε καὶ τὸν λόγον, ὃς ἐν τῇ ὑποκειμένῃ ὕλῃ γενόμενος ἐποίησεν χαλκὸν αὐτήν. οὔσης δὴ ἐν τοῖς αἰσθητοῖς ταύτης τῆς διαφορᾶς, ἡ μὲν αἴσθησις τοῦ συναμφοτέρου ἐστὶ κριτική (τοῦ γὰρ εἴδους ὡς ἐν ὕλῃ ὄντος τὴν ἀντίληψιν ποιεῖται· διὸ καὶ πᾶν τὸ αἰσθητὸν τόδε τί ἐστι καὶ καθ’ ἕκαστον, τὸ γὰρ συναμφότερον τοιοῦτον), ὁ δὲ νοῦς τοῦ εἴδους καὶ | |
15 | τοῦ λόγου καθ’ ὅν ἐστι τόδε τι θεωρητικός ἐστι. διὸ οὐ τοῦδε, ἀλλὰ τοι‐ οῦδε, καὶ οὐ τοῦ καθέκαστα, ἀλλὰ τοῦ καθόλου. κατὰ γὰρ τὸν λόγον πάντα τὰ ὁμοειδῆ ἀλλήλοις εἰσὶν ὁμοειδῆ τὸν αὐτὸν ὄντα, οὗ ἐστιν ὁ νοῦς θεωρητικός· ἐφ’ ὧν μὲν οὖν ἄλλο ἐστὶ τὸ τόδε καὶ τὸ τῷδε εἶναι, ἐπὶ τούτων ἄλλη μὲν ἡ γνωστικὴ δύναμις τοῦδε (ἡ γὰρ αἴσθησις), ἄλλη δὲ ἡ | |
20 | τοῦ τῷδε εἶναι (ὁ γὰρ νοῦς), ἐφ’ ὧν δὲ ταὐτὸν τὸ τόδε καὶ τὸ τῷδε εἶναι (τοῦτο δέ ἐστιν ἐπὶ τῶν εἰδῶν τῶν χωρὶς ὕλης), τούτων νοῦς μόνος ἐστὶ θεωρητικός. οὐδὲν γὰρ τῶν τοιούτων αἰσθητὸν ἔτι. πᾶν γὰρ τὸ αἰσθητὸν ἔνυλόν τε καὶ σύνθετον. Τὰ μὲν οὖν τῶν συνθέτων τὸ τί ἦν εἶναί τε καὶ τὰ τούτων εἴδη ὁ | |
25 | νοῦς αὑτῷ νοητὰ ποιεῖ χωρίζων αὐτὰ τῶν σὺν οἷς αὐτοῖς τὸ εἶναι. εἰ δέ τινά ἐστιν εἴδη, ὡς τὰ καθ’ αὑτά, χωρὶς ὕλης τε καὶ ὑποκειμένου τινός, ταῦτα κυρίως ἐστὶ νοητά, ἐν τῇ οἰκείᾳ φύσει τὸ εἶναι τοιαῦτα ἔχοντα, ἀλλ’ οὐ παρὰ τῆς τοῦ νοοῦντος αὐτὰ βοηθείας λαμβάνοντα. τὰ δὲ τῇ αὑτῶν | |
φύσει νοητὰ κατ’ ἐνέργειαν νοητά, δυνάμει γὰρ νοητὰ τὰ ἔνυλα. ἀλλὰ μὴν | 87 | |
de An.88 | τὸ κατ’ ἐνέργειαν νοητὸν ταὐτὸν τῷ κατ’ ἐνέργειαν νῷ, εἴ γε ταὐτὸν τὸ νοούμενον τῷ νοοῦντι. τὸ ἄρα ἄυλον εἶδος νοῦς ὁ κυρίως τε καὶ κατ’ ἐνέργειαν. καὶ ὁ νοῶν ἄρα τοῦτο νοῦν νοεῖ οὐ γινόμενον νοῦν ὅτε νοεῖται, ὡς ἐπὶ τῶν ἐνύλων εἰδῶν ἔχει, ἀλλὰ ὄντα νοῦν καὶ χωρὶς τοῦ ὑπὸ τοῦ | |
5 | νοῦ νοεῖσθαι. εἰ δὴ ὁ νοῶν νοῦς ἐν τῷ νοεῖν ὃ νοεῖ γίνεται, καὶ ὁ ἐν ἡμῖν νοῦς, οὗτος δέ ἐστιν ὁ καθ’ ἕξιν, ὅταν ταῦτα τὰ εἴδη νοῇ, ὁ αὐτὸς ἐκείνοις τότε γίνεται· ὁποῖα γάρ ἐστι κατὰ τὴν οἰκείαν ὑπόστασιν καὶ χωρὶς τοῦ νοεῖσθαι (ἁπλᾶ γὰρ τοιαῦτα), καὶ ἐν τῷ νοοῦντι αὐτὰ γίνεται. ὥσθ’ ὁ ταῦτα νοῶν νοῦς ὁ αὐτὸς αὐτοῖς, ὅτε νοεῖ, γίνεται. νοῦς δὴ ἐπὶ τούτων | |
10 | τό τε νοούμενον καὶ τὸ νοοῦν, καὶ ἄμφω τότε ταὐτό. ὅταν δέ γε τῶν ἐνύλων τι εἰδῶν νοῇ καὶ τὸ τί ἦν εἶναι ἐνύλου τινὸς λαμβάνῃ, οὐκέθ’ ὁ αὐτὸς πάντῃ γίνεται τῷ νοουμένῳ πράγματι, ὅτι τὸ μὲν νοούμενον ὑπ’ αὐτοῦ ἐπὶ ὕλῃ τινὶ τὸ εἶναι ἔχει, ὁ δ’ αὐτὸ ὡς κεχωρισμένον ὕλης λαμ‐ βάνει. διὸ τὸ τοιοῦτον εἶδος νοούμενον μὲν νοῦς ἐστι καὶ αὐτό, ἔξω δὲ | |
15 | τοῦ νοεῖσθαι γενόμενον οὐκέτι. ἔτι ὁ μὲν νοῦς χωρὶς ὕλης εἶδός τι, τὸ δὲ ἐν ὕλῃ τὸ εἶναι ἔχει. Ἐπεὶ δὲ ἐν πᾶσιν τοῖς γινομένοις τε καὶ συνεστῶσιν κατὰ φύσιν, ἐν οἷς ὕλη τίς ἐστιν, τὸ μέν τι ὕλη ἐστὶν ἐν ἐκείνῳ τῷ λαμβανομένῳ γένει (τοῦτο δέ ἐστιν, ὃ πάντα δυνάμει ἐστὶ τὰ ἐν ἐκείνῳ τῷ γένει), τὸ δέ τι | |
20 | ποιητικὸν τοῦ ἐν τῇ ὕλῃ γίνεσθαι ταῦτα ὧν ἐστι δεκτική (ὥσπερ καὶ ἐπὶ τῶν κατὰ τέχνην γινομένων ἔχον ὁρῶμεν· ἡ γὰρ τέχνη τοῦ τὸ εἶδος ἐν τῇ ὕλῃ γίνεσθαι τὴν αἰτίαν ἔχει), ἀναγκαῖον δοκεῖ καὶ ἐπὶ τοῦ νοῦ ταύτας εἶναι τὰς διαφοράς. καὶ ἐπεί ἐστιν ὑλικός τις νοῦς, εἶναί τινα δεῖ καὶ ποιητικὸν νοῦν, ὃς αἴτιος τῆς ἕξεως τῆς τοῦ ὑλικοῦ νοῦ γίνεται. εἴη δ’ ἂν | |
25 | οὗτος τὸ κυρίως τε καὶ μάλιστα νοητὸν εἶδος, τοιοῦτον δὲ τὸ χωρὶς ὕλης. | |
ἐν πᾶσιν γὰρ τὸ μάλιστα καὶ κυρίως τι ὂν καὶ τοῖς ἄλλοις αἴτιον τοῦ εἶναι | 88 | |
