TLG 0732 004 :: ALEXANDER :: In Aristotelis metaphysica commentaria

ALEXANDER Phil.
(Aphrodisiensis: A.D. 2–3)

In Aristotelis metaphysica commentaria

Source: Hayduck, M. (ed.), Alexandri Aphrodisiensis in Aristotelis metaphysica commentaria [Commentaria in Aristotelem Graeca 1] Berlin: Reimer, 1891: 1–837.

  • Lib. Α, α, Β, Γ, Δ: pp. 1–439
  • Lib. Ε—Ν [Sp.]: pp. 440–837

Citation: Page — (line)

in Metaph
.

1

(t1)

ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΔΙΣΙΕΩΣ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟ ΜΕΙΖΟΝ Α
t2ΤΩΝ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ ΑΡΙΣΤΟΤΕΛΟΥΣ.
3p. 980a21 Πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει. Ἐπειδὴ ἡ γνῶσις τελειότης ἐστὶ τῆς ψυχῆς, καθόλου μὲν τῆς ἁπλῶς
5γιγνωσκούσης, μᾶλλον δὲ τῆς λογικῆς, καὶ ταύτης ἔτι μᾶλλον ἧς θεωρία τὸ τέλος, πᾶσα δὲ τελειότης ἑκάστου τὸ ἑκάστου ἀγαθόν ἐστιν, ἐν δὲ τῷ ἀγαθῷ ἕκαστον ἔχει τὸ εἶναί τε καὶ σώζεσθαι, διὰ τοῦτο καθόλου ἐπήγαγεν ὅτι πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει, τουτέστιν αὐτοφυῶς ἐρῶσι τῆς γνώσεως ὡς ταύτης τελειότητος οὔσης αὐτῶν. σημεῖον δὲ τού‐
10του παρέθετο ἐναργέστατον τὴν πρὸς τὰς αἰσθήσεις φιλίαν· χαίρομεν γὰρ ταῖς αἰσθήσεσιν, ἐπειδὴ δι’ αὐτῶν τὴν τῶν αἰσθητῶν πραγμάτων λαμβά‐ νομεν γνῶσιν. ἀλλὰ καὶ χωρὶς τούτου αὐτὰς δι’ ἑαυτὰς ἀγαπῶμεν τὰς αἰσθήσεις, καὶ μάλιστα πλέον τῶν ἄλλων τὴν ὁρατικὴν αἴσθησιν· καὶ γὰρ χωρὶς τοῦ πράττειν καὶ ἐνεργεῖν τὸ ὁρᾶν αἱρούμεθα ἀντὶ πάντων ὡς
15εἰπεῖν τῶν ἄλλων. αὕτη οὖν ἡ ὁρατικὴ μάλιστα τῶν ἄλλων αἰσθήσεων ποιεῖ ἡμᾶς γνωρίζειν οὐ μόνον ἀλλήλους ἀλλὰ καὶ τὰ θεῖα καὶ οὐράνια σώματα. καὶ γάρ, ὥς φησι Πλάτων, διὰ ταύτης τῆς αἰσθήσεως τὸ τῆς φιλοσοφίας ἐπορισάμεθα γένος· ἀτενίζοντες γὰρ εἰς τὸν οὐρανὸν καὶ θεω‐ ροῦντες τὴν τάξιν καὶ τὸ ἄφραστον κάλλος ἐρχόμεθα εἰς ἔννοιαν τοῦ δη‐
20μιουργήσαντος. ἀλλὰ καὶ οὐδὲ δι’ ἄλλης αἰσθήσεως οὕτω συμπάσχομεν τοῖς πράγμασιν ὥσπερ διὰ ταύτης· διὸ καί φησιν ὅτι πολλὰς δηλοῖ δια‐ φορὰς αὕτη τῶν αἰσθητῶν. πολλαὶ γὰρ αἱ τῶν χρωμάτων διαφοραὶ μεταξὺ
τῶν ἄκρων λευκοῦ καὶ μέλανος τυγχάνουσιν, οἷον φαιόν, ξανθόν, πυρρόν,1
in Metaph
.

2

ἐρυθρόν, ὠχρόν· μεταξὺ δὲ θερμοῦ καὶ ψυχροῦ ἢ ξηροῦ καὶ ὑγροῦ οὐδέν ἐστι πλῆθος τοιούτων διαφορῶν. ἐκ τούτου δείκνυται ὅτι τιμιωτέρα ἐστὶ γνῶσις πράξεως. ἔτι δὲ ἐναργὲς οὐ μόνον ἐκ τοῦ πᾶσαν μὲν πρᾶξιν ἐπ’ ἄλλο τι τέλος τὴν ἀναφορὰν ἔχειν· καὶ γὰρ αὐταὶ αἱ κατὰ τὰς ἀρετὰς
5πράξεις αἱ μάλιστα δοκοῦσαι δι’ ἑαυτὰς εἶναι αἱρεταὶ τῶν πράξεων ἐπ’ ἄλλο τι τὴν ἀναφορὰν ἔχουσαι φαίνονται· ἐν οἷς γὰρ τῶν ζῴων οὐκ ἔστι πάθη, ὥσπερ ἐν τοῖς θεοῖς, οὐδὲ τῶν κατὰ τὰς ἀρετὰς πράξεων οὗτοι δέονται· διὰ τὰ πάθη οὖν καὶ διὰ τὴν ἐπὶ ταῦτα ἀναφορὰν καὶ τὴν τούτων παιδαγω‐ γίαν τε καὶ καταστολὴν αἱρεταὶ ἡμῖν αὗταί εἰσιν, ἐπεί ἐσμεν ἐμπαθεῖς φύσει.
10πᾶσα δὲ θεωρία καὶ ἐπιστήμη οὐκ ἐπ’ ἄλλο τι τὴν ἀναφορὰν ἔχουσα φαίνεται· ἡ γοῦν γνῶσις τῶν φύσει συνεστώτων, ὥσπερ οὖν καὶ ἄλλαι πλείους, δι’ αὑτήν ἐστιν αἱρετή. ἀλλ’ οὐ μόνον, ὡς ἔφην, ἐκ τούτου δεικνύοιτο ἂν τοῦτο ἀλλὰ κἀκεῖθεν. καὶ γὰρ δύο τινῶν καταγινομένων περὶ ταὐτό, τοῦ μὲν εἰδότος αὐτὸ μόνον, τοῦ δὲ ποιοῦντός τε καὶ πράτ‐
15τοντος, ὁ μόνον εἰδὼς ὅπως δεῖ πράσσειν τοῦ πράσσοντος αὐτὸ καὶ ποιοῦν‐ τος τιμιώτερος. εἰ δὲ ἁπλῶς γνῶσις πράξεως τιμιώτερον (τιμιώτεροι γὰρ ἀρχιτέκτονες τῶν τεχνιτῶν, οἱ εἰδότες τῶν πρασσόντων τε καὶ ποιούντων), καὶ τὸ εἰδέναι ἄρα τοῦ πράσσειν ἁπλῶς ἄμεινόν τε καὶ τιμιώτερον. εἰ δὲ καὶ ἐν τοῖς πρακτοῖς αὐτοῖς ἡ γνῶσις τῆς πράξεως πλέον φέρεται, δῆλον
20ὡς τιμιώτατον τὸ μάλιστα εἰδέναι· ὅπερ ἡ τῶν ἀρχῶν γνῶσις παρέχεται μάλιστα, ἣ καὶ σοφία καλεῖται· τιμιωτάτη ἄρα αὕτη. p. 980a27 Φύσει μὲν οὖν αἴσθησιν ἔχοντα γίνεται τὰ ζῷα. Εἰπὼν ὅτι ὁ ἄνθρωπος καὶ τὰς αἰσθήσεις τοῦ εἰδέναι χάριν ἀγαπᾷ, οὐ τῆς χρείας μόνον, διότι καὶ ἡ αἴσθησις εἰς γνῶσιν αὐτῷ συμβάλλεταί
25τι, ὅτι οὐ μόνον δι’ αἰσθήσεως τὸ γιγνώσκειν αὐτῷ, ἀλλ’ ἔχει τι πρὸς γνῶσιν πλέον παρὰ τὰ ἄλλα ζῷα, τὸν λόγον, οὗ τὸ γιγνώσκειν ἴδιον, καὶ ὅτι τελειότερον διὰ τοῦτο τῶν ἄλλων ζῴων ὁ ἄνθρωπος, καὶ ὅτι ἡ σοφία
γνῶσις εἶναι πᾶσι δοκεῖ οὖσα τιμιωτάτη, διὰ τούτων ἡμᾶς διδάσκει, ἅμα2
in Metaph
.

3

καὶ βεβαιῶν τὸ προειρημένον ὅτι εὐλόγως εἴρηται, τὸ τοὺς ἀνθρώπους τὰς αἰσθήσεις καὶ τοῦ εἰδέναι χάριν ἀγαπᾶν. ἐκτίθεται δὲ καὶ τὴν τάξιν τῶν ἐπὶ ταῖς αἰσθήσεσι γινομένων δυνάμεων τῆς ψυχῆς, ᾗ καὶ τὰ τελειό‐ τερα ζῷα τῶν ἀτελεστέρων διαιρεῖταί τε καὶ χωρίζεται, καὶ ὅτι πλέον τι
5παρὰ τὰ ἄλλα ζῷα ὁ ἄνθρωπος τὸν λόγον ἔχων κατὰ τοῦτο τελειότερος ἐκείνων ἐστίν. τείνει δ’ αὐτῷ ταῦτα πάντα εἰς τὸν περὶ σοφίας λόγον καὶ τὸ δεῖξαι τίς ἐστιν ὁ σοφός. λέγει δὲ τῶν μὲν μόνην αἴσθησιν ἐχόντων τελειότερα εἶναι τὰ πρὸς τῷ αἰσθάνεσθαι καὶ μνημονεύειν ὧν αἰσθάνονται δυνάμενα, ἃ καὶ φρονιμώτερα καὶ μαθητικώτερα εἶναι εἶπε τῶν μὴ δυνα‐
10μένων μνημονεύειν, κοινότερον χρησάμενος τῷ φρονιμώτερα. κυρίως μὲν οὖν ἡ φρόνησις περὶ τὰ βουλευτὰ καὶ ἐν τῷ βουλεύεσθαι, καὶ λέγεται ἕξις βουλευτική· λέγεται δὲ καθ’ ἕτερον φρόνησις καὶ αὐτὴ ἡ λογικὴ δύ‐ ναμις. παρὰ δὲ τὰ σημαινόμενα ταῦτα λέγεται φρόνησις καὶ ἡ κατὰ τὰς φαντασίας ἀκρίβεια καὶ διάρθρωσις, καὶ ἡ περὶ τὰ πρακτὰ φυσικὴ
15εὐστροφία, ἥτις ἐν τοῖς μνημονεύειν δυναμένοις γίγνεται. ἔστι δὲ μνήμη ἕξις φαντάσματος ὡς εἰκόνος οὗ ἐστι φαντασία· οὐ γὰρ ἱκανὸς πρὸς μνή‐ μην ὁ τύπος ὁ κατὰ τὴν φαντασίαν, ἀλλὰ δεῖ τὴν περὶ αὐτὸν ἐνέργειαν καὶ περὶ εἰκόνα γίγνεσθαι, τουτέστιν ὡς ἀπ’ ἄλλου γεγονότος, ὡς ἐν τοῖς Περὶ μνήμης δέδειχε. πῶς δὲ εἶπε φρονιμώτερα, ἐξηγήσατο προσθεὶς τὸ
20μαθητικώτερα· κατὰ γὰρ τοῦτο μαθητικώτερα εἶπεν, ὅτι διὰ τὸ δύνασθαι
μνημονεύειν ἤδη τινὰ αὐτῶν καὶ φωνάς τινας μανθάνειν καὶ μιμεῖσθαι, ὡς3
in Metaph
.

4

πολλὰ τῶν ὀρνέων· ἀλλὰ καὶ πράσσει τινά, ὡς κύνες, ἐλέφαντες, ἄλλα τινά. δύναται τὸ μαθητικώτερα εἰρῆσθαι καὶ ἐπὶ τοῦ γνωστικώτερα· τὰ γὰρ μεμνημένα τῶν ζῴων γνωρίζει ὧν ἡ * * * ἰδών τε γὰρ μέμνηται καὶ δύναται τὸ οἰκεῖόν τε καὶ τὸ ἀλλότριον διαγιγνώσκειν· ἅμα διὰ τούτων
5δεικνὺς ὅτι ἑκάστη τῶν ἐπὶ τῇ αἰσθήσει δυνάμεων εἰς γνώσεως περιουσίαν τοῖς ἔχουσιν αὐτὰ ζῴοις συντελεῖ, τὴν ἀρχὴν ἀπὸ τῆς αἰσθήσεως λαμβά‐ νουσα· μάθησις μὲν γάρ τις καὶ ἡ διὰ τῆς αἰσθήσεως ἀντίληψις, μαθητι‐ κώτερα δὲ τὰ καὶ μὴ παρόντων ἔτι τῶν αἰσθητῶν φυλάσσειν δυνάμενα τὴν κίνησιν τὴν ἀπ’ αὐτῶν. δοκεῖ δὲ ἀντιστρέφειν ἥ τε φαντασία καὶ ἡ
10αἴσθησις· ἐν οἷς γὰρ τὸ ἕτερον τούτων, καὶ τὸ ἕτερον, ὡς ἐν τῷ τρίτῳ Περὶ ψυχῆς εἶπεν. p. 980b25 Τὰ μὲν οὖν ἄλλα ταῖς φαντασίαις ζῇ καὶ ταῖς μνήμαις. Πρότερον εἰπὼν φύσει μὲν οὖν αἴσθησιν ἔχοντα γίγνεται τὰ ζῷα, ἐμπειρίας δὲ μετέχειν παρὰ τὸν ἄνθρωπον τὰ ἄλλα ζῷα μικρὸν
15εἶπεν, ἤτοι ὅτι μηδὲν λέγων, ἢ ὡς καὶ ἐν ἐκείνων τισὶν ἐπ’ ὀλίγον ἐγ‐ γιγνομένης ἐμπειρίας, ἀνάλογον ὥσπερ εἶπε καὶ περὶ φρονήσεως. ὅτι δὲ ὁ ἄνθρωπος πρὸς τῇ μνήμῃ καὶ ἐμπειρίας μετέχει, δείκνυσι διὰ τοῦ εἰπεῖν αὐτὸν τέχνην ἔχειν καὶ λογισμόν. τὴν δὲ τέχνην ἔδειξεν ἐξ ἐμπειρίας τὴν σύστασιν λαμβάνουσαν, τὸν δὲ περὶ τὰ πρακτὰ λόγον, περὶ ἃ καὶ ἡ φρό‐
20νησις ἰδίως, λογισμὸν ἐκάλεσεν. ὅτι δὲ τῶν ἀνθρώπων ἴδιον ἡ ἐμπειρία, ἐδήλωσεν εἰπὼν γίγνεται δὲ ἐκ τῆς μνήμης ἐμπειρία τοῖς ἀνθρώποις. πῶς δὲ γίγνεται ἡ ἐμπειρία ἐκ τῆς μνήμης, σαφῶς λέγει. λογικὴ γάρ τις γνῶσις ἤδη ἡ ἐμπειρία, ταύτῃ τῆς τέχνης ἐλαττουμένη, ὅτι ἡ μὲν ἐμπειρία γνῶσίς τίς ἐστι καθολικὴ τοῦ πολλάκις μνημονευθέντος, ὅπερ ἦν τὸ καθ’
25ἕκαστον, ἡ δὲ τέχνη οὐ μόνον τούτου γνῶσίς ἐστιν, ἀλλὰ καὶ παντὸς τοῦ τούτῳ ὁμοίου ὡς ἑνός· καὶ ἔχει ὡς ἐμπειρία πρὸς μνήμην οὖσαν ἑνός τινος κατ’ ἀριθμὸν ἢ πράγματος ἢ λόγου, οὕτως τέχνη καὶ ἐπιστήμη πρὸς
ἐμπειρίαν. ἡ μὲν γὰρ ἐμπειρία τῶν πολλῶν τε καὶ καθ’ ἕκαστα ἤγουν4
in Metaph
.

5

αἰσθητῶν, ὧν ἐστιν ἡ μνήμη, εἰς μίαν περίληψιν καὶ γνῶσίν ἐστι συστολή, ἡ δὲ τέχνη τῶν πολλῶν ἐμπειριῶν συγκεφαλαίωσίς ἐστιν. ἐξ ἐμπειρίας μὲν γὰρ τὸ εἰδέναι ὅτι τοῖς τήνδε τὴν νόσον νοσοῦσι τόδε τὸ φάρμακον χρήσιμον, ἐκ τῆς τέχνης δὲ τὸ τοῖς τοιάνδε νόσον νοσοῦσι τοιοῖσδε συμ‐
5φέρειν χρῆσθαι· ἐξ οὗ τὰ ὅμοια τοῖς ἐκ πείρας ληφθεῖσι συνορᾷ. τέχνης γὰρ ἡ τοῦ ὁμοίου μετάβασις, ὡς καὶ αὐτὸς σαφῶς ἔδειξε διὰ τῶν παρα‐ δειγμάτων. τήνδε τὴν νόσον ἀντὶ τοῦ τὴν τοιάνδε νόσον· οὐ γὰρ ἐπὶ τῶν βοηθημάτων μόνον ἀλλὰ καὶ ἐπὶ τῶν νόσων ἡ κατὰ τὸ ὅμοιον τῇ τέχνῃ μετάβασις. οὐχ ὅτι δὲ τέχνην ἀδύνατον ἀναλαβεῖν χωρὶς ἐμπειρίας
10λέγει, ἀλλ’ ὅτι τὴν ἀρχὴν ἡ τῆς τέχνης εὕρεσις δι’ ἐμπειρίας, ἐπεί, ὡς ἐρεῖ, ἐνδέχεταί τινας τεχνίτας μὲν εἶναι μὴ ἐμπείρους δέ. ὅτι δὲ οἱ μὴ μετ’ ἐμπειρίας τι ποιοῦντες ἀπὸ τύχης ἀκολουθοῦν τὸ τέλος ἔχουσιν, ἀλλ’ οὐκ ἐκ προνοίας καὶ τέχνης, ὡς ἔλεγε Πῶλος, δῆλον. p. 981a12 Πρὸς μὲν οὖν τὸ πράττειν ἐμπειρία τέχνης οὐδὲν
15διήνεγκε. Διὰ τούτων ἤδη δείκνυσιν ὅτι ἡ γνῶσις τιμιώτερον τῆς πράξεως, καὶ ὅτι ἡ κυρίως σοφία ἐν γνώσει ἐστὶν ἀλλ’ οὐκ ἐν πράξει· εἰ γὰρ ἡ τέχνη τῆς ἐμπειρίας τιμιωτέρα, καίτοι μηδὲν πρὸς πρᾶξιν ἐλαττουμένης ἀλλὰ καὶ πλέον πραττούσης ἔσθ’ ὅτε, ἐλαττουμένης δὲ εἰς γνῶσιν, δῆλον καὶ ἐντεῦ‐
20θεν ὡς τὸ εἰδέναι τοῦ πράττειν τοῖς ἀνθρώποις τιμιώτερον. εἰ γὰρ τοὺς τεχνίτας τῶν ἐμπείρων κατὰ τὸ εἰδέναι πλεονεκτοῦντας σοφωτέρους λέγομεν, δῆλον ὡς τὴν σοφίαν ἐπιστήμην καὶ γνῶσίν τινα εἶναι συμβέβηκε. διὰ τί δὲ οἱ ἔμπειροι τῶν χωρὶς ἐμπειρίας τεχνιτῶν πρὸς τὰς πράξεις πλέον ἔχουσι, σαφῶς εἶπεν. ἄνθρωπον δὲ ὑγιάζει κατὰ συμβεβηκὸς ὁ Καλλίαν
25ἰώμενος, ὅτι συμβέβηκε Καλλίᾳ ἀνθρώπῳ εἶναι. εἰπὼν δὲ ὅτι οἱ τεχνῖται καὶ οἱ σοφοὶ τῶν ἐμπείρων κατὰ τὴν γνῶσιν διαφέρουσι, καὶ τοῦτο συστήσας
ἐκ τῆς κοινῆς προλήψεως (σοφοὺς γὰρ τοὺς εἰδότας καλεῖν πᾶσιν ἐν χρήσει),5
in Metaph
.

6

τί μάλιστά ἐστιν ἴδιον τοῦ εἰδότος προστίθησιν, ὅτι γὰρ ἡ γνῶσις τῆς αἰτίας, συνιστὰς καὶ δεικνὺς ὅτι μάλιστα τῆς σοφίας ἐστὶν ἴδιον τὸ τὰς αἰτίας γιγνώσκειν, περὶ ἧς ἡ προκειμένη πραγματεία, καὶ μάλιστα σοφία ἡ τῶν πρώτων γνῶσις αἰτίων. σαφῶς δὲ ἐπὶ τῶν ἀρχιτεκτόνων
5ἔδειξεν ὅτι τὴν σοφίαν οὐκ ἐπὶ πρᾶξιν ἀλλ’ ἐπὶ γνῶσιν τὴν ἀναφορὰν ἔχειν συμβέβηκε, καὶ ὅτι τιμιώτερον ἡ γνῶσις τῆς πράξεως· ἀλλὰ καὶ ὅτι τῆς ἐμπειρίας ἡ τέχνη τῇ γνώσει τε καὶ ἐπιστήμῃ τῆς αἰτίας διαφέρει, ἀπὸ τοῦ τοὺς μὲν δύνασθαι διδάσκειν, τοὺς δὲ ἐμπείρους οὔ, τοῦ δὲ ἐπι‐ στήμονος ἴδιον εἶναι τὸ διδάσκειν. ὅτι δὲ καὶ ἡ τῆς αἰτίας γνῶσις ἐπι‐
10στήμη τέ ἐστι καὶ σοφία, καὶ ἀπὸ τῶν αἰσθήσεων ἐναργῶς παρέστησεν, ἃς καίτοι τῶν καθ’ ἕκαστα γνωστικωτέρας οὔσας οὐ λέγομεν σοφίας, ὅτι μὴ τῶν αἰτίων εἰσὶ γνωστικαί. p. 981b13 Τὸ μὲν οὖν πρῶτον εἰκὸς τὸν ὁποιανοῦν εὑρόντα τέχνην παρὰ τὰς κοινὰς αἰσθήσεις.
15 Καὶ ταῦτα κατασκευαστικὰ μέν ἐστι καὶ αὐτὰ καὶ δεικτικὰ τοῦ ὅτι θαυμαστόν τε καὶ τίμιον ἡ γνῶσις, εἴ γε ἀεὶ τοὺς προσεξευρίσκοντάς τι παρὰ τὸ χρήσιμον ἐθαύμαζον οἱ ἄνθρωποι ὡς σοφοὺς καὶ διαφέροντας τῶν ἄλλων· ἅμα δὲ διὰ τούτων δείκνυσι τὴν ἐπὶ τὴν σοφίαν καὶ τὴν τε‐ λειοτάτην γνῶσιν ὁδόν, καὶ πῶς παρῆλθεν εἰς ἀνθρώπους ἡ σοφία καὶ ἡ
20τῶν τιμιωτάτων ζήτησίς τε καὶ θεωρία, ὅτι μετὰ τὴν τῶν ἀναγκαίων καὶ χρειωδῶν εὕρεσιν περιττότερόν τι καὶ ἐλεύθερον ἤδη νοεῖν σχολαζόντων τῶν ἀνθρώπων. τὰς δὲ τῶν ἡδέων ποριστικὰς τέχνας καὶ αὐτὰς ταῖς
χρειώδεσιν ἐγκατατάττει· ὡς γὰρ δεόμενοι καὶ χρείαν ἔχοντες ἡδονῶν τε6
in Metaph
.

7

καὶ ἀναπαύσεως τὰ ποιητικὰ αὐτῶν ἐζήτουν. ἔστι δὲ καὶ τῶν τοιούτων τεχνῶν πρᾶξίς τις τὸ τέλος· αἱ γὰρ ἀπὸ θεωρίας ἡδοναὶ οὐ τέλος τὴν ἡδονὴν ποιοῦνται, ἀλλ’ ἔχουσιν αὐτὴν παρεπομένην. ὅτι δὲ καὶ αἱ μαθη‐ ματικαὶ ἐπιστῆμαι ἐξ ἐμπειρίας ἤρξαντο, ἐνεδείξατο διὰ τῶν ἱερέων τῶν
5ἐν Αἰγύπτῳ, οἳ τῷ σχολάζειν διὰ τῶν τηρήσεων τῶν κατ’ οὐρανὸν γιγνο‐ μένων ἐμπειρίαν πρῶτον ἔσχον, εἶτα τέχνην συνεστήσαντο. οὕτως δὲ καὶ ἡ γεωμετρία κατὰ τὴν ἀρχὴν εὑρέθη ἀπὸ τῆς γεωδαισίας. ὥσπερ δὲ ἡ εὕρεσις τῶν τοιούτων ὑπὸ τῶν σχολαζόντων, οὕτω καὶ ἡ περὶ αὐτὰ ἐνέρ‐ γεια σχολῆς δεῖται.
10p. 981b25 Εἴρηται μὲν οὖν ἐν τοῖς Ἠθικοῖς τίς διαφορὰ τέχνης καὶ ἐπιστήμης. Τῷ τῆς τέχνης ὀνόματι χρησάμενος καὶ κατὰ τῆς ἐπιστήμης, περὶ τῆς διαφορᾶς αὐτῶν ἀνέπεμψεν ἡμᾶς εἰς τὰ Ἠθικά· ἐν γὰρ τῷ Ζ τῶν Νικομαχείων ἡ τούτων διαίρεσις αὐτῷ παραδέδοται, ἐν οἷς λέγει πέντε
15εἶναι οἷς ἀληθεύει ἡ ψυχὴ τὴν ἐν λόγῳ καὶ συνέσει ἀλήθειαν, ἐπεὶ καὶ τὸ αἰσθάνεσθαι ἀληθεύειν λέγεται, τέχνην φρόνησιν ἐπιστήμην σοφίαν νοῦν. καὶ τέχνην μέν φησιν εἶναι ἕξιν μετ’ ἀληθοῦς λόγου ποιητικήν, ἐπιστήμην δὲ ἕξιν ἀποδεικτικήν, ἀποδεικτικὴν δὲ τὴν ἐκ προτέρων καὶ ἀμέσων καὶ γνωριμωτέρων τοῦ συμπεράσματος συλλογιστικήν, ἢ ὑπόληψιν περὶ τῶν
20καθόλου καὶ ἐξ ἀνάγκης ὄντων, ἢ γνῶσιν τῆς αἰτίας δι’ ἣν τὸ πρᾶγμα ἔστιν, ὅτι ἐκείνου ἔστι, καὶ ὅτι οὐκ ἐνδέχεται αὐτὸ ἄλλως ἔχειν· φρόνησιν δὲ ἕξιν μετ’ ἀληθοῦς λόγου πρακτικὴν περὶ τὰ ἀνθρώπῳ ἀγαθὰ ἢ καὶ κακά, περὶ ὧν ἐστι καὶ τὸ βουλεύεσθαι, ἢ ἀρετὴν τοῦ δοξαστικοῦ μέρους τῆς ψυχῆς· νοῦν δὲ δύναμιν ψυχῆς ᾗ τὰς τῶν ἀποδεικτῶν ἀρχὰς τὰς
25ἀναποδείκτους γνωρίζομεν· σοφίαν δὲ νοῦν καὶ ἐπιστήμην τῶν τιμιωτάτων τῇ φύσει. ἀναπέμψας δὲ εἰς ἐκεῖνα περὶ τῆς διαφορᾶς ἡμᾶς τῆς τέχνης καὶ τῆς ἐπιστήμης (ἡ μὲν γὰρ αὐτῶν ἐν ποιήσει τε καὶ πράξει, ἡ δ’ ἐπι‐
στήμη ἐν γνώσει), οὗ χάριν τούτων μνημονεύει, τούτου ἔχεται· τοῦ γὰρ7
in Metaph
.

8

λαβεῖν τε καὶ δεῖξαι ὅτι τὴν κυριώτατά τε καὶ μάλιστα ἐπιστήμην, ἣν καὶ ἁπλῶς σοφίαν καλοῦμεν, περὶ τὰ πρῶτα αἴτια καὶ τὰς πρώτας ἀρχὰς πάντες ὑπολαμβάνουσιν εἶναι. τούτου χάριν τῆς ἐμπειρίας τὴν τέχνην ἔδειξε τῇ τῆς αἰτίας γνώσει διαφέρουσαν, καὶ ὅτι τιμιώτεραι αἱ περὶ τὴν
5τῆς αἰτίας τῶν ὑπ’ αὐτῶν μεταχειριζομένων γνῶσιν καταγιγνόμεναι. p. 981b27 Ὧν οὖν ἕνεκα ποιούμεθα τὸν λόγον. Αὐτὸς διὰ τούτων σαφῶς τήν τε πρόθεσιν τῶν λεγομένων καὶ ὧν χάριν εἴρηται τὰ εἰρημένα λέγει· ὑπὲρ γὰρ τοῦ δεῖξαι ὅτι πᾶσι δοκεῖ τὰς θεωρητικὰς τέχνας τῶν πρακτικῶν τιμιωτέρας εἶναι καὶ τὴν σοφίαν τῶν
10πρώτων ἀρχῶν εἶναι γνωστικήν· ὃ ἐδείξαμεν δείξαντες αὐτοὺς ἀεὶ μᾶλλον τὸ τῆς σοφίας κατηγοροῦντας ὄνομα κατὰ τῶν εἰδότων μᾶλλον. σοφωτέρα γὰρ τῆς μὲν αἰσθήσεως ἡ ἐμπειρία διὰ τὸ ἤδη λογική τις εἶναι γνῶσις (λογικὴ γὰρ ἡ τοῦ καθόλου περίληψις), ἡ δὲ τέχνη τῆς ἐμπειρίας, ὅτι αὕτη ἤδη καὶ τῆς αἰτίας ἐστὶ γνωστική. ἡ γὰρ τοῦ ὁμοίου θεωρία κατὰ
15τὴν τῆς αἰτίας γνῶσιν γίγνεται. χειροτέχνου τε γὰρ ὁ ἀρχιτέκτων, ἀντὶ τοῦ ‘τοῦ δὲ τεχνίτου τοῦ ποιοῦντος ὁ ἀρχιτέκτων‘. αἱ δὲ θεωρη‐ τικαὶ τῶν ποιητικῶν, ὅτι οὐ πρὸς χρῆσιν ἀλλὰ πρὸς διαγωγὴν αὗται καὶ αὐτῆς χάριν τῆς γνώσεως. p. 982a4 Ἐπεὶ δὲ ταύτην τὴν ἐπιστήμην ζητοῦμεν.
20 Τουτέστιν ἐπειδὴ ἡ προκειμένη ἡμῖν πραγματεία ζήτησίς ἐστι ταύτης τῆς ἐπιστήμης, δεῖ ἰδεῖν περὶ ποῖά ἐστιν ἐπιστήμη ἡ ζητουμένη. ὅτι μὲν γὰρ περί τινας ἀρχάς ἐστι καὶ αἰτίας ἐπιστήμη, δῆλον ἐξ ὧν προείρηκε· πάντες γὰρ τὴν σοφίαν τῶν ἀρχῶν καὶ τῶν αἰτίων φασὶν εἶναι γνῶσιν, καὶ σοφὸς ὁ τούτων ἐπιστήμων. ἐπεὶ οὖν ἡ σοφία τῶν ἀρχῶν καὶ αἰτίων
25γνῶσίς ἐστι κατὰ τὴν κοινὴν περὶ αὐτῆς ἔννοιαν, τὰ δ’ αἴτια πολλαχῶς, εἰκότως πρῶτον ζητεῖ ποίων αἰτίων καὶ τίνων ἀρχῶν γνῶσίς ἐστιν ἡ σοφία περὶ ἧς πρόκειται λέγειν ἡμῖν. φθάνει μὲν οὖν εἰρηκέναι ὅτι τὴν ὀνομα‐
ζομένην σοφίαν· περὶ τὰ πρῶτα αἴτια καὶ τὰς ἀρχὰς ὑπολαμβάνουσι πάντες·8
in Metaph
.

9

ἐπεὶ δὲ τίνες αἱ πρῶται ἀρχαὶ καὶ τὰ πρῶτα αἴτια εὔδηλον, λαβὼν τὸ περὶ ἀρχὰς καὶ αἰτίας τὴν σοφίαν εἶναι ὡς ὁμολογούμενον, τὸ περὶ ποίας ζητήσει, καὶ ὅτι περὶ τὰς πρώτας δείξει. ἢ οὐδὲ ἐκεῖ ἔλαβεν αὐτὸ ὡς ἤδη ὁμολογούμενον, ἀλλ’ ὡς ὀφεῖλον δειχθῆναι· διὸ ἀναγκαίως καὶ τῆς
5τῶν αἰτίων διαιρέσεως μνημονεύει, ὅτι τετραχῶς τὰ αἴτια λέγεται. καὶ τὴν ἱστορίαν τῶν πρὸ αὐτοῦ τι περὶ αἰτιῶν εἰρηκότων παρατίθεται εὐλόγως, ἵν’ εἰ μὲν ὀρθῶς εὑρεθῇ τι τῶν εἰρημένων ὑπ’ ἐκείνων, ἀκολουθοίημεν αὐτῷ, εἰ δὲ μή, πλέον τι ζητοίημεν αὐτοί. χρὴ οὖν ἐκ τῆσδε τῆς πραγμα‐ τείας ἀπαιτεῖν τὴν γνῶσιν τῶν πρώτων ἀρχῶν καὶ αἰτίων· αὗται δ’ ἂν
10εἶεν τοῦ ὄντος οἷον ἀρχαί, δι’ ἃς τῶν ὄντων ἕκαστόν ἐστιν ὧν τὸ εἶναι κατηγοροῦμεν· τοιαῦται δὲ αἱ πρῶται καὶ κυριώταται οὐσίαι· αὗται μὲν γὰρ τῶν οὐσιῶν ἀρχαί, αἱ δὲ οὐσίαι τῶν ἄλλων ἁπάντων, ὡς δείξει. τήν τε οὖν τούτων γνῶσιν ἀπαιτεῖν χρὴ ἐκ τῆσδε τῆς πραγματείας, καὶ ἔτι ὅσα εἰς τὴν τούτων γνῶσιν συντελεῖ, εἰς ἃ καὶ ὁ πλεῖστος αὐτῷ λόγος
15ἀναλίσκεται· οὐ γὰρ οἷόν τε ἦν ἐκείνων γνῶσιν ἄλλως λαβεῖν, μὴ προκα‐ ταστήσαντα καὶ προεκκαθάραντα τὰ ἐμποδών. p. 982a6 Εἰ δὴ λάβοι τις τὰς ὑπολήψεις ἃς ἔχομεν περὶ τοῦ σοφο. Ἐν πᾶσιν ἔθος ἀεὶ Ἀριστοτέλει ταῖς κοιναῖς καὶ φυσικαῖς τῶν ἀνθρώ‐
20πων προλήψεσιν ἀρχαῖς εἰς τὰ δεικνύμενα πρὸς αὐτοῦ χρῆσθαι, βεβαιοῦντι τὸ εἶναι τὴν γνῶσιν καὶ τὴν τῆς ἐπιστήμης ὄρεξιν κατὰ φύσιν τοῖς ἀνθρώ‐ ποις καὶ διὰ τοῦ ταύτας τὰς ἀρχὰς φύσει ἡμῖν δεδόσθαι· αὗται γάρ εἰσιν αἱ κοιναὶ ἔννοιαι. οὕτως καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει πεποίηκε περὶ τό‐ που ζητῶν, ὁμοίως δὲ καὶ περὶ χρόνου, σχεδὸν δὲ καὶ περὶ τῶν ἄλλων
25ἁπάντων προβλημάτων τῇ ὁδῷ ταύτῃ κέχρηται. τοῦτο οὖν καὶ νῦν ποιεῖ· ζητῶν γὰρ περὶ ποίας ἀρχάς ἐστιν ἡ σοφία, καὶ τί ἔργον τοῦ σοφοῦ, καὶ τίς ὅλως ὁ σοφός, τὰς κοινὰς καὶ φυσικὰς ἐννοίας ἃς ἔχομεν περὶ τῶν σοφῶν ἐκτίθεται, ἵνα ταύταις τὰ ἀκόλουθα ζητοῦντες συμφώνως λαμβά‐ νωμέν τε καὶ τιθῶμεν. ἔστι δὲ ἃ ἡ κοινὴ πρόληψις τῷ σοφῷ καὶ τῇ
30σοφίᾳ ὑπάρχειν τίθησιν, ὥς φησι, τό τε πάντα ἐπίστασθαι κοινῇ καὶ καθ‐ όλου, καὶ περὶ πάντων δύνασθαι διαλαμβάνειν περιληπτικῶς καὶ μὴ ὡς ὁ καθ’ ἑκάστην ἐπιστήμην ἢ τέχνην σοφός· τοὺς γὰρ οὕτως εἰδότας οὐ σο‐
φοὺς ἔτι ἀλλὰ τεχνίτας καὶ ἐπιστήμονας ἐκείνου περὶ οὗ λέγουσιν οὕτως9
in Metaph
.

10

ὑπολαμβάνουσιν. ἔτι δὲ οὐδὲ οἷόν τε πάντα τινὰ ἐπίστασθαι ἄλλως ἢ ὡς εἴρηται· διὸ προσέθηκε τὸ ὡς ἐνδέχεται. ἀλλὰ καὶ τὸν τὰ περιττὰ καὶ χαλεπὰ καὶ μὴ ῥᾴδια γνωσθῆναι εἰδότα, τοῦτον σοφόν φασιν· τοὺς γὰρ τὰ κοινὰ καὶ ῥᾴδια εἰδότας οὔ φασι σοφούς. διὸ οὐδὲ τὴν αἴσθησιν σοφίαν
5λέγουσιν, οὔτε σοφοὺς τοὺς αἰσθανομένους καθὸ αἰσθάνονται· κοινὴ γὰρ καὶ ῥᾳδία ἡ αἰσθητικὴ γνῶσις. ἔτι τε τὸν ἀκριβῆ καὶ περιττὸν περὶ ἕκαστον τῶν νοουμένων καὶ ἀναμάρτητον σοφὸν λέγουσιν. ἀλλὰ καὶ τὸν διδασκαλι‐ κώτερον τῶν αἰτίων, τουτέστι τὸν τὴν διδασκαλίαν διὰ τῆς τῶν αἰτίων παραδόσεως ποιούμενον, μᾶλλον σοφὸν λέγουσι τῶν μὴ οὕτως διδασκόντων.
10καὶ τῶν ἐπιστημῶν δὲ σοφίαν ταύτην λέγουσι τὴν αὐτῆς τῆς γνώσεως τῆς κατὰ τὴν ἐπιστήμην ἕνεκα μετιοῦσαν αὐτὰ καὶ αἱρουμένην, ἀλλὰ μὴ διά τινα ἀποβαίνοντα, καὶ σοφοὺς αὖ δηλονότι τοὺς τὴν τοιαύτην ἐπιστήμην ἔχοντας· τοὺς γὰρ τὰ διὰ τὴν γνῶσιν αὐτὴν αἱρετὰ εἰδότας, ἀλλ’ οὐκ ἄλ‐ λων τινῶν ἀποβαινόντων χάριν. τὸ δὲ ἔτι τὸν ἀκριβέστερον καὶ δι‐
15δασκαλικώτερον τῶν αἰτίων οὐχ ὡς ἑνὸς ἀκούειν δεῖ, ἀλλὰ δύο· δια‐ φέρει γὰρ ταῦτά γε ἀλλήλων. καὶ οὕτως γίνεται τὰ τιθέμενα ἕξ. ἔτι τοὺς τὰ ἀρχικώτερα καὶ ἐπιστατικώτερα εἰδότας τῶν τὰ ὑποτεταγμένα εἰδότων μᾶλλον λέγουσι σοφούς, καὶ σοφίαν τῶν ἐπιστημῶν τὴν ἀρχικωτέραν τε καὶ ἀρχιτεκτονικωτέραν τῆς ὑπηρετούσης. ταῦτα δὴ λαβὼν ὡς κατὰ τὰς
20κοινὰς ὑπολήψεις δοξαζόμενα περὶ τοὺς σοφούς, κατὰ ταῦτα πειρᾶται ἕκα‐ στον αὐτῶν προσάγειν τῷ τὰς πρώτας καὶ τὰς καθόλου αἰτίας εἰδότι, δει‐ κνὺς διὰ τούτων ὃ φθάσας εἶπον, τὸ ὅτι τὴν ὀνομαζομένην σοφίαν περὶ τὰ πρῶτα αἴτια καὶ τὰς ἀρχὰς ὑπολαμβάνουσι πάντες· καθόλου τε γὰρ μάλιστα καὶ κοινῶς περὶ πάντων οὗτος ἐπίσταται ὁ τὰς πρώτας ἀρχὰς εἰ‐
25δώς· ὡς γὰρ ὁ τάς τινων ἀρχὰς εἰδὼς καθολικήν τινα γνῶσιν ἐκείνων10
in Metaph
.

11

ἔχει, οὕτως καὶ ὁ τὰς πάντων εἰδὼς ἀρχὰς καθολικὴν ἄν τινα γνῶσιν ἁπάντων ἔχοι. p. 982a21 Τούτων δὲ τὸ μὲν ἐπίστασθαι τῷ μάλιστα ἔχοντι τὴν κατὰ πάντων ἐπιστήμην.
5 Ἐλλείπει τῷ ἐπίστασθαι τὸ τὰ πάντα· τὸ γὰρ πάντα ἐπίστασθαι τῷ μάλιστα ἔχοντι τὴν καθόλου ἐπιστήμην ὑπάρχει· τοῦτο γὰρ ἦν τὸ κείμενον. μάλιστα δὲ καθόλου ἐστὶν ἐπιστήμη ἡ περὶ τῶν ὄντων ᾗ ὄντα· κοινὸν γὰρ τὸ ὂν πᾶσι τοῖς ἐν ὑπάρξει. ἀλλὰ καὶ χαλεπώτατα μάλιστα τὰ καθόλου τῶν τῷ ἀνθρώπῳ γνωστῶν, τῷ πάμπολυ τῶν αἰσθήσεων ἀφεστάναι· ὃ ἦν
10δεύτερον τῶν τεθέντων δοξάζεσθαι περὶ τοῦ σοφοῦ· τὰ γὰρ τῶν ὄντων ἁπλούστατά τε καὶ πρῶτα πορρωτάτω τῶν αἰσθήσεων. τὸ δὲ τοῖς ἀν‐ θρώποις προσέθηκε πρὸς ἀντιδιαστολὴν τῆς φύσεως· τῇ φύσει γὰρ ἐκεῖνα τῶν αἰσθητῶν γνωριμώτερα. ἀλλὰ καὶ ἀκριβεστάτη τῶν ἐπιστημῶν ἡ τῶν μάλιστα πρώτων γνῶσις· καὶ γὰρ τῶν ἄλλων ἐπιστημῶν ἀκριβέστεραι
15αἱ ἐκ τῶν πρώτων εἰσίν, εἴγε αἱ ἐξ ἐλαττόνων ἀκριβέστεραι· ἐξ ἐλαττόνων δὲ αἱ ἐγγυτέρω τῶν ἀρχῶν, ὡς ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς εἴρηται· διὰ τοῦτο γὰρ καὶ κυριωτάτας καὶ μάλιστα ἀποδείξεις εἶπεν εἶναι τὰς ἐξ ἀμέσων τε καὶ πρώτων τῶν προτάσεων, δευτέρας δὲ τὰς διὰ τούτων δεικνυμένας. εἰ δ’ αἱ ἐγγυτέρω τῶν ἀρχῶν διὰ τὴν τῶν ἀρχῶν γνῶσιν ἀκριβέστεραι,
20δῆλον ὡς ἀκριβέσταται ἂν εἶεν αἱ τῶν ἀρχῶν αὐτῶν ἐπιστῆμαι, δι’ ἃς καὶ αἱ ἐγγὺς αὐτῶν ἀκριβέστεραι τῶν ἄλλων. ὅτι δὲ αἱ ἐξ ἐλαττόνων καὶ ἐγ‐ γυτέρω τῶν ἀρχῶν τῶν διὰ πλειόνων καὶ πορρωτέρω ἀκριβέστεραι, δέδει‐ κται μέν, ὡς ἔφην, καὶ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς (αἱ γὰρ δι’ ἐλατ‐ τόνων προτάσεων καὶ ἀμέσων ἀκριβέστεραι), καὶ νῦν δὲ ἐνεδείξατο παρα‐
25θέμενος τὴν ἀριθμητικὴν καὶ τὴν γεωμετρίαν, ἧς διαφορά, ὅτι ἡ γεωμε‐
τρία μὲν περὶ τὰ θέσιν ἔχοντα (τὸ γὰρ σημεῖον καὶ ἡ γραμμὴ καὶ τὰ11
in Metaph
.

12

ἄλλα περὶ ἃ ὁ γεωμέτρης, θέσιν ἔχει), ἡ δὲ μονὰς καὶ ὁ ἀριθμὸς ἄθετα· διὸ οἱ μὲν γεωμέτραι προσχρῶνται δείξεσιν ἀριθμητικαῖς ὡς προσδεόμενοι αὐτῶν εἰς τὴν τῶν οἰκείων σύστασιν, οἱ δὲ ἀριθμητικοὶ γεωμετρικαῖς οὐκέτι.
5p. 982a25 Ἀκριβέσταταί τε τῶν ἐπιστημῶν αἳ μάλιστα τῶν πρώ‐ των εἰσίν. Οὐχ ὑποληπτέον τοῦτο μάχεσθαι τῷ ἐν τῷ προοιμίῳ τῆς Φυσικῆς εἰρημένῳ, ἔνθα λέγων ὅθεν δεῖ ἄρχεσθαι, ἀπὸ τῶν ἡμῖν γνωρίμων, λέγει “τὸ γὰρ ὅλον κατὰ τὴν αἴσθησιν γνωριμώτερον, τὸ δὲ καθόλου ὅλον τί
10ἐστιν”. οὔτε γὰρ τὸ πρῶτον καὶ τὸ καθόλου ταὐτόν· τὸ γοῦν πρῶτον αἴτιον τὸ κινητικόν, περὶ οὗ νῦν αὐτῷ λέγειν πρόκειται, πρὸ ἁπάντων μέν ἐστιν, οὐ μὴν οὕτως καθόλου ὡς τὰ γένη. ἀλλ’ οὐδὲ τὸ ὡς γένος λεγό‐ μενον καθόλου ἐκεῖ πρὸς τὴν αἴσθησιν πρῶτον εἶπεν, ἀλλὰ τὸ κοινότερον καὶ πλείοσι συμβεβηκός, ὡς ἐδήλωσε διὰ τῶν παραδειγμάτων.
15p. 982a26 Αἱ γὰρ ἐξ ἐλαττόνων ἀκριβέστεραι. Ὧι γὰρ ἐλάττονα τὰ συμβεβηκότα, δυσγνωστότερον τοῦτο καὶ πλείονος ἀκριβείας δεῖται· καὶ ᾧ μηδέν ἐστι συμβεβηκός, ἡ τούτου γνῶσις χαλεπω‐ τέρα, διὸ καὶ πλείονος ἀκριβείας δεῖται, ἅτε οὐκ ἀπὸ συμβεβηκότων εἰς τὴν γνῶσιν τῆς οὐσίας αὐτῶν βοηθουμένη, ἀλλ’ ἀπὸ μόνης τῆς οὐσίας γι‐
20γνομένη. βελτίων τε ἡ τούτων ἐπιστήμη τῷ μᾶλλον γιγνώσκειν ποιεῖν. ἔτι ἡ ἀπόδειξις ἡ κυρίως ἐκ προτέρων· καὶ γὰρ τὰ ἄλλα τότε ἀποδεί‐ κνυται ὅταν διὰ τοιούτων δειχθῇ ἃ διά τινων πρώτων τὴν περὶ αὐτῶν πίστιν εἴληφεν. ἡ δὲ ἐκ πρώτων ἐξ ἐλαττόνων, ἡ δὲ ἐξ ἐλαττόνων ἀκρι‐ βεστέρα· ὥστε καὶ ἡ ἐκ πρώτων, εἴγε τὰ διὰ τούτων δειχθέντα αἴτια καὶ
25τοῖς ὑστέροις τοῦ ἀποδείκνυσθαι. ἐπιζητήσειε δ’ ἄν τις πῶς ἡ τῶν πρώ‐12
in Metaph
.

13

των ἀρχῶν τε καὶ αἰτίων γνῶσις χαλεπωτάτη, εἰ βέλτιον ἔχομεν περὶ αὐ‐ τὰς τῆς δι’ ἀποδείξεως γνώσεως. ἢ οὕτως ἔχομεν περὶ τὰς ὡς ἀξιώματα ἀρχάς, δι’ ὧν τὰ ἄλλα δείκνυται, ἤτοι τὰς ἀποδεικτικὰς ἀρχάς, οὐ τὰς τοῦ ὄντος; πῶς οὖν αὗται ἐπίστανται; ἢ καὶ αὗται δι’ ἀποδείξεων; ἀρχαὶ
5γὰρ καὶ τῆς τούτων δείξεως τὰ ἀξιώματα. ἀλλ’ ἐπεὶ πᾶσα ἀπόδειξις ἐκ πρώτων, εἴη ἄν τινα καὶ τούτων πρῶτα. ἢ οὐδὲν κωλύει ὡς ἀποδεικτῶν αὐτῶν πρῶτά τινα λέγειν εἶναι, ἀλλ’ εἰ ἀπόδειξις ἐκ πρώτων, εἴη ἄν τινα λέγειν εἶναι; ἀλλ’ εἰ ἡ ἀπόδειξις δι’ αἰτίου γνῶσις, εἴη ἂν καὶ τού‐ των αἴτιον, οὕτως δὲ καὶ πρῶτα. ἢ οὐ πᾶσα δι’ αἰτίου ἀπόδειξις. δῆλον
10δὲ ὅτι καὶ διδασκαλικώτεροι οἱ τὰ αἴτια εἰδότες· τῶν γὰρ διδασκόντων ἴδιον τὸ τὰς αἰτίας λέγειν τῶν διδασκομένων, ὡς προείρηκεν. ἤτοι δὲ μᾶλλον λέγει διδασκαλικὴν τὴν τῶν αἰτίων θεωρητικὴν τῆς μὴ τοιαύτης (διὰ γὰρ τῶν αἰτίων ἡ διδασκαλία) ὡς μόνης ταύτης οὔσης τῶν αἰτίων θεωρητικῆς· τὰ γὰρ κυρίως αἴτια ταῦτα· ἢ τὸ λεγόμενόν ἐστιν ὅτι ἡ τῶν
15μᾶλλον αἰτίων θεωρητικὴ καὶ διδασκαλικὴ μᾶλλον, ἐπειδὴ διὰ τῶν αἰτίων ἡ διδασκαλία· αὕτη δὲ ἡ τῶν μᾶλλον αἰτίων θεωρητικὴ καὶ διδασκαλικὴ μᾶλλον. ἀλλὰ καὶ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι αὐτῶν χάριν τῶν νοουμέ‐ νων τε καὶ γιγνωσκομένων καὶ μὴ ἄλλου τινὸς τῇ τῶν αἰτίων καὶ ἀρχῶν γνώσει μάλιστα ὑπάρχει· ταῦτα γὰρ μάλιστα ἐπιστητά, δι’ ἅ γε καὶ τῶν
20ἄλλων ἐπιστητῶν ἕκαστον ἐπιστητόν. ὥστε εἰσί τινες ἐπιστῆμαι δι’ αὑτὰς αἱρεταί, ὅπερ ἔκειτο· μάλιστα δ’ ἂν εἴη ἡ τοιαύτη. ὁ γὰρ τὸ ἐπίστα‐ σθαι δι’ αὐτὸ αἱρούμενος τὴν μάλιστα ἐπιστήμην μάλιστα αἱρή‐ σεται. ᾧ γὰρ ὅλως τὸ ἐπίστασθαι δι’ αὐτὸ αἱρετόν, τούτῳ μάλιστα αἱρετὸν [τοιοῦτον] τὸ μάλιστα ἐπιστητόν· τοιαῦτα δὲ τὰ πρῶτα αἴτια καὶ
25αἱ ἀρχαί, εἴγε καὶ ἡ τῶν ἄλλων γνῶσις τῆς τούτων γνώσεως ἤρτηται· τό‐ τε γὰρ οἰόμεθα εἰδέναι ἕκαστον, ὡς καὶ αὐτὸς εἶπεν ἐν Φυσικῇ, ὅταν τὰς ἀρχὰς καὶ τὰς αἰτίας τινὸς εἰδῶμεν. ὅτι δὲ μάλιστα ἐπιστητά, ἔδειξε παραθέμενος τὸ ὅτι αἱ ἀποδείξεις ἐκ τῶν πρώτων, διὰ δὲ ἀποδείξεως ἡ τῶν ἐπιστητῶν γνῶσις· ὥστε τὰ πρῶτα αἴτια εἴη ἂν καὶ τοῖς ἄλλοις τοῖς
30ἀποδεικτοῖς τε καὶ ἐπιστητοῖς αἴτια τοῦ ἐπιστητοῖς εἶναι, ἀλλ’ οὐ ταῦτα
ἐκείνοις· ὕστερον γὰρ ταῦτα, οὐδεμία δὲ ἀπόδειξις δι’ ὑστέρων. ἔτι πᾶσιν13
in Metaph
.

14

αἴτια τοῖς ἐπιστητοῖς τοῦ εἶναι ἐπιστητοῖς ταῦτα, εἴγε καὶ αἱ τῶν ἐπιστη‐ μῶν ἀρχαὶ ταύτας ἀρχὰς ἔχουσιν. Ἀλλὰ καὶ ἀρχικωτάτη τῶν ἐπιστημῶν ἡ τῶν κυριωτάτων αἰτίων γνωστική. ταῦτα δέ ἐστι τὰ ὧν ἕνεκα τὰ ἄλλα ἔστιν. ἀρχικωτέρα γὰρ
5ἐν ἅπασιν ἡ γνωρίζουσα τίνος ἕνεκα ἕκαστον δεῖ ποιεῖν τῶν γιγνομένων τῆς ποιούσης αὐτὰ καὶ ὑπηρετούσης, ὡς δῆλον ὑπάρχει ἐπὶ ἀρχιτεκτονικῆς. εἰπὼν δὲ ἡ γνωρίζουσα τίνος ἕνεκα πρακτέον ἕκαστόν ἐστι, τὸ τοιοῦτον αἴτιον οὗ ἕνεκεν αἰτίου ἕκαστον πρακτέον ἐδήλωσεν εἰπὼν τοῦτο δέ ἐστι τἀγαθόν· τοιοῦτο γὰρ τὸ τελικὸν αἴτιον, ὡς εἶπε καὶ τῶν Νικο‐
10μαχείων Ἠθικῶν ἀρχόμενος “πᾶσα τέχνη καὶ πᾶσα μέθοδος, ὁμοίως δὲ πρᾶξίς τε καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεσθαι δοκεῖ”. τοιοῦτον δὲ καὶ τὸ τῶν ὄντων ἁπάντων αἴτιον· πάντα γὰρ ἐκείνου χάριν ἔστι τε καὶ γίγνεται τὰ φύσει γιγνόμενα, καὶ πρὸς ἐκεῖνο νένευκε κατὰ τὴν σύμφυτον ὄρεξιν αὐτοῖς· ὥστε ἡ τοῦ τοιούτου ἀγαθοῦ γνωστικὴ ἀρχικωτάτη ἂν εἴη.
15βουληθεὶς δὲ δηλῶσαι πῶς τὸ πρῶτον αἴτιον τοῖς οὖσιν αἴτιον, ὅτι ὡς τέλος, καὶ ὅτι ἡ τοῦ τοιούτου αἰτίου γνωστικὴ ἀρχιτεκτονικωτέρα τῶν ποιουσῶν τὰ ἐκείνου χάριν, εἶπε τὸ μᾶλλον ἀρχικὴ τῆς ὑπηρετούσης ἡ γνωρίζουσα τίνος ἕνεκέν ἐστι πρακτέον ἕκαστον. ἡ δὲ ἐπιχεί‐
ρησις τοιαύτη. εἰ ἐν πάσαις τέχναις τε καὶ ἐπιστήμαις ἀρχιτεκτονικωτέρα14
in Metaph
.

15

τῆς ποιούσης τι ἡ γιγνώσκουσα τὸ οὗ χάριν καὶ τὸ τέλος, καὶ ἡ τὸ πάν‐ των τέλος καὶ οὗ χάριν τὰ πάντα ἔστι τε καὶ γίγνεται εἰδυῖα ἀρχικωτάτη ἂν εἴη καὶ πρώτη. τοιαύτη δέ ἐστιν ἡ σοφία ἡ τοῦ πρώτου αἰτίου θεω‐ ρητική· πάντα γὰρ τὰ ὄντα τοῦ κυριωτάτου τῶν ἀγαθῶν ἐφίεται καὶ τἀ‐
5γαθοῦ, τἀγαθὸν δὲ τὸ πρῶτον αἴτιον. Ἐφ’ οἷς δειχθεῖσι συγκεφαλαιοῦται τὰ εἰρημένα, δεικνὺς ὅτι ἐξ ἁπάντων τῶν τοῖς σοφοῖς ἑπομένων δέδεικται σοφία οὖσα ἡ τῶν πρώτων ἀρχῶν τε καὶ αἰτίων θεωρητική· τὸ γὰρ ἀγαθὸν καὶ οὗ ἕνεκά ἐστί τε καὶ γίγνεται πάντα, οὗ ἐστιν ἡ προκειμένη ἐπιστήμη θεωρητική, τῶν αἰτίων ἐστίν· τοιοῦτον
10γὰρ τὸ ὡς τέλος αἴτιον· δεῖ γὰρ αὐτὴν τῶν πρώτων ἀρχῶν καὶ αἰτίων εἶναι θεωρητικήν. ἐξ ἁπάντων οὖν τῶν εἰρημένων γίγνεται ἡ σοφία ἡ τῶν πρώτων ἀρχῶν τε καὶ αἰτίων θεωρητική. προσέθηκε δὲ καὶ γὰρ τὸ ἀγα‐ θὸν καὶ τὸ οὗ ἕνεκα τῶν αἰτίων ἐστίν, ἐπεὶ εἶπε δεῖν μὲν τὴν σο‐ φίαν κατὰ τὰς κοινὰς προλήψεις ἀρχικὴν εἶναι ἐπιστήμην καὶ μὴ ὑπηρε‐
15τικήν, εἶπε δὲ ἀρχικωτέραν εἶναι τὴν γνωρίζουσαν τὸ τίνος ἕνεκέν ἐστι πρακτέον ἕκαστον, τοῦτο δ’ ἐστὶ τἀγαθόν. εἰπὼν οὖν ἀρχικωτέραν εἶναι τὴν γνωστικὴν τοῦ τίνος ἕνεκεν ἕκαστόν ἐστιν, ὅπερ ἐστὶ τἀγαθόν, ὅτι ἡ τῶν πρώτων γνωστικὴ καὶ τούτου ἐστὶ γνωστική, δι’ ὃ καὶ ἔστιν ἀρ‐ χική, ἔδειξε διὰ τῆς προσθήκης ταύτης.
20p. 982b11 Ὅτι δ’ οὐ ποιητικ, δῆλον ἐκ τῶν πρώτων φιλοσοφη‐ σάντων. Ὅτι μή ἐστι ποιητική τε καὶ πρακτικὴ ἡ φιλοσοφία τε καὶ ἡ σοφία ἀλλὰ θεωρητική, δείκνυσι καὶ ἐκ τοῦ τὴν ἀρχὴν ἐπὶ ζήτησιν τὴν τούτων καὶ τὴν εὕρεσιν ἐλθεῖν τοὺς πρώτως φιλοσοφήσαντας διὰ τὸ θαυμάσαι ἕκα‐
25στον αὐτῶν πῶς ἔχει· τὸ δὲ θαυμάζειν ἀγνοούντων ἐστίν. οὐκοῦν εἰ διὰ μὲν τὸ ἀγνοεῖν ἐθαύμαζον, διὰ δὲ τὸ θαυμάζειν ἐπὶ τὸ φιλοσοφεῖν ἦλθον, διὰ τὸ ἀγνοεῖν ἄρα ἐπὶ τὸ φιλοσοφεῖν ἦλθον. ὃ δὴ ἔμελλε τῆς ἀγνοίας παύσειν αὐτούς, τούτου χάριν ἦλθον ἐπὶ τὸ φιλοσοφεῖν· γνῶσις δὲ ἔμελλεν ἀλλ’ οὐ πρᾶξις τῆς ἀγνοίας παύσειν αὐτούς· γνώσεως ἄρα ἀλλ’ οὐ πράξεως
30χάριν ἦλθον ἐπὶ τὸ φιλοσοφεῖν. εἰ γὰρ δι’ ἄγνοιαν ἦλθον ἐπὶ τὴν ζήτησιν αὐτῶν, δῆλον ὡς γνώσεως ἐφέσει· τῆς γὰρ ἀγνοίας οὐχ ἡ ποίησις ἀλλ’ ἡ γνῶσις ἴασις. τὴν αὐτὴν δὲ ἔθος αὐτῷ καλεῖν σοφίαν τε καὶ πρώτην φι‐
λοσοφίαν. ἡ γὰρ τελειοτάτη φιλοσοφία ἡ ἀρξαμένη ἀπὸ τοῦ θαυμάζειν15
in Metaph
.

16

ἐπὶ τὸ ζητεῖν προελήλυθεν· ἔπειτα εὑροῦσα τὰ ζητούμενα οὕτως ἔχει περὶ αὐτά, ὡς θαυμάζειν εἰ ἐνδέχεται αὐτὰ ἄλλως ἔχειν, ὡς προελθὼν ἐρεῖ. λέγει δὲ ὅτι τὴν μὲν ἀρχὴν ἦλθον ἐπὶ τὸ ζητεῖν τε καὶ φιλοσοφεῖν τὰ πρόχειρά τε καὶ ἐν ποσὶ διὰ τὴν φαινομένην ἀτοπίαν θαυμάσαντες, οἷον,
5εἰ οὕτως τύχοι, διὰ τί τὸ ἤλεκτρον ἕλκει τὰ ἀχυρώδη, ἡ Ἡρακλεία λίθος τὸν σίδηρον, ἢ τί ἐστιν ἡ ἶρις, ἢ ὅλως τὴν τῶν νεφῶν σύστασιν, τὰς βροντάς, πόθεν, ἢ περὶ τῶν ἀστραπῶν, πῶς γίνονται. εἶτα κατ’ ὀλίγον προϊόντες ἦλθον καὶ ἐπὶ τὸ περὶ τῶν μειζόνων διαπορεῖν τε καὶ θαυμάζειν καὶ φιλοσοφεῖν. καὶ διὰ τοῦτο παρέθετο τὸ τινῶν. σελήνης δὲ παθή‐
10ματα εἶπε τάς τε ἐκλείψεις αὐτῆς καὶ τὰς αὐξήσεις καὶ τὰς μειώσεις, ὁμοίως δὲ καὶ ἡλίου τάς τε ἐκλείψεις καὶ τὰς ἀνατολάς τε καὶ δύσεις. τὸ δὲ ἀπορεῖν τε καὶ θαυμάζειν δι’ ὑπόληψιν ἀγνοίας γίνεται. προστίθησι δὲ ὅτι καὶ ὁ φιλόμυθος φιλόσοφός πως· ταῦτα γὰρ σπουδάζει μανθάνειν ἅ ἐστι δι’ ἄγνοιαν θαυμάσια (ἐκ γὰρ θαυμασίων τε καὶ παραδόξων οἱ μῦθοι
15σύγκεινται), οἱ δὲ διὰ τὸ θαυμάζειν τινὰ σπουδάζοντες μανθάνειν φιλό‐ σοφοι. Ὅτι δὲ μὴ χρείας τινὸς μηδὲ πράξεως χάριν ἀλλὰ γνώσεως ἦλθον τὴν ἀρχὴν ἐπὶ τὸ φιλοσοφεῖν, συνέστησε καὶ ἀπὸ τῆς ἱστορίας· μετὰ γὰρ τὴν τῶν ἀναγκαίων τε καὶ τῶν πρὸς ῥᾳστώνην τὴν τοῦ βίου παρασκευὴν
20ἦλθον ἐπὶ τὴν τῶν κατὰ φιλοσοφίαν ζήτησιν καὶ τὴν τῶν τοιούτων θεω‐
ρίαν. εἰ δὲ πάντων ὑπαρχόντων, τῶν τε ἀναγκαίων καὶ τῶν πρὸς ῥᾳστώ‐16
in Metaph
.

17

νην, ἤρξαντο τῆς κατὰ φιλοσοφίαν ζητήσεως, δῆλον ὡς ἐπ’ οὐδενὸς ἀναγ‐ καίου τῶν πρὸς διαγωγὴν τοῦ βίου συντελούντων εὑρέσει τὴν ζήτησιν ἐποιοῦντο. ἀλλὰ μὴν πᾶσαι αἱ ποιητικαί· ἢ γὰρ τῶν ἀναγκαίων τινὰ καὶ χρησίμων ζητοῦσί τε καὶ ποιοῦσιν, ἢ τῶν πρὸς διαγωγήν. φρόνησιν δὲ
5εἶπε τὴν τοιαύτην σοφίαν τε καὶ τὴν θεωρίαν. εἰκάζει δὲ τὴν τοιαύτην γνῶσίν τε καὶ θεωρίαν τοῖς ἐλευθέροις τῶν ἀνθρώπων, οἳ αὑτῶν ἕνεκέν εἰσιν, οὐκ ἄλλων, ὥσπερ οἱ δοῦλοι. τὸν γὰρ δοῦλον ἐν τοῖς Πολιτικοῖς εἶναι εἶπεν ὃς ἄνθρωπος ὢν ἄλλου ἐστίν· τοιοῦτος δὲ ὁ μὴ διορατικὸς τῶν πρακτέων δι’ ἀφυΐαν, ἀλλὰ ὑπηρετικός. καὶ γὰρ ἡ τοιαύτη γνῶσις ὡς
10μόνη οὖσα ἐλευθέρα τῶν ἄλλων ἐπιστημῶν αὐτὴ αὑτῆς χάριν ἐστίν. ση‐ μεῖον δὲ τοῦ δι’ αὑτὴν αὐτὴν αἱρετὴν εἶναι καὶ τὸ μηδὲν χρειῶδες παρε‐ χομένην, ἀλλὰ τοὐναντίον καὶ ἐμποδίζουσαν αὐτοῖς τοσοῦτον φίλτρον ἐμ‐ ποιεῖν τοῖς ἁψαμένοις αὐτῆς ὡς μηδὲν ἄλλο βούλεσθαι ποιεῖν, ἀλλὰ πᾶν τὸ ἀπάγον αὐτοὺς τῆς κατ’ αὐτὴν ἐνεργείας περίστασίν τε καὶ ἐνόχλησιν
15ἡγεῖσθαι. διὸ καὶ εὐλόγως ἄν φησιν οὐκ ἀνθρωπίνην ἀλλὰ θείαν τὴν γνῶσιν αὐτῆς νομίζεσθαι. οἱ μὲν γὰρ ἄνθρωποι ἐν πολλοῖς δοῦλοι διὰ τὰς χρείας εἰσὶ καὶ τούτων χάριν πολλὰ πράττειν ἀναγκάζονται· διὰ γὰρ τὸ εἶναι αὐτοὺς τοιούτους, καὶ ἡ ὑγεία ἀγαθὸν αὐτοῖς καὶ ἡ εὐπορία καὶ ἕκα‐ στον τῶν τοιούτων ἀγαθῶν· διὸ καὶ ἀσχολοῦνται περὶ αὐτά. τὸ δὲ θεῖον
20πάσης χρείας ἐλεύθερον· ἀκολούθως λέγων τοῖς ἐν τοῖς Νικομαχείοις εἰρη‐ μένοις αὐτῷ, ἔνθα λέγει “οὐ γὰρ χρὴ κατὰ τοὺς παραινοῦντας ἀνθρώπινα φρονεῖν ἄνθρωπον ὄντα καὶ θνητὰ θνητόν”· τοιαῦτα γὰρ καὶ ταῦτα. διό, φησίν, εἰ ἦν ἀληθῆ τὰ ὑπὸ τῶν ποιητῶν λεγόμενα περὶ τοῦ θείου, ὅτι
φθονεῖ τοῖς ὑπερέχουσι (διὸ καὶ δυστυχεῖς πάντας εἶναι τοὺς περιττοὺς17
in Metaph
.

18

καὶ ὑπὲρ τοὺς ἄλλους), τούτοις ἂν μάλιστα ἐφθόνει· οὗτοι γὰρ ὡς ἀληθῶς πλέον τι ἔχουσιν ἢ κατὰ θνητὴν φύσιν. ἀλλ’ οὔτε τὸ θεῖον ἐνδέχε‐ ται φθονερὸν εἶναι (φθόνος γάρ, ὥς φησιν ὁ θεῖος Πλάτων, ἔξω θείου χοροῦ), ἀλλὰ “πολλὰ ψεύδονται ἀοιδοί”, ἐν οἷς καὶ τοῦτο, οὔτε τινὰ τῆς τοι‐
5αύτης ἐπιστήμης ἡγητέον εἶναι τιμιωτέραν. ἡ γὰρ θειοτάτη κατὰ τοῦτο μάλιστα τιμιωτάτη· ἡ δὲ τοιαύτη θειοτάτη κατά τε τὸ μάλιστα ὁμοίαν τῇ τῶν θείων ἐνεργείᾳ εἶναι (ἐνεργεῖν μὲν γὰρ εὔλογον τὸ θεῖον, οὐκ ἄλλη δέ τις ἐνέργεια θεῶν ἀξία παρὰ τὴν τοιαύτην), ἀλλὰ καὶ διὰ τὸ τῶν θείων γνῶσιν εἶναι, εἴγε τῶν πρώτων αἰτίων γνῶσίς ἐστι καὶ τῶν ἀρχῶν, ὁ δὲ
10θεὸς ἀρχὴ πρώτη καὶ αἰτία τῶν ἄλλων. διὰ τούτων δὲ ἔδειξεν ὅτι καὶ εὐλόγως ἥδε ἡ πραγματεία θεολογικὴ καλεῖται. λέγει δὲ ὅτι ἀναγκαιότεραι μὲν αὐτῆς πᾶσαι αἱ ἄλλαι ἐπιστῆμαι (οὐδ’ ὅλως γὰρ αὕτη ἀναγκαία), ἀμείνων δὲ οὐδεμία· αὕτη γὰρ πασῶν ἀμείνων, εἴγε καὶ τιμιωτέρα. Ἑξῆς δὲ λέγει τὴν μέθοδον τῆς κτήσεως αὐτῆς· τὸ γὰρ τἀναντία θαυ‐
15μάζειν ὧν τὴν ἀρχὴν θαυμάζοντες ἦλθον ἐπὶ τὴν γνῶσιν αὐτῶν. πρὸ μὲν γὰρ τοῦ εἰδέναι ἐθαύμαζον εἰ δύναται οὕτως ἔχειν, γνόντες δὲ θαυμάζουσιν εἰ δύναται μὴ ἔχειν οὕτως. θαύματα δὲ εἶπε τὰ ὑπὸ τῶν θαυματο‐ ποιῶν δεικνύμενα παίγνια, ἃ ἐξ αὑτῶν δοκεῖ καὶ αὐτομάτως κινεῖσθαι· ἡλίου δὲ τροπάς, καθ’ ἃς χειμὼν καὶ θέρος. θαυμαστὸν γὰρ εἶναι
20δοκεῖ πᾶσιν εἴ τι τῷ ἐλαχίστῳ μὴ μετρεῖται. λέγει δὲ ἐπὶ τῆς διαμέτρου· ὡς ὄντος δὲ καὶ ἐν γραμμαῖς ἐλαχίστου τινὸς ὥσπερ καὶ ἐν τοῖς ἀριθμοῖς, θαυμαστὸν φαίνεται τὸ μὴ ἐλαχίστῳ αὐτὰς μετρεῖσθαι πά‐
σας καὶ εἶναι συμμέτρους ἀλλήλαις, ἐχούσας κοινόν τι μέτρον. τὸ δὲ οὐχ18
in Metaph
.

19

οὕτως ἔχει, διότι οἱ μὲν ἀριθμοὶ πάντες μονάδι μετροῦνται, οὐ πᾶσαι δὲ αἱ γραμμαὶ ἑνὶ μετροῦνταί τινι τῷ μὴ εἶναι ἐλαχίστην γραμμήν. διὰ τοῦτο γὰρ οὐδὲ σύμμετροί εἰσι πᾶσαι· σύμμετρα γὰρ μεγέθη ἐστὶ τὰ τῷ αὐτῷ μέτρῳ μετρούμενα. εἰς τοὐναντίον δὲ καὶ τὸ ἄμεινον ἀπο‐
5τελευτῶσιν οἱ ἐκ τοῦ ἀγνοεῖν καὶ διὰ τοῦτο θαυμάζειν τὰ ἀληθῆ, ὡς οὐχ οἷά τε οὕτως ἔχειν, εἰς τὸ εἰδέναι μεθιστάμενοι· θαυμάζουσι γὰρ οἱ τὴν ἐπιστήμην λαμβάνοντες αὐτῶν εἰ ἐνδέχεταί τι αὐτῶν ἄλλως ἔχειν. κατὰ τὴν παροιμίαν δὲ ἴσως λέγοι ἂν τὴν λέγουσαν “δευτέρων ἀμεινόνων”.
10 Τίς μὲν οὖν ἡ φύσις τῆς ἐπιστήμης τῆς ζητουμένης εἴ‐ ρηται, ὅτι θεωρητική, ἀλλ’ οὐ πρακτική, καὶ ὅτι τῶν πρώτων αἰτίων τε καὶ ἀρχῶν γνωστική, καὶ τίς ὁ σκοπὸς οὗ δεῖ τυγχάνειν τὴν ζήτησιν καὶ τὴν ὅλην μέθοδον, ὅτι ἐκ τοῦ θαυμάζειν δι’ ἄγνοιαν τἀληθῆ δεῖ μεταστῆναι εἰς τὸ θαυμάζειν δι’ ἐπιστήμην τὰ ἐναντία τῶν
15ἀληθῶν, εἰ ἐνδέχεται ἄλλως πως ἔχειν καὶ μὴ οὕτως ὡς ἐπίσταται. προκειμένου δὲ καὶ γεγονότος φανεροῦ τοῦ τῶν πρώτων εἶναι τὴν σοφίαν θεωρητικήν, εὐλόγως πρῶτον τὴν τῶν αἰτίων ποιεῖται διαίρεσιν, καθὰ καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει, εἰς τέσσαρα αἴτια διαιρῶν. καὶ τῶν μὲν ἄλλων σαφῶς ἐμνημόνευσε, περὶ δὲ τοῦ εἴδους τὰ εἰρημένα ἀσάφειάν
20τινα ἔχει. p. 983a24 Ἐπεὶ δὲ φανερὸν ὅτι τῶν ἐξ ἀρχῆς αἰτίων δεῖ λαβεῖν ἐπιστήμην· τότε γὰρ εἰδέναι φαμὲν ἕκαστον, ὅταν τὴν πρώτην αἰτίαν οἰώμεθα γνωρίζειν. Τῶν μὲν ἐξ ἀρχῆς αἰτίων εἶπεν ἀντὶ τοῦ τῶν πρώτων. ὅτι δὲ ἡ
25γνῶσις ἡ κατ’ ἐπιστήμην ἐν τοῖς ἔχουσιν ἀρχὰς καὶ αἴτια ἐκ τῆς τῶν ἀρχῶν καὶ αἰτίων τῶν πρώτων γνώσεως ἤρτηται, καὶ ἀρχόμενος τῆς Φυ‐ σικῆς ἀκροάσεως εἶπεν· ἀλλὰ καὶ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς ἔδειξεν αὐτό, καὶ νῦν ὁμοίως λέγει. ὁ γὰρ μὴ ἀπὸ τῶν πρώτων αἰτίων εἰδώς τινα, ἀλλ’ ἀπὸ τῶν προσεχῶν τισιν ὧν εἰσιν ἄλλαι αἰτίαι πρῶται, οὐκ ἂν
30τὰ αἴτια αὐτὰ τὰ προσεχῆ τῷ προκειμένῳ εἰδείη, εἴγε τότε ἔστιν εἰδέναι τι ἔχον ἀρχὰς καὶ αἰτίας, ὅταν τις τὰς ἀρχὰς αὐτοῦ εἰδῇ· ᾧ δὲ ἡ γνῶσις τὴν ἀρχὴν ἀπὸ μὴ γιγνωσκομένων πρόεισιν, οὐκ ἂν οὗτος εἰδέναι ταῦτα
κυρίως λέγοιτο. εἰκότως οὖν τῆς τῶν πρώτων αἰτίων γνώσεως ἠρτῆσθαί19
in Metaph
.

20

φησι τὸ εἰδέναι, συνιστὰς διὰ τούτου καὶ ταῖς ἄλλαις ἐπιστήμαις τὸ εἶναι ἐπιστήμαις παρὰ τῆς σοφίας τῆς τῶν πρώτων αἰτίων θεωρητικῆς παρα‐ γίνεσθαι. p. 983a27 Ὧν μίαν μὲν εἶναι τὴν οὐσίαν καὶ τὸ τί ἦν εἶναι.
5 Λέγει μὲν τὴν κατὰ τὸ εἶδος οὐσίαν, εἰκότως δὲ εἶπεν οὐσίαν ἑκά‐ στου τὸ εἶδος· κατὰ γὰρ τὸ εἶδος ἑκάστῳ τὸ εἶναι τοῦτο ὅ ἐστιν. διὰ γὰρ τοῦτο καὶ οἱ ὁρισμοὶ κατὰ τοῦτο γίνονται τῶν ὁριστῶν· τί ἦν εἶναι γὰρ τὸν ὁρισμὸν καὶ τὸν λόγον λέγει. ἀνάγεται γὰρ τὸ διὰ τί εἰς τὸν λό‐ γον ἔσχατον, τουτέστι τὸν ὁρισμόν· τοῦτο δέ ἐστιν ἡ κατὰ τὸ εἶδος αἰ‐
10τία· εἰς γὰρ τοῦτόν φησιν ἔσχατον ἀνάγεσθαι τὸ διὰ τί. ἔσχατον δέ, ὅτι κατὰ τὴν ἀπόδοσιν τοῦ ὁρισμοῦ οὐκέτι τὸ διὰ τί ἐξετάζομεν, ὡς με‐ μαθηκότες δηλονότι τὸ τοιοῦτον αἴτιον, περὶ οὗ ἡ ζήτησις ἡμῖν. διὰ τί γὰρ τὸ πῦρ θερμαίνει ζητοῦντες, ὅταν μάθωμεν ὅτι τὸ εἶναι αὐτῷ πυρὶ τὸ πρώτως εἶναι θερμῷ καὶ θερμαντικῷ ἐστιν, οὐκέτι ζητοῦμεν διὰ τί
15θερμαίνει, ὡς μεμαθηκότες ὃ ἐπιζητοῦμεν. πάλιν διὰ τί ἡ χιὼν διακρι‐ τικὴ ὄψεώς ἐστιν ὅταν ζητῇ τις, ἂν μὲν ἀκούσῃ ὅτι λευκή, οὐδέπω πέ‐ παυται τοῦ τὸ διὰ τί πολυπραγμονεῖν· ἔτι γὰρ ἀπαιτεῖ διὰ τί δὲ τὸ λευ‐ κὸν διακρίνει τὴν ὄψιν, ὁ δὲ μετὰ τὴν ἀπόδοσίν τινος ἔτι τὸ διὰ τί ζητῶν οὐδέπω τὴν αἰτίαν ἀκήκοεν. ὅταν δὲ μάθῃ ὅτι τοῦτ’ ἔστι τὸ εἶναι αὐτῷ
20λευκῷ (ἔστι γὰρ λόγος καὶ ὁρισμὸς λευκοῦ τὸ διακριτικὸν ὄψεως), οὐκέτι τὴν τοῦ διακρίνειν τὴν ὄψιν τὸ λευκὸν αἰτίαν ζητεῖ· οὐ γάρ ἐστι μετὰ τὴν
τοιαύτην ἀπόδοσιν ἔτι ὑπολειπομένη τοῦ διὰ τί οὕτως ζήτησις. εἰκότως20
in Metaph
.

21

ἄρα μίαν εἶπεν εἶναι αἰτίαν τὴν οὐσίαν καὶ τὸ τί ἦν εἶναι ἑκάστου. τοῦ δὲ αἰτίαν εἶναι ταύτην δεικτικὸν παρέθετο τὸ ὅτι ἀνάγεται γὰρ τὸ διὰ τί εἰς τὸν λόγον ἔσχατον· ἔσχατον δὲ εἶπεν· εἶεν γὰρ ἄν τινες καὶ ἄλλαι ἀποκρίσεις πρὸς τὴν τοῦ διὰ τί ἀπαίτησιν οὐδέπω τὸν λόγον καὶ τὸν
5ὁρισμὸν ἔχουσαι· διὸ οὐδέπω αἱ τοιαῦται ἀποδόσεις τῆς αἰτίας τῆς κατὰ τὸ εἶδός εἰσι διδασκαλικαί, οὐδὲ ὁ ζητῶν τὸ διὰ τί τῆς ζητήσεως ἤδη παύεται. οὐ γὰρ οἷόν τε ζητουμένου ἔτι τοῦ διὰ τί λέγειν ἀποδεδόσθαι τὴν αἰτίαν· ἡ γὰρ τοῦ διὰ τί ζήτησις αἰτίας ζήτησίς ἐστιν. ὃ οὖν ἀκού‐ σαντες ἐν τῇ τοῦ διὰ τί ζητήσει παυόμεθα τῆς κατὰ τοῦτο τὸ διὰ τί ζη‐
10τήσεως, τοῦτο αἴτιον· παυόμεθα δὲ τὸν ὁρισμὸν καὶ τὸ εἶδος ἀκούσαντες τῆς διὰ τί ζητήσεως· αἴτιον ἄρα καὶ τοῦτο. εἰπὼν δὲ ἐπὶ ἔσχατον τὸν ὁρισμὸν τὸ διὰ τί ἀνάγεσθαι, πῶς τὸ ἔσχατον πρῶτόν ἐστι καὶ αἴτιον διὰ τοῦ ἑξῆς ἐδήλωσε· τὸ γὰρ ἔσχατον λεγόμενον ἐν τῇ ἀποδόσει πρῶτόν ἐστιν ἐν τῇ φύσει καὶ αἴτιον· διὸ ἐπήνεγκεν αἴτιον δὲ καὶ ἀρχὴ τὸ διὰ τί
15πρῶτον. τὸ μὲν γὰρ ἐν τῇ τοῦ διὰ τί ἀπαιτήσει ἔσχατον ἀποδιδόμενον κυρίως αἴτιον· τὸ δὲ οὕτως αἴτιον πρῶτον αἴτιον τῶν οὕτως αἰτίων· τὸ ἄρα ἐν τῇ τοῦ διὰ τί ἀπαιτήσει ἔσχατον ἀποδιδόμενον πρῶτον αἴτιον τῶν οὕτως αἰτίων ἐστίν. ᾧ εἰ προσληφθείη τὸ ὁ δὲ ὁρισμὸς ἔσχατον ἐν τῇ τοῦ διὰ τί ἀποδόσει, συνάγοιτο ἂν τὸ τὸν ὁρισμὸν πρῶτον αἴτιον εἶναι
20τῶν κατὰ τὸ εἶδος αἰτίων. τὸ τί ἦν εἶναι ἄρα καὶ ὁ ὁρισμὸς πρῶτον αἴτιον, τουτέστι τὸ εἶδος· κατὰ γὰρ τὸ εἶδος ἑκάστου τὸ τί ἦν εἶναι. ἢ τὸ αἴτιον δὲ καὶ ἀρχὴ τὸ διὰ τί πρῶτον ὡς ἴσον εἴρηκε τῷ αἴτιον δὲ καὶ ἀρχὴ καὶ πρῶτον τὸ διὰ τί, τουτέστιν ἡ οὐσία καὶ τὸ τί ἦν εἶναι, ἐπεὶ τὸ ἔσχατον ἀποδιδόμενον ἐν τῇ τοῦ διὰ τί ἀπαιτήσει πρῶτόν
25ἐστιν αἴτιον. ἢ τῶν πρὸ αὐτοῦ ἀποδοθέντων εἶπεν αἴτιον καὶ ἀρχὴν εἶναι τῶν ἐν τῇ τοῦ διὰ τί ἀποδόσει· τοῦτο γάρ ἐστι τὸ ἔσχατον ἀπο‐ διδόμενον· τὸ γὰρ ἐν τῇ τοῦ διὰ τί ἀποδόσει ἔσχατον πρῶτόν ἐστιν αἴτιον καὶ ἀρχή. οὐκ εἶπε δὲ ὅτι τὸ ἔσχατον ἐν τῇ ἀποδόσει πρῶτόν ἐστιν ἐν τῇ φύσει, ἀλλὰ καὶ χωρὶς τοῦ τοῦτο εἰπεῖν τὸ ἑπόμενον αὐτοῦ
30εἰπών, τὸ αἴτιον δὲ καὶ ἀρχὴ τὸ διὰ τί πρῶτον, ἀσαφῆ τὴν λέξιν ἐποίησε. διὰ γὰρ τοῦτο τὸ διὰ τί πρῶτον, ὅτι τὸ ἔσχατον ἐν τῇ ἀποδόσει τοῦ διὰ τί τὸ πρῶτον τῇ φύσει [ἐν τῇ τοῦ διὰ τί ἀποδόσει] αἴτιόν τε καὶ ἀρχή. ὅτι δὲ ἡ τοῦ διὰ τί ἀπόδοσις ἡ ὑστάτη πρώτης αἰτίας ἐστὶ δηλωτική, πρόδηλον ἐκ τοῦ ἀρχῆς ἀπαίτησιν εἶναι τὸ διὰ τί· μεθ’ ἣν δὲ
35ἀπόδοσιν οὐκ ἐπιζητεῖται τὸ διὰ τί, τοῦτ’ ἂν εἴη ἡ κυρίως ἀρχή, ἡ δὲ
ἀρχὴ πρῶτον.21
in Metaph
.

22

p. 983a29 Μίαν δὲ τὴν ὕλην καὶ τὸ ὑποκείμενον. Ἐπὶ πλέον τὸ ὑποκείμενον τῆς ὕλης· τὸ γὰρ ἐν τοῖς θείοις ὑποκεί‐ μενον οὐχ ὕλη. p. 983a31 Τετάρτην δὲ τὴν ἀντικειμένην αἰτίαν ταύτ, τὸ οὗ
5ἕνεκα καὶ τἀγαθόν· τέλος γὰρ γενέσεως καὶ κινήσεως πάσης τοῦτ’ ἐστίν. Μνημονεύσας τοῦ ποιητικοῦ αἰτίου, τοῦτο δέ ἐστι τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, ἀντικειμένην φησὶν αἰτίαν εἶναι τῇ ποιητικῇ τὴν τελικήν, καθὸ ἡ μὲν προϋπάρχει ἡ δὲ ἐσχάτη γίγνεται. ὃ ἐδήλωσεν αὐτὸς προσ‐
10θεὶς τὸ τέλος γὰρ γενέσεως καὶ κινήσεως πάσης τοῦτ’ ἐστίν· εἰ γὰρ ἐκεῖνο μὲν ἀρχὴ τοῦτο δὲ τέλος, εἰκότως ἀντίκειται. ἔστι δὲ τὸ τέ‐ λος αἴτιον τοῦ ποιητικοῦ, τῇ μὲν γενέσει ἔσχατον ὄν, τῇ δὲ φύσει καὶ τῷ λόγῳ πρῶτον· τοῦτο γὰρ τῷ λόγῳ προλαβόντες διὰ τοῦτο τῆς πράξεως ἀρχόμεθα. ἀλλὰ καὶ ἐν τοῖς φύσει γινομένοις σκοπὸς τοῦτο, ὁ δὲ σκοπὸς
15προϋπάρχει. ὅτι δὲ τὸ ἀγαθόν ἐστι τὸ ὡς τέλος αἴτιον καὶ ἡ τοιαύτη ἀρχὴ τέλος γενέσεως καὶ κινήσεως πάσης, καὶ τῶν Ἠθικῶν ἀρχόμενος, ὡς ἤδη προεῖπον, ἐδήλωσεν εἰπὼν “πᾶσα τέχνη καὶ πᾶσα μέθοδος ἀγαθοῦ τινός”. εἰ δὲ πάντα τοῦ οἰκείου τέλους ὡς ἀγαθοῦ ἐφίεται, τὸ κυρίως τέλος καὶ οὗ πάντα ἐφίεται τὰ ἐν κινήσει εἴη ἂν τὸ ἀγαθὸν καὶ τὸ τῶν
20ὄντων ἄριστον· ὃ καὶ αὐτὸς ἐν τοῖς Ἠθικοῖς ἐδήλωσεν εἰπὼν “διὸ καλῶς ἀπεφήναντο τὸ ἀγαθόν, οὗ πάντα ἐφίεται”. Ποιησάμενος δὲ τὴν τῶν αἰτίων διαίρεσιν μέλλων ζητεῖν περὶ ποίας
αἰτίας μάλιστα τοῦ σοφοῦ εἰδέναι, ἐπεὶ πλεοναχῶς τὰ αἴτια, εἰκότως πρῶ‐22
in Metaph
.

23

τον τὰς τῶν ἄλλων δόξας ἐπισκοπεῖ τῶν πρὸ αὐτοῦ, ἐπὶ ποῖον αἴτιον ἢ ποῖα κατηνέχθησαν. τοῦτο δέ, φησίν, ἔσται χρήσιμον ἡμῖν καὶ πρὸς τὴν τῶν αἰτίων τῶν εἰρημένων βεβαίωσιν. ἢ γὰρ καὶ ἄλλον τρόπον εὑρήσομεν αἰτίων, εἰ μὴ φαίνονται τὰ ὑπὸ τῶν ἀρχαίων περὶ αἰτίων λεγόμενα ὑπὸ
5τὴν διαίρεσιν πίπτοντα, ἢ εἰ τὰ πρὸς ἐκείνων λεγόμενα μὴ ἐκβαίνει τὰ ὑφ’ ἡμῶν κατηριθμημένα τῶν αἰτίων, ἤδη μᾶλλον τῇ διαιρέσει ὡς ὑγιῶς ἐχούσῃ πιστεύσομεν. p. 983b6 Τῶν δὴ πρώτων φιλοσοφησάντων οἱ πλεῖστοι. Τὴν μὲν αἰτίαν δι’ ἣν τὰ ὑπὸ τῶν ἄλλων εἰρημένα ἱστορεῖ νῦν, σα‐
10φῶς αὐτὸς εἴρηκε. μνημονεύει δὲ τῶν ἀρχαίων οὐχ ὡς τῶν φυσικῶν οὐσιῶν τὰς ἀρχὰς ταύτας οἰομένων (οὐκέτι γὰρ οἰκεία δόξει τοῖς προκει‐ μένοις ἡ ἱστορία), ἄλλ’ ὡς τῶν ὄντων πάντων, ἐν οἷς ἦν καὶ τὰ προκεί‐ μενα νῦν. ἔθεντο μὲν γὰρ τῶν φυσικῶν ἀρχὰς ἐκεῖνοι ταύτας ἃς λέγει· οἰόμενοι δὲ ταῦτα μόνον εἶναι καὶ οὐδὲν παρὰ ταῦτα, τὰς αὐτὰς ἀρχὰς τῶν
15τε φυσικῶν καὶ τῶν ὄντων ἁπάντων ἐζήτουν. ὅτι δὲ τὴν κατὰ τὴν ὕλην μόνην αἰτίαν ὑπετίθεντο, ἐδήλωσε διὰ τοῦ δεῖξαι λέγοντας αὐτοὺς αἰτίαν καὶ ἀρχὴν εἶναι τῶν ὄντων, ἐξ οὗ τι γίνεται πρώτου καὶ εἰς ὃ φθεί‐ ρεται τελευταῖον, τῆς οὐσίας μενούσης, τοῖς δὲ πάθεσι μεταβαλ‐ λούσης. τὸ γὰρ τοιοῦτον ὕλη, ἥτις τὴν μὲν αὑτῆς οὐσίαν ἐν οἷς ἂν ᾖ
20σώζει ἄφθαρτον καὶ ἀγέννητον, κατὰ δὲ τὰ πάθη ἡ μεταβολὴ αὐτῆς ἐν τοῖς τῶν ἐξ αὐτῆς γινομένων γένεσιν. τὸ δὲ τὰς ἐν ὕλης εἴδει ἀντὶ τοῦ τὰς ἐν τῷδε τῷ εἴδει τῶν ἀρχῶν τῷ κατὰ τὴν ὕλην μόνας ᾠήθησαν εἶναι. καὶ διὰ τοῦτο οὔτε γίγνεσθαι οὐδὲν οἴονται οὔτε ἀπόλλυ‐
σθαι, ὡς τῆς τοιαύτης φύσεως ἀεὶ σωζομένης. τοῖς δὲ ποιοῦσι τὴν23
in Metaph
.

24

μὲν ὕλην σῶμά τι ἐνεργείᾳ, καὶ μὴ ὡς Ἀριστοτέλης λέγει δυνάμει, ἀκο‐ λουθεῖ τὸ μηδὲ γίνεσθαι καὶ φθείρεσθαι ἁπλῶς τι, ἀλλ’ εἶναι τὴν καλου‐ μένην γένεσιν ἀλλοίωσιν, ὡς ἐν τοῖς Περὶ γενέσεως ἔδειξε· τὴν γὰρ ὕλην ἐνεργείᾳ οὖσαν καὶ ὑπομένουσαν ἀεὶ τὴν αὐτήν· ἄφθαρτον γὰρ τὴν ἀρχὴν
5καὶ κατ’ οὐσίαν ἀμετάβλητον ὑποτίθενται οὖσαν, καὶ τῶν ἐξ αὐτῆς γιγνο‐ μένων οὐσιῶν ἀλλάσσειν τὰ πάθη· ἀλλοίωσις γάρ ἐστιν ἡ κατὰ πάθος με‐ ταβολή. τίνες δέ εἰσιν οἱ τὴν ὑλικὴν αἰτίαν μόνην ὑποθέμενοι, καθ’ οὓς ἡ κυρίως λεγομένη γένεσις οὐ σώζεται, ἑξῆς παρατίθεται. ὧν πρῶτόν φησι Θαλῆν γενέσθαι (ἀρχηγὸς γὰρ οὗτος τῆς φυσικῆς φιλοσοφίας δοκεῖ
10τῶν μνημονευομένων γεγονέναι) καὶ σαφῶς ἐκτίθεται τὴν δόξαν αὐτοῦ. ἔδειξε δὲ γνωρίμως διὰ τοῦ παραδείγματος ἐπὶ τοῦ Σωκράτους, πῶς οὐ σώζεται γένεσις καθ’ οὓς τὸ ὑποκείμενον παντάπασιν ἐνεργείᾳ ἐστί, σῶζον ἀεὶ τὴν οἰκείαν οὐσίαν ἐν οἷς ἂν ᾖ· ἕκαστον γὰρ τῶν ἐκ τούτου γιγνο‐ μένων πως ἔχον τὸ ὑποκείμενόν ἐστιν. τὸ δὲ δεῖ γὰρ εἶναί τινα φύσιν
15ἢ μίαν ἢ πλείους μιᾶς, ἐξ ὧν γίγνεται τὰ ἄλλα σωζομένης ἐκεί‐ νης εἶπε καθ’ οὓς μὲν ἓν τὸ ὑποκείμενον καὶ ἡ ὕλη ἐνεργείᾳ τι ὂν ἤδη καθ’ αὑτό ἐστι, καθ’ οὓς δὲ πλείω, ὡς καὶ αὐτὸς δι’ ὧν ἐπιφέρει δηλοῖ· οὐδὲ καθ’ οὓς πλείω, κατὰ τούτους οὐ τὰ αὐτά. διὸ εἶπε τὸ μέντοι πλῆθος καὶ τὸ εἶδος τῆς τοιαύτης ἀρχῆς οὐ τὸ αὐτὸ πάντες λέ‐
20γουσιν, ἀλλὰ Θαλῆς μὲν ὁ τῆς τοιαύτης ἀρχηγὸς φιλοσοφίας. τοιαύτης, τῆς φυσικῆς τε καὶ θεωρητικῆς· αὐτὸς γὰρ τῶν μνημονευο‐ μένων φυσικῶν ἀρχαιότατος. ὅτι δὲ κατὰ τοῦτον τὸ ὕδωρ ἡ ἀρχή, καὶ διὰ τί, σαφῶς παρατίθεται· ὅτι τε γὰρ ἡ τροφὴ πάντων ὑγρά, ἐκ δὲ τῆς τροφῆς ἑκάστῳ τὸ εἶναι, καὶ ὅτι πάντων τὰ σπέρματα, ἐξ ὧν ἡ γένεσις
25αὐτοῖς, ὑγρὰ τὴν φύσιν, καὶ αὐτὸ τὸ θερμὸν ἐκ τούτου γινόμενον, ἐκ τοῦ ὑγροῦ. ἐκ γὰρ τῆς ἀναθυμιάσεως τῆς ἀπὸ τοῦ ὑγροῦ τὴν γένεσιν τοῦ θερ‐ μοῦ τε καὶ πυρὸς οἱ περὶ Θαλῆν γίγνεσθαι ἐτίθεντο· καὶ γὰρ τρέφεσθαι ὑπὸ τούτου αὐτὸ καὶ εἶναί τε καὶ σώζεσθαι· τοῦτο γάρ ἐστι τὸ καὶ τού‐
τῳ ζῆν. ὥστε καὶ τοῦ θερμοῦ τὸ ὑγρὸν αὐτοῖς ἀρχή τε καὶ στοιχεῖον,24
in Metaph
.

25

εἴγε τρέφεται καὶ γίγνεται ἐκ τούτου· καὶ γὰρ ἐξ οὗ γίγνεται τὰ γιγνόμενα, τοῦτο αὐτῶν ἐστιν ἀρχή· ὥστε καὶ τοῦ πυρὸς τὸ ὕδωρ, εἰ ἐκ τούτου γί‐ γνεται· γίγνεται δὲ ἐκ τούτου, ἐπεὶ καὶ τρέφεται. τὸ δ’ ὕδωρ ἀρχὴ φύσεώς ἐστι τοῖς ὑγροῖς, ἀντὶ τοῦ τὸ ὕδωρ ἀρχὴ καὶ φύσις καὶ αἰτία
5τοῦ εἶναί ἐστι τοῖς ὑγροῖς. εἰ δὲ τοῖς μὲν ἄλλοις ὡς καὶ τοῖς σπέρμασιν ἀρχὴ τὸ ὑγρόν, τῶν δὲ ὑγρῶν ἀρχὴ τὸ ὕδωρ, εἴη ἂν τοῦτο καὶ τῶν ὑπ’ αὐτὸ ἀρχή. εἰσὶ δέ τινες οἳ καὶ τοὺς πάνυ παλαιοὺς ἱστοροῦσιν, ὡς τῆς δόξης ταύτης καὶ εἰς τοὺς ἀρχαιοτάτους ἀναφερομένης ὑπό τινων καὶ τοὺς πρώτους εἰπόντας τι περὶ θεῶν· καὶ πῶς, λέγει. λέγοι δ’ ἂν
10περὶ Ὁμήρου τε καὶ Ἡσιόδου ὡς πρώτων θεολόγων. p. 983b32 Τιμιώτατον μὲν γὰρ τὸ πρεσβύτατον, ὅρκος δὲ τὸ τι‐ μιώτατον. Ὃ βούλεται μὲν συνάγειν ἔστιν ὅτι οἱ τὸν τῶν θεῶν ὅρκον ὕδωρ ὑπο‐ θέμενοι παραπλησίως Θαλῇ ἀρχὴν τῶν ὄντων τὸ ὕδωρ ὑποτίθενται. διὰ
15τοιούτου δὲ συλλογισμοῦ τοῦτο λαμβάνομεν. τὸ τιμιώτατον καὶ πρεσβύτα‐ τον δηλονότι καὶ ἀρχή· ὅρκος δὲ τὸ τιμιώτατον· ὃ γὰρ ὄμνυμεν, ὡς τιμι‐ ώτατον ὄμνομεν· ὁ ὅρκος ἄρα πρεσβύτατόν ἐστι καὶ ἀρχή. τοῦτο δὲ ἦν ὕδωρ· ἡ γὰρ Στὺξ τὸ ὕδωρ κατ’ αὐτούς. δόξει δὲ ἐπὶ τῇ λέξει ἐν δευ‐ τέρῳ σχήματι δύο λαμβάνειν καταφατικὰς προτάσεις, τῷ μὴ εἰπεῖν τὸ τι‐
20μιώτατον πρεσβύτατον, ἀλλὰ τιμιώτατον τὸ πρεσβύτατον, ὃ ἴσον φαίνεται τῷ τιμιώτατον πρεσβύτατον. οὕτω δὲ ἐχούσης τῆς προτάσεως γίνεται τὸ
δεύτερον σχῆμα, τοῦ μὲν ὅρου τοῦ τιμιωτάτου ἐν ἀμφοτέραις ταῖς προ‐25
in Metaph
.

26

τάσεσι κατηγορουμένου καταφατικῶς, ὅπερ ἐστὶν ἀσυλλόγιστον. οὐ μὴν οὕτως ἔχει, ἀλλ’ ἔστιν ὁ λόγος ἐν τῷ πρώτῳ σχήματι, καὶ τὸ τιμιώτατον κατηγορεῖται μὲν τοῦ ὅρκου, ὑπόκειται δὲ τῷ πρεσβύτατον. οὕτως δὲ εἶπεν ὡς ἀντιστρεφόντων τοῦ πρεσβυτάτου τε καὶ τῆς ἀρχῆς πρὸς τὸ τιμιώτα‐
5τον. καὶ ἔστιν ἴσον τὸ εἰρημένον τῷ τὸ μὲν γὰρ τιμιώτατον πρεσβύτατον· ὅτι γὰρ ὡς τούτῳ ἴσον τοῦτο εἶπεν, ἐδήλωσεν ἐπενεγκὼν ὅρκος δὲ τὸ τιμιώτατον, τηρήσας τῷ τιμιωτάτῳ τοῦτο. p. 983b33 Εἰ μὲν οὖν ἀρχαία τις αὕτη. Ὡς ἀδήλου τούτου, εἴτε οἱ πρῶτοι θεολόγοι ταύτης ἦσαν τῆς δόξης
10εἴτε μή, ταῦτα λέγει· οὐ γὰρ ἄντικρυς τοῦτο ἔλεγον, ἀλλὰ πειρῶνταί τινες διὰ συλλογισμοῦ δεικνύναι. εἰ δὲ καὶ συνελογίζοντο δύο καταφάσεις ἐν δευτέρῳ σχήματι λαμβάνοντες, ὡς δοκεῖ ἔχειν ὁ εἰρημένος λόγος, ἔτι ἀδη‐ λότερον. p. 984a2 Θαλῆς μέντοι λέγεται οὕτως ἀποφήνασθαι περὶ τῆς
15πρώτης αἰτίας. Εἰκότως τὸ λέγεται οὕτως ἀποφήνασθαι· οὐδὲν γὰρ προφέρεται αὐτοῦ σύγγραμμα, ἐξ οὗ τις τὸ βέβαιον ἕξει τοῦ ταῦτα λέγεσθαι τοῦτον τὸν τρόπον ὑπ’ αὐτοῦ. p. 984a3 Ἵππωνα δ’ οὖν οὐκ ἄν τις ἀξιώσειε θεῖναι μετὰ τούτων
20διὰ τὴν εὐτέλειαν αὐτοῦ τῆς διανοίας. Ἵππωνα ἱστοροῦσιν ἀρχὴν ἁπλῶς τὸ ὑγρὸν ἀδιορίστως ὑποθέσθαι, οὐ διασαφήσαντα πότερον ὕδωρ, ὡς Θαλῆς, ἢ ἀήρ, ὡς Ἀναξιμένης καὶ Διο‐ γένης. διὸ καὶ παραιτεῖται αὐτοῦ τὴν δόξαν ὡς ἐπιπόλαιον καὶ οὐδὲν δια‐ σαφοῦσαν. ἢ οὐχ ὡς ἀδιάρθρωτον αὐτοῦ τὴν δόξαν παραιτεῖται· οὐ γὰρ
25εἶπε διὰ τὴν εὐτέλειαν αὐτοῦ τῆς δόξης, ἀλλ’ ὡς οὐκ ὀφείλοντα ἐν τοῖς
φιλοσόφοις ἐγκαταριθμεῖσθαι διὰ τὴν τῆς διανοίας εὐτέλειαν. διὰ γὰρ τοῦτο26
in Metaph
.

27

εἶπε τὸ μετὰ τούτων, λέγων τῶν φιλοσόφων. τοῦτο δὲ λέγοι ἂν περὶ αὐτοῦ, ὅτι ἄθεος ἦν· τοιοῦτο γὰρ καὶ τὸ ἐπὶ τοῦ τάφου αὐτοῦ ἐπίγραμμα
Ἵππωνος τόδε σῆμα, τὸν ἀθανάτοισι θεοῖσιν
ἶσον ἐποίησεν μοῖρα καταφθίμενον.
5ἑξῆς δὲ λέγει περὶ τῶν τὸν ἀέρα ἀρχὴν εἰπόντων καὶ πρὸ τοῦ ὕδατος τοῦ‐ τον θεμένων· οὗτοι δὲ ἦσαν Ἀναξιμένης τε ὁ Μιλήσιος καὶ Διογένης ὁ Ἀπολλωνιάτης. Ἵππασον δὲ τὸν Μεταποντῖνον καὶ Ἡράκλειτον τὸν Ἐφέσιον λέγει πῦρ εἰπεῖν τὴν ἀρχὴν τῶν ὅλων. p. 984a8 Ἐμπεδοκλῆς δὲ τὰ τέτταρα, πρὸς τοῖς εἰρημένοις γῆν
10προσθεὶς τέταρτον. Τῶν γὰρ πρὸ αὐτοῦ οἱ μὲν πῦρ, οἱ δὲ ὕδωρ, οἱ δὲ ἀέρα ὑπέθεντο· τούτοις οὖν τοῖς τρισὶ τὴν γῆν Ἐμπεδοκλῆς προσέθηκε τέταρτον. p. 984a9 Ταῦτα γὰρ ἀεὶ διαμένειν καὶ οὐ γίγνεσθαι ἀλλ’ ἢ πλήθει καὶ ὀλιγότητι συγκρινόμενα εἰς ἕν τε καὶ ἐξ ἑνός.
15 Εἶπε πῶς πλήθει καὶ ὀλιγότητι. ἡ μὲν γὰρ μῖξις αὐτῶν καὶ ἡ εἰς τὸ ἓν σύνοδος ὑπὸ τῆς φιλίας γιγνομένη εἰς ὀλιγότητα καὶ ἑνότητα εἶχε τὴν μετα‐ βολήν, ἡ δὲ ὑπὸ τοῦ νείκους γιγνομένη διάκρισις καὶ χωρισμὸς τούτων ἐκ τοῦ ἑνὸς πολλὰ ἐποίει· ὡς δὲ δυναμένων ἐν τῇ τοιαύτῃ μεταβολῇ σώζειν αὐτῶν τὴν οἰκείαν φύσιν λέγει. ἢ οὐ περὶ τῆς συγκρίσεως καὶ τῆς δια‐
20κρίσεως ὑπὸ τοῦ νείκους καὶ τῆς φιλίας γιγνομένων λέγει ταῦτα, ἀλλὰ περὶ τῆς δοκούσης αὐτῶν γενέσεώς τε καὶ φθορᾶς· γίγνεσθαι μὲν γὰρ δοκεῖ ἕκαστον αὐτῶν ὅταν πλῆθός τι αὐτῶν ἅμα συγκριθῇ· ὅταν γὰρ ἔν τινι μίγματι πλείω τὰ τοῦ πυρὸς ᾖ μόρια, δοκεῖ γένεσις γίγνεσθαι πυρός, ὅταν δὲ ἐλάττω, φθορά. ἢ τὸ λεγόμενόν ἐστιν ὅτι αὐτὰ μὲν οὐ γίγνεται, τὸ δὲ πλῆθος καὶ ἡ ὀλιγό‐
25της τῶν ὄντων ἐκ τῆς τούτων διακρίσεως καὶ συγκρίσεως γίνονται. p. 984a11 Ἀναξαγόρας δὲ ὁ Κλαζομένιος τῇ μὲν ἡλικίᾳ πρότερος ὢν τούτου, τοῖς δὲ ἔργοις ὕστερος.
Ἀναξαγόραν Ἐμπεδοκλέους πρότερον γενόμενον τοῖς ἔργοις φησὶ καὶ27
in Metaph
.

28

τῇ περὶ τῶν φυσικῶν δόξῃ ὕστερον εἶναι, οὐ προκρίνων αὐτοῦ πάντως τὴν δόξαν τῆς Ἐμπεδοκλέους ὡς συνετωτέραν καὶ πλέον τι ἔχουσαν, ἀλλ’ ὑστέ‐ ραν καὶ εὐτελεστέραν ἡγούμενος. ἐν ἄλλοις οὖν αὐτοῦ προκρίνει τὸν Ἐμ‐ πεδοκλέα, ὅτι τὰ αὐτὰ σώζει πεπερασμένας ὑποθέμενος τὰς ἀρχάς· ἄμεινον
5γὰρ τὸ πεπερασμένας τὰς ἀρχὰς ποιεῖν τοῦ ἀπείρους, εἰ δύναιτό τις διὰ τῶν πεπερασμένων ἀποδιδόναι τὰ αὐτά. ἔστι μέντοι ἐν οἷς καὶ τὴν Ἀνα‐ ξαγόρου δόξαν τῆς Ἐμπεδοκλέους δόξης προκρίνει. νῦν μέντοι ἔοικεν ὕστερον αὐτὸν τοῖς ἔργοις λέγειν διὰ τὴν τῶν στοιχείων ἀπειρίαν· προει‐ πὼν γὰρ ταῦτα ἐπήνεγκε τὸ ἀπείρους εἶναι τὰς ἀρχάς. προελθὼν μέντοι
10τὴν δόξαν αὐτοῦ σύμφωνον δείκνυσι τῇ Πλάτωνος, ὃς ὕστερος ἐγένετο. ἐξηγησάμενος γὰρ τὴν βούλησιν αὐτοῦ καὶ ὅτι δι’ ὧν λέγει λέγοι ἂν τὸ ἓν καὶ τὸ ἀόριστον ἀρχάς, ἐπιλέγει “βούλεται μέντοι τι παραπλήσιον τοῖς τε ὕστερον λέγουσι καὶ τοῖς φαινομένοις μᾶλλον.” σχεδὸν γὰρ ἅπαντα τὰ ὁμοιομερῆ, καθάπερ ὕδωρ πῦρ καὶ ἕκαστον τῶν τεσσάρων σωμάτων,
15συγκρίσει γίνεσθαί τε καὶ φθείρεσθαι δοκεῖ· τῇ γὰρ τῶν πλειόνων ὁμοίων συνόδῳ ἕκαστον τόδε γίγνεσθαι. οὕτως Ἀναξαγόραν φησὶ ταῦτα τὰ ὁμοιο‐ μερῆ ἄπειρα ὄντα καὶ ἀίδια γίγνεσθαί τε δοκεῖν καὶ φθείρεσθαι, γίγνεσθαι μὲν τῇ τῶν πλειόνων ὁμοίων συνόδῳ, φθείρεσθαι δὲ τῇ διακρίσει. σχε‐ δὸν δὲ πάντα εἶπε τὰ ὁμοιομερῆ· οὐ γὰρ πάντα ἐν ταῖς ἀρχαῖς ἐτίθετο·
20τὸ γοῦν ὕδωρ καὶ τὸ πῦρ καὶ τὴν γῆν καὶ τὸν ἀέρα ὁμοιομερῆ ὄντα, ὡς ἔστιν ἐκ τῆς ἐναργείας μαθεῖν, οὐκ ἔλεγε στοιχεῖα εἶναι, ἀλλὰ συγκρίματα. p. 984a16 Ἐκ μὲν οὖν τούτων μόνην τις ἂν αἰτίαν εἶναι νομίσειεν. Ἐκ τούτων τῶν εἰρημένων· παρέθετο γὰρ τὰς ὑλικάς τε καὶ σωμα‐
τικὰς ἀρχάς. καίτοι ἐμνημόνευσε καὶ Ἐμπεδοκλέους καὶ Ἀναξαγόρου,28
in Metaph
.

29

οἳ καὶ ποιητικὰ ἔθεντο αἴτια, ἀλλὰ καὶ τούτων ἐμνημόνευσε δηλῶν τίσι καὶ οὗτοι παρὰ τοὺς πρὸ αὐτῶν ὑλικοῖς αἰτίοις ἐχρήσαντο, ἐπεὶ καὶ τούτους ᾐτιάσατο ὡς μέχρι λόγου κεχρημένους τοῖς ποιητικοῖς αἰτίοις, οὐκέτι δὲ αὐτὰ παραλαμβάνοντας ἐν τῇ γενέσει τούτων ἃ ἐκ τῶν στοιχείων γεννῶσι.
5p. 984a18 Προϊόντων δὲ οὕτως. Λέγει πόθεν ἦλθον ἐπὶ τὸ ζητῆσαι μετὰ τὴν ὑλικὴν αἰτίαν τὴν ποιη‐ τικήν· ὅτι γὰρ δεῖ τι αἴτιον εἶναι τῷ ὑποκειμένῳ τῆς εἰς ἃ γίγνεται μετα‐ βολῆς· οὐ γὰρ δὴ αὐτό τι αὑτὸ μεταβάλλειν ποιεῖ χωρὶς αἰτίας ἔξωθέν τινος. p. 984a27 Οἱ μὲν οὖν πάμπαν ἐξ ἀρχῆς.
10 Λέγει πάλιν περὶ τῶν μόνῃ τῇ ὑλικῇ τε αἰτίᾳ καὶ ἀρχῇ χρησαμέ‐ νων· δόξει δὲ τὸ πάμπαν ἐξ ἀρχῆς προστεθεικέναι ὑπὲρ τοῦ δηλῶσαι τοὺς περὶ Θαλῆν καὶ Ἀναξιμένην, ἐπεὶ ὧν γε ἐμνημόνευσεν, Ἀναξαγόρας καὶ Ἐμπεδοκλῆς δοκοῦσί τι εἰρηκέναι καὶ περὶ τῆς ποιητικῆς ἀρχῆς, ὡς καὶ αὐτός τε προϊὼν μνημονεύσει. οὐδὲν ἐδυσχέραναν ἐν ἑαυτοῖς,
15οἷον οὐκ ἐπέστησαν τῇ τῶν λεγομένων ὑπ’ αὐτῶν ἀτοπίᾳ, οὐδ’ ἐμέμψαντο τοῖς λεγομένοις ὡς οὐχὶ καλῶς λεγομένοις, οὐδ’ ἐζήτησάν τινα καὶ ἄλλην ἀρχὴν πρὸς τῇ ὑλικῇ, ὡς οὐχ ἱκανῶς ἐχούσης τε καὶ λεγομένης ὑπ’ αὐτῶν. p. 984a29 Ἀλλ’ ἔνιοί γε τῶν ἓν λεγόντων ὥσπερ ἡττηθέντες ὑπὸ ταύτης τῆς ζητήσεως τὸ ἓν ἀκίνητόν φασιν εἶναι.
20Λέγει μὲν περὶ Ξενοφάνους καὶ Μελίσσου καὶ Παρμενίδου· οὗτοι γὰρ29
in Metaph
.

30

[τὸ] ἓν τὸ πᾶν ἀπεφήναντο. ἡττηθῆναι δὲ αὐτούς φησιν ὑπὸ ταύτης τῆς ζητήσεως, ὅτι ὑποθέμενοι ἓν τὸ πᾶν καὶ ζητοῦντες πῶς οἷόν τε τοῦτο τὸ ἓν ἐξ ἑαυτοῦ μεταβάλλειν, μὴ δυνάμενοι σώζειν ἔτι αὐτὸ ἕν, εἰ μὴ ἀναι‐ ροῖεν τὰ φανερά, καὶ ταῦτα μικροῦ δεῖν ἐναργέστατα, κίνησίν τε [γὰρ] καὶ
5μεταβολὴν ἐκ τῶν ὄντων ἀνῄρουν τῷ τούτων ὄντων μηκέτι αὐτοῖς ἓν τὸ ὂν μένειν. εἰπὼν δὲ τὸ ἓν ἀκίνητόν φασιν εἶναι, προσέθηκε τὸ καὶ τὴν φύσιν ὅλην· ἡ γὰρ φύσις ὅλη τὸ ἓν αὐτοῖς ἦν. ὡς δὲ φανερωτέρου τοῦ ἀτόπου ὄντος τοῦ λέγειν τὴν φύσιν ὅλην ἀκίνητον, προσέθηκε τὸ ἀκί‐ νητόν τε οὐ κατὰ γένεσιν καὶ φθορὰν μόνον (καὶ γὰρ αὗται αἱ μεταβολαί,
10εἰ καὶ μὴ κινήσεις, ἀλλὰ κινουμένων τινῶν) ἀλλὰ καὶ κατὰ τὰς ἄλλας μεταβολὰς πάσας. p. 984b1 Τῶν μὲν οὖν ἓν φασκόντων εἶναι τὸ πᾶν οὐδενὶ συνέβη τὴν τοιαύτην εἶναι ἰδεῖν αἰτίαν.
Τὴν τοιαύτην τὴν ποιητικήν· οὐδὲ γὰρ γίνεταί τι κατ’ αὐτοὺς30
in Metaph
.

31

ὅλως. ἢ τοῦτο οὐ περὶ τῶν ἓν καὶ ἀκίνητον τὸ πᾶν θεμένων εἶναι λέγει μόνον, ἀλλὰ καὶ περὶ τῶν ἓν τὸ ὑποκείμενον καὶ τὴν ὕλην μίαν· καὶ γὰρ αὐτοὶ ἓν ἐποίουν τὸ πᾶν. ἐκ δὲ τῶν νῦν λεγομένων ἴσως καὶ πρὸ ὀλί‐ γου, ὅτε εἶπεν “ἐκ μὲν οὖν τούτων μόνην τις αἰτίαν νομίσειε” περὶ τῶν ἓν
5τὸ στοιχεῖον ὑποθεμένων ἔλεγε. p. 984b3 Πλὴν εἰ ἄρα. Περὶ Παρμενίδου καὶ τῆς δόξης αὐτοῦ καὶ Θεόφραστος ἐν τῷ πρώτῳ Περὶ τῶν φυσικῶν οὕτως λέγει “τούτῳ δὲ ἐπιγενόμενος Παρμενίδης Πύρη‐ τος ὁ Ἐλεάτης” (λέγει δὲ καὶ Ξενοφάνην) “ἐπ’ ἀμφοτέρας ἦλθε τὰς ὁδούς.
10καὶ γὰρ ὡς ἀίδιόν ἐστι τὸ πᾶν ἀποφαίνεται καὶ γένεσιν ἀποδιδόναι πειρᾶται τῶν ὄντων, οὐχ ὁμοίως περὶ ἀμφοτέρων δοξάζων, ἀλλὰ κατ’ ἀλήθειαν μὲν ἓν τὸ πᾶν καὶ ἀγένητον καὶ σφαιροειδὲς ὑπολαμβάνων, κατὰ δόξαν δὲ τῶν πολλῶν εἰς τὸ γένεσιν ἀποδοῦναι τῶν φαινομένων δύο ποιῶν τὰς ἀρχάς, πῦρ καὶ γῆν, τὸ μὲν ὡς ὕλην τὸ δὲ ὡς αἴτιον καὶ ποιοῦν.” διὰ τοῦτο
15εἶπε τὸ πλὴν εἰ ἄρα Παρμενίδ, καὶ τούτῳ δὲ καθ’ ὅσον δύο αἰτίας ἔθετο, ἀλλ’ οὐ καθὸ ἓν εἶναι τὸ ὂν ἔλεγε. p. 984b5 Τοῖς δὲ δὴ πλείω ποιοῦσι μᾶλλον ἐνδέχεται λέγειν. Δηλονότι ὡς καὶ ποιητικὴν αἰτίαν πρὸς τῇ ὑλικῇ. λέγοι δ’ ἂν οὐ περὶ τῶν ἄντικρυς καὶ ποιητικὸν αἴτιον ὑποθεμένων (Ἀναξαγόρας δέ ἐστι
20καὶ Ἐμπεδοκλῆς), ἀλλὰ περὶ τῶν πλείω τὰ αἴτια λεγόντων. ἐνδέχεται γὰρ τούτους ποιεῖν τῶν ὑποκειμένων τούτων τὸ μὲν ποιητικὸν τὸ δὲ παθητικόν, ὡς εἶπε καὶ περὶ Παρμενίδου. ὁ γὰρ λέγων τὰς ἀρχὰς θερμὸν καὶ ψυχρόν, ἢ πῦρ καὶ γῆν, ὡς Παρμενίδης, τὸ θερμὸν καὶ τὸ πῦρ ὡς ποιητικὸν λέγει. ὑπολαμβάνουσι γὰρ τὸ μὲν πῦρ κινητικὴν ἔχειν φύσιν, τὸ δὲ ὕδωρ
25καὶ τὴν γῆν καὶ τὰ τοιαῦτα (λέγοι δ’ ἂν περὶ τοῦ ἀέρος ἢ περὶ τῶν ἐξ ἐκείνων μεμιγμένων, ὕδατός τε καὶ γῆς) παθητικήν. p. 984b8 Μετὰ δὲ τούτους καὶ τὰς τοιαύτας ἀρχάς.
Τούτους τοὺς πάνυ παλαιούς, τὰς δὲ τοιαύτας ἀρχὰς τὰς ὑλικάς.31
in Metaph
.

32

λέγοι δ’ ἂν καὶ μετὰ τοὺς ἐν ταῖς ὑλικαῖς ἀρχαῖς καὶ τὴν ποιητικὴν αἰτίαν θεμένους, ὡς οὐκ οὐσῶν τούτων ἱκανῶν τῶν ἀρχῶν πρὸς τὸ τὴν τῶν ὄντων γεννῆσαι φύσιν· τὰ μὲν γὰρ τάξεως μετέχει καὶ κατά τινα ἀκολουθίαν ὁρᾶται γινόμενα, ἐκείνων δὲ οὐδὲν τοιαύτης τάξεως οἷόν τε
5αἰτίαν παρέχειν. ἀλλ’ οὐδὲ τὸ αὐτόματον εὔλογον τούτων αἰτιάσασθαι· διὰ τοῦτο ἐζήτησαν τὴν τῆς τοιαύτης γενέσεως αἰτίαν, ὥσπερ ὑπ’ αὐτῶν τῶν πραγμάτων καὶ τῆς ἐν τούτοις ἀληθείας ὁδηγηθέντες καὶ ἐπαχθέντες καὶ ἀναγκασθέντες. ἐχομένη δὲ ἀρχὴ γενέσεως μετὰ τὴν ὑλικὴν ἡ ποιη‐ τική. καὶ δὴ καὶ Ἀναξαγόρας νοῦν εἰπὼν τὴν ἀρχὴν τῆς τῶν ὄντων γε‐
10νέσεως ἐθαυμάσθη ὡς μόνος εἰπὼν κατὰ λόγον, τῶν ἄλλων εἰκῇ εἰπόντων ἃ εἶπον διὰ τὸ χωρὶς τῆς τοιαύτης εἰπεῖν αἰτίας. τὸ δὲ καθάπερ ἐν τοῖς ζῴοις προσέθηκε· καὶ γὰρ ἐν τοῖς ζῴοις τοῖς ἔχουσι νοῦν οὗτος ἀρχὴ καὶ αἰτία τῶν γινομένων καλῶς ὑπ’ αὐτῶν. δοκεῖ μὲν οὖν, φησί, φανερῶς πρῶτος ἐπὶ τὴν τοιαύτην αἰτίαν ἐλθεῖν Ἀναξαγόρας, οὐ μὴν ἀλλὰ
15πρὸ αὐτοῦ Ἑρμότιμος ὁ πολίτης αὐτοῦ δόξαι ἂν τῆς τοιαύτης αἰτίας μνη‐ μονεῦσαι. οὗτοι μὲν οὖν ἅμα τῇ ποιητικῇ αἰτίᾳ τήν τε τοῦ καλῶς καὶ τεταγμένως γίνεσθαι τὰ γινόμενα ἀρχὴν καὶ αἰτίαν τῶν ὄντων ἔθεντο (τοιοῦτος γὰρ ὁ νοῦς), καὶ τὴν τοιαύτην κίνησιν τὴν ἐπὶ τὸ εὖ ἄγουσαν ἐκ τῆς αἰτίας δηλονότι τῆς ποιητικῆς· τὴν γὰρ τοῦ καλῶς κινεῖσθαι καὶ
20γίνεσθαι, οὐ τὴν τοῦ μόνον γίνεσθαι καὶ κινεῖσθαι αἰτίαν ἀρχὴν ἔθεντο· τοιοῦτος γὰρ ὁ νοῦς. Οὐ μὴν ἀλλ’ ὑποπτεύσαι ἄν τις, φησί, καὶ Ἡσίοδον πρὸ τούτων οὕτως κινηθῆναι, καὶ εἴ τις ἄλλος ἔρωτα ἢ ἐπιθυμίαν ἐν ταῖς ἀρχαῖς ἔθετο, ὡς δοκεῖ καὶ ὁ Παρμενίδης λέγειν. καὶ παρέθετο τὰ ἔπη αὐτῶν δι’
25ὧν λέγουσι ταῦτα· ὁ γὰρ ἔρως καὶ ἡ ἔφεσις τοῦ καλοῦ κατὰ τοὺς οὕτω32
in Metaph
.

33

λέγοντας ἀρχὴ κινήσεως ἂν εἴη. οὗτοι μὲν οὖν τὴν τῶν ἀγαθῶν αἰτίαν ἐν ταῖς ἀρχαῖς ἔθεντο· ἀλλ’ Ἀναξαγόρας μὲν ὡς ποιητικὸν τὸ ἀγαθόν, οἱ δὲ ἔρωτα καὶ ἐπιθυμίαν αἰτιώμενοι ἴσως τὸ ὡς τελικὸν ἀγαθὸν λέγοιεν ἄν· τοιοῦτον γὰρ τὸ ὀρεκτόν. ἢ τὸ μὲν ὀρεκτὸν τοιοῦτον, ὁ δὲ ἔρως ποιητι‐
5κόν, εἰ τῇ ὀρέξει ἑπόμενος ἐποίει ἃ ἐποίει. p. 984b29 Ὡς δέον ἐν τοῖς οὖσιν. Λέγει περὶ τῶν περὶ ἔρωτος ὡς ἀρχῆς εἰρηκότων, ᾗ διανοίᾳ ἐχρή‐ σαντο· ἔθεντο γὰρ τὸν ἔρωτα ἀρχήν, ὡς δέον ἐν τοῖς οὖσιν ὑπάρχειν τινὰ αἰτίαν κινητικήν τε καὶ ποιητικήν. τίς δὲ πρότερος τῆς τοιαύτης αἰτίας
10ἥψατο, πότερον Ἀναξαγόρας, ὡς δοκεῖ, ἢ Ἑρμότιμος πρὸ αὐτοῦ, καὶ πρὸ τούτου οἱ περὶ Ἡσίοδον, ὕστερον, φησίν, ἔξεστι ζητεῖν. p. 984b32 Ἐπεὶ δὲ καὶ τὰ ἐναντία τοῖς ἀγαθοῖς. Εἰπὼν περὶ τῶν ἐν ταῖς ἀρχαῖς τὴν τοῦ εὖ τε καὶ τοῦ καλῶς ποιη‐ τικὴν ἀρχὴν θεμένων (ὁ γὰρ νοῦς τοιοῦτος· καὶ γὰρ ἐν τοῖς νοῦν ἔχουσι
15τῶν ζῴων ταύτην ἔχει τὴν τάξιν), λέγει πάλιν πόθεν κινηθεὶς Ἐμπεδοκλῆς ἐν ταῖς ποιητικαῖς ἀρχαῖς καὶ τὴν τῶν κακῶν ποιητικὴν ἀρχὴν ἔθετο. ἐπειδὴ γὰρ ἐν τοῖς οὖσιν ἔστι καὶ τὰ κακά, Ἐμπεδοκλῆς ἐν τοῖς αἰτίοις ἔθετο οὐ τὴν τῶν ἀγαθῶν ἀρχὴν μόνον, ἥτις ἐστὶ φιλία, ἀλλὰ καὶ τὴν τῶν κακῶν, ὅ ἐστι τὸ νεῖκος. εἰ γάρ τις ἐξ ὧν λέγει τὴν διάνοιαν ἐκ‐
20λαμβάνοι καὶ μὴ ἁπλῶς ἐπακολουθοίη τοῖς ἔπεσι, τούτων ἂν χάριν εὕροι αὐτῷ τὴν φιλίαν καὶ τὸ νεῖκος ἀρχὰς κειμένας, ὡς τὴν μὲν τῶν ἀγαθῶν τὴν δὲ τῶν κακῶν ποιητικήν. ψελλίζεσθαι δὲ εἶπε τὸ μὴ σαφῶς λέγειν· οὕτω γὰρ οἱ ψελλιζόμενοι λαλοῦσιν. εἰ δὲ τὸ τῶν ἀγαθῶν αἴτιον ἀγαθὸν καὶ τὸ τῶν κακῶν κακόν, ἀρχὰς ἂν εἴη Ἐμπεδοκλῆς τὸ ἀγαθὸν καὶ τὸ
25κακὸν τιθέμενος, ἀγαθὸν μὲν τὴν φιλίαν, τὸ νεῖκος δὲ κακόν. εἰπὼν δὲ οὕτως περὶ τοῦ ἀγαθοῦ, περὶ τοῦ κακοῦ ἡμῖν προσθεῖναι κατέλιπε.
τούτους μὲν οὖν φησιν, Ἐμπεδοκλέα τε καὶ Ἀναξαγόραν, ἔτι δὲ Ἑρμότιμον33
in Metaph
.

34

καὶ τῶν ποιητῶν Ἡσίοδόν τε καὶ Παρμενίδην, πρὸς τῇ ὑλικῇ αἰτίᾳ ποιη‐ τικῆς μνημονεῦσαι αἰτίας· ἃ ἐν τοῖς ὑφ’ ἡμῶν, φησίν, εἰρημένοις ἐν τοῖς Περὶ φύσεως καὶ αὐτά ἐστι καὶ οὐκ ἔξω ἐκείνων πίπτει· οὐκ ἐναργῶς μέντοι, ἀλλ’ ἀμυδρῶς καὶ ἐπ’ ὀλίγον χρήσασθαι τῷ ποιητικῷ αἰτίῳ. καὶ
5ὅτι οὕτως ἐποίουν, παρέθετό τε καὶ ἔδειξεν εἰπὼν σχεδὸν γὰρ οὐθὲν χρώμενοι φαίνονται τούτοις ἀλλὰ κατὰ μικρόν. μαρτυρεῖ δὲ Ἐμ‐ πεδοκλεῖ ὡς πρώτῳ τε διελόντι ποιητικὸν αἴτιον καὶ ταῖς ὑλικαῖς ἀρχαῖς καὶ στοιχείοις τοῖς τέτταρσι σώμασι κεχρημένῳ· οὐ μὴν ἰσοτιμίας αὐτοῖς διδόναι φησὶν αὐτόν, ἀλλὰ τῷ πυρὶ τὰ ἄλλα ἀντιτιθέναι ὡς μίαν τινὰ
10φύσιν ὄντα τὰ τρία, ὡς εἶναί φησι δῆλον ἐκ τῶν ἐπῶν αὐτῶν. ὅτι δὲ μὴ χρῶνται τῷ ποιητικῷ αἰτίῳ Ἀναξαγόρας τε καὶ Ἐμπεδοκλῆς ὑπέμνησεν
ἡμᾶς, ἐνδεικνύμενος ὅτι καλῶς εἴρηται πρὸ ὀλίγου τὸ “ἐκ μὲν οὖν τούτων34
in Metaph
.

35

μόνην τις αἰτίαν νομίσειε τὴν ἐν ὕλης εἴδει λεγομένην.” μηχανῇ δὲ τῷ νῷ Ἀναξαγόραν εἶπε χρῆσθαι, ὡς ἐν ταῖς τραγῳδίαις οἱ θεοὶ παράγονται ἀπὸ μηχανῆς ἐν τοῖς ἀπόροις· ὃ καὶ αὐτὸς ἐξηγήσατο. λέγει δὲ τὰ αὐτὰ περὶ Ἀναξαγόρου ἃ καὶ Πλάτων ἐν Φαίδωνι.
5p. 985a21 Καὶ Ἐμπεδοκλῆς μὲν ἐπὶ πλέον τούτου χρῆται. Χρήσασθαι μὲν Ἐμπεδοκλέα ἐπὶ πλέον φησὶν Ἀναξαγόρου τοῖς ποιητικοῖς αἰτίοις, οὐ μὴν οὐδὲ αὐτὸν ἱκανῶς, ἀλλ’ οὐδὲ συνέχειν τὸ ὁμολογούμενον. ἔδει μὲν γὰρ τὴν φιλίαν ἐν πᾶσι συγκρίσεως αὐτῷ αἰτίαν εἶναι, τὸ δὲ νεῖκος διακρίσεως· οὐ μὴν τοῦτο ποιεῖ, ἀλλὰ πολλαχοῦ αὐτῷ ἡ μὲν φιλία διακρίνει,
10συγκρίνει δὲ τὸ νεῖκος. καὶ λέγει ἐν τίσιν. ὅταν μὲν γὰρ ὑπὸ τοῦ νείκους ἐκ τοῦ ἑνὸς εἰς τὰ στοιχεῖα διιστῆται καὶ διαιρῆται καὶ χωρίζηται, τότε τὰ τέως τῶν στοιχείων μόρια ἀνακεκραμένα ἀλλήλοις (οὕτως γὰρ ἦν ἓν τὰ πάντα) συγκρίνεται καὶ συνάγεται εἰς ταὐτόν, τὰ ὅμοια τὰ τοῦ πυρὸς εἰς πῦρ καὶ τὰ ὅμοια τοῦ ἀέρος εἰς ἀέρα, ὡς εἶναι μετ’ ἀλλήλων τὰ τοῦ
15ἀέρος καὶ τὰ τοῦ πυρὸς ὁμοίως. ὡσαύτως καὶ τὰ τῶν ἄλλων ἑκάστου· οὕτως γὰρ ἡ εἰς τὰ στοιχεῖα τοῦ ἑνὸς διαίρεσις. καὶ οὕτως μὲν αὐτῷ τὸ νεῖκος οὐ διακρίσεως μᾶλλον ἢ συγκρίσεως αἴτιον. πάλιν δ’ αὖ ἡ φιλία, ὅταν τὰ αὐτὰ σώματά τε καὶ στοιχεῖα συγκρίνῃ τε καὶ εἰς ἓν συνάγῃ, πρῶτον αὐτὰ διαιρεῖ τε καὶ κατακερματίζει καὶ διακρίνει. οὐ γὰρ δὴ ὁλό‐
20κληρα ὄντα, καὶ ἰδίᾳ ἕκαστον αὐτῶν τι ὄν, οὗ ποιητικὴ ἡ φιλία, γίνεται· τῷ γὰρ ἅπτεσθαι ἀλλήλων καὶ ἐπὶ τοῦ νείκους εἴη ἂν ἐν ἑνί· ἀλλὰ συν‐ ανακιρνᾶται ἀλλήλοις. τούτου γὰρ ποιητικὴ ἡ φιλία γίνεται· οὐ γὰρ τοῦ ἅπτεσθαι ἀλλήλων, ὃ καὶ ἐπὶ τοῦ νείκους εἴη ἄν. Ἑξῆς δὲ τὴν Λευκίππου τε καὶ Δημοκρίτου περὶ στοιχείων δόξαν
25ἱστορεῖ, καὶ σαφῶς ἐκτίθεται τήν τε δόξαν αὐτῶν καὶ τὴν πρὸς τοὺς ἄλλους διαφοράν τε καὶ κοινωνίαν τὴν κατὰ τὴν δόξαν. πλῆρες δὲ ἔλεγον τὸ σῶμα
τὸ τῶν ἀτόμων διὰ ναστότητά τε καὶ ἀμιξίαν τοῦ κενοῦ. ὀνομάζοντες δὲ35
in Metaph
.

36

τὸ μὲν πλῆρες ὂν τὸ δὲ κενὸν μὴ ὄν, ἐπεὶ ὁμοίως αὐτοῖς ἦν ἐν ὑπάρξει τό τε πλῆρες καὶ τὸ κενόν, οὐδὲν μᾶλλον ἔλεγον εἶναι τὸ πλῆρες τοῦ κενοῦ. λέγει δὲ ὅτι καὶ οὗτοι τὴν κατὰ τὴν ὕλην μόνην ἀρχὴν ἔθεντο· οὕτως γὰρ αὐτοῖς ἀρχαὶ αἵ τε ἄτομοι καὶ τὸ κενόν, ἐξ ὧν καὶ ἡ τῶν
5ἄλλων γένεσις κατὰ τὰς διαφορὰς τῶν σχημάτων καὶ τῶν τάξεων καὶ τῶν θέσεων κατ’ αὐτούς· ὧν τὸ μὲν σχῆμα ῥυσμὸν ἔλεγον, τὴν δὲ τάξιν δια‐ θιγήν, τὴν δὲ θέσιν τροπήν. ὁμοίως δὲ καὶ οὗτοι τοῖς ἀρχαιοτέροις ἠρ‐ κοῦντο τοῖς πάθεσι τῆς ὑλικῆς αἰτίας πρὸς τὴν γένεσιν τῶν ὄντων, ποιη‐ τικὸν δὲ αἴτιον οὐδὲν ἔλεγον, ὥσπερ καὶ οἱ μανώσει καὶ πυκνώσει τῆς
10ὕλης τὰ ἄλλα γεννῶντες· πλὴν ὅτι ἐκεῖνοι μὲν δύο διαφοραῖς ἐχρῶντο πρὸς τὴν γένεσιν τῶν ἐκ τῆς ὕλης γινομένων, τῇ μανώσει καὶ τῇ πυκνώσει, οὗτοι δὲ τρισὶ ταῖς εἰρημέναις, σχήματι τάξει θέσει. φέρεται δὲ ἔν τισι γραφὴ τοιαύτη “καὶ ὥσπερ τῶν μαθηματικῶν τὸν αὐτὸν τρόπον καὶ οὗτοι.” κἂν ᾖ αὕτη ἡ γραφή, λέγοι ἂν περὶ Πλάτωνος, ὅτι ὡς ἐκεῖνος ἐκ τῶν
15μαθηματικῶν γένεσιν ποιῶν τῶν σωμάτων κατὰ τὴν τῶν τριγώνων δια‐ φορὰν καὶ τὸ πλῆθος τὰς τῶν σωμάτων γεννᾷ διαφοράς, οὕτως καὶ οὗτοι κατὰ τὰς διαφορὰς τῶν ἐν τοῖς πρώτοις σώμασι σχημάτων ἐγέννων τὰ ἐξ αὐτῶν. p. 985b19 Περὶ δὲ κινήσεως, ὅθεν ἢ πῶς ὑπάρχει τοῖς οὖσι, καὶ
20οὗτοι παραπλησίως τοῖς ἄλλοις ῥᾳθύμως ἀφεῖσαν. Λέγει μὲν περὶ Λευκίππου τε καὶ Δημοκρίτου· οὗτοι γὰρ λέγουσιν ἀλληλοτυπούσας καὶ κρουομένας πρὸς ἀλλήλας κινεῖσθαι τὰς ἀτόμους· πό‐ θεν μέντοι ἡ ἀρχὴ τῆς κινήσεως τοῖς κατὰ φύσιν, οὐ λέγουσιν· ἡ γὰρ κατὰ τὴν ἀλληλοτυπίαν βίαιός ἐστι κίνησις καὶ οὐ κατὰ φύσιν, ὑστέρα δὲ
25ἡ βίαιος τῆς κατὰ φύσιν. οὐδὲ γὰρ τὸ πόθεν ἡ βαρύτης ἐν ταῖς ἀτόμοις λέγουσι· τὰ γὰρ ἀμερῆ τὰ ἐπινοούμενα ταῖς ἀτόμοις καὶ μέρη ὄντα αὐτῶν ἀβαρῆ φασιν εἶναι· ἐκ δὲ ἀβαρῶν συγκειμένων πῶς ἂν βάρος γένηται; εἴρηκε δὲ περὶ τούτων ἐπὶ πλέον ἐν τῷ τρίτῳ Περὶ οὐρανοῦ. παραπλη‐ σίως δὲ τοῖς ἄλλοις εἶπεν, ὅτι μηδ’ ἐκείνων τις τὴν τῆς κινήσεως αἰτίαν
30τὴν ἐν τοῖς φυσικοῖς σώμασιν ἀποδέδωκεν· οὐδεὶς γοῦν οὐδὲ τῶν ἄλλων36
in Metaph
.

37

φυσικῶν περὶ κινήσεώς τι εἶπεν, ὡς καὶ ἐν τοῖς Φυσικοῖς εἶπεν, ὅτε περὶ κινήσεως ἔλεγε. περὶ μὲν οὖν τούτων τῶν δύο αἰτιῶν, τῆς τε ὑλικῆς λέγει καὶ τῆς ποιητικῆς. p. 985b23 Ἐν δὲ τούτοις καὶ πρὸ τούτων ἕως ἐπεὶ δὲ τούτων οἱ
5ἀριθμοὶ φύσει πρῶτοι. Λέγει περὶ τῶν Πυθαγορείων, ὅτι οἱ μὲν πρὸ Δημοκρίτου τε καὶ Λευκίππου γεγόνασιν, οἱ δέ τινες ἦσαν καὶ κατὰ τούτους. ἢ τὸ ἐν δὲ τούτοις καὶ πρὸ τούτων οὐ περὶ Δημοκρίτου τε καὶ Λευκίππου μόνον λέγει, ἀλλὰ περὶ πάντων τῶν φυσικῶν τῶν προειρημένων· τῶν μὲν γὰρ
10ἦσαν πρεσβύτεροι, τοῖς δὲ συνήκμασαν. ἢ μᾶλλον ὅτι αὐτὸς μὲν Πυθαγόρας πρὸ Δημοκρίτου τε καὶ Λευκίππου ὀλίγον ἐγένετο, πολλοὶ δὲ τῶν Πυθα‐ γόρου ἀκουσάντων συνήκμασαν τούτοις. τούτους δέ φησιν ἐντραφέντας τοῖς μαθήμασι τὰς τῶν μαθημάτων ἀρχὰς τῶν ὄντων ἀρχὰς θέσθαι. ἀρχαὶ δὲ τῶν μαθημάτων οἱ ἀριθμοί, καὶ τῇ φύσει πρῶτοι κατ’ αὐτούς, ὅτι ἐκ
15προσθέσεως τὰ ἄλλα· θέσιν γὰρ προσείληφε τὰ μεγέθη, ὡς φθάσας ἐμνη‐ μόνευσεν ἤδη. p. 985b26 Ἐπεὶ δὲ τούτων οἱ ἀριθμοὶ φύσει πρῶτοι. Εἰπὼν ὅτι οἱ Πυθαγόρειοι διὰ τὸ τοῖς μαθήμασιν ἐντραφῆναι τὰς τού‐ των ἀρχὰς τῶν ὄντων πάντων ἀρχὰς ᾠήθησαν εἶναι, λέγει ἑξῆς ᾧ λόγῳ
20χρώμενοι ἐπὶ τοῦτο ἦλθον. εἴη δ’ ἂν καταλληλότερον ἔχουσα ἡ λέξις, εἰ ἀντὶ τοῦ δέ τὸ γάρ εἴη· ἐπεὶ γὰρ τῶν ὄντων οἱ ἀριθμοὶ φύσει πρῶτοι (ἐξ ἀφαιρέσεως γὰρ οὗτοι) καὶ ὅτι ἐδόκουν ἐν αὐτοῖς ὁμοιώματα πολλὰ
πρὸς τὰ ὄντα ὁρᾶν καὶ πρὸς τὰ γιγνόμενα, καὶ μᾶλλον ἐν τούτοις ἢ ἐν37
in Metaph
.

38

τοῖς ἁπλοῖς σώμασιν [ὁρῶντες], ὁρῶντες δὲ καὶ τῶν ἁρμονιῶν τοὺς λόγους καὶ τὰ πάθη ἐν ἀριθμοῖς ὄντα, ἐπεὶ τὰ μὲν ἄλλα πάντα ὁμοιότητα πρὸς τοὺς ἀριθμοὺς εἶχεν, οἱ δὲ ἀριθμοὶ πάσης τῆς φύσεως, τουτέστι πάντων τῶν ὄντων τε καὶ κατὰ φύσιν συνεστώτων πρῶτοι, τὰς τῶν ἀριθμῶν ἀρχὰς
5* * ἔθεντο. ὁμοιώματα δὲ μᾶλλον πρὸς τὰ ὄντα καὶ γινόμενα ἡγοῦντο ἐν τούτοις εἶναι, τουτέστι τοῖς ἀριθμοῖς, ἢ ἐν τούτοις τοῖς σώμασιν ἃ στοι‐ χεῖά φαμεν, οἷον γῆς καὶ τῶν ἄλλων ἐπήνεγκε· διὸ καὶ εἰς τούτους τὰ ὄντα ἀνήγαγον καὶ ταῦτα στοιχεῖα ἔλεγον αὐτῶν, ἀλλ’ οὐ τὰ σώματα. τίνα δὲ τὰ ὁμοιώματα ἐν τοῖς ἀριθμοῖς ἔλεγον εἶναι πρὸς τὰ ὄντα τε καὶ γινό‐
10μενα, ἐδήλωσε· τῆς μὲν γὰρ δικαιοσύνης ἴδιον ὑπολαμβάνοντες εἶναι τὸ ἀντιπεπονθός τε καὶ ἴσον, ἐν τοῖς ἀριθμοῖς τοῦτο εὑρίσκοντες ὄν, διὰ τοῦτο καὶ τὸν ἰσάκις ἴσον ἀριθμὸν πρῶτον ἔλεγον εἶναι δικαιοσύνην· τὸ γὰρ πρῶτον ἐν ἑκάστῳ τῶν τὸν αὐτὸν λόγον ἐχόντων μάλιστα εἶναι τοῦτο ὃ λέγεται. τοῦτον δὲ οἱ μὲν τὸν τέσσαρα ἔλεγον, ἐπεὶ πρῶτος ὢν τετρά‐
15γωνος εἰς ἴσα διαιρεῖται καὶ ἔστιν ἴσος (δὶς γὰρ δύο), οἱ δὲ τὸν ἐννέα, ὅς ἐστι πρῶτος τετράγωνος ἀπὸ περιττοῦ τοῦ τρία ἐφ’ αὑτὸν γενομένου. και‐ ρὸν δὲ πάλιν ἔλεγον τὸν ἑπτά· δοκεῖ γὰρ τὰ φυσικὰ τοὺς τελείους καιροὺς ἴσχειν καὶ γενέσεως καὶ τελειώσεως κατὰ ἑβδομάδας, ὡς ἐπ’ ἀνθρώπου. καὶ γὰρ τίκτεται ἑπταμηνιαῖα, καὶ ὀδοντοφυεῖ τοσούτων μηνῶν, καὶ ἡβάσκει
20περὶ τὴν δευτέραν ἑβδομάδα, καὶ γενειᾷ περὶ τὴν τρίτην. καὶ τὸν ἥλιον δέ, ἐπεὶ αὐτὸς αἴτιος εἶναι τῶν καιρῶν, φησί, δοκεῖ, ἐνταῦθά φασιν ἱδρῦ‐ σθαι καθ’ ὃ ὁ ἕβδομος ἀριθμός ἐστιν, ὃν καιρὸν λέγουσιν· ἑβδόμην γὰρ
αὐτὸν τάξιν ἔχειν τῶν περὶ τὸ μέσον καὶ τὴν ἑστίαν κινουμένων δέκα σω‐38
in Metaph
.

39

μάτων· κινεῖσθαι γὰρ μετὰ τὴν τῶν ἀπλανῶν σφαῖραν καὶ τὰς πέντε τὰς τῶν πλανήτων· μεθ’ ὃν ὀγδόην τὴν σελήνην, καὶ τὴν γῆν ἐννάτην, μεθ’ ἣν τὴν ἀντίχθονα. ἐπεὶ δὲ οὔτε γεννᾷ τινα τῶν ἐν τῇ δεκάδι ἀριθμῶν ὁ ἑπτὰ οὔτε γεννᾶται ὑπό τινος αὐτῶν, διὰ τοῦτο καὶ Ἀθηνᾶν ἔλεγον αὐτόν.
5ὁ μὲν γὰρ δύο τὸν τέσσαρα καὶ ὁ τρία τὸν ἐννέα καὶ τὸν ἓξ καὶ ὁ τέσσαρα τὸν ὀκτὼ καὶ ὁ πέντε τὸν δέκα γεννᾷ, γεννῶνται δὲ ὁ τέσσαρα καὶ ὁ ἓξ καὶ ὁ ὀκτὼ καὶ ὁ ἐννέα καὶ ὁ δέκα· ὁ δὲ ἑπτὰ οὔτε τινὰ γεννᾷ οὔτε ἔκ τινος γεννᾶται· τοιαύτη δὲ καὶ ἡ Ἀθηνᾶ ἀμήτωρ καὶ ἀεὶ παρθένος. γά‐ μον δὲ ἔλεγον τὸν πέντε, ὅτι ὁ μὲν γάμος σύνοδος ἄρρενός ἐστι καὶ θή‐
10λεος, ἔστι δὲ κατ’ αὐτοὺς ἄρρεν μὲν τὸ περιττὸν θῆλυ δὲ τὸ ἄρτιον, πρῶτος δὲ οὗτος ἐξ ἀρτίου τοῦ δύο πρώτου καὶ πρώτου τοῦ τρία περιττοῦ τὴν γένεσιν ἔχει· τὸ μὲν γὰρ περιττὸν ἄρρεν αὐτοῖς ἐστιν, ὡς εἶπον, τὸ δὲ ἄρτιον θῆλυ. νοῦν δὲ καὶ οὐσίαν ἔλεγον τὸ ἕν· τὴν γὰρ ψυχὴν ὡς τὸν νοῦν εἶπε. διὰ τὸ μόνιμον δὲ καὶ τὸ ὅμοιον πάντῃ καὶ ἀρχικὸν τὸν
15νοῦν μονάδα τε καὶ ἓν ἔλεγον· ἀλλὰ καὶ οὐσίαν, ὅτι πρῶτον ἡ οὐσία. δόξαν δὲ τὰ δύο διὰ τὸ ἐπ’ ἄμφω μεταβλητὴν εἶναι· ἔλεγον δὲ καὶ κίνησιν αὐτὴν καὶ ἐπίθεσιν. τὰς δὴ τοιαύτας τῶν πραγμάτων πρὸς τοὺς ἀριθμοὺς ἐκλέγοντες ὁμοιότητας ἀρχὰς αὐτῶν τοὺς ἀριθμοὺς ὑπέθεντο, πάντα τὰ ὄντα ἐξ ἀριθμῶν συγκεῖσθαι λέγοντες. ἀλλὰ καὶ τὰς ἁρμονίας κατ’ ἀριθμόν
20τινα ὁρῶντες συγκειμένας καὶ τούτων ἀρχὰς ἔλεγον τοὺς ἀριθμούς· ἡ μὲν γὰρ διὰ πασῶν ἐν διπλασίῳ ἐστὶ λόγῳ, ἡ δὲ διὰ πέντε ἐν ἡμιολίῳ, ἡ δὲ διὰ τεσσάρων ἐν ἐπιτρίτῳ. ἔλεγον δὲ καὶ τὸν ὅλον οὐρανὸν κατὰ ἁρμονίαν συγκεῖσθαί τινα (τούτου γὰρ δηλωτικὸν αὐτῷ τὸ καὶ τὸν ὅλον οὐρανὸν εἶναι ἀριθμόν) διότι ἐξ ἀριθμῶν καὶ κατ’ ἀριθμὸν καὶ ἁρμονίαν. τῶν
25γὰρ σωμάτων τῶν περὶ τὸ μέσον φερομένων ἐν ἀναλογίᾳ τὰς ἀποστάσεις ἐχόντων, καὶ τῶν μὲν θᾶττον φερομένων τῶν δὲ βραδύτερον, ποιούντων δὲ καὶ ψόφον ἐν τῷ κινεῖσθαι τῶν μὲν βραδυτέρων βαρὺν τῶν δὲ ταχυτέρων
ὀξύν, τοὺς ψόφους τούτους κατὰ τὴν τῶν ἀποστάσεων ἀναλογίαν γινομέ‐39
in Metaph
.

40

νους ἐναρμόνιον τὸν ἐξ αὑτῶν ἦχον ποιεῖν· ἧς ἁρμονίας τὸν ἀριθμὸν ἀρ‐ χὴν λέγοντες εἰκότως καὶ τοῦ οὐρανοῦ καὶ τοῦ παντὸς τὸν ἀριθμὸν ἐτίθεντο ἀρχήν. ἐν διπλασίῳ μὲν γὰρ λόγῳ φέρε εἰπεῖν τὸ διάστημα τὸ τοῦ ἡλίου ἀπὸ τῆς γῆς εἶναι ἢ τὸ τῆς σελήνης, ἐν τριπλασίῳ δὲ τὸ τῆς Ἀφροδίτης,
5ἐν τετραπλασίῳ δὲ τὸ τοῦ Ἐρμοῦ, καὶ ἐπὶ τῶν ἄλλων ἑκάστου εἶναί τινα λόγον ἀριθμητικὸν ἡγοῦντο, καὶ ἐναρμόνιον τὴν κίνησιν εἶναι τοῦ οὐρανοῦ· κινεῖσθαι δὲ τάχιστα μὲν τὰ τὸ μέγιστον διάστημα κινούμενα, βραδύτατα δὲ τὰ τὸ ἐλάχιστον, τὰ δὲ μεταξὺ κατὰ τὴν ἀναλογίαν τοῦ μεγέθους τῆς περιφορᾶς. ἐκ δὴ τούτων τῶν ὁμοιοτήτων ἐν τοῖς οὖσι πρὸς τοὺς ἀριθμοὺς
10τὰ μὲν πράγματα καὶ τὰ ὄντα ἐξ ἀριθμῶν τε συγκεῖσθαι καὶ ἀριθμούς τινας εἶναι ὑπελάμβανον. τοὺς δὲ ἀριθμοὺς ἡγούμενοι πάσης τῆς φύσεως καὶ τῶν φύσει ὄντων πρώτους (μήτε γὰρ δύνασθαί τι τῶν ὄντων χωρὶς ἀριθμοῦ εἶναι μήτε γνωρίζεσθαι ὅλως, τοὺς δὲ ἀριθμοὺς καὶ χωρὶς τῶν ἄλλων γιγνώσκεσθαι) τὰ τῶν ἀριθμῶν στοιχεῖα καὶ τὰς ἀρχὰς τούτων πάν‐
15των τῶν ὄντων ἀρχὰς ἔθεντο. ταῦτα δὲ ἦν, ὡς εἴρηται, ἄρτιον καὶ περιτ‐ τόν, ὧν τὸ μὲν περιττὸν πεπερασμένον τὸ δὲ ἄρτιον ἄπειρον ἡγοῦντο εἶναι· τῶν δὲ ἀριθμῶν τὴν μονάδα ἀρχὴν εἶναι, συγκειμένην ἔκ τε τοῦ ἀρτίου καὶ περιττοῦ· εἶναι γὰρ τὴν μονάδα ἅμα ἀρτιοπέριττον, ὃ ἐδείκνυε διὰ τοῦ γεννητικὴν αὐτὴν εἶναι καὶ τοῦ περιττοῦ καὶ τοῦ ἀρτίου ἀριθμοῦ·
20ἀρτίῳ μὲν γὰρ προστιθεμένη περιττὸν γεννᾷ, περιττῷ δὲ ἄρτιον. Καὶ ὅσα μὲν εἶχον ὁμολογούμενα ἔν τε τοῖς ἀριθμοῖς καὶ τοῖς κατὰ τὰς ἁρμονίας συνθέσεσι πρὸς τὰ τοῦ οὐρανοῦ πάθη τε καὶ μέρη, ταῦτα μὲν αὐτόθι ὡς φανερὰ λαμβάνοντες ἐδείκνυον τὸν οὐρανὸν ἐξ ἀριθμῶν τε συγκεῖσθαι καὶ καθ’ ἁρμονίαν. εἰ δέ τινα ἐφαίνοντο διαφωνεῖν τῇ κατὰ
25τοὺς ἀριθμοὺς ἀκολουθίᾳ τῶν κατὰ τὸν οὐρανὸν φαινομένων, ταῦτα δὲ προσετίθεσαν αὐτοὶ καὶ ἐπειρῶντο ἀναπληροῦν πρὸς τὸ ὡμολογημένην αὐτοῖς εἶναι τὴν πραγματείαν πᾶσαν. αὐτίκα γοῦν τέλειον ἀριθμὸν ἡγούμενοι τὴν δεκάδα, ὁρῶντες δὲ ἐν τοῖς φαινομένοις ἐννέα τὰς κινουμένας σφαίρας, ἑπτὰ μὲν τὰς τῶν πλανωμένων, ὀγδόην δὲ τὴν τῶν ἀπλανῶν, ἐννάτην δὲ
30τὴν γῆν (καὶ γὰρ καὶ ταύτην ἡγοῦντο κινεῖσθαι κύκλῳ περὶ μένουσαν τὴν ἑστίαν, ὃ πῦρ ἐστι κατ’ αὐτούς), αὐτοὶ προσέθεσαν ἐν τοῖς δόγμασι καὶ
τὴν ἀντίχθονά τινα, ἣν ἀντικινεῖσθαι ὑπέθεντο τῇ γῇ καὶ διὰ τοῦτο τοῖς40
in Metaph
.

41

ἐπὶ τῆς γῆς ἀόρατον εἶναι. λέγει δὲ περὶ τούτων καὶ ἐν τοῖς Περὶ οὐρανοῦ καὶ ἐν ταῖς τῶν Πυθαγορικῶν δόξαις ἀκριβέστερον. καθ’ ἁρμο‐ νίαν δὲ τὴν τούτων τάξιν ἐποίουν λαβόντες τὸ τὰ δέκα τὰ κινούμενα σώματα, ἐξ ὧν ὁ κόσμος, διεστάναι ἀπ’ ἀλλήλων κατὰ τὰς ἁρμονικὰς ἀπο‐
5στάσεις, κινεῖσθαί τε κατὰ ἀναλογίαν τῶν διαστημάτων, ὡς προείρηκε, τὰ μὲν θᾶττον αὐτῶν τὰ δὲ βραδύτερον, καὶ φερόμενα ἤχους ποιεῖν τὰ μὲν βραδύτερον βαρυτέρους τὰ δὲ θᾶττον ὀξυτέρους, ἐξ ὧν γιγνομένων ἀναλο‐ γίαις ἁρμονικαῖς ἐναρμόνιον ἦχον γίγνεσθαι, οὐ μὴν κατακούειν ἡμᾶς διὰ τὴν ἐκ παίδων συντροφίαν. εἴρηκε δὲ περὶ τούτου καὶ ἐν τοῖς Περὶ οὐ‐
10ρανοῦ, καὶ ὅτι μὴ ἀληθές ἐστιν ἐν ἐκείνοις ἔδειξεν. ὅτι δὲ καὶ τὸ μὲν ἄρτιον αὐτοῖς τὸ ἄπειρόν ἐστι τὸ δὲ περιττὸν πεπερασμένον, καὶ ἀρχὴ τῆς τε μονάδος (ἐκ τούτων γὰρ ἡ μονὰς οὖσα ἀρτιοπέριττός ἐστιν), ἀλλὰ καὶ τοῦ παντὸς ἀριθμοῦ, εἴγε αἱ μονάδες πάλιν αἱ ἀρχαὶ τῶν ἀριθμῶν, ἀριθμὸς δὲ ὁ ὅλος οὐρανός, τουτέστι πάντα τὰ ἐν τῷ οὐρανῷ, ἅπερ ἐστὶ τὰ ὄντα,
15ταῦτα δὲ λέγει μὲν καὶ νῦν, ἐπὶ πλέον δὲ ἐν ἐκείνοις εἴρηκεν ὑπὲρ αὐτοῦ. p. 986a13 Ἀλλ’ οὗ δὴ χάριν ἐπερχόμεθα. Ὑπομιμνήσκει τοῦ ἐκ τῆς προειρημένης ἱστορίας πρὸς τὰ προκείμενα χρησίμου· χρήσιμον γὰρ τὸ ἰδεῖν εἰς τί τῶν αἰτίων ἀνῆγον καὶ οἱ Πυθα‐ γόρειοι τὰς ἀρχάς. φαίνεσθαι δή φησιν ἐξ ὧν λέγουσιν ὅτι ὁ ἀριθμὸς
20αὐτοῖς ἀρχὴ τῶν ὄντων ἦν ὡς ὕλη· ἐκ γὰρ τῆς συνθέσεως τούτων ἐγέννων πάντα τὰ ἄλλα. τὸ δὲ ὡς πάθη τε καὶ ἕξεις εἴη ἂν δηλωτικὸν τοῦ τοὺς ἀριθμοὺς αὐτοῖς καὶ τῶν παθῶν καὶ τῶν ἕξεων εἶναι γεννητικούς τε καὶ αἰτίους, ὅπερ εἴη ἂν τὸ ὡς ποιητικὸν αἴτιον· κατὰ γὰρ τὰς ἐν τούτοις διαφορὰς τά τε πάθη καὶ τὰς ἕξεις ἐγγίνεσθαι τοῖς ἐξ αὐτῶν συγκειμένοις.
25τὰ γὰρ πάθη τε καὶ αἱ ἕξεις τῶν ἀριθμῶν τῶν ἐν τοῖς οὖσι παθῶν τε καὶ ἕξεων αἴτια, οἷον τὸ διπλάσιον, τὸ ἐπίτριτον, τὸ ἡμιόλιον. ἢ ὡς Ἀσπάσιος, ὁ μὲν ἀριθμὸς ὕλη, πάθος δὲ τὸ ἄρτιον, ἕξις δὲ τὸ περιττόν. ἢ τῶν ἀριθμῶν ὁ μὲν ἄρτιος ὕλη τε καὶ πάθος, ὁ δὲ περιττὸς ἕξις. σαφῆ δὲ ἃ τούτοις προστίθησιν, ὅτι πεπερασμένον τὸ περιττὸν κατ’ αὐτούς, ἄπει‐
30ρον δὲ τὸ ἄρτιον, τὸ δὲ ἓν ἐξ ἀμφοῖν· διὸ καὶ ἄρτιον καὶ περιττὸν ἡ μονάς· καὶ ὅτι ἐκ τοῦ ἑνὸς συγκειμένου ἐκ περιττοῦ τε καὶ ἀρτίου ἡ γέ‐ νεσις τῷ ἀριθμῷ καὶ πῶς· ὡς γὰρ προειρήκαμεν. ἱστορεῖ δὲ ὅτι τινὲς τῶν Πυθαγορείων τὰς ἀρχὰς δέκα ὑπετίθεντο ἐναντιώσεις, ὃς καὶ πρῶτος τέλειος ἀριθμὸς αὐτοῖς ἐστι, κατὰ συστοιχίας τινὰς τιθέντες, εἰς ἃς ἀνῆγον
35καὶ τὰ ὄντα. καὶ τίνες αὗταί εἰσιν, ἐκτίθεται· πέρας γὰρ καὶ ἄπειρον,41
in Metaph
.

42

περιττόν τε καὶ ἄρτιον, ἓν καὶ πλῆθος, δεξιὸν καὶ ἀριστερόν, ἄρρεν θῆλυ, ἠρεμοῦν κινούμενον, εὐθὺ καμπύλον, φῶς σκότος, ἀγαθὸν κακόν, τετράγωνον ἑτερόμηκες. ἱστορεῖ δὲ ὡς καὶ Ἀλκμαίωνος τοῦ Κροτωνιάτου τὸν αὐτὸν τούτοις τρόπον περὶ τῶν ἀρχῶν ἀποφηναμένου· εἰς γὰρ ἐναντίωσίν τινα
5ἕκαστον τῶν ὄντων ἀνάγειν ἐπειρᾶτο καὶ οὗτος ὡς ἀρχῶν οὐσῶν τῶν ἐναν‐ τιώσεων. διαφέρει δὲ τῶν Πυθαγορικῶν ὅτι οἱ μὲν δεκάδας ποιοῦντες ταύτας μὲν ἐξετίθεντο ὁρίζοντες, ὁ δὲ τὴν τυχοῦσαν ἐναντίωσιν ἀρχὴν ἔλε‐ γεν ἀδιορίστως· οὕτως δὲ πᾶσα ἂν ἐναντίωσις ἀρχὴ γίνοιτο αὐτῷ. κοινὸν μὲν οὖν τῶν Πυθαγορικῶν, οἳ ταύτης ἐγένοντο τῆς δόξης, καὶ Ἀλκμαίωνος
10τὸ ἐναντίας λέγειν εἶναι τὰς ἀρχὰς τῶν ὄντων· πόσαι δὲ καὶ τίνες αὗται, τῶν Πυθαγορικῶν ἴδιον. προσιστορεῖ δὲ ὅτι καὶ ἀρχὴν καὶ αἴτιον τὸν ἀριθμὸν ἔλεγον ὡς ὕλην, οὐχ ὡς ἄντικρυς μὲν αὐτῶν ἀποφηναμένων οὕτως (οὐδεὶς γὰρ περὶ τούτων, ὥς φησιν αὐτός, διεσάφησεν), ὡς δὲ ἑπόμενον αὐτοῖς ἐξ ὧν ἔλεγον· ἐκ γὰρ τούτων συγκεῖσθαί τε καὶ συνεστάναι πάντα φασὶ τὰ
15ὄντα ἐνυπαρχόντων. εὐλόγως δὲ ἐχρήσατο ἐπὶ τῆς τοιαύτης γενέσεως τῷ πεπλάσθαι· πλάσματι γὰρ ἔοικεν ἡ γένεσις ἡ τοιαύτη οὐδὲν εὔλογον ἔχουσα. p. 986b8 Τῶν μὲν οὖν παλαιῶν καὶ πλείω λεγόντων τὰ στοιχεῖα τῆς φύσεως.
20 Τουτέστι τὰ τῶν φυσικῶς γιγνομένων στοιχεῖα. πλείω δὲ λέγει ἤτοι τὰ ὑλικά, ἢ πλείω τὰ στοιχεῖα ἀντὶ τοῦ τὰ αἴτια· πρὸς γὰρ τῇ ὕλῃ καὶ τὴν ποιητικήν τινες εἶπον, ὡς ἱστόρησε. μετὰ δὲ τὴν τούτων ἱστορίαν μνημονεύει πάλιν τῶν ἓν τὸ ὂν εἶναι θεμένων, οὐκ ἀρχὴν μίαν, ὡς τῶν φυσικῶν τινες, ἀλλ’ ὡς τοῦ παντὸς μιᾶς φύσεως οὔσης· ὧν ἦν Ξενοφάνης
25τε καὶ Μέλισσος καὶ Παρμενίδης. ἣν καὶ ἱστορίαν ἄχρηστον εἰς τὴν περὶ τῶν ἀρχῶν καὶ αἰτίων ζήτησίν φησιν· οὐ γὰρ ἀρχὴν οὐδ’ αἴτιον τὸ ἓν ἐτίθεντο οὕτως ὡς οἱ ὕδωρ ἢ πῦρ ἢ ἀέρα λέγοντες, ἔπειτα ἐκ τούτου κι‐ νουμένου τὰ ἄλλα γεννῶντες, ἀλλὰ τὸ ὂν ἓν ἔλεγον καὶ ἀκίνητον. προσι‐
στορεῖ δὲ καὶ τὴν διαφορὰν τὴν Μελίσσου τε καὶ Παρμενίδου περὶ τοῦ ἑνός·42
in Metaph
.

43

οὐ γὰρ τὸν αὐτὸν τρόπον ἀμφότεροι ἀπεφήναντο περὶ τοῦ παντός, ἓν αὐτὸ λέγοντες εἶναι, οὔτε τοῦ καλῶς οὔτε τοῦ κατὰ φύσιν. τοῦ μὲν κατὰ φύσιν, ὅτι αὐτῶν ὁ μὲν ἐπὶ τὴν ὡς ὕλην φύσιν ἔβλεψεν, ὁ δὲ ἐπὶ τὴν ὡς εἶδος, τοῦ δὲ καλῶς, ὅτι ὁ μὲν αὐτῶν κάλλιον ὁ δὲ χεῖρον εἶπε καὶ ὁ μὲν εὐλο‐
5γώτερον ὁ δὲ ἧττον. τὸν μὲν γὰρ Παρμενίδην φησὶν ἐπὶ τὸ εἶδος βλέψαντα καὶ τὸν λόγον ἀποφήνασθαι τὸ ὂν ἓν εἶναι, διὰ τοῦτο καὶ πεπερασμένον (τοῦ γὰρ λόγου καὶ εἴδους τὸ περατοῦν τοῦτο ἐν ᾧ ἂν γένηται), Μέλισσον δὲ ἐπὶ τὴν ὕλην ἐνεχθῆναι, διὸ καὶ ἄπειρον αὐτὸ ὑποθέσθαι· ἡ γὰρ ἀπει‐ ρία τῆς ὕλης.
10p. 986b17 Οὐ μὴν ἀλλὰ τοσοῦτόν γε οἰκεῖόν ἐστι τῇ νῦν σκέψει. Τὰ μὲν ἄλλα οὐκ οἰκεῖά φησιν εἶναι τῷ περὶ αἰτίων λόγῳ τὸ τὴν
δόξαν ἐκτίθεσθαι τῶν ἓν τὸ πᾶν λεγόντων· οἱ γὰρ οὕτως λέγοντες οὐχ43
in Metaph
.

44

ὡς ἀρχὴν τὸ ἓν τίθενται, οὐδὲ ὡς αἴτιον. ἐπὶ τοσοῦτον δέ φησι χρήσι‐ μον εἶναι καὶ τὴν τούτων ἱστορίαν, ὅτι καὶ τούτων ὁ μὲν ἐπὶ τὴν ὕλην βλέψας ἄπειρον εἶπε τὸ ὄν, ὁ δὲ ἐπὶ τὸ εἶδος πεπερασμένον· ἐν μὲν γὰρ ταῖς αἰτίαις καὶ ἡ ὕλη καὶ τὸ εἶδος, ὥστε εἰ καὶ μὴ αἴτιόν τι λέγουσιν,
5ἀλλὰ ἅ γε λέγουσι καὶ καθ’ ἃ κινηθέντες, ἐν τοῖς κατηριθμημένοις αἰτίοις ἐστίν. Ξενοφάνην δὲ αἰτιᾶται ὡς πρῶτον μὲν τῆσδε τῆς δόξης ἁψάμενον (Παρμενίδην γὰρ τούτου μαθητὴν γενέσθαι), οὐδὲ τῆς φύσεως τούτων τινός, εἴτ’ οὖν εἴδους ἢ τῆς ὕλης, ἁψάμενον, ἀλλ’ εἰς τὸν ὅλον οὐρανὸν ἀποβλέψαντα καὶ ἁπλῶς ἀποφηνάμενον τὸ ἓν εἶναι τὸν θεόν. τὸ δὲ ἑνί‐
10σας ἴσον ἐστὶ τῷ πρῶτος ἓν εἶναι τὸ ὂν εἰπών. ἐπαινεῖ δὲ Παρμενίδην ὡς εὐλογώτερον ἐκείνων θέμενον ἓν εἶναι τὸ ὄν· ἐχρήσατο γὰρ λόγῳ τινὶ καὶ συλλογισμῷ πρὸς τὴν δεῖξιν τούτου, οἱ δὲ ἀγροικότερον ἀπεφήναντο. ὁ δὲ λόγος ᾧ ἐχρῆτο οὗτος· ἐλάμβανε τὸ παρὰ τὸ ὂν μὴ ὄν, ὥσπερ τὸ παρὰ τὸ λευκὸν οὐ λευκόν, τὸ δὲ μὴ ὂν μηδὲν εἶναι· οἷς κειμένοις ἡγεῖτο
15ἐξ ἀνάγκης ἕπεσθαι τὸ ὂν ἓν εἶναι. αὕτη μὲν οὖν ἡ τοῦ λόγου πιθανότης, περὶ δὲ τούτων ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως ἐπὶ πλέον ἐπεξελ‐ ήλυθεν, ἐφ’ ἃ ἡμᾶς καὶ νῦν ἀναπέμπει. ὁμώνυμόν τε γὰρ τὸ ὄν· κἂν εἰ ὡς φύσιν δὲ μίαν σημαῖνον λαμβάνοιτο, οὐδὲ οὕτως ἂν δεικνύοιτο ἓν
εἶναι κατ’ ἀριθμὸν τὸ ὄν. ἔτι συνάγεται μὲν ἐκ τοῦ λόγου τὸ παρὰ τὸ44
in Metaph
.

45

ὂν μηδὲν εἶναι, οὐ μὴν ἓν ἢ μὴ ὄν· τούτῳ δὲ ἀντιστρέφει οὐ τὸ τὸ ὂν ἓν εἶναι ἀλλὰ τὸ τὸ ἓν ὂν εἶναι. ἱστορεῖ δὲ Παρμενίδου καὶ τὴν διττὴν δόξαν, ὃς ἀναγκαζόμενος καὶ τοῖς φαινομένοις ἀκολουθεῖν ἓν μὲν κατὰ λό‐ γον καὶ τὴν ἀλήθειαν ἔλεγε τὸ ὂν εἶναι, πλείω δὲ κατὰ τὴν αἴσθησιν·
5καθ’ ἣν δόξαν γενητὸν τὸν κόσμον καὶ δύο ἀρχὰς ὑπέθετο αὐτοῦ τε καὶ τῶν οὕτως ὄντων, πῦρ τε καὶ γῆν, ὧν τὸ μὲν πῦρ ὂν τὴν δὲ γῆν μὴ ὂν καὶ τὸ ψυχρὸν ἔλεγεν· ὥστε οὐ Δημόκριτος μόνος καὶ Λεύκιππος ἐν ταῖς ἀρχαῖς τὸ ὂν καὶ τὸ μὴ ὂν ἐτίθεντο. ἔλεγε δὲ ἴσως Παρμενίδης μὴ ὂν τὸ ψυχρὸν καθὸ ὑλικὴ αἰτία μᾶλλον αὕτη, δοκεῖ δὲ ἡ ὕλη μὴ ὄν τι εἶναι.
10p. 987a2 Καὶ παρὰ τῶν συνηδρευκότων ἤδη τῷ λόγῳ σοφῶν. Συνηδρευκότων ἀντὶ τοῦ ἐζητηκότων τε καὶ πεφροντικότων περὶ ὧν λέγομεν. ἢ συνηδρευκότων ἤδη τῷ λόγῳ σοφῶν, τούτων ὧν εἰρή‐ καμεν· ὧν γὰρ ἐμνημόνευσεν ἤδη, τούτους λέγοι ἂν συνηδρευκέναι ἤδη τούτῳ τῷ λόγῳ καὶ οἷον παραγεγονέναι. παρὰ μὲν τῶν πρώτων. ὑπο‐
15μιμνήσκει τῶν εἰρημένων ἀρχαίων, ὅτι οἱ μὲν ἀρχαιότεροί τε καὶ πρῶτοι σωματικὴν ἀρχὴν ἐποίουν καὶ ὑλικήν, ὡς ὕδωρ μὲν Θαλῆς, πῦρ δὲ Ἵππασός τε καὶ Ἡράκλειτος, καὶ τὰ τούτοις ὅμοια· καὶ ἀέρα γάρ, ὡς εἴρηκεν, ἐτίθεντο ἀρχὴν Ἀναξιμένης τε καὶ Διογένης. ἐν τούτοις δ’ ἂν καὶ Ἀναξί‐ μανδρος εἴη ὁ τὴν μεταξὺ φύσιν θέμενος, ἧς δόξης ἐμνημόνευσεν ἐν τοῖς
20Περὶ γενέσεως. τοιοῦτοι δὲ καὶ Λεύκιππος καὶ Δημόκριτος· καὶ γὰρ οὗτοι ὑλικὰς τὰς ἀρχὰς ἔθεντο. καὶ τῶν μὲν μίαν τῶν δὲ πλείους. ἔθεντο μίαν, ὡς Θαλῆς Ἀναξιμένης Ἡράκλειτος, πλείους, ὡς οἱ περὶ Λεύκιππόν τε καὶ Δημόκριτον· κατὰ γὰρ τούτους πάντας αἱ ὑλικαὶ ἀρχαὶ πλείους, καὶ κατὰ Παρμενίδην. παρὰ δέ τινων ταύτην τε τὴν αἰτίαν τιθέν‐
25των καὶ πρὸς ταύτῃ τὴν ὅθεν ἡ κίνησις. ταύτην μὲν τὴν ὑλικήν.
λέγει δὲ τοὺς πρὸς ταύτῃ τιθεμένους τὴν ὅθεν ἡ κίνησις Ἀναξαγόραν τε45
in Metaph
.

46

καὶ ὅσοι τὸν νοῦν ἐν ταῖς ἀρχαῖς ἔθεντο ὡς ἀρχὴν ποιητικήν, καὶ Ἐμπε‐ δοκλέα, ὃς τὴν φιλίαν καὶ τὸ νεῖκος προσθεὶς τοῖς τέτταρσι στοιχείοις, ἃ ὕλη ἦν αὐτῷ, ἀρχαῖς ἐχρήσατο· διὸ καὶ εἶπε τὸν μὲν μίαν θέσθαι τὴν ποιητικὴν ἀρχήν, Ἀναξαγόραν λέγων, τὸν δὲ δύο· οὗτος γὰρ Ἐμπεδοκλῆς ἦν.
5p. 987a9 Μέχρι μὲν οὖν τῶν Ἰταλικῶν καὶ χωρὶς ἐκείνων μετριώ‐ τερον εἰρήκασιν. Ἰταλικοὺς μὲν τοὺς Πυθαγορικοὺς λέγει· ἐκεῖ γὰρ αὐτῶν Πυθαγόρας τὸ διδασκαλεῖον συνεστήσατο· ἐν γὰρ Τάραντι. εἰπὼν δὲ μέχρι τῶν Ἰταλικῶν προσέθηκε τὸ καὶ χωρὶς ἐκείνων, ἵνα μὴ ἐγκαταριθμῶμεν
10καὶ τούτους ταῖς λεγομέναις δόξαις, ἐπεὶ τοῦ μέχρι τινὸς ἔστιν ἀκούειν ὡς ἐκείνου τοῦ μέχρι ἐγκαταριθμουμένου τοῖς πρὸ αὐτοῦ. τὸ δὲ μέχρι οὐ κατὰ χρόνον λέγοι ἄν· οὐ γὰρ πρὸ Πυθαγόρου Ἐμπεδοκλῆς, οὗ τῆς δόξης μνημονεύει ὡς οὔσης ἐν τοῖς μέχρι τῶν Ἰταλικῶν· ἀλλὰ τὸ μέχρι ἐπὶ τῆς ἐξαριθμήσεως τῶν δοξῶν ὧν καταριθμεῖται. πρῶτον γὰρ ἐκείνων τῶν
15δοξῶν, εἶθ’ οὕτως τῆς τῶν Πυθαγορείων ἐμνημόνευσεν. εἰπὼν δὲ μέχρι τῆς τῶν Πυθαγορικῶν δόξης τοὺς πλείστους μαλακώτερον περὶ αἰτίας εἰρη‐ κέναι, τουτέστιν ἑνὶ αἰτίῳ χρῆσθαι (τῷ γὰρ ὑλικῷ) χωρὶς τῶν δύο Ἀνα‐ ξαγόρου τε καὶ Ἐμπεδοκλέους· οὗτοι γὰρ πρὸς τῇ ὑλικῇ καὶ τὴν ποιητικὴν προσέλαβον, ὁ μὲν ἓν τοῦτο λέγων ὁ Ἀναξαγόρας, ὁ δὲ διελὼν εἰς δύο,
20Ἐμπεδοκλῆς γάρ· ὃ ἐδήλωσε διὰ τοῦ εἰπεῖν πλὴν ὥσπερ εἴπομεν δυοῖν αἰτίαιν τυγχάνουσι κεχρημένοι, καὶ τούτων τὴν ἑτέραν οἱ μὲν μίαν ποιοῦσιν οἱ δὲ δύο, τὴν ὅθεν ἡ κίνησις, ᾧ λείποι ἂν τὸ τινὲς ἐξ αὐτῶν. γράφεται ἔν τισιν ἀντὶ τοῦ μοναχώτερον “μορυχώτερον,” ὃ ἐξηγούμενοι οἱ μὲν σκοτεινότερον λέγουσιν, οἱ δὲ μαλακώτερον. οὔτε δὲ τὸ
25ὄνομα γνώριμον, οὔτε ἀκόλουθον τοῖς προειρημένοις τὸ τοὺς μέχρι τῶν Πυθαγορείων εἰρηκότας περὶ ἀρχῶν σκοτεινότερον εἰρηκέναι· μᾶλλον γὰρ ἔστιν εὑρεῖν σκοτεινότερον εἰρημένα τὰ ὑπὸ τῶν Πυθαγορείων λεγόμενα. εἰ δὲ μαλακώτερον εἰπεῖν ἐβούλετο, ἐχρήσατο ἂν τῷ ὀνόματι αὐτῷ, ὥσπερ
καὶ ἐν ἄλλοις. προελθὼν μέντοι περὶ πάντων τῶν εἰρηκότων πρὸ αὐτοῦ46
in Metaph
.

47

περὶ ἀρχῶν λέγει “ἀλλὰ πάντες ἀμυδρῶς μέν.” τοὺς δὲ Πυθαγορικούς φησι δύο μὲν καὶ αὐτοὺς τὰς ἀρχὰς λέγειν ὥσπερ καὶ ἄλλοι· τὸ γὰρ κατὰ τὸν αὐτὸν εἰρήκασι τρόπον τούτου ἂν εἴη σημαντικόν. ἀλλὰ καὶ πρὸ ὀλίγου εἴρηκε καὶ αὐτοὺς μόνῃ τῇ ὑλικῇ αἰτίᾳ κεχρῆσθαι· πῶς οὖν νῦν
5δύο λέγει; ἢ δύο λέγει οὐκ εἴδη αἰτίων, ἀλλὰ δύο τὰς ἀρχὰς τὰς ὑλικὰς ἐποίουν, ὥσπερ καὶ ἄλλοι· οἱ γὰρ γῆν καὶ πῦρ θέμενοι δύο καὶ αὐτοὶ τὰς ὑλικὰς ἀρχὰς ἐποίουν. ἢ λέγει ὡς ἀρέσκον αὐτοῖς, ἢ καὶ ἑπόμενον ἐξ ὧν ἔλεγον, τὸ εἶναι μὲν αὐτοῖς ὕλην τὸν ἄπειρον ἀριθμόν (οὗτος δὲ ἦν ὁ ἄρ‐ τιος), εἶδος δὲ τὸν πεπερασμένον, ὃς ἦν ὁ περιττός· καὶ γὰρ προελθὼν
10οὕτως περὶ αὐτῶν μνημονεύει. πῶς δὲ δύο ἔτι αἱ ἀρχαὶ κατὰ τοὺς Πυ‐ θαγορικούς, εἴγε, ὡς λέγει, τὸ πεπερασμένον καὶ τὸ ἄπειρον καὶ τὸ ἕν; τρεῖς γὰρ οὕτω γίγνονται. ἢ τὸ ἓν οὐκ ἦν ἔξω τούτων· προείρηκε γὰρ ὅτι ἀρτιοπέριττον ἔλεγον τὴν μονάδα· εἰ δὲ ἀρτιοπέριττον, καὶ πεπερασμένον καὶ ἄπειρον, ἄπειρον δὲ τὸ ἄρτιον καὶ πεπερασμένον τὸ περιττὸν κατ’ αὐ‐
15τούς· ἀρχαὶ γὰρ κατ’ αὐτοὺς περιττὸν καὶ ἄρτιον πρώτης τῆς μονάδος. καὶ οἱ τὰς δέκα δὲ ἐναντιώσεις ἐν ταῖς ἀρχαῖς θέμενοι τῶν Πυθαγορικῶν εἶεν καὶ αὐτοὶ δυοῖν ἀρχαῖν χρώμενοι· ἀνήγαγον γὰρ ταύτας εἴς τε τὸ ἀγαθὸν καὶ κακόν, τὴν μὲν ἑτέραν τῶν συστοιχιῶν ἀγαθὸν τὴν δὲ ἑτέραν κακὸν λέγοντες. διαφέρειν δέ φησι τῶν ἄλλων τὴν τούτων δόξαν, καθ’
20ὅσον οἱ μὲν ἄλλοι τῷ ἀπείρῳ ἐν τῇ ἀρχῇ χρησάμενοι ἢ τῷ πεπερασμένῳ ἄλλο τι καὶ σῶμα τὸ ἄπειρον καὶ τὸ πεπερασμένον ἐποίουν, συμβεβηκὸς ἔχον τὸ ἄπειρον ἢ τὸ πεπερασμένον (οἱ μὲν γὰρ ὕδωρ ἄπειρον εἶναι, οἱ δὲ ἀέρα, οἱ δέ τινα μεταξὺ φύσιν, ὡς Ἀναξίμανδρος), οὗτοι δὲ αὐτὸ τὸ ἄπειρον καὶ αὐτὸ τὸ πεπερασμένον ὑποκεῖσθαι λέγουσι· τὸν γὰρ ἄρτιον
25ἀριθμὸν τῇ αὐτοῦ φύσει ἄπειρον ὄντα (τὸ γὰρ ἀρτίῳ εἶναι ἀπείρῳ εἶναί47
in Metaph
.

48

ἐστι κατ’ αὐτούς) καὶ τὸν περιττὸν ὄντα τὴν πεπερασμένην φύσιν ὑπετί‐ θεσαν τοῖς οὖσι. τὸ γὰρ ἄπειρον οὗτοι οὐ συμβεβηκὸς ἔλεγον εἶναι ἐκεί‐ νου οὗ κατηγορεῖται (κατηγόρουν δὲ αὐτὸ τοῦ ἀρτίου ἀριθμοῦ), ἀλλ’ οὐσίαν αὐτοῦ. οὐ γὰρ ἐν τῷ τοσοῦτος εἶναι ὁ ἄρτιος ἀριθμὸς ἄπειρος κατ’ αὐ‐
5τούς, ἀλλ’ ἐν τῷ τοιοῦτος· πᾶν γὰρ ἄρτιον καθὸ ἄρτιον ἄπειρον κατ’ αὐ‐ τούς. ὁμοίως δὲ καὶ τὸ ἓν οὐσίαν αὐτὴν καθ’ αὑτήν, ἀλλ’ οὐκ ἄλλῳ τινὶ ὄντι ὑπάρχειν τὸ ἑνὶ εἶναι. ἀλλὰ διὰ τὸ ταῦτα εἶναι τὰ ὑποκείμενα, ἔλεγον ἀριθμὸν εἶναι τὴν πάντων οὐσίαν, ὡς ἐκ τῶν ἀριθμῶν πάντων τῶν ὄντων συγκειμένων· ὡς γὰρ οἷς πῦρ τὸ ὑποκείμενον, πῦρ ἡ οὐσία πάντων,
10οὕτω καὶ οἷς ἀριθμός, ἀριθμὸς ἡ πάντων οὐσία. λέγει δὲ περὶ αὐτῶν ὡς ἐπιχειρησάντων μὲν πρώτων καὶ τί ποτε ἔστιν ἕκαστον τῶν ὄντων ἀποδι‐ δόναι καὶ ὁρίζεσθαι, λίαν μέντοι πραγματευσαμένων τοῦτο ἁπλῶς καὶ ἀβασανίστως καὶ χωρὶς ἐπιστάσεώς τινος. καὶ ἐπὶ τούτοις ἐκτίθεται τὴν δόξαν αὐτῶν, ἣν εἶχον περὶ τούτων. ᾧ γὰρ πρώτῳ ὑπῆρχεν ὁ λεγόμενος
15ὅρος ὑπ’ αὐτῶν, ἐκεῖνο ἔλεγον εἶναι τὸ ὑπὸ τοῦ ὁρισμοῦ δηλούμενον, καὶ τὴν οὐσίαν τὴν τοῦ πράγματος τὴν ὑπὸ τοῦ ὁρισμοῦ δηλουμένην ἐκεῖνο ἔχειν ἔλεγον. οἷον τὴν φιλίαν λέγοντες, εἰ οὕτως ἔτυχεν, ἰσότητα, καὶ διὰ τοῦτο ὑπολαμβάνοντες λόγον αὐτῆς εἶναι τὸ ἰσάκις ἴσον, ᾧ πρώτῳ τῶν ἀριθμῶν ὑπῆρχε τοῦτο, τοῦτον τὸν ἀριθμὸν ἔλεγον φιλίαν, ταὐτὸ ποιοῦντες
20τῷ ἡγουμένῳ ταὐτὸν εἶναι διπλάσιον καὶ δυάδα, ἐπειδὴ πρώτῃ ταύτῃ τὸ διπλάσιον ὑπάρχει. ἥντινα δόξαν εὐθύνων προστέθεικεν ἀλλ’ οὐ ταὐτὸν ἴσως ἐστὶ τὸ εἶναι διπλασίῳ καὶ δυάδι· εἰ δὲ μ, πολλὰ τὸ ἓν ἔσται, ὃ κἀκείνοις συνέβαινε. πολλὰ γὰρ αὐτοῖς τὸ ἓν ἐγίνετο· ὡς γὰρ τῷ λέγοντι ταὐτὸν εἶναι δυάδα τε καὶ διπλάσιον πολλὰ ἡ δυὰς γίνεται
25(πάντα γὰρ οἷς ὁ τοῦ διπλασίου λόγος ἐφαρμόττει), οὕτω κἀκείνοις ἕκα‐ στον τῶν πραγμάτων πολλὰ ἐγίγνετο οὕτως λέγουσιν. εἰ γὰρ φιλία κατ’
αὐτοὺς ὁ ἀριθμὸς ᾧ πρώτῳ ἐφαρμόζει τὸ ἰσάκις ἴσον, γίγνεται μὲν αὐτοῖς48
in Metaph
.

49

ὁ ὁρισμὸς τῆς φιλίας τὸ ἰσάκις ἴσον, τούτου δὲ ὄντος τοῦ ὁρισμοῦ αὐτῆς πάντες οἷς οὗτος ὁ ὁρισμὸς ἐφαρμόζει οἱ ἀριθμοὶ φιλία ἔσονται, οὕτω τε πολλὰ τὸ ἓν ἔσται. ἐκεῖνοι μὲν γὰρ ᾧ πρώτῳ ὑπῆρχε τῶν ἀριθμῶν ὁ λόγος οὗτος, ἐνόμιζον ἐκεῖνον εἶναι τὴν οὐσίαν τοῦ πράγματος· οὐχ οὕτω
5δὲ συμβαίνει. ᾧ γὰρ ἂν ἐφαρμόζοι ὁ ὁρισμὸς πράγματός τινος, ἐκεῖνό ἐστι τὸ πρᾶγμα οὗ ὁ ὁρισμός, καὶ ἀντιστρέφει ἀλλήλοις. πολλὰ δέ ἐστι τὰ ἰσάκις ἴσα· καὶ γὰρ τὰ τέτταρα καὶ τὰ ἐννέα καὶ τὰ ἑκκαίδεκα διαφέροντες ὄντες ἀλλήλων ἀριθμοὶ φιλία ἔσονται· οὕτως δὲ ἓν οὖσα ἡ φιλία πολλὰ γίγνεται, ἐπεὶ καὶ τὸ ἰσάκις ἴσον τῷ τὸν λόγον τὸν αὐτὸν εἶναι, ὃν ἔθεντο
10φιλίαν, κατὰ πολλῶν ἀληθεύεται. τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων συμ‐ βαίνει αὐτοῖς. ἢ ἐστὶ τὸ λεγόμενον τοιοῦτον. εἰ καθ’ ὧν πρώτων ὁ λόγος ἀληθεύεται, ταῦτά ἐστι τὰ αὐτὰ τοῖς κατ’ αὐτὸν λεγομένοις, πολλοὶ δὲ λόγοι ἑνὶ πρώτῳ ἐφαρμόζουσι (τὸν αὐτὸν γὰρ ἀριθμόν, εἰ οὕτω τύχοι, ἔλεγον καιρὸν καὶ Ἀθηνᾶν), πολλὰ ἄρα ὁ αὐτὸς ἀριθμὸς καὶ εἷς ἔσται,
15πολλῶν ἐφαρμοζόντων αὐτῷ λόγων διαφερόντων. p. 987a27 Παρὰ μὲν οὖν τῶν πρότερον καὶ τῶν ἄλλων. Τουτέστι καὶ τῶν ἄλλων πάντων τῶν μετ’ ἐκείνους. p. 987a29 Ἑξῆς τὴν Πλάτωνος ἐκτίθεται δόξαν, καὶ τὰ μὲν πολλά φησι τοῖς Πυθαγορικοῖς αὐτὸν ἀκολουθῆσαι, τὰ δὲ καὶ ἰδίᾳ θέσθαι· ὧν ἰδίων ἓν ἦν
20αὐτοῦ καὶ τὸ περὶ τῶν ἰδεῶν. καὶ λέγει πόθεν ἐκινήθη ἐπὶ τὸ ἰδέας θέ‐ σθαι, καὶ ἱστορεῖ ὅτι παρὰ μὲν Κρατύλου ἔλαβε, συνήθης αὐτῷ γενόμενος ὄντι Ἡρακλειτείῳ, ὅτι πάντα τὰ αἰσθητὰ ἐν ῥύσει ἐστὶ καὶ οὐδέποτε ἵστα‐
ται, καὶ ταύτην ἐφύλαξε τὴν δόξαν ὡς ἀληθῆ. Σωκράτους δὲ ἐν τοῖς ἠθι‐49
in Metaph
.