de An.89 | τοιούτοις. τό τε γὰρ μάλιστα ὁρατόν, τοιοῦτον δὲ τὸ φῶς, καὶ τοῖς ἄλλοις τοῖς ὁρατοῖς αἴτιον τοῦ εἶναι ὁρατοῖς, ἀλλὰ καὶ τὸ μάλιστα καὶ πρώτως ἀγαθὸν καὶ τοῖς ἄλλοις ἀγαθοῖς αἴτιον τοῦ εἶναι τοιούτοις· τὰ γὰρ ἄλλα ἀγαθὰ τῇ πρὸς τοῦτο συντελείᾳ κρίνεται. καὶ τὸ μάλιστα δὴ καὶ τῇ αὑτοῦ | |
5 | φύσει νοητὸν εὐλόγως αἴτιον καὶ τῆς τῶν ἄλλων νοήσεως. τοιοῦτον δὲ ὂν εἴη ἂν ὁ ποιητικὸς νοῦς. εἰ γὰρ μὴ ἦν τι νοητὸν φύσει, οὐδ’ ἂν τῶν ἄλλων τι νοητὸν ἐγίνετο, ὡς προείρηται. ἐν γὰρ πᾶσιν ἐν οἷς τὸ μὲν κυ‐ ρίως τί ἐστιν, τὸ δὲ δευτέρως, τὸ δευτέρως παρὰ τοῦ κυρίως τὸ εἶναι ἔχει. ἔτι, εἰ ὁ τοιοῦτος νοῦς τὸ πρῶτον αἴτιον, ὃ αἰτία καὶ ἀρχὴ τοῦ εἶναι πᾶσι | |
10 | τοῖς ἄλλοις, εἴη ἂν καὶ ταύτῃ ποιητικός, ᾗ αὐτὸς αἴτιος τοῦ εἶναι πᾶσι τοῖς νοουμένοις. καὶ ἔστιν ὁ τοιοῦτος νοῦς χωριστός τε καὶ ἀπαθὴς καὶ ἀμιγὴς ἄλλῳ, ἃ πάντα αὐτῷ διὰ τὸ χωρὶς ὕλης εἶναι ὑπάρχει. χωριστός τε γὰρ καὶ αὐτὸς καθ’ αὑτὸν ὢν διὰ τοῦτο. τῶν γὰρ ἐνύλων εἰδῶν οὐδὲν χωριστὸν ἢ λόγῳ μόνον τῷ φθορὰν αὐτῶν εἶναι τὸν ἀπὸ τῆς ὕλης χω‐ | |
15 | ρισμόν. ἀλλὰ καὶ ἀπαθής, ὅτι τὸ πάσχον ἐν πᾶσιν ἡ ὕλη καὶ τὸ ὑπο‐ κείμενον. ἀπαθὴς δὲ ὢν καὶ μὴ μεμιγμένος ὕλῃ τινὶ καὶ ἄφθαρτός ἐστιν, ἐνέργεια ὢν καὶ εἶδος χωρὶς δυνάμεώς τε καὶ ὕλης. τοιοῦτον δὲ ὂν δέ‐ δεικται ὑπ’ Ἀριστοτέλους τὸ πρῶτον αἴτιον, ὃ καὶ κυρίως ἐστὶ νοῦς. τὸ γὰρ ἄυλον εἶδος ὁ κυρίως νοῦς. διὸ καὶ τιμιώτερος οὗτος ὁ νοῦς τοῦ ἐν | |
20 | ἡμῖν τε καὶ ὑλικοῦ, ὅτι ἐν πᾶσιν τὸ ποιοῦν τοῦ πάσχοντος τιμιώτερον καὶ τὸ χωρὶς ὕλης τοῦ σὺν ὕλῃ. ὃν ὁ νοῶν νοῦς, ὅταν αὐτὸν νοῇ, ἐκεῖνός πως γίνεται, εἴ γε τὸ νοεῖν ἐν τῷ λαβεῖν τὸ εἶδος τὸ νοούμενον καὶ ὁμοιω‐ | |
θῆναι αὐτῷ, ἀναλόγως τῇ ἐπιστήμῃ, ἣ ὅταν ἐνεργῇ τὸ θεωρούμενον ὑπ’ | 89 | |
de An.90 | αὐτῆς ἑκάστοτέ ἐστιν αὐτή. ἡ γὰρ κατ’ ἐνέργειαν ἐπιστήμη τὸ θεωρού‐ μενον. ἐπὶ μὲν οὖν τῶν ἐνύλων εἰδῶν, ὥσπερ εἶπον, ὅταν μὴ νοῆται τὰ τοιαῦτα εἴδη, οὐδέ ἐστιν αὐτῶν τι νοῦς, εἴ γε ἐν τῷ νοεῖσθαι αὐτοῖς ἡ τοῦ νοητοῖς εἶναι ὑπόστασις. τὰ γὰρ καθόλου καὶ κοινὰ τὴν μὲν ὕπαρξιν ἐν | |
5 | τοῖς καθέκαστά τε καὶ ἐνύλοις ἔχει. νοούμενα δὲ χωρὶς ὕλης κοινά τε καὶ καθόλου γίνεται, καὶ τότε ἐστὶ νοῦς ὅταν νοῆται. εἰ δὲ μὴ νοοῖτο, οὐδὲ ἔστιν ἔτι. ὥστε χωρισθέντα τοῦ νοοῦντος αὐτὰ νοῦ φθείρεται, εἴ γε ἐν τῷ νοεῖσθαι τὸ εἶναι αὐτοῖς. ὅμοια δὲ τούτοις καὶ τὰ ἐξ ἀφαιρέσεως, | |
10 | ὁποῖά ἐστι τὰ μαθηματικά. φθαρτὸς ἄρα ὁ τοιοῦτος νοῦς, τουτέστιν τὰ τοιαῦτα νοήματα. ἐν οἷς δὲ τὸ νοούμενον κατὰ τὴν αὑτοῦ φύσιν ἐστὶ τοι‐ οῦτον, οἷον νοεῖται (ἔστι δὲ τοιοῦτον ὂν καὶ ἄφθαρτον), ἐν τούτοις καὶ χωρισθὲν τοῦ νοεῖσθαι ἄφθαρτον μένει, καὶ ὁ νοῦς ἄρα ὁ τοῦτο νοήσας ἄφθαρτός ἐστιν, οὐχ ὁ ὑποκείμενός τε καὶ ὑλικός (ἐκεῖνος μὲν γὰρ σὺν τῇ | |
15 | ψυχῇ, ἧς ἐστι δύναμις, φθειρομένῃ φθείρεται, ᾧ φθειρομένῳ συμφθείροιτο ἂν καὶ ἡ ἕξις τε καὶ ἡ δύναμις καὶ τελειότης αὐτοῦ), ἀλλ’ ὁ ἐνεργείᾳ τούτῳ, ὅτε ἐνόει αὐτό, ὁ αὐτὸς γινόμενος (τῷ γὰρ ὁμοιοῦσθαι τῶν νοου‐ μένων ἑκάστῳ, ὅτε νοεῖται, ὁποῖον ἂν ᾖ τὸ νοούμενον, τοιοῦτος καὶ αὐτὸς ὅτε αὐτὸ νοεῖ γίνεται), καὶ ἔστιν οὗτος ὁ νοῦς ὁ θύραθέν τε ἐν ἡμῖν γινό‐ | |
20 | μενος καὶ ἄφθαρτος. θύραθεν μὲν γὰρ καὶ τὰ ἄλλα νοήματα, ἀλλ’ οὐ νοῦς ὄντα, ἀλλ’ ἐν τῷ νοεῖσθαι γενόμενα νοῦς. οὗτος δὲ καὶ ὡς νοῦς θύραθεν. μόνον γὰρ τοῦτο τῶν νοουμένων νοῦς καθ’ αὑτό τε καὶ χωρὶς τοῦ νοεῖσθαι. | |