50

κοῖς πεπραγματευμένου καὶ τὸ καθόλου ζητοῦντος (διαλαμβάνων γὰρ περὶ καλοῦ ἤ τινος ἄλλου ἐζήτει καθόλου τί τὸ καλόν ἐστιν, οὐ τόδε τὸ καλὸν λαμβάνων), καὶ ὁρίζεσθαι τὸ προκείμενον ἀεὶ πειρωμένου—λέγει δὲ περὶ Σωκράτους ὡς μὴ πραγματευσαμένου περὶ τῶν φυσικῶν· πῶς δὲ λέγει
5Σωκράτην πρῶτον ἐπιστῆσαι περὶ ὁρισμῶν, εἴ γε καὶ οἱ Πυθαγόρειοι ταὐτὸν ἐπειρῶντο ποιεῖν, ὡς προείρηκεν, ὄντες αὐτοῦ πρεσβύτεροι; ἢ ὅτι ἐκεῖνοι, ὡς εἶπε, μαλακῶς καὶ ἀμεθόδως—ἀποδεξάμενος οὖν Σωκράτους τὴν περὶ τοὺς ὁρισμούς τε καὶ τὸ καθόλου πραγματείαν, ὑπέλαβε τούτους ἑτέ‐ ρων τινῶν γίγνεσθαί τε καὶ εἶναι φύσεων καὶ οὐ τῶν αἰσθητῶν τινος, οὐδὲ
10τοῦ ἐπὶ τούτοις καθόλου, τῷ ταῦτα καὶ τὰ ἐν τούτοις πάντα, ἐν οἷς καὶ τὰ καθόλου, ἀεὶ ῥεῖν τε καὶ μεταβάλλειν καὶ μηδέποτε ἐπὶ τῆς αὐτῆς φύσεως μένειν· διὸ καὶ ἀδύνατον εἶναι τὸν κοινὸν καὶ καθόλου ὅρον (τοι‐ οῦτοι γὰρ οἱ ὁρισμοί) τῶν αἰσθητῶν τινος εἶναι, διὰ τὸ ταῦτα μηδὲ ὁριστὰ εἶναι τῷ μηδὲ εἶναι ταῦτα. καὶ ταύτας δὲ τὰς φύσεις τὰς παρὰ τὰ αἰ‐
15σθητά, ὧν οἱ ὁρισμοί εἰσιν, ἰδέας προσηγόρευσεν, ἀφ’ ὧν καὶ τὰ αἰσθητὰ εἶναί τε καὶ λέγεσθαι. p. 987b9 Κατὰ μέθεξιν γὰρ εἶναι τὰ πολλὰ τῶν συνωνύμων τοῖς εἴδεσιν. Εἰπὼν τὰ δὲ αἰσθητὰ παρὰ ταῦτα καὶ κατὰ ταῦτα λέγεσθαι
20πάντα (παρὰ ταῦτα γὰρ ὄντα καὶ ἄλλα τούτων ὄντα κατὰ ταῦτα λέγεσθαι, ὃ ἐξηγήσατο διὰ τοῦ κατὰ μέθεξιν γὰρ τὸ εἶναι ἔχει τὰ πολλὰ τῶν αἰ‐ σθητῶν) εἶτα τίνα τὰ πολλὰ ἐξηγούμενος προστέθεικε τὸ τῶν συνωνύμων τοῖς εἴδεσιν, ὃ ἴσον ἂν εἴη τοῖς συνωνύμοις αὐτοῖς εἴδεσι· τὰ γὰρ συνώ‐
νυμα τοῖς εἴδεσι τοιαῦτα. τοῦτο δὲ εἶπεν ὅτι μὴ πάντων τῶν αἰσθητῶν50
in Metaph
.

51

ἔλεγον εἶναι ἰδέας· τῶν γὰρ κατὰ σχέσιν τῶν ἐν τοῖς πρός τι οὐκ ἔθεντο εἶναι ἰδέας, ἀλλ’ οὐδὲ τῶν παρὰ φύσιν τινός, οὐδ’ ὅλως τῶν κακῶν. ἢ εἴη ἂν λέγων τὰ πολλὰ ἀντὶ τοῦ τὰ αἰσθητά, ὡς εἶναι τὸ λεγόμενον, κατὰ μέθεξιν τὰ πολλά τε καὶ αἰσθητά ἐστι τῶν εἰδῶν τούτων οἷς ἐστι συνώ‐
5νυμα· οἱ γὰρ ἄνθρωποι κατὰ μέθεξιν ἀνθρώπου καὶ ἵπποι ἵππου. ὡς εἶναι τὸ λεγόμενον, κατὰ μέθεξιν γὰρ τὸ εἶναι ἔχει τὰ αἰσθητά τε καὶ συνώνυμα τοῖς εἴδεσι, τὴν τῶν εἰδῶν. δύναται καὶ οὕτω τις ἀκούειν τῆς λέξεως, κατὰ μέθεξιν γὰρ τῶν εἰδῶν εἶναι τὰ πολλά, πολλὰ δὲ ταῦτα τὰ συνώνυμα ἀλλήλοις· τὰ γὰρ πολλὰ καὶ συνώνυμα ἀλλήλοις τὸ εἶναι ἔχει κατὰ μέ‐
10θεξιν ἰδέας μιᾶς. οὐ γὰρ πάντα μιᾶς ἰδέας μετέχει, ἀλλ’ ὅσα ὁμοειδῆ τέ ἐστιν ἀλλήλοις καὶ συνώνυμα. οὐ γὰρ ἂν ταῖς ἰδέαις λέγοι τὰ αἰσθητὰ συνώνυμα εἶναι, ἱστορῶν τὴν Πλάτωνος δόξαν, ὁμωνύμους ἐκείνου λέγοντος τὰς ἰδέας τοῖς γινομένοις πρὸς αὐτάς. ἢ καὶ κατὰ Πλάτωνα οὐχ ὁμώνυμοι ἂν εἶεν αἱ ἰδέαι τοῖς πρὸς αὐτάς, ἀλλὰ συνώνυμοι· ἐν οἷς γὰρ χρῆται τῷ
15ὁμωνύμῳ ὀνόματι, κοινότερον ἀντὶ τοῦ συνωνύμου χρῷτο ἄν. εἰ γὰρ μὴ κατὰ τὸν λόγον καὶ τὸ εἶδος ὡμοίωται τῇ ἰδέᾳ τὰ πρὸς αὐτήν, κατὰ τί ἂν ἄλλο; οὐδὲν γὰρ ἐκείναις ἄλλο ὑπάρχει, οὐδέ τι αὐταῖς συμβέβηκε. τὰ δὲ κατὰ τὸ εἶδος ὅμοια συνώνυμα· εἰ γὰρ ὁ αὐτοάνθρωπος εἶδός τί ἐστιν ἁπλοῦν, δῆλον ὅτι τὸ ὡμοιωμένον αὐτῷ κατὰ τὸ εἶδος ἂν ὡμοίωται· ἀλλὰ
20μὴν καὶ οἱ ὁρισμοὶ κατὰ τὸ εἶδος καὶ τῶν ἐνύλων· ὥστε εἰ κατὰ τὸ εἶδος ὅμοιοί εἰσιν οἱ ἄνθρωποι τῇ ἰδέᾳ οὐδὲν ἄλλο οὔσῃ, καὶ ὁ ὁρισμὸς ἂν αὐ‐ τῶν ὁ αὐτὸς καὶ τῆς ἰδέας εἴη, διότι εἰ καὶ μὴ ὁριστὰ ταῦτα ἀλλὰ τὰ εἴδη, ἀλλ’ οἵ γε ὁρισμοὶ ἐκείνων καὶ ἐπὶ τούτων λέγονται· τὸ γὰρ ζῷον λογικὸν θνητὸν καὶ κατὰ τῶν αἰσθητῶν ἀνθρώπων κατηγορεῖται, εἰ καὶ μὴ κυρίως
25τούτων ἐστὶν ὁ ὁρισμός.51
in Metaph
.

52

p. 987b10 Τὴν δὲ μέθεξιν τοὔνομα μόνον μετέβαλε. Τουτέστι μετέθηκε· τὴν γὰρ ὑπὸ τῶν Πυθαγορικῶν μίμησιν λεγομένην αὐτὸς μεταβαλὼν μέθεξιν εἶπε. ταύτην δὲ τὴν μέθεξίν τε καὶ μίμησιν τί τ’ ἔστι καὶ πῶς γίνεται, οὔτε τῶν Πυθαγορικῶν τις οὔτε Πλάτων ἀπέ‐
5δοσαν, ἀλλ’ εἴασαν ἐν κοινῷ ζητεῖσθαι πῶς γίνεται καὶ τίνα τρόπον. ἔοικε δὲ τοῦτο καὶ ὑπὸ Πλάτωνος ἐν τῷ Παρμενίδῃ δηλοῦσθαι. εἶεν δ’ ἂν οἱ Πυθαγορικοὶ λέγοντες κατὰ μίμησιν τῶν πρώτων ἀριθμῶν, οὓς ἔλεγον κυ‐ ρίως εἶναι ἃ κατηγορεῖται αὐτῶν, τοὺς ἄλλους εἶναι τοιούτους. p. 987b14 Ἔτι δὲ παρὰ τὰ αἰσθητὰ καὶ τὰ εἴδη.
10 Ἱστορεῖ καὶ τοῦτο ὅτι Πλάτων τὰ μαθηματικὰ μεταξὺ φύσεις τινὰς καὶ οὐσίας τῶν τε ἰδεῶν καὶ τῶν αἰσθητῶν ἔθετο. μεταξὺ γὰρ ἦν αὐτῶν κατ’ αὐτόν, διαφέροντα τῶν μὲν αἰσθητῶν τῷ ἀίδιά τε εἶναι καὶ ἀκίνητα παντάπασιν, τῶν δὲ ἰδεῶν τῷ τὰς μὲν ἰδέας ἕν τι τῷ ἀριθμῷ εἶναι, τὰ δὲ μαθηματικὰ τὴν ἐν τοῖς πολλοῖς, τουτέστι τοῖς αἰσθητοῖς καὶ τοῖς καθ’
15ἕκαστα, δηλοῦν ὁμοιότητα, ἐνυπάρχοντα τούτοις. οὐ γάρ ἐστιν αὐτὰ καθ’ αὑτὰ ὑφεστῶτα, ἀλλ’ ἐπινοίᾳ· χωρισθείσης γὰρ τῶν ἐνύλων τῆς τε ὕλης καὶ τῆς κινήσεως, καθ’ ἃ καὶ μεθ’ ὧν ἐστιν αὐτοῖς τὸ ὑφεστάναι, κατα‐ λείπεται τὰ μαθηματικὰ τὴν ἐν τοῖς ἐνύλοις καὶ πολλοῖς καὶ διαφέρουσι κατὰ τὰ ὑλικὰ συμπτώματα ὁμοιότητα δηλοῦντα. ἢ τὸ μὲν ἀληθὲς οὕτως
20ἔχει, οὐ μὴν Πλάτων οὕτως ἔλεγεν, ὅς γε φύσεις αὐτὰς καὶ οὐσίας καθ’ αὑτάς τε καὶ ἀιδίους ἐποίει· ἀλλὰ λέγοι ἂν πολλὰ ὅμοια εἶναι ἐπὶ τῶν μαθηματικῶν, ὡς οὐχ ἑνὸς κατὰ τὸν ἀριθμὸν ἑκάστου αὐτῶν ὄντος· πολλὰ γὰρ κατ’ ἀριθμὸν τὰ μαθηματικὰ τρίγωνα καὶ τετράγωνα καὶ τῶν ἄλλων ἕκαστον εἶναι, ὥσπερ καὶ τὰ αἰσθητά, σώζοντα τὴν ὁμοιότητα πρὸς ἄλληλα
25κατὰ τὸν ὁρισμόν· τῶν δὲ ἰδεῶν ἑκάστη κατ’ ἀριθμὸν μία. p. 987b18 Ἐπεὶ δὲ αἴτια τὰ εἴδη.
Ἡγούμενος, φησί, τὰ εἴδη, τουτέστι τὰς ἰδέας, ἀρχὰς εἶναι καὶ αἰτίας52
in Metaph
.

53

τοῖς ἄλλοις πᾶσι τοῦ εἶναι (κατὰ μέθεξιν γὰρ ἐκείνων τὰ ἄλλα), τὰς τῶν ἰδεῶν αὐτῶν πάλιν ἀρχὰς πάντων ἀρχὰς ἔθετο· ἀρχὰς δὲ τῶν ἰδεῶν ὡς μὲν ὕλην καὶ τὸ ὑποκείμενον ἔλεγε τὸ μέγα καὶ τὸ μικρόν, δυάδα τινὰ οὖσαν, ὥς φησιν, ἀόριστον, ὡς δὲ οὐσίαν καὶ εἶδος τὸ ἕν. τοῦτο δὲ ὅπως
5ἔλεγεν ἑξῆς λέγει. ἐξ ἐκείνων γὰρ κατὰ μέθεξιν τοῦ ἑνὸς τὰ εἴδη εἶναι τοὺς ἀριθμούς. ἐξ ἐκείνων, τουτέστι τοῦ μεγάλου καὶ μικροῦ, συνιόντων καὶ εἰδοποιουμένων ὑπὸ τοῦ ἑνὸς κατὰ μέθεξιν, τουτέστι τῷ μεταλαμβάνειν αὐτοῦ, τὰ εἴδη εἶναι, τουτέστι τὰς ἰδέας, αἵτινες καὶ αὐ‐ ταὶ ἀριθμοί εἰσιν· εἰδητικοὺς γὰρ ἀριθμοὺς τὰς ἰδέας λέγουσιν. εἰπὼν δὲ
10τὰ εἴδη προσέθηκε τοὺς ἀριθμούς· τὰ γὰρ ὡς ἀριθμοὶ εἴδη αἱ ἰδέαι, ἐπεὶ εἴδη καὶ ἄλλα ἐστίν, ὥσπερ οὖν καὶ ἀριθμοί. p. 987b22 Τὸ μέντοι γε ἓν οὐσίαν εἶναι καὶ μὴ ἕτερόν γέ τι ὂν λέγεσθαι ἕν. Εἴρηκε γὰρ περὶ τῶν Πυθαγορικῶν ὅτι οὐχ ὑπετίθεσαν ἄλλην τινὰ
15φύσιν τοῖς ἀριθμοῖς, ἀλλ’ αὐτοὺς τοὺς ἀριθμοὺς οὐσίας ἔλεγον εἶναι, καὶ δὴ καὶ τὸ ἓν οὐ κατά τινος ἄλλου ὄντος κατηγόρουν, ἀλλ’ οὐσίαν τινὰ τὸ ἓν ὑπετίθεντο εἶναι ἐν τῷ ἓν εἶναι τὸ εἶναι ἔχουσαν. τοῦτο δὲ καὶ περὶ Πλάτωνος ἱστορεῖ, ὅτι παραπλησίως ἐκείνοις τὸ ἓν οὐσίαν ἔλεγεν εἶναι, οὐκ ἄλλο τι ὂν κατὰ τὸ ὑποκείμενον, ἔπειτα τὸ ἓν εἶναι πεπονθός. τοῦτό τε
20οὖν παραπλησίως φησὶ Πλάτωνα ἐκείνοις λέγειν, καὶ τὸ ἀρχὰς καὶ αἴτια τῶν ὄντων τοὺς ἀριθμοὺς τίθεσθαι, εἰ καὶ μὴ τὸν αὐτὸν τρόπον· οἱ μὲν γὰρ ὡς ἐνυπάρχοντας τοῖς πράγμασι καὶ ὡς ὕλην (ὡς γὰρ ἐξ αὐτῶν πάν‐ των τῶν ὄντων συγκειμένων), Πλάτων δὲ ἐκτὸς αὐτοὺς ἐποίει τῶν οἷς εἰσιν αἴτια· ὡς παραδείγματα γάρ. τὸ δὲ ὡσαύτως εἶπεν οὐχ ὡς ὁμοίως αἰ‐
25τίους τῆς οὐσίας τοὺς ἀριθμοὺς Πλάτωνος τοῖς Πυθαγορικοῖς λέγοντος, ἀλλ’ ὡς καὶ αὐτοῦ ὥσπερ καὶ ἐκείνων αἰτίους τῶν ὄντων τοὺς ἀριθμοὺς εἰ‐
πόντος.53
in Metaph
.

54

p. 987b25 Τὸ δὲ ἀντὶ τοῦ ἀπείρου ὡς ἑνὸς δυάδα ποιῆσαι, τὸ δ’ ἄπειρον ἐκ μεγάλου καὶ μικρο, τοῦτο ἴδιον. Εἰπὼν τίνα παραπλησίως ᾤετο Πλάτων τοῖς Πυθαγορικοῖς, προστί‐ θησι πάλιν καὶ ἐν τίσι διηνέχθη, ὅτι ἐκεῖνοι μὲν ἓν τὸ ἄπειρον καὶ μίαν
5τινὰ φύσιν ἔθεντο, τοῦτο δὲ ἦν ὑποκείμενον καὶ ὑλικὸν αὐτοῖς (ἔστι δὲ τοῦτο ὁ ἄρτιος ἀριθμός· ἓν γὰρ τῷ εἴδει τὸ ἄρτιον· τὸ γὰρ εἰς ἴσα διαι‐ ρούμενον), Πλάτων δὲ δυάδα ἐποίει, τὸ ὑποκείμενον καὶ τὸ ἄπειρον λέγων, καθὸ μὴ εἰδοποιεῖται καθ’ αὑτό· μέγα γὰρ καὶ μικρὸν καὶ ὑπεροχὴν καὶ ἔλλειψιν· ἐν τούτοις γὰρ εἶναι τὴν τοῦ ἀπείρου φύσιν, ἃ ἦν αὐτῷ ἡ ὑλικὴ
10αἰτία. οὐ ταὐτὸν δὲ τῷ εἴδει τὸ μέγα τῷ μικρῷ, οὐδὲ ἡ ὑπεροχὴ τῇ ἐλλείψει· ἐναντία γὰρ ὥστε οὐχ ἕν. τὸ δὲ ἄπειρον εἶπεν ἀντὶ τοῦ τὸ γὰρ ἄπειρον, ὃ κατ’ αὐτὸν ἐκ μεγάλου γίνεται καὶ μικροῦ· τοῦτο γὰρ τὸ ἐν τῇ λέξει κατάλληλον. ἔτι Πλάτων μὲν τοὺς ἀριθμοὺς ἔξω τῶν αἰσθη‐ τῶν ἀπέλιπεν, οὐχ ὡς ὕλην αὐτοὺς τοῖς οὖσιν ὑποβάλλων, οὐδὲ οὕτως αὐ‐
15τῶν αἰτίους τιθεὶς αὐτούς· οἱ δὲ Πυθαγορικοὶ τὰ πράγματα καὶ τὰ ὄντα ἐκ τῶν ἀριθμῶν ἔλεγον συγκεῖσθαι, ἐξ ὧν εἵπετο αὐτοῖς τὸ πάντα τὰ ὄντα ἀριθμοὺς λέγειν. διαφέρουσι δὲ ἀλλήλων καὶ ὅτι Πλάτων μὲν τὰ μαθη‐ ματικὰ μεταξὺ τῶν αἰσθητῶν καὶ τῶν ἰδεῶν ἔθετο, οἱ δὲ Πυθαγορικοὶ οὐδαμῶς.
20p. 987b29 Τὸ μὲν οὖν τὸ ἓν καὶ τοὺς ἀριθμοὺς παρὰ τὰ πράγ‐ ματα ποιῆσαι, καὶ μὴ ὥσπερ οἱ Πυθαγορικο, καὶ ἡ τῶν εἰδῶν εἰσαγωγὴ διὰ τὴν ἐν τοῖς λόγοις ἐγένετο σκέψιν. Εἰπὼν ἐν οἷς διαφωνοῦσι, νῦν λέγει τὴν αἰτίαν δι’ ἣν οὐχ ὁμοίως Πλάτων τοὺς ἀριθμοὺς τῶν ὄντων ἀρχὰς ἔθετο τοῖς Πυθαγορείοις, ἀλλὰ
25καὶ τούτους ἐχώρισε τῶν αἰσθητῶν καὶ τὰς ἰδέας ἄλλας τινὰς οὐσίας τε
καὶ φύσεις παρὰ τὰς αἰσθητὰς οὐσίας ἐτίθετο· διὰ γὰρ τὴν ἐν τοῖς λόγοις54
in Metaph
.

55

ἐξέτασιν, φησί, καὶ τὴν διαλεκτικήν, ἧς οἱ πρότεροι ἔτι ἦσαν ἄγευστοι. τοῦ δὲ ἀκολούθου θεωρητικὸς γενόμενος Πλάτων καὶ διαιρέσει τε συνεθι‐ σθεὶς ἐκ διαλεκτικῆς χρῆσθαι καὶ ὁρισμοῖς (ἄμφω γὰρ ταῦτα τοῦ διαλεκτι‐ κοῦ) ἦλθεν εἰς ἐπίνοιαν διὰ τούτων τοῦ χωρίζειν τινὰ τῶν αἰσθητῶν καὶ
5ὑπολαμβάνειν εἶναί τινας ἄλλας φύσεις παρὰ τὰ αἰσθητά. ἥ τε γὰρ διαί‐ ρεσις ἡ μὲν τῶν γενῶν τε καὶ εἰδῶν οὐκ αἰσθητῶν, ἡ δὲ τῶν αἰσθητῶν ἀνάλυσίς ἐστι τῶν αἰσθητῶν εἰς τὰ στοιχεῖα καὶ τὰς ἀρχάς, ἃ οὐκ αἰ‐ σθητά. οὐ γὰρ ταὐτὸν τῶν αἰσθητῶν ἕκαστον τῷ καθ’ ὃ τὸ εἶναί ἐστιν αὐτῷ τοιούτῳ· οὔτε γὰρ τὸ τεχνητὸν τῇ τέχνῃ οὔτε τὸ φυσικὸν τῇ φύσει.
10ὥστε εἰ καὶ οἱ ἀριθμοὶ αἴτιοι τοῖς αἰσθητοῖς τοῦ τοιοῖσδε ἢ τοιοῖσδε εἶναι, ὁμοίως δὲ καὶ αἱ ἰδέαι, εἴη ἂν κεχωρισμένα αὐτῶν. ἀλλὰ καὶ οἱ ὁρισμοὶ οὐκ αἰσθητῶν· οὐ γὰρ τῶν καθ’ ἕκαστα ἀλλὰ τῶν καθόλου. διὰ τούτων οὖν τῶν διαλεκτικῶν θεωρημάτων συνήθης ἐγένετο τῇ τῶν νοητῶν θεωρίᾳ. τὸ δὲ ἓν οὐσίαν μὲν καὶ φύσιν τινὰ καὶ αὐτὸς ἔλεγε καθ’ αὑτήν, ὥσπερ
15κἀκεῖνοι· ἀλλ’ ἐκεῖνοι μὲν τὰ πράγματα ἔκ τε τούτου καὶ τῶν ἄλλων ἀρι‐ θμῶν ἐγέννων, ὁ δὲ Πλάτων οὔ. p. 987b33 Τὸ δὲ δυάδα ποιῆσαι τὴν ἑτέραν φύσιν διὰ τὸ τοὺς ἀριθμοὺς ἔξω τῶν πρώτων εὐφυῶς ἐξ αὐτῆς γεννᾶσθαι, ὥσπερ ἔκ τινος ἐκμαγείου.
20 Ἀρχὰς μὲν τῶν ὄντων τοὺς ἀριθμοὺς Πλάτων τε καὶ οἱ Πυθαγόρειοι ὑπετίθεντο, ὅτι ἐδόκει αὐτοῖς τὸ πρῶτον ἀρχὴ εἶναι καὶ τὸ ἀσύνθετον, τῶν δὲ σωμάτων πρῶτα τὰ ἐπίπεδα εἶναι (τὰ γὰρ ἁπλούστερά τε καὶ μὴ συναναιρούμενα πρῶτα τῇ φύσει), ἐπιπέδων δὲ γραμμαὶ κατὰ τὸν αὐτὸν λόγον, γραμμῶν δὲ στιγμαί, ἃς οἱ μαθηματικοὶ σημεῖα αὐτοὶ δὲ μονάδας
25ἔλεγον, ἀσύνθετα παντάπασιν ὄντα καὶ οὐδὲν πρὸ αὑτῶν ἔχοντα· αἱ δὲ
μονάδες ἀριθμοί, οἱ ἀριθμοὶ ἄρα πρῶτοι τῶν ὄντων. καὶ ἐπεὶ τὰ εἴδη55
in Metaph
.

56

πρῶτά τε καὶ αἱ ἰδέαι πρῶται τῶν πρὸς αὐτὰ ὄντων κατ’ αὐτὸν καὶ παρ’ αὐτῶν τὸ εἶναι ἐχόντων (ἃ ὅτι ἔστι, διὰ πλειόνων ἐπειρᾶτο δεικνύναι), τὰ εἴδη ἀριθμοὺς ἔλεγεν. εἰ γὰρ τὸ μονοειδὲς πρῶτον τῶν πρὸς αὐτοῦ ὄντων, μηδὲν δὲ πρῶτον ἀριθμοῦ, τὰ εἴδη ἀριθμοί. διὸ καὶ τὰς τοῦ ἀριθμοῦ
5ἀρχὰς τῶν τε εἰδῶν ἀρχὰς ἔλεγεν εἶναι καὶ τὸ ἓν τῶν πάντων. ἔτι τὰ μὲν εἴδη τῶν ἄλλων ἀρχαί, τῶν δὲ ἰδεῶν ἀριθμῶν οὐσῶν ἀρχαὶ αἱ τοῦ ἀριθμοῦ ἀρχαί· ἀρχὰς δὲ ἀριθμοῦ ἔλεγεν εἶναι τήν τε μονάδα καὶ τὴν δυάδα. ἐπεὶ γὰρ ἔστιν ἐν τοῖς ἀριθμοῖς τὸ ἕν τε καὶ τὸ παρὰ τὸ ἕν, ὅ ἐστι πολλά τε καὶ ὀλίγα, ὃ πρῶτον παρὰ τὸ ἕν ἐστιν ἐν αὐτοῖς, τοῦτο
10ἀρχὴν ἐτίθετο τῶν τε πολλῶν καὶ τῶν ὀλίγων. ἔστι δὲ ἡ δυὰς πρώτη παρὰ τὸ ἕν, ἔχουσα ἐν αὑτῇ καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον· τὸ μὲν γὰρ δι‐ πλάσιον πολύ, τὸ δὲ ἥμισυ ὀλίγον, ἅ ἐστιν ἐν τῇ δυάδι· ἔστι δὲ ἐναντία τῷ ἑνί, εἴ γε τὸ μὲν ἀδιαίρετον τὸ δὲ διῃρημένον. ἔτι δὲ τὸ ἴσον καὶ τὸ ἄνισον ἀρχὰς ἁπάντων τῶν τε καθ’ αὑτὰ ὄντων καὶ τῶν ἀντικειμένων
15ἡγούμενος δεικνύναι (πάντα γὰρ ἐπειρᾶτο ὡς εἰς ἁπλούστατα ταῦτα ἀνά‐ γειν), τὸ μὲν ἴσον τῇ μονάδι ἀνετίθει, τὸ δὲ ἄνισον τῇ ὑπεροχῇ καὶ τῇ ἐλλείψει· ἐν δυσὶ γὰρ ἡ ἀνισότης μεγάλῳ τε καὶ μικρῷ, ἅ ἐστιν ὑπερέχον τε καὶ ἐλλεῖπον. διὸ καὶ ἀόριστον αὐτὴν ἐκάλει δυάδα, ὅτι μηδέτερον, μήτε τὸ ὑπερέχον μήτε τὸ ὑπερεχόμενον, καθὸ τοιοῦτον, ὡρισμένον, ἀλλ’
20ἀόριστόν τε καὶ ἄπειρον. ὁρισθεῖσαν δὲ τῷ ἑνὶ τὴν ἀόριστον δυάδα γίγνε‐ σθαι τὴν ἐν τοῖς ἀριθμοῖς δυάδα· ἓν γὰρ τῷ εἴδει ἡ δυὰς ἡ τοιαύτη. ἔτι πρῶτος μὲν ἀριθμὸς ἡ δυάς· ταύτης δὲ ἀρχαὶ τό τε ὑπερέχον καὶ τὸ ὑπερεχόμενον, ἐπεὶ ἐν μὲν τῇ δυάδι πρώτῃ τὸ διπλάσιον καὶ τὸ ἥμισυ· τὸ μὲν γὰρ διπλάσιον καὶ τὸ ἥμισυ ὑπερέχον τε καὶ ὑπερεχόμενον,
25οὐκέτι δὲ τὸ ὑπερέχον τε καὶ ὑπερεχόμενον διπλάσιον καὶ ἥμισυ· ὥστε ταῦτα τοῦ διπλασίου εἶναι στοιχεῖα. καὶ ἐπεὶ ὁρισθέντα τὸ ὑπερ‐ έχον τε καὶ τὸ ὑπερεχόμενον διπλάσιον καὶ ἥμισυ γίγνεται (οὐκέτι γὰρ ἀόριστα ταῦτα, ὥσπερ οὐδὲ τὸ τριπλάσιον καὶ τὸ τρίτον ἢ τετραπλά‐ σιον καὶ τέταρτον ἤ τι τῶν ἄλλων τῶν ὡρισμένην ἐχόντων τὴν ὑπεροχὴν
30ἤδη), τοῦτο δὲ ἡ τοῦ ἑνὸς φύσις ποιεῖ (ἓν γὰρ ἕκαστον, καθὸ τόδε τί ἐστι καὶ ὡρισμένον), εἴη ἂν στοιχεῖα τῆς δυάδος τῆς ἐν τοῖς ἀριθμοῖς τό τε ἓν καὶ τὸ μέγα καὶ τὸ μικρόν. ἀλλὰ μὴν πρῶτος ἀριθμὸς ἡ δυάς· ταῦτα ἄρα τῆς δυάδος στοιχεῖα. καὶ διὰ τοιαῦτα μέν τινα ἀρχὰς τῶν τε ἀριθμῶν καὶ τῶν ὄντων ἁπάντων ἐτίθετο Πλάτων τό τε ἓν καὶ τὴν δυάδα,
35ὡς ἐν τοῖς Περὶ τἀγαθοῦ Ἀριστοτέλης λέγει. λέγει δὲ νῦν καὶ διὰ56
in Metaph
.

57

τοῦτο αὐτὸν δυάδα ποιῆσαι τὴν ἑτέραν φύσιν τῶν ἀρχῶν, διὰ τὸ τοὺς ἀριθμοὺς ἔξω τῶν πρώτων εὐφυῶς ἐξ αὐτῆς γεννᾶσθαι ὥσπερ ἔκ τινος ἐκμαγείου· τοῦτο δὲ ὅτι δοκεῖ αὐτῷ ἡ δυὰς διαιρε‐ τικὴ παντὸς εἶναι ᾧ προσήγετο· διὸ καὶ δυοποιὸν αὐτὴν ἐκάλει. δὶς γὰρ
5ἕκαστον τῶν οἷς προσάγεται ποιοῦσα διαιρεῖ πως αὐτό, οὐκ ἐῶσα μένειν ὃ ἦν· ἥτις διαίρεσις γένεσίς ἐστιν ἀριθμῶν. ὥσπερ τὰ ἐκμαγεῖα καὶ οἱ τύποι πάντα τὰ ἐναρμοσθέντα αὐτοῖς ὅμοια ποιοῦσιν, οὕτω καὶ ἡ δυὰς ὥσπερ τι οὖσα ἐκμαγεῖον τῶν μετ’ αὐτὴν γεννητικὴ ἀριθμῶν γίνεται, ἕκαστον ᾧ ἂν προσαχθῇ δύο τε καὶ διπλοῦν ποιοῦσα. τῷ μὲν γὰρ ἑνὶ προσαχθεῖσα
10τὰ δύο ἐποίησε (δὶς γὰρ ἓν δύο), τοῖς δὲ δύο τὰ τέσσαρα (δὶς γὰρ δύο τὰ τέσσαρα), τοῖς δὲ τρισὶ τὰ ἕξ· δὶς γὰρ τρία ἕξ. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. τὸ δὲ ἔξω τῶν πρώτων εἶπεν ἀντὶ τοῦ ἔξω τῶν περιττῶν. οὐκέτι γὰρ τοῦτον τὸν τρόπον ἡ γένεσις τῶν περιττῶν ἀριθμῶν γίνεται· οὐ γὰρ κατὰ διπλασιασμὸν ἢ τὴν εἰς δύο διαίρεσιν ἡ γένεσις τῶν περιττῶν ἀριθμῶν. νῦν
15μὲν οὖν πρώτους ἀριθμοὺς ἁπλῶς πάντας εἶπε τοὺς περιττούς· πρῶτοι γὰρ οὗτοι τῶν ἀρτίων συνήθως. πρῶτοι δὲ ἀριθμοὶ λέγονται ἁπλῶς οἱ μονάδι μόνῃ μετρούμενοι, ὡς ὁ τρία καὶ ὁ πέντε καὶ ὁ ἑπτά (εἴη δ’ ἂν καὶ ἡ δυὰς τοιαύτη), πρὸς ἀλλήλους δὲ οἱ κοινὸν μέτρον μονάδα μόνην ἔχοντες, μετρούμενοι μέντοι καθ’ ἑαυτοὺς καὶ ὑπ’ ἀριθμοῦ τινος. οὕτως ἔχουσι
20πρὸς ἀλλήλους ὁ ὀκτὼ καὶ ὁ ἐννέα· κοινὸν γὰρ τούτων μέτρον μόνη ἡ μονάς· καίτοι ἑκάτερος αὐτῶν ἔχει τινὰ ἀριθμὸν μέτρον, ὁ μὲν ὀκτὼ τόν τε δύο καὶ τὸν τέσσαρα, ὁ δὲ ἐννέα τὸν τρία. νῦν μέντοι πρώτους λέγοι ἂν πάν‐ τας τοὺς περιττοὺς ὡς πρώτους τῶν ἀρτίων ὄντας· οὐδεὶς γὰρ αὐτῶν κατὰ τὸν προειρημένον τρόπον ὑπὸ τῆς δυάδος γεννᾶται· μονάδος γὰρ προστιθε‐
25μένης ἑκάστῳ τῶν ἀρτίων ἀριθμῶν οἱ περισσοὶ γίγνονται, μονάδος δὲ οὐ τοῦ ἑνὸς τοῦ ὡς ἀρχῆς (εἰδοποιὸν γὰρ τοῦτο ἀλλ’ οὐχ ὑλικόν), ἀλλ’ ὥσπερ ἦν δυὰς τὸ μέγα καὶ τὸ μικρὸν ὁρισθέντα τῷ ἑνί, οὕτω καὶ ἑκάτερον ἐκείνων ὁριζόμενον τῷ ἑνὶ μονὰς εἶναι λέγεται. τὸ δὲ ἔξω τῶν πρώ‐ των εἴρηκεν ἀντὶ τοῦ τῶν ἁπλῶς πρώτων· οὗτοι δὲ ἦσαν οἱ μονάδι μόνῃ
30μετρούμενοι, ὡς τρία, πέντε, ἑπτά. τούτους δὲ μόνους μὴ γεννᾶσθαι ὑπὸ τῆς δυάδος, ὅτι οἱ μὲν ἄλλοι πάντες οἱ παρὰ τοὺς πρώτους γεννῶνται ἀρι‐ θμοὶ ἐπ’ ἀριθμοῦ γενόμενοι (διὸ ἐπειδὴ ἡ γένεσις αὐτῶν ἐκ δύο ἀριθμῶν, ἐκ δυάδος ἂν εἶεν γενόμενοι), οἱ δὲ ἁπλῶς πρῶτοι μὴ γενόμενοι οὕτως
οὐδ’ ἂν ὑπὸ τῆς δυάδος γεννᾶσθαι λέγοιντο.57
in Metaph
.

58

p. 988a1 Καίτοι συμβαίνει γ’ ἐναντίως· οὐ γὰρ εὔλογον οὕτω. Εἰπὼν ὡς ὕλην ἀρχὴν εἶναι κατὰ Πλάτωνα τὴν ἀόριστον δυάδα, καὶ ἔτι ὅτι ἡ δυὰς αὐτῷ ἀρχὴ ὑλικὴ δοκεῖ, προσθεὶς ὅτι γὰρ ἄπειρος τῇ αὐ‐ τῆς φύσει καὶ γεννητικὴ πλήθους, αἰτιᾶται τῆς δόξης τοῦτο ὡς μὴ τοῖς
5φαινομένοις τε καὶ γινομένοις ὁμολογουμένως λεγόμενον. οἱ μὲν γὰρ τὴν δυάδα ὡς ὕλην ἀρχὴν τιθέμενοι πολλῶν αὐτὴν ποιοῦσι γεννητικήν· αὕτη γὰρ αὐτοῖς ἡ αὐτὴ λαμβανομένη τοῦ πλήθους καὶ τῶν ἀρτίων ἀριθμῶν πάντων γεννητική, τοὺς μὲν συντιθεῖσά τε καὶ οὕτως γεννῶσα, τοὺς δὲ δι‐ αιροῦσα δίχα· ἡ δὲ κατὰ τὸ εἶδος αὐτοῖς ἀρχὴ ἑνοποιός ἐστι τῷ ἕν τι
10εἶναι πᾶν τὸ εἶδος πεπερασμένον τε καὶ ὡρισμένον κατὰ τὸ εἶναι. καὶ γὰρ τῶν ἀριθμῶν ἕκαστος ἕν τι· ἑνοποιὸν μὲν γάρ τι τὸ ἓν αὐτό, διχο‐ ποιὸς δὲ ἡ ἀόριστος δυάς. οὐ μὴν οὕτως ἐπὶ τῶν γινομένων ἔχει, ἃ ἐκείνοις ὡμοίωται καὶ πρὸς ἐκεῖνα τὸ εἶναι ἔχει, ἀλλ’ ἔμπαλιν· ἡ μὲν γὰρ ὕλη ἡ μία κατ’ ἀριθμὸν ἑνός τινος εἴδους ἐστὶ δεκτική τε καὶ γεννητική· οὐ
15γὰρ οἷόν τε ἐπὶ τῇ αὐτῇ ὕλῃ κατὰ τὸν ἀριθμὸν ἅμα εἴδη πλείω εἶναι, ὡς εἶναι τὸ αὐτὸ ξύλον καὶ κλίνην καὶ τράπεζαν καὶ βάθρον, ἀλλ’ ἡ μία ὕλη ἕν τι εἶδος ἐνεργείᾳ μόνον ἔχει. τὸ μέντοι εἶδος ἓν ὂν τῷ ἀριθμῷ πλείονα εἴδη ποιεῖ· ἡ γὰρ τέχνη εἶδός τι ἓν οὖσα καὶ ὁ τεχνίτης τις εἷς ὢν κατ’ ἀριθμὸν πλειόνων ἐστὶ καὶ διαφερόντων ποιητικός· ἡ γοῦν τεκτο‐
20νικὴ καὶ ὁ ἔχων αὐτὴν καὶ κλίνην ποιεῖ καὶ βάθρον καὶ τράπεζαν, ὁ αὐ‐ τὸς καὶ εἷς ὢν κατὰ ἀριθμόν. ὁμοίως δὲ ἔχει τοῦτο καὶ ἐπὶ τοῦ ἄρρενος καὶ θήλεος, ὧν τὸ μὲν θῆλυ ὕλην παρέχον τῷ γινομένῳ ὑπὸ μιᾶς πληροῦται ὀχείας, τὸ δὲ ἄρρεν πολλὰ θήλεα πληρο. p. 988a7 Πλάτων μὲν οὖν περὶ τῶν ζητουμένων οὕτως διώρισε.
25 Ὑφ’ ἡμῶν δὲ ζητοῦνται αἱ ἀρχαὶ καὶ τὰ αἴτια τῶν ὄντων. περὶ μὲν οὖν τῶν ἀρχῶν ταῦτα εἴρηται Πλάτωνι. φανερὸν δὲ ἐκ τῶν εἰρημένων ὅτι δυοῖν αἰτίαιν ἐστὶ μόνον κεχρημένος. τῶν τεσσάρων αἰτίων ὧν ἐξέθετο οὗτος τοῖς δύο φησὶ κεχρῆσθαι Πλάτωνα, τῇ τε ὑλικῇ καὶ τῇ κατὰ τὸ εἶδος· τὰ γὰρ εἴδη καὶ αἱ ἰδέαι αὐτῷ τοῦ εἴδους εἰσὶ παρεκτικαὶ
30αἰτίαι, ὥσπερ οὖν καὶ αὐτοῖς πάλιν τοῖς εἴδεσι καὶ ταῖς ἰδέαις τὸ ἓν αἴτιον
τοῦ εἴδους· ἡ γὰρ δυὰς ὕλης ἐν αὐτοῖς ἐπέχει λόγον. φέρεται ἔν τισι58
in Metaph
.

59

γραφὴ τοιαύτη “τὰ γὰρ εἴδη τοῦ τί ἐστιν αἴτια τοῖς ἄλλοις, τοῖς δὲ εἰδόσι τὸ ἓν καὶ τῇ ὕλῃ”. καὶ εἴη ἂν δι’ αὐτῆς λεγόμενον ἔτι τοῖς οὐκ εἰδόσι τὴν Πλάτωνος δόξαν τὴν περὶ τῶν ἀρχῶν ὅτι τὸ ἓν καὶ ἡ ὑποκειμένη ὕλη ἀρχαὶ καὶ ὅτι τὸ ἓν καὶ τῇ ἰδέᾳ αἴτιον τοῦ τί ἐστιν. ἀμείνων μέντοι ἡ
5πρώτη γραφὴ ἡ δηλοῦσα ὅτι τὰ μὲν εἴδη τοῖς ἄλλοις τοῦ τί ἐστιν αἴτιον, τοῖς δὲ εἴδεσι τὸ ἕν. ἱστορεῖ δὲ Ἀσπάσιος ὡς ἐκείνης μὲν ἀρχαιοτέρας οὔσης τῆς γραφῆς, μεταγραφείσης δὲ ταύτης ὕστερον ὑπὸ Εὐδώρου καὶ Εὐαρμόστου. p. 988a11 Καὶ τίς ἡ ὕλη ἡ ὑποκειμένη, καθ’ ἧς τὰ εἴδη.
10 Εἰπὼν δύο αἰτίαις αὐτὸν κεχρῆσθαι, καὶ μνημονεύσας τῆς κατὰ τὸ εἶδος αἰτίας, καὶ δείξας πῶς αὕτη ἐστὶν αἰτία, προστίθησι τὴν δευτέραν, καί φησι ταύτην εἶναι τὴν ὑλικήν. τίς γὰρ ἦν ἡ ὕλη ἡ ὑποκειμένη, καθ’ ἧς τὰ εἴδη ἔν τε τοῖς αἰσθητοῖς καὶ ἐν ταῖς ἰδέαις, λέγεται ὑπ’ αὐτοῦ. εἰπὼν δὲ τὰ γὰρ εἴδη τοῦ τί ἐστιν αἴτια τοῖς ἄλλοις, τοῖς δὲ εἴδεσι
15τὸ ἕν, λέγων καὶ περὶ τῆς ὕλης τῆς ὑπὸ τῶν προειρημένων εἰδοποιου‐ μένης, τῆς ἐν ἀμφοτέροις ἐμνημόνευσεν εἰπὼν καθ’ ἧς τὰ εἴδη τὰ μὲν ἐπὶ τῶν αἰσθητῶν τὰ δὲ ἐπὶ τοῖς εἴδεσι λέγεται, ἴσον λέγων τῷ καθ’ ἧς τὰ εἴδη λέγεται τά τε ἐπὶ τοῖς αἰσθητοῖς καὶ τὰ ἐπὶ τοῖς εἴδεσι, τουτέστι ταῖς ἰδέαις· λέγεται γὰρ καὶ ἐν ἐκείναις καὶ ἐν τοῖς αἰσθητοῖς
20εἶναί τις ὕλη ὑποκειμένη, καθ’ ἧς τὰ εἴδη, τουτέστιν ἡ εἰδοποιουμένη. ὅτι γὰρ δυάς ἐστιν αὕτη, δυὰς δὲ ποταπή, διὰ τῆς προσθήκης ἐδήλωσεν· οὐ γὰρ ἡ ὡρισμένη καὶ ἐν τοῖς ἀριθμοῖς, ἀλλ’ ἡ ἀόριστος· τοιαύτη γὰρ τὸ μέγα καὶ τὸ μικρόν. γράφεται καὶ οὕτως καθ’ ἧς τὰ εἴδη μὲν ἐπὶ τῶν αἰσθητῶν, τὸ δὲ ἓν ἐν τοῖς εἴδεσι λέγεται, καὶ εἴη ἂν τὸ λε‐
25γόμενον, καθ’ ἧς ὕλης τὰ μὲν εἴδη ἔστι τε καὶ λέγεται ἐν τοῖς αἰσθητοῖς (ἐν γὰρ τῇ ὕλῃ ταύτῃ τὰ εἴδη ἐστὶ τὰ τῶν αἰσθητῶν), τὸ δὲ ἓν ἐν τοῖς εἴδεσι καὶ ταῖς ἰδέαις· ἡ γὰρ ἐν ἐκείνοις ὕλη ὑπὸ τοῦ ἑνὸς εἰδοποιεῖται. ζητήσαι δ’ ἄν τις πῶς λέγοντος Πλάτωνος καὶ ποιητικὸν αἴτιον, ἐν οἷς λέγει “τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦ παντὸς εὑρεῖν τε καὶ δεῖξαι
30ἔργον”, ἀλλὰ καὶ τὸ οὗ ἕνεκεν καὶ τέλος, δι’ ὧν πάλιν λέγει “περὶ τὸν πάντων βασιλέα πάντα ἔστι κἀκείνου ἕνεκα πάντα”, οὐδετέρου τούτων τῶν αἰτίων ἐμνημόνευσεν ὁ Ἀριστοτέλης ἐν τῇ δόξῃ τῇ Πλάτωνος; ἢ ὅτι ἐν
οἷς περὶ αἰτίων ἔλεγεν, οὐδενὸς τούτων ἐμέμνητο, ὡς ἐν τοῖς Περὶ τἀγα‐59
in Metaph
.

60

θοῦ δέδειχεν· ἢ ὅτι τῶν ἐν γενέσει καὶ φθορᾷ οὐ τίθεται ταῦτα αἴτια, ἀλλ’ οὐδὲ ἐξειργάσατό τι περὶ αὐτῶν. εἰπὼν δὲ τὴν ὑλικὴν ἀρχὴν τοὺς μὲν σωματικὴν τοὺς δὲ ἀσώματον ὑποτιθέναι, πρώτου ἐμνημόνευσε τῶν ἀσώματον λεγόντων Πλάτωνος, ὃς τὸ μέγα καὶ τὸ μικρὸν ἔλεγεν, καὶ τῶν
5Πυθαγορικῶν, οἳ τὸ ἄπειρον, τοῦτο δ’ ἦν τὸ ἄρτιον. οὐκ ἐμνημόνευσε δὲ Λευκίππου τε καὶ Δημοκρίτου, καθ’ οὓς καὶ σῶμά τι καὶ ἀσώματον ἡ ὕλη· τὸ γὰρ κενὸν οὕτως ἦν. φθάνει δὲ καὶ προειρηκέναι περὶ τούτων. προσέθηκε δὲ τῇ ἱστορίᾳ καὶ τὴν Ἀναξιμάνδρου δόξαν, ὃς ἀρχὴν ἔθετο τὴν μεταξὺ φύσιν ἀέρος τε καὶ πυρός, ἢ ἀέρος τε καὶ ὕδατος· λέγεται γὰρ
10ἀμφοτέρως. p. 988a14 Ἔτι τε καὶ τὴν τοῦ εὖ καὶ τὴν τοῦ κακῶς αἰτίαν τοῖς στοιχείοις ἀπέδωκεν ἑκατέροις ἑκατέραν. Καὶ τοῦτο περὶ Πλάτωνος λέγει, ὅτι τὴν τοῦ εὖ τε καὶ τοῦ κακῶς αἰτίαν, τουτέστι τὴν τῶν ἀγαθῶν τε καὶ τὴν τῶν κακῶν αἰτίαν, τοῖς στοι‐
15χείοις ἀπέδωκεν ἑκατέροις ἑκατέραν, τὴν μὲν τοῦ εὖ τῷ ἑνί (τοῦτο γὰρ τὸ ὁρίζον αὐτὸ καὶ τὸ εἰδοποιοῦν), τὴν δὲ τοῦ κακῶς τῇ ἀορίστῳ δυάδι· αὕτη γὰρ τοῦ τε πλήθους καὶ τῆς ἀνισότητος καὶ τῆς ἐν τοῖς οὖσιν ἀορι‐ στίας αἰτία κατ’ αὐτόν. εἰπὼν δὲ εἰρηκέναι Πλάτωνα περὶ τῆς ποιητικῆς αἰτίας (ἑκατέρῳ γὰρ τῶν στοιχείων ἀνατεθεικέναι αὐτὸν αἰτίαν ποιητικήν,
20τῷ μὲν ἑνὶ τὴν τοῦ εὖ, τῇ δὲ ἀορίστῳ δυάδι τὴν τοῦ κακῶς), ὑπέμνησεν ἡμᾶς ὡς περὶ τῆς τοιαύτης αἰτίας καὶ πρότερόν τινων ἐπιζητησάντων τε καὶ εἰπόντων, εἰπὼν ὥσπερ φαμὲν καὶ τῶν προτέρων ἐπιζητῆσαί τινας φιλοσόφων, οἷον Ἐμπεδοκλέα καὶ Ἀναξαγόραν· ὧν Ἐμπε‐ δοκλῆς μὲν οὐ μόνον τῷ τοῦ εὖ αἰτίῳ ἐχρήσατο ἀλλὰ καὶ τῷ τοῦ κακῶς,
25διελὼν τὸ ποιητικὸν αἴτιον, ὡς εἴρηκε καὶ περὶ Πλάτωνος· Ἀναξαγόρᾳ δὲ ὁ νοῦς τοῦ εὖ τε καὶ κακῶς μόνον ἦν ποιητικὸν αἴτιον, ὡς εἴρηκεν. p. 988a18 Συντόμως μὲν οὖν καὶ κεφαλαιωδῶς. Συντόμως φησὶ καὶ ἐπὶ κεφαλαίων ἐπεληλυθέναι τίνες τὰ περὶ ἀρχῶν εἶπον τῶν πρὸ αὐτοῦ καὶ πῶς. περὶ δὲ τῆς ἀληθείας. ἀλήθειαν ἔθος
30αὐτῷ λέγειν τὴν θεωρητικὴν φιλοσοφίαν. ὅμως δὲ τοσοῦτον ἔχομεν ἐξ αὐτῶν. οὗ χάριν ἦλθεν ἐπὶ τὴν περὶ τῶν ἀρχῶν ἱστορίαν, ὑπέμνησεν
ἡμᾶς· τοῦ γὰρ βεβαιώσασθαι ὅτι μηδεὶς τρόπος αἰτίας ἄλλος ἔστι παρὰ60
in Metaph
.

61

τοὺς τέσσαρας τοὺς δεδειγμένους ἐν τῇ Φυσικῇ ἀκροάσει. ὃ δῆλον γέγονε· πάντες γὰρ οἱ περὶ αἰτίων εἰρηκότες τούτων τινὸς τῶν αἰτίων μνημονεύ‐ ουσιν· εἰ γὰρ καὶ μὴ ἐναργῶς μηδὲ διηρθρωμένως εἰρήκασιν ἀλλ’ ἀμυδρῶς καὶ ἀδιαρθρώτως, ἀλλ’ οὖν ἐκείνων πως ἁπτόμενοι φαίνονται. ὅτι δὲ καὶ
5τὸν περὶ τῶν τεσσάρων αἰτίων λόγον ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως προηγουμένως πεποίηται, πρόχειρον εἰδέναι τοῖς ἐντυγχάνουσι· διὸ εἶπε τῶν ἐν τοῖς περὶ φύσεως ἡμῖν διωρισμένων. καὶ ἔπεισι καὶ δεί‐ κνυσι πῶς οὐδεὶς ἔξω τῶν ἐν τοῖς περὶ φύσεως αἰτίων εἰρημένων ἥψατο. p. 988a23 Οἱ μὲν γὰρ ὡς ὕλην τὴν ἀρχὴν λέγουσι.
10 Καταριθμεῖται ὅτι τῶν ὡς ὕλην τὴν ἀρχὴν θεμένων οἱ μὲν μίαν οἱ δὲ πλείους ἔθεντο, καὶ οἱ μὲν σῶμα οἱ δὲ ἀσώματον. εἰπὼν δὲ τὴν ὑλι‐ κὴν ἀρχὴν τοὺς μὲν σωματικὴν τοὺς δὲ ἀσώματον ὑποθέσθαι, πρώτου ἐμνημόνευσε τῶν ἀσώματον ὑποθεμένων Πλάτωνος, ὃς τὸ μέγα καὶ τὸ μι‐ κρὸν ἔλεγεν, ἔπειτα καὶ τῶν Πυθαγορείων, οἳ τὸ ἄπειρον, τοῦτο δὲ ἦν τὸ
15ἄρτιον· οὗτος γὰρ ἦν ὁ ἀριθμὸς αὐτοῖς ἐν ὕλῃ τιθέμενος· ὁ γὰρ περισσὸς πεπερασμένος τε καὶ εἴδους ἐπέχων χώραν. p. 988a28 Ἀναξαγόρας δὲ τὴν τῶν ὁμοιομερῶν ἀπειρίαν. Οὗτος τῶν σῶμα τὴν ὑλικὴν ἀρχὴν θεμένων ἦν, ὥσπερ καὶ ὧν ἑξῆς μνημονεύει. οὐκ ἐμνημόνευσε δὲ Λευκίππου τε καὶ Δημοκρίτου, καθ’ οὓς
20καὶ σῶμα καὶ ἀσώματον ἡ ὕλη· τὸ γὰρ κενὸν οὐ σῶμα· φθάνει δὲ προ‐ ειρηκέναι καὶ περὶ τούτων. προσέθηκε δὲ τῇ ἱστορίᾳ καὶ τὴν Ἀναξιμάν‐ δρου δόξαν, ὃς ἀρχὴν ἔθετο τὴν μεταξὺ φύσιν ἀέρος τε καὶ πυρός. p. 988a32 Οὗτοι μὲν οὖν ταύτης τῆς αἰτίας ἥψαντο μόνον. Τοῦτο λέγοι ἂν περὶ τούτων ὧν ὕστερον ἐμνημόνευσεν, εἰπὼν καὶ
25ἔτι ὅσοι ἀέρα ἢ πῦρ ἢ ὕδωρ ἢ πυρὸς μὲν πυκνότερον ἀέρος δὲ λεπτότερον, ἐπεὶ οἵ γε πρὸ τούτων οὐ τὴν ὑλικὴν μόνον ἔθεντο αἰτίαν· οὔτε γὰρ Ἀναξαγόρας οὔτε οἱ Πυθαγόρειοι οὔτε Πλάτων. προστίθησι δὲ ὅτι ἕτεροί τινες ἐμνημόνευσαν καὶ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, ἥτις ἐστὶ ποιητική, καὶ λέγει τούτων εἶναι τοὺς φιλίαν καὶ νεῖκος εἰπόντας, ὡς
30Ἐμπεδοκλέα, καὶ νοῦν, ὡς Ἀναξαγόραν, ἢ ἔρωτα, ὡς Παρμενίδην καὶ
Ἡσίοδον εἶπεν.61
in Metaph
.

62

p. 988a34 Τὸ δὲ τί ἦν εἶναι καὶ τὴν οὐσίαν σαφῶς μὲν οὐδεὶς ἀποδέδωκεν. Εἰπὼν Ἀναξαγόραν καὶ Ἐμπεδοκλέα καὶ τῆς ποιητικῆς ἀρχῆς μνη‐ μονεῦσαι πρὸς τῇ ὑλικῇ, τίθησιν ἐν τοῖς τῆς ποιητικῆς ἀρχῆς μνημονεύ‐
5σασι καὶ τοὺς ἔρωτα ἐν ταῖς ἀρχαῖς θεμένους· καίτοι δόξειε κατὰ τούτους μᾶλλον εἶναι τελικὸν αἴτιον· τοιοῦτον γὰρ τὸ ὀρεκτόν. ἢ εἰ μὲν ἔλεγον τίνος ὁ ἔρως ἐφιέμενος ἐποίει ἃ ἐποίει, ἐμνημόνευον ἂν καὶ τῆς κατὰ τὸ τέλος αἰτίας· μόνον δὲ τῷ ἔρωτι ἐν ταῖς ἀρχαῖς χρώμενοι ὡς ποιοῦντι, οὐκέτι δὲ λέγοντες καὶ τίνος χάριν, οὐκέτι ἂν μνημονεύοιεν τῆς ὡς τέλους
10ἀρχῆς. ὅτι δὲ τῆς κατὰ τὸ εἶδος Πλάτων πως ἐμνημόνευσε, δείκνυσιν· αἱ γὰρ ἰδέαι κατ’ αὐτὸν αἰτίαι καὶ ἀρχαὶ οὖσαι οὔτε ὡς ἡ ὕλη εἰσὶν αἰ‐ τίαι (οὐ γὰρ ἐνυπάρχουσι τοῖς αἰσθητοῖς· τὰ δὲ ἐν τοῖς εἴδεσι λέγοι ἂν τὰς ἀρχὰς τῶν εἰδῶν· οὐδὲ γὰρ ταῦτα ὕλη τοῖς αἰσθητοῖς, ἀλλὰ αὐτὰ στοιχεῖα τῶν εἰδῶν, ὅτι ἐν ταῖς ἰδέαις εἰσὶν ὡς στοιχεῖα αὐτῶν. οὐ γὰρ
15τὰ στοιχεῖα ἐπὶ τῆς ὕλης λέγεται μόνης· τὸ γοῦν νεῖκος καὶ ἡ φιλία στοι‐ χεῖα μὲν κατ’ Ἐμπεδοκλέα καὶ ἐν τοῖς στοιχείοις, ἀλλ’ οὐχ ὡς ὕλη), οὔτε ὡς ποιητικαὶ αἱ ἰδέαι· τοῦ μὲν γὰρ ποιοῦντος τὸ κινεῖν, αὗται δὲ στάσεως καὶ ἀκινησίας τοῖς οὖσι μᾶλλον αἰτίαι εἰσὶ κατ’ αὐτόν. ἀλλ’ εἰσὶ τοῦ εἴ‐ δους καὶ τοῦ τί ἦν εἶναι παρεκτικαὶ κατ’ αὐτὸν τοῖς γινομένοις πρὸς αὐ‐
20τάς. ὥσπερ οὖν καὶ αὐταῖς ἐκείναις τὸ ἕν, αἱ δὲ τοῦ εἴδους τοῖς ἄλλοις αἰτίαι, καὶ οὕτως ὡς κατὰ ὁμοίωσιν τὴν πρὸς ἐκείνας τούτων εἰδοποιου‐
μένων· ὡς οὖν ὁμοειδῆ ταῖς ἰδέαις τὰ πρὸς αὐτὰς γεγονότα τε καὶ ὄντα.62
in Metaph
.

63

p. 988b6 Τὸ δ’ οὗ ἕνεκα αἱ πράξεις καὶ αἱ μεταβολαὶ καὶ αἱ κι‐ νήσεις. Λέγει μὲν περὶ τῆς κατὰ τὸ τέλος αἰτίας (αὕτη γάρ ἐστι τἀγαθόν τε καὶ τὸ ὡς τέλος αἴτιον τοῖς οὖσι), δείκνυσι δὲ ὅτι οὐδεὶς οἰκείως τῶν πρὸ
5αὐτοῦ περὶ ταύτης τῆς αἰτίας ἐποιήσατο τὸν λόγον. τρόπον μὲν γάρ τινα λέγουσι τὸ ἀγαθὸν αἴτιον, οὐ μὴν ὡς τέλος, καὶ ὡς τούτου χάριν γιγνο‐ μένων τῶν ἄλλων, ὡς πέφυκεν εἶναι τὸ ἀγαθὸν αἴτιον, ἀλλ’ ὡς ποιητικῷ αὐτῷ χρῶνται. ὁ γὰρ Ἀναξαγόρας τὸν νοῦν εἰσαγαγὼν καὶ ὁ Ἐμπεδοκλῆς τὴν φιλίαν ἀγαθὰ μὲν καὶ ἀγαθοποιὰ αἴτια τίθενται ταῦτα, οὐ μὴν τούτων
10χάριν τὰ γινόμενα γίνεσθαί φασιν, ἀλλ’ αὐτὰ ταῦτα τὰ ποιητικὰ ἀγαθά ἐστιν αὐτοῖς. τούτοις δὲ ὁμοίως καὶ τοὺς τὸ ἓν καὶ τὴν ἰδέαν ἀρχὰς θε‐ μένους φησὶν εἰρηκέναι· τοὺς αὐτοὺς δὲ λέγοι ἂν καὶ τὸ ὂν λέγειν· τὸ γὰρ ἓν καὶ τὸ ὂν Πλάτων ἔλεγεν, ὂν λέγων τό τε ἓν καὶ τὴν ἰδέαν· ταῦτα γὰρ κυρίως ὄντα. οὐ γὰρ τούτων ἕνεκεν γίγνεσθαι τὰ γιγνόμενα, ἀλλ’ ἔστι
15ταῦτα αὐτοῖς τοῦ εἶναι αἴτια παρεκτικά· τοῦ γὰρ εἴδους τοῦτο αἴτιον, ἀλλ’ οὐ τούτων χάριν ἐκεῖνα γίγνεταί τε καὶ ἔστι κατ’ αὐτούς. καὶ μνημονεύ‐ ουσιν οὖν τοῦ ἀγαθοῦ ἐν τοῖς αἰτίοις, καὶ τρόπον τινὰ παραλείπουσιν αὐτὸ τῷ τὴν οἰκείαν αὐτῷ χώραν μὴ φυλάσσειν. κατὰ συμβεβηκὸς δὲ λέγει αὐτοὺς τοῦ ὡς ἀγαθοῦ αἰτίου μνημονεύειν, ὅτι τὸ ὡς ἀγαθῷ εἶναι αἰτίῳ
20αὐτῷ ἐστι τὸ τούτου ἕνεκα τὰ γιγνόμενα γίγνεσθαι. οἱ οὖν μὴ φυλάσσον‐ τες τῷ ὑπ’ αὐτῶν λεγομένῳ ἀγαθῷ τὴν τάξιν ταύτην ἐν τοῖς αἰτίοις οὐχ ᾗ ἀγαθὸν αὐτὸ αἴτιον ποιοῦσιν, ἀλλ’ ᾧ συμβέβηκεν ἀγαθῷ εἶναι, τοῦτο ποιητικὸν αἴτιον τίθενται. ἐπιζητήσαι δ’ ἄν τις πῶς Πλάτων ἐν Ἐπιστολαῖς λέγων “περὶ τὸν πάντων βασιλέα πάντα ἔστι καὶ τούτου ἕνεκα πάντα” οὐ
25λέγει διὰ τούτων τὸ ἀγαθὸν ὡς τέλος αἴτιον. ἢ εἰ λέγει, πῶς οὔ φησιν αὐτὸν Ἀριστοτέλης λέγειν; ἢ ἰδίᾳ ἐπὶ τέλει τοῦ βιβλίου τούτου αὐτὸς οὕ‐ τως λέγει “ὅτι μὲν οὖν τὰς εἰρημένας ἐν τοῖς Φυσικοῖς αἰτίας ζητεῖν ἐοί‐ κασι πάντες, καὶ τούτων ἐκτὸς οὐδεμίαν ἔχομεν εἰπεῖν, δῆλον καὶ ἐκ τῶν πρότερον εἰρημένων. ἀλλ’ ἀμυδρῶς ταύτας, καὶ τρόπον μέν τινα ἁπάσας,
30ὡς καὶ πρότερον εἴρηται, τρόπον δέ τινα οὐδαμῶς· ψελλιζομένῃ γὰρ ἔοικεν ἡ πρώτη φιλοσοφία περὶ πάντων, ἅτε νέα καὶ κατ’ ἀρχὰς οὖσα”. p. 988b16 Ὅτι μὲν οὖν ὀρθῶς διώρισται.
Ἐκ τῆς ἱστορίας τῆς τῶν εἰρηκότων περὶ αἰτίων δῆλόν φησι γεγονέ‐63
in Metaph
.

64

ναι τὸ καλῶς ὑπ’ αὐτοῦ περὶ τῶν αἰτίων διωρίσθαι πόσα τε καὶ τίνα· μαρτυροῦσι γὰρ καὶ οὗτοι τοιαῦτα εἶναι αὐτά, οὐ δυνηθέντες ἄλλου τινὸς αἰτίας εἴδους μνημονεῦσαι. πρὸς δὲ τούτοις, ὅτι ζητητέαι αἱ ἀρχαὶ ἢ οὕ‐ τως ἅπασαι. καὶ τοῦτό φησι δῆλον ἐκ τῶν προειρημένων εἶναι, ὅτι χρὴ
5ζητεῖν περὶ τῶν ἀρχῶν ἢ περὶ πασῶν ὧν ἐξεθέμεθα, τετραχῶς διελόμενοι τὴν αἰτίαν (τὸ δὲ ἢ οὕτως σημαίνοι ἂν ἴσον τῷ ἢ οὕτως ἁπάσας ζητεῖ‐ σθαι), ἢ ἐκ τῶν τεσσάρων τούτων τινάς. καὶ γὰρ εἰ μὴ ἡ παροῦσα πραγ‐ ματεία ἀπαιτεῖ τὸν περὶ πάντων τῶν αἰτίων λόγον, ἀλλ’ ὅ γε ζητούμενος τῶν αἰτίων τρόπος ἐν τοῖς τέτταρσι καὶ αὐτός ἐστι, καὶ οὐκ ἐκπίπτει τὰ
10αἴτια ταῦτα, διὰ τὸ μηδὲ εἶναι τρόπον ἄλλον τινὰ παρὰ τούτους αἰτίου. πρῶτον δὲ προτίθεται εἰπεῖν πῶς ἕκαστος τῶν προειρημένων εἴρηκε, καὶ τίνα ἑκάστῃ δόξῃ ἄπορα ἕπεται. p. 988b22 Ὅσοι μὲν οὖν ἕν τε τὸ πᾶν καὶ μίαν τινὰ φύσιν ὡς ὕλην τιθέασι, καὶ ταύτην σωματικὴν καὶ μέγεθος ἔχουσαν, δῆλον
15ὅτι πολλαχῶς ἁμαρτάνουσιν. Πῶς ἓν τὸ πᾶν, αὐτὸς ἐξηγήσατο διὰ τοῦ καὶ μίαν τινὰ φύσιν ὡς ὕλην τιθέασι καὶ ταύτην σωματικήν· οὕτως γὰρ ἓν ὡς ἐξ ἑνός. μετὰ δὲ τὸ τὰς δόξας τῶν πρὸ αὐτοῦ περὶ τῶν ἀρχῶν καὶ τῶν αἰτίων καταριθμήσασθαι, ἐξετάζων τί τε ὑγιῶς εἴρηται ὑπ’ αὐτῶν καὶ τί μή, πρῶ‐
20τον ποιεῖται τὸν λόγον περὶ τῶν μίαν τὴν ἀρχὴν καὶ ταύτην σῶμα θεμέ‐ νων. καὶ λέγει τούτους κατὰ πολλὰ ἁμαρτάνειν, πρῶτον μὲν ὅτι βουλό‐ μενοι τῶν ὄντων ἀρχὰς ἐκθέσθαι πάντων, οἱ δὲ τῶν σωμάτων μόνον ἀπο‐ διδόασιν, ὄντων τινῶν καὶ ἀσωμάτων· οὐ γὰρ οἷόν τε ἀρχὴν ἀσωμάτου σῶμα εἶναι. δεύτερον δὲ ὅτι γένεσιν εἰσάγοντες τὴν αἰτίαν τοῦ γίνεσθαί
25τε καὶ κινεῖσθαι καὶ ὅλως τὸ ποιητικὸν αἴτιον παρέλιπον· οὐ γὰρ δὴ ἡ ὕλη γε ἐξ αὑτῆς ἔχει τὸ κινεῖσθαι. τὸ δὲ καὶ περὶ γενέσεως ἀντὶ τοῦ καὶ γενέσεως καὶ φθορᾶς, ἐπιχειροῦντες τὰς αἰτίας λέγειν καὶ περὶ πάντων φυσιολογοῦντες, δηλονότι τῶν ὄντων, ὧν ἐν κινήσει τὰ πλεῖ‐ στα, τὸ τῆς κινήσεως αἴτιον ἀντὶ τοῦ τὸ κινητικὸν αἴτιον παρέλιπον.
30τρίτον δὲ τὸ τὸ εἶδος μηδενὸς αἴτιον θέσθαι, πάντων τῶν ὄντων παρὰ τοῦ εἴδους τὸ εἶναι ἅπερ ἔστιν ἐχόντων· κατὰ γὰρ τὴν ὕλην οὐδὲν ἀλλήλων διαφέρει· ἡ αὐτὴ γὰρ ἐν πᾶσιν. εὐλόγως δὲ οὐσίαν εἶπε τὸ εἶδος· τὸ γὰρ εἶναι ἑκάστῳ παρ’ αὐτοῦ. τετάρτη ἁμαρτία τὸ τῶν πρώτων σωμάτων λα‐
βόντας προχείρως τὸ δόξαν αὐτοῖς τοῦτο ἀρχὴν θέσθαι· τοῦτο δὲ ὅτι ἀδύ‐64
in Metaph
.

65

νατον, δείκνυσι καὶ ἐν τῷ δευτέρῳ Περὶ γενέσεως, καὶ αὐτὸς ἐπισημαίνεται εἰρηκέναι ἐν τοῖς περὶ φύσεως, λέγων οὕτως πᾶσαν τὴν φυσικὴν πραγμα‐ τείαν. εἰ γὰρ ἢ τὰ τέσσαρα σώματα ἤ τινα ἐξ αὐτῶν ἀρχαὶ ἢ ἕν τι τὸ τυχὸν τῶν τεσσάρων, ἢ οὐκ ἔσονται ἐξ ἀλλήλων, ἵνα ᾖ ἄφθαρτα, ἢ ὅταν
5γένηται ἐξ ἀλλήλων, ὑπομένοντα ἅ ποτε ἔστιν ἅμα καὶ τἀναντία εἰς μετα‐ βάλλει ἔσται, καὶ οὕτως τῷ ὄντι ἅμα ἔσται τὰ ἐναντία, πῦρ τε καὶ ὕδωρ, ἂν οὕτω τύχῃ· ἢ εἰ μὴ ὑπομένει, φθαρήσεται καὶ οὕτως ἡ ἀρχή, ὅπερ ἄτοπον· ἔστι γὰρ ἀρχὴ ἐξ ἧς πρώτης γίγνεται καὶ εἰς ἣν ἐσχάτην ἀναλύεται, αὕτη δὲ ἐκ μηδενός. ἀλλὰ τούτου μὲν οὐ νῦν τοῦ καὶ αὐτοῦ
10ἑπομένου αὐτοῖς ἀτόπου μνημονεύει· ἐκεῖνο δὲ αἰτιᾶται, ὅτι ῥᾳδίως καὶ χωρὶς τοῦ ἐπισκέψασθαι πῶς τοῖς ἁπλοῖς σώμασιν ἡ γένεσις ἐξ ἀλλήλων, ἔθεντό τι τῶν ἁπλῶν σωμάτων τῶν τριῶν ἓν στοιχεῖον τῶν ἄλλων· χωρὶς γὰρ τῆς γῆς τῶν ἄλλων ἕκαστον ὑπό τινων στοιχεῖον εἴρηται. ὃ δὲ αἰ‐ τιᾶται αὐτοὺς ἔστιν ὅτι ἔδει μὴ ἀπὸ τοῦ τρόπου τῆς ἐξ ἀλλήλων γενέσεως
15ἐξ αὐτῶν τὸ πρῶτον καὶ τὴν ἀρχὴν λαβεῖν, ἐπεὶ τὸ ἐξ ἀλλήλων αὐτὰ γί‐ νεσθαι κοινὸν πᾶσι, καὶ κατὰ τοῦτο οὐδὲν αὐτῶν ἄλλο ἄλλου πρῶτον ἢ ὕστερον· οἱ δὲ οὐκ ἐποίησαν τοῦτο. τίς δὲ ἡ τῆς ἐξ ἀλλήλων γενέσεως αὐτοῖς διαφορά, αὐτὸς εἶπε· τὰ μὲν γὰρ διακρίσει γίγνεται ἐξ ἀλλήλων, ἐξ ὧν ἔστι λαβεῖν τὸ πρῶτόν τε καὶ ὕστερον, τὰ δὲ συγκρίσει. εἰπὼν δὲ
20ταῦτα δείκνυσιν ὅτι κατὰ τοὺς τῆς γενέσεως τρόπους σκοπουμένοις κατὰ τὶ μὲν δόξει πρῶτον εἶναι τῶν σωμάτων, ἐξ οὗ πρώτου κατὰ σύγκρισιν ἡ τῶν ἄλλων γένεσις· τοιοῦτον δ’ ἂν εἴη τὸ μικρομερέστατον καὶ λεπτότατον. διὸ οἱ πῦρ τὸ στοιχεῖον θέμενοι κατὰ τοῦτον τὸν λόγον εἶεν ἂν εὐλόγως λέγοντες· καὶ γὰρ τῶν ἄλλο τι λεγόντων σῶμα στοιχεῖον καὶ μὴ τὸ πῦρ
25ἕκαστος ὁμολογεῖ τὸ δεῖν τοιοῦτον τὸ στοιχεῖον εἶναι τῶν σωμάτων. διὰ γὰρ τοῦτο οὐδεὶς αὐτῶν τὴν γῆν μόνην στοιχεῖον ἔθετο ὡς μεγαλομερέ‐ στατον δηλονότι τῶν ἄλλων. εἰπὼν δὲ ταῦτα ἀπορεῖ διὰ τί μὴ εἴη ἂν κατά τινα λόγον καὶ ἡ γῆ τῶν ἄλλων στοιχεῖον, ὥσπερ καὶ δοκεῖ τοῖς πολλοῖς τῶν ἀνθρώπων, ἀλλὰ καὶ Ἡσιόδῳ· μετὰ γὰρ τὸ χάος ταύτην πρώτην γεννᾷ,
30συστήσας καὶ τὴν δόξαν τῇ τῶν πολλῶν μαρτυρίᾳ. ἴσως δ’ ἂν περὶ τῆς γῆς λέγοι τὸ ὅτι εἰ μὴ διὰ τὸν τρόπον τῆς γενέσεως ἔλεγον ἐκεῖνα στοι‐ χεῖα, διὰ τί ποτε οὐ καὶ τὴν γῆν ἔλεγον, τῆς κοινῆς ταύτην δόξης λεγού‐ σης; εἰπὼν δὲ ταῦτα ἀνατρέχει πάλιν ἐπὶ τὰ εἰρημένα, τὰ ὅτι δοκεῖ τὸ λεπτομερέστερον στοιχεῖον εἶναι, καί φησιν ὅτι κατὰ τὴν δόξαν ταύτην οὐδεὶς
35τῶν παρὰ τὸ πῦρ ἄλλο τι σῶμα τὸ στοιχεῖον θεμένων ἢ τούτων τῶν τεσ‐ σάρων ἢ τῶν μεταξὺ σῶμα πυρός τε καὶ ἀέρος ὀρθῶς ἂν εἴη λέγων. ὃ
εἰπὼν προστίθησι καθ’ ὃν λόγον δύναιτο ἂν πάλιν ἡ γῆ στοιχεῖον λέγε‐65
in Metaph
.

66

σθαι, λέγων εἰ δέ ἐστι τὸ τῇ γενέσει πρότερον τῇ φύσει ὕστερον. ἔστι γὰρ ὃ λέγει τοιοῦτον· δοκεῖ ἀεὶ τῇ φύσει πρότερον εἶναι τὸ τελειό‐ τερον τοῦ ἀτελεστέρου, καὶ ἔστι τὸ ὕστερον μὲν τῇ γενέσει γινόμενον τε‐ λειότερον, * * * προϋπάρχον τῷ χρόνῳ, ὡς ὁ θεμέλιος οἰκίας, παῖς ἀν‐
5δρός. κατὰ δὴ τὸν λόγον τοῦτόν φησι πάλιν ἔσεσθαι κάλλιον εἰρηκότας τοὺς τὰ παχυμερέστερα τῶν σωμάτων ὑποθεμένους στοιχεῖα· μᾶλλον γὰρ ταῦτα πεπέφθαι καὶ τετελειῶσθαι δοκεῖ τῶν ἁπλουστέρων τε καὶ λεπτο‐ τέρων καὶ πρώτων τῇ γενέσει· τὰ γὰρ λεπτομερέστερα πρῶτα τῇ γενέσει· ἐξ ἐκείνων γὰρ εἰς τὰ παχυμερέστερα ἡ μεταβολή. ὥστε εἰ τὸ πρότερον
10ἀρχή, τὸ τῇ φύσει τε καὶ οὐσίᾳ πρότερον μᾶλλον ἂν εἴη ἀρχὴ τοῦ τῇ γενέσει προτέρου. εἰ γὰρ τὸ πρῶτον τῇ γενέσει ὕστερον τῇ φύσει, τὸ ὕστερον τῇ γενέσει πρῶτον ἂν εἴη τῇ φύσει. ὑστέρα δέ, καθ’ οὓς συγ‐ κρίσει ἡ γένεσις, ἡ γῆ· αὕτη ἄρα μᾶλλον ἀρχή, ἐξ ἧς πάλιν διακρίσει ἡ τῶν ἄλλων γένεσις.
15p. 989a18 Περὶ μὲν οὖν τῶν μίαν τιθεμένων αἰτίαν. Ὑπομνήσας τῶν εἰρημένων πρὸς τοὺς μίαν τε καὶ σωματικὴν τὴν
ἀρχὴν θεμένους, τὰ αὐτά φησιν ἁμαρτάνειν καὶ εἴ τις ταῦτα πλείω66
in Metaph
.

67

τίθησι, τουτέστι καὶ εἴ τις τὰς σωματικὰς ἀρχὰς πλείους τίθησιν. ἢ οὐχ ἁπλῶς περὶ τῶν σωματικάς τε τὰς ἀρχὰς καὶ πλείους θεμένων λέγει, ἀλλὰ καὶ περὶ τῶν μὴ ἓν ἀλλὰ πλείω τῶν σωμάτων τούτων τῶν τεσσάρων ἐν ταῖς ἀρχαῖς θεμένων, ὧν σωμάτων ἕν τι ἐν ἀρχῇ ὑπὸ τῶν προειρη‐
5μένων ἐτίθετο. μνημονεύει γὰρ Ἐμπεδοκλέους, ὃς τὰ τέσσαρα σώματα ὕλην τῶν ὄντων ἐτίθετο. καὶ γὰρ τούτῳ τὰ μὲν τὰ αὐτὰ τὰ δὲ ἴδια συμβαίνειν ἀνάγκη. λέγει μέν, ὡς εἶπον, πρὸς Ἐμπεδοκλέα, φησὶ δὲ ἕπεσθαι ἄτοπα καὶ τούτῳ τὰ μὲν ταὐτά, καίτοι τὰ τέσσαρα σώματα ἀρ‐ χὰς λέγοντι, τοῖς ἓν αὐτῶν τὴν ἀρχὴν θεμένοις, τὰ δὲ ἄλλα τε καὶ ἴδια.
10ταὐτὰ μέν, ὅτι ταῦτα γίνεται ἐξ ἀλλήλων καὶ οὐκ ἀεὶ τὰ αὐτὰ κατὰ τὸν ἀριθμὸν ὄντα διαμένει, ὅπερ ἴδιόν ἐστι τοῦ στοιχείου· τοῦτο γὰρ καὶ τοῖς ἕν τι τῶν σωμάτων στοιχεῖόν τε καὶ ὕλην λέγουσιν ἕπεται, τὸ φθείρεσθαι ἣν ὑποτίθεται ἀρχὴν ἕκαστος αὐτῶν. ἐπὶ πλέον δὲ εἴρηκε περὶ τούτων καὶ ἐν τῷ τρίτῳ Περὶ οὐρανοῦ, ὧν ὑπομιμνήσκων ἡμᾶς εἶπεν εἴρηται
15δὲ ἐν τοῖς περὶ φύσεως περὶ αὐτῶν. ἢ γὰρ οὐκ ἔσται ἐξ ἀλλήλων, εἰ ἀίδια κατὰ ἀριθμόν, φαίνεται δὲ γιγνόμενα, ἢ ἔσται ἅμα τὰ ἐναντία περὶ τὸ αὐτό. ἔτι τὸ τὴν οὐσίαν καὶ τὸ εἶδος μὴ θεῖναι ἐν τοῖς αἰτίοις· καὶ γὰρ τοῦτο κοινόν. ἴδιον δὲ τὸ πρὸς τὰς κινητικὰς ἀρχὰς λεγόμενον ὑπ’ αὐτοῦ, εἶεν δὲ αὗται ἥ τε φιλία καὶ τὸ νεῖκος, πότερον δύο ἀρχὰς
20κατ’ αὐτὸν θετέον ταύτας ἢ μίαν. φαίνεται γὰρ καὶ ἡ φιλία τὰ τοῦ νεί‐ κους ποιοῦσα· διαιρεῖ γὰρ καὶ διακρίνει τὰ κατ’ ἰδίαν ὅλα ὄντα, ἵνα
συγκρίνῃ καὶ ἓν σῶμα ποιήσῃ. ἀλλὰ καὶ τὸ νεῖκος αὐτῷ οὐ μόνον δια‐67
in Metaph
.

68

κρίνει, ἀλλὰ καὶ συγκρίνει καὶ συνάγει τὰ ὅμοια πρὸς ἄλληλα, χωρίζον ἐκ τῆς ἑνώσεως αὐτά· ὥστε οὐδὲν θάτερον θατέρου μᾶλλον τῶν ἀντικειμένων ἐστὶν αὐτῷ ποιητικόν. ἢ ἄμεινον γεγράφθαι τὸ οὔτε ἀλόγως, ἵνα ᾖ τὸ λεγόμενον οὔτε πάντῃ ὀρθῶς οὔτε ἀλόγως πάντῃ.
5p. 989a30 Ἀναξαγόραν δ’ εἴ τις ὑπολαμβάνει δύο λέγειν. Ἑξῆς Ἀναξαγόρου μνημονεύει ἐκφαυλίζων μὲν τὰ ἄντικρυς ὑπ’ αὐτοῦ καὶ φανερῶς λέγεσθαι δοκοῦντα ὡς ἄτοπα, ἐνδεικνύμενος δὲ διὰ τῆς ἀτο‐ πίας τῶν δοκούντων λέγεσθαι τὸ ἄλλα αὐτὸν δι’ αὐτῶν βούλεσθαι λέγειν, προσβοηθῶν δὲ τῇ λέξει αὐτοῦ καὶ διαρθρῶν αὐτῆς τὸ βούλημα, ὡς καὶ
10αὐτὸς λέγει. συνάγει γὰρ ἐκ μὲν τοῦ λέγειν πάντα αὐτὸν ἐν πᾶσι μεμῖχθαι ὅτι τὴν ὕλην ὀνειροπολεῖ, ἥτις δυνάμει μέν ἐστι πάντα, ἐνεργείᾳ δὲ οὐδὲν ὧν δύναται. καὶ γὰρ εἰ μὴ εἶπε σαφῶς ταῦτα, ἀλλ’ ἐπηκολούθησεν ἂν τοῖς τὴν δόξαν αὐτοῦ οὕτως ἐξηγουμένοις, ὡς καὶ αὐτὸς ταῦτα βουλόμενος λέ‐ γειν, ὅτι ταῦτα μὲν λόγον ἔχει, ἃ δὲ δοκεῖ λέγεσθαι ὑπ’ αὐτοῦ ἄτοπα
15παντάπασιν. ἀτόπου γὰρ ὄντος καὶ ἄλλως, τουτέστιν ὄντος γὰρ ἀτόπου τοῦ λέγειν πάντα ἐν πᾶσι μεμῖχθαι διά τε τὸ δεῖν προϋπάρχειν πρῶτον πρὸ τῆς μίξεως ἄμικτα (δεῖ γὰρ αὐτὰ τὰ μιγνύμενα ἀλλήλοις ὄντα πρῶτον κεχωρισμένα μίγνυσθαι, οὕτως δὲ οὐκέτι ἡ μῖξις πρώτη), καὶ διὰ τὸ μὴ δύνασθαι μηδὲ φύσιν ἔχειν τῷ τυχόντι τὸ τυχὸν μίγνυσθαι· πῶς γὰρ ἂν
20γραμμὴ καὶ λευκὸν ἢ λευκὸν καὶ μουσικὸν μιχθείη; ἔτι δὲ διὰ τὸ ἀκο‐ λουθεῖν τῷ οὕτως λέγοντι τὰ πάθη καὶ τὰ συμβεβηκότα χωρίζεσθαι τῆς οὐσίας καὶ καθ’ αὑτὰ ὑφεστάναι· ὧν γὰρ μῖξις, τούτων καὶ χωρισμός· ὥστε καὶ εἰ ταῦτα μέμικται (τῶν πάντων γάρ), καὶ ταῦτα χωρίζοιτο ἄν. ὄντος δὴ τοῦ ταῦτα λέγειν ἀτόπου (ὁ γὰρ καί σύνδεσμος ἐκ περισσοῦ
25δοκεῖ προσκεῖσθαι), ὅμως εἴ τις ἐπακολουθήσει τοῖς λεγομένοις ὑπ’ αὐτοῦ
συνδιαρθρῶν καὶ ἐξηγούμενος ἃ βούλεται λέγειν, φανείη ἂν καινοπρεπεστέρως68
in Metaph
.

69

λέγων καὶ ἰδιαίτερον παρὰ τοὺς ἄλλους. τὸ δὲ καινοπρεπεστέρως εἴη ἂν ταὐτὸ τῷ εἰρημένῳ ὑπ’ αὐτοῦ κατὰ τὴν ἀρχὴν περὶ Ἀναξαγόρου, τῷ “τὴν μὲν ἡλικίαν πρότερος, τοῖς δὲ ἔργοις ὕστερος.” λέγει δὲ καὶ πῶς ἔστιν ἐπακολουθοῦντα τοῖς λεγομένοις ὑπ’ αὐτοῦ συνδιαρθροῦν αὐτά. ὅτε
5γὰρ οὐθὲν ἦν ἀποκεκριμένον τε καὶ καθ’ αὑτὸ ὂν ἐνεργείᾳ, δῆλον ὡς οὐδὲ ἓν ἦν κατὰ τῆς οὐσίας ἐκείνης καὶ τοῦ μίγματος τοῦ ὑπ’ αὐτοῦ λεγομένου κατηγορῆσαι ἀληθῶς τῶν ὄντων· οὔτε γὰρ λευκὸν οὔτε μέλαν οὔτε φαιὸν οὔτε τι χρῶμα ἄλλο, οὐδὲ χυμόν τινα οὐδὲ ἄλλο τι τῶν τοιούτων. οὔτε γὰρ ποιὸν λέγοντα αὐτὸ εἶναι ἀληθεύειν οὔτε ποσόν,
10οὔτε τινὰ τῶν ἐνεργείᾳ οὐσιῶν· ἦν γὰρ ἄν τι τούτων ἐν τῷ λεγομένῳ μίγματι ἀποκεκριμένον ἤδη καὶ ἐνεργείᾳ ὄν, ὃ ἀδύνατον μεμιγμένων πάν‐ των· ἦν γὰρ ἂν τοῦτο ἄμικτον. λέγει γὰρ πλὴν τοῦ νοῦ πάντα μεμῖχθαι, τοῦτον δὲ μόνον ἀμιγῆ καὶ καθαρὸν εἶναι. τὸ δὲ ἐξ ἀνάγκης τοῦ ἤδη εἶναι καὶ ἐνεργείᾳ δηλωτικὸν παρέθετο.
15p. 989b16 Ἐκ δὴ τούτων συμβαίνει λέγειν αὐτῷ τὰς ἀρχὰς τό τε ἕν. Συγκεφαλαιοῦται τὴν Ἀναξαγόρου δόξαν περὶ τῶν ἀρχῶν, ᾗ συγκατέ‐ θετο ἄν, εἴ τις τοῖς λεγομένοις ὑπ’ αὐτοῦ ἑπόμενος συνδιήρθρου αὐτά, ὅτι ἦν κατ’ αὐτὸν ἀρχὴ τό τε ἕν (ὁ γὰρ νοῦς ἁπλοῦς ὢν κατ’ αὐτὸν καὶ ἀμιγὴς εἴη ἂν ἀνάλογον τῷ ἑνί) καὶ θάτερον, τουτέστι τὸ ἀόριστον· τοι‐
20οῦτον γὰρ ἦν ἡ ὕλη πρὶν ὁρισθῆναι καὶ εἰδοποιηθῆναι, ἀόριστος καὶ μηδὲν ἐνεργείᾳ ἀλλὰ δυνάμει ἅπαντα ἔχουσα ἃ δύναται γενέσθαι, ὁποῖον ἐκεῖνος
τὸ μῖγμα ὑπέθετο. ὥστε λέγει μὲν οὔτε ὀρθῶς οὔτε σαφῶς.69
in Metaph
.

70

ἀλλ’ οὐδ’ εἰ οὕτως λέγει ὡς αὐτὸς αὐτῷ βοηθῶν εἴρηκεν αὐτὸν βούλεσθαι λέγειν, ὀρθῶς ἂν λέγοι πάντῃ· δύο γὰρ μόνας ἀρχὰς ἂν λέγοι ἀντὶ τεσσάρων. ἔτι οὐδὲ πάντῃ οἷόν τε λέγειν αὐτὸν οὕτως εἰρηκέναι (τὰ γὰρ ὁμοιομερῆ τὰ ἐν τῷ μίγματι φαίνεται οὐ δυνάμει λέγων εἶναι ἀλλ’ ἐνεργείᾳ), ἀλλ’
5οὐδὲ σαφῶς τι τούτων ὧν λέγει εἰρηκέναι. βούλεται μέντοι παραπλή‐ σιον τοῖς τε ὕστερον λέγουσι, τοῖς περὶ Πλάτωνα λέγει, τοῖς τὸ ἓν καὶ τὴν ἀόριστον δυάδα ἀρχὰς θεμένοις τῶν ὄντων· καὶ τοῖς φαινομέ‐ νοις μᾶλλον, ἐλλείπει τὸ ἀκόλουθα· ἀκόλουθα γὰρ ταῦτα μᾶλλον τοῖς φαινομένοις ὧν λέγειν δοκεῖ.
10p. 989b21 Ἀλλὰ γὰρ οὗτοι μὲν τοῖς περὶ γένεσιν λόγοις καὶ φθορὰν καὶ κίνησιν οἰκεῖοι τυγχάνουσι μόνον. Ἱστορήσας τὰς τῶν ἀρχαίων δόξας τὰς περὶ τῶν ἀρχῶν, χωρίζει νῦν
τοὺς φυσικοὺς ἀπὸ τῶν ἀσωμάτους ὑποθεμένων οὐσίας, καὶ παραιτησάμενος70
in Metaph
.

71

ἐκείνους ὡς οὐ περὶ πάσης τῆς οὐσίας πραγματευσαμένους, οὐδὲ ὄντα χρή‐ σιμα τὰ ὑπ’ αὐτῶν λεγόμενα εἰς τὴν προκειμένην πραγματείαν, ἐπὶ τὸ διερευνᾶσθαι τὰς δόξας τῶν τε Πυθαγορείων καὶ Πλάτωνος ὡς οἰκειοτέρας τῆς προκειμένης πραγματείας μέτεισιν· οὗτοι γὰρ περὶ πάντων τῶν ὄντων
5λέγοντες ἐτίθεντό τινας οὐσίας ἑτέρας παρὰ τὰς γενητάς τε καὶ φυσικὰς καὶ ὅλως σωματικάς τε καὶ αἰσθητάς, ὥστε χρησιμωτέρα εἰς τὴν προκει‐ μένην πραγματείαν ἡ τῆς τούτων δόξης ἐξέτασις, ἐπεὶ ἡ ζήτησις ἡμῖν περὶ τοιούτων αἰτίων ἃ οὐδὲ τῶν φύσει οὐδὲ τῶν ἐν κινήσει ἐστίν, ἀλλὰ περὶ νοητῶν τε καὶ ἀσωμάτων.
10p. 989b29 Οἱ μὲν οὖν καλούμενοι Πυθαγόρειοι ταῖς μὲν ἀρχαῖς καὶ τοῖς στοιχείοις ἐκτοπωτέρως χρῶνται. Αἰτιᾶται τοὺς Πυθαγορικούς, οἳ δοκοῦσι καὶ αὐτοὶ τῆς ἀσωμάτου φύ‐ σεως μνημονεύειν, ὅτι ἀρχὰς μὲν ὑπέθεντο ξενικωτέρας καὶ ἀπηρτημένας τῶν φυσικῶν καὶ ἐκτοπωτέρας, τουτέστιν ἐπὶ πλέον ἐκτεταμένας καὶ ἐκβε‐
15βηκυίας καὶ δυναμένας καὶ ἄλλων φύσεων ἀρχὰς εἶναι (ἀσωμάτους γὰρ71
in Metaph
.

72

καὶ ἀκινήτους· οἱ γὰρ ἀριθμοὶ τοιοῦτοι· οὐ γὰρ προσεχεῖς τοῖς φυσικοῖς), οὐδὲ οἰκείας καὶ ὁμολογουμένας ταῖς κοιναῖς προλήψεσι καὶ ταῖς τῶν φυ‐ σικῶν δόξαις ὑπέθεντο τὰς ἀρχάς· προσεχέστεραι γὰρ τοῖς φυσικοῖς σώ‐ μασιν αἱ ὑπ’ ἐκείνων ἀρχαὶ τεθεῖσαι καὶ φανερώτεραι. οὗ τὸ αἴτιον ἅμα
5ἀποδίδωσιν, ὅτι οὐκ ἐκ τῶν αἰσθητῶν ὁρμώμενοι ἔθεντο καὶ ἔλαβον αὐτάς (τὸ γὰρ παρέλαβον ἀντὶ τοῦ ἔλαβον εἶπεν), ἀλλὰ ἐκ τῶν μαθημάτων, οἷς ἐντραφέντες ἐκ τούτων καὶ τούτοις ἀκολούθως ἔθεντο καὶ τὰς ἀρχάς. ταῦτα δέ ἐστι τὰ μαθηματικά, ὧν κατ’ αὐτοὺς ἀρχαὶ οἱ ἀριθμοί. ταῦτα δὲ ἔξω κινήσεως πάντῃ καὶ οὐ φυσικά, χωρὶς τῶν ἐν ἀστρολογίᾳ· καὶ γὰρ
10ἡ ἀστρολογικὴ μαθηματικὴ μέν, ἀλλὰ περὶ φυσικῶν τε καὶ κινουμένων ὁ λόγος αὐτῇ· τὰ γὰρ ἄστρα, περὶ ὧν πραγματεύεται, φυσικά τε καὶ ἐν κι‐ νήσει. θέμενοι μέντοι τοιαύτας ἀρχὰς οὐδὲν ἄλλο ἢ περὶ τὰ φυσικὰ πραγματεύονται, καὶ ταῦτα γεννῶσιν ἐξ ἐκείνων· τόν τε γὰρ οὐρανὸν καὶ τὰ ἐκείνου μέρη γεννῶσιν ἐκ τῶν ἀρχῶν ἃς ὑποτίθενται (αὗται δέ εἰσι τὸ
15ἄρτιόν τε καὶ περιττόν, ὡς προείρηται), καὶ τὰ συμβαίνοντα περὶ ταῦτα ἀποδιδόασι, ταῦτα λέγω τὰ ἐν τῷ οὐρανῷ, ὡς οὐδενὸς ὄντος ἢ γιγνομένου ἐξ αὐτῶν ἄλλου παρὰ τὰ αἰσθητὰ καὶ σώματα, ὁμολογοῦντες κατὰ τοῦτο τοῖς φυσικοῖς, οἳ οὐδὲν ἡγοῦντο παρὰ τὰ φυσικά τε καὶ ἐν κινήσει εἶναι· καίτοι τοιαύτας ἀρχὰς ὑποθέμενοι αἳ ἱκαναὶ ἦσαν καὶ τῶν ἀσωμάτων καὶ
20ὑπὲρ τὰ φυσικὰ ὄντων ἀρχαὶ λέγεσθαι, καὶ μᾶλλον ἢ τοῖς περὶ φύ‐ σεως λόγοις ἁρμοττούσας. αἰτιᾶται δὲ αὐτοὺς κατὰ τοῦτο, ὅτι οὐδὲ τούτων ἱκανῶς ἀπέδοσαν τὰς αἰτίας. ὃ γὰρ φαίνεται ἴδιον τούτων, ἡ κί‐ νησις, πῶς αὕτη γίνεται ἐν αὐτοῖς ἐκ τοιούτων ἀρχῶν οὖσί τε καὶ γιγνο‐ μένοις, τοῦ πεπερασμένου τε καὶ τοῦ ἀπείρου; ὧν τὸ μὲν πεπερασμένον
25ἐστὶ τὸ περιττόν, ὃ πέρας εἶπε, τὸ δὲ ἄπειρον τὸ ἄρτιον ὃ λέγουσιν. ἀκί‐ νητοι γὰρ οἱ ἀριθμοὶ καὶ οὐδεμιᾶς κινήσεως αἴτιοι. ἀλλ’ οὐδὲ ὅτι δυνατόν ἐστιν ἄνευ κινήσεως καὶ μεταβολῆς ἐξ ἐκείνων τῶν ἀρχῶν γενέσθαι ταῦτα ἃ ἐξ αὐτῶν γεννῶσιν, ἢ αὐτὰ τὰ τῶν ἀστέρων ἔργα, ἃ διὰ τὴν φορὰν αὐτῶν καὶ τὴν κίνησιν γίνεται, διδάσκουσιν· ἔστι γὰρ ἔργα αὐτῶν ἀνατολαὶ
30καὶ δύσεις καὶ τὰ τοιαῦτα, ἃ πῶς οἷόν τε γίγνεσθαι χωρὶς κινήσεως; πάνυ δὲ ἐναργῶς τῇ τῶν ἀστέρων παραθέσει, ὧν διὰ κινήσεως ἡ ἐνέργεια, ἔδειξε τὸ ἐλλιπὲς τῆς δόξης. ἀλλ’ οὐδὲ εἰ συγχωρηθείη αὐτοῖς δύνασθαι τὰ μεγέθη καὶ τὰ σώματα ἐκ τῶν ἀριθμῶν καὶ τῶν πάντῃ ἀδιαστάτων εἶναι συγκείμενα, ὃ παντὸς μᾶλλον ἀδύνατον, ἀλλ’ οὖν οὐδὲ τούτου τεθέν‐
35τος ἀποδέδοται πρὸς αὐτῶν πόθεν ἐν τοῖς φυσικοῖς σώμασιν αἱ κατὰ φύσιν
αὐτῶν ῥοπαί, κουφότητές τε καὶ βαρύτητες· οὐ γὰρ δὴ δυνάμει ταῦτα72
in Metaph
.

73

τοιαῦτα, ὥσπερ ἐστὶ καθ’ οὓς ὕλη τις ὑπόκειται ἢ σῶμά τι οὖσα ἢ δυνά‐ μει σῶμα. ἃ γὰρ λέγουσι περὶ τῶν σωμάτων, οὐ μᾶλλον ταῦτα ἁρμόζει τοῖς φυσικοῖς παρὸ τοῖς μαθηματικοῖς σώμασιν· ἰσότητες γὰρ καὶ ἀνισότητες καὶ σχήματα καὶ τὰ τοιαῦτα κοινὰ τούτων τε κἀκείνων τῶν σωμάτων. εἰ
5δὲ τὰ ἴδια μὲν τοῖς φυσικοῖς σώμασι καθ’ ἅ ἐστι φυσικὰ μὴ ἀποδιδόασι (ταῦτα δέ ἐστι βαρύτης κουφότης, θερμότης ψυχρότης, ὑγρότης ξηρότης), οὐδ’ ἂν περὶ τῶν φυσικῶν σωμάτων εἶεν λέγοντες, περὶ ὧν λέγειν ἐβού‐ λοντό τε καὶ προετίθεντο. p. 990a18 Ἔτι καὶ πῶς δεῖ λαβεῖν αἴτια μὲν εἶναι τὰ τοῦ ἀριθ‐
10μοῦ πάθη καὶ τὸν ἀριθμὸν τῶν κατὰ τὸν οὐρανόν. Καὶ τοῦτο δείκνυσιν αὐτοῖς ἄτοπον ἑπόμενον, ὅτι αἴτια τῶν κατὰ τὸν οὐρανὸν ὄντων τε καὶ γινομένων ἐξ ἀρχῆς τε καὶ νῦν τὰ πάθη τῶν ἀριθμῶν καὶ τοὺς ἀριθμοὺς λέγοντες (οὐδὲ γὰρ ἄλλο τι ἡγοῦντο εἶναι παρὰ τὰ ἐν τῷ οὐρανῷ) οὐκ ἄλλους τινὰς ἀριθμοὺς λέγουσι καὶ καταλείπουσιν ἔξω τού‐
15των, ἐξ ὧν αὐτοῖς ὁ κόσμος συνέστηκε. δεῖ μὲν γὰρ ἄλλο τι εἶναι τὸ αἴτιον καὶ τὸ αἰτιατόν, οἱ δὲ ἀριθμοὺς λέγοντες εἶναι τόν τε κόσμον καὶ ἕκαστον τῶν ἐν τῷ κόσμῳ, καὶ τούτων ἀρχὰς τοὺς ἀριθμοὺς ὑποθέμενοι, ἀριθμὸν ἄλλον παρὰ τοῦτον οὐ λέγουσιν, ὥσπερ Πλάτων ἐποίει, ἄλλον μὲν λέγων τὸν εἰδητικὸν ἀριθμόν, ὃν καὶ αἴτιον ἐτίθετο, ἄλλον δὲ τὸν ἐν τοῖς
20αἰσθητοῖς. οὕτως δὲ λέγοντες αὐτὸν αὑτοῦ ἂν τὸν ἀριθμὸν αἴτιον λέγοιεν,
εἴ γε αἴτιος μέν ἐστι τῶν ἐν τῷ κόσμῳ ὄντων, ταῦτα δὲ αὐτός ἐστιν.73
in Metaph
.

74

p. 990a22 Ὅταν γὰρ ἐν τῳδὶ μὲν τῷ μέρει δόξα καὶ καιρὸς αὐτοῖς . Διὰ τούτων δείκνυσι πῶς ἐποίουν τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ ἀριθ‐ μούς. ἀεὶ ἀριθμοὺς λέγοντες καὶ αἰτίας αὐτῶν ἀριθμοὺς τιθέμενοι, ἄλλους
5ἀριθμοὺς παρὰ τούτους οὐκ ἔλεγον, αὐτοὺς δὲ αὑτῶν ἔλεγον εἶναι τοὺς ἀριθμοὺς αἰτίους, καὶ τὸ αὐτὸ αὐτοῖς γίνεται αἴτιόν τε καὶ αἰτιατόν. ἔλε‐ γον γὰρ ἐν τινὶ μὲν μέρει τοῦ κόσμου δόξαν συνίστασθαι, ἐν ἄλλῳ δὲ καιρόν, πάλιν δ’ αὖ ἐν ἄλλῳ ἢ κάτωθεν τούτων ἢ ἄνωθεν ἢ ἀδικίαν ἢ κρίσιν ἢ μῖξιν ἢ ἄλλο τι τῶν ἐν τῷ οὐρανῷ. τῆς δὲ τούτων κατὰ τὴν
10τάξιν τὴν τοιαύτην συστάσεως ἀπόδειξιν ἔφερον ὅτι τούτων μὲν ἕκαστον τοῦ ἀριθμοῦ ἐστιν, ἑκάστῳ δὲ τόπῳ ἐν τῷ κόσμῳ οἰκεῖός τίς ἐστιν ἀριθμός. τῷ μὲν γὰρ μέσῳ τὸ ἕν (πρῶτον γάρ ἐστιν ἐνταῦθα), μετὰ δὲ τὸ μέσον τὰ δύο, ἃ δόξαν τε ἔλεγον καὶ τόλμαν· καὶ οὕτως ἀεὶ ἀφισταμένων ἀπὸ τοῦ μέσου πλείονα τὸν ἀριθμὸν γίγνεσθαι τῶν συνισταμένων διὰ τὸ καὶ
15τοὺς ἀριθμοὺς ἐξ ὧν συνίστανται, μᾶλλον δὲ οἷς ἔστι ταῦτα, τοιούτους
εἶναι· τὰ γὰρ τῶν ἀριθμῶν πάθη καὶ τοὺς ἀριθμοὺς τοῖς τόποις ἀκολου‐74
in Metaph
.

75

θεῖν τοῖς ἐν τῷ οὐρανῷ καὶ οἰκείους αὐτοῖς εἶναι· διὸ καὶ τὰ μεγέθη ἐκ τούτων ἐπισυμβαίνειν. δύναται τὸ συμβαίνει δὲ κατὰ τὸν τόπον τοῦ‐ τον ἤδη πλῆθος εἶναι τῶν συνισταμένων μεγεθῶν εἰρηκέναι ἢ τοὺς παρ’ ἡμῖν καὶ ἐπὶ τῆς γῆς τόπους, ὡς ἐν τούτῳ διὰ τοῦτο πλήθους μεγε‐
5θῶν συνισταμένου, διὰ τὸ καὶ τὸν ἀριθμὸν ἤδη ἐν τούτῳ πλείω εἶναι, ὧν τὰ πλείω ὄντα τὰς διαφοράς [τε] κατὰ τὸ πλῆθος τῶν μεγεθῶν ποιεῖν· τοὺς γὰρ ἀριθμοὺς καὶ τὰ πάθη αὐτῶν ἀκολουθεῖν κατ’ οἰκειότητα τοῖς τόποις ἑκάστοις. ἢ καὶ ἁπλούστερον καὶ κοινότερον τοῦ ἔν τινι τόπῳ πλείοσιν αὐτὰ συνιστάμενα αἴτια λέγειν τε καὶ ἀριθμοὺς ἤδη πλείους εἶναι
10ἐν τῷ τόπῳ τούτῳ, ὡς τῷ πλήθει τούτων ἀκολουθοῦντος τοῦ τῶν πραγμά‐ των πλήθους διὰ τὸ τὰ πράγματα τοὺς ἀριθμοὺς εἶναι καὶ αὐτὸν ἐν ἀριθμῷ τὸν κόσμον ποιοῦσι. πότερον δὲ οὗτος ὁ ἐν τῷ οὐρανῷ ἀριθμός ἐστιν ὃν δεῖ λαβεῖν τὸν αἴτιον τῶν ἐν τῷ οὐρανῷ γινομένων, ὡς αὐτὸν αὑτοῦ εἶναι αἴτιον, ἢ ἄλλος τις τούτου αἴτιος; εὐλογώτερον γὰρ ἄλλον λέ‐
15γειν, ὡς καὶ Πλάτων ἐποίει. τῆς δὲ τάξεως τῆς ἐν τῷ οὐρανῷ, ἣν ἐποιοῦντο τῶν ἀριθμῶν οἱ Πυθαγόρειοι, μνημονεύει ἐν τῷ δευτέρῳ περὶ τῆς Πυθαγορικῶν δόξης. p. 990a23 Μικρὸν δὲ ἄνωθεν ἢ κάτωθεν ἀδικία καὶ κρίσις. Οἱ τὰ πράγματα τοὺς ἀριθμοὺς εἶναι λέγοντες ταύτην τὴν τάξιν αὐτοῖς
20ἀπένειμαν ἐν τῷ οὐρανῷ, ἣν ἔχειν ᾤοντο καὶ τοὺς ἀριθμούς, οἷς ἔλεγον εἶναι ταὐτά. οἷον ἣν ᾤοντο τάξιν ἔχειν τὴν δυάδα, ταύτην ἔλεγον ἔχειν τὴν τάξιν ἐν τῷ κόσμῳ τὴν δόξαν, ἐπειδὴ δυὰς δόξα ἦν αὐτοῖς. πάλιν ἣν τάξιν ἡ ἑπτάς, ταύτην ἀπεδίδοσαν ἐν τῷ κόσμῳ τῷ καιρῷ, ἐπεὶ καὶ τὸν ἑπτὰ ἀριθμὸν [καὶ] καιρὸν ἡγοῦντο εἶναι. μικρὸν δὲ ἄνωθεν τοῦ καιροῦ
25ἢ κάτωθεν ἐποίουν, εἰ ἔτυχεν, ἀδικίαν ἢ κρίσιν, ὅτι καὶ ἡ τῶν αὐτῶν τούτοις ἀριθμῶν τάξις ἡ αὐτὴ ἦν. γράφεται δὲ ἔν τισιν ἀντιγράφοις ἀντὶ τοῦ ἀδικίαν “ἀνικίαν·” ἀνικίαν δέ φασιν ὑπὸ τῶν Πυθαγορείων λέγεσθαι τὴν πεντάδα· τοῦτο δὲ ὅτι τῶν ὀρθογωνίων τριγώνων τῶν ἐχόντων ῥητὰς τὰς πλευρὰς πρῶτόν ἐστι τῶν περιεχουσῶν ὀρθὴν γωνίαν πλευρῶν ἡ μὲν
30τριῶν ἡ δὲ τεττάρων, ἡ δὲ ὑποτείνουσα πέντε. ἐπεὶ τοίνυν ἡ ὑποτείνουσα ἴσον δύναται ἀμφοτέραις ἅμα, διὰ τοῦτο ἡ μὲν δυναμένη καλεῖται αἱ δὲ δυναστευόμεναι, καὶ ἔστι πέντε. τήν τε πεντάδα ἀνικίαν ἔλεγον ὡς μὴ
νικωμένην ἀλλ’ ἀήττητον καὶ κρατοῦσαν. εἴτε δὲ “ἀνικίαν” χρὴ γράφειν75
in Metaph
.

76

εἴτε “ἀδικίαν,” ὁ νοῦς τῶν λεγομένων γνώριμος. καὶ περὶ μὲν τῶν Πυθα‐ γορικῶν, φησίν, ἀφείσθω τὰ νῦν· ἱκανὸν γὰρ αὐτῶν ἅψασθαι μόνον, παραιτούμενος τὴν ἐπὶ πλεῖον ἐξέτασιν τούτων τὰ νῦν, ὅτι μηδὲν πλέον ἐν τοῖς οὖσι τῶν φυσικῶν κατέλιπον· ἐρεῖ μέντοι τὴν περὶ τῶν ἀρχῶν δόξαν
5αὐτῶν ἔτι πᾶσαν τῆσδε τῆς πραγματείας ἐπὶ τέλει. p. 990a34 Οἱ δὲ τὰς ἰδέας αἰτίας τιθέμενοι πρῶτον μὲν ζητοῦντες τωνδὶ τῶν ὄντων λαβεῖν τὰς αἰτίας. Αἰτιᾶται τῶν τὰς ἰδέας αἰτίας θεμένων πρῶτον μὲν ὅτι ζητοῦντες τῶν φύσει συνεστώτων τὰς αἰτίας (τοῦτο γὰρ αὐτῷ δύναται δὴ τὸ τωνδὶ
10τῶν ὄντων) ἄλλας ἰσαρίθμους τούτοις οὐσίας προσέθεσαν ὡς ἐσομένων μᾶλλον γνωρίμων τῶν πραγμάτων, εἰ πλείω τὰ αὐτὰ γένοιτο· οὐδενὶ γὰρ ἢ τῷ ἀιδίῳ διαφερούσας τὰς ἰδέας τῶν πρὸς αὐτὰς ὄντων ἐποίουν, ὥστε ἐπεὶ ταῦτα ἄγνωστα, ὁμοίως ἂν κἀκεῖναι τούτοις, ὧν εἶναί φασιν αὐτὰς παραδείγματα, εἶεν ἂν ἄγνωστοι. ἰσάριθμα οὖν ἄλλα θέμενοι καὶ ὅμοια
15τούτοις ὧν ἐζήτουν τὴν γνῶσίν τε καὶ ἐπιστήμην, διὰ τούτων ᾤοντο κἀ‐ κεῖνα καταλαμβάνειν δύνασθαι ἃ ἐζήτουν, ὡς ὀλίγον προελθὼν δείξει. ἢ ὃ αἰτιᾶται ἔστι † τῶν τὰ αἴτιά τε καὶ ἐπιστήμη καὶ διὰ τοῦτο ἐζήτουν αὐτῶν τὰ αἴτια· ᾤοντο γὰρ τὰς αἰτίας ταύτας τούτων ἀποδιδόναι, ὅμοιόν τι ποιοῦντες τοῖς ἀριθμῆσαί τι βουλομένοις πλῆθος, εἶθ’ ὡς μὴ δυναμένων
20ἐκείνων, εἰ εἴη τοσαῦτα, ἀριθμηθῆναι, ἄλλο αὐτοῖς ἰσάριθμον πλῆθος προσ‐ τιθεῖσι, κἄπειθ’ οὕτως ἀριθμοῦσιν. εἴη δ’ ἂν μάλιστα τὸ ἀπορούμενον ἰσχὺν ἔχον οὐ κατὰ τὸ ἰσάριθμον τοῖς ζητουμένοις αὐτοὺς τὸ πλῆθος τί‐ θεσθαι, ἀλλὰ κατὰ τὸ ὅμοια καὶ διὰ τοῦτο ὁμοίως ἄγνωστα. ὅτι γὰρ μη‐ δὲν διαφέρει τὰ εἴδη τῶν πρὸς αὐτὰ τὸ εἶναι ἐχόντων κατ’ αὐτούς, ἢ
25μόνῳ τῷ ἀιδίῳ, ἐρεῖ· τὸ δὲ εἶναι ὁμοίως ἄγνωστα διὰ τῆς τοῦ ἀριθμοῦ παραθέσεως ἐνεδείξατο. ὅτι δὲ μὴ αἴτια ἃ προσέθεσαν τούτοις περὶ ὧν
ἐζήτουν, ὀλίγον προελθὼν δείξει. ἢ ὃ αἰτιᾶται ἔστιν ὅτι προσθέντες ἰσά‐76
in Metaph
.

77

ριθμα σχεδὸν τοῖς περὶ ὧν ἐζήτουν, οὕτως ἁπάντων ἐζήτουν καὶ ἀπεδίδοσαν τὰς αἰτίας τῶν τε πρώτων καὶ τῶν προστεθέντων· τούτῳ γὰρ ὅμοιον καὶ τὸ τοῦ ἀριθμοῦ παράδειγμα. σχεδὸν δὲ εἶπεν οὐκ ἐλάττω εἶναι τὰ εἴδη τούτοις, οὐ τοῖς καθ’ ἕκαστα καὶ ἀτόμοις λέγων, ἀλλὰ τοῖς ἐπ’ αὐτοῖς
5εἴδεσιν. οὐδὲ γὰρ Σωκράτους καὶ Πλάτωνος ἐζήτουν τὰς αἰτίας, ἀλλ’ ἀν‐ θρώπου καὶ ἵππου. τούτοις γὰρ σχεδὸν ἰσάριθμα τὰ εἴδη κατ’ αὐτούς. τὸ σχεδὸν δὲ προσέθηκεν ἴσως, ἐπεὶ μὴ πάντων τῶν κοινῶν ἰδέας ἐτί‐ θεντο· οὐδὲ γὰρ τῶν ἐπὶ τοῖς τεχνητοῖς, οὔτε τῶν ἐπὶ τοῖς κακοῖς, εἰ καὶ εἵπετο αὐτοῖς καὶ τούτων εἶναι λέγειν ἰδέας, δι’ ὧν περὶ αὐτῶν λέγουσιν,
10ὡς ἐρεῖ μετ’ ὀλίγον. τοῦ δὲ μὴ ἐλάττους εἶναι τὰς ἰδέας τούτων ὧν ζη‐ τοῦντες τὰς αἰτίας ἐπ’ ἐκείνας προῆλθον, δεικτικὸν παρέθετο καθ’ ἕκαστον γὰρ ὁμώνυμόν τί ἐστιν, ὁμώνυμον μὲν λέγων τὸ συνώνυμον, ἐπεὶ καὶ Πλάτων οὕτως αὐτὰς εἶπε. δείκνυσι δὲ διὰ τοῦ ἑκάστου τῶν ζητουμένων αὐτοὺς συνώνυμόν τι εἶδος θέσθαι τὸ ἰσάριθμα τὰ εἴδη αὐτοὺς τοῖς αἰσθη‐
15τοῖς λέγειν. ἢ δύναται τὸ ὁμώνυμον ὅτι, ὡς λέγουσιν, οὐδὲν ἂν συμβάλ‐ λοιντο πρὸς τὴν γνῶσιν τοῖς ἐνταῦθα. εἰπὼν δὲ καθ’ ἕκαστον γὰρ ὁμώνυμόν τί ἐστιν, πῶς καθ’ ἕκαστον, δείκνυσι. τὸ δὲ καὶ παρὰ τὰς οὐσίας τῶν τε ἄλλων ἅ ἐστιν ἓν ἐπὶ πολλῶν, καὶ ἐπὶ τοῖσδε καὶ ἐπὶ τοῖς ἀιδίοις ἴσον ἂν εἴη τῷ παρά τε γὰρ τὰς τῇδε οὐσίας
20ἔστιν ὁμώνυμα αὐτοῖς εἴδη, ὁμοίως δὲ καὶ παρὰ τὰ ἄλλα ὄντα τὰ παρὰ τὴν οὐσίαν, ἅ ἐστι τὰ ἄλλα γένη, ἐφ’ ὧν ἔστιν ἕν τι καὶ κοινὸν ἐπὶ πολλοῖς τοῖς καθ’ ἕκαστα. οἷς γάρ ἐστι τὰ κοινὰ τὰ ἐπὶ τοῖς καθ’ ἕκαστα, τῶν κοινῶν αἱ ἰδέαι εἴησαν ἂν κατ’ αὐτοὺς αἰτίαι τοῦ εἶναί τε καὶ γίγνε‐ σθαι. τὸ δὲ καὶ ἐπὶ τοῖσδε καὶ ἐπὶ τοῖς ἀιδίοις δηλωτικὸν ἂν εἴη
25τοῦ καὶ ἐπὶ τοῖς ἐν γενέσει καὶ φθορᾷ (τούτων γὰρ τὸ ἐπὶ τοῖσδε δη‐ λωτικόν) καὶ ἐπὶ τοῖς ἀιδίοις· καὶ γὰρ ὁ κόσμος κατ’ αὐτοὺς καὶ τὰ ἐν αὐτῷ ἀιδίως τὸ εἶναι ἔχει. διὸ εὐλόγως εἴρηται τὸ ἰσάριθμα τῶν τε ἄλλων ὧν ἐστιν ἓν ἐπὶ πολλῶν, ἀντὶ τοῦ τῶν τε ἄλλων ἐφ’ ὧν ἐστιν ἓν ἐπὶ πολλῶν τινων· καὶ γὰρ ἄλλων βουληθεὶς δηλῶσαι τοῦτο προσέθηκε· τῶν
30γὰρ κοινῶν τῶν ἐπὶ τοῖς καθ’ ἕκαστα αἰτίαι αἱ ἰδέαι κατ’ αὐτούς. ἢ τὸ ἓν ἐπὶ πολλῶν ἐπὶ τῆς ἰδέας εἴρηκε· καὶ γὰρ εἰ μὴ τῶν καθ’ ἕκαστά ἐστιν ἰδέα, ἀλλὰ τοῦ ἐν τοῖς καθ’ ἕκαστα κοινοῦ· ἀνθρώπου γάρ, ἀλλ’ οὐ Σωκράτους καὶ Πλάτωνος, ὃς ἄνθρωπος ἐν τούτοις τε καὶ ἐν πᾶσι τοῖς ὁμοειδέσιν αὐτοῖς κοινὸς εἴη διὰ τὸ ἐνυπάρχειν πᾶσι. τὸ δὲ καθ’ οὓς
35τρόπους δείκνυμεν τὰ εἴδη, κατ’ οὐδένα φαίνεται τούτων, τὸ77
in Metaph
.

78

δείκνυμεν δηλωτικόν ἐστι τοῦ ὡς πρὸς οἰκείαν δόξαν λέγειν αὐτόν, λέ‐ γοντα τὰ Πλάτωνος· οὐ γὰρ ὡς ἀλλοτρίοις ἀντιλέγων λόγοις καὶ δόγμασιν, ἀλλ’ ὡς οἰκείαν δόξαν βασανίζων τε καὶ ἐξετάζων, οὕτως ποιεῖται τὴν ἀντι‐ λογίαν τῆς τοῦ ἀληθοῦς εὑρέσεως χάριν. πειρᾶται δὲ δεικνύναι ὅτι οὐδεὶς
5τῶν λόγων τῶν εἰς κατασκευὴν τῶν ἰδεῶν φερομένων εἶναι δείκνυσιν ἰδέας. οἱ μὲν γὰρ αὐτῶν οὔτε συλλογίζονται οὔτε συνάγουσι τὸ προκείμενον, πρὸς τῷ καὶ ὧν μὴ βούλονται ἰδέας εἶναι, καὶ τούτων τίθεσθαι· οἱ δὲ καὶ δο‐ κοῦντες συλλογίζεσθαί τι περὶ ἰδεῶν οὐκ ἐκφεύγουσι τῶν ὧν οὐ βούλονται εἶναι ἰδέας, καὶ τούτων κατασκευάζειν· οὐ γὰρ ὡς ἄλλων πάντῃ ὄντων
10τῶν ἀσυλλογίστως ἐρωτωμένων, ἄλλων δὲ τῶν κατασκευαζόντων ἰδέας καὶ ὧν οὐ βούλονται λέγειν, ἀλλ’ ὅτι τῶν αὐτῶν λόγων οἱ μὲν κατ’ ἄμφω ἡμάρτηνται, οἱ δὲ πάντως καθ’ ἕτερον. ἤ τινας τῶν λεγομένων λόγων ὑπ’ αὐτῶν ὡς τέλειον ψευδεῖς καὶ μηδὲν δεικνύντας αἰτιᾶται, οἷος εἴη ἂν ὁ λέγων, εἰ ἔστι τι τἀληθές, εἴη ἂν τὰ εἴδη· τῶν γὰρ ἐνταῦθα οὐδὲν
15ἀληθές· καὶ εἰ μνήμη ἔστιν, ἔστι τὰ εἴδη· ἡ γὰρ μνήμη τοῦ μένοντος· καὶ ὁ τὸν ἀριθμὸν ὄντος εἶναι λέγων, ταῦτα δὲ οὐκ ὄντα· εἰ δέ, τῶν εἰδῶν· ἔστιν ἄρα τὰ εἴδη· ὁμοίως καὶ ὁ τοὺς ὁρισμοὺς τῶν ὄντων εἶναι λέγων, τούτων δὲ μηδὲν εἶναι. οἱ δὲ τοιοῦτοι λόγοι ψευδεῖς τε καὶ τὸ δέον οὐδὲν δεικνύντες. διὸ τῶν μὲν τοιούτων οὐδενὸς μνημονεύει νῦν, εὐθύνει δέ
20τινας τῶν δοκούντων τι δεικνύναι, καὶ πρῶτόν γε τὸν ἀπὸ τῶν ἐπιστημῶν τὰς ἰδέας κατασκευάζοντα. εἰ δὲ αὐτοὶ οἱ λόγοι οἱ ὑπὲρ αὐτῶν λεγόμενοι εἰς κατασκευὴν τῶν ἰδεῶν εἰσι τοιοῦτοι ὡς ἢ μὴ συλλογίζεσθαι τὸ προ‐ κείμενον ἢ ἄλλων τινῶν ἰδέας εἰσάγειν καὶ μὴ ὧν βούλονται, οὐδὲν ἔξω‐ θεν ἄλλων δεῖ λόγων, ἀλλ’ αὔταρκες πρὸς ἀναίρεσιν τοῦ δόγματος τὸ τὴν
25ἀσθένειαν δεῖξαι τῶν λεγομένων.78
in Metaph
.

79

p. 990b11 Κατά τε γὰρ τοὺς λόγους τοὺς ἐκ τῶν ἐπιστημῶν εἴδη ἔσται πάντων ὅσων ἐπιστῆμαί εἰσιν. Πλεοναχῶς μὲν ταῖς ἐπιστήμαις πρὸς τὴν τῶν ἰδεῶν κατασκευὴν προσεχρήσαντο, ὡς ἐν τῷ πρώτῳ Περὶ ἰδεῶν λέγει· ὧν δὲ νῦν μνημο‐
5νεύειν ἔοικε λόγων, εἰσὶ τοιοῦτοι. εἰ πᾶσα ἐπιστήμη πρὸς ἕν τι καὶ τὸ αὐτὸ ἐπαναφέρουσα ποιεῖ τὸ αὑτῆς ἔργον καὶ πρὸς οὐδὲν τῶν καθ’ ἕκαστον, εἴη ἄν τι ἄλλο καθ’ ἑκάστην παρὰ τὰ αἰσθητὰ ἀίδιον καὶ παράδειγμα τῶν καθ’ ἑκάστην ἐπιστήμην γινομένων. τοιοῦτον δὲ ἡ ἰδέα. ἔτι ὧν ἐπιστῆ‐ μαί εἰσι, ταῦτα ἔστιν· ἄλλων δέ τινων παρὰ τὰ καθ’ ἕκαστά εἰσιν αἱ
10ἐπιστῆμαι· ταῦτα γὰρ ἄπειρά τε καὶ ἀόριστα, αἱ δὲ ἐπιστῆμαι ὡρισμένων· ἔστιν ἄρα τινὰ παρὰ τὰ καθ’ ἕκαστα, ταῦτα δὲ αἱ ἰδέαι. ἔτι εἰ ἡ ἰατρικὴ οὐκ ἔστιν ἐπιστήμη τῆσδε τῆς ὑγιείας ἀλλ’ ἁπλῶς ὑγιείας, ἔσται τις αὐτοϋ‐ γίεια· καὶ εἰ ἡ γεωμετρία μή ἐστι τοῦδε τοῦ ἴσου καὶ τοῦδε τοῦ συμ‐ μέτρου ἐπιστήμη ἀλλ’ ἁπλῶς ἴσου καὶ ἁπλῶς συμμέτρου, ἔσται τι αὐτόισον
15καὶ αὐτοσύμμετρον, ταῦτα δὲ αἱ ἰδέαι. οἱ δὴ τοιοῦτοι λόγοι τὸ μὲν προ‐ κείμενον οὐ δεικνύουσιν, ὃ ἦν τὸ ἰδέας εἶναι, ἀλλὰ δεικνύουσι τὸ εἶναί τινα παρὰ τὰ καθ’ ἕκαστα καὶ αἰσθητά. οὐ πάντως δέ, εἴ τινα ἔστιν ἅ εἰσι παρὰ τὰ καθ’ ἕκαστα, ταῦτά εἰσιν ἰδέαι· ἔστι γὰρ παρὰ τὰ καθ’ ἕκαστα τὰ κοινά, ὧν φαμεν καὶ τὰς ἐπιστήμας εἶναι. ἔτι τε τὸ καὶ τῶν ὑπὸ
20τὰς τέχνας ἰδέας εἶναι· καὶ γὰρ πᾶσα τέχνη πρὸς ἕν τι ἀναφέρει τὰ γι‐ γνόμενα ὑπ’ αὐτῆς, καὶ ὧν εἰσιν αἱ τέχναι, ταῦτα ἔστι, καὶ ἄλλων τινῶν παρὰ τὰ καθ’ ἕκαστά εἰσιν αἱ τέχναι. καὶ ὁ ὕστερος δέ, πρὸς τῷ μηδὲ οὗτος δεικνύναι τὸ εἶναι ἰδέας, καὶ ὧν οὐ βούλονται ἰδέας εἶναι κατασκευά‐
ζειν ἰδέας δόξει. εἰ γὰρ διότι ἡ ἰατρικὴ μή ἐστι τῆσδε τῆς ὑγιείας ἐπι‐79
in Metaph
.

80

στήμη ἀλλ’ ἁπλῶς ὑγιείας, ἔστιν αὐτό τις ὑγίεια, ἔσται καὶ ἐπὶ τῶν τεχνῶν ἑκάστης. οὐ γὰρ τοῦ καθ’ ἕκαστα οὐδὲ τοῦδέ ἐστιν, ἀλλ’ ἁπλῶς ἐκείνου περὶ ὅ ἐστιν, οἷον ἡ τεκτονικὴ ἁπλῶς βάθρου ἀλλ’ οὐ τοῦδε, καὶ ἁπλῶς κλίνης ἀλλ’ οὐ τῆσδε· ὁμοίως καὶ ἡ ἀνδριαντοποιητικὴ καὶ ἡ γραφικὴ καὶ
5ἡ οἰκοδομικὴ δὲ καὶ τῶν ἄλλων ἑκάστη τεχνῶν ἔχει πρὸς τὰ ὑφ’ ἑαυτήν. ἔσται ἄρα καὶ τῶν ὑπὸ τὰς τέχνας ἑκάστου ἰδέα, ὅπερ οὐ βούλονται. p. 990b13 Καὶ κατὰ τὸ ἓν ἐπὶ πολλῶν καὶ τῶν ἀποφάσεων. Χρῶνται καὶ τοιούτῳ λόγῳ εἰς κατασκευὴν τῶν ἰδεῶν. εἰ ἕκαστος τῶν πολλῶν ἀνθρώπων ἄνθρωπός ἐστι καὶ τῶν ζῴων ζῷον καὶ ἐπὶ τῶν
10ἄλλων ὁμοίως, καὶ οὐκ ἔστιν ἐφ’ ἑκάστου αὐτῶν αὐτὸ αὑτοῦ τι κατηγο‐ ρούμενον, ἀλλ’ ἔστι τι ὃ καὶ πάντων αὐτῶν κατηγορεῖται οὐδενὶ αὐτῶν ταὐτὸν ὄν, εἴη ἄν τι τούτων παρὰ τὰ καθ’ ἕκαστα ὄντα ὂν κεχωρισμένον αὐτῶν ἀίδιον· ἀεὶ γὰρ ὁμοίως κατηγορεῖται πάντων τῶν κατ’ ἀριθμὸν ἀλ‐ λασσομένων. ὃ δὲ ἕν ἐστιν ἐπὶ πολλοῖς κεχωρισμένον τε αὐτῶν καὶ ἀίδιον,
15τοῦτ’ ἔστιν ἰδέα· εἰσὶν ἄρα ἰδέαι. τοῦτόν φησι τὸν λόγον κατασκευάζειν ἰδέας καὶ τῶν ἀποφάσεων καὶ τῶν μὴ ὄντων. καὶ γὰρ ἡ ἀπόφασις κατὰ πολλῶν κατηγορεῖται μία καὶ ἡ αὐτὴ καὶ κατὰ μὴ ὄντων, καὶ οὐδενὶ τῶν καθ’ ὧν ἀληθεύεταί ἐστιν ἡ αὐτή. τὸ γὰρ οὐκ ἄνθρωπος κατηγορεῖται μὲν καὶ καθ’ ἵππου καὶ κυνὸς καὶ πάντων τῶν παρὰ τὸν ἄνθρωπον, καὶ
20διὰ τοῦτό ἐστιν ἓν ἐπὶ πολλῶν καὶ οὐδενὶ τῶν καθ’ ὧν κατηγορεῖται ταὐ‐ τόν ἐστιν. ἔτι ἀεὶ μένει κατὰ τῶν ὁμοίων ὁμοίως ἀληθευόμενον· τὸ γὰρ
οὐ μουσικὸν κατὰ πολλῶν ἀληθεύεται (πάντων γὰρ τῶν μὴ μουσικῶν),80
in Metaph
.

81

ὁμοίως καὶ τῶν οὐκ ἀνθρώπων τὸ οὐκ ἄνθρωπος· ὥστε εἰσὶ καὶ τῶν ἀπο‐ φάσεων ἰδέαι. ὅπερ ἐστὶν ἄτοπον· πῶς γὰρ ἂν εἴη τοῦ μὴ εἶναι ἰδέα; εἰ γὰρ τοῦτό τις παραδέξεται, τῶν γε ἀνομογενῶν καὶ πάντῃ διαφερόντων ἔσται μία ἰδέα, γραμμῆς, ἂν οὕτω τύχῃ, καὶ ἀνθρώπου· οὐχ ἵπποι γὰρ
5ταῦτα πάντα. ἔτι ἔσται καὶ τῶν ἀπείρων μία ἰδέα. ἀλλὰ καὶ τοῦ πρώτου καὶ τοῦ δευτέρου· οὐ ξύλον γὰρ ὅ τε ἄνθρωπος καὶ τὸ ζῷον, ὧν τὸ μὲν πρῶτον τὸ δὲ δεύτερον, ὧν οὔτε γένη οὔτε ἰδέας ἐβούλοντο εἶναι. δῆλον δὲ ὅτι οὐδὲ οὗτος ὁ λόγος ἰδέας εἶναι συλλογίζεται, ἀλλὰ δεικνύναι βού‐ λεται καὶ αὐτὸς ἄλλο εἶναι τὸ κοινῶς κατηγορούμενον τῶν καθ’ ἕκαστα
10ὧν κατηγορεῖται. ἔτι αὐτοὶ οἱ βουλόμενοι δεικνύναι ὅτι ἕν τι τὸ κοινῶς κατηγορούμενόν ἐστι πλειόνων καὶ τοῦτό ἐστιν ἰδέα, ἀπὸ τῶν ἀποφάσεων αὐτὸ κατασκευάζουσιν. εἰ γὰρ ὁ πλειόνων τι ἀποφάσκων πρὸς ἕν τι ἐπα‐ ναφέρων ἀποφήσει (ὁ γὰρ λέγων ἄνθρωπος οὐκ ἔστι λευκός, ἵππος οὐκ ἔστιν, οὐ καθ’ ἕκαστον αὐτῶν ἴδιόν τι ἀποφάσκει, ἀλλὰ πρὸς ἕν τι τὴν
15ἀναφορὰν ποιούμενος τὸ λευκὸν ἀποφάσκει τὸ αὐτὸ πάντων), καὶ ὁ κατα‐ φάσκων ἂν πλειόνων τὸ αὐτὸ οὐ καθ’ ἕκαστον ἄλλο, ἀλλὰ ἕν τι ἂν εἴη ὃ καταφάσκει, οἷον τὸν ἄνθρωπον κατὰ τὴν πρὸς ἕν τι καὶ ταὐτὸν ἀνα‐ φοράν· ὁμοίως γὰρ ὡς ἡ ἀπόφασις καὶ ἡ κατάφασις. ἔστιν ἄρα τι ὂν ἄλλο παρὰ τὸ ἐν τοῖς αἰσθητοῖς, ὃ αἴτιόν ἐστι τῆς ἀληθοῦς ἐπὶ πλειόνων τε καὶ
20τῆς κοινῆς καταφάσεως, καὶ τοῦτό ἐστιν ἡ ἰδέα. τοῦτον δὴ τὸν λόγον φησὶν οὐ μόνον τῶν καταφασκομένων ἀλλὰ καὶ τῶν ἀποφασκομένων ἰδέας ποιεῖν· ὁμοίως γὰρ ἐν ἀμφοτέροις τὸ ἕν. p. 990b14 Κατὰ δὲ τὸ νοεῖν τι φθαρέντος τῶν φθαρτῶν· φάντα‐ σμα γάρ τι τούτων ἐστίν.
25 Ὁ λόγος ὁ ἀπὸ τοῦ νοεῖν κατασκευάζων τὸ εἶναι ἰδέας τοιοῦτός ἐστιν. εἰ ἐπειδὰν νοῶμεν ἄνθρωπον ἢ πεζὸν ἢ ζῷον, τῶν ὄντων τέ τι νοοῦμεν καὶ οὐδὲν τῶν καθ’ ἕκαστον (καὶ γὰρ φθαρέντων τούτων μένει ἡ αὐτὴ ἔννοια), δῆλον ὡς ἔστι παρὰ τὰ καθ’ ἕκαστα καὶ αἰσθητά, ὃ καὶ ὄντων
ἐκείνων καὶ μὴ ὄντων νοοῦμεν· οὐ γὰρ δὴ μὴ ὄν τι νοοῦμεν τότε. τοῦτο81
in Metaph
.

82

δὲ εἶδός τε καὶ ἰδέα ἐστίν. φησὶ δὴ τοῦτον τὸν λόγον καὶ τῶν φθειρο‐ μένων τε καὶ ἐφθαρμένων καὶ ὅλως τῶν καθ’ ἕκαστά τε καὶ φθαρτῶν ἰδέας κατασκευάζειν, οἷον Σωκράτους, Πλάτωνος· καὶ γὰρ τούτους νοοῦμεν καὶ φαντασίαν αὐτῶν φυλάσσομεν καὶ μηκέτι ὄντων σώζομεν· φάντασμα
5γάρ τι καὶ τῶν μηκέτι ὄντων. ἀλλὰ καὶ τὰ μηδ’ ὅλως ὄντα νοοῦμεν, ὡς Ἱπποκένταυρον, Χίμαιραν· ὥστε οὐδὲ ὁ τοιοῦτος λόγος ἰδέας εἶναι συλλο‐ γίζεται. p. 990b15 Ἔτι δὲ οἱ ἀκριβέστατοι τῶν λόγων οἱ μὲν τῶν πρός τι ποιοῦσιν ἰδέας, ὧν οὔ φαμεν εἶναι καθ’ αὑτὸ γένος, οἱ δὲ τὸν
10τρίτον ἄνθρωπον λέγουσιν. Ὁ μὲν καὶ τῶν πρός τι κατασκευάζων ἰδέας λόγος τοιοῦτός ἐστιν. ἐφ’ ὧν ταὐτόν τι πλειόνων κατηγορεῖται μὴ ὁμωνύμως, ἀλλ’ ὡς μίαν τινὰ
δηλοῦν φύσιν, ἤτοι τῷ κυρίως τὸ ὑπὸ τοῦ κατηγορουμένου σημαινόμενον82
in Metaph
.

83

εἶναι ταῦτα ἀληθεύεται κατ’ αὐτῶν, ὡς ὅταν ἄνθρωπον λέγωμεν Σωκράτην καὶ Πλάτωνα, ἢ τῷ εἰκόνας αὐτὰ εἶναι τῶν ἀληθινῶν, ὡς ἐπὶ τῶν γεγραμ‐ μένων ὅταν τὸν ἄνθρωπον κατηγορῶμεν (δηλοῦμεν γὰρ ἐπ’ ἐκείνων τὰς τῶν ἀνθρώπων εἰκόνας τὴν αὐτήν τινα φύσιν ἐπὶ πάντων σημαίνοντες), ἢ
5ὡς τὸ μὲν αὐτῶν ὂν τὸ παράδειγμα, τὰ δὲ εἰκόνας, ὡς εἰ ἀνθρώπους Σω‐ κράτη τε καὶ τὰς εἰκόνας αὐτοῦ λέγοιμεν. κατηγοροῦμεν δὲ τῶν ἐνταῦθα τὸ ἴσον αὐτὸ ὁμωνύμως αὐτῶν κατηγορούμενον· οὔτε γὰρ ὁ αὐτὸς πᾶσιν αὐτοῖς ἐφαρμόζει λόγος, οὔτε τὰ ἀληθῶς ἴσα σημαίνομεν· κινεῖται γὰρ τὸ ποσὸν ἐν τοῖς αἰσθητοῖς καὶ μεταβάλλει συνεχῶς καὶ οὐκ ἔστιν ἀφωρισ‐
10μένον. ἀλλ’ οὐδὲ ἀκριβῶς τὸν τοῦ ἴσου λόγον ἀναδεχόμενον τῶν ἐνταῦθά ἐστί τι. ἀλλὰ μὴν ἀλλ’ οὐδὲ ὡς τὸ μὲν παράδειγμα αὐτῶν τὸ δὲ εἰκόνα· οὐδὲν γὰρ μᾶλλον θάτερον θατέρου παράδειγμα ἢ εἰκών. εἰ δὲ καὶ δέ‐ ξαιτό τις μὴ ὁμώνυμον εἶναι τὴν εἰκόνα τῷ παραδείγματι, ἀεὶ ἕπεται ταῦτα τὰ ἴσα ὡς εἰκόνας εἶναι ἴσα τοῦ κυρίως καὶ ἀληθῶς ἴσου. εἰ δὲ τοῦτο,
15ἔστι τι αὐτόισον καὶ κυρίως, πρὸς ὃ τὰ ἐνθάδε ὡς εἰκόνες γίνεταί τε καὶ λέγεται ἴσα, τοῦτο δέ ἐστιν ἰδέα, παράδειγμα καὶ εἰκὼν τοῖς πρὸς αὐτὸ γι‐ νομένοις. εἷς μὲν οὖν οὗτος λόγος ὁ καὶ τῶν πρός τι κατασκευάζων ἰδέας, δοκῶν ἐπιμελέστερον καὶ ἀκριβέστερον καὶ προσεχέστερον ἅπτεσθαι τῆς δείξεως τῶν ἰδεῶν. οὐδὲ γὰρ τὸ κοινὸν εἶναί τι παρὰ τὰ καθ’ ἕκαστα
20ἁπλῶς οὗτος ὁ λόγος δοκεῖ δεικνύναι, ὥσπερ οἱ πρὸ αὐτοῦ, ἀλλὰ τὸ παρά‐ δειγμά τι εἶναι τῶν ἐνταῦθα ὄντων κυρίως ὄν· τοῦτο γὰρ χαρακτηριστικὸν εἶναι δοκεῖ τῶν ἰδεῶν μάλιστα. τοῦτον δὴ τὸν λόγον φησὶ καὶ τῶν πρός τι ἰδέας κατασκευάζειν. ἡ γοῦν δεῖξις ἡ νῦν ἐπὶ τοῦ ἴσου προῆλθεν, ὅ ἐστι τῶν πρός τι· τῶν δὲ πρός τι οὐκ ἔλεγον ἰδέας εἶναι διὰ τὸ τὰς μὲν
25ἰδέας καθ’ αὑτὰς ὑφεστάναι αὐτοῖς οὐσίας τινὰς οὔσας, τὰ δὲ πρός τι ἐν τῇ πρὸς ἄλληλα σχέσει τὸ εἶναι ἔχειν. ἔτι δὲ εἰ τὸ ἴσον ἴσῳ ἴσον, πλείους ἰδέαι τοῦ ἴσου ἂν εἶεν· τὸ γὰρ αὐτόισον αὐτοΐσῳ ἴσον· εἰ γὰρ μηδενὶ ἴσον, οὐδὲ ἴσον ἂν εἴη. ἔτι δεήσει καὶ τῶν ἀνίσων κατὰ τὸν αὐτὸν λόγον ἰδέας εἶναι· ὁμοίως γὰρ τῶν ἀντικειμένων ἔσονταί γε ἢ οὐκ ἔσονται ἰδέαι· τὸ
30δὲ ἄνισον ὁμολογεῖται καὶ κατ’ αὐτοὺς ἐν πλείοσιν εἶναι. πάλιν δὲ ἐκοινο‐ ποίησε τὴν δόξαν ὡς πρὸς οἰκείαν οὖσαν αὐτὴν λέγων, διὰ τοῦ εἰπεῖν ὧν οὔ φαμεν εἶναι καθ’ αὑτὸ γένος, γένος λέγων ἀντὶ τοῦ ὑπόστασιν καὶ φύσιν, εἴ γε τὸ πρός τι παραφυάδι ἔοικεν, ὡς ἐν ἄλλοις εἶπεν. Ὁ δὲ λόγος ὁ τὸν τρίτον ἄνθρωπον εἰσάγων τοιοῦτος. λέγουσι τὰ
35κοινῶς κατηγορούμενα τῶν οὐσιῶν κυρίως τε εἶναι τοιαῦτα, καὶ ταῦτα εἶναι83
in Metaph
.

84

ἰδέας. ἔτι τὰ ὅμοια ἀλλήλοις τοῦ αὐτοῦ τινος μετουσίᾳ ὅμοια ἀλλήλοις εἶναι, ὃ κυρίως ἐστὶ τοῦτο· καὶ τοῦτο εἶναι τὴν ἰδέαν. ἀλλ’ εἰ τοῦτο, καὶ τὸ κατηγορούμενόν τινων κοινῶς, ἂν μὴ ταὐτὸν ᾖ ἐκείνων τινὶ ὧν κατη‐ γορεῖται, ἄλλο τί ἐστι παρ’ ἐκεῖνα (διὰ τοῦτο γὰρ γένος ὁ αὐτοάνθρωπος,
5ὅτι κατηγορούμενος τῶν καθ’ ἕκαστα οὐδενὶ αὐτῶν ἦν ὁ αὐτός), τρίτος ἄνθρωπος ἔσται τις παρά τε τὸν καθ’ ἕκαστα, οἷον Σωκράτη καὶ Πλά‐ τωνα, καὶ παρὰ τὴν ἰδέαν, ἥτις καὶ αὐτὴ μία κατ’ ἀριθμόν ἐστιν. ἦν δέ τις λόγος ὑπὸ τῶν σοφιστῶν λεγόμενος τρίτον ἄνθρωπον εἰσάγων τοιοῦτος. εἰ λέγοντες “ἄνθρωπος περιπατεῖ” οὔτε τὸν ὡς ἰδέαν ἄνθρωπον περιπα‐
10τεῖν λέγομεν (ἀκίνητος γὰρ ἐκείνη) οὔτε τῶν καθ’ ἕκαστά τινα (πῶς γὰρ ὃν μὴ γνωρίζομεν; τὸ μὲν γὰρ ἄνθρωπον περιπατεῖν γνωρίζομεν, τίς δὲ τῶν καθ’ ἕκαστά ἐστιν ἐφ’ ᾧ λέγομεν, οὐ γνωρίζομεν), ἄλλον τινὰ παρὰ τούτους τρίτον ἄνθρωπον λέγομεν περιπατεῖν· τρίτος ἄρα ἄνθρωπος ἔσται, οὗ τὸ περιπατεῖν κατηγορήσαμεν. τούτῳ δὴ τῷ λόγῳ ὄντι σοφιστικῷ
15ἀφορμὰς ἐνδιδόασιν οἱ χωρίζοντες τὸ κοινὸν τῶν καθ’ ἕκαστα, ὃ ποιοῦσιν οἱ τὰς ἰδέας τιθέμενοι. λέγει δὲ Φανίας ἐν τῷ πρὸς Διόδωρον Πολύξενον τὸν σοφιστὴν τὸν τρίτον ἄνθρωπον εἰσάγειν λέγοντα “εἰ κατὰ μετοχήν τε καὶ μετουσίαν τῆς ἰδέας καὶ τοῦ αὐτοανθρώπου ὁ ἄνθρωπός ἐστι, δεῖ τινα εἶναι ἄνθρωπον ὃς πρὸς τὴν ἰδέαν ἕξει τὸ εἶναι. οὔτε δὲ ὁ αὐτοάνθρωπος,
20ὅ ἐστιν ἰδέα, κατὰ μετοχὴν ἰδέας, οὔτε ὁ τὶς ἄνθρωπος. λείπεται ἄλλον τινὰ εἶναι τρίτον ἄνθρωπον τὸν πρὸς τὴν ἰδέαν τὸ εἶναι ἔχοντα.” δείκνυ‐ ται καὶ οὕτως ὁ τρίτος ἄνθρωπος. εἰ τὸ κατηγορούμενόν τινων πλειόνων ἀληθῶς καὶ ἔστιν ἄλλο παρὰ τὰ ὧν κατηγορεῖται, κεχωρισμένον αὐτῶν (τοῦτο γὰρ ἡγοῦνται δεικνύναι οἱ τὰς ἰδέας τιθέμενοι· διὰ τοῦτο γάρ ἐστί
25τι αὐτοάνθρωπος κατ’ αὐτούς, ὅτι ὁ ἄνθρωπος κατὰ τῶν καθ’ ἕκαστα ἀνθρώπων πλειόνων ὄντων ἀληθῶς κατηγορεῖται καὶ ἄλλος τῶν καθ’ ἕκα‐ στα ἀνθρώπων ἐστίν)—ἀλλ’ εἰ τοῦτο, ἔσται τις τρίτος ἄνθρωπος. εἰ γὰρ ἄλλος ὁ κατηγορούμενος ὧν κατηγορεῖται, καὶ κατ’ ἰδίαν ὑφεστώς,
κατηγορεῖται δὲ κατά τε τῶν καθ’ ἕκαστα καὶ κατὰ τῆς ἰδέας ὁ ἄνθρω‐84
in Metaph
.

85

πος, ἔσται τρίτος τις ἄνθρωπος παρά τε τοὺς καθ’ ἕκαστα καὶ τὴν ἰδέαν. οὕτως δὲ καὶ τέταρτος ὁ κατά τε τούτου καὶ τῆς ἰδέας καὶ τῶν καθ’ ἕκα‐ στα κατηγορούμενος, ὁμοίως δὲ καὶ πέμπτος, καὶ τοῦτο ἐπ’ ἄπειρον. ἔστι δὲ ὁ λόγος οὗτος τῷ πρώτῳ ὁ αὐτός, ἐπεὶ ἔθεντο τὰ ὅμοια τοῦ αὐτοῦ
5τινος μετουσίᾳ ὅμοια εἶναι· ὅμοιοι γὰρ οἵ τε ἄνθρωποι καὶ αἱ ἰδέαι. ἀμ‐ φοτέρους δὴ τοὺς δοκοῦντας ἀκριβεστέρους εἶναι λόγους διήλεγξε, τὸν μὲν ὡς καὶ τῶν πρός τι κατασκευάζοντα ἰδέας, τὸν δὲ ὡς τρίτον ἄνθρωπον εἰσάγοντα, εἶτα ἐπ’ ἄπειρον αὔξοντα τοὺς ἀνθρώπους. ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον αὐξηθήσεται ὧν λέγουσιν ἰδέας εἶναι. τῇ μὲν οὖν πρώτῃ
10τοῦ τρίτου ἀνθρώπου ἐξηγήσει ἄλλοι τε κέχρηνται καὶ Εὔδημος σαφῶς ἐν τοῖς Περὶ λέξεως, τῇ δὲ τελευταίᾳ αὐτὸς ἔν τε τῷ τετάρτῳ Περὶ ἰδεῶν καὶ ἐν τούτῳ μετ’ ὀλίγον. p. 990b17 Ὅλως τε ἀναιροῦσιν οἱ περὶ τῶν ἰδεῶν λόγοι ἃ μᾶλλον εἶναι βούλονται οἱ λέγοντες εἴδη τοῦ τὰς ἰδέας εἶναι.
15 Μᾶλλον μὲν καὶ μάλιστα βούλονται τὰς ἀρχὰς εἶναι· αἱ γὰρ ἀρχαὶ αὐτοῖς καὶ αὐτῶν τῶν ἰδεῶν εἰσιν ἀρχαί. ἀρχαὶ δέ εἰσι τό τε ἓν καὶ ἡ ἀόριστος δυάς, ὡς πρὸ ὀλίγου τε εἴρηκε καὶ ἱστόρηκεν αὐτὸς ἐν τοῖς Περὶ τἀγαθοῦ· ἀλλὰ καὶ τοῦ ἀριθμοῦ ἀρχαὶ αὗται κατ’ αὐτούς. ταύτας δή φησι τὰς ἀρχὰς τοὺς λόγους τούτους τοὺς κατασκευάζοντας τὰς ἰδέας ἀναι‐
20ρεῖν· ἀναιρουμένων δὲ τούτων ἀναιρεθήσεται καὶ τὰ μετὰ τὰς ἀρχάς, εἴ γε ταῦτα ἐκ τῶν ἀρχῶν, ὥστε καὶ αἱ ἰδέαι. εἰ γὰρ ἐπὶ πάντων ὧν τὸ κοινὸν κατηγορεῖται χωριστόν τε καὶ ἰδέα, κατηγορεῖται δὲ καὶ κατὰ τῆς ἀορίστου δυάδος ἡ δυάς, εἴη ἂν αὐτῆς πρῶτόν τι καὶ ἰδέα· οὕτως δὲ ἂν οὐκέτι ἀρχὴ εἴη ἡ ἀόριστος δυάς. ἀλλ’ οὐδὲ ἡ δυὰς πάλιν εἴη ἂν πρώτη τε καὶ
25ἀρχή· πάλιν γὰρ κἀκείνης ὁ ἀριθμὸς κατηγορεῖται ὡς ἰδέας· αἱ γὰρ ἰδέαι
ἀριθμοὶ αὐτοῖς κεῖνται· ὥστε εἴη ἂν αὐτοῖς πρῶτον ὁ ἀριθμός, ἰδέα τις ὤν.85
in Metaph
.

86

εἰ δὲ ταῦτα, ἔσται τῆς ἀορίστου δυάδος, ἥτις ἐστὶν αὐτοῖς ἀρχή, ὁ ἀριθμὸς πρῶτος, ἀλλ’ οὐ τοῦ ἀριθμοῦ ἡ δυάς· εἰ δὲ τοῦτο, οὐκέτι ἂν ἀρχὴ ἐκείνη, εἴ γε μετασχέσει τινός ἐστι τοιαύτη. ἔτι δὲ ὑπόκειται μὲν εἶναι ἀρχὴ τοῦ ἀριθμοῦ, γίγνεται δὲ ὁ ἀριθμὸς κατὰ τὸν προειρημένον
5λόγον πρῶτος αὐτῆς· ἀλλ’ εἰ ὁ ἀριθμὸς πρός τι (πᾶς γὰρ ἀριθμός τινός ἐστι), καὶ ἔστι πρῶτος ὁ ἀριθμὸς τῶν ὄντων, εἴ γε καὶ τῆς δυάδος ἣν ἀρ‐ χὴν ὑπέθεντο, εἴη ἂν κατ’ αὐτοὺς τὸ πρός τι πρῶτον τοῦ καθ’ αὑτὸ ὄν‐ τος. τοῦτο δὲ ἄτοπον· πᾶν γὰρ τὸ πρός τι δεύτερον. σχέσιν γὰρ προϋ‐ ποκειμένης φύσεως τὸ πρός τι σημαίνει, ἥτις πρώτη τῆς συμβεβηκυίας
10σχέσεως αὐτῇ· παραφυάδι γὰρ ἔοικε τὸ πρός τι, ὡς εἶπεν ἐν τοῖς Ἠθικοῖς. ἀλλ’ εἰ καὶ λέγοι τις εἶναι τὸν ἀριθμὸν ποσὸν ἀλλὰ μὴ πρός τι, εἴη ἂν ἑπόμενον αὐτοῖς τὸ ποσὸν τῆς οὐσίας πρῶτον εἶναι· αὐτὸ δὲ τὸ μέγα καὶ τὸ μικρὸν τῶν πρός τι. ἔτι ἕπεται αὐτοῖς τὸ πρός τι τοῦ καθ’ αὑτὸ ἀρ‐ χήν τε καὶ πρῶτον λέγειν εἶναι, καθ’ ὅσον ἀρχὴ μὲν ἡ ἰδέα κατ’ αὐτοὺς
15τῶν οὐσιῶν, ἔστι δὲ τῇ ἰδέᾳ τὸ εἶναι ἰδέᾳ ἐν τῷ παραδείγματι εἶναι, τὸ δὲ παράδειγμα πρός τι· τινὸς γὰρ τὸ παράδειγμα παράδειγμα. ἔτι εἰ ταῖς ἰδέαις τὸ εἶναι ἐν τῷ παραδείγμασιν εἶναι, εἴη ἂν τὰ πρὸς αὐτὰς γιγνό‐ μενα καὶ ὧν εἰσιν αἱ ἰδέαι εἰκόνες ἐκείνων, οὕτως τε λέγοι ἄν τις πάντα τὰ κατὰ φύσιν συνεστῶτα πρός τι γενέσθαι κατ’ αὐτούς· πάντα γὰρ εἰ‐
20κόνες καὶ παραδείγματα. ἔτι εἰ τὸ εἶναι ταῖς ἰδέαις ἐν τῷ παραδείγμασιν εἶναί ἐστι, τὸ δὲ παράδειγμα τοῦ πρὸς αὐτὸ γιγνομένου χάριν ἐστί, τὸ δὲ δι’ ἄλλο ὂν ἀτιμότερον ἐκείνου, ἔσονται αἱ ἰδέαι ἀτιμότεραι τῶν γιγνο‐
μένων πρὸς αὐτάς.86
in Metaph
.

87

p. 990b21 Καὶ πάνθ’ ὅσα τινὲς ἀκολουθήσαντες ταῖς περὶ τῶν ἰδεῶν δόξαις ἠναντιώθησαν ταῖς ἀρχαῖς. Τοιοῦτοί τινές εἰσιν οἱ λόγοι οἱ διὰ τῆς τῶν ἰδεῶν θέσεως τὰς ἀρ‐ χὰς αὐτῶν ἀναιροῦντες πρὸς τοῖς προειρημένοις. εἰ τὸ κοινῶς τινων κατη‐
5γορούμενον ἀρχή τε καὶ ἰδέα ἐκείνων, κατὰ δὲ τῶν ἀρχῶν κοινῶς ἡ ἀρχὴ κατηγορεῖται καὶ κατὰ τῶν στοιχείων τὸ στοιχεῖον, εἴη ἂν τῶν ἀρχῶν πρῶτόν τι καὶ ἀρχὴ καὶ τῶν στοιχείων· οὕτως δὲ οὔτε ἀρχὴ οὔτε στοι‐ χεῖον εἴη. ἔτι ἰδέα ἰδέας οὐκ ἔστι πρότερον· ὁμοίως γὰρ αἱ ἰδέαι ἅπασαι ἀρχαί. ἔστι δὲ τὸ αὐτοὲν καὶ ἡ αὐτοδυὰς ὁμοίως ἰδέα καὶ αὐτοάνθρωπος
10καὶ αὐτοΐππος καὶ ἑκάστη τῶν ἄλλων ἰδεῶν· οὐκ ἔσται ἄρα αὐτῶν ἄλλη ἄλλης πρώτη, ὥστε οὐδὲ ἀρχή· οὐκ ἄρα ἀρχὴ τὸ ἓν καὶ ἡ ἀόριστος δυάς. ἔτι ἰδέαν ὑπὸ ἰδέας εἰδοποιεῖσθαι ἄτοπον· πᾶσαι γὰρ εἴδη· εἰ δέ εἰσιν ἀρ‐ χαὶ τὸ ἓν καὶ ἡ ἀόριστος δυάς, ἔσται ἰδέα ὑπὸ ἰδέας εἰδοποιουμένη· ἡ γὰρ αὐτοδυὰς ὑπὸ τοῦ αὐτοενός· οὕτως γὰρ αὐτὰς ἀρχὰς λέγουσιν εἶναι,
15ὡς τοῦ μὲν ἑνὸς εἴδους ὄντος, ὕλης δὲ τῆς δυάδος· οὐκ ἄρα ἀρχὴ ταῦτα. εἰ δὲ μὴ φήσουσι τὴν ἀόριστον δυάδα ἰδέαν εἶναι, πρῶτον μὲν ἔσται πρῶ‐ τόν τι αὐτῆς οὔσης ἀρχῆς· ἡ γὰρ αὐτοδυάς, ἧς κατὰ μετουσίαν καὶ αὐτὴ δυάς, ἐπεὶ μή ἐστιν αὕτη ἡ αὐτοδυάς· κατὰ μετουσίαν γὰρ κατηγορηθήσε‐ ται αὐτῆς ἡ δυάς, ἐπεὶ καὶ τῶν δυάδων. ἔτι εἰ ἁπλαῖ αἱ ἰδέαι, οὐκ ἂν
20ἐξ ἀρχῶν διαφόρων εἶεν, διάφορα δὲ τὸ ἓν καὶ ἡ ἀόριστος δυάς· ἔτι τὸ πλῆθος τῶν δυάδων θαυμαστὸν ἔσται, εἰ ἔστιν ἄλλη μὲν ἡ αὐτοδυάς, ἄλλη δὲ ἡ ἀόριστος δυάς, ἄλλη δὲ ἡ μαθηματική, ᾗ ἀριθμοῦντες χρώμεθα, οὐ‐ δεμιᾷ ἐκείνων ἡ αὐτὴ οὖσα, καὶ ἔτι παρὰ ταύτας ἡ ἐν τοῖς ἀριθμητοῖς
καὶ αἰσθητοῖς. ἄτοπα δὲ ταῦτα, ὥστε δηλονότι αὐτοῖς τοῖς τιθεμένοις ὑπ’87
in Metaph
.

88

αὐτῶν περὶ τῶν ἰδεῶν ἔνεστιν ἀκολουθοῦντας ἀναιρεῖν τὰς ἀρχάς, αἵ εἰσιν αὐτοῖς προτιμότεραι τῶν ἰδεῶν. p. 990b22 Ἔτι κατὰ μὲν τὴν ὑπόληψιν, καθ’ ἣν εἶναί φαμεν τὰς ἰδέας.
5 Ἐκ μὲν τῶν κατασκευαζόντων, φησί, λόγων τὰς ἰδέας ἕπεται αὐτοῖς τὸ μὴ μόνον τῶν οὐσιῶν λέγειν ἰδέας εἶναι ἀλλὰ καὶ ἄλλων πολλῶν, ὡς δέδεικται διὰ τῶν προειρημένων. ὅ τε γὰρ ἀπὸ τοῦ νοεῖσθαί τι κοινὸν ἐπὶ πλείοσι, νοεῖσθαι δὲ καὶ μηκέτι ὄντων τῶν καθ’ ἕκαστα, τῶν φθαρτῶν * * * μόνων οὔσας ἰδέας δείκνυσιν. ἀλλὰ καὶ οἱ ἀπὸ τῶν ἐπιστημῶν
10ὁμοίως οὐκ οὐσιῶν μόνον ἰδέας δεικνύουσιν ἀλλὰ καὶ ἑτέρων πολλῶν· οὔτε γὰρ ἐπὶ τῶν οὐσιῶν μόνων τὸ νοεῖσθαι ἔτι, φθειρομένων τούτων ὧν κατη‐ γορεῖται, ἀλλὰ καὶ ἐπὶ ποιῶν καὶ ἐπὶ ποσῶν καὶ ἐφ’ ἑκάστου τούτων τῶν ὄντων, οὔτε ἐπιστῆμαι οὐσιῶν εἰσι μόνων. ἀλλὰ καὶ εἰ τῶν ἀρετῶν εἰσιν ἰδέαι, οὐ μόνον τῶν οὐσιῶν εἶεν ἄν· αἱ γὰρ ἀρεταὶ οὐκ οὐσίαι. τὸ δὲ
15καὶ ἄλλα μυρία συμβαίνει εἶπεν, ἐπεὶ καὶ ἄλλοι τινές εἰσι λόγοι δει‐ κνύναι βουλόμενοι τὰς ἰδέας, ἐξ ὧν συμβαίνει μὴ μόνων τῶν οὐσιῶν τὰ εἴδη λέγειν. ὅ τε γὰρ ἀπὸ τοῦ κατηγορεῖσθαι ἓν ἐπὶ πολλῶν, ὃ ταὐτὸν πᾶσι διαφέρουσιν ἀλλήλων ὑπάρχει καὶ ἄλλο ὂν ἑκάστου αὐτῶν, οὐκ οὐ‐ σιῶν μόνον τὰς ἰδέας λέγει· τὸ γὰρ ἓν ἐπὶ πολλῶν κατηγορεῖσθαι οὐκ ἐν
20οὐσίᾳ μόνον ἀλλὰ καὶ ἐπὶ τῶν συμβεβηκότων. καὶ ὁ τῶν τεταγμένως γι‐88
in Metaph
.

89

νομένων αἰτίαν λέγων τὸ πρὸς ἑστὼς γίνεσθαί τι παράδειγμα, τοῦτο δὲ τὴν ἰδέαν εἶναι, οὐκ ἐπὶ οὐσιῶν μόνων. ἀλλὰ καὶ ὁ ἀπὸ τοῦ ὅ τι ἂν ἀλη‐ θεύωμεν λέγοντες, τοῦτο ὑπάρχειν λέγων (συμφωνίας δὲ λέγοντες εἶναι πέντε ἢ τρεῖς καὶ ἁρμονίας τρεῖς ἀληθεύομεν, εἰσὶν ἄρα καὶ τοσαῦται· ἀλλὰ
5μὴν τῶν ἐνταῦθα ὁ ἀριθμὸς ἄπειρος, ἕτερα ἄττα ἄρα ἔστιν ἀίδια καθ’ ἃ ἀληθεύομεν), καὶ οὗτος δὴ οὐκ οὐσιῶν μόνων. εἰσὶ δὲ καὶ ἄλλοι πλείους τοιοῦτοι λόγοι. κατὰ δὲ τὸ ἀναγκαῖον καὶ ἀκόλουθον ταῖς δόξαις ταῖς περὶ αὐτῶν, καθ’ ἃς μεθεκτὰ λέγουσι τὰ εἴδη, μόνων τῶν οὐσιῶν αὐτοῖς ἰδέαι ἔσονται. εἰ γὰρ κατ’ αὐτοὺς αἰτίαι τοῖς πρὸς αὐτὰς οὖσι τοῦ εἶναι, καὶ
10τῷ μετέχειν αὐτῶν τὰ, πρὸς αὐτὰς ὄντα τὸ εἶναι ἔχει, δῆλον ὡς οὐ κατὰ συμβεβηκὸς μετέχοιντο καὶ εἶεν αἴτια τοῖς πρὸς αὐτὰς καὶ δι’ αὐτὰς οὖσιν, ἀλλὰ καθ’ αὑτὸ καθό εἰσιν αὗται. κατὰ συμβεβηκὸς δὲ λέγοιτ’ ἂν με‐ τέχειν τινῶν τὰ μὴ καθὸ τοῖς μετεχομένοις τὸ εἶναί ἐστι, κατὰ τοῦτο με‐ τέχοντα αὐτῶν. οὐδὲ αἱ κατὰ συμβεβηκὸς μετεχόμεναι τὸ εἶναι ἂν τοῖς
15πρὸς αὐτὰς οὖσι παρέχοιεν· οὐ γὰρ τὸ συμβεβηκότος τινὸς τῷ ἀνθρώπῳ μετασχὸν ἄνθρωπος, ἀλλὰ τὸ ἀνθρώπου καθὸ ἄνθρωπος. εἰσὶ δὲ οὐσίαι (οὐ γὰρ δὴ τὰς ἀρχὰς οὐκ οὐσίας ἐροῦσιν· ἔσται γὰρ οὕτως μὴ οὐσία οὐσίας πρώτη)· καὶ οἷς ἄρα τῇ αὐτῶν μετασχέσει αἰτίαι αὗται τοῦ εἶναι καὶ ταῦτα ἀνάγκη οὐσίας εἶναι. τῶν οὐσιῶν ἄρα μόνων ἔσονται ἰδέαι αὐ‐
20τοῖς. εἰ γὰρ καὶ τῶν οὐκ οὐσιῶν ἰδέαι, οἷον τῶν συμβεβηκότων, πρῶτον μὲν διὰ τί οὐ πάντων τῶν συμβεβηκότων ἀλλὰ τῶν μὲν τῶν δὲ οὔ; ἔτι ἤτοι οὐσίαι ἔσονται αὖ αἱ τῶν συμβεβηκότων ἰδέαι, ἢ οὔ. εἰ μὲν μὴ οὐσίαι, ἔσονται αἱ ἰδέαι οὐκ οὐσίαι ἀρχαὶ οὖσαι· λέγουσι δὲ αὐτὰς οὐσίας.
ἔτι ἄτοπον μὴ πάσας τὰς ἰδέας τῆς αὐτῆς εἶναι φύσεως μάλιστα. καὶ εἴ89
in Metaph
.

90

τις λέγοι νοήματα αὐτὰς εἶναι ἢ οὐσίας, πῶς τῶν μετεχόντων οὐσιῶν καθ’ αὑτὸ τὰ μὲν οὐσίαι γίνονται καὶ εἰσί, τὰ δὲ οὐκ οὐσίαι; p. 990b30 Ἀλλὰ δεῖ ταύτῃ ἑκάστου μετέχειν, ᾗ μὴ καθ’ ὑποκει‐ μένου λέγεται.
5 Τουτέστιν ἀλλὰ δεῖ ταύτῃ ἑκάστου τῶν εἰδῶν τὰ πρὸς αὐτὰ τὸ εἶναι ἔχοντα μετέχειν, ᾗ μὴ ἐν ὑποκειμένῳ τι καὶ αὐτὸ ἔχει, τουτέστιν ᾗ μὴ κατὰ συμβεβηκὸς καὶ ἀπὸ συμβεβηκότος τινὸς αὐτῷ λέγεται. τῷ γὰρ καθ’ ὑποκειμένου νῦν ἀντὶ συμβεβηκότος κέχρηται. καθ’ αὑτὸ οὖν, φησί, τὰ πρὸς τὰς ἰδέας ὄντα τε καὶ γινόμενα καὶ δι’ αὐτὰς ὄντα μεθέξει αὐτῶν,
10οὐκέτ’ ἂν συμβεβηκότος τινὸς αὐτοῖς. οὕτως δὲ οὐσίαι τὰ πρὸς τὰς ἰδέας ὄντα εἶεν, τῶν οὐσιῶν καθ’ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκὸς μετέχοντα. παρέθετο δὲ τοῦ κατὰ συμβεβηκὸς παράδειγμα· ἡ γὰρ δυὰς ἡ κατὰ μετ‐ ουσίαν τῆς δυάδος οὖσα δυάς, εἰ ἀιδίου μετέχει, ἀλλὰ κατὰ συμβεβηκὸς ἀιδίου, ἐπεὶ ἀιδίου ἡ δυὰς μετέχουσα δυάς ἐστιν· οὐκέτι δὲ κατὰ συμβε‐
15βηκὸς δυάδος, ἐπεὶ ὁμοίως ἂν ἦν δυὰς ὡς καὶ ἀίδιος· οὐκ ἐκείνῃ δὲ τῇ δυάδι τὸ εἶναι δυάδι ἐν τῷ ἀιδίῳ αὐτῇ εἶναι, ἀλλ’ ἦν τοῦτο συμβεβηκὸς αὐτῇ. διὸ εἰ καὶ ἀιδίου τι μετέχον δυάδος λέγοιτο μετέχειν, κατὰ συμβε‐ βηκὸς ἂν μετέχοι δυάδος. ἐπεὶ τοίνυν δυάδος μὲν καθ’ αὑτὸ μετέχει, ἀιδίου δὲ κατὰ συμβεβηκός, δυὰς μέν ἐστι καὶ κατὰ τοῦτο ὁμοία ἐκείνῃ,
20ἀίδιος δὲ οὔ· οὐ γὰρ ὅμοια τὰ κατὰ συμβεβηκὸς μετέχοντά τινων ἐκείνοις ὧν οὕτω μετέχει. εἰ τοίνυν τὰ ἐνταῦθα ὅμοια ταῖς ἰδέαις, οὐ κατὰ συμ‐ βεβηκὸς αὐτῶν ἀλλὰ καθ’ αὑτὸ μετέχει· τὸ δὲ οὐσίας καθ’ αὑτὸ μετέχον
οὐσία. τῶν οὐσιῶν ἄρα μόνων ἔσονται ἰδέαι κατὰ τὸ ἀκόλουθον αὐτοῖς90
in Metaph
.

91

καὶ τὸ ἀναγκαῖον, εἴ γε οὐσίαι μὲν ἐκεῖναι, τὰ δὲ τῶν οὐσιῶν μετέχοντα καθ’ αὑτὸ οὐσίαι· τὰ γὰρ αὐτὰ ἐνθάδε οὐσίαν σημαίνει καὶ ἐπὶ τῶν ἀι‐ δίων, οἷον ἄνθρωπος ἐνταῦθα οὐσία κἀκεῖ, τὸ θερμὸν ποιὸν καὶ ἐνταῦθα κἀκεῖ. οὗ ὄντος ὑγιοῦς, τῶν παρ’ ἡμῖν οὐσιῶν μόνων ἀκολουθήσει λέγειν
5αὐτοῖς ἰδέας εἶναι, εἰ αἱ ἰδέαι οὐσίαι. γράφεται ἔν τισιν “ἀλλὰ δεῖ ταύτῃ ἑκάστου μετέχειν, ᾗ καθ’ ὑποκειμένου λέγεται”. καὶ εἴη ἂν λέγων διὰ ταύτης τῆς γραφῆς τὸ δεῖν τὰ μετέχοντα τῆς ἰδέας καθ’ αὑτὸ μετέχειν αὐτῆς, καὶ κατὰ τοῦτο καθὸ καθ’ ὑποκειμένων αὐτῶν κατηγορηθήσεται. ὥστε εἰ μὲν τῆς δυάδος ὁ λόγος ἐφαρμόζει τῷ μετέχειν δυάδος λεγομένῳ,
10δυάδος μετέχειν, εἰ δὲ μὴ δυάδος ἀλλ’ ἀιδίου ὁ λόγος ἐφαρμόζει τῷ μετα‐ σχόντι, ἐκείνου μετέχειν. τὸ δὲ ὥστε ἔσται οὐσία τὰ εἴδη εἶπεν ἀντὶ τοῦ ὥστε εἰ ἔσται τὰ εἴδη, οὐσία· ἢ ὥστε ἔσται μόνῃ οὐσίᾳ τὰ εἴδη· τοῦτο γὰρ κεῖται. ταῦτα δὲ ἐνταῦθα οὐσίαν σημαίνει κἀκε. οὐ γὰρ δὴ εἰ ἡ παρ’ ἡμῖν ποιότης ἐν ἐκείνοις ἐστὶν οὐσία, δεήσει τῶν οὐσιῶν
15τῶν ἐνταῦθα μόνων ἰδέας εἶναι λέγειν· οὐ γὰρ δὴ οἷόν τε ἐκείνων οὐσιῶν οὐσῶν, τῶν πρὸς αὐτὰς γιγνομένων τὰ μὲν οὐσίας εἶναι τὰ δὲ ἄλλο τι. ταῦτα γὰρ ἐνταῦθά τε οὐσίαν σημαίνει κἀκε. ἢ τί ἔσται τὸ εἶναι φάναι τι παρὰ ταῦτα, τὸ ἓν ἐπὶ πολλῶν; εἰ μὴ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκὸς μετέχει τὰ ἐνταῦθα τῶν ἰδεῶν, τί, φησί, σημαίνει αὐτοῖς
20τὸ λέγειν εἶναί τι παρὰ ταῦτα, τουτέστι τὰ αἰσθητά, τοῦτο ὃ ἓν ὂν ἐπὶ πολλῶν λέγεται καὶ ἔστιν ἓν πολλῶν τῶν ἐνταῦθα παράδειγμα; οὐ γὰρ ἔσται τὸ ἓν ἐπὶ πολλῶν ἐπὶ τῶν πρὸς αὐτὸ γεγονότων λεγόμενον κατὰ συμβεβηκός (οὕτω γὰρ πάντα πάντων μετέχειν δύναται)· καὶ οὐκ ἔστι τὸ κατὰ συμβεβηκὸς μετέχον τινὸς οὔτε κυρίως ἐκείνου μετέχον, οὔτε τὸ εἶναι
25ἔχον ἀπ’ ἐκείνου καθὸ ἐκεῖνό ἐστιν, οὔτε ὡμοιωμένον αὐτῷ. ἢ δύναται τὸ ἢ τί ἔσται τὸ εἶναι φάναι παρὰ ταῦτα τὸ ἓν ἐπὶ πολλῶν εἰ‐ ρῆσθαι ὡς ἑπόμενον τῷ ταῦτα δὲ ἐνταῦθα οὐσίαν σημαίνει κἀκε· εἰ γὰρ μὴ τοῦτο, τί ἐστι τὸ λεγόμενον ὑπ’ αὐτῶν τὸ εἶναί τι παρὰ αὐτὰ τὰ αἰσθητὰ τὸ ἓν ἐπὶ πολλῶν κατηγορούμενον; ὡς γὰρ τῆς αὐτῆς φύσεως
30δηλουμένης ὑπό τε τοῦ ἑνὸς ἐπὶ πολλῶν καὶ τῶν πολλῶν, καθ’ ὧν τὸ ἕν,
οὕτω λέγεται. δεδειγμένου δὲ τούτου προσθείη ἄν τις τούτῳ τὸ εἰ κατὰ91
in Metaph
.

92

τὴν οὐσίαν τὰ ἐνθάδε τῶν ἰδεῶν μετέχει, διαφέρει δὲ τὰ ἐνθάδε, ἤτοι καὶ ἐν ταῖς ἰδέαις, πρὸς ἃς τὰ διαφέροντά ἐστιν, αἱ αὐταί εἰσι διαφοραί, ἢ ἀνάλογον ταύταις. παρὰ γὰρ ἐκείνων τὰ ἐνταῦθα τὸ εἶναι ἔχοντα, παρ’ ἐκείνων ἕξει τὸ διαφέρειν, ἐπεὶ κατ’ οὐσίαν αὐτοῖς ἡ διαφορά, ἣν παρ’
5ἐκείνων ἔχουσι. διὰ τοῦτο γὰρ ἄλλη ἰδέα ἄλλου εἴδους ἐστὶ παρεκτική, ἐπεὶ οὐδὲν ἐκώλυεν ἂν μίαν αὐτῶν πάντων. ὥστε ἑκάστη ἰδέα ἤτοι κατὰ τὴν οὐσίαν καὶ τὸ εἶδος ἡ αὐτὴ ἔσται τοῖς πρὸς αὐτὴν γιγνομένοις, ἢ πάν‐ τως γε δύναμίν τινα ἕξει τοῦ ἡ μὲν τοῦδε ἡ δὲ τοῦδέ τινος ποιητικὴ εἶναι καὶ παρεκτική, καθ’ ὃ καὶ αἱ διαφοραὶ τοῖς πρὸς αὐτὰς τὸ εἶναι ἔχουσιν.
10ἔσται δὲ ἡ τοιαύτη καὶ ἐν ἐκείναις διαφορά, ἥτις καὶ τοῖς ἐνθάδε τοῖς δια‐ φέρουσιν ἀλλήλων, ἢ ἀνάλογόν γε. ἔστι δὲ τῶν ἐνταῦθα τὸ μὲν ζῷον λο‐ γικὸν τὸ δὲ ζῷον ἄλογον, καὶ ἔστιν ἑκατέρου τῶν ἰδίων τούτων ἰδέα πα‐ ρεκτική· καὶ ἐν ἐκείναις ἄρα ἔστι τὸ λογικόν τε καὶ ἄλογον ἢ ἀνάλογόν τι τούτοις, καθ’ ἃ ἡ μὲν τοῦ λογικοῦ ἡ δὲ τοῦ ἀλόγου ἐστὶ παρεκτική. καὶ
15ὃν λόγον ἔχει πρὸς ἄλληλα τὰ πρὸς ἐκείνας καὶ ἀπ’ ἐκείνων τὸ εἶναι ἔχοντα, τοῦτον κἀκεῖνα πρὸς ἃ ταῦτα γέγονε, τὸ λογικὸν καὶ ἄλογον, ἤτοι ἐναντία, ἢ τὸ μὲν ἕξις τὸ δὲ στέρησις. ἔστιν ἄρα καὶ ἐν ταῖς ἰδέαις θά‐ τερον τούτων. εἰ δὲ τοῦτο, πῶς ἁπλαῖ ἔτι; ἔτι δέ, εἰ ἔστι νοήματα, ὥσπερ φασί τινες, καὶ ἐν τῷ νοεῖσθαι ἰδέαις ἡ ὑπόστασις, πῶς ἅμα ὁ νοῶν αὐ‐
20τὰς νοήσει; ἀδύνατον γὰρ ἅμα τὰ ἐναντία νοεῖν ἢ τὰ ἀντικείμενα, ὅπου γε οὐδὲ ἁπλῶς πλείω. εἰ δὲ παρὰ μέρος νοοῦνται, ὠκύμοροι, οὐκ ἀίδιοι· ὅτε γὰρ μὴ νοοῦνται, οὐκ ἔσονται, εἴ γε τὸ εἶναι αὐτῶν ἐν τῷ νοεῖσθαι. τὰ γὰρ τῇ αὐτῇ φύσει ἀδύνατα πᾶσίν ἐστιν ἀδύνατα, ὥσπερ ἀδύνατον ἦν τὸ τὴν διάμετρον σύμμετρον εἶναι τῇ πλευρᾷ, ὁμοίως πανταχοῦ καὶ παρὰ
25πᾶσίν ἐστι τοιοῦτον· καὶ γὰρ καὶ παρὰ τοῖς θεοῖς. ἔτι εἰ νοήματα, οὐκ οὐσίαι, καὶ ἔσονται αἱ ἀρχαὶ οὐκ οὐσίαι. ἔτι πῶς πρὸς μὴ οὐσίαν οὐσία γίνεται; ὡς γὰρ ἄτοπον τὸ πρὸς οὐσίαν γινόμενον μὴ εἶναι οὐσίαν, οὕτως ἄτοπον καὶ τὸ πρὸς μὴ οὐσίαν οὐσίαν γίνεσθαι. p. 991a2 Καὶ εἰ μὲν τὸ αὐτὸ εἶδος τῶν ἰδεῶν καὶ τῶν μετεχόντων.
30Ἐκ διαιρέσεως ἡ ἐπιχείρησις, καὶ ἐκ διαιρέσεως ἀντιφατικῶς διῃρη‐92
in Metaph
.

93

μένης. ἤτοι γὰρ ταὐτὸν εἶδος καὶ ὁ λόγος τῶν τε ἰδεῶν καὶ τῶν μετε‐ χόντων αὐτῶν, ἢ οὐ τὸ αὐτό. εἰ μὲν οὖν τὸ αὐτό, ὥσπερ ἐπὶ τοῖς μετέ‐ χουσιν, οὖσιν ὁμοειδέσιν, ἔστι τι κοινόν, οὕτω καὶ ἐπὶ τούτοις καὶ τῇ ἰδέᾳ ἀφ’ ἧς ταῦτα, κοινόν τι ἔσται κατηγορούμενον· ὁμοειδὴς γὰρ κἀκείνη τού‐
5τοις. εἰ δὲ τοῦτο, ἔσται αὐτῶν τὸ κοινῶς κατηγορούμενον ἰδέα, καὶ οὕτως ἰδέα ἂν ἰδέας εἴη, καὶ τοῦτο εἰς ἄπειρον ἂν προΐοι. ἔστι δὲ τὸ νῦν λεγό‐ μενον ὑπ’ αὐτοῦ, ὃ ἐξηγούμενοι τὸν τρίτον ἄνθρωπον δεύτερον ἐθήκαμεν. δείξας ὅτι τὰ μὲν τῶν ἰδεῶν μετέχοντα οὐ κατὰ συμβεβηκὸς αὐτῶν με‐ θέξει, εἴ γε τὸ εἶναί τε αὐτοῖς ὅλως καὶ τοῖσδέ τισι διὰ τὸ μετέχειν
10ἐκείνων, ἐπήνεγκε τοῦτο ὡς ἴσον ὂν τῷ εἰ μὲν οὖν, ὡς δέδεικται, τὸ αὐτὸ εἶδος τῶν τε ἰδεῶν καὶ τῶν μετεχόντων, ἔσται τι κοινὸν ἐπί τε τῇ ἰδέᾳ ἑκάστῃ καὶ τοῖς πρὸς ἑκάστην αὐτῶν οὖσιν· οὕτως δὲ ὁμοειδῆ ὄντα τὰ τῇδε ἐκείνοις, ἐπεὶ οὐσίαι ἐκεῖναι, οὐσίαι καὶ τὰ πρὸς αὐτὰ ἔσται· οὕτω δὲ μόνων ἂν εἶεν τῶν οὐσιῶν ἰδέαι. εἰ δὲ μή, καὶ οὕτως ἐρεῖ τὸ ἑπό‐
15μενον ἄτοπον. τὸ δὲ τί γὰρ μᾶλλον ἐπὶ τῶν φθαρτῶν δυάδων, καὶ τῶν δυάδων τῶν πολλῶν μὲν ἀιδίων δ, τὸ δυὰς εἶναι ἓν καὶ ταὐτόν, ἢ ἐπὶ ταύτης καὶ τῆς τινός; τοῦτο κατασκευαστικὸν τοῦ ἔσε‐ σθαί τι κοινὸν τῶν τε ἰδεῶν καὶ τῶν πρὸς αὐτάς. εἰ γὰρ τῷ ὁμοειδεῖς εἶναι τὰς ἐν τοῖς αἰσθητοῖς καὶ φθαρτοῖς δυάδας ταῖς δυάσι ταῖς ἀφθάρ‐
20τοις, καθ’ ἃς τὰ αἰσθητὰ ἀριθμοῦμεν (αὗται δ’ ἂν εἶεν αἱ μαθηματικαί, ἔλεγον γὰρ μεταξὺ εἶναι τῶν τε αἰσθητῶν καὶ τῶν ἰδεῶν τὰ μαθηματικὰ ἀίδια μὲν ὄντα, πλείω δὲ ὅμοια ἀλλήλοις), εἰ δὲ τούτων ἓν καὶ ταὐτὸν ἡ δυὰς κατηγορεῖται, οὐδὲν φυλασσομένων ἡμῶν περὶ τὸ τὴν μὲν ἀίδιον εἶναι τὴν δὲ μὴ ἀίδιον, ἀλλ’ ἐπεὶ ὁμοειδεῖς εἰσι καθὸ δυάδες, τὸ κατὰ μετουσίαν
25τῆς αὐτοδυάδος ἑκατέρᾳ δυάδι τὸ εἶναι κατηγορούντων ἡμῶν κοινῶς κατὰ
πάντων αὐτῶν ὁμοίως τὴν δυάδα, οὐδὲν ἔλαττον καὶ ἐπὶ τῆς αὐτῆς ἰδέας93
in Metaph
.

94

τῆς αὐτοδυάδος καὶ τῶν τινῶν δυάδων τῶν ἀπ’ ἐκείνης τὸ εἶναι ἐχόντων κοινῶς τὸ δυὰς κατηγορηθήσεται, διότι εἰσὶν ὁμοειδεῖς. εἰ δὲ μὴ εἶεν τὰ πρὸς τὰς ἰδέας μηδὲ κατὰ τὴν οὐσίαν αὐταῖς ὡμοιωμένα καὶ τὸ εἶδος, ὁμώνυμα ἂν εἴη ταῦτα ταῖς ἰδέαις. εἰ δὲ τοῦτο, τί μᾶλλον ἰδέα τις εἴη
5[ἰδέα] τῶν ὁμωνύμων αὐτῇ αἰτία τοῦ εἶναι ἢ ἄλλων τινῶν, εἴ γε μὴ κατὰ τὴν οὐσίαν καὶ τὸ εἶδος ὁμοιοῦται ταῦτα αὐτῇ τὰ ὁμωνύμως αὐτῇ λεγό‐ μενα; ὁμοίως γὰρ ἕξει ὡς εἴ τις καλοίη ἄνθρωπον τόν τε Καλλίαν καὶ τὸ ξύλον μηδὲν ὅμοιον ἔχοντα ἀλλήλοις καθὸ ἄνθρωποι. καὶ καθόλου πῶς ἂν λέγοιτο μετέχειν αὐτὰ ἐκείνων μὴ ἔχοντα μηδεμίαν κοινωνίαν κατὰ τὴν
10οὐσίαν πρὸς αὐτά; καὶ εἴη ἂν τοῦτο ἴσον τῷ πρὸ ὀλίγου εἰρημένῳ τῷ “ἢ τί ἔσται τὸ εἶναι φάναι τι παρὰ ταῦτα τὸ ἓν ἐπὶ πολλῶν;” εἰ γὰρ λέγοιμεν ὡς τὰς εἰκόνας ὁμωνύμως τοῖς ἀφ’ ὧν γεγόνασιν εἶναι, οὕτως καὶ τὰ τῇδε ταῖς ἰδέαις, κατὰ τί ἐροῦσιν ὡμοιῶσθαι ταῦτα ἐκείνοις, εἰ μὴ κατὰ τὴν οὐσίαν; πότερον κατὰ σχῆμα καὶ χρῶμα εἰκόνες; ἀλλ’ οὐδὲν ἐκείνοις τοι‐
15οῦτον. ἀλλὰ κατὰ τὸ ἀίδιον ἢ τὸ ἀσώματον ἢ τὸ ἀκίνητον ταύταις ὡμοί‐ ωνται; ἀλλ’ ἀδύνατον. οὕτως τ’ ἐξετάζοντες εὑρήσομεν κατ’ οὐδὲν ἢ κατὰ τὴν οὐσίαν. καὶ γὰρ εἰ μὲν κατά τι τῶν ἄλλων τῶν συμβεβηκότων αὐ‐ ταῖς μετεῖχεν αὐτῶν τὰ μετέχοντα, κατά τι τούτων ἂν μετεῖχεν ἃ κοινὰ ταῖς ἰδέαις ἐστὶ [δὴ] πρὸς ἄλληλα, οἷον τὸ ἀίδιον, τὸ ἀσώματον, τὸ ἀκί‐
20νητον. ἀλλὰ κατά τι τῶν κοινῶν εἰ μετεῖχε, τί δήποτε τῶν μετεχόντων94
in Metaph
.

95

τὸ μὲν ἄνθρωπός ἐστι τὸ δὲ ἵππος τὸ δὲ δυάς; μὴ καθὸ ταῦτά ἐστιν ἢ καὶ ἐκεῖνα μετέχοντα αὐτῶν, ἀλλὰ διὰ τί τῶν κοινῶς αὐτοῖς ὑπαρχόντων; p. 991a8 Πάντων δὲ μάλιστα διαπορήσειεν ἄν τις, τί ποτε συμ‐ βάλλεται τὰ εἴδη ἢ τοῖς ἀιδίοις τῶν αἰσθητῶν.
5 Διὰ τῶν νῦν λεγομένων δεικνύοιτο ἂν τὸ ἀρχόμενον αὐτὸν τῆς πρὸς τὰς ἰδέας ἀντιλογίας καλῶς εἰπεῖν τὸ “πρῶτον μὲν ζητοῦντες τῶνδε τῶν ὄντων λαβεῖν τὰς αἰτίας ἕτερα τούτοις ἴσα τὸν ἀριθμὸν ἐκόμισαν.” εἰ γὰρ μηδὲν τὰ τιθέμενα ὑπ’ αὐτῶν τούτοις περὶ ὧν ἐζήτουν συμβάλλεται, ὡς νῦν δείκνυται, οὐδὲν ἄλλο ἐποίησαν ἢ ἰσάριθμα ἕτερα τοῖς ζητουμένοις
10προσέθεσαν ὡς μᾶλλον ἐπιστήμην ἕξοντες τῶν ὄντων, εἰ πλείω καὶ δι‐95
in Metaph
.

96

πλάσια εἶναι ὑποτεθείη. ἔστι δὲ τὸ διαπορούμενον ὑπ’ αὐτοῦ νῦν, τίνος αἴτια αἱ ἰδέαι τούτοις ὧν εἶναι ἰδέαι λέγονται. τὸ δὲ ἢ τοῖς ἀιδίοις τῶν αἰσθητῶν ἢ τοῖς γινομένοις καὶ φθειρομένοις εἴρηκεν, ἐπεὶ καὶ τῶν θείων σωμάτων ἦσαν ἰδέαι αὐτοῖς, οἷον ἡλίου σελήνης καὶ τῶν ἄστρων·
5ἐποίουν γὰρ καὶ τούτων ἰδέας καὶ τοῦ οὐρανοῦ παντός. διὰ τοῦτο γὰρ εἶπε καὶ πρὸ ὀλίγου “τῶν τε ἄλλων ἐστὶν ἓν ἐπὶ πολλῶν καὶ ἐπὶ τοῖσδε καὶ ἐπὶ τοῖς ἀιδίοις”. ταῦτα οὖν λέγει ἀίδια μὲν αἰσθητὰ δέ, γινόμενα δὲ καὶ φθειρόμενα τὰ ἐνταῦθα. τί οὖν αἱ ἰδέαι συμβάλλονται τῶν φύσει ὄντων ἢ τοῖς θείοις ἢ τοῖς ἐν γενέσει καὶ φθορᾷ, ἀπορεῖ. καὶ πρῶτον μέν, ὅ
10ἐστιν οἰκειότατον τοῖς φυσικοῖς σώμασιν, ἡ κίνησις (τὰ μὲν γὰρ θεῖα τὴν ἐγκύκλιον κίνησιν ἀεὶ καὶ συνεχῶς κινεῖται, τὰ δὲ ἐν γενέσει καὶ κατὰ πάσας μεταβάλλει τὰς μεταβολὰς κατὰ τὴν αὐτῶν φύσιν), ὅτι δὴ εἰς τοῦτο οὐδὲν συμβάλλονται τοῖς σώμασιν αἱ ἰδέαι, οὔτε εἰς γένεσιν οὔτε εἰς κίνησίν τινα ὅλως, δείκνυσι· στάσεως γὰρ μᾶλλον ἂν αἱ ἰδέαι αἰτίαι εἶεν τοῖς οὖσιν
15ἢ κινήσεως, οὖσαί γε ἀκίνητοι κατ’ αὐτούς· ὥστε οὐδ’ ἂν ποιητικὸν αἴτιον αἱ ἰδέαι εἶεν. δεύτερον δὲ ὅτι οὐδ’ εἰς ἐπιστήμην τῶν ἐνταῦθα καὶ γνῶσιν τῶν παρὰ τὰς ἰδέας αἱ ἰδέαι συντελοῦσί τι λέγει. ἡ μὲν γὰρ γνῶσις ἡ ἑκάστου κατὰ τὴν τοῦ εἴδους αὐτοῦ γίνεται γνῶσιν· κατὰ τοῦτο γὰρ καὶ τὸ τί ἦν εἶναι ἑκάστῳ· αἱ ἰδέαι δὲ οὔτε εἴδη εἰσὶ τῶν ἐνταῦθα, οὔτε τὴν
20γνῶσιν αὐτῶν κατὰ τὴν τῶν εἰδῶν γνῶσιν εἶναι τῷ τὸ εἶδος τῶν ἐν‐ ταῦθα, καθ’ ὃ τὸ εἶναί ἐστιν αὐτοῖς τοῖσδέ τισι, φέρε εἰπεῖν ἀνθρώποις ἢ ἵπποις ἢ κυσί, τὴν ἰδέαν εἶναι. εἰ γὰρ ἦν εἴδη τῶν ἐνταῦθα ἐκεῖνα καὶ οὐσία (οὐσία γὰρ κυρίως ἑκάστου τὸ εἶδος καθ’ ὅ ἐστιν αὐτῷ τὸ εἶναι, κατὰ τοῦτο δὲ καὶ γνωστὸν ἕκαστον), ἦν ἂν ἐν τούτοις· ἑκάστου γὰρ ἡ
25οὐσία καὶ τὸ εἶδος ἐν τούτῳ ἐστὶν οὗ ἐστιν οὐσία· οὔκ εἰσι δὲ ἐν τοῖς ἐνταῦθα, εἴ γε εἰσὶ καθ’ αὑτὰς κεχωρισμέναι. ἀλλ’ οὐδὲ εἰς τὸ εἶναι αὐ‐ τοῖς συντελεῖ τι. δείξας ὅτι μήτε κινήσεως μήτε μεταβολῆς ὅλως τὰ εἴδη αἴτια τοῖς πρὸς αὐτὰ λεγομένοις οἷόν τε εἶναι, μήτε ἐπιστήμης τε καὶ γνώσεως, διὰ τὸ μὴ ἐνυπάρχειν αὐτοῖς, τούτῳ προσχρώμενος ἐφεξῆς τοῖς
30προειρημένοις δι’ ὧν λέγει δείκνυσιν ὅτι μηδὲ εἰς τὸ εἶναι τὰ εἴδη αὐτοῖς συντελεῖ τι. τὰ μὲν γὰρ εἰς τὸ εἶναι συντελοῦντα ἐνυπάρχει τοῖς βοηθου‐ μένοις εἰς τοῦτο ὑπ’ αὐτῶν ἢ ὕλη ὄντα ἢ εἴδη αὐτῶν, τὰ δὲ εἴδη οὐκ ἐνυπάρχει τούτοις ἀλλ’ ἐστὶν αὐτῶν κεχωρισμένα. εἰπὼν δὲ μὴ δύνασθαι εἰς τὸ εἶναι συντελεῖν τὰ εἴδη τοῖς συνεστῶσι φύσει διὰ τὸ μὴ ἐνυπάρχειν
35αὐτοῖς (λέγοι δ’ ἂν νῦν συντέλειαν εἰς τὸ εἶναι, ἣν ὡς τὰ στοιχεῖα ἑκά‐ στοις, ὧν ἐστι στοιχεῖα, συντελεῖν λέγεται· ὡς γὰρ ἐνυπάρχοντα ταῦτα συντελεῖ, οὕτω καὶ ἡ ὕλη καὶ τὸ εἶδος· ὅτι γὰρ μὴ ὡς ποιητικά, ἔδειξε διὰ τοῦ μὴ δύνασθαι ἐκεῖνα τούτοις αἴτια κινήσεώς τινος ἢ μεταβολῆς
εἶναι), ἐφεξῆς λέγει πῶς τὰ μεμιγμένα ἔν τισιν αἴτια ἐκείνοις ἐστὶ τοῦ τοι‐96
in Metaph
.