ἄφθαρτος δέ, ὅτι ἡ φύσις αὐτοῦ τοιαύτη. ὁ οὖν νοούμενος ἄφθαρτος ἐν | 90 | |
de An.91 | ἡμῖν νοῦς οὗτός ἐστιν, [ὅτι χωριστός τε ἐν ἡμῖν καὶ ἄφθαρτος νοῦς, ὃν καὶ θύραθεν Ἀριστοτέλης λέγει, νοῦς ὁ ἔξωθεν γινόμενος ἐν ἡμῖν,] ἀλλ’ οὐχ ἡ δύναμις τῆς ἐν ἡμῖν ψυχῆς, οὐδὲ ἡ ἕξις, καθ’ ἣν ἕξιν ὁ δυνάμει νοῦς τά τε ἄλλα καὶ τοῦτον νοεῖ. ἀλλ’ οὐδὲ τὸ νόημα ὡς νόημα ἄφθαρτον διὰ τὸ | |
5 | νοούμενον τότε. διὸ οἷς μέλει τοῦ ἔχειν τι θεῖον ἐν αὑτοῖς, τούτοις προ‐ νοητέον τοῦ δύνασθαι νοεῖν τι καὶ τοιοῦτον. Εἰ δὲ ὅ τε νοῦς καὶ ἡ κατὰ τοῦτον ἐνέργεια λήψει τῶν νοητῶν εἰδῶν χωρὶς ὕλης καὶ ὁμοιώσει τῇ πρὸς αὐτὰ γίνεται (γίνεται δὲ καὶ ἡ κατ’ ἐνέργειαν αἴσθησις καὶ αὐτὴ κατὰ λῆψιν τῶν αἰσθητῶν εἰδῶν καὶ ὁμοίωσιν | |
10 | τὴν πρὸς αὐτά, ὡς δέδεικται), εἴη ἂν ἡ ψυχὴ τὰ ὄντα πως πάντα, εἴ γε πάντα μὲν τὰ ὄντα διῄρηται εἴς τε αἰσθητὰ καὶ νοητά, ἔστι δὲ ἑκάστῳ τῶν ὄντων κατὰ τὸ εἶδος τὸ εἶναι, ὁ δὲ νοῦς καὶ ἡ αἴσθησις πάντων τῶν εἰδῶν εἰσιν δεκτικά, ὁ μὲν τῶν νοητῶν, ἡ δὲ τῶν αἰσθητῶν. εἰ μὲν οὖν μεθ’ ὕλης ἐδέχετο ἡ ψυχὴ τὰ εἴδη, ἁπλῶς ἂν ἐγίνετο πάντα τὰ ὄντα, | |
15 | ἐπεὶ δὲ οὐ μεθ’ ὕλης, ἀλλὰ ἄνευ ταύτης, τὰ δὲ πράγματα σὺν ταύτῃ τὸ εἶναι ἔχει πως, ἔσται ἡ αὐτὴ πᾶσιν τοῖς οὖσιν οὐχ ἁπλῶς· καθόσον γὰρ τὰ εἴδη δέχεται αὐτῶν, ταῦτα δέ πώς ἐστι τὰ πράγματα τῷ κατὰ ταῦτα αὐτοῖς εἶναι μάλιστα τὸ εἶναι. οὐχ ὡς ἀθρόων δὲ τῶν πραγμάτων τῆς ψυχῆς οὔσης, ἀλλὰ κατὰ μέρος ὁμοιοῦσθαι αὐτῶν ἑκάστῳ δυναμένης, | |
20 | οὕτως ἡ ψυχὴ τὰ ὄντα πως πάντα ἐστί τε καὶ γίνεται· ἑκάστοτε μὲν γάρ, οὗ αἰσθάνεται καὶ ὃ νοεῖ, ἐκεῖνό πως γίνεται, τῷ δὲ ἄλλοτε ἄλλα ταῦτα εἶναι καὶ δύνασθαι πᾶν τὸ ὂν ἢ νοηθῆναι ἢ ὑπὸ αἴσθησιν πεσεῖν, τούτῳ πάντα γίνεται. λέγοιτο δ’ ἂν οὐ περὶ πάσης ψυχῆς ταῦτα, ἀλλὰ τῆς τε‐ λείου, ἥτις πρὸς τῇ αἰσθήσει καὶ τὸν νοῦν ἔχει. οἱ μὲν οὖν ἀρχαῖοι τὴν | |
25 | ψυχὴν πάντα ἔλεγον εἶναι τὰ πράγματα τῷ ποιεῖν αὐτὴν ἐκ τῶν ἀρχῶν, | |
ἐξ ὧν καὶ τὰ ὄντα πάντα αὐτοῖς ἦν, τὰ δὲ νῦν εἰρημένα περὶ ψυχῆς | 91 | |
de An.92 | ἔδειξεν οὐχ οὕτως αὐτὴν οὖσαν τὴν αὐτήν, τῷ ἐκ τῶν αὐτῶν αὐτοῖς ἀρχῶν γεγονέναι. οὕτως μὲν γὰρ οὐχ ἡ ψυχὴ μόνη πᾶσιν τοῖς οὖσιν ἡ αὐτή, ἀλλὰ καὶ εἴ τι ἄλλο σύνθετον ὂν ἐκ πασῶν τῶν ἀρχῶν συνέστηκεν. ἔτι τε ἀναγκαῖον οὕτως μέγεθός τι αὐτὴν εἶναι καὶ σῶμα, πρὸς δὲ τούτοις μηδὲ | |
5 | δύνασθαί τινι τῶν ὄντων οὕτως αὐτὴν εἶναι τὴν αὐτήν (εἴ γε ἐν τῇ ποιᾷ μὲν συνθέσει τε καὶ μίξει τῶν ἀρχῶν ἡ ἑκάστου τῶν πραγμάτων οὐσία), ἐπεὶ τῷ γε ἐκ τῶν αὐτῶν ἀρχῶν εἶναι πάντα ἂν ἦν ταὐτὰ ἀλλήλοις, μη‐ δενὸς δὲ τῶν ἑτέρων τῆς ψυχῆς δύνασθαι εἶναι τὴν κρᾶσιν τε καὶ μῖξιν ἐν τῇ ψυχῇ. ἦν γὰρ ἂν ἐκεῖνο, ἀλλ’ οὐ ψυχή. ἀλλ’ ἔστιν ἡ ψυχὴ τοῖς | |
10 | οὖσιν οὕτως ἡ αὐτὴ τῷ δύναμις εἶναι τῶν εἰδῶν αὐτῶν ληπτικὴ κατά τε τὸ νοεῖν καὶ τὸ αἰσθάνεσθαι. ἐν τούτῳ γὰρ τῇ τοιαύτῃ ψυχῇ τὸ εἶναι. Καὶ ὁ μὲν περὶ ψυχῆς λόγος, ὅ τε κοινὸς καὶ ὁ περὶ ἑκάστης τῶν κυ‐ ριωτάτων δυνάμεων αὐτῆς, καὶ τίς ἡ τέλειος ψυχή, καὶ πῶς ἔχει πρὸς τὴν ἀτελῆ, ὡς ἐπὶ κεφαλαίων ἐκθέσθαι συντόμως ὑπὲρ τῆς καθόλου περιλήψεως | |
15 | τοιοῦτος· γνώριμος δὲ ἐκ τῶν εἰρημένων καὶ ἡ τάξις τῶν τῆς ψυχῆς δυνάμεων. τὴν μὲν γὰρ θρεπτικὴν ψυχὴν ἀναγκαῖον ἐν πᾶσιν τοῖς ἐμψύχοις εἶναι, εἴ γε ψυχῆς μὲν παρουσίᾳ πᾶν τὸ ζῶν ζῇ, ἀδύνατον δέ τι ζῆν χωρὶς τῆσδε τῆς δυνάμεως, εἴ γε τὸ ζῆν ὥρισται τῇ δι’ αὑτοῦ τροφῇ τε καὶ αὐξήσει, καθὰ τὰ 〈φυτὰ〉 τῶν ἄλλων σωμάτων διαφέροντα ζῆν καλεῖται. ταύτης δὲ | |
20 | τελειότης τῆς δυνάμεως τὸ γεννᾶν δύνασθαι· τὸ γὰρ σπέρμα τροφῆς περίτ‐ τωμα. οὐ μὴν πᾶν τὸ ζῶν ἤδη καὶ αἴσθησιν ἔχειν ἀνάγκη. ὅσα γὰρ μὴ δεκτικὰ τῶν εἰδῶν χωρὶς ὕλης, οὐδὲ αἰσθητικά. τῶν δὲ φυτῶν οὐδὲν τοι‐ οῦτον. τὰ μέντοι ζῷα ἀναγκαῖον αἴσθησιν ἔχειν. ὅσα γὰρ ζῶντα μὴ τῷ προσπεφυκέναι τινὶ ἀφ’ οὗ τρέφεται ζῇ, μηδὲ ἁπλῇ τινι τροφῇ, ὁποία ἡ | |
25 | τῶν φυτῶν, ταῦτα ἀναγκαῖον ἔχειν τὴν γευστικὴν αἴσθησιν, ὡς δύνασθαι | |
διακρίνειν τά τε τρόφιμα τῶν προσφερομένων αὐτῷ καὶ τὰ μή. τῷ γὰρ | 92 | |
de An.93 | ἔξωθεν εἶναι καὶ κεχωρισμένον τὸ τρέφον, καὶ μὴ πᾶν τρέφειν δεῖ τὰ μέλ‐ λοντα τῷ τοιούτῳ τρέφεσθαι αἴσθησιν ἔχειν τῶν τρεφόντων τε καὶ μή, ὅπως τὰ μὲν λαμβάνῃ, τὰ δὲ ἀποστρέφηται. τὰ δὲ γεῦσιν ἔχοντα καὶ ἁφὴν ἔχει. ἁφὴ γάρ τις καὶ ἡ γεῦσις. ἀλλὰ καὶ πρὸς σωτηρίαν τοῖς πορευτι‐ | |
5 | κοῖς τῶν ζῴων ἡ ἁφὴ συνεργεῖ. ἐν γὰρ τῇ μεταστάσει περιπίπτοντα ἄλ‐ λοις σώμασιν, ὧν τὰ μὲν φθαρτικά ἐστιν αὐτῶν, τὰ δὲ σωστικά, εἰ μὴ διακρίνειν οἷά τε ἦν ταῦτα, ὡς ἀποστρέφεσθαι μὲν τὰ φθαρτικά, προσίε‐ σθαι δὲ τὰ σωστικά, ῥᾳδίως ἂν διεφθείρετο καὶ ἦν ἂν αὐτοῖς πρὸς κακοῦ ἡ κίνησις ἡ κατὰ τόπον γινομένη. οὐδὲν δὲ τοιοῦτον τῶν κατὰ φύσιν. εἰ | |
10 | δὲ ἀναγκαῖον πᾶν ζῷον ἁπτικὴν αἴσθησιν ἔχειν, οὐχ οἷόν τε δὲ τῶν ἁπ‐ τῶν τινος αἰσθέσθαι δι’ ἁπλοῦ τινος σώματος (οὐδενὸς γὰρ ἐκεῖνα τῶν οἰκείων αὐτοῖς αἰσθητῶν τῷ ἅπτεσθαι ἀντιληπτικά, ἀλλὰ τὰ μὲν τρία διά τινος μεταξὺ αἰσθάνεται, ὡς δέδεικται, ἡ δὲ γῆ παντάπασιν ἀναίσθητος καθ’ αὑτήν), ἀδύνατον τὸ τοῦ ζῴου σῶμα ἁπλοῦν εἶναι. ἡ γὰρ ἁφή, ἐν μεσό‐ | |
15 | τητι οὖσα ὧν αἰσθάνεται, τῷ πασῶν τῶν ἁπτῶν ἐναντιώσεων αἰσθάνεσθαι ἐν τῇ πάντων τῶν ἁπτῶν μεσότητί τε καὶ μίξει τὸ εἶναι ἔχει, τοιοῦτόν ἐστιν ἡ σὰρξ καὶ ἐν τοῖς οὐκ ἔχουσιν ταύτην τὸ ἀνάλογον αὐτῇ. αὗται μὲν οὖν ἀναγκαῖαι αἰσθήσεις τοῖς ζῴοις πρὸς τὸ εἶναι. διὸ καὶ χωρὶς τούτων ἀδύνατόν τι ζῷον εἶναι. αἱ δὲ λοιπαὶ τρεῖς οὐ πρὸς τὸ εἶναι οὕτως ἔτι, | |
20 | ἀλλὰ πρὸς τὸ εὖ εἶναι συνεργοῦσιν. διὸ οὐδὲ πάντα αὐτῶν μετέχει, ἀλλ’ ὅσα ἤδη τελειότερα. τοιαῦτα δὲ τὰ πορευτικά. ταῦτα γᾶρ δεῖται οὐ μόνης τῆς πρὸς τὰ προσπίπτοντα αὐτοῖς μένουσιν αἰσθήσεως, ἀλλὰ καὶ τοῦ ἄπο‐ θέν τινων αἰσθανόμενα τὰ φθαρτικὰ αὐτῶν φυλάσσεσθαι. διὸ διά τινος μεταξὺ ἡ τούτων αἴσθησις αὐτοῖς καὶ ἐξ ἀποστήματος γίνεται. τῆς δὲ αἰ‐ | |
25 | σθητικῆς ψυχῆς καὶ ἡ φανταστική, καὶ ἑπομένη ταύτῃ, ὡς προείρηται. τῆς | 93 |
de An.94 | αὐτῆς δὲ καὶ ὁρμητική τε καὶ ὀρεκτική, οὖσαι μετὰ τὴν φανταστικήν. πᾶσαι γὰρ αὗται μία οὖσαι κατὰ τὸ ὑποκείμενον, ταῖς διαφοραῖς τῶν δυνάμεων αὐταῖς διῄρηνται. ἔστι δὲ ἐπὶ ταύταις ἡ λογικὴ ψυχή τε καὶ δύναμις, ἐσχάτη τε καὶ ἐπὶ πάσαις ταῖς ἄλλαις δυνάμεσιν καὶ τοῖς τελείοις τῶν ζῴων | |
5 | μόνοις ὑπάρχουσα, καὶ οὐδὲ τούτοις ἐκ γενετῆς, ἀλλὰ προϊοῦσιν κατὰ τὸν χρόνον. Ποῦ δέ ἐστιν τὸ ἡγεμονικὸν τῆς ψυχῆς καὶ ἐν τίνι μορίῳ τοῦ σώ‐ ματος καὶ πότερον ἐν ἑνὶ ὑποκειμένῳ κατ’ ἀριθμὸν πᾶσα ἡ ψυχὴ κατὰ τὰς δυνάμεις μόνον καὶ κατὰ τὸν λόγον ἔχουσα τὰς διαφοράς, ἢ καὶ κατὰ | |
10 | τόπον εἰσὶν ἀλλήλων αἱ τῆς ψυχῆς δυνάμεις κεχωρισμέναι, ἄξιον ἐπὶ τούτοις ἰδεῖν. εἰ δὴ ἐν πᾶσιν, ἐν οἷς τὸ μέν τί ἐστι τελειότερον, τὸ δὲ ἀτελέ‐ στερον, προσθήκῃ τινὶ τὸ ἀτελὲς γίνεται τέλειον, ἡ δὲ προσθήκη τῷ προϋ‐ πάρχοντι προστιθεμένου τινὸς γίνεται, ἔστι δὲ καὶ ἐν τῇ ψυχῇ ἡ προει‐ ρημένη διαφορά, δεῖ καὶ ἐπὶ τῆς ψυχῆς, ἐν ᾧ ἡ ἀτελής, ἐν τούτῳ εἶναι | |