97

ούτοις αὐτοῖς εἶναι, δεικνὺς ὅτι εὐλόγως κεῖται τὸ κεχωρίσθαι αὐτὰ τῶν τῇδε. εἰ γὰρ ἦν τῷ μεμῖχθαι τούτοις αἴτια αὐτοῖς τοῦ εἶναι, οὕτως ἂν ἦν ὡς εἰ τὸ λευκὸν λέγοιτο αἴτιον εἶναι τῷ λευκῷ σώματι τοῦ λευκῷ εἶναι διὰ τὸ μεμῖχθαι αὐτῷ ὥς τις φύσις καθ’ αὑτὴν εἶναι δυναμένη· οὕτω γὰρ
5ἂν ἦν τὸ λευκὸν τῷ μεμῖχθαι αἴτιον τοῦ λευκοῖς εἶναι οἷς μέμικται. ὥστε καὶ αἱ ἰδέαι, εἰ ἦσαν μεμιγμέναι τοῖς φύσει οὖσιν, αἰτίαι ἂν αὐτοῖς ἠδύ‐ ναντο εἶναι τοῦ εἶναι ὁποῖά ἐστιν, ὡς εἶναι τὸν ἄνθρωπον ἄνθρωπον διὰ τὴν τῆς ἰδέας τοῦ αὐτοανθρώπου μῖξιν. εἰπὼν δὲ πῶς ἠδύναντο αἰτίαι τοῖς φύσει συνεστῶσι λέγεσθαι εἶναι αἱ ἰδέαι τοῦ εἶναι τοιούτοις ὁποῖά ἐστι
10(τῷ γὰρ μεμῖχθαι), ἑξῆς ὅτι μὴ οἷόν τε λέγειν τὰ εἴδη τοῖς πρὸς ταῦτα λεγομένοις τὸ εἶναι ἔχειν μεμῖχθαι δείκνυσι, λέγων λίαν τὸν τοῦτο λέγοντα λόγον εὐκίνητον εἶναι καὶ σαθρόν. καὶ παρατίθεταί γε τίνων ἦν δόξα ἡ λέγουσα ἕκαστον τῶν ὄντων εἶναι τοῦτο ὅ ἐστι τῷ μεμῖχθαί τι αὐτῷ δι’ ὅ ἐστι τοῦτο ὅ ἐστιν. Ἀναξαγόρας τε γὰρ ἕκαστον τῶν ὄντων ἔλεγε μὲν
15ἐκ πάντων μεμῖχθαι τῶν ὁμοιομερῶν· οὗ δὲ πλεῖστον ἐν αὐτῷ μέμικται, ἐξ αὐτοῦ τούτου δοκεῖν εἶναι τὴν οὐσίαν τοῦ πράγματος· ὥστε ἕκαστον αὐτῶν ἦν τοῦτο ὃ ἦν τῷ μεμῖχθαι αὐτῷ τινα ἄλλα. καὶ Εὔδοξος τῶν Πλάτωνος γνωρίμων μίξει τῶν ἰδεῶν ἐν τοῖς πρὸς αὐτὰς τὸ εἶναι ἔχουσιν ἡγεῖτο ἕκαστον εἶναι, καὶ ἄλλοι δέ τινες, ὡς ἔλεγε. τοῦτον δὲ τὸν λόγον
20λίαν φησὶν εὐέλεγκτον εἶναι τὸν μεθέξει τινὸς ἕκαστον τῶν ὄντων τὸ εἶναι τόδε τι ἔχειν λέγοντα. καὶ ὅτι μὲν οὐχ οὕτως ἔχει καθόλου ἡ τῶν ὄν‐ των φύσις, ἔδειξεν ἐν οἷς πρὸς Ἀναξαγόραν εἶπεν. οὔτε γὰρ πᾶν παντὶ μεμῖχθαι πέφυκε· τῶν γὰρ κεχωρισμένων καὶ καθ’ αὑτὸ ὑφίστασθαι δυνα‐ μένων ἡ μῖξις, οὐ τοιαῦτα δὲ τὰ συμβεβηκότα. εἰ δὲ τὸ μεμιγμένον οἷόν
25τε χωρισθῆναι, χωριστὰ ἂν εἴη τὰ πάθη τῶν οὐσιῶν. ἀναιρεῖταί τε καὶ γένεσις καὶ φθορὰ κατὰ τοὺς οὕτω λέγοντας, καὶ ὅσα ἄλλα εἶπεν ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως πρὸς τήνδε τὴν δόξαν. ὅτι δὲ μὴ ὡς Εὔδοξος ἡγεῖτο καὶ ἄλλοι τινὲς μίξει τῶν ἰδεῶν τὰ ἄλλα, ῥᾴδιόν φησιν εἶναι συναγαγεῖν πολλὰ καὶ ἀδύνατα ἑπόμενα τῇ δόξῃ τῇδε. εἴη δ’ ἂν
30τοιαῦτα. εἰ μίγνυνται αἱ ἰδέαι τοῖς ἄλλοις, πρῶτον μὲν σώματα ἂν εἶεν·97
in Metaph
.

98

σωμάτων γὰρ ἡ μῖξις. ἔτι ἕξουσιν ἐναντίωσιν πρὸς ἀλλήλας· ἡ γὰρ μῖξις κατ’ ἐναντίωσίν ἐστιν. ἔτι οὕτως μιχθήσεται ὡς ἢ ὅλην ἐν ἑκάστῳ τῶν οἷς μίγνυται εἶναι ἢ μέρος. ἀλλ’ εἰ μὲν ὅλη, ἔσται ἐν πλείοσι τὸ ἓν κατὰ τὸν ἀριθμόν· ἓν γὰρ κατὰ τὸν ἀριθμὸν ἡ ἰδέα· εἰ δὲ πρὸς μέρος, τὸ μέρος
5τοῦ αὐτοανθρώπου μετέχον, οὐ τὸ ὅλου τοῦ αὐτοανθρώπου ἔσται ἄνθρωπος. ἔτι διαιρεταὶ ἂν εἶεν αἱ ἰδέαι καὶ μερισταί, οὖσαι ἀπαθεῖς. ἔπειτα ἔσται μὲν ὁμοιομερῆ, εἴ γε πάντα τὰ ἔχοντά τι μέρος ἐξ αὐτοῦ ὅμοιά ἐστιν ἀλλήλοις· πῶς δὲ οἷόν τε τὰ εἴδη ὁμοιομερῆ εἶναι; οὐ γὰρ οἷόν τε τὸ μέρος τοῦ ἀνθρώπου ἄνθρωπον εἶναι, ὡς τὸ τοῦ χρυσοῦ μέρος χρυσόν. ἔτι, ὡς καὶ
10αὐτὸς ὀλίγον προελθὼν λέγει, ἐν ἑκάστῳ οὐ μία ἔσται ἰδέα μεμιγμένη ἀλλὰ πολλαί· εἰ γὰρ ἄλλη μὲν ζῴου ἰδέα ἄλλη δὲ ἀνθρώπου, ὁ δὲ ἄνθρω‐ πος καὶ ζῷόν ἐστι καὶ ἄνθρωπος, ἀμφοτέρων ἂν μετέχοι τῶν ἰδεῶν. καὶ ὁ αὐτοάνθρωπος δὲ ἰδέα, ᾗ μὲν καὶ ζῷόν ἐστι, μετέχοι ἂν καὶ αὐτὸ τοῦ ζῴου· οὕτως δὲ οὐκέτι ἂν ἁπλαῖ αἱ ἰδέαι εἶεν, ἀλλ’ ἐκ πολλῶν συγκεί‐
15μεναι, καὶ αἱ μὲν αὐτῶν πρῶται αἱ δὲ δεύτεραι. εἰ δὲ μή ἐστι ζῷον, πῶς οὐκ ἄτοπον ἄνθρωπον λέγειν μὴ εἶναι ζῷον; ἔτι δέ, εἰ μίγνυται τοῖς πρὸς αὐτὰ οὖσι, πῶς ἂν ἔτι εἶεν παραδείγματα, ὡς λέγουσιν; οὐδὲ γὰρ οὕτως τὰ παραδείγματα ταῖς εἰκόσι τῆς ὁμοιότητος τῆς πρὸς αὐτὰ αἴτια τῷ με‐ μῖχθαι. ἔτι τε καὶ συμφθείροιντο ἂν τοῖς ἐν οἷς εἰσι φθειρομένοις. ἀλλ’
20οὐδὲ χωρισταὶ ἂν εἶεν αὐταὶ καθ’ αὑτάς, ἀλλ’ ἐν τοῖς μετέχουσιν αὐτῶν. πρὸς δὲ τούτοις οὐδὲ ἀκίνητοι ἔτι ἔσονται, καὶ ὅσα ἄλλα ἐν τῷ δευτέρῳ Περὶ ἰδεῶν τὴν δόξαν ταύτην ἐξετάζων ἔδειξεν ἄτοπα ἔχουσαν. διὰ τοῦτο γὰρ εἶπε τὸ ῥᾴδιον γὰρ συναγαγεῖν πολλὰ καὶ ἀδύνατα πρὸς τὴν
δόξαν ταύτην. ἐκεῖ γὰρ συνῆκται.98
in Metaph
.

99

p. 991a19 Ἀλλὰ μὴν οὐδὲ ἐκ τῶν ἰδεῶν ἔστι τὰ ἄλλα κατ’ οὐθένα τρόπον τῶν εἰωθότων λέγεσθαι. Δείξας ὅτι οὔτε κινήσεως καὶ μεταβολῆς τοῖς ἐνταῦθα αἰτίαι αἱ ἰδέαι, οὔτε πρὸς τὴν γνῶσιν αὐτῶν καὶ ἐπιστήμην συντείνουσί τι, οὔτε εἰς τὴν
5οὐσίαν καὶ τὸ εἶναι αὐτά, ὡς τὰ μεμιγμένα καὶ ὄντα ἔν τισιν εἰς τὸ εἶναι συντελεῖ αὐτοῖς, οὔτε ὅλως αἴτια, ἐπήνεγκεν ὅτι ἀλλ’ οὐδὲ ἔστιν ἐκ τῶν εἰδῶν τὰ ἄλλα κατ’ οὐδένα τρόπον τῶν εἰωθότων λέγεσθαι, ἤτοι δεικνὺς ὅτι κατὰ μηδένα τρόπον τῶν ἔκ τινος λεγομένων γίγνεσθαι δύναται δείκνυ‐ σθαι ἐκ τῶν ἰδεῶν γιγνόμενα τὰ πρὸς αὐτά. εἰσὶ δὲ οἱ εἰωθότες λέγεσθαι
10τοῦ ἔκ τινος τρόποι οἱ μὲν κυρίως ὅ τε ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους. ἐκ99
in Metaph
.

100

γὰρ τῆς ὕλης λέγομεν εἶναι τὰ ἔνυλα, ὁμοίως δὲ καὶ ἐκ τοῦ εἴδους τοῦ ἐν αὐτῷ, ἀλλὰ καὶ ἐξ ἀμφοῖν. ὧν τρόπων κατ’ οὐδένα ἐκ τῆς ἰδέας τὰ πρὸς αὐτάς, ὡς δέδεικται· ἐνυπῆρχε γὰρ ἂν αὐτοῖς. λέγεται δὲ ἔκ τινος καὶ ὡς ἐκ τοῦ ποιοῦντος καὶ ὡς ἐκ τοῦ ἀτελοῦς τὸ τέλειον, ὡς λέγομεν
5ἐκ παιδὸς ἄνδρα γίγνεσθαι, καὶ ὡς ἐκ τῶν μερῶν τὸ ὅλον, καὶ ὡς ἐκ τῶν ἐναντίων τὰ ἐναντία. λέγεται ἔκ τινος καὶ τὸ μεταγιγνόμενον, ὡς ἐξ Ὀλυμπίων Ἴσθμια. κατ’ οὐδένα δὴ τῶν τρόπων τοῦ ἔκ τινος ἐκ τῶν ἰδεῶν τὰ ἐνταῦθα. οὔτε γὰρ ὕλη αὐτῶν, ὡς ἐδείχθη, οὔτε εἶδος αἱ ἰδέαι· ἀλλ’ οὐδὲ μέρη. ἀλλ’ οὐδὲ ὡς ἐξ ἐναντίων ταῦτα ἐκείνων. τὸ γὰρ ἐξ
10ἐναντίου γιγνόμενον ὑπομένοντος τοῦ αὐτοῦ ὑποκειμένου καὶ μεταβάλλοντος ἐκ τοῦ ἐναντίου γίγνεται· εἰ δὲ οὕτως, εἴη ἂν ταὐτὸν ὑποκείμενον ταῖς τε ἰδέαις καὶ τοῖς πρὸς αὐτάς, ὥστε αἱ ἰδέαι ἐναντίαι ἂν εἶεν τοῖς πρὸς αὐτὰς γιγνομένοις, ἀλλ’ οὐχ ὅμοιαι. ἔτι φθειρόμεναι ἐν τῇ τούτων γε‐ νέσει, ὡς ἐξ ἐκείνων ταῦτα καὶ ἐκ τούτων ἐκεῖναι· τοιαύτη γὰρ ἡ ἐξ
15ἐναντίων γένεσις. ἀλλ’ οὐδὲ ὡς ὑπομενουσῶν καὶ τελειότητά τινα προσ‐ λαμβανουσῶν γίνεται τὰ πρὸς αὐτάς, ὡς ἐκ τοῦ παιδὸς ἀνὴρ ἐλέγετο γίγνεσθαι· οὔτε γὰρ ἐνυπάρχει τούτοις, οὔτε τελειοῦται ἐκεῖνα ὑπὸ τού‐ των. εἴη γὰρ ἂν ἀτελέστερά τε τούτων καὶ ἐν τούτοις καὶ φθαρτά· ἡ γὰρ τῶν τελείων φθορὰ κἀκείνων ἐστὶ φθορά. ἀλλ’ οὐδὲ ποιητικαὶ αἱ
20ἰδέαι τῶν ἐνταῦθα, ὡς ὁ πατὴρ τοῦ τέκνου· ἀκίνητοι γὰρ ἐκεῖναι· καὶ ἄνθρωπος ἄνθρωπον γεννᾷ ὁ καθ’ ἕκαστα τὸν καθ’ ἕκαστα, ἀλλ’ οὐχ ὁ αὐτοάνθρωπος. ἀλλ’ οὐδὲ οὕτως ὡς ἐξ Ὀλυμπίων Ἴσθμια. ἤτοι οὖν τὸ ἀλλὰ μὴν οὐδὲ ἐκ τῶν εἰδῶν ἔστι τἆλλα κατ’ οὐδένα τρόπον τῶν εἰωθότων λέγεσθαι διὰ τοὺς ἔκ τινος τρόπους εἶπεν, ὡσεὶ πολλαχῶς
25τὸ ἔκ τινος· καὶ δέδεικται τοῦτο. ἢ λέγοι ἄν, ὥς τινες ἤκουσαν, τὸ κατ’ οὐδένα τρόπον τῶν εἰωθότων λέγεσθαι ὑπὸ τῶν τὰς ἰδέας τιθε‐ μένων. ζητοῦντες γὰρ τίνα τρόπον ἡ μετοχὴ ἡ τῶν εἰδῶν, ἢ οὕτως φασὶν ὡς ἐν ἑκάστῳ τῶν κατὰ μέρος ἐνυπάρχειν τὴν ἰδέαν, οἷον ἐν ἑκάστῳ τῶν τινῶν ἀνθρώπων τὸν αὐτοάνθρωπον, ἢ ἐν ἑκάστῳ μέρος τῆς ἰδέας, ἢ
30παράδειγμα τὸ εἶδός ἐστι τοῖς μετέχουσιν. ὧν οἱ μὲν πρῶτοι δύο τρόποι τῆς μετοχῆς ἀδύνατοι, ὡς ἡμεῖς τε ἐδείξαμεν πρὸ ὀλίγου, καὶ αὐτὸς εἶπεν Εὐδόξου μνημονεύσας ὅτι “ῥᾴδιον συναγαγεῖν πολλὰ καὶ ἀδύνατα πρὸς τὴν τοιαύτην δόξαν”, οἷς ἐπήνεγκε τὸ ἀλλὰ μὴν οὐδὲ ἐκ τῶν εἰδῶν ἔστι τὰ ἄλλα κατ’ οὐδένα τρόπον τῶν εἰωθότων λέγεσθαι,
35ὡς ἴσον λέγων τῷ οὐδὲ ἐκ τοῦ παρὰ τούτους τοὺς ἔτι καταλειπομένους τρόπους οἷόν τε εἶναι ἐκ τῶν εἰδῶν τὰ ἄλλα. τούτου γὰρ δειχθέντος εἴη ἂν δεδειγμένον καὶ τὸ μὴ κατ’ οὐδένα τρόπον τῶν εἰωθότων λέγεσθαι. ἔστι δὲ οὗτος ὃς καὶ πρὸς παράδειγμα λέγει γίγνεσθαι τὰ τῇδε πρὸς τὰς ἰδέας, οὗ καὶ ἐφεξῆς μνημονεύει λέγων “τὸ δὲ λέγειν παραδείγματα”. εἴτε
40δὲ διὰ τοῦτο ἐπήνεγκε τοῦτο, εἴτε καὶ ἐνδειξόμενος ὅτι κατὰ μηδένα τῶν100
in Metaph
.

101

τοῦ ἔκ τινος τρόπων λεγομένων οἷόν τε ἐκ τῶν εἰδῶν λέγειν τὰ ἄλλα γε‐ γονέναι, ἑξῆς ἐπὶ τὸ δεῖξαι τὸ λεγόμενον ὑπ’ αὐτῶν μετελήλυθε, τὸ παραδείγματα λέγειν αὐτάς· καὶ τοῦτο, μετέχειν τὰ τῇδε ἐκείνων, κενολο‐ γεῖν ἐστι καὶ μεταφοραῖς χρῆσθαι ποιητικαῖς· τοῦτο δέ, ὅτι τοῖς ποιηταῖς
5οἰκεῖον τὸ χρῆσθαι μεταφοραῖς. μετενήνεκται δὲ ἀπὸ τῶν γραφέων τὸ παράδειγμα, οἳ γράφειν λέγονται πρὸς παράδειγμα. ὅτι δὲ κενολογοῦσιν οἱ τὰς ἰδέας παραδείγματα λέγοντες ἔδειξε διὰ τοῦ τί γάρ ἐστι τὸ ἐργαζό‐ μενον πρὸς τὰς ἰδέας ἀποβλέπον; δεῖ γάρ, εἰ παραδείγματα ἐκεῖναι, εἶναί τι τὸ πρὸς αὐτὰ ποιοῦν, ὡς τοὺς γραφεῖς ὁρῶμεν πρὸς τὰ παραδείγ‐
10ματα γράφοντας. p. 991a20 Τὸ δὲ λέγειν παραδείγματα εἶναι καὶ μετέχειν αὐτῶν κενολογεῖν ἐστιν. Ζητήσας πῶς αἱ ἰδέαι αἰτίαι τῶν ἐνταῦθα καὶ τίνος, καὶ δείξας ὅτι οὔτε τῆς κινήσεως οἷόν τε αὐτὰς αἰτίας εἶναι οὔτε τῆς ἐπιστήμης καὶ
15γνώσεως τῶν ἐνταῦθα οὔτε τοῦ εἶναι, ἀλλ’ οὔτε κατά τινα τῶν ἔκ τινος λεγομένων τρόπων γίγνεσθαί [τι] τὰ ἐνταῦθα ἔστιν ἐξ ἐκείνων, εὐλόγως ἐπὶ τούτοις δεδειγμένοις τὸ τῆς μετοχῆς ὄνομα, ᾧ χρῶνται, ὡς κενὸν δια‐ βάλλει. λέγουσι γὰρ αὐτὰς παραδείγματα εἶναι καὶ μετέχειν αὐτῶν τὰ ἐν‐ ταῦθα· τὸ δὴ οὕτως λέγειν, φησί, κενολογεῖν ἐστι καὶ μεταφορὰς λέγειν
20ὡς οἱ ποιηταί· οὐδὲν γὰρ τούτων ὧν μετέχει τὸ μετέχον σημαίνουσιν οἱ ἐπὶ τῶν ἰδεῶν τῷ μετέχειν χρώμενοι. ὅτι δὲ κενολογοῦσι βραχέως ἔδειξε διὰ τοῦ τί γάρ ἐστι τὸ ἐργαζόμενον πρὸς τὰς ἰδέας ἀποβλέπον; πάντως μὲν γὰρ τὸ πρός τι παράδειγμα γενόμενον ὑπό τινος ὁμοιοῦντος αὐτὸ ἐκείνῳ καὶ ποιοῦντος γίνεται· ἐπὶ δὲ τῶν ἰδεῶν τί ἐστι τὸ ποιοῦν τὰ
25ἐνταῦθα πρὸς τὰς ἰδέας ἀποβλέπον; ὁρῶμεν γὰρ ἄνθρωπον ὑπὸ ἀνθρώπου γινόμενον τὸν καθ’ ἕκαστα ὑπὸ τοῦ καθ’ ἕκαστα καὶ ἵππον ὑπὸ τοῦ ἵππου, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ὧν οὐδὲν πρὸς τὴν ἰδέαν ἀποβλέπον ποιεῖ ὃ ποιεῖ, ἀλλὰ φυσική τις ἡ γένεσις καὶ ἡ τάξις ἑκάστου, τοῦ μὲν τὴν ἀρχὴν ἐνδιδόντος, τοῦ δὲ ὑποδεχομένου τε καὶ σώζοντος καὶ προάγοντος ταύτην
30κατά τινα ἀκολουθίαν. ἀλλ’ οὐδὲ οἱ ἐπιστήμονες ποιοῦσι τὰ κατὰ τὰς ἐπι‐
στήμας πρὸς ἰδέαν τινὰ ἀποβλέποντες.101
in Metaph
.

102

p. 991a23 Ἐνδέχεται δὲ καὶ εἶναι καὶ γίγνεσθαι ὅμοιον καὶ μὴ εἰκαζόμενον. Τὸ λεγόμενον νῦν πρὸς τὸ εἶναι παράδειγμα τὰς ἰδέας λέγεται. καὶ γὰρ εἰ δοθείη εἴδη τε εἶναι καὶ τὰ ἐνταῦθα ὅμοια γενέσθαι ἐκείνοις ἃς
5ἰδέας λέγεσθαι, οὐκ ἤδη καὶ παραδείγματα ἐκεῖνα τούτων, εἴ γε μὴ εἴη τὸ ποιοῦν πρὸς αὐτάς. ἐνδέχεται γὰρ ὅμοιά τινά τισι γενέσθαι καὶ μηδενὸς εἰκάζοντος αὐτὰ καὶ πρὸς ἐκεῖνα ποιοῦντος. καὶ τοῦτο ἔδειξεν ἐναργῶς ἐπὶ Σωκράτους· οὐ γὰρ εἰ Θεαίτητος ἦν ὅμοιος Σωκράτει, ἤδη καὶ εἴκα‐ σται αὐτῷ· καὶ γὰρ ὄντος Σωκράτους ὅμοιός τις αὐτῷ δύναται γενέσθαι,
10καὶ μὴ εἰκαζόμενος, ὡς Θεαίτητος, καὶ μηκέτι ὄντος. δύναται γὰρ καὶ νῦν οἷος ἦν Σωκράτης εἶναί τε καὶ γίνεσθαι. εἰ δὲ καὶ μηκέτι ὄντι τινὶ ὅμοιον γίνεται, ἐναργές ἐστιν ὅτι μὴ πάντως εἰκάζοντός τινος καὶ πρὸς παράδειγμα ποιοῦντος ὅμοιά τισί τινα γίνεται. ὡς γὰρ ὁ τῷ μηκέτι ὄντι ὅμοιος ὢν οὐ πρὸς ἐκεῖνον γέγονεν, οὕτως οὐδὲ ἂν ἀίδιόν τι εἶδος ᾖ καὶ
15συγχωρηθῇ εἶναί τις τοιαύτη φύσις, ἡ πρὸς αὐτὸ ὁμοιότης ὡς πρὸς παρά‐102
in Metaph
.

103

δειγμα ἔσται, μηδενός γε ὄντος τοῦ πρὸς ἐκεῖνο ποιοῦντος. τοῦτο δὲ ἂν λέγοιτο καὶ πρὸς τοὺς λόγους τινὰς λέγοντας εἶναι τὰς ἰδέας καὶ νοήματα. καὶ γὰρ εἰ ἔστιν, οὐ διὰ τοῦτο ἤδη καὶ γίγνεται ταῦτα πρὸς ἐκεῖνα, μηδε‐ νὸς τοῦ πρὸς αὐτὰ ποιοῦντος ὄντος. ὅτι γὰρ μὴ πρὸς παραδειγμά τι καὶ
5ἰδέαν γίνεταί τι ἢ γέγονε τῶν φύσει συνεστώτων, δείξαι τις ἂν καὶ διὰ τοιούτου λόγου. εἰ ἀίδιός ἐστιν ὁ κόσμος καὶ μηδὲν τῶν νῦν γινομένων κατὰ φύσιν ὡς πρὸς παράδειγμα ἰδέαν τινὰ γίνεται, οὐδ’ ἂν πρότερόν τι οὕτως εἴη γεγονός. ἀλλὰ μὴν ἀίδιός τε ὁ κόσμος, ὥς φασι, καὶ οὐδὲν τῶν νῦν κατὰ φύσιν γιγνομένων πρὸς παράδειγμα ἰδέαν τινὰ γίγνεται, ὡς δείξω.
10οὐδὲ πρότερον ἄρα τι τῶν φύσει γεγονότων ὡς πρὸς παράδειγμα ἰδέαν γέγονε· πάντα γὰρ ὁμοίως ἀεὶ ἐν ἀιδίῳ ὄντι τῷ κόσμῳ γίγνεται. εἰ δὲ τοῦτο, οὐδ’ ἂν παραδείγματα εἶεν αἱ ἰδέαι. ὅτι δὲ μηδὲν τῶν φύσει νῦν γινομένων πρὸς παράδειγμα ἰδέαν τινὰ γίνεται, δῆλον ἐντεῦθεν· πάντα τὰ γιγνόμενα τῶν καθ’ ἕκαστά τινα ἔστιν ἅ ἐστι, καὶ ὑπὸ τῶν καθ’ ἕκαστά
15τινος γίνεται, ὥστε καὶ τὰ φύσει· οἷον φύσει ὅδε ὁ ἄνθρωπος ὑπὸ τοῦδε τοῦ ἀνθρώπου γίγνεται, καὶ ὅδε ὁ ἵππος ὑπὸ τοῦδε τοῦ ἵππου, καὶ ἥδε ἡ ἄμπελος ὑπὸ τῆσδε τῆς ἀμπέλου. ἀλλὰ μὴν καὶ ἕκαστον τῶν κατὰ φύσιν τι ποιούντων κατὰ τὴν ἐν αὐτῷ φύσιν, τοῦτ’ ἔστι κατὰ τὴν ἐν αὐτῷ αἰ‐ τίαν τε καὶ ἀρχὴν καὶ δύναμιν τοῦ πως κινεῖσθαι. ταῦτα γὰρ φύσει τε
20ἔστι καὶ ἔχει φύσιν, ὅσα ἀρχὴν κινήσεως ἐν αὑτοῖς ἔχει, καθὸ καὶ ἔστι τάδε τινά, ἀλλὰ μὴ κατὰ συμβεβηκός. καὶ ὁ ἵππος δὴ τὸν ἵππον ποιεῖ κατὰ τὴν ἐν αὐτῷ τοιαύτην ἀρχήν. ἀλλὰ μὴν οὔτε ἄνθρωπος οὔτε ἵππος οὔτε ἄλλο τι τῶν φύσει γεννώντων τε καὶ ποιούντων πρός τι παράδειγμα βλέπον ποιεῖ τὸ γιγνόμενον ὑπ’ αὐτοῦ· οὐδὲ γὰρ τὴν ἀρχὴν νοοῦν τι περὶ
25τοῦ ἐσομένου πῶς ἂν γένοιτο, οὕτως ἔχεται τοῦ ποιεῖν ὃ ποιεῖ, ὡς ἐπὶ τῶν τεχνῶν ὁρῶμεν· διὰ τοῦτο γὰρ αἱ μὲν τέχναι ἐν μόνοις γίγνονται τοῖς δυναμένοις ποιεῖσθαι τὴν τοιαύτην πρόνοιαν τοῦ κατὰ τέχνην ἐσομένου· ἐν γὰρ ἀνθρώποις· κατὰ φύσιν δὲ πολλὰ καὶ ὑπὸ ἀλόγων καὶ ὑπὸ ἀψύχων γίνεται. οὐδὲν ἄρα τῶν νῦν κατὰ φύσιν τι ποιούντων πρὸς παράδειγμα
30ποιεῖ τι· εἰ δὲ μὴ νῦν, οὐδὲ πρότερον· ἀεὶ γὰρ ἡ γένεσις τῶν φύσει γι‐ γνομένων ὁμοία. τὸ δὲ λέγειν κατὰ ἀριθμούς τινας ὡρισμένους τε καὶ τεταγμένους τὰ φύσει γιγνόμενα γίγνεσθαι (οὐ γὰρ ἀπὸ τύχης τε καὶ αὐτο‐ μάτου· διὰ τοῦτο γὰρ ἄνθρωπος ἄνθρωπον γεννᾷ), καὶ διὰ τοῦτο ἀξιοῦν τὴν φύσιν πρὸς παράδειγμά τι καὶ λόγον τινὰ ποιεῖν πρὸς ἐκεῖνα ἀφορῶ‐
35σαν, τὸ μὲν ἀληθὲς ἔχει τὸ δὲ ψευδές τι. γίγνεται μὲν γὰρ πάντα τὰ φύσει κατὰ τάξιν τινὰ καὶ ἀριθμούς τινας ὡρισμένους καὶ οὔτε ἀπὸ τύχης οὔτε αὐτομάτου, οὐ μὴν διὰ τοῦτο καὶ πρὸς παράδειγμα. οὐ γὰρ ἐννοοῦσα ἡ φύσις ποιεῖ ἂ ποιεῖ (ἄλογος γὰρ αὕτη δύναμίς ἐστιν), ἀλλ’ ἐστὶν αἰτία τοῦ εἶναι ἐν τεταγμένῃ κινήσει, καὶ ὥστε τῇ πρώτῃ τὴν μετ’ αὐτὴν ἀκο‐
40λουθεῖν τεταγμένως οὐ κατὰ λογισμόν τινα, κἀκείνῃ πάλιν τὴν τρίτην, ἕως103
in Metaph
.

104

ἂν ἐπὶ τὸ τέλος αἱ κινήσεις προέλθωσιν, οὗ χάριν ἐγίγνοντο. ἣν τάξιν ἡ τέχνη ἐστὶ μιμουμένη· κατὰ τὸν λόγον γὰρ ταῦτα συντίθησι καὶ ποιεῖ ἃ ποιεῖ. διὸ ἡ μὲν τέχνη δύναμίς ἐστι λογική, ἡ δὲ φύσις ἄλογος. τὸ δὲ λέγειν θείαν τινὰ τέχνην οὖσαν τὴν φύσιν μηδὲν ἀλόγως ποιεῖν, καὶ τὸ
5ἀξιοῦν τῷ θείαν αὐτὴν εἶναι ἔχειν τοῦτο δῶρον παρὰ θεῶν, τὸ πρὸς τε‐ ταγμένον τι καὶ ὡρισμένον παράδειγμα ποιεῖν ἃ ποιεῖ, οὐ καλῶς λέγεται· οὐ γὰρ οὕτως λέγεται ἡ φύσις θεία τέχνη ὡς τῶν θεῶν ταύτῃ τῇ τέχνῃ χρωμένων, ἀλλὰ τῷ ἀπὸ θεῶν οὖσα δύναμις τὸ εὔτακτον τῆς κινήσεως σώζειν κατ’ ἀκολουθίαν τινὰ ἡρμοσμένην, μὴ κατὰ λογισμόν τινα καὶ νό‐
10ησιν, ἀλλὰ τῷ ἀπ’ ἐκείνων εἶναι. δῶρον δὲ ἀπὸ θεῶν ἔχοι ἂν οὐ τὸ πρὸς παράδειγμα ποιεῖν· πῶς γὰρ ἂν ποιήσαι τι πρὸς παράδειγμα οὗ τέ‐ λεόν ἐστιν ἀνεννόητος; ἀλλ’ ἔχειν ἄν τις παρὰ θεῶν αὐτὴν κατὰ τὸ εὐλο‐ γώτερον λέγοι τὸ ὅμοιον τῷ ποιοῦντι, ἐν ᾧ ἔστι καὶ ὅθεν τὴν ἀρχὴν λαμ‐ βάνει τὸ γινόμενον, ποιεῖν κατὰ τὴν χωρὶς λόγου τῶν κινήσεων εὐταξίαν.
15ἔτι τὸ εὔτακτον ἔστιν εὑρεῖν καὶ ἐν τοῖς κακοῖς καὶ παρὰ φύσιν γιγνομένοις, οἷον ἀποστήματα, τραύματα, φλεγμοναί, νόσων περίοδοι. ἀλλὰ καὶ ζῴων τινῶν γενέσεις τεταγμέναι μέν, ἀλλ’ οὐ πρὸς ἰδέαν, οἷον σκωλήκων, ἐμ‐ πίδων, τερηδόνων. p. 991a27 Ἔσται τε πλείω παραδείγματα τοῦ αὐτοῦ ὥστε καὶ εἴδη.
20 Αὕτη ἡ λέξις ἕως τοῦ ἔτι δόξειεν ἂν ἀδύνατον εἶναι ἔν τισιν ἀντιγράφοις οὐ φέρεται· διὸ οὐδὲ ὑπεμνηματίσαντο αὐτήν. δείκνυσι δὲ δι’
αὐτῆς καὶ τοῦτο τὸ ἄτοπον ἑπόμενον τῇ περὶ τῶν ἰδεῶν δόξῃ· εἰ γὰρ παρα‐104
in Metaph
.

105

δείγματα ἐκεῖνα τούτων, ἔσται τοῦ αὐτοῦ πλείω παραδείγματα, καὶ ἰδέαι πλείους ἔσονται αὐτοῦ. εἰ γὰρ ὁ ἄνθρωπος καὶ ζῷόν ἐστι καὶ δίπουν καὶ ἄνθρωπος, καὶ ταῦτα ἀλλήλων διαφέρει, ἑκάστου ἂν αὐτῶν εἴη παράδειγμα καὶ ἰδέα, καὶ μεθέξει ὁ ἄνθρωπος τοῦ αὐτοανθρώπου καὶ τοῦ αὐτοζῴου
5καὶ τοῦ αὐτοδίποδος. ἀλλ’ εἰ μὲν ἅμα ἔστιν ἐν τῷ αὐτοανθρώπῳ δια‐ φέροντα ἀλλήλων, οὐχ ἁπλοῦν ἡ ἰδέα, ἀλλ’ ἔσται ἐξ ἰδεῶν συγκειμένη· εἰ δὲ ἔστιν ἰδέα ἕκαστον αὐτῶν, προτέρα ἔσται ἰδέα ἰδέας (τὸ γὰρ αὐτο‐ ζῷον πρῶτον τοῦ αὐτοανθρώπου· γένος γὰρ τὸ ζῷον τοῦ αὐτοανθρώπου), ἢ ἰδέα ἔσται χωρὶς ζῴου. ἀδύνατον δὲ τοῦτο, καὶ μετέχον ὁ αὐτοάνθρω‐
10πος τοῦ αὐτοζῴου, εἴ γε ζῷον κἀκεῖνος· ὥστε εἴη ἂν † ὁ αὐτοάνθρωπος ἀλλὰ καὶ ζῴου παράδειγμα· τοῦ ἄρα αὐτοανθρώπου καὶ τοῦ ζῴου μία εἰ‐ κών· μετέχει γὰρ τοῦ ζῴου. οὐ μόνον δὲ τοῦ αὐτοζῴου ἀλλὰ καὶ τοῦ αὐτοδίποδος μεθέξει, ὥστε πλειόνων ἰδεῶν καὶ ἡ μία ἰδέα μεθέξει. εἰ γὰρ μή, ἔστι τι ὧν ἐστιν ὁ ἄνθρωπος οὐ κατὰ ἰδέας μετοχήν· δίπους γὰρ ὁ
15ἄνθρωπος οὔτε καθὸ ζῷον (ἔστι γάρ τινα τῶν ζῴων οὐ τοιαῦτα) οὔτε καθὸ ἄνθρωπος· ἔστι γὰρ καὶ ἄλλα δίποδα. ἔτι τε εἰ τὸ ζῷον τὸ εἶναι οὐκ ἔχει παρὰ τοῦ ἄνθρωπος εἶναι, οὐδ’ ἂν τὸ δίπουν ἔχοι παρὰ τῆς τοῦ ἀν‐ θρώπου ἰδέας. οὕτω δὲ συγχωροῖτο ἂν τὸ μὴ πάντως πρὸς ἰδέαν εἶναι τοῖς τῇδε τὸ εἶναι. ἔτι ἔσται ἐν ταῖς ἰδέαις τὸ μὲν πρότερον τὸ δὲ ὕστε‐
20ρον. εἰ δὲ αὐτοάνθρωπος μὴ μετέχει τοῦ αὐτοζῴου καὶ ὅμως ζῷόν ἐστιν, οὐκ ἀνάγκη οὐδὲ τὸ ἐνταῦθα ζῷον εἶναι μετουσίᾳ τοῦ αὐτοζῴου· οὕτως δὲ οὐδὲ τοῦ αὐτοανθρώπου. τὸ γὰρ λέγειν τὸν αὐτοάνθρωπον μὴ εἶναι ζῷον, ἄνθρωπον ὄντα, ἀτοπώτατον. ἔτι οὐ μόνον τῶν αἰσθητῶν παρα‐ δείγματα τὰ εἴδη ἀλλὰ καὶ αὐτῶν τῶν ἰδεῶν. ἐφθάκαμεν εἰρηκέναι
25πῶς. τὸ γὰρ αὐτοζῷον παράδειγμα τοῦ αὐτοανθρώπου· τὸ γὰρ γένος τῶν αὐτοῦ εἰδῶν ἔσται παράδειγμα, ἐπεὶ ἕκαστον αὐτῶν ἐστι κἀκεῖνο· ἔσται τε οὕτως τὰ εἴδη παραδείγματα ὄντα τῶν αἰσθητῶν αὐτὰ εἰκόνες τῶν ἰδεῶν. p. 991b1 Ἔτι δόξειεν ἂν ἀδύνατον εἶναι χωρὶς τὴν οὐσίαν καὶ οὗ ἡ οὐσία.
30Ὃ λέγει ἔστιν, ὅτι τὴν οὐσίαν τινὸς ἀδύνατον κεχωρίσθαι τοῦ οὗ ἐστιν
οὐσία· ἡ γὰρ ἑκάστου οὐσία ἐν ἐκείνῳ. εἰ οὖν αἱ ἰδέαι οὐσίαι, οὔκ εἰσιν105
in Metaph
.

106

αὐτῶν κεχωρισμέναι· εἰ δέ εἰσι κεχωρισμέναι, οὔκ εἰσιν αὐτῶν οὐσίαι. ἀλλὰ μὴν οἱ λέγοντες τοὺς ὁρισμοὺς τῶν ἐνταῦθα γίγνεσθαι κατὰ τὰς ἰδέας οὐσίας ποιοῦσι τὰς ἰδέας τῶν αἰσθητῶν· οἱ γὰρ ὁρισμοὶ ἑκάστου τὴν οὐ‐ σίαν δηλοῦσι καὶ κατὰ τὰ οἰκεῖα εἴδη γίγνονται· τὸ γὰρ εἶναι ἑκάστῳ, οὗ
5ὁ ὁρισμὸς δηλωτικός, κατὰ τὴν οἰκείαν οὐσίαν. οὕτω τε εἶεν ἂν αἱ ἰδέαι τὰ εἴδη τῶν τῇδε. p. 991b3 Ἐν δὲ τῷ Φαίδωνι οὕτω λέγομεν, ὡς καὶ τοῦ εἶναι καὶ τοῦ γίγνεσθαι τὰ εἴδη αἴτιά ἐστιν. Τὸ μὲν λέγομεν ὁμοίως εἴρηται τοῖς πρόσθεν· κοινοῦται γὰρ τὴν
10δόξαν ὡς οὖσαν καὶ αὐτοῦ. δείκνυσι δὲ ψεῦδος ὂν τὸ εἰρημένον ἐν τῷ Φαίδωνι. εἴρηται μὲν γὰρ ὅτι καὶ τοῦ εἶναι τὰ ἐνταῦθα καὶ τοῦ γίγνε‐ σθαι αἴτια τὰ εἴδη· τοῦτο δὲ οὐκ ἀληθές, εἴ γε ἀδύνατον, ὡς προείρηται, χωρὶς τὴν οὐσίαν εἶναι καὶ τὸ οὗ ἐκείνη οὐσία. εἰπὼν δὲ καὶ τοῦ εἶναι καὶ τοῦ γίγνεσθαι, ὅτι μηδὲ τοῦ γίγνεσθαι νῦν λέγει. πῶς γὰρ οὐδὲ
15τοῦ γίγνεσθαι; κἂν γὰρ εἴη τὰ εἴδη, ὅμως οὐκ αὐτὰ αἴτια τοῦ καὶ εἶναί τινα καὶ γίγνεσθαι πρὸς ἐκεῖνα· οὐδὲν γὰρ ἔσται πρὸς αὐτὰ μὴ ὄντος τοῦ
κινοῦντος καὶ ποιοῦντος· οὐ γὰρ δὴ αἱ ἰδέαι αὐτοῖς εἰσιν αἰτίαι ὡς ποι‐106
in Metaph
.

107

οῦσαι. ὅτι γὰρ τὸ ποιοῦν τοῖς γιγνομένοις αἴτιον καὶ οὐ τὸ παράδειγμα, ἔδειξε διὰ τοῦ πολλὰ καὶ γίνεσθαι καὶ εἶναι ὧν οὔ φασιν ἰδέας εἶναι, ὥσπερ τὰ τεχνητά· οἰκία γὰρ καὶ δακτύλιος οὐ πρὸς ἰδέας. εἰ δὲ ταῦτα καὶ μὴ ὄντων εἰδῶν οὐδὲν κωλύεται καὶ γίνεσθαι καὶ εἶναι τῷ τὸ ποιοῦν ἔχειν,
5οὐδὲ τὰ ὧν φασιν ἰδέας εἶναι κωλυθήσεται καὶ εἶναί τε καὶ γίνεσθαι καὶ μὴ οὐσῶν τῶν ἰδεῶν· δι’ ἃς γὰρ αἰτίας γίνεται τὰ ὧν οὔ φασιν ἰδέας εἶναι, διὰ τὰς ὁμοίας ἔσται καὶ τὰ ὧν φασιν. ὡς γὰρ ἐκεῖνα κατὰ τέχνην γίγνεται οὐ πρὸς ἰδέαν τινά, οὕτω καὶ τὰ κατὰ φύσιν ἔσται κατὰ τὴν φύσιν χωρὶς παραδείγματος, ἀνάλογον ὄντος τοῦ μὲν γεννῶντος τῷ τεχνίτῃ, τοῦ
10δὲ θήλεος τὴν τῆς ὕλης χώραν ἐπέχοντος. τὰ μὲν γὰρ παραδείγματα ἄχρηστα μὴ ὄντος τοῦ ποιοῦντος πρὸς αὐτά, τὸ δὲ ποιοῦν τι οὐ κεκώλυ‐ ται ποιεῖν καὶ χωρὶς παραδείγματος, ὡς αὐτοὶ συγχωροῦσιν ἔχειν ἐπὶ τῶν τεχνητῶν. p. 991b9 Ἔτι εἴπερ εἶεν ἀριθμοὶ τὰ εἴδη, πῶς αἴτιοι ἔσονται;
15 Πειρᾶται καὶ κατὰ ταύτην τὴν δόξαν, καθ’ ἣν ἀριθμοὺς ἔλεγον τὰς ἰδέας, εὐθύνειν τὸν λόγον· εἰ γὰρ ἀριθμοὺς μὲν ἔλεγον αὐτὰς εἶναι, μὴ δύνανται δὲ ἀριθμοὶ εἶναι, δῆλον ὅτι οὐδὲ εἶεν ἂν κατ’ αὐτούς. ἔτι ζητεῖ, εἰ εἰσὶν αἱ ἰδέαι ἀριθμοί, πῶς αἴτιοι ἔσονται τοῖς ἐνθάδε; πότερον ὅτι καὶ τὰ ἐνθάδε εἰσὶν ἀριθμοὶ ὥσπερ καὶ αἱ ἰδέαι, ἕτεροι δὲ ἐκείνων τε δηλονότι
20ἀλλὰ καὶ ἀλλήλων, ὡς κἀκεῖναι ἀλλήλων ἕτεραι, καὶ ἄλλος μέν ἐστιν ἀριθ‐ μὸς ἄνθρωπος ἄλλος δὲ ἵππος, ἄλλος Πλάτων καὶ ἄλλος Σωκράτης, καὶ κατὰ τὴν διαφορὰν τῶν ἀριθμῶν διαφέρει ἀλλήλων τὰ ὄντα; ἀλλ’ εἰ τοῦτο, πῶς αἴτιοι ἐκεῖνοι οἱ ἀριθμοὶ οἱ τῶν ἰδεῶν τοῖς ἐνθάδε ἀριθμοῖς, ἐν οἷς ἔστι τὰ ὄντα, ἔσονται; εἰ γὰρ καὶ εἶεν ἴσοι οἱ ἐνταῦθα ἐκείνοις, ὡς εἶναι
25φέρε εἰπεῖν πεντάδα τόν τε αὐτοάνθρωπον καὶ τὸν αἰσθητόν, ἀλλὰ τὴν μὲν ἀίδιον πεντάδα τὴν δὲ μὴ ἀίδιον, πῶς ἐκείνη ἡ πεντὰς ταύτῃ τῇ πεντάδι αἰτία ἔσται τοῦ εἶναι; οὐ γὰρ δὴ οἱ ἴσοι ἀριθμοὶ ἀλλήλοις τοῦ εἶναι αἴ‐
τιοι· πῶς γὰρ ὅλως ἀριθμὸς ἀριθμῷ αἴτιος τοῦ εἶναι;107
in Metaph
.

108

p. 991b13 Εἰ δὲ ὅτι λόγοι ἀριθμῶν τὰ ἐνταῦθα. Πρόκειται μὲν αὐτῷ δεῖξαι ὅτι αἱ ἰδέαι, εἰ ἀριθμοί εἰσιν, οὐ δύνανται εἶναι αἴτιοι τοῖς ἐνταῦθα· ὃ δεῖξαι βουλόμενος, πρῶτον μὲν ἔλαβε τὸ καὶ τὰ ἐνθάδε, ἅ φασι πρὸς ἐκεῖνα γίνεσθαι, ἀριθμοὺς λέγεσθαι εἶναι ὑπ’ αὐ‐
5τῶν ἴσους ἐκείνοις ἀιδίοις οὖσιν, οὐκ ὄντας τούτους ἀιδίους, καὶ ἔδειξεν ὅτι οὐδὲ οἱ ἴσοι ἀριθμοὶ τοῖς ἴσοις αἴτιοι τοῦ εἶναι δύνανται εἶναι, οὐδὲ εἰ οἱ μὲν εἶεν ἀίδιοι οἱ δὲ μή. νῦν δὲ πάλιν λαμβάνει τὰ ἐνταῦθα μὴ ἀριθ‐ μοὺς εἶναι λέγεσθαι ὑπ’ αὐτῶν, ἀλλ’ ἐν λόγῳ τινὶ ἀριθμῶν συνεστάναι, ὃ καὶ βούλονται λέγειν· καὶ δείκνυσιν ὅτι οὐδὲ οὕτως αἱ ἰδέαι καὶ ἐκεῖνοι
10οἱ ἀριθμοὶ αἴτιοι δύνανται εἶναι τοῖς ἐνθάδε οὖσιν ἐν ἀριθμῶν λόγῳ. βου‐ λόμενος δὲ δεῖξαι τί ἐστι τὸ λέγειν λόγους ἀριθμῶν τὰ ἐνταῦθα εἶναι, παρέθετο τὴν συμφωνίαν· καὶ γὰρ ἡ συμφωνία οὐκ ἀριθμός ἐστιν ἀλλὰ λόγος τις ἀριθμῶν, τουτέστιν πράγματά τινα λόγον ἀριθμῶν πρὸς ἄλληλα ἔχοντα. τὸ γὰρ ἐν διπλασίῳ εἶναι ἐν λόγῳ ἀριθμῶν ἐστιν εἶναι, ὅπερ
15ἔχει ἡ διὰ πασῶν συμφωνία· ἐν τούτῳ γὰρ αὐτῇ τὸ εἶναι· καὶ αὖ πάλιν ἄλλῃ ἐν ἐπιτρίτῳ, καὶ αὖ πάλιν ἄλλῃ ἐν ἡμιολίῳ, ἃ πάντα ἀριθμῶν εἰσι λόγοι. εἰ δὴ καὶ τὰ ὄντα πάντα λέγοι τις λόγους ἀριθμῶν εἶναι, οὐδὲ οὕτως αἴτιαι αἱ ἰδέαι καὶ οἱ ἀριθμοὶ ἐκεῖνοι τούτοις ἔσονται. εἰ γὰρ τοῦτο, οὐδὲ ἐπ’ ἐκείνοις οἱ ἀριθμοὶ ἔτι ἔσονται. εἰ γάρ ἐστι τὰ ἐνταῦθα λόγοι
20τινὲς ἀριθμῶν, δηλονότι τινά ἐστιν ἐν αὐτοῖς ἃ τὸν λόγον ἔχει τοῦτον ἐν
ᾧ ἑκάστῳ αὐτῶν τὸ εἶναι, ὥσπερ ἡ συμφωνία λόγος ἀριθμῶν οὖσα ἔχει108
in Metaph
.

109

τι ἓν ὑποκείμενον καὶ φύσιν τινὰ ὑποκειμένην, ἧς ὁ ὁρισμός ἐστι καὶ λόγος ἡ συμφωνία, καὶ ἔστι τοῦτο οἱ φθόγγοι. εἰ δὴ τὰ πράγματα τὰ πρὸς τὰς ἰδέας λεγόμενα τὸ εἶναι ἔχειν ἐν λόγῳ ἀριθμῶν ἐστιν, ἔστι τι ἐν αὐτοῖς ὑπο‐ κείμενον ὃ τὸν τῶν ἀριθμῶν λόγον ἀναδεχόμενον ποτὲ μὲν ἄνθρωπος γίνεται
5ποτὲ δὲ ἄλλο τι, κατὰ τοὺς διαφέροντας λόγους ἄλλοτε ἄλλο γινόμενον, ὡς ἡ συμφωνία τῇ τῶν ἐν τοῖς φθόγγοις λόγων ἑτερότητι. τοῦτο δὲ οὐκ ἄλλο τι εὑρεθήσεται ὂν ἢ τὸ ὑποκείμενον καὶ ἡ ὕλη, ἧς ἐν ἀριθμῷ καὶ ἐν λόγῳ τινὶ ἕκαστον ἔσται τῶν ὄντων, οἷον πυρὸς ἀέρος ὕδατος γῆς, ἢ ὅ τί ποτε ἂν καὶ ᾖ τοῦτο· ἐν γὰρ τῷ τούτων λόγῳ πρὸς ἄλληλα τὸ εἶναι
10τοῖς ἐξ αὐτῶν καὶ εἰδοποιεῖσθαι. εἰ δὲ τοῦτο, δεήσει καὶ τὰς ἰδέας παρα‐ δείγματα τούτων οὔσας καὶ αὐτὰς λόγους ἀριθμῶν εἶναι καὶ οὐκ ἀριθμοὺς ἁπλῶς· εἰ γὰρ ὁ Καλλίας φέρε εἰπεῖν ἢ ὁ ἄνθρωπος ὁ ὡμοιωμένος τῇ ἰδέᾳ λόγος ἐν ἀριθμοῖς τισίν ἐστι πυρὸς καὶ γῆς καὶ ὕδατος καὶ ἀέρος ἢ ἄλλων τινῶν ὑποκειμένων, ἔσται καὶ ἡ ἰδέα ἀριθμὸς εἶναι λεγόμενος ὁ
15αὐτοάνθρωπος, πρὸς ἣν ὁ ἄνθρωπος, λόγος ἐν ἀριθμοῖς, ἤτοι τῶν ἀριθμῶν αὐτῶν, εἰ εἴη τοῦτο ὑποκείμενον ἐν αὐτοῖς * * * (τοῦτο γὰρ ἐσήμανε διὰ τοῦ εἴτε ἀριθμός τις ὢν εἴτε μή,) καὶ οὐχ ὁ αὐτοάριθμος. οὐ γὰρ δὴ ὁ ἀριθμὸς αἴτιος τοῦ ἐν ἀριθμῶν λόγῳ εἶναι· ἐν γὰρ τῷ αὐτῷ ἀριθμῷ διαφέροντες γίγνονται λόγοι· ἐν γὰρ τῷ ϛʹ καὶ ὁ διπλάσιος καὶ ὁ ἡμιόλιος.
20εἰ δὲ τοῦτο, οὐκ ἀριθμὸς ἁπλῶς ἡ ἰδέα· οὐδὲ γάρ ἐστι ταὐτὸν ἀριθμός τε καὶ λόγος ἐν ἀριθμοῖς· οὐδέ ἐστιν ἄρα ὁ αὐτοάριθμος ἡ ἰδέα. ὥστε ἢ οὐκ ἀριθμοὶ αἱ ἰδέαι ἢ οὐκ αἴτιοι τοῖς τὸ εἶναι ἔχουσιν ἐν λόγῳ ἀριθμῶν. οὗτος δὲ ὁ λόγος πρῶτον μὲν ἀναιρεῖ τὸ εἶναι ἀριθμοὺς τὰς ἰδέας, ἔπειτα καὶ συνθέτους δείκνυσιν αὐτάς, οὐχ ἁπλᾶς. εἰ γάρ εἰσι λόγοι ἀριθμῶν ἐκ
25πλειόνων φθόγγων, καὶ ἔσται τι ἐν αὐταῖς ὑποκείμενον, ὃ ἐν λόγῳ ἀριθμῶν τὸ εἶναι αὐτῶν ἑκάστῃ ποιήσει· ἀκολουθήσει τε τούτῳ μηδ’ εἶναί τινα ἀριθμόν· εἰ γὰρ μή ἐστιν αὐτοάριθμος, οὐδ’ ἂν ἀριθμὸς εἴη οὐδὲ τὰ ὄντα πρὸς παράδειγμα ἀριθμόν. ἀλλὰ μὴν μὴ ὄντος ἀριθμοῦ οὐδὲ λόγος ἀριθ‐ μοῦ εἴη ἄν, ὥστε οὐδὲ ἐν λόγῳ ἀριθμῶν οἷόν τε λέγειν αὐτοῖς τὰ ὄντα
30εἶναι. τὸ δὲ οὐδὲ ἔσται τις διὰ ταῦτα ἀριθμὸς ἴσον ἂν εἴη τῷ οὐδὲ109
in Metaph
.

110

ἔσται διὰ ταῦτα ἡ ἰδέα ἀριθμός, ἐπεὶ μὴ τὸ ἐν λόγῳ ἀριθμῶν ὂν ἤδη ἀριθμός. p. 991b21 Ἔτι ἐκ πολλῶν ἀριθμῶν εἷς ἀριθμὸς γίνεται, ἐξ εἰδῶν δὲ ἓν εἶδος πῶς;
5 Ὅτι μὴ οἷόν τε ἀριθμοὺς τὰς ἰδέας εἶναι δείκνυσι καὶ διὰ τοῦ ἐκ μὲν πολλῶν ἀριθμῶν συντεθειμένων ἕνα ἀριθμὸν γίνεσθαι (τὰ γὰρ τρία καὶ τέσσαρα συντεθέντα ἀλλήλοις ἕνα ἀριθμὸν τὸν ἑπτὰ ποιεῖ), ἐξ εἰδῶν δὲ πλειόνων συντεθέντων μὴ οἷόν τε ἓν εἶδος γενέσθαι· οὐ γὰρ τὸ ἀνθρώπου εἶδος καὶ τὸ κυνός, ἂν οὕτω τύχῃ, συντεθέντα ἓν εἶδος ποιεῖ. οὐ γὰρ
10ἐπεὶ ἐν τῷ ἀνθρώπῳ τὸ ζῷον περιέχεται, σύνθετον ὁ ἄνθρωπος ἐκ ζῴου τε καὶ ἄλλου εἴδους· οὔτε γὰρ τὸ ζῷον καθ’ αὑτὸ ὑφεστὼς εἶδός ἐστιν, οὔτε ὁ ἄνθρωπος χωρὶς τοῦ ζῴου ἄνθρωπος εἶναι δύναται, ἀλλ’ ἔστιν ἑκάστου τῶν ἐν ὑποστάσει ζῴων τὸ ζῷον μόριον. ἕκαστος δὲ τῶν ἀριθμῶν τῶν ἐν τῷ συνθέτῳ μέρος τοῦ ὅλου γίγνεται σωζόμενος αὐτός. ὥστε οὐκ
15ἂν εἶεν αἱ ἰδέαι ἀριθμοί. εἰ δέ τις λέγοι καὶ τῶν ἰδεῶν ἑκάστην ἐκ πλει‐ όνων ἰδεῶν εἶναι, οἷον τὸν ἄνθρωπον ἐκ ζῴου καὶ δίποδος φέρε εἰπεῖν, πρῶτον μὲν οὐχ ἁπλαῖ ἔτι αἱ ἰδέαι ἔσονται αὐτοῖς ἀλλὰ σύνθετοι, ἔπειτα αἱ μὲν πρῶται αὐτῶν αἱ δὲ δεύτεραι· πρῶτον γὰρ τὸ τοῦ ζῴου εἶδος, εἶτα τὸ τοῦ ἀνθρώπου ἢ ἵππου. ἔτι ἐπὶ μὲν τῶν ἀριθμῶν ἐκ πάντων τῶν δια‐
20φερόντων συντεθέντων εἷς ἀριθμὸς γίνεται, ἐπὶ δὲ τῶν ἰδεῶν ἀδύνατον τοῦτο· οὐ γὰρ πάντα τὰ διαφέροντα εἴδη ἕν τι ποιεῖ σύνθετον, οἷον ἵππος καὶ κύων. ἔτι τὰ μὲν συντιθέμενα ἰδίᾳ προϋπάρχοντα συντίθεν‐ ται· οὐχ οἷόν τε δὲ ἄνθρωπον καὶ ζῷον κεχωρισμένα ποτὲ ἢ λαβεῖν ἢ
ἐπινοῆσαι.110
in Metaph
.

111

p. 991b22 Εἰ δὲ μὴ ἐξ αὐτῶν ἀλλ’ ἐκ τῶν ἐναρίθμων, οἷον ἐν τῇ μυριάδι, πῶς ἔχουσιν αἱ μονάδες; εἴτε γὰρ ὁμοειδεῖς, πολλὰ συμβήσεται ἄτοπα, εἴτε μὴ ὁμοειδεῖς, μηδὲ αἱ αὐταὶ ἀλλήλαις. Εἴ τις, φησί, λέγοι διὰ τοῦτο μὴ ἐκ τῶν εἰδῶν αὐτῶν συντεθειμένων
5ἓν εἶδος γίνεσθαι, ὅτι μηδὲ ἐπὶ τῶν ἀριθμῶν συμβαίνει τῶν 〈ἀριθμῶν〉 συντιθεμένων ἕνα γίγνεσθαι ἀριθμόν, ἀλλὰ τῶν μονάδων (πᾶς γὰρ ἀριθμὸς ἐκ μονάδων συνθέσεως, οὐ τριάδων καὶ τετράδων, εἰ πλείους εἰσὶν ἀριθμοί· καὶ γὰρ ἡ μυριὰς ἐκ μονάδων σύγκειται, οὐ χιλιάδων ἢ ἑκατοντάδων· εἰ δὲ καὶ τοῦτο, ἀλλὰ τάς γε ἰδέας μὴ κατὰ τοῦτο ἐοικέναι τοῖς ἀριθμοῖς
10καθὸ γίγνεται ἐξ ἐκείνων εἷς ἀριθμός, ἀλλὰ καθ’ ὅσον ἐκ μονάδων σύγ‐ κειται), ἄξιον παρ’ αὐτῶν μαθεῖν πότερον αἱ μονάδες ἐξ ὧν αἱ ἰδέαι συν‐ τεθειμένων ὁμοειδεῖς εἰσιν ἀλλήλαις ἢ ἀνομοειδεῖς. εἴτε γὰρ ὁμοειδεῖς, πολλά φησι συμβήσεσθαι ἄτοπα, ἃ οὐκ ἐπήνεγκεν ὡς ὄντα γνώριμα· λέγει δὲ περὶ αὐτῶν ἐν τῷ Μ τῆσδε τῆς πραγματείας. συμβήσεται γὰρ τὸ
15πᾶσαν ἐκείνων τῶν μονάδων σύνθεσιν ἰδέαν ποιεῖν· εἰ γὰρ πᾶσαι αἱ μο‐ νάδες ὁμοειδεῖς, τί δήποτε αἵδε μὲν ἰδέαν ποιοῦσιν αἵδε δὲ οὔ; οὕτω τε πᾶς ἀριθμὸς ἰδέα ἔσται, οὐχ ὁ τοσοῦτος καὶ ἐκ τοσούτων μονάδων ἐξ ὅσων καὶ τὴν ἰδέαν βούλονται συγκεῖσθαι, ἢ ἐκ τοσῶνδε, εἴ γε ἐξ ὧν εἰσιν ὁμο‐ ειδεῖς πᾶσαι. ἔτι πᾶσαι αἱ ἰδέαι ὁμοειδεῖς ἀλλήλαις ἔσονται κατ’ οὐδὲν
20ἀλλήλων ἢ κατὰ τὸ πλῆθος μονάδων διαφέρουσαι· οὕτω δὲ καὶ τὰ μετέ‐
χοντα αὐτῶν ὁμοειδῆ ἔσται ἀλλήλοις. ἀλλ’ οὐ δοκεῖ τὸ λογικὸν καὶ ἄλογον111
in Metaph
.

112

πλήθει τινῶν διαφέρειν, ἀλλὰ ποιότητι μᾶλλον. εἰ γὰρ λέγοιεν ἐν ἐλάττοσι τὸ ἄλογον εἶναι μονάσι, δῆλον ὅτι ἂν προστεθῶσι μονάδες τῷ ἀλόγῳ, αἷς ὑπερεῖχε τὸ λογικὸν τοῦ ἀλόγου, τὸ ἄλογον λογικὸν ἔσται. τοιαῦτα μὲν τὰ ἄτοπα, εἰ ὁμοειδεῖς αἱ μονάδες ὑποτεθεῖεν. εἰ δὲ ἀνομοειδεῖς λέγοιεν
5αὐτάς, αὐτὸς ἐπιφέρει τὰ ἄτοπα τὰ ἑπόμενα. εἰ γὰρ μήτε ἐκεῖναι ἀλλή‐ λαις ὁμοειδεῖς, μήτε πᾶσαι πάσαις ὁμοειδεῖς αἱ μονάδες μηδὲ αἱ αὐταὶ κατὰ τὸ εἶδος (τούτου γὰρ δηλωτικὸν τὸ μήτε αἱ αὐταί), ἀλλ’ ἔσται τις ἐν αὐταῖς διαφορὰ ὡς τάσδε μὲν ἰδεῶν εἶναι ποιητικὰς τάσδε δὲ μή, ἢ τάσδε μὲν τῶνδε τάσδε δὲ τῶνδε, τίς ἔσται ἡ ἐν αὐταῖς διαφορὰ ἀπαθέσι
10πάσαις οὔσαις καὶ μηδεμίαν διαφορὰν κατὰ μηδὲν ἐν αὑταῖς ἀναδέξασθαι δυναμέναις; μόνη γὰρ ἐν μονάσι διαφορά, ὡς εἶπεν ἐν τῷ πρώτῳ Περὶ ψυχῆς, θέσις· ἀλλ’ αἱ θέσιν ἔχουσαι μονάδες οὐκέτι μονάδες ἁπλῶς, ἀλλὰ σημεῖα καὶ στιγμαί. οὐδὲν γὰρ τούτων εὔλογον οὐδὲ ὁμολογούμενον τῇ περὶ τῶν μονάδων νοήσει. τὸ δὲ πρὸς τὴν λέξιν, εἰπὼν πῶς ἔχουσιν αἱ
15μονάδες, κατὰ τί τὸ πῶς ἔχουσιν εἶπεν, ἐπήνεγκεν· ἢ γὰρ ὁμοειδεῖς ἢ ἀνομοειδεῖς αὐτὰς εἶναι ἀλλήλαις. p. 991b27 Ἔτι τε ἀναγκαῖον ἕτερον γένος ἀριθμοῦ κατασκευά‐ ζειν, περὶ ὃ ἀριθμητικ. Εἰ ἀνομοειδεῖς αἱ μονάδες ἀλλήλαις καὶ μὴ πάσαις πᾶσαι ὁμοειδεῖς,
20δῆλον ὡς ἄλλαι μὲν ἔσονται ἐξ ὧν αἱ ἰδέαι, ἄλλαι δὲ αἷς οἱ ἀριθμητι‐ κοὶ χρῶνται· ὥστε ἔσται ἕτερον γένος ἀριθμῶν τι περὶ ὃ ἡ ἀριθμητική,
καὶ ἕτερόν τι ἐξ ὧν αἱ ἰδέαι. κατὰ τὸν αὐτὸν δὲ λόγον καὶ πάντα τὰ112
in Metaph
.

113

μαθηματικὰ περὶ ἕτερον γένος ἔσται, τουτέστιν ἄλλο εἶδος ἀριθμῶν ἕξουσι τὰ μαθηματικά· τὰ γὰρ μαθηματικά ἐστι τὰ μεταξὺ λεγόμενα τῶν τε πρὸς τὰς ἰδέας τὸ εἶναι ἐχόντων, ὅ ἐστιν αἰσθητά τε εἴδη καὶ ἐν τοῖς αἰσθη‐ τοῖς, καὶ τῶν ἰδεῶν πρὸς ἃ ταῦτα τὸ εἶναι ἔχει. ταῦτα δὴ τὰ παρὰ τού‐
5τοις τοῖς μαθηματικοῖς ὑποκείμενα ἕτερά τινα γένη ἔσται καὶ ἑτέρου εἴ‐ δους, εἰ ἔστιν εἰδητικὴ τῶν ἀριθμῶν διαφορὰ τῶν τε ἐξ ὧν ταῦτα ἔστι περὶ ἃ οἱ μαθηματικοί, καὶ τῶν ἐξ ὧν αἱ ἰδέαι (ἀριθμοὶ γὰρ αὐτοῖς καὶ τῶν μαθηματικῶν αἱ ἀρχαί, εἴ γε πάντων τῶν ὄντων ἁπλῶς) ἕτερα γένη ἔσται. ἁπλῶς φησι, λέγων περὶ τῶν μαθηματικῶν. ἢ ἐκ τίνων αὐτοῖς
10ἀρχῶν ἔσται, εἰ μὴ ἐκ τῶν αὐτῶν ἐξ ὧν καὶ αἱ ἰδέαι καὶ ὁ εἰδητικὸς ἀριθμός, ἅτινα πάντων ἀρχὰς ὑπέθεντο; πῶς δὲ καὶ ἔτι αὐτοῖς μεταξὺ τὰ μαθηματικὰ ἔσται τῶν τε αἰσθητῶν καὶ τῶν ἰδεῶν, ἄλλης ὄντα φύσεως καὶ ἐξ ἄλλων ἀρχῶν; * * * πῶς ἂν ἔτι μεταξὺ εἴη τῶν τε ἰδεῶν καὶ τῶν πρὸς αὐτὰ λεγομένων τὸ εἶναι ἔχειν, οὐ τῶνδε καὶ οὐ τῶνδε διαφε‐
15ρουσῶν τούτων τε καὶ ἐκείνων· καὶ γὰρ τούτοις ἄλλων ἀρχῶν δεήσει. τὰ γὰρ ὡς ἐξ ἀφαιρέσεως λαμβανόμενα μεταξύ ἐστιν, οὐκ ἔστι δὲ ἐξ ἀφαι‐ ρέσεώς τισιν, εἰ ἐκ τῶν αὐτῶν ἀρχῶν εἴη. ἔτι καὶ κατὰ τοῦτο ἄτοπον τὸ μεταξὺ λέγειν τὰ μαθηματικά, καθ’ ὅσον ἀνθρώπου μὲν καὶ ἵππου καὶ τῶν οὐσιῶν τῶν αἰσθητῶν καὶ τῶν ἰδεῶν οὐκ ἔλεγον μεταξύ τινα, ἐπὶ δὲ
20τοῦ ἀριθμοῦ καὶ τῶν μαθηματικῶν τοῦτο ἔλεγον· τί γὰρ τὸ αἴτιον τούτου; αὐτῶν δὲ τῶν ἰδεῶν εἶπεν, ἐπειδὴ μετὰ τῆς τοῦ αὐτό προσθήκης δη‐ λοῦνται. p. 991b31 Ἔτι αἱ μονάδες αἱ ἐν τῇ δυάδι ἑκατέρα ἔκ τινος. Ἐπεὶ ἡ δυάς ἐστιν ἀρχή (λέγοι δ’ ἂν τὴν ἀόριστον), πάντα δὲ τὰ
25ὄντα ἢ ἀρχαὶ ἢ ἐξ ἀρχῶν, εἰσὶ δὲ καὶ ἐν τῇ δυάδι τῇ ἀρχῇ ὑπ’ αὐτῶν113
in Metaph
.

114

τιθεμένῃ μονάδες, ἐπεὶ μή εἰσιν ἀρχαὶ αὗται (ἡ γὰρ δυὰς ἀρχὴ αὕτη), αἱ μονάδες αἱ ἐν αὐτῇ ἐκ τῶν ἀρχῶν ἔσονται. ἐκ τίνων οὖν; δεήσει γὰρ ἑκατέραν αὐτῶν ἐκ τῆς δυάδος εἶναι· ἄτοπον δὲ τὰ μόρια τῆς δυάδος ἐκ τῆς δυάδος συγκεῖσθαι λέγειν καὶ τὴν μονάδα ἐκ δυάδος εἶναι· οὐ γὰρ δὴ
5ἑκατέρα τούτων τῶν ἐν τῇ † μονάδι δυάδων ἀνα σεται, ἣ εἰδοποιός πως ἀρχὴ λέγεται· πολλαὶ γὰρ αὗται ἐκείνην ἄν τι πρότεραι τῆς δυάδος. καίτοι ἀδύνατον, εἰ αἱ μονάδες αἱ ἐν τῇ δυάδι πρότεραι μὲν ἔσονται τῆς δυάδος κατὰ λόγον, εἴ γε ἐκ τούτων τῇ δυάδι τὸ εἶναι, ἀρχὴ δὲ τοῦ ἔκ τινος τὰ ἐξ οὗ. ἀδύνατον δὲ τοῦτο λέγειν τοῖς λέγουσιν ἀρχὴν τὴν δυάδα· ἔσται
10γάρ τις ἀρχὴ τῆς ἀρχῆς καὶ πρῶτόν τι τῆς ἀρχῆς. p. 992a1 Ἔτι διὰ τί ἓν ὁ ἀριθμὸς συλλαμβανόμενος. Ἐπεὶ ἑκάστη ἰδέα ἕν τί ἐστιν, ἀριθμὸς δὲ ἑκάστη ἰδέα, διὰ τί εἷς; καὶ ὑπὸ τίνος, τῶν ἀριθμῶν τινος ἐκ τῶν μονάδων προελθόντος, ἕν τι τὸ ἐξ αὐτῶν γίγνεται; καὶ τί τὸ εἰδοποιὸν καὶ ἑνοποιὸν αὐτῶν; καὶ πῶς ἕν
15τι γίνεται; εἰ γὰρ μὴ εἷς, οὐδὲ ἡ ἰδέα ἀριθμός· ἓν γὰρ ἡ ἰδέα. εἰ δὲ εἷς, διὰ τί εἷς; καὶ ὑπὸ τίνος τὸ ἑνὶ εἶναι αὐτῷ; εἰ γάρ ἐστί τι τὸ ἑνο‐ ποιοῦν τοὺς ἀριθμοὺς καὶ ποιοῦν τὰς ἰδέας, οὐκέτι αἱ ἰδέαι ἐν ἀριθμοῖς ἔσονται, ἀλλ’ ἐκεῖνο μᾶλλον ὃ ἔπαυσεν αὐτοὺς τοῦ πλήθους, ἕνα δὲ ἐποίησεν ἕκαστον αὐτῶν· ἄλλο γάρ τι ἡ δεκὰς παρὰ τὰ δέκα.
20p. 992a2 Ἔτι δὲ πρὸς τοῖς εἰρημένοις, εἴπερ εἰσὶν αἱ μονάδες διάφοροι. Ἂν ᾖ ἀδιάφοροι γεγραμμένον, τοιοῦτον ἂν εἴη τὸ λεγόμενον. τοῖς
τὸ ἓν ἀρχὴν ὑποτιθεμένοις καὶ τοῦτο ἄτοπον ἂν ἕποιτο τὸ κοινὸν κατη‐114
in Metaph
.

115

γορούμενον στοιχεῖον λέγειν εἶναι τούτων ὧν ἐστι κοινόν, ὅπερ ἀδύνατον. εἰ γάρ εἰσιν αἱ μονάδες τῆς αὐτῆς φύσεως, ἔσται κείμενον κατ’ αὐτῶν κατηγορούμενον τὸ μονάς· ἀλλὰ μὴν ὕστερον τὸ κοινόν, καὶ ἀπὸ τούτων καὶ ἐν τούτοις αὐτῷ τὸ εἶναι. ὅτι δὲ τοῦτο ἕπεται αὐτοῖς, δείκνυσι διὰ
5τοῦ ὁμοειδεῖς μὲν εἶναι τὰς μονάδας (τὸ γὰρ “εἴπερ ὁμοειδεῖς” ἔθηκεν ὡς ὁμολογουμένου τοῦ ὁμοειδεῖς αὐτὰς εἶναι), ὁμοειδῶν δὲ οὐσῶν τὴν μο‐ νάδα ἁπλῶς λαμβανομένην τὴν κοινῶς κατὰ πασῶν τῶν μονάδων κατηγο‐ ρουμένην ὡς εἶδος λαμβάνεσθαι. ἐχρῆν γὰρ αὐτοὺς μὴ οὕτως τὸ ἓν ἁπλῶς ἀρχὴν ὑποτίθεσθαι, ἀλλ’ ὥσπερ ποιοῦσι καθ’ οὓς σῶμα τὸ στοιχεῖον· οὐ
10γὰρ λέγουσι σῶμα τὸ κοινόν, ἀλλ’ ὁρίσαντές τι τῶν ὑπὸ τὸ κοινὸν σωμά‐ των, τόδε τι φέρε εἰπεῖν πῦρ ἢ ἀέρα, τοῦτο λέγουσι τὸ στοιχεῖον, ὃ ἤδη μετά τινος διαφορᾶς ἐστιν· τὸ γὰρ σῶμα ἁπλῶς κοινὸν πάντων τῶν σω‐ μάτων, ἃ κατὰ τὸ εἶναι σώματα ἀδιάφορά ἐστιν ἀλλήλων. οὔτε γὰρ ἔστι τι κοινὸν σῶμα ὃ στοιχεῖον εἶναι δύναται, οὔτε μᾶλλον κοινὸν ὃ μηδέ ἐστιν
15αὐτὸ καθ’ αὑτὸ κοινὸν, ὡς καὶ αὐτοῦ τοῦ εἶναί τι ὅλως τὸ κοινὸν ἔχοντος ἀμφισβήτησιν. ἐχρῆν μὲν οὖν ὁμοίως καὶ τούτους ὁρίσαντας τὸ ἕν τι, ὥσπερ οἱ σῶμά τι τὸ στοιχεῖον λέγοντες, τοῦτο ἀρχὴν ὑποτίθεσθαι· νῦν δὲ τὸ ἓν ἁπλῶς λέγουσιν ἀρχήν, ὥστε πολλῶν οὐσῶν τῶν μονάδων καὶ κεχωρισμένων ἀλλήλων καὶ τοῦ ἑνὸς κατηγορουμένου κοινῶς κατ’ αὐτῶν,
20ἀλλ’ οὐχ ὅλου τινὸς ὄντος τῆς μονάδος καὶ ἑνὸς καὶ ὁμοιομεροῦς καὶ μόρια ἔχοντος ὅμοια αὐτῷ τὰς μονάδας, ὡς τὸ πῦρ καὶ τὸ ὕδωρ· καὶ γὰρ καὶ
τούτων ἑκάτερον ἕν τι ὂν καὶ ὁμοιομερές ἐστιν. εἰ δὲ οὕτως, οὐκ115
in Metaph
.

116

ἔσονται οὐσίαι οἱ ἀριθμο, τουτέστιν, εἰ δὲ οὕτως λέγοιεν τὸ ἓν ὡς ὁμοιομερές, οὐκέτι αὐτοῖς οἱ ἀριθμοὶ οὐσίαι καὶ ἰδέαι ἔσονται ἀλλ’ ὑποκεί‐ μενα καὶ ὑλικά (τοιαῦτα γὰρ τὰ ὁμοιομερῆ), καὶ ἔτι τὸ ὅλον οὐκ ἔσται τῶν αὐτοῦ μερῶν ἰδέα. † ἔτι τε οὐσία μὲν οὐκ ἔσται κυρίως τὸ εἶδος, οὐδὲ
5οἱ ἀριθμοὶ οὐχ ὕλης οὐκ εἴδους λόγον ἕξουσιν. ἢ δύναται τὸ λεγόμενον τοιοῦτον εἶναι. εἰ δὲ λέγοιεν τὸ ἓν τοιοῦτον εἶναι ὡς φύσιν τινὰ μίαν, ὡς τὸ πῦρ, ὡς τὸ ὕδωρ, καὶ τοιοῦτον ὂν ἀρχὴν εἶναι, οὐκέτι αὐτοῖς ἔσονται οὐσίαι τε καὶ ἰδέαι καὶ ἀρχαὶ οἱ ἀριθμοί· οὐ γὰρ ἐκ τῆς τοῦ τοιούτου συν‐ θέσεως ὁ ἀριθμός (ἓν γάρ τι γίγνεται καὶ τὸ αὐτὸ ἐκ τῆς τούτου συνθέ‐
10σεως, ὡς ἐπὶ τῆς τοῦ πυρὸς συνθέσεως), ἀλλ’ αἱ ἰδέαι καὶ αἱ ἀρχαὶ ἐκ τοιούτου δηλονότι ὁμοιομεροῦς, ἀλλ’ οὐκ ἀριθμός τις. οὐκέτι οὖν ἔσονται αὐτοῖς οὐσίαι καὶ ἰδέαι οἱ ἀριθμοί, ἀλλὰ δηλονότι ἐκεῖνο, εἴπερ ἔστι, τὸ αὐτοέν. ὃ εἰ ἔστι τι κατ’ αὐτοὺς καὶ ἔστιν ἀρχή, πλεοναχῶς ἂν τὸ ἓν λέγοιτο· ἄλλως γὰρ ἀδύνατον τὸ ἓν ἀρχὴν λέγειν αὐτοῖς. δύναται τὸ
15ἀλλὰ δῆλον ὅτι, εἴπερ ἔστι τι ἓν αὐτὸ ἐπενηνοχέναι ὡς εὔλογον ὂν τοῦτο αὐτοὺς λέγειν. οὔτε γὰρ ὡς γένος καὶ κοινὸν λέγοιεν ἄν, οὔτε ὡς ὁμοιομερὲς τὸ ἕν, ἀλλ’ ὡς ἄλλην τινὰ φύσιν ἔχον ἐκεῖνο τὸ ἓν τὸ ὡς ἀρχὴν παρὰ τὰ ἄλλα πάντα. ᾧ ἐπιφέρει τὸ ἔσεσθαι αὐτοῖς τὸ ἓν τῶν πολλαχῶς λεγομένων καὶ ὁμώνυμον. εἴρηκε δὲ ὅτι εἰ εἰσὶν ὁμώνυμα ταῦτα ἐκείνοις,
20οὐκέτι ἂν αὐτῶν ἐκεῖνα παραδείγματα οὐδὲ ἀεὶ ὄν. ἀλλὰ δηλονότι, εἴπερ ἔστι τι ἓν αὐτό, καὶ ἔστι τοῦτο αὐτὸ ἀρχὴ αὐτοῖς ἄλλης ὂν φύσεως παρὰ τὰς ἄλλας ἑνάδας, ἀκολουθεῖ τὸ πολλαχῶς λέγεσθαι τὰς μονάδας καὶ μὴ εἶναι ὁμοειδεῖς. ὅτι δὲ τοῦτο ἄτοπον, πρόδηλον· τίνες γὰρ ἔσονται μονά‐ δων διαφοραί, καὶ τίνες οἱ διαφέροντες λόγοι; καὶ ὅτι οὐκ ἔσται τούτων
25ἰδέα καὶ παράδειγμα ἐκείνη ἡ μονάς. δοκεῖ δέ μοι ἡ λέξις μὴ οὕτως ἔχειν, ἔτι δὲ πρὸς τοῖς εἰρημένοις, εἴπερ εἰσὶν αἱ μονάδες ἀδιά‐ φοροι, ἀλλὰ διάφοροι· τοῦτο γὰρ ἦν περὶ οὗ τὸν λόγον ἐποιεῖτο, καὶ τοῦτο αὐτοῖς ἐδόκει, διαφέρειν τὰς μονάδας, καὶ ἄλλας μὲν εἶναι τὰς ἐν ταῖς ἰδέαις ἄλλας δὲ τὰς μαθηματικάς. οὕτω δὲ ἐχούσης τῆς λέξεως, ὃ
30λέγει τοιοῦτον ἂν εἴη. εἰ αἱ μονάδες κατ’ αὐτοὺς διάφοροί εἰσι καὶ μὴ πᾶσαι ὁμοειδεῖς, ἐχρῆν αὐτοὺς ὁρίσαντας λέγειν στοιχεῖον καὶ ἀρχὴν εἶναι τήνδε τινὰ τὴν μονάδα, ἀλλ’ οὐχ ἁπλῶς μονάδα τὸ κοινόν. ὡς γὰρ οἱ περὶ τῶν σωματικῶν στοιχείων λέγοντες οὐχ ἁπλῶς σῶμα τὸ στοιχεῖον λέγουσιν, ἀλλ’ ἐπεὶ διαφέρει κατ’ εἶδος ἀλλήλων τὰ σώματα, ὁρίζονται καὶ
35λέγουσι τί δοκεῖ αὐτοῖς τῶν σωμάτων στοιχεῖον εἶναι, ὅτι γὰρ ἀὴρ ἢ πῦρ116
in Metaph
.

117

ἢ τοιοῦτόν τι, ἀλλ’ οὐ τὸ κοινὸν σῶμα ἀπλῶς (εἴτε γάρ τι ἔστι τὸ κοινὸν σῶμα παρὰ τὰ ὧν κατηγορεῖται, εἴτε μή, οὐ τοῦτο στοιχεῖον λέγουσιν· ἐγένετο γὰρ ἂν αὐτοῖς οὐ μᾶλλόν τι τούτων λέγειν στοιχεῖον ὧν λέγουσιν, ἢ καὶ ἄλλο τι καθ’ ὧν τὸ σῶμα κατηγορεῖται), οὕτως ἔδει καὶ τούτους
5ὁρίσαι ποῖον ἓν στοιχεῖον λέγουσι καὶ ποίαν μονάδα, ἐπεὶ διαφέρουσιν αἱ μονάδες. νῦν δὲ ἁπλῶς λέγοντες τὸ ἓν οὕτω λέγουσιν ὡς ὁμοειδῶν καὶ ἀδιαφόρων οὐσῶν πασῶν τῶν μονάδων· τοῦτο γὰρ ἐσήμανε διὰ τοῦ εἰπεῖν ὡς ὄντος τοῦ ἑνὸς ὥσπερ πυρὸς ἢ ὕδατος ὁμοιομεροῦς· τὸ γὰρ ἀδιάφορον τῶν μονάδων καὶ ὁμοειδὲς διὰ τοῦ ὁμοιομερὲς εἰπεῖν ἔδειξεν.
10ἀλλ’ εἰ οὕτως ἔχοιεν αἱ μονάδες, οὐκ ἂν εἶεν ἔτι οὐσίαι οἱ ἀριθμοί, τουτ‐ έστιν αἱ ἰδέαι· περὶ γὰρ ἐκείνων τῶν ἀριθμῶν λέγει. εἰ γὰρ ὁμοειδεῖς πᾶσαι αἱ μονάδες, ὡς ὁ παρ’ ἡμῖν ἀριθμὸς οὐκ ἔστιν οὐσία, οὕτως οὐδ’ ἂν ἐκεῖνος εἴη ἐξ ὁμοειδῶν τούτῳ τῷ ἀριθμῷ τῶν μονάδων συγκείμενος. ἀλλὰ δηλονότι οὐχ οὕτως λέγουσιν, ἀλλ’ ἔστι κατ’ αὐτοὺς ἕν τι οὐ ταὐ‐
15τὸν οὐδ’ ὁμοειδὲς τοῖς ἄλλοις, καὶ τοῦτο ἀρχή· εἰ δὲ τοῦτο, οὐχ ὁμοειδεῖς αἱ μονάδες, ἀλλὰ πλεοναχῶς τὸ ἓν λέγεται· ἄλλως γὰρ ἀδύνατον τὸ ἓν τὴν ἀρχὴν λέγειν. ὥστε χρῆν αὐτοὺς ποῖον λέγουσιν ἀρχὴν ὡρικέναι. ἕπεται δὲ μὴ ὁμοειδεῖς λέγουσιν εἶναι τὰς μονάδας αὐτοῖς καὶ τὸ προειρημένον ἄπορον, τίς ἡ τῶν μονάδων οὐσῶν ἀπαθῶν διαφορά.
20p. 992a10 Βουλόμενοι δὲ τὰς οὐσίας ἀνάγειν εἰς τὰς ἀρχὰς μήκη μὲν τίθεμεν ἐκ βραχέος καὶ μακρο. Τὸ μὲν τίθεμεν ἀκολούθως τοῖς προειρημένοις καὶ νῦν ἤδη λέγει· ὡς γὰρ οἰκείαν τὴν περὶ τῶν ἰδεῶν δόξαν εὐθύνει. ἐκτίθεται δὲ τὸ ἀρέ‐ σκον αὐτοῖς, ὃ καὶ ἐν τοῖς Περὶ φιλοσοφίας εἴρηκε· βουλόμενοι γὰρ τὰ
25ὄντα (ἀεὶ γὰρ οὐσίας τὰ ὄντα λέγει), ταῦτα δὴ τὰ ὄντα βουλόμενοι ἀνάγειν εἰς τὰς ἀρχὰς ἃς ὑπέθεντο (ἦσαν δὲ αὐτοῖς ἀρχαὶ τῶν ὄντων τὸ μέγα καὶ τὸ μικρόν, ἣν ἔλεγον ἀόριστον δυάδα), εἰς δὴ ταύτην θέλοντες πάντα ἀναγαγεῖν, τοῦ μὲν μήκους ἀρχὰς ἔλεγον τὸ βραχὺ καὶ μακρόν, ὡς ἐκ μακροῦ τινος καὶ βραχέος τὴν γένεσιν ἔχοντος τοῦ μήκους, ἅ ἐστι μέγα
30καὶ μικρόν, ἢ ὡς πάσης γραμμῆς ἐν τῷ ἑτέρῳ τούτων οὔσης, τοῦ δὲ ἐπι‐117
in Metaph
.

118

πέδου τὸ στενὸν καὶ πλατύ, ἃ καὶ αὐτά ἐστι μέγα καὶ μικρόν. εἰπὼν δὲ ταῦτα καὶ ἐκθέμενος τὴν δόξαν αὐτῶν ἐπὶ τούτῳ ἐπιφέρει τὸ τῇ δόξῃ ἑπό‐ μενον ἄτοπον, λέγων καὶ πῶς ἕξει ἢ τὸ ἐπίπεδον γραμμὴν ἢ τὸ στερεὸν γραμμὴν καὶ ἐπίπεδον; ἔστι δὲ ὃ λέγει τοιοῦτον. δοκεῖ τοῦ
5μὲν σώματος, ὃ στερεόν ἐστι, πέρας εἶναι ἡ ἐπιφάνεια, ὃ ἐπίπεδον λέγει, τῆς δὲ ἐπιφανείας καὶ τοῦ ἐπιπέδου πέρας ἡ γραμμή, ὃ μῆκος εἶπεν· ὥστε καὶ ἐν τῷ ἐπιπέδῳ τὸ μῆκός ἐστι, καὶ ἐν τῷ στερεῷ καὶ τὸ ἐπίπεδον καὶ τὸ μῆκος. λέγεται γοῦν ἡ μὲν ἐπιφάνεια, ὃ ἐπίπεδον λέγει, τὸ μῆκος καὶ πλάτος ἔχον, τὸ δὲ στερεὸν ὃ πρὸς τούτοις καὶ βάθος ἔχει. οὕτω μὲν
10οὖν ταῦτα φύσεως ἔχει· κατὰ δὲ ἐκείνους ἄλλα λέγοντας καὶ διαφέροντα γένη εἶναι τὸ βραχὺ καὶ μακρὸν καὶ τὸ στενὸν καὶ πλατὺ καὶ βαθὺ καὶ ταπεινόν, καὶ ὡς ὑπὸ διαφέροντα γένη καὶ οὐχ ὑπ’ ἄλληλα αὐτὰ ὄντα τιθεμένους πῶς δυνήσεται ἔτι ἢ τὸ μῆκος ἐν τῷ ἐπιπέδῳ εἶναι ἢ ταῦτα ἐν τῷ στερεῷ; ὥσπερ γὰρ οὐδὲ ὁ ἀριθμός ἐστιν ἐν τούτων τινί, ὅτι ἄλλαι
15τοῦ ἀριθμοῦ ἀρχαὶ κατ’ αὐτοὺς ἦσαν (τὸ γὰρ πολὺ καὶ τὸ ὀλίγον τοῦ ἀριθμοῦ ἀρχαί, ἅ ἐστιν ἄλλα τῶν προειρημένων), οὕτως οὐδὲ ἐπὶ τούτων οὐδὲν ὑπάρξει τῶν ἄνω ἐν τοῖς κάτω, τουτέστι τῶν πρώτων ἐν τοῖς ὑστέ‐ ροις. ἔστι γὰρ τούτων τῶν τριῶν πρῶτον καὶ ἄνω ἡ γραμμή, δεύτερον δὲ τὸ ἐπίπεδον, τρίτον δὲ τὸ στερεόν· ἔστι γὰρ ἁπλούστερα ἐκεῖνα τοῦ
20στερεοῦ καὶ προεπινοούμενα· τούτων δὲ πάντων ἐστὶ πρῶτον ἀριθμός. ὡς οὖν ὁ ἀριθμὸς οὐκ ἔστιν ἐν τούτοις, καίτοι πρῶτος ὤν, διότι ἄλλο γένος τὸ πολὺ καὶ τὸ ὀλίγον, ὑφ’ ὃ ὁ ἀριθμός, τῶν γενῶν τούτων ἑκάστου ὑφ’ ἃ ταῦτα, οὕτως οὐδ’ ἐπὶ τούτων αὐτῶν ἔσται κατ’ αὐτοὺς θάτερον ἐν θα‐ τέρῳ. οὔτε γὰρ τὸ μῆκος ἐν τῷ ἐπιπέδῳ ἔσται, ἐπεὶ τὸ μὲν μῆκος ἐκ
25βραχέος καὶ μακροῦ, τὸ δὲ ἐπίπεδον ἐκ στενοῦ καὶ πλατέος, ἅ ἐστιν ἕτερα118
in Metaph
.

119

ἀλλήλων γένη, οὔτε ταῦτα ἐν τῷ στερεῷ. οὔτε γὰρ τοῦτο ἔνεστι λέγειν, ὅτι ταῦτα διαφέρει μὲν ἀλλήλων τὰ γένη καὶ ἔστιν ἕτερα, ὑπ’ ἄλληλα μέντοι ἐστίν, ὡς εἶναι ὑπὸ τὸ πλατὺ τὸ βαθὺ καὶ ὁμοίως ὑπὸ τὸ μακρὸν τὸ πλατύ, καὶ διὰ τοῦτο δύνασθαι ἐν τῷ στερεῷ ἐκεῖνα εἶναι, ὡς ἔστιν ἐν
5τῷ ὄρνιθι τό τε πτερωτὸν καὶ τὸ ζῷον. ταῦτα γὰρ τῶν διαφερόντων γε‐ νῶν κοινωνίαν ἔχει πρὸς ἄλληλα ὅσα ἐστὶν ὑπ’ ἄλληλα· τὸ γὰρ γένος τινὸς ἐν τῷ τί ἐστι καὶ αὐτοῦ κατηγορεῖται, καὶ τὸ ὑπό τι ὡς ὑπὸ τὸ γένος ὂν ὅπερ τὸ γένος ἐστίν, ὁ ἄνθρωπος ὅπερ τὸ ζῷον, τὸ λευκὸν ὅπερ χρῶμα. ὥστε εἰ ἔστι τοῦ βαθέος γένος τὸ πλατύ, καὶ ἔστι τι βαθὺ μὲν τὸ στε‐
10ρεὸν πλατὺ δὲ τὸ ἐπίπεδον, ἔσται τὸ στερεὸν ὅπερ ἐπίπεδον· καὶ γὰρ τὸ ὄρνεον ὅπερ ζῷον. ἄτοπον δὲ τὸ σῶμα ἐπίπεδον λέγειν, ὁμοίως δὲ καὶ τὸ ἐπίπεδον μῆκος. p. 992a19 Ἔτι αἱ στιγμαὶ ἐκ τίνος ὑπάρξουσιν; Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. δοκεῖ μὲν τὰ σημεῖα καὶ αἱ στιγμαὶ ἐν‐
15υπάρχειν τῷ μήκει καὶ τῇ γραμμῇ, ὥσπερ καὶ αὕτη ἐν τῷ ἐπιπέδῳ καὶ τὸ ἐπίπεδον ἐν τῷ στερεῷ, εἶναι δὲ ἄλλης φύσεως παρ’ ἐκεῖνα ὡς κἀκεῖνα ἀλλήλων. τίνες οὖν αἱ τούτων ἀρχαί; καὶ εἰς τί γένος ταῦτα ὑπαχθήσεται;
καὶ πῶς ἀναχθήσεται εἰς τὸ μέγα καὶ τὸ μικρόν; καὶ πῶς ἔσονται ἐν τῷ119
in Metaph
.

120

μήκει; ἀπορήσας δὲ τοῦτο ἑξῆς ἱστορεῖ τὴν Πλάτωνος περὶ τῶν στιγμῶν δόξαν· φησὶ γὰρ αὐτὸν μηδὲ τὴν ἀρχὴν παραδέχεσθαι ὡς οὖσαν φύσιν τινὰ σημείου, ἀλλὰ λέγειν δόγμα τι τοῦτο καὶ θέσιν τινὰ γεωμετρικὴν εἶναι, οὐκ ἐν τῇ φύσει τῶν ὄντων οὖσαν. τὸ μὲν οὖν σημεῖον οὐκ ἔλεγεν εἶναί
5τι οὐδὲ ὠνόμαζεν, ἐκάλει δὲ ἀρχὴν τῆς γραμμῆς πολλάκις, ἣν ἄτομον γραμμὴν ἔλεγεν. ἱστορεῖ δὲ ὡς καὶ Πλάτωνος, οὐ μόνον Ξενοκράτους, ἀτόμους γραμμὰς τιθεμένου, ἣν δηλονότι ὑπὸ τὸ αὐτὸ γένος ὑπῆγον τῇ γραμμῇ, τὸ βραχὺ καὶ μακρόν. πρὸς ἃ διαπορῶν λέγει καίτοι ἀνάγκη καὶ τούτων, τῶν γραμμῶν δηλονότι, πέρας τι εἶναι, εἴτε ἄτομοι εἶεν εἴτε
10μή· καὶ γὰρ ἡ γραμμὴ ἄλλη τις οὖσα φύσις ὤφθη τοῦ ἐπιπέδου, οὐχ ὅτι ἔστι καθ’ αὑτήν· οὐδὲ γὰρ τὸ ἐπίπεδον, ὅτι ἦν πέρας τοῦ στερεοῦ, οὐκ ἦν παρ’ αὐτὸ ἕτερον· οὕτω δὴ καὶ τῆς γραμμῆς ἔστι τι πέρας, τοῦτο δέ ἐστιν ἡ στιγμή. ὁμοίως δὴ καὶ κατὰ τὸν αὐτὸν λόγον ἔσται ἡ στιγμή, ὡς καὶ ἡ γραμμή· ὥστε τῷ αὐτῷ λόγῳ δειχθήσεται οὖσα ἡ στιγμή, ᾧ
15λόγῳ καὶ γραμμὴ οὖσα δείκνυται καὶ ἐπίπεδον. ἀρχὴν δὲ τὸ μέγα καὶ τὸ μικρὸν Πλάτων ἐτίθετο τῶν ὄντων τὴν ὑλικήν, ὡς ἐν τοῖς πρὸ τούτων ἱστόρηται· τὸ γὰρ ἓν ἡ κατὰ τὸ εἶδος ἦν αὐτῷ ἀρχή. p. 992a24 Ὅλως δὲ ζητούσης τῆς σοφίας περὶ τῶν φανερῶν τὸ αἴτιον, τοῦτο μὲν εἰάκαμεν.
20Καὶ ταύτῃ αἰτιᾶται τοὺς περὶ τῶν ἰδεῶν τι πραγματευσαμένους, ὅτι
προκειμένης ζητήσεως τοῖς τὴν τῶν ὄντων θεωρίαν ἐπανῃρημένοις ἰδεῖν τί120
in Metaph
.

121

ποτέ ἐστιν αἴτιον ποιητικὸν τούτων τῶν αἰσθητῶν καὶ φανερῶν, καὶ πῶς ἕκαστα τούτων γίγνεται, τὸ μὲν ζητεῖν τίς ποτέ ἐστιν ἡ αἰτία αὕτη παρέ‐ λιπον (οὐδὲν γὰρ λέγουσι περὶ τῆς αἰτίας τοῦ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, ἥτις ἐστὶν ἡ ποιητική· οὐδενὸς γὰρ ποιητικὸν ἡ ἰδέα), οἰόμενοι δὲ τὴν
5οὐσίαν καὶ τὴν κατὰ τὸ εἶδος αἰτίαν αὐτῶν ἀποδιδόναι (τετραχῶς γὰρ πάντα τὰ αἴτια) ἄλλας μέν τινας οὐσίας καὶ ἄλλα εἴδη παρὰ τὰ τῶν φα‐ νερῶν ὑποτίθενται (τὰς γὰρ ἰδέας), πῶς δὲ τούτων ἐκεῖνά ἐστιν εἴδη οὐκ‐ έτι λέγουσιν· κενὴν γὰρ φωνὴν προφέρονται τὴν μετοχήν· οὐ γὰρ διασα‐ φοῦσι πῶς ταῦτα τῶν ἰδεῶν μετέχει, ὡς ἤδη φθάνει εἰρηκώς. ὥστε εὐ‐
10λόγως καὶ κατὰ τὴν ἀρχὴν αὐτοὺς ᾐτιάσατο ὡς τοῖς ζητουμένοις ἰσάριθμα προσθέντας ἄλλα, μηδὲν αὐτοῖς εἰς τὰ ζητούμενα συντελοῦντα. δείξας δὲ ὅτι μήτε ποιητικὰ αἴτια αἱ ἰδέαι μήτε ὡς εἴδη (τὸ γὰρ εἶδος ἐν τούτῳ οὗ ἐστιν εἶδος, αἱ δὲ οὔτε ἐν τούτοις οὔτε τὸ τῆς μετοχῆς ὄνομα σημαίνει τι), λέγει ἐπὶ τούτοις ὅτι μηδὲ ὡς τὸ οὗ ἕνεκα καὶ τὸ τέλος αἰτίαι τοῖς
15οὖσιν αἱ ἰδέαι κατ’ αὐτούς, ἥτις αἰτία ἐν πᾶσι τοῖς κατὰ νοῦν καὶ ἐπι‐ στήμην καὶ φύσιν γιγνομένοις ἐστὶ κυριωτάτη αἰτία· πάντα γὰρ τά τε κατὰ φύσιν καὶ κατὰ τέχνην καὶ ἐπιστήμην, ἔτι δὲ καὶ τὰ κατὰ προαίρεσιν γι‐ γνόμενα ἕνεκά του γίγνεται, καὶ ἔστιν ἐν αὐτοῖς ἡ κυριωτάτη αἰτία. οὐχ οὕτως δὲ αἱ ἰδέαι αἰτίαι τοῖς οὖσι κατ’ αὐτούς· οὐ γὰρ τοῦ εὖ εἶναι τὰ
20πρὸς τὰς ἰδέας γιγνόμενα αἰτίας τὰς ἰδέας λέγουσιν, ἀλλὰ τοῦ ὅλως εἶναι· παραδείγματα γὰρ ἀλλ’ οὐ τέλη λέγουσιν αὐτάς. πῶς γὰρ ἂν καὶ εἶεν ἐκεῖναι τέλη τούτων; οὔτε γὰρ προϋφέστηκε τὸ τέλος τοῦ οὗ ἐστι τέλος, ἀλλὰ μόνον προεπινοεῖται ὕστερον ἐπιγιγνόμενον τούτῳ οὗ ἐστι τέλος, αἱ δὲ ἰδέαι καὶ προϋφίστανται καὶ οὔτε γίγνονται οὔτε εἰσὶν ἐν τοῖς γιγνο‐
25μένοις. δείξας δὲ ὅτι μήτε ποιητικὰ αἴτια αἱ ἰδέαι μήτε εἴδη τῶν γιγνο‐ μένων μήτε τέλη, λέγει πόθεν αὐτοῖς ἡ τῆς περὶ αὐτὰς πλάνης αἰτία· τῷ γὰρ σπουδάσαι περὶ τὰ μαθήματα καὶ τὸ φιλοσοφεῖν ὑπολαβεῖν εἶναι ἐν τῇ
περὶ ταῦτα θεωρίᾳ, καὶ διὰ τοῦτο περὶ ταῦτα μόνα διατρῖψαι, ἦλθον ἐπὶ121
in Metaph
.

122

τὸ ταύτας ἀρχὰς ὑποτίθεσθαι τῶν ὄντων, ἃς ᾤοντο καὶ τῶν μαθηματικῶν ἀρχὰς εἶναι, καίτοι λέγοντες περὶ τῶν μαθηματικῶν ὅτι μὴ χρὴ ταῦτα ποιεῖσθαι τέλη, ἀλλ’ ὅτι δεῖ ἄλλων αὐτὰ χάριν μεταδιώκειν. προπαιδείαν γοῦν τὴν τούτων θεωρίαν ἔλεγον, καὶ συνερίθους ὁ Πλάτων φιλοσοφίας τὰς
5μαθηματικὰς ἐπιστήμας ἐκάλει. ὅτι δὲ ταῦτα λέγοντες οὐδὲν ἄλλο περὶ τούτων φιλοσοφοῦσί τε καὶ πραγματεύονται, δηλοῦσιν ἔκ τε τοῦ ἀρχὰς τῶν ὄντων ἁπάντων τοὺς ἀριθμοὺς λέγειν καὶ τὰς ἰδέας ἀριθμούς τινας ὑπο‐ τίθεσθαι καὶ τὰ φυσικὰ γεννᾶν ἐκ τῶν μαθηματικῶν. καὶ γὰρ ἡ οὐσία αὕτη ἣν ὡς ὕλην ὑποτίθενται τῶν φύσει γινομένων ἀρχήν (αὕτη δέ ἐστιν
10ἡ ἀόριστος δυὰς καὶ τὸ μέγα καὶ τὸ μικρόν), μαθηματικὴ μᾶλλόν ἐστιν ἢ φυσική· ἡ γὰρ δυὰς ἀριθμοῦ μᾶλλον ἢ τῶν φύσει συνεστώτων ἀρχή, μαθηματικωτέρα μᾶλλον καὶ οὐχ ὑποκειμένη τις φύσις, ἀλλὰ μᾶλλον κατη‐ γορούμενόν τι τῆς ὕλης δόξειεν ἂν εἶναι καὶ διαφορὰν αὐτῆς δηλοῦν ἢ ὑπο‐ κείμενόν τι αὐτὸ καὶ ὕλην. εἰπὼν δὲ καὶ μᾶλλον κατηγορεῖσθαι, πῶς
15κατηγορεῖται ἐδήλωσεν ἐπενεγκὼν τὸ καὶ διαφορὰν εἶναι τῆς οὐσίας καὶ τῆς ὕλης ἢ ὕλην. ὡς γὰρ καθ’ οὓς ἐν ταῖς ἀρχαῖς εἰσι τῶν φυσικῶν τὸ μανὸν καὶ πυκνόν, οὐχ ὕλη ταῦτα ἀλλὰ διαφοραὶ τῆς ὕλης καὶ τοῦ ὑποκειμένου κατ’ αὐτούς, εἴτε ἀὴρ τοῦτο εἴτε ὕδωρ εἴτε τὸ μεταξὺ τούτων, οὕτω καὶ τὸ μέγα καὶ τὸ μικρὸν καὶ ἡ ὑπεροχὴ καὶ ἡ ἔλλειψις διαφοραί
20τινες ἂν μᾶλλον δόξαιεν εἶναι ὑποκειμένου τινός, καθ’ ἃς ἡ μεταβολὴ αὐ‐ τοῖς, ἀλλ’ οὐχὶ αὐτὰ ὑποκείμενα. τὸ δὲ ταῦτα δέ ἐστιν ὑπεροχή τις καὶ ἔλλειψις εἶπεν ἐπὶ τοῦ μανοῦ τε καὶ τοῦ πυκνοῦ, δεικνὺς αὐτῶν
τὴν πρὸς τὸ μέγα καὶ τὸ μικρὸν καὶ ὅλως τὴν ὑπεροχήν τε καὶ ἔλλειψιν122
in Metaph
.

123

ὁμοιότητα, ἃ διαφοραὶ τῆς ὕλης ἀλλ’ οὐχ ὕλη· ἀνάλογον γὰρ τὸ μὲν μανὸν τῇ ὑπεροχῇ τὸ δὲ πυκνὸν τῇ ἐλλείψει. ἀπορήσας δὲ περὶ τοῦ ἑνός, ἥτις αὐτοῖς ἦν κατὰ τὸ εἶδος ἀρχή, ἠπόρησε καὶ περὶ τῆς ἀορίστου δυάδος, ἣν ὡς ὕλην ὑπετίθεντο. ἀλλ’ οὐδὲ περὶ κινήσεώς τι λέγουσι τῶν φύσει γι‐
5γνομένων, πόθεν ἡ κίνησις ἐν αὐτοῖς· καίτοι τῷ περὶ τῶν φυσικῶν λέγοντι καὶ παραδείγματα τὰς ἰδέας τιθέντι ἀναγκαιότατος ὁ περὶ κινήσεως λόγος. εἰ μὲν γὰρ ἔσται ταῦτα κίνησις, ἡ ὑπεροχὴ καὶ ἡ ἔλλειψις, ἔσται κινού‐ μενα τὰ εἴδη, ἔχοντά γε ὡς ἀρχὰς ἐν αὑτοῖς τὴν ὑπεροχὴν ἢ τὴν ἔλ‐ λειψιν οὔσας κινήσεις, ὃ οὐ βούλονται· ἀκίνητα γὰρ τὰ εἴδη κατ’ αὐτούς.
10εἰ δὲ μὴ κινήσεις, πόθεν ἡ κίνησις ἐν τοῖς φυσικοῖς τοῖς κατὰ τὴν ἐκείνων μετοχὴν οὖσι τούτοις ἃ ἔστιν; τὸ γὰρ πρός τι παράδειγμα τὸ εἶναι ἔχον καὶ σύμφυτον τὴν κίνησιν ἢ παρὰ τοῦ παραδείγματος ἔχειν δεῖ τοῦτο, ὄν‐ τος καὶ αὐτοῦ τοιούτου, ἢ παρά τινος ἄλλης αἰτίας. ἀναιρουμένης δὲ κι‐ νήσεως πᾶσα ἡ περὶ τῆς φύσεως θεωρία ἀναιρεῖται.
15p. 992b9 Ὅ τε δοκεῖ ῥᾴδιον εἶναι, τὸ δεῖξαι ὅτι ἓν ἅπαντα, οὐ γίγνεται· τῇ γὰρ ἐκθέσει οὐ γίγνεται πάντα ἕν, ἀλλ’ αὐτό τι ἕν, ἂν διδῷ τις πάντα. καὶ οὐδὲ τοῦτο, εἰ μὴ γένος δώσει τὸ καθό‐ λου εἶναι· τοῦτο δὲ ἐν ἐνίοις τε ἀδύνατον. Οἱ τὰς ἰδέας θέμενοι τὸ ἓν τὴν κυριωτάτην οὐσίαν ὑπολαμβάνοντες
20εἶναι, ὥσπερ οὖν καὶ οἱ Πυθαγόρειοι, τὴν κατὰ τὸ εἶδος τῶν ὄντων ἀρχήν τε καὶ αἰτίαν ταύτην ἐπίστευσαν εἶναι, διὰ τὸ ὁρᾶν τοῦ μὲν εἶναί τε καὶ σώζεσθαι ἑκάστῳ τὴν τοῦ ἑνὸς φύσιν οὖσαν αἰτίαν (ἓν γάρ τι ἕκαστον τῶν ὄντων καθὸ ἔστι), φθορᾶς δὲ αἰτίαν τὴν εἰς πολλὰ διάλυσιν τοῦ ἑνός· ἕκα‐ στον γὰρ τῶν ὄντων ἔσται μὲν ἐπὶ τῆς ἑαυτοῦ φύσεως, ᾗ καὶ ἐν μόνῃ
25σώζεται, διαλυόμενον δὲ φθείρεται· καὶ τοῦτο ἐπιστοῦντο τοῦτο μὲν ἀπὸ123
in Metaph
.

124

τῶν ζῴων, οἷς ἦν ἡ ἐν τῷ ἑνὶ μονὴ καὶ ἐν τῷ αὐτῷ εἴδει σωτηρία, φθορὰ δὲ ἡ εἰς πολλὰ διάλυσις, τοῦτο δὲ καὶ ἐπὶ τῶν ἀψύχων ἑκάστου. ἀλλὰ καὶ τὸν κόσμον διὰ τὴν ἐν τῷ ἑνί τε καὶ τῷ αὐτῷ μονὴν σωζό‐ μενον, φθαρέντα δ’ ἂν εἰ τῆς ταυτότητος καὶ ἑνότητος ἐκσταίη. ἐκ τούτου
5δὴ πιστεύσαντες τὴν τοῦ ἑνὸς φύσιν τοῦ τε εὖ καὶ τοῦ εἶναι ἑκάστῳ τῶν ὄντων αἰτίαν εἶναι, διὰ τοῦτο ἀρχὴν αὐτὸ τὴν κυριωτάτην πάντων τῶν ὄν‐ των ὑπέθεντο, καὶ δὴ τὰς ἰδέας αἰτίας ἔλεγον τοῖς ἄλλοις τοῦ εἶναι ὥσπερ ἑνάδας τινὰς οὔσας, καὶ κατὰ τοῦτο τοῦ εἶναι τοῖς εἰς αὐτὰς ἀναγομένοις τε καὶ ὑπαγομένοις εἰδητικὰς οὔσας αἰτίας. ἐπειρῶντο δὲ καὶ ἐκθέσει τινὶ
10χρώμενοι πάντα εἰς τὸ ἕν τε καὶ τὴν οἰκείαν οὐσίαν ἀνάγειν· ὁ δὲ τρόπος αὐτοῖς τῆς ἐκθέσεως ἦν τοιοῦτος. τοὺς καθ’ ἕκαστα ἀνθρώπους προχει‐ ριζόμενοι ἐπεσκόπουν τὴν ἐν ἅπασιν αὐτοῖς ὁμοιότητα, καὶ ταύτην εὑρίσκοντες μίαν καὶ τὴν αὐτὴν ἐν πᾶσιν οὖσαν καθὸ ἄνθρωποι, ἐς ταύτην τὴν ἑνάδα πάν‐ τας ἀνῆγον καὶ τῇ τοῦ ἑνὸς μετοχῇ τοὺς ἀνθρώπους ἀνθρώπους ἔλεγον εἶναι,
15καὶ τὸ ἓν τοῦτο τὸ ἐπὶ τοῖς ἀνθρώποις αὐτοάνθρωπον ἔλεγον· ὁμοίως πάλιν ἐπὶ ἵππων κυνῶν καὶ τῶν ἄλλων ἐποίουν. ἀλλὰ καὶ τοὺς ἀνθρώπους πάλιν καὶ τοὺς κύνας καὶ τὰ ἄλλα ζῷα ἐκτιθέμενοι, πάλιν ἐλάμβανον τούτοις τὸ εἶναι ζῴοις κατά τι ἕν, ὃ ἓν αἴτιόν τε αὐτοῖς τοῦ εἶναι ζῴοις ἐτίθεντο καὶ δὴ καὶ πάλιν ἑνάδα τινὰ ἐποίουν καὶ ἰδέαν, καὶ τοῦτο ἔλεγον τὸ αὐτο‐
20ζῷον, εἰς ἣν ἀνῆγον τὰ ζῷα. ὁμοίως δὲ πάλιν καὶ τὰ ζῷα λαμβάνοντες καὶ φυτὰ καὶ τὰ ἄλλα σώματα, ἑνὸς εὑρίσκοντες μετουσίᾳ ταῦτα οὐσίας ὄντα, ἰδέαν τινὰ καὶ ἑνάδα οὐσίας λαμβάνοντες τὴν αὐτοουσίαν, ὑπὸ μίαν
ταύτην πάλιν ἀνήγαγον πάσας τὰς οὐσίας. οὕτω δὲ πάλιν τὴν οὐσίαν καὶ124
in Metaph
.

125

τὴν ποιότητα ἐν τῇ τοῦ ὄντος μετασχέσει λέγοντες ὄντα εἶναι, αὐτό τι ὂν ποιοῦντες, πάντα τὰ ὄντα εἰς ἓν τοῦτο ὑπῆγον. καὶ οὕτως αὐτοῖς ἐφο‐ δεύουσι καὶ τῇ ἐκθέσει χρωμένοις πάντα τὰ ὄντα εἰς τὸ ἓν καὶ τὴν ἀρ‐ χὴν ἀνάγεσθαι ἐδόκει. τοῦτο γοῦν καίτοι δοκοῦν ὑπ’ αὐτῶν λαμβάνεσθαί
5τε τῇ ἐκθέσει καὶ δείκνυσθαι ὡς φανερὸν τὸ πάντα γίγνεσθαι ἕν, οὔ φησιν οὕτως γίγνεσθαι ὡς οἴονται. οὐ γὰρ ὅταν ἐκθέμενοί τινα πλείω, καὶ κοι‐ νωνίαν τούτων κατά τι λαβόντες, τοῦτο ἕν τε ποιήσωσι καὶ ἰδέαν, καθ’ ὃ ἡ κοινωνία καὶ ἡ ὁμοιότης ἐκείνοις, γίγνεται αὐτοῖς αὐτὰ τὰ ἐκτεθέντα ἕν, οἷον οἱ ἄνθρωποι ᾗ ἄνθρωποι· ἀλλ’ αὐτὸ μὲν ἄνθρωπος ἕν τι ἔσται
10δεικνύμενος ὑπ’ αὐτῶν ἐκ τῆς ἐκείνων πρὸς ἄλληλα ὁμοιότητος, οὗτοι δὲ οἱ πολλοὶ οὐχ ἕν. ὥστε οὐ τὰ πολλὰ καὶ τὰ πάντα ἓν γίγνεται, κἂν συγ‐ χωρήσῃ τις αὐτοῖς πάντα ἃ λαμβάνουσιν, ἀλλὰ πρὸς ἕν τι γεγονότα πολλὰ μέντοι ὄντα καὶ μένοντα. οὐ γὰρ οἱ πολλοὶ καὶ οἱ καθ’ ἕκαστα ἄνθρωποι αὐτοάνθρωπος ὄντες δείκνυνται (ἄλλος γὰρ ἐκεῖνος τούτων), οὐδὲ πάντα τὰ
15ὄντα αὐτοὸν καὶ αὐτοέν, ἀλλὰ κοινόν τι ἐπ’ αὐτοῖς οὖσι πολλοῖς τὸ ἕν τε καὶ τὸ ὄν. ὥστε οὐδὲ δοθέντος αὐτοῖς καὶ συγχωρηθέντος τοῦ πρὸς παρά‐ δειγμά τι ταῦτα γίγνεσθαι τὸ αὐτοέν, καὶ εἶναί τι ἓν οὗ μετασχέσει τὰ πολλὰ ταὐτὰ ἀλλήλοις ἢ κατὰ τὸ εἶδος ἢ κατὰ τὸ γένος λέγεται, οὐδ’ οὕ‐ τως γίγνεται τὰ πάντα ἕν, ἀλλὰ καθ’ ἑκάστην ὁμοιότητα τῶν πολλῶν τού‐
20των αὐτό τι ἓν γίγνεται καὶ ἑνάς τις, οὐ ταῦτα ἕν. ἀλλ’ οὐδὲ τοῦτο,125
in Metaph
.

126

φησίν, ἐπὶ πασῶν τῶν ὁμοιοτήτων οἷόν τε δείκνυσθαι καὶ λέγεσθαι ὡς κατὰ πᾶσαν ὁμοιότητα αὐτό τι ἓν εἶναι, ἂν μὴ κατὰ τὸ εἶδος ἢ γένος ὁμοιότης ᾖ τῶν λαμβανομένων· ἡ γὰρ κατὰ τὴν οὐσίαν καὶ τὸ γένος τε καὶ τὸ εἶδος ταυτότης τε καὶ ὁμοιότης ἰδέα, ἀλλ’ οὐχ ἡ κατὰ τὸ συμβε‐
5βηκός. πολλὰ γὰρ ἔστιν ἃ διά τινα ὁμοιότητα ἀλλήλοις ὁμοίως λέγεται, τῷ δὲ μὴ εἶναι ταύτην τὴν ὁμοιότητα γένος ἢ εἶδος αὐτῶν οὐδὲ αὐτό τι ἓν ἔσται ἐπ’ αὐτῶν· τοιαῦτα δέ ἐστι τὰ ἀποφατικῶς λεγόμενα. τὸ γὰρ οὐ τρέχει κοινὸν μὲν καὶ ὅμοιον τούτοις ὧν ἀληθῶς κατηγορεῖται, ἀλλ’ οὔτε γένος τοῦτο ἔχει οὔτε εἶδος, οὔτε ἰδέα τις τὸ οὐ τρέχει. πάλιν ἐπὶ
10καθημένων ἢ περιπατούντων ἢ τεθνεώτων ἢ φθειρομένων, ἐπὶ μυρίων ἄλλων, ἃ κεκοινώνηκε μέν τινος, οὐ μὴν ἔστι λαβεῖν ἐπ’ αὐτῶν αὐτό τι ἕν. ἀλλὰ καὶ οἱ πατέρες κατὰ κοινὴν μέν τινα σχέσιν πατέρες πάντες εἰσίν, οὐκ ἔστι δέ τι ἓν αὐτοπατήρ. ἀλλὰ καὶ τὸ τῶν τριγώνων τὰς ἐντὸς γω‐ νίας δυσὶν ὀρθαῖς ἴσας εἶναι καθόλου μέν ἐστι τῶν τριγώνων, οὐ μὴν καὶ
15γένος. ὥστε οὐκ ἐπὶ πάντων ἔστι τῇ ἐκθέσει τὸ ἓν λαμβάνοντας αὐτό τι ἓν ποιοῦντας εἰς τοῦτο ἀναγαγεῖν τὰ πάντα, μόνων δὲ ἐφ’ ὧν τὸ κοινῶς κατηγορούμενον καὶ καθόλου λεγόμενον ἢ γένος ἢ εἶδός ἐστιν. ὅθεν καὶ δῆλον ὅτι οὐκ ἄλλο τι αὐτοῖς ἐστιν ἡ ἰδέα ἢ τὰ γένη καὶ τὰ εἴδη, ἃ κοινῶς τε λέγεται καὶ συνωνύμως κατηγορεῖται ὧν ἐστιν ἢ εἴδη ἢ γένη.
20τοσοῦτον οὖν ἀπέχει τοῦ εἰς ἕν τι πάντα ἀνάγεσθαι ὑπ’ αὐτῶν, ὡς οἴον‐ ται, ὡς μηδὲ κατὰ πᾶσαν ὁμοιότητα δύνασθαι τὸ ἓν ἐπὶ τῶν πολλῶν λαμ‐ βάνεσθαι. τὸ δὲ ἂν διδῷ τις πάντα δοκεῖ μοι προσθεῖναι ἐνδεικνύμενος ὅτι μὴ συγχωρηθήσεται αὐτοῖς, εἰ κατὰ κοινωνίαν τινὰ τὴν πρὸς ἄλληλα ὁμοίως ἀλλήλοις λέγεταί τινα, ἤδη καὶ ἓν τίθεσθαι ἐκεῖνο, ὡς πάντα τὰ
25ὑπ’ αὐτὸ πρὸς ἐκεῖνο τὸ εἶναι ἔχειν ὡς κεχωρισμένον αὐτῶν. ἢ τὸ ἂν διδῷ τις πάντα σημαίνοι ἂν τὸ ἂν συγχωρῇ τις πάντα τὰ ὁμοίως ἀλ‐ λήλοις λεγόμενα κατὰ ἑνός τινος κοινωνίαν οὕτω λέγεσθαι, καὶ συγχωροῖ τὸ ἓν ἐπὶ πολλοῖς τοιοῦτον εἶναι, οὐδὲ τοῦτο ἔσται ἐπ’ ἄλλων τινῶν ἢ τῶν ὡς γενῶν καὶ εἰδῶν κοινῶν· τὰ γὰρ οὕτως κοινά τε καὶ καθόλου
30μόνα ἰδέαν τινά, φησί, σημαίνειν δοκεῖ. καίτοι τοῦτό γε ἐν ἐνίοις ἀδύνα‐ τον· συμβαίνει γὰρ ἔνια τῶν κοινῶς κατά τινων κατηγορουμένων μὴ δύνα‐ σθαι γένη εἶναι τούτων ὧν κοινῶς κατηγορεῖται· τοιαῦτα γὰρ τὰ πολλαχῶς λεγόμενα. λέγοι δ’ ἂν μάλιστα αὐτὰ διὰ τὸ ὄν, ὃ ἐκεῖνοι μὲν ὡς γένος τι κοινὸν τῶν ὅλων λαμβάνοντες ἰδέαν ἐποίουν τὸ αὐτοὸν καὶ αὐτοέν,
35καὶ εἰς τοῦτο πάντα ὑπῆγον. εἰ δὲ μή ἐστι γένος τὸ ἕν, ἀλλὰ τῶν πολλαχῶς λεγομένων, δῆλον ὡς οὐδὲ ὁμοιότης ἂν τοῖς οὖσιν οὐσιώδης
κατὰ τοῦτο εἴη.126
in Metaph
.

127

p. 992b13 Οὐδένα δὲ ἔχει λόγον οὐδὲ τὰ μετὰ τοὺς ἀριθμούς. Τίνα μὲν τὰ μετὰ τοὺς ἀριθμούς, αὐτὸς ἐπιφέρει· μήκη γὰρ καὶ ἐπί‐ πεδα καὶ στερεά. διαιροῦντες γὰρ εἰς ταῦτα τὰ ὄντα οἵ τε Πυθαγόρειοι καὶ Πλάτων ἀρχὰς μὲν τῶν ὄντων καὶ πρῶτα τοὺς ἀριθμοὺς ἔλεγον, μετὰ
5δὲ τοὺς ἀριθμοὺς ἔτασσον μήκη καὶ μετὰ ταῦτα ἐπίπεδα, εἶτα τὰ στερεά, ὡς οὐκ ὄντα ταῦτα ἀριθμούς. ὡς δὲ ταῦτα πρὸς ἄλληλα τάξεως ἔχει, δῆλον ὡς καὶ ἀρχαὶ αὐτῶν ἕξουσι πρὸς ἀλλήλας· εἰσὶ γὰρ κατ’ αὐτοὺς ἑκάστου τούτων οἰκεῖαι ἀρχαί· ἐτίθεντο γὰρ καὶ τούτων ἰδέας, αἳ ἤδη τῶν μετὰ τοὺς ἀριθμοὺς ἀρχαί. ἀλλ’ εἰ ἀρχαὶ μήκους καὶ ἐπιπέδου καὶ στε‐
10ρεοῦ τὸ αὐτομῆκος καὶ τὸ αὐτοπλάτος καὶ αὐτοστερεόν, τίνος φύσεως καὶ δυνάμεως μετέχουσι κατὰ τοὺς τὰς ἰδέας τιθεμένους, ἔργον εὑρεῖν. οὔτε γὰρ ἰδέαι ταῦτα, ἐπεὶ αἱ μὲν ἰδέαι ἀριθμοὶ ταῦτα δὲ οὐκ ἀριθμοί· τὴν γὰρ μετὰ τοὺς ἀριθμοὺς τάξιν αὐτοῖς εἶχε ταῦτα. ἀλλ’ οὐδὲ τὸ βραχὺ καὶ μακρὸν καὶ στενὸν καὶ πλατὺ καὶ βαθὺ καὶ ταπεινόν, αἱ ἀρχαὶ αἱ τού‐
15των, οὐκέτι ἀριθμοί. ἀλλ’ οὐδὲ ἐν τοῖς μαθηματικοῖς ἔσται ταῦτα, ἃ με‐ ταξὺ ἐτίθεντο ἐκεῖνοι τῶν τε ἰδεῶν καὶ τῶν αἰσθητῶν· τὰ γὰρ ἐξ ἐκεί‐ νων μαθηματικά, οὐχ αἱ ἀρχαὶ αὐτῶν. τὰ μὲν γὰρ μαθηματικὰ οὔτε ἀρ‐ χαὶ καὶ διαιρετὰ καὶ πολλά, ἐκεῖνα δὲ ἀρχαί τε καὶ ἀδιαίρετα καὶ ἀεὶ αὐτῶν ἕκαστον. ἀλλ’ οὐδὲ φθαρτὰ ταῦτα· ἀρχαὶ γὰρ καὶ ἄφθαρτα ταῦτα.
20πάλιν οὖν τετάρτη φύσις τῶν ὄντων ἔσται αὐτοῖς αὕτη καὶ τέταρτόν τι γένος παρὰ τὰ τρία τὰ ὑπ’ αὐτῶν τιθέμενα, ἃ ἦν αἱ ἰδέαι, τὰ μαθημα‐ τικά, τὰ αἰσθητά. αἱ γὰρ τῶν μαθηματικῶν ἀρχαὶ πάντων τούτων διά‐ φοροι· οὔτε γὰρ ἰδέαι ὅτι μὴ ἀριθμοί, οὔτε τῶν λοιπῶν δύο, ἃ προείρηται·
ταῦτα γὰρ ἓν λέγουσιν εἶναι καὶ τὴν τάξιν αὐτοῖς τὴν προειρημένην ἀπο‐127
in Metaph
.

128

διδόασιν. οὔτε δὲ πῶς ἔστιν οὔτε ἐν τίνι φύσει τῶν ὄντων ἔσται κατ’ αὐτούς, οἷόν τε εἰπεῖν. τὰ μὲν γὰρ φύσει ὄντα ἐστὶν αὐτοῖς ἢ ἰδέαι ἢ μαθηματικὰ ἢ αἰσθητά, τὸ δὲ αὐτομῆκος καὶ τὸ αὐτοεπίπεδον καὶ αὐτο‐ στερεὸν ἰδέαι μὲν οὐκ ἔσονται, ὅτι αἱ μὲν ἰδέαι ἀριθμοὶ κατ’ αὐτούς,
5ταῦτα δὲ ἔλεγον μετ’ αὐτοὺς τοὺς ἀριθμοὺς εἶναι. ἀλλ’ οὐδὲ μεταξύ· με‐ ταξὺ γὰρ τὰ μαθηματικὰ κατ’ αὐτούς. ἦν δὲ καὶ πολλά, οὐ πολλὰ δὲ τὸ αὐτομῆκος ἢ τὸ αὐτοεπίπεδον ἢ τὸ αὐτοστερεόν. ἀλλ’ οὐδὲ ἐν τοῖς αἰσθητοῖς ταῦτα καὶ φθαρτοῖς· οὐδὲ γὰρ τούτων τι κυρίως ὄν. φαίνεται οὖν τέταρτόν τι γένος τοῦτο τῶν ὄντων γενέσθαι κατ’ αὐτούς.
10p. 992b18 Ὅλως τε τὸ τῶν ὄντων ζητεῖν στοιχεῖα μὴ διελόντα, πολλαχῶς λεγομένων, ἀδύνατον εὑρεῖν. Ὁ λόγος τοιοῦτος. ὧν μή εἰσι κοιναὶ ἀρχαί, τούτων ἀδύνατον κοινάς τινας ἀρχὰς εὑρεῖν· τῶν δὲ ὄντων οὔκ εἰσιν ἀρχαὶ κοιναί, ὥστε καὶ ἀδύνατον αὐτῶν εὑρεῖν κοινὰς ἀρχάς. ὅτι δὲ τῶν ὄντων οὔκ εἰσιν ἀρχαὶ κοιναί τε καὶ αἱ αὐταί,
15δῆλον ἐντεῦθεν· τῶν πολλαχῶς λεγομένων 〈οὔκ εἰσιν ἀρχαὶ κοιναὶ καὶ αἱ αὐταί·〉 τὰ δὲ ὄντα πολλαχῶς λέγεται· τῶν ὄντων ἄρα οὔκ εἰσιν ἀρχαὶ αἱ αὐταί. ὅτι δὲ τὸ ὂν τῶν πολλαχῶς λεγομένων, ἐν πολλοῖς εἴρηται. αἰτιᾶται δὴ αὐτοὺς ὅτι ἐζήτουν ἀρχὰς τῶν ὄντων μὴ πρότερον διελόμενοι αὐτὰ καὶ τὰ σημαινόμενα ἐκθέμενοι τοῦ ὄντος. ἄλλως τε ἔτι ἀτοπώτερον τὸ τὰς τοι‐
20αύτας τῶν ὄντων ἀρχὰς τὰς αὐτὰς ζητεῖν τὰς ἐξ ὧν εἰσιν, αὗται δέ εἰσιν ἥ τε ὕλη καὶ τὸ εἶδος· τοιαῦται γὰρ ἃς ὑποτίθενται ἀρχάς, ἥ τε ἀόριστος δυὰς καὶ ἡ μονάς. ἔνια γὰρ τῶν ὄντων οὐδὲ ἔχει κατὰ τὴν οἰκείαν φύσιν
τοιαύτας ἀρχὰς καὶ στοιχεῖα, εἰ μὴ κατὰ συμβεβηκός· ἐκ τίνος γὰρ ὕλης128
in Metaph
.

129

τὸ ποιεῖν τι ἔστιν ἢ τὸ πάσχειν; κατὰ συμβεβηκὸς μὲν γὰρ καὶ ταῦτα ὕλην ἔχει. ὅτι γὰρ ταῖς οὐσίαις, ὧν ἔστι τις ὕλη, ταῦτα ὑπάρχει, κατὰ τοῦτο ἂν εἴη τις ὕλη καὶ τῶν τοιούτων, καθ’ αὑτὰ δὲ οὔ. ὁμοίως δὲ οὐδὲ τοῦ εὐθέος ὕλη τις ἔστιν, οὐδέ τινος ἄλλου παρὰ τὴν οὐσίαν. διὰ
5τοῦτο γὰρ εἶπε μὴ εἶναι τούτων λαβεῖν τοιαῦτα στοιχεῖα, ὅτι μηδὲ τὴν ἀρχὴν ἔστιν· τὰς γὰρ τοιαύτας ἀρχὰς τὰς ὡς στοιχεῖα καὶ ἐνυπάρχοντα καὶ ἐξ ὧν λέγεταί τι εἶναι, μόνης τῆς οὐσίας εὑρεῖν ἔστιν· μόνη γὰρ αὕτη τῶν ὄντων ὑποκείμενον, τὰ δ’ ἄλλα ἐν ταύτῃ καὶ ταύτης τι. τὸ οὖν τῶν οὐκ ἐχόντων τοιαύτας ἀρχὰς ἢ ζητεῖν ἢ οἴεσθαι εὑρηκέναι μάταιον.
10p. 992b24 Πῶς δ’ ἄν τις καὶ μάθοι τὰ τῶν πάντων στοιχεῖα; Ὅτι εἰ καὶ ἔστι κοινὰ πάντων τὰ τῶν ὄντων στοιχεῖα, ἀδύνατον αὐ‐ τῶν μάθησιν καὶ ἐπιστήμην εἶναι, δείκνυσι. δι’ ἣν δὲ αἰτίαν ἀδύνατον τοῦτο μαθεῖν τὰ πάντων στοιχεῖα, αὐτὸς ἐπήνεγκεν εἰπὼν δῆλον γὰρ ὡς οὐδὲν οἷόν τε προϋπάρχειν γνωρίζοντας πρότερον. ὁ δὲ λόγος τοι‐
15οῦτος. ἀδύνατόν τι τῶν ἐχόντων ἀρχὰς εἰδέναι μὴ τὰς ἀρχὰς εἰδότα αὐ‐ τοῦ· ὧν γὰρ διὰ τῶν ἀρχῶν ἡ γνῶσις, ταῦτα ἀδύνατον εἰδέναι πρὸ τῆς τῶν ἀρχῶν γνώσεως. τῶν δὲ ὄντων πάντων εἰσὶ κατ’ αὐτοὺς ἀρχαὶ κοι‐ ναί· ἀδύνατον ἄρα τῶν ὄντων εἰδέναι τι μὴ πρότερον τὰς ἀρχὰς μαθόντας. ἀλλὰ μὴν ὧν ἐχόντων ἀρχὰς ἀδύνατον τὰς ἀρχὰς μαθεῖν, ἀδύνατον τού‐
20των ἐπιστήμην ἔχειν· ἀδύνατον δὲ τὰς τῶν ὄντων ἀρχὰς μαθεῖν, ἀδύνατον ἄρα τῶν ὄντων ἐπιστήμην ἔχειν. ὅτι δὲ ἀδύνατον τὰς τῶν ὄντων ἀρχὰς μαθεῖν, δείκνυσιν οὕτως. πᾶσα μάθησις ἐκ προγινωσκομένων γίνεται· ὡς γὰρ καὶ ἀρχόμενος τῶν Ὑστέρων ἀναλυτικῶν εἶπε, “πᾶσα διδασκαλία καὶ
πᾶσα μάθησις διανοητικὴ ἐκ προϋπαρχούσης γίγνεται γνώσεως”. ἃ μὲν129
in Metaph
.

130

γὰρ μανθάνει τις οὐκ εἰδώς, ταῦτα οὐχ οἷόν τε προγινώσκειν· ἄλλα μέντοι τινὰ ἀναγκαῖον προγιγνώσκειν τὰ δι’ ὧν ἡ μάθησις· ὁ γοῦν γεωμετρεῖν μαν‐ θάνων, ὧν μέν ἐστιν ἡ γεωμετρία ἐπιστήμη, τούτων οὐδὲν προγιγνώσκει ὅτε τοῦ μανθάνειν ἄρχεται, ἄλλα μέντοι τινὰ οἶδεν ἐξ ὧν γνωρίζει τὰ δι’
5ὧν ἡ διδασκαλία, οἷον μεῖζον ἔλαττον ἴσον, εὐθὺ κεκλασμένον, ἀλλὰ καὶ μήκους ἔννοιαν ἔχει καὶ πλάτους καὶ σώματος. εἰ δὴ πᾶσα μάθησις ἐκ προγιγνωσκομένων ἄλλων τινῶν, οὐ τῶν μανθανομένων, δεήσει καὶ τὸν τὰς τῶν ὄντων ἀρχὰς μαθησόμενον ἄλλα τινὰ εἰδέναι. ἀλλ’ ἦν ἀδύνατον· πᾶν γὰρ ὅ τι ἂν εἰδέναι ληφθῇ, ὄν τι ἔσται καὶ ὑπὸ τὰς τοῦ ὄντος ἀρχάς,
10ἀδύνατον δέ ἐστί τι τῶν ὄντων εἰδέναι πρὸ τοῦ τὰς ἀρχὰς μαθεῖν αὐτοῦ. ἢ οὖν προειδὼς ἔσται ἃ μανθάναι, ἢ οὐ μαθήσεται. ὅτι δὲ πᾶσα μάθησις ἐκ προγιγνωσκομένων, ἔδειξε λαβὼν τὰς μαθήσεις. ἢ γὰρ δι’ ἀποδείξεώς τι μανθάνομεν ἢ δι’ ὁρισμοῦ ἢ δι’ ἐπαγωγῆς. καὶ ἔστι τινὰ καὶ ἐν ταῖς δι’ ἀποδείξεως διδασκαλίαις γνωριζόμενα ὑπὸ τοῦ μανθάνοντος, ἄλλα ὄντα
15τῶν ἀποδεικνυμένων· τοιαῦτα γὰρ τὰ ἀξιώματα, φυσικαί τινες οὖσαι ἔν‐ νοιαι καὶ προτάσεις ἄμεσοι, οἷον ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα, ἢ ὅτι ἐπὶ παντὸς ἢ κατάφασις ἢ ἀπόφασις, ἢ ὅτι τὸ ἀγαθὸν ὠφέλιμόν ἐστι τῇ αὑτοῦ φύσει. καὶ πᾶσα δὲ ἡ διὰ συλλογισμοῦ γνῶσις διὰ προγι‐ γνωσκομένων· διὰ γὰρ τῶν προτάσεων ἃς ὁμολογεῖσθαί τε καὶ κεῖσθαι δεῖ.
20καὶ ἡ δι’ ὁρισμῶν δὲ ἐκ προγιγνωσκομένων γίγνεται· ὁ γὰρ μανθάνων τὸν τοῦ ἀνθρώπου ὁρισμόν, ὅτι ἔστι ζῷον πεζὸν δίπουν, οὐ προγιγνώσκει μὲν ὅτι ταῦτά ἐστιν ὁ ἄνθρωπος, ἕκαστον δὲ τούτων γνωρίζει, τὸ ζῷον, τὸ
πεζόν, τὸ δίπουν, ἢ οὐκ ἂν μάθοι ὅτι ταῦτα ὁ ἄνθρωπός ἐστιν. ὁμοίως130
in Metaph
.

131

δὲ καὶ ἡ δι’ ἐπαγωγῆς διδασκαλία τὸ μὲν καθόλου βούλεται διδάσκειν, δι’ ὧν δὲ διδάσκει (ἔστι δὲ ταῦτα τὰ καθ’ ἕκαστα), ταῦτα δεῖ γνωρίζειν τὸν μανθάνοντα. εἰ δὴ οὕτως μὲν πᾶσα διδασκαλία, οἱ δὲ τὰς πάντων τῶν ὄντων ἀρχὰς ζητοῦντες καὶ διδάσκειν λέγοντες ἀναιροῦσι τὸ δύνασθαί τι
5γνωρίζειν καὶ εἰδέναι τὸν μανθάνοντα, ἀναιροῦσι καθόλου διδασκαλίαν τε καὶ μάθησιν. τὸ δὲ ἢ πάντων ἢ τινῶν εἶπεν, ὅτι ἐν τῇ ἀποδείξει καὶ ἐν τῷ συλλογισμῷ ἐνδέχεται ἀμφοτέρας τινὰ τὰς προτάσεις προγιγνώσκειν τε καὶ γνωρίζειν, ὁμοίως καὶ ἐν τῷ ὁρισμῷ πάντα γνωρίζειν καὶ προγι‐ γνώσκειν τὰ ἐξ ὧν ὁ ὁρισμός· καὶ ἡ ἐπαγωγὴ δὲ διὰ πάντων γνωρίμων
10ἢ προγιγνωσκομένων. ἢ πάντων, ὡς ἐν τοῖς ὁρισμοῖς καὶ ἐν ταῖς ἐπα‐ γωγαῖς, ἢ τινῶν, ὡς ἐν ταῖς ἀποδείξεσιν. p. 992b33 Ἀλλὰ μὴν εἰ καὶ τυγχάνοι σύμφυτος οὖσα. Ἀνελὼν τὸ εἶναι μάθησιν, εἰ τῶν ὄντων πάντων κοιναὶ ἀρχαὶ καὶ αἰ‐ τίαι, διδάσκει νῦν ὅτι μηδὲ χωρὶς διδασκαλίας σύμφυτον τὴν γνῶσιν ἔχειν
15αὐτῶν οἷόν τε, ὡς μὴ δεῖσθαι διδασκαλίας εἰς τὴν ἐπιστήμην αὐτῶν, μηδὲ προγιγνωσκομένων τινῶν. ἡ μὲν γὰρ τῶν κυριωτάτων γνῶσις κρατίστη τῶν ἐπιστημῶν, ἡ δὲ τῶν ἀρχῶν, αἵ τινες ἁπάντων τῶν ὄντων εἰσὶν ἀρ‐ χαί, γνῶσις τῶν κυριωτάτων ἐστὶ γνῶσις· κυριώτερον γὰρ ἀεὶ τὸ διότι ἔστι τι τοῦ δι’ ἐκεῖνο ὄντος, διὰ δὲ τὰς ἀρχὰς τὰ μετὰ τὰς ἀρχάς· ἡ τῶν
20ἀρχῶν ἄρα γνῶσις ἡ τῶν ἐπιστημῶν κρατίστη. τὸ δὲ τὴν κρατίστην τῶν131
in Metaph
.

132

ἐπιστημῶν σύμφυτον ἔχοντας μηδ’ εἰδέναι τοῦτο παράλογον. ἀλλ’ ὅτι μὲν αἴσθησιν ἔχομεν σύμφυτον, οὐ λελήθαμεν αὑτούς, οὐδὲ ὅτι βαδίζειν δυνά‐ μεθα· ὅτι δὲ τὴν τῶν ὄντων ἐπιστήμην ἔχομεν ἔχοντες αὐτῶν τὰς ἀρχάς, ἢ ὅτι γε τὰς τῶν ὄντων πάντων ἀρχὰς ἐπιστάμεθα, λελήθαμεν ἑαυτούς,
5καὶ οὐδὲ ἐξετασθέντες καὶ ἐπιστήσαντες εἰπεῖν δυνάμεθα. πῶς ἂν οὖν ἔχοιμεν ἐπιστήμην σύμφυτον τούτων ἃ μὴ ἴσμεν; δύναται τοῦτο καὶ ὡς ἀρέσκον αὐτοῖς τὸ σύμφυτον ἔχειν ἡμᾶς τὴν τῶν ὄντων ἐπιστήμην εὐ‐ θύνειν· τοῦτο δέ, ἐπεὶ δοκοῦσιν αὐτοῖς αἱ μαθήσεις ἀναμνήσεις εἶναι. p. 993a2 Ἔτι πῶς τις γνωρίσει ἐκ τίνων ἐστ, καὶ πῶς ἔσται
10δῆλον; καὶ γὰρ τοῦτο ἔχει ἀπορίαν. Εἰ καὶ εἰσὶ πάντων ἀρχαὶ κοιναὶ καὶ αἱ αὐταί, πῶς τις ταύτας γνω‐ ρίσει ὅτι αἵδε τινές εἰσι καὶ ὅτι ἐκ τούτων ἔστι τὰ ὄντα, εἰ μὴ προειδείη τινὰ δι’ ὧν γνωρίζειν τε καὶ δεικνύναι δυνήσεται ὅτι εἰσὶν αἵδε; τί γὰρ μᾶλλον ὅτι αἵδε τινὲς ἀλλ’ οὐχὶ αἵδε εἴσεται ὁ μὴ ἔχων πρὸς τὸ γνωρίζειν
15τὸ ζητούμενον ἀρχάς; οὐ γὰρ δὴ χωρὶς ἀμφισβητήσεως ὁμολογηθήσεται τάσδε τινὰς πρὸς ἁπάντων εἶναι· ἀλλ’ ὡς ἀμφισβητεῖται περὶ τῆς ζα συλ‐
λαβῆς πότερον αὐτὴν δεῖ διὰ τοῦ ζ καὶ α γράφειν ἢ διὰ τοῦ ς καὶ δ καὶ132
in Metaph
.

133

α, οὕτω δὴ καὶ ἡ περὶ τῶν ἀρχῶν ἀμφισβήτησις ἂν εἴη. ἐγράφετο δὲ ταῦτα διὰ δύο πάλαι ἕκαστον αὐτῶν γραμμάτων, διὸ καὶ διπλάσια τῶν στοιχείων ταῦτα ἐκαλεῖτο, καὶ τὸ μὲν ζ διὰ τῶν σδ, τὸ δὲ ξ διὰ τῶν κς, τὸ δὲ ψ διὰ τῶν πς. γνωρίσει γάρ τις αὐτὰ καὶ ζητήσει, εἰ ἀμφισβη‐
5τοῖντο, ἢ δι’ ὁρισμοῦ ἢ διὰ συλλογισμοῦ ἢ δι’ ἐπαγωγῆς, ἃ πάντα διὰ προγιγνωσκομένων δείκνυσιν, ὡς προείρηται. ἔοικε δὲ τὴν ἐν τῷ Μένωνι [τὴν] ὑπὸ Πλάτωνος ἀπορίαν εἰρημένην λέγειν ὡς δυναμένην ἀπορεῖσθαι πρὸς τοὺς ἁπάντων τῶν ὄντων κοινάς τινας καὶ τὰς αὐτὰς ἀρχὰς τιθεμέ‐ νους· τούτοις γὰρ ἀνάγκη μὲν λέγειν τὰς ἀρχὰς διδακτάς (οὐ γὰρ δὴ λαν‐
10θάνομεν αὑτοὺς ἔχοντες τὴν κρατίστην τῶν ἐπιστημῶν, ἥτις ἐστὶν ἡ τῶν ὄντων ἁπάντων), τῷ δὲ τὸν τὰς τῶν ὄντων ἀρχὰς ἀγνοοῦντα μηδὲν δύνα‐ σθαι τῶν ὄντων εἰδέναι, οἱ μανθάνοντες τὰς τοιαύτας ἀρχὰς οὐδὲν ἂν εἶεν τῶν ὄντων προειδότες. ἀλλ’ εἰ τοῦτο, οὐδὲ γνωρίζειν ἂν δύναιντο τὰς τοῦ ὄντος ἀρχάς, ὅτι ἐκείνου εἰσίν, εἰ καὶ εὑρεθεῖεν, τῷ γίνεσθαι μὲν τοῦτο
15διά τινων προϋπαρχουσῶν γνώσεων, ταύτας δὲ ἀδύνατον ἔχειν τὸν μηδέπω τὰς τοῦ ὄντος ἀρχὰς ἔχοντα, τῷ καὶ τούτων αὐτὰς ἀρχὰς εἶναι, εἴ γε καὶ αὐτὰ τῶν ὄντων. τὸ δὲ ἐκ τίνων ἐστὶ δηλωτικὸν ἔοικεν αὐτῶν τῶν ἀρχῶν, ὁποίας ἐζήτουν ἐκεῖνοι κοινὰς πάντων· τὴν γὰρ ὕλην καὶ τὸ εἶδος ἐζήτουν.
20p. 993a7 Ἔτι δὲ ὧν αἴσθησις, ταῦτα πῶς ἄν τις μὴ ἔχων τὴν αἴσθησιν ἔχοι; Καὶ τοῦτο πρὸς τὸ μὴ τὰς αὐτὰς ἁπάντων ἀρχὰς εἶναι καὶ στοιχεῖα λέγει. εἰ γὰρ εἶεν πάντων τῶν ὄντων κοιναί τινες ἀρχαί, ὁ μαθὼν ταύτας πάντα ἂν δι’ αὐτῶν γνωρίζειν δύναιτο τὰ ὄντα. ὡς γὰρ ὁ τὰ γράμ‐
25ματα καὶ τὰ στοιχεῖα εἰδὼς πάντα γνωρίζει καὶ πάσας τὰς ἐξ αὐτῶν συγ‐ κειμένας φωνάς, οὕτως ἀκολουθήσει καὶ τῷ τὰς τῶν ὄντων ἀρχὰς εἰδότι τὰ ἐξ αὐτῶν ὄντα γνωρίζειν δι’ αὐτῶν· εἰ δὲ τοῦτο, δυνήσεται ὁ τὰς ἀρ‐ χὰς εἰδὼς ταύτας καὶ τὰ αἰσθητὰ γνωρίζειν· ἐξ ἐκείνων γὰρ καὶ ταῦτα, εἴ γε ὄντα. πῶς οὖν ὁ μὴ ἔχων τὴν αἴσθησιν γνωρίσει τὰ αἰσθητά; αἰ‐
30σθήσει γὰρ τὰ αἰσθητὰ καὶ οὐκ ἄλλῳ τινὶ γνωρίζεται. ἀκολουθεῖ δὲ τῷ
τὰς ἀρχὰς αὐτῶν εἰδότι γνωρίζειν αὐτὰ δι’ ἐκείνων· εἴσεται δὲ τὰς ἀρχὰς133
in Metaph
.

134

αὐτῶν ὁ τὰς κοινὰς πάντων τῶν ὄντων ἀρχὰς εἰδώς, κἂν μὴ ἔχῃ τὴν αἴ‐ σθησιν (οὐ γὰρ δὴ αἱ τῶν ὄντων ἀρχαὶ αἰσθηταί)· ὡς γὰρ τὰ μὴ αἰσθητὰ διὰ τῶν ἀρχῶν γνωρίζει, οὕτω γνωρίσει καὶ τὰ αἰσθητὰ δι’ αὐτῶν, εἰ ὁμοίως καὶ τούτων ἐκεῖνα ἀρχαί. ὡς γὰρ αἱ σύνθετοι φωναὶ πᾶσαι, ὧν
5τὰ αὐτὰ στοιχεῖα, ἐκ τῶν αὐτῶν σύγκεινται στοιχείων, οὕτω καὶ τὰ ὄντα πάντα ἐκ τῶν αὐτῶν στοιχείων ἔσται γνωριζόμενα, εἰ τὰ αὐτὰ πάντων αὐ‐ τῶν ἐστι στοιχεῖα. οὐ μαχόμενος δὲ αὑτῷ λέγοι ἂν ζητῶν μὲν τὰς τοῦ ὄντος ᾗ ὂν ἀρχάς τε καὶ αἰτίας, δεικνὺς δὲ διὰ τούτων ὅτι ἄγνωστοί εἰσιν. δείξει γὰρ ὅτι μηδέ εἰσι πάντων τῶν ὄντων κοιναί τινες ἀρχαί, ὡς ἡγοῦντο
10οἱ εἰς τὸ ἓν πάντα πειρώμενοι διὰ τῶν κοινῶν ἀνάγειν ὁμοιοτήτων. ἀλλ’ εἰσὶν αἱ ζητούμεναι ὑπ’ αὐτοῦ τοῦ ὄντος ᾗ ὂν ἀρχαὶ κοιναὶ πάντων ἀρχαὶ αὗται· ἀλλ’ αἱ τῆς οὐσίας οὐκ οὖσαι ὁμοίως καὶ τῶν ἄλλων τῶν παρὰ τὴν οὐσίαν ὄντων ἀρχαί, γίγνονταί πως κἀκείνων ἀρχαὶ τῷ καὶ τῶν ἄλλων τῶν ὄντων ἕκαστον παρὰ τῆς οὐσίας τὸ εἶναι ἔχειν.
15p. 993a11 Ὅτι μὲν οὖν τὰς εἰρημένας ἐν τοῖς Φυσικοῖς αἰτίας ζητεῖν ἐοίκασι πάντες. Ἐν τῇ Φυσικῇ ἀκροάσει εἰς τέσσαρα εἴδη αἰτίων ἀνήχθη ὑπ’ αὐτοῦ τὰ αἴτια πάντα. ὃ βουλόμενος καὶ νῦν πιστώσασθαι ἦλθεν ἐπὶ τὸ τὰς τῶν * περὶ αἰτίων εἰπεῖν δόξας, ἐξετάζων εἰ μή τις ἄρα αὐτῶν ἄλλο τι εἶδος
20ἐζήτησεν αἰτίου· καὶ εὗρε πάντας τοὺς περὶ αἰτίων εἰρηκότας τούτων τι τῶν εἰρημένων αἰτίων λέγοντας αἴτιον, τοὺς μέν τινας ἓν ἐξ αὐτῶν, ὡς οἱ τὸ ὑλικὸν αἴτιον ἀποδιδόντες, τοὺς δὲ δύο, τοὺς δὲ τρία, ὧν οἱ μὲν τὸ
ποιητικὸν πρὸς τῇ ὕλῃ ὑπελάμβανον, ὡς Ἀναξαγόρας τε καὶ Ἐμπεδοκλῆς,134
in Metaph
.

135

οἱ δὲ τὸ εἶδος, ὡς οἱ τὰς ἰδέας, οἱ δὲ καὶ ἀμφοτέρων πως ἐφήπτοντο, τοῦ τε ποιητικοῦ καὶ τοῦ κατὰ τὸ εἶδος, ὡς ἐρεῖ περὶ Ἐμπεδοκλέους. πλὴν οὐδείς γε ἔξω τούτων τῶν εἰδῶν ἄλλο τι εἶδος αἰτίου ἐζήτησεν ἢ ὑπέ‐ θετο, ἀμυδρῶς μέντοι περὶ αὐτῶν εἶπον πάντες καὶ οὐ διηρθρωμένως. καὶ
5γὰρ Πλάτων τῶν τεσσάρων μνημονεύων αἰτίων εὑρεθείη ἄν, καὶ Ἐμπεδο‐ κλῆς τῶν τριῶν, ὡς ἐρεῖ, οὐ σαφῶς δὲ οὐδὲ διωρισμένως. αἰτίαν δέ φησι τοῦ περὶ τῶν αἰτίων ἀδιαρθρώτως αὐτοὺς εἰρηκέναι, καίτοι τούτοις ἐπι‐ βάλλοντας, τὸ μηδέπω τῶν κατὰ φιλοσοφίαν ἐπιστήμην τινὰ πρὸ Ἀριστο‐ τέλους ἀκριβῶς εὑρῆσθαι, ἀλλ’ ἔτι ἀδιαρθρώτως, ὥσπερ οἱ ψελλίζοντες τὰς
10φωνὰς λέγουσιν, οὕτω δὲ καὶ τοὺς πρὸ αὐτοῦ περὶ φιλοσοφίας λέγειν. ὅτι δὲ ταῦτα ἔλεγον οὐ διαρθροῦντες, Ἐμπεδοκλέους μέμνηται λέγοντος τὸ ὀστοῦν κατὰ τὸν λόγον ὀστοῦν εἶναι, οὐ κατὰ τὴν ὕλην· ἡ μὲν γὰρ ὕλη κοινὴ καὶ τοῖς ἄλλοις κατ’ αὐτόν (τὰ γὰρ τέσσαρα στοιχεῖα), ὀστοῦν δὲ ἐν τῇ ποιᾷ τούτων καὶ ποσῇ κράσει φησὶ γίγνεσθαι, λέγων
15
ἡ δὲ χθὼν ἐπίηρος ἐν εὐτύκτοις χοάνοισι
τὰς δύο τῶν ὀκτὼ μερέων λάχε Νήστιδος αἴγλης,
τέσσαρα δ’ Ἡφαίστοιο· τὰ δ’ ὀστέα λεύκ’ ἐγένοντο. εἰ δὲ τοῖς ὀστοῖς κατὰ τὸν λόγον, τουτέστι κατὰ τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι (τοῦτο γάρ ἐστιν ὁ λόγος), τὸ ὀστοῦν εἶναι κατ’ αὐτόν, δῆλον ὡς καὶ
20τῇ σαρκὶ καὶ τῷ νεύρῳ καὶ ἑκάστῳ τῶν ὄντων, οἷον λίθῳ ξύλῳ, κατὰ τὸν λόγον καὶ τὸ εἶδος τὸ εἶναι· ἢ γὰρ ἐπὶ πάντων τὸ εἶδος καὶ ὁ λόγος αἴτιος τοῦ ἕκαστον εἶναι ὃ ἔστιν, ἢ ἐπ’ οὐδενός. διὰ γὰρ τὸν λόγον καὶ διὰ τὸ εἶδος ἡ διαφορὰ ἐν τοῖς οὖσι, καὶ ἔστιν αὐτῶν τὸ μέν τι σὰρξ τὸ δέ τι ὀστοῦν τὸ δὲ ἄλλο τι, ἐπεὶ ἥ γε ὕλη κατ’ αὐτὸν πᾶσι τοῖς οὖσιν ἡ αὐτή,
25ὡς ἔφαμεν· τὰ γὰρ τέσσαρα στοιχεῖα ἡ ὑλικὴ ἀρχὴ αὐτῷ. ὅτι μὲν οὖν ταῦτα τοῦτον ἔχει τὸν τρόπον καὶ τὸ εἶδος αἴτιον ἑκάστῳ τοῦ τῷδέ τινι εἶναι, πάντως ἂν συνέφησεν Ἐμπεδοκλῆς, εἴ τις αὐτὸν ἐπῆγε τῷ λόγῳ
παραδεικνὺς ἕκαστον οὕτως ἔχον· αὐτὸς μέντοι ἐφ’ ἑαυτοῦ λέγων οὐδὲν135
in Metaph
.

136

περὶ αὐτοῦ σαφῶς διώρικεν, οὐδὲ κατ’ ἐπιστήμην εἴρηκέ τινα τῷ μὴ περὶ πάντων ὁμοίως τῶν ὁμοίων εἰρηκέναι. p. 993a24 Περὶ μὲν οὖν τῶν τοιούτων δεδήλωται καὶ πρότερον. Λέγοι ἂν περὶ τούτων ὡς εἰρηκὼς ἤδη, ὅτι εἶπε καὶ ἐν τοῖς
5πρὸ τούτου περὶ Ἀναξαγόρου λέγων καὶ τὴν δόξαν αὐτοῦ ἐπανορθῶν, ὅτι ἄλλῳ μὲν οὖν λέγοντι ταῦτα ἐπηκολούθησεν, οὐ μὴν αὐτὸς σα‐ φῶς τι περὶ τούτων εἶπεν, ὥσπερ οὐδὲ Ἐμπεδοκλῆς, περὶ οὗ νῦν εἶπεν. ἐπὶ τούτοις ἀπορίας τινὰς ἀπορήσειν ἐπαγγέλλεται συντεινούσας εἰς τὸν περὶ τῶν ἀρχῶν λόγον, ἐξ ὧν ῥηθεισῶν φησι καὶ καλῶς ἀπορηθεισῶν εὐ‐
10πορωτέρους ἡμᾶς ἔσεσθαι πρὸς τὰς λύσεις τῶν ἐν τοῖς ὑστέροις ἀπορου‐ μένων· αἱ γὰρ περὶ τῶν ἀρχῶν ἀπορίαι τε καὶ λύσεις ἀρχαὶ τῆς τῶν μετὰ ταῦτα ἀπορουμένων λύσεως γίνονται. καὶ λέγει περὶ τῶν ἀπορου‐ μένων ἐν τῷ Β· διὸ καὶ δόξαι ἂν ὅσον ἐκ τῶν νῦν εἰρημένων συνῆφθαι τούτῳ τῷ βιβλίῳ τὸ Β. οὐ μὴν ἀλλὰ λέγει γε περὶ ὧν ἐνταῦθα προτί‐
15θεται καὶ ἐν τῷ ἐλάττονι α. εἰπὼν γὰρ ὅσα δὴ περὶ τῶν αὐτῶν τού‐ των ἀπορήσειεν ἄν τις ἐπανέλθωμεν πάλιν, περὶ τῶν ἀρχῶν καὶ
τῶν αἰτίων καὶ ἐν τῷ μετὰ τοῦτο ἐλάττονι α ζητεῖ τε καὶ ἀπορεῖ.136
in Metaph
.

137

(t)

ΕΙΣ ΤΟ ΕΛΑΤΤΟΝ Α ΤΩΝ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ
2 Τὸ ἔλαττον ἄλφα τῶν Μετὰ τὰ Φυσικὰ ἔστι μὲν Ἀριστοτέλους ὅσα καὶ τῇ θεωρίᾳ τεκμήρασθαι, οὐ μὴν ὁλόκληρον ἔοικεν εἶναι, ἀλλ’ ἔστιν ὡς μέρος βιβλίου, τεκμαιρομένοις τῇ τε ἀρχῇ καὶ τῇ τοῦ βιβλίου μικρό‐
5τητι. ὅσον μὲν οὖν ἐπὶ τῷ περὶ ἀρχῶν καὶ ἐν τούτῳ ποιεῖσθαί τινα λό‐ γον, δόξει καὶ οὐκ ἀπᾴδειν τοῦτο τοῦ μείζονος Α, ἀλλ’ ἕπεσθαι ἐκείνῳ περὶ ἀρχῶν καὶ αἰτίων, ἐξ ὧν ἐν ἐκείνῳ παυόμενος τοῦ βιβλίου εἶπεν “ὅσα δὲ περὶ τῶν αὐτῶν τούτων ἀπορήσειεν ἄν τις, ἐπανέλθωμεν πάλιν· τάχα γὰρ ἂν ἐξ αὐτῶν εὐπορήσαιμεν πρὸς τὰς ὕστερον ἀπορίας”. προ‐
10ειπὼν δὲ τοῦτο ἐν ἐκείνῳ, ἐν τούτῳ ζητεῖν ἀκολούθως δοκεῖ εἰ ἐπ’ ἄπειρον αἱ ἀρχαὶ καὶ τὰ αἴτια, καὶ δείκνυσιν ὅτι ἔστιν ἀρχή τις ἐν αὐτοῖς καὶ οὐκ ἐπ’ ἄπειρον ἡ πρόοδος. ὅσον δὲ πάλιν ἐπὶ τῷ τέλει αὐτοῦ, οὐ δόξει τοῦτο ἐκ ταύτης εἶναι τῆς συντάξεως, ἀλλὰ τῆς φυσικῆς πραγματείας προοίμιόν τι· ὡς γὰρ περὶ φύσεως ἐν τοῖς ἑξῆς ἐρῶν, καὶ ζητήσων τί ἐστιν ἡ φύσις,
15ἐπαύσατο. εἶπε γὰρ “διὸ σκεπτέον πρῶτον τί ἐστιν ἡ φύσις· οὕτω γὰρ καὶ περὶ τίνων ἡ φυσικὴ δῆλον ἔσται.” φυσικοῦ δὲ τὸ περὶ τούτου σκέ‐ πτεσθαι· διὸ καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει πεποίηται τὸν περὶ φύσεως λόγον.
ἔτι δὲ οὐδ’ ἡ ἀρχὴ αὐτῷ τοῦ Β τὸν περὶ φύσεως περιέχει λόγον, ὡς137
in Metaph
.

138

δοκεῖν ἕπεσθαι τούτῳ ἐκεῖνο, ἀλλὰ περὶ ὧν ἀναγκαῖόν ἐστι προαπορῆσαι ἐν τῇδε τῇ πραγματείᾳ, ταῦτα ἐν αὐτῷ καταλέγει τε καὶ ἐκτίθεται. διὸ δόξει τῷ μείζονι Α τὸ Β μᾶλλον ἀκολουθεῖν· συνῳδὸς γὰρ ἡ τούτου ἀρχὴ τῷ ἐκείνου τέλει. ἐκεῖ τε γὰρ προέθετο περὶ ὧν ἀπορήσειεν ἄν τις περὶ
5τῶν εἰς τὰς ἀρχὰς καὶ τὴν εὕρεσιν αὐτῶν συντεινόντων εἰπεῖν, ἔν τε τῷ Β φαίνεται τοῦτο ποιῶν. οὐ μὴν οὐδὲ τὰ ἐν τούτῳ λεγόμενα ἀλλότρια πάντῃ τῆς προκειμένης πραγματείας εἶναί μοι δοκεῖ, ἀλλ’ ἔστιν ὥσπερ τινὰ προγραφόμενα καὶ προλεγόμενα κοινῶς πάσης τῆς θεωρητικῆς φιλοσοφίας τὰ ἐν τούτῳ λεγόμενα. πρῶτον μὲν γὰρ ἐν αὐτῷ περὶ τῆς θεωρητικῆς
10φιλοσοφίας κοινῶς πάσης λέγει, δεικνὺς ὅτι πῇ μέν ἐστι χαλεπή, τεκμαι‐ ρόμενος ἀπὸ τοῦ μηδένα ἀξίως περὶ αὐτῆς εἰρηκέναι, πῇ δὲ ῥᾳδία, τεκμαι‐ ρόμενος πάλιν ἀπὸ τοῦ μηδένα αὐτῆς παντάπασιν ἀποτυγχάνειν. ἀλλὰ καὶ διὰ τί δυσχερὴς μᾶλλον προστίθησι, δεικνὺς τούτου τὸ αἴτιον ἐν ἡμῖν ὄν· ὁ γὰρ ἡμέτερος νοῦς ἀσθενής ἐστι πρὸς τὴν τῶν φύσει σαφῶν γνῶσιν.
15καὶ ἐπὶ τούτοις ἐπαινέσας τοὺς ὁπωσοῦν ἡμμένους αὐτῆς ὡς οὐ μικρὰ συμ‐ βεβλημένους, καὶ ᾗ διαφέρει ἡ θεωρητικὴ τῆς πρακτικῆς εἰπών, καὶ ὅτι τὸ κύριον τῆς θεωρίας ἡ γνῶσις, δείκνυσιν ὅτι πλεῖστον εἰς θεωρίαν τε καὶ τὴν τῆς ἀληθείας γνῶσιν ἡ τῶν ἀρχῶν τε καὶ τῶν αἰτίων γνῶσις συντελεῖ· μάλιστα γὰρ ἔστι τὰ πρῶτα αἴτια καὶ αἱ ἀρχαί, τὰ δὲ μάλιστα
20ὄντα καὶ ἀληθῆ μάλιστα καὶ τοῖς ἄλλοις αἴτια τοῦ τε εἶναι καὶ τῆς ἐν αὐ‐ τοῖς ἀληθείας ταῦτα. δείκνυσι δὲ ἐν αὐτῷ καθόλου τε καὶ κοινῶς καὶ ὅτι εἰσὶν ἀρχαὶ καὶ αἰτίαι τῶν ὄντων, ἀνελὼν τὸ ἐπ’ ἄπειρον τὴν πρόοδον τῶν αἰτίων εἶναι. p. 993a30 Ἡ περὶ τῆς ἀληθείας θεωρία τῇ μὲν χαλεπὴ τῇ δὲ
25ῥᾳδία. σημεῖον δ. Γράφεται καὶ χωρὶς τοῦ “ὅτι,” ἡ περὶ τῆς ἀληθείας θεωρία· καὶ μᾶλλον δοκεῖ ἐκεῖνο ἀρχὴ εἶναι, τὸ δὲ μετὰ τοῦ ὅτι οὐκ ἀρχὴ ἀλλ’ ἑπόμενον προειρημένῳ τινί. περὶ δὲ τῆς ἀληθείας θεωρίαν λέγει πᾶσαν
τὴν θεωρητικὴν φιλοσοφίαν, οὐχ ὡς μόνην περὶ τὴν ἀλήθειαν πραγματευ‐138
in Metaph
.

139

ομένην (καὶ γὰρ ἡ πολιτική τε καὶ πρακτικὴ φιλοσοφία περὶ τὸ ἐν ἐκείναις ἀληθές, ἀλλὰ καὶ αἱ τέχναι περὶ τῆς τῶν ὑπ’ αὐτὰς ἀληθείας εἰσὶ θεω‐ ρητικαί, εἴ γε ἐστὶ τέχνη ἕξις μετ’ ἀληθοῦς λόγου ποιητική), ἀλλ’ ὅτι ταύ‐ της μόνης τέλος ἡ γνῶσις τῆς ἀληθείας καὶ τῆς κυρίως ἀληθείας· τὸ γὰρ
5ἀίδιον ἀληθὲς αὕτη θεωρεῖ. συνιστὰς δὲ τὴν θεωρητικὴν φιλοσοφίαν ὡς μάλιστα οἰκείαν ἡμῖν καὶ κατὰ φύσιν, τῇ μέν φησι χαλεπὴν αὐτὴν δόξαι ἂν εἶναι τῇ δὲ αὖ ῥᾳδίαν, χαλεπὴν μὲν καθ’ ὅσον πολλῶν ἐπιχειρησάντων αὐτῇ οὐδεὶς κατ’ ἀξίαν τοὺς περὶ αὐτῆς πεποίηται λόγους· τοῦ γὰρ δυσ‐ εύρετον καὶ χαλεπὴν τὴν περὶ αὐτῆς εἶναι θεωρίαν σημεῖον ἱκανὸν τὸ μὴ
10δύνασθαι τοὺς περὶ αὐτῆς λέγοντας κατ’ ἀξίαν εἰπεῖν περὶ αὐτῆς· τοῦ δὲ αὖ ῥᾳδίαν εἶναι σημεῖον πάλιν ποιεῖται τὸ μὴ πάντῃ τοὺς περὶ αὐτῆς εἰ‐ πόντας ἀποπλανηθῆναι, ἀλλὰ τῶν εἰπόντων ἕκαστον εἰπεῖν ὑγιές τι περὶ αὐτῆς. καθ’ ἕκαστον μὲν γὰρ τῶν φιλοσοφησάντων εἰ ἐπισκοποίημεν, ὀλίγον παντελῶς ἕκαστον αὐτῶν ὑγιῶς ἂν εὕροιμεν λέγοντα· εἰ δὲ τὰς
15ἁπάντων ἀθροίσαιμεν εἰς ταὐτὸ δόξας, ἀξιόλογος ἤδη καὶ μεγάλη ἡ περὶ αὐτῆς θεωρία φανεῖται. περὶ γοῦν τῶν ἀρχῶν, ὡς ἐν τῷ πρὸ τούτου προ‐ είρηκεν, ἕκαστος μὲν τῶν εἰπόντων μέρος τι αὐτῶν εἶπε, καὶ οὐδὲ τοῦτο σαφῶς, τρόπον μέντοι τινὰ εἶπε πάσας εἰρῆσθαι τῷ ἄλλον ἄλλης μνημο‐ νεῦσαι. μήτε πάντας ἀποτυγχάνειν. τοῦτο εἴρηκεν ὡς ἴσον τῷ μήτε
20τινὰ τῶν πάντων ἀποτυγχάνειν αὐτῶν πάντῃ. ὅτι δὲ τοῦτο λέγει, δῆλον ἐποίησεν ἐπενεγκὼν ἀλλ’ ἕκαστον λέγειν τι περὶ τῆς φύσεως· τοῦτο
γὰρ συνῳδὸν τῷ μηδένα ἀποτυγχάνειν. τὸ δὲ τῆς φύσεως προσκείμενον139
in Metaph
.

140

τὸ πρὸ πάσης τοῦτο τῆς θεωρητικῆς εἶναι φιλοσοφίας τὸ βιβλίον συνίστησι καὶ αὐτό. δοκεῖ δέ μοι διὰ μὲν τοῦ πολλούς τε ἐπιβάλλεσθαι λέγειν περὶ αὐτῆς καὶ μηδένα αὐτῶν πάντῃ διαμαρτάνειν δείκνυσθαι τὸ κατὰ φύσιν ἡμῖν εἶναι τήνδε τὴν πραγματείαν, διὰ δὲ τοῦ μηδένα κατ’ ἀξίαν εἰρηκέναι
5περὶ αὐτῆς τὸ μέγεθος αὐτῆς ἐνδείκνυσθαι καὶ τὴν χαλεπότητα, καὶ ὅτι μὴ χρὴ πάρεργον ποιεῖσθαι τὴν ζήτησιν αὐτῆς. ἔχεσθαι μὲν γὰρ αὐτῆς χρή, ὅτι ἡμῖν ἐστι κατὰ φύσιν, μὴ παρέργως δέ, ὅτι ἐστὶ χαλεπή. προ‐ τρέποι δ’ ἂν ἡμᾶς δι’ ὧν εἴρηκε καὶ ἐπὶ τὸ μήτε καταφρονεῖν αὐτῆς ὡς ῥᾳδίας πάντῃ μήτε ἀπογινώσκειν ὡς πάντῃ χαλεπῆς.
10p. 993b4 Ὥστε εἴπερ ἔοικεν ἔχειν καθάπερ τυγχάνομεν παροι‐ μιαζόμενοι, τίς ἂν θύρας ἁμάρτοι. Ὅτι τὸ πάντας τι ὑγιὲς εἰρηκέναι τοὺς περὶ αὐτῆς λέγοντας σημεῖον ἂν εἴη τοῦ ῥᾳδίαν αὐτὴν εἶναι, ἔδειξε τῇ παροιμίᾳ προσχρησάμενος τῇ “τίς ἂν θύρας ἁμάρτοι;” ἣ λέγεται μὲν ἐπὶ τῶν εὐκόλων καὶ μηδὲν χα‐
15λεπὸν καὶ δυσεύρετον ἐχόντων, εἴληπται δὲ ἀπὸ τῶν τοξοτῶν τῶν ἐπὶ σκο‐ πὸν τοξευόντων· οὗτοι γάρ, ἂν μὲν στενὸς ὁ προκείμενος ᾖ σκοπός, οὐ ῥᾳδίως αὐτοῦ τυγχάνουσιν, ἂν δὲ ᾖ πλατύς, οὐ χαλεπὸν τὸ τούτου τυγ‐ χάνειν, διὸ καὶ πάντες αὐτοῦ τυγχάνουσιν. εἰ οὖν τοῦ ῥᾳδίου πάντες ἐπι‐ τυγχάνουσι, καὶ οὗ πάντες ἐπιτυγχάνουσι ῥᾴδιον τοῦτο. τὸ δὲ ὅλον τε
20ἔχειν καὶ μέρος μὴ δύνασθαι δηλοῖ τὸ χαλεπὸν αὐτῆς. πάλιν τοῦ140
in Metaph
.

141

χαλεπὴν καὶ δύσκολον τὴν πραγματείαν εἶναι σημεῖον ποιεῖται τὸ ἕτερον τῶν προρρηθέντων. ἦν δὲ τὸ καθ’ ἕνα μὲν ἢ μικρὸν ἢ μηδὲν ἐπιβάλλειν αὐτῇ, τῷ τοὺς καθ’ ἕνα μήτε περὶ ὅλης λέγειν τῆς πραγματείας μήτε περὶ μέρους αὐτῆς ὁλοκλήρως. οἱ γὰρ μηδὲν ἢ μικρὸν ἐπιβάλλοντες αὐτῇ πρὸς
5τῷ τοῦ παντὸς ἀπολείπεσθαι ἀπολείποιντο ἂν καὶ τῶν μερῶν αὐτῆς. οὗτοι δὴ τὸ χαλεπὸν αὐτῆς δεικνύουσιν. ἔχει δέ τι ἡ λέξις ἀκατάλληλον ἡ τὸ δ’ ὅλον τε ἔχειν καὶ μέρος μὴ δύνασθαι δηλοῖ τὸ χαλεπὸν αὐ‐ τῆς. δοκεῖ γὰρ δι’ αὐτῆς τὸ ἀντικείμενον λέγειν οὗ προείρηκε. προεί‐ ρηκε μὲν γὰρ ὅτι κατὰ μέρος μὲν ἕκαστος ἐπιβάλλει τῇ τῶν ὄντων ἀλη‐
10θείᾳ, ὅλου δὲ ἀποτυγχάνει· νῦν δὲ δοκεῖ λέγειν τὸ μὲν ὅλον ἔχειν τοὺς ἐπιβάλλοντας αὐτῇ, τὸ δὲ μέρος μὴ δύνασθαι. ὃ φεύγοντές τινες ἐνηλ‐ λάχθαι φασὶ τὴν λέξιν καὶ εἶναι τὸ κατάλληλον αὐτῆς “τὸ δὲ ὅλον μὴ δύνασθαι καὶ μέρος ἔχειν δηλοῖ τὸ χαλεπὸν αὐτῆς”· τοῦτο γὰρ σύμφωνον εἶναι τοῖς προειρημένοις. μήποτε δὲ ἄμεινον τῆς λέξεως ἀκούειν, ὡς προ‐
15ειρήκαμεν, τὸ δείκνυσθαι τὸ χαλεπὸν τῆς πραγματείας διὰ τοῦ μήτε τὸ ὅλον ἔχειν μήτε μέρος ὁλοκλήρως ἔχειν δύνασθαι· ὡς εἶναι τὸ λεγόμενον ἴσον τῷ τὸ δὲ μήτε ὅλον τι ἔχειν ἀλλὰ μηδὲ μέρος δύνασθαι· τὸ γὰρ ἢ μικρὸν ἢ μηδὲν ἐπιβάλλειν αὐτῇ οὔτε τὸ ὅλον ἔχειν ἦν οὔτε μέρος αὐτῆς ὅλον· οὗ γὰρ καὶ τὸ μέρος δύσληπτον, χαλεπὸν τοῦτο. καὶ εἴη ἂν ὑπερ‐
20βατὸν ἐν τῇ λέξει τοιοῦτον, τὸ μὴ δύνασθαι ὅλον τι ἔχειν καὶ μέρος, ὡς εἰ ἔλεγε, τὸ δὲ μηδέτερον δύνασθαι δηλοῖ τὸ χαλεπὸν αὐτῆς. δύναταί τις καὶ οὕτως ἀκοῦσαι τοῦ τὸ δ’ ὅλον τι ἔχειν καὶ μέρος μὴ δύνασθαι, τὸ εἰς ἔννοιαν μὲν τοῦ ὅλου καὶ ἐπίστασιν πάντας ἐλθεῖν, μηδὲν δὲ μέρος αὐτῆς ἐξακριβώσασθαι δυνηθῆναι δηλοῖ τὸ χαλεπὸν αὐτῆς. δύναται καὶ
25λείπειν τῇ λέξει τὸ πάντας ἅμα, ἵν’ ᾖ τὸ δ’ ὅλον τι ἔχειν πάντας ἅμα, μέρος δὲ ἕκαστον μὴ δύνασθαι, δηλοῖ τὸ χαλεπὸν αὐτῆς. καὶ τοῦτό γε μᾶλλον ἀκολουθεῖν δόξει τοῖς προειρημένοις τοῖς “καθ’ ἕνα μὲν ἢ μικρὸν ἢ μηδὲν ἐπιβάλλειν αὐτῇ, ἐκ πάντων δὲ τῶν συναθροιζομένων γίγνεσθαί τι μέγεθος.” δύναται ἴσον εἶναι τὸ εἰρημένον τῷ τὸ δὲ μὴ δύνασθαι καὶ
30ὅλον τι ἔχειν καὶ μέρος, ἀλλὰ μέρος τι μόνον λαμβάνειν αὐτοῦ. τὸ δὲ “τῇ μὲν χαλεπὴ τῇ δὲ ῥᾳδία” λέγοι ἂν οὐχ ὡς κατὰ ταὐτὸν ὄντων ἀμ‐ φοτέρω περὶ αὐτήν, ἀλλ’ ὡς φαντασιῶν καὶ δοξῶν ἀμφοτέρων οὐσῶν περὶ αὐτῆς, κατὰ μέν τι ὅτι ῥᾳδία, κατὰ δέ τι ὅτι χαλεπή· διὰ μὲν γὰρ τὸ καὶ πάντας ἐπιβάλλειν αὐτῇ οὐ χαλεπή, διὰ δὲ τὸ μηδένα κατορθοῦν μηδὲ
35κατὰ μέρος ὅλον οὐ ῥᾳδία. p. 993b7 Ἴσως δὲ καὶ τῆς χαλεπότητος οὔσης κατὰ δύο τρόπους.
Δείξας τῇ μὲν ῥᾳδίαν τὴν θεωρητικὴν φιλοσοφίαν τῇ δὲ χαλεπήν,141
in Metaph
.

142

διαίρεσιν ποιεῖται τοῦ χαλεποῦ, δεικνὺς κατὰ τί ἡ φιλοσοφία, δι’ οὗ πάλιν δείκνυται τὸ πῇ μὲν χαλεπὴν αὐτὴν εἶναι πῇ δὲ ῥᾳδίαν. οἱ δὲ τρόποι τῆς χαλεπότητος δύο, εἷς μὲν ὁ παρὰ τὴν τοῦ πράγματος θεωρουμένην φύσιν, τοιούτου ὄντος ὡς τῇ αὐτοῦ φύσει δυσθεώρητον εἶναι, δεύτερος ὁ
5διὰ τὴν τοῦ θεωροῦντος αὐτὸ ἀσθένειαν· δύναται γάρ τι τῇ αὐτοῦ φύσει ὂν εὐθεώρητον τῷ ἁπλοῦν εἶναι, διὰ τὴν ἡμετέραν ἀσθένειαν ἡμῖν εἶναι χαλεπόν τε καὶ δυσθεώρητον. ᾧ τρόπῳ τῆς χαλεπότητος ὑπάγει καὶ τὴν θεωρητικὴν τέχνην καὶ περὶ τῆς ἀληθείας φιλοσοφίαν. προτρέποι δ’ ἂν ἡμᾶς καὶ διὰ τούτου πρὸς τὴν θεωρητικὴν φιλοσοφίαν· εἰ γὰρ τὰ γνώριμα
10καὶ πρῶτα τῇ αὐτῶν φύσει ἡμῖν ἐστι δύσγνωστα διὰ τὴν ἀργίαν τοῦ νοῦ, δῆλον ὅτι δεῖ γυμνάζειν τε καὶ ἐπεγείρειν πρὸς αὐτὰ τὸν νοῦν, ὅπως αὐτῷ εὔγνωστα γίγνηται τὰ τῇ αὐτῶν φύσει γνώριμα. πῶς δὲ ἔνιά ἐστι χαλεπὰ παρὰ τὴν τῶν μετιόντων αὐτὰ ἀσθένειαν, οὐ παρὰ τὴν αὐτῶν φύσιν, ἔδειξεν ἐπὶ τῶν νυκτερίδων, αἷς τὸ μεθημερινὸν φῶς δι’ ἀσθένειαν τῶν ὀφθαλμῶν
15πρὸς τὸ ὁρᾶν ἐμποδίζει, ὂν τῇ αὐτοῦ φύσει μάλιστα ὁρατόν τε καὶ αἴτιον τοῦ ὁρᾶσθαι τὰ ὁρώμενα. ὡς δὴ ἐκείνων οἱ ὀφθαλμοὶ πρὸς τὸ φῶς ἔχουσιν, οὕτω καὶ ἐφ’ ἡμῖν φησι τὸν νοῦν τὸν ἡμέτερον ἔχειν πρὸς τὰ τῇ φύσει φανερώτατα· ταῦτα δέ ἐστι τὰ ἁπλούστατα, τοιαῦται δὲ αἱ ἀρχαί. οὕτω δὲ ὁ ἡμέτερος νοῦς πρὸς τὰ φανερώτατα τῶν ὄντων ἔχει διὰ τὸ
20μὴ ἀπολελυμένος καὶ κεχωρισμένος εἶναι, ἀλλ’ εἶναι σὺν αἰσθήσει καὶ ταῖς παθητικαῖς δυνάμεσι τῆς ψυχῆς, ἃ πάντα ἐμπόδια τῇ οἰκείᾳ τοῦ νοῦ ἐνεργείᾳ· ἡ γὰρ περὶ τὰ αἰσθητὰ συνεχὴς ἡμῶν ἐνέργεια ταῖς κεχωρισμέ‐ ναις τῆς αἰσθήσεως ἐνεργείαις ἐμποδὼν γίνεται. εἰ δὲ διὰ ταῦτά ἐστι τῆς ἀληθείας γνῶσις χαλεπή, ἀληθὲς τὸ προειρημένον τὸ ‘ἡ περὶ τῆς ἀληθείας
25γνῶσις τῇ μὲν χαλεπὴ τῇ δὲ ῥᾳδία‘· χαλεπὴ γὰρ ἡμῖν, τῇ δὲ αὐτῆς φύσει ῥᾳδία. καὶ εἴη ἂν κἀκεῖνα τούτου χάριν εἰρημένα κατασκευαστικὰ ὄντα
τοῦ ἄμφω ταῦτα ἔχειν αὐτήν, ὃ οὐ παρ’ ἄλλο τί ἐστιν ἢ παρὰ τὸ τῇ μὲν142
in Metaph
.

143

αὐτῆς φύσει τοιαύτην εἶναι, ἡμῖν δὲ διὰ τὴν ἡμετέραν ἀσθένειαν χαλεπὴν εἶναι γνωσθῆναι. p. 993b11 Οὐ μόνον δὲ χάριν ἔχειν δίκαιον τούτοις ὧν ἄν τις κοινώσαιτο ταῖς δόξαις.
5 Εἰπὼν περὶ τῆς θεωρητικῆς φιλοσοφίας ὅτι τῇ μὲν χαλεπὴ τῇ δὲ ῥᾳδία, εἰπὼν δὲ καὶ ὅτι μηδεὶς τῶν ἁψαμένων αὐτῆς ἱκανῶς τι περὶ αὐτῆς εἶπε, λέγει ὅτι μὴ διὰ τοῦτο χρὴ παραπέμπεσθαι αὐτούς, ἀλλὰ χάριν αὐ‐ τοῖς ἑκτέον ὡς οὐ μικρὰ ὠφελήσασι τοὺς ὑστέρους. ἅμα δὲ τὴν θεωρίαν διὰ τούτων συνίστησιν ὡς πάσης σπουδῆς ἀξίαν. ἀξιοῖ γὰρ χάριν ἡμᾶς
10ἔχειν μὴ μόνον τοῖς εἰρηκόσι τοιοῦτον ᾧ κἂν ἡμεῖς ὡς καλῶς εἰρημένῳ χρησαίμεθα καὶ κοινωνήσαιμεν τῆς δόξης, ἀλλὰ καὶ τοῖς ἀρχαιοτέροις, εἰ καὶ ἐπιπολαιότερον δοκοῦσι περὶ τούτων εἰρηκέναι. καὶ λέγει τούτου τὴν αἰτίαν· καὶ γὰρ οὗτοι συνετέλεσάν τι ἡμῖν πρὸς τὴν τῶν ζητουμένων εὕ‐ ρεσιν. τὴν γὰρ ἕξιν, τουτέστι τὴν δύναμιν ἡμῶν, ᾗ δυνάμει τῆς ψυχῆς
15τὰ τοιαῦτα ζητεῖν δυνάμεθα (αὕτη δέ ἐστιν ἡ κατὰ τὸν νοῦν), ταύτην προήσκησαν θήξαντές πως καὶ κινήσαντες ταῖς ζητήσεσιν, ἅτε ὁδοποιή‐ σαντες καὶ ἐπιστήσαντες εἰς τὸ καὶ αὐτοὺς ζητεῖν περὶ τούτων, καὶ εἰς ἔννοιαν ἀγαγόντες ὡς ἔστιν οἰκεία ἡμῖν ἡ περὶ ὧν ἐπραγματεύσαντο θεωρία. εἴη δ’ ἂν καὶ διὰ τούτου προτρέπων ἡμᾶς ἐπὶ τὸ πάσαις ταῖς παρὰ τού‐
20των καταβεβλημέναις δόξαις ἐντυγχάνειν· ἡ γὰρ τῶν καταβεβλημένων δοξῶν εὐπορία εὑρετικωτέρους ἡμᾶς τῆς ἀληθείας παρασκευάσει. πῶς γὰρ οἷόν τε χάριν ἔχειν τούτοις, ὡς ἀξιοῖ, μὴ πρῶτον αὐτῶν τὰς δόξας ἱστορηκό‐ τας; δόξαι δ’ ἂν ἐκ ταύτης τῆς λέξεως τὸ βιβλίον τοῦτο ἀκόλουθον εἶναί
πως τῷ πρὸ αὐτοῦ τεταγμένῳ· ἐν ἐκείνῳ γὰρ ἱστορήσας τὰς τῶν πρὸ143
in Metaph
.

144

αὐτοῦ περὶ τῶν πρώτων ἀρχῶν δόξας καὶ ἀντειπών τινα πρὸς αὐτούς, ἐν τούτῳ φησίν, οὐκ ἐπειδὴ ἀντιλέγομεν ταῖς τινῶν δόξαις διὰ τοῦτο ὡς μη‐ δὲν ἡμῖν εἰς τὰ προκείμενα συντελέσαντας παραπέμπεσθαι χρή, ἀλλὰ καὶ τοῖς εὐκαταφρονήτως εἰρηκέναι δοκοῦσί τινα χάριν ἑκτέον· καὶ γὰρ παρὰ
5τούτων ὠνάμεθά τι· προησκήθημεν γὰρ τὴν ἕξιν. ὅτι γὰρ χρήσιμοι οἱ ὁπωσοῦν ἀρξάμενοί τινος καὶ οὐχ οἱ ἐπὶ πλέον ἐπεξεργασάμενοι μόνον, δῆλον ἐποίησε παραθέμενος Τιμόθεόν τε ὃς ἄριστος ἐδόκει γεγονέναι μελοποιός, καὶ Φρῦνιν ὃς ἀρχαιότερος ἐγένετο Τιμοθέου, οὐ μὴν τοιοῦτος τὴν τέχνην· τούτων γὰρ παρὰ μὲν Τιμοθέου τὴν μελοποιίαν, παρὰ δὲ Φρύνιδος τὸ Τι‐
10μόθεον τοιοῦτον γενέσθαι· οὐ γὰρ ἂν ἐπὶ τοσοῦτον οὗτος ἐξειργάσατο ταῦτα μὴ πρώτου ἐκείνου γιγνομένου τε καὶ ἀρξαμένου. ὡς δὲ ἐπ’ ἐκείνων ἔχει, οὕτω δὲ καὶ ἐπὶ τῆς καλῆς κατὰ τὴν ἀλήθειαν θεωρίας· παρὰ μὲν γάρ τινων ἔχομεν δόξας τινάς, αἷς ἄξιον χρῆσθαι ὡς ἐχούσαις περιττόν τι, ἄλλοι δὲ τοῦ τούτους εἰπεῖν τι καὶ εὑρεῖν τοιοῦτον ἐγένοντο αἴτιοι.
15p. 993b19 Ὀρθῶς δὲ καὶ τὸ καλεῖσθαι τὴν φιλοσοφίαν ἐπιστήμην τῆς ἀληθείας. Χρησάμενος τῷ τῆς ἀληθείας ὀνόματι ἐπὶ τῆς θεωρητικῆς φιλοσο‐ φίας, νῦν ὅτι εὐλόγως οὕτως καλεῖται συνίστησι· φιλοσοφίαν γὰρ ἰδίως τὴν
θεωρητικὴν λέγει, ὡς δι’ ὧν ἐπιφέρει δηλοῖ, λέγων θεωρητικῆς μὲν144
in Metaph
.

145

γὰρ τέλος ἀλήθεια, καὶ ταύτης ἔτι μᾶλλον τὴν περὶ τῶν πρώτων ἀρχῶν τε καὶ αἰτίων τῶν παντάπασιν αἰσθήσεως κεχωρισμένων καὶ τῇ αὐτῶν φύσει ὄντων, ἣν καὶ σοφίαν καλεῖ. συνίστησι δὲ τὸ προειρημένον οὕτως. ἐπεὶ τέλος τῆς θεωρητικῆς φιλοσοφίας ἐστὶν ἡ ἀλήθεια, ἀπὸ δὲ τοῦ τέ‐
5λους καὶ τοῦ σκοποῦ ἑκάστη μέθοδος χαρακτηρίζεταί τε καὶ τὸ εἶναι ἔχει, εἰκότως παρὰ τῆς ἀληθείας αὕτη καλεῖται· τοῦτο γὰρ αὐτῆς τέλος. καὶ τῇ τῶν πρακτικῶν ἐπιστημῶν δὲ παραθέσει ἔδειξε τὸ εὐλόγως καλεῖσθαι παρὰ τῆς ἀληθείας τὴν θεωρητικήν· τέλος γὰρ τῇ πρακτικῇ ἡ πρᾶξις, καὶ οὐχ ἡ γνῶσις τέλος τῆς ἐν τοῖς πρακτοῖς ἀληθείας· καὶ γὰρ ἐν οἷς τὸ
10πῶς ἔχει τὸ ὑποκείμενον ἀληθείας σκοποῦσιν οἱ πρακτικοί, οὐ περὶ ἀιδίου τινὸς ἀλήθειαν σκοποῦσιν. ὡς δὲ τῆς περὶ τὰ ἀίδια ἀληθείας κυρίως καὶ μάλιστα ἀληθείας οὔσης, οὐ τῆς ἐν τοῖς πρακτοῖς, τοῦτο προσέθηκεν. οὐ δὴ περὶ ταύτης οἱ πρακτικοί, ἀλλὰ τῆς τινὶ καὶ ποτέ, καὶ ἐπὶ τὴν πρᾶξιν τὴν ἀναφορὰν τῆς θεωρίας ποιούμενοι· τοιαῦτα γὰρ τὰ πρακτά, οὐκ ἀεὶ
15οὐδὲ καθόλου, ἀλλὰ μεταπίπτοντα καὶ κατὰ τὰς ἡλικίας τῶν πραττόντων καὶ κατὰ τὰς τύχας καὶ κατὰ τὰς πρὸς οὓς πράττεται σχέσεις. καὶ γὰρ αἱ περὶ τῶν ἀρετῶν καὶ τῶν κατὰ ταύτας ἐνεργειῶν ζητήσεις, αἳ μὴ θεω‐ ρίας χάριν ἐγίνοντο μόνης, ἐν τοῖς πρακτοῖς εἰσι καὶ περὶ τὰ καθ’ ἕκαστα· περὶ γὰρ ταῦτα ἡ αὐτῶν ἀναφορά. διὰ δὲ τοῦ εἰπεῖν οὐκ ἀίδιον
20ἔδειξεν ὅτι μὴ τὸ τέλος τοῖς πρακτικοῖς ἀλήθειά τε καὶ ἐπιστήμη· ἀιδίων γὰρ αἱ ἐπιστῆμαι καὶ θεωρίαι. γράφεται δὲ ἔν τισιν ἀντιγράφοις οὐ τὸ αἴτιον καθ’ αὑτὸ ἀλλὰ πρός τι καὶ νῦν θεωροῦσιν. οὗ γεγραμ‐ μένου εἴη ἂν λέγων ὅτι οὐ τὸ κυρίως καὶ καθ’ αὑτὸ αἴτιον, ὃ τοῦ ἁπλῶς ἀληθέσιν αὐτοῖς εἶναι αἴτιόν ἐστι, θεωροῦσιν οἱ πρακτικοί, ἀλλὰ τοῦ πρὸς
25τόδε καὶ νῦν ἀληθὲς αὐτὸ εἶναι· τοιοῦτον γὰρ τό τε ἐν τοῖς πρακτοῖς ἀληθὲς καὶ τὸ ὡς πρακτῶν αὐτῶν αἴτιον. p. 993b23 Οὐκ ἴσμεν δὲ τὸ ἀληθὲς ἄνευ αἰτίας. Τὸ λεγόμενον ἴσον ἐστὶ τῷ ἀλλὰ μὴν τὸ ἀληθὲς οὐχ οἷόν τε ἄνευ
αἰτίας εἰδέναι· ὥστε εἰ οἱ πρακτικοὶ μὴ κατὰ τὸ κυρίως αἴτιον τὴν γνῶσιν145
in Metaph
.