15 | καὶ τὴν τέλειον, εἴ γε κατὰ ἐπίδοσίν τινα καὶ προσθήκην τὸ ἀτελὲς γίνεται τέλειον. ἔστι δὲ τῶν τῆς ψυχῆς δυνάμεων ἡ θρεπτικὴ δύναμις ἀτελεστέρα. ἐν ᾧ ἄρα ἡ θρεπτικὴ δύναμις, ἐν τούτῳ καὶ αἱ τελειότεραι. ἀλλὰ μὴν περὶ τὴν καρδίαν ἡ θρεπτικὴ ψυχή, εἴ γε τοῦ μὲν ζῆν ἥδε αἰτία, τῷ δὲ ζῆν ὕλη ὑγρότης τε καὶ θερμότης, τοιοῦτος δὲ ὁ περὶ τὴν καρδίαν τόπος | |
20 | μάλιστα, ὡς προείρηται. ἔτι ὡς ἐπὶ τῶν φυτῶν, εὔλογον καὶ ἐπὶ τῶν ἄλλων ἐμψύχων ἔχειν. ἐν δὲ τοῖς φυτοῖς ὅθεν ἡ ἀρχὴ τῆς αὐξήσεως, ἐν τούτῳ καὶ ἡ θρεπτικὴ ψυχή· διὸ μεταξὺ δοκεῖ εἶναι ῥίζης τε καὶ καυλοῦ ἥδε ἡ δύναμις ἐν αὐτοῖς. ὥστε εἴη ἂν καὶ ἐπὶ τῶν ζῴων ἐν τούτῳ ἡ θρεπτικὴ ψυχή, ὅθεν αὐτοῖς ἡ ἀρχὴ τῆς αὐξήσεως. ἀπὸ καρδίας δὲ ἐν | |
25 | αὐτοῖς ἡ τῆς αὐξήσεώς τε καὶ τροφῆς εἰς πᾶν τὸ σῶμα χορηγία. καὶ ἡ θρεπτικὴ ἄρα δύναμις ἐν ταύτῃ ἢ ἐν τῷ ἀνάλογον ταύτῃ. τοῦ δὲ τὴν χορηγίαν τοῖς ζῴοις τῆς τροφῆς ἀπὸ ταύτης εἶναι σημεῖον αἱ φλέβες αἱ τῆς τροφῆς τουτέστι τοῦ αἵματος διάκονοι (ἐσχάτη γὰρ τροφὴ τὸ αἷμα)· αὗται γὰρ διὰ μὲν τῶν ἄλλων μερῶν τοῦ σώματος διαπεφύκασιν, ἐκ δὲ τῆς | |
30 | καρδίας ἐκπεφύκασιν ὡς ἐκ ταύτης τὴν ἀρχὴν ἔχουσαι τῆς βλαστήσεως. | 94 |
de An.95 | ὧν αἱ μέν τινες αὐτῇ διακονοῦνται πρὸς τὸ τὸ ἀκατέργαστον ἔτι καὶ ἄπεπτον αἷμα ἀπὸ τῶν περὶ τὸ ἧπαρ τόπων δεχομένῃ πέσσειν ἐν αὐτῇ, αἱ δὲ πρὸς τὴν τοὔμπαλιν μετὰ τὴν κατεργασίαν τε καὶ πέψιν ἐπὶ πᾶν τὸ σῶμα παρα‐ πομπήν. διὸ καὶ εὐρύτεραι μὲν περὶ τὴν καρδίαν, ἅτε ἔτι οὖσαι ἄσχιστοι, | |
5 | προϊοῦσαι δὲ εἰς τὸ πρόσθεν σχίζονταί τε εἰς πλείω καὶ εἰς στενότητα συ‐ νάγονται κατὰ τὸ τῆς διαιρέσεως πλῆθος. ἀλλὰ καὶ τὸ πρώτην φαίνεσθαι τὴν καρδίαν διηρθρωμένην τῶν ἄλλων μερῶν σημεῖον τοῦ μάλιστα καὶ πρώ‐ την ταύτην τρέφεσθαί τε καὶ τὴν θρεπτικὴν δύναμιν ἔχειν ἐν αὑτῇ. τοῦ δὲ περὶ τὴν καρδίαν εἶναι τὴν ζωτικὴν καὶ θρεπτικὴν ψυχὴν σημεῖον καὶ | |
10 | τὸ ἐν τοῖς θανάτοις ταύτην τελευταίαν ἀποψύχεσθαι, ὥσπερ ἀναλυομένης τῆς φύσεως καὶ παλινδρομούσης ἐπὶ τὴν ἀρχὴν ἀπὸ τῶν ἐσχάτων τε καὶ ῥᾷον ἀπὸ τοῦ ζῆν μεθίστασθαι δυναμένων. ἐν τῇ καρδίᾳ δ’ ἂν ἡ ἀρχὴ τοῦ ζῆν εἶναι πιστεύοιτο καὶ καθόσον ἔδει μὲν ἐν τῷ ἀσφαλεστάτῳ τε καὶ δυσπαθεστάτῳ εἶναι αὐτὴν ὡς οἷόν τε. ἐν πᾶσι γὰρ ἡ φύσις τῆς τοῦ κατ’ | |
15 | αὐτὴν γινομένου σωτηρίας στοχάζεται. ἀσφαλέστατον δὲ τὸ μέσον. τοῦτο δέ ἐστιν ὁ θώραξ τε καὶ ὁ περὶ τὴν καρδίαν τόπος. ἀλλὰ καὶ καθόσον οὗτος ἐν μέσῳ ἐστὶ τῶν ὀργάνων τῶν τε δι’ ὧν τὴν τροφὴν λαμβάνομεν, καὶ τῶν, δι’ ὧν ἀποσκευαζόμεθα τὰ ἀπ’ αὐτῆς περιττώματα ἀμφοτέρων ἐχόντων τινὰ δυσχέρειαν, καὶ κατὰ τοῦτο εἴη ἂν ἐν τῷδε. ἔτι καὶ καθόσον | |
20 | ἐν μέσῳ ὢν πρὸς ἄμφω ἂν τὰ μέρη ὁμοίως ἔχοι καὶ ὁμοίως ἂν αὐτοῖς ἀμφοτέροις χορηγοῖ τῆς τροφῆς, καὶ οὐ τοῖς μὲν πλήσιον τοῖς δὲ πόρρω, καὶ κατὰ τοῦτο ἂν εἴη περὶ καρδίαν. καὶ γάρ ἐστιν ὁ μὲν θώραξ τὸ σῶμα τοῦ ζῴου, τὰ δ’ ἄλλα ὡς ὄργανα τούτου καὶ τῆς ἐν τούτῳ δυνάμεως τούτῳ προσπέφυκεν. διὸ εὐλόγως ἂν ἐν τούτῳ εἴη ἡ ἀρχὴ ἡ τοῖς ὀργάνοις χρω‐ | |
25 | μένη. ἔτι δὲ καὶ καθόσον τὴν μὲν κοινὴν δύναμιν τοῖς ζῴοις πᾶσιν εὔ‐ | |
λογον ἐν τῷ κοινῷ πᾶσιν αὐτοῖς εἶναι σώματι, κοινὴ δὲ δύναμις ἐν αὐτοῖς | 95 | |
de An.96 | ἡ θρεπτική, σῶμα δὲ ὁ θώραξ (τὰ ἄλλα γὰρ τούτῳ προσπέφυκεν), [ὥστε] καὶ κατὰ τοῦτο ἂν ἡ τοῦ ζῆν ἀρχὴ περὶ τὸν θώρακα πᾶσιν εἴη. οὐκέτι γὰρ οὕτως κοινὰ τὰ ἄλλα. οὔτε γὰρ κεφαλὴ πᾶσιν κοινόν (ἔστι γὰρ ζῷά τινα χωρὶς τούτου τοῦ μέρους), ἀλλ’ οὐδὲ χεῖρες, ἢ πτέρυγες, ἢ πόδες. | |
5 | ἀλλ’ εἰ καὶ ἡ κατεργασία τῆς τροφῆς διὰ τοῦ θερμοῦ μάλιστα, εὔλογον ἐν ᾧ τὸ πλεῖστον θερμόν, ἐν τούτῳ καὶ τὴν δύναμιν εἶναι τὴν θρεπτικὴν πρὸς τῷ οἰκείῳ ὀργάνῳ, ὡς ὁ μὲν κυβερνήτης πρὸς τοῖς οἴαξιν, ὁ δὲ χαλκεὺς πρὸς τοῖς χαλκευτικοῖς ὀργάνοις. καὶ ὅτι μὲν ἐν τῷ θώρακι καὶ περὶ καρ‐ δίαν ἥ τε θρεπτικὴ καὶ αὐξητική τε καὶ γεννητικὴ ψυχή, ἣν καὶ φυτικὴν | |
10 | καλοῦμεν, ἐκ τούτων καὶ τῶν τοιούτων ἂν δεικνύοιτο. ἀκόλουθον δέ, ἐν ᾧ τοῦτο, ἐν τούτῳ εἶναι καὶ τὴν αἰσθητικήν, ἐν οἷς εἰσιν αἱ δυνάμεις ἀμφό‐ τεραι. εἰ γὰρ εἶεν κεχωρισμέναι, οὐκέτ’ ἂν τὰ ἔχοντα ἀμφοτέρας τὰς δυ‐ νάμεις μίαν ἔχοι ψυχήν, ἀλλὰ πλείους. αὐτὴ γὰρ καθ’ αὑτὴν οὖσα ἡ θρεπτικὴ δύναμις ἐν τοῖς φυτοῖς ἔμψυχα αὐτὰ παρεῖχεν. ὥστε ἔσται καὶ | |
15 | ἐν τῷ ζῴῳ ἔμψυχον τὸ μόριον τὸ ταύτην τὴν δύναμιν ἔχον καθ’ αὑτό. εἰ δὲ τοῦτο, δῆλον ὅτι καὶ τὸ τὴν αἰσθητικὴν ἔχον πάλιν ἂν ἔμψυχον εἴη καθ’ αὑτό. οὕτως δὲ δύναιντ’ ἂν αἵδε αἱ δυνάμεις χωρίζεσθαι ἀπ’ ἀλλή‐ λων, ὡς εἶναι ἐν τῷ ζῴῳ τὸ μέν τι τρεφόμενον μόνον καὶ διὰ τοῦτο ζῶν, τὸ δὲ αἰσθανόμενον μόνον, οὐκέτι δὲ καὶ τρεφόμενον. ἀλλὰ μὴν ἀδύνατον | |
20 | εἶναι τὴν αἰσθητικὴν χωρὶς τῆς θρεπτικῆς. οὐ γὰρ οἷόν τέ τι αἰσθάνεσθαι μέν, μὴ τρέφεσθαι δέ, ἢ τὴν θρεπτικὴν χωρὶς τῆς αἰσθητικῆς ἐν οἷς εἰσιν ἄμφω. οὗ σημεῖον τὸ φθειρομένης τῆς ἁφῆς μηδὲ ζῆν ἔτι δύνασθαι τὸ ζῷον. καίτοι, εἰ ἦν ἡ θρεπτικὴ κεχωρισμένη, φθαρείσης τῆς αἰσθητικῆς οἷόν τε ἂν ἦν ζῆν ἔτι τὸ ζῷον, ἔχον γε τὴν θρεπτικὴν δύναμιν, ἥτις ἦν τοῦ | |
25 | ζῆν χορηγός. ἔτι δέ, εἰ ἀναγκαῖον τὸ αἰσθητικὸν μὴ διεσπάσθαι, ἀλλ’ εἶναι τήνδε τὴν δύναμιν περὶ ταὐτό τι, προδήλως δὲ διὰ τῶν ἀνατομῶν εὑρίσκε‐ ται ἀρχὴ οὖσα ἡ καρδία τῆς τε ἁφῆς καὶ τῆς γεύσεως, εἶεν ἂν καὶ αἱ λοιπαὶ περὶ τὴν καρδίαν. καὶ γὰρ αἱ τρεῖς εἰ καὶ μὴ ἐξ εὐθείας πρὸς τὴν | |
καρδίαν συντέτρηνται, ἀλλ’ ἔστιν ἡ ὁδὸς αὐταῖς διὰ τῆς κεφαλῆς. διὰ γὰρ | 96 | |
de An.97 | τῆσδε καὶ ταύταις ἡ ἄνοδος ὡς ἐπὶ ἀρχὴν τὴν καρδίαν. τοῦτό τοι καὶ ἐν τοῖς φόβοις καὶ ταῖς ὀργαῖς καὶ ὅλως ἐν τοῖς πάθεσιν τὴν ἀρχὴν ἀπὸ τῆς αἰσθήσεως ἔχει τοῦτο μάλιστα τὸ μόριον. προκινεῖταί τε γὰρ καὶ προ‐ πάσχει ὥσπερ ζῷόν τι ὂν ἐν ζῴῳ. ἀλλὰ καὶ εἰ μήτε τῶν ἀναίμων τι | |
5 | μορίων ἐστὶν αἰσθητικόν, ὡς ὀστᾶ, τρίχες, ὄνυχες, μήτε αὐτὸ τὸ αἷμά ἐστι τὸ ταύτην τὴν δύναμιν ἔχον, δῆλον ὡς τὸ πρῶτον ἔναιμον πρῶτον ἂν εἴη καὶ αἰσθητικόν· πρῶτον δὲ ἔναιμον ἡ καρδία. τὸ γὰρ ἐν τῷ ἥπατι ἀκατέρ‐ γαστον ἔτι καὶ οὐδὲ κυρίως αἷμα. καὶ ὅτι μὲν καὶ ἡ αἰσθητικὴ ὥσπερ καὶ ἡ θρεπτικὴ περὶ τὴν καρδίαν ἐστὶν ἐν τοῖς καρδίαν ἔχουσιν, ἢ περὶ τὸ | |
10 | ἀνάλογον ὂν τούτῳ τῷ μορίῳ ἔν τισιν τῶν ζῴων, ἐκ τούτων γνώριμον ἂν εἴη. ἀλλὰ μὴν ὅπου αἱ αἰσθήσεις τελευτῶσιν, ἐκεῖ καὶ τὴν φανταστικὴν ψυχὴν ἀναγκαῖον εἶναι, εἴ γε ἡ ἐνέργεια αὐτῆς καὶ τὸ ἔργον περὶ τὰ ἀπὸ τῶν αἰσθητῶν ἐγκαταλείμματα, ἃ γίνεται ἐν τῷ μορίῳ, ἐν ᾧ ἡ κοινὴ αἴ‐ σθησις. τοῦτο δ’ ὂν ἡ καρδία δέδεικται· ἀλλὰ μὴν ἐν ᾧ ἡ φαντασία, ἐν | |
15 | τούτῳ καὶ αἱ συγκαταθέσεις, ἐν ᾧ δὲ αἱ συγκαταθέσεις, ἐν τούτῳ καὶ ὁρ‐ μαί τε καὶ ὀρέξεις, αἵτινές εἰσιν ἀρχαὶ τῆς κατὰ τόπον κινήσεως. ὥστε καὶ ἡ ὁρμητική τε καὶ ὀρεκτικὴ δύναμις τῆς ψυχῆς εἴη ἂν περὶ καρδίαν. καὶ εὐλόγως· ἐφ’ ὃ γὰρ αἱ ἀπὸ τῶν ἔξωθεν κινήσεις τελευτῶσιν ὡς ἐπ’ ἀρχήν, ἀπὸ τούτου εὔλογον γίνεσθαι καὶ τὴν ἀρχὴν τῆς ἐπὶ τὰ ἔξω κινή‐ | |