146

περὶ τῶν προκειμένων ποιοῦνται, οὐδὲ τὸ ὄντως ἀληθὲς ἐν αὐτοῖς θεω‐ ροῦσι. καὶ εἴη ἂν οὕτως μὲν λεγόμενον ἀκολούθως εἰρημένον τῇ δευτέρᾳ γραφῇ· εἰ δὲ ἁπλῶς λέγοιτο, ὡς δεικτικὸν ἂν λέγοιτο τοῦ δεῖν τὸν περὶ τὸ ἀληθὲς πραγματευόμενον τῶν αἰτιῶν εἶναι θεωρητικόν. ἐνδειξάμενος δὲ
5ὅτι ἐστὶν αὐτῷ ἡ προκειμένη πραγματεία περὶ τῆς ἀληθείας θεωρία, καὶ τίς ἐστιν αὕτη δείξας, ὅτι ἡ σοφία καὶ ἡ θεωρητικὴ φιλοσοφία, προστίθησι τοῖς εἰρημένοις ὅτι ἀδύνατον τὸ ἀληθὲς γνῶναι ἀγνοοῦντας τὴν αἰτίαν, δι‐ δάσκων ἡμᾶς διὰ τούτου καὶ τοῦ ἐπὶ τούτῳ λεγομένου ὅτι ἀναγκαία ἂν εἴη τῷ περὶ ἀλήθειαν καταγινομένῳ ἡ τῶν αἰτίων γνῶσις, ὡς εἶπε καὶ
10τῆς Φυσικῆς μὲν ἀρχόμενος· καὶ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς ἔδειξεν ἐπιστήμην οὖσαν τὴν δι’ αἰτίου γνῶσιν· ἔδειξε δὲ καὶ ἐν τῷ πρώτῳ τὴν κυρίως γνῶσίν τινος ἐκ τῆς τῶν αἰτίων αὐτοῦ γνώσεως ἠρτημένην. οὐχ ὅτι δὲ πᾶν ἀληθὲς ἐξ αἰτίας γνωρίζεται λέγει· οὕτως γὰρ ἐπ’ ἄπειρόν τε ἂν εἴη τὰ αἴτια, καὶ οὐδὲν γνωστὸν ἂν εἴη, ὡς μετ’ ὀλίγον δείξει· ἀλλὰ
15δῆλον ὅτι τούτων τὸ ἀληθὲς οὐχ οἷόν τε γνῶναι χωρὶς αἰτίας τῶν ἐχόν‐ των αἰτίας. ἔστι δέ τινα γνωστὰ χωρὶς αἰτίας· τὰ γὰρ οὐκ ἔχοντα αἰτίας τοιαῦτα οἷα τὰ πρῶτα καὶ αἱ ἀρχαί, ὧν οὐκ ἔστιν αἴτια. ἢ οὖν ἐνδεῶς εἴρηκε· λείπει γὰρ τὸ ὧν εἰσιν ἀρχαὶ καὶ αἴτια, ὃ εἶπεν ἐν τῇ Φυσικῇ ἀκροάσει· ἢ τὸ οὐκ ἴσμεν ἴσον ἐστὶ τῷ οὐκ ἔχομεν ἐπιστήμην· ἡ γὰρ
20ἐπιστήμη ἐστὶ κυρίως ἡ δι’ ἀποδείξεως γνῶσις, τῶν δὲ ἀρχῶν οὐκ ἔστιν ἀπόδειξις, ὥστε οὐδὲ γνῶσις τοιαύτη. ἢ δι’ ὧν ἐπιφέρει καὶ περὶ τούτου λέγει· τοιοῦτον γὰρ τὸ ὥστε καὶ ἀληθέστερον τὸ τοῖς ὑστέροις αἴτιον τοῦ ἀληθέσιν εἶναι· καὶ διὰ τοῦ τὰς τῶν ἀεὶ ὄντων ἀρχὰς δέον ἀεὶ εἶναι ἀληθεστάτας· οὐ γὰρ ποτὲ ἀληθεῖς, οὐδὲ ἐκείνων
25αἴτιον τοῦ εἶναι ἄλλο, ἀλλ’ ἐκεῖναι τοῖς ἄλλοις.146
in Metaph
.

147

p. 993b24 Ἕκαστον δὲ μάλιστα αὐτὸ τῶν ἄλλων, καθ’ ὃ καὶ τοῖς ἄλλοις ὑπάρχει τὸ συνώνυμον. Εἰπὼν ὅτι μὴ οἷόν τε τὴν ἀλήθειαν τὴν ἐν τοῖς ἔχουσιν αἰτίας γνῶναι χωρὶς τῆς γνώσεως τῶν αἰτιῶν αὐτῶν, καὶ διὰ τούτου δείξας ἀναγκαίαν
5τῇ θεωρητικῇ φιλοσοφίᾳ τὴν τῶν αἰτίων γνῶσιν, νῦν ὅτι ἀναγκαία δείκνυσι πάλιν διὰ τοῦ δεῖν μὲν τὸν περὶ τῆς ἀληθείας φιλοσοφοῦντα τὰ μάλιστα ἀληθῆ γνωρίζειν, μάλιστα δὲ ἀληθῆ τὰ ἀίδια αἴτια· ταῦτα γὰρ καὶ τῆς τῶν δι’ αὐτὴν ὄντων ἀληθείας αἴτια. ἀληθέστατον μὲν γὰρ ὃ καὶ τοῖς ἄλλοις αἴτιον τοῦ ἀληθέσιν εἶναι, αἱ δὲ ἀρχαὶ αἴτια τῆς ἐν τοῖς δι’ αὐτὰς
10οὖσιν ἀληθείας. ἕκαστον γὰρ τῶν ὄντων ἐφ’ ὅσον τοῦ εἶναι μετέχει, ἐπὶ τοσοῦτον καὶ τῆς ἀληθείας· τὸ γοῦν ψεῦδος μὴ ὄν. διὸ τὰ ἀίδια μάλιστα ὄντα, καὶ μάλιστα ἡ ἐκείνων γνῶσις ἀλήθεια, εἴ γε ἐπιστήμη. εἰ δὲ τὰ ἀίδια μάλιστα ὄντα, ἔτι μᾶλλον ὄντα τὰ τούτοις αἴτια τοῦ εἶναι ἀεί· διὰ γὰρ τὸ εἶναι αἴτια τούτοις ἐκεῖνα τούτων μᾶλλον ὄντα καὶ μάλιστα ὄντα.
15οὗ τὴν αἰτίαν παρέθετο εἰπὼν ἕκαστον δὲ μάλιστα αὐτὸ τῶν ἄλλων καθ’ ὃ καὶ τοῖς ἄλλοις ὑπάρχει τὸ συνώνυμον. δι’ ὃ γάρ τισιν ὑπάρχει τὸ τοῖσδέ τισιν εἶναι καὶ συνωνύμοις κατὰ τοῦτο ἀλλήλοις, οἷον θερμοῖς, ἐκεῖνο μάλιστα θερμόν. δεῖ γὰρ μὴ μόνον ἀλλήλοις αὐτὰ εἶναι συνώνυμα, ἀλλὰ καὶ τὸ αἴτιον αὐτοῖς τοῦ εἶναι τοιούτοις συνώνυμον αὐ‐
20τοῖς εἶναι· τότε γὰρ ἔσται μάλιστα τοιοῦτον αὐτό, ὅταν ᾖ πρῶτον τοιοῦτον, οἷον μάλιστα θερμὸν ἔσται τὸ τοῖς θερμοῖς αἴτιον τοῦ εἶναι θερμοῖς, πρῶ‐ τον θερμὸν ὂν αὐτό. οὕτως αἴτιον τὸ πῦρ τοῖς θερμοῖς τοῦ εἶναι θερμοῖς· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ εἰπεῖν καθ’ ὃ καὶ τοῖς ἄλλοις, ἐπεὶ δύνα‐ ται αἴτιόν τισιν εἶναι τοῦ τοῖσδε εἶναι μὴ ὂν αὐτὸ τοιοῦτον, οἷον ἡ τρῖψις
25αἰτία θερμότητός τισιν, ἀλλ’ οὐ μάλιστα θερμὴ οὖσα αἰτία τῆς θερμότη‐ τος ἐκείνοις. τὸ δὲ πῦρ, ἐπεὶ τοῖς θερμοῖς αἴτιον τῆς θερμότητος θερμὸν ὂν καὶ αὐτό, διὰ τοῦτο μάλιστα καὶ αὐτὸ θερμόν. καὶ τὰ τῶν ὄντων δὴ
μάλιστα αἴτια, ὄντα καὶ αὐτά, ὄντα μᾶλλον ἐκείνων τῷ αἴτια αὐτῶν εἶναι,147
in Metaph
.

148

καὶ ἀληθῆ ἔτι μᾶλλον· ἦν γὰρ κείμενον τὸ ᾗ ἕκαστον τοῦ ὄντος μετέχει, οὕτω καὶ τῆς ἀληθείας ἔχειν. καθ’ ὅσον μὲν οὖν ἀίδια καὶ τὰ ἀεὶ ὄντα λέγω καὶ τὰ τούτων αἴτια, κατὰ τοσοῦτον συνωνύμως ἀλλήλοις τε καὶ τοῖς αἰτίοις αὐτῶν ἀληθῆ· καθ’ ὅσον δὲ αἴτιά τισι τοῦ εἶναι μάλιστα τοιαῦτα,
5κατὰ τοσοῦτον μᾶλλον ἐν τοῖς ἀιδίοις ἀληθῆ τὰ αἴτια αὐτῶν· ὥστε μά‐ λιστα ἂν εἴη περὶ ἀληθείας ἡ περὶ τῶν τοιούτων αἰτίων γνῶσις. καὶ γὰρ εἰ τὰ ἀεὶ ὄντα, περὶ ἃ ἡ θεωρία, ἀεὶ ἀληθῆ τῷ ἀεὶ εἶναι, ἀλλ’ οὖν καὶ ἐν τούτοις μάλιστα τὰ αἴτια τῶν αἰτιατῶν ἀληθῆ· τὰ μὲν γὰρ πρῶτα τὰ δὲ ὕστερα, οὐ τῷ χρόνῳ (ἀμφότερα γὰρ ἀίδια) ἀλλὰ τῇ φύσει· φύσει
10γὰρ πρῶτον τὸ αἴτιον τῶν οἷς ἐστιν αἴτιον. οὐδὲν δὲ ἄτοπον λέγειν ἀληθὲς ἀληθοῦς διαφέρειν, εἴ γε τὸ μὲν ἀληθὲς τοῦ εἶναι ἤρτηται, διαφέρον δὲ τὸ εἶναι τοῖς γνωστοῖς· τὰ μὲν γὰρ αὐτῶν ἐστιν ἐπιστητὰ τὰ δὲ δοξαστά. τὴν γὰρ ὕλην, ὡς προελθὼν ἐρεῖ, κινουμένων εἶναι ἀνάγκη. οὐ γὰρ ἐπιστητὰ τὰ ὄντα πάντα, ἀληθῆ δὲ τὰ ὄντα, ἀλλὰ καθ’ ἕκαστον ἡ τοῦ ὄντος ὡς
15ἔχει γνῶσις ἀλήθεια, οὐ κατ’ αὐτά (οὐ γὰρ ἐν τοῖς πράγμασιν ἡ ἀλήθεια) ἀλλὰ καθ’ ὅσον ἡ τοῦ ὄντος ὡς ἔχει γνῶσις ἀλήθεια. εἰ δὲ τοῦτο, καὶ ἡ τοῦ μάλιστα ὡς ἔχει γνῶσις μάλιστα ἀλήθεια, εἴ γε καὶ ἐπιστήμη. ὥστ’ ἐπεὶ τῷ ὄντι ἕπεται τὸ ἀληθές, τῷ μάλιστα ὄντι ἕποιτο ἂν τὸ μάλιστα ἀληθές.
20p. 993b28 Διὸ τὰς τῶν ἀεὶ ὄντων ἀρχὰς ἀναγκαῖον ἀεὶ εἶναι ἀλη‐ θεστάτας. Τουτέστι τὴν γνῶσιν αὐτῶν εἶναι ἀεὶ ἀληθεστάτην· εἰ γὰρ τὸ ὂν ἀλη‐ θές, τὸ ἀεὶ ὂν ἀληθὲς ἀεί. ὃ δὴ τοῦ ἀεὶ ἀληθοῦς ἐστιν ἀληθέστερον, ἀεὶ ἀληθέστατον ἂν εἴη. τοιαῦτα δὲ τὰ αἴτια τῶν ὄντων ἀεί, οἷον κόσμου
25τοῦδε καὶ τῶν ἄστρων, ἢ τῶν τεσσάρων σωμάτων, ὧν κατ’ εἶδος ἡ ἀιδιό‐ της, καὶ τῶν ἐπὶ τοῖς καθ’ ἕκαστά τε καὶ ἐν γενέσει ἀιδίων· καὶ γὰρ αὐτὰ ἀίδια. τὰ γὰρ τῶν τοιούτων αἴτια τῷ μὲν ἀεὶ εἶναι (οὐ γὰρ δὴ τῶν ἀι‐ δίων οὐκ ἀίδια τὰ αἴτια) ἀεὶ ἔσται ἀληθῆ· τῷ δὲ αἴτια εἶναι τῶν ἀιδίων τε καὶ ἀεὶ ἀληθῶν μᾶλλον αὐτῶν ἀληθῆ ἔσται, ὥστε καὶ ἀληθέστατα.
30κεῖται γὰρ ὅτι τὸ τοῦ εἶναί τισιν αἴτιον, τοῦτο καὶ τοῦ ἀληθέσιν αὐτοῖς εἶναί ἐστιν αἴτιον, καὶ ὅτι ἀληθέστατον τοῦτο ὡς ἀεὶ ὄν, καὶ ὅτι μηδέν
ἐστιν αἴτιον τοῦ εἶναι αὐτῷ, ἀλλ’ αὐτὸ τοῖς ἄλλοις. εἰπὼν δὲ ὥστε καὶ148
in Metaph
.

149

ἀληθέστατον τὸ τοῖς ὑστέροις αἴτιον τοῦ ἀληθέσιν εἶναι, ἐπή‐ νεγκε τὸ καὶ γὰρ τὰς τῶν ἀεὶ ὄντων ἀρχὰς ἀναγκαῖον ἀεὶ εἶναι ἀληθεστάτας, ὡς ὁμολογουμένου τοῦ ὅτι τὸ τοῦ εἶναί τισιν αἴτιον, τοῦτο καὶ τοῦ ἀληθέσιν αὐτοῖς εἶναί ἐστιν αἴτιον. οὗ οὕτως ἔχοντος ἕπεται τὸ
5τὰς τῶν ἀεὶ ὄντων ἀρχὰς ἀληθεστάτας εἶναι· τὰ γὰρ τῶν ἀεὶ ὄντων ἀλη‐ θῶν ἀληθέστερα ἀληθέστατα. διὰ τούτων δὲ δείκνυσιν ὡς συνηρτημένου τοῦ ἀληθοῦς τῷ ὄντι· διὸ καὶ ἐπιφέρει ὥστε ἕκαστον ὡς ἔχει τοῦ εἶναι, οὕτω καὶ τῆς ἀληθείας, ἴσον λέγων τῷ ὡς γὰρ ἕκαστον ἔχει τε καὶ μετέχει τοῦ εἶναι, οὕτω καὶ τῆς ἀληθείας. οὐ γὰρ ποτὲ ἀλη‐
10θεῖς, τοῦτο δὲ διὰ τὸ ἀίδια εἶναι· ἀλλὰ κατά γε τοῦτο κοινωνεῖ αὐτοῖς καὶ τὰ ἄλλα τὰ ἀίδια. τὸ δὲ οὐδὲ ἐκείνων αἴτιον τοῦ εἶναι, ἀλλ’ ἐκεῖνα τοῖς ἄλλοις δεικτικὸν τῆς καὶ ἐν τοῖς ἀιδίοις αὐτῶν κατὰ τὴν ἀλήθειαν ὑπεροχῆς. p. 994a1 Ἀλλὰ μὴν ὅτι ἔστι τις ἀρχὴ καὶ οὐκ ἄπειρα τὰ αἴτια
15τῶν ὄντων, οὔτ’ εἰς εὐθυωρίαν οὔτε κατ’ εἶδος, δῆλον. Εἰπὼν τὴν θεωρητικὴν φιλοσοφίαν περὶ ἀληθείας ἐπιστήμην εἶναι, ἥτις διὰ τῆς τῶν αἰτίων γνώσεως γίνεται, εἰπὼν δὲ καὶ μάλιστα ἀληθῆ τὰ αἴτια εἶναι, καὶ διὰ τούτων συστήσας ἀναγκαίαν οὖσαν τῇ θεωρητικῇ φιλοσοφίᾳ τὴν τῶν αἰτίων γνῶσιν, οὔσῃ τἀληθοῦς θεωρητικῇ, ἐπεὶ τὰ αἴτια
20τοῦ εἶναι τοῖς ἀιδίοις τῶν ὄντων μάλιστά ἐστιν ἀληθῆ, ἀναγκαίως καὶ ἀκο‐ λούθως τοῖς προειρημένοις δείκνυσιν ὅτι ἔστι τινὰ αἴτια καὶ ἔστι τις ἀρχὴ ἐν αὐτοῖς, τουτέστι πρῶτον αἴτιον, καὶ οὐκ ἐπ’ ἄπειρον ἡ πρόοδος τῶν αἰτίων· οὕτω γὰρ οὐκ ἂν εἴη γνωστὰ τὰ αἴτια, ἀλλ’ οὐδὲ εἴη τι τὴν ἀρ‐ χὴν αἴτιον, ὡς δείξει. διὰ δὲ τοῦ δεικνύναι ὅτι οὐκ ἄπειρα τὰ αἴτια, δεί‐
25κνυται αὐτῷ καὶ ὅτι ἔστι τὴν ἀρχὴν καὶ ὅτι γνωστά. φησὶ δὲ μήτε κατ’ εὐθυωρίαν τὰς ἀρχὰς καὶ αἰτίας ἀπείρους εἶναι δύνασθαι μήτε κατ’ εἶδος. ἔστι δὲ κατ’ εὐθυωρίαν μὲν ἄπειρα, εἴ τις ἐπὶ τοῦ ληφθέντος αἰτίου καθ’ ἕκαστον εἶδος αἰτίου ἄλλο τι προαναβεβηκὸς πάλιν αἴτιον λέγοι, ὡς εἶναι ἐπὶ μὲν τῆς ὑλικῆς αἰτίας ἀεὶ τοῦδέ τινος ὕλην ἄλλην τινὰ ὕλην ἔχουσαν,
30κἀκείνην πάλιν ἄλλην, καὶ τοῦτο ἐπ’ ἄπειρον, μηδεμιᾶς οὔσης ἐσχάτης ὕλης, ἣ οὐκέτ’ ἐξ ὕλης ἔστιν· οἷον, ὡς αὐτὸς παρέθετο, εἰ εἴη τῆς μὲν
σαρκὸς ὕλη γῆ, τῆς δὲ γῆς ἀήρ, τοῦ ἀέρος πῦρ, τοῦ δὲ πυρὸς ἄλλο τι,149
in Metaph
.

150

καὶ τοῦτο ἐπ’ ἄπειρον. καὶ ἐπὶ τῆς ποιητικῆς πάλιν αἰτίας, ἣν αὐτὸς εἶπεν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, ὁμοίως, ὡς τόδε μὲν τοῦδέ τινος ποιητικὸν εἶναι καὶ κινητικὸν αἴτιον, αὐτοῦ δὲ τούτου πάλιν ἄλλο, κἀκείνου πάλιν ὁμοίως ἄλλα, καὶ τοῦτο ἐπ’ ἄπειρον· οἷον αὐτὸς πάλιν δεικνὺς παρ‐
5έθετο, εἰ εἴη τοῦ μὲν ἀνθρώπου κινητικὸν αἴτιον ὁ ἀήρ, τοῦ δὲ ἀέρος ὁ ἥλιος, τοῦ δὲ ἡλίου πάλιν τὸ νεῖκος καὶ τοῦ νείκους αὖ πάλιν ἄλλο τι, καὶ τοῦτο ἐπ’ ἄπειρον. ὅμοιος δὲ ὁ λόγος καὶ ἐπὶ τῆς κατὰ τὸ τέλος καὶ τὸ οὗ ἕνεκα αἰτίας, ὡς εἶναι τῶν τελῶν τῶν λαμβανομένων ἕκαστον ἄλλου χάριν γιγνόμενον καὶ ἐπὶ ἄλλο τι τέλος ἀναφερόμενον, ὡς μὴ εἶναί τι
10ἔσχατον, οὗ χάριν τὰ ἄλλα, αὐτὸ δὲ μηδενός. ὁμοίως καὶ ἐπὶ τοῦ εἰδικοῦ αἰτίου καὶ ὡς αὐτὸς λέγει τοῦ τί ἦν εἶναι, εἰ πάλιν καὶ ἐπὶ τούτων ἑκά‐ στου τῶν λαμβανομένων εἰδῶν ἄλλο τι εἶδος εἴη, οἷον ζῴου μὲν εἶδος ψυχή, ψυχῆς δὲ ἄλλο τι, φέρε εἰπεῖν οἷον νοῦς, νοῦ δὲ πάλιν ἄλλο τι. τοιαύτη μὲν ἡ κατ’ εὐθυωρίαν τῶν αἰτίων ἀπειρία, ἡ δὲ κατ’ εἶδος, εἰ
15μὴ τέσσαρα εἴη εἴδη τῶν αἰτίων, ὡς αὐτὸς ἔδειξεν, ἤ τις ἄλλος ἀριθμὸς ὡρισμένος, ἀλλ’ εἴη ἄπειρα, ὡς φέρε εἰπεῖν οἱ ὑποτιθέμενοι ἐν ταῖς ἀρχαῖς ἀπείρους σχημάτων διαφοράς. ὅτι δὲ κατὰ μηδέτερον τῶν τρόπων τούτων οἷόν τε ἄπειρα εἶναι αἴτια, δείκνυσι, καὶ πρῶτόν γε ὅτι ἀδύνατόν ἐστιν εἶναι κατ’ εὐθυωρίαν ἄπειρα τὰ αἴτια παρίστησι. δεῖ δὲ τὴν κατ’ εὐ‐
20θυωρίαν τῶν αἰτίων ἀπειρίαν ὅτι μή ἐστιν ἐλέγχειν, μὴ τὴν κατὰ χρόνον ἀπειρίαν λαμβάνοντα καὶ οὕτως ἀεὶ τοῦ γεγονότος ἔκ τινος τὸ αἴτιον λαμ‐ βάνοντα· οὕτω μὲν γὰρ ἀνάγκη ἐπ’ ἄπειρον τὴν ἄνοδον εἶναι, ἀπείρου τε τοῦ χρόνου οὕτως ὄντος καὶ ἀιδίου τοῦ κόσμου· ἡ γὰρ τοιαύτη λῆψις οὐκ αἰτίων δείκνυσιν ἀπειρίαν ἀλλὰ χρόνου. ἡ δὲ τῶν αἰτίων ἀπειρία δεικνύ‐
25οιτο ἄν, εἰ ἐπ’ ἄπειρον ἄλλο πρὸ ἄλλου αἴτιον κατὰ τὸ εἶδος διαφέρον λαμβάνοιτο, ἐπεὶ τῆς γε ἀδιαλείπτου γενέσεως τῆς ἐν τῷ ἀπείρῳ χρόνῳ τὰ αὐτὰ αἴτια ὄντα δείκνυται. p. 994a11 Τῶν γὰρ μέσων ὧν ἐστιν ἔσχατον καὶ πρότερον, ἀναγ‐ καῖον εἶναι τὸ πρότερον αἴτιον τῶν μέσων.
30 Ὅτι μὴ οἷόν τε εἰς εὐθυωρίαν εἶναι ἄπειρόν τι εἶδος αἰτίων, καθολικῇ δείξει χρώμενος τοιαύτῃ παρίστησιν. ἐν οἷς ἔστι μέσα τινά, ὡς εἶναί τι πρῶτον καὶ εἶναί τι ἔσχατον καὶ τούτων μεταξύ τινα, ἀνάγκη τούτων τὸ πρῶτον αἴτιον εἶναι τῶν μέσων τε καὶ μετ’ αὐτὸ ὄντων, εἰ δηλονότι οὕ‐
τως ἔχοιεν πρὸς ἄλληλα ταῦτα ὡς τὸ μὲν αὐτῶν αἴτιον εἶναι τὸ δὲ αἰτια‐150
in Metaph
.

151

τόν. καὶ διὰ τί τοῦτο, δείκνυσιν ἐπὶ τριῶν ποιησάμενος τὸν λόγον. πρῶ‐ τον δὲ καὶ ἔσχατον οὐ τῷ χρόνῳ λαμβάνει, ἀλλὰ τὴν κατ’ εἶδος διαφορὰν δεικνὺς τῶν αἰτίων. τῶν γὰρ ὁμοειδῶν οὐδὲν μᾶλλον ἄλλο ἄλλου κατὰ τὴν οἰκείαν φύσιν πρῶτόν ἐστιν. εἰ γοῦν τρία οὕτως ἔχοντα πρὸς ἄλληλα
5ληφθείη, καί τινα δέοι τί τούτων αἴτιόν ἐστι τῶν ἄλλων ἀποδοῦναι, τὸ πρῶτον ἂν εἴποιμεν. οὔτε γὰρ τὸ ἔσχατον· οὐδενὸς γὰρ τοῦτο αἴτιον, μηδέν γε ἔχον μετ’ αὐτό. ἀλλ’ οὐδὲ τὸ μέσον· τοῦ γὰρ μετ’ αὐτὸ τοῦτο αἴτιον, εἴπερ ἄρα, εἶναι δύναται μόνου· ἦν δὲ ζητούμενον τί ἐκ τῶν εἰ‐ λημμένων τῶν ἄλλων ἐστὶν αἴτιον, ἐπεὶ ὡς τὸ μέσον πρὸς τὸ μετ’ αὐτὸ
10ἔχει, οὕτω τὸ πρῶτον πρὸς τὸ μέσον· ὥστε τοῦτο οὐκ αἴτιον τοῦ μετ’ αὐτὸ τῷ ἄλλο τι αὐτὸ αἴτιον ἔχειν· μὴ ὄντος γὰρ ἐκείνου οὐκ ἂν τὸ δεύ‐ τερον ἦν, μὴ ὂν δὲ οὐκ ἂν αἴτιον ἦν τοῦ τρίτου. δῆλον ἄρα ὡς αἴτιον τὸ πρῶτον τῶν μετ’ αὐτό. ποιησάμενος δὲ τὸν λόγον ἐπὶ τριῶν, οὐδέν φησι διαφέρειν, ὡς πρὸς τὴν δεῖξιν, ἢ ἓν μέσον λαβεῖν ἢ πλείω ἢ ἄπειρα.
15ὁ γὰρ αὐτὸς λόγος ἐπὶ πάντων· ἐν πᾶσι γάρ, ὅσα ἂν ληφθῇ, τὸ πρῶτον αὐτῶν ἐστιν αἴτιον κυρίως, ἀλλ’ οὐ τὸ μέσον τι ἢ τὸ ἔσχατον· τὸ ἔσχα‐ τον μέν, ὅτι μηδὲ τὴν ἀρχὴν τοῦτό τινος αἴτιον, οὐδὲ τῶν μεταξὺ δέ τι, ὅτι ἄλλου τοῦτο πρὸς τὸ εἶναι δεῖται (τοῦ γὰρ πρὸ αὐτοῦ) οὗ μὴ ὄντος οὐδ’ ἂν ἦν. δείξας δὲ τοῦτο καὶ λαβὼν τὸ εἶναι τὸ πρῶτον ἐν ἅπασιν
20αἴτιον τῶν μετ’ αὐτό, μέτεισιν ἐπὶ τὸ κατ’ εὐθυωρίαν λεγόμενον ἄπειρον, καὶ εὑρὼν ὅτι ἐν τῷ οὕτως ἀπείρῳ οὐδέν ἐστι πρῶτον, λαμβάνει τὸ ἀκόλουθον τούτῳ, ὅτι μηδὲ αἴτιον· εἰ γὰρ ἐν πᾶσιν αἴτιον τὸ πρῶτον, ἀλλ’ οὐχὶ τῶν μέσων τι, ἐφ’ ὧν ἡ τοιάδε τάξις, ἐν οἷς μηδέν ἐστι πρῶτον ἀλλὰ μέσα πάντα, ἐν τούτοις οὐδὲ αἴτιόν τί ἐστιν, οὐ μόνον οὐ πρῶτον,
25ἀλλ’ οὐδὲ τῶν μεταξύ τι. τὸ δὲ τοῦτον τὸν τρόπον προσκείμενον τοῖς
αἰτίοις τοῦ κατ’ ἐνέργειαν ἀπείρου δηλωτικόν ἐστιν· ἐν γὰρ τοῖς οὕτως151
in Metaph
.

152

ἀπείροις οὐδέν ἐστι πρῶτον, καὶ ἐπὶ τοῦ ἀνομοειδοῦς· τῶν γὰρ ἀπείρων μὲν ὁμοειδῶν δὲ πάλιν τὸ ληφθὲν ὁμοίως αἴτιον. τὸ δὲ μέχρι τοῦ νῦν εἶπεν ἀντὶ τοῦ μέχρι τοῦ ἐσχάτου, ἀφ’ οὗ ἡμῖν ἡ ἀρχὴ τῆς τῶν αἰτίων ζητή‐ σεως. καὶ γὰρ ἐν οἷς μὲν ἔστι πρότερόν τι καὶ δεύτερον λαβεῖν ἐν τῇ
5τάξει, ἐν τούτοις καὶ ἄλλο ἄλλου φῆσαι αἴτιον εἶναι ἴσως ἀληθές, εἰ καὶ μὴ ἁπλῶς αἴτιον· τὸ γὰρ πρότερον τοῦ μετ’ αὐτό· ἐν οἷς δὲ μηδέν ἐστι τῶν μέσων ἄλλο ἄλλου πρότερον ἐν τῇ τοιαύτῃ τάξει † τοῦ οὗ αἴτιον. ἐν δὲ τοῖς ἀπείροις οὐκ ἔστιν ἄλλου πρότερον· πάντα γὰρ ὁμοίως ἐστὶ μέσα, ὡς καὶ αὐτὸς εἶπεν. εἰ γὰρ πρότερά ἐστι τὰ τῆς ἀρχῆς καὶ τοῦ πρώτου
10ἐγγυτέρω, ἐν οἷς μηδέν ἐστιν ἀρχὴ μηδὲ πρῶτον, ἐν τούτοις οὐδὲ ἐγγυ‐ τέρω τί ἐστι τῆς ἀρχῆς καὶ πορρωτέρω· διὸ οὐδὲ τάξιν τινὰ ἔχει ἔτι τὰ μέσα· εἰ δὲ μὴ τοῦτο, οὐδὲ πρότερόν τι αὐτῶν ἔσται, οὐδὲ θάτερον θα‐ τέρῳ αἴτιον. οὐ μόνον δὲ ἐπὶ τῶν κατ’ εὐθυωρίαν καὶ τοῦτον τὸν τρόπον ἀπείρων πάντα τὰ μόρια μέσα, ἀλλὰ καὶ τῶν ὁπωσοῦν ἀπείρων, οἷον εἰ
15κατὰ μέγεθός τι ἄπειρον ἢ κατ’ εἶδος ἢ χρόνον εἴη· πάντων γὰρ τῶν ἐνεργείᾳ ὄντων ἀπείρων ὅ τι ἂν ληφθῇ μόριον, μέσον ἐστίν· εἰ γὰρ μὴ μέσον, πέρας· ἀλλ’ εἰ πέρας ἔχοι, οὐκ ἄπειρον. τὸ δὲ ὁμοίως μέχρι τοῦ νῦν προσέθηκεν, ἐπεὶ τὴν δεῖξιν ἐποιεῖτο ἐπὶ τῶν αἰτίων τῶν κατ’ εὐθυωρίαν ἀπείρων ἐπὶ τὸ ἄνω· ἀπὸ γὰρ τοῦ ἐνεστῶτος καὶ ὄντος νῦν
20λαμβανόντων ἡμῶν τὰ αἴτια, ἅπαντα τὰ λαμβανόμενα μέσα, εἰ ἐπ’ ἄπειρον ἡ πρόοδος. δείκνυται μὲν οὖν τῇ τοιαύτῃ τῶν αἰτίων ἀπειρίᾳ τὸ μηδὲ ἔσεσθαί τι ἐκ τῶν αἰτίων τῷ ἀδιεξίτητα τὰ πρὸ παντὸς τοῦ ληφθέντος αἴτια ἐπὶ τὸ ἄνω εἶναι, ἄπειρά γε ὄντα· οὕτως δὲ οὐδ’ ἂν αἴτια εἴη. αὐ‐ τὸς δὲ οὐχ οὕτω δείκνυσιν, ἀλλὰ διὰ τοῦ λαβεῖν τι ὡς ἔσχατον καὶ ὁρίσαι
25καὶ δεῖξαι ὅτι μὴ οἷόν τε τούτου αἴτιον εἶναί τι ἐπ’ ἄπειρον ὄντων ἐπὶ τὸ ἄνω τῶν αἰτίων· καὶ γὰρ οὐκ ἄλλως ἐνῆν ἢ ἐπὶ τὸ ἄνω ἢ ἐπὶ τὸ κάτω δεῖξαι μὴ οὖσαν ἀπειρίαν τῶν αἰτίων, μὴ κειμένου τινὸς ἀφ’ οὗ δέοι ἢ ἐπὶ τὸ ἄνω ἢ ἐπὶ τὸ κάτω λαμβάνειν. ὥστε εἴπερ μή ἐστι πρῶτον, ὅλως αἴτιον οὐδέν ἐστιν· εἰ γὰρ εἴη πάντα τὰ ὡς αἴτια λαμβανόμενα τῷ παρ’
30ἄλλου τὴν αἰτίαν ἔχειν τοῦ εἶναι τοιοῦτον αἴτια, ἀλλ’ οὐ τῇ φύσει αὐτῶν, εἰ μηδέν ἐστι πρῶτον, οὐδ’ ἂν αἴτιόν τι εἴη τῷ μηδὲν τῶν ὡς αἰτίων
λαμβανομένων τῇ οἰκείᾳ φύσει τοιοῦτον εἶναι.152
in Metaph
.

153

p. 994a19 Ἀλλὰ μὴν οὐδ’ ἐπὶ τὸ κάτω οἷόν τ’ εἰς ἄπειρον προϊ‐ έναι ἔχοντος τοῦ ἄνω ἀρχήν. Δείξας ὅτι οὐκ ἔστιν εἰς ἄπειρον τῶν αἰτίων κατ’ εὐθυωρίαν ἐπὶ τὸ ἄνω ἡ πρόοδος, ἀλλ’ ἀνάγκη, εἰ ἔστι τι αἴτιον ὅλως, εἶναί τι πρῶτον καὶ
5ἀρχήν, νῦν πάλιν δείκνυσιν ὅτι οὐδὲ ἐπὶ τὸ κάτω οἷόν τε κατ’ εὐθυωρίαν ἐπ’ ἄπειρον ἰέναι τὰ αἴτια, οὔσης ἀρχῆς τῶν αἰτίων καὶ πρώτου τινὸς αἰτίου, ὡς εἶναι πᾶν τὸ αἰτιατὸν ἄλλου πάλιν αὐτὸ αἴτιον διαφέροντος κατ’ εἶδος τῶν ἤδη γεγονότων. εἰ γὰρ οὕτως γένοιτο ὥστε ταὐτὸν πάλιν τι γενέσθαι τῶν ἐφθακότων γενέσθαι, ἀνακάμπτοι ἂν καὶ οὐκ ἐπ’ ἄπειρον
10κατ’ εὐθυωρίαν ἐπὶ τὸ κάτω τὰ αἴτια προΐοι· τῶν γὰρ αὐτῶν κατ’ εἶδος τὰ αὐτὰ αἴτια τῷ εἴδει. τοῦτο δὲ ἐδήλωσε διὰ τοῦ ἐπὶ τῆς ὕλης παρα‐ δείγματος, εἰπὼν ὥστε ἐκ πυρὸς μὲν ὕδωρ, ἐκ δὲ τούτου γῆν, καὶ οὕτως ἀεὶ ἄλλο τι γίγνεσθαι γένος, γένος εἰπὼν ἀντὶ τοῦ εἶδος. ἔχει μὲν οὖν ἡ λέξις δι’ ὧν τὸ προκείμενον δείκνυσιν ἀσάφειαν, τὸ δ’ οὖν
15λεγόμενον δι’ αὐτῆς ὡς συνελόντα εἰπεῖν τοιοῦτόν ἐστιν. λαβὼν διχῶς λέγεσθαι γίγνεσθαι καὶ γεγονέναι τόδε ἐκ τοῦδε· ἢ γὰρ ὡς ἐκ τοῦ γιγνομένου ἤδη καὶ ἐπιτελουμένου τὸ γεγονὸς καὶ τὸ τετελεσμένον ὡς εἰς τὴν οἰ‐ κείαν προϊόντων τελειότητα κατὰ τὴν ἐν αὐτοῖς μεταβολήν· οὕτως γὰρ ἐκ παιδὸς ἀνὴρ γίγνεται, καὶ ἔστιν αὕτη μὲν ἡ γένεσις κατ’ αὔξησιν· ἀλλὰ
20καὶ ἐκ τοῦ μανθάνοντος ὁ ἐπιστήμων, αὕτη κατ’ ἀλλοίωσιν· καὶ ἐκ τοῦ μὴ νοοῦντος ὁ νοῶν, αὕτη κατ’ εἶδος ἡ μεταβολή· τελειότης γάρ. τοι‐ αύτη καὶ ἡ ἐκ τοῦ πρωῒ εἰς τὴν ἡμέραν μεταβολή· τελειοῦται γὰρ ὁ ὄρ‐ θρος προϊὼν ἐπὶ τὴν ἡμέραν, καὶ τὸ οἰκεῖον εἶδος λαμβάνει. τὴν μὲν οὖν τοιαύτην γένεσιν ἐκ τοῦ γιγνομένου γίγνεσθαι λέγει, ὅτι ἐξ ἤδη γεγονότος
25καὶ ὄντος τινὸς ἀτελοῦς δὲ καὶ διὰ τοῦτο γιγνομένου γίγνεται· γεγονότος γὰρ ἤδη καὶ ὄντος τινὸς ἡ εἰς τὸ τέλειον πρόοδος. ἡ δέ τις γένεσίς ἐστιν ἐκ τοῦ μηδέπω ὄντος εἰς τὸ εἶναι τόδε τι μεταβολή, ὡς λέγεται γίγνεσθαι
ἐξ ὕδατος ἀήρ, ἣν λέγει πάλιν ἐκ τῆς γενέσεως, ὅτι τὸ οὕτως γιγνόμενον153
in Metaph
.

154

οὐ γεγονὸς ἢ προϋπάρχον τε καὶ γιγνόμενον γίγνεται καὶ τελειοῦται, ἀλλ’ ἔστιν ἐξ αὐτῆς τῆς γενέσεως γιγνόμενον, οὐκ ὂν πρὸ τοῦ. καὶ γὰρ ἐκ τοῦ μηδ’ ὅλως εἶναι εἰς τὸ εἶναι μεταβολὴ ἡ κυρίως γένεσις, ἥτις γίγνεται ἐκ τῆς τοῦ προϋπάρχοντος φθορᾶς· γίγνεται γὰρ ὁ ἀὴρ ἐκ τοῦ ὕδατος, οὐ τοῦ
5ὕδατος γιγνομένου ἀέρος, ἀλλ’ ἐκ φθορᾶς ὕδατος καὶ μεταβολῆς τοιαύτης. εἰς δύο τούτους τοὺς τρόπους εὑρὼν διαιρούμενον τὸ ἔκ τινος εἴς τι μετα‐ βάλλον καὶ γιγνόμενον ὡς ἐξ αἰτίου τινὸς, καὶ ὑποκειμένου (παρῃτήσατο γὰρ τὸ σημαίνεσθαι καὶ αὐτὸ δυνάμενον ἐκ τῆς λέξεως τῆς ἐκ τοῦδε γί‐ γνεσθαι λεγούσης· ἔστι δὲ τοῦτο τὸ τόδε μετὰ τόδε· λέγεται γὰρ ἐξ Ἰσθ‐
10μίων Ὀλύμπια ἢ ἀνάπαλιν, ὅτι γίγνεται μετὰ Ἴσθμια Ὀλύμπια ἢ μετὰ Ὀλύμπια Ἴσθμια· οὐχ ὡς ἐξ αἰτίου γιγνομένου τοῦ ἑτέρου λέγεται ἐπὶ τῶν οὕτω γιγνομένων ἐκ τοῦδε τόδε γίγνεσθαι, διὸ τὸ σημαινόμενον παρῃ‐ τήσατο τοῦτο· περὶ γὰρ αἰτίων καὶ τῶν ἐξ αἰτίων γινομένων ὁ λόγος ἐστὶν αὐτῷ, ταῦτα δὲ μόνον χρόνου τάξιν τινὰ σημαίνει· οὐ γὰρ θάτερον αὐτῶν
15εἰς θάτερον μεταβάλλει ἢ συντελεῖ τι), λαβὼν δὴ τοὺς δύο τρόπους τοὺς προρρηθέντας, καθ’ οὓς κατὰ μεταβολήν τινος ὑποκειμένου τόδε τι γίγνε‐ ται, δείκνυσι κατὰ μηδέτερον αὐτῶν ἐπ’ ἄπειρον δυναμένην γενέσθαι τὴν πρόοδον. τὰ μὲν γὰρ κατὰ φθοράν τινος ἐξ αὐτοῦ λεγόμενα γίγνεσθαι ἐκ τῆς γενέσεως γίγνεσθαι λέγει, οὐκ ἐκ τοῦ γενομένου ἤδη καὶ ὄντος. ἃ καὶ
20ἀνακάμπτει εἰς ἄλληλα· ὡς γὰρ ἐξ ὕδατος ἀήρ, οὕτω καὶ ἐξ ἀέρος ὕδωρ γίγνεται, καὶ τοῦτο ἐναργές· διὸ καὶ ταὐτὸ αὐτοῖς τὸ ὑποκείμενόν τε καὶ ἡ ὕλη. τὰ δὲ ἀνακάμπτοντα δῆλον ὅτι μὴ ἐπ’ ἄπειρον πρόεισιν· ἐπὶ γὰρ ταὐτὸν αὐτοῖς ἐπάνοδος. τὰ δὲ ἐκ τοῦ γεγονότος ἤδη καὶ ὑπομένοντος
αὐτοῦ καὶ γιγνομένου μεταβάλλοντα, εἴτε κατ’ αὔξησιν εἴτε κατ’ ἀλλοίωσιν154
in Metaph
.

155

εἴτε τὴν κατ’ εἶδος τελειότητα, οὐκ ἀνακάμπτει μὲν εἰς ἄλληλα, ἐπὶ δὲ τὸ τελειωθῆναι ἡ πρόοδος αὐτοῖς ἀπὸ τῶν μεταξύ. τῶν μὲν οὖν οὕτως γι‐ γνομένων ὡς τῶν μεταξὺ ὑπομενόντων καὶ τελειουμένων ὁρῶμεν ὅτι πάν‐ των τέλος τι ἔστιν ὃ γίγνεται, καὶ οὐκ ἔστιν εἰς ἄπειρον ἡ εἰς τὴν τελειό‐
5τητα τὴν οἰκείαν γιγνομένη πρόοδος αὐτῶν ἑκάστου. τῶν δὲ κατὰ φθορὰν γιγνομένων θατέρου ὁρῶμεν ἀνακάμπτουσαν τὴν γένεσιν· ἡ γὰρ τοῦ ἑτέρου φθορὰ τοῦ ἑτέρου γένεσίς ἐστιν. εἰ δὲ ἀνακάμπτει, οὐκ ἐπ’ ἄπειρον πρόεισι κατ’ εὐθυωρίαν ἐπὶ τὸ κάτω τὰ οὕτως αἴτια. εἰ δὲ μήτε ἐπὶ τῶν οὕτως γιγνομένων μήτε ἐπὶ τῶν ἐκείνως ἐπ’ ἄπειρον γίγνεται ἄλλο ἄλλου
10αἴτιον κατ’ εὐθυωρίαν, μόνως δὲ οὕτως ἄλλο ἐξ ἄλλου γίγνεται, οὐδ’ ὅλως ἂν εἴη ἐπ’ ἄπειρον κατ’ εὐθυωρίαν ἄλλο ἐξ ἄλλου γιγνόμενον. p. 994a25 Ὡς μὲν οὖν ἐκ παιδὸς ἄνδρα γενέσθαι φαμέν. Δηλώσας τὸ διττὸν τοῦ ἔκ τινος εἴς τι μεταβάλλειν λεγομένου διὰ παραδειγμάτων, ἑκάτερον λαβὼν τῶν παραδειγμάτων, πῶς γίγνεται δείκνυσι,
15καὶ τίς αὐτῶν ἡ πρὸς ἄλληλα διαφορά. τὰ μὲν δὴ οὕτως λεγόμενα γίγνε‐ σθαι ὡς ἐκ παιδὸς ἀνὴρ καὶ ἐκ τοῦ μανθάνοντος ὁ ἐπιστήμων, ἴδιον ἔχει τὸ ἐκ τοῦ γιγνομένου τε καὶ ὄντος ἤδη καὶ τελειουμένου καὶ μεταξὺ ὄντος μεταβεβληκέναι εἰς τὸ γεγονὸς καὶ τέλειον· ὅ τε γὰρ ἀνὴρ ἐκ παιδὸς γέ‐ γονεν ὄντος τε ἤδη καὶ ὑπομένοντος τοῦ ἐξ οὗ γίγνεται, καὶ αὐτοῦ γιγνο‐
20μένου καὶ μεταβάλλοντος εἰς τὸ τέλειον εἶδος τὸ τοῦ ἀνδρὸς ἐκ τοῦ ἀτε‐ λεστέρου. ὁμοίως δὲ καὶ ὁ μεμαθηκὼς ἐκ τοῦ μανθάνοντος καὶ μετα‐ βάλλοντος εἰς τελειότητα. ὁμοίως τούτῳ καὶ ὁ νοῶν· γένεσις γὰρ ἡ κατὰ τὴν τελειότητα καὶ ἡ εἰς τὸ νοεῖν μεταβολή. καὶ εἴη ἂν οὕτως τὸ νοού‐ μενον εἶδός τε καὶ τελειότης τοῦ νοοῦντος, τοῦ νοῦ· πάντα γὰρ τὰ οὕτως
25ἔκ τινος γιγνόμενα ὑπομένοντος τοῦ ἐξ οὗ γίνεται σωζομένου καὶ εἰς τε‐ λειότητα μεταβάλλοντος γίνεται. εἰπὼν δὲ ὡς ἐκ τοῦ γιγνομένου τὸ γεγονός, προσέθηκε τὸ ἢ τοῦ ἐπιτελουμένου τὸ τετελεσμένον οὐχ ὡς ἄλλο τι σημαινόμενον, ἀλλ’ ὅτι τὸ αὐτὸ ἀμφοτέρως εἰπεῖν ἔστιν. τὸ γὰρ οὕτως γεγονὸς ἐκ τοῦ γιγνομένου καὶ ὄντος ἤδη γέγονε, καὶ ἐκ τοῦ
30ἐπιτελουμένου τετελείωται· τὸ γὰρ γιγνόμενον τὸ ἐπιτελούμενόν ἐστιν. εἰ‐155
in Metaph
.

156

πὼν δὲ οὕτω γίγνεσθαι τὰ τοιαῦτα ὡς ἐκ τοῦ γιγνομένου, δείκνυσι καὶ ὅτι ἔστι τὸ γιγνόμενον μεταξὺ τοῦ τε ὄντος καὶ τοῦ μὴ ὄντος. ὡς γὰρ τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι μεταξὺ γένεσίς ἐστιν οὖσα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι μεταβολή, ἥτις οὔτε μὴ ὄν ἐστιν οὔτε ὂν ἤδη (διὰ γὰρ γε‐
5νέσεως ἐκ τοῦ μὴ εἶναί τι εἰς τὸ εἶναι μεταβολή), οὕτως ἀναλόγως ἔχει καὶ τὸ γιγνόμενον, οὗ ἐστιν ἡ γένεσις, πρός τε τὸ ἁπλῶς ὂν καὶ τὸ ἁπλῶς μὴ ὄν, μεταξὺ ὂν αὐτῶν. καὶ δεικνύοι δ’ ἂν τοῦτο διὰ τὸ δοκεῖν πᾶν τὸ γινόμενον διά τινος μεταξὺ γίγνεσθαι καὶ ἔκ τινος μεταξύ. ὡς γὰρ ἐκ τῆς γενέσεως μεταξὺ οὔσης τοῦ τε εἶναι καὶ τοῦ μὴ εἶναι γίγνεται τὰ οὕτως
10γιγνόμενα, οὕτως καὶ τὸ ἐκ τοῦ γιγνομένου γιγνόμενον ἐκ μεταξύ τινος καὶ αὐτὸ γίγνεται· μεταξὺ γὰρ τὸ γιγνόμενον τοῦ τε ὄντος καὶ τοῦ μὴ ὄν‐ τος. πῇ γὰρ ὂν τὸ γιγνόμενον ἤδη καὶ πῇ μὴ ὄν, οὔτε δὲ ἁπλῶς ὄν, ὅτι· μὴ τέλειον (τὸ γὰρ ὂν τέλειόν τι ἤδη), οὔτε ἁπλῶς μὴ ὄν· διὸ οὐδὲ μεταξύ τι τῆς ἀντιφάσεως· τὸ γὰρ πῇ ὂν καὶ αὐτὸ ὄν. πῶς δὲ τὰ οὕτως
15ἔκ τινος γιγνόμενα ἐκ τοῦ γιγνομένου ἐπιτελεῖται, ἐπεδήλωσε παραθέμενος τὸν μανθάνοντα. ὁ γὰρ μανθάνων ἐστὶν ὁ γιγνόμενος ἐπιστήμων, ὃς ἐκ τοῦ μανθάνοντος οὕτως γίγνεται, ὅτι ὁ μανθάνων γίγνεται καὶ ὑπομένων πρόεισιν ἐπὶ τὸ ἐπίστασθαι, ἥτις ἐστὶν τελειότης τοῦ μανθάνοντος· οὐ γὰρ ἁπλῶς ὁ μανθάνων γίγνεται, ἀλλ’ ἐπιστήμων. ἢ καὶ αὐτὸ τὸ μανθάνειν
20μεταξύ ἐστι τοῦ ἐπίστασθαι, ὃ κυρίως ὄν, καὶ τῆς τελείας ἀμαθίας, ὃ εἴη ἂν ἁπλῶς μὴ ὄν. τὰ δὴ τοῦτον τὸν τρόπον ἔκ τινος γιγνόμενα ἐκ τοῦ μεταξὺ τοῦ τε ὄντος ἤδη καὶ τοῦ μὴ ὄντος γίγνεται. p. 994a30 Τὸ δὲ ὡς ἐξ ἀέρος ὕδωρ, φθειρομένου θατέρου. Ἐπὶ τὸ ἕτερον σημαινόμενον τῶν ἐκ τῆς διαιρέσεως μετελήλυθεν, αὐ‐
25τὸ τιθεὶς καὶ αὐτοῦ παράδειγμα τὸ ὡς ἐξ ἀέρος ὕδωρ γίγνεται. καὶ ὅτι μὴ ὁμοίως ὡς ἐκ μανθάνοντος ὁ ἐπιστήμων, μηδὲ ἐκ τοῦ μεταξύ, δεί‐ κνυσι· φθειρομένου γὰρ τοῦ ἑτέρου λέγεται γίγνεσθαι ἡ γένεσις τοῦ γιγνο‐ μένου, ἀλλ’ οὐχ ὑπομένοντος καὶ τελειουμένου. διὸ ἐκεῖνα μὲν οὐκ ἀνακάμπτει εἰς ἄλληλα, τὰ κατὰ τὸ πρῶτον σημαινόμενον γιγνόμενα,
30ἦν δὲ τὰ κατὰ τὸ τελειοῦσθαι· οὐ γὰρ ἀνακάμπτει ταῦτα ὥστε γίγνεσθαι ἐκ παιδὸς ἄνδρα καὶ πάλιν ἐξ ἀνδρὸς παῖδα, ὅτι τὸ τέλειον οὐκ ἐπάνεισιν ἐπὶ τὸ ἀτελές. οὗ τὴν αἰτίαν ἀποδιδοὺς εἶπεν οὐ γὰρ γίγνεται ἐκ τῆς γενέσεως τὸ γιγνόμενον, ἀλλὰ μετὰ τὴν γένεσιν, τουτέστιν οὐ γὰρ ἐκ τῆς ἄλλου φθορᾶς καὶ τῆς γενέσεως αὐτῆς τὸ οὕτω γιγνόμενον γίγνεται,
35ἀλλ’ ἐκ τοῦ ἤδη γεγονότος· μετὰ γὰρ τὴν γένεσιν τὸ γεγονέναι. τὰ μὲν
γὰρ κατὰ φθορὰν τῶν ἔξωθεν γιγνόμενα ἀρχὴν τοῦ εἶναι τὴν γένεσιν ἔχει·156
in Metaph
.

157

ἡ γὰρ ἐκείνων μεταβολὴ καὶ φθορὰ τούτων γένεσις, ἀλλ’ οὐκ ἐκεῖνα ὑπο‐ μένοντα καὶ γιγνόμενα. τὰ δὲ τελειούμενα καὶ οὕτως ἔκ τινων λεγόμενα γίγνεσθαι οὐκ ἐκ τῆς γενέσεως καὶ τῆς πρώτης μεταβολῆς γίγνεται, ἀλλὰ μετὰ τὴν γένεσιν· τὸ μὲν γὰρ γιγνόμενόν ἐστι τὸ ἐκ τῆς γενέσεως γεγονός,
5οἷον τὸ βρέφος, ὃ προϊὸν παῖς καὶ ἀνὴρ γίγνεται, ὁ δὲ ἀνὴρ οὐκ ἐκ τῆς γενέσεως ἀλλ’ ἐκ τοῦ γιγνομένου ἐκ τῆς γενέσεως καὶ τελειουμένου γίγνε‐ ται. ὥστε οὐκ ἐκ τῆς γενέσεως ἀλλὰ μετὰ τὴν γένεσιν γίγνεται τὰ οὕτως γιγνόμενα. εἰπὼν δὲ ὅτι μετὰ τὴν γένεσιν, οὐκ ἐκ τῆς γενέσεως τὰ τελει‐ ούμενα γίγνεται, παρέθετο οὕτως γίγνεσθαι ὡς καὶ ἡμέραν ἐκ τοῦ πρωΐ,
10διὸ ἐκ μὲν τοῦ πρωῒ ἡμέρα γίγνεται, οὐκέτι δ’ ἐξ ἡμέρας πρωΐ, πρωῒ τὸν ὄρθρον λέγων. ἀτελὲς γὰρ τὸ πρωΐ· οὐχ ὁμοίως γὰρ ἐκ τοῦ πρωῒ ἡμέρα καὶ ἐξ Ὀλυμπίων Ἴσθμια· ἐπὶ μὲν γὰρ ἐκείνων μόνον τόδε μετὰ τόδε καὶ χρόνου τάξις, οὐκέτι δὲ ὑποκείμενον θατέρου θάτερον· τὸ δὲ πρωῒ ἡμέρα γίγνεται μεταβάλλον καὶ ὑπομένον καὶ τελειούμενον· ἀτελὴς γὰρ ἡμέρα
15τὸ πρωῒ τῷ μηδέπω διηρθρῶσθαι ἐν αὐτῷ τὸ ἡμερήσιον φῶς, ἀλλ’ ἔτι ἀμυδρὸν εἶναι. τὸ δὲ ὅτι μετὰ τοῦτο εἶπεν, ὅτι γενόμενος ὁ ὄρθρος μετὰ ταῦτα αὐτὸς τελειούμενος ἡμέρα γίγνεται. εἰπὼν δὲ τὰ οὕτως γιγνό‐ μενα μὴ ἀνακάμπτειν εἰς ἄλληλα, ὡς καὶ ἐκ τῶν παραδειγμάτων δῆλον καὶ ἐκ τῆς ῥηθείσης αἰτίας, λέγει περὶ τῶν κατὰ φθοράν τινων ἐξ αὐτῶν
20λεγομένων γίγνεσθαι, ἃ εἶπεν ἐκ τῆς γενέσεως γίγνεσθαι, ὅτι ταῦτα ἀνα‐ κάμπτει εἰς ἄλληλα. ὡς γὰρ ἐξ ὕδατος ἀήρ, οὕτως ἐξ ἀέρος ὕδωρ· οὐ γάρ ἐστι θατέρου θάτερον τέλος, ἀλλ’ ἐστὶ πάντα τὰ τοιαῦτα, ὅσα ἐκ τῆς γενέσεως γίγνεται, οἰκείαν μέν τινα ἔχοντα τελειότητα, κοινὴν δὲ ὕλην ἐπί‐ σης αὐτῶν δεκτικήν. ὅτι δὲ τὰ οὕτω γιγνόμενα ἀνακάμπτει εἰς ἄλληλα,
25δῆλον καὶ ἐκ τῆς ἐναργείας καὶ ἐκ τοῦ μὴ εἶναι ἐπ’ ἄπειρον τὴν κατ’ εἶδος τῶν σωμάτων διαφοράν, ἥτις ἦν ἂν εἰ ἐπ’ ἄπειρον τοῦτον τὸν τρό‐ πον ἄλλο ἐξ ἄλλου ἐγίγνετο. p. 994b4 Τῶν μὲν γὰρ ὄντων μεταξὺ ἀνάγκη τέλος εἶναι. Τῶν ἐκ τῶν μεταξὺ γιγνομένων καὶ οὐκ ἐκ τῆς γενέσεως, ἃ μὲν ἤδη
30ἔστιν ὄντα, λέγει, ὡς ἐγίγνετο τὰ τελειούμενα· τούτων γὰρ τέλος τι ἔστιν ἃ ὄντα ἤδη τινά ἐστι μεταξύ. ταῦτα μὲν διὰ τοῦτο οὐκ εἰς ἄπειρον ἔχει τὴν ἐπὶ τὸ κάτω γένεσιν, ὅτι ἔχει τι τέλος ἐφ’ ὃ διὰ τῶν μεταξὺ πρό‐ εισι· τὰ δὲ διὰ τὸ εἰς ἄλληλα ἀνακάμπτειν. καὶ προσέθηκε τὸ ἡ γὰρ θατέρου φθορὰ ἑτέρου γένεσίς ἐστιν. δέδεικται δὲ τοῦτο ἐν τῇ Φυ‐
35σικῇ ἀκροάσει. δύναται καὶ τὸ τῶν μὲν γὰρ ὄντων μεταξὺ εἰρηκέναι ὡς ἴσον τῷ ἐφ’ ὧν μὲν γὰρ ὄντων τινῶν μεταξύ, τούτων μεταξὺ τέλος τί
ἐστιν.157
in Metaph
.

158

p. 994b6 Ἅμα δὲ καὶ ἀδύνατον τὸ πρῶτον ἀίδιον ὂν φθαρῆναι· ἐπεὶ γὰρ οὐκ ἄπειρος ἡ γένεσις ἐπὶ τὸ ἄνω, ἀνάγκη, ἐξ οὗ φθαρέντος πρώτου τι ἐγένετο, μὴ ἀίδιον εἶναι. Δείξας κοινῶς πρῶτον μὲν ὅτι μὴ ἐπὶ τὸ ἄνω οἷόν τε ἄπειρα τὰ
5αἴτια εἶναι, δεύτερον δὲ ὅτι μηδὲ ἐπὶ τὸ κάτω, νῦν καὶ περὶ ἑκάστου τῶν αἰτίων ἰδίᾳ δείκνυσιν ὅτι μὴ ἐπ’ ἄπειρόν τι αὐτῶν εἶναι οἷόν τε, καὶ πρῶ‐ τόν γε ὅτι μὴ ἡ ὑλικὴ αἰτία ἐπ’ ἄπειρόν ἐστιν. συγχρῆται δὲ εἰς τὴν δεῖξιν τοῦ μὴ εἶναι εἰς τὸ ἄνω ἐπ’ ἄπειρον προϊόντα τὰ αἴτια τῷ τὸ πρῶ‐ τον ὑποκείμενον ἀίδιον εἶναι· εἰ γὰρ ἐγένετο, ἦν ἄν τι πρῶτον αὐτοῦ ἐξ
10οὗ ὑποκειμένου ἐγίγνετο, οὕτως δὲ οὐκέτ’ ἂν πρῶτον ἦν· ἐπεὶ δὲ μὴ τοῦτο, ἀίδιον καὶ ἀγένητον γίγνεται τὸ πρῶτον ὑποκείμενον. ἐξ οὗ ἄρα φθειρο‐ μένου γίγνεταί τι, οὐκ ἔστι τοῦτο τὸ πρῶτον ὑποκείμενον· οὐ γὰρ ἀίδιον τὸ φθειρόμενον, τὸ δὲ πρῶτον ὑποκείμενον ἀίδιον. οὐκ ἄρα ἡ ὕλη φθεί‐ ρεται ἀλλ’ ἡ αὐτὴ μένει. πρώτου δὲ φθαρέντος εἶπεν ὡς ἴσον τῷ ἐξ οὗ
15καθ’ αὑτό [τι] καὶ οὐ κατὰ συμβεβηκὸς φθαρέντος ἐγένετό τι, τοῦτο μὴ ἀίδιον εἶναι· κατὰ συμβεβηκὸς μὲν γὰρ ἡ ὕλη φθείρεται (ὅτι γὰρ τὸ συμ‐ βεβηκὸς αὐτῇ ἡ στέρησις φθείρεται ἐν τῇ γενέσει τῶν ἐκ τῆς ὕλης γιγνο‐ μένων, τοῦτο γὰρ τὸ καθ’ αὑτὸ φθειρόμενον), καθ’ αὑτὴν δὲ ἄφθαρτος. φθείροιτο δ’ ἂν καθ’ αὑτήν, εἰ ἐπ’ ἄπειρον ἄλλο ἐξ ἄλλου γίγνοιτο καὶ
20μὴ πᾶσιν ἡ αὐτὴ μένοι τοῖς γιγνομένοις. καὶ εἴη ἂν τὸ λεγόμενον ἴσον τῷ ὁ λέγων ἄπειρον ἐπὶ τὸ ἄνω ἄλλο ἄλλου ὕλην γίγνεσθαι, οὗτος φθεί‐ ρεσθαι λέγοι ἂν τὸ πρῶτον ὑποκείμενον, ὃ ἀνάγκη ἀίδιον εἶναι, εἴ γε τούτῳ μηκέτι ἄλλο ὑπόκειται· οὐ γὰρ ἐπ’ ἄπειρον εἰς τὸ ἄνω τὰ αἴτια. τοῦτο δὴ λέγοι ἂν φθείρεσθαι, εἰ μὴ πᾶσιν αὐτὸ ὑποκεῖσθαι λέγοι τοῖς γιγνο‐
25μένοις, ταὐτὸν μένον, ἀλλὰ λέγοι κατὰ φθορὰν τοῦ ὑποκειμένου τὸ μετ’158
in Metaph
.

159

αὐτὸ † ὑποκείμενον φθαρέντος αὐτοῦ τὸ ἐξ αὐτοῦ ἐγένετο οὐκ ἀίδιον. εἰ γὰρ ἵσταται ἐπὶ τὸ ἄνω τὰ αἴτια, δεῖ τι ἄρξασθαι καὶ πρῶτόν γε ἐκ τῆς ὕλης τῆς πρώτης γενέσθαι· εἰ δὲ φθειρομένης αὐτῆς γίγνεται, οὔτε ἀίδιος ἡ κίνησις εἴη, οὔτε ἔτι πρώτη καὶ ἀίδιος αὐτὴ ἂν εἴη ἡ πᾶσιν ὑποκει‐
5μένη πρώτη. καὶ οὐκ ἐπ’ ἄπειρον ἄρα ἡ ὑλικὴ αἰτία εἰς τὸ ἄνω πρό‐ εισιν. ἔστι γὰρ σφόδρα συντόμως τὸ εἰρημένον. εἰπὼν γὰρ ἅμα δὲ καὶ ἀδύνατον τὸ πρῶτον ἀίδιον ὂν φθαρῆναι, τὸ δεικτικὸν τοῦ εἶναι τὸ πρῶτον ἀίδιον παρέθετο ἐπεὶ γὰρ οὐκ ἄπειρος ἡ γένεσις ἐπὶ τὸ ἄνω, οὐκέτι προσθεὶς τὸ διὰ τοῦτο τὸ πρῶτον ὑποκείμενον ἀίδιον. ἢ εἰπὼν τὰ
10δὲ εἰς ἄλληλα ἀνακάμπτει· ἡ γὰρ θατέρου φθορὰ θατέρου γέ‐ νεσίς ἐστιν, ἐπιστώσατο τοῦτο διὰ τοῦ τὸ πρῶτον ὑποκείμενον, ὅ ἐστιν ἡ κυρίως ὕλη, δεῖξαι ἀίδιον ὄν· φθείροιτο γὰρ ἄν, εἰ μὴ ὑπομένοι καὶ σώζοιτο ἐν πᾶσι τοῖς γιγνομένοις, ἀλλὰ τὰ γιγνόμενα ἐξ αὐτοῦ φθειρομένου αὐτοῦ γίγνοιτο, καὶ πάλιν οὕτω τὰ ἐκ τούτων, καὶ ἐπ’ ἄπειρον τοῦτον τὸν
15τρόπον ἡ ὑλικὴ αἰτία ἐπὶ τὸ κάτω προΐοι. εἰ δὲ τοῦτο ἄτοπον (δεῖ γὰρ εἶναί τι τὸ πρῶτον ὑποκείμενον, ὡς δέδεικται, καὶ τοῦτο ἐν πᾶσι τοῖς γι‐ γνομένοις ἄφθαρτον μένον ἐνυπάρχειν), οὕτως οὖν ἔχοντος εἰς ἄλληλα ἂν τὰ ἐξ αὐτοῦ γιγνόμενα ἀνακάμπτοι, ὡς τὴν θατέρου φθορὰν θατέρου γέ‐ νεσιν εἶναι. ἐν ᾧ γὰρ ἂν ἐνυπάρχοι τῶν ἐξ αὐτῆς γιγνομένων, φυλάξει
20καὶ τὴν τοῦ δύνασθαι πάλιν ἐν τούτῳ γενέσθαι τῷ εἴδει ἐξ οὗ μεταβάλλει δύναμιν. καὶ αὕτη ἔσται εἰς τὰ γιγνόμενα μεταβάλλουσα, ἀλλ’ οὐκ ἀεὶ ἀληθῶς ἐπ’ ἄπειρον ἄλλο ἄλλῳ ὑποκείμενον γίγνεται, αὐτὴ δὲ μεταβάλ‐ λουσα εἰς τὰ ἐναντία μεταβάλλει, εἰς ἃ μεταβαλλούσης αὐτῆς ἀνακάμπτοι ἂν ἡ γένεσις. οὐ γὰρ αὐτή ἐστιν ἡ ἐν τῇ μεταβολῇ τῇ εἰς τὴν γένεσιν
25φθειρομένη (οὐκέτι γὰρ ἂν ἀίδιος εἴη), ἀλλὰ ἄλλο τί ἐστιν ἐξ οὗ καθ’ αὑτὸ καὶ πρώτως φθειρομένου γίγνεται· τοῦτο δὲ ἐδείχθη ἐν τῷ Α τῆς Φυσικῆς ἡ στέρησις. δείξας δὲ ἐπὶ τῆς ὕλης ὅτι μὴ οἷόν τε ἐπ’ ἄπειρον εἰς τὸ κάτω τὰ ὑλικὰ αἴτια προϊέναι, ἑξῆς δείκνυσι πάλιν τὸ αὐτὸ ἐπὶ τοῦ
τελικοῦ αἰτίου. λέγει δὲ ἐπεὶ δὲ τὸ οὗ ἕνεκα τέλος, τοιοῦτον δὲ ὃ159
in Metaph
.

160

μὴ ἄλλου ἕνεκα. ἔστι δὲ ὃ λέγει τοιοῦτον. εἰ ἔστι τι οὗ ἕνεκα καὶ τὸ τελικὸν αἴτιον, οὐκ ἐπ’ ἄπειρον ἡ πρόοδος τοῦ οὕτως αἰτίου· ἔστι γὰρ τὸ τελικὸν αἴτιον οὗ χάριν τὰ ἄλλα, αὐτὸ δὲ μηδενός, τὸ δὲ τοιοῦτον ἔσχα‐ τον. ὥστε εἰ μὲν ἔστιν ἔσχατον αἴτιον ἐν τοῖς φύσει γιγνομένοις, τοῦτο
5δέ ἐστι τὸ τελικόν, οὐκ ἐπ’ ἄπειρον ἡ πρόοδος ἐπὶ τὸ κάτω· εἰ δέ ἐστιν ἐπ’ ἄπειρον, οὐκ ἔστι τὸ τελικὸν αἴτιον οὐδὲ τὸ οὗ ἕνεκεν ἐν τοῖς γιγνο‐ μένοις φύσει. ἀλλὰ τὸ λέγειν μὴ εἶναι τὴν τοιαύτην ἐν τοῖς φύσει γιγνο‐ μένοις αἰτίαν ἐξαιρεῖν ἐστι τὴν τοῦ ἀγαθοῦ φύσιν ἐκ τῶν γιγνομένων· τὸ γὰρ οὗ ἕνεκεν τὰ ἄλλα γίγνεται τὸ ἀγαθόν. τοῦτο δὲ δῆλον ἐκ τῆς ἐπα‐
10γωγῆς· “πᾶσα γὰρ τέχνη καὶ πᾶσα μέθοδος ὁμοίως πρᾶξίς τε καὶ προ‐ αίρεσις ἀγαθοῦ τινος ἐφίεσθαι δοκεῖ,” ὡς εἶπεν ἀρχόμενος τῶν Νικομαχείων. καὶ ἔστι τὸ κυριώτατον ἀγαθόν, οὗ πάντα ἐφίεται. ὥστε ἐν πᾶσι τοῖς κατὰ λόγον ἢ φύσιν γιγνομένοις τὸ ἀγαθὸν τέλος ἐστίν· οὔτε γὰρ τὴν ἀρχὴν ἐγ‐ χειρεῖ τις πράττειν τι καὶ ποιεῖν, εἰ μὴ μέλλοι ἐπὶ τὸ τέλος ἄξειν αὐτό.
15ὥστε εἰ σκοπὸς τῶν πραττομένων τὸ τέλος καὶ τὸ τοιοῦτον αἴτιον, εἰ τοῦτο μὴ εἴη, οὐκ ἂν τὴν ἀρχὴν εἴη τι γιγνόμενον. ἔτι ἀναιρεθήσεται τὸ νοῦν εἶναι καὶ φύσιν ποιητικὰ ἐν τοῖς οὖσι· πάντα μὲν γὰρ τὰ κατὰ φύσιν καὶ κατὰ νοῦν γιγνόμενα ἕνεκά τινος γίγνεται, μὴ ὄντος δὲ τοῦ οὗ ἕνεκα κατὰ φύσιν καὶ κατὰ νοῦν γίγνεται, οὐκ ἂν κατὰ νοῦν τι ἢ φύσιν γίγνοιτο. ἔτι,
20ὡς εἶπεν ἐν τοῖς Ἠθικοῖς, μάτην ἂν ἡ ὄρεξις εἴη, εἰ μὴ εἴη τέλος τι πάντων τῶν πρακτῶν, ἀλλ’ ἐπ’ ἄπειρον ἄλλο ἄλλου χάριν γίγνοιτο. p. 994b13 Καίτοι οὐθεὶς ἂν ἐγχειρήσειεν. Διὰ τῆς ἐναργείας ἔδειξεν ὅτι ἀδύνατον τὴν τοιαύτην αἰτίαν ἐκ τῶν ὄντων ἀνῃρῆσθαι. ἔτι δὲ εἰ ἔστιν ἐφ’ ἑκάστῳ τῶν γιγνομένων τέλος ὡρι‐
25σμένον, οὐκ ἂν ἐπ’ ἄπειρον ἡ κατὰ τὸ τέλος αἰτία προΐοι. συστήσας δὲ τὸ εἶναι κατὰ τὸ τέλος αἰτίαν, μεταλαβὼν τὸ τέλος εἰς τὸ πέρας, ἔδειξε καὶ οὕτως ὅτι μὴ ἐπ’ ἄπειρον τὰ αἴτια· ὧν γὰρ πέρας ἐστί, ταῦτα οὐκ ἄπειρα. p. 994b16 Ἀλλὰ μὴν οὐδὲ τὸ τί ἦν εἶναι ἐνδέχεται ἀνάγεσθαι εἰς ἄλλον ὁρισμὸν πλεονάζοντα τῷ λόγ.
30Δείκνυσι καὶ ἐπὶ τῆς κατὰ τὸ εἶδος αἰτίας (τοῦτο γάρ ἐστι τὸ τί ἦν
εἶναι) μὴ γιγνομένην ἐπ’ ἄπειρον τὴν πρόοδον ὡς ἀεὶ τοῦ ληφθέντος εἴ‐160
in Metaph
.

161

δους καὶ ὁρισμοῦ ἄλλον πάλιν ὁρισμὸν καὶ ἄλλο τι εἶδος εἶναι. τοῦτο δὲ ἐδήλωσε προσθεὶς τὸ πλεονάζοντα τῷ λόγ. δοκεῖ γὰρ ὁ ὁρισμὸς τοῦ ὁριστοῦ τῷ λόγῳ πλεονάζειν· οὐ γάρ ἐστι τῇ λέξει ἴσον ἄνθρωπος καὶ ζῷον λογικὸν θνητόν. ἕκαστον δὲ ὁριστὸν ὀνόματος χώραν πρὸς τὸν
5ἀποδιδόμενον αὐτοῦ ὁρισμὸν ἔχει. δοκεῖ δέ μοι καὶ αὐτὸ τοῦτο ὡς ἄτο‐ πον προσθεῖναι· εἰ γὰρ ὁ μὲν πλεονάζει τοῦ ὁριστοῦ τῷ λόγῳ, ἐπ’ ἄπειρον ἂν οἱ λόγοι αὔξοιντο δι’ ὧν οἱ ὁρισμοί· τοῦτο δὲ ἄτοπον. οὐ δὴ οἷόν τε ἀεὶ τοῦ ἀποδοθέντος ὁρισμοῦ ὁρισμόν τινα εἶναι, ὡς εἶναι τοῦ μὲν ζῴου τὸ οὐσίαν ἔμψυχον αἰσθητικὴν ὁρισμόν, τοῦ δὲ ὁρισμοῦ τούτου πάλιν ἄλ‐
10λον τινὰ ὁρισμόν, ἢ καὶ ἑκάστου τῶν ἐν τῷ ὁρισμῷ. ὅσῳ γὰρ ἂν πορρω‐ τέρω προέλθῃ τοῦ προσεχοῦς λόγου τοῦ ἀνθρώπου ὃν ὡρίζετο, ἔλαττον ἀποδώσει τὸ εἶδος τοῦ ἀνθρώπου καὶ ἔλαττον αὐτὸν ὁριεῖται· ἀεὶ γὰρ ὁ πρῶτος καὶ προσεχὴς λόγος ἀποδοθεὶς ὁρισμός ἐστι τοῦ πράγματος, ὁ δὲ ὕστερος οὐκέτι ἐκείνου ἀλλὰ τοῦ περὶ ἐκείνου ἀποδοθέντος. ἐφ’ ὧν οὖν
15ὁ πρῶτος ἀποδοθεὶς μή ἐστιν ὁρισμός, οὐδ’ ἂν ὁ δεύτερος ἢ ὁ τρίτος ἢ ἄλλος τις εἴη· ἕκαστος γὰρ τούτων ὁρισμὸς γίνεται τοῦ πρὸ αὐτοῦ ἀποδο‐ θέντος ὁρισμοῦ, ἀλλ’ οὐ τοῦ πράγματος· οὗ γὰρ μή ἐστιν ὁρισμὸς τὸ πρῶ‐ τον ἀποδοθέν, τούτου πολὺ ἧττον ἂν εἴη ὁρισμὸς τὸ μετὰ τὸ πρῶτον ἀπο‐
δοθέν. εἰ γὰρ ὁ μὲν πρῶτος ἀποδοθεὶς ὡς τοῦ πράγματος ἀποδέδοται, ὁ161
in Metaph
.

162

δὲ δεύτερος ὡς τοῦ λόγου τοῦ περὶ τοῦ πράγματος ἀποδεδομένου, εἰ ὁ πρῶτος μή ἐστι τοῦ πράγματος, οὐδ’ ἂν ὁ δεύτερος αὐτοῦ εἴη· ἦν γὰρ καὶ οὗτος δυνάμενος αὐτοῦ εἶναι, εἰ ὁ πρῶτος ἀποδεδομένος, οὗ ὁ δεύτερος ἀποδέδοται, ἦν αὐτοῦ. καθόλου γὰρ ἐν οἷς τὸ πρῶτον μή ἐστιν, οὐδὲ τὸ
5δεύτερον· τὸ γὰρ δεύτερον πρώτου τινὸς δεύτερον· ὥστε ὧν μή ἐστιν ὁρι‐ σμός τις πρῶτος, οὐκ ἂν δεύτερος εἴη. δύναται καὶ τὸ πρῶτον τὸν ἔσχα‐ τον εἰρηκέναι· ὁ γὰρ ἔσχατος λόγος καὶ ἡ ἐσχάτη αἰτία καὶ τὸ ἔσχατον εἶδος, μεθ’ ὃ οὐκέτι τὸ διὰ τί ἀπαιτοῦμεν, οὗτος ἂν ὁ κυρίως ὁρισμὸς εἴη, οὗ μὴ ὄντος τῷ ἐπ’ ἄπειρον εἶναι τὴν πρόοδον, οὐκ ἂν τῶν πρὸ αὐτοῦ
10τις εἴη. τινὲς ἤκουσαν τοῦ πλεονάζοντα τῷ λόγ, ὡς λέγοντος αὐτοῦ, ἀεὶ τῷ πρώτῳ ἀποδοθέντι ὁρισμῷ προστίθεσθαί τι, ὡς πλεονάζειν τὸν δεύ‐ τερον τοῦ πρὸ αὐτοῦ κατὰ τὸν λόγον τῷ προστίθεσθαί τι αὐτῷ, οἷον τοῦ ἀνθρώπου εἰ ὁ μὲν πρῶτος εἴη ζῷον πεζὸν δίπουν, ἄλλον δὲ πάλιν [ἄλλο] μετὰ τοῦτον ἔχοντα ἄλλην τινὰ τῶν προειρημένων διαφορὰν προσκειμέ‐
15νην, οἷον τὸ λογικόν, καὶ πάλιν τούτῳ ἄλλην, ὡς εἶναι ἐπ’ ἄπειρον αὐξα‐ νόμενον τὸν πρῶτον ἀποδοθέντα ὅρον. p. 994b20 Ἔτι τὸ ἐπίστασθαι ἀναιροῦσιν οἱ οὕτω λέγοντες· οὐ γὰρ οἷόν τε εἰδέναι πρὶν εἰς τὰ ἄτομα ἐλθεῖν. Ἄτομα λέγει νῦν τὰ ἀμέσως ὑπάρχοντα· ἐκ γὰρ τῶν προσεχῶς καὶ
20ἀμέσως ὑπαρχόντων αἱ ἐπιστῆμαι, ὡς εἴρηται ἐν τοῖς Ὑστέροις ἀναλυτι‐ κοῖς· ὃ ἀδύνατόν ἐστιν εἶναι, εἰ τῶν ἐν τῷ ὁρισμῷ παραλαμβανομένων πάντων εἶεν ὁρισμοὶ καὶ ἐκ τούτων τῶν ὁρισμῶν ὁ ὁρισμὸς εἴη τοῦ προκει‐ μένου συμπληρούμενος. νῦν μὲν γὰρ τὸ διὰ τὸν ὁρισμόν τινι ὑπάρχον δειχθὲν ἀμέσως ὑπάρχειν αὐτῷ δοκεῖ· ἂν δὲ ᾖ παντὸς ὁρισμοῦ ὁρισμὸς
25ἐπ’ ἄπειρον, ἀεί τις μέσος ὅρος ἔσται τοῦ τε αἰτίου δι’ οὗ δείκνυται ὑπάρχον τί τινι καὶ τοῦ ὑποκειμένου ᾧ ὑπάρχειν τι δείκνυται. οὐδέποτε γὰρ δυνήσεται ἀμέσως τι ὑπάρχον τινὶ ληφθῆναι, εἰ ἀεὶ τοῦ εἰλημμένου
παντὸς ὁρισμὸς εἴη· οὐ γὰρ ἀμέσως τὸ ζῷον τῷ ἀνθρώπῳ ὑπάρξει, ἀλλὰ162
in Metaph
.

163

διὰ τὸ εἶναι αὐτὸν οὐσίαν ἔμψυχον αἰσθητικήν. πάλιν δὲ αὖ τὸ οὐσία ἔμψυχος αἰσθητικὴ ὑπάρξει αὐτῷ διὰ τὸν ἴδιον ὁρισμόν, πάλιν κἀκεῖνα ὁμοίως διὰ τὸν ἴδιον, καὶ τοῦτο ἐπ’ ἄπειρον· ἀεὶ γὰρ οἱ λαμβανόμενοι ὁρισμοὶ τῶν ὁρισμῶν μέσοι ὅροι ἔσονται, δι’ ὧν ὑπάρξει τὰ ὧν οἱ ὁρισμοὶ
5τοῖς ὁριστοῖς. ἀναιρεθήσονται ἄρα αἱ ἄτομοι καὶ ἄμεσοι προτάσεις, ὧν ἀναιρεθεισῶν ἀναιρεῖται ἐπιστήμη τε καὶ ἀπόδειξις. τινὲς δὲ ἄτομα ἤκουσαν τὰ καθ’ ἕκαστα, καί φασι τὰς μὲν ἐπιστήμας τότε τὸ ἐπιστητὸν ἔχειν, ὅταν περὶ ὧν εἰσιν, εὑρίσκωνται ταῦτα τοῖς ἀτόμοις τοῖς οἰκείοις ἐφαρμό‐ ζοντα. τότε γάρ τις ἐπιστήμην ἔχει τῶν τῷ ἀνθρώπῳ ὑπαρχόντων, ὅταν
10τοῖς καθ’ ἕκαστα ἀνθρώποις ἐφαρμόζῃ τὰ λεγόμενα. οὐχ οἷόν τε δὲ ἐπὶ τὰ ἄτομα ἐλθεῖν ἐπ’ ἄπειρον τῶν αἰτίων ἐπὶ τὸ κάτω τὴν πρόοδον λαμβα‐ νόντων· ἔσχατον μὲν γὰρ τὸ ἄτομον, οὐχ οἷόν τε δὲ ἐπὶ τοῦτο ἐλθεῖν ἀπείρων ὄντων τῶν μεταξὺ αἰτίων. ὡς εἶναι τὸ λεγόμενον κοινῶς περὶ πάντων τῶν αἰτίων λεγόμενον, ἀλλ’ οὐ περὶ τοῦ εἴδους τε καὶ ὁρισμοῦ μόνον.
15p. 994b21 Καὶ τὸ γιγνώσκειν οὐκ ἔστιν. Τὸ λεγόμενον τοιοῦτόν ἐστιν. εἰπὼν τῶν ἐνεργείᾳ ἀπείρων ἀδύνατον γνῶσιν εἶναι, καὶ ὅτι οἱ οὕτως αὔξοντες ἢ τοὺς ὁρισμοὺς ἢ τὰ αἴτια (κοινὸς γὰρ ὁ περὶ πάντων λόγος) ἀναιροῦσι γνῶσιν, εἴ γε ἐκ τῆς τῶν αἰτίων γνώσεως ἡ ἐπιστημονικὴ τῶν πραγμάτων γνῶσις, εἰπὼν δὲ τὰ
20ἄπειρα ἄγνωστα εἶναι, ἐπεὶ δοκεῖ καὶ τὰ συνεχῆ ἄπειρά πως εἶναι διὰ τὴν ἐπ’ ἄπειρον τομὴν καὶ μὴ εἶναι ἄγνωστα (ἔστι γὰρ τούτων τῆς ἐπ’ ἄπειρον τομῆς νόησις), ὅτι μὴ ὁμοίως ἔνεστιν ἐν ἐκείνοις τε ἡ ἀπειρία καὶ ἐν τοῖς αἰτίοις ἡ ἐπ’ ἄπειρον κατ’ εὐθυωρίαν πρόοδος, δείκνυσιν ἑξῆς εἰπὼν τὰ γὰρ οὕτως ἄπειρα πῶς ἐνδέχεται νοεῖν; λέγων τὰ ἐνερ‐
25γείᾳ. ἐπ’ ἄπειρον μὲν γὰρ ἡ γραμμὴ διαιρεῖται ὁμολογουμένως τῷ μὴ ἵστασθαι τὴν τομήν, ἀλλ’ ἡμεῖς γε οὐδέποτε νοοῦμεν αὐτὴν εἰς ἄπειρα
διῃρημένην, ἀλλ’ ὅταν νοῶμεν, τὰς τομὰς ἱστῶμεν καὶ παυόμεθα τοῦ163
in Metaph
.

164

τέμνειν καὶ λαμβάνομεν πεπερασμένας. πῶς γὰρ ἐπ’ ἄπειρον ἡ τομὴ γίνεται τῆς γραμμῆς καὶ ὅλως τῶν συνεχῶν νοοῦμεν, οὐ μὴν καὶ τὰς ἀπείρους αὐτῆς ἔτι διαιρέσεις· ἀεὶ γὰρ ἃς νοοῦμεν πεπερασμένας νοοῦμεν. τοῦτο γάρ ἐστι τὸ νοῆσαι δὲ οὐκ ἔστι μὴ στήσαντα· τὰς γὰρ πεπε‐
5ρασμένας νοοῦμεν. διὸ οὐδὲ ὁ διεξιὼν τὴν συνεχῆ γραμμὴν τὴν ἐπ’ ἄπειρον διαιρετὴν ἀριθμῶν τὰς τομὰς καὶ ἐνεργείᾳ λαμβάνων καθ’ ὅσον οἷόν τε τμηθῆναι αὐτὰς ἦν, οὕτω δίεισιν· οὐδέποτε γὰρ ἂν διεξέλθοι ὁ οὕτως αὐτὴν διεξιών. εἶπε δὲ ὁ τὴν ἄπειρον διεξιὼν ἀντὶ τοῦ ὁ τὴν ἐπ’ ἄπειρον διαιρετήν. ἀλλὰ κατ’ ἀθρόα μόρια δίεισι διὰ τὸ μὴ εἶναι ἐν
10αὐτῇ ἐνεργείᾳ τὴν ἀπειρίαν ἀλλὰ δυνάμει. ἐπὶ δέ γε τῶν αἰτίων, εἰ ἐπ’ ἄπειρον εἰς τὸ κάτω ἐστὶν ἄλλο ἄλλου αἴτιον, ἀδύνατον ἔσται γνῶσιν τῶν αἰτίων γενέσθαι πάντων, ἄπειρα δὲ γίγνεται τὰ πάντα ἐνεργείᾳ. εἰ δὴ ἤρτηται μὲν ἡ τῶν ὄντων γνῶσις ἐκ τῆς τῶν αἰτίων γνώσεως, ὡς προεί‐ ρηται, ἄγνωστα δὲ τὰ αἴτια δι’ ἀπειρίαν, ἄγνωστα καὶ τὰ ὧν αἴτια ταῦτα.
15p. 994b25 Ἀλλὰ καὶ τὴν ὕλην κινουμένην νοεῖν ἀνάγκη. Τοῦ τὸ ἄπειρον ἄγνωστον εἶναι τῇ αὐτοῦ φύσει παρατίθεται σημεῖον τὴν ὕλην, ἐπεὶ δοκεῖ κατὰ τὸν αὐτῆς λόγον ἄπειρος εἶναι, ἀσχημάτιστος οὖσα κατὰ τὴν ἰδίαν φύσιν καὶ οἰκεῖον πέρας οὐκ ἔχουσα. τῷ δὴ τοιαύτην αὐτὴν εἶναι οὐδὲ ἐπιστήμην αὐτῆς ἔχομεν· κινουμένῳ γάρ τινι γιγνώσκομεν
20αὐτήν· δοξαστὴ γάρ ἐστι καὶ οὐκ ἐπιστητή, καὶ ὡς μὲν ὁ Πλάτων φησί, νόθῳ λογισμῷ γνωστή, ὡς δὲ Ἀριστοτέλης, ἀναλογίᾳ γνωστὴ καὶ δοξαστή, ὡς καὶ τοῦτο εἴρηκεν ἐν τοῖς Φυσικοῖς. τὸ αὐτὸ δὲ σημαίνοι ἂν καὶ εἰ εἴη γεγραμμένον ἀλλὰ καὶ τὴν ὕλην ἐν κινουμένῳ νοεῖν ἀνάγκη. τινὲς δὲ κινουμένην γράφουσι, καὶ ἐξηγοῦνται τὴν λέξιν ὅτι οὐκ ἔστιν
25ἄπειρος ὡς τὰ ἐνεργείᾳ ἄπειρα. διὸ ἐκεῖνα μὲν ἄγνωστα, αὕτη δὲ ἄπειρος οὖσα καὶ λεγομένη κατὰ τὸ ἀεὶ ἐν κινήσει καὶ μεταβολῇ τινι νοῆσαι (τῷ γὰρ μὴ ἔχειν οἰκεῖον σχῆμα ἤ τινα ποιότητα, ἄλλοτε ἄλλο εἶδος ἀμείβειν καὶ μεταβάλλειν), οὕτω δὴ οὖσα ἄπειρος ὡς διὰ τὸ κινεῖσθαι
συνεχῶς λέγεσθαι τοιαύτη νοητή τέ ἐστι καὶ ἐπιστητή· οὐ γὰρ ὁμοίως164
in Metaph
.

165

τοῖς ἀγνώστοις ἄπειρος· ἵνα ἴσον ᾖ τὸ εἰρημένον τῷ ἀλλὰ καὶ τὴν ὕλην κινουμένην ἀεὶ καὶ ἐν ῥύσει οὖσαν καὶ διὰ τοῦτο ἄπειρον εἶναι λεγομένην, ὥσπερ καὶ τὴν γραμμὴν διὰ τὰς τομὰς νοεῖν ἀνάγκη, ἐπεὶ μὴ ἐκείνως ἐστὶν ἄπειρος. ἢ κινουμένην νοεῖν ἀντὶ τοῦ ὡς κινουμένην καὶ ἐν
5ῥύσει καὶ τῇ τοιαύτῃ ἀπειρίᾳ οὖσαν· διὰ τοῦτο γὰρ οὐδὲ ἡ ὕλη ἐπιστητή. εἰπὼν δὲ ταῦτα ἐπιφέρει καθολικὸν τὸ καὶ ἀπείρῳ οὐδενὶ ἔστιν εἶναι· εἰ δὲ μ, οὐκ ἄπειρόν γέ ἐστι τὸ ἀπείρῳ εἶναι. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. ὥσπερ τὸ ἄνθρωπος καὶ τὸ ἀνθρώπῳ εἶναι διαφέρει, καὶ ἐπὶ πάντων ἐφ’ ὧν τὸ πρᾶγμα σύνθετον (τὸ γὰρ εἶναι ἑκάστῳ κατὰ τὸν
10λόγον καὶ κατὰ τὸ εἶδος· ὁ μὲν γὰρ ἄνθρωπος ἐξ ὕλης καὶ εἴδους, τὸ δὲ ἀνθρώπῳ εἶναι ἁπλοῦν· κατὰ γὰρ τὸ εἶδός ἐστιν αὐτῷ τὸ εἶναι ἀνθρώπῳ. ἐπὶ μὲν γὰρ τῶν ἀσωμάτων ταὐτὸν τὸ πρᾶγμα καὶ τὸ εἶναι αὐτῷ· ταὐτὸν γὰρ ψυχὴ καὶ τὸ εἶναι ψυχῇ· ἐπὶ δὲ τῶν ἐν ὕλῃ τὸ εἶναι ἐχόντων διαφέρει), καὶ τὸ ἄπειρον οὖν τὸ ἐνεργείᾳ ἄγνωστόν ἐστιν, ἀλλὰ
15τὸ ἀπείρῳ αὐτῷ εἶναι οὔτε ἄπειρον οὔτε ἄγνωστον· ὁ γὰρ λόγος ὁ δηλῶν αὐτοῦ τὴν φύσιν καὶ τὸ εἶδος οὐκ ἄπειρος οὐδὲ ἄγνωστος. εἰπὼν δὲ καὶ ἀπείρῳ οὐδενὶ ἔστιν εἶναι, ὃ ἴσον ἐστὶ τῷ τὸ ἄπειρον οὐχ οἷόν τε ἐνεργείᾳ εἶναι, ἐπήνεγκε τὸ εἰ δὲ μ, οὐκ ἄπειρόν γέ ἐστι τὸ ἀπείρῳ εἶναι, τουτέστι καθὸ γνωστόν ἐστι τὸ ἄπειρον (γνωστὸν δέ ἐστι κατὰ τὸν
20λόγον), τοῦτο οὐκ ἄπειρον· οὐδὲ γὰρ τὸ ἄπειρον γνωστὸν καθὸ ἄπειρον. τὸ δὲ καὶ ἀπείρῳ οὐδενὶ ἔστιν εἶναι ἤτοι εἶπεν ἀντὶ τοῦ ἄπειρον οὐδέν ἐστιν ἐνεργείᾳ, ἢ ὅτι οὐδέν ἐστι πρᾶγμα ᾧτινι ὁ τοῦ ἀπείρου λόγος ἐφαρμόζει, τῷ δηλονότι μηδὲν εἶναι ἄπειρον. εἰ δὲ καὶ τεθείη ἐφαρμό‐ ζειν τινί, ἀλλ’ αὐτός γε ὁ λόγος καθ’ ὃν ἡ γνῶσις ἡ τοῦ ἀπείρου, οὐκ
25ἄπειρος. οὐκέτι δὲ ὅτι μηδὲ τὰ ποιητικὰ αἴτια ἄπειρα ἰδίᾳ ἔδειξεν ὡς φανερά· εἰ γὰρ μηδὲ τὰ γιγνόμενα ἄπειρα κατὰ τὸ εἶδος, ἀλλ’ ἀνακάμπτει, δῆλον ὡς πολὺ μᾶλλον οὐκ ἂν εἴη αὐτὰ τὰ ποιητικὰ αἴτια ἄπειρα. p. 994b27 Ἀλλὰ μὴν καὶ εἰ ἄπειρά γε ἦσαν πλήθει τὰ εἴδη τῶν αἰτίων.
30 Προθέμενος δεῖξαι ὅτι μή ἐστιν ἄπειρα τὰ αἴτια μήτε εἰς εὐθυω‐ ρίαν μήτε κατ’ εἶδος, καὶ δείξας ὅτι κατ’ εὐθυωρίαν οὔκ εἰσιν ἄπειρα
οὔτε ἐπὶ τὸ ἄνω οὔτε ἐπὶ τὸ κάτω, δείκνυσι νῦν ὅτι οὐδὲ κατ’ εἶδος οἷόν165
in Metaph
.

166

τε ἄπειρα εἶναι τὰ αἴτια, συγχρώμενος τῷ προειρημένῳ τῷ τὰ ἄπειρα τὰ κατ’ ἐνέργειαν ἄγνωστα εἶναι, τὰ δὲ κατ’ εἶδος ἄπειρα ἄπειρα δηλονότι ἐνεργείᾳ, ὥστε ἄγνωστα. εἰ δὲ τὰ αἴτια καὶ αἱ ἀρχαὶ ἄγνωστοι, δηλονότι καὶ τὰ ἐκ τούτων· τότε γὰρ εἰδέναι τι οἰόμεθα ὅταν τὰ αἴτια αὐτοῦ γνω‐
5ρίσωμεν. ὥστε καὶ τοιαύτης οὔσης τῆς τῶν αἰτίων ἀπειρίας ἀναιρεῖται ἐπιστήμη, ἀναιρουμένης τῆς τῶν ἀρχῶν γνώσεως. τὸ δὲ ἑξῆς εἰρημένον τὸ τὸ δ’ ἄπειρον κατὰ τὴν πρόσθεσιν οὐκ ἔστιν ἐν πεπερασμένῳ διεξελθεῖν τοιοῦτόν ἐστιν. πᾶσα νόησις περίληψίς τις οὖσα τοῦ νοουμένου ἐν πεπερασμένῳ γίγνεται χρόνῳ· τὸ δὲ ἄπειρον τὸ τῇ προσθέσει, τουτέστι
10τὸ κατ’ ἐνέργειαν (ἔστι γὰρ τὸ κατ’ ἐνέργειαν ἄπειρον, οὗ λαμβανόντων ἀεί τι ἔστιν ἔξω, καὶ ἐφ’ οὗ παντὸς τοῦ λαμβανομένου ἔστι τι ἐκτός), τὸ δὴ οὕτως ἄπειρον οὐχ οἷόν τε ἐν πεπερασμένῳ χρόνῳ διεξελθεῖν· τὸ μὲν γὰρ δυνάμει καὶ διχοτομίᾳ οἷόν τε ἐν πεπερασμένῳ χρόνῳ διεξελθεῖν, τὸ δὲ ἐνεργείᾳ καὶ τῇ προσθέσει ἀδύνατον τῷ ἀεὶ τῷ περιληφθέντι καὶ νοηθέντι
15ἄλλο τι ὑπολειπόμενον προστίθεσθαι. εἰ δὴ ὁ μὲν νοῦς ἃ νοεῖ ἐν πεπερα‐ σμένῳ χρόνῳ νοεῖ τε καὶ διέξεισι, τὰ δὲ ἄπειρα ἀδύνατον ἐν πεπερασμένῳ χρόνῳ διεξελθεῖν τε καὶ νοῆσαι τῷ ἀεί τι τοῖς περιειλημμένοις καὶ νενοη‐ μένοις προστίθεσθαι, οὐκ ἂν ὁ νοῦς νοοίη τὰ ἄπειρα. αὐτὸς μὲν οὕτως ἐφοδεύσας ἔδειξεν ὅτι μὴ οἷόν τε ἄπειρα εἶναι τὰ αἴτια· ὁ δὲ ἡμέτερος
20Ἀριστοτέλης καὶ αὐτὸς ἐπιχειρῶν ἐδείκνυεν. ἐπεὶ ἔστιν αἴτια τῶν ὄντων, ἤτοι πλείω ταῦτά ἐστιν ἢ ἕν. ἀλλ’ ἓν μὲν οὐχ οἷόν τε μόνον αἴτιον εἶναι τῶν ὄντων τε καὶ γινομένων, ὡς ἐν ἄλλοις δέδεικται· καὶ γὰρ ὑποκειμένου τινὸς χρεία τῷ γιγνομένῳ καὶ τοῦ ποιοῦντος. ἀλλὰ καὶ κατὰ εἶδος δεί‐ κνυταί τι γίγνεσθαι· ὥστε οὐχ ἓν τὸ αἴτιον. πλείω ἄρα· εἰ δὲ πλείω,
25ἤτοι πάντα ἄπειρα ἢ τινὰ ἢ ἕν. πάντα μὲν οὖν ἢ τινὰ ἄπειρα εἶναι ἀδύ‐ νατον· οὐ γὰρ οἷόν τε πολλὰ ἄπειρα εἶναι. ἀλλ’ οὐδὲ ἓν μὲν ἄπειρον τὰ ἄλλα δὲ πεπερασμένα λέγειν οἷόν τε· τὸ γὰρ ἄπειρον πανταχῇ ὂν ἄλλῳ παρείσδυσιν οὐ δίδωσιν, οὔτε ἀπείρῳ οὔτε πεπερασμένῳ. ἀλλὰ μὴν οὐδ’ εἰ ἓν μόνον αἴτιον εἴη, οἷόν τε τοῦτο ἄπειρον εἶναι· οὐδενὸς γὰρ ἔσται
30αἴτιον· οὐ γὰρ ἕξει χώραν τὸ οὗ ἐστιν αἴτιον, τοῦ αἰτίου ὄντος πανταχῇ.
δῆλον γὰρ ὡς ἄπειρον ὂν ποσόν τι ἔσται κατ’ αὐτὸ τοῦτο, ἄντε κατὰ τὸ166
in Metaph
.

167

ποσὸν ᾖ πανταχῇ ἄντε κατὰ χρόνον. δοκεῖ δὲ ἡ ἐπιχείρησις ἔχειν μέν τι διαλεκτικὸν καὶ εἶναι λογική, οὐ μὴν καὶ ὁμοίως οἰκεία τοῖς προειρη‐ μένοις εἶναι. p. 994b32 Αἱ δ’ ἀκροάσεις κατὰ τὰ ἔθη συμβαίνουσιν.
5 Διὰ τούτων ἡμᾶς διδάσκει τίνες τῶν τοιούτων ἀκροαταὶ λόγων εἶναι δύνανται, καὶ ὅτι πεπαιδεῦσθαι δεῖ καὶ ἠσκῆσθαι ἄκρως τοὺς ἀκουσομένους τῶν λόγων. αἱ γὰρ ἀκροάσεις γίγνονται κατὰ τὴν ἰδίαν τῶν ἐθῶν οἰκειό‐ τητα· οἷς γὰρ συνειθίσμεθα, τούτοις ἀξιοῦμεν καὶ τὰ λεγόμενα συμφωνεῖν, τὰ δὲ παρὰ τὰ συνήθη ἡμῖν τῶν λεγομένων ἀγνωστότερα φαίνεται διὰ τὸ
10ξενικὰ εἶναι. ὃ εἶπε διὰ τοῦ ἔτι τὸ λέγεσθαι καὶ τὰ παρὰ ταῦτα οὐχ ὅμοια φαίνεται. δοκεῖ δὲ τὸ ἔτι περιττὸν εἶναι. εἰ δὲ εἴη γεγραμμένον, λείποι ἂν τῷ ἔτι τὸ λέγεσθαι ἄλλως· τὸ γὰρ ἄλλως λέγεσθαί τινα καὶ ὡς μὴ εἰθίσμεθα ἀκούειν, ὃ εἶπε διὰ τοῦ καὶ παρὰ ταῦτα, ἀγνωστότερα ποιεῖ τὰ λεγόμενα. τοῦτο εἰπὼν ἐφεξῆς δείκνυσι πόσην ἰσχὺν ἔχει τὰ συνήθη.
15πολλὰ γὰρ οἱ νομοθέται μυθώδη νομοθετοῦντες διὰ τὸ χρήσιμα εἶναι πιστεύεσθαι οὕτως ἔχειν, ἔχουσι πειθομένους τοὺς χρωμένους τῷ νόμῳ διὰ τὴν τῶν λεγομένων συντροφίαν, οἷον ὅτι αὐτόχθονές τινες ἐγένοντο ἐκ τῆς γῆς φύντες, καὶ ἄλλοι ὅτι ἐξ ὀδόντων σπαρέντων ἔφυσαν, καὶ διὰ τοῦτο χρὴ ὑπερμαχεῖν ὡς μητρὸς τῆς γῆς, ἢ ὅτι θεοὶ περὶ αὐτῆς ἤρισαν·
20οὕτως ἀξιοσπούδαστός ἐστιν. τὸ δὲ μεῖζον ἰσχύει τοῦ γιγνώσκειν περὶ αὐτῶν διὰ τὸ ἔθος ἴσον ἐστὶ τῷ μεῖζον ἰσχύει τῆς περὶ αὐτὰ ἀληθείας τὸ ἔθος· κατὰ γὰρ τὴν ἀλήθειαν ἡ γνῶσις. εἰπὼν δὲ ταῦτα καὶ ἐνδειξάμενος δι’ αὐτῶν τὴν τῶν ἐθῶν ἰσχύν, ἐπὶ τούτοις λέγει τὰς διαφορὰς τῶν ἀκροατῶν ἃς διὰ τὰ ἔθη ἔχουσι πρὸς ἀλλήλους. οἱ μὲν τοῖς μαθή‐
25μασιν εἰθισμένοι μαθηματικὰς τῶν λεγομένων πάντων καὶ ἀκριβεῖς ἀπο‐
δείξεις ἀπαιτοῦσι καὶ τῶν ἄλλως λεγόντων οὐκ ἀποδέχονται, οἱ δὲ διὰ167
in Metaph
.

168

παραδειγμάτων ἐθισθέντες μανθάνειν τοῖς οὕτω λέγουσιν ἥδονται, οἱ δὲ τοῖς ποιήμασι χαίροντες καὶ τούτοις σύντροφοι οὐκ ἀποδέχονται τοὺς λέ‐ γοντας, ἂν μὴ καὶ ποιητὴν τῶν λεγομένων παράσχωνται μάρτυρα. καὶ οἱ μὲν πάντα ἀκριβῶς ἐξετάζουσιν, εἰσὶ δὲ οἳ τῇ ἀκριβολογίᾳ ἄχθονται, ἢ
5διὰ τὸ μὴ δύνασθαι ἐπακολουθεῖν (τοῦτο γὰρ τὸ συνείρειν) ἀλλὰ κάμνειν, ἢ διὰ τὸ προειληφέναι ὅτι τὸ ἄκρως ἀκριβολογεῖσθαι μικρολογία· τοῦτο γάρ ἐστι τὸ διὰ τὴν μικρολογίαν· τοιαύτην γάρ τινα φαντασίαν ἀποτελεῖ ἡ ἄγαν περὶ τὰ λεγόμενα ἀκρίβεια, ἀπὸ τῶν συναλλαγμάτων καὶ τῆς περὶ τὰ ἐν χρήσει ἀκριβείας σπάσασα τήνδε τὴν δόξαν· ἀνελεύθερον γάρ τισιν
10ἤδη δοκεῖ καὶ τὸ ἐν τοῖς λόγοις ἄγαν ἀκριβὲς καὶ περὶ τῶν μικρῶν ἐξε‐ ταστικόν, ὥσπερ καὶ τὸ ἐν τοῖς συναλλάγμασι. προειπὼν δὲ ταῦτα καὶ δείξας τὴν τῶν ἐθῶν ἰσχύν, καὶ διότι κατ’ οἰκειότητα τὴν κατὰ τὰ ἔθη καὶ τὰ λεγόμενα ἀποδέχονται, ἐπιφέρει διὸ δεῖ πεπαιδεῦσθαι πῶς ἕκαστα ἀποδεκτέον, ἴσον λέγων τῷ καὶ αὐτῷ ἐν τοῖς Ἠθικοῖς εἰρη‐
15μένῳ τῷ “πεπαιδευμένου γάρ ἐστιν ἐπὶ τοσοῦτον τἀκριβὲς ἐπιζητεῖν καθ’ ἕκαστον γένος, ἐφ’ ὅσον ἡ τοῦ πράγματος φύσις ἐπιδέχεται”. ὃ διὰ τῶν Ὑστέρων ἀναλυτικῶν δείκνυται, ἐνδεικνύμενος ἡμῖν ὅτι καθόλου μὲν δεῖ πεπαιδεῦσθαι καὶ εἰδέναι πῶς χρὴ τῶν λεγομένων ἀκούειν ἑκάστου (οὐ γὰρ πάντα ὅμοια, οὐδὲ ἴσην τὴν ἀκρίβειαν ἐπιδεχόμενα), ἐξαιρέτως δὲ τοὺς
20τούτων τῶν ῥηθησομένων ἀκούσοντας· οὐ γάρ ἐστιν αἰσθητὰ ἢ περὶ αἰσθη‐ τῶν, οὔτε συνήθη τε καὶ ἐν ποσί. ταῦτα δὲ λέγων ἐνδείκνυται ἡμῖν ὅτι δεῖ πρῶτον ἐν τοῖς ἀναλυτικοῖς ἐγγυμνάζεσθαι καὶ τοῖς λογικοῖς ὅλως, καὶ εἰδέναι τοὺς τρόπους τῶν ἀποδείξεων καὶ τὰς τῶν λόγων συναγωγάς· ἄτοπον γὰρ ἅμα ζητεῖν ἐπιστήμην τινός, καὶ περὶ αὐτῆς τῆς ἐπιστήμης
25ζητεῖν τίνα τρόπον γίγνεται καὶ ἀναλαμβάνεται· οὐδὲ γὰρ τὸ ἕτερον ἤδη168
in Metaph
.

169

τούτων εὑρίσκεται ῥᾴδιον. ὅπερ δὲ εἶπε καὶ αὐτὸ ἐν τῷ πρώτῳ τῶν Νικομαχείων Ἠθικῶν λέγων πῶς ἐκείνους τοὺς λόγους ἀποδέχεσθαι δεῖ (εἶπε γὰρ “παραπλήσιον γὰρ μαθηματικοῦ πιθανολογοῦντος ἀποδέχεσθαι καὶ ῥητορικὸν ἀποδείξεις ἀπαιτεῖν”), τοῦτο καὶ νῦν λέγει. τὴν ἀκριβο‐
5λογίαν γάρ, φησί, τὴν μαθηματικὴν οὐκ ἐν ἅπασιν ἀπαιτητέον, ἀλλ’ ἐν τοῖς ἀύλοις, ὁποῖά ἐστι τὰ ἐξ ἀφαιρέσεώς τε καὶ μαθηματικά, ἴσως ἐνδεικνύμενος ἡμῖν ὅτι τοιαύτης ἀκριβολογίας χρεία καὶ πρὸς τὰ παρόντα· περὶ ἀύλων γὰρ ὁ περὶ τῶν πρώτων ἀρχῶν λόγος καὶ οὐ συνή‐ θων. τὸ δὲ διόπερ οὐ φυσικὸς ὁ λόγος ἤτοι λέγει ὅτι ἀκριβής· προεί‐
10ρηκε γὰρ τοῦτο (γράφεται δὲ καὶ ὁ τρόπος, καὶ εἴη ἂν ὁ λόγος ὡς οὐ φυσικοῦ)· ἢ τὸ λεγόμενον τοιοῦτόν ἐστιν. τὰ φυσικὰ δοκεῖ πάντα σὺν ὕλῃ εἶναι, ἄυλα δὲ τὰ μαθηματικά, διὸ καὶ ἀκριβολογίαν ἐπιδέχεται, τὰ δὲ φυσικὰ οὐχ ὁμοίως. οἱ δὴ περὶ τῶν μαθηματικῶν λόγοι περὶ τῶν ἀύλων ὄντες οὔκ εἰσι φυσικοί· οὐ γὰρ τοσαύτην ἀκριβολογίαν τὰ φυσικὰ ὄντα γε
15σὺν ὕλῃ χωρεῖ. δύναται δὲ καὶ περὶ τῶν προκειμένων λόγων λέγειν, ὅτι οὔκ εἰσι φυσικοί· ἄυλα γὰρ περὶ ὧν λέγειν ἡμῖν πρόκειται, καὶ ἀκριβε‐ στέρων λόγων ἢ κατὰ φυσικὰ δεόμενα. τὸ δὲ ἴσως τῷ ἅπασα γὰρ ἡ φύσις ἔχει ὕλην προσέθηκεν, ἐπεὶ καὶ τὸ κυκλοφορικὸν σῶμα φυσικὸν μέν, οὐ μὴν ὕλη τὸ τούτῳ ὑποκείμενον. τὸ δὲ ἑξῆς εἰρημένον ἐπ’ αὐτοῦ
20διὸ σκεπτέον πρῶτον τί ἐστιν ἡ φύσις· οὕτω γὰρ καὶ περὶ τίνων ἡ φυσικὴ δῆλον ἔσται, εἰ μὲν ἁπλῶς οὕτως εἴη εἰρημένον ὡς δοκεῖ, δεικτικὸν ἂν εἴη τοῦ τοῦτο τὸ βιβλίον μὴ τῆς Μετὰ τὰ φυσικὰ εἶναι πραγματείας, ὡς καὶ ἀρχόμενοι αὐτοῦ ἐπεσημηνάμεθα, ἀλλὰ προγρα‐ φόμενόν τι πάσης τῆς θεωρητικῆς φιλοσοφίας, ἧς ὡς πρὸς ἡμᾶς πρώτη ἡ
25φυσική, ἣν ὁποία τίς ἐστι καὶ περὶ τίνων, εὕροιμεν ἂν εἰ πρῶτον τί ποτέ ἐστιν ἡ φύσις ἐπισκεψαίμεθα. εἰ δέ τις ἀκούοι τοῦ λόγου οὕτως εἰρημένου πρὸς διάκρισιν τῶν τε φυσικῶν λόγων καὶ τῶν κατὰ τήνδε τὴν πραγμα‐ τείαν (ὁ γὰρ ἐπεσκεμμένος πρῶτον τί ἐστι φύσις καὶ εἰδὼς περὶ τίνων ἡ φυσική, οἶδεν οὗτος ὅτι οἵδε οἱ λόγοι οὐ φυσικοὶ ἀλλ’ ἀκριβέστεροί τε καὶ
30περὶ ἀύλων), οὐχ ὅτι δὲ χρὴ νῦν ἐπισκέπτεσθαι τί ἐστι φύσις λέγοι ἄν,169
in Metaph
.

170

ἀλλ’ ὅτι πρὸ τῆσδε τῆς πραγματείας δεῖ περὶ τῶν φυσικῶν πεπραγματεῦ‐ σθαι· αὕτη γὰρ ἡ τάξις τῶν πραγματειῶν, καὶ ὁ ἐν τῇ περὶ ἐκείνων θεωρίᾳ γεγυμνασμένος οὕτως ἂν καὶ τοῖς εἰς τήνδε συντείνουσι παρακολουθεῖν δύναται. αἱ δὲ ἀκροάσεις κατὰ τὰ ἔθη συμβαίνουσιν. ἔστι μὲν ἡ
5λέξις ἐξ ὧν ὑπεμνηματίσμεθα * * *, δύναται δὲ καὶ οὕτως ἐξακούεσθαι. προειπὼν ὅτι ἡ γνῶσις καὶ αἱ μαθήσεις ἐκ προγιγνωσκομένων (ὧν γὰρ τὰ αἴτια ἄγνωστα, καὶ αὐτὰ τοιαῦτα), εἰς πίστιν τοῦ ἐκ τῶν προγιγνωσκομένων γίγνεσθαι τὰς γνώσεις παρέθετο τὸ κατὰ τὰ ἔθη καὶ τὰς ἀκροάσεις γίγνε‐ σθαι, καὶ οὕτως ἕκαστον τῶν λεγομένων ἀκούειν βούλεσθαι ὡς προσειθίσθη,
10ὡς κατ’ οἰκειότητα καὶ τὸ προειδέναι διὰ τὰ ἔθη ἀποδεχομένων τὰ λεγό‐
μενα τῶν ἀκουόντων.170
in Metaph
.

171

(3)

p. 995a24 Ἀνάγκη πρὸς τὴν ἐπιζητουμένην ἐπιστήμην ἐπελθεῖν ἡμᾶς πρῶτον.
5 Ἡ μὲν ἐπιζητουμένη ἐπιστήμη καὶ προκειμένη νῦν αὐτή ἐστιν ἡ σοφία τε καὶ ἡ θεολογική, ἣν καὶ Μετὰ τὰ φυσικὰ ἐπιγράφει τῷ τῇ τάξει μετ’ ἐκείνην εἶναι πρὸς ἡμᾶς. λέγει δὲ αὐτὴν καὶ πρώτην σοφίαν, ὅτι τῶν πρώτων καὶ τιμιωτάτων ἐστὶ θεωρητική. διὰ τὸ αὐτὸ δὲ τοῦτο καὶ θεολογική· περὶ γὰρ τοῦ αἰτίου καὶ εἴδους, ὃ πάντῃ ἄυλός ἐστιν οὐσία
10κατ’ αὐτόν, ἣν καὶ πρῶτον θεὸν καὶ νοῦν καλεῖ, ὁ λόγος ἐν τούτοις προη‐ γουμένως αὐτῷ γίνεται. φησὶ δὲ ἀναγκαῖον εἶναι πρὸς τὴν εὕρεσιν τῆς τε ἐπιστήμης αὐτῆς καὶ τῶν κατὰ τὴν ἐπιστήμην ταύτην ζητουμένων πρῶτον ἐπελθεῖν καὶ ἐξαριθμήσασθαι περὶ ὧν ἀπορῆσαι δεῖ πρῶτον, εἶτα
ἀπορῆσαι περὶ αὐτῶν· καὶ οὕτως ποιεῖ. δύναταί τις ἀκοῦσαι καὶ καθολι‐171
in Metaph
.

172

κώτερον τοῦ εἰρημένου περὶ ὧν ἀπορῆσαι δεῖ πρῶτον· διὰ γὰρ τούτων ἡ τῶν ἐπιστημῶν εὕρεσις· εἰ δὲ πρὸς πᾶσαν, καὶ τὴν προκειμένην. τίνα δὲ δεῖ ἀπορεῖν καθ’ ἑκάστην ἐπιστήμην προσέθηκε διὰ τοῦ ταῦτα δέ ἐστιν ὅσα τε περὶ αὐτῶν ἄλλως ὑπειλήφασί τινες. τοῦτο δ’ ἂν
5σημαίνοι ἢ τὸ μὴ προσηκόντως ἢ δεόντως ἀλλὰ διημαρτημένως, ἢ ὅτι ἄλλοι ἄλλως· ταῦτα γὰρ μάλιστα ἀπορίας παρέχει, περὶ ὧν προκαταβέ‐ βληνται διάφοροι δόξαι ὑπὸ τῶν πραγματευσαμένων περὶ αὐτά· ἢ ὅσα παρεώραται ὑπὸ τῶν πρόσθεν, καίπερ ἀναγκαῖα ὄντα γιγνώσκεσθαι. ὡς δὲ καὶ περὶ τούτων διαπορήσων λέγει. εἰπὼν δὲ ἀπορῆσαι δεῖν, ἑξῆς καθόλου
10κατασκευάζει τε καὶ δείκνυσιν ὅτι χρήσιμον πᾶσι τοῖς πραγματευσομένοις περί τινος πρὸς τὴν τῶν ζητουμένων εὕρεσιν τὸ πρῶτον περὶ αὐτῶν δια‐ πορεῖν· ἡ γὰρ εὐπορία καὶ ἡ εὕρεσις αὐτῶν καὶ κατασκευὴ ἐκ τῆς εὑρέ‐ σεως τῶν ἠπορημένων ἤρτηται. εἴη δὲ ἂν καταλληλότερον, εἰ ἀντὶ τοῦ ἔστι δέ εἴη γεγραμμένον ἔστι γάρ· ἡ γὰρ ὕστερον εὐπορία λύσις τῶν
15προειρημένων ἀπόρων ἐστίν. ἴσον δέ ἐστι τοῦτο τῷ ἡ γὰρ λύσις τῶν προηπορημένων αἰτία τῆς ὕστερον γιγνομένης εὐπορίας. ἢ οὕτως· ἡ γὰρ ὕστερον εὐπορία γιγνομένη ἐκ τῆς λύσεως τῶν πρώτων ἠπορημένων γίγνεται. ἔστι δὲ αὐτῷ τῆς προκειμένης πραγματείας ἐντεῦθεν ἡ ἀρχή· περὶ γὰρ τῶν ἀναγκαίως συντεινόντων εἰς τὰ προκείμενα ἐνταῦθα λέγειν ἄρχεται·
20ὅσα δὲ ἐν τοῖς Α εἴρηται, προλεγόμενα ἂν εἴη αὐτῆς καὶ εἰς τὴν προκα‐ τάστασιν συντελοῦντα. διό τισιν ἔδοξε τῆς Μετὰ τὰ φυσικὰ πραγματείας τοῦτο εἶναι τὸ πρῶτον. p. 995a29 Λύειν γὰρ οὐκ ἔστιν ἀγνοοῦντας τὸν δεσμόν. Εἰ ἡ εὕρεσις καὶ κατασκευὴ τῶν ζητουμένων ἤρτηται τῆς τῶν ἀπο‐
25ρουμένων λύσεως, λύειν δὲ οὐχ οἷόν τε δεσμόν τινα μὴ πρότερον εἰδότας αὐτόν, τουτέστι καθὸ δέδεται (πῶς γὰρ ἂν λύσαι τις κατ’ ἐπιστήμην τὸν ἀγνοούμενον δεσμόν;) δεσμὸς δὲ ἐν τοῖς ζητουμένοις ἡ τῆς διανοίας ἀπορία (αὕτη γὰρ τὸν δεσμὸν δεικνύει τοῦ πράγματος), ἀναγκαῖον πρῶτον τὸ περὶ τῶν ζητουμένων καὶ μελλόντων δείκνυσθαι ἀπορεῖν, εἴ γε τὸ μὲν εὑρεῖν
30ἐκ τοῦ λύειν τὰ ἀπορούμενα, λύειν δὲ τὰ ἀπορούμενα οὐχ οἷόν τε μὴ εἰδότας πῶς ἠπόρηται. ἀλλ’ ἡ τῆς διανοίας ἀπορία δηλοῖ τοῦτο περὶ τοῦ πράγματος. ἴσον ἐστὶ τὸ εἰρημένον τῷ ἀλλ’ ἡ τῆς διανοίας
ἀπορία δηλοῖ τὸν δεσμὸν τὸν ἐν τῷ πράγματι. εἰπὼν δὲ δεσμὸν τὴν ἀπο‐172
in Metaph
.

173

ρίαν, κατὰ τί ὅμοιόν ἐστι δεσμῷ ἐπήνεγκε· κωλυτικὸς γὰρ ὁ δεσμὸς τῆς εἰς τὸ πρόσθεν καὶ εἰς τὸ προκείμενον προόδου τε καὶ προχωρήσεως, τοῦτο δὲ καὶ ἡ ἀπορία ποιεῖ· ἡ γὰρ διάνοια εἰς τὸ πρόσθεν προϊέναι κωλύεται διὰ τὴν περὶ τοῦ πράγματος ἀπορίαν.
5p. 995a32 Ἀδύνατον γὰρ ἀμφοτέρως προελθεῖν εἰς τὸ πρόσθεν. Οὔτε γὰρ ὁ δεδεμένος οὔτε ὁ ἀπορῶν δύνανται εἰς τὸ πρόσθεν καὶ τὸ προκείμενον αὐτοῖς προϊέναι. καὶ διὰ τὸ δεῖν οὖν γνωρίζειν τὸν δεσμόν, εἰ μέλλει τις λύσειν αὐτόν, ἀναγκαῖόν φησιν εἶναι προαπορεῖν, καὶ διὰ τὸ τοὺς χωρὶς τοῦ διαπορεῖν ζητοῦντας περί τινος ἐοικέναι τυφλοῦ πορείαις·
10οὐ γὰρ ἔχουσι σκοπὸν οἱ χωρὶς τοῦ ἐπεσκέφθαι τὰ ἀπορούμενα περὶ τῶν ζητουμένων λέγοντες περὶ αὐτῶν, πρὸς ὃν χρὴ τὰ λεγόμενα συνείρειν τε καὶ συντείνειν. ὁδηγεῖ γὰρ τὰ προηπορημένα τοὺς ἀπορήσαντας πρὸς τὸ τὰς ζητήσεις ποιεῖσθαι κατὰ λόγον· οἱ γὰρ χωρὶς τοῦ ἀπορῆσαι ζητοῦντες περί τινων, οὐκ εἰδότες περὶ ὧν δεῖ ζητεῖν ζητοῦσι. προστίθησι δὲ τούτοις τὸ
15τοὺς ζητοῦντας περί τινος χωρὶς τοῦ ἀπορῆσαι μηδέποτε εἰ εὐπόρηταί τε καὶ τέλος ἔχει τὸ ζητούμενον γνωρίζειν δύνασθαι· οὗ αἰτίαν ἀποδέδωκε τὸ τοῖς μὲν οὕτω ζητοῦσι περί τινος μὴ εἶναι γνώριμον τὸ τέλος τοῦ ζητου‐ μένου· διὰ τοῦτο γὰρ ἐοικέναι εἶπεν αὐτοὺς καὶ ὁμοίους εἶναι τοῖς ποῖ δεῖ βαδίζειν ἀγνοοῦσιν, οἷς ἀγνοεῖται τὸ τέλος· τούτοις δὲ οὐδ’ εἴ ποτε εὕρηται
20γνώριμον τὸ τέλος καὶ ὁ σκοπός· ἡ γὰρ τῶν ἀπορεῖσθαι δυναμένων περί τινα λύσις τὸ τέλος τε καὶ εὕρεσις αὐτοῦ. προστίθησι δὲ τοῖς προειρη‐ μένοις καὶ ἄλλην αἰτίαν τοῦ τὸ προαπορεῖν ἀναγκαῖον εἶναι· ἔστι δὲ αὕτη ὅτι ὥσπερ ἐν ταῖς κρίσεσιν ἄμεινον κρινοῦσιν οἱ ἀμφοτέρων τῶν ἀντιδι‐ κούντων ἀλλήλοις ἀκούσαντες καὶ μὴ μόνου θατέρου, οὕτως καὶ ἐπὶ τῶν
25ζητουμένων ὑγιεστέρα ἡ κρίσις ἡ περὶ αὐτῶν γίγνεται, εἰ πάντα τις τὰ ἀπορεῖσθαι δυνάμενα καὶ λέγεσθαι πρὸς τὴν κατασκευὴν αὐτῶν καὶ θέσιν προεπέλθοι τε καὶ λύσαι. διὰ δὲ τῶν προειρημένων περὶ τοῦ δεῖν δια‐
πορεῖν πρῶτον εἴη ἂν αὐτῷ δεικνύμενον ἅμα καὶ τὸ χρήσιμον τῆς δια‐173
in Metaph
.

174

λεκτικῆς πρὸς φιλοσοφίαν καὶ τὴν τῆς ἀληθείας εὕρεσιν· τῆς γὰρ διαλεκτι‐ κῆς τὸ διαπορεῖν καὶ ἐπιχειρεῖν εἰς ἑκάτερα. ἀληθὲς ἄρα τὸ ἐν τοῖς Τοπικοῖς εἰρημένον τὸ χρήσιμον εἶναι τὴν διαλεκτικὴν πρὸς τὰς κατὰ φιλο‐ σοφίαν ζητήσεις.
5p. 995b4 Ἔστι δ’ ἀπορία πρώτη μὲν περὶ ὧν ἐν τοῖς πεφροι‐ μιασμένοις διηπορήσαμεν. Οὐ τὴν ἀπορίαν, ἣν τίθησι, φησὶν ἠπορῆσθαι ἐν τοῖς πεφροιμιασμέ‐ νοις· ἔστι γὰρ ἡ ἀπορία ἡ πρώτη, ὡς λέγει, ὀφείλουσα ἀπορηθῆναι περὶ τοῦ πότερον μιᾶς ἐπιστήμης θεωρῆσαι τὰς πάντων αἰτίας ἢ πλειόνων, ὡς
10ἄλλην ἐπιστήμην ἄλλων ἀρχῶν καὶ αἰτίων εἶναι θεωρητικήν· ταύτην δὲ τὴν ἀπορίαν οὐ δοκεῖ κεκινηκέναι ἐν τοῖς πρὸ τούτου βιβλίοις· ἐν γὰρ τῷ πρώτῳ Περὶ ψυχῆς δοκεῖ αὐτῆς μεμνημονευκέναι. διὸ εἴη ἂν τὸ εἰρη‐ μένον, περὶ ὧν ἠπορήσαμεν ἐν τοῖς πεφροιμιασμένοις ἡμῖν, πρώτη· ἔστιν ἀπορία, ἣν καὶ πρώτην τίθησιν· ἠπόρησε γὰρ ἐν ἐκείνοις περὶ αἰτίων· περὶ
15δὲ τῶν αἰτίων δὴ πρώτην φησὶν ἀπορίαν εἶναι ἧς μνημονεύει. διηπόρησε δὲ περὶ αἰτίων ἐν μὲν τῷ μείζονι Α ζητῶν πόσα τὰ εἴδη τῶν αἰτίων, καὶ τὰς τῶν ἄλλων δόξας ἐκθέμενος περὶ αἰτίων καὶ πρὸς αὐτὰς εἰπών, ἐπι‐ στώσατο εἶναι τέσσαρα αἰτίων εἴδη· ἐν δὲ τῷ ἐλάττονι ζητήσας εἰ ἐπ’ ἄπειρόν ἐστι τὸ αἴτιον ἢ κατ’ εὐθυωρίαν ἢ κατ’ εἶδος, ἢ ἵσταται καὶ ἔστι
20πεπερασμένον. πρώτη δὲ ἀπορία ἡ περὶ τούτων εἴη ἂν ἡ νῦν λεγομένη. ἢ γοῦν τοῦτ’ ἔστιν ὃ λέγει, ἢ ὅτι ἡ πρώτη ἀπορία ἐστὶ περὶ τούτων περὶ ὧν ἐν τοῖς πεφροιμιασμένοις διηπορήσαμεν, ὡς οὐ πασῶν περὶ τούτων οὐσῶν περὶ ὧν ἐν ἐκείνοις ἠπορήσαμεν, ζητοῦντες εἰ ἔστι καὶ πόσα ἐστίν· περὶ τούτων ἣν νῦν ἀπορήσομεν πρώτη ἀπορία ἔσται· περὶ γὰρ αἰτίων καὶ
25αὐτή. τινὲς μέντοι διὰ τὸ νῦν εἰρημένον ὑπ’ αὐτοῦ ἐπὶ τέλει τοῦ τῶν Α ἐλάττονος ταύτην τὴν ἀπορίαν προσγράφουσι, κατ’ οὐδένα λόγον ἐκεῖ κειμένην. τὸ δὲ πότερον μιᾶς ἢ πολλῶν ἐπιστημῶν θεωρῆσαι, σημαίνοι ἂν ἴσον τῷ, εἰ ὧν ἐθέμεθα αἰτίων τεσσάρων μία ἐστὶ θεωρητικὴ πάντων ἐπιστήμη, ἢ ἄλλου αἰτίου ἄλλη ἐπιστήμη, ὡς ὕστερον ἀπορῶν ἐπι‐
30χειρήσει. καὶ εἴη ἂν εὐλόγως λέγων τὸ περὶ ὧν ἐν τοῖς πεφροιμιασμένοις διηπορήσαμεν· ἐν γὰρ τῷ Α τῷ μείζονι εἰ τέσσαρα τὰ τῶν αἰτίων εἴδη ἐζήτησε, περὶ ὧν τεσσάρων ζητήσει νῦν, εἰ μιᾶς ἐπιστήμης ἐστὶν ἡ γνῶσις
αὐτῶν.174
in Metaph
.

175

p. 995b6 Καὶ πότερον τὰς τῆς οὐσίας ἀρχὰς τὰς πρώτας ἐστὶ τῆς ἐπιστήμης ἰδεῖν μόνον. Ἡ δευτέρα ἀπορία ἐστὶ περὶ ἧς φησι δεῖν ἀπορῆσαι, εἰ τοῦ σοφοῦ καὶ τοῦ πρώτου φιλοσόφου καὶ τῆς πρώτης ἐπιστήμης ἐστὶ μόνον τὸ τὰς
5τῆς οὐσίας ἀρχὰς ἰδεῖν τὰς πρώτας, ἢ οἰκεῖόν ἐστιν αὐτῇ καὶ τὰς ἀπο‐ δεικτικὰς ἀρχὰς ἰδεῖν, ἐξ ὧν αἱ ἀποδείξεις κοινῶν ἀρχῶν οὐσῶν γίγνονται, ἃ ἀξιώματα καλεῖται· ἀρχαὶ γὰρ ταῦτα πάσης ἐπιστήμης. ὅτι δὲ τοῦτο λέγει, ἐδήλωσε διὰ τοῦ προσθεῖναι τὸ μόνον. λείπειν δὲ τῇ λέξει δόξει τὸ † ἀκόλουθον γὰρ τῷ προειρημένῳ τῷ καὶ περὶ τῶν ἀρχῶν. ἀξίωμα δὲ
10τὸ μὴ ἐνδέχεσθαι ἅμα τὴν ἀντίφασιν ἀληθῆ καὶ ψευδῆ εἶναι, ὥσπερ καὶ τὸ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις εἶναι ἴσα, καὶ τὸ ἂν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, καὶ τὰ καταλειπόμενα ἴσα εἶναι, καὶ τὸ πᾶσαν ἔφεσιν ἢ ἀγαθοῦ ἢ φαινομένου ἀγαθοῦ εἶναι, καὶ τὰ τούτοις ὅμοια. καὶ κοινότατόν γε τὸ τῆς ἀντιφάσεως ἁπάντων τῶν ἀξιωμάτων· ἀληθὲς γὰρ ἐπὶ πάντων.
15p. 995b10 Εἴτε ἔστι περὶ τὴν οὐσίαν, πότερον μία περὶ πάσας ἢ πλείονες. Τὸ τρίτον τῶν προτιθεμένων ἐστίν, εἰ ἔστι τῆς προκειμένης ἐπιστή‐ μης περὶ τῆς οὐσίας καὶ τῶν αἰτίων τῆς οὐσίας θεωρεῖν, πλείους δὲ οὐσίαι, αἱ μὲν γὰρ νοηταὶ αἱ δὲ αἰσθηταί, ὥστε καὶ αἱ ἀρχαὶ διάφοροι, πότερον
20οὖν περὶ πασῶν τῶν ἀρχῶν, αἳ οὐσιῶν εἰσιν ἀρχαί, τῆς προκειμένης ἐπι‐ στήμης τὸ θεωρεῖν, ὡς μίαν εἶναι τὴν πασῶν τῶν ἀρχῶν γνωστικήν, αἳ τῶν οὐσιῶν εἰσιν· ἢ πλείους εἰσὶ καὶ διαφέρουσαι τῶν ἀρχῶν, αἳ τῶν διαφερουσῶν εἰσιν οὐσιῶν ἀρχαί. ἀλλὰ καὶ εἰ πλείους, ἄξιόν φησιν εἶναι ἐπὶ τούτῳ ἀπορηθῆναι, πότερον αὗται αἱ πλείους ἐπιστῆμαι συγγενεῖς εἰσιν
25ἀλλήλαις, ὡς πάσας αὐτὰς εὔλογον εἶναι σοφίας καλεῖν, ἢ οὔκ εἰσι σοφίαι πᾶσαι, ἀλλ’ αἱ μέν τινες σοφίαι, αἱ δὲ ἄλλο τι γένος ἕξουσιν. εἰπὼν δὲ ταῦτά φησι καὶ αὐτὸ δὴ τοῦτο δεῖν ζητῆσαι, πότερον αὗται μόνον αἱ αἰσθηταί εἰσιν οὐσίαι ἢ καὶ παρὰ ταύτας εἰσὶν ἄλλαι τινές· οὐδὲ γὰρ αὐτὸ γνώριμον οὐδὲ ἀναμφίλεκτον. διαφέροι δ’ ἂν αὕτη ἡ ἀπορία τῆς πρώτης καὶ τῷ
30ἐν ἐκείνῃ μὲν ἁπλῶς περὶ τῶν αἰτίων εἰρηκέναι, οὐ τῶν τῆς οὐσίας, ἐν ταύτῃ δέ, εἰ τῶν τῆς οὐσίας αἰτίων μία ἐπιστήμη ἢ πλείους, καὶ εἰ πλεί‐
ους εἶεν, πότερον πᾶσαι συγγενεῖς καὶ σοφίαι, ἢ αἱ μὲν σοφίαι αἱ δὲ ἄλλο175
in Metaph
.

176

τι ἐπιστημῶν εἶδος. ἑξῆς τοῖς προειρημένοις προστίθησιν ὡς ἄξιον ἀπο‐ ρεῖσθαι καὶ περὶ τοῦ πότερον μοναχῶς, τουτέστι καθ’ ἕνα λόγον, οὐσίαι πᾶσαι ἢ πλείω τῶν οὐσιῶν εἴδη καὶ πλείους λόγοι, ὃ πῶς εἴρηκε δηλοῖ δι’ ὧν ἐπιφέρει εἰπὼν οἷον οἱ ποιοῦντες τά τε εἴδη καὶ τὰ μαθη‐
5ματικὰ μεταξὺ τούτων τε καὶ τῶν αἰσθητῶν. οἱ γὰρ τὰς ἰδέας θέμενοι οὐσίας ἔλεγον τὰ μαθηματικά, οὐσίας δὲ καὶ αὐτὰ ὄντα οὔτε ταῖς ἰδέαις οὔτε ταῖς αἰσθηταῖς οὐσίαις ὁμοειδεῖς εἶναι, ἀλλὰ ταύτην οὐσιῶν φύσιν ἔλεγον εἶναι μεταξὺ ἐκείνων, ὡς εἶναι τρία κατ’ οὐσίαν, ὡς περὶ Πλάτωνος εἴρηκεν ἐν τῷ μείζονι Α. καὶ εἴη ἂν πλέον τι ἔχουσα τῆς πρὸ
10αὐτῆς ἡ ζήτησις αὕτη. οὐ γὰρ ζητεῖ ἐν αὐτῇ εἰ πλείω οὐσιῶν εἴδη (τοῦτο γὰρ ἔκειτο), ἀλλ’ εἰ τὰ αὐτὰ καὶ ταῦτα ἅ τινες εἰρήκασι. καὶ εἴη ἂν τὸ πότερον μοναχῶς ὡς ἀκόλουθον εἰρηκὼς τῷ προειρημένῳ. προειπὼν γὰρ πότερον τὰς αἰσθητὰς εἶναι μόνον φατέον ἢ καὶ παρὰ ταύτας ἄλλας, ἐπήνεγκε τὸ καὶ πότερον μοναχῶς παρὰ τὰς αἰσθητὰς οὐσίας· οἱ γὰρ ποι‐
15οῦντες μεταξὺ τῶν τε εἰδῶν καὶ τῶν αἰσθητῶν δῆλον ὡς πλείω εἴδη ἐποί‐ ουν οὐσιῶν παρὰ τὰς αἰσθητάς. p. 995b18 Καὶ πότερον περὶ τὰς οὐσίας μόνον ἡ θεωρία ἐστὶν ἢ καὶ περὶ τὰ συμβεβηκότα καθ’ αὑτὰ ταῖς οὐσίαις. Τὰ συμβεβηκότα λέγει τὰ καθ’ αὑτὸ ὑπάρχοντα, ἵνα ᾖ τὸ λεγόμενον,
20πότερον περὶ τῶν οὐσιῶν ὁ σοφὸς μόνον διαλήψεται ἢ καὶ περὶ τῶν καθ’ αὑτὰ ὑπαρχόντων. ἔστι δὲ καθ’ αὑτὰ ὑπάρχοντα κυρίως τὰ ἐν τοῖς ὁρι‐ σμοῖς παραλαμβανόμενα. περὶ μὲν τούτων ἀναγκαῖος ὁ λόγος αὐτῷ οὐδὲ γὰρ ἄλλως οἷόν τε περί τινων ἐπιστήμην λαβεῖν χωρὶς τοῦ γιγνώσκειν τὰ οὕτως ὑπάρχοντα. λέγει δὲ τὰ καθ’ αὑτὰ συμβεβηκότα ἀχώριστα καὶ ἴδια
25καὶ ἐγγὺς οὐσιώδη, δι’ ὧν εἰώθασι καὶ οἱ δι’ ὑπογραφῆς γινόμενοί τινων λόγοι ἀποδίδοσθαι, οἷον τῷ τριγώνῳ εἴη ἂν καθ’ αὑτὸ συμβεβηκὸς τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν καὶ τὸ τὰς δύο πλευρὰς τῆς λοιπῆς μείζους εἶναι πάντῃ μεταλαμβανομένας (οὐ γὰρ δὴ ἐκ τούτων ὁ ὁρισμὸς αὐτῷ), καὶ τῷ ἀριθμῷ τὸ περιττῷ εἶναι ἢ ἀρτίῳ, καὶ ἑκάστῳ τῶν ὄντων
30τὸ εἶναι ἓν καθὸ τόδε τι ἔστι, καὶ ὅσα οὕτως ὑπάρχει τῶν συμβεβηκότων. p. 995b20 Πρὸς δὲ τούτοις περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ὁμοίου καὶ ἀνομοίου καὶ ἐναντίου καὶ ἐναντιότητος καὶ περὶ προτέρου καὶ ὑστέρου. Ζητεῖ εἰ καὶ περὶ τούτων οἷς ἡ διαλεκτικὴ κέχρηται, οὖσα ἐξ ἐνδόξων
35ἐπιχειρητική τε καὶ δεικτικὴ τῶν προκειμένων, τοῦ σοφοῦ ἐστι τὸ πρὸς176
in Metaph
.

177

ἀλήθειαν καὶ ἐπιστήμην διαλαβεῖν τίνα ἐστὶ ταῦτα· εἰ γὰρ τοῦ διαλεκτικοῦ τὸ ἐνδόξως περὶ αὐτῶν διαλαμβάνειν, τίνος τὸ ἀληθῶς; προτίθεται δὲ ζη‐ τεῖν καὶ περὶ τούτων, ἐπειδὴ αὐτὸς χρῆται αὐτοῖς ἐν τοῖς ἀποδεικνυμένοις πρὸς αὐτοῦ κατὰ τήνδε τὴν πραγματείαν· καὶ γὰρ τῷ ταὐτῷ ὅπερ ἐπ’ οὐ‐
5σιῶν λέγεται χρῆται. ζητεῖ γοῦν εἰ αἱ αὐταί εἰσι πᾶσαι αἱ οὐσίαι ἀλλή‐ λαις ἢ οὒ ἀλλ’ ἕτεραι. ἀλλὰ καὶ τοῖς ἄλλοις οἷς κατέλεξε πᾶσιν ἐν ταῖς ἀποδείξεσιν ἀναγκαῖον αὐτῷ προσχρῆσθαι· κοινὰ γὰρ ταῦτα ὄργανα τοῖς ἀποδεικνύουσι. προελθὼν δὲ αὐτὸς δείξει κατὰ τί καὶ ἡ περὶ τούτων ζή‐ τησίς τε καὶ θεωρία οἰκεία τῷ πρώτῳ φιλοσόφῳ. οὐ γὰρ λογικὴ ἡ πραγ‐
10ματεία, ὥς τισιν ἔδοξε διὰ τὸ πολλὰ τοιαῦτα ζητεῖσθαι ἐν αὐτῇ· οὐ γὰρ δι’ αὐτὰ περὶ τούτων διαλαμβάνει, οὐδὲ τοῦτον ποιεῖται σκοπόν, ἀλλ’ ὅτι τῆς πρώτης φιλοσοφίας καὶ τῆς περὶ τοῦ ὄντος ᾗ ὂν θεωρητικῆς τὸ καὶ περὶ τῶν κοινῶς τῷ ὄντι ὑπαρχόντων τὴν θεωρίαν ποιεῖσθαι. τοι‐ αῦτα δὲ καὶ ταῦτα, ὡς δείξει.
15p. 995b25 Ἔτι δὲ τούτοις αὐτοῖς ὅσα καθ’ αὑτὰ συμβέβηκε· καὶ μὴ μόνον τί ἐστι τούτων ἕκαστον. Ἐξηγήσατο τίνα λέγει τὰ καθ’ αὑτὰ συμβεβηκότα διὰ τοῦ εἰπεῖν καὶ μὴ μόνον τί ἐστιν· ἐν γὰρ τῷ τί ἐστι τὰ καθ’ αὑτὰ ὑπάρχοντα ἐμπερι‐ έχεται. φησὶν εἶναι τὰ καθ’ αὑτὰ συμβεβηκότα, οἷον πάσῃ ἐναντιότητι
20καθ’ αὑτὸ συμβεβηκὸς τὸ ἔμμεσον, τὸ ἄμεσον, ἢ οἷόν ἐστι τὸ ὑπ’ αὐτοῦ προστιθέμενον περὶ τοῦ εἰ ἓν ἑνὶ ἐναντίον ἐστίν, ἢ μὴ ἕν, ὃ καὶ αὐτὸ δο‐ κεῖ θεώρημα εἶναι διαλεκτικόν· δεῖ γάρ, φησίν, ἐπισκέψασθαι εἰ καὶ τὸ περὶ τούτου τινὸς τὴν ἀλήθειαν ἐξετάσαι τοῦ σοφοῦ ἐστιν. p. 995b27 Καὶ πότερον αἱ ἀρχαὶ καὶ τὰ στοιχεῖα τὰ γένη ἐστὶν
25ἢ εἰς ἃ διαιρεῖται ἐνυπάρχοντα ἕκαστον. Περὶ οὗ νῦν φησι [δεῖν] ζητητέον εἶναι, ἔστιν, εἰ τὰ γένη ἀρχαὶ τού‐ των ὧν ἐστι γένη (δοκεῖ γὰρ τὰ γένη πρῶτα εἶναι τῇ φύσει, τὰ δὲ πρῶτα ἀρχαί), ἢ * * * ὡς οὐσία δοκεῖ εἰς ὕλην τε καὶ εἶδος, ἢ τὰ τέσσαρα στοι‐ χεῖα, ἢ ἃ ἄν τις ὑποθῆται τοιαῦτα. εἰς μὲν γὰρ ταῦτα διαιρεῖται, ἐξ ὧν
30σύγκειται ἕκαστον πρώτων. ταῦτα δὲ ἑκάστου ἀρχαὶ δοκοῦσιν εἶναι, ἐξ ὧν πρώτων σύγκειται, ὡς τῆς φωνῆς τὰ στοιχεῖα. ἀλλ’ εἰ καὶ τὰ γένη ἀρ‐
χαί, πάλιν φησὶν ἄξιον εἶναι ζητεῖν πότερον τὰ ἀνωτάτω γένη ἢ τὰ προσ‐177
in Metaph
.

178

εχῆ τοῖς ἀτόμοις, ἃ εἴδη ὄντα ἄτομα κοινότερον γένη ὠνόμακε καὶ αὐτά. τῷ τοῦ γένους ὀνόματι ἀντὶ τοῦ κοινοῦ χρώμενος. p. 995b31 Μάλιστα δὲ ζητητέον καὶ πραγματευτέον, πότερον ἔστι τι παρὰ τὴν ὕλην αἴτιον καθ’ αὑτ.
5 Ὃ λέγει τοιοῦτόν ἐστιν. τῶν ἀρχαίων φυσικῶν τινες τὴν ὕλην αἰτίαν ὑποθέμενοι μόνον καθ’ αὑτήν, τὰ ταύτης πάθη κατὰ συμβεβηκὸς αἰτίας ἔλεγον, οὐ καθ’ αὑτά. καθ’ αὑτὸ μὲν γὰρ αἴτιον ἦν αὐτοῖς ὁ ἀὴρ ἢ τὸ ὕδωρ ἢ τὸ μεταξὺ ἤ τι ἄλλο, ὃ ἀρχὴν καὶ στοιχεῖον ὑπετίθεντο, ἐπεὶ καὶ μόνα καθ’ αὑτὰ ὄντα τούτων ἕκαστα κατ’ αὐτούς, κατὰ συμβεβηκὸς δὲ ἡ μανότης
10καὶ πυκνότης, ἡ σύγκρισις καὶ διάκρισις. οὗτοι μὲν οὖν τὴν ὕλην καθ’ αὑτὸ αἴτιον λέγοντες καὶ τὸ ὑποκείμενον, ἐτίθεντό τι αἴτιον καὶ ἄλλο, ἀλλὰ κατὰ συμβεβηκός· συμβεβηκότα γὰρ ταῦτα τῇ ὕλῃ. αὐτὸς δὲ νῦν οὐκ εἰ παρὰ τὴν ὕλην ἔστι τι κατὰ συμβεβηκὸς αἴτιον ζητεῖν φησι δεῖν, ἀλλ’ εἰ καθ’ ἑαυτό, ὡς ἔδειξεν ἐν τῇ Φυσικῇ ἀκροάσει· οὐδὲ γὰρ ἔλαττον ἀλλὰ
15καὶ μᾶλλον ἂν φανεῖεν αἴτια τὰ ἄλλα τῆς ὕλης. ἀλλ’ εἰ καὶ ἔστι τι καθ’ αὑτὸ αἴτιον παρὰ τὴν ὕλην, καὶ ἄλλο τί φησι δεῖν ἐπισκέψασθαι, πότερον τοῦτό ἐστι κεχωρισμένον ὕλης καὶ αὐτὸ καθ’ αὑτὸ ὑφεστώς, ἢ ἐν τῇ ὕλῃ, ὁποῖόν ἐστι τὸ ἔνυλον εἶδος, καὶ ὡς τοῖς ἀπὸ τῆς Στοᾶς ἔδοξεν ὁ θεὸς καὶ τὸ ποιητικὸν αἴτιον ἐν τῇ ὕλῃ εἶναι. καὶ εἰ ἔστι τι αἴτιον χωριστὸν
20καὶ ἄυλον, πότερον ἓν τοῦτο κατ’ ἀριθμόν ἐστιν ἢ πλείω, περὶ ὧν αὐτὸς ἐν τῷ Λ τῆσδε τῆς πραγματείας λέγει. p. 995b34 Καὶ πότερον ἔστι τι παρὰ τὸ σύνολον· λέγω δὲ τὸ σύνολον, ὅταν κατηγορηθῇ τι τῆς ὕλης. Σύνολον ἤτοι τὸ κοινὸν λέγει, τὸ κατὰ τῶν καθ’ ἕκαστα καὶ τῶν ἐν
25ὕλῃ εἰρηκώς· καὶ εἰ τοῦτο λέγει τὸ σύνολον, λέγοι ἄν, εἰ ἔστι τι παρὰ τὸ κοινὸν καὶ τὸ σύνολον, ὃ τοῦ ἐνύλου κατηγορεῖται, ἄλλο τι εἶδος κεχωρι‐ σμένον, ἢ οὐδέν ἐστι παρὰ τὸ κοινὸν εἶδός τι καὶ ἰδέα, ἢ τῶν μὲν τῶν δὲ οὔ, ὡς δοκοῦσι λέγειν οἱ λέγοντες μήτε τῶν παρὰ φύσιν μήτε τῶν τεχνητῶν ἰδέας εἶναι· ἢ σύνολον λέγει τὸ συναμφότερον. εἰπὼν δὲ σύν‐
30ολον, πῶς σύνολόν τί ἐστιν ἐδήλωσε, προσθεὶς ὅταν κατηγορηθῇ τι τῆς ὕλης, τουτέστιν ὅταν ἡ ὕλη μετά τινος εἴδους ληφθῇ. ἢ σύνολον τὸ ἔν‐ υλον· καὶ εἴη ἂν ζητῶν πότερον ἔστι τι εἶδος κεχωρισμένον παρὰ τὸ ἔν‐ υλον (τοῦτο γὰρ τῆς ὕλης κατηγορεῖται, καὶ ἔστι τὸ σύνολον ἡ ὕλη σὺν τῷ ἐν αὐτῇ εἴδει) ἢ οὐδέν ἐστι τοιοῦτον, ἢ τὰ μέν τινα εἴδη ἐστὶ κεχω‐
35ρισμένα ὕλης, τὰ δὲ οὔ· τοῦτο γὰρ λέγοι ἂν διὰ τοῦ ἢ τῶν μὲν τῶν δὲ178
in Metaph
.

179

ο. καὶ εἰ ἔστιν ὅλως ἄυλά τινα εἴδη, ὁπόσα ταῦτά ἐστι, περὶ ὧν, ὡς προεῖπον, ποιήσεται λόγον ἐν τῇ περὶ τῶν ἀνελιττουσῶν θεωρίᾳ. εἴη δ’ ἂν διὰ μὲν τῆς πρὸ ταύτης ἀπορίας ζητῶν εἰ ἔστι τι παρὰ τὴν ὕλην καὶ ἄλλο αἴτιον καθ’ αὑτό, καὶ εἰ ἔστι, πότερον κεχωρισμένον ὕλης ἢ σὺν ὕλῃ
5καὶ αὐτό, διὰ δὲ τῆς δευτέρας ἁπλῶς εἰ ἔστι τι εἶδος ἄυλον. p. 996a1 Ἔτι αἱ ἀρχαὶ πότερον ἀριθμῷ ἢ εἴδει ὡρισμέναι. Ζητῆσαι, φησί, δεῖ καὶ περὶ τῶν ἀρχῶν καὶ αἰτίων, εἰ εἰσὶ πεπερα‐ σμέναι, πότερον κατὰ τὸ εἶδος μόνον εἰσὶ πεπερασμέναι * * * ὡς εἶναι ἓν κατὰ ἀριθμὸν τὸ ποιητικὸν καὶ μίαν ἀριθμῷ ὕλην, καὶ ἐπὶ τῶν ἄλλων
10ὁμοίως, ἢ εἰ καὶ μὴ ἓν ἀριθμῷ τὸ αἴτιον καθ’ ἕκαστον εἶδος αἰτίου, ἀλλὰ πεπερασμένον γε. τὸ γὰρ κατ’ εἶδος ἀπείρους ὑποτίθεσθαι τὰς ἀρχὰς ὡς ἄτοπόν τε παρῃτήσατο καὶ ὡς δεδειγμένον ἐν τῷ πρὸ τούτου. δέδεικται δὲ ἐν τῷ πρὸ τούτου καὶ ὅτι καθ’ ἕκαστον εἶδος αἰτίου πεπερασμένα τὰ αἴτια. ζητῆσαι δέ φησιν ὁμοίως δεῖν τοῦτο περί τε τῶν εἰδικῶν αἰτίων
15(ταῦτα γάρ ἐστι τὰ ἐν τῷ λόγῳ· ταῦτα γὰρ καθ’ ἃ ὁ λόγος ἑκάστου καὶ ὁ ὁρισμός) καὶ περὶ τῶν ὑλικῶν· ταῦτα γὰρ τὰ ὑποκείμενα. εἰ δὲ καὶ τὸ ποιητικὸν καὶ τὸ τελικὸν αἴτιον εἴδη καὶ αὐτά, ὡς εἶπεν ἐν Φυσικῇ ἀκρο‐ άσει, περὶ πάντων ἂν εἴη τῶν αἰτίων εἰρηκώς. δύναται καὶ τὰ μὲν ἐν τοῖς λόγοις αἴτια εἰρηκέναι περὶ τῶν ἐν ταῖς ἀποδείξεσιν ἀρχῶν (αὗται δέ εἰσι
20τὰ ἀξιώματα· καὶ γὰρ ἤδη τούτων ἐμνημόνευσε), τὰ δὲ ἐν τῷ ὑποκειμένῳ τὰς τῶν οὐσιῶν ἀρχάς· ὑποκείμεναι γὰρ αἱ οὐσίαι. προστίθησι δὲ ταύτῃ τῇ ἀπορίᾳ ὡς ἄξιον προσαπορεῖσθαι, πότερον αἱ αὐταὶ ἀρχαί εἰσι τῶν φθαρτῶν καὶ τῶν ἀφθάρτων ἢ ἕτεραι· καὶ εἰ ἄλλαι, πότερόν εἰσι πᾶσαι ἄφθαρτοι ἢ τῶν μὲν φθαρτῶν φθαρταί, ἄφθαρτοι δὲ τῶν ἀφθάρτων.
25p. 996a4 Ἔτι δὲ τὸ πάντων χαλεπώτατον καὶ πλείστην ἀπορίαν ἔχον, 〈πότερον〉 τὸ ἓν καὶ τὸ ὄν, καθάπερ οἱ Πυθαγόρειοι καὶ Πλάτων 〈ἔλεγεν, οὐχ ἕτερόν τί ἐστιν. Ἡ ἀπορία, ἣν πλείστην παρέχειν φησὶν ἀπορίαν, ἔστιν αὕτη, πότερον τὸ ἓν καὶ τὸ ὂν αὐτὰ οὐσίαι εἰσὶ καὶ τῶν ὄντων ἀρχαί (τοῦτο γὰρ εἶπε
30διὰ τοῦ ἀλλ’ οὐσίαι τῶν ὄντων), ὡς δοκεῖ τοῖς Πυθαγορικοῖς καὶ Πλά‐ τωνι λέγοντι αὐτό τι ὂν καὶ αὐτό τι ἕν (ἐμνημόνευσε δὲ τῆς δόξης ταύτης καὶ ἐν τῷ περὶ τοῦ ἀπείρου λόγῳ ἐν τῷ Γ τῆς Φυσικῆς ἀκροάσεως καὶ
ἐν τῷ Α τῆσδε τῆς πραγματείας τῷ μείζονι), ἢ ἄλλαι τινὲς φύσεις ὑπό‐179
in Metaph
.

180

κεινται, ταῦτα δὲ τό τε ἓν καὶ τὸ ὂν ἐκείναις συμβέβηκεν, ὡς ἔλεγον οἱ φυσικοί, ἢ ὕδωρ ἢ ἀέρα ἢ φιλίαν ἢ νοῦν ἤ τι τοιοῦτον ὑποτιθέμενοι τῶν ὄντων ἀρχήν· ἐκείνοις γὰρ ἔλεγον ταῦτα συμβεβηκέναι τό τε ἓν καὶ τὸ ὄν. ἔτι πότερον αἱ ἀρχαὶ ἐν οἰκείᾳ ὑποστάσει εἰσὶ καὶ καθ’ αὑτὰς ὡς τὰ καθ’
5ἕκαστα τῶν ὄντων, ἢ οὔ, ἀλλ’ ὡς τὰ γένη καὶ τὰ καθόλου καὶ κοινά, οἷς ἐν τῷ κατηγορεῖσθαι τῶν καθ’ ἕκαστα τὸ εἶναι. εἴη δ’ ἂν αὕτη ἡ ἀπορία διαφέρουσα τῆς ἀπορηθείσης πρὸ ὀλίγου τῆς “καὶ πότερον αἱ ἀρχαὶ καὶ τὰ στοιχεῖα τὰ γένη ἐστὶν ἢ εἰς ἃ διαιρεῖται ἐνυπάρχοντα ἕκαστον” τῷ ἐπ’ ἐκείνης μὲν ζητεῖσθαι εἰ τὰ ἐνυπάρχοντα τοῖς καθ’ ἕκαστα εἰς ἃ διαι‐
10ρεῖται ἀρχαὶ αὐτῶν, μὴ τὰ κοινὰ τὰ κατηγορούμενα αὐτῶν, ἐνταῦθα δὲ καὶ κοινῶς καὶ καθόλου ζητεῖσθαι περὶ τῶν ἀρχῶν, πότερον οὕτως εἰσὶν ὡς τὰ κοινά, ἃ οὐκ ἔχει κατ’ ἰδίαν ὑπόστασιν, ἢ οὕτως ὡς τὰ καθ’ ἕκα‐ στα. καὶ εἰ οὕτως, ἔτι πότερον δυνάμει εἰσὶν αἱ ἀρχαί, ὡς ἡ ὕλη δοκεῖ, ἢ κατ’ ἐνέργειαν ὑφεστήκασιν, ὡς καθ’ οὓς πῦρ ἤ τι τῶν σωμάτων στοι‐
15χεῖόν ἐστιν. p. 996a11 Ἔτι πότερον ἄλλως ἢ κατὰ κίνησιν· καὶ γὰρ ταῦτα ἀπορίαν 〈ἂν〉 παράσχοι πολλήν. Ὃ ζητεῖ ἔστιν, ὅτι πότερον αἱ ἀρχαὶ ἀρχαί εἰσι τῷ κινεῖν καὶ ποιεῖν τὰ ὧν εἰσιν ἀρχαὶ ἢ ἄλλως· δοκεῖ γὰρ ἡ μέν τις εἶναι κινητικὴ ἀρχή, ὡς
20ἡ ποιητική, ἡ δὲ οὐκέτι, ὡς ἡ ὑλική. δύναται λέγεσθαι καὶ τοιοῦτόν τι, πότερον κινούμεναι αὗται αἱ ἀρχαὶ αἰτίαι τοῖς ἐξ αὐτῶν ἢ αὐταὶ ἀκίνητοι οὖσαι, ὥσπερ τὰς ἰδέας ἔλεγον οἱ λέγοντες· τοιοῦτον δὲ καὶ τὸ πρῶτον αἴτιον. ἢ δύναται ἐκ τοῦ προειρημένου ἀκούεσθαι, πότερον αἱ ἀρχαὶ κι‐ νοῦνται καὶ μεταβάλλουσιν εἰς ἀλλήλας ἢ εἰσὶν ἀμετάβλητοι. πρὸς δὲ τού‐
25τοις ἄξιόν φησιν ἀπορῆσαι καὶ περὶ τῶν μαθηματικῶν· μαθηματικὰ γὰρ οἵ τε ἀριθμοὶ καὶ τὰ μήκη καὶ τὰ σχήματα (λέγοι δ’ ἂν τὰ ἐπίπεδα, τρί‐ γωνον, τετράγωνον, κύκλον, τὰ τοιαῦτα), ἔτι αἱ στιγμαί· περὶ δὲ τούτων πότερον οὐσίαι καὶ ταῦτα, ὡς δοκεῖ τισιν, ἢ οὔ, καὶ εἰ οὐσίαι, πότερον κεχωρισμέναι τῶν αἰσθητῶν καὶ αὐταὶ καθ’ αὑτὰς ἢ ἐν τούτοις τὸ εἶναι
30τοῖς μαθηματικοῖς. προειπὼν δὲ περὶ ὧν φησι δεῖν προαπορῆσαι, φησὶν ὅτι περὶ τούτων οὐ μόνον χαλεπὸν εὑρεῖν τὴν ἀλήθειαν πῶς ἔχει (ἔστι γὰρ ἡ εὕρεσις τῆς ἐν τοῖς προειρημένοις ἀληθείας τὸ κεφάλαιον τῆς προ‐ κειμένης ἐπιστήμης), ἀλλὰ καὶ τὸ διαπορῆσαι περὶ αὐτῶν χαλεπόν. Καὶ ἐπάνεισί γε ἐπὶ τὸ περὶ οὗ πρῶτον ἀπορήσειν προέθετο, ἦν δὲ
35τοῦτο, πότερον μιᾶς ἐπιστήμης περὶ πασῶν τῶν ἀρχῶν καὶ πάντων τῶν
αἰτίων εἰπεῖν ἢ πλειόνων, καθ’ ἕκαστον εἶδος αἰτίου ἄλλης. καὶ πρῶτον180
in Metaph
.

181

εἰς τὸ μὴ εἶναι τῆς αὐτῆς ἐπιστήμης τὸ περὶ πάντων εἰπεῖν τῶν αἰτίων ἐπιχειρεῖ. πρὸς ὃ πρῶτον μὲν τοιούτῳ τινὶ δυνάμει λόγῳ χρῆται. ὧν δια‐ φερόντων κατ’ εἶδος ἡ αὐτὴ ἐπιστήμη, ταῦτα ἐναντία ἀλλήλοις, τὰ δὲ αἴτια οὐκ ἔστιν ἐναντία ἀλλήλοις, οὐκ ἄρα ἡ αὐτὴ ἐπιστήμη τῶν διαφε‐
5ρόντων κατ’ εἶδος αἰτίων. ἔστι μὲν οὖν ὁ λόγος ἐν δευτέρῳ σχήματι, ὅσον ἐπὶ τῷ τρόπῳ ὑγιής τε καὶ συλλογιστικός, ἔχει δὲ τὴν πρώτην εἰ‐ λημμένην πρότασιν οὐκ ἀληθῆ· οὐ γὰρ ἀληθὲς τὸ ὧν διαφερόντων κατ’ εἶδος ἡ αὐτὴ ἐπιστήμη, ταῦτα ἐναντία ἀλλήλοις, ἀλλ’ ἔστιν ὑγιὲς τὸ τῶν ἐναντίων τὴν αὐτὴν ἐπιστήμην· διὸ καὶ τὸ τούτῳ ἀντιστρέφον τὸ ὧν μή
10ἐστιν ἡ αὐτὴ ἐπιστήμη, ταῦτα μὴ εἶναι ἐναντία, οὐκ ἔστι τῷ προειρη‐ μένῳ τῷ ὧν ἡ αὐτὴ ἐπιστήμη ταῦτα ἀλλήλοις ἐναντία ταὐτόν. ἐκείνως μὲν γὰρ ἀξιοῦται μόνων τῶν διαφερόντων κατ’ εἶδος, εἰ ἐναντία εἶεν, τὴν αὐτὴν ἐπιστήμην εἶναι (τοῦτο γὰρ λέγει ὁ λέγων μιᾶς μὲν γὰρ ἐπιστή‐ μης πῶς ἂν εἴη μὴ ἐναντίας οὔσας τὰς ἀρχὰς γνωρίζειν), ἐνταῦθα
15δὲ εἴληπται μὲν τὸ τῶν ἐναντίων εἶναι τὴν αὐτὴν ἐπιστήμην, οὐ μὴν καὶ μόνων· οὐ γὰρ κεκώλυται εἶναι τινῶν ἡ αὐτὴ ἐπιστήμη καὶ μὴ ἐναντίων· οὐ γάρ ἐστι τὰ κατὰ γεωμετρίαν ἐναντία ἀλλήλοις. ἀλλὰ καὶ ἡ φυσικὴ καὶ ἡ πρακτικὴ φιλοσοφία διαφέρουσαι κατ’ εἶδος, οὐ μὴν οὖσαι ἐναντίαι, ὑπὸ μίαν ἐπιστήμην εἰσίν. ἔτι ἐρεῖ τις δύνασθαι καὶ τὰς ἀρχὰς ἀνάγε‐
20σθαι εἰς ἀντικείμενα τό τε ποιητικὸν καὶ τὸ παθητικόν, εἴ γε ἡ μὲν ὕλη παθητική, τὰ δὲ παρὰ τὴν ὕλην τρία αἴτια εἰς τὸ εἰδικὸν ἀνάγεται, τοῦτο δὲ ποιητικόν· πᾶν γὰρ τὸ ποιοῦν κατὰ τὸ εἶδος καὶ τὴν τελειότητα ἣν ἔχει ποιεῖ. p. 996a21 Ἔτι δὲ πολλοῖς τῶν ὄντων οὐχ ὑπάρχουσι πᾶσαι.
25 Καὶ αὕτη ἡ ἐπιχείρησις πρὸς τὸ μὴ εἶναι πάντων τῶν αἰτίων μίαν ἐπιστήμην γνωστικήν. ἀπὸ δὲ τῶν ἐπιστητῶν ποιεῖται τὴν ἐπιχείρησιν· εἰ γὰρ μὴ φαίνοιτο πάντα τὰ ἐπιστητὰ πάσας ἔχοντα τὰς αἰτίας, αἱ δὲ ἐπι‐ στῆμαι τῶν οἰκείων ἐπιστητῶν εἰσι γνωστικαί, δηλονότι καὶ τὰ αἴτια ταῦτα ἂν εἰδείη 〈ἑκάστη〉, ἅ ἐστιν ἐν τοῖς οἰκείοις ἐπιστητοῖς αὐτῆς. οὕτω τε ἂν
30ἄλλη ἄλλων εἴη γνωστικὴ ἐπιστήμη αἰτίων· τῶν γὰρ ἐν τοῖς οἰκείοις ἐπι‐ στητοῖς. ὅτι δὲ μὴ πάντα τὰ αἴτια ἐν πᾶσι τοῖς ἐπιστητοῖς δείκνυσιν ἐπὶ τῶν ἀκινήτων· τὰ γὰρ ἀκίνητα ἂν εἴη λέγων τὰ ἀγένητά τε καὶ ἄφθαρτα, κινήσεως δὲ ἀρχὴν λέγει τὸ ποιητικὸν αἴτιον. ἐν δὲ τοῖς ἀκινήτοις τίθησι καὶ τὰ μαθηματικά· ἐν γὰρ τούτοις οὔτε τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως
35ἔστιν αἴτιον, τοῦτο δέ ἐστι τὸ ποιητικόν· πῶς γὰρ ἂν εἴη ἐν τοῖς ἀγενή‐ τοις καὶ ἀκινήτοις αἴτιον ποιητικὸν καὶ κινητικόν; ἀλλ’ οὐδὲ ἡ τοῦ ἀγαθοῦ φύσις (αὕτη δέ ἐστι τὸ τέλος καὶ τὸ οὗ ἕνεκα) ἐν τούτοις ἐστίν· τὸ γὰρ
ὡς ἀγαθὸν αἴτιόν ἐστι τὸ οὗ χάριν τὰ ἄλλα, αὐτὸ δὲ οὐδενός, τὸ δὲ τοι‐181
in Metaph
.

182

οῦτον τέλος. ἀλλὰ μὴν τὸ τέλος καὶ τὸ τινὸς χάριν τὰ πρὸ τοῦ τέλους ποιεῖν ἐν πράξεσίν ἐστι καὶ ἐν ταῖς ποιητικαῖς καὶ πρακτικαῖς τῶν ἐπιστη‐ μῶν· ἐν οἷς δὲ ποίησις καὶ πρᾶξις, καὶ κίνησις ἐν τούτοις, ὥστε ἐν τοῖς ἀκινήτοις οὐκ ἂν εἴη οὐδὲ αὐτὴ ἡ αἰτία ἡ τελική, ἥτις ἐστὶ τὸ ἀγαθὸν
5τὸ τῇ αὑτοῦ φύσει καὶ ἁπλῶς· τοῦτο γὰρ λέγοι ἂν διὰ τοῦ καθ’ αὑτὸ καὶ διὰ τὴν αὑτοῦ φύσιν, ὃ καὶ αὐτοαγαθὸν εἶπε. βουλόμενος δὲ δεῖξαι ὅτι οὐδὲ ἡ κατὰ τὸ τέλος αἰτία ἐν πᾶσίν ἐστιν, ὥσπερ οὖν οὐδὲ ἡ ποιη‐ τική (ἐν γὰρ τοῖς ἀκινήτοις οὐδετέρα), οὐκ αὐτόθεν εἶπε τὴν κατὰ τὸ τέλος αἰτίαν μὴ εἶναι ἐν αὐτοῖς, ἀλλὰ τὴν τοῦ ἀγαθοῦ φύσιν ᾗ συμβέβηκε τέλει
10εἶναι· διὸ καὶ προβιβάζει ἀπὸ τοῦ ἀγαθοῦ ἀρξάμενος, ὅτι μηδὲ ἡ ὡς τέλος αἰτία ἐστὶν ἐν τοῖς ἀκινήτοις, δεικνὺς τὸ ἀγαθὸν τέλος ἐν πᾶσιν ὄν. ἐπεὶ δέ ἐστί τινα ἀγαθὰ καὶ ποιητικά, ποῖα ἀγαθὰ τελικά ἐστιν ἐδήλωσεν εἰ‐ πὼν εἴπερ ἅπαν, ὃ ἂν ᾖ ἀγαθὸν καθ’ αὑτὸ καὶ διὰ τὴν αὑτοῦ φύσιν, τέλος ἐστίν. λαβὼν δὲ τὸ ἀγαθὸν τὸ καθ’ αὑτὸ ὡς τέλος αἴ‐
15τιον εἶναι, δείξας ὅτι τὸ ὡς τέλος αἴτιον πράξεώς τινός ἐστι τέλος, αἱ δὲ πράξεις πᾶσαι μετὰ κινήσεως (αἵ τε γὰρ κατὰ τὰς ἀρετὰς ἐνέργειαι σκο‐ πὸν ἔχουσαι τὸ καλὸν μετὰ κινήσεως γίγνονται, ἀλλὰ καὶ τῶν τεχνῶν ἑκά‐ στη ἀγαθοῦ τινος ἐφιεμένη δι’ ἐνεργείας τε καὶ κινήσεως αὐτοῦ τυγχά‐ νει), διὰ τούτων ἔδειξεν ὅτι ἐν τοῖς ἀκινήτοις οὐκ ἔστιν ἡ κατὰ τὸ ἀγαθόν
20τε καὶ τὸ τέλος αἰτία. τὸ δὲ οὐδὲ εἶναί τι αὐτοαγαθὸν ὡς ἴσον εἶπε τῷ οὐδενί ἐστι ὡς τέλος ἀγαθόν· τὸ δὲ αὐτοαγαθὸν καθ’ αὑτὸ ἀγαθὸν καὶ τῇ αὐτοῦ φύσει, τὸ δὲ οὕτως ἀγαθὸν εἶπεν εἶναι τέλος. ὅτι δὲ τοῦτο οὕ‐ τως ἔχει, παρέθετο τὰ μαθηματικά· ἐν γὰρ τούτοις οὐκ ἔστιν οὔτε ποιη‐ τικὴ οὔτε ἡ ὡς τέλος αἰτία, οὐδὲ ἔστιν ἀπόδειξίς τις ἐν γεωμετρίᾳ τινὸς
25προσχρωμένη τῷ βέλτιον γὰρ οὕτως, οἷον τοῦ τὰς τριγώνου γωνίας δυσὶν ὀρθαῖς ἴσας εἶναι, διότι τοῦτο ἄμεινον, ὥσπερ ἐπὶ τῶν φύσει γιγνομένων καὶ τῶν κατὰ τέχνην κινουμένων τὸ οὗ ἕνεκα· οὐδὲ τὴν ἀρχὴν μέμνηταί τις γεωμετρῶν τοῦ ὡς τέλους αἰτίου. τούτου δ’ οὕτως ἔχοντος ἄλλαι ἄλ‐ λων ἂν εἶεν ἐπιστῆμαι αἰτίων γνωστικαί· τοῦ γὰρ τοῦτο λαβεῖν χάριν ἐκεί‐
30νων ἐμνημόνευσεν. εἰπὼν δὲ περὶ τῶν μαθηματικῶν ὅτι μή ἐστιν ἐν αὐ‐ τοῖς τὸ τελικὸν αἴτιον, ὅπερ ἐστὶ τὸ ἀγαθόν, εἰς βεβαίωσιν τούτου παρατί‐ θεται τὴν κατὰ τοὺς σοφιστὰς ἱστορίαν, καὶ Ἀριστίππου μνημονεύει, ὃς καὶ αὐτὸς ὁμοίως ἄλλοις τισὶ τῶν σοφιστῶν ἔλεγε τὰς μαθηματικὰς ἐπι‐ στήμας, ὡς καὶ τῶν εὐτελεστάτων τεχνῶν καταδεεστέρας· ἐκείνων μὲν γὰρ
35ἑκάστης εἶναί τι τέλος καὶ ἀγαθὸν προσκείμενον καὶ μεμνῆσθαι αὐτὰς ἐν τοῖς γιγνομένοις ὑπ’ αὐτῶν τοῦ ὅτι βέλτιον γὰρ οὕτως, τὰς δὲ μαθηματι‐ κὰς μηδὲν ἔχειν αἴτιον τοιοῦτον μηδὲ ποιεῖσθαί τινα λόγον περὶ ἀγαθῶν
καὶ κακῶν. δοκεῖ δὲ ἐν τῷ λόγῳ τούτῳ παραγωγή τις πάλιν εἶναι· οὐ182
in Metaph
.

183

γὰρ εἰ ἔν τισι τῶν ἐπιστητῶν μὴ πάντα ἐστὶ τὰ αἴτια, διὰ τοῦτο οὐκ ἔσται μιᾶς τὸ περὶ πάντων εἰδέναι. τῷ γὰρ αὐτῷ λόγῳ προσχρωμένους ἔνεστι δεῖξαι ὅτι ἐπεὶ ἔν τισιν ἐπιστητοῖς πάντα ἐστὶ τὰ αἴτια, μιᾶς ἐπιστήμης εἴη τὸ εἰδέναι αὐτά· οὐ γὰρ εἰ μὴ πᾶσαι πάντα, ἀλλ’ εἰσί τινες ἐν αἷς
5τινα ἐξ αὐτῶν, ἤδη διὰ τοῦτο οὐδεμία ἔσται ἡ πάντα εἰσομένη, ὡς μετ’ ὀλίγον καὶ αὐτὸς ἐνδείξεται ζητῶν, ἐν αἷς πάντα τὰ αἴτια τῷ ἔχειν τὸ ὑπο‐ κείμενον αὐταῖς τὰ τέσσαρα αἴτια, κατὰ ποίου αἰτίου γνῶσιν μάλιστα ἡ τοῦ προκειμένου ἐπιστήμη γίγνεται. ἔτι δὲ καὶ οὐ πᾶν ἀγαθὸν τῇ αὐτοῦ φύσει πρακτέον ἐστίν, ἀλλ’ ἐστὶ τὸ μὲν πρακτέον ἀγαθόν, τὸ δὲ θεωρητι‐
10κὸν καὶ οὐ πρακτέον, ὅ ἐστι καὶ ἐν τοῖς μαθηματικοῖς· ἡ γὰρ ἀλήθεια ἡ περὶ ἐκεῖνα ἀγαθὸν οὖσα ἐκείνοις τέλος. τοιοῦτον γὰρ καὶ τὸ τῆς σοφίας τέλος· ἡ γὰρ τοῦ κυριωτάτου τε καὶ ἀρίστου τῶν ὄντων καὶ μάλιστα ὄντος γνῶσις μέγιστον οὖσα ἀγαθὸν ἐκείνῃ τέλος. p. 996b1 Ἀλλὰ μὴν πλείους εἴ γε ἐπιστῆμαι.
15 Εἰς τὸ ἐναντίον μέτεισιν· ἀπορεῖ γάρ, εἰ πλείους εἰσὶν αἱ τῶν αἰτίων καὶ τῶν ἀρχῶν γνωστικαὶ ἐπιστῆμαι καὶ μὴ μία τις, ὥσπερ δοκεῖ διὰ τῶν προηπορημένων δεδεῖχθαι τῷ μηδὲ χρῆσθαι ἕκαστον τῶν ἐπιστητῶν πᾶσι τοῖς αἰτίοις, τίνος τῶν αἰτίων γνωστικὴν εἶναι δεῖ τὴν ζητουμένην ἐπιστή‐ μην (αὕτη δέ ἐστιν ἡ σοφία, ὡς ἐπιφέρει), ἢ τίνα μάλιστα τοῦ πράγματος
20τοῦ ζητουμένου ἐπιστήμονα τῶν ἐχόντων πάντα τὰ αἴτια λέγεσθαι χρή· ἐνδέχεται γὰρ τῷ αὐτῷ πάντας τοὺς τρόπους τῶν αἰτίων ὑπάρ‐ χειν. κατὰ ποίου οὖν αἰτίου γνῶσιν καὶ ὁ ποῖον εἰδὼς τῶν αἰτίων τού‐ των ἔσται τοῦ πράγματος τοῦ ὑποκειμένου ἐπιστήμων; εἰ γὰρ ἄλλης αἰτίας ἄλλη ἐπιστήμη γνωστική, ἐν οἷς πράγμασι τὰ δ ἐστὶν αἴτια, τούτων τῶν
25πραγμάτων ὁ ποῖον τῶν τεσσάρων αἰτίων εἰδὼς ἐπιστήμων ἔσται; διὰ δὲ τούτων ὄντων ἅμα † καὶ τὸ μὴ εἶναι δεικνύουσαν ἀπορίαν ἄλλην ἄλλων αἰτίων ἐπιστήμην εἶναι γνωστικὴν καὶ μὴ πάντων μίαν, διότι μὴ ἐν πάσαις πάντα τὰ αἴτια, ἐλέγχει, παρατιθέμενος ὅτι εἰ ἔν τισι πάντα ἐστὶ τὰ αἴτια, ὧν αἱ ἐπιστῆμαι, δῆλον ὡς πάντων ἔσονται, ὡς ἔχει ἐφ’ ἧς παρέθετο,
30αὕτη δέ ἐστιν ἡ οἰκοδομική, ἐφ’ ἧς εἶπε τὸ εἶδος εἶναι τὸν λόγον, ὅτι κατὰ τὸ εἶδος ὁ ἑκάστου ὁρισμός. οὗ δὲ ἕνεκα, τὸ ἔργον εἶπεν ἤτοι λέγων τὸ οὗ ἕνεκα εἶναι ἐν αὐτῇ, οὗ χάριν τὸ ἔργον γίγνεται (γίγνεται δὲ
σκέπης), ἢ τὸ ἔργον τὸ γιγνόμενον λέγων ἐν αὐτῇ τὸ οὗ ἕνεκα εἶναι, ὅπερ183
in Metaph
.

184

ἐστὶ τὸ εἶδος· ὡς τὴν αὐτὴν εἶναι τήν τε κατὰ τὸ τέλος καὶ τὴν κατὰ τὸ εἶδος αἰτίαν, ὡς καὶ ἐπί τινων φύσει γιγνομένων ἔστιν εὑρεῖν. ἢ τὸ ἔργον οὐ τὸ εἶδός ἐστιν ἀλλὰ τὸ συναμφότερον, ὃ οὐκ ἂν εἴη ταὐτὸν τῇ κατὰ τὸν λόγον αἰτίᾳ. δύναται καὶ τοιοῦτόν τι λέγεσθαι· ἐν οἷς τὰ τέσσαρα αἴ‐
5τια, κατὰ ποίου αἰτίου γνῶσιν τὸ ἐπίστασθαι μάλιστα γίγνεται τῷ πάντα τὰ αἴτια αὐτοῦ εἰδότι; εἴη γὰρ ἂν τῆς σοφίας ἡ τοῦ τοιούτου αἰτίου γνῶσις οἰκεία. δείξας δὲ ἄτοπον ὂν τὸ τὰ αἴτια τοῦ αὐτοῦ τινος ὑπὸ πλειόνων γνωρίζεσθαι ἐπιστημῶν, ἄλλης ἄλλο γνωριζούσης, διὰ τοῦ εἰπεῖν ἢ τίνα μάλιστα τοῦ πράγματος τοῦ ζητουμένου ἐπιστήμονα τῶν ἐχόν‐
10των αὐτὰς τοῦτο μὲν καταλείπει, ἀπαντᾷ δὲ πρὸς τὸ τίνα τούτων φατέον εἶναι τὴν ζητουμένην. p. 996b8 Ἐκ μὲν οὖν τῶν πάλαι διωρισμένων, τίνα χρὴ καλεῖν τῶν ἐπιστημῶν σοφίαν, οὐδαμῶς ἔχει λόγον. Εἰπὼν τίνα τούτων φατέον τὴν ζητουμένην, ὅτι πάσας ἐνδέχεται λέ‐
15γειν δείκνυσι, χρώμενος τοῖς ἐν τῷ Α περὶ τῆς σοφίας εἰρημένοις. εἶπε γὰρ ἐν τῷ πρὸ τούτου τῷ μείζονι τίνες κοιναὶ περὶ τοῦ σοφοῦ προλήψεις, ἐν οἷς ἦν τὸ δεῖν ἀρχικωτάτην καὶ ἀρχιτεκτονικωτάτην αὐτὴν εἶναι, ἀλλὰ καὶ ἀκριβεστάτην καὶ μάλιστα εἰδυῖαν, ἀλλὰ καὶ τῶν χαλεπῶν γνωστικήν, ἀλλὰ καὶ πάντα εἰδυῖαν ὡς ἐνδέχεται, ἀλλὰ καὶ διδασκαλικήν. τούτοις οὖν
20φησι προσχρώμενος ὡς ἔνεστιν ἴσως καθ’ ἕκαστον αἴτιον ἐπιοῦσι δεικνύναι τὴν γνωστικὴν αὐτοῦ σοφίαν οὖσαν. καθ’ ὅσον μὲν γὰρ ἡ σοφία ἡγεμο‐ νικωτάτη τέ ἐστι καὶ ἀρχιτεκτονικωτάτη ἐπιστήμη, καὶ καθάπερ δέσποινα τῶν ἄλλων ἐπιστημῶν, ἡ τοῦ τέλους ἂν γνῶσις εἴη· τοῦτο γὰρ τὸ ἀγαθὸν καὶ τούτου χάριν τἆλλα· πρὸς γὰρ τὸ τέλος ὁρῶντες ἐπιτάσσουσιν ἃ δεῖ
25ποιεῖν. ἀρχικωτάτη οὖν καὶ τελειοτάτη καὶ ἀρίστη ἡ τοῦ ἀρίστου τῶν αἰ‐ τίων γνῶσις, τοιοῦτον δὲ οὗ χάριν τὰ ἄλλα. κατὰ μὲν οὖν τοῦτο δόξει ἡ σοφία εἶναι τοῦ τέλους γνωστική. p. 996b13 Ἧι δὲ τῶν πρώτων αἰτίων καὶ τοῦ μάλιστα ἐπιστητοῦ διώρισται εἶναι, ἡ τῆς οὐσίας ἂν εἴη τοιαύτη.
30 Καθ’ ὅσον, φησί, πάλιν ἡ σοφία ἐρρήθη τῶν πρώτων αἰτίων εἶναι γνωστικὴ καὶ τῶν μάλιστα ἐπιστητῶν, κατὰ τοῦτο πάλιν δόξει ἡ τοῦ εἴδους καὶ τῆς τοιαύτης αἰτίας γνῶσις σοφία εἶναι. εἰπών τε πρῶτον περὶ τοῦ ὡς τέλους αἰτίου τοῦ ἐν πρακτοῖς, δεύτερον εἶπε περὶ τοῦ ὡς τέλους αἰτίου τοῦ ἐν τοῖς θεωρητοῖς. ὅτι δὲ τὸ εἶδος μάλιστα γνωστόν, δείκνυσι διὰ τοῦ
35ἐπὶ πάντων τότε λέγεσθαι ἐπιστήμην, ὅταν τὸ εἶδος εἰδῇ τίς τινος καὶ τὴν184
in Metaph
.

185

τοιαύτην αἰτίαν. πολλαχῶς γὰρ ἐπισταμένων τὸ αὐτὸ μᾶλλον μὲν εἰδέναι φαμὲν τὸν τῷ εἶναι γνωρίζοντα τί τὸ πρᾶγμα ἢ τῷ μὴ εἶναι. δεικνὺς ὅτι ὁ τὴν κατὰ τὸ εἶδος αἰτίαν τοῦ ἐπιστητοῦ γνωρίζων μάλιστα οἶδεν αὐτό, λαμβάνει πρῶτον μὲν ὅτι μᾶλλον ἴσμεν τὸ προκείμε‐
5νον, ὅταν ἐκ τῶν ὑπαρχόντων αὐτῷ εἰδῶμεν ἢ ὅταν ἐκ τῶν μὴ ὑπαρχόν‐ των· τοῦτο γάρ ἐστι τὸ τῷ μὴ εἶναι· γίγνονται γάρ τινες καὶ διδασκαλίαι καὶ λόγοι τινῶν ἐξ ἀποφάσεων, ἥτις γνῶσις ἐκ τοῦ μὴ εἶναι εἴη ἄν. ὁ γοῦν τὸ σημεῖον ὁριζόμενος τῷ μὴ ἔχειν μέρος τῷ μὴ εἶναι γνωρίζει αὐτό, καὶ ἐκ τοῦ μὴ ὑπάρχοντος αὐτῷ τὴν ἀπόδοσιν τοῦ λόγου ποιεῖται. ὁμοίως
10δὲ καὶ ὁ λέγων συμβεβηκὸς εἶναι ὃ μήτε ὅρος ἐστὶ μήτε γένος μήτε ἴδιον, ὑπάρχει δὲ τῷ πράγματι, ἐκ τοῦ μὴ εἶναι ὁρίζεται. αὐτὸς δὲ ὁ λέγων ὃ οἷόν τε ὑπάρχειν τῷ αὐτῷ καὶ μὴ ὑπάρχειν, οὗτος τῷ εἶναι γνωρίζει τὸ συμβεβηκός· ἐκ γὰρ τοῦ ὑπάρχοντος αὐτῷ. τῶν δὲ τῷ εἶναι γνωριζόντων μάλιστα εἰδέναι λέγομεν τὸν τί ἐστι τὸ πρᾶγμα εἰδότα ἢ τὸν ὅτι αὐτῷ
15συμβέβηκεν· τὸν γὰρ ἀπὸ τῆς οὐσίας γνωρίζοντα αὐτό, οὐ τὸν ἀπό τινος συμβεβηκότος. ἕκαστον δέ ἐστι τοῦτο ὅ ἐστι κατὰ τὸ εἶδος, ὥστε ὁ τὸ εἶδος εἰδὼς μάλιστα οἶδεν αὐτό. εἰ δὴ ἡ μὲν τοῦ εἴδους καὶ ταύτης τῆς αἰτίας γνῶσις μάλιστά ἐστιν ἐπιστήμη τοῦ πράγματος, ἡ δὲ μάλιστα ἐπι‐ στήμη σοφία, εἴη ἂν κατὰ τοῦτον πάλιν τὸν λόγον σοφία ἡ τῆς κατὰ τὸ
20εἶδος αἰτίας ἐπιστήμη. p. 996b18 Ἔτι δὲ καὶ ἐν τοῖς ἄλλοις τὸ εἰδέναι ἕκαστον. Τὸ κατάλληλόν ἐστι τῆς λέξεως· ἔτι δὲ καὶ ἐν τοῖς ἄλλοις τὸ εἰδέναι ἕκαστον τότε οἰόμεθα ὑπάρχειν ὧν ἀποδείξεις εἰσίν, ὅταν εἰδῶμεν τὸ τί ἐστιν. τὸ δὲ καὶ ἐν τοῖς ἄλλοις εἶπεν ὡς ἴσον τῷ ἐν πᾶσιν ὧν εἰσιν
25ἀποδείξεις. ὅτι δὲ ἡ τοῦ εἴδους γνῶσις μάλιστα γνῶσίς ἐστι τοῦ πράγματος, δείκνυσι διὰ τοῦ καὶ ἐν ταῖς ἀποδείξεσι τότε ἡμᾶς οἴεσθαι ἀπόδειξιν ἔχειν τοῦ προκειμένου, ὅταν εἰδῶμεν τὸν λόγον καὶ τὸν ὁρισμὸν τοῦ προκειμένου· ὅταν γὰρ τὸν ὁρισμὸν εἰδῶμεν τοῦ προκειμένου, καὶ διὰ τοῦ ὁρισμοῦ τὸ δεικνύμενόν τινι ὑπάρχειν δείξωμεν ὑπάρχον αὐτῷ, τότε ἡγούμεθα τὴν κυ‐
30ριωτάτην ἀπόδειξιν ἔχειν αὐτοῦ. οἷον τί ἐστι σελήνης ἔκλειψις τότε ἴσμεν, ὅταν μάθωμεν ὅτι ἀντίφραξις γῆς, ὅ ἐστιν ὁρισμὸς τῆς ἐκλείψεως. ὁμοίως καὶ τί ἐστι τετραγωνισμὸς εὐθυγράμμου τότε ἴσμεν, ὅταν μάθωμεν ὅτι μέσης εὕρεσις· ἀπὸ γὰρ τῆς μέσης τὸ ἀναγραφόμενον τετράγωνον ἴσον τῷ εὐθυγράμμῳ· μέση δέ, διότι μείζων μὲν τῆς ἐλάττονός ἐστι τῶν τοῦ εὐ‐
35θυγράμμου πλευρῶν, ἐλάττων δὲ τῆς μείζονος, ἀφ’ ἧς τὸ ἀναγραφόμενον185
in Metaph
.

186

τετράγωνον ἴσον ἐστὶ τῷ δοθέντι εὐθυγράμμῳ. ὁ γὰρ μετὰ τῆς αἰτίας ὁρισμὸς ἀπόδειξις θέσει διαφέρουσα, ὡς ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς ἔδειξε. p. 996b22 Περὶ δὲ τὰς γενέσεις καὶ τὰς πράξεις. Δείξας ὅτι δύναται σοφία εἶναι κατὰ τὴν τοῦ εἰδικοῦ αἰτίου γνῶσιν,
5ὅτι καὶ κατὰ τὴν τοῦ ποιητικοῦ αἰτίου γνῶσιν δύναται ἡ σοφία εἶναι δεί‐ κνυσιν· ἐν γὰρ πᾶσι τοῖς γιγνομένοις καὶ πραττομένοις καὶ ὅλως μεταβάλ‐ λουσιν αἴτιον τῆς γνώσεως αὐτῶν ἡ τοῦ ποιητικοῦ γνῶσις αἰτίου, ὅπερ ἐστὶν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως· τότε γὰρ ἴσμεν τὴν αἰτίαν τοῦ Τρωϊκοῦ πολέμου, ὅταν εἰδῶμεν ὅτι διὰ τὴν τῆς Ἑλένης ἁρπαγήν, ὅπερ ἐστὶν ἀρχὴ
10καὶ αἰτία τοῦ πολέμου, καὶ τότε ἴσμεν τὴν αἰτίαν τῆς μάχης, ὅταν τὴν λοιδορίαν γνῶμεν ἥτις ἤρξατο τῆς μάχης. εἰπὼν δὲ περὶ τοῦ ποιητικοῦ αἰτίου ἐπήνεγκε τοῦτο δὲ ἕτερον καὶ ἀντικείμενον τῷ τέλει, κατὰ τοῦτο λέγων ἀντικεῖσθαι ταῦτα τὰ αἴτια καὶ ἀντικείμενα εἶναι * * * ἐπή‐ νεγκε τὸ ὥστε ἄλλης ἂν δόξειεν ἐπιστήμης εἶναι τὸ θεωρῆσαι
15τῶν αἰτίων τούτων ἕκαστον, ὅπερ οὐδαμῶς κατάλληλον εἶναι δόξει τῷ προκειμένῳ. προέκειτο γὰρ αὐτῷ ζητῆσαι, εἰ μὴ τῆς αὐτῆς ἐπιστή‐ μης ἐστὶν ἡ γνῶσις ἁπάντων τῶν αἰτίων, τὴν τίνος τῶν αἰτίων γνῶσιν χρὴ σοφίαν καλεῖν. εἶτα ἔδειξεν ὅτι ἔστι πως κατὰ τὰς περὶ τῆς σοφίας προ‐ λήψεις σοφίαν λέγειν τήν τε τοῦ κατὰ τὸ τέλος αἰτίου γνῶσιν καὶ τὴν τοῦ
20κατὰ τὸ εἶδος καὶ τὴν τοῦ κατὰ τὸ ποιητικόν. οἷς δειχθεῖσιν ἀκόλουθον ἦν ἐπενεγκεῖν τὸ πλείους τὰς σοφίας ἔσεσθαι. δεῖ οὖν τοῦ εἰρημένου ἀκούειν ὡς ἴσον δυναμένου τῷ ὥστε ἄλλης ἂν σοφίας καὶ ἄλλης εἴη τὸ θεωρῆσαι τούτων τῶν αἰτίων ἕκαστον καὶ οὐ μία ἡ σοφία, εἴ γε μὴ μιᾶς μὲν ἐπιστήμης τὸ τὰς αἰτίας θεωρῆσαι, ἡ δὲ ἑκάστου τῶν τριῶν θεωρη‐
25τικὴ σοφία. δύναται τὸ ὥστ’ ἄλλης ἂν δόξειεν ἐπιστήμης εἶναι τὸ θεωρῆσαι τῶν αἰτίων τούτων ἕκαστον μὴ ὡς τοῖς νῦν εἰρημένοις ἀκόλουθον ἐπενηνοχέναι ἀλλ’ ὡς τοῖς πρώτοις προειρημένοις συνάπτων τὸ ἄλλην ἄλλου αἰτίου ἐπιστήμην γνωστικὴν εἶναι. ἢ προειπὼν περὶ τοῦ ποιη‐ τικοῦ αἰτίου ὅτι ἕτερον τοῦτο καὶ ἀντικείμενον τῷ τέλει, περὶ τούτων ἐπή‐
30νεγκεν ὅτι διότι ἐστὶν ἐναντία, διὰ τοῦτο οὐ τῆς αὐτῆς ἀλλὰ ἄλλης ἐπι‐ στήμης ἔσται ἑκατέρου τούτων τῶν αἰτίων γνῶσις. ἢ ἄμεινον γεγράφθαι ὥστε οὐκ ἄλλης ἂν δόξειεν ἐπιστήμης εἶναι τὸ θεωρῆσαι τῶν
αἰτίων τούτων ἕκαστον. διὰ τοῦτο γὰρ οὐκ ἐδόθη αὑτὴ τῶν αἰτίων186
in Metaph
.

187

πάντων γνωστικὴ εἶναι, ὅτι μὴ ἐναντία· εὑρὼν δὲ ἐναντιότητα ἐν τοῖς αἰ‐ τίοις τῷ τελικῷ καὶ τῷ ποιητικῷ, ἔτι δὲ καὶ διὰ τὰ ἄλλα τὰ εἰρημένα πρὸς τὸ μὴ εὔλογον εἶναι πλείους ἐπιστήμας εἶναι περὶ τὴν γνῶσιν τῶν αἰτίων, ἐπιφέροι ἂν ὅτι κατὰ τὰ προειρημένα οὐκ ἄλλης καὶ ἄλλης ἐπι‐
5στήμης ἡ τῶν αἰτίων τούτων γνῶσις. εἴη δ’ ἂν ἅμα δεδειγμένον καὶ ὅτι τῆς σοφίας οἰκεῖος ὁ περὶ τῶν αἰτίων ἁπάντων λόγος. σημειωτέον δὲ ὅτι δι’ ὧν νῦν εἴρηκε πάλιν ἐμνημόνευσε τοῦ Α τοῦ μείζονος· ἐν ἐκείνῳ γὰρ ἐξέθετο τὰς περὶ τοῦ σοφοῦ κοινὰς προλήψεις. μνημονεύσας δὲ τῶν τριῶν αἰτίων καὶ δείξας κατὰ τί δύναται ἡ ἑκάστου τούτων γνωστικὴ ἐπιστήμη
10σοφία εἶναι ἡ ζητουμένη νῦν, οὐκέτι τῆς κατὰ τὴν ὕλην αἰτίας ἐμνημό‐ νευσεν ὡς τῆς ἐκείνων τῶν αἰτίων γνώσεως κυριωτέρας καὶ μᾶλλον ἐπι‐ στήμης οὔσης τῆς ὑλικῆς· κυριώτερα γὰρ ἐκεῖνα καὶ μᾶλλον αἴτια· ἡ γὰρ ὕλη ἐν τοῖς ἐξ αὐτῆς γινομένοις τὸν τοῦ οὗ οὐκ ἄνευ λόγον ἔχειν δοκεῖ. p. 996b26 Ἀλλὰ μὴν καὶ τῶν ἀποδεικτικῶν ἀρχῶν, πότερον μιᾶς
15ἐστιν ἐπιστήμης ἢ πλειόνων, ἀμφισβητήσιμόν ἐστιν. Ἦν δεύτερον τοῦτο ἐν οἷς ἐξηριθμήσατο ὡς ἀπορηθησομένοις, τὸ περὶ τῶν ἀξιωμάτων, ἅ εἰσιν ἀποδείξεων ἀρχαί, ἃ καὶ κοινὰς δόξας λέγει τῷ πάντας ἀποδεικνύντας προσχρῆσθαι αὐτοῖς. εἶπε δὲ αὐτά, ὅτε ἐμέμνητο τῆς ἀπορίας, ἀρχὰς [ἐξ ὧν περὶ τούτων] “ἐξ ὧν δεικνύουσι πάντες.” ζη‐
20τεῖ δὴ πότερον περὶ τούτων τῆς αὐτῆς ἐστιν εἰδέναι ἧς καὶ περὶ τῶν τῆς οὐσίας καὶ τοῦ ὄντος ἀρχῶν, ἢ ἄλλης, ὡς εἶναι πλείους ἐπιστήμας περὶ τῶν ἀρχῶν, ἄλλην μὲν τούτων ἄλλην δὲ τῶν τῆς οὐσίας· καὶ εἰ δια‐ φερουσῶν ἐπιστημῶν ἡ τῶν ἀρχῶν γνῶσις τῶν τε τῆς οὐσίας καὶ τῶν τῆς ἀποδείξεως, ποτέραν χρὴ καὶ τὴν περὶ ποῖα αἴτια καὶ ἀρχὰς ποίας κατα‐
25γινομένην σοφίαν καλεῖν. ἀπορεῖ δὴ περὶ τούτου, καὶ πρός γε τὸ μὴ εἶναι τῆς αὐτῆς ἐπιστήμης περί τε τούτων καὶ περὶ ἐκείνων διαλαμβάνειν πρώτῃ ἐπιχειρήσει τοιαύτῃ χρῆται. εἰ πᾶσαι ὁμοίως αἱ ἀποδεικτικαὶ ἐπιστῆμαι χρῶνται τοῖς ἀξιώμασι κατὰ τὰ οἰκεῖα ἀποδεικτά, καὶ μὴ πᾶσαι περὶ αὐ‐ τῶν λέγουσιν, οὐδεμία τῶν ὁμοίως αὐτοῖς χρωμένων ἐρεῖ περὶ αὐτῶν.
30ἀλλὰ μὴν τὸ πρῶτον· πᾶσαί τε γὰρ αὐτοῖς χρῶνται, ὥσπερ καὶ ἡ περὶ τὰς τῆς οὐσίας ἀρχὰς οὖσα, καὶ οὐ λέγουσι πᾶσαι περὶ αὐτῶν· οὔτε γὰρ γεωμετρία περὶ αὐτῶν οὔτε μουσικὴ λέγει, καίτοι χρώμεναι αὐτοῖς. τὸ ἄρα δεύτερον. ἢ οὕτως. εἰ ὁμοίως πᾶσαι ἐπιστῆμαι περὶ τὰ ἀξιώματα
ἔχουσιν ὡς καὶ ἡ περὶ τὴν οὐσίαν, ἢ πᾶσαι περὶ αὐτῶν ἐροῦσιν ἢ οὐδὲ187
in Metaph
.

188

αὐτή. ἀλλὰ μὴν ὁμοίως πᾶσαι ἔχουσι περὶ αὐτῶν ὡς αὐτή (πᾶσαι γὰρ αὐτοῖς ὁμοίως πρὸς τὰς τῶν οἰκείων ἀποδείξεις χρῶνται ὥσπερ καὶ αὐτή) καὶ οὐ πᾶσαι περὶ αὐτῶν λέγουσιν· ὥστε οὐδ’ ἂν ἡ περὶ τῆς οὐσίας λέ‐ γοι. εἰ δὲ τοῦτο, οὐχ ἡ αὐτὴ περί τε τῆς οὐσίας καὶ τῶν ἀξιωμάτων·
5ὡς γὰρ τῶν ἄλλων τῶν χρωμένων αὐτοῖς ὁμοίως ταύτῃ οὐκ ἔστιν οἰκεῖον τὸ περὶ αὐτῶν λέγειν, οὕτως οὐδὲ ταύτης ἂν εἴη. p. 996b35 Εἴπερ οὖν ὁμοίως μὲν ὁποιασοῦν ἐστιν, ἁπασῶν δὲ μὴ ἐνδέχεται. Διὰ τί μὴ ἐνδέχεται ἁπασῶν; ἢ ὅτι ἡ ἐπιστήμη τῶν καθ’ αὑτὸ ὑπαρ‐
10χόντων τῷ ὑποκειμένῳ ἐστὶν ἀποδεικτική, ὧν δὲ τὰ ὑποκείμενα ἕτερα, τούτων καὶ τὰ δεικνύμενα· οὐ γὰρ οἷόν τε τὰ αὐτὰ καθ’ αὑτὰ ὑπάρχειν τοῖς διαφέρουσι, διὸ οὐδὲ τὰ ἀξιώματα καθ’ αὑτὰ ὑπάρχειν τοῖς πάσαις ταῖς ἐπιστήμαις ὑποκειμένοις. εἰ δὲ μὴ τοῦτο, οὐδ’ ἂν οἷαί τε εἶεν πᾶσαι ἀποδεικνύναι αὐτά. ἐπιχειρήσας δὲ πρὸς τὸ μὴ εἶναι μιᾶς ἐπιστήμης περί
15τε τῶν τῆς οὐσίας ἀρχῶν εἰπεῖν καὶ περὶ τῶν ἀξιωμάτων, αἵ εἰσιν ἀπο‐ δείξεως ἀρχαί, ἑξῆς ὅτι μηδὲ ἔστι τῶν ἀξιωμάτων ἐπιστήμη τις ἐπιχειρεῖ, λέγων ἅμα δὲ καὶ τίνα τρόπον ἔσται αὐτῶν ἡ γνῶσις; τί μὲν γὰρ ἕκαστον τούτων τυγχάνει ὂν καὶ νῦν γνωρίζομεν. ἔστι δὲ ὃ λέγει τοιοῦτον. ἤτοι δι’ ὁρισμοῦ τι ἐπιστάμεθα ἢ δι’ ἀποδείξεως· καὶ τῶν
20ἀξιωμάτων δὴ εἰ ἔστιν ἐπιστήμη, ἀποδεικτικὴ περί τινος ἂν εἴη τῶν ὑπαρ‐ χόντων αὐτοῖς. ἀλλὰ τὸ μὲν τί ἐστιν ἕκαστον αὐτῶν γνώριμον πᾶσιν αὐ‐ τόθεν· χωρὶς γὰρ ἐπιστήμης γνώριμον τί σημαίνει τὸ ἐπὶ παντὸς ἢ ἡ κατάφασις ἢ ἡ ἀπόφασις, καὶ τί σημαίνει τὸ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλή‐ λοις εἶναι ἴσα· ὡς γὰρ γνωρίμοις αὐτοῖς πᾶσαι αἱ ἐπιστῆμαι χρῶνται, οὐ‐
25δὲν δεόμεναι τῆς διδαξούσης ἐπιστήμης. ὥστε τοῦ μὲν τί ἐστιν ἕκαστον τούτων οὐκ ἔσται τις ἐπιστήμη ἀφωρισμένη. εἰ δὲ ἔστιν ἀπόδειξις περὶ αὐτῶν καὶ ἐπιστήμη τις ἀποδεικτική, δεήσει τὰ ἀξιώματα * * * εἶναί τε αὐτῶν τὰ μὲν πάθη, τουτέστι τὰ ἀποδεικνύμενα αὐτοῖς ὑπάρχειν (τὰ γὰρ καθ’ ἑαυτὰ ὑπάρχοντα, ἅπερ ἐστὶ τὰ ἀποδεικτά, πάθη εἶπε), τὰ δέ τινα
30ἀξιώματα, δι’ ὧν τὰ ὑπάρχοντα αὐτοῖς καθ’ ἑαυτὰ ἀποδείκνυται, ἀξιώ‐ ματα λέγων τὰς ἀναποδείκτους καὶ ἀμέσους προτάσεις. τὸ δὲ περὶ πάν‐ των γὰρ ἀδύνατον ἀπόδειξιν εἶναι εἶπεν ὡς ἀκόλουθον τῷ δεήσει τι γένος εἶναι ὑποκείμενον, καὶ τὰ μὲν πάθη τὰ δὲ ἀξιώματα
αὐτῶν· τούτῳ γὰρ ἀκόλουθον τὸ περὶ πάντων γὰρ ἀδύνατον ἀπό‐188
in Metaph
.

189

δειξιν εἶναι. περὶ γὰρ τῶν καθ’ ἑαυτὰ ὑπαρχόντων τῷ ὑποκειμένῳ τῇ ἐπιστήμῃ, ἃ πάθη εἶπεν, αἱ ἀποδείξεις, ἀλλ’ οὐ περὶ πάντων, οὐδὲ τῶν τυχόντων, ἀλλ’ οὐδὲ τῶν λαμβανομένων πρὸς τήν τινων δεῖξιν οἷόν τε πάν‐ των ἀπόδειξιν εἶναι. τὸ δὲ ἑξῆς τὸ ἀνάγκη γὰρ ἔκ τινων εἶναι καὶ
5περί τι καὶ τινῶν τὴν ἀπόδειξιν συνάπτει τῷ δεήσει τι γένος εἶναι ὑποκείμενον, καὶ τὰ μὲν πάθη τὰ δὲ ἀξιώματα αὐτῶν· διὰ μέσου δὲ εἴρηται διὰ τὰ ἀξιώματα τὸ περὶ πάντων γὰρ ἀδύνατον ἀπό‐ δειξιν εἶναι. καὶ ἔστι τὸ μὲν ἔκ τινων τῶν ἀξιωμάτων δι’ ὧν ἡ δεῖξις δηλωτικόν, τὸ δὲ περί τι τοῦ ὑποκειμένου γένους, ᾧ δείκνυταί τι ὑπάρ‐
10χον ἢ μὴ ὑπάρχον, τὸ δὲ τινῶν τῶν ἀποδεικνυμένων ὑπάρχειν ἢ μὴ ὑπάρχειν τῷ ὑποκειμένῳ, ἃ εἶπε πάθη. τὸ δὲ ὥστε συμβαίνει πάν‐ των εἶναι γένος ἕν τι τῶν δεικνυμένων ἴσον ἂν εἴη τῷ οὕτως τε συμβήσεται, εἰ ἔστιν ἀπόδειξις περὶ τῶν ἀξιωμάτων καὶ ἔστιν ἕν τι γένος καὶ μία τις φύσις ὑποκειμένη τὰ ἀξιώματα, πάντα τὰ ἀποδεικνύμενα διὰ
15τῶν ἀξιωμάτων μιᾶς φύσεως εἶναι, διότι πᾶσαι μὲν αἱ ἐπιστῆμαι καὶ ἀπο‐ δείξεις διὰ τῶν ἀξιωμάτων δεικνύουσι τὰ προκείμενα, τὰ δὲ ἀξιώματα μιᾶς καὶ τῆς αὐτῆς φύσεως, τὰ δὲ τῆς αὐτῆς φύσεως ἀλλήλοις ὄντα μιᾶς τινος φύσεώς ἐστι δεικτικά, εἴ γε ἐκ τῶν καθ’ ἑαυτὰ ὑπαρχόντων αἱ ἀποδείξεις, μιᾷ δὲ φύσει καθ’ αὑτὰ ὑπάρχειν ἀνάγκη τὰ μιᾶς καὶ τῆς αὐτῆς φύ‐
20σεως ὄντα ἀλλήλοις. ἓν δὲ γένος εἶπεν ἀντὶ τοῦ μίαν φύσιν. ἢ τὸ λε‐ γόμενόν ἐστιν, εἰ ἔστιν ἐπιστήμη τις καὶ ἀπόδειξις τῶν ἀξιωμάτων, δεήσει τι εἶναι γένος ὑποκείμενον αὐτοῖς· πᾶσα γὰρ ἀπόδειξις καὶ πᾶσα ἐπιστήμη ἀποδεικτικὴ περί τι γένος ὡρισμένον, καὶ πᾶν τὸ ἀποδεικτὸν γένει τινὶ ὡρισμένῳ ὑπάρχει. καὶ τοῖς ἀξιώμασιν ἄρα, εἰ ἔστιν ἀποδεικτὰ καὶ ἔστιν
25ἐπιστήμη τις αὐτῶν ἀποδεικτική, ὡρισμένον τι γένος ὑπόκειται ᾧ δείκνυ‐ ται ὑπάρχοντα· πᾶσα γὰρ ἀπόδειξις γένει τινὶ καὶ φύσει ὑποκειμένῃ μιᾷ δείκνυσιν ὑπάρχοντα ἃ ἀποδείκνυσιν, ἃ εἶπεν αὐτὸς πάθη, διά τινων ἀξιω‐ μάτων, δι’ ὧν αἱ ἀποδείξεις, † τουτέστιν ἀμέσους προτάσεις καὶ ἀναποδεί‐ κτους. εἰ γὰρ δεῖ μὲν δι’ ἀξιωμάτων δείκνυσθαι τὰ δεικνύμενα, δεικνύοιτο
30δὲ καὶ τὰ ἀξιώματα, ἐπ’ ἄπειρον ἂν προΐοι, οὕτω δὲ οὐδὲν ἀποδεικτὸν ἂν εἴη· οὐ γὰρ πάντα ἐστὶν ἀποδεικτά. ᾧ ἐνῆν καὶ αὐτὸν χρησάμενον ἀπο‐ δεῖξαι ὅτι μή ἐστιν ἀπόδειξις τῶν ἀξιωμάτων. ὅτι δὲ ταῦτα δεῖ τὰ εἰρη‐ μένα ὑπάρχειν ἐν πάσῃ ἀποδείξει, ἐδήλωσε καὶ διὰ τοῦ ἐπενεγκεῖν ἀνάγκη γὰρ ἔκ τινων εἶναι, δι’ ὧν δείκνυται, καὶ περί τι εἶναι, οὗ ἡ ἀπό‐
35δειξις, καὶ τινῶν τὴν ἀπόδειξιν, αὐτῶν τῶν ἀποδεικνυμένων. ἀλλὰ εἰ τοῖς ἀξιώμασιν ἕν τι γένος ὑπόκειται, πᾶσι τοῖς ἀποδεικνυμένοις καὶ πάσαις
ταῖς ἐπιστήμαις ἓν καὶ ταὐτὸ γένος ὑποκείμενον ἔσται. ὁ γὰρ χρώμενός189
in Metaph
.

190

τινι πρὸς ἀπόδειξιν, ὃ γένει τινὶ καὶ φύσει μιᾷ καθ’ αὑτὸ ὑπάρχει, οὐ περὶ ἄλλο αὐτῷ χρῆται ἢ περὶ ἐκεῖνο ᾧ ὑπάρχει καθ’ αὑτό. οὐ γὰρ διὰ τοῦ τυχόντος τὸ τυχὸν δείκνυται. οὔτε γὰρ ὁ τοῖς ἐν γεωμετρίᾳ δεικνυ‐ μένοις χρώμενός τισι πρὸς ἄλλο τι αὐτοῖς χρῆται ἢ πρὸς τὰ γεωμετρικὰ
5ὑποκείμενα, ὅτι τούτοις ὑπάρχει καθ’ αὑτά· οὔτε ὁ ἐν τοῖς μουσικοῖς τινι πρός τι ἄλλο ἢ πρὸς τὰ τοῖς μουσικοῖς ὑποκείμενα. διὰ γὰρ τῶν καθ’ αὑτὰ ὑπαρχόντων αἱ τῶν καθ’ αὑτὰ ὑπαρχόντων ἀποδείξεις· καὶ οἱ τοῖς ἀξιώμασι δὴ χρώμενοι πρὸς τὸ γένος ἂν ἐκεῖνο χρῷντο αὐτοῖς, ᾧ ὑπάρχει τὰ ἀξιώματα καθ’ αὑτά· ὑπάρχει δὲ ἑνί τινι, εἴ γε ἔστιν αὐτῶν ἐπιστήμη
10τις ἀποδεικτική. πᾶσαι δὲ αἱ ἐπιστῆμαι πρὸς τὰ ἀποδεικνύμενα ὑπ’ αὐ‐ τῶν χρῶνται τοῖς ἀξιώμασι· πάσαις ἄρα ἔσται τὸ αὐτὸ γένος ὑποκείμενον ταῖς ἐπιστήμαις τῷ πάσας αὐτοῖς χρῆσθαι, ταῦτα δὲ ἑνὶ γένει τινὶ ὑπάρ‐ χειν, καὶ μὴ οἷόν τε εἶναι πρὸς ἄλλο τι χρῆσθαι τοῖς τινὶ καθ’ αὑτὸ ὑπάρχουσιν ἀποδεικτικῶς ἢ πρὸς ἐκεῖνο μόνον, ᾧ καθ’ αὑτὸ ἐκεῖνα ὑπάρ‐
15χει. εἰ δὲ πάσαις ταῖς ἐπιστήμαις τὸ αὐτὸ γένος ὑπόκειται, καὶ πᾶσαι διὰ τῶν αὐτῶν δεικνύουσι (διὰ γὰρ τῶν ἀξιωμάτων), πᾶσαι ἂν αἱ αὐταὶ εἶεν. p. 997a11 Ἀλλὰ μὴν εἰ ἑτέρα ἡ τῆς οὐσίας καὶ ἡ περὶ τούτων. Ἐπιχειρήσας πρὸς τὸ μὴ εἶναι τῆς αὐτῆς περί τε τῶν τῆς οὐσίας
20ἀρχῶν καὶ περὶ τῶν ἀποδεικτικῶν εἰπεῖν ἀλλ’ ἑτέρας, ἔξωθεν δὲ προσε‐ πιχειρήσας ὅτι μηδὲ ἔστιν ἀποδεικτά, ἐφεξῆς ταύτῃ συνεχῆ ἀπορίαν ἀπορεῖ· ζητεῖ γάρ, ποτέρα αὐτῶν ἐστι σοφία καὶ ποτέρα κυριωτάτη καὶ προτέρα, πότερον ἡ περὶ τὰς τῆς οὐσίας ἀρχὰς ἢ ἡ περὶ τὰς τῆς ἀποδείξεως. καὶ ὅτι δὴ εὔλογον εἶναι λέγειν τοιαύτην τὴν περὶ τὰ ἀξιώματα, οὕτως ἐπι‐
25χειρεῖ· [εἰ] ἡ περὶ τὰ πρῶτα πρώτη, τὰ δὲ ἀξιώματα πρῶτα, ὃ ἔδειξε διὰ τοῦ εἰπεῖν ὅτι καθόλου (τὰ γὰρ καθόλου πρῶτα τῶν ὑφ’ αὑτὰ δέδεικται τῇ φύσει ὄντα, τοιαῦτα δὲ τὰ ἀξιώματα, κοινὰ πάντων καὶ καθόλου, ἐπεὶ πάντα τὰ δεικνύμενα διὰ τούτων δείκνυται) καὶ πάντων ἀρχαὶ ταῦτα· αἱ δὲ ἀρχαὶ πρῶται οὗ εἰσιν ἀρχαί, ὥστε καὶ ταύτῃ καθόλου. ἡ παραγωγὴ
30παρὰ τὸ ληφθῆναι ἁπλῶς πρῶτα εἶναι καὶ καθόλου τὰ ἀξιώματα· οὔτε γὰρ τὰ κοινά τινων ἤδη καὶ καθόλου ἐστὶν αὐτῶν, οὔτε τὰ καθόλου ἁπλῶς καὶ κυρίως πρῶτα· ὥστε οὐδ’ ἡ περὶ τὰ καθόλου ἁπλῶς πρώτη καὶ τι‐ μιωτέρα. ἔτι δὲ οὐδὲ δείκνυνται αἱ ἀρχαὶ διὰ τῶν ἀξιωμάτων· οὐδὲ γὰρ
ἀποδεικταί.190
in Metaph
.

191

p. 997a14 Εἴτε ἔστι μὴ τοῦ φιλοσόφου. Ὅπερ ἠπόρησε πρὸς τὸ τίνος εἶναι (ἢ γὰρ πασῶν τῶν χρωμένων αὐ‐ τοῖς ἢ οὐδεμιᾶς) νῦν δείκνυσιν ὅτι εὔλογον τὸν φιλόσοφον περὶ τῶν ἀξιω‐ μάτων, αἵ εἰσιν ἀποδείξεως ἀρχαί, δι’ ὧν τὸ ἐν πᾶσι τοῖς ζητουμένοις
5ἀληθὲς πρῶτον δείκνυται, πραγματεύεσθαι, ὃ ἐνεδείξατο διὰ τοῦ δεῖξαι ὅτι ἄτοπον τὸ ἄλλον τινὰ λέγειν περὶ τἀληθοῦς καὶ ψευδοῦς πραγματεύεσθαι. τὸ δὲ περὶ αὐτῶν λέγοιτ’ ἂν περὶ τῶν προτάσεων, ἐν αἷς καὶ τὰ ἀξιώ‐ ματα· τίνος γὰρ ἄλλου τὸ περὶ τοῦ ἐν προτάσεσιν ἀληθοῦς τε καὶ ψευδοῦς διαλαμβάνειν παρὰ τὸν φιλόσοφον; δείκνυται δὲ διὰ τούτων ὅτι εἰ καὶ μὴ
10τοῦ πρώτου φιλοσόφου ἐστὶ τὸ περὶ ἀποδείξεως καὶ τῶν ταύτης ἀρχῶν διαλαμβάνειν, ἀλλὰ τοῦ φιλοσόφου γε. εἴη δ’ ἄν πως διὰ τούτων καὶ τὸ μέρος φιλοσοφίας εἶναι τὴν ἀποδεικτικὴν πραγματείαν τιθέμενον. p. 997a15 Ὅλως τε τῶν οὐσιῶν πότερον μία πασῶν ἐστιν ἢ πλεί‐ ους ἐπιστῆμαι.
15 Ἐπεὶ τῶν οὐσιῶν αἱ μέν εἰσι νοηταί τε καὶ ἀκίνητοι αἱ δὲ ἐν κινήσει τε καὶ αἰσθηταί, ζητεῖ πότερον περὶ πασῶν τῶν οὐσιῶν μιᾶς ἐστι τὸ θεω‐ ρεῖν ἐπιστήμης, ἢ πλειόνων καὶ διαφόρων, καὶ εἰ μὴ μιᾶς, ποίας οὐσίας ἐπιστήμην ἡγητέον τὴν προκειμένην νῦν ἡμῖν· ἔστι δὲ αὕτη ἡ σοφία. τὸ γὰρ μίαν πασῶν ὑπολαμβάνειν τῶν οὐσιῶν ἐπιστήμην εἶναι οὔ φησιν εὔ‐
20λογον εἶναι, καὶ δι’ ὃ ἐπιφέρει· εἰ γὰρ μίαν, μία ἂν εἴη καὶ ἡ ἀποδεικτικὴ πάντων τῶν ταῖς οὐσίαις καθ’ αὑτὰ συμβεβηκότων. πᾶσα γὰρ ἀποδεικτικὴ ἐπιστήμη τῶν τῷ γένει ἐκείνῳ, περὶ ὃ καταγίνεται, καθ’ αὑτὰ ὑπαρχόν‐ των ἐστὶν ἀποδεικτική· ὥστε εἰ καὶ περὶ τῆς οὐσίας μία τις ἐπιστήμη, ἓν ἄν τι γένος εἴη καὶ ἡ οὐσία (εἰ γὰρ ἑνὸς γένους μία ἐπιστήμη, καὶ οὗ
25ἐπιστήμη μία, ἓν γένος τοῦτο)· εἰ δὲ ἓν γένος καὶ ἡ οὐσία, ἑνὶ δὲ γένει τὰ καθ’ αὑτὰ συμβεβηκότα μιᾶς ἀποδεικνύναι, μία ἂν εἴη καὶ ἡ τὰ ταῖς οὐσίαις πάσαις καθ’ αὑτὰ ὑπάρχοντα ἀποδεικνῦσα· ἀποδεικτικῆς γὰρ ἴδιον τὸ περί τι ὑποκείμενον θεωρεῖν τὰ καθ’ αὑτὰ συμβεβηκότα διὰ τῶν ἀξιω‐ μάτων τε καὶ κοινῶν δοξῶν. περὶ οὖν τὸ αὐτὸ γένος ἀντὶ τοῦ περὶ οὖν
30ἓν γένος, τὰ καθ’ αὑτὰ συμβεβηκότα διὰ τῶν κοινῶν δοξῶν, τουτέστι μιᾶς ἐστι τὸ θεωρῆσαι. δοκεῖ δὲ ἀπὸ τοῦ συμβεβηκότος τὸ ἄτοπον ἐπάγειν·
λαβὼν γὰρ ὅτι τῆς ἐπιστήμης τὸ τὰ συμβεβηκότα τῷ γένει τῷ ὑποκει‐191
in Metaph
.

192

μένῳ αὐτῇ ἀποδεικνύναι, ἐπεὶ τῇ οὐσίᾳ πάντα τὰ ἄλλα συμβέβηκε, κατὰ τοὺς λέγοντας μίαν εἶναι τὴν περὶ τὰς οὐσίας ἐπιστήμην, κατὰ τούτους γί‐ γνεται μιᾶς περὶ πάντων τῶν ὄντων λέγειν· πάντα γὰρ τὰ παρὰ τὴν οὐ‐ σίαν ὄντα τῇ οὐσίᾳ συμβέβηκε. διὰ τοῦτο γὰρ καὶ οὕτως εἶπε, καὶ γὰρ
5ἂν ἀποδεικτικὴ μία περὶ πάντων εἴη τῶν συμβεβηκότων, οὐκέτι τὸ ἑξῆς προστιθεὶς αὐτῷ. περί τε γὰρ ὃ μιᾶς καὶ ἐξ ὧν μιᾶς, εἴτε τῆς αὐτῆς εἴτε ἄλλης. τοῦτό μοι δοκεῖ τοιοῦτον εἶναι. εἰπὼν ὅτι εἰ ἓν γένος ἐστὶν ἡ οὐσία ὑποκείμενον, ἔσται μία καὶ ἡ ἁπάντων τῶν καθ’ αὑτὰ ὑπαρχόντων τῇ οὐσίᾳ ἀποδεικτικὴ ἐπιστήμη, ἐπήνεγκε καθόλου περί
10τε γὰρ ὃ μιᾶς καὶ ἐξ ὧν μιᾶς, εἴτε τῆς αὐτῆς εἴτε ἄλλης· ὥστε καὶ τὰ συμβεβηκότα, εἴτε αὐταὶ θεωροῦσιν εἴτε ἐκ τούτων μία. καὶ εἴη ἂν τὸ λεγόμενον τοιοῦτον. τῆς αὐτῆς ἐστιν ἐπιστήμης τὸ ὑποκεί‐ μενον θεωρεῖν τί ποτε ἔστι, καὶ τὰ τούτῳ καθ’ αὑτὰ ὑπάρχοντα· ἐκ γὰρ τούτων καὶ ἐν τούτοις ἐκείνῳ τὸ εἶναι. ἀλλὰ μὴν ἧς τὸ τὰ καθ’
15αὑτά τινι ὑπάρχοντα εἰδέναι, ταύτης καὶ τὸ ἀποδεικνύναι τὰ καθ’ αὑτὰ συμβεβηκότα ἐκείνῳ. δύναται δὲ τὸ καὶ ἐξ ὧν μιᾶς εἰρηκέναι ἀντὶ τοῦ καὶ ἐξ ὧν αἱ περὶ ἐκείνου τοῦ ὑποκειμένου ἀποδείξεις γιγνόμεναι· διὰ γὰρ τῶν καθ’ αὑτὰ ὑπαρχόντων αἱ ἀποδείξεις, ἃ δεῖ εἰδέναι τὸν περὶ ἐκεῖνο καταγινόμενον· ὥστε οὗ τὸ εἰδέναι τὴν ὑποκειμένην φύσιν, τούτου τὸ
20καὶ τὰ ταύτῃ ὑπάρχοντα εἰδέναι καθ’ αὑτά· διὰ γὰρ τούτων ἡ γνῶσις τῆς οὐσίας τοῦ προκειμένου, δι’ ὧν καὶ αἱ περὶ τῶν ὑπαρχόντων αὐτῇ ἀπο‐ δείξεις. ἧς δὲ τὸ ταῦτα εἰδέναι, ταύτης καὶ τὸ τὰ καθ’ αὑτὰ συμβεβη‐ κότα τῷ γένει τούτῳ δεικνύναι, τουτέστι τὰ δι’ ἀποδείξεως ὑπάρχειν δει‐ κνύμενα αὐτῷ. οὗ γὰρ τὸ εἰδέναι τό τε ὑποκείμενον γένος καὶ δι’ ὧν τὰ
25τούτῳ ὑπάρχοντα δείκνυται, τούτου καὶ τὸ ἀποδεικνύναι τὰ ὑπάρχοντα αὐ‐ τῷ· οὗ δὲ τὸ ἀποδεικνύναι τινά, τούτου καὶ τὸ εἰδέναι. εἴτ’ οὖν μία ἐστὶν ἡ περὶ τὸ ὑποκείμενον γένος καὶ τὴν οὐσίαν πραγματευομένη τῷ ἓν αὐτὸ εἶναι καὶ μίαν τινὰ φύσιν, μιᾶς ἔσται καὶ τὸ πάντα τούτῳ τὰ καθ’ αὑτὰ συμβεβηκότα ἀποδεικνύναι· εἴτε πλειόνων καὶ ἄλλης ἢ περὶ τὸ λαμ‐
30βανόμενον γένος καὶ τὴν οὐσίαν πραγματεύεσθαι τῷ μὴ εἶναί τινα μίαν φύσιν αὐτοῦ (οὐ γὰρ εἴ τινα ὑφ’ ἓν τὸ ἀνωτέρω γένος ἐστίν, ἤδη περὶ τούτων μιᾶς τὸ θεωρεῖν ἐπιστήμης, ἀλλὰ δεῖ ὁμοειδὲς εἶναι καὶ μιᾶς φύ‐ σεως τὸ ἑκάστῃ ἐπιστήμῃ ὑποκείμενον, περὶ ὃ πραγματεύεται), πλειόνων δὴ καὶ τῶν αὐτῶν ἔσται τὸ καὶ τὰ ὑπάρχοντα αὐτῷ ἀποδεικνύναι· ὅσαι
35γὰρ περὶ τὸ ὑποκείμενον, τοσαῦται καὶ περὶ τὰ καθ’ αὑτὰ τούτῳ ὑπάρ‐192
in Metaph
.

193

χοντα καὶ συμβεβηκότα. τὸ δὲ ὥστε καὶ τὰ συμβεβηκότα, εἴτε αὐ‐ ταὶ θεωροῦσιν εἴτε ἐκ τούτων μία ἴσον ἂν σημαίνοι τῷ τῶν αὐτῶν ἔσται, ὧν ἥ τε περὶ τοῦ ὑποκειμένου γένους θεωρία καὶ ἡ περὶ τὰ δι’ ὧν τὰ τούτῳ ὑπάρχοντα ἀποδείκνυται, καὶ ἡ τῶν καθ’ αὑτὰ συμβεβηκότων
5καὶ ἀποδεικνυμένων ὑπάρχειν αὐτῷ γνῶσις. εἴτε οὖν πλείους ἐκεῖναι ὡς κεχωρίσθαι ἀπ’ ἀλλήλων, πλείους καὶ αἱ ταῦτα ἀποδεικνῦσαι, εἴτε ἐκεῖναι μία ἐκ πλειόνων ἐπιστημῶν ὡς μερῶν οὖσα, οὕτως ἕξει καὶ ἡ τὰ καθ’ αὑτὰ ὑπάρχοντα δεικνῦσα τούτῳ τῷ γένει· μία μὲν γὰρ ἔσται, ἐκ πλει‐ όνων μέντοι ἐπιστημῶν ὡς μερῶν ἠθροισμένη. τοῦτο δὲ προσέθηκεν, ἐπεὶ
10δοκεῖ ἡ περὶ τὴν οὐσίαν πραγματεία ἅπασα φιλοσοφία εἶναι, οὐ μὴν πᾶσα πάσης τῆς οὐσίας ἐστίν, ἀλλὰ κατὰ μὲν ἄλλο μέρος αὐτῆς τῆς αἰσθητῆς τε καὶ φυσικῆς, κατ’ ἄλλο δὲ τῆς νοητῆς. ὡς δὲ ἐπ’ ἄτοπόν τι ἐπα‐ γαγὼν τὸ μίαν ἔσεσθαι τῶν καθ’ αὑτὸ ὑπαρχόντων τῆς οὐσίας ἀποδεικτι‐ κήν, ἐπαύσατο μηδὲν ἐπενεγκών· ἄλογον γὰρ δόξει τὴν αὐτὴν ἐπιστήμην
15εἶναι θεωρητικὴν περί τε τῶν τῇ αἰσθητῇ οὐσίᾳ συμβεβηκότων καὶ περὶ τῶν τῇ νοητῇ. πῶς δὲ οὖν οὐχ ἓν γένος ἡ οὐσία, ἐπιζητήσαι ἄν τις, εἰ περὶ ἓν γένος οὐ τὸ κοινόν, ὡς εἶπε, νῦν λέγει, ἀλλὰ καὶ περὶ ἓν εἶδος καὶ μίαν τινὰ ὁμοειδῆ φύσιν. οὕτω γὰρ ἡ ἐπιστήμη περὶ ἓν γένος, οὐχ ὅτι μία περὶ πάντα τὰ ἐκ τοῦ αὐτοῦ τοῦ ἀνωτάτου καὶ κοινοτάτου γένους,
20ἀλλ’ ὅτι περὶ τὰ τοῦ αὐτοῦ εἴδους καὶ λόγου κεκοινωνηκότα. δύναται καὶ οὕτως τις ἀκοῦσαι τοῦ περί τε γὰρ ὃ μιᾶς καὶ ἐξ ὧν μιᾶς· οὗ γένους μία ἡ τὸ τί ἐστιν ἕκαστον τῶν ὑπ’ αὐτὸ καὶ τὸν ὁρισμὸν ζητοῦσα, τούτῳ μία καὶ ἡ τῶν ὑπαρχόντων αὐτῷ καὶ ἐξ ὧν ἐστιν αὐτῷ τὸ εἶναι γνωστική τε καὶ δεικτική· διὰ γὰρ τῶν καθ’ αὑτὰ ὑπαρχόντων ἑκάστῳ καὶ τῶν
25συμβεβηκότων αὐτῷ καθ’ αὑτὸ αἱ ἀποδείξεις. μιᾶς δὲ ἐπιστήμης τὸ τὰ καθ’ αὑτὰ ὑπάρχοντα ἑνί τινι γένει εἰδέναι· οὗ γὰρ ἡ ὁριστικὴ μία, καὶ ἡ ἀποδεικτική. τὸ μὲν γὰρ ὅ τὴν οὐσίαν καὶ τὸ τί ἦν εἶναι σημαίνει, τὸ δὲ εἴτε τῆς αὐτῆς * * τό τε ὁρίσασθαι τὸ αὐτὸ καὶ ἀποδεῖξαι τὰ καθ’ αὑτὰ ὑπάρχοντα τῷ αὐτῷ τούτῳ, τουτέστιν εἴτε ἡ αὐτὴ ἐπιστήμη ἐστὶν ὁριστική
30τε καὶ ἀποδεικτική, εἴτε ἑτέρα ἐστὶ καὶ μὴ μιᾶς ἄμφω μόρια, ἀκολου‐ θήσει οὖν τὰ καθ’ αὑτὰ συμβεβηκότα τῷ αὐτῷ γένει μίαν ἀποδεικνύναι· λείπει γὰρ τοῦτο τῇ λέξει τῇ ὥστε καὶ τὰ συμβεβηκότα· ἐνδεῖ γὰρ αὐτῷ τὸ μιᾶς ἔσται θεωρεῖν τε καὶ δεικνύναι. ἧς γὰρ τὸ εἰδέναι τὰ ἐξ ὧν, ταύτης καὶ τὸ τὰ συμβεβηκότα τῷ ὑποκειμένῳ δεικνύναι, εἴτε ἑκατέρα
35τούτων ἑτέρα οὖσα τὰ καθ’ αὑτὰ ὑπάρχοντα τῷ ὑποκειμένῳ θεωρεῖ, ἡ
μὲν λαμβάνουσα ὁριστική, ἡ δὲ ἀποδεικνύουσα ἀποδεικτική, εἴτε καὶ μία193
in Metaph
.

194

τίς ἐστιν ἐπιστήμη ἐξ ἀμφοτέρων τοῦ τε ὁρίζεσθαι καὶ τοῦ ἀποδεικνύναι συγκειμένη· ὡς γὰρ μία ἡ ὁριστική τε καὶ δεικτικὴ τοῦ τί ἦν εἶναι τοῦ ἑνός, οὕτω μία καὶ ἡ ἀποδεικτική. γράφεται ἔν τισιν ἀντὶ τοῦ εἴθ’ αὗ‐ ται “εἴθ’ αἱ αὐταί”· καὶ εἴη ἂν διὰ τούτου τὸ λεγόμενον, εἴτε αἱ αὐταὶ
5ἀλλήλαις εἰσὶν ἥ τε ὁριστικὴ περὶ τοῦ αὐτοῦ γένους καὶ ἡ ἀποδεικτική, εἴτε οὔκ εἰσι μὲν αἱ αὐταί, μόρια δέ ἐστι μιᾶς, ὥστε ἐξ ἀμφοτέρων συγ‐ κεῖσθαι τὴν τοῦ ὑποκειμένου γένους ἐπιστήμην. p. 997a25 Ἔτι δὲ πότερον περὶ τὰς οὐσίας ἡ θεωρία μόνον ἐστὶν ἢ καὶ τὰ συμβεβηκότα ταύταις.
10 Καὶ αὕτη ἡ ἀπορία προείρηται ὑπ’ αὐτοῦ ἐν τῇ τῶν ἀποριῶν ἐκ‐ θέσει. ὃ δὲ ἀπορεῖ διὰ τούτων δόξει τῷ προειρημένῳ ἀκόλουθον εἶναι τῷ περί τε γὰρ ὃ μιᾶς καὶ ἐξ ὧν μιᾶς, εἴτε τῆς αὐτῆς εἴτε ἄλ‐ λης. εἰπὼν γὰρ δι’ ἐκείνων τὸ μιᾶς εἶναι ὥσπερ τὸ ὁρίσασθαι τὸ ὑπο‐ κείμενον γένος, οὕτω καὶ τὸ ἀποδεῖξαι τὰ καθ’ αὑτὰ συμβεβηκότα αὐτῷ,
15εἶτα ἀπορήσας τὸ εἴτε τῆς αὐτῆς ἄμφω ἐστίν, εἴτε ἄλλης μὲν τὸ ὁρίσα‐ σθαι ἄλλης δὲ τὸ ἀποδεῖξαι, νῦν περὶ τούτου καθ’ αὑτὸ ἀπορεῖ καὶ ζητεῖ πότερον ἡ ἐπιστήμη ἡ προκειμένη ἡμῖν (αὕτη δέ ἐστιν ἡ σοφία) τῶν οὐσιῶν μόνων ἐστὶ θεωρητική, τί ἐστι τὸ εἶναι τῇ οὐσίᾳ ἐξετάζουσα καὶ τίς ἡ φύσις αὐτῆς ὁριζομένη, ἢ καὶ τὰ συμβεβηκότα καθ’ αὑτὰ τῇ οὐσίᾳ
20ἡ αὐτὴ θεωρεῖ, ὡς εἶναι ἅμα καὶ ἀποδεικτική. εἰ μὲν γὰρ τῆς αὐτῆς τὴν οὐσίαν θεωρεῖν καὶ τὰ καθ’ αὑτὰ συμβεβηκότα, αὕτη ἂν εἴη ἀποδει‐ κτική· ἀποδεικτικῆς γὰρ τὸ ἀποδεικνύναι τὰ καθ’ αὑτὰ ὑπάρχοντα τῇ οὐσίᾳ. ᾧ ἐπήνεγκεν ὡς ἄτοπον τὸ ἀποδεικτικὴ ἂν εἴη καὶ ἡ τῆς οὐσίας, ὡς ἑπόμενον τῇ ἀποδεικτικῇ λαμβάνων τὸ περὶ ὧν τὸν λόγον
25καὶ τὴν θεωρίαν ποιεῖται ταῦτα ἀποδεικνύναι. οὐ δοκεῖ δὲ [τοῦτο], φησί, τοῦ τί ἐστιν ἀπόδειξις εἶναι, τὸ μὲν τοῦ ὁρισμοῦ καὶ τοῦ τί ἐστι μὴ εἶναι ἀπόδειξιν ὑγιῶς λαμβάνων (ἔδειξε γὰρ τοῦτο ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς)· οὐ μὴν πάντως ἕπεται, εἰ ἡ αὐτὴ εἴη τῆς τε οὐσίας καὶ τοῦ τί ἐστιν ἡ οὐσία θεωρητικὴ καὶ τῶν καθ’ αὑτὰ τῇ οὐσίᾳ ὑπαρχόντων, ἤδη τοῦ τί
30ἐστιν ἀποδεικτικὴν αὐτὴν εἶναι· οὐ γὰρ εἰ ἡ τῆς οὐσίας θεωρητικὴ καὶ ἀποδεικτική, ἤδη καὶ τῆς οὐσίας ἀποδεικτική· τὸ μὲν γὰρ τί ἐστιν ὁριστι‐ κῶς λήψεται, ἀποδείξει δὲ τὰ καθ’ αὑτὰ ὑπάρχοντα· ταῦτα γάρ ἐστιν ἀπο‐ δεικτά. οὐ γὰρ εἰ ἡ αὐτὴ περὶ ἀμφοῖν, ἤδη καὶ ὁμοίως περὶ ἀμφοῖν· οὐ γὰρ γίνεται ταὐτὸν θάτερον θατέρῳ τὸ ὁρίσασθαι τῷ ἀποδεῖξαι, εἰ ἄμφω
35ἑνὸς εἴη. ὁ δὲ λαβὼν τὸ ἀποδεικτικὴν ἔσεσθαι τὴν τῆς οὐσίας ἐπιστήμην,194
in Metaph
.

195

μετήνεγκε τὸ καὶ τὴν οὐσίαν τῆς ἀποδείξεως ἔσεσθαι, ὡς τῆς ἀποδεικτι‐ κῆς τὸ δι’ ἀποδείξεως τὸ προκείμενον αὐτῇ θεωρεῖν οἰκεῖον. βουλόμενος δὲ ἡμῖν ἐνδείξασθαι πῶς εἶπε τὸ πότερον περὶ τὰς οὐσίας ἡ θεωρία μόνον ἐστὶν ἢ περὶ τὰ συμβεβηκότα ταύταις, παρέθετο τὰ τῇ
5γεωμετρίᾳ ὑποκείμενα στερεά, ἐπίπεδα καὶ γραμμάς, εἴ γε ταῦτα οὐσίας λέγει, ἐπεὶ τούτοις ἔστι τινὰ καθ’ ἑαυτὰ ὑπάρχοντα, περὶ ὧν ἡ ἀπό‐ δειξις τῷ γεωμέτρῃ, λέγει, εἰ τοῦ αὐτοῦ ἔσται τί ἕκαστον τούτων ἐστὶ θεωρεῖν, καὶ ὁρίζεσθαι τί στερεὸν ἢ ἐπίπεδον, τί γραμμὴ καὶ τίνα ἐστὶν ἑκάστῳ τούτων τὰ καθ’ αὑτὰ ὑπάρχοντα. ὁρισμὸς μὲν γὰρ γραμμῆς μῆ‐
10κος ἀπλατές, καθ’ αὑτὸ δὲ αὐτῇ ὑπάρχει, ἂν οὕτω τύχῃ, τὸ εἶναι ἢ εὐ‐ θείᾳ ἢ περιφερεῖ, καὶ τὸ ἂν εὐθεῖα ἐπ’ εὐθεῖαν σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἴσας ἀλλήλαις ποιῇ ὀρθὴν ἑκατέραν εἶναι τῶν ἴσων γωνιῶν, καὶ τὴν ἐφεστηκυῖαν κάθετον εἶναι ἐφ’ ἣν ἐφέστηκε, καὶ ὅσα τοιαῦτα. σχε‐ δὸν δὲ καὶ διὰ τοῦ παραδείγματος ἔλυσε τὴν ἀπορίαν, ἣν ἐπιφέρει. οἱ
15γοῦν γεωμέτραι περὶ ἀμφοτέρων λέγοντες οὐκ ἀποδεικνύουσι τοὺς ὁρισμούς, ἀλλὰ τὸ μὲν εἶναι ἐπίπεδον τὸ μῆκος καὶ πλάτος μόνον ἔχον λαμβάνοντες χωρὶς ἀποδείξεως αὐτῷ χρῶνται, τὸ δὲ τινὰ μὲν τοῖς εὐθυγράμμοις ὑπάρ‐ χειν τῶν ἐπιπέδων τινὰ δὲ τοῖς περιφερογράμμοις καθ’ αὑτὸ ἀποδεικνύ‐ ουσι, καὶ οὐ διὰ τοῦτο γίνεται τοῦ τί ἐστιν ἀπόδειξις. οἱ μὲν οὖν γεω‐
20μέτραι οὐκ ἔχουσιν οὐσίας τὰ ὑποκείμενα αὐτοῖς ἃ ὁρίζονται, ἡ δὲ φυσικὴ οὐσίας τε ἔχει τὰ ὑποκείμενα καὶ οὐδὲν ἔλαττον αὐτάς τε ὁρίζεται, καὶ τίνα ἐστὶν αὐταῖς τὰ καθ’ αὑτὰ ὑπάρχοντα ἀποδείκνυσιν· οὐ γὰρ δὴ τί μέν ἐστι κόσμος ἢ ἥλιος ἤ τις ἄλλη τῶν φυσικῶν οὐσιῶν ἀποδείκνυσιν, οὐκέτι δὲ περὶ τῶν σχημάτων ἢ κινήσεως ἢ τόπων, ἢ ὅσα ἄλλα καθ’
25αὑτὰ ὑπάρχει τοῖς φυσικοῖς, λέγει τε καὶ ἀποδείκνυσιν. ὁμοίως δὴ εἰ καὶ ταῖς πρῶταις οὐσίαις ἔστι τι συμβεβηκός, ὁ περὶ τῆς οὐσίας αὐτῶν θεωρῶν καὶ περὶ ἐκείνων ἐρεῖ τε καὶ ἀποδείξει. ἐπενεγκὼν δὲ τῷ εἰ τῆς αὐτῆς ἐπιστήμης περὶ ἀμφοτέρων ἐπισκοπεῖν ὡς ἄτοπον τὸ ἔσεσθαι ὁρισμοῦ καὶ τοῦ τί ἦν εἶναι ἀπόδειξιν, εἰ μὴ οὕτως ἔχει, ὡς τῆς αὐτῆς εἶναι τὸ περὶ
30ἀμφοτέρων θεωρῆσαι, πάλιν τί ἕπεται ἄτοπον λέγει· τίς γὰρ ἔσται ἐπιστήμη παρὰ τὴν τῆς οὐσίας θεωρητικὴν ἡ τῶν καθ’ αὑτὰ ὑπαρχόντων τῇ οὐσίᾳ θεωρητική τε καὶ ἀποδεικτική, διαφέρουσα ἐκείνης, εὑρεῖν χαλεπόν· τὸ ὑγιὲς ἐπενεγκών, ὅτι οὐ ῥᾴδιον εὑρεῖν ἄλλην μὲν τὴν περὶ τοῦ τί ἐστι τὸ ὑποκείμενον πραγματευομένην, ἄλλην δὲ περὶ τοῦ τὰ ὑπάρχοντα αὐτῷ
35καθ’ αὑτά, οὔτε ἐπ’ ἄλλου τινὸς γένους οὔτε ἐπὶ τῆς οὐσίας· οὐ γὰρ οἷόν τε ἀγνοοῦντά τινος τὴν οὐσίαν τὰ καθ’ αὑτὰ αὐτῷ ὑπάρχοντα
δεικνύναι.195
in Metaph
.

196

Ἐπὶ τούτοις ἀπορεῖ, ὃ καὶ αὐτὸ κατ’ ἀρχὰς προέβαλε (τέταρτον γὰρ τοῦτο ὧν προέβαλε), πότερον δεῖ τὰς αἰσθητὰς οὐσίας μόνας ἡγεῖσθαι εἶναι, ἢ εἰσί τινες καὶ ἄλλαι παρὰ ταύτας οὐσίαι καθ’ αὑτάς. προστίθησι δὲ τούτῳ τῷ εἶναί τινας παρὰ τὰς αἰσθητάς, ὃ καὶ ἐν τῇ ἐκθέσει τῶν ἀποριῶν
5προσέθηκε, τὸ πότερον μοναχῶς εἰσιν αὗται ἢ πλείω γένη τῶν τοιούτων εἰσὶν οὐσιῶν, ὡς εἶναι τὰς μέν τινας ἰδέας τε καὶ παραδείγματα, τὰς δέ τινας μεταξὺ τῶν τε ἰδεῶν καὶ τῶν αἰσθητῶν, ὡς τὰς μαθηματικάς· ταύ‐ την γὰρ τὴν χώραν τοῖς μαθηματικοῖς ἔταττον οἱ περὶ Πλάτωνα, οὐσίας καθ’ αὑτὰς λέγοντες εἶναι, ἔξω ὄντα καὶ κεχωρισμένα τῶν τε αἰσθητῶν
10καὶ τῶν ἰδεῶν. καὶ περί γε τούτου τὰ ἑξῆς λέγει, ζητῶν εἰ πλείω γένη τῶν οὐσιῶν. καὶ ὅτι μὴ δόξει πλείω εἶναι, δείξει διὰ τοῦ ἀνελεῖν τὰ λε‐ γόμενα. p. 997b3 Ὡς μὲν οὖν λέγομεν τὰ εἴδη αἴτιά τε καὶ οὐσίας εἶναι καθ’ αὑτάς, εἴρηται ἐν τοῖς πρώτοις λόγοις.
15 Ἐλθὼν ἐπὶ τὸ ἀπορεῖν πότερον αἱ αἰσθηταὶ μόναι εἰσὶν οὐσίαι ἢ καὶ ἄλλαι παρὰ ταύτας, καὶ εἰ πλείω γένη τῶν παρὰ τὰς αἰσθητὰς οὐσίας, ὡς ἐδόκει τοῖς παλαιοῖς τοῖς περὶ Πλάτωνα τιθεμένοις καὶ τὰς ἰδέας καὶ τὰς μαθηματικάς, περὶ τούτων ζητεῖ εἰ εἶναι δύνανται τοιαῦται οὐσίαι τινές. μέλλων δὲ πρὸς αὐτὰς λέγειν, πρῶτον ὑπομιμνήσκει ἡμᾶς ὁποίας τινὰς
20ἔλεγον αὐτὰς εἶναι, ἀναπέμπων εἰς τὰ εἰρημένα ἐν τῷ πρώτῳ. ὅθεν καὶ δῆλον ἐκ πλειόνων ἤδη ὅτι κἀκεῖνο Ἀριστοτέλους τέ ἐστι καὶ ἐκ ταύτης τῆς πραγματείας. καὶ γὰρ ἐν τῷ ἤθει ὁμοίως ἐκεῖ τε περὶ αὐτῶν εἴρηκε καὶ ἐνταῦθα ἐμνημόνευσεν· ὡς γὰρ περὶ οἰκείας τῆς δόξης τῆς περὶ ἰδεῶν οὔσης τοὺς λόγους ἐν ἀμφοτέροις πεποίηται. τὸ δὲ ὡς μὲν οὖν ἴσον ἐστὶ
25τῷ πῶς μὲν οὖν. εἴρηκε δὲ ἐν τῷ πρώτῳ ὅτι οὐσίας ὁριστικὰς αὐτὰς καθ’ αὑτὰς ἔλεγον εἶναι τὰς ἰδέας, κεχωρισμένας τῶν αἰσθητῶν, πρὸς παρα‐ δείγματα δὲ τὰς αἰσθητὰς τὸ εἶναι ἔχειν, καὶ ὑπῆγον αὐτὰς αἰτίῳ τῷ κατ’ εἶδος καὶ τὸ τί ἦν εἶναι. p. 997b5 Πολλὰς δ’ ἐχόντων δυσκολίας οὐδενὸς ἧττον ἄτοπον τὸ
30φάναι μὲν εἶναί τινας φύσεις παρὰ τὰς ἐν τῷ οὐραν. Τίνες μὲν αἱ πολλαὶ δυσκολίαι, εἴρηκεν ἐν τῷ πρώτῳ. τὸ δὲ παρὰ τὰς ἐν τῷ οὐρανῷ λέγει ἀντὶ τοῦ παρὰ τὰς αἰσθητάς τε καὶ ἐν τῷ κόσμῳ (οὐρανὸν γὰρ τὸν κόσμον λέγει) ὡς καὶ ἐν τόπῳ οὔσας καὶ φύσει
συνεστώσας· ταῦτα γὰρ λέγοιτ’ ἂν κυρίως ἐν οὐρανῷ. φησὶ δὲ πολλῶν196
in Metaph
.

197

ὄντων ἀτόπων τῶν ἑπομένων τῷ περὶ τῶν ἰδεῶν δόγματι (καὶ γὰρ τίς ἡ ὑπόστασις αὐτῶν ἀπορεῖ, πότερον ἡ οὐσία ἢ οὔ, καὶ τίς ὁ τῆς μεθέξεως τρόπος, καὶ ὅσα ἐν τῷ πρώτῳ προσηπόρησε τῇ δόξῃ), οὐδενὸς ἧττον ἄτο‐ πον εἶναι καὶ ὃ νῦν τίθησιν ὡς ἑπόμενον αὐτοῖς. λέγουσι μὲν γὰρ εἶναί
5τινας φύσεις παρὰ τὰς αἰσθητὰς καὶ φύσει συνεστώσας ταύτας, ἃς δὴ καὶ ἰδέας λέγουσι, ταύτας δὲ τὰς φύσεις τὰς αὐτὰς τίθενται τοῖς αἰσθητοῖς καὶ ἐν τῷ οὐρανῷ οὖσι, μόνῳ τῷ ἀιδίους εἶναι τῶν αἰσθητῶν διαφερούσας. ὃ ὅτι ἕπεται τῷ δόγματι, ἐπιστώσατο ἐκ τοῦ ὑπ’ αὐτῶν λεγομένου· αὐτὸ γὰρ ἄνθρωπόν φασιν εἶναι καὶ αὐτοΐππον καὶ αὐτοϋγίειαν, ἄλλο δὲ οὐδὲν
10λέγουσι περὶ αὐτῶν. εἰ δέ ἐστι κἀκεῖνα ἄνθρωποι καὶ ἵπποι, μόνῳ τῷ αὐτό διαφέροντες τῶν αἰσθητῶν, τὰ μὲν ἄλλα τοῖς αἰσθητοῖς ἕξουσι ταὐτά (τοὺς γοῦν ὁρισμοὺς ἐκείνων λέγοντες εἶναι ἐφαρμόζειν φασὶν αὐτοὺς καὶ τούτοις), διοίσουσι δὲ μόνῳ τῷ ἀίδιοι εἶναι· τούτου γὰρ μηνυτικὸν εἶναι δοκεῖ τὸ προσκείμενον, ὅπερ ἐστὶ τὸ αὐτό· ὥστε ἔσται κἀκεῖνα αἰσθητά.
15ὡς γὰρ οἱ θεοὺς λέγοντες καὶ τούτους ἀνθρωπομόρφους ποιοῦντες ἀν‐ θρώπους ἀιδίους αὐτοὺς ἐποίουν, διὰ τοῦ θεοῦ ὀνόματος τὸ ἀίδιον αὐτῶν κατηγοροῦντες, οὕτω καὶ οἱ τὰ αὐτὰ τοῖς αἰσθητοῖς τὰ εἴδη ποιοῦντες πλεονεκτοῦντα τῇ τοῦ αὐτό προσθήκῃ αἰσθητὰ ἐποίουν ἀίδια τὰς ἰδέας· ἀδύνατον γὰρ ἄνθρωπόν τι ὂν ἢ ἵππον, καὶ τὸν τούτων λόγον ἀναδεξά‐
20μενον, μὴ αἰσθητὸν καὶ αἰσθητικὸν εἶναι. εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη διὰ τῆς τῶν ἰδεῶν θέσεως ἀναιρούμενον τὸ μόνον εἶναι τὰς αἰσθητὰς οὐσίας. ὃ δὲ ἐν τῷ Α τῷ μείζονι λέγων πρὸς τὰς ἰδέας πρῶτον ἔθηκε, τὸ ὅτι βουλόμενοι ἐπιστήμην τινὰ τῶν ὄντων λαβεῖν ἦλθον ἐπὶ τὸ τὰς αἰτίας αὐ‐ τῶν ζητεῖν, ἰσαρίθμους δὲ ποιήσαντες ταῖς προϋπαρχούσαις οὐσίαις ἡγοῦντο
25τὴν ἐπιστήμην αὐτῶν οὕτως ἕξειν, καὶ νῦν ἐξηγήσατο πῶς εἴρηται διὰ τοῦ οὐδὲν γὰρ ἄλλο ἢ ἴσας καὶ τὰς αὐτὰς ταῖς ζητουμέναις οὐσίαις οὐσίας ἀιδίους ἔλαβον οἱ τὰς ἰδέας θέμενοι, εἴ γε μόνῃ τῇ τοῦ αὐτό προσθήκῃ διαφέρει τῶν αἰσθητῶν, ὃ τοῦ ἀιδίου ἂν εἴη δηλωτικόν. p. 997b12 Ἔτι δὲ εἴ τις παρὰ τὰ εἴδη καὶ τὰ αἰσθητὰ μεταξὺ
30τίθεται, πολλὰς ἀπορίας ἕξει. Ἀπορήσας πρὸς τὰς ἰδέας μετελήλυθεν ἐπὶ τὰ μεταξὺ λεγόμενα εἶναι αὐτῶν τῶν ἰδεῶν καὶ τῶν αἰσθητῶν, ταῦτα δέ ἐστι τὰ μαθηματικά, ἃ οὐ‐ σίας ἔλεγον καὶ αὐτὰς καθ’ αὑτὰς ὑφεστώσας, καί φησι πολλὰς ἀπορίας ἕπεσθαι τῇ δόξῃ ταύτῃ. διὰ δὲ τούτων δείκνυσιν ὅτι ἡ τῶν οὐσιῶν τῶν
35παρὰ τὰς αἰσθητὰς φύσις δύσληπτος. τίθησι δὲ καὶ τὰς ἀπορίας. ὡς γὰρ197
in Metaph
.

198

ἐπὶ γραμμῆς ἔχει (ἔστι γάρ τις γραμμὴ κατ’ αὐτοὺς παρά τε τὴν αἰσθη‐ τὴν καὶ τὴν ἰδέαν ἡ μαθηματική, περὶ ἣν ἡ γεωμετρία πραγματεύεται), οὕτως ἕξει καὶ ἐπὶ τῶν ἄλλων, δηλονότι τῶν μαθηματικῶν· πάντες γὰρ οἱ μαθηματικοὶ ἕξουσί τινας μεταξὺ φύσεις, περὶ ὧν θεωροῦσιν. ἐπεὶ οὖν
5ἐστιν ἐν ταῖς μαθηματικαῖς καὶ ἡ ἀστρολογία, οὖσα περὶ τοῦ οὐρανοῦ καὶ περὶ ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἄστρων, ἔσται καὶ τούτων ἕκαστον μεταξὺ τῶν αἰσθητῶν, οὐρανοῦ καὶ ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἄστρων, καὶ τῶν ἰδεῶν, περὶ ὧν ὁ μαθηματικὸς ἢ ἀστρολόγος λέγει. πῶς δὲ οἷόν τε εἶναι ἥλιόν τινα μαθηματικὸν μὴ κινούμενον, ἢ κόσμον ἢ ἄλλο
10τι τῶν ἄστρων; ἡ γὰρ οὐσία καὶ ἡ φύσις τούτων μετὰ τῆς τοιᾶσδε κινή‐ σεως· οἱ δὲ λέγουσι τὰ μαθηματικὰ ἀκίνητα εἶναι. πολὺ δ’ ἔτι ἀλογώ‐ τερον τοῦ λέγειν κόσμον καὶ ἥλιον ἀκίνητα τὸ λέγειν εἶναι μὲν αὐτὰ κινού‐ μενα, οὐκ αἰσθητὰ δὲ ἀλλὰ μαθηματικά· ἀδύνατον γὰρ κινεῖσθαι τὸ μὴ ὂν ἔνυλον καὶ τῇ αὑτοῦ φύσει αἰσθητόν. ἕποιτο δ’ ἂν τοῦτο τὸ ἄτοπον καὶ
15τοῖς λέγουσιν ἰδέαν τινὰ εἶναι οὐρανοῦ αὐτοούρανον καὶ ἡλίου αὐτοήλιον· πῶς γὰρ οἷόν τε ἐπινοῆσαί τι τούτων ἀκίνητον; ὁ αὐτὸς δὲ λόγος ὁ ἐπὶ τῆς ἀστρολογίας οὗτος καὶ ἐπὶ τῆς ὀπτικῆς, περὶ ὧν πραγματεύεται αὕτη, καὶ περὶ τῆς ἁρμονικῆς τῆς μαθηματικῆς· αὕτη δέ ἐστιν οὐχ ἡ τὰς χορ‐ δὰς ἁρμοζομένη (αὕτη γὰρ δοκεῖ αὐτοῖς περὶ τὰ αἰσθητὰ εἶναι), ἀλλ’
20ἡ δεικνῦσα ἐν τίνι λόγῳ ἀριθμῶν ἐστιν ἑκάστη συμφωνία· αὕτη γὰρ ἡ μαθηματική, ἥτις δηλονότι περὶ τὰ μαθηματικὰ ἔσται. πᾶσαι γὰρ αὗται μαθηματικαὶ οὖσαι ἕξουσί τινας οὐσίας μαθηματικὰς ὑποκειμένας, μεταξὺ οὔσας τῶν τε αἰσθητῶν καὶ τῶν ἰδεῶν· πῶς δὲ οἷόν τε ὁρατά τινα εἶναι μὴ αἰσθητά, περὶ ἃ ἡ ὀπτική, ἢ ἀκουστὰ μὴ αἰσθητά, περὶ ἃ ἡ ἁρμονική;
25τὸ γὰρ ὀπτικῇ εἶναι τὸ περὶ ὁρατῶν λέγειν καὶ τὸ ἁρμονικῇ τὸ περὶ ἀκου‐ στῶν. τούτῳ γὰρ ἀκολουθήσει καὶ αἰσθήσεις τινὰς μεταξὺ λέγειν καὶ ἄλλας τινὰς παρὰ ταύτας, δι’ ὧν ἡ ἀντίληψις ἐκείνων τῶν μεταξύ. εἰ δὲ αἰσθήσεις, δῆλον ὅτι καὶ ζῷα τὰ τὰς αἰσθήσεις ἐκείνας ἔχοντα, μεταξὺ ὄντα αὐτῶν τε τῶν ζῴων, τουτέστι τῶν ἰδεῶν, καὶ τῶν φθαρτῶν· οὐ γὰρ
30δὴ αἰσθήσεις οἷόν τε ἄνευ ζῴων εἶναι. p. 997b25 Ἀπορήσειε δ’ ἄν τις καὶ περὶ ποῖα τῶν ὄντων δεῖ ζη‐ τεῖν ταύτας τὰς ἐπιστήμας. Ὃ ἀπορεῖ τοιοῦτόν ἐστιν. ἐπεὶ ἔλεγον τὰς μαθηματικὰς ἐπιστήμας περὶ τὰ μεταξὺ εἶναι τῶν τε αἰσθητῶν καὶ τῶν ἰδεῶν, ζητεῖ παρὰ τίνα
35τῶν αἰσθητῶν ἐστι τὰ μεταξὺ ταῦτα, περὶ ἃ αἱ μαθηματικαί. ὡς δὲ παρὰ198
in Metaph
.

199

τὴν γεωδαισίαν φασὶ τὴν γεωμετρίαν εἶναι, οὐδενὶ ἄλλῳ διαφέρουσαν τῆς γεωδαισίας ἢ τῷ ταύτην μὲν περὶ τὰ αἰσθητὰ εἶναι καὶ τὰ τούτων μέτρα, εὑρεθεῖσαν ἐν Αἰγύπτῳ διὰ τὴν χρείαν τῆς κατὰ τὴν χώραν διαιρέσεως τῷ τοὺς φθάσαντας ὅρους κεῖσθαι συγχεῖσθαι ὑπὸ τῆς ἀναβάσεως τοῦ
5Νείλου, τὴν γεωμετρίαν δὲ μὴ περὶ τὰ αἰσθητά, εἶναι δὲ ἄλλην τὴν περὶ τὰς τούτων ἰδέας· ὡς γοῦν ἐπὶ τῆς γεωδαισίας καὶ γεωμετρίας, οὕτω χρὴ καὶ ἐπὶ ἰατρικῆς τὴν μέν τινα εἶναι ἰατρικὴν περὶ τὴν τῶν αἰσθητῶν ζῴων ὑγίειαν καταγινομένην, ἀνάλογον οὖσαν τῇ γεωδαισίᾳ, ἄλλην δὲ παρ’ αὐ‐ τὴν τὴν νοητὴν τὴν μεταξὺ οὖσαν τῆς περὶ τὴν αὐτοϋγίειαν πραγματευο‐
10μένης καὶ τῆς περὶ τὴν ἐν τοῖς αἰσθητοῖς ὑγίειαν, ἀνάλογον οὖσαν τῇ γεωμετρίᾳ. εἰ δὲ τοῦτο, ἔσται τις ὑγίεια παρὰ τὴν αὐτοϋγίειαν καὶ τὴν ἐν τοῖς αἰσθητοῖς ὑγίειαν, νοητὴ καὶ νοητοῖς ζῴοις. ὡς γὰρ ὄντος αὐτο‐ τριγώνου καὶ αὐτογραμμῆς, ὄντων δὲ καὶ αἰσθητῶν, περὶ ἃ ἡ γεωδαισία, ἔστι τινὰ καὶ μεταξὺ τούτων, περὶ ἃ ἡ γεωμετρία, οὕτως καὶ οὔσης τῆς
15αὐτοϋγιείας, οὔσης δὲ καὶ τῆς ἐν τοῖς αἰσθητοῖς, περὶ ἣν ἡ ἰατρική, ἔσται τις καὶ μεταξὺ αὐτῶν ὑγίειά τε καὶ ἰατρική· ὁ γὰρ αὐτὸς λόγος. εἰ δὲ ὑγίειά τις ἔσται μεταξὺ καὶ ἰατρική, ἔσται καὶ ὑγιεινά τινα ἄλλα, δι’ ὧν τὴν ὑγίειαν ἐκεῖνος ὁ ἰατρικὸς περιποιεῖ, καὶ δηλονότι ζῷά τινα, ἐν οἷς ἐκείνη ἡ ὑγίεια. ὃ οὐκέτι τοῖς τὰ μαθηματικὰ ἐξ ἀφαιρέσεως ἀπὸ τῶν
20αἰσθητῶν νοοῦσι καὶ μὴ διδοῦσιν αὐτοῖς ἰδίαν ὑπόστασιν ἕπεται, τὸ καὶ ὑγίειάν τινα ἐξ ἀφαιρέσεως ἀνάλογον τοῖς μαθηματικοῖς νοεῖσθαι· οὐ γὰρ ἔστιν ἐπινοίᾳ χωρίσαι οὐσίαν ἀπὸ τοῦ φυσικοῦ σώματος. ὡς δὲ ἐπὶ ἰατρι‐ κῆς, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν ῥηθήσεται· διὰ τί γὰρ ἐπὶ μὲν γεωμετρίας ἔσται τοῦτο, οὐκέτι δὲ καὶ ἐφ’ ἡστινοσοῦν ἐπιστήμης; δεῖ γὰρ
25αἰτίαν τινὰ τοῦ οὕτως ἔχειν λέγεσθαι. ἀπορήσας δὲ τοῦτο ἑξῆς φησι μηδὲ τοῦτο ὑγιῶς ὑπ’ αὐτῶν λέγεσθαι, τὸ εἶναι τὴν μὲν γεωδαισίαν περὶ τὰ αἰσθητά, τὴν δὲ γεωμετρίαν περὶ ἄλλα τινά· οὐδὲ γὰρ ἡ γεωδαισία περὶ αἰσθητά ἐστιν. οὗ πίστιν φέρει τὸ εἰ ἦν περὶ τὰ αἰσθητά, συμφθείρεσθαι ἂν αὐτὴν φθειρομένων. ἀνάγκη γὰρ ἀναιρουμένου τοῦ περὶ ὅ ἐστί τι,
30ἀναιρεῖσθαι καὶ τὸ περὶ ἐκεῖνο ὄν· εἰ γὰρ περὶ τόδε τί ἐστι, φθαρέντος τούτου ἀνάγκη καὶ τὸ περὶ αὐτὸ ὂν ἐφθάρθαι, εἴ γε καὶ αὐτῷ τὸ εἶναι ἐν τῷ περὶ τοῦτο εἶναι. νυνὶ δὲ οὐδεμία οὔτε τέχνη οὔτε ἐπιστήμη συμ‐ φθείρεται τούτοις, ὥσπερ οὐδὲ ἡ γεωδαισία· ὡς δῆλον ὅτι οὐδὲ περὶ τού‐ των οὐδὲ περὶ ταῦτά ἐστιν, ἅ ἐστιν αἰσθητὰ καὶ φθαρτά, ἀλλὰ περὶ τὸ
35καθόλου, ὅ ἐστιν ἀίδιον. πᾶσα γὰρ ἐπιστήμη τε καὶ τέχνη περὶ τὸ κα‐ θόλου συνίσταται, ὃ οὐκ ἔστιν αἰσθητόν· οὐ γὰρ εἰ χρῆταί τις πρὸς τὰ αἰ‐ σθητὰ ταῖς ἐπιστήμαις καὶ τέχναις, ἤδη περὶ ταῦτά εἰσιν· ἀλλὰ οὖσαι περὶ τὰ καθόλου καὶ τὰ τοιαῦτα περὶ τὰ αἰσθητὰ πραγματεύονται, οὐχ ᾗ αἰ‐
σθητὰ καὶ τάδε, ἀλλ’ ᾗ τοιάδε καὶ τοῦ κοινοῦ μετέχει. ὥστε εἰ μηδὲ ἡ199
in Metaph
.

200

γεωδαισία περὶ τὰ αἰσθητὰ μεγέθη, οὐκ ἂν διαφέροι αὐτῆς ἡ γεωμετρία τῷ αὐτὴ περὶ νοητὰ εἶναι· καὶ γὰρ ἐκείνη περὶ τὰ τοιαῦτα. κατὰ τὸν αὐτὸν λόγον οὐδὲ ἰατρική ἐστι περὶ αἰσθητὴν ὑγίειαν· συμφθείροιτο γὰρ ἂν φθειρομένοις τοῖς περὶ ἅ ἐστιν. ἑξῆς δὲ δείκνυσιν ὅτι οὐδὲ ἡ ἀστρο‐
5λογία περὶ τῶν αἰσθητῶν λέγει, οἷον περὶ τοῦδε τοῦ οὐρανοῦ καὶ τῶνδε τῶν ἄστρων· καὶ γὰρ ἄφθαρτα ταῦτα, καὶ μηκέτι τῷ φθείρεσθαι μὲν μὴ συναναιρεῖν δὲ ἐκείνην τὴν λεγομένην περὶ αὐτὰ εἶναι, ἥτις ἦν ἡ ἀστρο‐ λογία, δείκνυσί τις ὅτι μὴ περὶ ταῦτά ἐστιν, ἀλλὰ ἄλλως καὶ δι’ ἄλλων ἡ τούτων οὐσία δείκνυται. οὔτε γὰρ αἰσθητὰς γραμμὰς τοιαύτας ἔστι λα‐
10βεῖν ὁποίας ὁ ἀστρονόμος λαμβάνει ἐν ταῖς δείξεσιν· οὐδὲν γὰρ τῶν αἰ‐ σθητῶν οὕτως εὐθύ (ἀντὶ δὲ τοῦ ἀστρολόγου τὸν γεωμέτρην εἶπεν), ἀλλ’ οἵας ὁ γεωμέτρης τὰς γραμμὰς εἶναι λέγει, τοιαύταις ὁ ἀστρολόγος χρῆται πρὸς τὰς δείξεις τὰς ἀστρολογικάς. ὁμοίως δὲ οὐδὲ περιφερὲς οὐδὲ στρογ‐ γύλον οὐδὲν τοιοῦτόν ἐστιν αἰσθητόν, ὁποῖα ὁ γεωμέτρης αὐτὰ ὁρίζεται·
15ὁ γὰρ κύκλος ὁ αἰσθητὸς τοῦ κανόνος καὶ τοῦ ἐπιπέδου τοῦ αἰσθητοῦ οὐ κατὰ στιγμὴν ἅπτεται, οἱ δὲ μαθηματικοί τε καὶ ἀστρολόγοι οὕτω λέγουσι καὶ περὶ τοῦ κύκλου καὶ τῆς σφαίρας ὡς κατὰ σημεῖον ἁπτομένου τοῦ ἐπιπέδου. Πρωταγόρας οὖν τοῖς αἰσθητοῖς προσχρώμενος ᾤετο τοὺς γεω‐ μέτρας ἐλέγχειν ὡς ψευδομένους, δεικνὺς ὅτι οὐδὲν τούτων τοιοῦτόν ἐστιν
20ὁποῖον ἐκεῖνοι λέγουσιν, ἀγνοῶν καὶ αὐτὸς ὅτι μὴ περὶ τούτων ὁ λόγος αὐτοῖς, ὥσπερ οὖν οὐδὲ ἄλλῳ τινὶ τεχνίτῃ. ἀλλ’ οὐδὲ αἱ κινήσεις αὐτῶν κατὰ τὸν οὐρανόν, ἀλλ’ οὐδὲ αὐτοῦ τοῦ οὐρανοῦ, αἵ τε κύκλῳ γινόμεναι καὶ αἱ κατὰ ἕλικας, τοιαῦται ὁποίας ὁ ἀστρολόγος λαμβάνει· γραμμὰς γὰρ λαμβάνει ὁ ἀστρολόγος καὶ τὴν ἕλικα καὶ τὸν κύκλον, ἅ ἐστι μήκη ἀπλατῆ,
25καὶ ἐπὶ τούτων τὰς κινήσεις ὑποτίθεται γίγνεσθαι· οὐδὲν δέ ἐστιν ἐν τοῖς αἰσθητοῖς μῆκος ἄνευ πλάτους. ἔτι οἱ μὲν λαμβάνουσι τὰ ἄστρα σημεῖά τινα καὶ σημείων ἐπέχειν λόγον ἐν τῷ οὐρανῷ, τὸ δὲ σημεῖόν ἐστιν οὗ μέρος οὐδέν, οὐδὲν δὲ τῶν ἄστρων τοιοῦτον. εἰ δὲ μηδεμία τέχνη περὶ τὰ αἰσθητά, οὐκ ἂν εἴη ταῖς τέχναις πρὸς τὰς μαθηματικὰς ἐπιστήμας ἡ
30διαφορὰ τῷ ταύτας μὲν εἶναι περὶ αἰσθητὰς τὰς δὲ μαθηματικὰς περί τινας νοητὰς οὐσίας· ὑπὲρ γὰρ τοῦ ταῦτα δεῖξαι παρέθετο p. 998a7 Εἰσὶ δέ τινες οἵ φασιν εἶναι μὲν τὰ μεταξὺ ταῦτα λε‐ γόμενα τῶν τε εἰδῶν καὶ τῶν αἰσθητῶν, οὐ μήν γε χωρὶς τῶν αἰσθητῶν.
35 Εἰπὼν πρὸς τοὺς τὰ μαθηματικὰ οὐσίας λέγοντας εἶναι αὐτὰς καθ’ αὑτὰς κεχωρισμένας τῶν τε ἰδεῶν καὶ τῶν αἰσθητῶν, νῦν μέτεισιν ἐπὶ τοὺς λέγοντας μὲν τὰ μαθηματικὰ εἶναι κατά τινα φύσιν οἰκείαν, οὐ μὴν
ἔξω αὐτὰ τῶν αἰσθητῶν εἶναι, ἀλλ’ ἐν τούτοις. διαφέροι δ’ ἂν ἡ δόξα200
in Metaph
.

201

αὕτη τῆς λεγούσης ἐξ ἀφαιρέσεως τὰ μαθηματικὰ λαμβάνεσθαί τε καὶ νοεῖσθαι, ἧς καὶ αὐτός ἐστιν, ὅτι ἐκεῖνοι μὲν οἰκείαν τινὰ φύσιν ἀποδόντες αὐτοῖς ἄλλην παρὰ τὰ αἰσθητὰ ἐν τοῖς αἰσθητοῖς αὐτὰ λέγουσιν εἶναι, οὐκ αὐτῶν τι ὄντα, ἀλλ’ ἐν τούτοις ὄντα ἄλλα εἶναι αὐτῶν, οἱ δὲ ἐξ ἀφαιρέ‐
5σεως λαμβάνοντες αὐτά, τῷ λόγῳ τινὰ τῶν αἰσθητῶν χωρίσαντες, κατα‐ λείπουσιν αὐτὰ σὺν τοῖς χωρισθεῖσι πάντα τὰ κατὰ τὰ ὅλα αἰσθητά, οὐκέτι ἐκείνων τῶν κεχωρισμένων αὐτῶν ἐφ’ αὑτῶν δυναμένων τὴν αἰσθητὴν ἀποπληροῦν φύσιν, οὐδ’ ἐπὶ διαστάσεώς τινος νοουμένων. ἡ γὰρ ἐν τοῖς μαθηματικοῖς νοουμένη διάστασις μετὰ τῶν τῷ λόγῳ κεχωρισμένων παθη‐
10τικῶν ἡ αἰσθητὴ φύσις· ἐν ἀμφοῖν γὰρ ἡ αἰσθητὴ φύσις ἐν ὑποστάσει οὖσα φύσει. φησὶ δὲ πολὺ ἀτοπωτέραν τήνδε τὴν δόξαν εἶναι τῆς κεχω‐ ρισμένα λεγούσης αὐτά. τὰ μὲν οὖν πλείω τῶν ἀτόπων τῶν ἑπομένων τῇδε τῇ δόξῃ τὸ νῦν παραιτεῖται καταλέγειν, παρατίθεται δὲ τό [τε] κατὰ τὸν αὐτὸν λόγον καὶ τὰς ἰδέας θέσθαι ἐν τοῖς αἰσθητοῖς· εἰ γὰρ ταῦτα
15ὄντα οὐσίαι καθ’ αὑτὰς νοηταὶ ἐν αἰσθητοῖς ἐστι, τί δήποτε καὶ αἱ ἰδέαι, οὖσαι καὶ αὐταὶ οὐσίαι τινὲς νοηταί, οὐκ ἔσονται ἐν τοῖς αἰσθητοῖς; δεῖ γὰρ λόγου τινός, δι’ ὃν ταῦτα μὲν ἔσται ἐν τοῖς αἰσθητοῖς, ἐκεῖνα δὲ οὐκέτι. ὅτι δὲ πολλὰ ἕπεται τῇδε τῇ δόξῃ, εἴρηκε μὲν ἐν τῷ δευτέρῳ, ὑπέμνησε δὲ καὶ ἐν τῷ πρώτῳ τῷ μείζονι Α λέγων περὶ τῆς Εὐδόξου
20δόξης, ἐρεῖ δὲ καὶ ἐν τῷ Ν τῆσδε τῆς πραγματείας. ἔτι δὲ δύο στερεὰ ἐν τῷ αὐτῷ τόπῳ ἔσται, τό τε μαθηματικόν (ἔστι γὰρ καὶ μαθηματικὸν στερεόν, περὶ ὃ ἡ στερεομετρία) καὶ τὸ αἰσθητόν, εἰ ἐκεῖνο ἐν τούτῳ ἔσται. ἔσται γὰρ σῶμα διὰ σώματος οὕτω διιόν, εἰ ἑκάτερον αὐτῶν κατ’ οἰκείαν φύσιν ὂν τὸ ἕτερον ἐν τῷ ἑτέρῳ ἐστίν. ἔτι δὲ οὐδὲ ἀκίνητα ἔσται
25τὰ μαθηματικά, ὄντα γε ἐν τοῖς αἰσθητοῖς· κινουμένων γὰρ τούτων ἀνάγκη καὶ τὰ ἐν αὐτοῖς κινεῖσθαι, κινεῖσθαι δὲ οὐχ ὡς τὰ συμβεβηκότα, ἀλλ’ ὡς καὶ αὐτὰ 〈ὄντα〉 ἐν τόπῳ· εἰ γὰρ μεγέθη καὶ ἐν διαστάσει, ἔσται κινούμενα ὁμοίως τοῖς τῶν σωμάτων βίᾳ καὶ ὑπό τινος κινουμένοις, οὐ κατὰ τὴν ἐν αὐτοῖς ῥοπήν. καθόλου δὲ τίνος χάριν δεῖ λέγειν αὐτὰ εἶναι, εἶναι δὲ ἐν
30τοῖς αἰσθητοῖς; οὐδεμίαν γὰρ ἔτι φαίνεται χρείαν αὐτοῖς παρεχόμενα, ὄντα γε μὴ καθ’ αὑτά. ἀλλ’ ἐπὶ τούτοις τοῖς προειρημένοις ἀτόποις καὶ ὅσα εἵπετο τοῖς κεχωρισμένα ποιοῦσιν αὐτά, καὶ τούτοις ἀκολουθήσει· ἔσται γάρ τις οὐρανὸς ἄλλος καὶ κατὰ τούτους παρὰ τὸν αἰσθητὸν οὐρανόν, ὁμοίως καὶ ἥλιος καὶ τῶν ἄστρων ἕκαστον, πλὴν οὐ καθ’ αὑτοὺς ὄντες ἀλλ’ ἐν
35αὐτοῖς τούτοις, ἥλιος ἐν ἡλίῳ καὶ σελήνη ἐν σελήνῃ καὶ οὐρανὸς ἐν οὐρανῷ, πρὸς ἐκείνῳ δὲ τῷ ἀτόπῳ καὶ τοῦτο προσειληφότα τὸ δύο σώματα ἐν τῷ
αὐτῷ τόπῳ εἶναι.201
in Metaph
.

202

Περί τε οὖν τῶν προειρημένων τούτων πάντων ἀπορίαν φησὶν οὐ τὴν τυχοῦσαν εἶναι, πῶς θέμενος αὐτά τις τἀληθοῦς ἐπιτεύξεται, καὶ ἔτι περὶ ὧν προστίθησι p. 998a20 Καὶ περὶ τῶν ἀρχῶν πότερα δεῖ τὰ γένη στοιχεῖα καὶ
5ἀρχὰς ὑπολαμβάνειν ἢ μᾶλλον ἐξ ὧν ἐνυπαρχόντων ἐστὶν ἕκαστον πρῶτον. Καὶ περὶ ταύτης τῆς ἀπορίας προείρηται μὲν ἐν τῇ τῶν ἀποριῶν ἐκθέσει, ἔστι δέ, πότερον δεῖ ἀρχὰς καὶ πρῶτα τῶν ὄντων τὰ γένη καὶ τὰ κοινὰ τίθεσθαι, ἢ τὰ στοιχεῖα ἐξ ὧν συνέστηκε τὰ ὄντα πρώτων
10καὶ εἰς ἃ ἔσχατα διαλύεται. ἃ βουλόμενος σημῆναι ἔδειξεν ἐπὶ τῶν φωνῶν· αἱ γὰρ φωναὶ ἐκ τῶν στοιχείων σύγκεινται, ἀλλ’ οὐ τῆς κοινῆς φωνῆς, ὃ εἴη ἂν γένος τῶν φωνῶν. ἀλλὰ καὶ ἐπὶ τῶν διαγραμμάτων οὐ τὸ κοινὸν στοιχεῖον, ἀλλὰ τὰ ἐνυπάρχοντα ἐν ταῖς ἀποδείξεσι χρώμεθα εἰς παντὸς ἀπόδειξιν θεωρήματος, ὡς λέγομεν τὰ Εὐκλείδου
15στοιχεῖα· διὰ τοῦτο γὰρ τὰ τοιαῦτα στοιχεῖα λέγεται, ὅτι δι’ ὧν ταῦτα ἀποδείκνυται πρὸς τὰς πάντων τῶν θεωρημάτων δείξεις ἐστὶν ἡμῖν χρήσιμα ἐνυπάρχοντα ἐν πᾶσι. καὶ ἐν αὐτοῖς δὲ τούτοις τὰ πρῶτα τῶν δευτέρων στοιχεῖα, ὅτι ταῖς τούτων ἀποδείξεσι πρὸς τὰ δεύτερα χρώ‐ μεθα. παρατίθεται δὲ καὶ τῶν φυσικῶν τοὺς ἢ πλείω τὰ πρῶτα σώματα
20ὑποθεμένους ἢ ἕν, καὶ δείκνυσιν ὅτι καὶ οὗτοι, ἃς ἀρχὰς τῶν ὄντων ἔλε‐ γον, ἐνυπάρχειν ταύτας τοῖς ἄλλοις ᾤοντο καὶ ἐξ αὐτῶν ἐκεῖνα εἶναι. Ἐμπε‐ δοκλῆς τε γὰρ τὰ τέσσαρα σώματα στοιχεῖα τῶν ὄντων ὑποθέμενος οὐχ ὡς γένη αὐτὰ ἔλεγεν ἀρχάς, ἀλλ’ ὡς ἐνυπάρχοντα τοῖς ἐξ αὐτῶν τὴν γένεσιν ἔχουσιν· ὁμοίως καὶ τῶν ἄλλων φυσικῶν ἕκαστος τῶν σωματικὴν
25τὴν ἀρχὴν ὑποθεμένων. πρὸς τούτοις δείκνυσιν ὅτι τὸ ὡς ἐνυπάρχον καὶ στοιχεῖον καὶ οὐχὶ τὸ γένος ἐστὶν ἀρχὴ καὶ ἀπὸ τῶν τεχνητῶν· καὶ γὰρ κλίνης καὶ ἑκάστου τῶν τοιούτων τοῖς βουλομένοις τίς ἡ φύσις ἑκάστου αὐτῶν ἰδεῖν, ἡ γνῶσις ἐξ ὧν συνέστηκε μορίων γίγνεται. ἀρχαὶ γὰρ ἑκάστου αὐτῶν τὰ ἐξ ὧν συνέστηκεν· ἐκ μὲν γὰρ τοῦ γνωρίσαι τὰς ἀρχὰς
30γνώριμον καὶ τὸ ἐκ τῶν ἀρχῶν γίγνεται, τούτων δὲ ἕκαστον γνωρίζεται ὅταν τὰ ἐξ ὧν σύγκειται καὶ ὁ τρόπος τῆς συνθέσεως φανερὸς γένηται, ὥστε καὶ αἱ τούτων ἀρχαί. ἐπιχειρήσας δὲ καὶ δείξας τῇ ἐπαγωγῇ τὰ ἐνυπάρχοντα ἀρχὰς ὄντα, οὐ τὰ κοινὰ καὶ τὰ γένη, ἑξῆς ὅτι δόξει
εὔλογον εἶναι τὰ γένη λέγειν πάλιν ἀρχὰς ἐπιχειρεῖ.202
in Metaph
.

203

p. 998b4 Ἧι δὲ ἕκαστον μὲν γνωρίζομεν διὰ τῶν ὁρισμῶν, ἀρχαὶ δὲ τὰ γένη τῶν ὁρισμῶν εἰσιν. Ἡ ἐπιχείρησις δυνάμει τοιαύτη ἐστίν. ἐξ ὧν ἕκαστον γνωρίζομεν, ταῦτα ἐκείνων ἀρχαί (κεῖται γὰρ ὅτι ἐκ τοῦ τὰ αἴτια καὶ τὰ στοιχεῖά
5τινων εἰδέναι καὶ τὰς ἀρχὰς γίνεται τὸ αὐτὰ εἰδέναι), ἐκ δὲ τῶν ὁρισμῶν γνωρίζομεν ἕκαστον τῶν ὄντων· οἱ ὁρισμοὶ ἄρα ἀρχαί * * * ἀρχὴ γὰρ τῶν ὁρισμῶν ἡ τοῦ γένους λῆψις. δύνανται δὲ γένη καὶ αἱ διαφοραὶ λέ‐ γεσθαι, ὡς ἐν τοῖς Τοπικοῖς εἶπεν, ὡς εἶναι τὸ λεγόμενον, ὅτι τῶν ὁρισμῶν ἀρχαὶ τὰ γένη, ἅπερ ἐστὶ τὸ γένος καὶ αἱ διαφοραί· ἐκ γὰρ τούτων οἱ
10ὁρισμοὶ σύγκεινται. ὥστε τὰ γένη ἀρχαί· οἱ μὲν γὰρ ὁρισμοὶ τῶν ὁριστῶν, τούτων δὲ τὰ γένη. p. 998b6 Καὶ εἰ ἔστι τῶν ὄντων λαβεῖν ἐπιστήμην τὸ τῶν εἰδῶν λαβεῖν. Ἡ ἐπιχείρησις τοιαύτη. κατὰ τὰ εἴδη ἡ ἐπιστήμη καὶ ἡ γνῶσις
15τῶν ὄντων γίγνεται· οὐ γάρ ἐστι τῶν καθ’ ἕκαστα ἐπιστήμη· καὶ γὰρ οἱ ὁρισμοὶ αὐτῶν κατὰ τὰ εἴδη. εἰ δ’ ἐκ τῆς τούτων γνώσεως ἡ τῶν ὄντων γνῶσις ἤρτηται, τὰ εἴδη ἂν εἶεν ἀρχαὶ τῶν καθ’ ἕκαστα, καθ’ ἃ εἴδη ἐστὶν ἑκάστοις τὸ τοῖσδέ τισιν εἶναι. ἀλλὰ μὴν τῶν εἰδῶν ἀρχαὶ τὰ γένη· ἐκ γὰρ τῆς τούτων διαιρέσεως τὰ εἴδη, καὶ οἱ τῶν εἰδῶν ὁρισμοὶ διὰ
20τῶν γενῶν· καὶ τῶν ὄντων ἄρα ἀρχαὶ πάντων τὰ γένη. ἢ κατὰ τὰ εἴδη μὲν ἡ γνῶσις ἑκάστου (κατὰ γὰρ ταῦτα τὸ εἶναι ἑκάστῳ), οὐ μὴν κατὰ τὸ εἶδος τὸ ὡς ἐκ γένους διῃρημένον, ἀλλὰ τὸ εἶδος τὸ ἀντιδιαιρούμενον τῇ ὕλῃ· ὁ δὲ λαβὼν τὸ εἶδος τοῦτο ἐπὶ τὸ ἐκ γένους μετῆλθε. p. 998b9 Φαίνονται δέ τινες καὶ τῶν λεγόντων στοιχεῖα τῶν
25ὄντων τὸ ἓν ἢ τὸ ὂν ἢ τὸ μέγα καὶ τὸ μικρὸν ὡς γένεσιν αὐ‐ τοῖς χρῆσθαι. Πρὸς τὸ εὐλόγως ἂν δόξαι τὰ γένη τὰς τῶν ὄντων ἀρχὰς εἶναι, νῦν συνίστησι τὴν δόξαν καὶ ἐκ τῶν χρησαμένων ταῖς αὐταῖς ἀρχαῖς. οἱ γὰρ τὸ ἓν καὶ τὸ ὂν καὶ τὸ μέγα καὶ τὸ μικρὸν ἀρχὰς ὑποθέμενοι τῶν ὄντων
30ὡς γένη ταῦτα τῶν ὄντων ἀρχὰς ὑπέθεντο. εἴη δ’ ἂν ἡ δόξα Πλάτωνος·
οὗτος γὰρ τὸ ἕν, ὃ κυρίως ὂν ἔλεγε, καὶ τὴν ἀόριστον δυάδα, ἣν μέγα203
in Metaph
.

204

καὶ μικρὸν ὠνόμαζεν, ἀρχὰς ὑπέθετο. ὡς γένη δὲ ταῦτα ὑπελάμβανε τῶν ὄντων, ὅτι καθ’ ἕκαστα τῶν ὄντων καὶ τὸ ἓν ἑώρα κατηγορούμενον καὶ τὴν ἀνισότητα. καθ’ ὅσον μὲν γὰρ τόδε τί ἐστιν ἕκαστον τῶν ὄντων, τοιοῦτον δὲ κατὰ τὸ εἶδος, τὸ ἓν αὐτοῦ καὶ τὸ ὂν κατηγορεῖται· καθ’
5ὅσον δὲ ἐν ῥύσει συνεχεῖ καὶ μεταβολῇ ἑώρα τὸ ὑποκείμενον, κατὰ τοῦτο τὸ μέγα καὶ τὸ μικρόν. κοινὰ ἄρα καὶ τὰ γένη ταῦτα, καὶ ὡς γένη τὰ ἀνωτάτω ἀρχαὶ κατ’ αὐτόν. p. 998b11 Ἀλλὰ μὴν οὐδὲ ἀμφοτέρως οἷόν τε λέγειν τὰς ἀρχάς. Ἐπιχειρήσας καὶ πρὸς τὸ τὰ στοιχεῖα εὐλογώτερον ἂν ἀρχὰς εἶναι
10τοῦ γένους, καὶ πάλιν πρὸς τὸ τὸ γένος καὶ μᾶλλον ἢ τὰ στοιχεῖα, νῦν ὅτι μηδὲ ἀμφότερα οἷόν τε λέγειν ἀρχὰς τῶν ὄντων καὶ τὰ γένη καὶ τὰ στοιχεῖα ἐπιχειρεῖ. ἡ δὲ ἐπιχείρησις τοιαύτη. λαμβάνει τὸν ὁρισμὸν τὸν τῆς οὐσίας ἑκάστου δηλωτικὸν ἕνα εἶναι δεδειγμένον ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς (ἑκάστῳ γὰρ τῶν ὄντων τὸ εἶναι ἕν ἐστιν ὅ ἐστιν, οὗ ὁ κυρίως
15ὁρισμὸς δηλωτικός)· ἀλλὰ καὶ τὸ ἐκ τῶν ἀρχῶν δὲ ὁ ὁρισμός. τούτων κειμένων λαμβάνει τὸ εἶναι ἀρχὰς τῶν ὄντων καὶ τὰ γένη καὶ τὰ στοιχεῖα, καί φησιν, εἰ ἐκ τῶν ἀρχῶν ἑκάστου ὁ ὁρισμός, ἄλλος ἔσται ὁ ὁρισμὸς ὁ διὰ τῶν γενῶν (γένη δέ, ὡς ἔφαμεν, καὶ τὰς διαφορὰς λέγει) καὶ ἄλλος ὁ διὰ τῶν στοιχείων· ὥστε εἰ ἐκ μὲν τῶν ἀρχῶν ὁ ὁρισμός, ἄλλος δὲ ὁ
20ἐξ ἐκείνων καὶ ἄλλος ὁ ἐκ τούτων, πλείους ὁρισμοὶ τοῦ αὐτοῦ ἔσονται. ἀλλὰ μὴν οὐ πλείους· εἷς γὰρ ἑκάστου ὁρισμός· οὐκ ἄρα ἀμφότερα στοιχεῖα. p. 998b14 Πρὸς δὲ τούτοις εἰ ἔτι καὶ μάλιστα ἀρχαὶ τὰ γένη εἰσ, πότερα δεῖ νομίζειν τὰ πρῶτα τῶν γενῶν ἀρχάς.
25 Ἀπορία καὶ αὕτη τῶν προειρημένων· ἔστι δὲ τοιαύτη. εἰ δοθείη καὶ συγχωρηθείη τὰ γένη ἀρχὰς εἶναι, ζητῆσαι, φησίν, ἄξιον πότερον τὰ ἀνωτάτω γένη χρὴ τίθεσθαι ἀρχὰς τὰ κοινότατα, ἢ τὰ ἔσχατα καὶ προσεχῆ τοῖς καθ’ ἕκαστα, ἃ ἄτομα εἴδη καλεῖται· γένη γὰρ καὶ τὰ εἴδη νῦν λέγει. εἰ μὲν γὰρ ἀεὶ τὰ καθόλου τῶν μὴ ὁμοίως καθόλου μᾶλλον ἀρχαί, διὰ
30τὸ τὴν ἀρχὴν κεῖσθαι τὸ καθόλου εἶναι ἀρχήν, τὰ ἀνωτάτω ἂν γένη καὶ τὰ κοινότατα εἶεν ἀρχαί· οὕτως τε τὰ ἀνωτάτω γένη τῶν ὄντων ἀρχαὶ ἂν εἶεν, καὶ τοσαῦται αἱ ἀρχαὶ ἔσονται ὅσα ἐστὶ τὰ γένη τὰ πρῶτα. λαβὼν δὲ τοῦτο ἐπιφέρει ὥστε ἔσται τό τε ὂν καὶ τὸ ἓν ἀρχαὶ καὶ οὐσίαι·
ταῦτα γὰρ μάλιστα λέγεται κατὰ πάντων. εἰ γὰρ εἴη ταῦτα κατὰ204
in Metaph
.

205

πάντων τῶν ὄντων κατηγορούμενα ὡς γένη, ταῦτα ἂν ἀρχαὶ καὶ αἴτια τῶν ὄντων εἴη· τοῦτο γὰρ σημαίνει τὸ οὐσία. εἰπὼν δὲ ταῦτα καὶ ἀναγαγὼν ἐπὶ τοῦτον τὸν λόγον τὸ εἰ τὰ γενικώτατα καὶ κοινότατα ἀρχαί, τὸ ὂν καὶ ἓν ἔσονται ἁπάντων τῶν ὄντων ἀρχαί, ἐπεὶ κοινότατα ταῦτα, ἑξῆς
5ἐπιχειρεῖ καὶ δείκνυσιν ὅτι τὸ ὂν καὶ τὸ ἓν οὐκ ἔστι τῶν ὄντων γένη, εἰ δὲ μὴ γένη, δῆλον ὡς οὐδὲ ἀρχαί. οὕτως δὲ οὐδ’ ἂν εἴη ἡ αὐτὴ ἀρχὴ τῶν πάντων, εἰ μὴ εἴη τι κοινὸν γένος αὐτῶν, εἰ τὸ γένος ἀρχή· κεῖνται γὰρ ἀρχαὶ τὰ γένη εἶναι, καὶ τούτων τὰ κοινότατα. ὡς δὲ δοκοῦν τισιν οὕτως ἀντιλέγει πρὸς τὴν δόξαν, καὶ εἴρηκέ γε πρὸ ὀλίγου περὶ αὐτῆς.
10ὅτι οὖν μὴ γένη τὸ ὂν καὶ τὸ ἕν, οὕτω δείκνυσι. πᾶσα διαφορὰ γένους διαιρετικὴ καὶ ὂν καὶ ἕν ἐστιν, ὥστε καὶ αἱ τοῦ ἑνὸς καὶ τοῦ ὄντος δια‐ φοραί, εἰ γένη ταῦτα, καὶ ἓν ἑκάστη αὐτῶν καὶ ὂν ἔσται. ἀλλὰ εἰ τὸ ὂν καὶ ἓν ἐν ἑκάστῃ τοῦ ὄντος διαφορᾷ, γένους ὄντος τοῦ ὄντος καὶ τοῦ ἑνός, κατηγοροῖτο ἂν τῶν οἰκείων διαφορῶν τὰ γένη. τοῦτο δὲ ἀδύνατόν φησιν
15εἶναι· καθόλου γὰρ οὔτε τὸ εἶδος τὸ ὡς γένους ὂν εἶδος (πολλαχῶς γὰρ τὸ εἶδος, ὡς εἴρηται πρὸ ὀλίγου) τῆς οἰκείας κατηγορεῖται διαφορᾶς, εἰ καθ’ αὑτὴν ἡ διαφορὰ λαμβάνοιτο· ἡ γὰρ διαφορὰ ἐπὶ πλέον κατηγορεῖται τοῦ εἴδους, ὡς τὸ λογικὸν τοῦ ἀνθρώπου ἢ θνητόν, τὸ δ’ ἐπ’ ἔλαττον λεγόμενον τοῦ ἐπὶ πλέον λεγομένου οὐχ οἷόν τε ἀληθῶς κατηγορεῖσθαι.
20καὶ διὰ τοῦτο γὰρ εἶπε τῶν οἰκείων διαφορῶν, ἴσον λέγων τῷ ὑφ’ ὧν εἰδοποιεῖται. ἔτι τὸ μὲν εἶδος συναμφότερόν τι, ἡ δὲ διαφορὰ μέρος τοῦ συναμφοτέρου. ἔτι μόριόν ἐστιν ἡ διαφορὰ τοῦ εἴδους, καθ’ ὅσον τῶν ἐν τῷ ὁριστικῷ λόγῳ παραλαμβανομένων ἕκαστον μόριόν ἐστιν ἐκείνου οὗ συμπληροῖ τὴν οὐσίαν, καὶ μόριον ἀνομοιομερές· οὐ γὰρ ταὐτὸν τὸ γένος
25σημαίνει ἐν τῷ ὁρισμῷ ἑκάστῃ τῶν διαφορῶν· τὸ δὲ τοιοῦτον ὅλον οὐ κατηγορεῖται τῶν αὐτοῦ μερῶν. ὥστε οὐδετέρως τὸ εἶδος τῆς οἰκείας κατη‐ γορεῖται διαφορᾶς· τὸ γὰρ γένος οὐχ οὕτως ἔχει μέρη τὰ εἴδη· οὐ γὰρ ἐν τῷ τῶν γενῶν ὁρισμῷ τὰ εἴδη. ἀλλ’ οὐδὲ τὰ γένη κατηγορεῖται τῶν οἰκείων διαφορῶν, ὅταν αἱ διαφοραὶ χωρὶς τῶν εἰδῶν λαμβάνωνται καὶ μὴ
30ἐν αὐταῖς τὰ εἴδη περιέχωνται. τὸ γὰρ ζῷον ὅταν λογικοῦ κατηγορῆται, τοῦ ζῴου λογικοῦ (τοῦτο γὰρ ἐξακούεται τότε ἐκ τοῦ λογικοῦ) κατηγορεῖται, ἐπεὶ αὐτῆς γε καθ’ αὑτὴν τῆς διαφορᾶς ἄνευ τοῦ εἴδους λαμβανομένης οὐ
κατηγορεῖται, οἷον τῆς λογικότητος· ποιότητες γάρ τινες αἱ διαφοραί, καθ’205
in Metaph
.

206

ὧν πῶς οἷόν τε τὸ ζῷον οὐσίαν συναμφότερον σημαῖνον κατηγορεῖν; οὔτε γὰρ τὰ εἴδη οὔτε τὰ γένη τῶν διαφορῶν κατηγορεῖται. εἰ δὲ τοῦτο, αἱ τοῦ ὄντος καὶ ἑνὸς διαφοραί, εἰ γένη ταῦτα, οὔτε ὄντα οὔτε ἑκάστη αὐτῶν ἕν ἐστι, τουτέστιν οὐδεμία διαφορὰ οὔτε ἓν οὔτε ὂν ἔσται· πᾶσαι γὰρ τοῦ
5ὄντος ἔσονται· ὅπερ ἄτοπον. ὥστε οὐδὲ γένη ταῦτα. εἰ δὲ μὴ γένη, οὐδὲ ἀρχαί, εἰ τὰ γένη ἀρχαί. σημαίνει δὲ τὸ μὲν ἀδύνατον δὲ κατηγο‐ ρεῖσθαι ἢ τὰ εἴδη τοῦ γένους ἐπὶ τῶν οἰκείων διαφορῶν ἴσον τῷ ἀδύνατον δὲ κατηγορεῖσθαι ἢ τὰ εἴδη λεγόμενα ἐπὶ τῶν οἰκείων διαφορῶν τουτέστι τῶν ἰδίων διαφορῶν· τὸ δὲ ἢ τὸ γένος ἄνευ τῶν εἰδῶν ἤτοι
10ἴσον ἐστὶ τῷ ἢ τὸ γένος ἄλλου τινὸς χωρὶς τῶν αὐτοῦ εἰδῶν κατηγορεῖ‐ σθαι, ἢ τὸ γένος τῶν διαφορῶν κατηγορεῖσθαι, μὴ λαμβανομένων τῶν δια‐ φορῶν ὡς εἰδῶν ἤδη καὶ συναμφοτέρων. δοκεῖ δέ μοι ἡ ἐπιχείρησις λογι‐ κωτέρα εἶναι, ὥσπερ οὖν καὶ αἱ πλεῖσται τῶν λεγομένων ὑπ’ αὐτοῦ· τὰς γὰρ διαφορὰς ὑφ’ ὃ ἂν τάξωμεν γένος (δεῖ γὰρ ἔκ τινος γένους αὐτὰς
15εἶναι, εἴ γε τῶν ὄντων καὶ αὐταί), τῶν ἐκείνου τοῦ γένους διαφορῶν τὸ οἰκεῖον γένος κατηγορεῖσθαι ἀνάγκη. ἢ γὰρ οὐχ ἕξει γένος ὂν διαφοράς, ἢ ἔσονται ὑπὸ τὸ γένος ὃ διαιροῦσιν. εἰ γὰρ εἶεν αἱ διαφοραὶ ὑπὸ τὴν ποιότητα πᾶσαι, αἱ τῆς ποιότητος αὐτῆς διαφοραὶ δῆλον ὅτι ὑπὸ τὴν ποιό‐ τητα ἂν εἶεν. οὕτως τε ἂν κατηγοροῖτο τὸ γένος τῶν οἰκείων διαφορῶν·
20τὸ γὰρ τὰς μὲν ἄλλας διαφορὰς ποιότητας λέγειν, τὰς δὲ τῆς ποιότητος μηκέτι, ἀλλὰ ὑπὸ ἄλλο τι γένος αὐτὰς τιθέναι, πλασματῶδές τε καὶ ἄτο‐ πον. μή ποτε οὖν αἱ ἐν ἑκάστῳ γένει διαφοραὶ ἐν τῷ αὐτῷ γένει εἰσί, τουτέστιν ἐν τῇ αὐτῇ κατηγορίᾳ· καὶ γὰρ εἰ καὶ μὴ τὸ προσεχές τινων γένος κατηγοροῖτο τῆς διαφορᾶς τῷ ἤδη συναμφότερόν τι τοῦτο εἶναι, ὃ
25ἐπὶ τῶν οὐσιῶν μόνων γίγνεται (ἐκ γὰρ ταύτης ἐστί τις καὶ συναμφότερος οὐσία, ἣν οὐχ οἷόν τε τῆς ἁπλῶς διαφορᾶς κατηγορεῖσθαι τοῦ γένους), ἀλλὰ τό γε ἀνωτέρω ἂν κατηγοροῖτο ὂν κοινότερόν τε καὶ ἁπλούστερον· ἡ γὰρ οὐσία κοινὸν καὶ ἁπλῶν καὶ συνθέτων οὐσιῶν. ὥστε εἰ καὶ τὸ ζῷον σύνθετός τις εἴη καὶ συναμφότερος οὐσία, καὶ διὰ τοῦτο τῆς διαφο‐
30ρᾶς καθ’ αὑτὴν λαμβανομένης οὐ κατηγορεῖται, ἀλλ’ ἡ οὐσία αὐτῆς κατη‐ γορηθήσεται. ἢ εἰ καὶ ἡ οὐσία αὐτῆς τῆς τὸ ζῷον διαιρούσης διαφορᾶς κατηγορεῖται, ἤδη δέδεικται τὸ διαιρούμενον γένος ὑπὸ τῆς διαφορᾶς κατηγορούμενον αὐτῆς· τοιοῦτον δὲ ἦν καὶ τὸ λεγόμενον. ἀλλ’ εἰ καὶ τοῦτο ἐπί τινων ἀληθές, ἀλλ’ οὐκ ἀδύνατον γένος τι τῆς διαιρούσης
35αὐτὸ κατηγορεῖσθαι διαφορᾶς· ἥτις γὰρ ἂν ληφθῇ τῆς οὐσίας διαιρετικὴ206
in Metaph
.

207

διαφορά, ἀνάγκη ταύτην οὐσίαν εἶναι. οὐ δοκεῖ δὲ τὰ γένη ἰδίᾳ τῶν διαφορῶν κατηγορεῖσθαι διὰ τὰς ὁμωνυμίας· τὸ γοῦν διακριτικὸν καὶ ἐν χρώμασι καὶ ἐν χυμοῖς· ποῖον οὖν αὐτοῦ κατηγορηθήσεται; συντεθέντος δὲ αὐτῷ τοῦ οἰκείου γένους εἶδος ἤδη. δείξας δὲ ὅτι τὸ ὂν καὶ τὸ ἓν οὐ
5γένη, ἀκολούθως ἐπήνεγκε τὸ ἀλλὰ μὴν εἰ μὴ γένη, οὐκ ἀρχαὶ ἔσον‐ ται, εἴπερ ἀρχαὶ τὰ γένη. p. 998b28 Ἔτι καὶ τὰ μεταξὺ συλλαμβανόμενα μετὰ τῶν δια‐ φορῶν ἔσται γένη. Ὃ λέγει νῦν, οὐ πρὸς τὸ τὰ πρῶτα γένη ἀρχὰς εἶναι ἢ μὴ εἶναι λέ‐
10γειν δόξει μόνον, ἀλλὰ καὶ πρὸς τὸ μὴ εἶναι τὰ γένη ἀρχάς· ἄπειροι γὰρ καὶ πολλαὶ ἔσονται αἱ ἀρχαὶ τῶν ὄντων ἑκάστου. ἑκάστη γὰρ διαφορὰ τῶν ἐν τῷ ἀτόμῳ εἴδει τῷ γένει συντιθεμένη, οὗ ἐστι διαφορά, γένος ποιεῖ. ἕκαστον γὰρ τῶν μεταξὺ γενῶν τοῦ τε πρώτου καὶ τοῦ ἀτόμου εἴδους συντιθέμενον τῇ οἰκείᾳ διαφορᾷ γένος ποιεῖ, εἰ καὶ ἐπί τινων μὴ
15δοκεῖ τῷ μὴ ὠνομάσθαι οἰκείῳ ὀνόματι τὸ γένος ἐκείνου· τοῦτο γὰρ ση‐ μαίνει τὸ τὰ μὲν δοκεῖ τὰ δὲ οὐ δοκε. τὸ γὰρ ζῷον πτηνὸν γένος ἐστίν, ὥσπερ τὸ ζῷον, εἰ καὶ μὴ δοκεῖ ὠνομάσθαι. ἢ τὰ μὲν δοκεῖ εἶπε, τὰ δὲ οὐ δοκε, ὅτι, ὡς εἶπεν ἐν τῷ πρώτῳ Περὶ ζῴων, μόνον αἱ στερητικαὶ διαφοραὶ συντιθέμεναι τοῖς γένεσιν οὐ ποιοῦσιν εἴδη οὐδὲ
20γένη, ὅτι οὐδὲ ὡρισμένον δηλοῦσι. καὶ εἴη ἂν καὶ τοῦτο ὡς ἄτοπον ἑπό‐ μενον τοῖς τὸ ἓν καὶ τὸ ὂν γένος λέγουσιν, ἔπειτα τῇ τοῦ γένους εἰς δύο διαιρέσει τὰ εἴδη καὶ τοὺς ὁρισμοὺς ποιοῦσι. δεῖ μὲν γὰρ καὶ τὰ μεταξύ, ἃ γίνεται συντιθεμένων τῶν διαφορῶν τοῖς γένεσι, γένη καὶ τὰ αὐτὰ εἴδη γίνεσθαι· ἐκείνοις δὲ τοῖς εἰς δύο διαιροῦσι τὰ γένη οὐκ ἀκολουθεῖ τοῦτο.
25ἔτι στερήσει ἀναγκάζονται διαιρεῖν, οὐ ποιεῖ δὲ ἡ στερητικὴ διαφορὰ συν‐ τιθεμένη τῷ γένει εἶδος. πολλὰ οὖν γένη τῶν αὐτῶν ἀτόμων ἐστὶ καὶ πολλαὶ ἀρχαί, εἰ τὸ ὂν καὶ τὸ ἓν γένη τε καὶ ἀρχαὶ τῶν ὄντων. τὸ δὲ μέχρι τῶν ἀτόμων λέγοι ἂν τῶν ἐσχάτων εἰδῶν· ταῦτα γὰρ οὐκέτι δια‐ φοραῖς διαιρεῖται. ἔτι δὲ οὐδὲν ἧττον κατά γε τοῦτον τὸν λόγον αἱ δια‐
30φοραὶ ἀρχαὶ ἢ τὰ γένη· κοιναὶ γὰρ καὶ αὗται καὶ κατὰ πλειόνων κατη‐ γοροῦνται. εἰ δὴ καὶ αἱ διαφοραὶ ἀρχαί (κοινὰ γὰρ καὶ τὰ γένη τὰ ταῖς διαφοραῖς συλλαμβανόμενα), πολλαὶ καὶ σχεδὸν ἄπειροι ἔσονται αἱ ἀρχαί, ἄλλως τε καὶ εἰ τὸ ἀνωτάτω τις γένος ὡς ἀρχὴν λαμβάνει· πλείους γὰρ τοῦ τοιούτου γένους διαφοραί. ὃ δοκεῖ ἄλογον εἶναι· καὶ γὰρ οἱ τὰ γένη
35τιθέμενοι ἀρχάς, ἐκφυγεῖν οἰόμενοι τὸ πλῆθος τῷ τὸ κοινὸν λαμβάνειν, ἀρχὴν ἐτίθεντο τοῦτο. ὡς δὲ ἀκολουθοῦν τῷ τὸ πρῶτον γένος ἀρχὴν
τιθεμένῳ τὸ καὶ τἆλλα γένη τὰ μετὰ τὸ πρῶτον ἀρχὰς λέγειν, οὕτως207
in Metaph
.

208

εἶπεν. αἱ δὲ διαφοραὶ εἰ καὶ ἐπὶ πλέον λέγονται τῶν εἰδῶν τῶν γιγνο‐ μένων ὑπ’ αὐτῶν, ἀλλ’ οὐ κατηγοροῦνται αὐτῶν ἐν τῷ τί ἐστιν, οὐδὲ ὡς γένη. p. 999a1 Ἀλλὰ μὴν καὶ εἰ μᾶλλόν γε ἀρχοειδὲς τὸ ἕν ἐστιν.
5 Ἐπιχειρήσας πρῶτον ὅτι τὰ ἀνωτάτω γένη μᾶλλον ἀρχαὶ τῶν ὄντων, νῦν ὅτι τὰ εἴδη μᾶλλον ἀρχαὶ τῶν γενῶν ἐπιχειρεῖ δεικνύναι. εἰ γὰρ τὸ ἓν ἀρχῆς ἐπέχει χώραν, τὸ μᾶλλον ἓν μᾶλλον ἂν ἀρχὴ εἴη. ἀλλὰ μὴν τὸ ἓν ἀδιαίρετόν ἐστιν· τὸ γὰρ μὴ διῃρημένον ἢ ἀδιαίρετον μᾶλλον ἀρχή, εἴ γε μᾶλλον ἕν· μᾶλλον δὲ ἀδιαίρετον τὸ εἶδος τοῦ γένους, ὥστε καὶ
10μᾶλλον ἀρχή. ὅτι δὲ μᾶλλον ἀδιαίρετον, οὕτως ἔδειξε. τὸ ἀδιαίρετον ἢ κατ’ εἶδος ἢ κατὰ τὸ ποσόν· κατ’ εἶδος μὲν ἀδιαίρετον τὸ μηκέτι εἰς εἶδος διαιρούμενον, ὁποῖά ἐστι τὰ ἄτομα εἴδη, κατὰ δὲ τὸ ποσὸν ἀδιαίρετον τὸ μὴ τῷ ἀριθμῷ διαιρούμενον, οἷόν ἐστι τὸ ἓν τῷ ἀριθμῷ καὶ καθ’ ἕκαστον· ἕκαστον γὰρ τούτων ἓν ὂν τῷ ἀριθμῷ οὐκέτι εἰς ποσὰ πολλὰ
15κατ’ ἀριθμὸν ὅμοια αὐτῷ διαιρεῖται· τὸ γὰρ κατὰ τὸ ποσὸν διαιρετὸν κατὰ ἀριθμὸν νῦν λέγει. πρῶτον δὲ τῇ τάξει καὶ τῇ φύσει τῶν ἀδιαιρέτων τούτων τὸ τῷ εἴδει ἀδιαίρετον † τοῦ κατὰ τὸ ποσὸν διαιρουμένου τὸ δὲ τῷ ποσῷ ἀδιαίρετον. τοῦτο ἔξωθεν ἱστορήσας μετὰ ταῦτα δείκνυσιν ὅτι τὰ μὲν γένη εἰς εἴδη διαιρεῖται, τὰ δὲ ἔσχατα εἴδη ἀδιαίρετα κατ’ εἶδος, διὸ
20καὶ μᾶλλον ἀρχαὶ εἶεν τὰ ἔσχατα εἴδη μᾶλλον ὄντα ἕν. εἰπὼν δὲ τὰ γένη διαιρεῖσθαι εἰς εἴδη, ἵνα μή τις ἡγῆται καὶ τὰ ἄτομα εἴδη αὐτὸν λέγειν, ὃ μέχρι νῦν ἔλεγεν, ἐπήνεγκε τὸ οὐ γὰρ γένος ἄνθρωπος τῶν τινῶν, ὧν κατηγορεῖται, ἀνθρώπων καὶ εἰς οὓς διαιρεῖται· διαιρεῖται μὲν γὰρ ὁ ἄνθρωπος, ἀλλ’ οὐκ εἰς εἴδη (οὐ γάρ ἐστι γένος) ἀλλ’ εἰς ἄτομα μόνον,
25τὸ δὲ γένος κατὰ τὰ εἴδη καὶ κατὰ τὰ ἄτομα διαιρεῖται. p. 999a6 Ἔτι ἐν οἷς ἐστι τὸ πρότερον καὶ ὕστερον, οὐχ οἷόν τε τὸ ἐπὶ τούτων εἶναί τι παρὰ ταῦτα. Καὶ τοῦτο ἐπιχειρεῖ πρὸς τὸ ὅτι δεῖ τὰ ἔσχατα γένη, τουτέστι τὰ ἄτομα εἴδη, μᾶλλον ἀρχὰς λέγειν τῶν ἀνωτάτω καὶ κοινοτάτων γενῶν· τὰ
30γὰρ γένη τὰ κατὰ τῶν εἰδῶν κατηγορούμενα οὐδὲ τὴν ἀρχὴν ἔστι τι παρὰ
τὰ εἴδη ὧν κατηγορεῖται. δείκνυσι δ’ αὐτὸ οὕτως. ἐν οἷς τὸ πρότερον208
in Metaph
.

209

καὶ ὕστερόν ἐστι, τὸ ἐπὶ τούτοις κοινῶς κατηγορούμενον ὡς γένος οὐδέν ἐστι παρὰ ταῦτα ὧν κατηγορεῖται· οἷον εἰ ἐπ’ ἀριθμῶν πρώτη τῶν ἀριθμῶν δυὰς ἢ τριάς, οὐκ ἔστιν ἀριθμοῦ τις ἄλλη φύσις παρὰ τούτους τοὺς ἀριθμούς, δυάδα καὶ τριάδα καὶ τοὺς ἑξῆς, ὧν ὡς γένος κατηγορεῖται. ὁμοίως καὶ
5ἐπὶ τῶν σχημάτων οὐδέν ἐστι τὸ κοινῶς κατηγορούμενον τῶν σχημάτων ὡς σχῆμα παρὰ τρίγωνον καὶ τετράγωνον καὶ τὰ λοιπὰ σχήματα, ἐπεὶ καὶ ἐν τούτοις πρῶτον μέν ἐστι τὸ τρίγωνον, εἶτα τὸ τετράγωνον καὶ τὰ ἄλλα ἀκολούθως τούτοις κατὰ τὴν τάξιν. τοῦτο δὲ λαμβάνει ὡς κἀκείνοις δοκοῦν· οὗτοι γὰρ ἀρχὰς τῶν ὄντων τὰ ἀνωτάτω ἐτίθεντο γένη, ὡς ἱστόρησε, τὸ
10ἓν καὶ τὸ ὂν καὶ τὸ μέγα καὶ μικρόν (εἰσὶ δὲ οὗτοι οἱ περὶ Πλάτωνα)· ἐν οἷς γὰρ τὸ πρότερον καὶ ὕστερόν ἐστιν, ἐν τούτοις ἔλεγον μὴ εἶναί τι τὸ κοινὸν παρὰ τὰ ὧν κατηγορεῖται. διὰ τοῦτο γοῦν οὐδὲ ἰδέαν ἔλεγον εἶναι τούτων, ὡς ἱστορεῖ ἔν τε ἄλλοις καὶ ἐν τῷ πρώτῳ τῶν Νικομαχείων ἠθικῶν. λαβὼν οὖν τὸ ἐν τούτοις κατ’ αὐτοὺς ἐκείνους μηδὲν εἶναι τὸ
15κοινὸν παρὰ τὰ ὧν κατηγορεῖται (μήτε γὰρ ἐν ἀριθμοῖς μήτε ἐν σχήμασι), προστίθησιν αὐτὸς τὸ εἰ μὴ ἐπὶ τούτων ἔστι κοινὸν παρὰ τὰ ὧν κατηγο‐ ρεῖται * * * τοῦτο δὲ ἤτοι ὡς πᾶσι τοῖς γένεσιν ὄντος τινὸς προτέρου καὶ ὑστέρου καὶ μέσης τινὸς διαφορᾶς ἔν τε τοῖς αὐτοῖς κατηγορουμένοις καὶ ἐν τοῖς ἄλλοις γένεσιν, ἀλλ’ ὁμοίως τούτων τε καὶ ἐκείνων ὄντων γενῶν.
20εἰ οὖν ἐν τοῖς μάλιστα δοκοῦσι γένεσιν εἶναι μὴ ἔστι τι τὸ κοινὸν παρὰ τὰ ὧν κατηγορεῖται, οὐδὲ ἐν τοῖς ἄλλοις ἂν εἴη, κἂν εἰ μή ἐστιν ἐν αὐτοῖς τὸ πρότερον καὶ ὕστερον. διὰ τοῦτο δὲ μάλιστα δοκοῦσι γένη τε καὶ ἀρχαὶ εἶναι, ὅτι μάλιστα ὄντα ἐδόκουν αὐτοῖς εἶναι οἱ ἀριθμοὶ καὶ τὰ σχήματα, ὧν τὰ γένη μάλιστα ἂν εἴη. ἔτι δοκεῖ ἐναργῶς τὸ μὲν σχῆμα τῶν σχη‐
25μάτων ὁ δὲ ἀριθμὸς τῶν ἀριθμῶν ὡς γένος κατηγορεῖσθαι. εἰ οὖν τὸ ἐν τούτοις κοινὸν μὴ ἀρχή, οὐδ’ ἂν τὸ ἐν τοῖς ἄλλοις. εἰ γὰρ μηδέν ἐστι τὸ κοινὸν καὶ γένος παρὰ τὰ εἴδη ὧν κατηγορεῖται, οὐδ’ ἂν ἀρχὴ εἴη, ἀλλὰ μᾶλλον τὰ εἴδη τὰ κατὰ τῶν ἀτόμων κατηγορούμενα· ἐν γὰρ τοῖς ἀτόμοις οὐκ ἔστι τὸ μὲν πρότερον τὸ δ’ ὕστερον, ὥστε τὸ κατὰ τούτων
30κατηγορούμενον εἶδος μηδὲν εἶναι δοκεῖν παρὰ τὰ ἄτομα. εἰ δὲ ἐπὶ τῶν σχημάτων καὶ τῶν ἀριθμῶν μή ἐστι τὸ σχῆμα καὶ ὁ ἀριθμός, τὰ κοινά, ἀρχαί, ἀλλὰ τὸ τρίγωνον καὶ ἡ δυὰς τῶν καθ’ ἕκαστα δυάδων, οὕτως ἂν καὶ ἐπὶ τῶν ἄλλων ἔχοι, καὶ εἴη ἂν τὰ ἄτομα εἴδη ἀρχαί, οὐ τὰ κοινὰ γένη. τοῖς δὲ προειρημένοις προστίθησι δεικνὺς ὅτι ἐν πᾶσι τοῖς γένεσίν
35ἐστι τὸ μὲν πρότερον τὸ δ’ ὕστερον· ἔστι γὰρ εἷς τοῦ προτέρου τρόπος
καὶ τὸ βέλτιον, ὡς ἐν τῇ τοῦ προτέρου διαιρέσει ἐν Κατηγορίαις ἔδειξεν,209
in Metaph
.

210

ἐν πᾶσι δὲ τοῖς γένεσίν ἐστι τὸ μὲν βέλτιον τὸ δὲ χεῖρον τῶν εἰδῶν· ὥστε οὐδὲν τῶν γενῶν ἀρχή, ἀλλὰ μᾶλλον ἔσται τὰ ἄτομα εἴδη ἀρχαί, ὅτι τῶν ὑπ’ αὐτὰ ἀτόμων οὐκ ἔστι τὸ μέν τι πρῶτον τὸ δὲ ὕστερον. συνεχρήσατο δὲ πρὸς τὴν ἀπορίαν τῇ τοῦ πρώτου ὁμωνυμίᾳ· τῇ δὲ τοῦ πρώτου ὁμω‐
5νυμίᾳ χρῆται πρὸς τὸ δεικνύναι μηδὲν ὂν τὸ γένος παρὰ τὰ ὧν κατηγο‐ ρεῖται. ἐπὶ γοῦν τῶν ζῴων τὸ μὲν βέλτιον τὸ δὲ χεῖρον. ὁ θεὸς βέλτιον· διὰ τοῦτο καὶ πρῶτον. τῶν ἄλλων πάλιν ζῴων ὁ ἄνθρωπος ζῷον βέλτιόν τε καὶ πρῶτον. ἀλλὰ καὶ ἐν χρώμασι τὸ λευκὸν βέλτιον τῶν ἄλλων, καὶ ἐν χυμοῖς ὁ γλυκύς. εἰπὼν δὲ ταῦτα ὑπὲρ τοῦ δεῖξαι τὰ εἴδη μᾶλλον
10καὶ τὰ ἔσχατα γένη ἀρχὰς τῶν κοινῶν καὶ γενικωτάτων ἐπιφέρει ἐκ μὲν οὖν τούτων μᾶλλον φαίνεται τὰ ἐπὶ τῶν ἀτόμων κατηγορούμενα ἀρχαὶ εἶναι τῶν γενῶν. ἑξῆς δὲ πάλιν ἐπιχειρεῖ πρὸς τὸ μὴ δύνασθαι τὰ ἄτομα εἴδη ἀρχὰς εἶναι. ἡ δὲ ἐπιχείρησις τοιαύτη. δεῖ τὴν ἀρχὴν καὶ τὴν αἰτίαν τινὸς εἶναι παρὰ τὸ πρᾶγμα τοῦτο οὗ ἀρχὴ καὶ αἰτία ἐστί,
15καὶ δύνασθαι χωρὶς ἐκείνου εἶναι οὗ ἐστιν αἰτία. οὐδὲν δὲ δύναται εἶναι καθ’ αὑτὸ κεχωρισμένον, ὃ μή ἐστι καθ’ ἕκαστον. εἰ γάρ τις τὰ εἴδη λέγοι εἶναι, ὅτι καθόλου πάντων τῶν ὑφ’ ἑαυτὰ καὶ τῶν καθ’ ἕκαστα κατηγορεῖται, καὶ ἔστιν ἄλλο ἑκάστου αὐτῶν, καὶ διὰ τοῦτο ἀρχὰς αὐτὰ λέγοι, τούτῳ τῷ λόγῳ τὰ ἐπαναβεβηκότα γένη μᾶλλον ἀρχαὶ τῶν εἰδῶν
20ἔσονται· μᾶλλον γὰρ ἐκεῖνα κοινὰ καὶ πλειόνων κατηγορεῖται. πάνυ δὲ κατὰ τὸ ἔνδοξον καὶ λογικῶς ἐπικεχείρηκε ταῦτα. p. 999a24 Ἔστι δ’ ἐχομένη τε τούτων ἀπορία καὶ πασῶν χαλε‐ πωτάτη καὶ ἀναγκαιοτάτη θεωρῆσαι, περὶ ἧς ὁ λόγος ἐφέ‐ στηκε νῦν.
25 Χαλεπωτάτην τέ φησιν ἀπορίαν καὶ ἀναγκαιοτάτην εἶναι τὸ διορισθῆναι πρὸς τὴν γνῶσιν τῶν ἀρχῶν καὶ ὅλως πρὸς τὴν προκειμένην πραγματείαν, ἣ ἤρτηται μὲν τῶν εἰρημένων πρὸ ὀλίγου περί τε τῶν γενῶν καὶ τῶν εἰδῶν, ἐχομένη δέ ἐστι τῆς προειρημένης, ὅτι ἐν ἐκείνῃ μὲν ἐζητοῦμεν πότερον μᾶλλον ἀρχὴ τῶν κοινῶν τὸ κοινότερον ἢ τὸ προσεχέστερον,
30ἔπειτα ὅτι δεῖ τὴν ἀρχὴν χωριστὴν εἶναι καὶ αὐτὴν καθ’ αὑτὴν ὑφίστασθαι λαμβάνοντες, ἀνῃροῦμεν τὸ εἶναί τι ἐκείνων ἀρχήν, ἐνταῦθα δὲ ζητεῖται εἰ ἔστι τι παρὰ τὰ καθ’ ἕκαστα καὶ τὰ ἄτομα τὸ κοινὸν τοῦτο, ὃ λέγομεν γένος καὶ εἶδος, εἴτε καὶ μή· καὶ τίνα τε ἄτοπα ἕπεται τεθέντος μὴ εἶναι δείκνυσι, κἂν λέγῃ τις εἶναι, πάλιν τὰ τῇ ὑποθέσει ταύτῃ χαλεπὰ ἑπόμενα
35ἐρεῖ. εἰ μὲν οὖν μηδὲν εἴη παρὰ τὰ καθ’ ἕκαστα, ἀναιρεθήσεται ἐπιστήμη·210
in Metaph
.

211

τὰ μὲν γὰρ καθ’ ἕκαστα ἄπειρα, τῶν δὲ ἀπείρων ἀδύνατον γνῶσιν καὶ ἐπιστήμην καὶ περίληψιν γενέσθαι· ἡ γὰρ γνῶσις καὶ ἡ ἐπιστήμη τῶν καθ’ ἕκαστα γίγνεσθαι δοκεῖ, καθὸ ἕν τι καὶ ταὐτόν ἐστιν ἐν πᾶσιν αὐτοῖς· κατὰ γὰρ τὸ καθόλου κοινῶς αὐτῶν κατηγορούμενον· ὅπερ εἰ μὴ εἴη, οὐδ’
5ἂν γνῶσις αὐτῶν δύναται γίγνεσθαι. εἰ δὲ ἔστιν ἐπιστήμη καὶ γνῶσις, ὅλως ἀκολουθήσει τὸ καὶ παρὰ τὰ καθ’ ἕκαστα εἶναί τι κοινόν, καθ’ ὃ ἡ γνῶσις καὶ ἡ ἐπιστήμη συστήσεται, τοῦτο δέ ἐστι τὸ γένος ἢ τὸ ἔσχατον, ὃ κυρίως εἶδος καλεῖται, ἢ τὸ πρῶτον, ὃ γένος ἐστίν. καὶ ὅτι μηδὲν τούτων ἐστίν, ἄρτι, φησί, διηπορήσαμεν, ἀναπέμπων ἡμᾶς ἐφ’ ἃ εἴρηκε ζητῶν
10εἰ τὸ εἶδος ἀρχή· εἶπε γὰρ “τὴν μὲν ἀρχὴν δεῖ καὶ τὴν αἰτίαν εἶναι παρὰ τὰ πράγματα ὧν ἀρχή, καὶ δύνασθαι εἶναι χωριζομένην αὐτῶν· τοιοῦτον δέ τι παρὰ τὰ καθ’ ἕκαστον εἶναι διὰ τί ἄν τις ὑπολάβοι.” ἀλλὰ καὶ πρὸ ὀλίγου δοκεῖ δεδεῖχθαι ὅτι τὸ κοινῶς κατηγορούμενόν τινων οὐδέν ἐστι παρὰ τὰ ὧν κατηγορεῖται· δείξας γὰρ ἐπὶ τῶν σχημάτων καὶ τῶν ἀριθμῶν
15τοῦτο ὁμολογούμενον, ὅτι ἐν αὐτοῖς ἐστι τὸ πρῶτον καὶ τὸ ὕστερον, ἐπή‐ νεγκεν ὅτι εἰ μὴ ἐπὶ τούτων, οὐδὲ ἐπὶ τῶν ἄλλων ἔσται τι τὸ κοινὸν παρὰ τὰ καθ’ ἕκαστα· εἰ γὰρ ἦν, μάλιστα ἐπὶ τούτων ἦν. p. 999a32 Ἔτι εἰ ὅτι μάλιστα ἔστι τι παρὰ τὸ σύνολον, ὅταν κατηγορηθῇ τι τῆς ὕλης.
20 Τὸ μὲν σύνολον λέγει τὸ καθ’ ἕκαστον καὶ αἰσθητὸν καὶ συναμφότερον ἐξ ὕλης καὶ εἴδους· τοῦτο γὰρ μᾶλλον ἔθος αὐτῷ λέγειν τὸ καθ’ ἕκαστα καὶ συγκεχυμένον. τὸ δὲ ὅταν κατηγορηθῇ τι τῆς ὕλης ἤτοι δηλω‐ τικόν ἐστι τοῦ ὅλου καὶ συνόλου (τότε γὰρ ὅλον τί ἐστιν, ὅταν κατηγορηθῇ τι τῆς ὕλης, τουτέστιν ὅταν ἐν τῇ ὕλῃ ἐπιγένηται· τοῦτο δέ ἐστι τὸ εἶδος·
25εἶδος γὰρ ἡ ὕλη λαβοῦσα γίγνεται τὸ σῶμα), ἢ τῆς ὕλης τοῦ ὑποκειμένου νῦν λέγει, ὃ σύνολον εἶπεν, ὅταν κατηγορηθῇ [μέν] τι τῶν αἰσθητῶν, ἅ ἐστιν ὅλα καὶ ὡς ὗλαι ὑποκείμεναι τῷ κατηγορουμένῳ ἔστι [τι] τοῦτο, ὃ κατηγορηθῇ αὐτῶν. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. εἰ καὶ δοθείη εἶναι τὸ καθόλου, τουτέστι τὰ γένη καὶ εἴδη (ταῦτα γὰρ τὰ κατηγορούμενα τῆς ὡς
30ὕλης οὐσίας, ἥτις ἐστὶν ἡ ἄτομος), παρὰ τὰ ὧν ἐστι γένη καὶ εἴδη ἀτό‐ μων, πότερον παρὰ πάντα τὰ ἄτομά ἐστι ταῦτα τὰ καθόλου καὶ ἐπὶ πᾶσιν ἀτόμοις, εἴτε φυσικὰ εἴη εἴτε τεχνικά, εἶναί τι τὸ κοινὸν παρ’ ἐκεῖνα, ἢ παρὰ μὲν ἔνια ἄτομα ἔστι τι τὸ κοινόν, παρὰ δὲ ἔνια οὐδέν ἐστι κοινόν.
εἰπὼν δὲ ταῦτα, ἃ εἵπετο τῇ ὑποθέσει, ἑξῆς ἐπήνεγκε τὸ ἢ παρ’ οὐθέν211
in Metaph
.

212

ἐστιν, ἀναιρετικὸν ὂν τῆς ὑποθέσεως. εἰ γὰρ παρὰ μηδὲν εὑρίσκοιτο τῶν καθ’ ἕκαστα δυνάμενον κοινὸν εἶναι * * χωριστόν. προσθεὶς δὲ ταῦτα, ἄρχεται ἀπὸ τοῦ τελευταίου τοῦ εἰ παρὰ μηδέν, καὶ δείκνυσι τίνα ἕπεται ἄτοπα, εἰ μηδ’ ὅλως εἴη παρὰ μηδὲν τῶν καθ’ ἕκαστα τὸ κοινόν· οὐδὲν
5γὰρ ἔσται τὸ νοητόν, ἀλλὰ πάντα τὰ ὄντα αἰσθητά· τοιοῦτον γὰρ τὰ ὅλα καὶ συναμφότερα, παρ’ ἃ κεῖται μηδὲν ἄλλο εἶναι. εἰ δὲ μή ἐστι νοητόν τι, οὐδὲ ἐπιστήμη οὐδενὸς ἔσται· κατὰ γὰρ τὰ κοινά, ἅ ἐστι νοητά, αἱ ἐπιστῆμαι, εἰ μὴ βούλοιτό τις λέγειν τὴν αἴσθησιν ἐπιστήμην· ἐπιστητὰ γὰρ πάντα ἔσται καὶ οὕτω γνωστὰ οὐ κατὰ τὴν κυρίως ἐπιστήμην λεγο‐
10μένην. προστίθησι δὲ τούτοις ὅτι οὐδὲ ἀίδιον οὐδὲ ἀκίνητον· τὰ γὰρ αἰσθητὰ πάντα φθείρεται καὶ ἐν κινήσει ἐστίν, τουτέστιν ἐν ῥύσει· κατὰ τὸ ἔνδοξον ἐπιχειρῶν, καὶ καθ’ οὓς ἐδόκει πάντα τὰ αἰσθητὰ γεννητὰ εἶναι καὶ φθαρτά. μάλιστα δὲ τοῦτο ἐδόκει Πλάτωνι· καὶ γὰρ εἰ ὑπετί‐ θετο τὸν κόσμον μὴ φθαρήσεσθαι, ἀλλὰ τῇ γε αὐτοῦ φύσει φθαρτὸν αὐτὸν
15ἔλεγεν εἶναι. ἄλλως δὲ καὶ εἵπετο φθαρτὸν αὐτὸν εἶναι, γεννητόν γε ὄντα, ἐπεὶ αὐτῷ γε κινεῖσθαι μὲν πάντα δοκεῖ τὰ αἰσθητά, οὐ μὴν καὶ φθαρτὰ εἶναι· τὸ γὰρ κυκλοφορητικὸν σῶμα πᾶν ἀγένητόν τε καὶ ἄφθαρτον ἡγεῖ‐ ται. ἀλλὰ νῦν, ὡς ἔφην, κατὰ τὸ ἔνδοξον ἐπιχειρεῖ· οἷς γὰρ δοκεῖ πάντα τὰ αἰσθητὰ ἔνυλα εἶναι καὶ ἐν ῥύσει συνεχεῖ, τούτοις καὶ φθαρτὰ αὐτὰ
20εἶναι δοκεῖ. λαβὼν δὲ τὸ μηδὲν ἔσεσθαι ἀίδιον, εἰ μή τι εἴη παρὰ τὰ αἰσθητά, ἐπιφέρει τούτῳ ὡς ἀκόλουθον τὸ ἀλλὰ μὴν εἴ γε ἀίδιον οὐδέν ἐστιν, οὐδὲ γένεσιν εἶναι δυνατόν· ἀνάγκη γὰρ εἶναί τι τὸ γιγνό‐ μενον καὶ ἐξ οὗ γίγνεται, καὶ τούτων τὸ ἔσχατον ἀγένητον, εἴπερ ἵσταταί τε καὶ ἐκ μὴ ὄντος γίγνεσθαι ἀδύνατον, δεικνὺς
25ὅτι εἰ μή ἐστί τι ἀίδιον, οὐδὲ γένεσις ἔσται, εἰ δὲ μὴ γένεσις, οὐδὲ τὰ γενητά, εἰ δὲ μὴ τὰ γενητά, οὐδὲ τὰ αἰσθητά· ᾧ ἀκολουθεῖ τὸ εἰ μόνα τὰ αἰσθητά ἐστι, μηδὲ τὰ αἰσθητὰ ἔσεσθαι. ὅτι δὲ εἰ μή ἐστί τι ἀίδιον, οὐδὲ γένεσις ἔσται, οὕτως ἔδειξεν. εἰ γίγνεταί τι, ἀνάγκη εἶναί τι τό τε γιγνόμενον, τουτέστιν ὃ γίγνεται τὸ γιγνόμενον, καὶ ἄλλο τούτου τὸ
30ἐξ οὗ γίγνεται· οἷον εἰ ἄνθρωπος γίγνεται, δεῖ εἶναι καὶ δύνασθαι εἶναι καὶ τοῦτο ὃ γίγνεται ἄνθρωπος (ἀνυπάρκτου γὰρ ὄντος τοῦ ἀνθρώπου οὐδ’ ἂν γένοιτο ἄνθρωπος), δεῖ οὖν εἶναί τι τὸν ἄνθρωπον ὃ λέγεται γίγνεσθαι, καὶ ἔτι τὸ ἐξ οὗ γίγνεται οὗτος· πᾶν γὰρ τὸ γιγνόμενον ἐξ οὐ τοιούτου· εἰ γὰρ ἦν τοῦτο, οὐκ ἂν ἐγίνετο· τοῦτο δέ ἐστι τὸ ὑποκεί‐
35μενον καὶ ὕλη. τούτων ὑποκειμένων ἐξ ὧν γίγνεται τὰ γιγνόμενα (πλείω212
in Metaph
.

213

γὰρ τὰ προσεχῆ ὑποκείμενα· ἄλλο γὰρ ἄλλῳ τῶν ὑποκειμένων τὸ προσεχῶς ὑποκείμενον) τούτων δὴ τῶν ὑποκειμένων, φησίν, ἀνάγκη τὸ ἔσχατον ὑπο‐ κείμενον ἀίδιον εἶναι. ἔσχατον δὲ ὑποκείμενόν ἐστιν ἡ πρώτη ὕλη· ἀνα‐ λύοντες γὰρ τὰς προσεχεῖς ὕλας τῶν γιγνομένων ἐν ἐκείνῃ ἐσχάτῃ παυόμεθα.
5ἣν ἐσχάτην ὅτι ἀναγκαῖόν ἐστιν ἀίδιον εἶναι, δείκνυσιν ἐκ τοῦ εἰ μή ἐστί τι ἔσχατον ὑποκείμενον ἀίδιον, ἐξ οὗ ἡ γένεσις, ἀκολουθήσει ἢ ἐπ’ ἄπειρον γίγνεσθαι ἄλλο ἐξ ἄλλου ἢ ἐκ τοῦ μὴ ὄντος γίγνεσθαι· ἀμφότερα δὲ ἀδύ‐ νατα. εἰ γὰρ πᾶν τὸ ληφθὲν ὑποκείμενον γέγονε, δεήσει αὐτὸ ἢ ἐξ ἄλλου ὑποκειμένου γεγονέναι ἢ ἐκ τοῦ μὴ ὄντος, εἰ γέγονε μέν, οὐκ ἐξ ὑποκει‐
10μένου δέ. ἀλλὰ μὴν ἀμφοτέρως ἀδύνατον. οὔτε γὰρ ἐκ μὴ ὄντος οἷόν τε γίγνεσθαι· κοινὴ γὰρ αὕτη δόξα τῶν περὶ φύσεως εἰπόντων τι, τὸ μηδὲν ἐκ τοῦ μὴ ὄντος γίγνεσθαι, καὶ φανερῶς ἄτοπον καὶ ἀδύνατον τὸ οὕτω τι λέγειν γίγνεσθαι. ἀλλὰ μὴν οὐδὲ ἐπ’ ἄπειρον οἷόν τε ἄλλο ἄλλου αἴτιον εἶναι καὶ ἄλλο ἄλλῳ ὑποκεῖσθαι κατ’ εὐθυωρίαν, ὡς ἔδειξεν ἐν τῷ ἐλάτ‐
15τονι τῶν Α ὄντι πρὸ τούτου. εἰ τοίνυν μηδέτερον, ἢ οὐκ ἔσται γένεσις, ἢ τὸ πρῶτον ὑποκείμενον ἀίδιον καὶ ἀγένητον ἔσται. ἕπεται ἄρα τῷ μηδὲν ἀίδιον εἶναι τὸ μηδὲ γένεσιν εἶναι. δύναται δὲ τὸ καὶ τούτων εἰρῆσθαι μὴ μόνον ἐπὶ τῆς ὕλης, ἥτις ἐστὶ τὸ ἐξ οὗ γίγνεται, ἀλλὰ καὶ ἐπὶ τοῦ γινομένου· δοκεῖ γὰρ ἐν τοῖς κατὰ φύσιν γιγνομένοις τὸ ὅμοιον ὑπὸ τοῦ
20ὁμοίου γίγνεσθαι· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ, ὥστε εἰ γίγνεται ἄνθρωπός τις, δεῖ ἄνθρωπον εἶναι· τὸν γὰρ ποιοῦντα καὶ γεννῶντα. ἀναγκαῖον δὲ καὶ ἐπὶ τούτων εἶναι ποιητικὸν ἀίδιον, καὶ αὐτὸς μετὰ τὸ περὶ τῆς ὕλης εἰπεῖν ἐπιχειρεῖ δεικνύναι ὅτι καὶ τὸ γινόμενον ἀίδιον εἶναι δεῖ. p. 999b8 Ἔτι δὲ καὶ γενέσεως οὔσης καὶ κινήσεως ἀνάγκη καὶ
25πέρας εἶναι. Ἡ ἐπιχείρησις καὶ αὕτη γίγνεται εἰς τὸ εἶναί τινα ἀρχὴν γενέσεως, ὅ ἐστι πρῶτον ὑποκείμενον ἀγέννητον, καὶ μὴ ἐπ’ ἄπειρον γίγνεσθαι ἄλλο ἐξ ἄλλου. ἔστι δὲ δυνάμει τοιαύτη. εἰ πάσης κινήσεως καὶ πάσης γενέ‐ σεώς ἐστι πέρας, ἔστιν αὐτῶν ἀρχή· οὗ γάρ ἐστι πέρας, τούτου ἀνάγκη
30καὶ ἀρχὴν εἶναι· μὴ οὔσης γὰρ ἀρχῆς ἀλλ’ ἐπ’ ἄπειρον ἀνιούσης τῆς γενέσεως ἢ τῆς κινήσεως, οὐδ’ ἂν εἴη τέλος τι αὐτῶν. ἀλλὰ μὴν πάσης γενέσεως καὶ κινήσεως τέλος ἐστίν, ὃ ἔλαβε διὰ τοῦ οὔτε γὰρ ἄπειρός ἐστιν οὐδεμία κίνησις, ὃ ἐν ἄλλοις δέδεικται, διὰ τὸ πᾶσαν κίνησιν εἶναι πόθεν ποῖ· τό τε γὰρ αὐξανόμενον πέρας ἔχει τῆς αὐξήσεώς τι,
35ὁμοίως δὲ καὶ τὸ ἀλλοιούμενον, ὁμοίως δὲ καὶ τὸ φθειρόμενον. ὥσπερ δὲ
πάσης κινήσεώς ἐστι πέρας, οὕτω καὶ γενέσεως· οὐδὲν γὰρ ἀδύνατον γενέσθαι213
in Metaph
.

214

γίγνεται· καὶ γὰρ καὶ τοῦτο δέδεικται. ὃ γὰρ οὐχ οἷόν τε γενέσθαι οὐδὲ γίγνεται· οὐ γὰρ γίγνεται σύμμετρος ἡ διάμετρος, ὅτι οὐ δύναται γενέσθαι τε καὶ ἐπιτελεσθῆναι. ἀδύνατον δὲ γενέσθαι τὸ πέρας μὴ ἔχον τῆς γενέ‐ σεως ἀλλὰ γιγνόμενον ἐπ’ ἄπειρον, ὥστε οὐδὲ τὴν ἀρχὴν γίγνεται. πᾶν
5ἄρα τὸ γιγνόμενον γενέσθαι δύναται, τὸ δὲ δυνάμενον γενέσθαι κἂν γένοιτο. ἀλλὰ μὴν τὸ γεγονὸς ἀνάγκη εἶναι ὅτε πρῶτον γέγονεν· τὸ γὰρ γεγονὸς ὅτε ἔστι πέπαυται γιγνόμενον· δέδεικται γὰρ τοῦτο ἐν τῷ Ζ τῆς Φυσικῆς ἀκροάσεως. εἰ δὲ ἔστιν ὅτε πρῶτον γέγονεν, ἔστι πέρας παντὸς τοῦ γιγνο‐ μένου· τοῦ γὰρ τοῦτο λαβεῖν χάριν ἐχρήσατο τῷ τὸ γεγονὸς ἀνάγκη
10εἶναι ὅτε πρῶτον γέγονεν. ἔστιν ἄρα καὶ ἀρχὴ παντὸς γιγνομένου τε καὶ κινουμένου. εἰ δὲ τοῦτο, οὐκ ἐπ’ ἄπειρον ἄλλο ἐξ ἄλλου γίγνεται. εἰ δὲ μὴ τοῦτο, ἔστι τι ἀίδιον ἔσχατον ὑποκείμενον. ἀσαφὴς δὲ ἡ ἐπι‐ χείρησις δοκεῖ τῷ παραλιπεῖν αὐτὸν τὸ ἀκολουθοῦν τῷ εἶναι πάσης κινή‐ σεως καὶ γενέσεως πέρας. ἦν δὲ τὸ ὧν ἐστι πέρας, καὶ ἀρχὴν τούτων
15εἶναι. τοῦτο γὰρ ὡς γνωρίμως ἑπόμενον παραλιπών, μόνον ἔδειξεν ὅτι πάσης κινήσεως καὶ γενέσεως ἔστι πέρας. καὶ ἡ κυκλοφορητικὴ δὲ κίνησις πέρας ἔχει· ἀπὸ γὰρ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ γίνεται, καὶ ἡ ἀπειρία ταύ‐ της τῷ πάλιν τὴν αὐτὴν γίγνεσθαι κίνησιν, οὐ τῷ ἄλλοτε ἄλλην. p. 999b12 Ἔτι δὲ εἴπερ ἡ ὕλη ἐστὶ διὰ τὸ ἀγένητος εἶναι, πολὺ
20μᾶλλον εὔλογον εἶναι τὴν οὐσίαν. Δείξας ὅτι ἔστι τι ἔσχατον ἀίδιον ὑποκείμενον (τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ ἔτι δὲ εἴπερ ἡ ὕλη ἐστὶ διὰ τὸ ἀγένητος εἶναι· ἀδύνατον γάρ, εἰ μὴ εἴη τι τοιοῦτον, γένεσιν εἶναι· καὶ γὰρ εἰ ἐπ’ ἄπειρον ἡ ὕλη προΐοι, οὐδὲν ἂν ἐκ τῆς ὕλης γίνοιτο τῷ μηδέποτε ἄλλην ἐξ ἄλλης γινο‐
25μένην ὕλην παύεσθαι † ἐκλυούσης τῆς ὕλης τὰ ἐκ τῆς ἄλλης ἀλλ’ οὐκ ἐγγινομένης) δείξας οὖν ὅτι τὸ πρῶτον ὑποκείμενον δεῖ ἀγένητον εἶναι καὶ οὐκ ἐπ’ ἄπειρον γίγνεσθαι ἄλλο ἐξ ἄλλου, νῦν δείκνυσιν ὅτι καὶ τὸ εἶδος, ὃ γίγνεται ἐν τῇ ὕλῃ, εἶναι δεῖ ἀίδιον, δεικνὺς διὰ τούτων καὶ κατα‐ σκευάζων ὅτι ἔσται τις οὐσία μοναδικὴ ἀίδιος. εἰ γὰρ ἔστι φύσις τῆς
30ὕλης, εὐλογώτερον τὴν οὐσίαν εἶναι ταύτην, ἣν ἡ ὕλη δέχεται· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ εἰπεῖν ὅ ποτε ἐκείνη γίγνεται. οὐσίαν δὲ τὸ εἶδος
λέγει· καθ’ ὃ γὰρ ἑκάστῳ τὸ εἶναι, τοῦτο οὐσία· ἡ γὰρ ὕλη δεξαμένη214
in Metaph
.

215

εἶδος παρέχεται τὸ γιγνόμενον ἐξ αὐτῆς γεγονός, τουτέστιν ὃ δέχεταί τε καὶ γίνεται. ὅτι οὖν εὔλογον καὶ τὸ εἶδος προϋπάρχειν ἀίδιον ὄν, ὃ ἡ ὕλη δέχεται, οὕτω δείκνυσιν. ὥσπερ μὴ ὄντος τοῦ ὑποκειμένου ἀδύνατον ἦν γενέσθαι τι, οὕτω καὶ μὴ ὄντος τοῦ ὃ δέχεται τὸ ὑποκείμενον ἀδύ‐
5νατον γένεσιν εἶναι· ὃ εἶπε διὰ τοῦ εἰ γὰρ μήτε τοῦτο ἔσται μήτε ἐκεῖνο, οὐδὲν ἔσται τὸ παράπαν, ὃ ἴσον ἐστὶ τῷ εἰ γὰρ μὴ ἀμφό‐ τερα εἴη ἥ τε ὕλη καὶ τὸ εἶδος ἀίδια, οὐδὲν ἂν τὸ παράπαν γένοιτο. ὅτι γὰρ τοῦτο λέγει, ἐδήλωσεν εἰπὼν ἀνάγκη τι εἶναι παρὰ τὸ σύνολον τὴν μορφὴν καὶ τὸ εἶδος, τὸ μὲν σύνολον λέγων τὸ γεγονός, τὸ συναμ‐
10φότερον καὶ αἰσθητόν. δεῖν δὲ ἑκάτερον εἶναι λέγων, ἐξ ὧν εἶναι τὸ σύνολον, τήν τε ὕλην καὶ τὴν μορφὴν καὶ τὸ εἶδος, ὡς εἴπομεν (λέγει γάρ, εἰ μήτε τοῦτο ἔσται μήτε ἐκείνη, λέγων τὸ εἶδος καὶ τὴν ὕλην, οὐθὲν ἔσται τὸ παράπαν), ἐπήνεγκεν εἰ δὲ τοῦτο ἀδύνατον, λέγων ἀδύνατον τὸ μηδὲν ἔσεσθαι, ἀνάγκη εἶναι παρὰ τὸ σύνολον, τουτέστι τὸ συναμ‐
15φότερον, ὅ ἐστιν εἶδος ἐν ὕλῃ, τὴν μορφὴν καὶ τὸ εἶδος, ὑγιὲς μὲν λαμβάνων τὸ δεῖν, ὡς ἡ ὕλη, οὕτως εἶναί τι καὶ εἶδος ἀίδιον, οὐ μὴν τὸ ἐν τῇ ὕλῃ γινόμενον εἶναι δεῖ τοῦτο, ἀλλὰ τὸ ποιητικόν, ὃ εἰ εἴη τῷ ποιουμένῳ ὅμοιον, εἴη ἂν προϋπάρχον πως. λαβὼν δὲ ἐκ τῆς ἐπιχειρή‐ σεως τὸ δεῖν καὶ τὸ εἶδος προϋπάρχειν ὥσπερ καὶ τὴν ὕλην, ἵνα ἐξ αὐτῶν
20προϋπαρχόντων τὸ σύνολον καὶ συναμφότερον γένηται, ἐπὶ τούτοις ἀπορεῖ, ὃ καὶ αὐτὸ ἀρχόμενος τῆσδε τῆς ἀπορίας ἀπορήσειν προέθετο, εἰπὼν πότερον εἰ ἔστι παρὰ πάντα εἶναι δε. εἰ γὰρ καὶ τὸ εἶδός τις θήσεται προϋπάρχειν καὶ ἀίδιον εἶναι τὸ γιγνόμενον ἐν τῇ ὕλῃ, ἐπὶ τίνων τῶν ὄντων τε καὶ γιγνομένων ἐρεῖ προϋπάρχειν τὸ εἶδος ἀίδιον ὄν, καὶ ἐπὶ
25τίνων οὔ; οὐ γὰρ ἐπὶ πάντων τῶν γιγνομένων οἷόν τε τοῦτο λέγειν. καὶ παρατίθεται τὰ κατὰ τέχνην γιγνόμενα, ἐφ’ ὧν ἄτοπον λέγειν τὸ ὑπὸ τοῦ τεχνίτου εἶδος ἐγγινόμενον τῇ ὕλῃ προϋπάρχειν τε καὶ ἀίδιον εἶναι. ταῦτα δὲ δύναται μὲν καὶ περὶ τῶν ἰδεῶν λέγεσθαι καὶ ἀπορεῖσθαι, δύναται δὲ καὶ ἁπλῶς περὶ τοῦ ἐνύλου εἴδους κατ’ ἀκολουθίαν τῆς ἀπορίας λέγεσθαι.
30p. 999b20 Πρὸς δὲ τούτοις πότερον ἡ οὐσία μία πάντων ἔσται, οἷον τῶν ἀνθρώπων· οὐ γὰρ ἓν ἅπαντα ὧν ἡ οὐσία μία. Καὶ τοῦτο πρὸς τοῖς εἰρημένοις ἀπορεῖ, εἰ ἔστι καὶ τὰ εἴδη προϋπάρ‐ χοντα ὥσπερ ἡ ὕλη, πότερον ἓν εἶδος κατ’ ἀριθμόν ἐστι καὶ μία οὐσία κατὰ τὸν ἀριθμὸν πάντων τῶν ἀνθρώπων, ἢ πολλὰ καὶ τοσαῦτα ὅσοι οἱ
35ἄνθρωποι οἱ καθ’ ἕκαστα. εἰ μὲν γὰρ ἕν τις θήσεται κατὰ τὸν ἀριθμόν,
εἷς ἄνθρωπος γενήσεται ἐκ τῆς ὕλης ἐκεῖνο δεξαμένης τὸ εἶδος· εἰ δὲ215
in Metaph
.

216

τοσαῦτα ὅσοι καὶ ἄνθρωποι καθ’ ἕκαστα, ἄλογον· τίνι γὰρ ἐκεῖνα τὰ χωρὶς ὕλης εἴδη τοῦ ἀνθρώπου λαμβανόμενα ἀλλήλων διοίσει; ὑλικαὶ γὰρ αἱ τῶν καθ’ ἕκαστα ἀνθρώπων πρὸς ἀλλήλους διαφοραί. ἐπὶ τούτοις ἀπορεῖ καὶ πῶς ἡ ὕλη δέχεται ταῦτα τὰ προϋπάρχοντα † εἴδη ἢ ὁπωσοῦν τὰ εἴδη, καὶ
5πῶς γίνεται καὶ ἔστιν ἕκαστον τῶν αἰσθητῶν, ἅ ἐστιν ὅλα ἐξ ἀμφοτέρων τούτων, πότερον συντεθέντων ἢ κραθέντων ἢ μιχθέντων; ἢ τίς ὁ τρόπος καθ’ ὃν ἡ ὕλη δεξαμένη τὰ εἴδη γίνεται ἃ γίνεται; ταῦτα δὲ καὶ ἐν ἄλλοις ἠπόρηκε, ζητῶν τί τὸ ἑνοῦν καὶ συνέχον τὸ εἶδος ἐν ὕλῃ, ἐν οἷς τὸ δυνάμει τῆς ὕλης φησὶν αἴτιον γίγνεσθαι τοῦ λαμβάνειν αὐτὸ καὶ μένειν
10ἐν αὑτῇ εἰς τοῦτο μεταβάλλουσαν, ὃ τέως ἐδύνατο, δηλονότι ποιητικοῦ τινος προϋπάρχοντος αἰτίου. p. 999b24 Ἔτι δὲ περὶ τῶν ἀρχῶν καὶ τοῦτο ἀπορήσειεν ἄν τις· εἰ μὲν γὰρ εἴδει εἰσὶν ἕν. Ἡ ἀπορία ἀκόλουθος μέν ἐστι τῷ ἠπορημένῳ τῷ εἰ ἓν κατ’ ἀριθμὸν
15τὸ εἶδος ἢ πλείω, δύναται δὲ καὶ ἐπὶ τὰς ἰδέας τὴν ἀναφορὰν ἔχειν διὰ τὸ παρατίθεσθαι αὐτὸν τὸ αὐτοὲν καὶ αὐτοόν. ἢ δύναται κοινῶς ἀπορεῖ‐ σθαι περὶ τῶν ἀρχῶν· κυρίως γὰρ ὄντα αἱ ἀρχαί· διὸ καὶ τὸ αὐτό προστί‐ θησιν αὐταῖς. κοινῶς οὖν ἀπορουμένη δύναται ἐφαρμόζειν καὶ τοῖς ὑπο‐ κειμένοις λεγομένοις. ἔστι δὲ ὃ ἀπορεῖ περὶ τῶν ἀρχῶν, πότερον ἑκάστη
20αὐτῶν, εἴτε μίαν τις εἴτε πλείους ὑποτίθεται τὰς ἀρχάς, κατὰ τὸ εἶδος τὸ ἓν ἔχουσιν ἢ κατὰ ἀριθμόν, οἷον εἰ ὕλη μία, ἀριθμῷ μία ἢ εἴδει, καὶ εἰ τὸ εἶδος ἕν, ἀριθμῷ ἢ εἴδει. εἰ μὲν γὰρ εἴδει μία ἑκάστη τῶν ἀρχῶν, ἀριθμῷ δὲ πολλαί, οὐδὲν ἔσται, φησίν, ἐν ταῖς τῶν γιγνομένων ἀρχαῖς ἓν κατ’ ἀριθμόν· εἰ δὲ μηδεμία τῶν ἀρχῶν ἓν κατ’ ἀριθμὸν ἔσται, οὐδ’ ἂν
25τῶν ἐκ τῶν ἀρχῶν συγκειμένων ἕν τι εἴη κατ’ ἀριθμόν· τὰ γὰρ ἐξ ἑνὸς οὐ τῷ ἀριθμῷ ἀλλὰ τῷ εἴδει συγκείμενα ἓν τῷ εἴδει, οὐ τῷ ἀριθμῷ. εἰ γὰρ τὰ ἐξ ἑνὸς κατ’ ἀριθμὸν συγκείμενα ἓν τῷ ἀριθμῷ, δῆλον ὡς τὰ ἐξ ἑνὸς τῷ εἴδει τὸ εἶναι ἔχοντα ὁμοίως ἐκείνοις ἕξει τὸ ἕν. ᾧ ἄτοπον ἑπόμενον ἐπήνεγκε τὸ μηδὲ τὸ αὐτοὲν καὶ αὐτοὸν κατ’ ἀριθμὸν ἓν ἔσεσθαι,
30ἃ καὶ αὐτὰ ἐν ταῖς ἀρχαῖς ἐτίθεντο οἱ τὰς ἰδέας εἶναι λέγοντες ἀρχάς. ἀλλὰ μὴν εἰ μή ἐστι τὸ αὐτοὲν ἓν κατ’ ἀριθμόν, τούτου δὲ μετουσίᾳ πάντα ἐστὶν ἕν, οὐδ’ ἂν τῶν ἄλλων τι ἓν κατ’ ἀριθμὸν εἴη τῶν πρὸς ἐκεῖνο τὸ εἶναι ἐχόντων· πρὸς γὰρ ἓν τῷ εἴδει ὁμοιούμενα ὁμοίως ἂν ἐκείνῳ καὶ αὐτὰ τὸ ἓν ἔχοι· οὐδὲν ἄρα ἔσται ἓν κατ’ ἀριθμόν, εἰ μήτε
35τῶν γινομένων πρός τι ἓν κατ’ ἀριθμὸν ἔσται, μήτε τὸ αὐτοὲν ἡ ἀρχή,
ἀλλὰ μηδ’ ἄλλη τις τῶν ἀρχῶν. καὶ προστίθησι τούτῳ ὅτι οὐδ’ ἐπιστήμη216
in Metaph
.

217

ἔσται, εἰ μὴ εἴη ἕν τι κατὰ τὸν ἀριθμόν· αἱ γὰρ ἐπιστῆμαι γίνονται τῷ ἕν τι ἐπὶ πολλῶν λαμβάνεσθαι, ὡς εἴρηκε καὶ πρὸ βραχέος· κατὰ γὰρ τὸ κοινὸν αἱ ἐπιστῆμαι, ὃ κοινὸν ἓν κατ’ ἀριθμὸν ὂν δείκνυται· οὐ γὰρ δὴ ὥσπερ τὰ ὑπὸ τὸ κοινόν ἐστιν ἀλλήλοις ἓν τῷ εἴδει ἢ τῷ γένει, οὕτω δὲ
5καὶ τὸ κοινὸν τὸ εἶδος τὸ ἐπ’ ἐκείνοις ἢ τὸ γένος ἓν τῷ εἴδει ἢ τῷ γένει ἔσται. οὕτω γὰρ ἐπ’ ἄπειρον προελεύσεται· εἰ γὰρ τὸ ζῷον ἔσται ἓν κατὰ τὸ εἶδος κοινὸν τὸ εἶναι ἓν ἔχον, ὁμοίως πάλιν καὶ τὰ καθ’ ἃ τὰ ζῷα ἓν εἰ κατὰ τὸ εἶδός ἐστιν ἕν, κἀκεῖνα πολλὰ κατ’ ἀριθμὸν ἔσται, καὶ οὕτως εἰς ἄπειρον προελεύσεται. ἀλλ’ ἐστὶ τῶν κοινῶν ἕκαστον ἓν κατ’
10ἀριθμόν. εἰ δὲ τούτων μὲν αἱ ἐπιστῆμαι, ἅ ἐστιν ἓν κατ’ ἀριθμόν, μηδὲν δέ ἐστιν ἓν κατὰ τὸν ἀριθμόν, εἰ αἱ ἀρχαὶ τῷ εἴδει ἔχοιεν τὸ ἕν, ἀναι‐ ροῖτο ἂν ἐπιστήμη. εἰ γάρ τις λέγοι ἓν κατ’ ἀριθμὸν εἶναι τὸ ἐπὶ ταῖς ἀρχαῖς, ἐπεὶ ἓν κατὰ τὸ εἶδος ὑπέκειτο εἶναι, λέγοι ἂν οὗτος οὐκέτι τῷ εἴδει τὸ ἓν ἔχειν τὰς ἀρχάς· τὸ γὰρ εἶδος ἐκεῖνο τὸ ἓν τῷ ἀριθμῷ ἀρχὴ
15μᾶλλον τῶν ὑπ’ αὐτό, καὶ οὐκέτι ἓν τῷ εἴδει ἀλλὰ τῷ ἀριθμῷ. ἔτι οὐδὲ τῷ εἴδει ἕν τι δύναται εἶναι, ὧν μή ἐστί τι ἓν κατ’ ἀριθμὸν κοινὸν εἶδος· πολλὰ γὰρ ὄντα κατ’ ἀριθμὸν † ἔχοντα ἂν κοινωνίαν ἀλλήλοις, ἃ μή ἐστι τὰ κατ’ ἀριθμὸν ἕν, οὐδ’ ἂν ταῦτα ἔτι εἴη τὰ αὐτὰ τῷ εἴδει. δύναταί τις ἀκούειν τοῦ καὶ τὸ ἐπίστασθαι πῶς ἔσται, εἰ μή τι ἔσται ἓν
20ἐπὶ πάντων; ὡς εἰρημένου πρὸς τοὺς τὰς ἰδέας τιθεμένους· ἔλεγον γὰρ ἐκεῖνοι μὴ ἄλλως ἐπιστήμην ἔσεσθαι, εἰ μὴ αἱ ἰδέαι εἶεν· τὰ μὲν γὰρ αἰσθητὰ ἄπειρά τε καὶ ἐν ῥύσει συνεχεῖ, καὶ διὰ τοῦτο οὐδὲ ἐπιστητά, παρὰ δὲ τὰ αἰσθητά γε καὶ καθ’ ἕκαστα ἡ ἰδέα μία τῷ ἀριθμῷ ἐπὶ πολλῶν λαμβανομένη ἀκίνητός τε καὶ ἀίδιος αἰτία ἐπιστήμης γίνεται· ἀναιρεῖται δὲ
25τοῦτο, εἰ μηδὲ ἐκεῖναι τὸ κατ’ ἀριθμὸν ἔχοιεν ἕν. p. 999b27 Ἀλλὰ μὴν εἰ ἀριθμῷ ἓν καὶ μία ἑκάστη τῶν ἀρχῶν. Δείξας τί ἄτοπον ἑπόμενον, εἰ λέγοιντο αἱ ἀρχαὶ τῷ εἴδει μία, νῦν πάλιν ἐπιχειρεῖ πρὸς τὸ μηδὲ κατ’ ἀριθμὸν δύνασθαι τὸ ἓν ἔχειν τὰς ἀρχάς. ἄγει δὲ πάλιν τὸν λόγον ἐπὶ τὰς ἀρχὰς τὰς ὡς στοιχεῖα λεγο‐
30μένας, ἐξ ὧν κατὰ σύνθεσιν γίνεται τὸ ἐξ αὐτῶν ὡς ἐπὶ τῶν στοιχείων, καὶ δείκνυσιν ἐπὶ τῶν οὕτως λεγομένων ἀρχῶν, εἰ ἑκάστη αὐτῶν μία κατ’ ἀριθμὸν εἴη, ὅτι οὐ πλείω τὰ ὄντα τῶν στοιχείων ἔσται· ὡς γὰρ κατὰ τὸ εἶδος ἀλλήλαις αἱ αὐταὶ συλλαβαί, κατὰ δὲ τὸν ἀριθμὸν ἄπειροι, τῷ τὰ στοιχεῖα ἐξ ὧν συντίθενται κατὰ τὸν ἀριθμὸν ἄπειρα δύνασθαι λαμβάνε‐
35σθαι κατ’ εἶδος ὄντα ταὐτά, γίγνονται, οὕτως, εἰ μὴ εἴη κατ’ ἀριθμὸν τὰ
στοιχεῖα πολλά, ἀλλ’ ἓν εἴη κατ’ ἀριθμὸν α καὶ ἓν β, ἀνάγκη καὶ συλλαβὴν217
in Metaph
.

218

ἐξ αὐτῶν τούτων συντιθεμένων γενέσθαι μίαν, οὐδὲ ἔσται λαβεῖν πλείους συλλαβὰς ἐχούσας τὸ β, εἰ ἕν ἐστι τῷ ἀριθμῷ τὸ β, πλὴν τῆς βα· ὅλως γὰρ οὐδενὶ ἄλλῳ β ἔτι ἐνυπάρχει, εἰ ἓν ὄν ἐστιν, ἢ ἐν τῇ βα συλλαβῇ. ὡς οὖν ἐπὶ τῶν συλλαβῶν καὶ τῶν στοιχείων ἔχει, εἰ ἓν κατ’ ἀριθμὸν τὰ
5στοιχεῖα (οὐ πλείω ἔσται ἐν ταῖς συλλαβαῖς, ἀλλὰ τοσαῦτα ὅσα ἐστὶν αὐτά), οὕτω καὶ ἐπὶ τῶν ὄντων φησὶν ἕξειν, εἰ ἓν αὐτῶν αἱ ἀρχαὶ κατ’ ἀριθμὸν ἑκάστη μία. ἐξηγήσατο δὲ καὶ τί τὸ ἀριθμῷ ἕν ἐστιν, ὅτι τὸ καθ’ ἕκαστον, καὶ τί τὸ καθόλου ἐστίν, ὅτι τὸ ἐπὶ τοῖς καθ’ ἕκαστον κοινὸν λαμ‐ βανόμενον, τοῦτο δέ ἐστιν εἶδός τε καὶ γένος. εἰπὼν δὲ ὥσπερ οὖν εἰ τὰ
10τῆς φωνῆς ἀριθμῷ ἦν στοιχεῖα ὡρισμένα, ἦν ἂν καὶ τὰ γράμματα τοσαῦτα τὰ γραφόμενα ὅσα αὐτῶν καὶ τὰ στοιχεῖα, οὐκέτι ἀνταπέδωκε τὸ οὕτω δὲ καὶ ἐπὶ τῶν ὄντων καὶ τοῦ ἀριθμοῦ τούτων ἕξει· οὐδὲν γὰρ ἄλλο παρὰ τὰ στοιχεῖα ἔσται, τουτέστιν οὐ πλείω τὰ ὄντα τῶν στοιχείων ἔσται· ἀλλ’ ὡς γνωρίμου τῆς ἀκολουθίας οὔσης παρέλιπεν αὐτὴν ἐπενεγκεῖν.
15εἰ γάρ ἐστι μία τῷ ἀριθμῷ γῆ καὶ ἕκαστον τῶν τεσσάρων, ταῦτα δὲ εἴη ἐν τῷδέ τινι τῷ σώματι, ἀδύνατον ἐξ αὐτῶν δηλονότι ἄλλο τι σῶμα εἶναι. σφόδρα δὲ λογικῶς καὶ διαλεκτικῶς ἡ ἐπιχείρησις ἔχει. p. 1000a5 Οὐθενὸς δ’ ἐλάττων ἀπορία παραλέλειπται καὶ τοῖς νῦν καὶ τοῖς πρότερον.
20 Ἣν ἀναγκαίαν οὖσαν ἀπορίαν κατευθυνθῆναί φησι πᾶσι τοῖς πρὸ αὐ‐ τοῦ παραλελεῖφθαι, εἴρηται μὲν καὶ αὕτη ὥσπερ καὶ αἱ πρὸ ταύτης κατ’ ἀρχὰς τοῦ βιβλίου ἐν τῇ ἐκθέσει τῶν ἀποριῶν, ἔστι δὲ αὕτη. ζητεῖ πό‐ τερον αἱ αὐταὶ τῶν τε φθαρτῶν καὶ τῶν ἀφθάρτων ἀρχαί. εἰ μὲν γὰρ αἱ αὐταί, τί τὸ αἴτιον τοῦ ἐκ τῶν αὐτῶν ἀρχῶν πάντων ὄντων τὰ μὲν
25αὐτῶν φθαρτὰ εἶναι τὰ δὲ ἄφθαρτα; ἔνθα Ἡσιόδου τε καὶ τῶν ἀρχαίων μνημονεύει θεολόγων, οἳ ἐκ τῶν αὐτῶν ἀρχῶν ὑποτιθέμενοι πάντα ἀιδίων οὐσῶν καὶ ἀφθάρτων τὸ αὑτοῖς δόξαν πιθανὸν εἶναι τοῦ τὰ μὲν ἄφθαρτα τὰ δὲ φθαρτὰ εἶναι ἔφασαν μόνον, ἡμῶν δὲ καὶ τοῦ ἡμᾶς διδάξαι τε καὶ πεῖσαι ὠλιγώρησαν· ὑποθέμενοι γὰρ τὰς ἀρχὰς ἀιδίους τε καὶ θείας εἶναι
30καὶ πάντα ἐξ ἐκείνων τὰ ὄντα εἶναι καὶ γεγονέναι, τὰ μὲν γευσάμενα τῆς ἀμβροσίας καὶ τοῦ νέκταρός φασι θεοὺς γενέσθαι, ὅσα δὲ μὴ ἐγεύσατο, ταῦτα φθαρτά, πρῶτον μὲν τὴν ἀμβροσίαν καὶ τὸ νέκταρ τὰ θεοποιὰ νά‐ ματα αὑτοῖς ἴσως γνώριμα λέγοντες· οὐ γὰρ δὴ ἡμῖν ἢ τῶν ἄλλων τινί.
δεύτερον δὲ καὶ περὶ αὐτῆς τῆς προσφορᾶς τούτων ἁπλῶς εἶπον καὶ οὐδα‐218
in Metaph
.

219

μῶς γνωρίμως· τίνος γὰρ χάριν ἦλθον ἐπὶ τὸ γεύσασθαι τούτων ἃ αἴτια αὐτοῖς τῆς ἀθανασίας; εἰ μὲν γὰρ ἡδονῆς χάριν αὐτῶν γεύονται, οὐδὲν αὐτοῖς εἰς τὸ εἶναι συντελεῖ τὸ νέκταρ καὶ ἡ ἀμβροσία, ὥστε οὐ διὰ τὸ γεύσασθαι ἀθάνατα· εἰ δὲ εἰς τὸ εἶναι ἡ τούτων αὐτοῖς γεῦσις συντελεῖ,
5δῆλον ὡς τροφή ἐστιν αὐτοῖς, τὰ δὲ τρεφόμενα καὶ μὴ ἂν ὄντα εἰ μὴ τρέφοιτο, πῶς οἷόν τε λέγειν ἀίδια εἶναι; τοσαῦτα δὲ Ἡσιόδου τε καὶ τῶν ἄλλων θεολόγων ἐπιμνησθεὶς τὸ μὲν τὰς τούτων δόξας μετὰ σπουδῆς ἐξε‐ τάζειν μύθους λεγόντων καὶ διὰ μύθων τὰ ψευδῆ συναγόντων τε καὶ συνι‐ στάντων παραιτεῖται (τὸ γὰρ μυθικῶς σοφιζομένων ἴσον τῷ διὰ μύθων
10παρακρουομένων τἀληθές), ἐπὶ δὲ τοὺς μετ’ ἀποδείξεως δοκοῦντας λέγειν περὶ τούτων μέτεισι, καί φησι δεῖν παρὰ τούτων ἐξετάζειν τὴν αἰτίαν τοῦ πάντων ἐκ τῶν αὐτῶν ἀρχῶν καὶ στοιχείων γεγονότων, τὰ μέν τινα τῶν ἐξ ἐκείνων ἀίδιά τε εἶναι καὶ ἄφθαρτα τὰ δὲ φθαρτά. εἰ γάρ, φησί, μήτε αἰτίαν τινὰ λέγουσι τούτου, μήτε ἄλλως εὔλογόν τι ἔχει ἡ δόξα, δῆλον
15ὡς οὐκ ἂν εἶεν αἱ αὐταὶ πάντων ἀρχαί. φησὶ δὲ μηδὲ Ἐμπεδοκλέα, ὃς δοκεῖ μάλιστα τῶν ἄλλων φυσιολόγων ὁμολογούμενα λέγειν· ἄλλο μὲν γὰρ στοιχεῖον γενέσεώς τε καὶ τοῦ εἶναι αἴτιον εἰσάγει, τοιοῦτον γὰρ ἡ φιλία αὐτῷ, ἄλλο δὲ φθορᾶς, τὸ γὰρ νεῖκος τοιοῦτον· οὐ μὴν ἀλλὰ φαίνεται καὶ γενέσεως τὸ νεῖκος αὐτῷ ἐν πολλοῖς τὴν αἰτίαν ἔχειν καὶ φιλία φθορᾶς.
20καὶ δείκνυσί γε πῶς μὲν δοκεῖ λέγειν ὁμολογούμενα, πῶς δὲ οὐκ ἐκφεύγει τὴν ἀπορίαν. τίθησι μὲν γὰρ ἐν ταῖς ἀρχαῖς Ἐμπεδοκλῆς καὶ τὸ νεῖκος, ὅ ἐστιν αἴτιον αὐτῷ τῆς φθορᾶς· διὸ πάντα κατ’ αὐτὸν τὰ γινόμενα φθεί‐ ρεται, καὶ οὐ τὰ μὲν τὰ δ’ οὔ. τοῦτο γὰρ ὁμολογούμενον δοκεῖ λέγεσθαι ὑπ’ αὐτοῦ τὸ πάντα τὰ γινόμενα ἐκ τῶν αὐτῶν ἀρχῶν ὄντα ὁμοίως καὶ
25φθείρεσθαι πάντα, ἀλλ’ οὐ τὰ μὲν φθείρεσθαι τὰ δὲ μένειν ἀίδια. μόνα δὲ ἄφθαρτα τὰ στοιχεῖα ὑποτίθεται, ταῦτα δέ ἐστι τὰ δ σώματα καὶ τὸ νεῖκος καὶ ἡ φιλία. καὶ ταύτῃ μὲν δοκεῖ τοῦ φθείρεσθαι τὰ φθειρόμενα αἰτίαν τινὰ ἀπολείπειν καὶ ὁμολογούμενα λέγειν αὑτῷ, ἄλλην μὲν γενέσεως ἄλλην δὲ φθορᾶς ἀποδιδοὺς αἰτίαν. ᾗ δὲ λέγει καὶ τὸ νεῖκος αὐτὸ τοῦτο
30γεννᾶν, τουτέστι γενέσεως αἴτιον οὐ φθορᾶς γίγνεσθαι μόνον, ὥσπερ οὖν καὶ τὴν φιλίαν φθορᾶς, οὐ γὰρ γενέσεως (ἐκ γὰρ τοῦ ἑνός, ὃν θεὸν ἐκεῖνος καὶ σφαῖρον λέγει, τοῦ ὑπὸ τῆς φιλίας γενομένου, πάντα τὰ ὄντα ὑπὸ τοῦ νείκους κατ’ αὐτὸν γίνεται πλὴν τοῦ θεοῦ, λέγων τοῦ σφαίρου, ὃν καὶ ἓν λέγει, ὡς δι’ ὧν παρέθετο ἐπῶν δηλοῦται), ταύτῃ δ’ οὐκέθ’ ὁμο‐
35λογούμενα λέγοι ἂν αὑτῷ· οὐ γὰρ ἂν ἔτι τηροῖ τὸ ἄλλο μὲν εἶναι τῆς φθορᾶς, γενέσεως δὲ ἄλλο αἴτιον εἶναι, δι’ ὃ ἐδόκει ἡ δόξα αὐτοῦ τὸ
εὔλογον ἕξειν.219
in Metaph
.

220

p. 1000a27 Δόξειε δ’ ἂν οὐδὲν ἧττον καὶ τοῦτο γεννᾶν. Τουτέστι γεννητικὸν εἶναι καὶ ποιητικόν. τῷ δὲ ‘ἐκ γὰρ τοῦ ἑνὸς ἅπαντα καὶ ἐκ τούτου τὰ ἄλλα ἐστὶ πλὴν θεόσ‘ δεῖ προστιθέναι τὰ γιγνό‐ μενα ὑπὸ τοῦ νείκους. παραθέμενος δὲ τὰ ἔπη δι’ ὧν τὸ νεῖκος γενέσεως
5κατ’ αὐτὸν πάντων αἴτιον, “ὅσα τ’ ἦν ὅσα τ’ ἔστιν, ὃ ὡς φθορᾶς ποιη‐ τικὸν ἐν ταῖς ἀρχαῖς ὑπέθετο, καὶ ἄνευ τῶν ἐπῶν, φησί, τούτων δῆλόν ἐστιν ὅτι κατ’ αὐτὸν τὸ νεῖκός ἐστι γεννητικόν· εἰ γὰρ μὴ ἐν τοῖς οὖσι τὸ νεῖκος ἦν, ἓν ἄν, φησί, πάντα ἦν, καὶ οὐκ ἂν διεκρίνετο οὐδ’ ἐγίνετο· τοῦ γὰρ μὴ μένειν τὸ ἓν τοῖς οὖσι, τὸ τῆς φιλίας ἔργον, τὸ νεῖκος μιγνύ‐
10μενον αἴτιον. ὅταν γὰρ συνίῃ πάντα καὶ ἓν γίγνηται, τότε τελευταῖον χωρίζεσθαί φησιν αὐτῶν τὸ νεῖκος ὡς αἴτιον τῆς τῶν διαφερόντων οὐσίας, ἐν τῷ τούτου χωρισμῷ ἑνοῦσθαι δυναμένων αὐτῶν. διὰ δὲ τοῦτο, φησί, καὶ ἐν μὲν τοῖς ἄλλοις πᾶσίν ἐστι τὸ νεῖκος κατ’ αὐτόν, ὥσπερ οὖν καὶ τῶν ἄλλων στοιχείων ἕκαστον· οὕτω μὲν γὰρ εἶεν διακεκριμένα καὶ ἐπὶ
15τῆς οἰκείας φύσεως· μόνον δὲ οὐκ ἔστιν ἐν τῷ ἑνὶ τῷ θεῷ, ὥστε μόνῳ τούτῳ οὐκ ἔστι τὸ νεῖκος αἴτιον τοῦ εἶναι, τοῖς δὲ ἄλλοις πᾶσιν. εἰπὼν δὲ πῶς οὐχ ὁμολογούμενα ἀλλήλοις τὰ ὑπὸ Ἐμπεδοκλέους εἰρημένα, καὶ μνημονεύσας ὅτι κατ’ αὐτὸν μόνον οὐκ ἔστι τὸ νεῖκος ἐν τῷ θεῷ, διὸ οὐδὲ ποιητικὸν τούτου ἐστίν, αἰτιᾶται αὐτὸν ὡς κατὰ τοῦτο τῶν ἄλλων
20ἀφρονέστερον ποιοῦντα τὸν θεόν· τὰ μὲν γὰρ ἄλλα πάντα κατ’ Ἐμπεδο‐ κλέα νοήσει τῷ πάσας μὲν τὰς ἀρχὰς ἔχειν ἐν αὑτοῖς, γίγνεσθαι δὲ τὴν νόησιν τῷ ὁμοίῳ τοῦ ὁμοίου, ὁ δὲ θεὸς τὰ μὲν ἄλλα νοήσει τῷ ἔχειν καὶ αὐτὸς τὰ τῶν ἄλλων ἐν αὑτῷ στοιχεῖα, μόνον δὲ τὸ νεῖκος οὐκ ἔσται νοῶν, ἐπεὶ μηδὲ τὴν ἀρχὴν ἔστιν ἐν αὐτῷ. ἀπορήσαι δ’ ἄν τις πῶς
25ἀφρονέστερον λέγει γίγνεσθαι τὸν θεὸν κατ’ Ἐμπεδοκλέα, ἐπεὶ μὴ πάντα νοεῖ· οὕτω γὰρ καὶ κατ’ Ἀριστοτέλην αὐτὸν ἄφρων ἂν εἴη. ἀλλὰ καὶ λέγει που αὐτὸς ὅτι ἔνια ἄμεινον μὴ νοεῖν, ὥσπερ τὰ κακά. ἢ κατὰ τοῦτο κατ’ Ἐμπεδοκλέα ἀφρονέστερος, ὅτι μὴ πλεονεκτῶν τῶν ἄλλων· ἐκ γὰρ τῶν στοιχείων καὶ αὐτὸς παρὰ τὸ νεῖκος γινόμενος καὶ μηδὲν ἄλλο τιμιώ‐
30τερον νοῶν ἢ ταῦτα ἐξ ὧν ἐστιν αὐτός τε καὶ τὰ ἄλλα, τῶν στοιχείων οὐ νοεῖ· ἀλλὰ τὰ μὲν πάντα τὰ στοιχεῖα νοεῖ, ὁ δὲ θεὸς μόνος ἐξ αὐτῶν οὐχ οἷός τέ ἐστι νοεῖν. ἔτι τὰ μὲν ὑλικὰ στοιχεῖα ἔσται πάντα νοῶν, οὐκέτι δὲ καὶ τὰ ποιητικὰ πάντα, ἃ τιμιώτερα τῶν ὑλικῶν. λέγει δὲ ἐν ἄλλοις ὅτι καὶ μόνον ἄφθαρτον τὸ νεῖκος κατ’ αὐτόν. ἔξωθεν δὲ τοῦτο ἀπορήσας
35πρὸς Ἐμπεδοκλέα, ἐπάνεισιν ἐπὶ τὸ τὴν ἀνομολογίαν αὐτοῦ δεικνύναι μὴ
φυλάττοντος μήτε τὴν φιλίαν γενέσεως αἴτιον μήτε τὸ νεῖκος φθορᾶς,220
in Metaph
.

221

ἀλλὰ μηθὲν μᾶλλον θάτερον θατέρου αἴτιον ποιοῦντος, τὸ μὲν νεῖκος γε‐ νέσεως τὴν δὲ φιλίαν φθορᾶς. ὅτι δὲ ἡ φιλία φθείρει καὶ ὡς, παρέθετο· συνάγουσα γὰρ πάντα εἰς τὸ ἓν δῆλον ὅτι φθείρει ταῦτα ἃ πρὸ τῆς συν‐ όδου ταύτης ἦν. εἰ δὲ μηδὲν μᾶλλον τὸ νεῖκος τῆς φιλίας φθορᾶς αἴτιον,
5καὶ κατὰ τοῦτο ἂν εὔλογον εἴη ἀφρονέστερον εἶναι τῶν ἄλλων τὸν θεὸν κατ’ Ἐμπεδοκλέα· οὐδὲ γὰρ κακία τις ἐξαίρετος κατ’ αὐτόν ἐστιν ἐν τῷ νείκει, ὥστ’ εὐλόγως αὐτὸ τὸν θεὸν μὴ νοεῖν μόνον· οὐ γὰρ διὰ τοῦτο αὐτὸ σύνθεσίς τις ἐστέρηται αὐτοῦ, ὡς εἰ καὶ τὴν φιλίαν ἢ καὶ ἄλλο τι ὑπέθετο μὴ εἶναι ἐν αὐτῷ· οὐχ ὡς εὔλογον γὰρ μὴ νοεῖν αὐτὸν τὸ νεῖκος
10οὐ νοήσει, ἀλλ’ ὡς μὴ δυνάμενος τῷ μὴ εἶναι ἐξ αὐτοῦ. αἰτιᾶται δὲ αὐ‐ τὸν καὶ ὡς τὸ αἴτιον μὴ λέγοντος τοῦ ποτὲ μὲν τὴν φιλίαν ἐπικρατεῖν τὸν θεόν, ποτὲ δὲ τὸ νεῖκος τῶν ὅλων· οὐ γὰρ ἱκανὸν τὸ εἰπεῖν, οὕτως πέφυκε καὶ ὅτι οὕτως ἀνάγκη· δύναται γάρ τις τοῦτο ἐπὶ πάντων τῶν γινομένων καὶ ὄντων λέγειν, ἀλλ’ οὐκ ἔστιν αἰτίας ἀπόδοσις τὸ πεφυκέναι οὕτως
15εἰπεῖν. εἰπὼν δὲ ταῦτα πρὸς αὐτόν, φησὶ μόνον αὐτὸν μέχρι γε τοσούτου ὁμολογούμενον εἰρηκέναι, τὸ τὰ ἐκ τῶν αὐτῶν ἀρχῶν φθαρτὰ εἶναι πάντα ὁμοίως, ἀλλὰ μὴ τὰ μὲν τὰ δ’ οὔ· ὃ δοκεῖ τὴν ἀνομολογίαν ἔχειν, πῶς ἐκ τῶν αὐτῶν τὰ μέν ἐστιν ἄφθαρτα τὰ δὲ φθαρτά, καθ’ οὓς πάντα ἐστὶν ἐκ τῶν αὐτῶν.
20 Ἀπορήσας δὲ πρὸς τοὺς πάντων τῶν ὄντων τὰς αὐτὰς ἀρχὰς ὑπο‐ θεμένους ἐφεξῆς ἀπορεῖ πρὸς τοὺς ἄλλας μὲν ἀρχὰς τῶν ἀφθάρτων ἄλλας δὲ τῶν φθαρτῶν ὑποτιθεμένους. πρῶτον μὲν οὖν ἀπορίαν ταύτην ἀπορεῖ, πότερον τῶν φθαρτῶν καὶ αἱ ἀρχαὶ φθαρταὶ ἢ ἄφθαρτοι. εἰ μὲν οὖν φθαρταί, δῆλον ὡς ἔσονται ἐξ ἐκείνων εἰς ἃ φθείρονται. οὐ γὰρ δὴ εἰς
25τὸ μὴ ὂν φθείρονται· εἰς ἃ γὰρ φθείρεταί τι ἕκαστον, ἐκ τούτων καὶ συνέστηκεν· ὥστε ἔσονται τῶν ἀρχῶν ἀρχαί. ἀλλ’ εἰ τοῦτο, οὐκ αὐταὶ ἀρχαὶ ἀλλ’ ἐκεῖναι ἐξ ὧν αὗται. ἀδύνατον δὲ τῶν ἀρχῶν ἀρχὰς εἶναι· οὐ γὰρ γίγνονται ἐκ τῶν ἀρχῶν ἀρχαί, εἴτε ἵστανται ἐπί τινος εἴτε εἰς ἄπειρον προχωροῖεν. εἰ μὲν γὰρ ἵστανται, ἐκεῖναί τε ἂν εἶεν ἀρχαὶ τῶν ὑποτε‐
30θεισῶν ἀρχῶν, ἐν αἷς ἵσταται ἡ φθορά, καὶ ἔτι ἀίδιοι ἂν εἶεν, ὡς δέδει‐ κται, ἢ ἐκ τοῦ μὴ ὄντος ἂν ἡ γένεσις εἴη, εἰ εἰς τὸ μὴ ὂν ἵσταται ἡ φθορά· εἰ δὲ εἰς ἄπειρον προΐοιεν, ἀεὶ τῆς φθειρομένης ἀρχῆς ἐκείνη εἰς ἣν φθείρεται ἔσται ἀρχή. πρὸς δὲ τούτῳ οὐδὲ τὴν ἀρχὴν ἀρχή τις ἔσται· δέδεικται γὰρ τοῦτο ἐν τῷ πρὸ τούτου βιβλίῳ. ἢ τὸ ὥστε συμβαίνει
35τῶν ἀρχῶν ἑτέρας εἶναι προτέρας ἀκολουθεῖ τῷ καὶ εἰ ἵσταται καὶ221
in Metaph
.