20 | σεως. οὕτως γὰρ ὁρῶμεν καὶ ἐν τοῖς στρατοπέδοις γινόμενον. ἐφ’ ὃν γὰρ αἱ τῶν ἔξωθεν προσαγγελίαι γίνονται, οὗτος δέ ἐστιν ὁ στρατηγός, ἀπὸ τού‐ του καὶ αἱ πρὸς τὰ ἔξω κινήσεις τὴν ἀρχὴν λαμβάνουσιν. διὸ καὶ τὰ πρὸς τὴν κίνησιν ὄργανα ἀπὸ τῆς καρδίας τὴν ἀρχὴν ἔχει. ἀλλὰ καὶ τῆς κινή‐ σεως τῆς ἐξ αὐτῶν τοῖς μέρεσιν πᾶσιν ὁρᾶν ἔστι τὸν περὶ τὴν καρδίαν | |
25 | τόπον ἀρχὴν οὖσαν. ἐφ’ ὃ γὰρ μόριον παύεται τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ μέρη κινούμενα, ἐντεῦθεν αὐτοῖς ἡ τῆς κινήσεως ἀρχή, ὡς ἐν τοῖς περὶ ζῴων κινήσεως δέδεικται. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῶν κατὰ τὸ ἄνω τε καὶ κάτω μερῶν διῃρημένων. πᾶσιν γὰρ τούτοις ἀρχή τε καὶ πέρας ὁ μέσος | |
τε καὶ περὶ τὴν καρδίαν τόπος ἢ τὸ ταύτῃ ἀνάλογον. ὥστε καὶ ἐκ τούτου | 97 | |
de An.98 | δεικνύοιτο ἂν οὖσα ἡ ὁρμητική τε καὶ ὀρεκτικὴ δύναμις περὶ καρδίαν. καὶ εἰκότως ἄρα ἡ καρδία ἔχουσα καὶ τὴν αἰσθητικὴν δύναμιν ἐν ἑαυτῇ καὶ τὴν κινητικὴν πῇ μὲν ὁμοιομερής ἐστι (τοιοῦτον γὰρ τὸ αἰσθητήριον), πῇ δὲ ἀνομοιομερής, τοιοῦτον γὰρ πᾶν πρακτικὸν μόριον, ὡς χείρ, πούς. ἔστι | |
5 | γὰρ ὁμοιομερὴς μὲν κατὰ τὸ σῶμα, ἀνομοιομερὴς δὲ κατὰ τὸ σχῆμα. ἡ μὲν γὰρ σὰρξ οὐ κατὰ σχῆμα σάρξ, ἡ δὲ καρδία κατὰ τὸ σχῆμα τοιαύτη, ὥσπερ καὶ ἡ χείρ. μάθοι δ’ ἄν τις, ὅτι τὸ τῆς ψυχῆς ἡγεμονικὸν περὶ καρδίαν, καὶ ἀπὸ τῆς αὐτοῦ τοῦ σπλάγχνου κατασκευῆς, ἣν ἔχει παρὰ τῆς φύσεως τῆς μηδὲν ποιούσης μάτην. ἐν ἀσφαλεστάτῳ τε γὰρ κεῖται τοῦ | |
10 | σώματος (πλείστοις γὰρ καὶ ἰσχυροτάτοις ὀστοῖς καὶ σαρξὶν περιέχεται) ἰσχυροτάτῳ τε χιτῶνι περιείληπται τῷ καλουμένῳ περικαρδίῳ, ὃς οὐδ’ ὑπὸ σιδήρου διαιρεῖται ῥᾳδίως, αὐτῆς τε τὸ σῶμα μεταξύ πώς ἐστι νεύρου τε καὶ σαρκός, πρὸς τῇ διὰ τὴν ἐκ τοιούτων σωμάτων σύνθεσιν στερεότητι ἐπιτηδείως ἔχουσα πρός τε τὰς αἰσθητικὰς ἀντιλήψεις (τοιοῦτον γὰρ ἡ σὰρξ) | |
15 | καὶ πρὸς τὴν ἀρχὴν τῆς κινήσεως (τοιαῦτα γὰρ τὰ νεῦρα). ἔχει δὲ καὶ πρὸς μὲν τὸν τῆς θερμότητος ἀναγκαῖον πλεονασμὸν ἐπίκουρον τὸ ἀναπνε‐ όμενον πνεῦμα, ὑφ’ οὗ διὰ τὴν συνέχειαν ὑπὸ τῆς ἀπ’ αὐτοῦ γινομένης ἐμψύξεως εἰς τὸ σύμμετρον ἄγεται, πρὸς δὲ τὰς πηδήσεις τὰς ἀπὸ τῶν φαντασιῶν ἐγγινομένας αὐτῇ ὁ πλεύμων περικείμενος, ἀραιός τε καὶ εἰκτικὸς | |
20 | ὤν, βοηθεῖ πρὸς τὸ μηδεμιᾷ περιπίπτειν βλάβῃ. εἰκότως δὲ ὑπὸ τοσού‐ των βοηθεῖται· τῷ γὰρ ἔχειν τὰς κυρίας ἀρχὰς ἐν αὑτῇ καὶ τὸ τυχὸν πα‐ θοῦσα ἀπωλείας αἰτία τῷ ἔχοντι αὐτὴν ζῴῳ γίνεται. ἡ γὰρ λεγομένη καρδιακὴ νόσος, ἣν νόσον σώζεταί τινα νοσήσαντα, οὐ καρδίας, ἀλλὰ στο‐ μάχου πάθος ἐστίν. ὅτι δὲ καὶ τὸ λογιστικὸν μόριον τῆς ψυχῆς, ὃ καὶ | |
25 | ἰδίως ἡγεμονικὸν καλεῖται, ἐν τῇ καρδίᾳ καὶ αὐτό, δεικνύοιτο ἂν τῷ εἶναι μὲν τοῦ λογιστικοῦ τὸ μὲν πρακτικόν, οὗ ἁμῃγέπῃ καὶ τῶν ἀλόγων ζῴων κοινωνεῖ τινα, τὸ δὲ θεωρητικόν, ὃ ἴδιον ἀνθρώπου. ὧν τὸ μὲν πρακτικόν, ὃ καὶ βουλευτικόν τε καὶ λογιστικὸν καλοῦμεν, ἀκόλουθον εἶναι, ἔνθα τὸ | |
ὀρεκτικόν τε καὶ κατὰ τόπον κινητικόν. ἔνθα γὰρ τὸ ὀρεκτικόν, ἐκεῖ καὶ | 98 | |
de An.99 | τὸ βουλητικόν. ὄρεξις γάρ τις ἡ βούλησις. ὅπου δὲ τὸ βουλητικόν, ἐκεῖ καὶ τὸ βουλευτικόν τε καὶ τὸ λογιστικόν. ἡ γὰρ βούλησις ὄρεξις βουλευ‐ τική τε καὶ λογιστική. ἀλλὰ καὶ ὅπου τὸ αἰσθητικόν, ἐκεῖ καὶ τὸ συγ‐ καταθετικόν. ὅπου δὲ τοῦτο, ἐκεῖ καὶ ᾧ ὑπολαμβάνομεν καὶ ᾧ δοξάζομεν | |