222

εἰ βαδίζει εἰς ἄπειρον· ἑκατέρῳ γὰρ αὐτῶν ἕπεται τὸ τῶν ἀρχῶν ἀρ‐ χὰς εἶναι. μεθ’ ὃ λέγοι ἂν τὸ τοῦτο δὲ ἀδύνατον, ὃ ἐν μέσῳ τεθὲν ἀσαφεστέραν πεποίηκε τὴν λέξιν. p. 1000b28 Ἔτι δὲ πῶς ἔσται τὰ φθαρτ, εἰ αἱ ἀρχαὶ ἀναιρεθή‐
5σονται. Τὸ λεγόμενόν ἐστιν, εἰ τὰ φθαρτὰ ἐκ φθαρτῶν ἀρχῶν γίνεται, πῶς ἂν ἔτι γίνοιτο ταῦτα τῶν ἀρχῶν φθαρεισῶν; φθαρεισῶν γὰρ τῶν ἀρχῶν οὐκέτι ἂν δυνατὸν εἴη γίνεσθαι τὰ ἐκ τῶν ἀρχῶν. καὶ εἴη ἂν τὸ λεγό‐ μενον τοιοῦτον· πῶς γὰρ ἔσται τὰ φθαρτὰ φθειρόμενα καὶ γιγνόμενα,
10εἰ μὴ εἶεν αὐτῶν ἀρχαί; [ὃ ἐδείχθη ἀκολουθῆσαι, εἰ φθαρταὶ εἶεν αἱ ἀρχαί.] τὰ γὰρ γιγνόμενα καὶ φθειρόμενα καὶ γίγνεται καὶ φθείρεται τῷ ἔχειν ἀρχὰς ἐξ ὧν καὶ ὑφ’ ὧν γίγνεται καὶ εἰς ἃς φθείρεται· τὸ γὰρ εἰς ἐκεῖνα ἀναλύεσθαι ἡ φθορά· πῶς οὖν φθείροιντο μὴ ὄντων τῶν εἰς ἃ φθειρόμενα διαλυθήσεται; εἰ δέ τις λέγοι τῶν ἀφθάρτων τε καὶ φθαρτῶν
15ἀφθάρτους τὰς ἀρχὰς εἶναι, πάλιν ἀπορεῖ πῶς καὶ διὰ τί ἐκ μὲν τῶνδε τῶν ἀρχῶν ἀφθάρτων οὐσῶν τὰ ἐξ αὐτῶν ἄφθαρτα, ἐκ δὲ τῶνδε καὶ αὐ‐ τῶν ἀφθάρτων οὐσῶν τὰ ἐξ αὐτῶν φθαρτά; τοῦτο γάρ, φησίν, οὐκ εὔ‐ λογον, ἀλλ’ ἢ ἀδύνατον παντελῶς ἢ πολλοῦ δεῖται λόγου εἰς τὸ δεῖξαι τοῦτο εὔλογον· σχεδὸν γὰρ ἡ αὐτὴ τῇ πρόσθεν ἀπορία μένει. πρὸς
20τούτοις δέ φησι μηδὲ τὴν ἀρχὴν εἰρηκέναι τινὰ ἄλλας ἀρχὰς τῶν φθαρ‐ τῶν καὶ ἄλλας τῶν ἀφθάρτων εἶναι· τὰς γὰρ αὐτὰς πάντες ὑποτίθενται εἶναι τῶν τε φθαρτῶν καὶ τῶν ἀφθάρτων. ὑποθέμενοι δὲ τὸ πρῶτον ἀπορηθέν, πῶς ἐκ τῶν αὐτῶν ἀρχῶν τὰ μὲν φθαρτὰ τὰ δὲ ἄφθαρτα γίγνεται, παραπέμπονται καὶ ἀποροῦσι· τοῦτο γὰρ σημαίνει τὸ ἀπο‐
25τρώγουσιν, ὡς δῆλον καὶ ἐξ οὗ ἐπήνεγκε τοῦ ὥσπερ τοῦτο μικρόν τι λαμβάνοντες· ὡς γὰρ μικρόν τι καὶ οὐκ ἔχον ἀπορίαν ὑποτιθέ‐ μενοι τὸ τὰς αὐτὰς ἀρχὰς πάντων εἶναι, οὐδένα λόγον ἐποιοῦντο τῆς ἀπορίας. ἢ τὸ ἀποτρώγουσιν εἴρηκεν ἀντὶ τοῦ διά τινων πιθανῶν αὐτοῖς δοκούντων παραμυθεῖσθαι πειρῶνται, ὡς εἶπε περὶ Ἡσιόδου καὶ τῶν
30ἀρχαίων θεολόγων, ἔτι δὲ περὶ Ἐμπεδοκλέους, ὃς ἐκ τῶν αὐτῶν ποιῶν222
in Metaph
.

223

πάντα τὸ μέν τι αἴτιον γενέσεως ἐφίστη τὸ δὲ φθορᾶς, ὡς οὐ μέγα καὶ δύσλυτόν τι ὑποθέμενοι. κατὰ μέντοι αὐτὸν οὔτε αἱ αὐταὶ ἀρχαὶ τῶν ἀιδίων τε καὶ τῶν φθαρτῶν, ἔν τε τοῖς φθαρτοῖς οὔτε πᾶσαι αἱ ἀρχαὶ ἀίδιοι (τὸ τὰρ εἶδος οὐκ ἀίδιον), ἥ τε ὕλη ἀίδιος μὲν ἀλλ’ οὐκ ἀπαθὴς
5ἀλλὰ παθητή τε καὶ ἀλλοιωτή. p. 1001a4 Πάντων δὲ καὶ θεωρῆσαι χαλεπώτατον καὶ πρὸς τὸ γνῶναι τἀληθὲς ἀναγκαιότατον. Ἣν ἀπορίαν χαλεπωτάτην φησὶν εἶναι καὶ πρὸς τὴν τῆς ἀληθείας γνῶσιν ἀναγκαιοτάτην, ἐστὶν αὕτη, πότερον τὸ ὂν καὶ ἓν οὐσίαι τῶν ὄντων
10εἰσί, τουτέστιν ἀρχαὶ αὐτὸ τοῦτο τὸ ὂν καὶ τὸ ἓν οὖσαι, οὐκ ἄλλῳ τινὶ ὄντι ὑπάρχουσαι καὶ ταύτην τὴν φύσιν δηλοῦσαι [καὶ] ἐν ἐκείνοις ὧν κατη‐ γοροῦνται, ἢ ἔστι τις ἄλλη φύσις ὑποκειμένη τούτοις, ἥ ἐστιν ἀρχὴ καὶ οὐσία τῶν ὄντων, ἣν δεῖ ζητεῖν τίς ἐστι, πότερον πῦρ ἢ ἀὴρ ἢ ἄλλο τι ἢ καὶ πλείω, τὸ δὲ ἓν καὶ τὸ ὂν ἐκείνοις ὑποκειμένοις ὑπάρχει. ὅτι δὲ ἀναγ‐
15καία ἡ ζήτησις, δῆλον καὶ ἐκ τοῦ τοὺς μὲν ἐκείνως τοὺς δὲ οὕτως ἀπο‐ φήνασθαι περὶ αὐτῶν, καὶ ἐξ ὧν δὲ ἀπορήσει προϊών, καὶ ὅτι ἐν τῇ περὶ τῆς ἀληθείας θεωρίᾳ ἡ περὶ τοῦ ὄντος ζήτησις κυριωτάτη, καὶ ὅτι ἐκ τού‐ του ἤρτηται τὸ τοὺς ἀριθμοὺς δύνασθαι τῶν ὄντων ἀρχὰς καὶ στοιχεῖα λέγεσθαι. ἀναγκαιοτάτη γοῦν πρὸς τὴν τῆς ἀληθείας γνῶσιν ἡ περὶ τούτου
20ζήτησις, ἀλλὰ καὶ χαλεπωτάτη ἡ περὶ αὐτῶν διάκρισις· ἡ γὰρ τῶν νοητῶν καὶ τῶν πρώτων αἰτίων τε καὶ ὄντων γνῶσις χαλεπωτάτη. ἐξη‐ γήσατο δὲ αὐτὸς τὸ πότερον τὸ ἓν καὶ τὸ ὂν οὐσίαι τῶν ὄντων εἰσί, διὰ τοῦ καὶ ἑκάτερον αὐτῶν οὐχ ἕτερόν τι ὂν τὸ μὲν ἓν τὸ δὲ ὄν ἐστιν. ἴσον γὰρ τὸ εἰρημένον τῷ ἐπεὶ τὸ ὂν καὶ τὸ ἓν τῶν ὄντων ἐστί,
25πότερον ὡς οὐσίαι ὄντα ἐστὶν ἢ ὡς συμβεβηκότα τῇ οὐσίᾳ. εἰπὼν δὲ τοὺς μὲν οὕτω περὶ τοῦ ἑνὸς καὶ τοῦ ὄντος διανοηθῆναι ὡς οὐσῶν φύσεών τινων καθ’ αὑτάς, τοὺς δὲ ὡς ἄλλαις τισὶ φύσεσι συμβεβηκότων, ὥσπερ ἀμέλει καὶ περὶ ἀπείρου ἔδειξε διαφερομένους τοὺς εἰρηκότας περὶ αὐτοῦ ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως (οἱ μὲν γὰρ φύσιν τινὰ αὐτοῦ τοῦ ἀπείρου
30ἐποίουν, ὥσπερ καὶ οἱ Πυθαγόρειοι· τοιοῦτος γὰρ αὐτοῖς ὁ ἄρτιος ἀριθμός· οἱ δὲ συμβεβηκέναι τινὶ τὸ ἄπειρον ἔλεγον), εἰπὼν δὲ ταῦτα παρατίθεται καὶ ἱστορεῖ τίνες μὲν οὕτως τίνες δὲ ἐκείνως περὶ αὐτῶν ὑπέλαβον. τὸ δὲ ἢ δεῖ ζητεῖν τί ποτ’ ἔστι τὸ ἓν καὶ τὸ ὂν ὡς ὑποκειμένης ἄλλης φύσεως ἴσον ἐστὶ τῷ ἢ δεῖ ζητεῖν τί ἐστιν ὑποκείμενον τῷ τε
35ἑνὶ καὶ τῷ ὄντι, ὡς τούτων συμβεβηκότων ὄντων αὐτοῖς, ἀλλ’ οὐ τὴν οὐ‐
σίαν τὴν αὐτῶν δηλούντων. Πλάτων μὲν οὖν καὶ οἱ Πυθαγόρειοι οὐχ223
in Metaph
.

224

ἑτέρῳ τινὶ ὑποκειμένῳ ταῦτα ὑπάρχειν ἔλεγον, ἀλλ’ εἶναι τὴν φύσιν αὐτῶν ὑποκείμενον καὶ τὴν οὐσίαν αὐτὸ τοῦτο τὸ ἓν καὶ τὸ ὄν· τὸ δὲ ὡς οὔσης τῆς οὐσίας αὐτὸ τὸ ἓν εἶναι καὶ ὄν τι ἴσον ἐστὶ τῷ ὡς τῆς αὐτῆς οὐσίας οὔσης τοῦ ἑνός τε καὶ τοῦ ὄντος, καὶ ταὐτοῦ ὄντος ἑνὶ εἶναι καὶ
5ὄντι. ὅτι δὲ Πλάτων οὐσίαν τινὰ τό τε ἓν καὶ τὸ ὂν ἔλεγε, δῆλον ἐκ τοῦ καὶ ἰδέας αὐτὸν λέγειν αὐτοὸν καὶ αὐτοέν. οἱ δὲ φυσικοί, ὧν καὶ Ἐμπε‐ δοκλῆς, ἄλλο τι ὑπετίθεσαν τῷ ὄντι καὶ τῷ ἑνὶ κἀκείνοις ἔλεγον ὑπάρχειν ταῦτα. Ἐμπεδοκλῆς μὲν γὰρ ὡς εἰς γνωριμώτερόν τι ἀνάγων τὸ ἕν, τὴν φιλίαν ὑποτιθείς, ταύτης κατηγόρει τὸ ἕν, ἐπεὶ αἴτιον κατ’ αὐτὸν αὕτη
10πᾶσι τοῦ ἕκαστον αὐτῶν ἓν εἶναι, συνάγουσα καὶ συγκρίνουσα αὐτά. ἄλλοι δὲ τῶν φυσικῶν πῦρ ὑπέβαλον τῷ ἑνὶ καὶ τῷ ὄντι, ὡς Ἡράκλειτος, οἱ δὲ ἀέρα, ὡς Ἀναξιμένης, οἱ δὲ ἄλλο τι· ὃ γὰρ ἕκαστος αὐτῶν ἀρχὴν τῶν ὄντων καὶ αἰτίαν ὑπετίθετο, ταύτης καὶ τὸ ὂν καὶ τὸ ἓν κατηγόρει. ἀλλὰ καὶ καθ’ οὓς πλείω τὰ στοιχεῖα τῶν ὄντων ἦν, καὶ κατὰ τούτους τούτων
15ἕκαστον ἕν τι ἦν καὶ ὄν. ἱστορήσας δὲ καὶ ἐκθέμενος τὰς κατὰ τὰς δόξας τῶν ἀρχῶν διαφωνίας, ἑξῆς τῆς ἀπορίας ἄρχεται, καὶ πρῶτον μὲν ἀπορεῖ εἰ μὴ λέγοι τις τὸ ἓν καὶ τὸ ὂν οὐσίας εἶναι· τοῦτο γὰρ ἡ λέξις δηλοῖ ἡ εἰ μέν τις μὴ θήσεται εἶναί τινα οὐσίαν τὸ ἓν καὶ τὸ ὄν. τὸ αὐτὸ δὲ σημαίνει, κἂν ᾖ γεγραμμένον τινὸς οὐσίαν λέγει. μάλιστα γὰρ πάν‐
20των κατηγορεῖται τὸ ὄν· ἄνθρωπος μὲν γὰρ κατ’ ἀνθρώπων μόνον, ὁμοίως καὶ ζῷον κατ’ ἀφωρισμένων τινῶν, τὸ δὲ ἓν καὶ τὸ ὂν κατὰ πάν‐ των τῶν ὄντων κατηγορεῖται. ὥστε εἰ τὰ μάλιστα καθόλου μὴ οὐσία μηδὲ ὄντα, οὐδὲ ἂν τῶν ἄλλων τι τῶν καθόλου εἴη. εἰ δὲ μή ἐστί τι αὐ‐ τοὲν μηδ’ αὐτοὸν εἶπεν ἀντὶ τοῦ εἰ γὰρ μὴ ἔστι λαμβάνειν ὡς γένη
25τό τε ἓν καὶ τὸ ὂν τῶν ὄντων καὶ οὕτως αὐτῶν κατηγορούμενα, ἀλλ’ οὐχ ὡς ὁμώνυμα, ὡς αὐτὸς ἐν ἄλλοις ἔδειξεν. εἶπε δὲ τινὸς οὐσίαν ἀντὶ τοῦ οὐσίαν τινὸς εἶναι καὶ ἐν τῇ οὐσίᾳ κατηγορεῖσθαι, ὧν τι κατηγορεῖται. μόνα δὴ τὰ καθ’ ἕκαστα ἔσται, οὐ τὰ καθόλου. τοῦτο δὲ ὅτι ἄτοπον ἔδειξεν· οὔτε γὰρ αἱ ἐπιστῆμαι ἔσονται οὔτε τι νοητόν, ἀλλὰ πάντα αἰ‐
30σθητά. ἀλλ’ οὐδὲ ἀίδιον. προστίθησι δὲ νῦν τούτοις καὶ τὸ μὴ ἔσεσθαι οὐσίαν τὸν ἀριθμὸν ὡς κεχωρισμένον καὶ καθ’ αὑτὸν ὄντα, ὡς δοκεῖ τοῖς Πυθαγορικοῖς τε καὶ Πλάτωνι, εἰ μὴ εἴη τὸ ἓν οὐσία τις· καὶ λέγει τὴν αἰτίαν. ὁ γὰρ ἀριθμὸς μονάδων ἐστὶ σύνθεσις, ἡ δὲ μονὰς ταὐτὸν καὶ τὸ ἕν· ὥστε εἰ μὴ τὸ ἓν οὐσία, οὐδὲ αἱ μονάδες· εἰ μὴ αἱ μονάδες, οὐδ’ ὁ
35ἀριθμός· ὥστε συμβεβηκὸς ὁ ἀριθμὸς ἔσται ἀλλ’ οὐκ οὐσία, εἴ γε καὶ τὸ ἓν μὴ οὐσία τις ἀλλὰ ἄλλῳ τινὶ συμβεβηκός. τὸ δὲ ὅπερ ἓν ἴσον ἐστὶ
τῷ κυρίως ἕν, ἢ ὑπὸ τὸ ἓν ὡς γένος· κατηγορεῖται γὰρ τὸ ἓν αὐτῆς. τοῦτο224
in Metaph
.

225

δὲ εἶπεν ὡς ἄτοπον ἂν δόξαν τοῖς τὸν ἀριθμὸν οὐσίαν τινὰ λέγουσι κεχω‐ ρισμένην· οὐ γὰρ δὴ αὐτῷ. ἦν γάρ, ὡς εἶπον, οἷς τοῦτο ἐδόκει· ὁ γὰρ τὰ μαθηματικὰ οὐσίας τινὰς μεταξὺ λέγων ἐν ταύταις ἐτίθει καὶ τὸν ἀριθμόν. Ἑξῆς δὲ ἐπιχειρεῖ μὲν εἰς τὸ μὴ εἶναι τὸ ἓν καὶ τὸ ὂν οὐσίας καθ’
5αὑτάς, πρῶτον δὲ τίθησι καὶ δείκνυσιν ὅτι ἀκολουθεῖ τοῖς αὐτοὲν καὶ αὐ‐ τοὸν λέγουσι, τουτέστι μὴ συμβεβηκότα λέγουσιν ἄλλοις τὸ ἓν εἶναι καὶ τὸ ὂν ἀλλὰ κυρίως ὄντα, καὶ οὐσίας αὐτὰ λέγειν καὶ τὸ εἶναι αὐτοῖς εἶναι ἐν τῷ ἑνὶ εἶναι καὶ ὄντι. τὸ γὰρ οὐσίας αὐτῶν εἶναι τὸ ἓν καὶ τὸ ὂν δηλωτικόν ἐστι τοῦ τοῦ ἑνὸς καὶ τοῦ ὄντος οὐσίας ταῦτα εἶναι, ἀλλὰ μὴ
10ἐν ἄλλῳ τινὶ εἶναι ἢ τῷ ἑνὶ εἶναι ἢ τῷ ὄντι εἶναι, οὗ δεικτικὸν παρέθετο τὸ οὐ γὰρ ἕτερόν τι καθόλου κατηγορεῖται, ὃ ἴσον ἐστὶ τῷ οὐ γὰρ ἕτερά τινα ὄντα τὸ ἓν καὶ τὸ ὂν τῶν ὑποκειμένων αὐτοῖς καθ’ ὧν κατη‐ γορεῖται αὐτῶν καθόλου, ἀλλ’ αὐτὰ ταῦτα ὄντα ἕν τε καὶ ὂν κατηγορεῖται αὐτῶν. ἢ οὕτως, οὐ γὰρ ἕτερόν τι τῆς οὐσίας κατηγορηθήσεται, ἀλλὰ
15ταῦτα τὸ ὄν τε καὶ τὸ ἕν, ὡς πᾶν ὃ ἂν ᾖ οὐσία ἕν τε καὶ ὂν εἶναι, οὐκ ἄλλο τι ὄν, ἀλλ’ αὐτὸ τοῦτο. ὡς γὰρ τῶν ἀνθρώπων ἐπεὶ τὸ κατηγορού‐ μενον ἦν ἄνθρωπος, ἄνθρωποι τὰ ὧν κατηγορεῖται, οὐκ ἄλλο τι, οὕτως καὶ ὧν τὸ ὂν καὶ τὸ ἓν κατηγορεῖται ἐν τῇ οὐσίᾳ, ὂν καὶ ἓν ἔσται ἡ τού‐ των οὐσία, εἰ τὸ ὂν καὶ τὸ ἓν οὐσίαι τινές εἰσιν· οὐ γὰρ τὸ ὕδωρ ἢ πῦρ
20τῶν ὄντων κατηγορεῖται, ἵνα αὐτῶν τὴν οὐσίαν τοῦτο εἴπωμεν, ἀλλὰ τὸ ὄν τε καὶ τὸ ἕν. εἰ δὲ ταῦτα οὐσίαι ὄντα κατηγορεῖται τῶν ὄντων καθόλου, εἴη ἂν καὶ ἡ οὐσία τούτων ὧν κατηγορεῖται αὐτό τε τὸ ἓν καὶ τὸ ὄν. δύναται δὲ τὸ εἰ δ’ ἐστί τι αὐτοὲν καὶ ὄν, ἀναγκαῖον αὐτῶν οὐσίας εἶναι τὸ ἓν καὶ τὸ ὂν εἰρῆσθαι πρὸς τοὺς ἰδέας αὐτὰ λέγοντας· καθ’
25οὓς γάρ ἐστιν ἰδέα αὐτοὲν καὶ αὐτοόν, κατὰ τούτους ἀναγκαῖον οὐσίαν τού‐ των εἶναι τὸ ἕν τε καὶ τὸ ὄν· τὸ γὰρ αὐτοόν τε καὶ ἓν οὐχ ἕτερά τινα ὄντα καθόλου τῶν ὄντων κατηγορεῖται (οὐ γὰρ ἂν ἔτι ἦν αὐτοὸν καὶ αὐ‐ τοέν), ἀλλ’ ἔστι ταῦτα καθὸ ἓν καὶ ὂν κατηγορούμενα τῶν ἄλλων καθόλου. ἢ οὕτως, οὐ γὰρ ἕτερόν τι καθόλου κατηγορεῖται ἀλλ’ αὐτὰ ταῦτα,
30τουτέστιν οὐ γὰρ ἕτερόν τι τοῦ αὐτοενὸς καὶ αὐτοόντος καθόλου κατηγορεῖται, ὡς εἶναι ἐκείνης αὐτὰ τῆς φύσεως, ἧς σημαίνει τὸ κατηγορούμενον αὐτῶν καθόλου, ἀλλ’ ἐστὶν αὐτὰ ταῦτα τὸ ἓν καὶ τὸ ὂν κατηγορούμενα αὐτῶν. p. 1001a29 Ἀλλὰ μὴν εἴ γ’ ἔσται τι αὐτὸ ἓν καὶ αὐτὸ ὄν, πολλὴ ἀπορία πῶς ἔσται τι παρὰ ταῦτα ἕτερον.
35Δείξας ὅτι ὧν κατηγορεῖται τό τε ὂν καὶ τὸ ἕν, τούτων ἡ οὐσία ἔσται225
in Metaph
.

226

〈τὸ〉 ὄν τε καὶ τὸ ἕν, οὐσίαι τινές, οὐ συμβεβηκότα οὐσίαις, ἄπορόν φησι γίγνεσθαι τὸ δεῖξαί τι παρὰ τὸ ἕν τε καὶ τὸ ὂν ἄλλο τι ὄν. τὸ μὲν γὰρ παρὰ τὸ ὂν οὐκ ὄν, ὡς Παρμενίδης ἔλεγε· τοῦτο δὲ ἦν τὸ ἕν, ὥστε ὅ τι ἂν παρὰ τὸ ἓν ᾖ, τοῦτο οὐκ ἔσται· τὸ γὰρ αὐτὸ γίγνεται παρὰ τὸ ὄν, εἴπερ
5καὶ παρὰ τὸ ἕν· τοῦτο δὲ ὡς τοῦ ὄντος καὶ τοῦ ἑνὸς τοῦ αὐτοῦ ὄντος. ὥστε οὐκ ἔσται πολλά· τὰ γὰρ πολλὰ παρὰ τὸ ἕν, τὸ δὲ παρὰ τὸ ἓν † οὐκ ἦν, τὰ δὲ παρὰ τὸ ὂν οὐκ ἦν. τοῦτο γὰρ συμβαίνει εἰ τὸ ὂν καὶ ἓν οὐσίαι εἰσὶ καὶ μὴ ὁμωνύμως λέγεται. ἔσται δή, καθάπερ Παρμενίδης ἔλεγεν, ἓν ἅπαντα τὰ ὄντα, καὶ τοῦτο τὸ ἓν ἔσται μόνον ὄν.
10p. 1001b1 Ἀμφοτέρως δὲ δύσκολον· ἄν τε γὰρ μὴ ᾖ τὸ ἓν οὐσία ἄν τε ᾖ τὸ αὐτοέν, ἀδύνατον τὸν ἀριθμὸν οὐσίαν εἶναι. Πρότερον δείξας ὅτι εἰ μὴ εἴη τὸ ἓν οὐσία, οὐδὲ ἀριθμὸς οὐσία τις ἔσται κεχωρισμένη, τῷ εἶναι μὲν τὸν ἀριθμὸν μονάδων σύνθεσιν, μὴ εἶναι δὲ τὰς μονάδας οὐσίας, νῦν λέγει ὅτι οὐδ’ ἂν ᾖ τὸ ἓν οὐσία, οὐδ’ οὕτως
15ὁ ἀριθμὸς οὐσία εἶναι δύναται· οὐδὲ γὰρ τὴν ἀρχὴν εἶναι· οὐδὲν γὰρ ἄλλο ἔσται παρ’ αὐτὸ τὸ ἕν· τὸ γὰρ παρὰ τὸ ἓν οὐχ ἕν, ὥσπερ καὶ τὸ παρὰ τὸ ὂν οὐκ ὄν. λαβὼν δὲ ὅτι εἰ ἔστι τι παρὰ τὸ ἕν, οὐχ ἓν ἔσται ἀλλὰ πολλά, ὅτι μὴ οἷόν τε ἔσται πολλὰ εἶναι ἔδειξε διὰ τοῦ λαβεῖν τὰ πολλὰ συγκεῖσθαι ἐκ πολλῶν μονάδων, ἃς ἀδύνατον εἶναι· ἔσται γάρ, εἰ τοῦτο,
20παρὰ τὸ ἕν· εἰ δὲ μὴ εἶεν πλείους μονάδες, οὐδ’ ἂν ἀριθμὸς εἴη. ἀνάγκη μὲν γὰρ πᾶσαν πολλὴν μονάδα παρὰ τὸ αὐτοὲν εἶναι καὶ τὸ ὡς οὐσίαν ἕν, οὐσία δὲ παρὰ τὸ ἓν οὐκ ἂν εἴη ἕν. εἰ δὲ μὴ πλείους μονάδες, οὐδ’ ἂν ἀριθμὸς εἴη· πάντα γὰρ τὰ ὄντα ἢ ἕν ἐστιν ἢ πολλά, ἀδύνατον δέ ἐστι τὰ πολλά, τῷ εἶναι τὰ πολλὰ ἐκ πολλῶν μονάδων, μὴ δύνασθαι δὲ παρὰ
25τὸ αὐτοέν· τὸ γὰρ παρὰ τὸ ἓν οὐχ ἕν, ὥσπερ καὶ παρὰ τὸ ὂν οὐκ ὄν. εἰ δὲ μὴ οἷόν τε εἶναι τὰ πολλά, οὐδ’ ἀριθμὸς εἴη· πλῆθος γὰρ μονάδων τὰ πολλά. τὸ δὲ ἡ αὐτὴ ἀπορία καὶ περὶ τοῦ ὄντος δηλοῖ ὅτι τὸ αὐτὸ ἀπορηθήσεται ἐπὶ τοῦ ἑνός, ὃ καὶ περὶ τοῦ ὄντος· ὡς γὰρ τὸ παρὰ τὸ ὂν οὐκ ὄν, οὕτω καὶ τὸ παρὰ τὸ ἓν οὐχ ἕν. οὗ δηλωτικὸν τὸ ἐκ τίνος γὰρ
30παρὰ τὸ ἓν ἔσται αὐτὸ ἄλλο ἕν; ἀνάγκη γὰρ μὴ εἶναι παρὰ τὸ ἓν ἄλλο, ἐξ οὗ ἔσται τὸ ἄλλο ἕν. ὡς γὰρ οὔσης οὐσίας τοῦ ὄντος οὐδεμία ἄλλη οὐσία
ἐγίνετο τῷ τὸ παρὰ τὴν οὐσίαν μὴ οὐσίαν εἶναι, οὕτως εἰ καὶ τὸ ἓν οὐσία ἐστί,226
in Metaph
.

227

τὸ παρ’ ἐκείνων πᾶν οὔτε ὂν οὔτε ἓν ἔσται. εἰ δὲ οὕτως, οὐδὲ πολλά· τῶν γὰρ πολλῶν ἕκαστον ἕν ἐστιν· ἐξ ἑνάδων γὰρ τὰ πολλὰ καὶ ὁ ἀριθμός· ἃ εἰ μὴ εἶεν, οὔτ’ ἂν πολλὰ οὔτ’ ἂν ἀριθμὸς εἴη. ἢ οὕτως· εἰ ἔστιν αὐτοέν, δεῖ, εἰ μέλλοιεν ἀριθμοὶ ἔσεσθαι, καὶ ἄλλο ἓν προσγενέσθαι· τοῦτο
5δὲ τὸ γιγνόμενον ἓν ἀνάγκη μὴ ὂν ἓν γίνεσθαι ἕν· ἐκ μὴ ἑνὸς οὖν ἔσται. τί οὖν ἔσται τοῦτο τὸ μὴ ἕν; εἰ γὰρ πάντα τὰ ὄντα ἢ ἓν ἢ πολλά, τὰ δὲ πολλὰ ἐξ ἑνάδων ἐστίν, ἐξ ὧν οὐ γίγνεται ἕν, οὐδὲν ἂν εἴη, ἐξ οὗ τὸ ἓν γίγνεται. p. 1001b7 Ἔτι εἰ ἀδιαίρετον αὐτὸ τὸ ἕν, κατὰ μὲν τὸ Ζήνωνος
10ἀξίωμα οὐδὲν ἂν εἴη. Πρὸς τοῖς εἰρημένοις ἀπορεῖ περὶ τοῦ ἑνός, εἰ ἀδιαίρετον πάντῃ καὶ ἀμέγεθές ἐστι, πῶς δύναται εἶναι μεγέθους ἀρχή; ἔσται γὰρ κατὰ μὲν Ζή‐ νωνα οὐδέν. ἠξίου γὰρ Ζήνων (Ζήνωνα δὲ λέγει τὸν Ἐλεάτην τὸν Παρ‐ μενίδου γνώριμον), ὃ μήτε προστιθέμενόν τινι μεῖζον αὐτὸ οἷόν τέ ἐστι
15ποιῆσαι μήτε ἀφαιρούμενον ἔλαττον, τοῦτο τὴν ἀρχὴν μηδὲ εἶναί τι· τοι‐ οῦτον δὲ καὶ τὸ αὐτοέν. ἐκεῖνος μὲν οὖν τοῦτο ἠξίου ὡς παντὸς τοῦ ὄντος μεγέθους τε ὄντος καὶ σώματος· οὐδὲν γὰρ ἄλλο μέγεθος ἐν ὑπο‐ στάσει ὡς ἢ αὔξεσθαι ἢ αὔξειν κατ’ αὐτὸν χωρὶς σώματος. τοῦτο γὰρ πάντῃ ὄν· διὸ καὶ πάντῃ προστιθέμενον τὸ τοιοῦτον μέγεθος αὔξει· τὰ
20δὲ ἄλλα μεγέθη οὐχ ἁπλῶς συντιθέμενα αὔξει τὸ ὅλον, πῶς δέ, ὡς οὐ κυρίως ὄντα μεγέθη οὐδὲ ὁλοκλήρως. μόνον γὰρ αὔξει ἡ γραμμὴ καὶ τὸ ἐπίπεδον κατὰ τὰ πέρατα ἀλλήλοις συντιθέμενα· ἡ γὰρ ἐπιφάνεια κατὰ μὲν γραμμὴν συντιθεμένη, ἥτις αὐτή ἐστι πέρας τῆς ἐπιφανείας, αὔξει αὐ‐ τήν, κατὰ δὲ ἐπιφάνειαν καὶ κατὰ πλάτος οὐκ αὔξει· ἐφαρμόζει γὰρ διὰ
25τὸ μὴ δύνασθαι βάθος ἐξ ἐπιφανειῶν συντιθεμένων γενέσθαι. ὁμοίως καὶ ἡ γραμμὴ μέγεθος οὖσα κατὰ μὲν σημεῖον γραμμῇ συντιθεμένη, ὅ ἐστιν αὐτῆς πέρας, μείζω τὴν ὅλην ποιεῖ, κατὰ δὲ γραμμὴν ἐφαρμόζει καὶ οὐκ αὔξει, διὰ τὸ μὴ συμπληροῦσθαι πλάτος ὑπὸ γραμμῆς. τούτων δὲ ἑκα‐ τέρα, εἰ καὶ μὴ κυρίως ὄν, ἀλλὰ ὄν πως, καθ’ ὅσον καὶ αὔξει τὰ ὄντα· ἡ
30δὲ στιγμὴ καὶ ἡ μονὰς οὐδ’ ὅλως ἔτι ὄντα κατ’ αὐτόν, ἐπεὶ πάντῃ ἀμε‐ γέθη· οὐ γάρ εἰσιν αὐξητικά. μνημονεύσας δὲ τῆς Ζήνωνος δόξης ὡς
παντάπασιν ἀναιρούσης τὸ ἕν, ἐπὶ τούτοις φησὶν ὅτι ἀλλ’ εἰ καὶ ὁ τοῦ227
in Metaph
.

228

Ζήνωνος λόγος φορτικός, μηδὲν ἄλλο εἶναι λέγων ἢ μόνον τὸ μέγεθος (ἐν‐ δέχεται γὰρ εἶναί τι καὶ ἀδιαίρετον· οὐ γὰρ πάντῃ τὸ ἀδιαίρετον ἐστέρηται τοῦ αὔξειν, ἀλλ’ ἔστι πρὸς αὐτὸν λέγειν μεῖζον μὲν γὰρ οὐ ποιε, πλεῖον δ, καὶ κατὰ τοῦτο αὔξει καὶ τὸ ἓν καὶ τὸ ἀδιαίρετον, ὥστε κατὰ τοῦτο
5μὲν οὐκ ἐκπίπτει τοῦ εἶναί τι τὸ αὐτοὲν συναῦξόν γε αὐτό), ἐκεῖνο δέ, φησίν, ἄξιον ἀπορῆσαι, πῶς ἐκ τοῦ τοιούτου ἑνὸς ἢ πλειόνων τοιούτων γί‐ γνεται μέγεθος· ὅμοιον γὰρ τοῦτο τῷ τὴν γραμμὴν ἐκ στιγμῶν λέγειν συγκεῖσθαι. ταῦτα δὲ λέγει πρὸς τοὺς ἀρχὰς καὶ στοιχεῖα πάντων τοὺς ἀριθμοὺς ὑποτιθεμένους· γίγνονται γὰρ καὶ τῶν μεγεθῶν ἀρχαί. οὗτοι δὲ
10ἦσαν οἱ Πυθαγόρειοι. ἑξῆς δὲ προσαπορεῖ τῇ Πλάτωνος δόξῃ, ὃς ἀρχὴν ὑπετίθετο τοῦ ἀριθμοῦ τε καὶ τῶν ἄλλων τὸ ἓν καὶ ἄλλο τι οὐχ ἕν, τουτ‐ έστιν ἀριθμόν τινα· τούτου γὰρ δηλωτικὸν τὸ καὶ ἄλλου μὴ ἑνός· τοῦτο δ’ ἦν ἡ ἀνισότης καὶ ἡ ἀόριστος δυάς, ὃ μέγα καὶ μικρὸν ἔλεγεν· ἐξ ὧν ἔλεγε πρῶτον μὲν τὸν ἀριθμὸν γεννᾶσθαι, ὁριζομένης τῆς ἀορίστου δυάδος
15ὑπὸ τοῦ ἑνὸς καὶ γιγνομένης δυάδος, ἔπειτα τὰ ἄλλα. ἀπορεῖ δὲ πῶς ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος συνελθόντων τὸ μὲν ἀριθμὸς γίνεται τὸ δὲ μέγεθος· οὐ γὰρ οἱ ἀριθμοὶ μόνοι ἀλλὰ καὶ τὰ μεγέθη ἐξ ἐκείνων κατ’ αὐτόν. εἰ γὰρ ἡ ἀνισότης καὶ ἡ ἀόριστος δυὰς ἡ αὐτὴ φύσις οὖσα ἀρχὴ καὶ ἀριθμῶν καὶ μεγεθῶν ἐστι, πῶς ἐξ ἑνὸς καὶ ταύτης συντεθειμένων
20οἷόν τε μέγεθός τι γενέσθαι; ἀριθμοῦ γὰρ ταῦτα γεννητικά. ἢ εἰ πρῶτόν τις λέγοι τὸν ἀριθμὸν ἐκ τούτων γίγνεσθαι, εἶθ’ οὕτως ἐκ τοῦ ἀριθμοῦ τὰ μεγέθη, πῶς ἢ ἐξ ἀριθμῶν ἢ ἐξ ἀριθμοῦ καὶ τῆς ἀνισότητος οἷόν τε μέγεθος συντεθέντων γενέσθαι, ἄξιον ἀπαιτεῖν· ἄπορον γὰρ πῶς τὰ ἀμερῆ μεγέθους οἷόν τε εἶναι ποιητικά. τὸ δὲ εἴπερ τὸ μὴ ἓν ἀνισότης, καὶ
25ἡ αὐτὴ φύσις ἦν ἴσον ἐστὶ τῷ εἴπερ τὸ μὴ ἓν ἦν κατ’ αὐτὸν ἡ ἀνισό‐ της καὶ αὕτη ἡ αὐτὴ φύσις οὖσα καὶ ἀριθμῶν καὶ μεγεθῶν ἀρχὴ κατ’ αὐτόν· πῶς γὰρ ἐκ τῶν αὐτῶν ἀρχῶν οἷόν τε καὶ ἀριθμοὺς καὶ μεγέθη γεννᾶσθαι; p. 1001b26 Τούτων δ’ ἐχομένη ἀπορία, πότερον οἱ ἀριθμοὶ καὶ
30τὰ σώματα καὶ αἱ στιγμαὶ οὐσίαι τινές εἰσιν ἢ ο. Δείξας δι’ ὧν ἠπόρησεν, ὅτι οἱ ἀριθμοὶ οὐκ οὐσίαι ἔσονται, ἐφεξῆς
ἀπορεῖ τοῖς προηπορημένοις, πότερον οἱ ἀριθμοὶ καὶ τὰ σώματα καὶ αἱ στιγ‐228
in Metaph
.

229

μαί, δηλονότι καὶ ἐπιφάνειαι καὶ γραμμαί, οὐσίαι εἰσὶν ἢ οὔ· εἰ γὰρ μὴ ταῦτα οὐσίαι, οὐδ’ ἂν ὅλως εἴη τις οὐσία· τίνες γὰρ ἔσονται οὐσίαι; ἔστι δὲ οὐκ οὐσία οἷον αἵ τε ποιότητες (ταύτας γὰρ εἶπε παθητικὰς κινήσεις) καὶ τὰ πρός τι καὶ αἱ διαθέσεις, ἃ καὶ αὐτὰ ποιότητες. καὶ οἱ λόγοι δέ,
5οὓς ἀριθμοὺς λέγει, εἰ καὶ οὐσιῶν εἰσιν, ἀλλ’ οὐκ αὐτοί γε οὐσίαι. τὸ δὲ οὐδενὸς δοκοῦσιν οὐσίαν σημαίνειν εἶπεν ὡς ἴσον τῷ οὔκ εἰσιν οὐσίαι. ὁμοίως δὲ τούτοις καὶ τὰ ἄλλα τὰ ὑπὸ τὰς δέκα κατηγορίας οὔκ εἰσιν οὐσίαι· ἅπαντα γὰρ καθ’ ὑποκειμένου τινὸς λέγεται, τουτέστιν ἐν ὑποκειμένῳ τινί ἐστι, καὶ ὑποκείμενόν τι ἄλλο ἔχει καὶ οὐκ αὐτὰ ὑπό‐
10κειται, οὐδέ ἐστιν αὐτῶν τι ὑπὸ δεῖξιν πῖπτον ὡς ὑποκείμενον καθ’ αὑτό. ὂν δὲ τὴν οὐσίαν νῦν λέγει. εἰπὼν δὲ ταῦτα μετὰ ταῦτα τίθησι μὲν ὡς ἐναργὲς τὸ τὰ ἁπλᾶ σώματα οὐσίας εἶναι μάλιστα, χωρίσας δὲ τούτων τὰς ποιότητας καὶ τἆλλα πάθη ὡς συμβεβηκότα τοῖς σώμασι, λαμβάνει τὸ ὑποκείμενον τούτοις σῶμα, λέγω δὲ τοῖς πάθεσιν, εἶναι τὴν οὐσίαν, ὅ ἐστι
15τὸ τριχῇ διεστώς. τοῦτο δὲ λαβὼν μετὰ ταῦτα δείκνυσιν ὅτι τὸ σῶμα τοῦτο ἧττόν ἐστιν οὐσία κατά τι τῶν οἰκείων περάτων· μᾶλλον γὰρ οὐσία ἐπιφάνεια μὲν σώματος, ἐπιφανείας δὲ γραμμή, καὶ ταύτης στιγμή. εἶτα ἐπὶ τούτοις τῷ ταῦτα οὐσίας μὴ εἶναι συναναιρήσει καὶ τὸ τὸ σῶμα οὐσίαν εἶναι, τῷ ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον χρησάμενος τόπῳ. εἰ γὰρ ἃ μᾶλλον
20οὐσίαι, ταῦτα μὴ οὐσίαι, οὐδὲ αἱ ἧττον ἐκείνων οὐσίαι οὐσίαι ἂν εἶεν. ὅτι δὲ ἧττον οὐσία τὸ σῶμα τούτων, δείκνυσι πρῶτον μὲν τοιαύτῃ ἐπιχειρήσει. οἷς ὁρίζεταί τι καὶ εἰδοποιεῖται, ἐκεῖνα τοῦ ὁριζομένου ὑπ’ αὐτῶν μᾶλλον οὐσία· τὰ γὰρ ὁρίζοντά τι μᾶλλον ὄντα καὶ μᾶλλον οὐσίαι τοῦ ὁριζομένου καὶ εἰδοποιουμένου· διὰ τοῦτο γοῦν καὶ αὐτὸς τὸ εἶδος μᾶλλον τῆς ὕλης
25εἶναί φησιν. ὑπὸ δὲ ἐπιφανείας καὶ γραμμῆς καὶ στιγμῆς ὁρίζεται τὸ σῶμα· ταῦτα ἄρα μᾶλλον οὐσίαι τοῦ σώματος. δεύτερον δὲ τοιαύτῃ. ὧν τὸ μὲν καθ’ αὑτὸ δύναται εἶναι χωρὶς θατέρου τὸ δ’ οὐ δύναται, τὸ καθ’ αὑτὸ δυνάμενον εἶναι μᾶλλον οὐσία· τῶν δὲ περάτων τοῦ σώματος καὶ τοῦ σώματος τὰ μὲν πέρατα χωρὶς εἶναι δύναται τοῦ σώματος, τὸ δὲ σῶμα
30χωρὶς τῶν περάτων οὔ· τὰ ἄρα πέρατα τοῦ σώματος μᾶλλον οὐσίαι τοῦ σώματος. τὸ δὲ ἐνδέχεσθαι δοκεῖ εἶναι πάνυ καλῶς προσέθηκε· τῇ
μὲν γὰρ ὑποστάσει οὐδὲν τούτων χωρὶς σώματος οἷόν τε εἶναι ὥσπερ οὐδὲ229
in Metaph
.

230

τὸ σῶμα ἄνευ τούτων, τῇ δὲ ἐπινοίᾳ καὶ τῷ λόγῳ οἷόν τε· σῶμα μὲν γὰρ ἄνευ ἐπιφανείας οὐχ οἷόν τε νοηθῆναι, οὐδ’ αὖ ἐπιφάνειαν ἄνευ γραμ‐ μῆς, οὐδὲ ταύτην χωρὶς σημείου. ἐν γὰρ τοῖς ὁρισμοῖς αὐτῶν συμπαρα‐ λαμβάνεται κἀκεῖνα· σῶμα μὲν γὰρ λέγεται εἶναι τὸ μῆκος καὶ πλάτος
5καὶ βάθος ἔχον, ἐπιφάνεια δὲ ὃ μῆκος καὶ πλάτος ἔχει, γραμμὴ δὲ μῆκος ἀπλατές, ἧς πέρατα σημεῖα· σημεῖον δὲ νοεῖται καὶ χωρὶς γραμμῆς, καὶ αὕτη χωρὶς ἐπιπέδου, καὶ ἐπίπεδον ἄνευ σώματος. προστίθησι δὲ τούτοις εἰς πίστωσιν τοῦ ταῦτα μᾶλλον οὐσίας εἶναι τοῦ σώματος καὶ τὰς τῶν πρὸ αὐτοῦ δόξας, ὧν οἱ μὲν ἀρχαιότεροι καὶ μηδέπω μετ’ ἐπιστασίας περὶ τῶν
10ὄντων λέγοντες τὰς οὐσίας τῶν ὄντων καὶ τὰς ἀρχὰς σωματικὰς ὑπετί‐ θεντο, οἱ δὲ μετ’ ἐκείνους γενόμενοι καὶ σοφώτεροι δοκοῦντες ἤδη εἶναι ἀριθμοὺς τὰς ἀρχὰς ἔφησαν, ὡς οἱ Πυθαγόρειοι καὶ Πλάτων, ὡς τούτων μᾶλλον οὐσιῶν ὄντων τῶν σωμάτων. τὸ δὲ ὥστε καὶ τὰς ἀρχὰς τὰς τῶν σωμάτων τῶν ὄντων εἶναι ἀρχὰς ὡς ἴσον εἶπε τῷ ὥστε καὶ
15τὰς ἀρχὰς τῶν σωμάτων κυρίως ὄντα εἶναι ἔλεγον, διότι ὄντων καὶ σωμάτων ἦσαν ἀρχαί. τοῦτο λαβὼν μετὰ ταῦτά φησιν ὅτι εἰ μηδὲν τού‐ των οὐσία, οὐδ’ ἂν ἄλλο τι οὐσία εἴη· οὔτε γὰρ τὰ σώματα (ἧττον γὰρ ταῦτα οὐσίαι) οὔτε ἔτι μᾶλλον τὰ τῷ σώματι συμβεβηκότα. ὅτι δ’ αὖ μή ἐστι ταῦτα ὄντα, τουτέστιν οὐσίαι, δείκνυσιν οὕτως. εἰ ἔστι σημεῖον
20καὶ γραμμὴ καὶ ἐπίπεδον ὄντα τε καὶ οὐσίαι, δῆλον ὅτι καὶ ἐν σώμασιν αὐτῶν ἡ ὑπόστασις, καὶ εἰ ἐν σώμασιν, ἐν τούτοις. ἀλλὰ μὴν οὐδὲν τού‐ των ἐστὶν ἐν τοῖς αἰσθητοῖς· οὔτε γὰρ οἷον ὁριζόμεθα τὸ σημεῖον ἔστιν εὑρεῖν τὸ τοιοῦτον ἐν τοῖς αἰσθητοῖς, οὔτε ὁποίαν τὴν γραμμήν· οὐδὲν γὰρ ἔστι λαβεῖν ἐν αἰσθητῷ σώματι μῆκος παντάπασι κεχωρισμένον πλάτους,
25ὁμοίως δὲ οὐδ’ ἐπιφάνειαν χωρὶς βάθους. εἰ δὴ ὄντα μὲν ἦσαν καὶ οὐσίαι, ἦν ἂν ἐν τοῖς σώμασι τοῖς αἰσθητοῖς· ταῦτα γὰρ ἐν ὑποστάσει μόνα· εἰ δὲ μή ἐστι, μηδ’ οὐσίαι εἶεν ἄν. δείκνυσι δὲ μὴ ὄντα ταῦτα ἐν ὑπο‐ στάσει καὶ ἐκ τοῦ πάθη ταῦτα καὶ διαιρέσεις εἶναι τῶν σωμάτων * * * γίγνεσθαι· αἱ δὲ διαιρέσεις αἱ τοῦ σώματος οὐχ ὑποκείμενα οὐδὲ ὄντα τινὰ
30ἐπ’ οἰκείας φύσεως· πάθη γάρ, τὰ δὲ πάθη οὐκ οὐσίαι. κατὰ μέντοι τὸ πλάτος ὑπὸ γραμμῆς τέμνεται τὸ σῶμα, κατὰ δὲ τὸ βάθος ὑπὸ ἐπιφανείας, κατὰ δὲ τὸ μῆκος ὑπὸ στιγμῆς. ἐπὶ τούτοις ὅτι μή ἐστιν ἐν τοῖς σώμασι ταῦτα, ἥ τε ἐπιφάνεια καὶ ἡ γραμμὴ καὶ τὸ σημεῖον, οὕτω δείκνυσιν.
ἐπινοίᾳ ταῦτα ἐν τοῖς σώμασι λέγεται εἶναι· οὐ γὰρ δὴ τῇ ὑποστάσει καὶ230
in Metaph
.

231

τῷ χωρίζεσθαι δύνασθαι. τούτῳ συγχρώμενος λέγει ὅτι ἐν τῷ σώματι ἔστιν ὁποιονοῦν σχῆμα καὶ ὁποιανοῦν ἐπιφάνειαν ὁμοίως ὄντα λαβεῖν. τῇ γὰρ ἐπινοίᾳ ἐν τῷ λίθῳ τῷ ἀργῷ καὶ τὸ τοῦ Ἑρμοῦ καὶ τὸ τοῦ Ἀπόλ‐ λωνος καὶ ἄλλου τινὸς ὁμοίως ἔστι λαβεῖν σχῆμα· ἀλλὰ καὶ ἐν τῷ κύβῳ
5τὸ ἥμισυ τοῦ κύβου τῇ ἐπινοίᾳ ἔστι, καὶ ἡ ἐπιφάνεια ἡ διαιροῦσα αὐτὸν εἰς δύο ἐν τῷ βάθει ληφθῆναι δυναμένη, ὁμοίως καὶ ἡτισοῦν. εἰ οὖν πάντα μὲν ὁμοίως τὰ σχήματα καὶ αἱ ἐπιφάνειαι ἐν τῷ σώματι (τῇ γὰρ ἐπινοίᾳ), μὴ ἔστι δὲ ἐν αὐτῷ ταῦτα [αὐ]τῷ δύνασθαι γενέσθαι ἐν αὐτῷ ἐπινοίᾳ λαμβανόμενα, οὐδ’ ἂν ἄλλο τι εἴη· ὥστε εἰ μὴ τὸ τοῦ Ἑρμοῦ
10σχῆμα ἐν τῷ λίθῳ, οὐδὲ ὃ δοκεῖ ἔχειν, καὶ εἰ μὴ ἐν τῷ κύβῳ ἡ διαι‐ ροῦσα δίχα ἐπιφάνεια, οὐδ’ ἣν δοκεῖ ἔχειν. ἡ δὲ τοῦ λόγου παραγωγὴ τὸ ὁμοίως λαβεῖν πάντα εἶναι τὰ σχήματα ἐν τῷ ὑποκειμένῳ τά τε δυνάμει καὶ τὰ ἐνεργείᾳ. τούτου δὲ τὸ πιθανὸν ἐκ τοῦ ἐπινοίᾳ καὶ τὰ ἐνεργείᾳ ὄντα δοκεῖν εἶναι ἐν τῷ ὑποκειμένῳ, ὡς καὶ τὰ δυνάμει· τοῦτο
15δὲ ἐπεὶ μή ἐστι χωριστά. ὡς δὲ ἐπὶ τῆς ἐπιφανείας, οὕτω καὶ ἐπὶ τῆς γραμμῆς καὶ ἐπὶ στιγμῆς καὶ μονάδος· καὶ γὰρ ἡ μονὰς στιγμή τίς ἐστιν· ἔνεστι γὰρ ἐπὶ τούτων ὁμοίως τῇ ἐπινοίᾳ ἐν τῷ ὑποκειμένῳ σώματι λέγειν ὁποιανοῦν εἶναι, καὶ λαμβάνοντάς τινα τῶν δυνάμει καὶ δεικνύντας ὅτι μὴ ἔστιν ἐν αὐτῷ (τὸ γὰρ δυνάμει ὂν ἔν τινι οὐδέπω ἐστὶν ἐν αὐτῷ), ὅτι
20μηδὲ τὰ ἐνεργείᾳ δοκοῦντα εἶναι ἐν αὐτῷ ἔστιν ἐν αὐτῷ δεικνύναι. δείξας δὲ διὰ τούτων ὅτι μὴ οὐσία ἡ ἐπιφάνεια καὶ γραμμὴ καὶ στιγμὴ καὶ ἡ μονάς, ὡς ἀκόλουθον τοῖς δεδειγμένοις λαμβάνει τὸ μηδὲ τὸ σῶμα ἔσεσθαι οὐσίαν τὸ ὑπὸ τούτων ὁριζόμενον. ἔδειξε δὲ ταῦτα οὐ μόνον οὐκ οὐσίας ὄντα, ἀλλὰ τὴν ἀρχὴν οὐδὲ ὄντα. τὸ δὲ μὴ ἔστι δὲ ταῦτα μηδὲ οὐ‐
25σίαι τινὲς ἴσον ἐστὶ τῷ μήτε ἐστὶν ὄντα ταῦτα μήτε οὐσίαι τινές. p. 1002a28 Πρὸς γὰρ τοῖς εἰρημένοις καὶ τὰ περὶ τὴν γένεσιν καὶ τὴν φθορὰν συμβαίνει ἄλογα. Καὶ αὕτη ἡ ἐπιχείρησις αὐτῷ δείκνυσιν ὅτι μὴ οὐσίαι τὰ πέρατα τοῦ σώματος, ἃ μᾶλλον οὐσίαν ἔδειξε τοῦ σώματος. αἱ μὲν γὰρ οὐσίαι, πρότε‐
30ρον μὴ οὖσαι, διὰ γενέσεως εἰς τὸ εἶναι προΐασιν, ὁμοίως δὲ καὶ αἱ πρότε‐ ρον οὖσαι εἰς τὸ μὴ εἶναι διὸ φθορᾶς· ὥστε τῶν μὲν οὐσιῶν τοῦ εἶναι καὶ μὴ εἶναι γένεσις καὶ φθορὰ προηγεῖται, ταῦτα δὲ ἄνευ γενέσεως καὶ
φθορᾶς ὁτὲ μὲν ἔστιν ὁτὲ δὲ οὐκ ἔστιν, ὥστε οὐκ οὐσίαι. τὸ γὰρ ἅμα231
in Metaph
.

232

ὁτὲ μὲν μία ἁπτομένων, ὁτὲ δὲ δύο διαιρουμένων γίγνεται τοῦ χωρὶς γενέσεώς ἐστι δηλωτικόν· ἁπτομένων μὲν γὰρ εὐθὺς καὶ ἅμα μία, διαιρουμένων δὲ πάλιν καὶ κεχωρισμένων εὐθὺς καὶ ἅμα δύο, οὐδεμιᾶς γενέσεως προηγησαμένης. ὅτι δὲ ὁτὲ μὲν εἰσὶν ὁτὲ δὲ οὔκ εἰσι χωρὶς
5γενέσεως καὶ φθορᾶς, δείκνυσιν οὕτως. ὅταν ἅπτηται τὰ σώματα ἀλλήλων καὶ πάλιν ὅταν διιστῆται, ποτὲ μὲν μία ἡ ἐπιφάνεια καὶ ἡ γραμμὴ καὶ τὸ σημεῖόν ἐστιν ἀθρόως· ὅταν γὰρ ἅπτωνται, ἓν τὰ ἀμφοτέρων πέρατα τῷ ἐφαρμόζειν, ὅταν δὲ αὖ χωρισθῇ, δύο πάλιν ἀθρόως· ὥστε ποτὲ μὲν ἔστιν ἡ ἐπιφάνεια καὶ τὰ ἄλλα, ὅταν μὴ ἅπτηται τὰ σώματα ἀλλήλων, ποτὲ δὲ
10οὐκ ἔστιν, ὅταν ἅπτηται, καὶ ταῦτα χωρὶς γενέσεως καὶ φθορᾶς. οὐ γὰρ δὴ ἡ στιγμὴ ἡ ἀδιαίρετος τῇ αὑτῆς φύσει διῃρέθη εἰς δύο, ὥστε εἶναι ταύτην τὴν διαίρεσιν γένεσιν τῆς ἑτέρας στιγμῆς, ἀλλ’ ἡ πρότερον οὐκ οὖσα ὕστερον ἔστι χωρὶς γενέσεως. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ γραμμῆς καὶ ἐπι‐ φανείας· οὔτε γὰρ τὴν γραμμὴν οἷόν τε διαιρεῖσθαι κατὰ πλάτος, ὡς
15οὕτως γίνεσθαι τὴν μίαν δύο, ἀπολυομένης τῆς ἁφῆς, οὔτε τὴν ἐπιφά‐ νειαν κατὰ βάθος. προστίθησι δὲ τούτοις ὅτι πᾶν μὲν τὸ γινόμενον ἔκ τινος ὑποκειμένου γίνεται, ταῦτα δὲ ἐκ τίνος ἐρεῖ τις ὑποκειμένου γίγνεσθαι, οὐκ ἔστιν· ὥστε εἰ πᾶν μὲν τὸ γινόμενον ἐξ ὑποκειμένου τινὸς γίνεται καὶ ὕλης, τούτοις δὲ οὐδὲν ὑπόκειται, οὐ γίνεται ταῦτα· εἰ
20δὲ χωρὶς τοῦ γίνεσθαι ποτὲ μὲν ἔστι ποτὲ δὲ οὐκ ἔστιν, οὐκ ἔστι τὰ προειρημένα. ἔτι ὡς ἐπὶ τοῦ νῦν πέρατος ὄντος τοῦ χρόνου ἔχει, οὕτως ἕξει καὶ ἐπὶ τῆς στιγμῆς καὶ γραμμῆς καὶ ἐπιφανείας· ἅπαντα γὰρ ὁμοίως ταῦτα ἢ πέρατά ἐστι, τὸ μὲν σώματος τὸ δὲ ἐπιφανείας τὸ δὲ γραμμῆς τὸ δὲ χρόνου, ἢ διαίρεσις· κατὰ γὰρ ταῦτα αἱ διαιρέσεις τῶν προκειμένων.
25εἰ τοίνυν ὁμοίως ἔχειν ἀνάγκη ἐν πᾶσιν αὐτοῖς τὸ ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι, τῆς αὐτῆς γε οὖσι φύσεως, τὸ δὲ νῦν ποτὲ μὲν ἔστι ποτὲ δὲ οὐκ ἔστι, καὶ ἄλλοτε ἄλλο ἐστὶ χωρὶς γενέσεως καὶ φθορᾶς (πᾶσα γὰρ γένεσις ἐν χρόνῳ, ὁμοίως δὲ καὶ φθορά, ὥστε καὶ τὸ νῦν εἰ ἐγένετο, ἐν χρόνῳ πρῶτον ἐγένετο, γινόμενον δὲ ἐν χρόνῳ ἦν ἂν καὶ μεριστὸν καὶ ἐν
30διαστήματί τινι· τοῦ γὰρ ἐν χρόνῳ γιγνομένου τὸ μέν τι γέγονε τὸ δέ τι γίγνεται· κατὰ γὰρ τὰ τοῦ χρόνου μόρια καὶ τοῦ γινομένου τὰ μόρια γίνε‐ ται· ἔτι πᾶν τὸ γινόμενον ὑποκείμενόν τι ἔχει, ὡς προείρηκε, τῷ δὲ νῦν οὐδὲν ὑπόκειται)· ὥστε εἰ τοῦτο χωρὶς γενέσεως ποτὲ μὲν ἔστι ποτὲ δὲ
οὐκ ἔστιν, οὕτως ἕξει καὶ τὰ προειρημένα· εἰ δὲ τοῦτο, οὐκ οὐσίαι.232
in Metaph
.

233

p. 1002b12 Ὅλως δὲ ἀπορήσειεν ἄν τις, διὰ τί καὶ δεῖ ζητεῖν ἄλλ’ ἄττα τοιαῦτα παρὰ τὰ αἰσθητὰ καὶ τὰ μεταξ, οἷον ἃ τί‐ θεμεν εἴδη. Ἡ μὲν ἀπορία πῶς εὔλογον παρὰ τὰς αἰσθητὰς οὐσίας καὶ τὰ μεταξύ
5(ταῦτα δέ ἐστι τὰ μαθηματικά) ἄλλας τινὰς αἰτίας ζητεῖν τε καὶ τίθεσθαι, ὥσπερ οἱ τὰς ἰδέας εἶναι λέγοντες· εἶτα δι’ ἃ εὔλογον παριστάμενος τῇ δόξῃ τίθησιν. εἰ γὰρ διὰ τοῦτο ὅτι τὰ μαθηματικὰ εἰ καὶ κατὰ τὰ ἄλλα διαφέρει τῶν αἰσθητῶν (τῷ γὰρ ἀίδια εἶναι καὶ τῷ ἀκίνητα, ὥσπερ πρό‐ τερον εἶπεν), ἀλλὰ κατά γε τὸ πολλὰ ὁμοειδῆ ἐν αὐτοῖς εἶναι οὐ διαφέρει
10τῶν αἰσθητῶν· οὐ γὰρ ἓν κατ’ ἀριθμὸν οὐδὲ τούτων ἕκαστον, ὡς εἶπε καὶ ἐν τοῖς ἐπάνω, ἀλλ’ ἔστιν ἕκαστον αὐτῶν εἴδει μὲν ἕν, ἀριθμῷ δὲ πολλά· εἰ δὲ πάντα τὰ τοιαῦτα καθ’ ἕκαστα ὅμοια ἀλλήλοις, οὐδὲν ἂν αὐτῶν οὐσία καὶ στοιχεῖον τῶν ἄλλων εἴη· ὥστε εἰ μήτε τούτων μήτε τῶν αἰσθητῶν ἀριθμῷ αἱ ἀρχαὶ ἀφωρισμέναι, οὐκ ἔσονται τῶν ὄντων
15ἀρχαὶ ἀριθμῷ ἀφωρισμέναι, οὐδέ τις ἔσται ἀριθμῷ οὐσία μία ἐν ταῖς ἀρχαῖς καὶ ὡρισμένη, εἰ μὴ ἄλλαι τινὲς εἶεν οὐσίαι παρά τε τὰς αἰσθητὰς καὶ τὰς μαθηματικάς, ὁποίας τὰς ἰδέας λέγουσιν· οὐδεμία γὰρ ἔσται τῶν ἀρχῶν μία ἀριθμῷ οὐσία, εἰ αἱ μὲν αἰσθηταὶ καὶ αἱ μαθηματικαὶ τῷ εἴδει μία, ἄλλη δὲ μή ἐστι παρὰ ταῦτα οὐσία. ἔτι οὐδὲ οὐσίαι ἔσονται
20αἱ ἀρχαὶ τῶν ὄντων, εἰ μὴ ἑκάστη αὐτῶν ἀριθμῷ μία· τοῖς γὰρ καθόλου κατὰ συμβεβηκὸς τὸ εἶναι, ὡς προελθὼν ἐρεῖ. εἰπὼν δὲ οὐκ ἔσται μία ἀριθμῷ ὡς ἀρχὴ οὐσία, προσέθηκε τὸ καὶ τῷ εἴδει, ἤτοι λέγων τῇ φύσει καὶ τῇ ὑποστάσει, ἢ ὅτι οὐκ ἔσται ἀρχὴ ἡ μὲν τῷ ἀριθμῷ μία ἡ δὲ τῷ εἴδει· μόνη γὰρ ἔσται ἡ τῷ εἴδει, ἥτις οὐδὲ ἀρχὴ κυρίως, ἐν τού‐
25τοις ἔχουσα τὸ εἶναι καὶ ἀπὸ τούτων νοουμένη ὧν αἱ ἀρχαὶ εἶναι λέγον‐ ται. ἄμεινον δὲ γεγράφθαι οὐκ ἔσται μία ἀριθμῷ ἀλλ’ εἴδει· τοῦτο γὰρ συνάγει τά τε προειρημένα καὶ τὸ ἐπιφερόμενον τὸ οὐδ’ αἱ ἀρχαὶ τῶν ὄντων ἀριθμῷ ἔσονται ποσαί τινες ἀλλ’ εἴδει. εἰ δὴ μὴ οὔσης οὐσίας τινὸς παρὰ τὰς μαθηματικάς τε καὶ αἰσθητὰς οὐκ ἔσονταί
30τινες ὡρισμέναι οὐσίαι, οὕτω δὲ † οὐδὲ ἀρχῶν οὐσῶν οὐσίαι κυρίως ταῖς καὶ ὡρισμέναις, ἀναγκαῖον ἔδοξεν ἄλλας τινὰς οὐσίας θέσθαι ὧν ἑκάστη κυρίως οὐσία ἔσται, οὐ κατὰ μετουσίαν τινὸς οὐδὲ κατὰ συμβεβηκὸς τὸ εἶναί τε καὶ ἓν ἐχούσας· κατὰ συμβεβηκὸς γὰρ ἓν τὸ τῷ εἴδει ἕν, ἀλλ’
οὐ κυρίως. ἀλλ’ εἰ διὰ τοῦτό τις θήσεται εἶναί τινας τοιαύτας οὐσίας,233
in Metaph
.

234

ὑπομιμνήσκει ἡμᾶς ἃ ἔδειξεν ἑπόμενα δυσχερῆ τῇ τῶν ἰδεῶν ὑποθέσει. ὁ δὲ τῶν λεγομένων νοῦς τοιοῦτος. παρέθετο τὰ στοιχεῖα τῶν συλλαβῶν, δεικνὺς ἐπὶ τούτων πῶς αἱ ἀρχαὶ καὶ τὰ κατηγορούμενα κοινῶς τινος οὐκ ἔστιν ἀριθμῷ ὡρισμένα ἀλλ’ εἴδει· τῶν γὰρ καθ’ ἕκαστα α τὸ κοινὸν α
5ἀρχή, εἴδει ἕν, οὐχ ἓν ἀριθμῷ· ὁμοίως καὶ τῶν ἄλλων στοιχείων· ὡς δὲ ἐπὶ τῶν στοιχείων, οὕτω καὶ ἐπὶ τῶν καθ’ ἕκαστα ἀνθρώπων ὁ ἄνθρωπος, καὶ τῶν ἄλλων αἰσθητῶν ὁμοίως. εἰπὼν δὲ τῶν ἐνταῦθα γραμμάτων αἱ ἀρχαὶ ἀριθμῷ μὲν οὔκ εἰσιν ὡρισμέναι, εἴδει δ, ἐπεὶ ἐπὶ τῆς ἀφωρισμένης ὅμως οἷον τῆσδε τῆς βα συλλαβῆς τόδε τὸ β καὶ τόδε τὸ α
10ἀρχαὶ καὶ στοιχεῖα ἀφωρισμένα κατ’ ἀριθμόν, παρέθετο καὶ τοῦτο, καὶ ἔδειξεν ὅτι ἐπὶ μὲν τῶν οὕτως λαμβανομένων συλλαβῶν καὶ ἐπὶ πάντων ἄλλων τῶν συνθέτων ἀφωρισμένας ἀριθμῷ τὰς ἀρχὰς ἔστι λαβεῖν· ἀλλ’ αὐτῶν πάλιν τούτων τὰ κοινὰ ἀρχαί· τὰ γὰρ ἐν τῇδε τῇ συλλαβῇ α καὶ ἐν τῇδε τὸ κοινῶς κατηγορούμενον α ἀρχὴν ἔχουσι. δείξας δὲ ἐπὶ τῶν
15στοιχείων τὸ κοινὸν καὶ ἓν κατ’ εἶδος ἀρχὴν γενόμενον, ὁμοίως, φησίν, ἔχει καὶ ἐπὶ τῶν μεταξύ, λέγων τῶν μαθηματικῶν· καὶ γὰρ ἐν ἐκείνοις, ὥσπερ καὶ ἐν τοῖς στοιχείοις, πολλὰ καὶ ἐπ’ ἄπειρα τὰ καθ’ ἕκαστα λαμ‐ βανόμενα καὶ ὁμοειδῆ ἀλλήλοις. εἰ δὲ τὰ παρὰ τὰ καθ’ ἕκαστα ταῦτα ὁμοειδῆ ἐστιν ἀλλήλοις (λέγει δὲ ὁμοίως ἐπί τε τῶν φυσικῶν καὶ τῶν
20μαθηματικῶν· ὁ γὰρ αὐτὸς ἐπ’ ἀμφοτέρων λόγος), εἰ μὴ ἔσται τις ἄλλη οὐσία ἀριθμῷ μία ἢ ὁποίαν βούλονται τίθεσθαι οἱ τὰς ἰδέας δοξάζοντες, οὐκ ἔσται μία ἀριθμῷ καὶ εἴδει οὐσία, τουτέστιν οὐκ ἔσται τις εἰ‐ δικὴ οὐσία κατὰ τὸν ἀριθμὸν μία, οὐδὲ αἱ ἀρχαὶ ἄρα τῶν ὄντων ὡρισμέναι κατὰ τὸν ἀριθμὸν καὶ ποσαὶ ἀλλὰ τῷ εἴδει. εἰ δέ ἐστιν ἀναγκαῖον τοῦτο,
25ἀριθμῷ ὡρίσθαι τὰς τῶν ὄντων ἀρχάς (οὕτω γὰρ οὐσίαι ἔσονται· τὸ γὰρ κοινὸν οὐ κυρίως οὐσία, διὸ οὐδὲ ἀρχή τε καὶ στοιχεῖον), ἀναγκαίως δόξουσι κινηθέντες οἱ τὰς ἰδέας ὑποθέμενοι ἐπὶ τοῦτο ἐλθεῖν. καὶ γὰρ εἰ μὴ ἄντικρυς τοῦτο λέγουσι τῷ μὴ διαρθροῦν πάνυ τι τὴν αὑτῶν δόξαν, ἀλλὰ τοῦτό γε φαίνεται εἶναι τὸ ἀγαγὸν αὐτοὺς ἐπὶ τὸ τὰς ἰδέας τῶν ὄντων
30ἀρχὰς ὑποτίθεσθαι, τὸ δεῖν τὰς ἀρχὰς οὐσίας τε εἶναι καὶ ὡρισμένας· οὕτω γὰρ οὐσίαι αὐτοῖς αἱ ἀρχαὶ γίνονται, καὶ καθ’ αὑτὰς οὐσίαι, καὶ διαφέ‐ ρουσαι τῶν ἄλλων, οἷς τὸ ἓν κατὰ τὸ εἶδος, καὶ οὐ κατὰ συμβεβηκός, ὡς δοκεῖ τὰ κοινά· οὐ γὰρ καθ’ αὑτὴν ἡ τῶν κοινῶν ὑπόστασις, ἀλλὰ κατὰ
συμβεβηκός. εἰπὼν δὲ ταῦτα καὶ προσαγαγὼν τὸ ὅτι εὔλογον εἶναι τοι‐234
in Metaph
.

235

αύτας τῶν ὄντων ἀρχάς, ἐπήνεγκεν ὑπομιμνήσκων ἡμᾶς τῶν πρὸς ταύτην τὴν δόξαν ἠπορημένων καὶ ὅλως πρὸς τὸ μίαν ἀριθμῷ τῶν ἀρχῶν ἑκά‐ στην εἶναι. ἐρρέθη γὰρ ὅτι οὐδὲν ἄλλο παρὰ τὰς ἀρχὰς ἔσται· ὧν γὰρ αἱ ἀρχαὶ ἀριθμῷ ὡρισμέναι, ταῦτα ἰσάριθμα ταῖς ἀρχαῖς ἐδείχθη ὄντα,
5ὥστε οὐκ ἔσται ἄλλα παρὰ τὰς ἀρχάς. ἀλλὰ καὶ ὅσα πρὸς τὰς ἰδέας ἠπορήθη ἐν τῷ πρώτῳ, καὶ μᾶλλον ἐκείνων ἂν ἡμᾶς ὑπομιμνήσκοι. p. 1002b32 Σύνεγγυς δὲ τούτων ἐστὶ τὸ διαπορῆσαι, πότερον δυ‐ νάμει ἐστὶ τὰ στοιχεῖα, ἤ τινα ἕτερον τρόπον. Ἡ ἀπορία πάνυ λογική· ζητεῖ δὲ πότερον τὰ στοιχεῖα καὶ αἱ τῶν
10ὄντων ἀρχαὶ δυνάμει εἰσὶν ἢ ἐνεργείᾳ· τοῦτο γὰρ σημαίνεται διὰ τοῦ ἤ τινα ἕτερον τρόπον. εἰ μὲν γὰρ ἐνεργείᾳ (πάλιν γὰρ τοῦτο εἶπε διὰ τοῦ εἰ μὲν γὰρ ἄλλως πως), ἔσονται τῶν ἀρχῶν ἀρχαί, ὥς φησι, καὶ πρότερόν τι ἔσται τῶν ἀρχῶν· τοῦτο δὲ ἄτοπον. τί δὲ ἔσται πρότερον; ἢ τὸ δυνάμει· δοκεῖ γὰρ ἐπὶ τοῦ αὐτοῦ πρῶτον εἶναι τὸ δυνάμει τῆς ἐνερ‐
15γείας, ὥστε ἡ τῆς κατ’ ἐνέργειαν αἰτίας καὶ ἀρχῆς δύναμις πρότερον ἔσται τῆς ἀρχῆς οὔσης γε κατ’ ἐνέργειαν. τὸ γὰρ δυνατὸν οὐκ ἀναγκαῖον ἤδη καὶ ἐνεργείᾳ εἶναι· ὥστε εἰ μὴ ἀντιστρέφει ἀλλὰ τοῦ μὲν ἐνεργείᾳ ὄντος προηγεῖται ἡ δύναμις, καὶ παντὶ ἐνυπάρχει, οὐκ ἐν παντὶ δὲ τῷ δυνατῷ ἤδη ἐνέργεια, προτέρα ἡ δύναμις ἔσται. πάνυ δὲ βραχέως ἡρμήνευσε
20συνάψας τῷ πρότερον γὰρ ἡ δύναμις ἐκείνης τῆς αἰτίας τὸ τὸ δὲ δυνατὸν οὐκ ἀναγκαῖον ἐκείνως πᾶν ἔχειν, τουτέστιν ἐνεργείᾳ εἶναι. τὸ δὲ ἐκείνης τῆς αἰτίας εἶπεν ἀντὶ τοῦ ἐκείνης τῆς ἀρχῆς, ἥτις ἦν ἡ κατ’ ἐνέργειαν, λαβὼν διὰ τοῦ πρότερον μὲν γὰρ ἡ δύναμις ἐκείνης τῆς αἰτίας τὸ εἴ τι ἐνεργείᾳ ἐστὶ πρότερον τὸ δυνάμει ἐσχηκέναι. εἰ δέ
25τις θήσεται τὰ στοιχεῖα δυνάμει εἶναι καὶ μὴ ἐνεργείᾳ, τούτῳ ἀκολου‐ θήσει τὸ ἐνδέχεσθαι μηδὲν ὅλως εἶναι· δύναται γὰρ εἶναι τὸ μήπω ὄν, ὥστε αἱ ἀρχαὶ εἰ δυνάμει εἰσί, δύνανται καὶ μὴ εἶναι· εἰ δὲ αὗται μὴ εἶεν, οὐδὲ τὰ ἐξ αὐτῶν. ὅτι δὲ δυνατὸν εἶναι καὶ τὸ μὴ ὂν οὕτως ἔδειξεν· εἰ τὸ γινόμενον οὐκ ἔστι (τοῦτο γὰρ εἶπε διὰ τοῦ γίγνεται μὲν γὰρ τὸ
30μὴ ὄν), τὸ δὲ δυνατὸν γίνεται, τὸ [δὲ] δυνατὸν οὐκ ἔστιν. ἔλαβε δὲ τὴν δευτέραν πρότασιν διὰ τοῦ οὐθὲν δὲ γίγνεται τῶν εἶναι ἀδυνάτων. τοῦτο γὰρ ἴσον τῷ τὸ δυνάμει καὶ τὸ δυνατὸν τὸ γινόμενον εἶναι. ἐπὶ
τούτοις πάλιν μέμνηται τῆς πρόσθεν ἤδη ῥηθείσης ἀπορίας· ἔστι δὲ αὕτη,235
in Metaph
.

236

πότερον τὰ στοιχεῖα καὶ αἱ ἀρχαὶ τῶν ὄντων καθόλου εἰσὶ καὶ κοινά τινα ἢ καθ’ ἕκαστα· καὶ προστίθησιν ἄλλην ἀπορίαν παρὰ τὴν ῥηθεῖσαν τότε. εἰ μὲν γάρ, φησί, καθόλου ὑπάρχουσιν αἱ ἀρχαί, οὐκ ἔσονται οὐσίαι. ἡ μὲν γὰρ οὐσία ὑποκείμενον καὶ τόδε τι, οὐδὲν δὲ τῶν κοινῶν ὑποκείμενόν
5ἐστι καὶ τόδε τι ἀλλὰ τοιόνδε· οὐδὲ γὰρ τὰ τῶν οὐσιῶν γένη καὶ εἴδη τόδε τι σημαίνει, ἀλλὰ περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει, ὡς εἶπεν ἐν Κατη‐ γορίαις. ὅτι δὲ μὴ τόδε τι δηλοῖ τὸ κοινόν, οὕτως δείκνυσιν. εἴ τις λέγει τὸ κοινὸν τόδε τι εἶναι καὶ ὑπὸ ἔκθεσιν καὶ δεῖξιν πίπτειν, ὁ Σωκράτης ἡ ἄτομος οὐσία πολλὰ ἔσται ζῷα κατ’ ἀριθμόν (καὶ γὰρ αὐτὸς ὁ Σωκρά‐
10της καὶ ζῷον καὶ ἄνθρωπος), εἴ γε καὶ ἄνθρωπος καὶ ζῷον τόδε τι καὶ καθ’ αὑτὸ καὶ ὑπὸ δεῖξιν καὶ ἔκθεσιν πῖπτον. ἔστι γὰρ ὁ Σωκράτης ἄν‐ θρωπος, καὶ οὐ ταὐτόν ἐστι τὸ Σωκράτει καὶ τὸ ἀνθρώπῳ εἶναι. ἀλλὰ καὶ ζῷον· καὶ γὰρ ζῷον ὁ Σωκράτης, ὃ καὶ αὐτὸ ὑπέκειτο καὶ εἶναι καὶ καθ’ αὑτὸ ὑφεστάναι· καθόλου γὰρ καὶ τοῦτο. ἀλλὰ τοῦτο ἄτοπον. εἰ
15δὲ μὴ καθόλου. ἐπικεχείρηκε γὰρ πρὸς τοῦτο, ὡς εἴρηται, τὸ πολλὰ ἔσται ζῷα ὁ Σωκράτης. ἢ τοῦτό ἐστι τὸ εἰρημένον, ἀλλ’ εἴ τις τὸ καθόλου ἀξιώσαι τοιοῦτον εἶναι ὡς μὴ τοιόνδε σημαίνειν ἀλλὰ τόδε τι καὶ οὐσίαν καὶ εἶναι τοιοῦτον ὡς τὰ τῇ ἐκθέσει δηλούμενα. εἶπεν οὖν καὶ ἐκθέσθαι τὸ κοινῇ κατηγορούμενον, τοιοῦτον δὲ τὸ καθόλου· διὸ εἰκότως
20νῦν ἐπὶ τὸ ἕτερον μόριον τῆς ἀπορίας μεταβαίνων οὕτως εἶπεν εἰ δὲ μὴ καθόλου. ἔστι δὲ τὸ λεγόμενον, εἰ δέ τις μὴ λέγοι τὰς ἀρχὰς καθόλου εἶναι ἀλλὰ καθ’ ἕκαστα καὶ ἀτόμους, πάλιν φησὶ μὴ ἔσεσθαι αὐτῶν ἐπι‐ στήμην· ἡ γὰρ ἐπιστήμη τῶν καθόλου· ὥστε ἢ τῶν ἀρχῶν ἄλλαι τινὲς ἀρχαὶ πάλιν ἔσονται καθόλου, εἰ ἔσται αὐτῶν ἐπιστήμη, καὶ οὕτως πάλιν
25τὰ καθόλου ἀρχαί, ἢ οὐκ ἔσονται ἀρχαὶ ἐπιστηταί. Ταῦτα τὰ ἐν τῷ Β ἠπορημένα, ἐξ ἐνδόξων τὰς ἐπιχειρήσεις ἔχοντα καὶ κατὰ τὸ πιθανόν· καὶ γὰρ οὐδὲ οἷόν τε εἰς τὰ ἀντικείμενα ἐπιχειροῦν‐ τας μὴ λογικαῖς ἐπιχειρήσεσι χρήσασθαι· οὐδὲ γὰρ ἂν λύεσθαι δύναιντο,
εἰ μὴ εἶχεν οὕτως.236
in Metaph
.

237

(t1)

ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟ Γ ΤΩΝ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ ΑΡΙΣΤΟΤΕΛΟΥΣ
t2ΥΠΟΜΝΗΜΑ
3 Προθέμενος ἐν τῇ Μετὰ τὰ Φυσικὰ πραγματείᾳ, ἣν καὶ σοφίαν καὶ πρώτην φιλοσοφίαν, ἔστι δὲ ὅτε καὶ θεολογικὴν ἔθος αὐτῷ καλεῖν, περὶ
5τοῦ ὄντος ᾗ ὂν θεωρῆσαι, καὶ δείξας ὅτι ἡ προκειμένη πραγματεία μήτε τῶν περὶ τὴν τῶν ἀναγκαίων γνῶσιν καταγινομένων ἐστὶ τεχνῶν ἢ ἐπι‐ στημῶν μήτε τῶν περὶ τὰ χρήσιμα, ἀλλ’ ἔστιν αὐτῆς χάριν τῆς γνώσεώς τε καὶ ἐπιστήμης μετιοῦσα † αὐτὰ ἐπ’ αὐτὰ μέτεισι, δείξας δὲ αὐτὴν θεωρητικὴν οὖσαν τῶν πρώτων ἀρχῶν τε καὶ αἰτίων (ταῦτα γὰρ μάλιστα
10ὄντα), πρὸ τοῦ ζητεῖν τίνες αἱ πρῶται ἀρχαί, κινήσας καθόλου τὸν περὶ τῶν αἰτίων λόγον καὶ τὰς δόξας τῶν πρὸ αὐτοῦ τὰς περὶ τῶν ἀρχῶν ἐκ‐ θέμενός τε καὶ ἱστορήσας καὶ ἀντειπὼν πρὸς αὐτάς, δείξας δὲ ὅτι εἰσί τινες ἀρχαὶ πρῶται καὶ οὐκ ἐπ’ ἄπειρον ἡ τῶν ἀρχῶν ἄνοδος, καὶ ἐπὶ τούτοις ὡς χρήσιμον καὶ ἀναγκαῖον πρὸς τὴν εὕρεσιν τῶν τῇ σοφίᾳ προ‐
15κειμένων ἀπορήσας τινὰς ἀπορίας περί τε τοῦ ὄντος καὶ τῶν ἀρχῶν καὶ237
in Metaph
.

238

τῶν τούτοις παρακειμένων, μετὰ τὰς ἀπορίας ἄρχεται τοῦ προκειμένου τοῦ Γ βιβλίου, λοιπὸν ἐν τούτῳ λέγων τε καὶ κατασκευάζων τὰ αὐτῷ δο‐ κοῦντα καὶ λύων τὰ ἠπορημένα. δείκνυσι δὲ ἐν τῷδε τῷ βιβλίῳ περὶ τίνα ἐστὶν ἡ σοφία, ἣν καὶ φιλοσοφίαν ὀνομάζει καὶ πρώτην φιλοσοφίαν.
5καὶ πρῶτον μὲν συνίστησιν ὅτι περὶ τὸ ὂν καθόλου, καὶ ἐπεὶ τῷ ὄντι τὸ ἓν κατὰ τὸ ὑποκείμενον τὸ αὐτό, ὅτι καὶ περὶ τοῦτο. ἀλλὰ καὶ περὶ τῶν ὑπὸ τὸ ἕν, ὧν ἐστι τὸ ταὐτὸν τὸ ἴσον τὸ ὅμοιον. ἀλλὰ καὶ περὶ τῶν ἀντικειμένων τῷ ἑνί, ταῦτα δέ ἐστι τὰ πολλά· τῆς γὰρ αὐτῆς ἡ γνῶσις τῶν ἀντικειμένων. καὶ περὶ τῶν τοῖς εἰρημένοις ἄρα ἀντικειμένων, ἀλλὰ
10καὶ περὶ πάντων τῶν ἐναντίων· πάντα γὰρ τὰ ἐναντία ὑπὸ τὴν ἑτερότητα, ἡ δὲ ἑτερότης ὑπὸ τὰ πολλά, τὰ δὲ πολλὰ καὶ ἓν ἀντικείμενα. εἰ δὲ περὶ πάντων τῶν ἐναντίων τε καὶ ἀντικειμένων, δῆλον καὶ ἐκ τούτου ὅτι καὶ περὶ παντὸς τοῦ ὄντος· πάντα γὰρ τὰ ὄντα ἐν τούτοις· ἢ γὰρ ἐναντία ἢ ἐξ ἐναντίων. ἀλλ’ εἰ περὶ πάντα τὰ ὄντα, καὶ περὶ πάντα τὰ καθ’
15αὑτά τε καὶ κοινῶς τῷ ὄντι ᾗ ὂν ὑπάρχοντα· τοιαῦτα δὲ καὶ τὰ ἀξιώ‐ ματα. ἐφ’ οἷς δείκνυσιν ὅτι κοινότατον καὶ γνωριμώτατον τῶν ἀξιωμάτων ἐστὶ τὸ μὴ δύνασθαι συνυπάρχειν τὴν ἀντίφασιν. πρῶτον δὲ ἐν αὐτῷ δείκνυσι, λαβὼν ὅτι ἡ σοφία περὶ τὸ ὄν, ὅτι τὸ ὂν οὕτω λέγεται πολλαχῶς ὡς τὰ ἀφ’ ἑνός τε καὶ πρὸς ἕν· ὡς δὲ λέγεται τὸ ὂν ἕν, οὕτω μία ἐπι‐
20στήμη δοκεῖ τοῦ ὄντος ᾗ ὄν· διὸ καὶ περὶ τὴν τούτου θεωρίαν ἐστὶν ἡ προκειμένη ἐπιστήμη, πρώτη τε οὖσα ἁπασῶν ἐπιστημῶν καὶ κυριωτάτη. ἐρεῖ δὲ καὶ ὅτι περὶ ταὐτὰ τῷ σοφῷ ὅ τε διαλεκτικὸς καὶ ὁ σοφιστής (περὶ γὰρ τῶν κοινῶς τῷ ὄντι ᾗ ὂν ὑπαρχόντων καὶ οὗτοι τοὺς λόγους ποιοῦνται· οὐ γὰρ περί τι ἓν γένος ἡ πραγματεία αὐτοῖς ὡς ἑκάστῃ τῶν
25ἄλλων τεχνῶν τε καὶ ἐπιστημῶν), ἀλλ’ ὁ μὲν αὐτῶν ψευδὴς καὶ διὰ ψευ‐ δῶν ἐπιχειρητικός, ὁ δὲ διὰ πιθανῶν τε καὶ ἐνδόξων· ἡ δὲ σοφία ἐπιστη‐ μονικῶς τούτων ἐστὶ τῶν κοινῶς τῷ ὄντι ᾗ ὂν ὑπαρχόντων θεωρητική.
δεικνὺς δὲ τὸ μὴ δύνασθαι ἅμα τὴν ἀντίφασιν εἶναι ἀληθῆ ἢ ψευδῆ, ἀλλὰ238
in Metaph
.

239

κατὰ παντὸς δεῖν θάτερον μέρος τῆς ἀντιφάσεως ἀληθὲς τὸ δὲ ψεῦδος εἶναι, ἀντερεῖ καὶ πρὸς Ἡράκλειτον καὶ Πρωταγόραν, οἳ ᾤοντο εἶναί τι τῆς ἀντιφάσεως μεταξύ. ἤδη δὲ αὐτῶν τῶν προκειμένων ἀρχόμεθα. p. 1003a21 Ἔστιν ἐπιστήμη τις ἣ θεωρεῖ τὸ ὂν ᾗ ὂν καὶ τὰ αὐτῷ
5ὑπάρχοντα καθ’ αὑτ. Λαμβάνει πρῶτον μὲν τὸ εἶναί τινα ἐπιστήμην περὶ τὸ ὂν ᾗ ὄν, τουτ‐ έστι τοῦ ὄντος ᾗ ὂν θεωρητικήν τε καὶ ἀποδεικτικὴν τῶν τούτῳ καθ’ αὑτὰ ὑπαρχόντων. πᾶσα γὰρ ἡ οὑτινοσοῦν ἐπιστήμη τῶν ἐκείνῳ καθ’ αὑτὰ ὑπαρχόντων ἐστὶν ἀποδεικτική. καὶ τὸ μὲν εἶναί τινα περὶ τὸ ὂν
10ἐπιστήμην ᾗ ὄν, προϊὼν δείξει, νῦν δὲ προστίθησι τῷ εἰρημένῳ τὸ καὶ ἄλλην εἶναι ταύτην τὴν ἐπιστήμην τῶν ἄλλων ἁπασῶν ἐπιστημῶν. ἔπειτα δείκνυσιν ὅτι αὕτη ἡ ἐπιστήμη σοφία, περὶ ἧς ἦν ὁ ἐνεστὼς λόγος. τοῦτο δὲ δείκνυσι διὰ τοῦ δεῖξαι τὰς ἀκροτάτας ἀρχάς τε καὶ αἰτίας, περὶ ἃς ὁ σοφὸς καταγίνεται, πρῶτον μὲν οὔσας φύσεώς τινος ἀρχὰς καθ’ αὑτάς,
15ἔπειτα ὅτι ταύτης τῆς φύσεως· τοῦ γὰρ ὄντος ᾗ ὂν αἱ τοιαῦται ἀρχαί. ὅτι μὲν οὖν ἡ περὶ τὸ ὂν ᾗ ὂν ἐπιστήμη ἄλλη τῶν λοιπῶν ἐπιστημῶν, δῆλον ἐκ τοῦ ἑκάστην περὶ τὶ ὂν καὶ μέρος τοῦ ὄντος πραγματεύεσθαι· ἡ μὲν γὰρ ἀριθμητικὴ περὶ ἀριθμούς, οἵτινες τὶ ὄν εἰσιν, ἡ δὲ γεωμετρία περὶ γραμμὰς καὶ ἐπίπεδα καὶ στερεά, ἃ καὶ αὐτά τινα ὄντα. τὸν αὐτὸν
20δὲ τρόπον καὶ τῶν ἄλλων ἑκάστη περὶ μέρος τι τοῦ ὄντος καταγίνεται καὶ τὰ τούτῳ ὑπάρχοντα καθ’ αὑτὰ θεωρεῖ (τὰ γὰρ συμβεβηκότα τοῦτο σημαίνει νῦν)· τοῦτο γὰρ τῆς περὶ ἕκαστον ἐπιστήμης ἴδιον. ἡ δὲ μὴ περὶ ὄν τι καταγινομένη μηδὲ περὶ μέρος τοῦ ὄντος, ἀλλ’ ἁπλῶς περὶ τὸ ὂν καθὸ ὄν ἐστι, δι’ ὃ καὶ τά τινα ὄντα ὄντα, καὶ τοῦτο ὑποκείμενον
25ἔχουσα, ἄλλη ἂν ἐκείνων εἴη. λαβὼν δὲ τὸ εἶναί τινα ἐπιστήμην περὶ τὸ ὂν ᾗ ὄν, καὶ δείξας αὐτῆς τὴν πρὸς τὰς ἄλλας ἐπιστήμας διαφοράν, μετὰ ταῦτα δείκνυσιν ὅτι αἱ ἀρχαὶ αἱ πρῶται καὶ τὰ αἴτια τὰ ἀκρότατα, περὶ ὧν τὴν ζήτησιν ἡ σοφία ποιεῖται καὶ ἡμεῖς νῦν ζητοῦμεν διὰ τὸ περὶ τῆς σοφίας ἡμῖν εἶναι τὸν ἐνεστῶτα λόγον, οὐκ ἄλλου τινός εἰσιν ἀρχαὶ καθ’
30αὑτό, ἀλλὰ τοῦ ὄντος ᾗ ὄν. εἰ δὲ τοῦτο, εἴη ἂν ἣν περὶ τοῦ ὄντος εἰ‐ ρήκαμεν ᾗ ὂν ἐπιστήμην εἶναι, αὕτη οὖσα ἡ σοφία· ἧς γὰρ τὸ θεωρεῖν τὰς καθ’ αὑτὸ ἀρχάς τε καὶ αἰτίας φύσεώς τινος, εἴη ἂν ταύτης τὸ καὶ τῆς φύσεως ταύτης, ἧς αἱ ἀρχαί, θεωρητικὴν εἶναι. τοῦτο δὲ δείκνυσιν οὕτως. λαμβάνει τὸ δεῖν τὰς ἀρχὰς τὰς πρώτας καὶ τὰς ἀκροτάτας αἰτίας,
35ἃς νῦν φησιν εἶναι τὰς ζητουμένας ὑπ’ αὐτοῦ, τουτέστιν ὑπὸ τοῦ σοφοῦ τε καὶ πρώτου φιλοσόφου, φύσεώς τινος ἀρχὰς εἶναι καθ’ αὑτὸ καὶ μὴ
κατὰ συμβεβηκός· πᾶσα γὰρ ἀρχὴ καὶ πᾶν αἴτιόν τινός ἐστι, καὶ αὕτη γε239
in Metaph
.

240

κυρίως ἀρχὴ καὶ αἰτία ἡ καθ’ αὑτὸ οὖσά τινος καὶ μὴ κατὰ συμβεβηκός· ὥστε καὶ αἱ πρῶται ἀρχαί, μάλιστα οὖσαι ἀρχαί, φύσεώς τινος ἂν εἶεν ἀρχαὶ καθ’ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκός. τῶν μὲν οὖν καθ’ ἕκαστα ἐπιστητῶν οὐδενὸς αἱ τοιαῦται ἀρχαί· οὐδενὸς γὰρ τούτων αἱ ἀρχαὶ πρῶ‐
5ταί εἰσιν ἀρχαί· ἄλλαι γὰρ ἑκάστου τούτων ἀρχαί. σημεῖον δὲ τὸ τὰς περὶ αὐτῶν ἐπιστήμας ἔχειν μὲν αὐτῶν τὰς ἀρχάς, ἄλλας δὲ καὶ μὴ τὰς αὐτὰς ἔχειν. ἄλλου τινὸς ἄρα ἀρχαὶ αἱ πρῶται ἀρχαὶ καὶ ἀκρόταται. τίνα δὲ τὰ κατὰ συμβεβηκὸς αἴτια καὶ τίνα τὰ καθ’ αὑτά, ἔδειξεν ἐν τῇ Φυσικῇ ἀκροάσει· τά τε γὰρ μὴ καθ’ αὑτά τινος ὄντα μηδὲ πρώτως, ἀλλὰ κατὰ
10τὴν ἐπ’ ἄλλο ἀναφοράν. οὕτως τοῦ ἰσοσκελοῦς τριγώνου οὔ φαμεν καθ’ αὑτὸ αἴτιον εἶναι τὸ δυσὶν ὀρθαῖς ἴσας ἔχειν τὰς τρεῖς γωνίας, ἀλλὰ κατὰ συμβεβηκός, ὅτι ἄλλου τοῦτο καθ’ αὑτὸ αἴτιον προαναβεβηκότος καὶ πρώ‐ του· τοῦ γὰρ τριγώνου. ἀλλὰ καὶ τὰ τοῖς καθ’ αὑτὰ οὖσί τινων αἰτίοις συμβεβηκότα, ὡς ὁ Πολύκλειτος τοῦ ἀνδριάντος, κἀκεῖνα λέγεται κατὰ
15συμβεβηκὸς αἴτια· ὧν τὰ μὲν τελευταῖα οὐδὲ ὅλως ἐστὶν αἴτια, τὰ δὲ πρῶτα εἰρημένα ἔστι μέν τινων αἴτια ἀλλ’ οὐ τούτων. τὰ δὴ πρῶτα αἴτια οὔτε κατὰ τὸν δεύτερον τρόπον τοῦ κατὰ συμβεβηκὸς αἴτια οἷόν τε τοῦ ὄντος λέγειν (οὐ γὰρ οἷόν τε πρῶτα αὐτὰ αἴτια ὄντα μὴ αἴτια εἶναι) οὔτε κατὰ τὸν πρῶτον τρόπον· εἰ γὰρ κατὰ συμβεβηκὸς τοῦ ὄντος ᾗ ὄν, ἄλλου
20τινὸς ἐπαναβεβηκότος ἔσται καθ’ αὑτό· ἀλλ’ οὐδὲν ὑπὲρ τὸ ὄν. τὰ πρῶτα ἄρα αἴτια καθ’ αὑτὰ αἴτιά τέ ἐστι καὶ τοῦ ὄντος ᾗ ὄν. αὐτὸς δὲ πρῶτον μὲν λαμβάνει ὅτι τινῶν ἐστιν αἴτια καθ’ αὑτά· εἰ γὰρ αἴτια, καὶ τινῶν, καὶ εἰ ὡς ἀληθῶς αἴτια, καθ’ αὑτά· καὶ τοῦτο λαβὼν μετὰ ταῦτα προσ‐ άγει ὅτι ἡ φύσις αὕτη, ἧς αἱ ἀκρόταταί τε καὶ πρῶται ἀρχαί εἰσιν, ἣν
25ζητοῦμεν, τὸ ὂν ᾗ ὄν ἐστιν. ὃ συνέστησε τοιούτῳ χρησάμενος λόγῳ. ὥσπερ οἱ τὰ στοιχεῖα τῶν ὄντων ζητοῦντες τὰς τοιαύτας ἀρχὰς ἐζήτουν καὶ τὰ τοιαῦτα αὐτῶν στοιχεῖα ἃ καθ’ αὑτὰ ἦν αὐτῶν στοιχεῖα ἀλλ’ οὐ κατὰ συμβεβηκός, οὕτω καὶ ἡμῖν ζητοῦσι τὰς τοῦ ὄντος πρώτας ἀρχὰς καὶ τὰ αἴτια δεῖ τοιαῦτα ζητεῖν ἃ κυρίως καὶ καθ’ αὑτά εἰσιν αὐτοῦ ἀρχαί.
30ἡ δὲ λέξις ἀσαφῶς ἔχει διὰ τὴν συντομίαν. p. 1003a33 Τὸ δὲ ὂν λέγεται πολλαχῶς, ἀλλὰ πρὸς ἓν καὶ μίαν τινὰ φύσιν. Εἰπὼν εἶναί τινα ἐπιστήμην περὶ τὸ ὂν ᾗ ὂν καὶ τὰς τούτου ἀρχάς
τε καὶ αἰτίας, καὶ αὐτὴν οὖσαν τὴν σοφίαν συστήσας, ἐφεξῆς δείκνυσι πῶς240
in Metaph
.

241

οἷόν τε εἶναι περὶ τὸ ὂν ἐπιστήμην μίαν, ἐπεὶ δοκεῖ ὁμώνυμον εἶναι τὸ ὄν, τῶν δὲ ὁμωνύμων οὔτε μία φύσις οὔτε μία τέχνη οὔτε ἐπιστήμη οὔτε αἱ ἀρχαὶ αἱ αὐταί. διαίρεσιν δὲ ποιεῖται τῶν ὑπό τι κοινὸν τεταγμένων, ὡς ἔχει τά τε ὁμώνυμα καὶ τὰ συνώνυμα καὶ τὰ ἀφ’ ἑνός τινος ἢ πρὸς
5ἓν λεγόμενα. ᾗ διαιρέσει προσχρησάμενος δείξει τὸ ὂν μήτε γένος ὂν τῶν καθ’ ὧν κατηγορεῖται (ἔχει γάρ τινας ἀπορίας τὸ οὕτω λέγειν, ὡς δεί‐ κνυσιν ἐν πολλοῖς), μήτε ὁμώνυμον (καὶ γὰρ τὸ τοῦτο λέγειν ἀπορίας τινὰς ἔχει), μεταξὺ δὲ εἶναι τῶν τε ὁμωνύμων καὶ τῶν συνωνύμων· εἶναι γὰρ μεταξὺ αὐτῶν τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν λεγόμενα, ὧν ἐστι καὶ τὸ ὄν. δια‐
10φέρει δὲ τὰ οὕτω λεγόμενα ἐκείνων ἑκατέρου, ὅτι τὰ μὲν συνώνυμα καὶ ὑπό τι κοινὸν γένος καὶ ἰσοτίμως καὶ ὁμοίως πάντα τῆς ὑπὸ τοῦ κατηγο‐ ρουμένου γένους αὐτῶν δηλουμένης οὐσίας κοινωνεῖ τε καὶ μετέχει, τὰ δέ γε ὁμώνυμα οὐδενὸς κοινωνεῖ ἀλλήλοις ἄλλου κατὰ τὸ κοινῶς κατηγο‐ ρούμενον αὐτῶν ὄνομα ἢ τοῦ ὀνόματος μόνου, εἴ γε ὁμώνυμά ἐστιν ὧν
15ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος· τὰ δὲ ἀφ’ ἑνός τε καὶ πρὸς ἓν λεγόμενα οὔτε τὴν τῶν συνωνύμων ἰσοτιμίαν πρὸς τὸ κατηγορούμενον σώζει πρὸς ἄλληλα, οὔτε πάλιν ἔχει τὴν τῶν ὁμωνύ‐ μων ἄκρατόν τε καὶ ἄμικτον ἑτερότητα, ἀλλ’ ἔστι τις αὐτοῖς κοινωνία κατὰ τὸ εἶναι ταῦτα ἃ λέγεται τῷ εἶναί τινα φύσιν ἐκείνου τοῦ πράγματος, καὶ
20ταύτην ἐν τούτοις πως ἐνορᾶσθαι πᾶσιν, ἀφ’ οὗ ὄντα ἢ πρὸς ὃ λόγον ἔχοντά τινα διὰ τοῦτο καὶ τοῦ ὀνόματος κεκοινώνηκεν αὐτοῦ. τὴν δὲ τοι‐ αύτην φύσιν ἐν ἄλλοις μὲν ὑπὸ τὰ ὁμώνυμα κοινότερον ἐτίθει· ἐνταῦθα δὲ ἐπιμελεστέραν ποιούμενος τὴν διαίρεσιν διαφέρειν τε αὐτήν φησι τῶν ὁμωνύμων, καὶ τίνι διαφέρει λέγει. οὐ γὰρ μόνον ὀνόματος κεκοινώνηκε
25τὰ τοιαῦτα καὶ οὕτως ἔχοντα πρὸς ἄλληλα, ὡς τὰ κυρίως ὁμώνυμα λεγό‐ μενα, ἅ ἐστι τὰ ἀπὸ τύχης, ἀλλὰ καὶ αἰτίαν τινὰ ἔχει τοῦ ὁμοίως ἀλλή‐ λοις ὠνομάσθαι. κατὰ κοινὴν γάρ τινα φύσιν τοιαῦτά φησιν εἶναι τά τε ὑγιεινὰ καὶ τὰ ἰατρικά. τὰ μὲν γὰρ ὑγιεινὰ τῷ πρὸς ὑγίειαν ἔχειν πως οὕτως ὠνόμασται· τὸ μὲν γάρ τι ὑγιεινὸν λέγεται τῷ φυλάσσειν ὑγίειαν,
30ὡς δίαιται τοιαῦται, γυμνάσια, περίπατοι, τὸ δέ τι τῷ ποιεῖν, ὡς τὰ φάρ‐ μακα καὶ πάντα τὰ βοηθήματα, τὸ δὲ τῷ σημεῖον εἶναι τῆς ὑγιείας, ὡς ἡ εὔχροια ἢ εὔπνοια, τὸ δὲ τῷ δεκτικὸν ὑγιείας εἶναι, ὡς τὸ σῶμα τὸ ἐπιτήδειον πρὸς τὸ ὑγιαίνειν. ὥστε τό γε μηδὲν εἰς ὑγίειαν συντελοῦν, εἰ ὑγιεινὸν λέγοιτο, ὁμωνύμως ἂν εἴη τοῦτο τοῖς ἄλλοις ὑγιεινοῖς λεγόμενον.
35ὁμοίως καὶ τὸ ἰατρικὸν τὸ μὲν λέγεται οὕτως τῷ ἔχειν ἰατρικήν, ὡς ὁ ἰατρικός, ὃ καὶ κυρίως καὶ μάλιστα ἰατρικόν, τὸ δὲ τῷ εὐφυὲς εἶναι πρὸς
τὸ ἀναλαβεῖν ἰατρικήν, τὸ δὲ ὡς ἔργον καὶ ἀποτέλεσμα ἰατρικῆς, ὡς λέ‐241
in Metaph
.

242

γομεν ἰατρικῶς τετμῆσθαί τι, τὸ δὲ ὡς ὄργανον πρὸς ἰατρικὴν συντελοῦν ἢ φάρμακον. λέγεται δὲ καὶ βιβλίον ἰατρικὸν τὸ περὶ ἰατρικῆς συντεταγ‐ μένον. τὸ δὲ ὁμοιοτρόπως δὲ καὶ ἄλλα ληψόμεθα ἤτοι εἴρηκεν ἐπὶ τῶν τοῦ ἰατρικοῦ παραδειγμάτων, ἢ ὅτι καὶ ἄλλα ἔστιν ὁμοίως τούτοις
5πρὸς ἓν καὶ μίαν τινὰ φύσιν λεγόμενα λαβεῖν· δόξει γὰρ καὶ τὸ ἀγαθὸν τούτων εἶναι καὶ τὸ σχῆμα καὶ ὁ ἀριθμός. ὁμοίως δὲ τούτοις φησὶν ἔχειν καὶ τὸ ὄν· λέγεσθαι μὲν γὰρ καὶ αὐτὸ πολλαχῶς καὶ μὴ ὑφ’ ἓν γένος εἶναι, ὡς καὶ τὰ προειρημένα, οὐ μὴν ἤδη καὶ ὁμωνύμως· οὐ γὰρ μόνα τὰ ὁμώνυμα τῶν πολλαχῶς λεγομένων ἐστίν, ἀλλὰ καὶ τὰ ἀφ’ ἑνὸς καὶ
10πρὸς ἕν, ὡς ἔχει τά τε προειρημένα καὶ τὸ ὄν. ὂν γὰρ λέγεται κυρίως μὲν ἡ οὐσία, λέγεται δέ γε ὄντα καὶ τὰ τῇ οὐσίᾳ συμβεβηκότα, ἅ ἐστι τὰ ἐννέα γένη. οὐ μὴν αὐτὸς οὕτως χρῆται νῦν τοῖς παραδείγμασιν, ἑκά‐ στου γένους ἓν τιθείς, ἀλλὰ δι’ αὐτῶν ἐξαρίθμησίν τινα τῶν ὑπαρχόντων τῇ οὐσίᾳ καὶ δι’ αὐτὴν ὄντων καὶ αὐτῶν λεγομένων ποιεῖται, ὧν πολλὰ
15καὶ ὑφ’ ἓν γένος καὶ τὴν αὐτήν ἐστι κατηγορίαν. καὶ εἴη ἂν τῇ πρώτῃ διαιρέσει τῶν ἐν Κατηγορίαις τοῦ ὄντος γεγονυιῶν μᾶλλον χρώμενος, καθ’ ἣν διαιρεῖ τὰ ὄντα εἰς οὐσίαν καὶ συμβεβηκότα. λέγει δὲ τὰ συμβεβηκότα τῇ οὐσίᾳ ὄντα λέγεσθαι τὰ μὲν ὅτι οὐσίας πάθη, ὡς θερμότητες ψυχρό‐ τητες, ὑγρότητες ξηρότητες, καὶ ὅλως αἱ παθητικαὶ ποιότητες· τὰ δὲ ὡς
20ὁδοὶ εἰς οὐσίαν· οὕτω καὶ τὴν γένεσιν τῶν ὄντων λέγομεν καὶ τὴν αὔξησιν. καὶ τὰς φθορὰς δὲ τῆς οὐσίας καὶ μεταβολὰς ὄντα λέγομεν, ὅτι καὶ ταῦτα οὐσίας τί ἐστιν, ὡς ἡ μείωσις καὶ τὸ γῆρας. ὁμοίως καὶ αἱ στερήσεις· ἡ γὰρ τυφλότης ὄν τι ὅτι οὐσίας τι· στέρησις γάρ. τὰ δὲ ὡς ποιότητες, ὡς ἕξεις διαθέσεις σχήματα· καὶ τὰ πάθη δέ, ὧν πρώτων ἐμνημόνευσε,
25τῶν ποιοτήτων. ποιητικὰ δὲ καὶ γεννητικὰ οὐσίας ἤτοι ὡς ἓν εἴρηκε, καὶ εἶεν ἂν τοιαῦται αἱ ἐνέργειαι δι’ ὧν ἡ γένεσις τῶν οὐσιῶν (τὸ γὰρ σπέρμα καθ’ αὑτὸ οὐσία), ἢ τὸ ποιητικὸν ὡς ἄλλο τοῦ γεννητικοῦ, καὶ εἴη ἂν τοι‐ αῦτα ὅσα αἴτια τοῦ μεταβάλλειν τινὰ εἰς οὐσίαν, ὡς τὸ θερμαίνεσθαι γε‐ νέσεώς τινων ζῴων αἴτιον. εἰπὼν δὲ ποιητικὰ καὶ γεννητικὰ οὐσίας, ἐπή‐
30νεγκεν ἢ τῶν πρὸς τὴν οὐσίαν λεγομένων, τουτέστιν τῶν τῇ οὐσίᾳ συμβεβηκότων, ἃ λέγεται ὄντα τῷ πρὸς οὐσίαν πως ἔχειν. ἔστι γάρ τινα καὶ τούτων ποιητικά, οἷον χρωμάτων παθῶν ἐπιστημῶν· αἱ γὰρ μαθήσεις ποιητικαὶ καὶ γεννητικαὶ τῶν ἐπιστημῶν, ὡς εὐεξίας γυμνάσια καὶ πόνοι, ὡς ὑγιείας δίαιται. ἔτι τὰ πρὸς τὴν οὐσίαν ὄντα τε καὶ λεγόμενα οἷα τὰ
35πρός τι· τὰ γὰρ πρός τι ἐν οὐσιῶν σχέσει. [τοῖς δὲ παραδείγμασιν οὐχ
οὕτως νῦν κεχρήμεθα ὡς ἐξ ἑκάστου γένους ἓν παραθέσθαι, ἀλλὰ δι’ αὐ‐242
in Metaph
.

243

τῶν ἐξαρίθμησίν τινα τῶν ὑπαρχόντων τῇ οὐσίᾳ καὶ δι’ αὐτὴν ὄντων καὶ αὐτῶν λεγομένων πεποιήμεθα, ὧν πολλὰ καὶ ὑφ’ ἓν γένος καὶ τὴν αὐτήν ἐστι κατηγορίαν. ὥστε τῇ πρώτῃ διαιρέσει τῶν ἐν Κατηγορίαις τοῦ ὄντος γεγονυιῶν μᾶλλον εἴημεν κεχρημένοι, καθ’ ἣν διῃρεῖτο τὰ ὄντα εἰς οὐσίαν
5καὶ συμβεβηκότα.] καὶ μὴν αὐτῶν δύναται ὡς κατ’ ἰδίαν εἰρημένου τις ἀκοῦσαι. ἢ τῶν πρὸς τὴν οὐσίαν τὰ πρός τι λέγει· τὰ γὰρ πρός τι ἐν οὐσιῶν σχέσει. εἰπὼν δὲ ταῦτα ἐπήνεγκεν ἢ τούτων τινὸς ἀποφάσεις ἢ οὐσίας· διὸ καὶ τὸ μὴ ὂν εἶναι μὴ ὄν φαμεν, λέγων τούτων μέν τινος τῶν τῇ οὐσίᾳ ὑπαρχόντων, ἢ οὐσίας δὲ αὐτῆς τῆς οὐσίας. ἐν‐
10δείκνυται δὲ τὴν τῆς οὐσίας ἰσχὺν πρὸς τὸ εἶναί τε καὶ τὸ ὄν· καὶ γὰρ αἱ ἀποφάσεις αὐτῆς τε τῆς οὐσίας καὶ τῶν τῇ οὐσίᾳ ὑπαρχόντων, καίπερ ἀναιρετικαὶ οὖσαι τούτων ὧν εἰσιν ἀποφάσεις, ὅμως, ἐπεὶ σχέσιν ἔχουσί τινα πρὸς οὐσίαν, λέγονται ὄντα. εἰ γὰρ μὴ ἦν οὐσία, οὐδ’ ἂν ὂν ἦν· οὕτω δὲ οὐδ’ ἂν ἀπόφασις· ὄντος γάρ τινος ἡ ἀπόφασις· διὰ τοῦτο καὶ
15αὐταὶ ὄντα. οὕτω καὶ τὸ μὴ ὂν εἶναι μὴ ὄν φαμεν, τοῦ μὴ ὄντος, ὅ ἐστι τοῦ ὄντος ἀπόφασις, τὸ εἶναι κατηγοροῦντες, ὅτι τοῦ ὄντος τί ἐστιν, οὐ μὴν ἁπλῶς εἶναι αὐτὸ λέγοντες, ἀλλὰ τὸ ὅλον τοῦτο μὴ ὂν εἶναι. δείξας δὲ ὅτι τὸ ὂν οὕτω λέγεται ὡς τὸ ὑγιεινὸν καὶ ἰατρικόν (πρὸς ἓν γὰρ καὶ ἀφ’ ἑνὸς καὶ ταῦτα καὶ τὸ ὄν· πρὸς γὰρ τὴν οὐσίαν), κατὰ τὴν πρὸς ταῦτα
20ὁμοιότητα αὐτοῦ λαμβάνει τὸ καὶ μίαν ἐπιστήμην εἶναι αὐτοῦ· ὡς γὰρ τῶν ὑγιεινῶν πολλαχῶς μὲν λεγομένων, οὐχ ὁμωνύμως δέ, μία πάντων ἐστὶν ἐπιστήμη (ἰατρικῆς γὰρ τὸ περὶ τῶν ὑγιεινῶν τῶνδε θεωρεῖν), οὕτω καὶ τῶν ἄλλων ἁπάντων τῶν ὁμοίως ἐκείνοις λεγομένων· τοιαῦτα δὲ τά τε ἰατρικὰ καὶ τὰ ὄντα. τῶν μὲν γὰρ ὁμωνύμων οὐδὲν κοινὸν ἐχόντων ἢ
25τοὔνομα οὐχ οἷόν τε ἐπιστήμην εἶναι μίαν, τῷ μηδὲν ὑπὸ κοινοῦ ὀνόματος ἴδιον δηλοῦσθαι, εἶναι δὲ ἑκάστην ἐπιστήμην περὶ ἓν γένος καὶ μίαν τινὰ φύσιν· οἷς δὲ οὐ κατὰ τοὔνομα μόνον ἐστὶ κοινωνία, ἀλλ’ ἤρτηται ἡ κατὰ τοῦτο κοινωνία τῆς τῶν πραγμάτων κοινωνίας, τούτων καὶ ἐπιστήμη μία. p. 1003b12 Οὐ γὰρ μόνον τῶν καθ’ ἓν λεγομένων ἐπιστήμης ἐστὶ
30θεωρῆσαι μιᾶς. Καθ’ ἓν μὲν λεγόμενα λέγει τὰ συνώνυμα καὶ ὑφ’ ἕν τι κοινὸν τεταγμένα γένος. οὐ μόνον δέ, φησί, τῶν οὕτως ἐχόντων πρὸς ἄλληλα
μία ἐπιστήμη, ἀλλὰ καὶ τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. τρόπον δέ τινα καὶ243
in Metaph
.

244

ταῦτα πρὸς μίαν φύσιν τὴν ἀναφορὰν ἔχοντα καθ’ ἓν λέγεται, καθ’ ὅσον ἐν πᾶσί πως αὐτοῖς ὁρᾶται ἡ φύσις αὕτη, ἀφ’ ἧς καὶ δι’ ἣν οὕτως κα‐ λεῖται, εἰ καὶ μὴ ὁμοίως καὶ ἐπίσης αὐτῆς πάντα μετέχει. καὶ γὰρ ἐν τῷ φυλακτικῷ τῆς ὑγιείας καὶ ἐν τῷ ποιητικῷ καὶ ἐν τῷ δεκτικῷ ὑγίειά
5ἐστιν ἡ θεωρουμένη· διὸ καὶ ἔστι πως αὐτῶν εἷς λόγος καὶ μιᾶς ἐπιστή‐ μης ἡ πάντων τούτων θεωρία· τῆς γὰρ ἰατρικῆς. καὶ περὶ τοῦ ὄντος δὲ μιᾶς ἐπιστήμης θεωρῆσαι καθὸ ὄν ἐστιν· οὐ γὰρ καθὸ μουσικὰ ἢ ἰατρικά, ἀλλὰ καθὸ ὄντα καὶ τῆς τοῦ ὄντος κεκοινώνηκε φύσεως. p. 1003b16 Πανταχοῦ δὲ κυρίως τοῦ πρώτου ἡ ἐπιστήμη.
10 Λαβὼν ὅτι τῶν πολλαχῶς λεγομένων ὡς ἀφ’ ἑνός τε καὶ πρὸς ἓν ἐπιστήμη μία, ἑξῆς δείκνυσιν ὅτι ἐν τοῖς οὕτως ἔχουσιν, ἐν οἷς τὸ μὲν πρῶτόν τί ἐστι καὶ κυρίως λεγόμενον, τὰ δὲ ἀπ’ ἐκείνου, ὡς ἔχει ἐν τοῖς ἀφ’ ἑνὸς καὶ πρὸς ἓν λεγομένοις, τοῦ πρώτου κυρίως καὶ μάλιστά ἐστιν ἡ περὶ ἐκείνην τὴν φύσιν καταγινομένη ἐπιστήμη, πρὸς ἣν καὶ τὰ ἄλλα συν‐
15τελεῖ. ἡ γοῦν ἰστρική, πάντων οὖσα τῶν ὑγιεινῶν ἐπιστήμη, κυρίως καὶ μάλιστα τῆς ὑγιείας ἐστί, πρὸς ἣν τὰ ἄλλα λέγεται. ὁμοίως καὶ ἡ περὶ ἀγαθῶν κυρίως καὶ μάλιστά ἐστι περὶ τοῦ τελειοτάτου τῶν ἀγαθῶν. καὶ περὶ τοῦ ὄντος δὴ παντός, ἐπεὶ τῆς αὐτῆς ἐστι φύσεως τὸ ὄν, μία μὲν ἐπιστήμη, αὕτη δὲ μάλιστα ἐπὶ τοῦ πρώτου καὶ κυρίως ὄντος ἔσται, δι’ ὃ
20καὶ τὰ ἄλλα ὄντα. τὴν δὲ οὐσίαν τοιοῦτον λέγουσιν· ἐκ ταύτης γὰρ ἤρτη‐ ται τὸ εἶναι τῶν ἄλλων, καὶ διὰ ταύτην ὄντα κἀκεῖνα. τῶν οὐσιῶν ἄρα τὰς ἀρχὰς καὶ τὰς αἰτίας ζητητέον τῷ φιλοσόφῳ, ᾧ ἡ πραγματεία περὶ τὸ ὂν ᾗ ὄν· αἱ γὰρ ταύτης ἀρχαὶ καὶ τοῦ ὄντος ἂν παντὸς εἶεν, εἴ γε τοῖς ἄλλοις ἡ οὐσία ἀρχή τε καὶ αἰτία τοῦ εἶναι. δείξας δὲ πρῶτον ὅτι
25μιᾶς ἐστιν ἐπιστήμης ἡ περὶ τοῦ ὄντος θεωρία καὶ πῶς παραστήσας, νῦν προσέθηκε καὶ τίς ἐστιν αὕτη· ὅτι γὰρ ἡ φιλοσοφία ἡ καθόλου ταύτῃ δια‐ φέρουσα τῶν ἄλλων, ᾗ ἐκείνων τῶν ἐπιστημῶν περὶ τὶ ὂν ἑκάστη, ἡ δὲ φιλοσοφία ἡ καθόλου περὶ τὸ ὂν ᾗ ὄν ἐστιν, οὐ τὸ τὶ ὄν. p. 1003b19 Ἅπαντος δὲ γένους καὶ αἴσθησις μία ἑνὸς καὶ ἐπι‐
30στήμη. Τὸ μὲν κατάλληλον τῆς λέξεώς ἐστιν· ἅπαντος δὲ γένους ἑνὸς καὶ αἴσθησις μία καὶ ἐπιστήμη. εἰπὼν δὲ ὅτι τοῦ φιλοσόφου ἐστὶ τὸ τῶν οὐσιῶν εἰδέναι τὰς ἀρχὰς καὶ τὰς αἰτίας, ὅτι μὴ μόνον περὶ τῆς οὐσίας
αὐτῷ ἡ πραγματεία ἀλλὰ καὶ καθόλου περὶ παντὸς τοῦ ὄντος ᾗ ὄν, ὡς244
in Metaph
.

245

ἔφθη εἰρηκέναι, δείκνυσι καὶ διὰ τούτων. παντὸς γάρ φησι γένους ἑνὸς καὶ ἐν τοῖς αἰσθητοῖς αἴσθησιν μίαν εἶναι καὶ ἐν τοῖς ἐπιστητοῖς ἐπιστήμην μίαν, γένους μὲν κοινότερον λαμβάνων ἀντὶ τοῦ φύσεως μιᾶς· γένη γὰρ κοινότερον πάντα ὅσα κατά τινα μίαν φύσιν κεκοινώνηκεν ἀλλήλοις· τοιαῦτα
5δὲ καὶ τὰ ἀφ’ ἑνός τινος τὸ εἶναι ἔχοντα. καὶ γὰρ ἐν τοῖς αἰσθητοῖς πάντων τῶν τῆς αὐτῆς φύσεως τῷδέ τινι, οὗ ἐστιν ἥδε ἡ αἴσθησις ἀντι‐ ληπτική, κεκοινωνηκότων ἡ αὐτὴ αἴσθησις ἀντιλαμβάνεται· οἷον τῶν τῷ λευκῷ ὁμογενῶν πάντων (ταῦτα δέ ἐστι τὰ χρώματα) ὄψις ἐστὶν ἀντι‐ ληπτική, ὁμοίως καὶ ψόφων μία καὶ χυμῶν μία καὶ καθ’ ἕκαστον γένος
10τῶν αἰσθητῶν. ὁμοίως πάλιν ἡ γραμματικὴ οὐ τῆσδε τῆς φωνῆς, φέρε εἰπεῖν τῆς ὀξείας, ἐστὶ θεωρητικὴ μόνης, ἀλλὰ καὶ πάσης φωνῆς καθὸ φωνή. ἐπεὶ τοίνυν καὶ τὸ ὂν μιᾶς φύσεως κεκοινώνηκε καθὸ ὄν (τοιοῦτον γὰρ ἐδείχθη), οὗ τὸ θεωρεῖν περὶ τῆς οὐσίας, τούτου καὶ περὶ παντὸς τοῦ ὄντος ᾗ ὂν ἔσται τὸ θεωρεῖν. ὥστε εἰ ἡ σοφία περὶ τὴν οὐσίαν τε καὶ
15τὰς τῆς οὐσίας ἀρχάς, καὶ περὶ πάντα τὰ ὄντα καὶ τὰς πάντων ἀρχὰς ἂν εἴη. ἧς δὲ περὶ πᾶν τὸ ὂν ἡ πραγματεία, ταύτης καὶ τὸ εἰδέναι πόσα εἴδη τοῦ ὄντος, τουτέστι πόσα γένη· τοῦ γὰρ εἰδότος τινὰ τὸ καὶ τὴν διαφορὰν αὐτῶν εἰδέναι τὴν πρὸς ἄλληλα· ὁ γὰρ τὰ μὴ ταὐτὰ τὰ αὐτὰ ἀλλήλοις ἡγούμενος οὐδ’ ἂν τὴν ἀρχὴν εἰδείη τι αὐτῶν.
20p. 1003b21 Διὸ καὶ τοῦ ὄντος ὅσα εἴδη θεωρῆσαι μιᾶς ἐστιν ἐπι‐ στήμης τῷ γένει, τὰ δὲ εἴδη τῶν εἰδῶν. Δείξας ὅτι μιᾶς ἐστιν ἐπιστήμης ἡ περὶ παντὸς τοῦ ὄντος ᾗ ὂν θεωρία, ἥτις ἐστὶ σοφία τε καὶ φιλοσοφία (εἴρηται δὲ ὅτι μιᾶς ἐστι τῷ γένει, τουτέστι μιᾶς κατὰ τὸ γένος ἐπιστήμης, ὅσα εἴδη καὶ ὅσαι διαφοραὶ τοῦ
25ὄντος ᾗ ὂν θεωρῆσαι), ἐπήνεγκε τὸ τὰ δὲ εἴδη τῶν εἰδῶν· ὡς γὰρ ἔχει τὸ γένος τὸ ἐπιστητὸν πρὸς τὰ ὑπ’ αὐτὸ εἴδη, οὕτω καὶ τὸ γένος τῆς τούτου ἐπιστήμης πρὸς τὰ εἴδη τὰ αὐτῆς· καὶ ἐναλλὰξ ἄρα, ὡς τὸ γένος τὸ ἐπιστητὸν πρὸς τὸ γένος τῆς οἰκείας ἐπιστήμης, οὕτω καὶ τὰ εἴδη τοῦ ἐπιστητοῦ πρὸς τὰ εἴδη τῆς ἐπιστήμης. ἔστι δὲ τὸ γένος καὶ ἡ
30τοῦ ὄντος κοινὴ φύσις ἐπιστητὴ τῇ κοινῇ τε καὶ γενικῇ φιλοσοφίᾳ, καὶ τὰ μέρη ἄρα τοῦ ὄντος ἐπιστητὰ τοῖς τῆς φιλοσοφίας μέρεσιν· ὥστε ἑκάστου τῶν τοῦ ὄντος εἰδῶν ἐπιστήμη ἂν εἴη ἑκάστη τούτων, ὅσαι ὑπὸ φιλοσο‐ φίαν ὡς γενικήν τινα ἐπιστήμην τεταγμέναι εἰσὶν ἐπιστῆμαι. διὰ δὲ τῶν νῦν εἰρημένων δέδεικται ὅτι τῆς πρώτης φιλοσοφίας ἡ εἰς τὰ γένη τοῦ
35ὄντος διαίρεσις, ὃ πεποίηκεν αὐτὸς ἐν ταῖς Κατηγορίαις. ἅμα δὲ καὶ ἐνε‐ δείξατο ἡμῖν διὰ τούτων καὶ πῶς ἐστι μία ἐπιστήμη ἡ φιλοσοφία· τῷ γὰρ
καθόλου. εἴδη δὲ αὐτῆς ὅσα τὰ τοῦ ὄντος· εἴδη γὰρ αὐτῆς ἥ τε πρώτη245
in Metaph
.

246

φιλοσοφία, ἥτις καὶ κυρίως σοφία καλεῖται, οὖσα ἐπιστήμη τῶν ἀιδίων τε καὶ ἀκινήτων καὶ θείων. ἡ μὲν γὰρ σοφία ἐστὶν ἡ καθόλου τε καὶ πρώτη, εἴ γε αὐτή ἐστιν ἡ περὶ τὸ ὂν ᾗ ὂν ἀλλ’ οὐ τὶ ὄν· ἔστι δὲ ὑπὸ ταύτην ἡ μέν τις πρώτη φιλοσοφία ἡ περὶ τὰς πρώτας οὐσίας, ἡ δὲ φυσικὴ οὖσα
5περὶ τὰ φυσικά, ἐν οἷς ἤδη κίνησις καὶ μεταβολή, ἡ δέ τίς ἐστι τῶν πρακτῶν θεωρητική· τοιαῦτα γὰρ καὶ τῶν ὄντων τινά. ὅτι δὲ μία τῷ γένει ἡ περὶ τὸ ὂν ᾗ ὂν πραγματευομένη φιλοσοφία, ἐδήλωσε καὶ ἐξ ὧν εὐθὺς ἀρχόμενος τοῦ βιβλίου εἶπεν “αὕτη δέ ἐστιν οὐδεμιᾷ τῶν ἐν μέρει λεγομένων ἡ αὐτή,” ἡ περὶ τὰς ἀρχὰς καὶ τὰ πρῶτα αἴτια καὶ τὴν οὐσίαν
10πραγματευομένη. ἅμα τέ ἐστι πρώτη καὶ καθόλου· ἐν γὰρ τοῖς ἀφ’ ἑνός τε καὶ πρὸς ἓν λεγομένοις τὸ πρῶτον καὶ καθόλου, τῷ καὶ τοῖς ἄλλοις αὐτὸ εἶναι αἴτιον τοῦ εἶναι, ὡς καὶ αὐτὸς ἐν τῷ Ε τῆσδε τῆς πραγμα‐ τείας ἐρεῖ. δι’ ὧν δὲ εἴρηκέ τε καὶ κατεσκεύασε, λέλυκεν ἀπορίας τῶν ἐν τῷ Β βιβλίῳ ῥηθεισῶν, τήν τε εἰ τῆς αὐτῆς ἐπιστήμης ἐστὶ περὶ τῶν
15οὐσιῶν πασῶν τὴν θεωρίαν ποιεῖσθαι ἢ ἄλλη ἄλλης οὐσίας ἐστὶν ἐπιστήμη, ἔτι καὶ τὴν εἰ τῆς αὐτῆς ἐστι περί τε τῆς οὐσίας θεωρεῖν καὶ τῶν συμ‐ βεβηκότων αὐτῇ. ἀλλ’ εἰ δέδεικται ὅτι τῆς αὐτῆς τῷ γένει περί τε πασῶν τῶν οὐσιῶν καὶ ἔτι περὶ τῶν ὑπαρχόντων αὐταῖς, οὐ διὰ τοῦτο ἔσται καὶ τοῦ τί ἐστιν ἀπόδειξις· οὐδὲν γὰρ κωλύει ὑπὸ τὴν αὐτὴν τῷ γένει ἐπιστή‐
20μην εἶναι καὶ τὴν ὁριστικήν, ἥτις τοῦ τί ἐστι θεωρητική, καὶ τὴν ἀπο‐ δεικτικήν, ἣ τῶν καθ’ αὑτὰ ὑπαρχόντων ἑκάστῳ γένει ἐστὶν ἀποδεικτική. καὶ τὸ ἐφεξῆς δὲ τούτῳ ἀπορηθὲν ἑξῆς λύει, πρὸς δὲ τούτοις περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ὁμοίου καὶ ἀνομοίου καὶ περὶ ἐναντιότητος· δείκνυσι γὰρ ὅτι καὶ ἡ περὶ τούτων θεωρία οἰκεία τῇ περὶ τοῦ ὄντος.
25p. 1003b22 Εἰ δὴ τὸ ὂν καὶ τὸ ἓν ταὐτὸν καὶ μία φύσις, τῷ ἀκο‐ λουθεῖν ἀλλήλοις ὥσπερ ἀρχὴ καὶ αἴτιον, ἀλλ’ οὐχ ὡς ἑνὶ λόγῳ δηλούμενα. Δείξας ὅτι μιᾶς ἐστιν ἐπιστήμης ἥ τε περὶ τοῦ ὄντος ᾗ ὂν θεωρία καὶ ἡ περὶ τοῦ πόσα καὶ τίνα τοῦ ὄντος εἴδη, ἑξῆς δείκνυσιν ὅσα καὶ τίνα
30εἴδη τοῦ ὄντος, πρῶτον δείξας ὅτι τὸ ἓν καὶ τὸ ὂν ταὐτὰ ἀλλήλοις ἐστὶ κατὰ τὸ ὑποκείμενον· τούτου γὰρ δειχθέντος, ὅσα ἂν τοῦ ἑνὸς εἴδη ᾖ, τοσαῦτα ἂν εἴη καὶ τοῦ ὄντος, ἐπειδὴ ταὐτὸν κατὰ τὸ ὑποκείμενον τό τε ὂν καὶ τὸ ἕν, εἰ καὶ μὴ ὁ λόγος αὐτῶν ὁ αὐτός, ὡς ἔδειξε. διὸ ὅσα ἂν εὑρεθῇ εἴδη τοῦ ἑνός, τοσαῦτα καὶ τοῦ ὄντος ἔσται· πρὸς γὰρ τὴν εὕρεσιν
35τῶν εἰδῶν, ὡς ἔφην, τοῦ ὄντος τὸ ἓν παραλαμβάνει. λήψεται δὲ καὶ ὅτι
ἐπεὶ ἐναντίον τῷ ἑνὶ τὸ πλῆθος, τῶν δὲ ἐναντίων ἡ αὐτὴ ἐπιστήμη, τῆς246
in Metaph
.

247

αὐτῆς εἶναι καὶ τὴν περὶ πλήθους θεωρίαν καὶ ὅσα ὑπὸ τὸ πλῆθος ὡς γένος τέτακται· ὥστε ὁ φιλόσοφος ᾗ φιλόσοφος καὶ περὶ ἑνὸς καὶ πλήθους διαλήψεται καὶ τῶν ὑπὸ ταῦτα, καὶ περὶ μὲν τοῦ ἑνὸς καὶ τῶν ὑπὸ τοῦτο, ἅ ἐστι τὸ ταὐτόν, τὸ ἴσον, τὸ ὅμοιον καὶ ὅσα τοιαῦτα, ὅτι τὸ ἓν τῷ ὄντι
5ὁμοίως τε καὶ κατὰ τῶν αὐτῶν λέγεται, περὶ δὲ τοῦ ὄντος τούτου τὸ θεω‐ ρεῖν· περὶ δὲ τοῦ πλήθους καὶ τῶν ὑπὸ τοῦτο, ὅτι τῆς αὐτῆς ἐπιστήμης ἡ τῶν ἐναντίων γνῶσις, ἐναντίον δὲ τὸ μὲν πλῆθος τῷ ἑνί, τὰ δὲ ὑπὸ τὸ πλῆθος εἴδη τοῖς τοῦ ἑνὸς εἴδεσι. λέγει δὲ τὸ ἓν τῷ ὄντι οὕτω ταὐτὸν εἶναι ὡς ἔστι ταὐτὰ ἀρχή τε καὶ αἴτιον. ὡς γὰρ ταῦτα ἀμφότερα μὲν
10ἀκολουθεῖ τε ἀλλήλοις καὶ κατὰ τοῦ αὐτοῦ κατηγορεῖται (ὃ γὰρ ἀρχή, τοῦτο καὶ αἴτιον, καὶ ὃ αἴτιον, τοῦτο καὶ ἀρχή), ἄλλος μέντοι λόγος αὐτοῦ καὶ ἄλλη ἐπιβολὴ τῆς διανοίας καθὸ ἀρχὴ λέγεται καὶ ἄλλος καθὸ αἴτιον (ἡ μὲν γὰρ ἀρχὴ καθὸ πρῶτόν ἐστι τοῦ οὗ ἐστιν ἀρχή, καὶ καθὸ ἐξ αὐτοῦ τὰ ὧν ἐστιν ἀρχή, τὸ δὲ αἴτιον καθό ἐστι δι’ αὐτὸ τὸ οὗ αἴτιον· ἄλλο
15δὲ τὸ ἐξ οὗ ἐστι καὶ ἄλλο τὸ δι’ ὅ), οὕτω δή φησιν ἔχειν πρὸς ἄλληλα τό τε ὂν καὶ τὸ ἕν. καθ’ ὧν μὲν γὰρ θάτερον, πάντως καὶ θάτερον· διὸ καὶ ἀμφότερα τῶν πολλαχῶς λεγομένων ἐστὶ τῶν, ὡς εἴρηκε, πρὸς ἓν καὶ πρὸς μίαν φύσιν λεγομένων· κατὰ διάφορον δὲ ἐπίνοιαν τό τε ὂν καὶ τὸ ἓν κατηγοροῦμεν, διὰ μὲν τοῦ ὂν εἰπεῖν τι τὴν ὕπαρξιν σημαίνοντες αὐτοῦ,
20διὰ δὲ τοῦ ἓν τὸν ἀπὸ τῶν ἄλλων χωρισμὸν καὶ τὸν ἀπὸ τοῦ πλήθους· ἅμα δὲ ὄν τί ἐστι καὶ διαφέρον τῶν ἄλλων καὶ ἔστιν ἓν καὶ οὐ πλῆθος. οὕτως ἔχει πρὸς ἄλληλα καὶ τὸ ἀμερὲς καὶ τὸ ἐλάχιστον, καὶ σπέρμα καὶ καρπός, καὶ ἀνάβασις καὶ κατάβασις, καὶ πάνθ’ ὅσα κυρίως ἑτερώνυμα καλεῖται. εἰπὼν δὲ τὸ ὂν καὶ τὸ ἓν ταὐτὰ εἶναι καὶ μίαν τινὰ φύσιν, οὐ
25μέντοι ὡς ἑνὶ λόγῳ δηλούμενα, ἐπήνεγκεν ὅτι διαφέρει δὲ οὐδὲν οὐδ’ ἂν καὶ κατὰ τὸν λόγον αὐτὰ ταὐτὰ ὑπολάβωμεν εἶναι, μὴ μόνον κατὰ τὴν ὑποκειμένην φύσιν, ὡς εἶναι τῶν πολυωνύμων τὸ ὑποκείμενον αὐτοῖς, ὧν πλείω μὲν ὀνόματα, καθ’ ἕκαστον δὲ τῶν ὀνομάτων ὁ αὐτὸς λόγος, ὡς φασγάνου καὶ μαχαίρας, καὶ λωπίου καὶ ἱματίου. τὸ γὰρ λαβεῖν αὐτὰ καὶ
30κατὰ τὸν λόγον εἶναι ταὐτὰ πρὸ ἔργου μᾶλλον ἡμῖν πρὸς τὸ προκείμενον· ἔτι γὰρ μᾶλλον τῆς αὐτῆς ἐπιστήμης ἔσται ὁ περὶ ἑκατέρου αὐτῶν λόγος, εἰ μόνον κατὰ τὸ ὄνομα διαφέροιεν. ὅτι δὲ ταὐτὸν τό τε ὂν καὶ τὸ ἕν, ὡς προείρηκε, δεικνὺς ἐπήνεγκε ταὐτὸν γὰρ εἷς ἄνθρωπος καὶ ἄν‐ θρωπος, καὶ τὸ ὢν ἄνθρωπος ταὐτὸν τῷ ἄνθρωπος εἴη ἄν, ὥστε καὶ
35ἀλλήλοις ταὐτά. ὅ τε γὰρ ἄνθρωπον σημαίνων ἕνα ἄνθρωπον σημαίνει καὶ ὄντα ἄνθρωπον· ἀλλὰ κἂν τὸ εἷς προστεθῇ, ἅμα καὶ ὅτι ὤν ἐστι ση‐ μαίνει, κἂν τὸ ὤν, ὅτι εἷς. εἰπὼν δὲ ὅτι τὸ εἷς ἄνθρωπος καὶ τὸ ὢν ἄνθρωπος ταὐτὸν ἑκάτερον αὐτῶν ἐστι τῷ ἄνθρωπος, καὶ διὰ τοῦτο καὶ ἀλλήλοις, ὅτι τὸ ὢν καὶ τὸ εἷς ἐπὶ τοῦ ἀνθρώπου τὸ ὡς οὐσίαν ἓν ση‐
40μαίνει δείκνυσι διὰ τοῦ λαβεῖν ὅτι τὸ ἔστιν ἄνθρωπος ἄνθρωπος οὐχ247
in Metaph
.

248

ἕτερόν τι σημαίνει τοῦ ἔστιν ἄνθρωπος ἁπλοῦ. τὸ δὲ ἔστιν ἄνθρωπος τὸ ὡς οὐσίαν ὂν εἶναι τὸν ἄνθρωπον δηλοῖ, καὶ τὸ ἔστιν ἄρα ἄνθρωπος ἄν‐ θρωπος τὸ ὡς οὐσίαν ὂν σημαίνει, ὥστε καὶ τὰ τούτῳ ἴσον δυνάμενα τό τε ὢν ἄνθρωπος καὶ εἷς ἄνθρωπος τὸ ὡς οὐσίαν ὂν καὶ ὡς οὐσίαν ἓν ση‐
5μαίνει. ἢ ὃ λέγει ἐστίν· ἐπεὶ τὸ ὂν καὶ τὸ ἓν ταὐτά, καὶ ὁ τὸ ἔστι δέ τινος κατηγορῶν τὸ ὂν αὐτοῦ κατηγορεῖ, ὁ λέγων ‘ὤν ἐστιν ἄνθρωποσ‘ ἢ πάλιν ‘ἕν ἐστιν ἄνθρωποσ‘ ἐπαναδίπλωσίν τινα ποιεῖται τοῦ ἔστι, διὸ ἑκάτερον τούτων ἴσον ἐστὶ τῷ ἔστιν ἄνθρωπος· οὐ γὰρ θάτερόν τι κατὰ τὴν λέξιν δηλοῖ τὸ ἐπαναδιπλούμενον τῷ ἁπλῶς λεγομένῳ, ὡς ἔδειξε διὰ
10τοῦ παραδείγματος, ἐπαναδίπλωσιν ποιησάμενος τοῦ ἄνθρωπος. ἐπεὶ γὰρ τὸ ἓν τῷ ὄντι ταὐτόν, ὁ λέγων ‘εἷς ἐστιν ἄνθρωποσ‘ ἐπαναδιπλοῖ καὶ δὶς λέγει τὸ ἔστι καὶ τὸ ἕν, ὡς καὶ ὁ λέγων ‘ἔστιν ἄνθρωπος ἄνθρωποσ‘ ἐπαναδιπλοῖ τὸν ἄνθρωπον. δείξας δὲ ἐπὶ τοῦ ἀνθρώπου ταὐτὸν δυνάμενα τό τε ἓν καὶ τὸ ὂν καὶ μὴ χωριζόμενα ἀλλήλων (ὑπὸ γὰρ τοῦ αὐτοῦ ἥ
15τε οὐσία καὶ τὸ ἓν σημαίνεται τὸ ἐν αὐτῇ), φησὶν ὅτι οὐ χωρίζεται ἀλλήλων οὔτε ἐπὶ γενέσεως οὔτε ἐπὶ φθορᾶς τὸ ὂν καὶ τὸ ἕν· ὡς γὰρ ἕκαστον τούτων ὄν ἐστιν, οὕτω καὶ ἕν. ἅμα γὰρ τό τε ὂν καὶ τὸ ἓν ἑκάστου κατηγορεῖται· καὶ γὰρ τούτων ἕκαστον ὡς ὂν οὕτω καὶ ἕν. τῷ δὲ ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἑνὸς προσθετέον τὸ ἔχει· ὡς γὰρ ἐπὶ τοῦ
20ὄντος ἔχει ἡ κατηγορία, οὕτω καὶ ἐπὶ τοῦ ἑνός. ἢ δείξας ὅτι μηδὲν δια‐ φέρει τὸ ἔστιν ἄνθρωπος τοῦ εἷς ἐστιν ἄνθρωπος, προσέθηκεν ὅτι μηδὲ εἰ τὸ γίνεσθαι ἄνθρωπον λέγοιμεν ἢ φθείρεσθαι, ἡ ἐπαναδίπλωσις τοῦ ἀν‐ θρώπου ἄλλο τι ποιήσει τὸ λεγόμενον· ὥστε ὡς τοῦ ἔστιν ἢ τοῦ γίνεσθαι ἢ τοῦ φθείρεσθαι προτασσομένου οὐ γίνεται τὰ σημαινόμενα διαφέροντα
25ἐπαναδιπλουμένου τοῦ ἀνθρώπου, οὕτως οὐδ’ ἂν τὸ ἓν τοῦ ἀνθρώπου προ‐ ταχθῇ, ἄλλο τι ἔσται σημαίνουσα ἡ ἐπαναδίπλωσις τοῦ κατηγορουμένου καὶ ἄλλο εἰ ἅπαξ ῥηθείη. ὡς δὲ τὸ κατηγορούμενον ὁ ἄνθρωπος δὶς λαμβα‐ νόμενον οὐ ποιεῖ διαφοράν, οὕτως οὐδὲ τὸ ὑποκειμένου χώραν ἔχον· τοῦτο δέ ἐστι τὸ ἕν ἐστιν, ἃ τῷ ἐπὶ τοῦ αὐτοῦ λέγεσθαι, εἰ ἀμφότερα λαμ‐
30βάνοιτο, ἔσται ἐπαναδιπλούμενον ἢ τὸ ἔστιν ἢ τὸ ἕν· διὸ οὐδὲ αὐτὸ ἐπα‐ ναδιπλωθὲν διαφοράν τινα ποιήσει τῶν σημαινομένων. διὰ δὲ τοῦ ἐπενεγκεῖν τὸ ὥστε φανερὸν ὅτι ἡ πρόσθεσις ἐν τούτοις ταὐτὸ δηλο, καὶ οὐδὲν ἕτερον τὸ ὂν παρὰ τὸ ἕν, ἔδειξεν ὅτι ὑπὲρ τοῦ δεῖξαι τὴν τού‐ των σύνοδον καὶ ἐπαναδίπλωσιν μὴ σημαίνουσαν ἄλλο τι παρὰ τὴν ἑκα‐
35τέρου αὐτῶν κατ’ ἰδίαν λῆψιν ἐποιήσατο περὶ τῆς τοῦ ἀνθρώπου ἐπανα‐
διπλώσεως τὸν λόγον.248
in Metaph
.

249

p. 1003b32 Ἔτι δὲ ἡ ἑκάστου οὐσία ἕν ἐστι, καὶ οὐ κατὰ συμ‐ βεβηκός. Ὅτι ταὐτὸν τό τε ὂν καὶ τὸ ἓν καὶ οὕτω δείκνυσιν. εἰ τὸ καθ’ ὃ τὸ εἶναι ἑκάστῳ ἐστὶν ἕν, τοῦτό ἐστι καὶ κυρίως καὶ οὐ κατὰ συμβεβηκός·
5οὐ γὰρ συμβεβηκός ἐστι τῇ ἑκάστου οὐσίᾳ τὸ ἕν, ἀλλὰ κυρίως καὶ καθ’ αὑτὸ ἓν ἡ ἑκάστου οὐσία. διὸ καὶ ἐν τῷ τί ἐστι τὸ ἓν τῆς ἑκάστου οὐσίας κατηγορεῖται. ὁμοίως δὲ καὶ τὸ ὂν τῇ ἑκάστου οὐσίᾳ οὐ κατὰ συμβεβηκός· ὅπερ γὰρ ὄν τι καὶ ὅπερ ἓν ὁμοίως ἡ ἑκάστου οὐσία. καὶ οὕτως ἂν δεικνύοιτο ταὐτὸν τό τε ἓν καὶ τὸ ὄν. ἢ οὕτως. εἰ ἡ ἑκάστου οὐσία ὁμοίως ἕν τέ
10ἐστι καὶ ὄν (ἑκάτερον γὰρ αὐτῶν καθ’ αὑτὸ ἑκάστου κατηγορεῖται, καὶ ὁμοίως ἕν τε καὶ ὂν ἕκαστόν ἐστι), ταὐτόν ἐστι τό τε ὂν καὶ τὸ ἕν· ὡς γὰρ ὄν, καὶ ἕν, καὶ ἅμα τὸ ἕτερον καὶ τὸ ἕτερον. δύναται τὸ εἰρημένον καὶ τοιοῦτον εἶναι. ὥσπερ ἡ οὐσία ὅπερ ὄν ἐστι καὶ κυρίως ὄν, οὕτω καὶ ὅπερ ἓν καὶ κυρίως ἕν, ἀλλ’ οὐ κατὰ συμβεβηκός· ὥστε εἴη ἂν καὶ τὸ ἓν
15ὁμοίως τῷ ὄντι, τὸ μὲν κυρίως τὸ δὲ οὐ κυρίως, καὶ τὸ μὲν πρώτως τὸ δὲ δευτέρως· κυρίως μὲν γὰρ ὂν καὶ ἓν ἡ οὐσία, κατὰ συμβεβηκὸς δὲ ὂν καὶ ἓν ἕκαστον τῶν κατὰ τὴν οὐσίαν ὄντων. δείξας δὲ διὰ τούτων ὅτι ταὐτὸν τὸ ἓν καὶ τὸ ὄν, οὗ χάριν ἔδειξε τοῦτο, ἐπιφέρει λέγων ὥστε ὅσα περ τοῦ ἑνὸς εἴδη, τοσαῦτα καὶ τοῦ ὄντος. εἰπὼν τῆς αὐτῆς
20ἐπιστήμης εἶναι τῷ γένει τὰ τοῦ ὄντος εἴδη θεωρῆσαι (αἱ γὰρ τὰ τοῦ ὄντος εἴδη τίνα τέ ἐστι καὶ πόσα θεωροῦσαι αἱ αὐταὶ ἀλλήλαις τῷ γένει), δείξας ὅτι ταὐτόν ἐστι κατὰ τὸ ὑποκείμενον τό τε ὂν καὶ τὸ ἕν, εὐλόγως ἐπήνεγκε τὸ ὅσα τοῦ ἑνὸς εἴδη τοσαῦτα καὶ τοῦ ὄντος εἶναι, περὶ ὧν εἰδῶν τὸ τί ἐστιν ἕκαστον αὐτῶν κατὰ τὸ γένος τῆς αὐτῆς ἐπιστήμης θεωρῆσαι·
25γένει γὰρ αἱ αὐταὶ ἀλλήλαις αἱ τὸ τί ἐστιν ἕκαστον τούτων θεωροῦσαι. ἡ γὰρ φιλοσοφία μία τῷ γένει ἐπιστήμη ἔκειτο εἶναι, ἥτις ὥσπερ περὶ τὸ ὂν ᾗ ὂν καὶ τὰ τούτου εἴδη, ὡς εἶπεν, οὕτως δὲ καὶ περὶ τὸ ἓν ᾗ ἓν καὶ τὰ εἴδη αὐτοῦ πραγματεύεται, ἐπεὶ ταὐτὸν τό τε ὂν καὶ τὸ ἕν. κοινότερον δὲ εἴδη λέγει τοῦ ὄντος καὶ τοῦ ἑνός· οὔτε γὰρ τὸ ὂν καὶ ἓν κυρίως γένος
30οὔτε τὰ ὑπ’ αὐτὰ εἴδη. ἐν γὰρ τοῖς πολλαχῶς λεγομένοις τὸ κοινὸν κατ’ αὐτῶν οὐ γένος, τοιαῦτα δὲ τὸ ὂν καὶ τὸ ἕν· οἷον γάρ πως γένος ἐστὶ τὸ κατηγορούμενον τῶν ἐν οἷς ἐστι τὸ πρῶτον καὶ τὸ ὕστερον, σῶζον μέν τινα πρὸς γένος ὁμοιότητα, οὐ μὴν ὂν κυρίως γένος. τίνα δὲ εἴδη τοῦ ἑνός ἐστι, τίθεται ἐφεξῆς, ἃ δῆλον ὅτι καὶ τοῦ ὄντος ᾗ ὂν λέγει. λέγω
35δὲ οἷον περὶ ταὐτοῦ καὶ ὁμοίου καὶ τῶν ἄλλων τῶν τοιούτων.249
in Metaph
.

250

ἓν γὰρ καὶ τὸ ταὐτὸν καθὸ ταὐτόν (ἑνότης γὰρ κατ’ οὐσίαν τὸ ταὐτόν), καὶ τὸ ὅμοιον καθὸ ὅμοιον· ἑνότης γὰρ ἐν ποιότητι· ὁμοίως καὶ τὸ ἴσον· ἑνότης γὰρ καὶ τοῦτο ἐν ποσῷ. διὰ δὲ τούτων δείκνυσιν ὅτι τοῦ φιλοσόφου ἴδιόν ἐστι τοῦ τῆς οὐσίας θεωρητικοῦ τὸ καὶ τί ἐστιν ἕκαστον τούτων θεω‐
5ρῆσαι, ὃ καὶ αὐτῷ ἐζητεῖτό τε καὶ ἠπορεῖτο ἐν τῷ πρὸ τούτου. δείξας δὲ ὅτι τοῦ φιλοσόφου τὸ περὶ τῶν τοῦ ὄντος εἰδῶν θεωρῆσαι. ὁμοίως δὲ καὶ περὶ τοῦ ἑνὸς καὶ τῶν εἰδῶν τῶν τούτου, ἔτι τε τῶν προειρημένων τοῦ τε ταὐτοῦ καὶ ὁμοίου καὶ τοῦ ἴσου καὶ ὅσα τοιαῦτα ὡς ὑπὸ γένος τι τὸ ἕν ἐστι, λέγει καὶ ὅτι καὶ περὶ τῶν τούτοις ἀντικειμένων ὁμοίως τὸ δια‐
10λαβεῖν τοῦ φιλοσόφου. ἀντίκειται δὲ τῷ μὲν ταὐτῷ τὸ ἕτερον, τῷ δὲ ὁμοίῳ τὸ ἀνόμοιον, τῷ δὲ ἴσῳ τὸ ἄνισον. ὅτι μὲν οὖν ἀνωτέρω τὸ ἓν τοῦ τε ταὐτοῦ καὶ ὁμοίου καὶ τοῦ ἴσου καὶ τῶν τοιούτων, δηλοῖ δι’ ὧν λέγει σχεδὸν δὲ πάντα ἀνάγεται τἀναντία εἰς τὴν ἀρχὴν ταύτην. λέγει δὲ ἀρχὴν τὴν ἐναντίωσιν τό τε ἓν καὶ τὸ τῷ ἑνὶ ἀντικείμενον, τοῦτο δέ
15ἐστι τὰ πολλά· τὸ μὲν γὰρ ταὐτὸν ἕν τι, τὸ δὲ ἕτερον πλῆθός τε καὶ ἐν πλήθει. ὁμοίως δὲ καὶ τὸ μὲν ὅμοιον καὶ τὸ ἴσον ὑπὸ τὸ ἕν, τὸ δὲ ἀνό‐ μοιον καὶ τὸ ἄνισον ὑπὸ τὸ πλῆθος. ἀναπέμπει δὲ ἡμᾶς περὶ τοῦ γνῶναι ὅτι σχεδὸν πάντα τὰ ἐναντία ὡς εἰς ἀρχὴν ἀνάγεται τό τε ἓν καὶ τὸ πλῆθος εἰς τὴν Ἐκλογὴν τῶν ἐναντίων, ὡς ἰδίᾳ περὶ τούτων πραγματευσάμενος.
20εἴρηκε δὲ περὶ τῆς τοιαύτης ἐκλογῆς καὶ ἐν τῷ δευτέρῳ Περὶ τἀγαθοῦ. p. 1004a2 Καὶ τοσαῦτα μέρη φιλοσοφίας ἐστὶν ὅσαι περ αἱ οὐσίαι. Ἐπεὶ τοῦ ὄντος τὸ μὲν ἦν κυρίως καὶ καθ’ αὑτὸ ὄν, τὸ δὲ κατὰ συμβεβηκός, κυρίως μὲν καὶ καθ’ αὑτὸ ὂν ἡ οὐσία, κατὰ συμβεβηκὸς δὲ τά τε τῇ οὐσίᾳ ὑπάρχοντα καὶ τὰ ὅλως ἐπὶ ταύτην ἔχοντα τὴν ἀναφοράν,
25πανταχοῦ δέ, ὡς ἔφαμεν, οἷς ἡ τάξις αὕτη, ἡ περὶ αὐτὰ ἐπιστήμη κυρίως τοῦ πρώτου, ἐξ οὗ τὰ ἄλλα ἤρτηται καὶ δι’ ὃ καὶ τὰ ἄλλα ὄντα λέγεται, ἡ δὲ φιλοσοφία * * * ἐπιστήμη περὶ οὐσίαν· αὕτη γὰρ κυρίως ὄν· καὶ ἐπεὶ πλείους αἱ οὐσίαι, ἔσται καὶ τῆς ἐπιστήμης τῆς περὶ τὴν οὐσίαν (αὕτη δὲ ἦν ἡ φιλοσοφία), μιᾶς οὔσης τῷ γένει, τοσαῦτα μέρη τε καὶ εἴδη ὅσαι
30καὶ οὐσίαι. καὶ ὡς τῶν οὐσιῶν αἱ μὲν πρῶται αἱ δὲ δεύτεραι, οὕτως ἡ φιλοσοφία ἡ μέν τις ἔσται πρώτη ἡ δέ τις δευτέρα καὶ μετ’ ἐκείνην, ὡς ἡ τάξις ἡ ἐν αὐταῖς. καὶ εἴη ἂν ἀκόλουθος ἡ λέξις αὕτη τῇ πρὸ ὀλί‐
γου εἰρημένῃ, τῇ “εἰ οὖν τοῦτ’ ἐστὶν ἡ οὐσία, τῶν οὐσιῶν ἂν δέοι τὰς250
in Metaph
.

251

ἀρχὰς καὶ τὰς αἰτίας ἔχειν τὸν φιλόσοφον·” ταύτῃ γὰρ ἀκολουθεῖ τὸ καὶ τοσαῦτα μέρη φιλοσοφίας ὅσαι περ αἱ οὐσίαι. διὸ καὶ ἦν ἂν σα‐ φέστερα τὰ λεγόμενα, εἰ ἦν ἡ λέξις αὕτη κειμένη πρὸ τῆς “εἰ δὴ τὸ ὂν καὶ τὸ ἓν ταὐτόν”, συνάπτουσα τῇ “διὸ καὶ τοῦ ὄντος τὰ εἴδη θεωρῆσαι
5μιᾶς ἐστιν ἐπιστήμης τῷ γένει, τὰ δὲ εἴδη τῶν εἰδῶν·” ἀκόλουθον γὰρ τούτῳ τὸ καὶ τοσαῦτα μέρη φιλοσοφίας ἐστὶν ὅσαι περ αἱ οὐσίαι. ἦν δὲ ἐν τοῖς ἠπορημένοις καὶ τοῦτο, ὡς προεῖπον ἤδη, πότερον μία περὶ πάσας οὐσίας εἴη ἢ πλείονές εἰσι, κἂν εἰ πλείονες, πότερον συγγενεῖς. δέ‐ δειχε γὰρ ὅτι πλείονες, ἀλλ’ ὡς ὑπὸ μίαν πᾶσαι τῷ γένει τὴν φιλοσοφίαν.
10τὸ δὲ ὑπάρχει γὰρ εὐθὺς γένη ἔχοντα τὸ ὂν καὶ τὸ ἓν ἴσον ἐστὶ τῷ ἔστι γὰρ καὶ τοῦ ἑνὸς καὶ τοῦ ὄντος γένη τινά, τουτέστι κατὰ γενῶν τινων τό τε ἓν καὶ τὸ ὂν κατηγορεῖται. ὂν δὲ τὸ κυρίως ὂν λαμβάνει, ὁμοίως καὶ ἕν· τοῦτο δέ ἐστιν ἡ οὐσία. εἶναι οὖν φησι ταῖς οὐσίαις γένη τινὰ καὶ διαφοράς, αἷς οὐσίαις, γένεσιν οὔσαις καὶ ἄλλου γένους τινὸς εἴδε‐
15σιν, ἑκάστῃ ὑπάρχει καθ’ αὑτὸ καὶ τὸ ὂν καὶ τὸ ἕν· τοῖς μὲν γὰρ συμ‐ βεβηκόσιν οὐ καθ’ αὑτὸ οὔτε τὸ ὂν οὔτε τὸ ἓν ὑπάρχει, ταῖς δὲ οὐσίαις. ὥστε εἰ ὁ μὲν φιλόσοφος περὶ τὸ κυρίως ὂν καὶ κυρίως ἓν πραγματεύεται, πλείω δέ ἐστι τὰ οἷς τὸ κυρίως ἕν τε καὶ ὂν ὑπάρχει, διαφέροντα τῷ γένει, πλείω οὖν καὶ μέρη ἔσται φιλοσοφίας· κατὰ γὰρ τὰς τῶν οὐσιῶν διαφορὰς
20διάφορός τις ἔσται καὶ φιλοσοφία τῷ ἑκάστην αὐτῶν περί τι ἓν γένος ἀφωρισμένον πραγματεύεσθαι. γράφεται καὶ γένη ἔχον· εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη ἓν γένος λέγων τὴν οὐσίαν, ἀλλὰ καὶ αὐτὴν ἔχειν τὸ πρότερον καὶ ὕστερον. ἢ γένη λέγει ἀντὶ τοῦ φύσεις διαφερούσας ἀλλήλων· εἰσὶ γὰρ τῶν οὐσιῶν διαφοραί. εἰπὼν δὲ ἔσεσθαι τὴν μὲν πρώτην φιλοσοφίαν τὴν
25δὲ δευτέραν κατὰ τὴν τῶν οὐσιῶν τάξιν πρὸς ἀλλήλας περὶ ἃς καταγίνον‐ ται, οὕτως φησὶν εἶναι τὸν φιλόσοφον ὡς τὸν μαθηματικόν. ὡς γὰρ μιᾶς οὔσης τῷ γένει τῆς μαθηματικῆς, κατὰ τὰς διαφορὰς καὶ τάξεις τῶν περὶ ἅ ἐστιν ἡ μαθηματική, τάξις τίς ἐστι καὶ διαφορὰ καὶ τῶν τῆς μαθημα‐ τικῆς μερῶν (τῷ γὰρ εἶναι τὰ μέν τινα πρῶτα ἐν τοῖς μαθήμασι τὰ δὲ
30δεύτερα καὶ τῆς μαθηματικῆς ἡ μέν τίς ἐστι πρώτη ἡ δὲ δευτέρα ἡ δὲ τρίτη, πρώτη μέν, ἂν οὕτω τύχῃ, ἡ περὶ τὰ ἐπίπεδα καταγινομένη, καὶ μετὰ ταῦτα ἡ περὶ τὰ στερεά, εἶτα ἥ τε ἀστρολογική, οὖσα ἡ εἰς στερεὰ κινούμενα, καὶ μετὰ ταῦτα ἡ μηχανική, ἤδη περὶ γιγνόμενά τε καὶ φθει‐ ρόμενα πραγματευομένη), οὕτω καὶ περὶ τῶν οὐσιῶν πρῶται μὲν αἱ ἀγέ‐
35νητοί τε καὶ ἄφθαρτοι, ἀσώματοί τε καὶ ἀκίνητοι, περὶ ἃς ἂν εἴη ἡ πρώτη φιλοσοφία· ἡ δὲ περὶ τὰς ἀιδίους μὲν ἐν κινήσει δὲ δευτέρα, τρίτη δὲ ἡ περὶ τὰς οὐσίας τὰς ἐν γενέσει καὶ φθορᾷ, ἐπειδὴ καὶ αὗται τῶν
οὐσιῶν τελευταῖαι.251
in Metaph
.

252

p. 1004a9 Ἐπεὶ δὲ μιᾶς τὰ ἀντικείμενα θεωρῆσαι, τῷ δ’ ἑνὶ ἀντίκειται τὸ πλῆθος. Εἴη ἂν αὕτη ἡ λέξις πᾶσα συνάπτουσα τῇ “τεθεωρήσθω δὲ τοῦτο ἡμῖν ἐν τῇ Ἐκλογῇ τῶν ἐναντίων.” δείξας γὰρ τῆς περὶ τὸ ὂν ᾗ ὂν ἐπι‐
5στήμης ὂν καὶ τὸ περὶ τῶν ὑπὸ τὸ ἓν διαλαμβάνειν, νῦν δείκνυσιν ὅτι καὶ περὶ τῶν ὑπὸ τὰ πολλά. εἰπὼν γὰρ ἀνάγεσθαι πάσας τὰς ἐναντιώσεις ὡς ἐπὶ ἀρχὴν τὸ ἓν καὶ τὸ τούτῳ ἀντικείμενον, ὑφ’ ὃ ἡ ἑτέρα τῶν ἐναντίων ὑπάγεται συστοιχία, λέγει καὶ δείκνυσιν ὅτι ἅμα τοῦ λέγοντος περὶ τοῦ ἑνὸς τοῦ αὐτοῦ τούτου ἐστὶ τὸ λέγειν καὶ περὶ τοῦ τῷ ἑνὶ ἀντικειμένου· μιᾶς
10γὰρ ἐπιστήμης ἡ περὶ τῶν ἀντικειμένων θεωρία. εἰ δὲ περὶ τούτων μιᾶς, πάντα δὲ τὰ ἐναντία ὑπὸ ταῦτα, περὶ πάντων τῶν ἐναντίων μιᾶς εἶναι τὸ θεωρεῖν, ἐπειδὴ ἧς περὶ τοῦ καθόλου, ταύτης καὶ περὶ τῶν ὑπ’ αὐτό· αὕτη δέ ἐστιν ἡ περὶ τοῦ ὄντος ᾗ ὄν. ἧς γὰρ περὶ τοῦ ὄντος, ταύτης περὶ τοῦ ἑνός· ἧς δὲ περὶ τοῦ ἑνός, ταύτης καὶ περὶ τοῦ τούτῳ ἀντικει‐
15μένου· ἧς δὲ τὸ περὶ τούτων, ταύτης καὶ περὶ τῶν ὑπὸ ταῦτα. πάντα δὲ τὰ ἐναντία ὑπὸ ταῦτα. p. 1004a10 Ἀπόφασιν δὲ καὶ στέρησιν μιᾶς ἐστι θεωρῆσαι. Εἰπὼν ἀντικεῖσθαι τῷ ἑνὶ τὸ πλῆθος, μιᾶς δὲ τὰ ἀντικείμενα, ἐπεὶ τὰ ἀντικείμενα πλεοναχῶς λέγεται (καὶ γὰρ ὡς ἕξις καὶ στέρησις καὶ ὡς
20κατάφασις καὶ ἀπόφασις καὶ ὡς τὰ ἐναντία καὶ τὰ πρός τι), ἐπεὶ τὰ πολλὰ στέρησις ἑνὸς εἶναι δοκεῖ, ἔστι δὲ καὶ ἀποφάσει πως ἡ στέρησις ἐοικυῖα, διαφορὰν ἔχουσα ἣν ἐρεῖ, δείκνυσι κατὰ τί τῆς αὐτῆς ἐστι περί τε τοῦ ἑνὸς καὶ τῶν πολλῶν θεωρεῖν· τῆς γὰρ αὐτῆς ἐστι τό τε στέρησίν τινος εἰδέναι καὶ τὸ οὗ στέρησις, καὶ τὴν ἀπόφασίν τε καὶ τὸ οὗ ἀπόφασις· διὰ γὰρ
25τούτων ἀμφοτέρων, καὶ διὰ τῆς ἀποφάσεως καὶ διὰ τῆς στερήσεως, ἐκείνου γίγνεσθαι τὴν θεωρίαν οὗ ἐστιν ἡ ἀπόφασις ἢ ἡ στέρησις. διὰ τοῦτο τῆς αὐτῆς φύσεώς ἐστιν ἡ ἀμφοτέρων γνῶσις· οὔτε γὰρ τὴν στέρησίν τινος οἷόν τε εἰδέναι ἀγνοοῦντα τὸ οὗ ἡ στέρησις, οὔτε τὴν ἀπόφασιν· ἄρνησις γάρ τις καὶ ἀναίρεσις καὶ ἀπουσία ἀμφότερα ἐκείνου· ἧς γὰρ τὸ τόδε τι θεω‐
30ρῆσαι, ταύτης καὶ τὴν ἀπουσίαν τὴν ἐκείνου. εἰπὼν δὲ κοινῶς ἀπόφασιν καὶ στέρησιν μιᾶς εἶναι θεωρῆσαι, καὶ δι’ ἃ προσθείς, τῷ ἑνὶ καὶ τοῖς πολλοῖς προσάγει τὸν λόγον περὶ ὧν αὐτῷ πρόκειται λέγειν· ἀμφοτέρως γάρ φησι τοῦ τὸ ἓν θεωροῦντος, τοῦ αὐτοῦ καὶ τὰ πολλὰ θεωρῆσαι, ἄντε τὰ πολλὰ ὡς ἀπόφασίν τις λέγοι τῷ ἑνὶ ἀντικεῖσθαι σημαινόμενα ὑπὸ τοῦ
35οὐχὶ ἕν, ἄντε ὡς στέρησιν· καὶ γὰρ ἐν τῷ οὐχ ἑνὶ περιέχεται τὸ ἕν, οὗ
ἡ ἀπόφασις, καὶ ἡ τινὸς δὲ στέρησις ἔχει ἐν αὑτῇ περιεχόμενον καὶ τὸ252
in Metaph
.

253

οὗ ἡ στέρησις. ἑξῆς δὲ ᾧ διαφέρει στέρησις ἀποφάσεως προστίθησιν· ἢ γὰρ ἁπλῶς, φησί, λέγομεν ὅτι οὐχ ὑπάρχει ἐκεῖνο ἤ τινι γένει. καὶ τί τούτων ἑκάτερον σημαίνει δεικνὺς ἐπιφέρει· ἡ μὲν γὰρ ἁπλῶς λέ‐ γουσα ὅτι οὐχ ὑπάρχει ἐκεῖνο ἀπόφασίς ἐστιν· ἡ γὰρ ἁπλῶς τῷ ἑνὶ τὴν
5διαφορὰν ἔχουσα προσκειμένην τὴν ἀναιρετικὴν ἀπόφασίς ἐστιν αὐτοῦ κατὰ πάντων ἁπλῶς λεγομένη τε καὶ ἀληθευομένη ἄνευ τοῦ ᾧ πρόσκειται τὸ ἀποφατικόν· τὸ γὰρ οὐχ ἓν κατὰ πάντων ἀληθὲς χωρὶς τοῦ ἑνὸς τοῦ ἐν τῇ ἀποφάσει, ᾧ πρόσκειται τὸ ἀποφατικόν· ὁμοίως καὶ τὸ οὐκ ἄνθρωπος χωρὶς τοῦ ἀνθρώπου, ᾧ πρόσκειται ἡ ἀπόφασις, κατὰ πάντων τῶν ἄλλων
10ἀληθεύεται. βραχέως δὲ καὶ ἐλλιπῶς εἶπε· διὸ καὶ ἀσαφῶς τὸ ἔνθα μὲν οὖν τῷ ἑνὶ ἡ διαφορὰ πρόσεστι παρὰ τὸ ἐν τῇ ἀποφάσει. ἐπεὶ γὰρ παρὰ τὸ ἐν τῇ ἀποφάσει ἀληθεύεται κατὰ πάντων (παρὰ μόνον γὰρ ἐκεῖνο ᾧ ἡ διαφορὰ ἡ ἀποφατικὴ ἐν τῇ ἀποφάσει πρόσκειται), κατὰ πάν‐ των τῶν ἄλλων ἀληθεύεται ἡ ἀπόφασις· καὶ τὴν αἰτίαν τοῦ κατὰ πάντων
15αὐτὴν τῶν ἄλλων ἀληθεύεσθαι παρὰ τὸ οὗ ἐστιν ἀπόφασις προσέθηκεν εἰπὼν ἀπουσία γὰρ ἡ ἀπόφασις ἐκείνου ἐστίν. ἢ τὸ ἔνθα μὲν οὖν τῷ ἑνὶ ἡ διαφορὰ πρόσεστι παρὰ τὸ ἐν τῇ ἀποφάσει ἴσον ἐστὶ τῷ ἔνθα μὲν ἡ διαφορά, τουτέστιν ἡ ἀπόφασις, τῷ ἑνί, ὅπερ ἐστὶ τὸ ἀποφασκόμενον, πρόσκειται, τὰ ἄλλα πάντα δηλοῦται παρὰ τὸ ἀποφα‐
20σκόμενον [εἶπεν], ἐπεὶ διαφορὰν δηλοῖ τοῦ ἀποφασκομένου πρὸς τὰ ἄλλα πάντα τούτῳ προσκείμενον τῷ ἀποφασκομένῳ. ἐπὶ δὲ τῆς στερήσεως οὐκέτι ἀποφάσεως οὔσης οὐδὲ ἀποφατικῶς λεγομένης οὐχ ἁπλῶς ἀληθὲς τὸ ἀναι‐ ρετικὸν καὶ στερητικὸν μετὰ τοῦ ᾧ πρόσκειται κατὰ πάντων χωρὶς τοῦ ᾧ πρόσκειται, ἀλλὰ καὶ ὑποκείμενόν τι γένος ἐστί, καθ’ οὗ ἀληθεύεται μόνου·
25τοῦτο δέ ἐστι τὸ δεκτικὸν τοῦ ἀποφασκομένου τε καὶ ἀναιρουμένου. ἡ γὰρ στέρησις οὐχ ἁπλῶς ἀπουσία τινός ἐστιν, ὡς ἡ ἀπόφασις, ἀλλ’ ἀπουσία τοῦ πεφυκότος ὑπάρχειν ὅτε πέφυκε. δείξας δὲ τίνι ἀπόφασις καὶ στέρησις διαφέρουσιν, ἐπάνεισιν ἐπὶ τοῦτο οὗ χάριν πάντων τούτων ἐμνημόνευσε, καί φησι τῷ δ’ ἑνὶ πλῆθος ἀντίκειται, ὥστε καὶ τὰ ἀντικείμενα
30τοῖς εἰρημένοις, ὧν ἕκαστον ἦν ὑπὸ τὸ ἕν (ἔστι δὲ ταῦτα τό τε ἕτερον καὶ τὸ ἀνόμοιον καὶ τὸ ἄνισον δηλονότι καὶ τὰ ἄλλα τὰ ἀντικείμενα πάντα τοῖς ὑπὸ τὸ ἓν τεταγμένοις, περὶ ὧν προείρηκε), τοῦ αὐτοῦ γιγνώσκειν ἐστίν, οὐ μόνον ἐκεῖνα, ἃ ἦν τὸ ταὐτὸν καὶ τὸ ὅμοιον καὶ τὸ ἴσον· ταῦτα γὰρ ἦν ὑπὸ τὸ ἕν. ὃ δ’ ἑξῆς εἴρηκε τὸ καὶ ὅσα ἄλλα λέγεται ἢ κατὰ
35ταῦτα ἢ κατὰ τὸ πλῆθός τε καὶ τὸ ἕν, τῆς εἰρημένης γνωρίζειν ἐπιστήμης, τοιοῦτόν ἐστιν. καὶ ὅσα ἄλλα ἀντίκειται καὶ ὑποτέτακται
καὶ ἀνάγεται ἤτοι ὑπὸ τὸ ταὐτὸν δηλονότι καὶ τὸ ἀντικείμενον αὐτῷ θάτε‐253
in Metaph
.

254

ρον ὡς γενικώτερα ἀντικείμενα, ἢ ὑπὸ τὸ ἴσον τε καὶ ἄνισον ἢ ὑπὸ τὸ ὅμοιόν τε καὶ ἀνόμοιον, ἢ ὑπὸ τὸ ἕν τε καὶ πλῆθος, ἅ ἐστι γενικώτατα, τοῦ φιλοσόφου γνωρίζειν. τοῦτο δὲ εἴρηκεν ὑπὲρ τοῦ δεῖξαι ὅτι περὶ πάν‐ των τῶν ἀντικειμένων ὁ φιλόσοφος διαλαμβάνει, οὐ περὶ ἐνίων. ἐπεὶ γὰρ
5ἔνια τῶν ἀντικειμένων αὐτόθεν ἀνάγειν καὶ ὑπάγειν τῷ τε ἑνὶ καὶ τῷ πλήθει οὐχ οἷόν τε, τῷ μέντοι ταὐτῷ καὶ ἑτέρῳ ἢ τῷ ὁμοίῳ καὶ ἀνο‐ μοίῳ ἢ τῷ ἴσῳ καὶ ἀνίσῳ ὑπάγεται, διὰ τοῦτο εἶπε καὶ ὅσα ἄλλα λέ‐ γεται ἢ κατὰ ταῦτα ἢ κατὰ τὸ πλῆθος καὶ τὸ ἕν. λευκὸν γὰρ καὶ μέλαν καὶ γλυκὺ καὶ πικρὸν ὑπὸ μὲν τὸ ἓν καὶ πλῆθος πῶς ἂν αὐτόθεν
10ὑπάγοιτο; ὑπὸ μέντοι 〈τὸ〉 ταὐτὸν καὶ θάτερον ὑπαχθήσεται· τὰ μὲν γὰρ συγκριτικὰ αὐτῶν, ἅ ἐστι τό τε λευκὸν καὶ τὸ γλυκύ, ὑπὸ τὸ ταὐτόν, τὰ δὲ ἀντικείμενα τούτοις ὄντα διακριτικὰ τῆς θατέρου φύσεως. δείκνυσι δὲ ὅτι τὸ ταὐτόν τε καὶ θάτερον πάλιν ὑπὸ τὸ ἕν τε καὶ τὰ πολλά, ὥστε κἀκεῖνα διὰ τῆς ἐπὶ τὸ ταὐτόν τε καὶ θάτερον ἀναγωγῆς ἀνάγεται ὑπὸ τὸ ἕν τε
15καὶ τὰ πολλά. p. 1004a20 Ὧν ἐστι καὶ ἡ ἐναντιότης. Τῶν ἀναγομένων ὑπὸ τὴν ἑτερότητα καὶ τὸ πλῆθος καὶ τὴν ἐναντιό‐ τητά φησιν εἶναι, καὶ πῶς, ἔδειξεν εἰπὼν διαφορὰ γάρ τις ἡ ἐναντιό‐ της, ἡ δὲ διαφορὰ ἑτερότης. ἑτερότης δὲ οὖσα τῷ πλήθει ἂν ὑπά‐
20γοιτο, ὥστε καὶ ἡ ἐναντιότης κατὰ τὴν ἐπὶ τὴν ἑτερότητα ἀναφορὰν ὑπά‐ γοιτο ἂν τῷ πλήθει, ἀλλ’ οὐκ αὐτόθεν. ὥστε καὶ κατὰ τοῦτο, οὗ τὸ περὶ ταὐτοῦ θεωρεῖν, τούτου καὶ περὶ τῶν ἐναντίων, εἴ γε τὰ ἐναντία ὑπὸ τὴν ἑτερότητα· οὗ γὰρ περὶ τῆς ἐναντιώσεως, τούτου καὶ περὶ τῶν ἐναντίων. προσέθηκε δὲ τὴν ἐναντιότητα βουλόμενος προηγουμένως δεῖξαι ὅτι καὶ τὸ
25περὶ ἐναντιότητος καὶ ἐναντίων εἰπεῖν τοῦ σοφοῦ· ἦν γὰρ δεδειγμένον ὅτι περὶ στερήσεως καὶ ἀποφάσεως τοῦ αὐτοῦ, ἐπεὶ οὕτως ἐδόκει τὰ πολλὰ τῷ ἑνὶ ἀντικεῖσθαι. τὴν δὲ ἐναντιότητα εἶπεν ὑπὸ τὴν ἑτερότητα τετάχθαι, οὐ τὰ ἐναντία, ἐπεὶ οὕτως ἂν ἦν καὶ τὸ ταὐτὸν ὑπὸ τὴν ἑτερότητα τασσόμενον, εἴ γε τὰ μὲν ἐναντία ὑπὸ τὴν ἑτερότητα, ἐναντίον δὲ τὸ
30ταὐτὸν τῷ ἑτέρῳ. ὁμοίως καὶ τὸ ἄνισον τῷ ἴσῳ ἐναντίον· ὥστε καὶ τὸ ἴσον ἂν ἦν ἑτερότης. ἀλλ’ οὐ τὰ ἐναντία τῇ ἑτερότητι ὑπάγεται. εἰ δὲ μὴ ταῦτα ἐναντία, ἀλλ’ ἐπὶ τῶν ὁμολογουμένως ἐναντίων ἦν ἂν ἀμφότερα ὡς ἑκάτερον ἰδίᾳ λαμβανόμενον ὑπὸ τὴν ἑτερότητα. οὐ δὴ τὰ ἐναντία ἀλλ’ ἡ ἐναντιότης. ἡ δὲ ἐναντιότης ἐν ἀμφοτέροις ἅμα λαμβα‐
35νομένοις τοῖς ἐναντίοις ἔσται, ἀλλ’ οὐκ ἐν ἑκατέρῳ αὐτῶν· ὥστε τὸ
μὲν ταὐτὸν καὶ θάτερον ἢ τὸ λευκὸν καὶ τὸ μέλαν ὑπὸ τὴν ἑτερότητα254
in Metaph
.

255

ἄμφω λαμβανόμενα ὡς ἐναντία, οὐκέτι μέντοι τὸ ταὐτὸν καθ’ αὑτὸ ἢ τὸ λευκόν. p. 1004a22 Ὥστε ἐπειδὴ πολλαχῶς τὸ ἓν λέγεται, καὶ ταῦτα πολλαχῶς μὲν λεχθήσεται.
5 Τὰ εἴδη, φησί, τοῦ ἑνός, τουτέστι τὰ ὑπὸ τὸ ἕν (ἦν δὲ ταῦτα τὸ ταὐτὸν καὶ τὸ ὅμοιον, τὸ ἴσον καὶ ὅσα τοιαῦτα), πολλαχῶς ῥηθήσεται, ὥσπερ καὶ τὸ ἓν ᾧ ὑποτέτακται. ἓν γὰρ καὶ τούτων ἕκαστον (καὶ γὰρ ἕν τι γένος ἕξει), τὸ δὲ ἓν τοσαυταχῶς ὁσαχῶς καὶ τὸ ὄν· καὶ τούτων δὴ ἕκαστόν φησι πολλαχῶς λέγεσθαι, ὡς καὶ τὸ ἕν. οὐ μὴν ἐπεὶ πολ‐
10λαχῶς λέγεται, καὶ τὸ μὲν κυρίως ταὐτὸν ἐν οὐσίᾳ καὶ τὸ κυρίως ὅμοιον καὶ τὸ κυρίως ἴσον, ἔστι δὲ ἕκαστον αὐτῶν καὶ ἐν ταῖς ἄλλαις κατηγο‐ ρίαις, ἤδη καὶ ἑτέρας ἔσται ἐπιστήμης τὸ καθ’ ἕκαστον αὐτῶν γένος τοῦ ὄντος θεωρεῖν, ἀλλὰ μιᾶς· οὐ γὰρ πάντα τὰ πολλαχῶς λεγόμενα ὑπὸ ἑτέρας καὶ διαφόρους ἐπιστήμας τέτακται, ἀλλὰ ταῦτα μόνα τῶν πολλαχῶς
15λεγομένων, ὅσων μήτε ἀφ’ ἑνός τινος ἠρτημένοι εἰσὶν οἱ λόγοι μήτε ἐπί τι ἓν ἀναφέρονται, ἀφ’ ἑνὸς μέν, ὡς ἐπὶ τῶν ἰατρικῶν ἐδείχθη (ἀπὸ γὰρ τῆς τοῦ ἰατρικοῦ χρήσεως τὰ ἰατρικά), πρὸς ἓν δὲ τὰ ὑγιεινά· ἐπὶ γὰρ τὸν τῆς ὑγιείας λόγον πάντων τῶν ὑγιεινῶν ἡ ἀναφορά, διὸ καὶ ἔστι μιᾶς ἐπιστήμης ἡ γνῶσις αὐτῶν. δύναταί τις ἀκούειν τοῦ ἀλλ’ εἰ μήτε καθ
20ἓν ὡς εἰρημένου, ἀλλ’ εἰ μήτε ὑφ’ ἓν γένος καὶ μίαν φύσιν μήτε πρὸς ἕν, ἀλλ’ ὡς τὰ ὁμώνυμα, καὶ τὰ γένη κοινότερον λέγων πολλαχῶς λέγε‐ σθαι, ὡς καὶ ἐν Κατηγορίαις περὶ ποιότητος λέγων εἶπεν “ἔστι δὲ ἡ ποιότης τῶν πλεοναχῶς λεγομένων”. ὡς δὲ ἐπὶ τούτων μιᾶς ἐπιστήμης, οὕτω καὶ ἐπὶ τῶν προκειμένων, περὶ ὧν ὁ λόγος, ταὐτοῦ ὁμοίου ἴσου,
25μιᾶς ἐπιστήμης θεωρεῖν· πάντα γὰρ ταῦτα πρὸς ἕν τι τὴν ἀναφορὰν ἔχει, τὸ γὰρ πρῶτον καὶ κυρίως τοιοῦτον τῶν καθ’ ὧν κατηγορεῖται, οἷον πάντα καθ’ ὧν τὸ ὂν πρὸς τὸ πρῶτον τῶν ὄντων, τοῦτο δέ ἐστιν ἡ οὐσία· καὶ πάντα καθ’ ὧν τὸ ἓν πρὸς τὸ πρῶτον ἓν καὶ κυρίως ἕν, ὅ ἐστιν ἡ οὐσία. ὁμοίως καὶ ἐπὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ὁμοίου· καὶ γὰρ καθ’ ὧν
30ταῦτα, καὶ τούτοις ἡ ἀναφορὰ ἐπὶ τὴν οὐσίαν· ἐν ἐκείνῃ γὰρ κυρίως τὸ ταὐτὸν καὶ τὸ ἕτερον. εἰπὼν δὲ περὶ ταὐτοῦ καὶ ἑτέρου προσέθηκε τὸ καὶ τῶν ἐναντίων, ἴσον λέγων τῷ καὶ τῶν ἄλλων ἐναντίων, παραιτού‐ μενος ἐξαρίθμησιν πάντων τῶν ἐναντίων ποιεῖσθαι τῶν ὑπὸ τὸ ἕν· ταῦτα δὲ ἦν ὅμοιον ἀνόμοιον, ἴσον ἄνισον, τἆλλα ὅσα ὑπὸ τὸ ἓν καὶ τὸ πλῆθος.
35ὥστε ἐπεὶ καὶ ταῦτα τῷ ὄντι ὁμοίως τῶν πλεοναχῶς λεγομένων, ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, χρὴ διαιρουμένους καὶ λαμβάνοντας καθ’ ἕκαστον αὐτῶν
τὸ κυρίως τοιοῦτον τἆλλα δεικνύναι κατὰ τί ἀπ’ ἐκείνου καὶ ταῦτα255
in Metaph
.

256

οὕτω λέγεται, οἷον καθ’ ὅσων τὸ ταὐτὸν κατηγορεῖται λαβόντας πρὸς τὸ κυρίως ταὐτόν, τουτέστι τὸ ἐν οὐσίᾳ, τὴν τῶν ἄλλων ἀναφορὰν ποιεῖσθαι, δεικνύντας τῷ τί ἐκείνου εἶναι καὶ τούτων ἕκαστον ταὐτὸν λέγεται· πάλιν τὸ ἕτερον, εἶτα τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον καὶ τὰ ἄλλα οὕτως. τὸ δὲ
5οὕτως ἀποδοτέον πρὸς τὸ πρῶτον ἐν ἑκάστῃ κατηγορί, πῶς πρὸς ἐκεῖνο λέγεται εἶπεν ἀντὶ τοῦ πῶς ἕκαστον τῶν καθ’ ἑκάστην κατηγορίαν οὕτως λεγομένων προσκατηγορούμενον πρὸς τὸ πρῶτον καὶ κυρίως τοιοῦτον λεγόμενον ἔχει, ὅ ἐστι τὸ ἐν τῇ οὐσίᾳ, καὶ πῶς ἀπ’ ἐκείνου λέγεται, τὸ ἓν πρὸς τὸ πρῶτον καὶ κυρίως ἕν, τὸ ταὐτὸν πρὸς τὸ
10πρῶτον καὶ κυρίως ταὐτόν, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων, οἷον καθ’ ὧν ἡ ταὐτοῦ κατηγορία καὶ καθ’ ὧν τὸ ταὐτὸν κατηγορεῖται, διελομένους καὶ λαβόντας τὰ ἐν ταῖς ἄλλαις κατηγορίαις, πῶς τὰ ἄλλα πρὸς τὸ πρῶτον τῶν ὑπὸ ταὐτό, τουτέστι τὸ ἐν τῇ οὐσίᾳ, ἀναφέρεται, καὶ δι’ ἐκεῖνο καὶ αὐτὰ τῆς αὐτῆς τυγχάνει κατηγορίας. ὁμοίως καὶ ἐπὶ ὁμοίου, ἴσου, τῶν
15ἄλλων. ὡς γὰρ περὶ τοῦ ὄντος λέγοντες, λαβόντες τὸ κυρίως εἶναι τὴν οὐσίαν, ἓν ἕκαστον τῶν ἄλλων ὧν τὸ ὂν κατηγορεῖται δείκνυμεν ὂν ἢ τῷ πάθος εἶναι τῆς οὐσίας ἢ τῷ γένεσιν ἢ τῷ ἐνέργειαν ἢ τῷ ἄλλο τι, οὕτω φησὶ δεῖν καὶ ἐπὶ τούτων ποιεῖν. p. 1004a30 Τὰ μὲν γὰρ τῷ ἔχειν ἐκεῖνα, τὰ δὲ τῷ ποιεῖν, τὰ δὲ
20κατ’ ἄλλους λέγεται τοιούτους τρόπους. Εὑρόντας φησὶ τὸ κυρίως καθ’ ἕκαστον τούτων λεγόμενον † μεταλαβεῖν ἐν πόσοις ἐστὶ καὶ ἄλλοις τοῦτο πρὸς τὸ κυρίως λεγόμενον, οὕτως φησὶ χρῆναι δεῖν τὴν τῶν ἄλλων ἀναφορὰν ποιεῖσθαι τῶν καθ’ ὧν καὶ αὐτῶν λέγεται. καὶ προσυπογράφει γε ἡμῖν καὶ τὸν τρόπον τῆς εὑρέσεως
25τῆς κατὰ τὴν διαίρεσιν αὐτῶν· τῶν γὰρ ἄλλων ἕκαστον τὸ μὲν τῷ ἔχειν τὸ κυρίως λεγόμενον ἢ ὂν ἢ ἓν ἢ ταὐτὸν ἢ τῶν ἄλλων τι καὶ αὐτὸ οὕτως λέγεται. δύναται τὸ ἔχειν καὶ ἀντὶ τοῦ ἔχεσθαι εἰρῆσθαι· τῷ γὰρ ἔχεσθαι ὑπὸ τοῦ κυρίως ὄντος τε καὶ ἑνός, τουτέστι τῆς οὐσίας, καὶ εἶναι ἐν αὐτῇ λέγεται ὄντα τε καὶ ἓν ἕκαστον τῶν συμβεβηκότων αὐτῇ, ὡς τὸ
30ποσόν τε καὶ ποιὸν καὶ ὅσα ὁμοίως τούτοις ἐν τῇ οὐσίᾳ ἐστίν. οὕτω δὲ καὶ τὸ ταὐτὸν καὶ θάτερον καὶ τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον ἕξει, ἐπειδὰν αὐτῶν κατηγορῆται, τό τε ἴσον καὶ τὸ ἄνισον καὶ τὰ ἄλλα· ταὐτὸν μὲν γὰρ
κυρίως ἐπὶ τῶν οὐσιῶν, ὡσαύτως δὲ καὶ ὅμοιον τὸ κατὰ τὸ ἐν οὐσίᾳ256
in Metaph
.