5 | καὶ ᾧ διανοούμεθά τε καὶ ἐπιστάμεθα. πάντα γὰρ ταῦτα μετὰ συγκατα‐ θέσεως. ἀλλὰ μὴν ᾧ ἐπιστάμεθα, ἐν τούτῳ καὶ ὁ θεωρητικὸς νοῦς. κα‐ θόλου δέ, εἰ μὲν ἐδύνατο ἡ λογικὴ δύναμις αὐτὴ καθ’ αὑτὴν εἶναι χωρὶς τῶν πρὸ ταύτης εἰρημένων θρεπτικοῦ αἰσθητικοῦ φανταστικοῦ ὁρμητικοῦ, ἐνεδέχετο μὲν ἂν καὶ ἐν ἡμῖν εἶναι κεχωρισμένην κατὰ τὸ ὑποκείμενον τήνδε | |
10 | τὴν δύναμιν τῶν πρὸ αὐτῆς. οὐ μὴν ἀλλ’ ἀναγκαῖον ἂν ἦν πλείους λέγειν ψυχὰς ἡμᾶς ἔχειν, καὶ εἶναι ἕκαστον τῶν ἀνθρώπων ζῷα πλείω. εἰ δ’ ἀδύνατον τοῦτο (ἀναγκαῖον γὰρ τὸν τὴν ἐσχάτην τῆς ψυχῆς δύναμιν ἔχοντα καὶ τὰς πρὸ ταύτης ἔχειν· τελειότης μὲν γὰρ τῆς ψυχῆς ἥδε ἡ δύναμις, ἡ δὲ τελειότης ἐπ’ ἐκείνῳ καὶ σὺν ἐκείνῳ ἐστίν, οὗ ἐστι τελειότης), ἀνάγκη | |
15 | καὶ τὴν λογιστικὴν ψυχὴν εἶναι περὶ καρδίαν. ἔτι εὔλογον μὲν μήτε τὸ πρακτικὸν τῆς ψυχῆς διεσπάσθαι, ὡς εἶναι ἐν ἄλλῳ καὶ ἄλλῳ μορίῳ, ἀλλ’ ἐν τῷ αὐτῷ πᾶν αὐτὸ εἶναι, μήτε πάλιν τὸ κριτικόν, ἀλλ’ εἶναι καὶ τοῦτο πᾶν ἐν τῷ αὐτῷ, εἰς δύο δὲ ταῦτα ἀνάγονται αἱ δυνάμεις τῆς ψυχῆς, τό τε πρακτικὸν καὶ τὸ κριτικόν. 〈ἔτι〉 εἰ ἔστιν, ἐν ᾧ τὸ θρεπτικόν, ἐν τούτῳ | |
20 | καὶ τὸ αἰσθητικόν, ἀνάγκη ἐν τῷ αὐτῷ κατ’ ἀριθμὸν εἶναι πᾶσαν τὴν ψυχήν. τὸ μὲν γὰρ θρεπτικὸν ἀρχὴ τῆς πρακτικῆς ψυχῆς (ταύτης γὰρ τοῦτό τε καὶ τὸ ὁρμητικόν καὶ τὸ ὀρεκτικόν), τὸ δέ γε αἰσθητικὸν πάλιν ἀρχὴ τῆς κριτικῆς. τοῦ γὰρ κριτικοῦ καὶ τὸ φανταστικόν, ἔτι δὲ τὸ βου‐ λευτικόν τε καὶ θεωρητικόν. ἀλλὰ μὴν περὶ τὴν καρδίαν ἄμφω ἐκεῖνα | |
25 | ὄντα ἐδείχθη. περὶ ταύτην ἄρα καὶ αἱ λοιπαὶ τῆς ψυχῆς δυνάμεις. περὶ καρδίαν ἄρα τὸ τῆς ψυχῆς τῆς ἐν τοῖς ζῴοις τὸ ἡγεμονικόν. ἔστι δὲ ἐν ἑκατέρᾳ δυνάμει, τῇ τε κριτικῇ καὶ τῇ πρακτικῇ, τὸ μὲν ὑπηρετικόν, τὸ δὲ ἡγεμονικόν. αἵ τε γὰρ κρίσεις ὑπηρεσίας ὀργανικῆς δέονται (τοιαῦτα γὰρ τὰ αἰσθητήρια), αἵ τε πράξεις καὶ αὐταὶ δι’ ὀργάνων ἐπιτελοῦνται. | |
30 | χεῖρες γὰρ καὶ πόδες πρὸς τὰς πράξεις ὄργανα φανερώτατα. τὰ δὲ λεγό‐ | |
μενα πρὸς δεῖξιν τοῦ τὸ ἡγεμονικὸν περὶ κεφαλήν τε καὶ ἐγκέφαλον εἶναι | 99 | |
de An.100 | τὰ μέν ἐστι κενά, ὅσα δὲ ἔχεταί τινος πιθανότητος, τούτοις ἡ συμπάθεια τῶν ἐν τῷ τοῦ ζῴου σώματι μορίων αἰτία τῆς πλάνης. πάντα γὰρ τὰ μόρια ἀλλήλοις ἐστὶν ἐν τῷ σώματι συμπαθῆ, εἴπερ πᾶν ὄργανον καλῶς ἡρμοσμένον. διὰ γὰρ τὴν τοιαύτην συμπάθειαν ψηλαφωμένων τέ τινων | |
5 | περὶ τὸν ἐγκέφαλον γίνεταί τινα περὶ τὸν ἄνθρωπον πάθη καὶ νοσούντων μὲν τῶν περὶ τὴν κεφαλὴν παραφροσύναι γίνονται, θεραπευομένων δὲ ἀπο‐ καταστάσεις, ὥσπερ καὶ ἄλλων μορίων θεραπευομένων ἄλλα ὑγιάζεται οὐδὲν ἐκείνοις ἐοικότα. ἀλλ’ οὐδὲ αἱ τῶν μορίων ἀφαιρέσεις, ἃς ἐπί τινων ζῴων ποιοῦνται, δεικτικαὶ τοῦ προκειμένου. κοιναὶ γάρ εἰσιν πρὸς ἀμφότερα. ὡς | |
10 | γὰρ καρδίας ἐξαιρεθείσης ἔνια ζῷα διαμένει ζῶντα πλείω χρόνον, ὡς χελώνη καὶ χαμαιλέων, οὕτως καὶ κεφαλῆς ἀφαιρεθείσης τινῶν ζῴων ἐπὶ πολὺ τὸ λοιπὸν σῶμα ζῇ. πολλάκις δὲ καὶ ἑκάτερον αὐτῶν μένει τὰς οἰκείας ἐνερ‐ γείας ἐνεργοῦν. τὸ μὲν οὖν ἡγεμονικὸν τῆς ψυχῆς, ὡς δέδεικται, περὶ τὴν καρδίαν καθίδρυται, τὸ δὲ ὑπηρετικὸν καὶ εἰς τὰ ἄλλα τοῦ σώματος μέρη | |
15 | διατείνει. τό τε γὰρ αἰσθητικὸν εἰς πᾶσαν τὴν σάρκα, ἀλλὰ καὶ τὸ τῆς κινήσεως διακονικὸν εἴς τε νεῦρα καὶ τοὺς μῦς, δι’ ὧν ὅλως τῶν μορίων | |
ἡ κίνησίς τε καὶ μετάβασις τοῖς ζῴοις, γίνεται. | 100 |