257

εἶδος, ῥηθήσεται δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν ὅσα ἔχει τὴν πρὸς ἐκεῖνο ὁμοιότητα. τὰ μὲν οὖν τῷ ἔχεσθαι ὑπ’ ἐκείνου οὕτως ῥηθήσεται, τὰ δὲ τῷ ἐνέργειαί τινες εἶναι αὐτοῦ· τῶν γὰρ τῆς οὐσίας ἐνεργειῶν ἑκάστη ὄν τε καὶ ἕν, ὅτι ἔστιν αὐτὰς ἡ οὐσία ποιοῦσα. ὁμοίως πάλιν ἄλλα ὄντα
5λέγεται τῷ πάθη τῆς οὐσίας εἶναι, καὶ ἄλλα τῷ σχέσεις. ὡς δὲ τὸ ὂν ἀναδέχεται ἕκαστον αὐτῶν, οὕτως καὶ τὸ ἓν καὶ τῶν ὑπὸ τὸ ἓν ἕκαστον. δείξας δὲ πῶς ἀφ’ ἑνός ἐστι καὶ πρὸς ἓν ταῦτα λεγόμενα, ἐπιφέρει τὸ τῆς αὐτῆς εἶναι περί τε τούτων ἃ ἀπὸ τῆς οὐσίας τὸ εἶναι ἔχει καὶ περὶ τῆς οὐσίας ἔχειν ἐπιστήμην. ἦν δὲ περὶ τῆς οὐσίας ἡ πραγματεία τῷ φιλο‐
10σόφῳ, καὶ περὶ τούτων ἄρα τοῦ φιλοσόφου διαλαμβάνειν. εἰπὼν δὲ ταῦτα καὶ δείξας ὅτι τοῦ φιλοσόφου τὸ περὶ πάντων τῶν ὄντων γνῶσιν ἔχειν, ἐπισημαίνεται ὅτι διὰ τῶν δεδειγμένων λύεται τῶν ἀποριῶν μία τῶν ἀπο‐ ρηθεισῶν ἐν τῷ δευτέρῳ, περὶ ἧς ἠπόρει, πότερον μιᾶς ἢ πλειόνων ἐστὶν ἐπιστημῶν τὸ θεωρῆσαι περί τε τῆς οὐσίας καὶ τῶν τῇ οὐσίᾳ συμβεβη‐
15κότων, καὶ τῶν οἷς εἶπε χρῆσθαι τὴν διαλεκτικὴν κατὰ τὸ ἔνδοξον, ἃ ἦν ἐναντία, ταὐτὸν ἕτερον καὶ τὰ ἄλλα ἃ φθάνομεν εἰρηκότες. p. 1004b1 Εἰ γὰρ μὴ τοῦ φιλοσόφου, τίς ἐστιν ὁ ἐπισκεψόμενος εἰ ταὐτὸ Σωκράτης καὶ Σωκράτης καθήμενος. Ὅτι τοῦ φιλοσόφου ἥ τε περὶ τῆς οὐσίας θεωρία καὶ περὶ τῶν τῇ
20οὐσίᾳ συμβεβηκότων, ὁμοίως δὲ καὶ περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ὅσα καθ‐ όλου περὶ ἐναντίων ζητεῖται, δείκνυσι καὶ ἐκ τοῦ μηδεμιᾶς ἄλλης ἐπιστή‐ μης οἰκεῖον εἶναι τὸν περὶ τούτων λόγον· οὐδὲ γὰρ γεωμέτρου οὔτε μουσι‐ κοῦ οὔτ’ ἄλλου τινὸς ἐπιστήμην ἔχοντός τινα ἄλλην παρὰ τὴν τοῦ ὄντος ᾗ ὄν, τὸ διαλαβεῖν καὶ ἰδεῖν πότερον ταὐτόν ἐστιν ἡ οὐσία ἁπλῶς λαμ‐
25βανομένη καὶ μετά τινος συμβεβηκότος ἢ ἕτερον, οἷον ὁ Σωκράτης αὐτός τε καθ’ αὑτὸν ληφθεὶς καὶ μετά τινος τῶν συμβεβηκότων, οἷον τοῦ καθῆ‐ σθαι· οὐ γὰρ ἁπλῶς ταὐτόν, ἀλλὰ κατὰ τὸ ὑποκείμενον, κατὰ δὲ τὸν λόγον οὐ ταὐτόν. ἀλλ’ οὐδὲ τὸ εἰδέναι ὅτι ἓν ἑνί ἐστιν ἐναντίον ἄλλης ἐπιστήμης ἐστὶν ἴδιον. ἀλλ’ οὐδὲ τί ποτέ ἐστι τὸ ἐναντίον, καὶ πότερον ἐν ποιότητι
30μόνῃ ἢ καὶ ἐν οὐσίᾳ ἐστὶν ἡ ἐναντιότης καὶ ἐν ἑκάστῳ τῶν ἄλλων γενῶν· ἀλλ’ οὐδὲ τίνες τοῦ ἐναντίου διαφοραί, ὅτι φέρε εἰπεῖν τὰ μὲν ἄμεσα αὐτῶν τὰ δὲ ἔμμεσα, καὶ ὅτι τὸ μεταξὺ μίξει τῶν ἄκρων, καὶ ὅτι τῶν μεταξὺ τὰ μὲν ὠνόμασται τὰ δὲ τῇ τῶν ἄκρων ἀποφάσει δηλοῦται, καὶ τίνι διαφέρει τῶν ἄλλων ἀντικειμένων τὰ ἐναντία. ὁμοίως δὲ οὐδὲ τὰ ἀντικείμενα
35ποσαχῶς λέγεται τὸ διελέσθαι ἄλλου τινός ἐστι παρὰ τὸν φιλόσοφον. δείξας257
in Metaph
.

258

δὲ ὅτι τοῦ φιλοσόφου ἐστὶ τὸ περὶ τούτων τε καὶ τῶν τοιούτων θεωρεῖν, ἑξῆς ἐπήνεγκε λέγων ἐπεὶ οὖν τοῦ ἑνὸς ᾗ ἓν καὶ τοῦ ὄντος ᾗ ὂν ταῦτα καθ’ αὑτά ἐστι πάθη, ἀλλ’ οὐχ ᾗ ἀριθμὸς ἢ γραμμαὶ ἢ πῦρ, δῆλον ὡς ἐκείνης τῆς ἐπιστήμης καὶ τί ἐστι γνωρίσαι καὶ
5τὰ συμβεβηκότα αὐτοῖς, δεικνὺς διὰ τούτων ὅτι οὐκ ἄλλης μὲν ἡ περὶ τοῦ ἑνός τε καὶ ὄντος καὶ τῶν ὑπ’ αὐτὰ θεωρία, τί ποτέ ἐστιν αὐτῶν ἕκαστον, ἄλλης δὲ περὶ τῶν τούτοις καθ’ αὑτὰ ὑπαρχόντων ἀποδεικνύναι περὶ ὧν προειρήκαμεν· τῆς γὰρ αὐτῆς ὥσπερ ἐπὶ τῶν ἄλλων ἐπιστημῶν τό τε ὑποκείμενον γνωρίζειν καὶ τίνα ἐστὶν αὐτῷ τὰ καθ’ αὑτὰ ὑπάρχοντα
10ἀποδεικνύναι, οὕτω καὶ ἐπὶ τῆς τοῦ ὄντος. κεῖται γὰρ ὅτι τοῦ φιλοσόφου ἐστὶν ἡ περὶ τοῦ ὄντος ᾗ ὂν γνῶσις καὶ τῶν τούτῳ ὑπαρχόντων καθ’ αὑτό, ἐδείχθη δὲ καὶ τὸ ἓν ταὐτὸν ὂν τῷ ὄντι· καὶ ἡ περὶ τοῦ ἑνὸς οὖν θεωρία καὶ τῶν τούτῳ καθ’ αὑτὰ ὑπαρχόντων ὁμοίως τοῦ φιλοσόφου ὡς καὶ ἡ περὶ τοῦ ὄντος. τὰ δὲ προειρημένα ὅτι καθ’ αὑτὰ τοῦ ὄντος ᾗ ὄν
15ἐστι πάθη, ἔδειξε διὰ τοῦ εἰπεῖν ἀλλ’ οὐχ ᾗ ἀριθμὸς ἢ γραμμαὶ ἢ πῦρ· εἰ γάρ τινι τούτων καθ’ αὑτὸ ὑπῆρχέ τι τούτων, κατὰ συμβεβηκός τε ἂν ἦν τῷ ὄντι ὑπάρχον, καὶ οὐκ ἂν ἄλλῳ τινὶ ὑπῆρχεν οὐδὲ κοινῶς· διὸ οὐκέτ’ ἂν τοῦ φιλοσόφου οἰκεία ἡ περὶ αὐτῶν ἦν θεωρία, ἀλλ’ εἰ μὲν τοῖς ἀριθμοῖς ὑπῆρχε, τῆς ἀριθμητικῆς, εἰ δὲ γραμμαῖς, γεωμετρίας, εἰ δὲ
20πυρί, τῆς φυσικῆς. ἐπεὶ δὲ μηδενὶ ἀφωρισμένως τῶν ὄντων, τῷ ὄντι ἂν ᾗ ὂν ὑπάρχοι καθ’ αὑτό, ὥστε τῆς περὶ τὸ ὂν πραγματευομένης ἐπιστή‐ μης καὶ ἡ τούτων γνῶσις οἰκεία καὶ τῶν τούτοις συμβεβηκότων, ὡς τοῖς ἐναντίοις τὸ ἔμμεσον τὸ ἄμεσον. ἔστι δὲ αὕτη ἡ καθόλου τε καὶ κοινὴ φιλοσοφία.
25p. 1004b8 Καὶ οὐ ταύτῃ ἁμαρτάνουσιν οἱ περὶ αὐτῶν σκοπούμενοι. Λέγει δὲ περὶ τῶν σοφιστῶν, οἳ ὑποδυόμενοι τὸ φιλοσόφου ὄνομα περὶ τῆς οὐσίας, περὶ ἧς οἰκειότατος καὶ προηγούμενος ὁ λόγος τῷ φιλοσόφῳ, οὐδένα ποιοῦνται λόγον, περὶ δὲ ἐναντίων καὶ ἀντικειμένων καὶ τῶν πλεο‐ ναχῶς λεγομένων καὶ τῶν συμβεβηκότων καὶ τῶν τοιούτων ἡ πᾶσα αὐ‐
30τοῖς πραγματεία, οἷς πρὸς τὰ σοφίσματα καὶ τοὺς ἀγῶνας χρῶνται παρα‐ κρουόμενοι τοὺς προσδιαλεγομένους. αἰτιᾶται δὲ αὐτῶν οὐ τὸ περὶ τούτων λέγειν ὡς οὐκ ὂν φιλοσόφῳ οἰκεῖον (οἰκεῖος γὰρ καὶ ὁ περὶ τούτων λόγος τοῖς φιλοσόφοις, οὓς ὑποδύονται), ἀλλ’ ὅτι περὶ μόνων τούτων καὶ προη‐ γουμένως ὁ λόγος αὐτοῖς γίγνεται, περὶ δὲ τῆς οὐσίας, ἥτις ἐστὶ πρώτη,
35παρ’ ἧς κἀκείνοις τὸ εἶναι, δι’ ἣν ὁ φιλόσοφος καὶ περὶ ἐκείνων λέγει τῷ ταύτης τι αὐτὰ εἶναι, οὐδένα λόγον ποιοῦνται οὐδὲ ἴσασί τι περὶ αὐτῆς. διὸ οὐδὲ φιλόσοφοι ἔτι, σοφισταὶ δέ· καὶ γὰρ οὐδὲ οἷόν τε μηδὲν ἐπαΐον‐ τας περὶ τῆς οὐσίας περὶ τῶν τῇ οὐσίᾳ ὑπαρχόντων ἐπιστημονικῶς τε καὶ
πρὸς ἀλήθειαν λέγειν· διὸ οὕτως λέγουσιν.258
in Metaph
.

259

p. 1004b10 Ἐπεὶ ὥσπερ ἐστὶ καὶ ἀριθμοῦ ᾗ ἀριθμὸς ἴδια πάθη. Ἔτι τὸ αὐτὸ ἐπεξεργάζεται, δεικνὺς ὅτι τῷ φιλοσόφῳ τὸ περὶ τῶν προειρημένων λέγειν οἰκεῖον· οἰκεῖα γὰρ πάθη καὶ καθ’ αὑτὰ ὑπάρχοντα τῷ ὄντι ταῦτα ᾗ ὄν, ἑκάστῃ δὲ ἐπιστήμῃ ἴδιον τὸ τὰ οἰκεῖα καὶ καθ’
5αὑτὰ ὑπάρχοντα τῷ ὑποκειμένῳ γένει, περὶ ὃ ἡ ἐπιστήμη, σκοπεῖν. οὕτως γὰρ ἐπὶ ἀριθμητικῆς μὲν τὸ τὰ ἴδια τῶν ἀριθμῶν πάθη καὶ οἰκεῖα αὐτῶν περὶ ὃ καταγίνεται θεωρεῖν· ταῦτα δέ ἐστι τὸ περιττὸν τὸ ἄρτιον, συμ‐ μετρία ἡ ἐν ἀριθμοῖς καὶ ἰσότης, ὑπεροχὴ καὶ ἔλλειψις, ὧν τὰ μὲν καθ’ αὑτοὺς ὑπάρχει τοῖς ἀριθμοῖς, ὡς τὸ περιττὸν καὶ ἄρτιον, τὰ δὲ πρὸς
10ἀλλήλους, ὡς τὸ ἕτερον τούτων (διαφέρουσι γὰρ οἱ ἄρτιοι ἀριθμοὶ τῶν περιττῶν), ἔτι καὶ τὸ σύμμετρον καὶ τὸ ἴσον, ὑπεροχή τε καὶ ἔλλειψις. ὁμοίως καὶ γεωμετρίας τὸ τὰ ταῖς γραμμαῖς ὑπάρχοντα εἰδέναι καὶ τὰ τοῖς ἐπιπέδοις τε καὶ σχήμασιν· ἔστι γάρ τινα καὶ τούτων οἰκεῖα, καὶ πάλιν ἄλλα τοῖς στερεοῖς, καὶ τούτων ἄλλα μὲν τοῖς ἀκινήτοις, περὶ ἃ ἡ στερεο‐
15μετρία, ἄλλα δὲ τοῖς κινουμένοις, περὶ ἃ ἡ ἀστρολογικὴ καὶ ἡ φυσική. ἀλλὰ καὶ τῶν κινουμένων ἄλλα μὲν τοῖς βάρος ἔχουσιν, ὡς γῇ ὕδατι, ἄλλα δὲ καὶ τοῖς βάρος οὐκ ἔχουσιν, ὥσπερ τοῖς κούφοις, πυρί τε καὶ ἀέρι, ἄλλα δὲ τῷ κυκλοφορικῷ τῷ πέμπτῳ σώματι, ὃ κινεῖται μὲν οὔτε δὲ βάρος οὔτε κουφότητα ἔχει. ὡς οὖν τούτων ἑκάστῳ ἔστι τινὰ οἰκείως
20ὑπάρχοντα, οὕτως ἔστι τινὰ οἰκεῖα καὶ τοῦ ὄντος ᾗ ὄν, οὐκ ἀφωρισμένου τινὸς γένους τῶν ὑπὸ τὸ ὄν, ἀλλ’ ἐν πᾶσιν ὡρισμένα ὄντα τοῖς οὖσι, περὶ ὧν ὁ θεωρητικὸς φιλόσοφος. p. 1004b17 Σημεῖον δ· οἱ γὰρ διαλεκτικοὶ καὶ οἱ σοφιστα. Καὶ διὰ τούτου δείκνυσιν ὅτι τοῦ φιλοσόφου ἡ περὶ τῶν προειρημένων
25θεωρία, τοῦ ἴσου ὁμοίου ἀνίσου ἀνομοίου ἑτέρου ἐναντίου τῶν ἄλλων οἷα προείρηται· οἱ γὰρ σοφισταὶ καὶ οἱ διαλεκτικοὶ ὑποδυόμενοι τὸ φιλοσόφου ὄνομα, καὶ περὶ ὧν οἱ φιλόσοφοι πραγματεύονται πειρώμενοι λέγειν, περὶ τούτων τὸν λόγον ποιοῦνται, δῆλον ὡς οἰκείων ὄντων τῷ φιλοσόφῳ. εἰπὼν δὲ τοὺς σοφιστὰς καὶ τοὺς διαλεκτικοὺς περὶ τούτων λέγειν ἃ οἰκεῖά ἐστι
30τοῖς φιλοσόφοις, τῳ ὑποδύεσθαι τὸ φιλοσοφίας ὄνομα, ἑξῆς πῶς τε ὑπο‐ δύονται καὶ κατὰ τί καὶ τίνι διαφέρουσι τοῦ τε φιλοσόφου καὶ ἀλλήλων λέγει. περὶ μὲν γὰρ τὸ αὐτὸ γένος στρέφεται καὶ ἡ σοφιστικὴ καὶ ἡ διαλεκτικὴ τῇ φιλοσοφί· οὐ γὰρ ἴδιόν τι ἀφωρισμένον ἔχουσιν, ὡς ἡ γεωμετρία ἢ ἡ μουσική, ἀλλὰ περὶ τὸ ὂν πᾶσιν αὐτοῖς ἡ πραγμα‐
35τεία· ἀλλὰ διαφέρει τῆς μὲν τῷ τρόπῳ τῆς δυνάμεως, τῆς δὲ259
in Metaph
.

260

τοῦ βίου τῇ προαιρέσει. τὴν φιλοσοφίαν λέγει τῆς μὲν διαλεκτικῆς διαφέρειν τῷ τρόπῳ τῆς δυνάμεως. ἀμφότεραι μὲν γὰρ περὶ τὸ ὂν καὶ τὰ τούτῳ ὑπάρχοντα, καὶ ἀμφότεραι συλλογιστικαί, ἀλλ’ ἡ μὲν τὴν δύναμιν ταύτην τὴν συλλογιστικὴν ἀποδεικτικὴν ἔχει τῶν ἀληθῶν, ἡ δὲ διαλεκτικὴ
5πειραστικὴ περὶ τῶν ἀληθῶν καὶ τοῦ ἐνδόξου συλλογιστική· διὸ καὶ εἰς ἑκάτερον ὁ διαλεκτικὸς ἐπιχειρεῖ, καὶ ἔστι περὶ ὧν ὁ φιλόσοφος ἀποδει‐ κτικός τε καὶ ἐπιστήμων, περὶ τούτων ὁ διαλεκτικὸς πειραστικός, τουτέστι πεῖραν λαμβάνων τῶν προσποιουμένων αὐτὰ εἰδέναι, οὐκ εἰδότων δέ, ἥτις πεῖρα διὰ τῶν ἑπομένων τοῖς κατὰ τὰς ἐπιστήμας γινομένη, ἃ ἐνδέχεται
10εἰδέναι καὶ τοὺς οὐκ ἔχοντας αὐτῶν τὴν ἐπιστήμην, οὐκ ἤδη δείκνυσιν ἐπιστήμονα τὸν χρώμενον αὐτῇ. τῇ δὲ προαιρέσει οὐκ ἂν διαφέροι ὁ δια‐ λεκτικὸς τοῦ φιλοσόφου, ἐφ’ ὅσον καὶ οὗτος ἐπ’ ὠφελείᾳ τῶν συνόντων τοὺς λόγους δοκεῖ ποιεῖσθαι, γυμνασίας χάριν πεῖραν αὐτῶν λαμβάνων, εἴτε ἐπιστήμην ἔχουσιν ὧν λέγουσιν εἴτε καὶ μή. τῆς δέ γε σοφιστικῆς τὴν
15φιλοσοφίαν διαφέρειν φησὶ τοῦ βίου τῇ προαιρέσει· τῷ μὲν γὰρ φιλοσόφῳ τὸ εἶναι ἐπιστήμονι τούτων ἃ οἰκεῖά ἐστιν αὐτῷ πρόκειται, τῷ δὲ σοφιστῇ τὸ φαίνεσθαι· φαινομένη γάρ τις σοφία ἡ σοφιστικὴ ἀλλ’ οὐκ οὖσα. ἕπεται δὲ αὐτῇ διαφερούσῃ τῇ τοῦ βίου προαιρέσει τὸ καὶ τῷ τρόπῳ τῆς δυνά‐ μεως διαφέρειν αὐτῆς τε καὶ τῆς διαλεκτικῆς. οὐδὲ γὰρ συλλογιστικὸς
20οὗτος, ἀλλὰ καὶ ἐν τούτοις τὸ φαίνεσθαι μᾶλλον τοῦ ἀληθοῦς μέτεισιν. p. 1004b25 Ἔστι δὲ ἡ διαλεκτικὴ πειραστικ. Περὶ ὧν, φησίν, ἡ φιλοσοφία ἐπιστήμην τε ἔχει καὶ γνῶσιν, περὶ τούτων τὴν διαλεκτικὴν πειραστικὴν καὶ δι’ ἐνδόξων ἐπιχειρητικὴν εἶναι· διὰ τοιούτων γὰρ ἡ πεῖρα· καὶ γὰρ πρὸς τὸ διελέγξαι πολλάκις τἀληθῆ
25χρῶνται τῇ πειραστικῇ, ὃ οὐ γίνεται δι’ ἀληθῶν τε καὶ ἀποδεικτικῶν, ἀλλὰ διὰ πιθανῶν τε καὶ ἐνδόξων. τὴν δὲ σοφιστικὴν φαινομένην φησίν, οὖσαν δὲ οὔ, ἤτοι διαλεκτικὴν φαινομένην, ὅτι ἐκ φαινομένων ἐνδόξων, ἢ φαινομένην σοφίαν, οὖσαν δ’ οὔ, εἴ γε ἐστὶν ἀπὸ φαινομένης σοφίας χρημα‐ τιστική.
30p. 1004b27 Ἔτι τῶν ἐναντίων ἡ ἑτέρα συστοιχία στέρησις, καὶ ἅπαντα ἀνάγεται εἰς τὸ ὂν καὶ τὸ μὴ ὄν, καὶ εἰς τὸ ἓν καὶ πλῆθος. Διὰ τούτων προσκατασκευάζει ὅτι ὁ περὶ τῶν ἐναντίων λόγος οἰκεῖός ἐστι τῷ φιλοσόφῳ· εἰ γὰρ πάντων τῶν ἐναντίων στέρησις ἡ ἑτέρα συ‐ στοιχία, ἡ δὲ ἑτέρα εἶδος (ὑπάγεται γὰρ πάντα τὰ ἐναντία εἰς τὸ ὂν καὶ
35τὸ μὴ ὂν καὶ εἰς τὸ ἕν τε καὶ πλῆθος, ὧν τὸ μὴ ὂν καὶ τὸ πλῆθος στέ‐
ρησις), οὗ περὶ τοῦ μὴ ὄντος, ὅ ἐστι στέρησις τοῦ ὄντος, καὶ περὶ τοῦ260
in Metaph
.

261

οὐχ ἑνὸς καὶ πλήθους, ὅ ἐστι στέρησις τοῦ ἑνός, θεωρεῖν, τούτου καὶ περὶ τῶν ἄλλων ἐναντίων. τοῦ μὲν οὖν τοῦ αὐτοῦ εἶναι τὸ περὶ τῶν ἐναντίων λέγειν δεικτικὸν τὸ στέρησιν εἶναι τὸ ἕτερον τῶν ἐναντίων, οὗ δὲ τὴν ἕξιν, καὶ τὴν στέρησιν, τοῦ δὲ περὶ πάντων τῶν ἐναντίων καθόλου τὸν φιλό‐
5σοφον ἐρεῖν δεικτικὸν πάλιν τὸ πάντα τὰ ἐναντία ἀνάγεσθαι εἰς τὸ ὂν καὶ μὴ ὂν καὶ ἓν καὶ πλῆθος· ὃ καὶ αὐτὸ ἅμα δεικτικόν ἐστι τοῦ τὸ ἕτερον τῶν ἐναντίων εἶναι στέρησιν. ὡς γὰρ ἀμφοτέρων τούτων δεικτικῷ ἐχρή‐ σατο, τοῦ περὶ πάντων τῶν ἐναντίων ἐρεῖν τὸν φιλόσοφον καὶ τοῦ τὸ ἕτερον τῶν ἐναντίων στέρησιν εἶναι. δύνανται δὲ καὶ δύο ἐπιχειρήσεις τὸ εἰρη‐
10μένον εἶναι τῶν αὐτῶν δεικτικαί, πρώτη μὲν ἡ ἔτι τῶν ἐναντίων ἡ ἑτέρα συστοιχία στέρησις· εἰ γὰρ τοῦ αὐτοῦ αὐτά τε εἰδέναι καὶ τὰς στερήσεις αὐτῶν, οὗ περὶ τοῦ ἑτέρου μέρους τῶν ἐναντίων θεωρῆσαι τοῦ ὑπὸ τὸ ἕν, τούτου ἔσται καὶ τὸ περὶ τοῦ ἑτέρου, εἴ γε στέρησις ταῦτα ἐκείνων. δευτέρα δ’ ἂν ἐπιχείρησις εἴη καὶ πάντα ἀνάγεται εἰς τὸ ὂν
15καὶ μὴ ὂν καὶ ἓν καὶ πλῆθος· εἰ γὰρ πάντα τὰ ἐναντία ὑπὸ ταῦτα, οὗ περὶ τούτων, τούτου καὶ περὶ πάντων τῶν ἐναντίων θεωρεῖν. p. 1004b29 Τὰ δὲ ὄντα καὶ τὴν οὐσίαν ὁμολογοῦσιν ἐξ ἐναντίων σχεδὸν ἅπαντες συγκεῖσθαι. Διὰ ταύτης τῆς ἐπιχειρήσεως ἅμα μὲν δείκνυσιν ὅτι περὶ πάντων
20τῶν ἐναντίων ὁ φιλόσοφος ἐρεῖ, ἐπειδὴ πάντα ὑπὸ τὸ ἓν καὶ τὸ πλῆθος, ἅμα δὲ συστήσει καὶ τὸ ὅτι μιᾶς ἐπιστήμης ἐστὶ τὸ περὶ τοῦ ὄντος ᾗ ὂν θεωρῆσαι, ὡς δι’ ὧν ἐπιφέρει λέγει· εἰ γὰρ τὰ ὄντα καὶ αἱ οὐσίαι ἐξ ἐναντίων, ὡς ἐδόκει τοῖς πλείστοις, εἶεν ἂν αἱ μὲν ἀρχαὶ τῶν ὄντων ἐν‐ αντίαι, τὰ δὲ ἐκ τούτων ἐξ ἐναντίων· πάντα ἄρα τὰ ὄντα ἢ ἐναντία ἢ ἐξ
25ἐναντίων. ἀλλὰ μὴν μιᾶς ἐπιστήμης τά τε ἐναντία καὶ τὰ ἐκ τούτων εἰ‐ δέναι· μιᾶς ἄρα ἐπιστήμης καὶ ἡ τῶν ὄντων καθόλου θεωρία. καὶ τοῦτο μὲν τὸ τῆς ἐπιχειρήσεως κεφάλαιον. τὰ δὲ πρὸς τὴν λέξιν, τὰ δ’ ὄντα καὶ τὴν οὐσίαν ὁμολογοῦσι σχεδὸν ἅπαντες ἐξ ἐναντίων συγκεῖ‐ σθαι, δεικτικὸν καὶ τοῦτό ἐστι τοῦ τῷ φιλοσόφῳ ἀνακεῖσθαι τὴν περὶ τῶν
30ἐναντίων θεωρίαν· οὐ μὴν ταὐτόν ἐστι τοῖς εἰρημένοις πρὸ αὐτοῦ πάντῃ, ἀλλ’ εἴη ἂν τὸ λεγόμενον νῦν ἤτοι ὅτι ἐπεὶ τοῦ φιλοσόφου ἡ περὶ τῆς οὐσίας θεωρία, ἥτις περιέχει καὶ τὸν περὶ τῶν ἀρχῶν λόγον, ἀρχαὶ δὲ τῆς οὐσίας καὶ στοιχεῖα ὑπὸ πάντων ὁμολογεῖται τὰ ἐναντία, εἴη ἂν καὶ διὰ τοῦτο ἀναγκαῖος ὁ περὶ τῶν ἐναντίων λόγος τῷ φιλοσόφῳ· εἰ γὰρ τὰ ὄντα
35ἐξ ἐναντίων σύγκειται, τὰ δὲ ἐναντία ἀνάγεται εἴς τε τὸ ἓν καὶ τὸ πλῆθος, τοῦ περὶ ἑνὸς καὶ πλήθους λέγοντος εἴη ἂν τὸ καὶ περὶ τῶν ἐναντίων λέ‐ γειν· λέγων γὰρ περὶ ἐναντίων λέγοι ἂν περὶ τῶν τοῦ ὄντος ἀρχῶν, εἰ δὲ
περὶ τούτων, καὶ τοῦ ὄντος. ἢ δεικτικὸν τὸ λεγόμενον τοῦ τὸν περὶ τοῦ261
in Metaph
.

262

ὄντος θεωροῦντα καὶ περὶ τῶν ἐναντίων θεωρεῖν, εἴ γε δεῖ μὲν τὸν περὶ τοῦ ὄντος διαλαμβάνοντα περὶ τῶν στοιχείων τοῦ ὄντος διαλαμβάνειν, ἔστι δὲ αὐτοῦ στοιχεῖα τὰ ἐναντία. κατασκευάζων δὲ τοῦτο παρατίθεται τὰς τούτων δόξας οἳ τὰς ἀρχὰς ἐναντίας ἔθεντο· οἱ μὲν γὰρ περιττὸν καὶ ἄρ‐
5τιον, ὡς οἱ Πυθαγορικοί, οἱ δὲ θερμὸν καὶ ψυχρόν, ὡς οἱ μανώσει καὶ πυκνώσει τἆλλα γεννῶντες, ἢ ὡς Παρμενίδης πῦρ καὶ γῆν στοιχεῖα ποιῶν, οἱ δὲ πέρας καὶ ἄπειρον (εἶεν δ’ ἂν οὗτοι οἱ τὸ ἓν καὶ τὴν ἀόριστον δυάδα ἐν ταῖς ἀρχαῖς θέμενοι), οἱ δὲ φιλίαν καὶ νεῖκος, ὡς Ἐμπεδοκλῆς. διά τε οὖν τὸ ἀρχὰς τῆς οὐσίας εἶναι τὰ ἐναντία καὶ διὰ τὸ πάντα μὲν τὰ
10ἐναντία ἀνάγεσθαι ὑπὸ τὸ ἕν τε καὶ πλῆθος, φανερώτατα δὲ ταῦτα ἐν ταῖς ἀρχαῖς τίθεσθαι, προσήκοι ἂν τῷ φιλοσόφῳ ὁ περὶ αὐτῶν λόγος· τὸ μὲν γὰρ περιττὸν καὶ τὸ θερμὸν καὶ τὸ πέρας καὶ ἡ φιλία ὑπὸ τὸ ἕν, ὑπὸ δὲ τὸ πλῆθος τὰ τούτοις ἐναντία. δύναται τὸ τὰ δ’ ὄντα καὶ τὴν οὐσίαν ὁμολογοῦσιν ἐξ ἐναντίων σχεδὸν ἅπαντες ὡς ἑπόμενον ὂν τῷ καὶ
15πάντα ἀνάγεται εἰς τὸ ὂν καὶ μὴ ὂν καὶ ἓν καὶ πλῆθος εἰρηκέναι· δεικτικὸν γὰρ τούτου τὸ καὶ πάντας τοὺς τὰ ὄντα καὶ τὴν οὐσίαν ἐξ ἐν‐ αντίων συγκεῖσθαι λέγοντας φανερῶς τοιαῦτα λαβεῖν ἐναντία ἃ ὑπὸ τὸ ἕν τε καὶ τὸ πλῆθός ἐστιν. διὰ δὲ τοῦ εἰλήφθω γὰρ ἡ ἀναγωγὴ ἡμῖν ἀναπέμπει πάλιν ἡμᾶς εἰς τὰ ἐν τῷ Β Περὶ τἀγαθοῦ δεδειγμένα.
20p. 1005a2 Φανερὸν οὖν καὶ ἐκ τούτων ὅτι μιᾶς ἐπιστήμης τὸ ὂν ᾗ ὂν θεωρῆσαι. Εἰπὼν ὅτι πως τὰ ἐναντία πάντα εἰς τὸ ἓν καὶ πλῆθος ἀνάγεται, καὶ τοῦτο δι’ ἧς πεποίηται ἀναγωγῆς τῶν ἐναντίων ἐν τῷ Β Περὶ τἀγαθοῦ εἰς ταῦτα πιστωσάμενος, λαβὼν δὲ ὅτι καὶ τῶν ὄντων καὶ τῆς οὐσίας
25στοιχεῖα τὰ ἐναντία, δῆλόν φησι καὶ ἐκ τούτων εἶναι ὅτι μιᾶς ἐστιν ἐπι‐ στήμης ἡ περὶ τοῦ ὄντος ᾗ ὂν θεωρία. ἐπεὶ γὰρ πάντα τὰ ὄντα ἐναντία ἐστὶν ἢ ἐξ ἐναντίων συνέστηκεν, ὥσπερ ἔλεγον οἱ φυσικοί (ἢ γὰρ ἀρχαὶ ἢ ἐκ τῶν ἀρχῶν, ὧν αἱ μὲν ἀρχαὶ ἐναντίαι, τὰ δὲ ἄλλα ἐκ τῶν ἀρχῶν), πάντα δὲ τὰ ἐναντία ἀνάγεται ὑπὸ τὸ ἓν καὶ τὰ πολλά, μιᾶς δὲ τὸ περὶ
30τούτων θεωρεῖν (ἡ γὰρ αὐτὴ τῶν ἀντικειμένων), μιᾶς ἂν εἴη καὶ περὶ πάντων τῶν ὄντων ἡ θεωρία· κἂν γὰρ μὴ ἔχῃ τινὰ ἐναντία, ὥσπερ δοκεῖ ἡ οὐσία, ᾖ δὲ ἐξ ἐναντίων, τῷ τὴν γνῶσιν ἑκάστου ἠρτῆσθαι ἐκ τῆς γνώσεως τῶν ἐξ ὧν ἔστιν, ἐν τῇ τῶν ἐναντίων ἐξ ὧν ἔστι γνώσει εἴη ἂν ἡ γνῶσις τούτων. τῶν δὲ ἐναντίων ἀρχαὶ τό τε ἓν καὶ τὸ πλῆθος· ὥστε
35οὗ περὶ τοῦ ἑνὸς καὶ πλήθους θεωρεῖν, τούτου καὶ περὶ τῶν ὑπ’ αὐτά. ταῦτα δ’ ἐστὶ πάντα τὰ ὄντα· πάντα μὲν γὰρ τὰ ὄντα ἢ ἐναντία ἢ ἐξ ἐν‐
αντίων, πάντα δὲ τὰ ἐναντία ὑπὸ τὸ ἓν καὶ τὸ πλῆθος. μιᾶς δέ φησιν262
in Metaph
.

263

ἐπιστήμης εἶναι τὴν περὶ ἑνὸς καὶ πλήθους θεωρίαν, ἄντε ᾖ ταῦτα καθ’ ἓν λεγόμενον ἑκάτερον αὐτῶν, τουτέστιν ἕνα λόγον ἔχοντα καὶ μίαν φύσιν καὶ ὡς γένη τῶν ἄλλων τῶν ὑπ’ αὐτὰ κατηγορούμενα, ἄντε καὶ μὴ οὕτως ἔχῃ ἀλλ’ ᾖ τῶν πολλαχῶς λεγομένων, ὥσπερ προείρηταί τε καὶ ἀληθές
5ἐστιν. καὶ γὰρ εἰ πολλαχῶς τὸ ἓν λέγεται καὶ μὴ κατὰ μίαν φύσιν, ὁμοίως δὲ καὶ τὸ πλῆθος, ἀλλ’ οὖν πρὸς τὸ πρῶτον καὶ κυρίως ἓν λεγό‐ μενον τὰ ἄλλα ἀναφέρεται. πρῶτον δὲ ἓν ὥσπερ καὶ πρῶτον ὂν ἡ οὐσία, καὶ πλῆθος δὲ πρῶτον ἐν οὐσίᾳ. εἰπὼν δὲ περὶ τοῦ ἑνὸς ὅτι εἰ καὶ πολλαχῶς λέγεται, ὁμοίως φησὶ καὶ τὰ τῷ ἑνὶ πολλαχῶς λεγομένῳ
10ἐναντία ἕξειν· καὶ γὰρ ἐν τούτοις πρὸς τὸ πρῶτον τἆλλα ῥηθήσεται. διὰ γὰρ τὸ πρὸς μίαν φύσιν τὴν ἀναφορὰν αὐτῶν εἶναι καὶ ἀφ’ ἑνὸς λέγεσθαι καὶ πρὸς ἕν τι συντείνειν. ἡ μία ἐστὶν αὐτῶν ἐπιστήμη τοῦ τε ὄντος καὶ τοῦ ἑνός, εἰ καὶ μή ἐστι γένη τε καὶ καθόλου ὁμοίως κατὰ πάντων τῶν ὄντων κατηγορούμενα, ἀλλὰ μηδὲ φύσεις τινὲς κεχωρισμέναι τῶν τῇδε,
15οὐχ ὥσπερ τὰ γένη ἐν τοῖς ὧν κατηγορεῖται τὸ εἶναι ἔχει (ἀχώριστα γὰρ τὰ γένη τούτων ὧν ἐστι γένη), ἀλλ’ αὐτὰ καθ’ αὑτὰ τὴν ὑπόστασιν ἔχοντα, ὡς δοκεῖ τοῖς ἰδέας εἰσάγουσιν. οὐ γὰρ μόνων τῶν τοιούτων τῶν καθ’ ἓν οὕτω λεγομένων μία ἐπιστήμη, ἀλλὰ καὶ τῶν πολλαχῶς λεγομένων ὃν εἰρήκαμεν τρόπον. ἴσως δὲ οὐκ εἶναι εἶπε χωριστήν τινα φύσιν τό τε ὂν
20καὶ τὸ ἕν, τὸ ἴσως προσθείς, ἐπεὶ μὴ νῦν αὐτῷ πρόκειται τοῦτο δεικνύ‐ ναι, μηδέ τι πρὸς τὴν τοῦ προκειμένου κατασκευὴν συντελεῖ αὐτῷ τὸ μετὰ διατάσεως λαμβάνειν ὅτι ἔστι χωριστά. δύναται τὸ ὥσπερ ἴσως οὐκ ἔστιν οὐκ ἐπὶ τοῦ χωριστοῦ μόνον εἰρῆσθαι, ἀλλὰ καὶ ἐπὶ τοῦ καθόλου τε καὶ γένους· οὐδὲ γὰρ τοιαῦτα τὸ ὄν τε καὶ ἕν, ἀλλ’ ὡς ἐπιφέρει τὰ
25μὲν πρὸς ἓν τὰ δὲ τῷ ἐφεξῆς. διαφέρει δὲ τὰ ἐφεξῆς τῶν πρὸς ἕν, ἀμφότερα τῶν πολλαχῶς λεγομένων ὄντα, ὅτι τὰ μὲν πρὸς ἓν τῷ ἐκείνου τι εἶναι τοῦ ἑνὸς οὕτω λέγεται, τάξιν τινὰ ἔχοντα πρὸς ἄλληλα, ὡς ἐδεί‐ χθη τὰ ὑγιεινὰ τὰ ἰατρικὰ τὰ ὄντα· τὰ δὲ τῷ ἐφεξῆς κατὰ τοῦτό ἐστι τῶν πολλαχῶς λεγομένων μόνον, ὅτι τὸ μὲν πρῶτόν ἐστιν αὐτῶν τὸ δὲ
30δεύτερον· οὐ γὰρ τῷ τῇ δυάδι ὑπάρχειν ἢ συντελεῖν τι εἰς δυάδα τὰ τρία καὶ τέσσαρα καὶ οἱ ἐφεξῆς εἰσιν ἀριθμοί· τοὐναντίον γὰρ τὸ οὕτως πρῶτον τοῖς μετ’ αὐτὸ συντελεῖ. διὸ ἐπὶ μὲν τῶν οὕτω πολλαχῶς λεγομένων τὰ ὕστερα τελειότερα, ἐπὶ δὲ τῶν πρὸς ἓν τὸ ἓν πρὸς ὃ τὰ ἄλλα ἀναφέρεται. δύναται τὸ τὰ δὲ τῷ ἐφεξῆς δηλωτικὸν εἶναι τοῦ ἀφ’ ἑνός· διεῖλε γὰρ
35τὰ οὕτω λεγόμενα πολλαχῶς εἴς τε τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. εἰπὼν δὲ ὅτι τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἓν λεγομένων ἐστὶ ταῦτα καὶ τῶν ἐχόντων τὸ
πρότερον καὶ ὕστερον (ταῦτα γάρ ἐστι τὰ ἐφεξῆς), περὶ ὧν ἡ θεωρία τοῦ263
in Metaph
.

264

φιλοσόφου, διὰ τὸ πρὸς τὸ πρῶτον καὶ κυρίως λεγόμενον τἆλλα τὴν ἀνα‐ φορὰν ἔχειν, περὶ οὗ τοῦ φιλοσόφου τὸ θεωρεῖν, διὸ καὶ περὶ τούτων (ἔστι γὰρ τὸ πρῶτον ἡ οὐσία) οὔτε γεωμέτρου φησὶν εἶναι τὸ θεωρῆσαι περὶ αὐτῶν οὔτε ἄλλου τινός, ἀλλὰ τοῦ φιλοσόφου· τῶν γὰρ ἄλλων ἐπιστημῶν
5ἑκάστη περί τι μόριον τοῦ ὄντος πραγματεύεται. πρὸς δὲ τοῖς ἐναντίοις καὶ οἷς ἔφθασεν εἰρηκέναι προστίθησι τὰ νῦν, περὶ ὧν καὶ αὐτῶν τοῦ φι‐ λοσόφου διαλαμβάνειν, φησίν, ἀλλ’ οὐκ ἄλλου τινός, διότι καὶ αὐτὰ τοῦ ὄντος ᾗ ὄν ἐστι πάθη. εἰπὼν δὲ μὴ εἶναι τοῦ γεωμέτρου τὸ περὶ τούτων θεωρῆσαι προσέθηκεν ἀλλ’ ἐξ ὑποθέσεως· τοῦτο δέ ἐστιν ὅτι χρῆται
10μὲν αὐτοῖς καὶ ὁ γεωμέτρης, οὐ μὴν δείξας τί ποτέ ἐστιν αὐτῶν ἕκαστον, ἀλλ’ ὑποθέμενος καὶ λαβὼν παρὰ τοῦ φιλοσόφου· οἷον ὑποθέμενος ὅμοια εἶναι μεγέθη ὧν αἱ πλευραὶ ἀνάλογον, τούτῳ ὑποτεθέντι ὑπ’ αὐτοῦ, οὐ δειχθέντι, χρῆται, ὁμοίως καὶ ἴσῳ καὶ ταὐτῷ καὶ τοῖς ἄλλοις. ἀλλὰ καὶ ὁ ἀριθμητικὸς ὑποθέμενος τέλειον ἀριθμὸν εἶναι τὸν πᾶσιν ἴσον τοῖς
15αὑτοῦ μέρεσι, θεωρεῖ τίνες ἀριθμοὶ πεπόνθασι τοῦτο, ἁπλῶς δὲ περὶ τε‐ λείου οὐκ οἶδε· μόνου γὰρ τοῦ φιλοσόφου ἡ τούτων ἐπιστήμη τί ποτέ ἐστιν αὐτῶν ἕκαστον. λείπει δὲ τῇ λέξει τῇ καὶ ὅτι οὐ μόνον τῶν οὐσιῶν ἀλλὰ καὶ τῶν ὑπαρχόντων ‘τῇ οὐσίᾳ καὶ τῷ ὄντι‘. πρὸς δὲ τοῖς φθάνουσιν εἰρῆσθαι λαμβάνει, ὡς εἶπον, καὶ ἄλλα τινά, εἰπὼν ταῦτα
20περὶ ὧν φησιν εἶναι θεωρεῖν καὶ αὐτῶν τοῦ φιλοσόφου· ἔστι δὲ ταῦτα πρότερον ὕστερον, γένος εἶδος, ὅλον μέρος, καὶ τὰ τούτοις ὅμοια· καὶ γὰρ καὶ ταῦτα τοῦ ὄντος ᾗ ὂν πάθη· ἢ γὰρ ἐν οὐσίᾳ ἕκαστον αὐτῶν ἢ ἔν τινι τῶν τῇ οὐσίᾳ συμβεβηκότων, ἀλλ’ οὐκ ἀφωρισμένου τινὸς γένους. ἐκ δὲ τούτων δῆλον ὅτι εἰ περὶ πάντων τῶν ὄντων τοῦ φιλοσόφου θεωρεῖν, καὶ
25ὁ περὶ τῶν αἰτίων πάντων καθόλου λόγος οἰκεῖος τῷ φιλοσόφῳ, καὶ οὐ πλειόνων ἐπιστημῶν ἐστι τὰ αἴτια θεωρῆσαι· καὶ γὰρ ταῦτα ἢ ἐναντία ἢ ἐξ ἐναντίων. ἦν δὲ ἐν τῷ Β πρῶτον τοῦτο τῶν ἀπορηθέντων. p. 1005a19 Λεκτέον δὲ πότερον μιᾶς ἐπιστήμης ἢ ἑτέρας περί τε τῶν ἐν τοῖς μαθήμασι καλουμένων ἀξιωμάτων καὶ περὶ τῆς
30οὐσίας. φανερὸν δὴ ὅτι μιᾶς καὶ τῆς αὐτῆς. Τῶν ἐν τῷ δευτέρῳ κειμένων ἀποριῶν μέμνηται νῦν· ἔστι δὲ αὕτη, πότερον τὰς τῆς οὐσίας ἀρχὰς τὰς πρώτας ἐστὶ τῆς ἐπιστήμης τῆς προκει‐ μένης ἰδεῖν μόνον, ἢ καὶ περὶ τῶν ἀρχῶν ἐξ ὧν δεικνύουσι πάντες, ἃ ἀξιώματά εἰσιν· περὶ ὧν ζητεῖ νῦν εἰ τῆς αὐτῆς ἐπιστήμης ἐστὶ περί τε
35τῆς οὐσίας θεωρεῖν καὶ περὶ ἐκείνων. ἔστι δὲ τὰ ἀξιώματα ἀρχαὶ κοιναὶ
καὶ ἀναπόδεικτοι πρὸς τὰ κατὰ πάσας τὰς ἐπιστήμας δεικνύμενα χρήσιμοι,264
in Metaph
.

265

οἷον τὸ ἐπὶ παντὸς τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν, καὶ τὸ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα, καὶ ἐὰν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, καὶ τὰ καταλει‐ πόμενα ἴσα, καὶ τὰ τούτοις ὅμοια. εἶπε δὲ περί τε τῶν ἐν τοῖς μα‐ θήμασι καλουμένων ἀξιωμάτων, ὡς τῶν μαθηματικῶν, οἳ καὶ μά‐
5λιστα αὐτοῖς προσχρῶνται τῷ καὶ ἀποδείξει χρῆσθαι μάλιστα, οὕτω καλούν‐ των αὐτά. λέγει δὲ μιᾶς καὶ τῆς αὐτῆς εἶναι ἐπιστήμης τήν τε περὶ οὐσίας τε καὶ τοῦ ὄντος θεωρίαν καὶ τὴν περὶ τῶν ἀξιωμάτων· αὕτη δέ ἐστιν ἡ πρώτη φιλοσοφία· καὶ ὅτι τῆς αὐτῆς ἐστι δείκνυσι διὰ τοῦ πᾶσιν αὐτὰ τοῖς οὖσιν ὑπάρχειν, ἀλλ’ οὐκ ἀφωρισμένῳ τινὶ τοῦ ὄντος γένει. διὰ
10τοῦτο γὰρ καὶ πᾶσαι αἱ ἐπιστῆμαι αὐτοῖς χρῶνται· ὅτι γὰρ πᾶσιν ἐνυ‐ πάρχει. τῷ γὰρ τῷ ὄντι αὐτὰ ὑπάρχειν ᾗ ὄν, ἑκάστην δὲ ἐπιστήμην περί τι καταγίνεσθαι γένος, ὅ ἐστιν ὄν, ταύτῃ καὶ τούτοις ὑπάρχει, καὶ χρῶνται αὐτοῖς οἱ καθ’ ἑκάστην ἐπιστήμην, προσοικειοῦντες αὐτὰ καὶ προσ‐ άγοντες τῷ ὑποκειμένῳ αὐταῖς γένει· ἕκαστον γὰρ τῶν γενῶν, περὶ ἃ αἱ
15ἐπιστῆμαι, ὄν, καὶ τοῦτο αὐτοὶ ἀπὸ τοῦ κοινοῦ ἀποτεμόμενοι, εἰς ὅσον αὐ‐ τοῖς ἐστι καὶ χρήσιμον, χρῶνται αὐτοῖς, ὁ μὲν γεωμέτρης ἐπὶ τὰ μεγέθη ἄγων αὐτὰ καὶ ἐπὶ τοσοῦτον αὐτοῖς χρώμενος, ὁ δὲ ἀριθμητικὸς ἐπὶ ἀριθ‐ μούς· τοῦτο δὲ διὰ τὸ πᾶσιν ὑπάρχειν αὐτὰ καὶ μηδενὸς ἴδια εἶναι. ὁ μὲν γὰρ γεωμέτρης λαβὼν ἀξίωμα τὸ ‘τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα
20ἐστίν‘ προστίθησι τὸ μεγέθη· περὶ γὰρ μεγέθη ἡ πραγματεία τούτῳ· ὁ δὲ ἀριθμητικὸς ἐπὶ τὸν ἀριθμὸν αὐτὰ μεταφέρει πάλιν. τοῦτο γὰρ λέγει διὰ τοῦ ἐπὶ τοσοῦτον δὲ χρῶνται ἐφ’ ὅσον αὐτοῖς ἱκανόν, τουτ‐ έστιν ὅσον ἐπέχει τὸ γένος περὶ οὗ φέρουσι τὰς ἀποδείξεις. πάντες οὖν διὰ τοῦτο αὐτοῖς χρῶνται, ὅτι καθὸ ὄντα ἐστὶ περὶ ἃ πραγμα‐
25τεύονται, κατὰ τοῦτο αὐτοῖς ὑπάρχει· πᾶσι γὰρ αὐτοῖς τὸ ὂν κοινόν. καὶ οὐδεμία τῶν κατὰ μέρος ἐπιστημῶν ἐπιχειρεῖ περὶ αὐτῶν λέγειν ὅτι ἀληθῆ ἢ οὐκ ἀληθῆ· οὔτε γὰρ γεωμέτρης, καίτοι χρώμενος αὐτοῖς, οὔτε ἀριθ‐ μητικὸς οὔτε τῶν ἄλλων τις, ἰατρὸς ἢ ἀστρολόγος ἢ μουσικός, ἀλλὰ τῶν φυσικῶν ἔνιοι. καὶ διὰ τούτου συνίστησι τὸ εἶναι ταῦτα τῷ ὄντι ᾗ ὂν
30ὑπάρχοντα. τῶν μὲν γὰρ περί τινος μέρους τοῦ ὄντος λεγόντων οὐδεὶς περὶ αὐτῶν ἐγχειρεῖ λέγειν· τῶν δὲ φυσικῶν τινες, οἳ ᾤοντο πάντα τὰ ὄντα ἐν τοῖς φυσικοῖς εἶναι καὶ μηδὲν τούτων ἔξω, καὶ περὶ τούτων ἐνε‐ χείρουν λέγειν ὡς τῷ ὄντι ᾗ ὂν ὑπαρχόντων. τῶν γὰρ φυσικῶν τινες ἐπεχείρησαν περὶ αὐτῶν λέγειν, ὅτι καὶ περὶ παντὸς τοῦ ὄντος ᾤοντο λέ‐
35γειν αὐτοί· οὐδὲν γὰρ ἔξω τῶν φυσικῶν ᾤοντο εἶναι. καθ’ ὅσον μὲν οὖν οἰκεῖον ὑπελάμβανον εἶναι τὸν περὶ τούτων λόγον τῷ περὶ παντὸς καθόλου τοῦ ὄντος θεωροῦντι, δεόντως ἐποίουν, διημάρτανον δὲ τῷ μηδὲν ἄλλο ἔξω τῶν φυσικῶν ὑπολαμβάνειν εἶναι περὶ ὧν ἐπραγματεύοντο· ἐπὶ πλέον γὰρ τῶν φυσικῶν τὸ ὄν, καὶ ἔστι τινὰ ὄντα καὶ παρὰ τὰ φυσικά· ἡ γὰρ ἀσώ‐
40ματός τε καὶ ἀκίνητος οὐσία οὐ φυσική. ἓν γάρ τι γένος τοῦ ὄντος265
in Metaph
.

266

ἡ φύσις, ἀρχὴ καὶ αἰτία κινήσεως οὖσα καθ’ αὑτὴν τοῖς ἐν οἷς ἐστιν. διὸ οὐ τοῦ φυσικοῦ ἡ περὶ τῶν τῷ ὄντι ᾗ ὂν ὑπαρχόντων θεωρία, ἀλλὰ τοῦ φιλοσόφου, ὅς ἐστιν ἀνωτέρω ἔτι τοῦ φυσικοῦ, περὶ παντὸς τοῦ ὄντος ᾗ ὂν τὴν θεωρίαν ποιούμενος, καὶ μάλιστα καὶ πρώτως περὶ τοῦ μάλιστα
5καὶ πρώτου τῶν ὄντων, ὃ οὐσία μέν ἐστιν, οὐ μὴν φυσική. ἔστι μὲν γὰρ καὶ ἡ φυσικὴ σοφία τις καὶ φιλοσοφία, ἀλλ’ οὐχ ἡ πρώτη. πρώτη δ’ ἂν εἴη ἥ τε περὶ τῶν πρώτων οὐσιῶν θεωροῦσα καὶ ἡ καθόλου περὶ πάσης οὐσίας καὶ τῶν τῷ αὐτῆς τι εἶναι ὄντων καὶ αὐτῶν. ἀμφοτέρως δὲ ἡ αὐτὴ γίνεται πρώτη· ἥ τε γὰρ περὶ τῶν πρώτων οὐσιῶν θεωροῦσα καὶ
10περὶ τῶν ἄλλων πάντων θεωρεῖ, οἷς ἐκ τούτων ἤρτηται τὸ εἶναι, ἥ τε κοινῶς περὶ τοῦ ὄντος ᾗ ὂν θεωροῦσα, ἐπεὶ τὸ ὂν τῶν ἀφ’ ἑνός τε καὶ πρὸς ἓν λεγομένων, μάλιστα ἂν περὶ ταύτης τῆς φύσεως θεωροίη, πρὸς ἣν καὶ τὰ ἄλλα περὶ ὧν ποιεῖται τὸν λόγον ἀναφέρεται, καὶ ἀφ’ οὗ τὸ εἶναι ἔχει. ὅτι δὲ ἣν ἐν τῷ πρώτῳ σοφίαν ἔλεγε, ταύτην νῦν φιλοσοφίαν
15κοινήν τε καὶ πρώτην λέγει, δῆλον καὶ ἐκ τοῦ εἰπεῖν ἔστι δὲ σοφία τις καὶ ἡ φυσικ, ἀλλ’ οὐ πρώτη. ἦν γὰρ τῆς πρώτης σοφίας ἡ περὶ τούτων θεωρία, λέγει δὲ νῦν ταύτην εἶναι τὴν φιλοσοφίαν, τὴν αὐτήν τε φιλοσοφίαν λέγει πρώτην καὶ σοφίαν τὴν πρώτην τε καὶ κυριωτάτην. λέγει δὲ τὸν πρῶτον φιλόσοφον περὶ τῶν ἀξιωμάτων ἐρεῖν οὐχ ὡς ἀποδείξοντά
20τι αὐτῶν (ἀναπόδεικτοι γὰρ αἱ ἀρχαὶ τῶν ἀποδείξεων, ὡς λέγει), ἀλλὰ τίς ἡ φύσις αὐτῶν καὶ πῶς ἡμῖν ἐγγίγνεται καὶ πῶς αὐτοῖς χρηστέον καὶ ὅσα ἄλλα περὶ αὐτῶν ἐν τοῖς Περὶ ἀποδείξεως πραγματεύεται· ὥσπερ γὰρ ὁ περὶ τῶν ἀξιωμάτων λόγος τοῦ φιλοσόφου, οὕτω καὶ ὁ περὶ ἀποδείξεως, οὐ περὶ τῆς τοῦδε ἢ τοῦδε, ἀλλὰ καθόλου τί τέ ἐστιν ἀπόδειξις καὶ πῶς
25γίνεται. οὐδὲ γὰρ ἡ ἀπόδειξις ἑνί τινι γένει τῶν ὑπὸ τὰς ἐπιστήμας ὑπάρ‐ χει, ἀλλ’ ἔστι καθ’ ἑκάστην ἐπιστήμην ἀπόδειξις παρὰ τὰ οἰκεῖα τῆς ἐπι‐ στήμης, καὶ χρῆται ἕκαστος ἐξ ὑποθέσεως, παρὰ φιλοσοφίας τὸ πῶς ἀπο‐ δεικνύναι χρὴ λαμβάνων. p. 1005b2 Ὅσα δ’ ἐγχειροῦσι τῶν λεγόντων τινὲς περὶ τῆς ἀλη‐
30θείας, ὃν τρόπον δεῖ ἀποδέχεσθαι. δι’ ἀπαιδευσίαν τῶν ἀνα‐ λυτικῶν τοῦτο δρῶσιν. Ὅτι περὶ τὰ ἀξιώματα λέγων εἶναι τὸν πρῶτον φιλόσοφον, οὐχ ὡς ἀποδεικνύντα αὐτὸν λέγει ἀλλ’ ὡς δεικνύντα ὅτι ἀρχαὶ ἀποδείξεως, αἱ δὲ ἀρχαὶ ἀναπόδεικτοι, δηλοῖ δι’ ὧν ἄρτι λέγει πρὸς τοὺς οἰομένους πάντων
35ἀπόδειξιν εἶναι, καὶ μηδὲν ἀποδέχεσθαι ἀξιοῦντας ἀληθὲς εἶναι ἄνευ266
in Metaph
.

267

ἀποδείξεως λεγόμενον, περὶ ὧν εἴρηκε καὶ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς· τού‐ τους γάρ φησι δι’ ἀπαιδευσίαν τῶν ἀναλυτικῶν ταῦτα λέγειν. δέδεικται γὰρ ἐν ἐκείνοις ὅτι δεῖ ἀρχὴν ἀποδείξεως εἶναι, καὶ ταύτην ἀναπόδεικτον. οὐδὲ γὰρ ἂν ὅλως ἀπόδειξις εἴη, εἰ περὶ πάντων ζητοίη τις. πᾶσα γὰρ
5διδασκαλία, ὡς ἐν ἐκείνοις εἴρηται, καὶ πᾶσα μάθησις διανοητικὴ ἐκ προϋπ‐ αρχούσης γίνεται γνώσεως, καὶ ἔστι ταῦτα τὰ ἀξιώματα καλούμενα. τὸ δὲ δεῖ γὰρ περὶ τούτων ἥκειν ἐπισταμένους ἤτοι περὶ τῶν ἀξιω‐ μάτων λέγει, ὡς ταῦτα δεῖ προεπίστασθαί τε καὶ γνωρίζειν, καὶ μὴ ἐν τῷ ἀκούειν αὐτὰ ζητεῖν περὶ αὐτῶν εἴτε οὕτως ἔχει εἴτε μὴ οὕτως· ἢ ὅτι
10δεῖ καθόλου προεπίστασθαί τε καὶ γνωρίζειν ὅτι μὴ πάντα ἐστὶν ἀποδει‐ κτά, ἀλλὰ μὴ ἀποδεικνύντας ἅμα καὶ περὶ τούτου ζητεῖν. δύναται δὲ τὸ εἰρημένον τείνειν καὶ πρὸς τὸ ὑπὸ Πλάτωνος ἐν τῷ Ἀλκιβιάδῃ λεγόμενον, ὅτι ὅ τις οἶδεν, ἢ μαθὼν ἢ εὑρὼν οἶδεν, εὑρίσκει δὲ ὁ ζητήσας πρῶτον· ἔνια γὰρ ἴσμεν οὔτε μαθόντες οὔτε ζητήσαντες. δοκεῖ δέ μοι αὕτη ἡ λέξις
15δι’ ἧς λέγει ὅσα δὲ ἐγχειροῦσί τινες περὶ τῆς ἀληθείας, ἕως τοῦ ἀλλὰ μὴ ἀκούοντας ζητεῖν, τὴν τάξιν ἔχειν μετὰ τὴν ἐφεξῆς κειμένην τὴν “ὅτι μὲν οὖν τοῦ φιλοσόφου καὶ τοῦ περὶ πάσης τῆς οὐσίας θεωροῦν‐ τος ᾗ πέφυκε καὶ περὶ τῶν συλλογιστικῶν ἀρχῶν ἐστιν ἐπισκέψασθαι, δῆ‐ λον.” αὕτη τε γὰρ μᾶλλον τοῖς προειρημένοις ἀκολουθεῖ, καὶ ἡ ὅσα δὲ
20ἐγχειροῦσί τινες περὶ τῆς ἀληθείας, περὶ ἧς προειρήκαμεν νῦν, οἰ‐ κείως ἂν προτάσσοιτο τῆς “προσήκει δὲ τὸν μάλιστα γνωρίζοντα.” p. 1005b5 Ὅτι μὲν οὖν τοῦ φιλοσόφου καὶ τοῦ περὶ πάσης τῆς οὐσίας θεωροῦντος ᾗ πέφυκεν. Ἤτοι περὶ πάσης οὐσίας εἶπεν ἀντὶ τοῦ περὶ παντὸς τοῦ ὄντος ᾗ
25ὄν, ἢ καὶ περὶ πάσης οὐσίας, ὅτι καὶ ἡ περὶ τοῦ ὄντος ἐπιστήμη περὶ οὐσίας ἐστὶ μάλιστα· κυριώτατον γὰρ τοῦτο ἐν τοῖς οὖσιν, ὡς ἐρρέθη, καὶ πρὸς τοῦτο τἆλλα. τὸ δὲ περὶ πάσης οὐσίας ἴσον ἐστὶ τῷ καθόλου περὶ οὐσίας ἀλλ’ οὐ τῆσδε ἢ τῆσδε. τὸ δὲ ᾗ πέφυκε σημαίνοι ἂν ἤτοι θεω‐ ροῦντος τίς καθόλου φύσις οὐσίας, ἢ τίς ἡ φύσις ἑκάστης οὐσίας· οὐ γὰρ
30τῆς αὐτῆς πᾶσαι, εἴ γε αἱ μὲν ἀσώματοι αἱ δέ γε σωματικαί, καὶ αἱ μὲν ἀκίνητοι αἱ δὲ ἐν κινήσει, καὶ αἱ μὲν ἀγέννητοι αἱ δὲ ἐν γενέσει, καὶ αἱ μὲν ἔμψυχοι αἱ δὲ ἄψυχοι, καὶ τούτων ἑκατέρων πλείους διαφοραί. διὰ δὲ τῆς λέξεως δέδεικται ὅτι τοῦ φιλοσόφου ἐστὶ τὸ καὶ περὶ τῶν συλλο‐ γιστικῶν ἀρχῶν ἐπισκέψασθαι. συλλογιστικὰς δὲ ἀρχὰς λέγει τὰς ἀποδει‐
35κτικάς· ἀποδείξεων γὰρ καθόλου ἀρχαὶ τὰ ἀξιώματα. αἱ γὰρ καθ’ ἑκάστην267
in Metaph
.

268

ἐπιστήμην οἰκεῖαι τοῖς ἀποδεικνυμένοις ἀρχαί τε καὶ προτάσεις τοῦ καθ’ ἑκάστην ἐπιστήμην ἀποδεικτικοῦ, καὶ τούτων τὸ ταύτας εἰδέναι· ὃ ποιήσει ἕκαστος αὐτῶν λαβὼν παρὰ τοῦ ἀποδεικτικοῦ τε καὶ φιλοσόφου τό τε πῶς ἐκ τῶν ὑπαρχόντων τῷ ἀποδεικνυμένῳ χρὴ τὰς ἀποδεικτικὰς λαμβάνειν
5προτάσεις, καὶ πῶς ταύτας ἀλλήλαις συμπλέκειν, καὶ τὰ ἄλλα ὅσα ἐν τοῖς Περὶ ἀποδείξεως λέγεται. τὰ δὲ ἀξιώματα κοιναὶ πάσης ἀποδείξεως ἀρχαί. p. 1005b8 Προσήκει δὲ τὸν μάλιστα γνωρίζοντα περὶ ἕκαστον γένος ἔχειν λέγειν τὰς βεβαιοτάτας ἀρχὰς τοῦ πράγματος. Δείκνυσι ζητῶν τίνα τῶν ἀξιωμάτων ἐστὶ γνωριμώτατά τε καὶ κοινό‐
10τατα· ταῦτα γὰρ δεῖ πρῶτα ἔχειν τὸν τῶν καθ’ αὑτὰ ὑπαρχόντων τῷ ὄντι ἀποδεικτικόν. καὶ ὅτι ἀναγκαῖον τοῦτο συνίστησι. καθόλου γὰρ τὸν καθ’ ἕκαστον γένος καὶ καθ’ ἑκάστην φύσιν ἐπιστήμονα (οὗτος γὰρ ὁ μά‐ λιστα γνωρίζων) δεῖ ἔχειν τὰς βεβαιοτάτας ἀρχὰς τῶν ἐν ἐκείνῃ τῇ φύσει καὶ εἰδέναι. βεβαιόταται δὲ ἀρχαὶ καθ’ ἕκαστον γένος αἱ γνωριμώταται
15καὶ σαφέστεραι τῶν ἄλλων καὶ ἀναμφισβητητότεραι τοῖς περὶ ἐκείνου τοῦ γένους διαλαμβάνουσι· πρὸς γὰρ τὸ σημεῖον εἶναι οὗ μέρος οὐθέν, καὶ γραμμὴν τὸ μῆκος ἀπλατὲς καὶ ἐπιφάνειαν τὸ πλάτος καὶ μῆκος μόνον ἔχον εἰ καὶ ἄλλος τις ἀντείποι, ἀλλὰ τῶν γε περὶ ταῦτα πραγματευομένων οὐδείς. ὥσπερ οὖν τὸν περὶ ἕκαστον γένος ἐπιστήμονα ἀναγκαῖόν ἐστιν
20εἰδέναι τὰς ἐκείνου τοῦ γένους βεβαιοτάτας ἀρχάς, τουτέστι τὰς πρώτας καὶ κυριωτάτας, δι’ ἃς καὶ τῶν ἄλλων ἕκαστον τῶν ἐν ἐκείνῳ τῷ γένει τὸ εἶναι ἔχει (εἰ γὰρ ἀγνοεῖ τὰς ἀρχὰς τὰς κατὰ τὴν οἰκείαν ἐπιστήμην, οὐδ’ ἂν ἐπιστήμην ἔχοι τοῦ πράγματος), οὕτω, φησί, καὶ τὸν τὴν τοῦ ὄντος ᾗ ὂν καθόλου ἐπιστήμην ἔχοντα ἀνάγκη τὰς πάντων βεβαιοτάτας ἀρχὰς εἰδέναι.
25ἔστι δὲ οὗτος ὁ φιλόσοφός τε καὶ ὁ σοφός· τῷ φιλοσόφῳ ἄρα ἀνάγκη τὰς πάντων τῶν ὄντων βεβαιοτάτας τε καὶ κυριωτάτας ἀρχὰς εἰδέναι. εἰ γὰρ τῷ περί τι γένος καταγινομένῳ τὴν ἐκείνου τοῦ γένους καὶ ἐν ἐκείνῳ τῷ γένει βεβαιοτάτην ἀρχὴν ἀναγκαῖον εἰδέναι, τῷ μὴ περὶ τὶ ὂν μηδὲ περί τι γένος ἀλλὰ καθόλου περὶ τὸ ὂν καὶ τὸ κοινότατον καὶ γενικώτατον
30ἔχοντι τὴν πραγματείαν ἀνάγκη τὰς πάντων τῶν ὄντων βεβαιοτάτας ἀρχὰς εἰδέναι. εἰ γὰρ εἴη τις αὐτῶν βεβαιοτέρα, ἔσται μὲν καὶ αὐτὴ ὄντος· οὕτω δὲ οὐκέτι ἂν ἐκεῖναι εἶεν αἱ τοῦ ὄντος βεβαιόταται· αἱ ἄρα τοῦ ὄν‐ τος ἀρχαὶ βεβαιόταται. ἑξῆς δὲ τίς ἐστιν ἡ βεβαιοτάτη ἀρχὴ λέγει· περὶ ἣν γὰρ ἀδύνατον διαψευσθῆναι, αὕτη πασῶν ἀρχῶν βεβαιοτάτη. τὸ
35γὰρ βέβαιον ἀσάλευτον· οὐκ ἀσάλευτον δὲ ὃ δύναται καὶ οὕτω καὶ μὴ οὕ‐
τως ἔχειν ὑποληφθῆναι. καὶ δι’ ἃ αὕτη ἐστὶ βεβαιοτάτη καὶ ἀρχὴ τῶν268
in Metaph
.

269

ὄντων, περὶ ἣν οὐ δυνατὸν διαψευσθῆναι, λέγει. ἀνάγκη γὰρ τὴν τοιαύ‐ την, περὶ ἣν ἀδύνατον διαψευσθῆναι, γνώριμόν τε ἐξ αὑτῆς εἶναι καὶ ἀνυ‐ πόθετον. ταῦτα δὲ δεῖ τῇ τῶν ὄντων ἀρχῇ ὑπάρχειν τῇ βεβαιοτάτῃ· γνώριμον γὰρ αὐτὴν δεῖ εἶναι, διότι ἡ ἀπάτη περὶ τὰ ἀγνοούμενα, ἀνυπό‐
5θετον δὲ καὶ ἐξ αὑτῆς ἐπιστητήν, ὅτι ἣν δεῖ ἔχειν τὸν ὁτιοῦν τῶν ὄντων γνωρίζοντα ὡς ἀρχὴν οὖσαν ἁπάντων τῶν γνωστῶν, οὐχ ὑπόθεσις αὕτη. εἰ γὰρ ὑπόθεσίς ἐστιν ὃ ἂν ἀποδεικτὸν ὂν χωρὶς ἀποδείξεως λαμβάνηται, οὐκ ἂν εἴη τοιαύτη ἣν ἀναγκαῖον ἔχειν τὸν ὁτιοῦν ξυνιέντα τῶν ὄντων· οὐ γὰρ οἷόν τε τὸ δι’ ὑποθέσεως λαμβανόμενον ἀρχὴν εἶναι τῆς τῶν δει‐
10κτικῶν αὐτοῦ γνώσεως. δείξας δὲ ὅτι μὴ ἐξ ὑποθέσεως ἡ βεβαιοτάτη ἀρχή. προστίθησιν ὅτι ὃ γνωρίζειν ἀναγκαῖον τῷ ὁτιοῦν γνωρίζοντί τε καὶ γινώσκοντι τῶν ὄντων, τοῦτο οὐ δι’ ἄλλου μαθεῖν οἷόν τε, εἴ γε πᾶσα μά‐ θησις ἐκ προγινωσκομένου τινός, ὥστε εἰ καὶ ταύτης εἴη μάθησις, προγι‐ νώσκοιτο ἂν ταύτης ἕτερά τινα. οὕτω δὲ οὐκέτι ἂν εἴη ἀρχὴ τῶν ὄντων,
15ἣν ἀναγκαῖον γνωρίζειν τὸν ὁτιοῦν ξυνιέντα τῶν ὄντων. ἥκειν ἄρα ἐξ αὑτοῦ εἰδότα ἀνάγκη τὴν τοιαύτην ἀρχήν· ἣν δὲ ἥκει τις ἐξ αὑτοῦ εἰδὼς οὐ δεόμενος δείξεως περὶ αὐτῆς, οὐχ ὑπόθεσις. p. 1005b17 Ὅτι μὲν οὖν ἡ τοιαύτη πασῶν βεβαιοτάτη ἀρχ. Ἡ τοιαύτη περὶ ἣν οὐκ ἔστι διαψευσθῆναι, τοιαύτη δὲ ἥ τε γνωρι‐
20μωτάτη καὶ ἀνυπόθετος. εἰπὼν δὲ οἵαν εἶναι δεῖ τὴν βεβαιοτάτην ἀρχήν, ἑξῆς λέγει τίς ἐστιν ἡ τοιαύτη, δηλονότι γνωριμωτάτη τε καὶ ἀνυπόθετος, καί φησιν εἶναι ταύτην τὴν τῆς ἀντιφάσεως· τὸ γὰρ αὐτὸ ἅμα ὑπάρ‐ χειν τε καὶ μὴ ὑπάρχειν τῷ αὐτῷ κατὰ τὸ αὐτὸ ἀδύνατον· καὶ ὅσα ἄλλα, φησί, προσδιωρισάμεθα, ἔστω προσδιωρισμένα πρὸς
25τὰς λογικὰς δυσχερείας. ἔστι δὲ ταῦτα ἐξ ὧν ἡ ἀντίφασις εἰδοποιεῖ‐ ται, ἃ εἶπεν ἐν Σοφιστικοῖς ἐλέγχοις. λέγει δὲ ἐν ἐκείνοις ἀντίφασιν εἶναι τὴν τοῦ αὐτοῦ καὶ ἑνός, μὴ ὀνόματος ἀλλὰ πράγματος, ἢ εἰ καὶ ὀνόματος, μήτε ὁμωνύμου μήτε συνωνύμου, ἀλλὰ τοῦ αὐτοῦ κατὰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ. ὃ δὲ εἶπεν ἐν τῷ Περὶ
30ἑρμηνείας λέγων περὶ ἀντιφάσεως, “καὶ ὅσα ἄλλα προσδιοριζόμεθα πρὸς τὰς σοφιστικὰς ἐνοχλήσεις,” τοῦτο νῦν εἴρηκε πρὸς τὰς λογικὰς δυσχερείας. ταύτην δέ φησι βεβαιοτάτην πασῶν εἶναι τῶν ἀρχῶν, καὶ δι’ ὃ λέγει· ἔχει γάρ, φησί, τὸν εἰρημένον διορισμόν. τίς δὲ ἦν οὗτος; ἔκειτο εἶναι βεβαιοτάτη ἀρχὴ περὶ ἣν διαψευσθῆναι ἀδύνατον ὁντινοῦν, αὐτὴν
35δὲ τοιαύτην δείκνυσιν· ἀδύνατον γὰρ ὁντινοῦν, τουτέστιν ἀδύνατον γὰρ ὅλως τινά, ταὐτὸν ὑπολαμβάνειν εἶναι καὶ μὴ εἶναι καὶ περὶ τοῦτο
διαψευσθῆναι· ὡς γὰρ ἀδύνατον τὸ αὐτὸ ἅμα ὑπάρχειν τε καὶ μὴ ὑπάρχειν,269
in Metaph
.

270

οὕτως ἀδύνατον καὶ διαψευσθῆναι περὶ τοῦτο, ὥστε ταὐτὸν ὑπολαμβάνειν τινὰ εἶναι καὶ μὴ εἶναι· τοῦτο γάρ ἐστι τὸ ὁντινοῦν ὑπολαμβάνειν εἶναί τε καὶ μὴ εἶναι ἀδύνατον. [ἂν εἴη διαψευσθῆναι περὶ τοῦτο.] ὅτι δὲ ἀδύνατον ὑπολαμβάνειν τινὰ ἅμα τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι, καθάπερ
5τινὲς οἴονται λέγειν Ἡράκλειτον, πειρᾶται διὰ τῶν ἑξῆς δεικνύναι. οὐ γάρ ἐστιν ἀναγκαῖον πάντως ἃ λέγει τις, καὶ ὑπολαμβάνειν ταῦτα αὐ‐ τόν· ὥστε κἂν τοῦτο ᾖ ὑπὸ Ἡρακλείτου λεγόμενον, ὡς οἴονταί τινες, οὐκ ἀναγκαῖον, εἰ λέγει τοῦτο, ἤδη καὶ ὑπολαμβάνειν αὐτόν. οὐ γὰρ πάντα ἃ λέγομεν, καὶ δοξάζομεν οὕτως ἔχειν· τὴν γοῦν ἀντίφασιν ὑπάρχειν μὲν εἰ‐
10πεῖν τῷ αὐτῷ ῥᾴδιον καὶ παντός, οὐ μὴν καὶ δοξάσαι δυνατὸν οὕτως ἔχειν, ὥσπερ καὶ ἡμέρας οὔσης ὁρῶντα εἰπεῖν ὅτι νύξ ἐστι ῥᾴδιον, οὐ μὴν καὶ δοξάζειν οὕτως οἷόν τε. ὅτι δὲ ἀδύνατον τὸ αὐτὸ ὑπολαμβάνειν εἶναί τε καὶ μὴ εἶναι, ὅ ἐστι κατασκευαστικὸν τοῦ φανερωτάτην ἀρχὴν εἶναι τὸ μὴ συναληθεύεσθαι τὴν ἀντίφασιν διὰ τὸ μὴ δύνασθαι περὶ αὐτὴν διαψεύ‐
15σασθαι, οὕτω συλλογίζεται. εἰ δὲ μὴ ἐνδέχεται ἅμα ὑπάρχειν τῷ αὐτ. ὁ δέ ἐκ περισσοῦ δοκεῖ προσκεῖσθαι· ἔστι γὰρ εἰ μὴ ἐνδέχεται ἅμα τῷ αὐτῷ ὑπάρχειν τἀναντία. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον. λαβὼν ὅτι ἀδύνατον τῷ αὐτῷ ἅμα ὑπάρχειν τἀναντία, ὡς ἐναργεῖ τούτῳ χρώ‐ μενος δείκνυσιν ὅτι μὴ οἷόν τέ τινα ὑπολαβεῖν ἅμα συναληθεύεσθαι τὴν
20ἀντίφασιν· αἱ γὰρ δόξαι καὶ αἱ ὑπολήψεις, ἥ τε περὶ τοῦ τόδε ὑπάρχειν καὶ περὶ τοῦ τὸ αὐτὸ τοῦτο μὴ ὑπάρχειν, ἐναντίαι, τὰ ἀναντία δὲ ἀδύνατον ἅμα τῷ αὐτῷ ὑπάρχειν· ὡς γὰρ ἐναργεῖ καὶ ὁμολογουμένῳ τούτῳ προσ‐ χρῆται· ἀδύνατον ἄρα τὰς δόξας τὰς περὶ τοῦ τὸ αὐτὸ ὑπάρχειν τε καὶ μὴ ὑπάρχειν ἅμα τῷ αὐτῷ συνυπάρχειν. ὅτι δὲ ἐναντίαι αἱ δόξαι τῆς
25ἀντιφάσεως, δέδεικται διὰ πλειόνων ἐπὶ τέλει τοῦ Περὶ ἑρμηνείας. εἰπὼν δὲ μὴ ἐνδέχεσθαι ἅμα τὰ ἐναντία τῷ αὐτῷ ὑπάρχειν, προσέθηκε τὸ προσδιωρίσθω δὲ ἡμῖν καὶ ταύτῃ τῇ προτάσει τὰ εἰωθότα. ὥσπερ περὶ τῆς ἀντιφάσεως εἰπὼν ἀδύνατον ἅμα τὸ αὐτὸ τῷ αὐτῷ κατὰ τὸ αὐτὸ ὑπάρχειν ἅμα καὶ μὴ ὑπάρχειν, εἶπε δεῖν καὶ τὰ ἄλλα προστιθέναι τῷ
30κατὰ τὸ αὐτό, ἃ προστίθεμεν φυλασσόμενοι τὰς ἐπιπλοκάς τε καὶ ἐνο‐ χλήσεις τὰς σοφιστικάς, οἳ ὑποδυόμενοι τοῖς τοιούτοις πειρῶνται τὸ ἀξίωμα διαβάλλειν, δεικνύντες τὸ αὐτὸ ὑπάρχον καὶ μὴ ὑπάρχον τῷ αὐτῷ ἢ κατ’ ἄλλο καὶ ἄλλο μέρος ἢ ἐν ἄλλῳ καὶ ἄλλῳ χρόνῳ ἢ πρὸς ἄλλο καὶ ἄλλο ἢ ἄλλως καὶ ἄλλως, οὕτω φησὶ καὶ ἐπὶ τοῦ τῶν ἐναντίων διορισμοῦ
35πάντα δεῖν προστιθέναι· τὰ γὰρ ἐναντία τῷ αὐτῷ ἀδύνατον ὑπάρχειν ἅμα καὶ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως. εἰ δὲ μηδένα οἷόν τε δοξάζειν ἅμα τὸ αὐτὸ ὑπάρχειν καὶ μὴ ὑπάρχειν, φανερώτατον ἀξίωμα εἴη τὸ ἀδύνατον
συνυπάρχειν τὴν ἀντίφασιν. τὸ δὲ ἅμα γὰρ ἂν ἔχοι τὰς ἐναντίας δόξας270
in Metaph
.

271

ὁ διεψευσμένος περὶ τούτου ἴσον ἐστὶ τῷ ὁ γὰρ ὑπολαμβάνων τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι καὶ περὶ τοῦτο διεψευσμένος, ὡς τὰ μὴ συνυπάρ‐ χοντα συνυπάρχειν ἡγεῖσθαι, ἅμα ἂν ἔχοι τὰ ἐναντία· ἐναντία γὰρ ἀλλή‐ λοις αἱ ἐναντίαι δόξαι· τοῦτο δὲ ἀδύνατον ἔκειτο. συλλογισάμενος δὲ καὶ
5δείξας τὸ αὐτὸ ἐπιφέρει διὸ πάντες οἱ ἀποδεικνύντες εἰς ταύτην ἀνάγουσιν ἐσχάτην δόξαν· φύσει γὰρ ἀρχὴ καὶ τῶν ἄλλων ἀξιω‐ μάτων αὕτη πάντων, λέγων πάντας τοὺς ἀποδεικνύντας ἐπὶ ἐσχάτην ταύτην ἀρχὴν ὡς αὐτόθεν γνώριμον καὶ ἐναργῆ καὶ ἀναμφισβήτητον τὸν λόγον ἀνάγειν· ἡγοῦνται γὰρ οὐκέτι δεῖν αὐτοῖς λόγου οἱ περί τινος συλλο‐
10γιζόμενοι πρὸς ἀναίρεσιν τοῦ προκειμένου, ἂν δείξωσιν ἑπόμενον τῷ πρὸς αὐτῶν ἀναιρουμένῳ τὸ συναληθεύεσθαι τὴν ἀντίφασιν. τῶν δὲ ἀξιωμάτων πάντων ταύτην εἶπεν ἀρχὴν εἶναι οὐκ ἀποδεικτικήν (οὐδὲ γὰρ δεῖται ἀποδείξεως τὰ ἀξιώματα· οὐ γὰρ ἂν ἔτι ἀξιώματα εἶεν οὐδὲ ἀρχαί), ἀλλ’ ὅτι πολλάκις εἰς σύστασιν αὐτῶν καὶ πίστιν τούτῳ προσχρώμεθα. συνιστάντες γὰρ ὅτι
15τὰ τῷ αὐτῷ ὅμοια καὶ ἀλλήλοις ἐστὶν ὅμοια, λαμβάνομεν, εἰ γὰρ μὴ τοῦτο, οὐχ ὅμοια ἀλλήλοις ἔσται· εἰ δὲ μὴ ἀλλήλοις ὅμοια, οὐδ’ ἂν ἑνί τινι τῷ αὐτῷ ὅμοια εἴη, ἀλλὰ παραλλάσσοι ἂν αὐτοῦ, καθὸ καὶ ἀλλήλων· ἔκειτο δὲ ὅμοια εἶναι. τὰ αὐτὰ ἄρα ἅμα τῷ αὐτῷ ὅμοιά τε καὶ οὐχ ὅμοια· ἐφ’ ὃ ὡς εἰς ἀδύνατον φανερὸν ἀγαγόντες τὸν λόγον ἡγούμεθα βεβοηθηκέναι
20εἰς σύστασιν τῷ ἀξιώματι τῷ λέγοντι τὰ τῷ αὐτῷ ὅμοια καὶ ἀλλήλοις εἶναι ὅμοια. p. 1005b35 Εἰσὶ δέ τινες ο, καθάπερ εἴπομεν, αὐτοί τε ἐνδέχε‐ σθαί φασι τὸ αὐτὸ εἶναι καὶ μὴ εἶναι, καὶ ὑπολαμβάνειν οὕτως. Εἰπὼν βεβαιότατον ἀξίωμα εἶναι τὸ τῆς ἀντιφάσεως, ἐπεὶ ἦσάν τινες
25οἳ οὐχ οὕτως ἔχειν ἔλεγον (λέγοντες μὲν οὕτως, οὐχ ὑπολαμβάνοντες δὲ οὕτως, ὅτι μηδὲ δυνατὸν τοῦτο, ὡς δέδεικται), ἐπὶ πλέον διὰ τῶν ἑξῆς τὸν πρὸς αὐτοὺς ποιεῖται λόγον. ἦσαν γάρ τινες οἳ οὐκ ἀδύνατον ἔλεγον εἶναι τὸ τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι· εἰ δὲ ἐνδέχεται τὸ αὐτὸ ἅμα εἶναί τε καὶ μὴ εἶναι, δῆλον ὡς καὶ ὑπολαμβάνειν οἷόν τε ἔσται ἅμα τὸ αὐτὸ
30εἶναί τε καὶ μὴ εἶναι· ὃ δοκεῖ δεδεῖχθαι ὂν ἀδύνατον. εἰ γὰρ διὰ τὸ μὴ δύνασθαι τἀναντία ἅμα ὑπάρχειν ἀνῃρεῖτο τὸ καὶ ὑπολαμβάνειν δύνασθαι, εἰ δύναιτο ἅμα ὑπάρχειν τἀναντία, κἂν ὑπολαμβάνειν τις τοῦτο οὕτως ἔχειν δύναιτο ὄν γε ἀληθές. τῆς δὲ δόξης ταύτης φασὶ καὶ Ἡράκλειτόν τινες γεγονέναι, τἀναντία ταὐτὰ ἀλλήλοις εἶναι λέγοντα. λέγοιεν γὰρ ἂν οὕτω
35λέγοντες καὶ πρὸς τὸ κείμενον τὸ ὅτι τἀναντία ἀδύνατον ἅμα τῷ αὐτῷ ὑπάρχειν, δι’ οὗ δοκεῖ δεδεῖχθαι μὴ οἷόν τε ὂν τὸν αὐτὸν τὸ αὐτὸ ὑπο‐ λαμβάνειν εἶναί τε καὶ μὴ εἶναι. χρῶνται δὲ τῷ λόγῳ τούτῳ πολλοὶ
καὶ τῶν περὶ φύσεως, ὥσπερ Ἡράκλειτον οἴονταί τινες. ἕπεται δὲ271
in Metaph
.

272

τοῦτο καὶ τοῖς λέγουσιν ἑκάστῳ τὸ φαινόμενον καὶ εἶναι τοιοῦτον, ὧν εἶεν ἂν οἵ τε περὶ Δημόκριτον καὶ Πρωταγόραν. φαίνεται γάρ τισι περὶ τοῦ αὐτοῦ τὰ ἀντικείμενα· εἰ δὲ καὶ ἔστιν ὡς φαίνεται, εἴη ἂν περὶ τὸ αὐτὸ ἅμα τὰ ἐναντία τε καὶ τὰ ἀντικείμενα. ἡμεῖς δὲ νῦν εἰλήφαμεν ὡς
5ἀδυνάτου ὄντος ἅμα εἶναι καὶ μὴ εἶναι. διὰ τοῦ λαβεῖν ὅτι ἀδύ‐ νατον τὸ αὐτὸ ἅμα εἶναι καὶ μὴ εἶναι ὡς ἐναργὲς συνέστησε βεβαιοτάτην καὶ γνωριμωτάτην ἀρχὴν τὴν τῆς ἀντιφάσεως. εἵπετο γὰρ ἀδύνατον ἅμα τἀναντία τῷ αὐτῷ ὑπάρχειν τε καὶ ὑπολαμβάνειν ἅμα τῷ τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι ἀδύνατον εἶναι· ἐναντίαι γὰρ ὑπολήψεις αὗται. ἐπεὶ τοίνυν
10ἡμεῖς μὲν ἐδείξαμεν διὰ τοῦ τοῦτο λαβεῖν τὸ ἀξίωμα τῆς ἀντιφάσεως ὂν βεβαιότατόν τε καὶ γνωριμώτατον, εἰσὶ δὲ οἷς δοκεῖ δύνασθαι ἅμα εἶναί τε καὶ μὴ εἶναι, ᾧ ἕπεται τὸ καὶ τὴν ἀντίφασιν συναληθεύεσθαι, καὶ ἀξιοῦσι καὶ αὐτὸ τοῦτο ἀποδεικνύναι ἡμᾶς τὸ μὴ δύνασθαι τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι, καὶ μὴ ὡς γνώριμον ἤδη αὐτόθεν καὶ ἐναργὲς λαμβάνειν, μέλλων
15λέγειν πρὸς αὐτοὺς πρῶτόν φησι τοὺς καὶ τοῦτο ἀξιοῦντας αὐτὸ δείκνυ‐ σθαι δι’ ἀπαιδευσίαν τῶν ἀναλυτικῶν, ὡς εἴρηκεν ἤδη, τοῦτο ἀξιοῦν. δέ‐ δεικται γὰρ ἐν τοῖς Ἀναλυτικοῖς τίνα τέ εἰσιν ἀποδεικτὰ καὶ τίνα οὔ, καὶ ὅτι ἀναιρεῖται τὰ ἀναπόδεικτα καὶ αὐτόθεν γνώριμα, ἂν εἰς ἄπειρον προΐοι. εἰ δὲ δώσουσιν ἀπόδειξιν εἶναι καὶ εἶναί τινα ἀναπόδεικτα, τίνα πρὸ τού‐
20του τοῦ ἀξιώματος εἶναι μᾶλλον ἀρχὴν ἐροῦσιν οὐ δεομένην ἀποδείξεως, ἀπαιτητέον αὐτούς· οὐ γὰρ ἕξουσιν εἰπεῖν. τὸ δὲ ὥστε μηδὲ οὕτως εἶναι ἀπόδειξιν εἶπεν ἤτοι ὅτι ἀναιρεῖται μὲν ἀπόδειξις καὶ διὰ τοῦ μὴ συγχωρεῖν εἶναί τινα ἐξ αὑτῶν ἀληθῆ τε καὶ πιστά, ἀναιρεῖται δὲ καὶ διὰ τῆς εἰς ἄπειρον προόδου· οὐ γὰρ μόνον ἀναιρεῖ ἀπόδειξιν ὁ ἀναιρῶν αὐ‐
25τῆς τὰς ἀρχάς, ἀλλὰ καὶ ὁ λέγων πάντα ἀποδεικτὰ εἶναι ἀναιρεῖ ὁμοίως ἀπόδειξιν. ἢ τὸ ὥστε μηδ’ οὕτως εἶπεν ἀντὶ τοῦ ὥστε οὕτω μὴ εἶναι ἀπόδειξιν p. 1006a11 Ἔστι δ’ ἀποδεῖξαι ἐλεγκτικῶς καὶ περὶ τούτου ὅτι ἀδύνατον.
30 Αἰτιασάμενος τοὺς ἀξιοῦντας ἀποδείκνυσθαι ὅτι μὴ οἷόν τε τὸ αὐτὸ ἅμα εἶναί τε καὶ μὴ εἶναι, ὡς καὶ διὰ τοῦ τὰ τοιαῦτα ἀποδείκνυσθαι ἀξιοῦν ἀναιροῦντας ἀπόδειξιν, ὅμως, φησίν, ἔστι καὶ τοῦτο ἐλεγκτικῶς ἀπο‐ δεῖξαι, οὐχ ἁπλῶς, ἀλλ’ ἂν λέγῃ τι καὶ ὀνομάζῃ μόνον καὶ χρῆται λόγῳ ὁ ἀμφισβητῶν καὶ σημαίνῃ τι δι’ ὧν λέγει καὶ ἀποκρίνηται πρὸς τὰ ἠρω‐
35τημένα· ἂν γὰρ μήτε ἀποκρίνηται μήτε τι λέγῃ, γελοῖον τὸ λόγῳ χρῆ‐ σθαι πρὸς τὸν τοιοῦτον καὶ διὰ λόγου πειρᾶσθαι δεικνύναι τι τῷ μὴ ἔχοντι
λόγον, καὶ διὰ λόγων πειρᾶσθαι ποιεῖσθαι συνουσίαν πρὸς τὸν ἐστερημένον272
in Metaph
.

273

τούτου. τοῦτο γάρ ἐστι τὸ ᾗ μὴ ἔχει λόγον, τὸ καθὸ μὴ ἔχει, κατὰ τοῦτο σημῆναι αὐτῷ. τὸ δὲ ὅμοιος γὰρ φυτῷ ὁ τοιοῦτος ᾗ τοιοῦ‐ τος ἤδη ἴσον τῷ ἤδη γὰρ ὅμοιος φυτῷ ὁ τοιοῦτος ᾗ τοιοῦτος. τί δὲ διαφέρει ἡ ἐλεγκτικὴ ἀπόδειξις τῆς ἁπλῶς ἀποδείξεως, ἑξῆς λέγει. ὁ μὲν
5γὰρ ἁπλῶς ἀποδεικνὺς λαβὼν πρῶτά τινα καὶ γνωριμώτερα ὄντα τοῦ δει‐ κνυμένου, οὕτω τὸ προκείμενον ἀποδεικνύναι πειρᾶται. οὐχ οἷόν τε δὲ πρῶτόν τι καὶ γνωριμώτερον τούτου λαβεῖν, ὡς προείρηται, ὥστε οὐδὲ ἀποδεῖξαι αὐτὸ οἷόν τε. ἔτι ἀφ’ ἑαυτοῦ λαμβάνων τε καὶ τιθεὶς πᾶν εἶναι τοῦτο ὃ λέγει ἢ μὴ εἶναι δόξει τὸ ἐν ἀρχῇ αἰτεῖσθαι καὶ τὸ ζητούμενον
10προλαμβάνειν, ἐπεὶ περὶ τούτου ἡ ζήτησις ἦν. ὁ μέντοι ἔλεγχος ἐπεὶ πρὸς ἄλλον γίνεται καὶ ἐξ ὧν ὁ προσδιαλεγόμενος τίθησιν (ἔστι γὰρ ἔλεγ‐ χος συλλογισμὸς δι’ ἐρωτήσεως εἰς ἀντίφασιν ἄγων), δύναται γίνεσθαι καὶ διὰ τῶν τοιούτων. οὐκέτι γὰρ οὔτε διὰ πρώτων ὁ τοιοῦτος συλλογισμός, οὔτε τὸ ἐν ἀρχῇ λαμβάνειν τις παρ’ αὑτοῦ δόξει, ἂν ὁ προσδιαλεγόμενος
15συγχωρήσῃ πᾶν ἢ εἶναί τι ὃ λέγεται ἢ μὴ εἶναι. ἐκεῖνος γὰρ αἴτιος τοῦ τοιούτου ὁ ἀξιῶν δείκνυσθαί τε τὰ αὐτόθεν γρώριμα καὶ διδόναι ταῦτα ἀναγκαζόμενός τε καὶ δυσωπούμενος, ἃ εἰ ὁ ἀποδεικνὺς ἐτίθει ἀφ’ ἑαυτοῦ, ἐδόκει ἂν τὸ ἐν ἀρχῇ αἰτεῖσθαι· ὡς γὰρ εἶπε Θεόφραστος ἐν τῷ Περὶ καταφάσεως, βίαιος καὶ παρὰ φύσιν ἡ τούτου τοῦ ἀξιώματος ἀπόδειξις.
20p. 1006a18 Ἀρχὴ δὲ πρὸς ἅπαντα τὰ τοιαῦτα τὸ ἀξιοῦν εἶναί τι λέγειν ἢ μὴ εἶναι. Τοῦ ἐλεγκτικοῦ συλλογισμοῦ καὶ τοῦ πρὸς ἄλλον γινομένου περὶ τῆς τοῦ προκειμένου ἀξιώματος δείξεως ἀρχήν φησιν εἶναι τὸ ἀξιοῦν τὸν προσ‐ διαλεγόμενον ἢ εἶναί τι λέγειν ἢ μὴ εἶναι, τουτέστιν ἐρωτητέον αὐτὸν εἰ
25μὴ δοκεῖ αὐτῷ πᾶν ἢ εἶναι τοῦτο ὃ λέγεται ἢ μὴ εἶναι, οἷον ἄνθρωπον ἢ εἶναι ἄνθρωπον ἢ μὴ εἶναι, ὁμοίως ἵππον, κύνα, τὰ ἄλλα. εἰπὼν δὲ ταύτην τὴν ἀρχὴν εἶναι, καὶ ταύτην δεῖν τὴν πρότασιν ἐρωτᾶν τὸν προσ‐ διαλεγόμενον ὡς παρ’ αὐτοῦ λαμβανομένην, φησὶ δόξειν τὸν τοῦτο ἐξετά‐ ζοντα τὸ ἐν ἀρχῇ καὶ τὸ ζητούμενον ἀξιοῦν λαβεῖν. ὁ γὰρ ἀμφισβητῶν
30πρὸς τὸ μὴ δύνασθαι ταὐτὸν ἅμα εἶναί τε καὶ μὴ εἶναι οὐ συγχωρήσει πᾶν ὃ λέγεται ἢ εἶναι ἢ μὴ εἶναι, ἀλλὰ καὶ εἶναι καὶ μὴ εἶναι. τοῦτο γὰρ ἦν αὐτῷ ὑποκείμενον διὰ τὴν τοιαύτην ἐρώτησιν· καὶ προεῖπεν ὅτι δόξει τὸ ἐν ἀρχῇ αἰτεῖσθαι ὁ τοῦτο λαμβάνων. διὸ ταύτης ἀφέμενος τῆς ἐρωτήσεως ἐπ’ ἄλλην μέτεισι. καταλληλότερον δὲ ἡ λέξις ἔχοι ἄν, εἰ
35ἀντὶ τοῦ τοῦτο μὲν γὰρ τάχα ἄν τις ὑπολάβοι τὸ ἐξ ἀρχῆς αἰτεῖν εἴη γεγραμμένον τὸ τοῦτο μὲν τάχα ἄν τις, ὡς καὶ φέρεται ἔν τισιν.
φέρεταί τις καὶ τοιαύτη γραφὴ ἀρχὴ δὲ πρὸς ἅπαντα τὰ τοιαῦτα οὐ273
in Metaph
.

274

τὸ ἀξιοῦν λέγειν τι εἶναι ἢ μὴ εἶναι. καὶ ἔστι γνωριμώτερον τὸ λε‐ γόμενον οὕτως. ἀξιοῖ δὴ ἐρωτᾶν τὸν προσδιαλεγόμενον, εἰ λέγων τι ση‐ μαίνει δι’ ὧν λέγει τε καὶ ὀνομάζει καὶ ἑαυτῷ καὶ ἄλλῳ, καὶ ἔστι τι καθ’ οὗ φέρων τὸ ὄνομα καὶ ὃ σημαίνειν βουλόμενος λέγει τε καὶ προφέρεται
5αὐτό. ὁ γὰρ λέγων μηδὲν σημαίνειν δι’ ὧν λέγει τε καὶ ἀποκρίνεται, οὗτος οὔτ’ ἂν πρὸς αὑτὸν λέγοι τι οὔτε πρὸς ἄλλον. οὐδὲ γὰρ τὰ νοή‐ ματα ἔσται σημαίνοντά τι, οἷς ἀντὶ τῶν ὀνομάτων καὶ τοῦ λόγου χρῆται πρὸς αὑτόν. εἰ γὰρ ἦν τι ταῦτα σημαίνοντα, ἦν ἂν τοῖς σημαινομένοις ὑπ’ αὐτῶν καὶ ὀνόματα τίθεσθαι, καὶ οὕτως ἂν ἦν καὶ ἡ φωνὴ σημαί‐
10νουσα. οὕτω δὲ αὐτὸς ἂν ὁμολογοίη μὴ χρῆσθαι λόγῳ· ὁ γὰρ λόγος φωνὴ σημαντική. ὁμοίως δὲ ἀναιρεῖ λόγον κἂν λέγῃ μηδὲν μᾶλλον σημαίνειν αὐτὸν ἢ μὴ σημαίνειν. εἰ οὖν μὴ σημαίνοι ὅταν λέγοι τι, οὔτ’ ἂν δια‐ λέγεσθαι εἴη· πάλιν γὰρ οὗτος ὅμοιος γίνεται φυτῷ. ἂν δὲ διδῷ καὶ συγ‐ χωρῇ σημαίνειν δι’ ὧν λέγει, τοῦτο λαβόντας δυνατὸν ἔσται ἔλεγχον τοῦ
15προκειμένου ποιήσασθαι· ἀντὶ γὰρ τοῦ ἐλέγχου τῇ ἀποδείξει ἐχρήσατο. ὁ γὰρ τοῦτο δοὺς ἤδη τι ὁρίζει· δίδωσι γὰρ ὡρισμένον τι εἶναι τὸ ὑφ’ ἑκά‐ στου λόγου σημαινόμενον· ἀόριστον γὰρ τὸ οὐδὲν μᾶλλον τοῦτο ἢ τοῦτο. ἢ τὸ ἔσται δή τι ὡρισμένον αὐτὸ τοῦτο δεδομένον τὸ σημαίνειν τι· τούτου δὴ δοθέντος ἔσται ἀπόδειξις τουτέστιν ἔλεγχος, οὗ ἐλέγχου αἴτιος
20οὐχ ὁ ἐλέγχων ἀλλ’ ὁ ἐλεγχόμενος· ἐκ γὰρ ὧν δίδωσιν ἐλέγχεται. εἰ μὲν γὰρ ἀφ’ αὑτοῦ δεικνὺς τὸ μὴ δύνασθαι ἐπὶ τοῦ αὐτοῦ ἅμα τὸ εἶναί τε καὶ μὴ εἶναι ἀληθεύεσθαι ἐλάμβανε τὸ τὸν λόγον σημαίνειν τι καὶ ὥριζε τοῦτο, ἐδόκει ἂν τὸ ἐν ἀρχῇ λαμβάνειν· ἐπεὶ δὲ ὁ τῇ θέσει παριστάμενος ἐκείνῃ αὐτός ἐστιν ὁ ἀναγκασθεὶς συγχωρῆσαι τοῦτο, ἐκεῖνος τοῦ ἐλέγχου
25αἴτιος, ἀναιρῶν λόγον. ὁ γὰρ λέγων πᾶν οὐδὲν μᾶλλον οὕτως ἢ οὐχ οὕ‐ τως ἔχειν (τοῦτο γὰρ ἦν τὸ ἀναιρεῖν τὴν ἀντίφασιν) ἀναιρεῖ λόγον. ἀναι‐ ρῶν δὲ λόγον χρῆται λόγῳ· τοῦτο γὰρ τὸ ὑπομένει λόγον. ἔδειξε δὲ δι’ ὧν εἶπεν ὅτι ἀνῃρῆσθαι λέγει λόγον ὁ μηδὲν σημαίνειν αὐτὸν λέγων. ἢ εἰ ἔστι λόγος, ἔστι τι καὶ ὡρισμένον τιθέμενον, καὶ οὐκ ἐπὶ παντὸς
30ἀληθὲς τὸ οὐδὲν μᾶλλον τοῦτο ἢ τοῦτο. ἐφυλάξατο δὲ τὸ δοκεῖν κυρίως αὐτοῦ ἀπόδειξιν πεποιῆσθαι, ὅτι ἔκειτο αὐτὸ εἶναι ἀναπόδεικτόν τε καὶ ἁπάντων τῶν ἀξιωμάτων ἀρχή. p. 1006a26 Ἔτι ὁ τοῦτο συγχωρήσας συγκεχώρηκέ τι ἀληθὲς εἶναι χωρὶς ἀποδείξεως, ὥστε οὐκ ἂν πᾶν οὕτως καὶ οὐχ οὕτως
35ἔχοι. Τὸ λεγόμενον τοιοῦτόν ἐστιν. ἄν τις δῷ σημαίνειν τι τὸν λόγῳ χρώ‐
μενον δι’ ὧν λέγει, ἤδη ἔλεγχος ἔσται. δηλώσει γάρ τι καὶ ὁρίσει ὁ274
in Metaph
.

275

τοῦτο δούς, καὶ οὔ φησιν οὐ τοῦτο μᾶλλον ἢ τὸ ἀντικείμενον· οὐ γὰρ λέγει ὁ τοῦτο συγχωρῶν ‘οὐ μᾶλλον σημαίνει τι ὁ λόγος ἢ οὐ σημαίνει‘, ἀλλὰ συγχωρεῖ σημαίνειν, ὃ καὶ αὐτὸς ἐδήλωσε διὰ τοῦ πρῶτον μὲν οὖν δῆλον καὶ τῶν ἑξῆς. ἀναιρεῖν γὰρ ἔστι λόγον, ὥσπερ διὰ τοῦ λέγειν ὅτι
5μηδὲν μᾶλλον σημαίνει ἢ μὴ σημαίνει, οὕτω καὶ διὰ τοῦ μηδὲν μᾶλλον εἶναι τόδε τι ἢ μὴ εἶναι. ὅτι δ’ ἔστιν ἐλέγχειν τὸν ἅπαξ συγχωρήσαντα τοῦτο, διὰ τῶν ἑξῆς δείκνυσί τε καὶ ἐπέξεισιν. οὗτος δὲ τοῦ ἐλέγχου αἴ‐ τιος, οὐχ ὁ ἐρωτῶν (εἰ γὰρ αὐτὸς ἀφ’ ἑαυτοῦ ἔλαβε τοῦτο ὁ λαμβάνων τοῦτο, ὡς εἶπεν, ἔδοξεν αὐτὸ τὸ ἐν ἀρχῇ λαμβάνειν), ἀλλ’ ὁ ἀποκρινό‐
10μενος, ἀναγκαζόμενος ἢ ἀναιρεῖν λόγον ἢ μαχόμενα ἀποκριθῆναι τῇ θέσει τῇ αὑτοῦ. καὶ προστίθησι τὴν αἰτίαν. ἀναιρῶν γὰρ ὅλως λόγον διὰ τῆς θέσεως (ὁ γὰρ λέγων ἐπὶ παντὸς οὐδὲν μᾶλλον τοῦτο ἢ τὸ ἀντικείμενον αὐτοῦ λόγον ἀναιρεῖ· ἐρεῖ γὰρ ὁμοίως τοῖς ἄλλοις καὶ τὸν λόγον μηδὲν μᾶλλον εἶναι ἢ μὴ εἶναι· τοῦτο δὲ ἀναιροῦντος λόγον, ὅτι ὁ μὲν λόγος
15φωνὴ σημαντική, ὁ δὲ μηδὲν μᾶλλον σημαίνειν ἢ μὴ σημαίνειν λέγων αὐ‐ τὸν ἀναιροῖ ἂν καὶ οὗτος λόγον· λέγοι δ’ ἂν τοῦτο ὁ λέγων ἅμα τὴν ἀντί‐ φασιν ἀληθεύειν ἐπὶ παντὸς δύνασθαι)—ἀναιρῶν δὴ λόγον διὰ τῆς θέ‐ σεως, δι’ ὧν ἀποκρίνεται συγχωρεῖ· λέγων γὰρ τὸν λόγον σημαίνειν, τί‐ θησιν εἶναι λόγον, ὃ διὰ τῆς θέσεως ἀνῄρει, τοῦτο διὰ τοῦ ἀποκρίνεσθαι
20τιθείς. p. 1006a28 Πρῶτον μὲν οὖν δῆλον ὡς τοῦτο αὐτὸ ἀληθές, ὅτι σημαίνει τὸ ὄνομα τὸ εἶναι καὶ μὴ εἶναι. Τὸ πρῶτον, φησί, δοθέντος τοῦ τὰ λεγόμενα σημαίνειν τι, ἀληθές ἐστι τὸ σημαίνειν τι τὸν εἶναί τι λέγοντα καὶ τὸν μὴ εἶναί τι ὁμοίως, ἀλλ’
25οὐχὶ καὶ σημαίνειν καὶ μὴ σημαίνειν. ὀνόματα δὲ εἶπε καὶ τὸ εἶναι καὶ τὸ μὴ εἶναι. εἰ δ’ ἀληθὲς ἐπ’ αὐτῶν τὸ σημαίνειν, οὐκ ἀληθὲς δὲ τὸ μὴ σημαίνειν, οὐκέτι ἂν ἐπὶ παντὸς καὶ ἡ κατάφασις καὶ ἡ ἀπόφασις ἀλη‐ θὴς ἂν εἴη· τοῦ γὰρ σημαίνειν τὸ μηδὲν σημαίνειν ἀπόφασις ὂν οὐκ ἔστιν ἀληθὲς ἐπὶ τῶν σημαίνειν τι συγχωρηθέντων. εἰ γὰρ καὶ μὴ σημαίνοι,
30οὐκέτ’ ἂν εἴη τὸ σημαίνειν συγχωρούμενον, οὕτω δὲ οὐκέτ’ ἂν οὐδὲ ὁ λόγος εἴη. εἰπὼν δὲ πρῶτον μὲν οὖν δῆλον ὡς τοῦτό γε αὐτὸ ἀλη‐ θές, ὅτι σημαίνει τὸ ὄνομα τὸ εἶναι, τοῦτο εἰπὼν προσέθηκε τοδ, ὃ σημαντικόν ἐστι τοῦ ὡρισμένην τινὰ φύσιν σημαίνειν τὸ σημαῖνον. πάντως γὰρ ὁ σημαίνων τι ἢ αὑτῷ ἢ ἄλλῳ καὶ τόδε ἢ τόδε σημαίνει· τῶν γὰρ
35ὄντων τι σημαίνει καὶ διαφέρον τῶν ἄλλων ἃ μὴ ὑπ’ αὐτοῦ σημαίνεται·
οὐ γὰρ πάντα τῶν αὐτῶν σημαντικά, οὐδὲ ὑπὸ ἑνὸς πάντα σημαίνεται.275
in Metaph
.

276

p. 1006a31 Ἔτι εἰ τὸ ἄνθρωπος σημαίνει ἕν, ἔστω τοῦτο τὸ ζῷον δίπουν. Λαβὼν ὅτι σημαίνει τὰ ὀνόματα καὶ ἕκαστον αὐτῶν τοδί, καὶ δείξας δι’ αὐτοῦ ὅτι μηκέτι δυνήσεται λέγειν ὁ τοῦτο συγχωρήσας τὸ οὐδὲν
5μᾶλλον τοῦτο ἢ τὸ ἀντικείμενον αὐτοῦ, νῦν τούτῳ προσχρώμενος δείκνυσιν ὅτι ἐπὶ μηδενὸς οἷόν τε τὴν ἀντίφασιν συναληθεύειν. διὰ πλειόνων δὲ λέγει τε καὶ δείκνυσι τὸ προκείμενον. αἴτιον δὲ τούτου ὅτι μεταλαμβάνει τὰ δι’ ὧν δείκνυσιν ὃ βούλεται, καὶ κατασκευάζει αὐτὰ ὡς δεόντως λαμ‐ βανόμενα· διὸ καὶ ἀσαφεστέρα ἡ λέξις. ἐκλαβόντι δὲ ὁ νοῦς τῆς ἐπιχει‐
10ρήσεως τοιοῦτος. εἰ ἕκαστον ὄνομα σημαίνει, καὶ ἕν τι σημαίνει· τὸ γὰρ σημαῖνον τὶ σημαίνει, τὸ δὲ τὶ καὶ ἕν· καὶ γὰρ εἰ κατὰ πλειόνων τὰ ὁμώνυμα, ἀλλ’ οὐχ ἅμα γε πάντα σημαίνει ὁ χρώμενος αὐτοῖς καὶ ση‐ μαίνων τι δι’ αὐτῶν. τὰ διαφέροντα δὴ ὀνόματα καὶ μὴ ταὐτὸν σημαί‐ νοντα τῷ κειμένῳ ἓν σημαίνειν δῆλον ὡς οὐ ῥηθήσεται κατ’ ἐκείνου· εἴη
15γὰρ ἂν οὐκέτι μία φύσις ἐκείνου, εἰ τὰ διαφερόντων πραγμάτων σημαντικὰ ὀνόματα ἀληθεύοιτο κατὰ τοῦ αὐτοῦ. διαφέροντα δὲ ὀνόματα τό τε ἄν‐ θρωπος καὶ τὸ οὐκ ἄνθρωπος, καὶ οὐκ ἔστιν ἑνὸς ὀνόματα πράγματος· οὐ γὰρ ἐπὶ ταὐτοῦ κατηγορηθήσεται, οὐδὲ ἔσται ἀληθευόμενον κατὰ τοῦ ση‐ μαινομένου ὑπὸ τοῦ ἀνθρώπου τὸ σημαινόμενον ὑπὸ τοῦ οὐκ ἀνθρώπου,
20εἴ γε διαφέρει τε αὐτὰ τὰ ὀνόματα ἀλλήλων, καὶ τὰ διαφέροντα διαφερόν‐ των ἐστὶ δηλωτικά, καὶ ἑνὸς ἕκαστον καὶ φύσεως μιᾶς· οὐ γὰρ ἂν ἔτι εἴη τὸ ὑπ’ ἀνθρώπου σημαινόμενον ἕν, ὡς ἐρρέθη, εἰ ἀληθεύοιτο ἐπ’ αὐτοῦ καὶ τὸ οὐκ ἄνθρωπος, ἄλλου πράγματος ὂν σημαντικόν. ὁ δὲ αὐτὸς λόγος ὃς ἐπ’ ἀνθρώπου καὶ οὐκ ἀνθρώπου, καὶ ἐπὶ τῶν ἄλλων πάντων. εἰ δὲ
25μὴ τὰ ὑπὸ τῶν ὀνομάτων τούτων δηλούμενα συνυπάρχει, οὐκ ἂν τῇ κατα‐ φάσει τῇ λεγούσῃ εἶναι ἄνθρωπον τόδε, ἅμα συναληθεύοιτο ἡ ἀπόφασις ἡ λέγουσα μὴ εἶναι ἄνθρωπον τόδε. ὁ μὲν νοῦς τῆς ἐπιχειρήσεως τοι‐ οῦτος, τὰ δὲ πρὸς τὴν λέξιν οὕτως. εἰ τὸ ἄνθρωπος, φησίν, ὄνομα ση‐ μαίνει ἕν τι, εἰλήφθω ὃ σημαίνει, καὶ ἔστω τοῦτο τὸ ζῷον δίπουν. ἑξῆς
30δὲ ἐξηγεῖται τί ἐστι τὸ ἓν σημαίνειν τὸ ὄνομα, λέγων λέγω δὲ τὸ ἓν ση‐ μαίνειν τοῦτο· εἰ τοῦτ’ ἔστιν ἄνθρωπος, ἂν ᾖ τι ἄνθρωπος, τοῦτο ἔσται τὸ ἀνθρώπῳ εἶναι. τὸ γὰρ ἓν σημαίνειν τοῦτο εἶναί φησι τὸ εἰ τοῦτ’ ἔστι τὸ ἄνθρωπος σημαῖνον (τοῦτο γὰρ δεῖ προσυπα‐ κούειν τῷ εἰ τοῦτ’ ἔστι), πᾶν ὃ ἂν ᾖ ἄνθρωπος, τοῦτο ἔσται αὐτῷ τὸ
35ἀνθρώπῳ εἶναι, τὸ εἶναι τοῦτο ὃ ὁ ἄνθρωπος ἐσήμαινεν. οὐ γὰρ δὴ τοῦ ἀνθρώπου σημαίνοντος ἕν, τὸ ζῷον πεζὸν δίπουν, ἔσται τις ἄνθρωπος ὃς οὐκ ἔσται ζῷον πεζὸν δίπουν. τί δέ ἐστι τὸ σημαινόμενον, ὁρίζεται καὶ
γνώριμον ποιεῖ ὑπὲρ τοῦ δεῖξαι ὅτι μή, εἴ τι κατά τινος λέγεται, ἤδη τοῦτο276
in Metaph
.

277

καὶ ἓν σημαίνει, ὡς καὶ προϊὼν ἐρεῖ. οὐ γὰρ εἰ τὸ λευκὸν κατὰ τοῦ Σωκράτους λέγοιτο, ὁ Σωκράτης καὶ τὸ εἶναι Σωκράτει ὑπὸ τοῦ λευκοῦ σημανθήσεται. ὅσα δὴ οὕτω κατηγορεῖται ὡς φύσιν τε καὶ οὐσίαν ση‐ μαίνειν, ὡς ἔχει τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα, ταῦτα ὡς ἓν σημαίνοντα
5λαμβάνεται, καὶ οὕτως ὑφ’ ἑκάστου τῶν ὀνομάτων ἕν τι σημαίνεται. ἐξη‐ γήσατο δὲ πῶς εἶπε τὸ ἓν σημαίνειν, ἵνα μὴ ἓν κατὰ τὸν ἀριθμόν τις αὐτὸν ἡγῆται λέγειν, μηδὲ ἓν τὸ καθ’ ἑνὸς τῷ ἀριθμῷ λέγεσθαι, ὡς ἐρεῖ, ἀλλὰ μίαν τινὰ φύσιν. εἰ γὰρ ὁ ἄνθρωπος ζῷον δίπουν σημαίνει, καὶ τὸ ἀνθρώπῳ εἶναι ἐν τούτῳ ἔσται ἐν τῷ ζῴῳ δίποδι εἶναι. λαβὼν δέ, εἰ ἓν
10σημαίνοι ἕκαστον ὄνομα, ἓν ἔσεσθαι καὶ τὸ σημαινόμενον, διαφέρειν φησὶ μηδὲν πρὸς τὸν λόγον κἂν πλείω τις λέγῃ ὑφ’ ἑκάστου ὀνόματος σημαινό‐ μενα, μόνον δὲ ὡρισμένα, ἐπεὶ ἔστι τινὰ ὁμώνυμα· ἐνέσται γὰρ ἑκάστῳ τῶν σημαινομένων ἴδιόν τι ὀνόματος σημεῖον θέσθαι, ὡς εἴωθε γίνεσθαι ἐν τῇ τῶν ὁμωνύμων διαιρέσει. εἰ γὰρ ἀόριστα καὶ ἄπειρα λέγει τις ση‐
15μαίνεσθαι, δείξει τὸ ἑπόμενον ἄτοπον· ὁ γὰρ τοῦτο λαβὼν ἀναιρήσει τὸ σημαίνειν τι τὰ ὀνόματα καὶ ὅλως τὸν λόγον. εἰ γὰρ ἕκαστον τῶν ὀνο‐ μάτων μηδὲν μᾶλλον τοῦτο καθ’ ὧν κατηγορεῖται σημαίνειν λέγοιτο ἢ ἄλλο ὁτιοῦν καὶ τὸ τυχόν, οὐδὲν ἂν σημαίνειν λέγοιτο· τί γὰρ μᾶλλον τόδε τι ἢ τὸ τυχόν; καὶ τί μᾶλλον τόδε ὑπὸ τοῦδε ἢ τοῦ τυχόντος σημανθήσεται
20πάντων ἄπειρα σημαινόντων; εἰ δὴ πλείω μὲν ὡρισμένα δέ τις λέγοι ση‐ μαίνειν ἕκαστον ὄνομα, τῶν ὑπὸ τοῦ κοινοῦ ὀνόματος δηλουμένων ἴδιος ἑκάστου λόγος ἔσται· οἷον εἰ ὁ ἄνθρωπος λέγοιτο καὶ κατὰ τοῦ ζῴου καὶ κατὰ τῆς εἰκόνος, εἴη ἄν, ὅταν μὲν τὸ ὡς ζῷον σημαίνῃ ἄνθρωπος, ὁ λόγος τοῦ σημαινομένου ζῷον πεζὸν δίπουν, ὅταν δὲ τὸ ὡς εἰκόνα, μίμημα
25τῆς τοιαύτης οὐσίας. ὁμοίως δὲ κἂν ἄλλο τι σημαίνῃ, ἔσται κἀκείνου λόγος ἴδιος. ὥστε ὄντων ὡρισμένων τῶν πλειόνων τῶν ὑπὸ τοῦ αὐτοῦ σημαινομένων ὀνόματος, ὧν διάφοροι οἱ λόγοι, ἔσται ἑκάστου τῶν σημαινο‐ μένων ἴδιόν τι σημεῖον καὶ ἴδιόν τι ὄνομα θέσθαι, ὃ σημαντικὸν ἔσται ἑνὸς μόνου τῶν τοὺς διαφόρους λόγους ἐχόντων· πεπερασμένων γὰρ ὄντων οἷόν
30τε ἔσται περιλαβεῖν τε αὐτὰ τῇ διανοίᾳ, καὶ ἑκάστῳ αὐτῶν ἴδιον ὄνομα καὶ σημεῖον ἓν τάξαι, ὁ μηδὲν ἄλλο ἢ τοῦτο σημαίνει. ἰδίου δὲ ἑκάστῳ ὀνόματος ἐπιτεταγμένου, ἔσται πάλιν τῶν οὕτω διαφόρων ὀνομάτων διά‐ φορα καὶ τὰ σημαινόμενα, ὥστε καὶ τὸ τόδε εἶναι καὶ τὸ αὐτὸ τοῦτο μὴ εἶναι ὑπ’ ἄλλων σημανθήσεται, εἴ γε μὴ ταὐτά ἐστιν ἀλλήλοις. εἰπὼν δέ,
35ἂν ὡρισμένα τις συγχωρήσῃ εἶναι τῶν ὑφ’ ἑκάστου ὀνόματος πολλὰ ση‐ μαίνεσθαι λεγόντων, εἰς ταὐτὸν ἐλεύσεσθαι τὸν λόγον εἰς ὃ καὶ εἰ τὴν ἀρχὴν ὑπέκειτο ἓν ὄνομα ἑνός τινος εἶναι πράγματος δηλωτικόν (τῷ γὰρ
ἑκάστῳ τῶν πολλῶν οἰκεῖόν τι κεῖσθαι ὄνομα, ἑνὸς μόνου τοῦ καταλειπο‐277
in Metaph
.

278

μένου ἔσται σημαντικὸν τὸ ἐξ ἀρχῆς ὄνομα κείμενον, οἷον ὁ ἄνθρωπος), ἑξῆς λέγει πρὸς τοὺς φήσαντας ἂν ἄπειρα ὑφ’ ἑκάστου ὀνόματος εἶναι τὰ σημαινόμενα. εἰ γὰρ μὴ τεθείη, φησί, τουτέστιν εἰ μὴ συγχωρηθείη πεπε‐ ρασμένα εἶναι τὰ ὑφ’ ἑκάστου ὀνόματος σημαινόμενα, ἀλλ’ ἄπειρα, ἀναι‐
5ροῖτο ἂν πάλιν οὕτως ὁ λόγος. ὁ μὲν γὰρ λόγος κεῖται ἡμῖν, ὥσπερ καὶ τὸ ὄνομα, φωνὴ εἶναι σημαντική, οὐκέτι δὲ γίνεται σημαντικὸς κατὰ τοὺς λέγοντας ἄπειρα ὑφ’ ἑκάστου σημαίνεσθαι. ὃ γὰρ μὴ ἕν τε καὶ τὶ σημαίνει ὡρισμένον, οὐδ’ ἂν σημαίνοι τὴν ἀρχήν· πᾶς γὰρ ὁ σημαίνων τὶ σημαίνει. μηδὲν δὲ σημαινόντων τῶν ὀνομάτων ἀναιρεῖται τὸ σημαίνειν
10ταῦτα· οὕτω δὲ ἀναιρεῖται πάλιν ὁ λόγος καὶ τὸ πρὸς ἄλλον διαλέγεσθαι. καθὸ μὲν γὰρ πλείω μὲν ἕκαστον ὄνομα σημαίνει, ὡρισμένα δέ, κατὰ τοῦτο δὴ οὐκ ἀνῃρεῖτο τὸ ἕν τι ὑπὸ τοῦ ὀνόματος σημαίνεσθαι. ἕκαστον γὰρ τῶν σημαινομένων ὑπὸ τοῦ ὀνόματος ἀριθμῷ ἓν ἦν, καὶ ἦσαν τοσαῦται ἑνάδες ὅσα τὰ σημαινόμενα· ὃ ἐπὶ τοῦ ἀπείρου οὐκέθ’ οἷόν τε τῷ μηδὲ
15ἀριθμὸν τῶν σημαινομένων εἶναι δύνασθαι. εἰπὼν δὲ τοῦτο προσέθηκε κατὰ δὲ τὴν ἀλήθειαν καὶ πρὸς αὑτόν, λέγων ἀνῃρῆσθαι καὶ ἐπ’ αὐτοῦ τὸ νοεῖν τι· οὐδὲ γὰρ νοεῖν ἐνδέχεται μὴ ἓν νοοῦντα. εἰ γὰρ εἴη οἷόν τε ἕν τι νοεῖν, οἷόν τε ἂν εἴη τῷ ἑνὶ τούτῳ νοήματι καὶ ὄνομά τι καὶ σημεῖον οἰκεῖον θέσθαι· οὕτω δ’ ἂν εἴη δυνατὸν τὸ ὑφ’ ἑκάστου
20ὀνόματος ἕν τι δηλοῦσθαι. δείξας δὲ πρῶτον ἀναιροῦντας λόγον τοὺς τῆσδε τῆς δόξης, ἔδειξεν ὅτι καὶ τὸ νοεῖν, ἐπιτείνων τὸ ἄτοπον. τί δήποτ’ οὖν, ἂν μὲν ᾖ πλείω τὰ σημαινόμενα ὑφ’ ἑκάστου, ὡρισμένα δέ, οὐκ ἀναιρεῖται λόγος, καίτοι μὴ ὄντος ἑνὸς τοῦ σημαινομένου, ἂν δὲ ἄπειρα, ἀναιρεῖται; ἢ πρῶτον μὲν ὅτι πᾶν τὸ ὡρισμένον καὶ περιληπτὸν ἕν πώς ἐστιν, ὥστε
25ἕν πως σημαίνει καὶ τὸ πλείω μὲν πεπερασμένα δὲ σημαῖνον. ἔστι δὲ αὐτὰ περιορίσαι καὶ τῶν μὴ σημαινομένων χωρίσαι καὶ εἰπεῖν ταῦτα εἶναι τὰ σημαινόμενα· ἐπὶ δὲ τῶν ἀπείρων ἀδύνατον τοῦτο. ἢ τὸ πλείω ση‐ μαίνειν, ὡρισμένα δέ, τῷ δύνασθαι πάντα τὰ σημαινόμενα ληφθέντα δια‐ κριθῆναί τε ἀπ’ ἀλλήλων καὶ ἰδίοις ὀνόμασιν ὁρισθῆναι, τούτῳ ἂν εἴη ση‐
30μαίνοντά τι. εἰ δὲ ἕκαστον τῶν ὀνομάτων ἄπειρα εἴη σημαῖνον, οὐδὲν ἂν τῶν ὑπὸ τοῦ ὀνόματος σημαινομένων ἴδιον ὄνομα καὶ σημεῖον ἔχειν δύναιτο· οὕτω δὲ οὐδ’ ἂν τὰ τιθέμενα αὐτοῖς ὀνόματα εἴη τινὸς σημαντικά, οὐδὲν μᾶλλον δυνάμενα κατηγορεῖσθαι τούτων οἷς οὐ κεῖται ἢ τῶν οἷς ἐτέθη. ἔτι εἰ ἕκαστον τῶν ὀνομάτων ἄπειρα σημαίνει, ἕκαστον ἂν τῶν ὀνομάτων
35ταὐτὰ σημαίνοι. ἀλλ’ εἰ πάντα εἴη τῶν αὐτῶν σημαντικά, ἀναιρεῖται τὸ278
in Metaph
.

279

διαλέγεσθαι καὶ τὸ σημαίνειν. οὐδὲν γὰρ σημαίνει ἕν, κειμένου τοῦ πάντα ταὐτὰ ἀλλήλοις σημαίνειν· ἴσον γὰρ τῷ μηδὲν σημαίνειν τὸ πάντα ἕκαστον σημαίνειν λέγειν. ἔνεστι καὶ οὕτως ἐφοδεύσαντα δεῖξαι ὅτι μὴ ἄπειρα τὰ ὑφ’ ἑκάστου ὀνόματος δηλούμενα, διαλεκτικωτέρα δὲ ἡ δεῖξις. εἰ τὸ ἄν‐
5θρωπος ἄπειρα σημαίνει, ἤτοι καὶ τὸν οὐκ ἄνθρωπον ὁ ἄνθρωπος σημαίνει (ἐν γὰρ τοῖς ἀπείροις καὶ τοῦτο), ὥστε ἔσται ὁ ἄνθρωπον εἰπὼν καὶ μὴ ἄνθρωπον σεσημακώς· ἢ εἰ τοῦτο ἄτοπον, ἔσται τῶν ἀπείρων τι πλέον. τοῖς γὰρ ἀπείροις, ἃ ἐσήμανεν ὁ ἄνθρωπος, προστεθὲν τὸ οὐκ ἄνθρωπος πλείω αὐτὰ ποιήσει· οὕτω τε ἔσται καὶ τὰ ἄπειρα τινῶν ἐλάττω. ἔτι τὸ
10ἄπειρα ὄνομα ἤτοι σημαίνει καὶ τὸ οὐκ ἄπειρα, οὕτω δὲ οὐ μᾶλλον ἄπειρα σημαίνει ἕκαστον ὄνομα ἢ οὐκ ἄπειρα· ἢ εἰ μὴ σημαίνει καὶ τοῦτο, πρῶτον μὲν οὐκ ἔσται, ἐφ’ οὗ ἡ κατάφασις ἀληθής, ἐπὶ τούτου καὶ ἡ ἀπό‐ φασις, πρὸς δὲ τούτῳ ἔσται τὸ σημαινόμενον ὑπὸ τοῦ οὐκ ἄπειρα ἔξω τῶν ἀπείρων· πλείω δὴ τὰ ἄπειρα σὺν τούτῳ ἢ αὐτὰ ἐφ’ ἑαυτῶν.
15p. 1006b11 Ἔσται δ, ὥσπερ ἐλέχθη κατ’ ἀρχάς, σημαῖνόν τι τὸ ὄνομα καὶ σημαῖνον ἕν. Οἷς ἔλαβε, τούτοις χρῆται. ἔλαβε δὲ πρῶτον μὲν ὅτι σημαίνει τι τὸ ὄνομα, δεύτερον δὲ ὅτι ἕν, ὃ καὶ ἔδειξε διὰ τοῦ δεῖξαι ὅτι κἂν πλείω ση‐ μαίνῃ τὸ αὐτὸ ὄνομα, ὡρισμένα δέ, οἷόν τε καὶ ἴδιον ἑκάστῳ τῶν πλειόνων
20ὄνομα θέσθαι, ὃ οὐκέτι αὐτῷ πρὸς ἄλλην τινὰ φύσιν κοινὸν ἔσται. τούτοις δὴ χρῆται, καὶ τίθησι τὸν ἄνθρωπον τὸ ὄνομα σημαίνειν τι καὶ ἓν ση‐ μαίνειν. εἰ οὖν ὁ ἄνθρωπος ἕν τι σημαίνει, καὶ ἔστι τοῦτο τὸ ζῷον πεζὸν δίπουν, οὐκ ἔσται καὶ τὸ μὴ ἀνθρώπῳ εἶναι σημαίνων ὁ ἄνθρωπος, εἴ γε τὸ ἀνθρώπῳ εἶναι ἄλλο καὶ ἄλλο τὸ μὴ ἀνθρώπῳ, ἑνὸς δὲ ὁ ἄνθρωπος
25δηλωτικόν· οὔτε γὰρ ταὐτὸν ὁ ἄνθρωπος καὶ οὐκ ἄνθρωπος, οὔτε τοῦ αὐτοῦ δηλωτικόν, οὔτε οἷόν τε τὸ ἓν ἕν τε εἶναι καὶ μὴ εἶναι. p. 1006b14 Εἰ τὸ ἄνθρωπος σημαίνει μὴ μόνον καθ’ ἑνὸς ἀλλὰ καὶ ἕν. Εἰπὼν οὐ δὴ ἐνδέχεται τὸ ἀνθρώπῳ εἶναι σημαίνειν ὅπερ
30μὴ εἶναι ἀνθρώπῳ προσέθηκε τὸ εἰ τὸ ἄνθρωπος σημαίνει μὴ μόνον καθ’ ἑνὸς ἀλλὰ καὶ ἕν· οὐ γὰρ τοῦτο ἀξιοῦμεν τὸ ἓν ση‐
μαίνειν τὸ καθ’ ἑνός. πῶς τὸ ἓν σημαίνειν ἀκούειν χρή, διδάσκει279
in Metaph
.

280

ἡμᾶς· ὁ γὰρ ἄνθρωπος ἓν τῷ φύσιν τινὰ μίαν σημαίνειν, οὐ τῷ καθ’ ἑνὸς λέγεσθαι. μίαν δὲ φύσιν σημαίνων οὐκ ἂν ἅμα καὶ ἄλλην τινὰ ση‐ μαίνοι. ὅτι δὲ τὸ καθ’ ἑνὸς λεγόμενον οὐ πᾶν ἕν, δείκνυσι· καθ’ ἑνὸς γὰρ καὶ τὸ ἄνθρωπος καὶ τὸ λευκὸν καὶ τὸ μουσικὸν δύναται κατηγορεῖσθαι
5ἀληθῶς, ἀλλ’ οὐ διὰ τοῦτο καὶ ἓν ταῦτα. ἦλθε δὲ ἐπὶ τὸ δεικνύναι τοῦτο διὰ τὸ δοκεῖν δύνασθαι καθ’ ἑνὸς καὶ τοῦ αὐτοῦ καθ’ οὗ ὁ ἄνθρωπος, οἷον κατὰ Σωκράτους, κατὰ τούτου καὶ τὸ διαλέγεσθαι· τὸ δὲ διαλέγεσθαι οὐκ ἄνθρωπος. εἴη γὰρ ἂν καθ’ οὗ ὁ ἄνθρωπος, καὶ οὐκ ἄνθρωπος κατηγορούμενος κατὰ συμβεβηκός· ἀλλ’ οὐ διὰ τοῦτο ἤδη καὶ ταὐτόν ἐστι
10τό τε ὑπὸ τοῦ ἀνθρώπου καὶ τοῦ οὐκ ἀνθρώπου σημαινόμενον. οὐ γὰρ τούτῳ ὥρισται τὸ ἓν σημαίνειν τῷ καθ’ ἑνὸς κατηγορεῖσθαι. ὅτι γὰρ μὴ τὰ κατὰ τοῦ αὐτοῦ κατηγορούμενα ἤδη καὶ ἓν σημαίνει, δι’ ὧνπερ παρέ‐ θετο ἔδειξε. καθ’ ἑνὸς γὰρ πλείω κατηγορεῖται διαφέροντα ἀλλήλων· τὰ γὰρ συμβεβηκότα τινί, ἕτερα ὄντα καὶ τούτου ᾧ συμβέβηκε καὶ ἀλλήλων,
15ὁμοίως κατηγορεῖται κατ’ ἐκείνου ἑνὸς ὄντος, ᾧ συμβέβηκεν, οὐ μὴν διὰ τοῦτο πάντα τὸ αὐτὸ καὶ ἓν σημαίνει. οὐ γὰρ ἐπεὶ καθ’ ἑνὸς τὸ μου‐ σικὸν καὶ τὸ λευκὸν καὶ ὁ ἄνθρωπος κατηγορεῖται, ἤδη καὶ ταὐτόν ἐστι τὸ σημαινόμενον ὑπ’ αὐτῶν. εἰ γὰρ ταὐτὸν εἴη τὸ σημαινόμενον ὡς μὴ διαφέρειν τὸ καθ’ ἑνὸς κατηγορεῖσθαι τοῦ ἓν σημαίνειν, ἔσται συνώνυμα,
20τουτέστι πολυώνυμα, καθ’ ὧν πλείω κατηγορεῖται· τῷ γὰρ συνώνυμα νῦν ἀντὶ τοῦ πολυώνυμα χρῆται. οὕτω γὰρ ἔσται ταὐτὸν σημαίνοντα, ἂν ᾖ μόνον τῇ λέξει διαφέροντα τὰ πλείω ταῦτα ὀνόματα, μίαν δὲ φύσιν σημαί‐ νοντα. ἔσται δὲ τοῦτο, ἂν ᾖ κείμενον ταὐτὸν εἶναι τὸ καθ’ ἑνὸς κατη‐ γορεῖσθαι καὶ τὸ ἓν σημαίνειν. εἰ δὲ οὕτως, εἴη ἂν ἓν σημαίνοντα τὰ
25κατὰ τοῦ αὐτοῦ κατηγορούμενα ὡς σημαίνει καὶ τὰ πολυώνυμα. καὶ τὸ εἶναι καὶ μὴ εἶναι εἰ τῷ κατὰ τοῦ αὐτοῦ δύνασθαι κατηγορεῖσθαι λέγει τις αὐτὰ ἓν σημαίνειν, οὕτως ἂν τοῦ αὐτοῦ κατηγοροῖτο ὡς μίαν δηλοῦντα φύσιν, ὡς εἶναι τοῦ αὐτοῦ ἄμφω ὀνόματα ταὐτὸν δηλοῦντα, οὐ τὸ αὐτὸ ἔσται τε καὶ οὐκ ἔσται πρᾶγμα, ἀλλ’ ἔσται ὀνόματα τὸ αὐτὸ πλείω ἔχον·
30τό τε γὰρ εἶναι καὶ τὸ μὴ εἶναι ὀνόματα αὐτοῦ. οὐδὲν γὰρ κωλύει καὶ τοῦτο γίνεσθαι ὄνομα, ὄντων κατὰ συνθήκην τῶν ὀνομάτων. ὥστε καὶ τὸ εἶναι καὶ τὸ μὴ εἶναι ταὐτὸν ἔσται δηλοῦντα, ὡς τὰ πολυώνυμα. πάλιν δὲ τὴν πολυωνυμίαν ὁμωνυμίαν εἶπε, πρότερον αὐτὴν εἰπὼν συνωνυμίαν. ὅτι γὰρ τὸ καθ’ ὁμωνυμίαν τὸ κατὰ πολυωνυμίαν λέγει, νῦν ἐδήλωσε
35δι’ ὧν ἐπήνεγκεν εἰπὼν ὥσπερ εἰ ὃν ἡμεῖς ἄνθρωπον καλοῦ‐ μεν, ἄλλοι μὴ ἄνθρωπον καλοῖεν. γίνεται γὰρ οὕτως οὐχ ἡ ἀναί‐
ρεσις τοῦ ἀνθρώπου καὶ ἀπόφασις ὑπὸ τοῦ μὴ ἀνθρώπου ὀνόματος280
in Metaph
.

281

σημαινομένη, ἀλλὰ τοῦτο ὃ καὶ ἄνθρωπος ἐσήμαινεν. οὐκ ἦν δὲ τοῦτο ἡμῖν τὸ ζητούμενον, πότερον δύναται τῷ αὐτῷ πράγματι καὶ ἄνθρωπος ὄνομα καὶ μὴ ἄνθρωπος τεθῆναι, ὡς εἶναι τὴν διαφορὰν αὐτῶν κατὰ τὴν λέξιν μόνην, μηκέτι δὲ καὶ κατὰ τὸ σημαινόμενον, ἀλλ’ εἰ ὄντων τῶν
5σημαινομένων ὑφ’ ἑκατέρου διαφερόντων, καὶ τοῦ μὲν ἀνθρώπου τὸ τοιοῦτον σημαίνοντος εἶδος οὗ λόγος ζῷον πεζὸν δίπουν, τοῦ δὲ οὐκ ἀν‐ θρώπου τὴν ἀναίρεσιν τοῦ τοιούτου εἴδους, οἷόν τε ἅμα ταῦτα καὶ κατὰ τοῦ αὐτοῦ κατηγορεῖσθαι οὕτως ὡς εἶναι ταὐτὸν τὸ εἶναί τε τὴν τοιαύτην οὐσίαν καὶ μὴ εἶναι· τοῦ τοιούτου γὰρ δηλωτικὴ ἡ ἀντιφατικὴ ἀντίθεσις,
10οὐκ ἀντιφατικὴ δὲ ἡ ἀντίθεσις ἡ κατὰ συμβεβηκός. ὁ γὰρ καθ’ οὗ ἄν‐ θρωπος δείξας ἀληθευόμενον καὶ τὸ οὐκ ἄνθρωπος, οὐ κατὰ τὸ σημαινό‐ μενον ὑπὸ τοῦ ἀνθρώπου ἔδειξε καὶ τὸ οὐκ ἄνθρωπος ἀληθευόμενον κατ’ αὐτοῦ, ἀλλ’ ὅτι καὶ ἄλλο τι τῷ αὐτῷ συμβεβήκει, ἐφ’ οὗ τὸ οὐκ ἄνθρω‐ πος ἀληθεύει. εἰ οὖν ἕτερον σημαίνει τό τε ἄνθρωπος καὶ τὸ μὴ ἄνθρωπος,
15ὡς δέδεικται, καὶ μή ἐστι τοῦ αὐτοῦ πλείω ὄντα ταῦτα [τὰ] ὀνόματα, δῆλον ὅτι καὶ οἱ λόγοι ὅ τε λέγων εἶναι ἄνθρωπον καὶ ὁ λέγων μὴ εἶναι ἄνθρωπον ἄλλο τι σημαίνει, καὶ οὐκέτι ταὐτὸν τὸ εἶναι ἀνθρώπῳ καὶ μὴ εἶναι ἀνθρώπῳ. δείξας δὲ ὅτι ἄλλο τὸ εἶναι ἀνθρώπῳ καὶ τὸ μὴ εἶναι ἀνθρώπῳ τῷ ἄλλο τὸν οὐκ ἄνθρωπον σημαίνειν τοῦ ἀνθρώπου, ἐπιφέρει
20ὥστε ἔσται τὸ ἀνθρώπῳ εἶναι μὴ ἀνθρώπῳ εἶναι· ἓν γὰρ ἔσται, ὃ ἀσαφῶς μὲν εἴρηται, ἴσον δὲ ἂν εἴη τῷ εἰ γάρ τις λέγοι ἓν σημαίνον‐ τος τοῦ ἀνθρώπου ἀληθὲς ἐπ’ αὐτοῦ τό τε εἶναι ἄνθρωπον καὶ τὸ μὴ εἶναι ἄνθρωπον, ταὐτὰ σημαίνειν αὐτὰ ἐρεῖ καὶ ἑνὸς ἔσται ἀμφότερα δηλωτικά, ὡς τὰ πολυώνυμα, ὡς λώπιον καὶ ἱμάτιον. ἀλλ’ εἰ ἓν ἡ κατάφασις καὶ
25ἀπόφασις, ἓν ἔσται σημαίνοντα καὶ τὸ ἄνθρωπος καὶ τὸ οὐκ ἄνθρωπος, καὶ τὸ αὐτὸ ἔσται τὸ εἶναι ἀνθρώπῳ καὶ τὸ μὴ εἶναι ἀνθρώπῳ. ἀλλὰ κεῖται καὶ δέδεικται ὅτι ἕτερον σημαίνει ἑκάτερον αὐτῶν τῷ ἕκαστον τῶν σημαινόντων ἴδιόν τι σημαίνειν. δύναται διὰ μέσου εἰπὼν τὸ εἰ δὲ μὴ σημαίνει ἕτερον τὸ ἄνθρωπος καὶ τὸ μὴ ἄνθρωπος, δῆλον ὅτι
30καὶ τὸ μὴ ἀνθρώπῳ τοῦ εἶναι ἀνθρώπ, ταῦτα εἰπὼν διὰ μέσου, τὸ ὥστε ἔσται τὸ ἀνθρώπῳ [τε] εἶναι καὶ τὰ ἐπὶ τούτῳ λέγειν ὡς συνάπτων αὐτὰ τοῖς εἰρημένοις τοῖς τὸ δὲ ἀπορούμενον οὐ τοῦτό ἐστιν, εἰ ἐνδέχεται τὸ αὐτὸ ἅμα εἶναι καὶ μὴ εἶναι ἄνθρωπον τὸ ὄνομα, ἀλλὰ τὸ πρᾶγμα· τούτοις γὰρ ἀκολουθεῖν δοκεῖ τὸ ὥστε
35ἔσται τὸ ἀνθρώπῳ εἶναι· ἢ καὶ τῷ ἔτι πρὸ τούτου εἰρημένῳ τῷ ὥσπερ ἂν εἰ ὃν ἡμεῖς ἄνθρωπον καλοῦμεν, ἄλλοι μὴ ἄνθρωπον
καλοῖεν. δείξας δὲ ταῦτα ἐπιφέρει τοῖς δεδειγμένοις281
in Metaph
.

282

p. 1006b28 Ἀνάγκη τοίνυν, εἴ τι ἔστιν ἀληθὲς εἰπεῖν ὅτι ἄνθρω‐ πος, ζῷον εἶναι δίπουν· τοῦτο γὰρ ἦν ὃ ἐσήμαινεν ὁ ἄνθρωπος. Λαβὼν διὰ τῶν πρὸ τούτων καὶ δείξας ὅτι ἕκαστον ὄνομά ἐστιν ἑνός τινος δηλωτικόν, καὶ ὅτι ἄλλου μὲν τὸ ἔστιν ἄνθρωπός ἐστι σημαντικόν,
5ἄλλου δὲ τὸ οὐκ ἔστιν ἄνθρωπος, διαφέροντα ὄντα, καὶ ὅτι ἄλλο μὲν ἡ κατάφασις ἄλλο δὲ ἡ ἀπόφασις, νῦν συμπεραίνεται διὰ τῶν δεδειγμένων τὸ προκείμενον· τοῦτο δὲ ἦν τὸ δεῖξαι ὅτι μὴ οἷόν τέ ἐστιν ἐπὶ τοῦ αὐτοῦ τὴν ἀντίφασιν ἀληθεύεσθαι. εἰ γὰρ ὁ ἄνθρωπος τὸ ὄνομα φύσεως μιᾶς ἐστι σημαντικόν, αὕτη δέ ἐστι τὸ ζῷον πεζὸν δίπουν, ἀνάγκη ἀληθοῦς
10ὄντος τοῦ λόγου τοῦ ἔστιν ἄνθρωπος (τοῦτο γάρ ἐστι τὸ εἰρημένον διὰ τοῦ εἴ τι ἔστιν ἀληθὲς εἰπεῖν ὅτι ἄνθρωπος) εἶναι τὸ σημαινόμενον ὑπ’ αὐτοῦ τὸ ζῷον πεζὸν δίπουν· ὃ δὲ ἀνάγκη εἶναι ζῷον πεζὸν δίπουν, τοῦτο οὐκ ἐνδέχεται μὴ εἶναι ταὐτὸ τοῦτο· τὸ γὰρ ἀνάγκη εἶναι σημαντικόν ἐστι τοῦ ἀδύνατον μὴ εἶναι. ἀλλὰ μὴν ὃ ἀδύνατον μὴ εἶναι, τοῦτο οὐκ ἀληθές
15ἐστιν εἰπεῖν μὴ εἶναι τότε. καθ’ οὗ ἄρα ἀληθές ἐστιν εἰπεῖν καὶ ὅτε τὸ ἔστιν ἄνθρωπος, κατ’ ἐκείνου τότε ἀδύνατόν ἐστιν ἀληθὲς εἶναι τὸ μὴ εἶναι ἄνθρωπον. ὡς δὲ ἐπὶ τούτου, καὶ ἐπὶ πάντων ὁμοίως ἔχει. εἰ δὲ τοῦτο, ἀδύνατον, ἐφ’ οὗ ἀληθὴς ἡ τινὸς κατάφασις, ἐπὶ τούτου ἀληθῆ εἶναι τότε τὴν αὐτοῦ τούτου ἀπόφασιν. ὁ δὲ πᾶς λόγος τοιοῦτος ἂν εἴη. εἰ τὸ ἄνθρωπος
20ὄνομα ἄλλου σημαντικόν ἐστι καὶ τὸ οὐκ ἄνθρωπος ἄλλου, καὶ μή ἐστι πολυώνυμα, καὶ ἔστι τὸ μὲν ἄνθρωπος σημαῖνον ζῷον πεζὸν δίπουν, εἴη ἂν καὶ ὁ λόγος ὁ λέγων εἶναι ἄνθρωπον ἄλλο σημαίνων καὶ ἄλλο ὁ λέγων μὴ εἶναι ἄνθρωπον (οὐδὲν γὰρ νῦν διαφέρει), καὶ ἔσται ὁ μὲν εἶναι ἄν‐ θρωπον λέγων σημαίνων εἶναι ζῷον πεζὸν δίπουν, ὁ δὲ μὴ εἶναι ἄνθρωπον,
25μὴ εἶναι ζῷον πεζὸν δίπουν. εἰ δὲ ταῦτα σημαίνεται ὑπ’ αὐτῶν, καθ’ οὗ ἀληθής ἐστιν ὁ λέγων λόγος εἶναι ἄνθρωπον, ἀνάγκη τοῦτο εἶναι ζῷον πεζὸν δίπουν. μὴ γὰρ ὄντος οὐχ οἷόν τε ἀληθῆ εἶναι τὸν σημαίνοντα αὐτὸ λόγον. ἀλλὰ μὴν ὃ ἀνάγκη εἶναι ζῷον πεζὸν δίπουν, τοῦτο ἀδύνατον μὴ εἶναι τότε ζῷον πεζὸν δίπουν. τοῦτο γὰρ σημαίνει τὸ ἀνάγκη
30εἶναι. εἰ δὲ ἀδύνατον αὐτὸ μὴ εἶναι ζῷον πεζὸν δίπουν, ἀδύνατον αὐτὸ μὴ ἄνθρωπον εἶναι. ὃ δὲ ἀδύνατον εἶναι μὴ ἄνθρωπον, τοῦτο οὐδὲ ἀληθεύσει τις λέγων εἶναι μὴ ἄνθρωπον. ἀδύνατον ἄρα ἀληθεύοντος τοῦ ἔστιν ἄν‐ θρωπος, ἀληθὲς εἶναι τὸ ἔστιν οὐκ ἄνθρωπος ἢ τὸ οὐκ ἔστιν ἄνθρωπος· καὶ γὰρ τοῦτο ἀληθὲς ἐπὶ μὴ ὄντος ἀνθρώπου. ὥστε ἀδύνατον ἀληθοῦς
35οὔσης τῆς καταφάσεως ἀληθῆ τὴν ἀπόφασιν εἶναι τὴν ἀντιφατικῶς ἀντι‐
κειμένην αὐτῇ.282
in Metaph
.

283

p. 1006b34 Ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ τοῦ μὴ εἶναι ἄνθρωπον. Δείξας, ἐφ’ οὗ ἀληθές ἐστι τὸ ἔστιν ἄνθρωπος, ἐπὶ τούτου ἀδύνατον ἅμα ἀληθὲς εἶναι καὶ τὸ μὴ εἶναι ἄνθρωπον, τῷ αὐτῷ λόγῳ χρωμένους, φησίν, ἔνεστι δεικνύναι πάλιν, ἐφ’ οὗ ἀληθές ἐστι τὸ μὴ εἶναι ἄνθρωπον,
5μὴ δυνάμενον ἀληθὲς εἶναι τὸ εἶναι ἄνθρωπον. ἐφ’ οὗ γὰρ ἀληθές ἐστι τὸ μὴ εἶναι ἄνθρωπον, ἀνάγκη τοῦτο μὴ εἶναι ζῷον πεζὸν δίπουν. ὃ δὲ ἀνάγκη μὴ εἶναι, τοῦτο ἀδύνατον εἶναι τότε· ὃ δὲ ἀδύνατον εἶναι ζῷον πεζὸν δίπουν, τοῦτο οὐκ ἀληθές ἐστιν εἰπεῖν εἶναι ζῷον πεζὸν δίπουν. ἐφ’ οὗ ἄρα ἀληθὲς τὸ μὴ εἶναι ἄνθρωπον, ἐπὶ τούτου τότε οὐχ οἷόν τε ἀλη‐
10θὲς εἶναι τὸ εἶναι ἄνθρωπον. καὶ ἔστι τὸ μὲν μὴ εἶναι ἄνθρωπον ἀπό‐ φασις, τὸ δὲ εἶναι ἄνθρωπον κατάφασις· ἀδύνατον ἄρα ἐπὶ τοῦ αὐτοῦ τήν τε κατάφασιν ἀληθῆ καὶ τὴν αὐτοῦ ἀπόφασιν εἶναι. ἔδειξε δὲ ὁ λόγος οὗτος, κειμένου τοῦ ἄλλο σημαίνειν τὸ εἶναι καὶ μὴ εἶναι, ἐφ’ οὗ ἀληθές ἐστι τὸ εἰπεῖν νῦν ὅτι λευκόν, ἀνάγκη τοῦτο νῦν εἶναι λευκόν, καὶ ἀδύνα‐
15τον νῦν μὴ εἶναι λευκόν, ἐφ’ οὗ ἀληθὲς εἰπεῖν νῦν ὅτι ἔστι λευκόν· δῆλον γὰρ ὅτι καὶ τούτων ἕκαστον, τό τε ἀνάγκη εἶναι καὶ ἀδύνατον μὴ εἶναι, ἕν τι σημαίνει. τὴν δὲ δεῖξίν φησι τὴν ἀρχὴν ἔχειν ἀπὸ τοῦ εἰλῆφθαι ἄλλο σημαίνειν τὸ ἀνθρώπῳ εἶναι καὶ τὸ μὴ ἀνθρώπῳ εἶναι, ὃ ἦν ἀναγ‐ καῖον ὁμολογεῖν τῷ τήν τε ἀντίφασιν συναληθεύειν λέγοντι καὶ σώζειν βου‐
20λομένῳ τὸ διαλέγεσθαι. πῶς δὲ ἕτερον, δείκνυσι παραθέμενος τὸ λευκόν. ὡς γὰρ ὁ λέγων λευκὸν εἶναι τοῦ λέγοντος ἄνθρωπον εἶναι διάφορόν τι σημαίνει· ὁ μὲν γὰρ λευκὸν εἶναι λέγων διάφορον μὲν καὶ ἄλλο τι λέγει τοῦ ἄνθρωπον λέγοντος εἶναι, οὐ μὴν καὶ ἀντικείμενον αὐτῷ· ὁ δὲ μὴ εἶναι ἄνθρωπον λέγων πρὸς τῷ μὴ εἶναι ἄνθρωπον λέγειν τι καὶ ἀντικείμενον
25λέγει τῷ λέγοντι ἄνθρωπον εἶναι· ὥστε εἰ τὸ ἧττον τοῦ ἀνθρώπου δια‐ φέρον μὴ ἀληθεύεται κατ’ αὐτοῦ, οὐδ’ ἂν τὸ μᾶλλον αὐτοῦ διαφέρον ἀλη‐ θεύοιτο. εἰ δέ τις λέγοι καὶ τὸ λευκὸν εἶναι τῷ ἀνθρώπῳ εἶναι ταὐτὸν σημαίνειν τῷ δύνασθαι κατὰ τοῦ αὐτοῦ ἄμφω κατηγορεῖσθαι, ἐροῦμεν πάλιν τὸ αὐτὸ ὃ καὶ πρότερον, ὅτι οὕτως ἓν πάντα ἔσται πολλὰ ὀνόματα ἔχον,
30οὐ μόνον τὰ ἀντικείμενα, εἰ ἕν ἐστι τὰ ἑνὸς κατηγορούμενα καὶ μὴ τῷ μίαν σημαίνειν φύσιν τὸ ἓν ὁρίζονται. εἰ δὲ μὴ ἐνδέχεται πάντα τὰ ση‐ μαινόμενα ὑπὸ τῶν καθ’ ἑνός τινος κατηγορουμένων τὰ αὐτὰ εἶναι, οὐδ’ ἂν τὰ σημαίνοντα αὐτὰ τὰ αὐτὰ εἴη, ἀλλ’ ἕκαστον τῶν διαφερόντων ὑπὸ τοῦ διαφέροντος ἂν σημαίνοιτο. εἰ δὲ τοῦτο, τὸ δεδειγμένον ἀνάγκη συμ‐
35περαίνεσθαι, τὸ μὴ οἷόν τε ἅμα τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι, ἂν μόνον
ἀποκρίνεσθαι πρὸς τὰ ἠρωτημένα ὁ προσδιαλεγόμενος βούληται.283
in Metaph
.

284

p. 1007a8 Ἐὰν δὲ προστιθῇ ἐρωτῶντος ἁπλῶς καὶ τὰς ἀποφάσεις. Ἐὰν δὲ ἁπλῶς ἐρωτώμενός τις εἰ Σωκράτης ἄνθρωπός ἐστι, μὴ ἀπο‐ κρίνηται ἁπλῶς ἢ εἶναι ἢ μὴ εἶναι αὐτὸν ἄνθρωπον, ἀλλὰ προστιθῇ καὶ τὴν ἀπόφασιν, λέγων ὅτι καὶ ἄνθρωπός ἐστι καὶ οὐκ ἔστιν ἄνθρωπος,
5ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων, εὐλαβούμενος μὴ ἂν δῷ μόνον τὸ ἄνθρωπον εἶναι, περιαχθῇ κατὰ τὸν προειρημένον λόγον εἰς τὸ μὴ δύνασθαι τὸ αὐτὸ τοῦτο λέγειν τότε εἶναι καὶ μὴ εἶναι ἄνθρωπον, τῷ ἕπεσθαι μὲν δοθέντι τῷ εἶναι ἄνθρωπον, εἰ ἀληθὲς εἴη, τὸ ἐξ ἀνάγκης τότε εἶναι ἄνθρωπον καὶ ἀδύνατον εἶναι τὸ μὴ εἶναι ἄνθρωπον, ἀδυνάτου δὲ ὄντος τοῦ μὴ εἶναι
10τότε ἄνθρωπον, μὴ δύνασθαι ἀληθῆ εἶναι τὴν ἀπόφασιν τὴν λέγουσαν μὴ εἶναι ἄνθρωπον· ἂν δή τις τοῦτο προορώμενος ἅμα τῇ καταφάσει καὶ τὴν ἀπόφασιν λέγῃ ὑπάρχειν, οὐκ ἀποκρινεῖται τὸ ἐρωτώμενον· τό τε γὰρ ζη‐ τούμενον προλαμβάνει. ζητεῖται γὰρ τοῦτο τὸ εἰ οἷόν τε, ᾧ ὑπάρχει ἄν‐ θρωπος, τοῦτο καὶ μὴ ἄνθρωπον εἶναι· ὁ δὲ χωρὶς δείξεως αὐτὸ λαμβάνει,
15οὔτε γνώριμον οὔτε ἐναργὲς ὄν, ἀξιῶν καὶ τὰ φανερὰ καὶ τὰ πᾶσιν ἐναργῆ ἀποδείκνυσθαι, καὶ διὰ τοῦτο μηδὲ τὸ ἐπὶ τῆς ἀντιφάσεως συγχωρῶν. ὅτι δὲ πρὸς τὸ ἐρωτώμενον οὐκ ἀποκρίνεται, δείκνυσιν ἐκ τοῦ, εἰ καὶ ἀληθὲς εἴη, μὴ ὀφείλειν αὐτὸν μὴ ἐξετασθέντα περὶ αὐτοῦ λέγειν· καὶ γὰρ ἄλλα μυρία ὁμολογουμένως τῷ Σωκράτει ὑπάρχει, ἀλλ’ ὅμως ὁ ἐρωτηθεὶς εἰ
20Σωκράτης ἄνθρωπός ἐστιν, οὐκ ἐξαριθμεῖται πάντα καὶ λέγει ‘καὶ φιλόσο‐ φος καὶ Ἀθηναῖος καὶ σιμὸς καὶ προγάστωρ καὶ λευκὸς καὶ μουσικὸς καὶ Πλάτωνος διδάσκαλοσ‘. ἔτι εἰ ἐν τῷ πάντα τὰ ἐνυπάρχοντα εἰπεῖν τὸ ἀπο‐ κρίνεσθαι τὸ ἐρωτώμενόν ἐστιν, εἰ ἀδύνατον πάντα εἰπεῖν, ἀδύνατος καὶ ἡ ἀπόκρισις ἔσται· ἀδύνατον δὲ πάντων ἐξαρίθμησιν ποιήσασθαι τῶν ὑπαρ‐
25χόντων τινί. εἰ δὲ περὶ ἑνὸς ἐξετασθέντες μὴ πάντα τὰ ὑπάρχοντα λέ‐ γοιμεν αὐτῷ, οὐδὲ ἕν τι ἐξ αὐτῶν παρὰ τὸ ἐν τῇ ἐρωτήσει δεόντως ἐροῦμεν· ἢ γὰρ πάντα ἢ οὐδὲν χρὴ παρὰ τὸ ἠρωτημένον· ὥστε εἰ καὶ ὅτι μάλιστα ὁ ἄνθρωπος καὶ οὐκ ἄνθρωπός ἐστιν, οὐ δεῖ καὶ τοῦτο προσ‐ τιθέναι. εἰ μὲν γὰρ ταὐτόν ἐστι, δέδωκε καὶ τοῦτο διὰ τοῦ δοῦναι ἄν‐
30θρωπον εἶναι· εἰ δὲ ἕτερον, οὐκ ἦν ἡ ἐρώτησις περὶ τούτου· ἢ γὰρ πάντα χρὴ τὰ προσόντα ἢ μηδὲν παρὰ τὸ ἠρωτημένον λέγειν. ἔτι καὶ αἱ τῶν ἄλλων ἀποφάσεις ἀληθεῖς κατ’ αὐτοῦ, ἀλλ’ οὐ διότι ἀληθεῖς, ἐρωτηθείς τις εἰ ὁ Σωκράτης ἄνθρωπός ἐστιν, ἀποκρίνοιτο ὅτι καὶ οὐχ ἵππος καὶ οὐ κύων· μάταιος γὰρ ἂν εἴη. οὕτως οὖν καὶ ὁ λέγων καὶ μὴ ἄνθρωπον
35αὐτὸν εἶναι· ἄλλο γὰρ τὸ οὐκ ἔστιν ἄνθρωπος τοῦ ἔστιν ἄνθρωπος ἀπο‐
δέδεικται.284
in Metaph
.

285

p. 1007a20 Ὅλως δὲ ἀναιροῦσιν οἱ τοῦτο λέγοντες οὐσίαν καὶ τὸ τί ἦν εἶναι. Ὅτι μὴ οἷόν τε λέγειν ἐπὶ πάντων τὸ οὐδὲν μᾶλλον ἕκαστον τῶν ὄντων εἶναι ἢ μὴ εἶναι, καὶ διὰ τούτων δείκνυσι. δοκεῖ δέ μοι ἡ ἐπι‐
5χείρησις αὕτη λέγεσθαι πρὸς τοὺς διὰ τοῦτο λέγοντας ἐπὶ πάντων οὐ μᾶλλον τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν, ὅτι ὃ νῦν ἔστι δύναται καὶ μὴ εἶναι, καὶ ὃ μή ἐστιν εἶναι, ἐπεὶ ἅμα γε τὸ ὑπὸ τῆς ἀντιφάσεως σημαι‐ νόμενον οὐδὲ ἐπὶ τῶν συμβεβηκότων οἷόν τε συνυπάρχειν, ὡς δέδεικται. ἀλλ’ εἴ τις λέγοι τούτῳ ἀληθεύεσθαι τὴν ἀντίφασιν τῷ καὶ μὴ εἶναι δύνα‐
10σθαι τοῦτο ὃ κατηγορεῖται, ὅτι οὖν μηδὲ τοῦτο οἷόν τε δεικνύει ἐπὶ τῶν ἐν τῇ οὐσίᾳ τινὸς κατηγορουμένων. εἰπὼν γὰρ ἀναιροῦσιν οὐσίαν, ποίαν οὐσίαν ἐδήλωσε προσθεὶς καὶ τὸ τί ἦν εἶναι. τὸ γὰρ ἐν τῇ οὐσίᾳ τινὸς κατηγορεῖσθαί τι ἀναιροῦσι· τὰ γὰρ ἐν τῇ οὐσίᾳ κατηγορούμενα οὐχ οἷά τε ὑπάρχειν καὶ μὴ ὑπάρχειν ἐκείνῳ· ἐξ ἀνάγκης γάρ, ἔστ’ ἂν ᾖ τὸ
15πρᾶγμα, ὑπάρχει αὐτῷ καὶ ἔστιν ἀχώριστα αὐτοῦ. εἰ γὰρ καὶ πρὸς τὴν τῶν συμβεβηκότων ὕπαρξίν τις ἐνίσταται ὡς οὐκ ἐξ ἀνάγκης ὑπαρχόντων τότε ὅτε ἀληθὴς ἡ περὶ αὐτῶν κατάφασις, ἀλλ’ ἐπί γε τῶν ἐν τῇ οὐσίᾳ οὐδεὶς ἀντείποι· ὥστε οἱ διὰ τοῦτο τὴν ἀντίφασιν ἅμα ἐπὶ τοῦ αὐτοῦ λέ‐ γοντες εἶναι ἀληθῆ, ὅτι οἷόν τε ταὐτὸ καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν τοῖς
20αὐτοῖς, ἀναιροῦσι τὸ εἶναί τι ἐν τῇ οὐσίᾳ τινὸς καὶ τὸ ὑπάρχειν οὕτω τί τινι. οἱ γὰρ ταὐτὸν εἶναι καὶ μὴ εἶναι λέγοντες, καὶ μηδὲν μᾶλλον τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἑκάστου κατηγορεῖσθαι διὰ τὸ καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν τὸ κατηγορούμενον αὐτοῦ δύνασθαι, ἀναιροῦσι τὸ εἶναί τι ἑκάστου τῶν ὄντων εἶδος καὶ οὐσίαν, καθ’ ἥν ἐστιν ἑκάστῳ τὸ εἶναι καὶ
25τὸ κατηγορεῖσθαι ὅλως τί τινος καθ’ αὑτό τε καὶ ἐν τῇ οὐσίᾳ· οὐδὲν γὰρ ἔσται τῶν κατηγορουμένων τινὸς ὡς γένος καὶ ἐν τῷ ὅπερ, τουτέστιν ἐν τῇ οὐσίᾳ, κατηγορούμενον, οὐδὲ ὅλως ὡς οὐσία καὶ εἶδος καὶ ὡς ὁρισμὸς καὶ τί ἦν εἶναι, εἰ πάντα τὰ κατηγορούμενα αὐτοῦ καὶ μὴ ὑπάρχειν οἷά τε· ἀλλ’ ἔσται συμβεβηκότα πάντα, καὶ οὔτε ὅπερ ἀνθρώπῳ εἶναι ἔσται
30τινὶ οὔτε ὅπερ ζῴῳ, τουτέστιν οὐδενὸς ἐν τῇ οὐσίᾳ ἢ ὡς εἶδος ἢ γένος οὔτε ὁ ἄνθρωπος οὔτε τὸ ζῷον κατηγορηθήσεται, ἀλλ’ ὡς συμβεβηκότα. εἰπὼν δὲ καὶ τὸ ὅπερ ἀνθρώπῳ εἶναι ἢ ζῴῳ οὐκέτι προσέθηκε τὸ ἀναιροῦσιν· ἦν γὰρ προειρημένον καὶ κείμενον· προεῖπε γὰρ ὅλως δὲ ἀναιροῦσιν οἱ τοῦτο λέγοντες. τὸ δὲ τί ἦν εἶναι μὴ εἶναι ἐνδε‐
35έστερον ἔχειν δόξει· λείπει γὰρ αὐτῷ ὁ ‘καί‘ σύνδεσμος, ἵνα ᾖ ‘καὶ τὸ τί
ἦν εἶναι μὴ εἶναι‘, τουτέστι καὶ τὸν ὁρισμὸν μὴ εἶναι. ἀναιρουμένου γὰρ285
in Metaph
.

286

τοῦ ἐν τῇ οὐσίᾳ εἶναί τινα κατηγορούμενα, ἀναιρεῖται καθόλου καὶ τὸ εἶναί τινος ὁρισμόν· ὁ γὰρ ὁρισμὸς ἐκ τῶν καθ’ αὑτὰ ὑπαρχόντων. δύναται καὶ τὸ ὅπερ ἀνθρώπῳ ἢ ζῴῳ εἶναι τί ἦν εἶναι μὴ εἶναι εἰρῆσθαι ἀντὶ τοῦ τὸ ὅπερ ἀνθρώπῳ εἶναι ἢ ζῴῳ εἶναι μὴ εἶναι τί ἦν εἶναί τινος,
5τουτέστι μὴ ἐν τῇ οὐσίᾳ μηδὲ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι, ὡς εἰρῆσθαι τὸ τί ἦν εἶναι ἀντὶ τοῦ τί ἐστιν. p. 1007a23 Εἰ γὰρ ἔσται τι ὅπερ ἀνθρώπῳ εἶναι. Δείκνυσι διὰ τούτων ὅτι ἀναιρεῖται τὸ ὅπερ ἀνθρώπῳ εἶναι, καὶ ὅλως τὸ ἐν τῇ οὐσίᾳ τινὸς ὡς γένος ἢ εἶδος κατηγορεῖσθαι, εἰ ἐπὶ παντὸς ἡ
10ἀντίφασις συναληθεύοιτο. τεθέντος γὰρ ἐν τῇ οὐσίᾳ τινὸς κατηγορεῖσθαι, ἀδύνατον ἐπ’ ἐκείνου τὴν ἀπόφασιν ἔτι λέγειν ἀληθῆ. εἰ γὰρ εἴη τι τῶν ὄντων ὅπερ ἄνθρωπος, ὡς ἐν τῷ τί ἐστιν αὐτοῦ τὸν ἄνθρωπον κατηγο‐ ρεῖσθαι, οὐχ οἷόν τε τοῦτο μὴ ἄνθρωπον εἶναι. ὁμοίως δὲ οὐδὲ ἄλλο τι οἷόν τε μὴ εἶναι τοῦτο ὃ ἐν τῷ ὁρισμῷ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ κατηγο‐
15ρεῖται. εἰ γὰρ ἔσται τι γένος τοῦ ἀνθρώπου, ἢ ὅλως τί ἦν εἶναι εἴη τινός, οὐχ οἷόν τε τοῦτο μὴ ὑπάρχειν αὐτῷ· ὃ γάρ ἐστιν ὅπερ ἄνθρωπος, τοῦτο οὐχ οἷόν τε ἅμα καὶ μὴ ἄνθρωπον εἶναι ἢ μὴ εἶναι ἄνθρωπον. εἰ δὲ μὴ τὸ πρᾶγμα, οὐδὲ αἱ ἀποφάσεις αἱ σημαίνουσαι τοῦτο τὸ μὴ εἶναι ἄνθρωπον αὐτόν· τούτων γάρ τις ἀπόφασις τῆς τόδε τι ὅπερ ἄνθρωπον εἶναι λεγού‐
20σης. προσέθηκε δὲ τὸ ἓν γὰρ ἦν ὃ ἐσήμαινε, καὶ ἦν τοῦτο τινὸς οὐσία ὑπομιμνήσκων ἡμᾶς τῶν δεδειγμένων, ὅτι ὁ σημαίνων ἕν τι ση‐ μαίνει καὶ ὡρισμένον, ὥστε καὶ ὁ λέγων τόδε ὅπερ ἄνθρωπον εἶναι ἕν τι σημαίνει, καὶ ἔστι τοῦτο οὐσία αὐτοῦ, τουτέστιν ἐν τῇ οὐσίᾳ ἐστὶν αὐτοῦ, καὶ οὐχ οἷόν τε αὐτὸ μὴ ὑπάρχειν αὐτῷ· ἐν γὰρ τούτῳ ἔστιν αὐτό.
25p. 1007a27 Εἰ δ’ ἔσται αὐτῷ τὸ ὅπερ ἀνθρώπῳ εἶναι. Τουτέστιν εἰ δὲ εἴη τὸ ὑποκείμενον ὅπερ ἄνθρωπος, τουτέστιν εἰ ἐν τῷ ὅπερ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ εἴη ὁ ἄνθρωπος κατηγορούμενος, οὐκ ἂν αὐτῷ ἐφαρμόζοι ἔτι ἢ τὸ μὴ εἶναι ὅπερ ἀνθρώπῳ ἢ τὸ εἶναι ὅπερ μὴ ἀνθρώπῳ. ἄλλο γὰρ ἔσται, εἰ ταῦτα ἀληθεύοιτο κατ’ αὐτοῦ, καὶ οὐ
30τοῦτο οὗ ἐν τῷ ὅπερ ὁ ἄνθρωπος κατηγορεῖται. οὕτω δὲ οὐκέτ’ ἂν ἡ ἀντίφασις ἐπὶ τοῦ αὐτοῦ μένοντος. διὸ οὐχ οἷόν τε ἔσται τῶν ἐν τῇ οὐσίᾳ τινὸς κατηγορουμένων δύνασθαί ποτε καὶ τὰς ἀποφάσεις ἀληθῶς κατηγο‐ ρεῖσθαι· εἰ γὰρ μὴ ὑπάρχει αὐτῷ τὸ ἐν τῇ οὐσίᾳ ὂν αὐτοῦ, οὐδ’ ἂν εἴη καὶ αὐτὸ ἔτι. οὐ γὰρ οἷόν τε τῆς οὐσίας τινὸς ἀναιρουμένης αὐτὸ σώζε‐
35σθαι καὶ ὑπομένειν. ἐπὶ γὰρ τῶν συμβεβηκότων οἷόν τε τοῦτο μόνον τὸ
ὑπομένειν τὸ ὑποκείμενον καὶ ὑπάρχειν αὐτῷ τιθεμένων τῶν συμβεβηκό‐286
in Metaph
.

287

των καὶ μὴ ὑπάρχειν, τῷ μὴ εἶναι ἐν τούτοις αὐτῷ τὸ εἶναι. δύναται καὶ τοιοῦτον εἶναι τὸ εἰ δὲ ἔσται αὐτῷ τὸ ὅπερ ἀνθρώπῳ εἶναι ἅμα καὶ ὅπερ μὴ ἀνθρώπῳ εἶναι ἢ ὅπερ μὴ εἶναι ἀνθρώπῳ (οὐδὲν γὰρ διαφέρει ὁπότερον ἂν ληφθῇ), ἄλλο τι ἔσται, τουτέστιν οὐχ
5ἓν ἔτι ἔσται, ἀλλὰ πλείω καὶ διαφέροντα εἴδη· εἰ γάρ τις πάντα οὕτω τισὶν ὑπάρχοντα λέγοι εἶναι ὡς τὰ αὐτὰ καὶ μὴ ὑπάρχειν δύνασθαι, οὗτος οὐδὲν εἶδος ἐρεῖ τοῦ πράγματος εἶναι οὐδὲ οὐσιώδη λόγον καὶ ὁρισμόν, ἀλλὰ πάντα τὰ κατηγορούμενά τινος κατὰ συμβεβηκὸς κατηγορηθήσεται καὶ ὡς συμβεβηκότα. τὸ μὲν γὰρ συμβεβηκός τινι ἄλλο ἐν ἄλλῳ ὑπάρχει,
10ὡς τὸ λευκὸν τῷ ἀνθρώπῳ, διὸ δύναται καὶ μὴ ὑπάρχειν αὐτῷ σωζομένῳ· τὸ δὲ εἶδος καὶ ἡ οὐσία ἡ ἑκάστου οὕτως αὐτοῦ κατηγορεῖται, οὐχ ὡς ἄλλῳ τινὶ ὄντι αὐτῷ ὑπάρχουσα, ἀλλ’ ὡς τούτῳ ὄντι αὐτῷ καὶ ἐν τούτῳ αὐτῷ τὸ εἶναι ἔχοντι. τὸ δὲ εἶναι ὅπερ μὴ ἄνθρωπον ἢ μὴ εἶναι ὅπερ ἄνθρωπον κοινότερον ἔλαβεν ὡς ἀπόφασιν τοῦ εἶναι ὅπερ ἄνθρωπον, τῷ τὸ
15αὐτὸ ἄτοπον ἕπεσθαι ὁπότερον ἄν τις λέγοι ἀπόφασιν αὐτοῦ εἶναι· καθ’ ἑκάτερον γὰρ αὐτῶν ἀναιρεῖται τὸ ὅπερ εἶναι καὶ ἡ οὐσία. φανερώτερον δὲ τὸ ἄτοπον ἐπὶ τοῦ εἶναι ὅπερ μὴ ἄνθρωπον, ὃ δοκεῖ κατάφασις ἡ ἐκ μεταθέσεως εἶναι, εἴ γε ὁ τοῦτο λέγων, φυλάσσων τὸ ὑποκείμενον, οὔ φησιν αὐτὸ ὅπερ τοῦτο εἶναι ὅ ἐστιν· ὃ καὶ ἀξιοῖεν ἂν οἱ τὴν ἀντίφασιν κατὰ
20τοῦ αὐτοῦ ἅμα ἀληθῆ λέγοντες. καίτοι οὐδὲ τὴν ἀρχὴν ἔτι εἶναι δύναται, εἰ μὴ εἴη τὸ ἐν ᾧ αὐτῷ τὸ εἶναι. p. 1007a33 Εἰ δὲ πάντα κατὰ συμβεβηκὸς λέγεται, οὐθὲν ἔσται πρῶτον τὸ καθόλου. Δείξας ὅτι ἀναιροῦσιν ἐκ τῶν ὄντων τὸ εἶδος καὶ τὸν ὁρισμὸν καὶ τὸ
25ὅλως καθ’ αὑτό τι κατηγορεῖσθαί τινος οἱ καὶ εἶναι καὶ μὴ εἶναι τὸ αὐτὸ λέγοντες καὶ διὰ τοῦτο τὴν ἀντίφασιν συναληθεύεσθαι φάσκοντες (πάντα γὰρ ποιοῦσιν οὕτω κατηγορούμενα τῶν ὑποκειμένων ὡς συμβεβηκότα), δείκνυσιν ἑπόμενον καὶ ἄλλο τι ἄτοπον, εἰ πάντα τις λέγοι τὰ ὄντα συμ‐ βεβηκότα· φησὶ γὰρ μηδὲν ἔσεσθαι πρῶτον τὸ καθόλου. τοῦτο δὲ ἤτοι
30εἴρηκε σημαίνων ὅτι μὴ ἔσται τὸ πρῶτον γένος, τουτέστιν οὐκ ἔσται τῶν γενῶν τὸ πρῶτον ἡ οὐσία· πάντα μὲν γὰρ τὰ γένη καθόλου, πρῶτον δὲ αὐτῶν ἡ οὐσία, ἀναιρεθήσεται δὲ τὸ γένος τοῦτο, ὅτι οὐδενὶ ὄντι συμ‐ βέβηκεν, οὐδέ τινος ὡς συμβεβηκὸς ἡ οὐσία κατηγορεῖται, ἀλλ’ οὗ ἂν κατη‐ γορῆταί τις οὐσία, συνωνύμως τε καὶ ἐν τῇ οὐσίᾳ κατηγορεῖται. εἰ γὰρ
35οὔσης τῆς οὐσίας ἀναγκαῖον εἶναι καὶ τὴν τοιαύτην κατηγορίαν, μὴ οὔσης τῆς τοιαύτης κατηγορίας οὐδ’ ἂν ἡ οὐσία εἴη· ἧς κατηγορίας ἀναιρουμένης ἀναιροῖτο ἂν καὶ τὸ τῆς οὐσίας γένος ἐκ τῶν ὄντων. ἀλλὰ μὴ οὔσης τῆς
ὡς γένος οὐσίας οὐδ’ ἂν ἡ ἄτομος εἴη· ἀναιρουμένου γὰρ καθόλου τοῦ287
in Metaph
.

288

γένους αὐτῆς οὐδ’ ἂν αὐτὴ εἴη· οὕτως δὲ οὐδ’ ἂν κατηγοροῖτό τι κατ’ οὐσίας, ἀλλ’ ἐν πάση κατηγορίᾳ καὶ τὸ ὑποκείμενον ἂν συμβεβηκὸς εἴη. μὴ οὔσης δὲ οὐσίας τοῦ ὑποκειμένου ἀλλὰ συμβεβηκότος, ἐπ’ ἄπειρον ἂν ἄλλῳ ἄλλο ὑποκείμενον λαμβάνοιτο τῷ τὸ συμβεβηκὸς ἀεὶ καθ’ ὑποκει‐
5μένου τινὸς σημαίνειν τὴν κατηγορίαν, τουτέστιν ἐν ἄλλῳ εἶναι, καὶ ὑπο‐ κείμενόν τι ἔχειν, καὶ μὴ δύνασθαι ἢ αὐτὸ ὑποκείμενον εἶναι ἢ εἶναι χωρὶς ὑποκειμένου. εἰ γὰρ εἴη ἐν τῇ Σωκράτης λευκός ἐστι προτάσει καὶ τὸ Σωκράτης συμβεβηκὸς ἄλλου ὑποκειμένου, δεήσεται κἀκεῖνο πάλιν ἄλλου, καὶ τοῦτο ἐπ’ ἄπειρον. τοῦτο δ’ ἀδύνατον δείκνυσι. δύναται γε‐
10γράφθαι οὐδὲν ἔσται πρῶτον τὸ καθ’ ο, τουτέστι τὸ πρῶτον καὶ ὑποκείμενον, καθ’ οὗ τὰ συμβεβηκότα, ἀναιρεῖται· ἀναιροῦντες γὰρ τὴν τοιαύτην κατηγορίαν ἀναιροῦσι καὶ τοῦτο ᾧ ἐν τῷ οὕτω κατηγορεῖσθαι μόνως τὸ εἶναι· τοιοῦτον γὰρ ἡ οὐσία. ἀναιρουμένης δὲ τῆς οὐσίας οὐδὲν ἂν εἴη τὸ ἔσχατον ὑποκείμενον, πάντων τῶν ὄντων συμβεβηκότων
15ὄντων· οὕτω δ’ ἂν ἐπ’ ἄπειρον αἱ κατηγορίαι γίγνοιντο. τὴν δὲ αἰτίαν τοῦ μηδὲν ἔσεσθαι πρῶτον ὑποκείμενον καὶ οὐσίαν, εἰ πάντα εἴη συμβε‐ βηκότα, ἀπέδωκεν οὕτως· εἰ ἀε, φησί, τὸ συμβεβηκὸς καθ’ ὑποκει‐ μένου σημαίνει τὴν κατηγορίαν. εἰ γὰρ πᾶν συμβεβηκὸς ὑποκείμενόν τι ἔχει ἐν ᾧ ἔστι καὶ καθ’ οὗ κατηγορεῖται, καὶ μηδέν ἐστι συμβεβηκὸς
20ὑποκείμενον, οὕτως ἐρεῖ εἶναι οὐδὲ οὐσίαν. εἰ δὲ εἴη πάντα συμβεβηκότα καὶ μηδὲν ἔσχατον ὑποκείμενον καθ’ οὗ τὰ ἄλλα, αὐτὸ δὲ κατ’ οὐδενός, πρῶτον μὲν οὐδ’ ἂν συμβεβηκός τι εἴη ἔτι· μὴ γὰρ οὔσης οὐσίας οὔτε συμβεβηκός τι οἷόν τε εἶναι· ἀλλ’ οὐ κατὰ τοῦτο νῦν εὐθύνει τὴν δόξαν, ἀλλά φησιν ὅτι εἰς ἄπειρον αἱ κατηγορίαι προοδεύσονται, ἀεὶ τοῦ ληφθέν‐
25τος ὡς ὑποκειμένου τινὶ κατ’ ἄλλου πάλιν λεγομένου, τῷ καὶ αὐτὸ ὁμοίως τῷ πρὸ αὐτοῦ συμβεβηκὸς εἶναι καὶ μὴ οὐσίαν τινά. ἀδύνατον δέ, ὅτι τὴν ἀρχὴν οὐδὲ οἷόν τε συμβεβηκός τι συμβεβηκότι συμβεβηκέναι. εἰ δὲ μὴ τοῦτο, πῶς ἂν οἷόν τε εἴη ἐπ’ ἄπειρον γίνεσθαι τὰς κατηγορίας τοῦ συμβεβηκότος; οὐδὲν γὰρ γίνεται ὅλως ἐκ πλειόνων συμβεβηκότων ἕν
30τι συντιθεμένων. μόνον γὰρ ἐν ταῖς κατὰ συμβεβηκὸς προτάσεσι λεγο‐ μέναις δύο συμπλέκεται συμβεβηκότα, οὐχ ὡς τοῦ ἑτέρου αὐτῶν τῷ ἑτέρῳ συμβεβηκότος, ἀλλ’ ὅτι ἄμφω τῷ αὐτῷ συμβέβηκε· τοῦτο γὰρ ση‐ μαίνει ἡ πρότασις ἡ λέγουσα τὸ λευκὸν μουσικὸν ἢ τὸ μουσικὸν λευκόν· οὐ γὰρ διαφέρει ὅπως ἂν ῥηθῇ. ἀντέστρεψε δὲ αὐτά, ἵνα δείξῃ ὅτι οὐδέ‐
35τερον αὐτῶν ὑπόκειται τῷ ἑτέρῳ, ἀλλ’ ἔστι τὸ σημαινόμενον τὸ ἄμφω τῷ αὐτῷ τινι συμβῆναι. καὶ ἡ μὲν ἑτέρα τῶν κατὰ συμβεβηκὸς προτά‐
σεων ἡ ἔχουσα συμβεβηκὸς συμβεβηκότι ἐπιφερόμενον, ἣ καὶ κυρίως ἐστὶ288
in Metaph
.

289

κατὰ συμβεβηκός, ἐστὶ τοιαύτη ὡς μέχρι φωνῆς ὑποτιθέναι τὸ ἕτερον τῷ ἑτέρῳ, καὶ μέχρι δύο συμβεβηκότων τὴν κατηγορίαν ποιεῖσθαι, μετὰ τοῦ μηδὲ γίνεσθαι τὴν τοιαύτην πρότασιν μίαν κυρίως. ἡ δὲ ἑτέρα, ἐν ᾗ συμβεβηκὸς οὐσίας κατηγορεῖται, οὐκ ἔστι τοιαύτη. τὸ γὰρ Σωκράτης
5μουσικός ἐστιν οὐ τοιοῦτόν ἐστιν οἷον τὸ μουσικὸν λευκόν ἐστιν. ὁ γὰρ λέγων ‘Σωκράτης μουσικός ἐστιν‘, οὐ τοῦτο λέγει ὡς ἀμφότερα, καὶ ὁ Σωκράτης καὶ ὁ μουσικός, ἄμφω τῷ αὐτῷ συμβέβηκεν, οἷον τῷ ἀν‐ θρώπῳ· οὐδὲ γὰρ τὴν ἀρχὴν ἐν αὐτῇ δύο ἐστὶ συμβεβηκότα. λαβὼν δὲ ἀμφοτέρους τοὺς τρόπους τῆς κατὰ συμβεβηκὸς κατηγορίας, ἑξῆς ὅτι μηδὲ
10καθ’ ἕτερον τῶν τρόπων ἐπ’ ἄπειρον οἷόν τε γίνεσθαι τὴν κατηγορίαν ὑπομιμνήσκει, καὶ πρῶτον ἐπὶ τῆς ἐχούσης τὴν οὐσίαν τῷ συμβεβηκότι ὑποκειμένην. οὐ γὰρ μόνον οὐχ οἷόν τε ἐπ’ ἄπειρον συντιθέναι τὰ συμ‐ βεβηκότα οἷον Σωκράτους κατηγοροῦντας αὐτά, ἀλλὰ τὴν ἀρχὴν οὐδὲ δύο οἷόν τέ ἐστι λαβεῖν· ἂν γὰρ τῇ ‘Σωκράτης μουσικός ἐστι‘ προστεθῇ τὸ
15λευκὸν ἤ τι ἄλλο συμβεβηκός, οὐκέτι γίνεται ἓν τὸ λεγόμενον, οὐδὲ ἡ πρότασις μία. ἀλλ’ οὐδὲ ἂν ᾖ συμβεβηκὸς ὑποτιθέμενον συμβεβηκότι, οὐδ’ ἐκεῖ ἐπ’ ἄπειρον ἔστι τὴν σύνθεσιν τῶν συμβεβηκότων λαμβάνειν, ὅτι μηδὲ τὴν ἀρχὴν κυρίως τοῦ συμβεβηκότος. τὸ συμβεβηκὸς κατηγορεῖ‐ ται· οὐδὲν γὰρ μᾶλλον τοῦτο ἐκείνου ἢ ἐκεῖνο τούτου ἐστί, καὶ δέδεικται
20ὅτι πλείω συμβεβηκότα ἢ δύο ἐν τῇ τοιαύτῃ προτάσει οὐ συντίθεται. εἰ δὴ διττὸς μὲν ὁ τρόπος τῶν κατὰ συμβεβηκὸς κατηγορουμένων, κατ’ οὐδέ‐ τερον δὲ αὐτῶν οἷόν τε τὰς κατηγορίας ἐπ’ ἄπειρον ποιεῖσθαι τῶν συμ‐ βεβηκότων, οὐδὲ οἷόν τε συμπλέξαι, οὐκ ἂν εἴη ἐπ’ ἄπειρον τοῖς συμβεβη‐ κόσιν ἡ κατηγορία. εἰ δὲ τοῦτο, οὐ πάντα κατὰ συμβεβηκὸς λεχθήσεται.
25εἰ γὰρ δεῖ μέν, εἰ μόναι εἶεν αἱ κατὰ συμβεβηκὸς κατηγορίαι, ἐπ’ ἄπειρον γίνεσθαί τε καὶ λαμβάνεσθαι ἄλλο ἄλλου κατηγορούμενον, μόναι δὲ ἔσον‐ ται, εἰ μὴ εἴη ἐν τῇ οὐσίᾳ κατηγορούμενά τινα (ἀναιρεῖται γὰρ οὕτως ἡ οὐσία), οὐχ οἷόν τε δὲ τοῦτο, δῆλον ὅτι μὴ μόνα τὰ ὡς συμβεβηκότα κατηγορούμενα. τὸ δὲ οἷον τῷ Σωκράτει τῷ λευκῷ ὁμοίως ἕτερόν
30τι συμβεβηκὸς δεικτικόν ἐστι τοῦ μὴ δύνασθαι τοῦ ὑποκειμένου μετὰ τοῦ συμβεβηκότος ὑποτιθεμένου πάλιν συμβεβηκός τι κατηγορεῖν· οὗ αἰτίαν ἀπέδωκεν ὅτι μὴ γίνεταί τι ἓν ἐξ ἁπάντων, τοῦ τε Σωκράτους καὶ τῶν δύο συμβεβηκότων. τὸ δὲ οὐδὲ δὴ τῷ λευκῷ ἕτερόν τι συμβεβηκὸς δεικτικόν ἐστι τοῦ ὅτι μηδὲ τῷ ἄλλο ἄλλου συμβεβηκὸς συμβεβηκότος
35κατηγορεῖν οἷόν τε αὔξεσθαι τὰς τῶν συμβεβηκότων κατηγορίας ἐπ’ ἄπειρον, οὗ τὰς αἰτίας οὗτός τε σαφῶς παρέθετο καὶ ἡμεῖς προειρήκαμεν. μήποτε δὲ ἄμεινον οὕτως ἀκούειν τῆς λέξεως τῆς εἰ δὲ πάντα κατὰ συμβεβηκὸς λέγεται, οὐδὲν ἔσται πρῶτον τὸ καθόλου. εἰ πᾶν,
φησί, κατὰ συμβεβηκὸς κατηγορεῖται, οὐδὲν ἔσται πρῶτον καθόλου, ὃ ἴσον289
in Metaph
.

290

ἂν εἴη τῷ οὐδεμία ἔσται κατηγορία πρώτη τε καὶ καθόλου, τουτέστιν οὐ‐ δεμία ἔσται πρότασις ἄμεσος. τῶν γὰρ προτάσεων τῶν ἐχουσῶν τι τῶν ἐν τῇ οὐσίᾳ τοῦ ὑποκειμένου ὄντων κατηγορούμενον αὐτοῦ πρώτη ἡ ἄμεσος. τὰ γὰρ καθ’ αὑτὰ καὶ ἐν τῇ οὐσίᾳ τινὸς κατηγορούμενα καθόλου
5εἶπε. τῷ μὲν οὖν μηδὲν εἶναι ἐν τῇ οὐσίᾳ κατηγορούμενον ἕπεται τὸ πᾶσαν κατηγορίαν γίνεσθαι κατὰ συμβεβηκός, τῷ δὲ μηδὲν εἶναι ἄμεσον πρότασιν τὸ ἐπ’ ἄπειρον γίνεσθαι τὰς κατηγορίας, ἄλλου πρὸ ἄλλου λαμ‐ βάνεσθαι δυναμένου. δέδεικται γὰρ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς ὅτι εἰ μὴ εἴη ἄμεσος πρότασις, ἐπ’ ἄπειρον αἱ κατηγορίαι προελεύσονται. ἀλλὰ
10μὴν ἀδύνατον ἐν τοῖς κατὰ συμβεβηκὸς κατηγορουμένοις τοῦτο γίνεσθαι, ὅτι μηδὲ τὴν ἀρχὴν οἷόν τε συμβεβηκός τι συμβεβηκέναι συμβεβηκότι. καὶ δοκεῖ μοι μᾶλλον αὕτη ἡ ἐξήγησις τοῖς λεγομένοις ἐφαρμόζειν. εἴη δ’ ἂν συνελόντι ὁ λόγος οὕτως ἅπας ἔχων. εἰ ἐπὶ τοῦ αὐτοῦ ἡ ἀντίφασις ἅμα ἀληθής, οὐδὲν ὡς ἐν τῇ οὐσίᾳ ὂν τοῦ ὑποκειμένου κατηγορηθήσεται, ἀλλὰ
15πάντα κατὰ συμβεβηκός, οὐδὲ ἀμέσως, ἀλλ’ ἐπ’ ἄπειρον αἱ κατηγορίαι τῶν συμβεβηκότων, τῷ μηδὲ τὴν ἀρχὴν συμβεβηκέναι τι συμβεβηκότι· οὐδὲ γὰρ συλλογίσασθαί τι οἷόν τε συμβεβηκὸς δι’ ὅρου μέσου συμβεβη‐ κότος, εἰ μὴ τὸ δεικνύμενον ἐν τῷ συμπεράσματι συμβεβηκὸς τῶν καθ’ αὑτὰ ὑπαρχόντων εἴη τῷ συμβεβηκότι εἰλημμένῳ ὅρῳ μέσῳ· τοιοῦτον
20γὰρ τὸ Σωκράτης περιπατεῖ, πᾶν τὸ περιπατοῦν κινεῖται· τὸ γὰρ κινεῖσθαι ἐν τῇ οὐσίᾳ τοῦ περιπατεῖν. οὐδ’ ἄρα ἡ ἀντίφασις ἐπὶ τοῦ αὐτοῦ. p. 1007b18 Ἔτι εἰ ἀληθεῖς αἱ ἀντιφάσεις ἅμα κατὰ τοῦ αὐτοῦ πᾶσαι. Πιθανῇ ἐπιχειρήσει χρῆται· λέγει γὰρ ἕπεσθαι τῷ λέγοντι ἅμα
25ἀληθεῖς εἶναι τὰς ἀντιφάσεις τὸ ἕκαστον τῶν ὄντων πάντα εἶναι· εἰ γὰρ ἀληθεῖς ἐπὶ τοῦ αὐτοῦ πᾶσαι αἱ ἀντιφάσεις, πάντα ἔσται τὰ αὐτὰ ἀλλήλοις καὶ πάντα ἕν. ὅτι μὲν οὖν πᾶσαι ἐπὶ τοῦ αὐτοῦ αἱ ἀντιφάσεις, ὕστερον δείξει· πρῶτον δὲ δείκνυσι πῶς πάντα ἓν εἶναι ἕπεται ἐκείνῳ τῷ κειμένῳ. εἰ γὰρ ἀληθὲς ἐπὶ τοῦ ἀνθρώπου τὸ μὴ εἶναι ἵππον αὐτὸν μηδὲ τοῖχον
30μηδὲ λίθον μηδὲ τριήρη καὶ πάντα ὅσα οὐκ ἔστιν, συναληθεύουσι δὲ αἱ ἀντιφάσεις, ἔσται ἅμα ὁ ἄνθρωπος καὶ ἵππος καὶ λίθος καὶ τοῖχος καὶ τριήρης καὶ πάντα ὅσα οὐκ ἔστιν, δοθέντος μόνον τοῦ δύνασθαι, καθ’ οὗ τὸ ἕτερον μόριον τῆς ἀντιφάσεως, καὶ τὸ ἕτερον κατηγορεῖσθαι. τὸ δὲ καθάπερ ἀνάγκη τοῖς τὸν Πρωταγόρου λόγον λέγουσιν εἴρηκεν,
35ὅτι ἀνάγκη κατὰ τὴν ἐκείνου δόξαν, λέγοντος πᾶν τὸ φαινόμενον ᾧ φαί‐290
in Metaph
.

291

νεται ἀληθὲς εἶναι, τὴν ἀντίφασιν ἅμα ἐπὶ τοῦ αὐτοῦ ἀληθῆ εἶναι· περὶ γὰρ τῶν αὐτῶν ἀντικείμεναι φαντασίαι γίνονταί τισιν, αἳ εἰ ἀληθεῖς εἰσι κατ’ αὐτῶν, εἴη ἂν κατ’ ἐκεῖνον ἅμα ἡ ἀντίφασις ἀληθὴς ἐπὶ τοῦ αὐτοῦ, ὡς καὶ αὐτὸς δείξει ὀλίγον προελθών. τὸ δὲ εἰ γάρ τῳ δοκεῖ μὴ
5εἶναι τριήρης ὁ ἄνθρωπος, δῆλον ὡς οὐκ ἔστι τριήρης δεικτικὸν μέν ἐστι τοῦ πᾶσαν ἀντίφασιν ἀληθῆ ἐπὶ παντὸς γίνεσθαι· ἤτοι δὲ ἔτι Πρωταγόρου μνημονεύων τὸ δοκεῖ εἶπεν, ἐπεὶ ἐκεῖνος πᾶσαν δόξαν καὶ πᾶσαν φαντασίαν ἔλεγεν ἀληθῆ, ἢ οὐκέτι τοῦτο ὡς περὶ τῆς Πρωταγόρου δόξης λέγει· οὐδὲ γὰρ ἕπεται ὃ λέγει Πρωταγόρᾳ. ἢ οὐ πρὸς ἄλλο τι
10ἐχρήσατο τῷ δοκεῖ ἢ πρὸς τὸ δεῖξαι ἀληθῆ γινομένην τὴν ἀπόφασιν· ὃ δείξας λοιπὸν ὡς ἐκείνοις ἑπόμενον προστίθησι καὶ λαμβάνει ὅτι ἐφ’ οὗ ἡ ἀπόφασις, ἀκολουθήσει ἐπὶ τούτου καὶ τὴν κατάφασιν αὐτοῦ ἐκείνου ἀληθῆ εἶναι, καθ’ οὗ ἅμα ἡ ἀντίφασις ἀληθής· ὃ γὰρ μή ἐστι τριήρης, καὶ τριήρης ἔσται, εἴ γε ἡ ἀντίφασις. οὕτω δὲ ἕκαστον ἂν τῶν ὄντων
15γίγνοιτο πάντα. ἔσεσθαι γάρ φησιν οὕτως τὸ τοῦ Ἀναξαγόρου ἀληθὲς τὸ “ὁμοῦ πάντα χρήματα”· ἀλλὰ κατ’ ἐκεῖνον μὲν ὡς εἰλικρινῶς μηδὲν ἓν εἶναι καὶ τόδε τι, ὃ λέγεται, τῶν πραγμάτων τῷ πάντα λέγεσθαι ἐν πᾶσιν· κατὰ δὲ τοὺς οὕτω λέγοντας τῷ ἕπεσθαι αὐτοῖς τὸ πάντα τὰ αὐτὰ ἀλλήλοις εἶναι λέγειν.
20p. 1007b26 Τὸ ἀόριστον οὖν ἐοίκασι λέγειν, καὶ οἰόμενοι τὸ ὂν λέγειν περὶ τοῦ μὴ ὄντος λέγουσιν. Εἰπὼν ὅτι ἕπεται τοῖς τὴν ἀντίφασιν συναληθεύεσθαι λέγουσι τὸ ἕκα‐ στον τῶν ὄντων πάντα εἶναι καὶ τὸ τοῦ Ἀναξαγόρου, τὸ ὁμοῦ πάντα εἶναι χρήματα, φησὶ τοὺς τοῦτο λέγοντας ἐοικέναι περὶ τῆς ὕλης τὸν λόγον ποι‐
25εῖσθαι. αὕτη γὰρ ἀόριστος τῷ δυνάμει πάντα εἶναι, ἐνεργείᾳ δὲ μηδέν· οὐδὲ γὰρ οἷόν τε ἐνεργείᾳ πάντα εἶναι· ὥστε περὶ τοῦ ὄντος λέγειν βου‐ λόμενοι περὶ τοῦ μὴ ὄντος τὸν λόγον ποιοῦνται. μὴ ὂν γὰρ ὃ δυνάμει μὲν ἔστιν, ἐνεργείᾳ δὲ μή· οὔτε γὰρ ἄνθρωπος ἤδη ὁ δυνάμει τις ἄνθρω‐ πος, οὔτε ἵππος, οὔτε τῶν ἄλλων τι. τοιοῦτον δὲ ἡ ὕλη· δυνάμει γὰρ
30ἕκαστόν ἐστι τῶν ἐξ αὐτῆς γιγνομένων· οὐ γὰρ δὴ δύναταί τι ἐνεργείᾳ εἶναι πάντα. εἶπε δὲ καὶ περὶ τῆς Ἀναξαγόρου δόξης ἐν τοῖς πρώτοις λέγων, ὡς δι’ ὧν ἔλεγε πάντα ἐν πᾶσι μεμῖχθαι τὴν ὕλην ὀνειροπολοῦν‐
τος, ἐνεργείᾳ πάντα τὰ ὄντα εἶναι.291
in Metaph
.

292

p. 1007b29 Ἀλλὰ μὴν λεκτέον γ’ αὐτοῖς κατὰ παντὸς τὴν κατά‐ φασιν ἢ τὴν ἀπόφασιν. Δείξας ἑπόμενον τῷ τὴν ἀντίφασιν συναληθεύειν λέγοντι τὸ οὗ ἡ ἀπόφασις ἐπί τινος ἀληθής, ἐπ’ ἐκείνου καὶ τὴν κατάφασιν αὐτοῦ ἐκείνου
5ἀληθῆ γίγνεσθαι, νῦν δείκνυσιν ὅτι ἀνάγκη αὐτοῖς λέγειν ἐπὶ παντὸς πᾶσαν ἀντίφασιν κατηγορεῖσθαι. τοῦτο δὲ δείκνυσιν, ἐπεὶ ἐνῆν λέγειν αὐτοῖς, ἐφ’ οὗ μὲν τὸ ἕτερον ἀληθὲς μόριον τῆς ἀντιφάσεως, καὶ θάτερον, δύνασθαι δὲ ἐπί τινων μηδέτερον ἀληθὲς εἶναι. ὅτι οὖν ἐξ ἀνάγκης πάσης θάτερον λεκτέον αὐτοῖς ἀληθὲς οὕτως ἀναγκάζει, λαβὼν ἄτοπον καὶ ἄλογον εἶναι
10τὴν μὲν αὐτοῦ τοῦ πράγματος ἀπόφασιν, τὴν ἀναιροῦσαν αὐτὸ ὅ ἐστιν, ἀληθῆ λέγειν εἶναι κατ’ αὐτοῦ, ἐπεὶ καὶ ἡ κατάφασις, τὰς δὲ τῶν ἄλλων πραγμάτων ἀποφάσεις, ἃ μή ἐστιν αὐτό, μηκέτι λέγειν ἀληθεῖς εἶναι. μᾶλλον γὰρ ἡ ἄλλου ἀπόφασις ἀληθὴς κατά τινος ἢ ἡ αὐτοῦ· εἰ γὰρ ἀλη‐ θὲς κατὰ τοῦ ἀνθρώπου τὸ ὅτι οὐκ ἔστιν ἄνθρωπος, πολὺ εὐλογώτερον
15ἐπ’ αὐτοῦ ἀληθὲς λέγειν τό τε οὐκ ἔστιν ἵππος καὶ τὸ οὐκ ἔστι τοῖχος καὶ τὸ οὐκ ἔστι τριήρης, καὶ τὰ ἄλλα ὅσα μή ἐστιν. ἀλλ’ εἰ αἱ ἀπο‐ φάσεις ἀληθεῖς ἐπ’ αὐτοῦ, δῆλον ὡς καὶ αἱ καταφάσεις. πάντα οὖν ἔσται τὸ αὐτό. εἴτε γὰρ τὰς καταφάσεις αὐτῶν θήσει τις ἀληθεῖς εἶναι, ἀκολου‐ θήσει αὐτῷ τὸ καὶ τὰς ἀποφάσεις, εἴτε μὴ ἐκείνας, ἀλλὰ τάς γε ἀπο‐
20φάσεις ἀναγκαῖον διὰ τὰ προειρημένα· εἰ δὲ τὰς ἀποφάσεις, δῆλον ὡς καὶ τὰς καταφάσεις, ἢ τὰς ἀντιφάσεις ἐπὶ τῶν αὐτῶν. p. 1008a2 Ταῦτά τε οὖν συμβαίνει τοῖς λέγουσι τὸν λόγον τοῦ‐ τον, καὶ ὅτι οὐκ ἀνάγκη φάναι ἢ ἀποφάναι. Δείξας διὰ τῆς προειρημένης ἐπιχειρήσεως τὸ πάντα τὰ ὄντα ἓν ἔσε‐
25σθαι, τοῖς προειρημένοις καὶ τοῦτο προστίθησιν ὡς ἑπόμενον τοῖς ἅμα τοῦ αὐτοῦ καὶ τὸ εἶναι καὶ τὸ μὴ εἶναι κατηγοροῦσι καὶ διὰ τοῦτο φάσκουσι συναληθεύεσθαι τὴν ἀντίφασιν, τὸ συμβαίνειν μήτε τὴν ἀπόφασιν μήτε τὴν κατάφασιν ἀληθῆ γίνεσθαι, καθ’ ὧν ἄμφω τὰ ἀντικείμενα. εἰ γὰρ πᾶσα ἀντίφασις ἐφ’ ἑκάστου ἅμα συναληθεύεται, ὥς φασι, καὶ ἅμα ἐπὶ
30τοῦ αὐτοῦ ἀληθὲς καὶ τὸ ἔστιν ἄνθρωπος καὶ τὸ ἔστιν οὐκ ἄνθρωπος· διὰ τοῦτο γὰρ καὶ ἡ ἀπόφασις ἀληθὴς καθ’ οὗ ἡ κατάφασις, διὰ τὸ εἶναι ἐπ’ αὐτοῦ ἀληθῆ καὶ τὴν ἐκ μεταθέσεως κατάφασιν. ἐπὶ γὰρ τοῦ ὄντος οὐκ ἀνθρώπου ἀληθὴς ἡ ἀπόφασις ἡ λέγουσα οὐκ ἔστιν ἄνθρωπος, ἐπεὶ καὶ
τὸ ἔστιν οὐκ ἄνθρωπος· ἐπὶ γὰρ τῶν μὴ ὄντων ὁμοίως ἀληθὴς ἑκατέρα.292
in Metaph
.

293

ἅμα δὲ καὶ τὸ λεγόμενον ὑπ’ αὐτῶν ἦν οὐ μᾶλλον ἄνθρωπος ἢ οὐκ ἄν‐ θρωπος, καὶ ὁμοίως ἐπὶ πάντων τὸ οὐκ ἄνθρωπος τοῦ ἀνθρώπου ἀποφα‐ τικὸν ἐλάμβανον. δοκεῖ δὲ ἡ ἐπιχείρησις αὕτη δεικνύναι ὅτι τὰ λεγόμενα ὑπ’ αὐτῶν ἅμα ἐφ’ ἑκάστου εἶναι ἀληθῆ ὡς ἀντιφάσεις οὐκ ἀντιφάσεις
5εἰσίν, ἀλλ’ ἀμφότεραι καταφάσεις. ὧν καταφάσεων εἰ αἱ ἀποφάσεις ληφ‐ θεῖεν ἀληθεῖς εἶναι, ὡς ἀξιοῦσιν, ἀναιροῖτ’ ἂν τὸ ἐκεῖνα ἔτι ἀληθῆ εἶναι, ὡς ἀξιοῦσιν, ἃ ὡς ἀντικείμενα ἀλλήλοις ἔλεγον ἀληθῆ ἐπὶ τοῦ αὐτοῦ γίνε‐ σθαι. εἰ γὰρ καὶ τὸ ἔστιν ἄνθρωπος καὶ τὸ ἔστιν οὐκ ἄνθρωπος, οὐ τὸ τὴν ἀντίφασιν συναληθεύεσθαι ἀκολουθήσει αὐτοῖς, ἀλλὰ τὸ μήτε τὴν
10κατάφασιν μήτε τὴν ἀπόφασιν ἀληθῆ εἶναι, ἀλλ’ ἀναιρεῖσθαι τὴν ἑκατέρου αὐτῶν φύσιν. εἰ γὰρ ταῦτα ἀληθῆ, ἐφ’ ὧν δὲ αἱ καταφάσεις καὶ αἱ ἀντιφάσεις, εἶεν ἂν καὶ αἱ ἀποφάσεις τούτων ἀληθεῖς πάλιν ἅμα, αἵ εἰσιν ἀναιρετικαὶ τούτων, τῆς μὲν ἔστιν ἄνθρωπος ἡ οὐκ ἔστιν ἄνθρωπος, τῆς δὲ ἔστιν οὐκ ἄνθρωπος, οὔσης καὶ αὐτῆς καταφάσεώς πως (ἐκ μεταθέσεως
15γάρ) ἣν ὡς ἴσην λαμβάνουσι τῇ οὐκ ἔστιν ἄνθρωπος ἀποφάσει, ἡ οὐκ ἔστιν οὐκ ἄνθρωπος. εἰ οὖν τὰ ἀντικείμενα ἅμα ἐπὶ τοῦ αὐτοῦ ἀληθῆ, ὡς ἐκεῖνα τὸ ἔστιν ἄνθρωπος καὶ τὸ οὐκ ἔστιν ἄνθρωπος ἅμα ἦν ἐπὶ τοῦ αὐτοῦ ἀληθῆ, οὕτως καὶ τὰ ἑκατέρῳ ἐκείνων ἀντικείμενα καὶ ἀναιροῦντα αὐτά, τό τε οὐκ ἔστιν ἄνθρωπος καὶ οὐκ ἔστιν οὐκ ἄνθρωπος, ἅμα ἔσται ἐπὶ
20τοῦ αὐτοῦ ἀληθῆ. εἰ μὲν οὖν ὡς δύο ἐκεῖνα ἐλέγετο, καὶ ταῦτα ὡς δύο κατηγορούμενα ἑκατέρου ἐκείνων ὄντα ἀποφάσεις· εἰ δὲ ὡς ἕν τι ἐξ ἀμ‐ φοῖν ἐκείνων ἐγένετο, ὡς ἐβούλοντο, καὶ ταῦτα ὡς ἕν. ἀλλὰ μὴν εἰ ταῦτα ἀληθῆ, ἀναιρετικὰ δέ ἐστι ταῦτα τῆς τε καταφάσεως καὶ τῆς ἀποφάσεως λαμβανομένης, ἀληθὲς ἂν γένοιτο τὸ μηδέτερον τῆς ἀντιφάσεως μέρος ἀλη‐
25θὲς εἶναι, ἀλλ’ οὐ τὰ ἀμφότερα. δύναται τὸ οὐκ ἄνθρωπος οὐ τῆς ἐκ μεταθέσεως καταφάσεως εἶναι δηλωτικόν, ἀλλὰ τῆς οὐκ ἔστιν ἄνθρωπος ἀποφάσεως, ἧς εἴη ἂν ἀπόφασις ἡ οὐχὶ οὐκ ἔστιν ἄνθρωπος· ὡς εἶναι τὸ λεγόμενον, εἰ τὸ ἔστιν ἄνθρωπος καὶ τὸ οὐκ ἔστιν ἄνθρωπος ἅμα ἀληθῆ, καὶ τὰ τούτων ἑκατέρῳ ἀντικείμενα ἔσται καὶ αὐτὰ ἅμα ἀληθῆ κατὰ
30τοῦ αὐτοῦ. ἀλλὰ μὴν ἑκάτερον τῶν ἐκείνοις ἀντικειμένων ἀναιρετικὸν ἦν ἐκείνου ᾧ ἀντέκειτο. ἀληθὲς ἄρα ἔσται τὸ μηδέτερον, μήτε τὴν ἀντί‐ φασιν μήτε μέρος τῆς ἀντιφάσεως, ἀληθὲς ἐπὶ τοῦ αὐτοῦ εἶναι. p. 1008a7 Ἔτι ἤτοι περὶ πάντα οὕτως ἔχει, καὶ ἔσται καὶ λευκὸν καὶ οὐ λευκὸν καὶ ὂν καὶ οὐκ ὄν.
35Ἐκ διαιρέσεως πρόεισιν ὁ λόγος αὐτῷ, δείκνυσι δὲ πάσας τὰς ἐνδεχο‐
μένας λαμβάνων διαιρέσεις, αἷς τὸ ἀκολουθοῦν τὸ εἶναί τινα ὡρισμένα καὶ293
in Metaph
.

294

καταληπτὰ δηλονότι, καὶ οὐχ ὡς βούλονται λέγειν ἐπὶ πάντων οὐδὲν μᾶλ‐ λον τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν. δείξει δὲ φανερῶς ἄτοπά τινα ἑπό‐ μενα. φησὶ γὰρ ἤτοι περὶ πάντων λέγειν αὐτοὺς τὸ οὐδὲν μᾶλλον τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἢ περὶ ἐνίων. τοῦτο δὲ εὐλόγως δόξειεν ἂν
5λέγεσθαι ὑπ’ αὐτῶν, ἐπεὶ ἐπὶ τῆς οὐσίας καὶ τοῦ οἰκείου εἴδους καὶ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων ἔδειξε φανερῶς ἄτοπον ὂν τὸ μὴ εἶναι τοῦτο λέγειν, ἐν ᾧ ἦν αὐτῷ τὸ εἶναι καὶ καθ’ ὃ ἔστιν ἕκαστον τῶν ὄντων ὅ ἐστιν· διὰ τοῦτο γὰρ εἵπετο αὐτοῖς καὶ τὸ πάντα τὰ κατηγορούμενα συμβεβηκότα λέγειν. ἔτι δὲ καὶ ὡς τῇ διαιρέσει ἑπόμενον τίθεται ἐπὶ
10πάντων ἐφ’ ὧν ἡ κατάφασις καὶ ἡ ἀπόφασις, οὐκέτι δὲ ἐφ’ ὧν ἡ ἀπό‐ φασις καὶ ἡ κατάφασις ὁμοίως, ὅθεν ἂν ἄρξηταί τις, ἀκολουθεῖν καὶ ἡ ἀντίφασις. ἀλλ’ εἰ μὴ ἐπὶ πάντων ἡ ἀντίφασις, ἀλλ’ ἔστιν ἐφ’ ὧν μόνη ἡ κατάφασις, ἔσται τινὰ ὡρισμένα τε καὶ καταληπτά, καὶ οὐκ ἔστιν ἐπὶ πάντων οὐδὲν μᾶλλον οὕτως ἢ οὐχ οὕτως· οὐ γὰρ καὶ ἐπὶ τούτων. εἰ δὲ ἐπὶ
15πάντων μὲν ἐφ’ ὧν ἡ κατάφασις καὶ ἡ ἀπόφασις, οὐ μὴν ἐφ’ ὧν ἡ ἀπό‐ φασις καὶ ἡ κατάφασις ἔτι ὁμοίως μηδ’ ἀντιστρέφει, εἴη ἄν τι τῶν μὴ ὄντων καταληπτὸν ὅτι μή ἐστι καὶ βεβαίως οὐκ ὂν καὶ οὐχὶ οὐδὲν μᾶλλον ὂν ἢ μὴ ὄν, εἴ γε ἡ μὲν ἀπόφασις ἀληθὴς ἐπ’ αὐτοῦ, ἡ δὲ κατάφασις οὐκέτι. ὡς γὰρ τῆς καταφάσεως μόνης οὔσης ἀληθοῦς ἐγίνετό τινα ὁμο‐
20λογούμενα καὶ καταληπτά, οὕτω καὶ εἰ ἡ ἀπόφασις πάλιν ἐπί τινων μόνη ἀληθὴς εἴη. p. 1008a16 Καὶ εἰ τὸ μὴ εἶναι βέβαιόν τι καὶ γνώριμον. Ὃ λέγει ἐστίν· εἰ τὸ μὴ εἶναι καὶ ἡ ἀπόφασις βέβαιόν τι καὶ γνώριμον καὶ καταληπτόν, γνωριμωτέρα ἂν εἴη ἡ ἀντικειμένη φάσις τῇ
25ἀποφάσει, τουτέστιν ἡ κατάφασις. οὐ τῇ καταληπτῇ δὲ καὶ ὁμολογου‐ μένῃ εἶναι ἀποφάσει λέγοι ἂν τὴν ἀντικειμένην κατάφασιν γνωριμωτέραν, ἀλλ’ ὅτι καθόλου ἐν ἀντιφάσει κατάληψις μᾶλλον ἂν ἐν καταφάσει εἴη· γνωριμώτερον γὰρ καθόλου τὸ εἶναι τοῦ μὴ εἶναι. γνωριμωτέρα δὲ ἡ κατάφασις τῆς ἀποφάσεως εἴη ἄν, διότι καὶ πρώτη· πρώτη γὰρ ἡ κατά‐
30φασις τῆς ἀποφάσεως, ὡς εἴρηται ἐν τῷ Περὶ ἑρμηνείας. ἔτι τὸ ὂν τοῦ μὴ ὄντος γνωριμώτερον, ὅτι ἐφ’ οὗ ἡ ἀπόφασις ἀληθής, διὰ τὸ γνώριμον αὐτὸ εἶναι ἄλλο τι ὂν καὶ μὴ τοῦτο, ταύτῃ ἀληθής (διὰ τοῦτο γὰρ οὐχὶ καὶ ἡ κατάφασις ἡ αὐτῆς ταύτης τῆς ἀποφάσεως), ὥστε καὶ κατάφασις
ἂν εἴη τις ἐπ’ αὐτοῦ γνώριμος καὶ ἀληθής. εἰ δὲ ὁμοίως ἐπὶ πάντων ἡ294
in Metaph
.

295

ἀντίφασις ἀληθής, καὶ ὅσα ἀποφῆσαι ταῦτα καὶ καταφῆσαι ἀνάγκη καὶ ἀντιστρέφειν, ἤτοι διῃρημέναι ἀπ’ ἀλλήλων αἱ ἀποφάσεις καὶ ἰδίᾳ κατη‐ γορημέναι ἀληθεῖς ὁμοίως εἰσὶν ἀλλήλαις, ἢ ὡς ἰδίᾳ μὲν κατηγορούμεναι καὶ κεχωρισμέναι ἀπ’ ἀλλήλων οὐκ ἀληθεῖς, συντιθέμεναι δὲ ἅμα ἥ τε
5κατάφασις καὶ ἡ ἀπόφασις ἀληθεῖς. τοῦτο γὰρ καὶ τότε ἠξίου ἐρωτῶντός τινος εἰ ἄνθρωπος ὁ Σωκράτης ἐστί, πρὸς ὃ ἀποκρινόμενος ‘ἔστι καὶ οὐκ ἄνθρωποσ‘, ὡς τοῦ μὲν ὅλου ἀληθοῦς ὄντος, ἰδίᾳ δὲ ἑκατέρου οὐκ ἀληθοῦς. ἀλλ’ εἰ μὲν μήτε ἡ κατάφασις μήτε ἡ ἀπόφασις ἀληθὴς ἰδίᾳ λεγομένη, οὐκ ἀληθεύσει ὁ ταῦτα λέγων. τοῦτο γὰρ σημαίνει τὸ οὐ λέγει τε
10ταῦτα. εἰ γὰρ οὐκ ἀληθεύσει ὁ λέγων ταῦτα, οὐδὲ ἔστιν· τῷ γὰρ μὴ εἶναι αὐτὰ οὐκ ἀληθεύσει. οὕτως δὲ οὐδὲν ἔσται, εἰ ἐπὶ παντὸς μήτε ἡ κατάφασίς τινος ἀληθὴς μήτε ἡ ἀπόφασις ἀληθής. μηδενὸς δὲ ὄντος οὐδ’ ἂν ἄνθρωπος εἴη, μὴ ὄντος δὲ ἀνθρώπου οὐδ’ ἂν φθέγγοιτό τις οὐδὲ λέγοι. μὴ γὰρ ὄντων τῶν ἐνεργούντων οὐδ’ ἂν αἱ ἐνέργειαι εἶεν· οὐκ
15ἔσται δὲ τὰ ἐνεργοῦντα, ὅτι μή εἰσιν ἀληθεῖς αἱ καταφάσεις αἱ εἶναι αὐτὰ λέγουσαι. ἔτι ὡς αἱ τῶν ἐνεργούντων καταφάσεις οὐκ ἀληθεῖς, οὐδὲ αἱ τῶν ἐνεργειῶν, οἷον τοῦ βαδίζειν, τοῦ φθέγγεσθαι. ὥστε καὶ κατὰ τοῦτο οὐδὲ ταῦτα ἔσται. ἀλλὰ μὴν οὐδὲ αὐτὸ ἔτι οἷόν τε ἀληθὲς εἶναι τὸ ἐπὶ πάντων ἀληθῆ τὴν ἀντίφασιν εἶναι· κατάφασις γὰρ καὶ τοῦτο, καὶ
20ἔστιν αὐτοῦ ἀπόφασις. καὶ πάντα ἂν εἴη ἓν τοῖς λέγουσιν ἅμα πᾶσαν ἀντίφασιν ἀληθῆ ἐφ’ ἑκάστου συγκειμένην· ᾧ ἀκολουθοίη ἂν καὶ τὸ πάντα τὰ ὄντα ἓν εἶναι. εἰ γὰρ ἐπὶ παντὸς πᾶσα ἀντίφασις ἅμα λεγομένη ἀληθής, πάντα ταὐτά ἐστιν ἀλλήλοις, ὡς ἤδη προεῖπεν· ὡς γὰρ πάντα ταὐτὰ ὑπάρχει τούτοις, καθ’ ὧν ἁπάντων ἡ ἀντίφασις ὁμοίως ἀληθής.
25πῶς δὲ οὐκ ἄτοπον ταὐτὸν λέγειν ἄνθρωπον, θεόν, τριήρη, λίθον, καὶ μὴ ἄνθρωπον, μὴ θεόν, μὴ τριήρη, μὴ λίθον; ἕπεται δὲ ταύτῃ τῇ δόξῃ τὸ διωρικέναι τι· τὸ γὰρ ἰδίᾳ μὲν μήτε τὴν κατάφασιν μήτε τὴν ἀπόφασιν ἀληθῆ λέγειν, ἅμα δὲ ἄμφω ἀληθῆ ὁρίζοντός τινα ἦν. p. 1008a25 Εἰ δὲ ὁμοίως καθ’ ἑκάστου.
30 Ὁ δέ σύνδεσμος ἀντὶ τοῦ γάρ κεῖται. ἔστι γὰρ τὸ ἀκόλουθον· εἰ γὰρ ὁμοίως καθ’ ἑκάστου πᾶσα ἀντίφασις ἀληθής, οὐδὲν ἄλλο ἄλλου διοίσει, οὐδὲν ἔχον ἴδιον. κατ’ ἰδιότητα γάρ τινα τοῖς πράγμασιν ἡ πρὸς ἄλληλα διαφορά, ἣν ἔχει, καὶ 〈ᾧ〉 διαφέρει ἄλλο ἄλλου, τοῦτο ἐφ’ ἑκάστου αὐτῶν ἀληθὲς καὶ ἴδιον ἔσται, καὶ οὐκέτι ἡ ἀπόφασις αὐτοῦ. κἂν διαι‐
35ρούντων καὶ ἰδίᾳ κατηγορούντων τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν ἀμφό‐295
in Metaph
.

296

τερα ὁμοίως ἀληθεύεσθαι λέγωσιν ἐπὶ πάντων, καὶ οὕτως ἀκολουθήσει τὸ πάντα ταὐτὰ ἀλλήλοις τὰ ὄντα εἶναι καὶ ἀδιάφορα. p. 1008a28 Πρὸς δὲ τούτοις ὅτι πάντες ἂν ἀληθεύσαιεν. Ἐξαριθμεῖται καὶ τὰ ἄλλα τὰ ἑπόμενα τῇ δόξῃ ταύτῃ τῇ διῃρημέ‐
5νως τὰς προτάσεις καθ’ ἑκάστου τῶν ὄντων ἀληθεύεσθαι λεγούσῃ· τό τε γὰρ πάντας ἀληθεύειν ἕπεται, εἴ γε πάντες καὶ οἱ καταφάσκοντές τι τοῦ αὐτοῦ καὶ οἱ ἀποφάσκοντες ἀληθεύουσιν. ἀλλὰ καὶ πάντες ἂν ψεύδοιντο, εἴ γε αἱ μὲν καταφάσεις τῶν ἀποφάσεών εἰσιν ἀναιρετικαί, αἱ δὲ ἀποφάσεις τῶν καταφάσεων. τῷ μὲν οὖν ἀληθεύειν τοὺς κατα‐
10φάσκοντας ψεύδεσθαι τοὺς ἀποφάσκοντας ἀνάγκη, τῷ δὲ πάλιν τοὺς ἀπο‐ φάσκοντας ἀληθεύειν ψεύδοιντο ἂν οἱ καταφάσκοντες· ὥστε καὶ οἱ κατα‐ φάσκοντες καὶ οἱ ἀποφάσκοντες ψεύσονται, καὶ πάντες ἀληθεύουσιν. ἔτι εἰ οἱ ψεύδεσθαί τινας λέγοντες ἀληθεύσουσι τῷ καὶ ἰδίᾳ ἑκάτερον μόριον τῆς ἀντιφάσεως λεγόμενον ἀληθὲς εἶναι, ἔσται καὶ ἡ πάντας ψεύδεσθαι λέγουσα
15κατάφασις ἀληθής· ψεύδονται ἄρα πάντες. καὶ αὐτὸς δὲ αὑτὸν ὁμολογεῖ ψεύδεσθαι· εἰ γὰρ ἐφ’ οὗ κατάφασις, ἐπ’ ἐκείνου καὶ ἡ ἀπόφασις, ὁμο‐ λογοῖ ἂν ἀληθῆ εἶναι καὶ τὴν ἀπόφασιν τῆς καταφάσεως τῆς λεγούσης ἅμα τὴν ἀντίφασιν συναληθεύεσθαι, ἥτις ἐστὶν οὐχ ἅμα τὴν ἀντίφασιν συναληθεύεσθαι. ἀλλ’ ἐν τῷ αὐτὴν ὁμολογεῖν ἀληθῆ εἶναι τὴν ἀναιρε‐
20τικὴν οὖσαν ἧς αὐτὸς ἐτίθετο καταφάσεως τῆς λεγούσης τὴν ἀντίφασιν ἅμα εἶναι ἀληθῆ, αὑτὸν ὁμολογεῖ ψεύδεσθαι. p. 1008a30 Ἅμα δὲ φανερὸν ὅτι μηδενὸς πρὸς τοῦτον ἡ σκέψις. Τουτέστιν κοινολογία τε καὶ ζήτησις· οὐδὲν γὰρ λέγει· πρὸς δὲ τὸν μηδὲν λέγοντα οὔτε κοινολογία τις οὔτε ζήτησις περί τινος δύναται γίνε‐
25σθαι. ὅτι δὲ μηδὲν ὁ τοῦτο λέγων λέγει, δῆλον. πᾶς γὰρ ὁ λέγων τι καὶ σημαίνων ὡρισμένον τι σημαίνει, ὥσπερ εἴρηται, ὥστε ὁ μὴ ὡρισμένον τι σημαίνων οὐδ’ ἂν λέγοι τι. ὁ δὲ τὴν ἀντίφασιν ἐπὶ παντὸς λέγων ἅμα ἀληθῆ εἶναι οὐδὲν ὡρισμένον σημαίνει· ὁ ἄρα τὴν ἀντίφασιν ἐπὶ παντὸς ἅμα ἀληθῆ λέγων εἶναι οὐδὲν λέγει. ὅτι γὰρ οὐδὲν λέγει δεικνύς φησιν
30οὔτε γὰρ οὕτως ἔχειν λέγει τὰ πράγματα οὔτε οὐχ οὕτως, δεῖ δὲ οὕτως ἔχειν ἢ μὴ οὕτως ἔχειν. εἰπὼν δὲ λέγειν τοὺς τὴν ἀντίφασιν ἅμα ἀληθῆ λέγοντας ἕκαστον τῶν ὄντων οὕτω τε ἔχειν καὶ οὐχ οὕτως, ἐπήνεγκε καὶ πάλιν γε ταῦτα ἀπόφησιν ἄμφω, ἔτι μᾶλλον δεικνὺς ὅτι οὐδὲν λέγει ὁ τοῦτο λέγων· ἀκόλουθον γὰρ τούτοις λέγει καὶ τὸ μήτε οὕτως μήτε μὴ
35οὕτως· εἰ γὰρ μὴ τοῦτο λέγοιεν, ὁρίζοιεν ἄν τι ἤδη, καὶ οὐκέτι ἂν λέ‐296
in Metaph
.

297

γοιεν ἐπὶ πάντων τὴν ἀντίφασιν, καὶ οὐδὲν μᾶλλον [ἢ] τοῦτο ἢ τὸ ἀντι‐ κείμενον· ἀντίκειται γὰρ τῷ οὕτω τε καὶ οὐχ οὕτως τὸ μήτε οὕτω μήτε οὐχ οὕτως. ὥστε εἰ μὴ τοῦτο λέγοιεν, συγχωροῖεν ἂν ταύτῃ τῇ κατα‐ φάσει καθ’ αὑτὴν ἀληθῆ εἶναι, τῇ οὕτω τε καὶ οὐχ οὕτως ἔχειν ἕκαστον
5τῶν ὄντων λεγούσῃ, καὶ ψευδῆ λέγοιεν ἂν εἶναι τὴν ἀπόφασιν αὐτῆς. εἰ δὲ τοῦτο, ὡρισμένως λέγοιεν ἂν ἤδη τι καὶ κατάληψιν δώσουσιν. p. 1008a34 Ἔτι εἰ ὅταν ἡ φάσις ἀληθής, ἡ ἀπόφασις ψευδής. Ἡ ἐπιχείρησις ᾗ χρῆται φυσικὴ μέν ἐστι καὶ ἀληθής, ἀλλ’ ὡς πρὸς τοὺς τὴν θέσιν ἐκείνην τιθεμένους τὸ ἐν ἀρχῇ αἰτεῖσθαι δόξει· ὃ γὰρ τί‐
10θησιν, ὡς ὁμολογούμενον τοῦτο λαμβάνει, πρὸς ὃ ἡ παρ’ ἐκείνων ἀμφισβή‐ τησις. δυνάμει δὲ αὐτῇ κέχρηται ἤδη δι’ ὧν εἶπε πάντας ψεύδεσθαι. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον· εἰ τῆς καταφάσεως οὔσης ἀληθοῦς ἡ ἀπόφασις ψευδής ἐστιν (ἀλλήλων γάρ εἰσιν ἀναιρετικαὶ αἱ καταφάσεις καὶ ἀποφά‐ σεις), οὐκ ἂν ἐνδέχοιτο ἐπὶ τοῦ αὐτοῦ ἅμα λέγειν τήν τε κατάφασιν ἀλη‐
15θῶς καὶ τὴν ἀπόφασιν περὶ ταὐτοῦ. ἐχρήσατο δὲ τούτῳ ὡς ἐξ αὑτοῦ γνωρίμῳ καὶ ἐναργεῖ καὶ ἐν τῷ Περὶ ἑρμηνείας, ὅτε ἐζήτει περὶ τῆς εἰς τὸ μέλλον ἀντιφάσεως, δι’ ὧν εἶπεν “πρῶτον μὲν γὰρ οὔσης τῆς κατα‐ φάσεως ψευδοῦς ἡ ἀπόφασις οὐκ ἀληθής, καὶ ταύτης ψευδοῦς οὔσης τὴν κατάφασιν συμβαίνει μὴ ἀληθῆ εἶναι.” ὡς γὰρ ὄντος ἐναργῶς ἀτόπου
20τοῦ ταῦτα λέγειν ἐχρήσατο αὐτοῖς. εἰπὼν δὲ ταῦτα ἐπεσημήνατο καὶ αὐτὸς ὅτι δόξει ὁ τοῦτο λαμβάνων, τὸ ἀναιρετικὰς ἀλλήλων εἶναι τήν τε κατάφασιν καὶ τὴν ἀπόφασιν, τὸ ἐν ἀρχῇ λαμβάνειν. ἔθηκεν οὖν τὴν ἐπι‐ χείρησιν καὶ ἐφύλαξεν, ὅτι ἔστι φυσικωτάτη τε καὶ φανερωτάτη· ἐπεσημή‐ νατο δὲ ὅτι τὸ ἐν ἀρχῇ δοκεῖ αἰτεῖσθαι, δεικνὺς δι’ ἐκείνων καὶ διὰ τού‐
25των τὴν ἀτοπίαν τῆς θέσεως καὶ τὴν πρὸς τὰ ἐναργῆ μάχην. p. 1008b2 Ἔτι ἆρα ὁ μὲν ἢ ἔχειν πως ὑπολαμβάνων ἢ μὴ ἔχειν διέψευσται, ὁ δὲ ἄμφω ἀληθεύσει; Ὃ λέγει τοιοῦτόν ἐστιν. πότερον δοκεῖ αὐτοῖς ὁ μὲν εἶναι καὶ ἔχειν οὕτως τὸ πρᾶγμα ὑπολαμβάνων ὡς ἡ κατάφασις λέγει, καὶ ὁ μὴ εἶναι
30καὶ μὴ ἔχειν οὕτως ὡς ἡ ἀπόφασις καὶ αὐτὸς διεψεῦσθαι, ὡς ἑκατέραν τήν τε κατάφασιν καὶ τὴν ἀπόφασιν ἰδίᾳ λεγομένας ψευδεῖς εἶναι, ὁ δὲ ἅμα καὶ ἔχειν αὐτὸ οὕτως καὶ μὴ ἔχειν οὕτως ὑπολαμβάνων ἀληθεύειν, ἢ καὶ ὁ τοῦτο ὑπολαμβάνων διεψεῦσθαι; εἰ μὲν γὰρ οὕτως, δῆλον ὡς ὁρί‐
ζοιεν ἄν τι. εἰ δὲ καὶ τὸν ἰδίᾳ ἑκάτερον ὑπολαμβάνοντα καὶ τὸν ἄμφω297
in Metaph
.

298

ἅμα περὶ τοῦ αὐτοῦ λέγοιεν διεψεῦσθαι, τί ἂν ἔτι εἴη τὸ λεγόμενον ὑπ’ αὐτῶν; ἢ ὅτι τοιαύτη ἡ τῶν ὄντων φύσις, ὁποία τίς ἐστιν, ἐξηγούμενοι περὶ αὐτῆς λέγουσιν, ὡς εἰώθασιν οἱ Ἡρακλείτειοι λέγειν; εἰ γὰρ μηδὲν τούτων ἀληθές, οὐχ ἕξουσιν εἰπεῖν τίς ἡ τῶν ὄντων φύσις, καὶ ὁ ποίαν
5περὶ αὐτῶν ὑπόληψιν ἔχων ἀληθεύει· οὐδὲν γὰρ ὂν ἔσται· καθ’ οὗ γὰρ μηδὲν οἷόν τε κατηγορήσαντας ἀληθεῦσαι, τοῦτο οὐδ’ ἂν εἴη. εἰ δὲ ὁ μὲν τὸ συναμφότερον λέγων ἀληθεύει, ὁ δὲ ἑκάτερον ἰδίᾳ ψεύδεται, ὡρισμένον ἄν τι εἴη καθ’ ἑκάστου· τὸ γὰρ τόδε μὲν ἀληθὲς τόδε δὲ ψεῦδος ὁρίζοντός ἐστι καὶ καταληπτὰ εἶναί τινα λέγοντος. ἀλλ’ εἰ καὶ λέγοιεν φυλασσόμενοι
10τοῦτο, μηδέτερον μὲν ἀληθεύειν, μήτε τὸν ἑκάτερον ἰδίᾳ ὑπολαμβάνοντα τῶν ἀντικειμένων μήτε τὸν ἅμα ἄμφω περὶ τοῦ αὐτοῦ, μᾶλλον μέντοι ἀλη‐ θεύειν τὸν ἅμα ἄμφω ὑπολαμβάνοντα τοῦ ἐκείνως ὑπολαμβάνοντος, ἤδη ἄν τι πάλιν καταλαμβάνοιτο καὶ ὁρίζοιτο· τὸ γὰρ μᾶλλον τοῦτο τούτου ἀληθὲς εἶναι ὁρίζοντός ἐστι καὶ ὁμολογοῦντος ἤδη τινὰ διαφορὰν ἐν τοῖς οὖσιν εἶναι,
15καὶ οὕτω πως αὐτὰ ἔχειν· τοῦτο γὰρ δίδωσιν ὁ λέγων ἄλλο ἄλλου ἀλη‐ θέστερον εἶναι. οὐ γὰρ δὴ καὶ ἡ ἀπόφασις αὐτοῦ ἅμα ἀληθὴς ἡ λέγουσα οὐ μᾶλλον αὐτὸ ἀληθὲς εἶναι· πάλιν γὰρ ἐπὶ τὸ πρῶτον εἰρημένον ἐπάνεισιν ὁ λόγος. τοῦτο γὰρ λέγει διὰ τοῦ εἰ δὲ ὁμοίως πάντες καὶ ψεύδον‐ ται καὶ ἀληθῆ λέγουσι· τοῦτο γὰρ ἕπεται τῷ ἐπὶ παντὸς τὴν ἀντί‐
20φασιν, διά τε τὸ λέγειν αὐτοὺς οὐδὲν μᾶλλον ἀληθεύειν τὸν ὁτιοῦν λέ‐ γοντα ἢ οὐκ ἀληθεύειν, καὶ ψεύδεσθαι ἢ οὐ ψεύδεσθαι, καὶ ὅτι διὰ τὸ εἶναι μὲν τὰ ἀντικείμενα ἀλλήλων ἀναιρετικά, λέγειν δὲ αὐτοὺς ἀμφότερα ἀληθῆ εἶναι. τὸ δὲ εἰ δὲ μηδὲν ὑπολαμβάνοι ἀλλ’ ὁμοίως ἐπήνεγκεν ὡς ἴσον τῷ ἀλλὰ μὴν εἰ μηδὲν ὑπολαμβάνοι, ἀλλ’ ὁμοίως οἴεται καὶ οὐκ
25οἴεται· εἰ γὰρ μὴ οἱ μὲν ἀληθεύουσιν οἱ δὲ ψεύδονται, ἢ οἱ μὲν μᾶλλον ἀληθεύουσιν οἱ δὲ ἧττον, ἀλλ’ ὁμοίως πάντες καὶ οὐκ ἀληθεύουσι καὶ ἀληθεύουσι, ἀντίφασις γὰρ καὶ τοῦτο, † ὅτε εἶπεν ὅτι τῷ τοῦτο λέγοντι οὐδὲ σημῆναί τι ἐνέσται. ἃ γὰρ λέγει ἅμα καὶ οὐ λέγει κατὰ τὴν αὐτὴν θέσιν· εἰ δὲ ὡς λέγοι, οὕτως καὶ ὑπολαμβάνοι, καὶ μηδὲν τῶν ὄντων ἔχειν πως
30ὑπολαμβάνει, ἀλλ’ ὁμοίως οἴεταί τε καὶ οὐκ οἴεται καὶ ὑπολαμβάνει καὶ οὐχ ὑπολαμβάνει περὶ ἑκάστου, ὁ τοιοῦτος οὐδὲν ἂν διαφέροι φυτοῦ, ἅπερ οὐδὲ ὅλως ἔχει τὴν ὑποληπτικὴν δύναμιν τῆς ψυχῆς. μετήνεγκε δὲ ἐπὶ τὰς ὑπολήψεις τὰς ἀντικειμένας ἀπὸ τῶν ἀντιφάσεων τὸν λόγον· φανερώ‐ τερος γὰρ ἐπὶ τούτων ὁ ἔλεγχος καὶ τὸ ἄτοπον ἐναργέστερον· πολλὰ γὰρ
35λέγειν μὲν οἷόν τε, οὐ μὴν καὶ ὑπολαμβάνειν, ὡς εἶπεν ἀρχόμενος τῆς298
in Metaph
.

299

πρὸς τοὺς τῆς θέσεως ταύτης προϊσταμένους ἀντιλογίας. δείξας δὲ ὅτι οὐχ οἷόν τε ἄνθρωπον ὄντα περὶ τὰς ὑπολήψεις οὕτως ἔχειν (φυτοῦ γὰρ τοῦτο, οὐκ ἀνθρώπου ἢ ζῴου λογικοῦ) ἐπιφέρει τὸ δῆλον εἶναι ὅτι μηδεὶς οὕτω διάκειται ἄνθρωπος ὤν, μηδὲ τῶν λεγόντων ταῦτα, ἀλλὰ μέχρι
5λόγου αὐτοῖς ἡ πρόοδος. εἵπετο γὰρ τοῖς οὕτω διακειμένοις καὶ ταύ‐ την τὴν ὑπόληψιν περὶ τῶν πραγμάτων ἔχουσι τὸ μηδὲ πράσσειν τι, ἀλλ’ ὡς φυτοῖς ζῆν. τί γὰρ μᾶλλον περιπατητέον τῷ οἰομένῳ δεῖν περιπατεῖν τοῦ μὴ περιπατητέον, εἰ ἴσαι εἰσὶν αἱ περὶ ἑκάστου ὑπολήψεις, καὶ ἴσον τὸ οἴεσθαι δεῖν ἢ μὴ οἴεσθαι δεῖν ἢ οἴεσθαι μὴ δεῖν; διὰ τί δὲ ἐκκλίνει
10τινὰ καὶ οὐκ ἄττει ἢ εἰς τὸ φρέαρ ἢ εἰς τὸ βάραθρον, εἰ μὴ ὑπόληψιν ἔχει τὸ μὲν φρέαρ εἶναι τὸ δὲ βάραθρον, ἀλλ’ οὐχὶ οὐδὲν μᾶλλον καὶ φρέαρ καὶ μὴ φρέαρ ἡγούμενος ἐμπίπτει, καὶ βάραθρον καὶ μὴ βάραθρον, καὶ πάλιν τὸ μὲν μὴ ἐμπεσεῖν ἀγαθὸν εἶναι, τὸ δὲ ἐμπεσεῖν κακόν, καὶ οὐχ ὅμοια οἴεται εἶναι, ἀλλὰ τὸ μὲν βέλτιον αὐτῶν τὸ δὲ χεῖρον· ἥ τις
15ὑπόληψις ἀναιρεῖ τὸ οὐδὲν μᾶλλον οὕτως ἢ οὐχ οὕτως ἔχειν τὸ πρᾶγμα. εἰ δὲ ὅλως ἐπὶ τῶν αἱρετῶν τε καὶ φευκτῶν ἐλέγχονται, δι’ ὧν πράσ‐ σουσιν, ὡρισμένας ἔχοντες ὑπολήψεις, ἀνάγκη καὶ ἐπὶ τῶν ἄλλων οὕτως ὁμολογεῖν αὐτοὺς ἔχειν, καὶ τόδε μέν τι ὑπολαμβάνειν ἄνθρωπον εἶναι, τόδε δ’ ἄλλο τι καὶ οὐκ ἄνθρωπον, καὶ τόδε μὲν γλυκὺ τόδε δὲ οὐ γλυκύ.
20οὐδὲ γὰρ ἐπὶ τούτων φαίνονται ἐξ ἴσου ἔχοντες· οὐδὲ γὰρ ὑπολαμβά‐ νοντες χρήσιμον αὐτοῖς εἶναι ἐντυχεῖν ἀνθρώπῳ τινὶ ἢ πιεῖν ὕδωρ, ὡς οὐ μᾶλλον τοῦ ἀνθρώπου ὄντος ἀνθρώπου ἢ οὐκ ἀνθρώπου ἢ τοῦ ὕδατος ὕδατος ἢ οὐχ ὕδατος, ἐπί τι ἄλλο, οἷον ἐπὶ λίθον, ἵενται, ἀλλ’ ἐπὶ μὲν τὸ ὕδωρ διψῶντες καὶ πιεῖν δεόμενοι, ἐπὶ δὲ τὸν ἄνθρωπον, ὅταν ἀνθρώπου
25δέωνται, καὶ οὐκ ἐξ ἴσου ἀνθρώπου ἢ ὕδατος δεόμενοι ἐν πᾶσι τοῖς οὖσιν ταῦτα ζητοῦσιν, ἀλλ’ ἐστὶν ἀληθές τε καὶ πρόδηλον ὅτι ἕκαστος τὰ μέν τινα εὐλαβεῖται τὰ δὲ οὔ· κρημνὸν μὲν γὰρ εὐλαβεῖται καὶ φρέαρ καὶ ὅσα λυμαντικά, οὐκ εὐλαβεῖται δὲ τὰ μὴ τοιαῦτα. ὥστε, ὡς ἔοικε, πάντες ὑπολαμβάνουσιν ἔχειν ἁπλῶς, εἰ μὴ περὶ ἅπαντα, ἀλλὰ περὶ τὸ
30ἄμεινον καὶ χεῖρον. πάντας φησὶ καὶ τοὺς λέγοντας ἐπὶ παντὸς τὸ οὐδὲν μᾶλλον καὶ συναληθεύειν τιθεμένους τὴν ἀντίφασιν ἐν ταῖς ὑπολή‐ ψεσιν ἔχειν ἁπλῶς, εἰ καὶ μὴ περὶ πάντα, ἀλλὰ περὶ τὰ βελτίω καὶ χείρω καὶ συμφέροντα καὶ ἀσύμφορα καὶ ὅλως τὰ πρακτά. τὸ δὲ ἁπλῶς ἐστιν ὅτι μὴ ἄμφω τὰ ἀντικείμενα ἡγοῦνται συμφέρειν ἀλλ’ ἁπλῶς θάτερον καὶ
35ὡρισμένως, οὐδὲ ὁμοίως συμφέρειν τε καὶ οὐ συμφέρειν τὸ αὐτό, ἀλλὰ θάτερον αὐτῶν ἁπλῶς· ἢ γὰρ συμφέρειν, ὃ αἱροῦνται, ἢ μὴ συμφέρειν, ὃ φεύγουσιν. ἀγαγὼν δὲ τὸν λόγον ἐπὶ τὰ πράγματα καὶ τὴν περὶ ταῦτα
ὑπόληψιν, διὰ τῶν ἐναργῶν ἔδειξε τοὺς ἐκεῖνα τιθεμένους, ὅτι εἰ καὶ μὴ299
in Metaph
.

300

περὶ παντός ἐστι κατάληψις, ἀλλ’ ἐν τοῖς αἱρετοῖς καὶ φευκτοῖς ὁμολογεῖν αὐτοῖς ἀνάγκη· ἀπραξία γὰρ ἂν ἦν αὐτοῖς περὶ αὐτά, εἰ μὴ ὡρίζοντό τι περὶ αὐτὰ καὶ συγκατετίθεντο τῷ ἑτέρῳ μέρει. p. 1008b27 Εἰ δὲ μὴ ἐπιστάμενοι ἀλλὰ δοξάζοντες.
5 Εἰ δὲ λέγοιεν ἔχειν μέν τινα συγκατάθεσιν καὶ ὑπόληψιν περὶ ταῦτα, ὡς οἱ λέγοντες τῷ φαινομένῳ, δι’ ἃ φαίνεται τοιοῦτον, συγκατατίθεσθαι, ὡς οὐκ ἀληθεῖ ὄντι (ἀσθενῆ γὰρ τὴν ὑπόληψιν εἶναι καὶ οὐ βεβαίαν οὐδὲ ἐπιστημονικήν), οὐ τὴν τῶν πραγμάτων φύσιν αἰτιατέον αὐτοῖς, ἀλλ’ ἐπι‐ μελητέον αὑτῶν καὶ τοῦ γνῶναι τἀληθὲς καὶ ἐπιστήμην ἔχειν προνοητέον·
10ἔνθα γὰρ ἡ ἀσθενὴς κατάληψις, ἐνταῦθα γίνεται καὶ ἡ ἰσχυρά τε καὶ μετ’ ἐπιστήμης. ὁ δὲ ἅπαξ ἄλλα ἄλλων ἡγούμενος εἶναι μᾶλλον αἱρετέα τε καὶ πρακτέα τὸ μὲν εἶναι διαφορὰν ἐν τοῖς οὖσι καὶ ταύτην καταληπτήν τε καὶ γνωστὴν συγκεχώρηκε. τοῦ δὲ μηκέτι βεβαίαν τὴν κατάληψιν ἔχειν αὐτὸν αἴτιον τὸ μὴ ἐπιμελεῖσθαι αὑτοῦ, ὅπως ἔχῃ ἐπιστημονικὴν κρίσιν,
15ᾗ μέτρῳ καὶ κανόνι χρώμενος εἴσεται τὴν τῶν πραγμάτων φύσιν καὶ πρώτην ἐν αὐτοῖς διαφοράν. ὡς γὰρ τῷ νοσοῦντι οὐ τὰ πράγματα αἰτια‐ τέον ὡς οὐδὲν ὑγιεινὸν ἔχοντα, ἀλλ’ ὑγιείας ἐπιμελητέον, ὅπως τοιαῦτα ᾖ αὐτῷ, οὕτως καὶ τοῖς ὑγιαίνουσιν· ὁ γὰρ δοξάζων πρὸς τὸν ἐπιστάμενον οὐχ ὑγιεινῶς πρὸς τὴν γνῶσιν τῆς ἀληθείας διάκειται. ὅτι δὲ οἱ λέγοντες
20τῇ φαντασίᾳ ἀκολουθοῦντες ποιεῖν ἃ ποιοῦσι ψεύδονται, δῆλον ἐκ τοῦ μετὰ τὴν φαντασίαν ζητεῖν τε καὶ βουλεύεσθαι αὐτούς, εἴτε χρὴ ἕπεσθαι τῷ φανταστῷ εἴτε καὶ μή. p. 1008b31 Ἔτι εἰ ὅτι μάλιστα πάντα οὕτως ἔχει καὶ οὐχ οὕτως. Εἰ καὶ συγχωρήσειέ τις, φησίν, αὐτοῖς πάντα καὶ οὕτως καὶ οὐχ
25οὕτως ἔχειν, ἀνάγκη γε διδόναι αὐτοῖς τὸ μὴ ὁμοίως ἕκαστον αὐτῶν καὶ ἐπ’ ἴσης οὕτω τε ἔχειν καὶ οὐχ οὕτως, ἀλλ’ εἶναι ἐν τῇ φύσει τῶν ὄντων τὸ μᾶλλόν τε καὶ ἧττον ὡς εἶναι θάτερον. δῆλον μὲν οὖν καὶ ἐξ ὧν πράσσουσιν· οὐ μὴν ἀλλὰ καὶ παρίστησιν αὐτὸ διά τινων ἐναργῶν. καὶ γὰρ εἰ εἴη συγκεχωρημένον τὸ εἶναι τὰ δύο ἄρτιά τε καὶ οὐκ ἄρτια,
30τουτέστι καὶ περιττά, ἀλλ’ οὐχ ὁμοίως γε οὐδὲ ἐπ’ ἴσης τὸ ἄρτιον αὐτοῖς ὑπάρχει καὶ τὸ περιττόν, οὐδ’ ὁμοίως ἐστὶ τὰ δύο ἄρτια καὶ τὰ τρία,
ἀλλὰ μᾶλλον μὲν τὰ τρία τῶν δύο περιττά, μᾶλλον δὲ τὰ δύο τῶν τριῶν300
in Metaph
.

301

ἄρτια· εἰ γὰρ μὴ ὁμοίως ψεύδεται ὁ τὰ τέσσαρα πέντε ὑπολαμβάνων καὶ ὁ χίλια, ἀλλὰ μᾶλλον μὲν ὁ χίλια, ἧττον δὲ ὁ πέντε. διὰ τούτων συνέστησεν ὅτι ἔστι ψευδὴς δόξα μᾶλλον ἄλλη ἄλλης. εἰ δὲ ἡ ἑτέρα μᾶλλον ψευδής, ἡ ἧττον ψευδὴς ἐγγυτέρω τἀληθοῦς ἂν εἴη. εἰ δὲ τὸ
5μᾶλλον ἀληθές ἐστιν ἐγγυτέρω τἀληθοῦς, εἴη ἂν κἀκεῖνο, λέγω δὲ τὸ ἀληθές, τουτέστι τὸ αὐτοαληθές, οὗ ἐστιν ἐγγὺς τὸ μᾶλλον ἀληθές· τὸ γὰρ ἐγγύς τινος ὂν δῆλον ὡς ὂν τοιοῦτον ἐγγύς· εἰ καὶ μὴ εἴη γνωστόν, ἀλλὰ τό γε εἰδέναι ὅτι μᾶλλόν τί ἐστιν ἀληθὲς καὶ ἧττον ἄλλο ἄλλου καταλαμ‐ βάνοντος καὶ ὁρίζοντός τι τῇ διανοίᾳ, καὶ οὐχὶ οὐ μᾶλλον τοῦτο ἢ τοῦτο
10λέγοντος ἐπὶ πάντων ἀκράτως καὶ ἀδιαφόρως φερομένου. καὶ γὰρ εἰ μὴ εἴη τι ἀληθὲς μηδὲ συγχωροῖεν τοῦτο, ἀλλ’ ἐκεῖνό γε ἀληθὲς καὶ ὁμολο‐ γούμενον τὸ εἶναι ἐν τοῖς οὖσιν ἀληθινώτερόν τι· τὸ γὰρ μᾶλλόν τι εἶναι ἄλλο ἄλλου καὶ ἧττον ἄλλο ἄλλου κεῖται, ὥστ’ οὐκέτ’ ἀληθὲς εἴη τὸ οὐδὲν μᾶλλον ἐπὶ πάντων. ἄκρατον δὲ τὸν τοιοῦτον λόγον εἶπε κατὰ τὸ
15μὴ ἔχειν μεμιγμένον αὐτῷ τὸ μᾶλλον, ἀλλ’ ἐπ’ ἴσης πρὸς πάντα σώζειν βούλεσθαι τὴν ὁμοιότητα. ὃ καὶ αὐτὸς ἐδήλωσε προσθεὶς τὸ καὶ κωλύ‐ οντός τι τῇ διανοίᾳ ὁρίσαι. τὸ δὲ μὴ ἡγεῖσθαι μᾶλλον ἄλλο ἄλλου διαψεύδεσθαι, ὃ δοκεῖ τοῖς ἀπὸ τῆς Στοᾶς, ψεῦδός τε καὶ παρὰ τὰ φαινό‐ μενα· καὶ γὰρ αἱ μοχθηραὶ καὶ διεψευσμέναι κρίσεις οὐκ ἴσαι, ἀλλ’ οὐδὲ
20ἀπὸ ἕξεως ὁμοίας· ὡς γὰρ ὁ τὰ μεγάλα καὶ σφόδρα ὁρατὰ μὴ ὁρῶν τῷ τὰ μικρότατα καὶ ἧττον ὁρατὰ μὴ διορῶντι τὸ μὲν μὴ ὑγιαίνειν τὴν ὁρατικὴν δύναμιν κοινὸν ἔχει, μᾶλλον μέντοι ἀσθενής ἐστιν ἡ δύναμις, ἀφ’ ἧς οὐδὲ τὰ μεγάλα τις ὁρᾶν δύναται, τῆς ταῦτα μὲν ὁρώσης ἐν δὲ τοῖς μικροῖς σφαλλομένης, οὕτως ἔχει καὶ ἐπὶ τῆς δόξης τε καὶ ὑπολή‐
25ψεως. οὐ γὰρ ὅμοιαι καὶ ἴσαι αἱ τῆς ψυχῆς ἕξεις ἀφ’ ὧν τὰ μείζω ταῖς ἀφ’ ὧν τὰ ἐλάττω ἁμαρτάνεται. p. 1009a6 Ἔστι δ’ ἀπὸ τῆς αὐτῆς δόξης καὶ ὁ Πρωταγόρου λόγος, καὶ ὁμοίως ἀνάγκη αὐτοὺς εἶναι ἢ μὴ εἶναι. Τῷ λόγῳ τῷ λέγοντι τὸ αὐτὸ καὶ εἶναι καὶ μὴ εἶναι καὶ διὰ τοῦτο
30ἐπὶ παντὸς τὴν ἀντίφασιν συναληθεύειν τιθεμένῳ τὸν αὐτόν φησιν εἶναι καὶ τὸν Πρωταγόρου λόγον, ὅς ἐστιν ὅτι ἑκάστῳ τὸ φαινόμενον οὕτω καὶ ἔστι καὶ ἔχει· πᾶσα γὰρ φαντασία ἀληθής· διὸ καὶ ἀνάγκη ἀμφοτέρους τοὺς λόγους ἢ ἅμα ἀληθεῖς ἢ ἅμα ψευδεῖς εἶναι. ὅτι δὲ οἱ αὐτοί εἰσι καὶ ἕπεται τῷ ἑτέρῳ ὁ ἕτερος, δείκνυσιν. εἴτε γὰρ τὰ δοκοῦντα πάσῃ
35δόξῃ καὶ πάσῃ φαντασίᾳ ἀληθῆ, ὡς ἐδόκει Πρωταγόρᾳ, ἀνάγκη εἶναι
πάντα ἅμα ἀληθῆ καὶ ψευδῆ, τουτέστιν ἀνάγκη καὶ τὴν ἀντίφασιν εἶναι301
in Metaph
.

302

ἅμα ἀληθῆ. τούτῳ γὰρ ἴσον τὸ ἅμα πάντα εἶναι ἀληθῆ· περὶ γὰρ τῶν αὐτῶν ἀλλήλοις τὰ ἀντικείμενα δοξάζουσιν, ἃ εἰ ἀληθῆ, εἴη ἂν ἅμα ἡ ἀντίφασις ἀληθής. ὅτι δὲ πάσης φαντασίας οὔσης ἀληθοῦς πάντα ἀληθῆ γίγνεται, δῆλον ἐκ τοῦ καὶ τοὺς ὑπολαμβάνοντας τὸ εἶναί τι καὶ τοὺς τὸ
5αὐτὸ τοῦτο ὑπολαμβάνοντας μὴ εἶναι ἀληθεύειν. εἰ δὲ οἱ τὰς ἀντικειμένας ὑπολήψεις περὶ τῶν αὐτῶν ἔχοντες ἅμα ἀληθεύουσι, πάντα ἂν εἴη ἅμα ἀληθῆ· τῶν γὰρ δοξαζόντων οἱ μὲν οὕτως ἔχειν, οἱ δὲ τὸ αὐτὸ τοῦτο οὐχ οὕτως ἔχειν δοξάζουσιν. οὕτω δὲ καὶ ἡ ἀντίφασις ἅμα ἀληθής. εἰπὼν δὲ πάνθ’ ἅμα ἀνάγκη εἶναι ἀληθ, καὶ προσθεὶς τὸ καὶ
10ψευδ, τὸ πῶς καὶ ψευδῆ ἔδειξε διὰ τοῦ πολλοὶ γὰρ τἀναντία ὑπο‐ λαμβάνουσιν ἀλλήλοις, καὶ τοὺς μὴ ταὐτὰ δοξάζοντας ἑαυτοῖς ψευδεῖς νομίζουσιν. εἰ γὰρ οἱ περὶ τῶν τὰ ἀντικείμενα ὑπολαμβανόν‐ των δοξάζοντες ὡς περὶ ψευδομένων ἀληθεύουσι, ψεύδοιντο ἂν ἐκεῖνοι. οὕτω δὲ πάντες ἂν ψεύδοιντο, εἰ ἑκάστῳ τῶν δοξαζόντων περί τινος ἔστι
15τις ὁ τἀναντία δοξάζων, ὃς τὸν μὴ τοιαύτην ἔχοντα τὴν δόξαν ψεύδε‐ σθαι δοξάζει. ὥστε ἀνάγκη τὴν ἀντίφασιν ἅμα εἶναι ἀληθῆ, εἰ οἱ τὰ ἐναντία ἀλλήλοις δοξάζοντες ἀληθεύουσιν. ἀλλὰ καὶ εἰ τοῦτο οὕτως ἔχει, τὸ ἕκαστον τῶν ὄντων εἶναί τε καὶ μὴ εἶναι, τουτέστιν εἰ ἡ ἀντί‐ φασις ἐφ’ ἑκάστου ἀληθής, ἀκολουθεῖ πάλιν τὸ πάντα τὰ δοκοῦντα εἶναι
20ἀληθῆ καὶ πᾶσαν φαντασίαν ἀληθεύειν, ὡς Πρωταγόρᾳ ἐδόκει. καὶ ὅτι γε ἀκολουθεῖ τῷ τὴν ἀντίφασιν ἐφ’ ἑκάστου ἀληθῆ εἶναι τὸ πᾶσαν φαν‐ τασίαν ἀληθῆ εἶναι, δείκνυσι πάλιν οὕτως. τὸ ψεύδεσθαι καὶ ἀληθεύειν ἐστὶν ἐν τοῖς τὰ ἀντικείμενα ἀλλήλοις δοξάζουσί τε καὶ λέγουσι· τὸ γὰρ τῆς καταφάσεως οὔσης περί τινος ἀληθοῦς τὴν ἀπόφασιν τὴν περὶ αὐτοῦ
25τούτου οὗ ἐστιν ἡ κατάφασις δοξάζειν τινά, τοῦτο τὸ ψεύδεσθαι, καὶ τὸ τῆς ἀποφάσεως ἀληθοῦς οὔσης δοξάζειν τινὰ περὶ αὐτοῦ τὴν κατάφασιν. ἐν γὰρ τῷ τὰ ἀντικείμενα δοξάζειν τινὰς περὶ τῶν αὐτῶν τὸ τοὺς μὲν ἀληθεύειν τοὺς δὲ ψεύδεσθαι ἔστιν, 〈ὃ〉 ἀναιρεῖται, εἰ εἴη περὶ παντὸς ἡ ἀντίφασις ἅμα ἀληθής. οὔσης γὰρ πάσης ἀντιφάσεως ἅμα ἀληθοῦς οὐ‐
30δεμία ἂν εἴη δόξα ψευδής· εἰ γὰρ πᾶσα ἀντίφασις ἅμα ἀληθής, καὶ αἱ ἀντικείμεναι περὶ τοῦ αὐτοῦ δόξαι ἅμα ἂν εἶεν ἀληθεῖς· εἰ δὲ αἱ ἀντι‐ κείμεναι ἀλλήλαις δόξαι ἅμα ἀληθεῖς, πᾶσα δόξα ἀληθής· πᾶσα γὰρ δόξα περὶ τοῦ οὕτως ἔχειν ἢ περὶ τοῦ μὴ οὕτως ἔχειν. δείξας δὲ ὅτι ταὐτὰ λέγουσι καὶ ἀντακολουθεῖ ἀλλήλοις τὰ ὑπ’ αὐτῶν λεγόμενα, καὶ τῆς
35αὐτῆς εἰσι διανοίας ἠρτημένοι οἵ τε πᾶσαν φαντασίαν ἀληθῆ τιθέμενοι
καὶ οἱ τὴν ἀντίφασιν συνυπάρχειν λέγοντες, μέλλων πάλιν λέγειν πρὸς τὴν302
in Metaph
.

303

προκειμένην δόξαν καὶ τοὺς οὕτω λέγοντας, φησὶ μὴ δεῖν τῶν αὐτῶν λόγων πρὸς πάντας τοὺς ταῦτα λέγοντας· εἶναι γὰρ αὐτῶν διαφοράν· τοὺς μὲν γὰρ καὶ ὑπολαμβάνειν οὕτως καὶ πεπεῖσθαι ἐκ τοῦ ἀπορῆσαι περὶ τῶν ὄντων εἰς τὸ δοξάζειν οὕτως περὶ πάντων προελθόντας, ὡς καὶ τοῦ μετα‐
5πεισθῆναι δεῖσθαι καὶ διδασκαλίας, ὥς φησιν· εὐίατος γὰρ αὐτῶν ἡ ἄγνοια, ἀλλ’ οὐ βίας τῆς ἐν τοῖς λόγοις καὶ ἀγῶνος καὶ ἐλέγχου δεομένη. καὶ δι’ ἣν αἰτίαν, λέγει· οὐ γὰρ πρὸς τὸν λόγον ἡ ἀπάντησις πρὸς τούτους, ἀλλὰ πρὸς τὴν διάνοιαν, καθ’ ἣν ἀπατηθέντες καὶ παρακρουσθέντες τἀλη‐ θοῦς λέγουσι ταῦτα. διὸ καὶ δυνατὸν μεταπεισθῆναι αὐτούς· ὃ γένοιτ’
10ἂν γνωρίμου τοῦ ἀληθοῦς αὐτοῖς γενομένου. τοὺς δὲ λόγου χάριν λέγειν οὐ πεπεισμένους μὲν οὕτως ἔχειν τὰ πράγματα, παρίστασθαι δὲ τῇ θέσει ταύτῃ φιλονείκως προαιρουμένους, πρὸς οὓς ἐλέγχου φησὶ τοῦ κατὰ τὸν λόγον δεῖν καὶ τοῦ ἐν τῇ φωνῇ καὶ τοῖς ὀνόμασιν, ἐπεὶ μὴ καὶ οὗτοι πε‐ πεισμένοι εἰσίν, ὡς λέγουσιν. ὁ οὖν ἐν τῇ φωνῇ ἔλεγχος ἴασις μόνον
15τούτων, τουτέστι τοῦ ἐν τῇ φωνῇ ἐλέγχου οὗτοι δέονται μόνου· μέχρι γὰρ φωνῆς πρόεισιν αὐτοῖς τὰ λεγόμενα καὶ ὀνόματος καὶ λόγου. ἑξῆς δὲ λέγει πόθεν αὕτη ἡ ὑπόληψις καὶ δόξα ἐλήλυθε τοῖς οὕτως ἡγουμένοις ἔχειν τὰ ὄντα, καὶ οὐ φιλονείκως λέγουσιν ἀλλὰ διὰ τὸ πιστεύειν οὕτως ἔχειν. εἶπε δὲ αὐτοὺς διαποροῦντας, ὅτι ἐκίνησεν αὐτοὺς πρὸς τήνδε τὴν
20δόξαν καὶ τὴν ἀπορίαν εὔλογόν τι φαινόμενον. οὓς καὶ ἰατοὺς εἶπεν εἶναι· ἀπὸ γὰρ αἰσθητῶν φησιν ὁρμωμένους παρακρουσθῆναι τῶν τε τὴν ἀντί‐ φασιν ἅμα ἀληθῆ λεγόντων καὶ τῶν πᾶσαν δόξαν ἀληθῆ τιθεμένων τοὺς διὰ τὸ πεπεῖσθαι ταῦτα οὕτως ἔχειν καὶ λέγοντας. καὶ πρῶτα μὲν λέγει ὑπὸ τίνος παρεκρούσθησαν οἱ ἐπὶ παντὸς τὴν ἀντίφασιν συναληθεύειν λέ‐
25γοντες· ὁρῶντες γὰρ ἐκ τοῦ αὐτοῦ γινόμενα τὰ ἐναντία, προειληφότες δὲ καὶ ὅτι ἀδύνατον γίνεσθαί τι ὅλως ἐκ τοῦ μὴ ὄντος (κοινὴ γὰρ αὕτη ἡ δόξα τῶν περὶ φύσεώς ἐστί τι ἀποφηναμένων), ὑπέλαβον ἀμφότερα τὰ ἐναντία τὸ πρᾶγμα εἶναι. οὐ γὰρ ἂν ἄλλως ἐξ αὐτοῦ δύνασθαι αὐτὰ γίνε‐ σθαι, εἰ μὴ προϋπάρχοντα ἐν αὐτῷ εἴη. καὶ διὰ τοῦτο Ἀναξαγόρας μὲν
30πάντα ἐν πᾶσι μεμῖχθαι λέγει, ἐπεὶ πάντα ἐκ πάντων ἐθεώρει γιγνόμενα, καὶ Δημόκριτος τὸ κενὸν καὶ τὸ πλῆρες μόνα εἶναι λέγων· ἐτίθει γάρ, φησίν, ἄτομα καὶ κενὸν καὶ καθ’ ὁτιοῦν μέρος ἑκάστου τῶν αἰσθητῶν ὁμοίως ἄμφω ἐνυπάρχειν φησίν, ὥστε καὶ τὴν γένεσιν αὐτῶν ἐκκρίσει ἐκ προϋπάρχοντος γίνεσθαι. προσιστορεῖ δὲ ὅτι καὶ ὂν μὲν ἔλεγε Δημόκριτος
35τὸ πλῆρες, μὴ ὂν δὲ τὸ κενόν, ἴσως καὶ ἀτοπίαν τινὰ αὐτοῦ δεικνὺς τῆς δόξης δι’ ὧν ἔλεγεν, εἴ γε τιθέμενος μὴ ὂν εἶναι τὸ κενόν, ἡγούμενος δὲ καὶ μηδὲν γίνεσθαι ἐκ τοῦ μὴ ὄντος, ἐκ τοῦ κενοῦ ἔλεγεν πάντα τὰ
γιγνόμενα οὐδὲν ἔλαττον ἢ ἐκ τοῦ πλήρους εἶναί τε καὶ γίγνεσθαι, λέγων303
in Metaph
.

304

τὸ κενὸν μὴ ὄν· συνεχώρει γὰρ τὴν γένεσιν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι, ὃ φυλασσόμενος μίξει τὴν γένεσιν ὑπελάμβανε γίγνεσθαι. λέγοι δ’ ἂν καὶ πῶς αὐτῷ ὂν μὲν λέγοντι τὸ πλῆρες, μὴ ὂν δὲ τὸ κενόν, ταῦτα δὲ ἐν πᾶσιν ὁμοίως εἶναι ἐξ ὧν γένεσις, εἵπετο ἐφ’ ἑκάστου λέγειν ἀληθῆ τὴν
5ἀντίφασιν τὸ εἶναί τε καὶ μὴ εἶναι· καίτοι οὐκ ἀντίφασις τοῦτο, εἴ γε κατ’ ἄλλο μὲν ἕκαστον ὄν (κατὰ γὰρ τὸ πλῆρες τῶν ἐν αὐτῷ), κατ’ ἄλλο δὲ μὴ ὄν· κατὰ γὰρ τὸ κενόν. ἢ τοῦ ταῦτα ἐν πᾶσιν ὁμοίως με‐ μιγμένα ὄντα ἀντικείμενά τε εἶναι καὶ ἐναντία μηνυτικὰ τὰ ὀνόματα ὄντα, τό τε ὂν καὶ τὸ μὴ ὄν, παρέθετο. πρὸς μὲν οὖν τοὺς διὰ ταῦτα ὑπολαμ‐
10βάνοντάς τε καὶ ἡγουμένους τὴν ἀντίφασιν ἐπὶ παντὸς ἅμα εἶναι ἀληθῆ, μεταπείθοντες αὐτούς, ἀλλ’ οὐ φιλονεικοῦντες οὐδὲ ἐλέγχοντες ἐροῦμεν, φησίν, ὅτι τρόπον μέν τινα ἀληθῆ λέγουσι καὶ ὀρθῶς δοξάζουσι, τρόπον δέ τινα ἀγνοοῦσι. τὸ γὰρ ὂν λέγεται διχῶς, ὁμοίως δὲ καὶ τὸ μὴ ὄν· τοῦ γὰρ ὄντος τὸ μὲν δυνάμει ἐστί, τὸ δὲ ἐνεργείᾳ, ὁμοίως δὲ καὶ τοῦ μὴ
15ὄντος τὸ μὲν οὐδαμῇ οὐδαμῶς ἐστιν, τὸ δὲ τῷ μήπω ἐνεργείᾳ εἶναι μὴ ὂν λέγεται. ἔστι δὲ τοιοῦτον τὸ δυνάμει ὄν· τοῦ γὰρ δυνάμει ὄντος ἐν μεθορίῳ ὄντος τοῦ τε κατ’ ἐνέργειαν ὄντος καὶ τοῦ παντάπασι μὴ ὄντος, καὶ ὄν πως ἐστὶ καὶ μὴ ὄν· καὶ ἐκ τοῦ οὕτως μὴ ὄντος ἡ γένεσις, οὐκ ἐκ τοῦ κυρίως καὶ ἁπλῶς μὴ ὄντος. οὐδέν τε κωλύει τὸ αὐτὸ καὶ εἶναί
20τε καὶ μὴ εἶναι, ὅπερ ἐκεῖνοι λέγουσιν, ἀλλ’ οὐ κατὰ τὸ αὐτὸ οἷόν τε αὐτὸ εἶναί τε καὶ μὴ εἶναι· κατ’ ἄλλο μὲν γὰρ εἶναι, κατ’ ἄλλο δὲ μὴ εἶναι. τὸ γὰρ δυνάμει ὂν ἔστι μὲν ἀλλὰ δυνάμει, οὐκ ἔστι δέ, ὅτι μὴ ἐνεργείᾳ. ὥστε οὐχ ἡ ἀντίφασις ἐπὶ τοῦ αὐτοῦ· δυνάμει μὲν γὰρ λέγειν τὸ αὐτὸ τἀναντία εἶναι οὐδὲν ἄτοπον, ἐνεργείᾳ δὲ ἀδύνατον. καὶ τὸ μὴ
25εἶναι δὲ τῷ εἶναι τὸ αὐτό τι ἐναντίον· ὥστε οὐδὲ ταῦτα οἷόν τε ἅμα ἐνεργείᾳ εἶναι. ἡ γὰρ αὐτὴ ὕλη δυνάμει μὲν τἀναντία ἐστίν, ἅμα δὲ ἐνερ‐ γείᾳ γενέσθαι ταῦτα οὐ δύναται, παρὰ μέρος μέντοι, σώζουσα ἑκάτερον καὶ ὅταν θάτερον ἐνεργείᾳ ᾖ, τῷ δυνάμει εἶναι τἀναντία· οὐδὲ γὰρ ὅτε ἐνεργείᾳ ἔστιν ἤδη τὴν δύναμιν ἀποβέβληκε. πρὸς δὲ τούτοις ἀξιώσομεν,
30φησίν, αὐτοὺς μὴ μόνα ἡγεῖσθαι ὄντα τὰ ἐν γενέσει καὶ φθορᾷ, ἀλλ’ εἶναί τινα καὶ ἀγέννητα καὶ ἄφθαρτα καὶ ἀκίνητα ἐν τοῖς οὖσιν, οἷς οὐκέτ’ ἂν ὑπάρχοι τἀναντία, εἴ γε μηδὲ τὴν ἀρχὴν μεταβάλλει μηδὲ γίνεταί τι ἐξ αὐτῶν· τοιαῦτα δ’ ἂν εἴη τὰ θεῖα. p. 1009a38 Ὁμοίως δὲ καὶ ἡ περὶ τὰ φαινόμενα ἀλήθεια ἐνίοις
35ἐκ τῶν αἰσθητῶν ἐλήλυθεν. Λέγει ὅτι ὥσπερ τῶν λεγόντων ταὐτὸν εἶναι καὶ μὴ εἶναι, τουτέστιν
ἅμα τὴν ἀντίφασιν ἀληθῆ τιθεμένων, τοῖς εὐγνωμονεστέροις, οἳ διὰ τὸ304
in Metaph
.

305

ζητήσαντες ἀπορῆσαι τοῦτο ἔθεντο, αἴτια τῆς ἀπάτης τὰ αἰσθητά τε καὶ ἐν γενέσει καὶ φθορᾷ (ὅτι γὰρ ἑώρων τἀναντία ἐκ τοῦ αὐτοῦ γιγνόμενα), οὕτω, φησί, καὶ ἡ περὶ τὰ φαινόμενα ἀλήθεια, τουτέστι τὸ πᾶσαν φαντασίαν ἀληθῆ λέγειν, τοῖς καὶ αὐτοῖς διὰ τὸ ζητῆσαί τε καὶ ἀπορῆσαι
5τοῦτο θεμένοις ἀπὸ τῶν αἰσθητῶν ἔσχε τὴν αἰτίαν· τὸ μὲν γὰρ ἀληθὲς κρίνεσθαι δεῖν ᾤοντο οὐ πλήθει καὶ ὀλιγότητι τῶν οὕτως δοξαζόντων, ὡς εἶναι τὸ μὲν ὑπὸ τῶν πλειόνων δοξαζόμενον καὶ τὸ τοῖς πλείοσι φαινό‐ μενον ἀληθές, ψεῦδος δὲ τὸ ὑπὸ τῶν ἐλαττόνων καὶ τοῖς ἐλάττοσι φαινό‐ μενον τοιοῦτον· οὐδὲ γὰρ οὐδὲ εἰ πλείους μὲν οἱ νοσοῦντες ὀλίγοι δὲ οἱ
10ὑγιαίνοντες, καὶ ταὐτὸ τοῖς μὲν νοσοῦσι πικρὸν ἐδόκει εἶναι οὖσι πολλοῖς, τοῖς δὲ ὑγιαίνουσι γλυκὺ οὖσιν ὀλίγοις, τὸ τοῖς νοσοῦσι φαινόμενον, ἐπεὶ πλείους ἦσαν, ἐλέγομεν ἂν ἀληθὲς εἶναι, καὶ νοσεῖν μὲν τοὺς ὀλίγους, ὑγιαίνειν δὲ τοὺς πολλούς. p. 1009b4 Ὥστε εἰ πάντες ἔκαμνον ἢ πάντες παρεφρόνουν.
15 Ἐπεὶ οἱ ἀξιοῦντες πλήθει καὶ ὀλιγότητι τὸ ἀληθὲς ἐπικρίνεσθαι καὶ τὸ τοῖς πολλοῖς δοκοῦν τοῦτο ἀληθὲς εἶναι (οὗτοι γὰρ οἱ ὑγιαίνοντες καὶ κατὰ φύσιν ἔχοντες), πιθανῶς περιέτρεψε τὸ εἰ γὰρ οἱ πολλοὶ ὑγιαίνουσι καὶ κατὰ φύσιν ἔχουσιν, εἰ συμβαίη τοὺς πλείστους νοσεῖν ὀλίγους δὲ ὑγιαίνειν, εἶεν ἂν οἱ μὲν νοσοῦντες ὑγιαίνοντες, οἱ δὲ ὑγιαίνοντες νοσοῦντες.
20εἰ δὲ τοῦτο ἄτοπον, οὐ πλήθει καὶ ὀλιγότητι τῶν δοξαζόντων χρὴ κρίνε‐ σθαι λέγειν τἀληθές. ἐπεὶ τοίνυν οὐ πλήθει καὶ ὀλιγότητι δεῖ τὴν κατὰ τὰς φαντασίας ἀλήθειαν κρίνειν, φαίνεται δὲ ταὐτὰ τοῖς μὲν γλυκέα τοῖς δὲ πικρά, ὁποῖα ἑκάστῳ φαίνεται, τοιαῦτα ἑκάστῳ καὶ εἶναι. p. 1009b7 Ἔτι δὲ πολλοῖς τῶν ζῴων ὑγιαίνουσι τἀναντία περὶ
25τῶν αὐτῶν φαίνεσθαι. Τοῖς μὲν γὰρ γλυκέα τινὰ δοκεῖ καὶ ἐδώδιμα, τοῖς δὲ πικρὰ καὶ ἄβρωτα, ὧν καὶ ὁ τῆς ἐλαίας ἐστὶ θαλλός, γλυκὺς μὲν τοῖς νεμομένοις ζῴοις αὐτόν, ἡμῖν δὲ τοῖς ἀνθρώποις πικρός. ἀλλ’ οὐδὲ ἡμῖν αὐτοῖς κατὰ τὴν αἴσθησιν ἀεὶ ταὐτὰ φαίνεσθαι, ἀλλὰ ἄλλοτε ἀλλοῖα, ὧν ἄδηλον
30ποῖα δεῖ λέγειν ἀληθῆ· οὐδὲν γὰρ μᾶλλον ταῦτα ἢ ταῦτα, ἀλλ’ ὁμοίως. δι’ ἣν αἰτίαν φησὶ καὶ Δημόκριτον εἰς τὰς διαφωνίας βλέποντα ταύτας λέγειν ἢ μηδὲν ἀληθὲς εἶναι, ἢ εἰ καὶ ἔστι τι, ἡμῖν ἄδηλον αὐτὸ εἶναι, τῷ ὁμοίως περὶ τὰ ἀντικείμενα ἔχειν τοὺς φανταζομένους αὐτὰ καὶ
δοξάζοντας.305
in Metaph
.

306

p. 1009b12 Ὅλως δὲ διὰ τὸ ὑπολαμβάνειν φρόνησιν μὲν τὴν αἴσθησιν. Καίτοι, φησίν, τῶν αὐτῶν οὐχ ὁμοίως οὔτε πᾶσιν οὔτε τοῖς αὐτοῖς καὶ ἀεὶ δοκούντων. ἀλλὰ ἄλλων ἄλλοις καὶ ἄλλοτε ἀλλοίων τοῖς αὐτοῖς,
5ἡγοῦντο τὸ φαινόμενον ἑκάστῳ ἀληθὲς εἶναι ἐκείνῳ, διὰ τὸ ὑπολαμβάνειν τὴν μὲν φρόνησιν, ἥτις ἐστὶ τῆς ἀληθείας κριτική, τῇ αἰσθήσει τὴν αὐτὴν εἶναι, τὴν δ’ αἴσθησιν ἀλλοίωσιν εἶναι· τὴν γὰρ διὰ ταύτης ἀντίληψιν γίγνεσθαι ἀλλοιουμένης ὑπὸ τῶν αἰσθητῶν. ὅπως γὰρ ἂν ἡ αἴσθησις πάσχῃ, οὕτως ἔχειν καὶ τὰ αἰσθητὰ τὰ διατιθέντα φασὶν αὐτήν. διὰ τοῦτο
10τὸ φαινόμενον ἑκάστῳ κατὰ τὴν αἴσθησιν ἀληθὲς ἐξ ἀνάγκης εἶναι ἔθεντό τε καὶ ἀπεφήναντο· ἀληθὲς μὲν γὰρ εἶναι τὸ τῇ φρονήσει δοκοῦν, τὴν δὲ φρόνησιν τῇ αἰσθήσει ταὐτὸν εἶναι· διὸ ἀληθὲς εἶναι τὸ τῇ αἰσθήσει φαινόμενον. καὶ ὅτι γε τὴν αἴσθησιν φρόνησιν ἐνόμιζόν τε καὶ ἔλεγον εἶναι, δείκνυσιν ἑξῆς. διὰ γὰρ ταύτην τὴν ὑπόληψιν καὶ Ἐμπεδοκλέα καὶ
15Δημόκριτον, καὶ ὅσοι ἄλλοι τούτοις ταὐτὰ λέγουσιν, ἐπὶ τοῦτό φησιν ἐλθεῖν, ὅτι ᾤοντο τὸ φρονεῖν τῷ αἰσθάνεσθαι ταὐτὸν εἶναι, τὴν δὲ φρόνησιν τἀλη‐ θοῦς εἶναι γνωστικήν. ὃ δείκνυσιν οὕτως αὐτοὺς ὑπολαμβάνοντας, Ἐμπε‐ δοκλέα μὲν δι’ ὧν ἔλεγε “πρὸς παρεὸν γὰρ μῆτις ἐναύξεται ἀνθρώποισι,” τουτέστι πρὸς τὸ παρὸν γὰρ καὶ τὸ φαινόμενον ἡ φρόνησις γίνεται καὶ ἡ
20τοῦ ἀληθοῦς κατάληψις τοῖς ἀνθρώποις (μῆτις γὰρ ἡ φρόνησις)· τοῦτο γὰρ ἴδιον αἰσθήσεως. ἐξηγήσατο δὲ αὐτὸς τὰ εἰρημένα διὰ τῶν ἐπῶν προειπὼν καὶ γὰρ Ἐμπεδοκλῆς μεταβάλλοντας τὴν ἕξιν μεταβάλ‐ λειν φησὶ τὴν φρόνησιν. τὸ δὲ αὐτὸ τοῦτο σημαίνει καὶ ὃ ἑξῆς παρατίθεται, τὸ “ὅσον ἀλλοῖοι μετέφυν, τόσον ἄρ σφισιν αἰεὶ καὶ τὸ
25φρονεῖν ἀλλοῖα παρίσταται.” ὃ γὰρ λέγει ἐστὶν ἤτοι ὅτι ὡς 〈ἂν〉 ἀλλοιω‐ θῶσιν, ὃ γίνεται ὑπὸ τῶν αἰσθητῶν, οὕτως καὶ φρονοῦσί τε καὶ δοξάζου‐ σιν, ἢ ὅτι ὡς ἂν ἕξεως ἔχωσι, καθ’ ἣν ἕξιν καὶ τὸ αἰσθάνεσθαι αὐτοῖς οὕτως ἢ οὕτως ἕπεται, οὕτως καὶ φρονοῦσι περὶ τοῦ πράγματος. καὶ Παρμενίδην δὲ ταῦτα δείκνυσι δοξάζοντα δι’ ὧν φησιν “ὡς γὰρ ἕκαστος
30ἔχει κρᾶσιν μελέων πολυκάμπτων, ὣς νοῦς ἀνθρώποισι παρίσταται.” καὶ γὰρ οὗτος διὰ τούτων λέγει ὅτι ὡς ἂν ἔχῃ κράσεως τὸ σῶμα καὶ ἕξεως ἑκάστῳ, οὕτω καὶ τὸ φρονεῖν ἀκολουθεῖ, ὡς ἀκολουθούσης τῆς φρονήσεως τῇ τοῦ σώματος κράσει τε καὶ ἀλλοιώσει, ἥτις ὑπὸ τῶν αἰσθητῶν γίνεται. ᾧ ταὐτό φησιν εἶναι τὸ εἰρημένον καὶ αὐτὸ ὑπὸ Παρμενίδου· τῷ γὰρ
35προειρημένῳ τῷ ‘ὡς γὰρ ἕκαστος ἔχει κράσεως μελέων πολυκάμπτων,‘
ὃ αὐτὸς εἶπε, τὸ αὐτὸ εἶναι καὶ ὃ πάλιν λέγει διὰ τοῦ ‘ὅπερ φρονέει306
in Metaph
.

307

μελέων φύσις καὶ πᾶσι καὶ παντί· τὸ γὰρ πλέον λέγεται νόημα‘· ὡς γὰρ τοῦ φρονεῖν ἠρτημένου τῆς σωματικῆς κράσεως καὶ ἀεὶ κατὰ τὸ πλεονάζον καὶ ἐπικρατοῦν ἐν τῇ σωματικῇ διαθέσει αὐτοῦ γενομένου. ὅτι δὲ καὶ Ἀναξαγόρας ἦν ἐπὶ ταύτης τῆς δόξης, δηλοῖ δι’ ὧν παρατίθεται ὡς ἀπο‐
5φθέγματος αὐτοῦ τινος σωζομένου, ὃ πρὸς τοὺς ἑταίρους ἔλεγε· τὸ γὰρ λέγειν ἑκάστῳ τοιαῦτ’ ἔσεσθαι ὁποῖα ἂν ὑπολάβοι, τιθέντος ἦν τὸ πᾶσαν δόξαν ἀληθῆ εἶναι, καὶ ὁποῖα φαίνεται εἶναι, τοιαῦτα καὶ εἶναι. προσάγει δὲ καὶ τὸν Ὅμηρον ταύτῃ τῇ δόξῃ τῇ ταὐτὰ ἡγουμένῃ τό τε φρονεῖν καὶ τὸ αἰσθάνεσθαι καὶ πᾶσαν δόξαν ἀληθῆ εἶναι. ὁ γὰρ τὸν Ἕκτορα λέγων
10ἀλλοφρονεῖν ὑπὸ τῆς πληγῆς ἐξεστῶτα φρονεῖν μὲν λέγει, ἀλλοῖα δέ, ὡς οὐδὲν ἧττον φρονήσεως οὔσης καὶ τῆς τοῦ ἐξεστῶτος. εἰ δὲ φρονοῦσι καὶ οἱ παραφρονοῦντες, τὸ δὲ φρονεῖν τὸ τὰ ἀληθῆ γινώσκειν ἐστί, εἶεν ἂν καὶ οἱ παραφρονοῦντες ἀληθῆ γινώσκοντες, ἀλλ’ ἕτερα τῶν μὴ παρα‐ φρονούντων. ὥστε τὰ ὄντα ἂν ἅμα οὕτως τε καὶ οὐχ οὕτως ἔχοι. ἀπο‐
15ρήσας δὲ ταῦτα καὶ ἐκθέμενος τῶν ἀρχαίων τὰς δόξας, ἃς εἶχον περὶ τῆς τῶν ὄντων κρίσεως καὶ τῆς τἀληθοῦς καταλήψεως, ἐπιφέρει ὅτι ἐκ ταύτης τῆς τῶν ἀνδρῶν διαφωνίας χαλεπώτατόν τι καὶ ἀτοπώτατον συμβαίνει. εἰ γὰρ οὓς μάλιστα ἐνδέχεται τἀληθὲς ἑωρακέναι (οὗτοι δέ εἰσιν οἱ περὶ τὴν εὕρεσιν τούτου μάλιστα καταγινόμενοι καὶ τοῦτον τοῦ βίου τοῦ αὐτῶν
20σκοπὸν καὶ τέλος πεποιημένοι), οὗτοι ταύτας περὶ αὐτοῦ τὰς δόξας ἔχουσι καὶ ταῦτα ἀποφαίνονταί τε καὶ δοξάζουσι περὶ τῆς ἀληθείας καὶ τῆς γνώ‐ σεως τἀληθοῦς, πῶς οὐκ ἄξιον ἀθυμεῖν τοὺς προσιόντας φιλοσοφίᾳ; ἐοί‐ κασι δὲ προσιέναι πράγματι τοσούτῳ ὁποῖόν ἐστι τὸ τὰ πετόμενα διώκειν βούλεσθαι. ὡς γὰρ ἐκεῖνοι οὐκ ἂν ἕλοιεν ἐκ ποδῶν διώκοντες τὰ πετό‐
25μενα, διὸ καὶ ἀδυνάτοις ἐπιχειροῦσιν, οὕτω καὶ οἱ φιλοσοφίᾳ προσιόντες ἀδυνάτῳ καὶ ἀκαταλήπτῳ δοκοῦσι προσιέναι πράγματι, εἴ γε φιλοσοφία μὲν ἐπαγγέλλεται τὴν τῶν ὄντων γνῶσιν καὶ τὴν τῆς ἐν αὐτοῖς ἀληθείας κατά‐ ληψιν, ἡ δὲ τῶν ὄντων γνῶσίς τε καὶ κατάληψις οὕτως ἄπορος, ὡς δη‐ λοῦσιν οἱ μάλιστα πραγματευσάμενοι περὶ αὐτῶν. εἰπὼν δὲ ταῦτα αὐτὰ
30καὶ ἐπιστήσας ἡμᾶς ὡς οὐ τῷ τυχόντι προσιόντας πράγματι, ἑξῆς πειρᾶ‐ ται τὴν αἰτίαν λέγειν τῆς πλάνης τῶν ταὐτὸ μὲν τὸ φρονεῖν καὶ τὸ αἰσθά‐ νεσθαι δοξαζόντων, ἡγουμένων δὲ πᾶσαν δόξαν καὶ φαντασίαν ἀληθῆ, ἧς δόξης ἦν Πρωταγόρας· ἔδειξε δὲ καὶ Ἐμπεδοκλέα καὶ Παρμενίδην καὶ Δημόκριτον καὶ Ἀναξαγόραν ἐλθόντας ἐπὶ τοῦτο. ἦν μὲν γὰρ πρόθεσις
35αὐτοῖς τὴν ἐν τοῖς οὖσιν ἀλήθειαν θεωρῆσαι, ὑπέλαβον δὲ εἶναι μόνα τὰ307
in Metaph
.

308

αἰσθητά, ἐν οἷς ἡ τοῦ ἀορίστου φύσις πολλή, τουτέστιν ἡ τῆς ὕλης (ἀόριστον γὰρ τὴν ὕλην λέγει) καὶ ἡ τοῦ οὕτως ὄντος ὡς προείπομεν, τουτέστι δυνάμει, ὃ τρόπον μέν τινα ἔστι, τρόπον δέ τινα οὐκ ἔστι, τῷ ἐν μεθορίῳ τοῦ τε κυρίως ὄντος εἶναι (τοῦτο δέ ἐστι τὸ ἐνεργείᾳ ὄν) καὶ
5τοῦ μηδ’ ὅλως ὄντος. διὸ εἰκότα μὲν λέγουσι· τοὺς γὰρ περὶ τῶν οὕτως ὄντων λέγοντας εἰκός ἐστι τοιαῦτα λέγειν ὡς μηδὲν αὐτῶν ὡρισμένως τόδε τι εἶναι λέγειν· οὐ μὴν ἀληθῆ περὶ τῶν ὄντων λέγουσιν· οὐ γὰρ πάντα τὰ ὄντα τοιαῦτα, οὔτε τὰ αἰσθητὰ κατὰ πάντα ἀεὶ ῥεῖ καὶ μετα‐ πίπτει συνεχῶς, ἀλλὰ καὶ ἐν τούτοις τὸ εἶδος μένει τε καὶ ἠρεμεῖ τῆς
10ὑποκειμένης ὕλης ῥεούσης. οὕτως γάρ, φησίν, ἁρμόζει μᾶλλον περὶ αὐτῶν λέγειν, ὅτι εἰκότα μὲν λέγουσιν, οὐκ ἀληθῆ δέ, ἢ ὥσπερ Ἐπίχαρμος εἰς Ξενοφάνην, ὡς Ἐπιχάρμου τοῦ τῆς κωμῳδίας ποιητοῦ εἰς Ξενο‐ φάνην βλασφημότερά τινα καὶ ἐπηρεαστικὰ εἰρηκότος, δι’ ὧν εἰς ἀμαθίαν τινὰ καὶ ἀγνωσίαν τῶν ὄντων σκώπτων διέβαλεν αὐτόν. ταύτην δὲ [τήνδε]
15τὴν φύσιν τὴν αἰσθητήν τε καὶ ἔνυλον αἰτίαν φησὶ γίνεσθαι τοῦ φῆσαί τινας ἀκατάληπτον τἀληθὲς εἶναι, καὶ παρατίθεται διὰ μέσου τήν τε δόξαν αὐτῶν, καὶ ἀντιλέγει πρὸς αὐτήν· ἐπεὶ γὰρ ἑώρων κινουμένην τε καὶ με‐ ταβάλλουσαν τὴν τοιαύτην φύσιν κατὰ τὴν ὕλην συνεχῶς, κατὰ δὲ τοῦ μεταβάλλοντος καὶ μεταπίπτοντος οὐδὲν δυνάμενον ἀληθεύεσθαι ὅτε μετα‐
20βάλλει, τῷ μεταπῖπτον αὐτὸ μὴ μένειν ἐπὶ τῆς αὐτῆς φύσεως, ὑπέλαβον, εἴ γε τοιοῦτον εἴη οἷον ἀεὶ μεταβάλλειν καὶ μηδέποτε μένειν, μηδέποτε δύνασθαι περὶ αὐτοῦ τινα ἀληθῆ εἰπεῖν ὡρισμένως. τοιαῦτα δὲ εἶναι τὰ αἰσθητά τε καὶ ἔνυλα (ῥεῖν γὰρ συνεχῶς καὶ μηδέποτε ταὐτὰ ὑπομένειν), ἃ καὶ μόνα εἶναι ἡγοῦντο. ἀπὸ γὰρ τῆς περὶ τῶν ὄντων τοιαύτης ὑπο‐
25λήψεως προῆλθέ τε καὶ ἐξήνθησεν ἡ Ἡρακλείτου δόξα καὶ ἡ Κρατύλου, ὃς ἑταῖρος μὲν ἐγένετο Ἡρακλείτου, προσεπέτεινε δὲ τῇ ἐκείνου δόξῃ, ἀίδιον καὶ ἀδιάλειπτον τὴν ἐν τοῖς οὖσι ῥύσιν τε καὶ μεταβολὴν ἡγούμενος εἶναι, ὡς καὶ τῷ διδασκάλῳ Ἡρακλείτῳ εἰπόντι ἐπιτιμᾶν μὴ οἷόν τε δὶς τῷ αὐτῷ ποταμῷ ἐμβῆναι διὰ τὴν ῥύσιν, εἰκάζοντι πάντα ῥέοντι ποταμῷ·
30οὐ γὰρ μόνον αὐτὸς ἔλεγεν οὐ δίς, ἀλλ’ οὐδ’ ἅπαξ οἷόν τε εἶναι τῷ αὐτῷ ποταμῷ ἐμβῆναι. οὗτος οὐδὲ λέγειν τι ᾤετο δεῖν ὡς μηδὲν ὑπομένον τὴν τοῦ λέγοντος κατηγορίαν· φθάνειν γὰρ τὴν ὑποκειμένην φύσιν, περὶ ἧς ὁ λόγος, διὰ τὴν συνεχῆ ῥύσιν τὸν περὶ αὐτῆς λεγόμενον λόγον ἀλλοιουμένην καὶ ἄλλην γιγνομένην, ὡς μὴ εἶναι συμφωνοῦν ποτε αὐτῇ τὸ λεγόμενον
35περὶ αὐτῆς. ἠξίου δὲ καὶ τῷ δακτύλῳ δεικνύναι τὸ ὑποκείμενον μόνον, μὴ λέγοντά τι λίθον ἢ ξύλον ἢ χρυσὸν ἢ ἄλλο· ταῦτα μὲν γὰρ οὐχ ὑπο‐ μένειν διὰ τὴν ἀλλοίωσιν καὶ τὴν κατ’ οὐσίαν μεταβολήν, τὸ μέντοι
δεικνύμενον τῷ δακτύλῳ εἶναι τοῦτο ὅ τι ποτὲ καὶ τύχοι ὂν ὅτε δείκνυται.308
in Metaph
.

309

ἐροῦμεν δὴ καὶ πρὸς τούτους, φησί, τοὺς διὰ τούτων τὴν ἀκαταληψίαν εἰσ‐ άγοντας, ὅτι τὸ μὲν μεταβάλλον ὅτε μεταβάλλει εὔλογόν πως καὶ ἀληθές ἐστιν ὑπολαμβάνειν αὐτοὺς μὴ εἶναι καθὸ μεταβάλλει, ἐπεὶ μήτ’ ἔτι τοῦτό ἐστιν ὃ ἦν, μήτε πω τοῦτο εἰς ὃ μεταβάλλει ἤδη. καίτοι καὶ αὐτὸ [εἰς ὃ
5μεταβάλλει] ἀμφισβήτησιν ἔχει τινά· καὶ γὰρ τὸ ἀποβάλλον τι ἔχει τοῦ ἀποβαλλομένου τι ἔτι· ἀποβεβλήκει γὰρ ἂν αὐτὸ καὶ οὐκ ἀποβάλλον ἔτι ἦν, ὥστε εἴη ἄν. ὁμοίως καὶ τοῦ γιγνομένου δὴ ἀνάγκη τι εἶναι· οὐδέπω γὰρ ἂν ἦν γινόμενον τοῦτο ὃ γίνεσθαι λέγεται. καὶ γὰρ εἰ μηδέ‐ πω τοῦτό ἐστιν ὅ ἐστι γινόμενον, ἀλλ’ ἔστι τι ἤδη αὐτό, δι’ ὃ γενέσθαι τοῦτο
10λέγεται καὶ οὐκ ἄλλο τι· ὥστε καὶ τὸ γινόμενον εἴη ἄν τι. καθόλου τε εἴτε φθείρεταί τι, ἀνάγκη τι ὂν εἶναι· εἴτε γὰρ ἡ φθορὰ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὄν ἐστι μεταβολή, τὸ φθειρόμενον καὶ μήπω ἐφθαρμένον ἀνάγκη τι εἶναι· εἰ γὰρ μηκέτι ἦν, οὐκ ἂν ἐφθείρετο· ἀλλὰ καὶ εἰ γίγνεταί τι, ἐπεὶ πᾶν τὸ γιγνόμενον ἔκ τινος ὑποκειμένου γίγνεται (οὐ γὰρ δὴ ἐκ τοῦ μη‐
15δενός), ἀλλὰ καὶ ὑπό τινος (οὐ γὰρ δὴ ἀναιτίως), δεῖ ταῦτα δηλονότι εἶναι· οὐ γὰρ ἂν ἄλλως γένοιτό τι. καὶ τοῦτο μὴ εἶναι ἐπ’ ἄπειρον, μήτε πάλιν καὶ τὸ ἐξ οὗ γίγνεται τὸ γιγνόμενον καὶ ὑφ’ οὗ, ταῦτα γίγνε‐ σθαι, καὶ διὰ τοῦτο λέγειν μηδὲ ταῦτα εἶναι· οὐδὲ γὰρ ἂν γίγνοιτό τι κατὰ τὴν ἀρχήν, εἰ ἐπ’ ἄπειρον εἴη ἡ γένεσις ἄναρχος οὖσα, ὡς καὶ ἐν τῷ
20Α τῷ ἐλάττονι ἐδείχθη. ὃ γὰρ οὐκ ἔχει ὑποκείμενον, οὐκ ἂν γένοιτο· οὐκ ἔχει δὲ ὑποκείμενον ὅτε ἔτι γίγνεται τὸ ὑποκείμενον· γίγνεται δὲ ἔτι πᾶν, ὅταν ἐπινοηθῇ ἐπ’ ἄπειρον ἡ γένεσις τοῦ ὑποκειμένου. εἰ γὰρ δεῖ μὲν ὑποκειμένου τινός, ἐξ οὗ τὸ γιγνόμενον ἔσται, τοῦτο δὲ μὴ ἔστιν ἀλλ’ ἔτι γίγνεται, οὐκ ἂν τοῦτο γίγνοιτο ὃ πρὸς τὸ γενέσθαι ὑποκειμένου ἐκείνου
25δεῖται· τὸ γὰρ ὑποκείμενον ὄν τι. ἀλλ’ οὐδὲ ἐκεῖνο γίνοιτο ἄν, εἰ δεῖ μὲν καὶ ἐκείνῳ ὑποκειμένου τινός, μήπω δὲ ἐκεῖνο ἔστι διὰ τὸ γίνεσθαι ἔτι. οὕτως δὲ οὐδὲν ἔσται γινόμενον, εἰ μὴ εἴη· μεταβάλλοντος γὰρ καὶ ἡ ῥύσις καὶ ἡ μεταβολή. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ γεννῶντός τε καὶ ποιοῦντος. εἰ γὰρ δεῖ μὲν τὸ γεννώμενον ὑπό τινος γεννᾶσθαι, ἐκεῖνο δὲ
30μὴ εἴη ἀλλ’ ἄρτι γεννῷτο, οὐκ ἂν ἤδη τοῦτο γεννῷτο † ᾧ τὸ ὑποκείμενον δεῖ γεννηθῆναι ὄντος ἤδη· εἰ γὰρ γεννᾶται, οὐδέπω ἔστιν. οὕτως δὲ εἰς ἄπειρον προϊόντων οὐδὲν ἂν ὅλως εἴη γεννώμενον. δείξας δὲ ὅτι εἴτε φθείροιτό τι εἴτε γίγνοιτο, ἀνάγκη καὶ ὄν τι ἤδη εἶναι, ὃ μήτε φθείρεται ἅμα ἐκείνῳ μήτε γίγνεται, ὥστε καὶ τοῖς τὴν συνεχῆ μεταβολὴν καὶ
35ῥύσιν τε καὶ φθορὰν αἰτιωμένοις ἀναγκαῖον, εἰ ταῦτα ἔμελλον αὐτοῖς ἔσε‐
σθαι ἀληθῆ, καταλιπεῖν τινα καὶ ὄντα, φησὶν ἀλλὰ ταῦτα παρέντες309
in Metaph
.

310

ἐκεῖνα λέγωμεν. τοῦτο δὲ ποιεῖ, ἐπεὶ εἶπεν ὅτι τὸ μεταβάλλον, ὅτε μεταβάλλει, ἔχει τινὰ αὐτοῖς ἀληθῆ λόγον μὴ οἴεσθαι εἶναι, πρόκειται δὲ αὐτῷ τοὺς διὰ τὰς προειρημένας αἰτίας τε καὶ ἀπορίας ἐπὶ τὴν δόξαν ταύτην ἐλθόντας οὐ βιάζεσθαι ἀλλὰ πείθειν· διὰ γὰρ τοῦτο τοὺς μὲν ἀγω‐
5νιστικωτέρους τῶν λόγων καὶ προτροπὴν ἔχοντας παραιτεῖται ἐπὶ τούτων (ἔφθακε δὲ πρότερον ἐκείνους κεκινηκέναι), ἐπὶ δὲ τοὺς πιθανωτέρους καὶ πείθειν τε καὶ διδάσκειν δυναμένους μέτεισι. ῥητέον οὖν, φησί, πρὸς αὐτοὺς ἀφεμένους ἐκείνων, ὅτι οὐ ταὐτόν ἐστι τὸ μεταβάλλειν κατά τε τὸ ποσὸν καὶ τὸ ποιόν. λέγει δὲ νῦν τὴν κατὰ τὸ ποιὸν μεταβολὴν τὴν κατὰ
10τὸ εἶδος, καθ’ ἣν καὶ γένεσις καὶ φθορά. ὥστε οὐδὲ αἱ κατὰ ταῦτα μετα‐ βολαὶ αἱ αὐταί, κἂν ὅτι μάλιστα δοθῇ τὸ κατὰ τὸ ποσὸν εἶναι τοῖς οὖσι συνεχῆ μεταβολήν, ἐπεὶ αὐξανόμενα καὶ φθίνοντα ὁρᾶται καὶ προσκρίσεις καὶ ἀποκρίσεις λαμβάνοντα, ἀλλ’ ἕκαστον, ὃ ἔστιν, οὐκ ἀπὸ τοῦ ποσοῦ ἀλλ’ ἀπὸ τοῦ εἴδους γνωρίζεται, ὃ μένει ἑκάστῳ ἔστ’ ἂν ᾖ σωζόμενον τὸ
15πρᾶγμα τὸ ὑποκείμενον καὶ μὴ ἐφθαρμένον. ὅτι δὲ μὴ συνεχὴς ἡ κατὰ τὸ εἶδος μεταβολή, ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς ἱκανῶς δέδειχεν, ἐν οἷς ἔλεγε περὶ τροφῆς· τοῦτο γὰρ ἔδειξεν ὂν τὸ ὑποκείμενόν τε καὶ τρε‐ φόμενον. τὸ γὰρ εἶδος τοῦ Σωκράτους μένει ἔστ’ ἂν μὴ ᾖ Σωκράτης ἐφθαρμένος, διὸ μένων καὶ ὁ νέος καὶ ὁ αὐξανόμενος καὶ ὁ μειούμενος
20καὶ ὁ γεγηρακὼς κατὰ τὴν ὕλην [καὶ] Σωκράτης ὁμοίως ἐστίν. ὁμοίως καὶ λίθος καὶ χρυσὸς καὶ τὸ ξύλον καὶ τῶν ἄλλων ἕκαστον. ὥστε εἰ διὰ τὴν συνεχῆ ῥύσιν οὔ φασιν οὔτε εἶναί τι οὔτε γνωστόν, καθὸ μὴ συνεχής ἐστι ῥύσις, κατὰ τοῦτο καὶ εἴη ἂν ὄντα καὶ γινώσκοιτο. ἔτι δέ, φησίν, ἄξιον ἐπιτιμῆσαι τοῖς ὑπολαμβάνουσιν ἐν συνεχεῖ ῥύσει καὶ μεταβολῇ τὰ
25ὄντα εἶναι, ὅτι ἐν ὀλίγοις τῶν αἰσθητῶν τοιοῦτον ὁρῶντες γιγνόμενον (ἐν γὰρ τοῖς περὶ ἡμᾶς καὶ τοῖς ἐν γενέσει καὶ φθορᾷ ἡ τοιαύτη ῥύσις, ἅ ἐστιν ὀλίγον τοῦ παντὸς μέρος) ἀπὸ τῶν ὀλίγων περὶ πάντων οὕτως ἀπε‐ φήναντο τῶν ὄντων καὶ περὶ τοῦ οὐρανοῦ καὶ περὶ παντὸς τοῦ θείου τε καὶ ἀιδίου σώματος. εὐλογώτερον γὰρ ἂν ἦν τὸ ἀπὸ τῶν πλειόνων καὶ
30μειζόνων ἐπὶ τὰ ἐλάττω μεταφέρειν τὴν δόξαν ἢ ἀπὸ τῶν τοσούτῳ ἐλαττόνων ὁρμωμένους καὶ περὶ τῶν τοσούτῳ μειζόνων τε καὶ κυριωτέρων ἀποφαίνεσθαι· ὥστ’ οὐδ’ εἰ μόνα τὰ αἰσθητὰ ὄντα ὑπελάμβανον, οὐδὲ οὕτως εὔλογος ἦν ἡ δόξα ἡ τὴν συνεχῆ ῥύσιν αἰτιωμένη τοῦ μηδὲν εἶναι. p. 1010a32 Ἔτι δὲ δῆλον ὅτι καὶ πρὸς τούτους ταὐτὰ τοῖς πάλαι
35λεχθεῖσιν ἐροῦμεν. Λέγων πρὸς τοὺς πάντα ἐν πᾶσιν οἰομένους εἶναι διὰ τὸ πάντα ἐκ
πάντων γινόμενα ὁρᾶν, προσέθηκε καὶ τοῦτο, ὅτι ἀξιοῦμεν αὐτοὺς ὑπολαμ‐310
in Metaph
.

311

βάνειν καὶ ἄλλην οὐσίαν τῶν ὄντων εἶναι, ᾗ οὔτε κίνησις ὑπάρχει οὔτε φθορὰ οὔτε γένεσις τὸ παράπαν, δι’ ἃ ᾤοντο ἅμα τὴν ἀντίφασιν ἑκάστου τῶν ὄντων ἀληθῆ γίνεσθαι. τὸ αὐτὸ δὴ τοῦτο καὶ πρὸς τούτους ῥητέον, φησί, καὶ δεικτέον αὐτοῖς καὶ πειστέον αὐτοὺς τῷ λόγῳ ὅτι ἔστι τις ἐν
5τοῖς οὖσι καὶ ἀκίνητος παντάπασιν καὶ ἀμετάβλητος φύσις· οὐδὲ γὰρ τῶν ἐν κινήσει καὶ μεταβολῇ ὄντων τὴν ἀρχήν τι ἦν, εἰ μή τις ἦν ἀκίνητος καὶ ἀσώματος φύσις, αἰτία τῆς τῶν ἄλλων κινήσεως. εἰπὼν δὲ ταῦτα δείκνυσιν ἑξῆς, ἐξ ὧν αὐτοὶ λέγουσιν οἱ πάντα εἶναί τε καὶ μὴ εἶναι λέ‐ γοντες (οὗτοι δέ εἰσιν οἱ τὴν ἀντίφασιν ἐπὶ παντὸς ὁμοίως ἀληθῆ λέγον‐
10τες), ὅτι μᾶλλον ἂν κατ’ αὐτοὺς πάντα εἴη ἠρεμοῦντα ἢ μεταβάλλοντά τε καὶ κινούμενα. εἰ γὰρ τὰ μεταβάλλοντα εἰς ἃ μή ἐστι μεταβάλλει, καθ’ οὓς ἕκαστον τῶν ὄντων πάντα ἐστίν, ὡς μηδὲν αὐτοῦ ἐκτὸς εἶναι, κατὰ τούτους πάντα ἂν ἠρεμοίη. πάντα δὲ ἐν ἑκάστῳ τῶν ὄντων ἐστί, καθ’ οὓς ἐπὶ παντὸς πᾶσα ἀντίφασις ἀληθής. εἰ γὰρ ἕκαστον τῶν ὄντων ὁμοίως
15ἔστι τε καὶ οὐκ ἔστι, καὶ πάντα ἐν πᾶσιν ἔστι καὶ οὐ ποτὲ μὲν ἔστι ποτὲ δὲ οὐκ ἔστιν, οὐδὲ ποτὲ μὲν μᾶλλον ἔστι ποτὲ δὲ ἧττον ἔστιν ἢ οὐκ ἔστι, ἠρεμοίη ἂν τὸ πᾶν εἰς οὐδὲν μεταβάλλον τῷ τὴν αὐτὴν ὁμοιότητα μένειν τοῦ εἶναί τε καὶ μὴ εἶναι καὶ τῷ πάντα ἔχον ἕκαστον ἐν ἑαυτῷ μὴ ἔχειν ἐκτός τι αὐτοῦ, εἰς ὃ μεταβάλλει. εἰπὼν δὲ ταῦτα πρὸς τοὺς πάντα κι‐
20νεῖσθαι ἀεὶ συνεχῶς λέγοντας καὶ διὰ τοῦτο μηδὲ καταληπτὸν εἶναί τι ἡγουμένους, δείξας δὲ ἐκ περιουσίας ἑπόμενον τοῖς τὴν ἀντίφασιν ἐπὶ παντὸς ἀληθῆ λέγουσι τὸ ἕπεσθαι αὐτοῖς τὸ πάντα ἠρεμεῖν λέγειν, ἑξῆς λέγει πρὸς τοὺς πᾶσαν φαντασίαν ἀληθῆ τιθεμένους. p. 1010b1 Περὶ δὲ τῆς ἀληθείας, ὡς οὐ πᾶν τὸ φαινόμενον ἀλη‐
25θές, πρῶτον μὲν ὅτι οὐδὲ ἡ αἴσθησις ψευδὴς τοῦ ἰδίου ἐστίν. Διαλέγεται πρὸς τοὺς πᾶν τὸ φαινόμενον ἀληθὲς λέγοντας (τοῦτο γὰρ σημαίνει τὸ περὶ δὲ τῆς ἀληθείας ῥητόν), δεικνὺς ὅτι μὴ πᾶν ἐστιν ἀληθές, πρῶτον μὲν ὅτι οὐκ εἰ ἡ αἴσθησις ἐν τοῖς ἰδίοις αἰσθητοῖς μὴ δια‐ ψεύδεται, ἤδη οὐδὲ ἡ φαντασία. λέγοι δ’ ἂν καὶ ὡς αὐτῷ δοκοῦν,
30λέγοι δ’ ἂν καὶ ὡς ἐκείνοις, διὰ τούτου καὶ τὸ τὴν φαντασίαν ἀληθῆ εἶναι κατασκευάζοντας. ὃ δὲ λέγει ἐστὶν ὅτι μηδὲ ἡ αἴσθησις ἐν πᾶσιν ἀληθής, ἀλλ’ ἐν τοῖς ἰδίοις μόνοις· τοῦ γὰρ ἰδίου οὐκ ἔστι ψευδής· ὥστε εἰ καὶ ταὐτὸν ἦν αἴσθησίς τε καὶ φαντασία, οὐ πᾶσα φαντασία γίνεται ἀληθής, ἀλλὰ ἡ τῶν ἰδίων καὶ οἰκείων ἑκάστῃ αἰσθήσει. ἔπειτα ὅτι οὐδὲ ἡ φαν‐
35τασία ταὐτὸν τῇ αἰσθήσει· ὥστε οὐκ ἂν εἰ ἡ αἴσθησις ἀληθής, ἤδη καὶ
ἡ φαντασία· οὐ γὰρ ὁμοίως τῇ αἰσθήσει ἀληθεύει. οὐ γάρ ἐστι ταὐτὸν311
in Metaph
.

312

αἴσθησίς τε καὶ φαντασία· ἡ μὲν γὰρ αἴσθησις ἀντίληψίς ἐστι τῶν αἰσθη‐ τῶν παρόντων καὶ ἐκτὸς ὄντων τῶν αἰσθητηρίων, ἡ δὲ φαντασία κίνησις τῆς κατ’ ἐνέργειαν αἰσθήσεως, ἣν κίνησιν τὴν ἀπὸ τῶν αἰσθητῶν τύπων ἐγγινομένων ἄλλοτε ἄλλως γίνεσθαι συμβαίνει, ὡς ἔν τε τοῖς Περὶ ψυχῆς
5δέδεικται καὶ ἐν τῷ Περὶ μνήμης καὶ ὕπνου. ὅτι γὰρ μὴ ταὐτά, δῆλον ἐκ τοῦ φαντασιοῦσθαι μὲν καὶ ἐφ’ ἡμῖν εἶναι, αἰσθάνεσθαι δὲ μὴ ἐφ’ ἡμῖν, καὶ φαντασιοῦσθαι μὲν καὶ ὅτε μὴ αἰσθανόμεθα (καὶ γὰρ κοιμώμενοι φαντασιούμεθα), αἰσθάνεσθαι δὲ μὴ αἰσθανομένους ἀδύνατον. καὶ ἡ μὲν αἴσθησις παρόντων, ὡς εἶπον, ἡ δὲ φαντασία καὶ μὴ παρόντων τῶν
10πραγμάτων. p. 1010b3 Εἶτ’ ἄξιον θαυμάσαι εἰ τοῦτο ἀποροῦσι, πότερον τη‐ λικαῦτά ἐστι τὰ μεγέθη καὶ τὰ χρώματα τοιαῦτα. Διὰ τούτων καὶ τῶν ἑξῆς ἐπὶ τὰ ἐναργῆ ἄγων δείκνυσι τὴν δόξαν τὴν προκειμένην, † ἣν ἀρχὴν μὲν ἦν ἐφιστὰς αὐτοὺς διὰ τῶν ἐναργῶν, ὅτι
15μὴ ἀληθὴς ἡ δόξα αὐτῶν. οὔτε γὰρ περὶ μεγεθῶν ἀπορήσαι ἄν τις, πηλίκα ἐστὶ τὰ μεγέθη, πότερον ἡλίκα τοῖς πόρρωθεν ὁρῶσι φαίνεται ἢ ἡλίκα τοῖς ἐγγύθεν, οὔτε περὶ χρωμάτων, ἵνα ἀπορήσας καὶ λαβὼν διὰ τὴν ἀπορίαν τὸ ὅτι οὐδὲν μᾶλλον τὰ τοῖς ἐγγύθεν ὁρῶσιν ἢ τὰ τοῖς πόρρω εὔλογον εἶναι ἀληθῆ, οὕτως τιθείη ἑκάστῳ τὸ φαινόμενον ἀληθὲς εἶναι·
20ἀλλ’ οὐδὲ περὶ τοῦ πότερον τοῖς ὑγιαίνουσιν ἢ τοῖς κάμνουσι τὰ φαινό‐ μενα ἀληθέστερα, οἷον τὰ τοῖς ἰκτέρῳ ἐχομένοις ἢ φρενίτιδι. ἀλλ’ οὐδὲ περὶ βαρυτέρων, εἰ τὰ τοῖς κάμνουσι βαρύτερά ἐστιν ἢ τὰ τοῖς ἰσχύουσιν. ἀλλ’ οὐδὲ πότερον ἀληθῆ ἐστι τὰ τοῖς ἐγρηγορόσι φαινόμενα ἢ τὰ τοῖς κοιμωμένοις· καὶ πᾶσι γὰρ πρόδηλον τοῦτο, ὅτι τὰ τοῖς ἐγγύθεν ὁρῶσι
25φαινόμενα μᾶλλόν ἐστι τοιαῦτα καὶ τὰ τοῖς ὑγιαίνουσι καὶ τὰ τοῖς ἰσχύουσι καὶ τὰ τοῖς ἐγρηγορόσιν. εἰ δὲ τοῦτο, οὐ πᾶσα φαντασία ἀληθής. οὐδὲ γὰρ οἱ ἀπὸ τούτων κρίνοντες τῷ πλήθει κρίνουσιν, ὡς πρὸ ὀλίγου ἐμέ‐ μνητο ὡς λεγόντων αὐτῶν πᾶσαν φαντασίαν ἀληθῆ τιθεμένων, ἀλλὰ τῷ κατὰ φύσιν ἔχοντι λαμβανομένων. τοιοῦτος γὰρ ὁ ἐγγύθεν καὶ ἀπὸ
30τοῦ συμμέτρου ὁρῶν, ἀφ’ οὗ πέφυκεν ὁρᾶσθαι τὰ ὁρώμενα, τοιοῦτος ὁ ὑγιαίνων, τοιοῦτος ὁ ἰσχύων, τοιοῦτος ὁ ἐγρηγορὼς πρὸς ἀντίληψιν· οὐδὲ γὰρ αὐτοὶ οἱ ταῦτα τιθέμενοι περὶ τούτων ζητοῦσι παρ’ αὑτοῖς, ὡς οἷόν
τε καὶ ἄλλως ἔχειν. καὶ σημεῖον τούτου τὸ τὰς πράξεις αὐτοὺς κατὰ312
in Metaph
.

313

θάτερα αὐτῶν ποιεῖσθαι· οὐδεὶς γὰρ τῶν ταῦτα λεγόντων ἐν Λιβύῃ ὤν, ὄναρ αὐτὸν εἰ δηλώσει ἐν Ἀθήναις εἶναι, ἐπὶ τὸ Ἀθήνησιν ᾠδεῖον ἐπεί‐ γεται, ἀλλ’ εἰσὶ πεπεισμένοι ὅτι ὃ μὲν εἶδεν ὄναρ ψευδὲς ἦν, τὸ δὲ ἐγρη‐ γορόσι φαινόμενον αὐτοῖς ἀληθὲς τίθενται. ἐλέγχει δὲ αὐτοὺς μὴ ὑγιῶς
5λέγοντας τὸ ἅπασαν φαντασίαν ἀληθῆ εἶναι καὶ ἐκ τῶν περὶ τοῦ μέλλον‐ τος δοξαζομένων τε καὶ φαινομένων, καθὰ καὶ Πλάτων ἤλεγξε τὴν δόξαν ἐν τῷ Πρωταγόρᾳ. εἰ γὰρ ἦν πᾶσα δόξα ἀληθής, ἔδει καὶ περὶ τῶν εἰς τὸ μέλλον γιγνομένων δοξῶν περὶ ὑγείας ὑπὸ ἰατροῦ καὶ ἰδιώτου μηδὲν μᾶλλον τὴν ἑτέραν τῆς ἑτέρας ἀληθῆ εἶναι. νῦν δὲ κυριωτέρα ἡ
10τοῦ ἰατροῦ· προειπόντος γὰρ καὶ προδοξάσαντος τοῦ μὲν ὑγιαίνειν τὸν νο‐ σοῦντα τοῦ δὲ τεθνήξεσθαι, ἐνστάντος τοῦ καιροῦ τῆς ἐκβάσεως οὐδὲ τῷ ἰδιώτῃ προδοξάσαντι τὸ τεθνήξεσθαι τὸν κάμνοντα τεθνάναι δοκεῖ, ἀλλ’ ὑγιαίνειν αὐτὸν δοξάσει, ὃ ἦν ὑπὸ ἰατροῦ προδεδοξασμένον. ἀλλὰ κἂν ὁ μὲν ἰατρὸς νοσεῖν τινα προδοξάσῃ ὁ δὲ ἰδιώτης μή, ἢ ἀνάπαλιν, ἡ ὑπὸ
15τοῦ ἰατροῦ δόξα πρὸς ἀλήθειαν κυριωτέρα. ὥστε καὶ αὐτοὶ ὁμολογοῦσιν οἱ ἰδιῶται μὴ εἶναι τὰς ἰδίας δόξας τὰς περὶ τῶν μελλόντων ἀληθεῖς· εἰ δὲ τοῦτο, οὐ πᾶσα φαντασία ἀληθής. p. 1010b14 Ἔτι δὲ ἐπ’ αὐτῶν τῶν αἰσθήσεων οὐχ ὁμοίως κυρία ἡ τοῦ ἀλλοτρίου καὶ ἰδίου ἢ τοῦ πλησίον καὶ τοῦ αὐτῆς.
20 Ὃ εἶπεν ὅτι ἡ αἴσθησις ἐν τοῖς ἰδίοις ἐστὶν ἀληθὴς μόνοις ἀλλ’ οὐκ ἐν πᾶσι, τοῦτο νῦν δείκνυσιν. πρῶτον μὲν γὰρ ἔλαβεν ὅτι εἰ καὶ ἡ αἴ‐ σθησις, οὐ πάντως ἤδη καὶ αἱ φαντασίαι· οὐ γὰρ ταὐτὸν αἴσθησίς τε καὶ φαντασία. νῦν δὲ ὅτι μηδὲ αἱ αἰσθήσεις ὁμοίως περὶ πάντων ἀλη‐ θεύουσιν, ὡς προεῖπε, παρίστησιν· οὐ γὰρ ὁμοίως ἔχουσι περὶ τὰ ἴδια καὶ
25ἀλλότρια, ἀλλ’ ἡ μὲν γεῦσις περὶ τὰ γευστά, τουτέστι περὶ τοὺς χυμούς, ὧν οὐκ ἔστιν ὄψις, ἡ δὲ ὄψις περὶ τὰ χρώματα, ὧν οὐκ ἔστι γεῦσις. διὸ ὅταν τῇ ὄψει ὠχρόν τι θεωροῦσι φανῇ εἶναι τοῦτο γλυκύ, οὐκ ἀξιόπιστον αὐτὴν ἡγούμεθα, οὐδὲ ἀληθῆ τὴν τοιαύτην φαντασίαν εἶναί φαμεν, ἀλλὰ τὴν γεῦσιν εἰς κρίσιν αὐτοῦ, εἴτε γλυκὺ εἴτε μὴ γλυκύ, παραλαμβάνομεν.
30λέγοιτο δ’ ἂν ἀλλότριά πως ἑκάστῃ τῶν αἰσθήσεων καὶ τὰ κοινά· οὐ γὰρ ὁμοίως ἀληθεύουσιν αἱ αἰσθήσεις περί τε τὰ ἴδια καὶ περὶ τὰ κοινά, ἀλλὰ πλεῖστα σφάλλονται περὶ τὰ κοινά. ἀλλ’ οὐδὲ περὶ τὰ ἴδια αἱ αἰσθήσεις ὁμοίως ἔχουσιν ἐγγύς τε ὄντα καὶ πόρρωθεν, ὡς προεῖπεν ἤδη· περὶ γὰρ χρῶμα ἡ ὄψις οὖσα ἀληθεύει περὶ αὐτό, ἂν ᾖ ἀπὸ συμμέτρου διαστή‐
35ματος καὶ μὴ πόρρω· ὁμοίως καὶ ἀκοὴ περὶ ψόφον καὶ ὄσφρησις περὶ
ὀσμήν· οὐδὲ γὰρ τῶν ἰδίων ὁπωσοῦν ἐχόντων ἢ ὁπουδήποτε κειμένων αἱ313
in Metaph
.

314

αἰσθήσεις εἰσὶ κριτικαί. τὸ δὲ ἢ τοῦ πλησίον καὶ τοῦ αὐτῆς ἴσον ἂν εἴη καὶ τοῦ αὐτῆς ἢ τοῦ πλησίον ἢ τοῦ πόρρω· τοῦτο γὰρ δεῖ προσυπα‐ κούειν τῇ λέξει. ὧν ἑκάστη ἐν τῷ αὐτῷ χρόνῳ περὶ τὸ αὐτὸ οὐδέ ποτέ φησιν ἅμα οὕτως καὶ οὐχ οὕτως ἔχειν. ταῦτα καὶ τὰ ἑξῆς πάλιν
5δόξει μὲν λέγειν πρὸς τοὺς περὶ Δημόκριτον καὶ Ἡράκλειτον τοὺς ταὐτὸν καὶ εἶναι καὶ μὴ εἶναι λέγοντας ἅμα καὶ διὰ τοῦτο τὴν ἀντίφασιν συναλη‐ θεύειν τιθεμένους· διὰ δὲ τῶν αἰσθήσεών τε καὶ αἰσθητῶν ἀμφοτέρους ἐλέγχειν δοκεῖ τούς τε πᾶσαν φαντασίαν ἀληθῆ λέγοντας καὶ τοὺς ἐπὶ παντὸς τὴν ἀντίφασιν ἅμα ἀληθῆ τιθεμένους, οἷς προσχρησάμενοι ταῦτα
10ἐτίθεντο, διὰ τούτων ἐλέγχων αὐτοὺς ὡς οὐ δεόντως λέγοντας. τοὺς μὲν γὰρ πᾶσαν φαντασίαν ἀληθῆ τιθεμένους διὰ τὸ τὰς αἰσθήσεις πάσας ἀλη‐ θεύειν ὑπολαμβάνειν, ἤλεγξε δείξας ὅτι μὴ πᾶσα αἴσθησις ἀληθής· οὔτε γὰρ αἱ τῶν ἀλλοτρίων οὔτε αἱ τῶν οἰκείων μέν, μὴ ἀπὸ συμμέτρου δὲ διαστήματος ἀληθεῖς, ἀλλ’ οὐδὲ αἱ τῶν νοσούντων. τοὺς δὲ διὰ τὴν
15συνεχῆ ῥύσιν καὶ διὰ τὸ ἐκ τῶν αὐτῶν τἀναντία γίνεσθαι καὶ διὰ τὸ μὴ ἀληθεύειν μηδὲ καταλαμβάνεσθαι τὰς αἰσθήσεις τῷ ἄλλοτε ἄλλως ὑπὸ τῶν αἰσθητῶν κινεῖσθαί τε καὶ πάσχειν ἀναιροῦντας κατάληψιν καὶ τὴν ἀντί‐ φασιν ἀληθῆ λέγοντας, ἐλέγχει δεικνὺς ἀληθευούσας ἔν τισι τὰς αἰσθήσεις, ἐν οἷς οὐχ οἷόν τε ἔτι λέγειν τὴν ἀντίφασιν ἅμα εἶναι ἀληθῆ. οὐδεμία
20γὰρ αἴσθησις ἐν τῷ αὐτῷ χρόνῳ τὸ αὐτὸ εἶναί τε τοιοῦτον καὶ μὴ εἶναι μηνύει, οἷον ἅμα λευκὸν καὶ μέλαν τὸ αὐτό, ἢ ἅμα γλυκὺ καὶ πικρὸν τὸ αὐτό· ὥστε εἰ δεῖ ταῖς αἰσθήσεσιν ἐπακολουθεῖν, οὐχ ἅμα ἂν εἴη τἀναντία, οὐδὲ ἡ ἀντίφασις ἅμα ἀληθής. καὶ ταῦτα δ’ ἂν ἁρμόζοι τοῖς τὰς φαν‐ τασίας εἶναι ἀληθεῖς λέγουσιν, ὅτι καὶ αἱ αἰσθήσεις, εἴ γε δεῖ ταῖς αἰ‐
25σθήσεσιν ἐπακολουθεῖν, οὐδεμία δὲ αἴσθησις ἅμα οὕτω τε καὶ οὐχ οὕτως ἔχειν ὃ αἰσθάνεται μηνύει· ὥστε εἰ οὕτως αἱ αἰσθήσεις, οὕτως ἂν καὶ αἱ φαντασίαι ἔχοιεν. οὕτως δὲ οὐκ ἀληθὲς ἔσται ἔτι τὸ τὰς ἀντικειμένας φαντασίας ἅμα ἀληθεῖς εἶναι. p. 1010b19 Ἀλλ’ οὐδὲ ἐν ἑτέρῳ χρόνῳ περί γε τὸ πάθος.
30 Δείξας ὅτι ἐν τῷ αὐτῷ χρόνῳ οὐδεμία αἴσθησις τἀναντία περὶ ταὐτὰ εἶναι κρίνει, νῦν ὅτι μηδ’ ἐν ἄλλῳ χρόνῳ ποτὲ περὶ τὸ πάθος τὸ ἐγγινό‐ μενον αὐτῇ μάχεται ἢ αὐτὴ πρὸς αὑτὴν ἢ πρὸς ἄλλην τὴν ὁμοειδῆ. οὐδὲ γὰρ ἡ γεῦσις τὸ γλυκάζεσθαι νῦν μὲν τοιοῦτον ἡγεῖται νῦν δὲ οὐ τοιοῦτον, ἀλλὰ ἀεί τε καὶ πάσαις ὅμοιον φαίνεται τὸ γλυκάζεσθαι· διακρι‐
35τικὸν γὰρ αὐταῖς ἀεὶ φαίνεται καὶ προσηνές, ἀλλ’ οὐ ποτὲ μὲν διακριτικὸν ποτὲ δὲ συγκριτικόν, ἀλλὰ πάσαις ὅμοιον. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων
τῶν γιγνομένων παθῶν αὐταῖς κατὰ τὴν τῶν αἰσθητῶν ἀντίληψιν αἰεί τε314
in Metaph
.

315

καὶ πᾶσαι συνοδεύουσιν ἀλλήλαις, ἡ δὲ ἀμφισβήτησις αὐταῖς γίνεται περὶ τὸ ὑποκείμενον τὸ αἰσθητόν, ἀφ’ οὗ τὸ πάθος αὐταῖς ἐγγίνεται· ὁ γὰρ αὐτὸς οἶνος γλυκύς τε καὶ οὐ γλυκὺς ἐν μέρει δόξειεν ἂν τῇ αὐτῇ γεύσει, ἢ αὐτὸς μεταβάλλων, ἢ τῆς γλώττης τῆς γευομένης χυμούς τινας τοιού‐
5τους παρακειμένους ἐχούσης. ὁμοίως καὶ τὸ αὐτὸ λευκόν τε καὶ οὐ λευκὸν καὶ εὐῶδες καὶ δυσῶδες τὸ αὐτὸ φανείη ἂν τῇ αὐτῇ αἰσθήσει. οὐ μὴν ἡ εὐωδία αὐτὴ ἢ τὸ γιγνόμενον ἐν αὐτῇ πάθος ἀλλοῖον αὐτῇ φαίνεταί ποτε, ἀλλ’ ὅτι ἂν καὶ ἀφ’ οὗ ἂν ἐγγένηται, καθ’ ὅμοιον τό γε ὅμοιόν ἐστιν αὐτῇ· καθόλου γὰρ ἀνάγκη τὸ μέλλον ἀπὸ γλυκέος ἢ εὐώδους ἔσε‐
10σθαι πάθος τοιοῦτον εἶναι, καὶ ἕνα τινὰ λόγον ἔχειν δεῖ τὴν αἴσθησιν. δείξας δὲ περὶ τὰ πάθη ἀεί τε καὶ πάσας τὰς αἰσθήσεις ὁμοδόξους, καὶ ἀναγκαῖον ἕκαστον τῶν ἐγγινομένων ἐν αὐταῖς παθῶν ὅμοιον ἀεὶ καὶ ταὐ‐ τὸν εἶναι, ἐπιφέρει καὶ παρίστησιν ὡς τοῦτο ἀναιρετικόν ἐστι τῆς δόξης τῶν πάντα καὶ εἶναι καὶ μὴ εἶναι λεγόντων. ὡς γὰρ λέγουσι μηδενὸς οὐ‐
15σίαν εἶναι, τουτέστι μηδὲν ἐν τῇ οὐσίᾳ κατηγορεῖσθαι, ἀλλὰ πάντα συμ‐ βεβηκότα εἶναι τὰ κατηγορούμενα, τῷ μηδὲν μᾶλλον αὐτὸ εἶναι ἢ μὴ εἶναι, τοῦτο δὲ ὃ λέγεται ἡ οὐσία μὴ εἶναι μηδενὸς λέγουσι, τῷ ἕκαστον μηδὲν μᾶλλον εἶναι λέγειν τόδε ἢ τὸ ἀντικείμενον αὐτῷ· ὡς δὴ τὴν οὐ‐ σίαν τὴν τῶν ὄντων ἀναιροῦσιν, οὕτω καὶ τὸ ἐξ ἀνάγκης τι εἶναι ἐκ τῆς
20τῶν ὄντων φύσεως ἀναιροῦσι. διὰ τοῦτο γὰρ καὶ τὸ οὐσίαν τινὸς εἶναι καὶ τὸ ἐν τῇ οὐσίᾳ κατηγορεῖσθαί τινος ἀναιροῦσιν, ὅτι κἀκεῖνο ἐξ ἀνάγκης ὑπάρχει τῷ οὗ κατηγορεῖται· τὸ γὰρ ἐξ ἀνάγκης ὂν οὐκ ἐνδέχεται καὶ οὕτως καὶ μὴ οὕτως ἔχειν, ὃ τίθενται. εἰ δὴ ὁμοδοξοῦσιν ἐν τοῖς πάθεσιν αἱ αἰσθήσεις καὶ ἐξ ἀνάγκης τὸ γλυκάζεσθαι πάθος τοιοῦτόν τί ἐστιν καὶ
25οὕτω διατίθησιν, οὐκ ἂν ἐνδέχοιτο καὶ μὴ οὕτω διατιθέναι. εἰ δὲ τοῦτο, οὐκ ἀληθὲς τὸ οὐδὲν μᾶλλον οὕτως ἢ οὐχ οὕτως ἔχειν. p. 1010b30 Ὅλως δὲ εἴπερ ἔστι τὸ αἰσθητὸν μόνον, οὐδὲν ἂν εἴη μὴ ὄντων τῶν ἐμψύχων. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. εἰ τὸ φαινόμενον τῇ αἰσθήσει ἀληθές
30ἐστι, πάντως καὶ γίνεται τοῦτο τότε· οὐ γὰρ προϋπαρχόντων τινῶν αἱ αἰσθήσεις κατ’ αὐτούς, ἀλλ’ ἔστι κατ’ αὐτοὺς τοῖς αἰσθητοῖς τὸ εἶναι ἐν τῇ τῶν αἰσθήσεων ἐνεργείᾳ. εἰ οὖν μηδὲν ἄλλο κατ’ αὐτοὺς ἔστιν ἢ μόνα τὰ αἰσθητά, εἰ ἀναιρεθείη ἡ αἴσθησις, οὐδὲν ἂν εἴη. ἀναιρεθείη δ’ ἄν, εἰ ἀναιρεθείη καὶ τὰ ζῷα· ἐν γὰρ τούτοις ἡ αἴσθησις· τὰ γὰρ ζῷα
35ἔμψυχα εἶπεν. εἰπὼν δὲ τοῦτο ἕπεσθαι αὐτοῖς, ἑξῆς προστίθησιν ὅτι τὰ
μὲν πάθη τῶν αἰσθήσεων, τουτέστι τὰ αἰσθήματα καὶ τὰς ἐνεργείας αὐ‐315
in Metaph
.

316

τῶν, μὴ ἔσεσθαι ἀναιρεθεισῶν, ἀληθές, τὸ δὲ μὴ τὰ ὑποκείμενα, περὶ ἃ αἱ τῶν αἰσθήσεων ἐνέργειαι, οὐκέτι ἀληθές· ψεῦδος γὰρ τὸ μηδὲ τὰ ὑπο‐ κείμενα εἶναι λέγειν, ἀφ’ ὧν ταῖς αἰσθήσεσι τὰ πάθη ἐγγίνεται, καὶ ἀδύ‐ νατον· εἰ γὰρ ἡ αἴσθησις μὴ αὑτῆς ἐστιν αἴσθησίς τε καὶ ἀντίληψις,
5ἄλλου δέ τινος ἐκτὸς ὄντος, ἀεὶ τὸ ποιῆσον τὴν αἴσθησιν καὶ τὸ ἐν τῇ αἰσθήσει πάθος δεῖ πρῶτον τῆς ἀντιληψομένης αὐτοῦ αἰσθήσεως εἶναι. καὶ γὰρ εἰ πρὸς ἄλληλα λέγεται τὸ κινοῦν καὶ τὸ κινούμενον καὶ τὸ ποιοῦν καὶ τὸ πάσχον, καὶ συνυπάρχει καθὸ τοιαῦτα, ἀλλὰ τῇ γε φύσει πρότερον τὸ κινοῦν καὶ τὸ ποιοῦν τοῦ κινουμένου τε καὶ πάσχοντος· προϋπάρχον
10δὲ τῆς αἰσθήσεως καὶ εἴη τ’ ἂν καὶ οὐκ αἰσθητὸν εἴη, ὥστε οὐκ ἔστιν αἰσθητόν. τοῖς οὖν οὖσι τὸ εἶναι οὐκ ἐν τῷ αἰσθητοῖς εἶναι. καὶ εἴη ἂν τὸ λεγόμενον πρὸς τὴν Πρωταγόρου δόξαν εἰρημένον, ὃς μόνα ἡγούμενος εἶναι τὰ αἰσθητά, ἔλεγεν ἐν σχέσει τῆς αἰσθήσεως ποιᾷ πρὸς τὰ ἐκτὸς ἀπογεννᾶσθαι τὰ αἰσθητά· διὸ καὶ ὁποῖον ἑκάστῳ φαίνεται, τοιοῦτον καὶ
15εἶναι ἐκείνῳ ἔλεγεν. εἰ δὴ τὰ αἰσθητὰ τῆς αὐτῆς φύσεώς ἐστι καὶ ταὐ‐ τὸν αὐτοῖς τό τε εἶναι καὶ τὸ αἰσθητοῖς εἶναι, εἴ γε ἐν τῇ τῆς αἰσθήσεως ἀντιλήψει τὸ εἶναι αὐτοῖς, δῆλον ὡς ἂν μὴ αἴσθησις ᾖ, οὐδὲ τῶν αἰσθη‐ τῶν τι ἔσται. οὐκ ἔσται δὲ αἴσθησις μὴ ὄντων ζῴων· ἡ γὰρ αἴσθησις ἐν τούτοις. ὅτι οὖν μὴ ἀληθὲς τοῦτο, ἔδειξεν. ἡ μὲν γὰρ ἐνέργεια ἡ
20κατὰ τὴν αἴσθησιν οὐκ ἔσται μὴ οὔσης αἰσθήσεως, οὐδὲ κατ’ ἐνέργειάν τι αἰσθητόν· οὐ μὴν διὰ τοῦτο καὶ τὰ ὑποκείμενα καὶ τῇ αἰσθήσει αἰ‐ σθητὰ γιγνόμενα ἀναιρεθήσεται ἃ τὴν αἴσθησιν ποιεῖ· οὐ γὰρ δὴ αἱ αἰ‐ σθήσεις αὑτῶν γίνονται, ἀλλ’ ὑποκειμένων τινῶν, οἷς τοῦ ὑποκεῖσθαι οὐκ ἔστιν αὕτη αἰτία, ἀλλὰ καθ’ αὑτὰ ὄντα ταῦτα καὶ ὑποκείμενα δεῖ προϋπάρ‐
25χειν, ἵνα αὐτῶν ἡ αἴσθησις ἀντιλαμβάνεσθαι δύνηται. δῆλον ὅτι ἔσται καὶ τότε ἐπί τινος φύσεως, καίτοι οὐκ οὔσης οὔτε αἰσθήσεως αὐτῶν οὔτε φαντασίας τότε· ὥστε οὐ τὸ φαινόμενον ἀληθές. εἴη δ’ ἂν τὸ ἄλλως εἴπερ ἔστι τὸ αἰσθητὸν μόνον ἴσον τῷ ἄλλως τε εἴπερ ἔστι τὸ αἰ‐ σθητὸν ὂν ἐν τῇ τῆς αἰσθήσεως αὐτοῦ ἀντιλήψει μόνον.
30p. 1011a3 Εἰσὶ δέ τινες οἳ ἀποροῦσι καὶ τῶν ταῦτα πεπεισμένων καὶ τῶν τοὺς λόγους τούτους μόνον λεγόντων. Εἶπε τῶν ἐκεῖνα λεγόντων πρὸς ἃ νῦν ποιεῖται τοὺς λόγους τοὺς μὲν διὰ τὸ ἀπορῆσαι περὶ τῶν αἰσθητῶν πεισθέντας οὕτως ἔχειν τὰ ὄντα ἐπὶ τῆς δόξης ταύτης γίγνεσθαι· οὓς καὶ ἰατοὺς ἔφη εἶναι ὑπομνήσεως λογικῆς
35δεομένους, πρὸς οὓς καὶ πεποίηται τοὺς μέχρι νῦν λόγους, μεταπείθειν καὶ316
in Metaph
.

317

λύειν αὐτῶν τὰς ἀπορίας, δι’ ἃς ἐπὶ τοῦτο κατηνέχθησαν, πειρώμενος· τοὺς δὲ μὴ πεπεῖσθαι μὲν οὕτως ἔχειν τὰ ὄντα, λέγειν δὲ οὕτως καὶ ταύτῃ τῇ κατὰ τὸν λόγον θέσει παρίστασθαι. τούτων δή τινας τῶν μέχρι λόγου τῇ δόξῃ παρισταμένων, οὐ πεπεισμένων δὲ οὕτως ἔχειν τὰ ὄντα ὡς ἡμεῖς
5εἰρήκαμεν, ἢ καὶ τῶν πεπεισμένων οὕτως καὶ τῶν οὐ πεπεισμένων μέχρι δὲ λόγου λεγόντων, ταῦτα δή φησιν ἀπορεῖν, τίς ὁ κρίνων τὴν ἐν τούτοις ἀλήθειαν καὶ τίνι χρὴ ἕπεσθαι ὡς εἰδότι τὸν ὑγιαίνοντα ἐν τούτοις καὶ μή, καὶ ὅλως τίνος χρὴ ταῖς φαντασίαις καὶ ταῖς δόξαις ἕπεσθαι καὶ ταῖς κρίσεσι, καὶ τίς ὁ φρόνιμος· ἄπορον γὰρ εἶναι τῷ πάντας πρὸς πάντας
10ἀντιλέγειν· αὐτοὶ γὰρ ἑαυτοὺς ὑγιαίνειν πάντες ὁμολογοῦσι καὶ κρίνειν ὑγιῶς. οὔτε αὐτῷ τοῦτο ἤδη δῆλον εἶναι τῷ λέγοντι, εἰ δεῖ ταῖς τῶν ὑγιαινόντων φαντασίαις ἕπεσθαι μᾶλλον· οὐ γὰρ διότι ἐλάττους εἰσὶν οἱ νοσοῦντες, διὰ τοῦτο οὔκ εἰσιν ἀξιόπιστοι· γίνοιντο γὰρ ἂν καὶ πλείους. ἄλλως δὲ οὐ πλήθει καὶ ὀλιγότητι δεῖ τῶν οἷς φαίνεται τἀληθὲς ὡρίσθαι,
15ἐπεὶ οὕτως ἂν καὶ οἱ τεχνῖται ἀναξιοπιστότεροι τῶν πολλῶν εἶεν, λέγοντες περὶ τῶν κατὰ τὰς οἰκείας τέχνας φαινομένων αὐτοῖς· ἐλάττους γάρ εἰσι τῶν πολλῶν. φησὶ δὲ τὰ τοιαῦτα ἀπορήματα ὅμοια εἶναι τῷ ἀπορεῖν πότερον καθεύδομεν νῦν ἢ ἐγρηγόραμεν· οὐδὲ γὰρ ἐπὶ τούτου, ἂν ἀφέμε‐ νός τις τοῦ ἐναργοῦς ζητῇ τινα λόγον, ῥᾴδιον εἶναι τεκμήριόν τι λαβεῖν ᾧ
20τοῦτο διακριθήσεται· πάντα γάρ, ἅπερ ὕπαρ ποιοῦμεν, ποιοῦμεν καὶ κατὰ τοὺς ὕπνους, ὅπου γε καὶ ὀνείρους ὄναρ ἐξηγούμεθα. τὰς γὰρ τοιαύτας ἀπορίας πάσας τὸ αὐτό φησι δύνασθαι καὶ ἐκ τοῦ αὐτοῦ ἠρτῆσθαι· ἐκ γὰρ τοῦ πάντων λόγον τινὰ καὶ αἰτίαν καὶ ἀρχὴν ζητεῖν, καὶ μηδεμίαν ἀρχὴν ἀναπόδεικτον τίθεσθαι, μηδέ τι αὐτόθεν καὶ ἐξ αὑτοῦ πιστὸν καὶ
25ἐναργὲς λέγειν ἤρτηται. ὅτι γὰρ οἱ ταῦτα λέγοντες μὴ πεπεισμένοι τού‐ τοις λέγουσιν, ἐν ταῖς πράξεσι φανεροὶ γίνονται, ἐν μὲν τοῖς ὑγιεινοῖς τῷ ἰατρῷ πιστεύοντες καὶ τῇ τούτου κρίσει, ἐν δὲ τοῖς τεκτονικοῖς τῷ τέκτονι, καὶ καθ’ ἕκαστον τῷ εἰδότι πρὸ τοῦ μὴ εἰδότος, ἀλλὰ καὶ ἐν τοῖς αἰσθη‐ τοῖς τῇ ὑγιαινούσῃ αἰσθήσει, καὶ ἐν τοῖς οἰκείοις ἑκάστῃ αἰσθητοῖς. ἡ
30οὖν ἀπορία, ἣν ἀποροῦσιν, οὐκ ἄλλοθεν ἤρτηται, οὐκ ἐκ διαθέσεώς τινος καὶ ὑπολήψεως, ἀλλ’ ἐκ τοῦ λόγον καὶ ἀπόδειξιν ζητεῖν ὧν μὴ ἔστι λόγος τε καὶ ἀπόδειξις· ἡ γὰρ τῆς ἀποδείξεως ἀρχὴ οὐκ ἀποδεικτή. ἔστι γὰρ πρὸς ἃ ἐκ φύσεως βέλτιον ἔχομεν ἢ ὥστε δεῖσθαι τῆς περὶ αὐτῶν ἀπο‐ δείξεως· ἔστι δὲ ταῦτα αἵ τε αἰσθήσεις καὶ τὰ ἀξιώματα καὶ αἱ φυσικαί
35τε καὶ κοιναὶ ἔννοιαι. εἰπὼν δὲ πρὸς τοὺς λέγοντας οὕτως διὰ τὸ πεπεῖ‐ σθαι, ἐπιφέρει τὸ οὗτοι μὲν οὖν ῥᾳδίως ἂν τοῦτο πεισθεῖεν· οἱ γὰρ διὰ τὸ πιστεύειν οὕτως ἔχειν ταῦτα λέγοντες ῥᾳδίως ἂν πεισθεῖεν εἶναί τινας ἀρχὰς ἀναποδείκτους τε καὶ αὐτόθεν γνωρίμους ἔκ τε τῆς ἰδίας συναισθή‐
σεως καὶ ἐκ τῶν ἄλλων τῶν ἐναργῶν. οἱ γὰρ διὰ τὸ ἀπορεῖν τίς ὁ317
in Metaph
.

318

κρίνων περὶ τῆς ἀληθείας καὶ τίνι χρὴ ἕπεσθαι ἐπὶ τὸ τὴν θέσιν ἐκείνην τίθεσθαι προελθόντες ῥᾳδίως ἂν μεταπεισθεῖεν, ὅτι μὴ χρὴ πάντων ἀπό‐ δειξιν ζητεῖν (ἔστι γάρ τινα ἀναπόδεικτα αὐτόθεν ἐναργῆ) καὶ ὅτι εἰσί τινες ἀποδείξεως ἀρχαί· ὥστε καὶ τὸ δεῖν ἕπεσθαι τοῖς περὶ ἕκαστον ἐπι‐
5στήμοσι καὶ ταῖς κρίσεσι ταῖς τούτων. p. 1011a15 Οἱ δ’ ἐν τῷ λόγῳ τὴν βίαν μόνον ζητοῦντες ἀδύνα‐ τον ζητοῦσιν· ἐναντία γὰρ εἰπεῖν ἀξιοῦσιν, εὐθὺς ἐναντία λέγοντες. Λέγει ταῦτα περὶ τῶν οὐ πεπεισμένων μὲν οὕτως ἔχειν, οὐδὲ διὰ τὸ
10ἀπορῆσαι ἐλθόντων ἐπὶ τὸ ταῦτα θέσθαι, ἀλλὰ λόγου χάριν μόνου, καὶ οὐ μεταπεισθῆναι ἀξιούντων (οὐδὲ γὰρ τὴν ἀρχήν εἰσι περὶ ὧν λέγουσι πεπεισμένοι) ἀλλὰ βιασθῆναι καὶ ἐλεγχθῆναι τῷ λόγῳ περιμενόντων. φησὶ δὲ τούτους ἀδύνατον ζητεῖν· οἱ μὲν γὰρ ἀξιοῦντες ἐλεγχθῆναι ἀξιοῦ‐ σιν εἰς ἀντίφασιν περιαχθῆναι, εἴ γε ὁ ἔλεγχός ἐστι συλλογισμὸς ἀντιφά‐
15σεως, οὗτοι δ’ ἐν ἀρχῇ τουτέστιν ὃ τίθενται· τὰ γὰρ ἐναντία συνυπάρχειν καὶ τὴν ἀντίφασιν συναληθεύειν ἐστὶν ἡ θέσις αὐτῶν, εἰς ὃ δεῖ τὸν ἐλέγχοντα περιαγαγεῖν τὸν ἐλεγχόμενον. ἔστι γὰρ τοῦτο τὸ ἀντικείμενα καὶ τὰ ἐναντία λέγειν· τοῦτο δ’ εὐθὺς καὶ ἀπ’ ἀρχῆς αὐτοὶ ἀληθὲς εἶναι τίθενται. ὥστε εἰς ἣν ἀντιλογίαν περιαγαγεῖν τις αὐτοὺς δόξει, αὕτη θέσις
20αὐτῶν ἐστιν ἐξ ἀρχῆς, καὶ τοῦτό φασιν ἀρέσκειν αὑτοῖς. ὅμως δὲ πειρᾶ‐ ται λέγειν πρὸς αὐτοὺς καὶ ἐπιχειρήσει χρῆται τοιαύτῃ· λαμβάνει ὡς ἑπόμενον τῷ πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι τὸ πάντα εἶναι τὰ ὄντα πρός τι, καὶ ἀντιστρέφειν τὸ συνημμένον· εἰ γὰρ εἴη ἀληθὲς κατ’ αὐτοὺς τὸ εἰ πᾶν τὸ φαινόμενον ἀληθές, πάντα τὰ ὄντα πρός τι, καὶ τὸ λοιπὸν συνημ‐
25μένον ἀληθές, ᾧ τοῦτο ἀντιστρέφει. τοῦτο δὲ ἔδειξε καὶ πρὸ ὀλίγου δι’ ὧν εἶπε, πάντα τὰ ὄντα ἀναιρεθήσεσθαι κατὰ τοὺς πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι λέγοντας, εἰ ἡ αἴσθησις ἀναιρεθήσεται. τὸ γὰρ φαινόμενον τινί ἐστι φαινόμενον καὶ ἔστι πρός τι· ὥστε ὁ λέγων πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι καὶ μόνον τοῦτο ἀληθὲς τιθέμενος καὶ μηδὲν ἄλλο ἡγού‐
30μενος εἶναι παρὰ τὸ φαινόμενον, πάντα οὗτος τὰ ὄντα πρός τι ποιεῖ. ἐν γὰρ τῷ φαίνεσθαι γίνεται πᾶσι τοῖς οὖσι τὸ εἶναι· τοῦτο δὲ πρός τι· τινὶ γὰρ τὸ φαινόμενον φαίνεται· καὶ ἔστιν ἴσον τὸ πᾶν τὸ φαινόμενον ἀληθὲς τῷ μόνον ἀληθές· ὥστε ὁ λέγων ἅπαντα τὰ φαινόμενα εἶναι ἀληθῆ πάντα ποιεῖ τὰ ὄντα πρός τι. ἐπεὶ γὰρ ὁ λέγων πάντα τὰ φαι‐
35νόμενα ἀληθῆ τὸ μὴ φαινόμενον οὐκ ἀληθὲς λέγει, τὸ δὲ μὴ ἀληθὲς οὐδὲ ὄν ἐστι, μόνα ἂν εἴη ὄντα τὰ φαινόμενα. εἰ οὖν ἕπεται τῷ πᾶν τὸ
φαινόμενον ἀληθὲς εἶναι τὸ πάντα τὰ ὄντα πρός τι εἶναι, εἰ μὴ εἴη318
in Metaph
.

319

πάντα πρός τι, οὐδ’ ἂν πᾶν τὸ φαινόμενον ἀληθὲς εἴη· ἀντιστρέφει γὰρ καὶ ἀκολουθεῖ τῷ ἀντικειμένῳ τοῦ ἑπομένου τὸ ἀντικείμενον τοῦ ἡγουμένου. εἰπὼν δὲ καὶ διὰ κατασκευῆς λαβὼν τὸ συνημμένον τὸ εἰ μὴ πάντα τὰ ὄντα πρός τί ἐστι, μηδὲ πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι,
5〈ἐπεὶ〉 ἕπεσθαι ἔλαβε τὸ πάντα τὰ ὄντα πρός τι εἶναι, τοῦτο προκατασκευά‐ ζει τε καὶ δείκνυσιν οὕτως ἔχον, ἅμα τὴν τῶν ἐριστικῶν θέσιν προσδιο‐ ρίζων τε καὶ ἐπανορθῶν καὶ προστιθεὶς ἃ ἀνάγκη λέγειν αὐτοῖς, εἰ μὴ μέλλοιεν ῥᾳδίως παρατρέπεσθαι· ὧν τῇ προσθέσει [πείθεσθαι τί] ἔτι φανερώτερον γίνεται τὸ πάντα τὰ ὄντα πρός τι γίνεσθαι κατ’ αὐτούς.
10δείκνυσι δὴ πῶς χρὴ λέγειν τοῖς οὐ μεταπεισθῆναι θέλουσιν, ἀλλὰ ἐλεγχθῆ‐ ναι τὸν λόγον αὐτῶν περιμένουσι καὶ τούτου χάριν διαλεγομένοις τε καὶ ὑπέχουσι λόγον. οὐχ ἁπλῶς γάρ, φησί, ῥητέον αὐτοῖς πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι· οὐ γὰρ τὸ ὡτινιοῦν φαινόμενον ᾡτινιοῦν καὶ τῷ τυχόντι ἀληθὲς βούλονται λέγειν † εἰ νοεῖ ἁπλῶς οὕτως λέγοιεν ἐξακούεται· οὕτως
15γὰρ οὐδὲν μᾶλλον πάντα ἀληθῆ ἂν ἢ καὶ ψευδῆ εἴη, τῷ πάντας τοὺς τὰ ἐναντία αὐτοῖς ὑπολαμβάνοντας ψεύδεσθαι δοξάζειν. ἀλλὰ δεῖ αὐτοὺς προστι‐ θέναι τῷ ὅτι τὸ φαινόμενον πᾶν ἀληθές ἐστι τὸ τούτῳ ᾧ φαίνεται καὶ ὅτε φαίνεται καὶ ᾗ καὶ ὥς. ἂν δὲ χωρὶς τούτων λέγωσιν, εὐέλεγκτος ὁ λόγος αὐτῶν γίνεται· εἰ γὰρ πᾶσα φαντασία ἁπλῶς ἀληθὴς καὶ μὴ ᾧ
20φαίνεται, εἴη ἂν ταὐτὰ ἀληθῆ καὶ ψευδῆ ἁπλῶς, εἴ γε μηδὲν ἔλαττον τῆς οἰκείας τινὸς δόξης ἡ ἀναιροῦσα αὐτὴν καὶ ψευδῆ εἶναι λέγουσα ἁπλῶς ἐστιν ἀληθής· ψευδοποιοῖτο γὰρ ἂν ἡ ἐναντία δόξα ὑπὸ τῆς ἐναντίας, εἰ κἀκείνη ὁμοίως ταύτῃ εἴη ἀληθής (ἔστι δέ, ὡς εἶπον) τῷ πάντας τοὺς τὰ ἐναντία αὐτοῖς ὑπολαμβάνοντας ψεύδεσθαι δοξάζειν. ὥστε λέγοντες
25πᾶσαν φαντασίαν ἀληθῆ λέγοιεν ἂν ἅμα καὶ ψευδῆ πᾶσαν φαντασίαν καὶ τὸ τοιοῦτον ὁμοίως. δεῖ δὴ προσκεῖσθαι τὸ ᾧ φαίνεται εἶναι ἀληθὲς τὸ φαινόμενον ἀλλὰ μὴ ἁπλῶς ἀληθὲς λέγειν τὸ φαινόμενον πᾶν εἶναι. ἀλλ’ οὐδὲ τοῦτο μόνον προστιθέμενον αὔταρκες πρὸς τὸ μὴ περιτρέπεσθαι τὸν λόγον αὐτὸν ὑφ’ ἑαυτοῦ. εἰ γὰρ μὴ εἴη προσκείμενον τὸ ὅτε φαίνε‐
30ται ἀλλ’ ἁπλῶς εἴη κείμενον τὸ ἀληθὲς τὸ φαινόμενον εἶναι ᾧ φαί‐ νεται, εἰ τὸ αὐτὸ τῷ αὐτῷ ἄλλοτε μὲν φαίνεται τοιόνδε ἄλλοτε δὲ ἐναν‐ τίον τούτῳ, εἴη ἂν τῷ αὐτῷ ἅμα ἀληθῆ τἀναντία· ἀμφότερα γὰρ τοῦ αὐτοῦ φαντάσματος. δεῖ δὴ καὶ ταύτης τῆς προσθήκης τῆς ὅτε φαίνεται· οὐκέτι γὰρ τὰ πρότερον φανέντα τῷ αὐτῷ ἂν ἀληθῆ εἴη, ὅτε μηκέτι
35αὐτῷ τοιαῦτα φαίνεται, ὅτι περὶ ὧν πρότερον ἐδόξαζον ὡς ἀληθῶν, ὕστε‐ ρον δοξάζουσιν ὡς διεψευσμένοι τότε. γίγνεται οὖν πάλιν τὰ αὐτὰ οὐ μᾶλλον ἀληθῆ ἢ ψευδῆ. ἀλλ’ εἰ καὶ τῷ ὅτε φαίνεται μὴ εἴη τὸ κατὰ
τὴν αὐτὴν αἴσθησιν προσκείμενον, ἐλέγχοιτο ἂν ὁ λόγος αὐτῶν πάλιν καὶ319
in Metaph
.

320

οὕτως· δύναται γὰρ τῷ αὐτῷ καὶ ἐν τῷ αὐτῷ χρόνῳ περὶ τοῦ αὐτοῦ διάφορός τε ἅμα καὶ ἐναντία φαντασία γίνεσθαι, εἴ τινι ἡ χολὴ κατὰ μὲν τὴν ὄψιν διὰ τὸ χρῶμα γλυκεῖα φαίνεται, κατὰ δὲ τὴν γεῦσιν πικρά· εἴη γὰρ ἂν οὕτως πάλιν τῷ αὐτῷ τὰ αὐτὰ ἅμα ἀληθῆ εἶναι καὶ ψευδῆ, ὅπερ
5ἄτοπον ἕποιτο ἂν μὴ προσκειμένου τοῦ κατὰ τὴν αὐτὴν αἴσθησιν. καθ’ ἑκατέραν γὰρ τὴν αἴσθησιν ἀληθὴς ἔσται ἡ φαντασία, ὃ ἐδήλωσε τῇ τοῦ ᾗ προσθήκῃ, ἀλλ’ οὐχ ἁπλῶς ἀληθής τε καὶ ψευδής. ἀλλ’ ἐπεὶ δύναταί ποτε κατὰ τὴν αὐτὴν αἴσθησιν διαφέρον τι ἅμα τὸ αὐτὸ φαίνεσθαι καὶ ἀνόμοιον, οἷον κατὰ τὴν ὄψιν τὸ αὐτὸ λευκόν τε καὶ οὐ λευκόν, εἰ τῷ μὲν
10ἑτέρῳ τῶν ὀφθαλμῶν ὑγιαίνει τῷ δὲ ἑτέρῳ κάμνει, δεήσει πάλιν καὶ τῆς τοῦ ὥς προσθήκης, ὥστε χωρὶς ταύτης τῆς προσθήκης ἅμα ποτὲ τῷ αὐτῷ τὸ αὐτὸ ἀληθές τε καὶ ψεῦδος· ψεῦδος γὰρ τῇ νοσούσῃ αἰσθήσει τὸ φαι‐ νόμενον τῇ ὑγιαινούσῃ. διὸ δεῖ προσκεῖσθαι καὶ τὸ ὥς σημαντικὸν ὂν τοῦ κατὰ τὸ αὐτὸ μόριον. ὡς εἴ γε ταῦτα μὴ προστιθέντες ὑπέχοιεν λόγον,
15καίτοι οἰόμενοι δυσέλεγκτοι κατὰ τὸν λόγον εἶναι, εὐέλεγκτοι ἂν εἶεν, καὶ ῥᾳδίως ἂν εἰς τὸ τἀναντία λέγειν αὑτοῖς περιπίπτοιεν. ἅμα γὰρ ἂν εἴη τὸ αὐτὸ τῷ αὐτῷ ἀληθὲς καὶ ψεῦδος, καὶ ὂν καὶ μὴ ὄν, καὶ ἕν τε καὶ πλῆθος, ὅπερ ἄτοπον, εἰ μὴ ταῦτα εἴη προσκείμενα. οὐκέτι γὰρ ἔσται τῷ αὐτῷ ἅμα ἀληθῆ τὰ διαφέροντα ἀλλὰ τοῖς διαφέρουσι καὶ ἑτέροις, ἢ
20τῷ αὐτῷ, ἀλλ’ ἐν ἄλλῳ χρόνῳ, ἢ εἰ καὶ ἐν τῷ αὐτῷ, ἀλλ’ οὐ κατὰ τὸ αὐτό. ὅτι δὲ ἀναγκαία αὐτοῖς ἡ τούτων προσθήκη, εἰ μὴ μέλλοιεν ἐλέγ‐ χεσθαι ταχὺ καὶ τἀναντία λέγειν αὑτοῖς, τιθέμενοι μὲν πᾶσαν εἶναι φαν‐ τασίαν ἀληθῆ, συγχωροῦντες δὲ μὴ μᾶλλον ἑκάστην ἀληθῆ ἢ ψευδῆ εἶναι, ὃ ἀναιρετικόν ἐστιν οὗ τίθενται, καὶ αὐτὸς δι’ ὧν παρατίθεται δείκνυσιν,
25ἅ ἐστι τοῦ 〈ᾗ〉 καὶ ὥς δεικτικά. δύναται τὸ ᾗ καὶ ὥς ἐπὶ τῶν αὐτῶν λέγε‐ σθαι, καὶ μὴ ὡς ἑκάτερον ἰδίου δηλωτικόν. ἡ δὲ τούτων παράθεσις καὶ ἡ περὶ ταῦτα ἀκριβολογία ἐνδείκνυται τήν τε ἀναισχυντίαν αὐτῶν τῆς θέ‐ σεως· ὡς γὰρ οὐκ ἄτοπον τὸ αὐτὸ τῷ αὐτῷ χρόνῳ πικρόν τε καὶ γλυκὺ εἶναι λέγειν ἀληθῶς, ἐπεὶ ἄλλῃ μὲν οὕτως ἄλλῃ δὲ οὕτως αἰσθήσει φαί‐
30νεται, καὶ λευκόν τε καὶ φαιόν, εἰ ὁ μὲν ὑγιαίνει τῶν ὀφθαλμῶν ὁ δὲ νοσοίη· ἀνόμοια γὰρ αὐτοῖς οὕτως ἔσται· ἢ διότι ἅμα γίγνεται πάντα τὰ ὄντα πρός τι, δείκνυσιν. p. 1011a28 Ἐπεὶ πρός γε τοὺς διὰ τὰς πάλαι εἰρημένας αἰτίας τὸ φαινόμενον φάσκοντας ἀληθὲς εἶναι, καὶ διὰ τοῦτο πάνθ
35ὁμοίως εἶναι ψευδῆ τε καὶ ἀληθ. Λέγει περὶ τῶν διὰ τὸ ἀπορῆσαι ἐπὶ τὸ τοῦτο θέσθαι ἐλθόντων, οὓς
καὶ εἶπε μετριωτέρους τε εἶναι καὶ ὑπομνήσεως καὶ διδασκαλίας, οὐκ320
in Metaph
.

321

ἐλέγχου δεῖσθαι. ἐνδεῖ δὲ τῇ λέξει τὸ ῥᾳδία ἡ ἀπάντησις. ἔσται γὰρ τὸ λεγόμενον ἴσον τῷ ἐπεὶ πρός γε τοὺς διὰ τὰς πάλαι εἰρημένας αἰτίας τὸ φαινόμενον φάσκοντας ἀληθὲς εἶναι ῥᾳδία ἡ ἀπάντησις. ἕπεται γὰρ αὐτοῖς τὸ εἶναι ἅπανθ’ ὁμοίως ἀληθῆ τε καὶ ψευδῆ. καὶ διὰ τί τοῦτο, ἐπιφέρει·
5οὔτε γὰρ ἅπασι ταὐτὰ φαίνεται (διὰ γὰρ τοῦτο ἠξίου προστιθέναι τοὺς ἐρίζοντας τῷ πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι τὸ ᾧ φαίνεται), οὔτε ἀεὶ τῷ αὐτῷ τὰ αὐτὰ περὶ τοῦ αὐτοῦ· διὸ πάλιν ἠξίου προστιθέναι τὸ ὅτε φαίνεται. πολλάκις δὲ καὶ ἐναντία κατὰ τὸν αὐτὸν χρόνον· διὸ πάλιν ἠξίου προστίθεσθαι τὸ ᾗ τε καὶ ὥς. πῶς δὲ ἐναντία κατὰ τὸν αὐτὸν
10χρόνον φαίνεταί τινα, δεικνὺς παρέθετο ἡ μὲν γὰρ ἁφὴ δύο λέγει. τῷ γὰρ μήτε τὰ αὐτὰ πᾶσι φαίνεσθαι μήτε τοῖς αὐτοῖς ἀεὶ τὰ αὐτά, μὴ μᾶλλόν τε ἡγεῖσθαι τῶν φαινομένων ὁμοίως τάδε μὲν ἀληθῆ τάδε δὲ ψευδῆ, ἕπεται τὸ πάντα ὁμοίως γίνεσθαι τὰ φαντάσματα ἀληθῆ τε καὶ ψευδῆ, τῶν αὐτῶν καὶ τοιούτων καὶ οὐ τοιούτων φαινομένων. εἰπὼν δὲ
15καὶ δείξας πῶς ἀκολουθεῖ αὐτοῖς πάντα ὁμοίως λέγειν ψευδῆ τε καὶ ἀληθῆ ἁπλῶς λέγουσι πᾶν τὸ φαινόμενον ἀληθές, οὔτε γάρ, φησί, ταὐτὰ πᾶσι φαίνεται, ἀλλὰ τὰ τοῖσδε φαινόμενα ἀληθῆ τοῖσδε ψευδῆ φαίνονται, οὔτε τῷ αὐτῷ ἀεὶ τὰ αὐτὰ ἀλλὰ καὶ τἀναντία πολλάκις, καὶ ἐν τῷ αὐτῷ χρόνῳ. οὗ σημεῖον παρέθετο τὸ ἐπὶ τῆς ἁφῆς τε καὶ τῆς ὄψεως. ὃ γὰρ
20ἡ ὄψις ἓν φαντάζεται, τοῦτο τῇ ἁφῇ πλείω φαίνεται κατὰ τῶν δακτύλων τῶν διαφερόντων ἐπιβολὴν ἐπ’ αὐτό· ὅσοι γὰρ οἱ ἁπτόμενοι δάκτυλοι καὶ ὁσάκις ἅπτονται, τοσαῦτα φαίνεται εἶναι κἀκεῖνο οὗ ἅπτονται, ἓν φαι‐ νόμενον τῇ ὄψει. δύναται καὶ ἑνός τινος συνεχοῦς ὄντος τῇ ἁφῇ τοῦτο δοκεῖν πολλὰ ἐν τῇ παρὰ μέρος ἐπιβολῇ τῶν δακτύλων, κἂν τὸ μὲν αὐτοῦ
25μαλακὸν ᾖ τὸ δὲ σκληρόν τε καὶ πυκνόν, καὶ τὸ μὲν τραχὺ τὸ δὲ λεῖον, ἅπτηται δέ τις μὴ ὁρῶν, ἄλλοτε ἄλλῃ μεταφέρων τοὺς δακτύλους. δύνα‐ ται τὴν δακτύλων ἐπαλλαγὴν λέγειν [εἶναι] τὴν πρὸς ἀλλήλους συμπλοκήν. οἱ γὰρ περιπεπλεγμένοι ἀλλήλοις δάκτυλοι τῇ μὲν ὄψει εἷς φαίνονται, τῇ δὲ κατὰ τὴν ἁφὴν αὐτῶν τὴν πρὸς ἀλλήλους συναισθήσει πλείους αὐτοὺς
30λέγοιεν. ἔστι δὲ τὸ αὐτὸ δεῖξαι φανερώτερον καὶ ἐπὶ γεύσεώς τε καὶ ὄψεως, εἰ τῇ μὲν ὄψει φαίνοιτό τι μέλι διὰ τὸ χρῶμα, τῇ δὲ γεύσει χολὴ διὰ τὸ τοιοῦτον ἔχειν τὸν χυμόν, ὡς καὶ αὐτὸς παρέθετο. δείξας δὲ ταῦτα ἑπόμενα τοῖς οὕτω λέγουσιν, ἑξῆς προστίθησι τοὺς διορισμούς, οὓς εἶπεν αὐτὸς πρὸ ὀλίγου, λέγων δεῖν τούτους προστιθέναι τῇ λεγούσῃ δόξῃ πᾶν
35τὸ φαινόμενον ἀληθὲς τοὺς βουλομένους διαφεύγειν τὸν ἐν τοῖς λόγοις321
in Metaph
.

322

ἔλεγχον· οὐκέτι γάρ, εἰ ταῦτα εἴη προσκείμενα τῇ ἀληθεῖ φαντασίᾳ, συμ‐ βαίνει τὰ προειρημένα ἄτοπα. τοῦτο γὰρ λέγει διὰ τοῦ ἀλλ’ οὔτε τῇ αὐτῇ αἰσθήσει καὶ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόν. εἰ γὰρ μετὰ τούτων τῶν διορισμῶν ἡ φαντασία ἀληθὴς λέγοιτο,
5οὐκέτι ἂν ἕποιτο τὸ πᾶσαν φαντασίαν ὁμοίως ἀληθῆ τε καὶ ψευδῆ εἶναι· ἡ γὰρ μετὰ τῶν εἰρημένων διορισμῶν ἀληθὴς ἂν εἴη δεικνυμένη. ὃ εἰπὼν ἐπιφέρει ἀλλ’ ἴσως διὰ τοῦτο ἀνάγκη λέγειν τοῖς μὴ δι’ ἀπορίαν. ἔστι δὲ ὃ λέγει, ὅτι τοῖς μὲν διὰ τὸ ἀπορεῖν, πῶς χρὴ τὰς ἀληθεῖς τῶν φαντασιῶν λέγειν ὁμοίως πασῶν φαινομένων, θεμένοις πᾶσαν φαντασίαν
10εἶναι ὁμοίως ἀληθῆ, προφανῆ τὰ ἑπόμενα ἄτοπα, ἃ μεταπείσαι ἂν αὐτοὺς τῆσδε τῆς δόξης· τοῖς δὲ μὴ δι’ ἀπορίαν ἀλλὰ λόγου χάριν. λέγουσι ταῦτα διὰ τοῦτο χρὴ προστιθέναι τοῖς λεγομένοις ὑπ’ αὐτῶν τοὺς προει‐ ρημένους ὑφ’ ἡμῶν διορισμούς, εἰ μὴ μέλλοιεν ῥᾳδίως περιτρέπεσθαι. τού‐ του γὰρ χάριν τῆσδε τῆς δόξης προΐστανται· οὐ γὰρ ὡς ὑπολαμβάνοντες
15οὕτως· οὐδεὶς γὰρ ἂν ὑπολάβοι τὰ τοιαῦτα. ἕπεται δή, φησίν, ὥσπερ καὶ πρότερον εἰρήκαμεν, τοῖς ταῦτα λέγουσιν τὸ μὴ ἁπλῶς λέγειν πᾶσαν φαντασίαν ἀληθῆ, ἀλλὰ τούτῳ, τουτέστιν ἑκάστῳ τὴν οἰκείαν. οὕτως δὲ λέγουσιν αὐτοῖς ἕπεται, ὡς καὶ πρότερον εἴρηται, πάντα ποιεῖν πρός τι· τοῦτο γὰρ ἕπεται τῷ πρὸς τὴν δόξαν τὴν τοῦ δοξάζοντος καὶ τὴν αἴσθησιν
20τοῦ αἰσθανομένου τὴν οὐσίαν τῶν ὄντων ἀναφέροντι καὶ ἑκάστῳ τὸ φαι‐ νόμενον ἀληθὲς εἶναι λέγοντι. εἰ δὲ ἡ οὐσία τῶν ὄντων ἁπάντων πρός τι καὶ ταῖς δόξαις τῶν δοξαζόντων καὶ φαντασίαις καὶ αἰσθήσεσιν ἡ ὕπαρξις αὐτῶν ἕπεται, οὔτε ἔστι τί τινι ὃ μὴ δοξάζει τις εἶναι, οὔτε ἔσται τι, εἰ μὴ προδοξάσαι τις περὶ αὐτοῦ. οἷς γὰρ τὸ εἶναι ἐν τῷ φαίνεσθαι καὶ
25δοξάζεσθαι εἶναι, τούτοις καὶ τὸ γίνεσθαι ἐν τῷ δοξάζεσθαι· εἰ δὲ τὸ γίγνεσθαι, καὶ τὸ γεγονέναι. ὥστε τῷ μὴ δοξάζοντι γίνεσθαί τι οὐδὲ γίγνε‐ ται· ἀλλ’ οὐδὲ ὅλως γένοιτό τι, ὃ μὴ γίνεσθαι δοξάζεται, καὶ εἴη γ’ ἂν ἕκαστον ἕως ἂν δοξάζηται· ἡ γὰρ δόξα καὶ ἡ φαντασία ποιοῦσι τὰ φαι‐ νόμενά τε καὶ δοξαζόμενα μὴ ὑπάρχοντα πρότερον. ἀγαγὼν δὲ ἐπὶ τοῦτο
30καὶ δείξας ὅτι ἀναγκαῖον αὐτοῖς πάντα πρός τι λέγειν, πειρᾶται τοῦτο κι‐ νεῖν καὶ τὴν πρόσληψιν κατασκευάζειν τοῦ λόγου, δεικνὺς ὅτι μὴ πάντα τὰ ὄντα πρός τι, λέγων ὅτι εἰ δέ τι εἴη γεγονὸς ἢ ἐσόμενον ἄνευ τοῦ προδοξασθῆναι, οὐκ ἂν εἴη πάντα πρός τι· εἰ δὲ μὴ πάντα πρός τι, οὐδὲ τὸ φαινόμενον ἑκάστῳ ἀληθὲς ἔτι. ἐπὶ τοῦτο δὲ ἀγαγὼν τὸν λόγον, ὡς
35ῥᾴδιον ὂν δεῖξαι ὅτι μὴ ἐκ τοῦ προδοξάσαι τινὰ ἕκαστον τῶν γινομένων γίνεταί τε καὶ γέγονεν, ἐπαύσατο· ἐναργὲς γὰρ τὸ πολλὰ καὶ ἀπροσδοκή‐ τως καὶ ἀνελπίστως γίνεσθαι· ἄτοπον γὰρ τὸ λέγειν ὅτι οὔτε πόλεμος
ἐγένετο ἄν, εἰ μὴ προεδόξασέ τις ὅτι ἔσται, οὐδὲ ὁ κατακλυσμὸς ἢ ὁ322
in Metaph
.

323

σεισμός. ἔδει γάρ, εἰ τοῦτο, μόνοις τοῖς περὶ τούτων προδοξάσασι γίνεσθαι αὐτά, καὶ τοῖς δοξάζουσι μὴ ἔσεσθαι αὐτὰ μὴ γίνεσθαι. οὐχ οὕτω δὲ ἔχει· οὔτε γὰρ ὁ πόλεμος τοῖς μὲν δοξάσασιν ἔσεσθαι αὐτὸν γίνεται τοῖς δὲ μὴ δοξάσασιν οὐ γίνεται, οὔτε προσπταίει τις δοξάζων ἢ αὐτὸς ἢ
5ἄλλος τις τούτῳ. εἰ δὲ καὶ χωρὶς τοῦ δοξάζεσθαι γίνεταί τινα, οὐ γί‐ νεται τὰ ὄντα πάντα πρός τι· εἵπετο δὲ τῷ μὴ πάντα εἶναι πρός τι τὸ μὴ πᾶν εἶναι τὸ φαινόμενον ἀληθές. ῥᾴδιον δέ, ὅτι μὴ ἔστιν ἐν τῷ φαί‐ νεσθαι τοῖς οὖσι τὸ εἶναι, καταμαθεῖν καὶ ἐκ τοῦ τὰ μὲν πρός τι ἅμα εἶναι τῇ φύσει, μὴ συναναιρεῖσθαι δὲ τῷ δοξάζοντι τὴν τῶν δοξαζομένων
10οὐσίαν τε καὶ ὕπαρξιν. p. 1011b7 Ἔτι εἰ ἕν, πρὸς ἓν ἢ πρὸς ὡρισμένον· καὶ εἰ ταὐτὸν καὶ ἥμισυ καὶ ἴσον, ἀλλ’ οὐ πρὸς τὸ διπλάσιόν γε τὸ ἴσον. Δείξας ὅτι οἱ τὸ φαινόμενον πᾶν ἀληθὲς εἶναι λέγοντες πρός τι ποι‐ οῦσι πάντα, περὶ τῶν πρός τι τὸν λόγον ποιούμενος δείκνυσί τι καὶ τοιοῦ‐
15τον ἄτοπον ἑπόμενον τῇ δόξῃ, λαβὼν καὶ θεὶς πρῶτον πῶς λέγομεν καὶ ἔστι τὰ πρός τι· εἰ γὰρ μὴ οὕτως ἔχει τὰ ὄντα πάντα, δεδειγμένον ἂν εἴη ὅτι μὴ πρός τί ἐστιν. τῶν δὴ πρός τι ἕκαστον πρὸς ἓν λέγεται, ἢ εἰ καὶ πρὸς πλείω τὸ αὐτό, καθ’ ἕκαστον τῶν πρὸς ὃ λέγεται ὡρισμένον, καὶ οὐ τὸ τυχόν· ἕκαστον γὰρ τῶν πρός τι πρὸς ὡρισμένον τι λέγεται.
20καὶ γὰρ εἰ πλείους τι σχέσεις ἔχει καὶ πρὸς πλείω διὰ τοῦτο λέγεται, ἀλλὰ καθ’ ἑκάστην γε σχέσιν πρὸς ὡρισμένον τι λέγεται ἢ εἴδει ἢ γένει. εἰ οὖν τὸ αὐτὸ ἴσον τε εἴη καὶ διπλάσιον καὶ ἥμισυ, πρὸς πλείω μὲν ῥηθήσεται (καὶ γὰρ πρὸς ἴσον καὶ πρὸς ἥμισυ καὶ διπλάσιον), ἀλλὰ καθ’ ἕκαστον πρὸς ὡρισμένον· οὔτε γὰρ ἴσον πρὸς ἄλλο τι ἢ πρὸς ἴσον, οὔτε
25διπλάσιον πρός τι ἄλλο ἢ πρὸς ἥμισυ, οὔτε ἥμισυ πρὸς ἄλλο ἢ διπλάσιον. ἀλλ’ οὐδὲ ὁρατὸν πρὸς ἄλλο τι ἢ πρὸς ὄψιν. ὥστε εἰ καὶ πρὸς πλείω τὸ αὐτό, ἀλλὰ καθ’ ἕκαστον ἀεὶ πρὸς ὡρισμένον τι. εἰπὼν δὲ τὸ πρός τι ἢ πρὸς ἕν, ἢ εἰ καὶ πρὸς πλείω ἀλλ’ οὖν πρὸς ὡρισμένον τι καὶ ἓν καθ’ ἑκάστην γε σχέσιν λέγεσθαι, τὸ μὲν ἐκ τοῦ πρὸς ἓν ἕκαστον λέγε‐
30σθαι καθ’ ἑκάστην γε σχέσιν ἑπόμενον ἄτοπον καὶ ὁμολογούμενον τῇ δόξῃ ὕστερον ἐπιφέρει, πρῶτον δὲ ἄλλο δείκνυσιν ἑπόμενον ἄτοπον αὐτῇ. ἐπεὶ γὰρ τὸ δοξάζον καὶ δοξαζόμενον πρὸς ἄλληλα λέγεται, εἰ ἔστιν ἑκάστῳ
τῶν ὄντων τὸ εἶναι ἐν τῷ δοξάζεσθαι, ἐπεὶ καὶ ἕτερον τὸ δοξάζειν καὶ τὸ323
in Metaph
.

324

δοξάζεσθαι (πρός τι γὰρ καὶ ἀντικείμενα), εἰ ἄνθρωπός ἐστι τὸ δοξαζό‐ μενον καὶ ταὐτὸν αὐτῷ τὸ δοξάζεσθαι καὶ τὸ εἶναι ἄνθρωπος, εἴ γε ἐν τῷ δοξάζεσθαι τὸ εἶναι ἔχει, τὸ δοξάζον οὐκ ἔσται ἄνθρωπος· ἕτερον γάρ ἐστι τοῦ δοξαζομένου. κατὰ μὲν γὰρ τοὺς μὴ λέγοντας εἶναι πάντα τὰ
5ὄντα πρός τι, ἀλλὰ καταλείποντας οὐσίαν τινὰ ὑποκειμένην καὶ συμβε‐ βηκὸς αὐτῇ ποιοῦντας τὸ πρός τι, πρόχειρός τε καὶ ῥᾳδία ἡ λύσις τοῦ προηπορημένου. ὅτι γὰρ τὸ δοξάζον καθὸ δοξάζει τοῦ δοξαζομένου καθὸ δοξάζεται ἕτερόν ἐστι, λέγοιεν ἄν· ἕτερον γὰρ τοῦ δοξάζειν τὸ δοξάζεσθαι. ὃ μέντοι ποτὲ ὂν τῶν δοξαζόντων τε ἕκαστον καὶ δοξαζομένων συμβεβη‐
10κὸς ἔχει ἢ τὸ δοξάζειν ἢ τὸ δοξάζεσθαι, οὐδὲν κωλύει ταῦτα εἶναι ταὐτά· οὐδὲ γὰρ ὁ ἄνθρωπος καθ’ αὑτὸ ᾗ ἄνθρωπος ἔστιν ἔτι πρός τι, ἀλλὰ καθὸ δοξάζων καὶ δοξαζόμενος· καὶ οὕτω γε οὐδὲν κωλύει καὶ ἑαυτὸν δοξάζειν τινά· συμβέβηκε γὰρ τῷ αὐτῷ τῷ ἀνθρώπῳ ὄντι οὐσίᾳ πλείω ἅμα, ὥστε οὐδὲν κωλυθήσεται κατ’ ἄλλο μὲν δοξάζων εἶναι, κατ’ ἄλλο δὲ
15δοξαζόμενος· κατ’ ἄλλο γὰρ καὶ ἄλλο· κατὰ δὲ τὸ ὑποκείμενον, ὅ ποτε ὂν ἔχει ταῦτα συμβεβηκότα, ὁ αὐτός. τοῖς δὲ πρός τι πάντα ποιοῦσιν οὐχ οἷόν τε λέγειν τοῦτο ἔτι· οὐ γὰρ ἔστι κατ’ αὐτοὺς οὐσία τις, ᾗ συμ‐ βέβηκε δοξάζεσθαι, ὅ ἐστι πρός τι, ἀλλ’ ἑκάστῳ τῶν ὄντων τὸ εἶναί ἐστιν ἐν τῷ δοξάζεσθαι. εἰ οὖν ὅταν δοξάζηται ἄνθρωπος, τότε ἔστι, καὶ ταὐ‐
20τόν ἐστιν αὐτῷ ἀνθρώπῳ τε εἶναι καὶ δοξαζομένῳ (διότι γὰρ δοξάζεται ὁ ἄνθρωπος εἶναι, ἔστι, καὶ ἐν τῷ δοξάζεσθαί ἐστιν αὐτῷ τὸ εἶναι καὶ δοξα‐ ζόμενον), ὡς τὸ δοξάζεσθαι τοῦ δοξάζειν τέ ἐστιν ἕτερον καὶ οὐχ οἷόν τε καθὸ δοξάζεται καὶ δοξάζειν ἅμα, οὕτως καὶ τὸ δοξαζόμενον τοῦ δοξάζον‐ τος ἕτερόν ἐστι (ταὐτὸν γὰρ ἦν δοξάζεσθαί τε καὶ εἶναι)· καὶ ὁ ἄνθρωπος
25ἄρα τοῦ δοξάζοντος ἕτερον ἔσται, ὅταν τὸ δοξαζόμενον ἄνθρωπος ᾖ, καὶ τοῦτο οὐ κατὰ συμβεβηκός, ἐπεὶ μὴ ἕτερον τὸ ἀνθρώπῳ εἶναι τοῦ δοξα‐ ζομένῳ εἶναι. καθὸ οὖν ἐστιν αὐτῷ τὸ εἶναί τι τοῦτο, κατὰ τοῦτο αὐτοῦ ἕτερόν ἐστι. τὸ δοξάζον ἄρα ἄνθρωπον δοξάζον οὐκ ἔσται ἄνθρωπος τότε. οὐ γὰρ ὥσπερ ἐπὶ τοῦ ἴσου ὁ αὐτὸς λόγος ἐπ’ ἀμφοτέρων καθὸ ἴσα, οὕτω
30καὶ ἐπὶ τοῦ δοξάζοντος καὶ δοξαζομένου. οὐ γὰρ τῶν οὕτως πρός τι ὄντων τὸ δοξάζον τε καὶ δοξαζόμενον· ἦν γὰρ ἂν πάλιν, εἰ τοῦτο ἦν, πᾶν τὸ δοξάζον ταὐτὸν τῷ δοξαζομένῳ, ὡς τὸ ἴσον ἴσῳ ἴσον καὶ τὸ ὅμοιον ὁμοίῳ ὅμοιον. ἀλλ’ οὐ τῶν κατ’ ἰσότητα πρός τί ἐστι τὸ δοξάζειν τε καὶ τὸ δοξάζεσθαι, ἀλλὰ μᾶλλον τῶν κατὰ τὸ κρῖνόν τε καὶ κρινόμενον· ὧν καὶ τὰ τελειω‐
35τικὰ ἐπιστῆμαί τε καὶ αἰσθήσεις, ἐν οἷς πᾶσιν ἕτερα τὰ κρίνοντα τῶν κρι‐ νομένων· ἄλλο γὰρ ἑκάτερον αὐτῶν, καθὸ τοιοῦτον, καὶ ἄλλοι οἱ λόγοι
αὐτῶν. διὸ ἐπὶ μὲν τῶν ἴσων τοῦ ἑτέρου ὄντος ἴσου καὶ θάτερον ἴσον324
in Metaph
.

325

ἐστὶ καὶ τὸν αὐτὸν ἔχει λόγον, οὐκέτι δὲ ἐπὶ αἰσθήσεως καὶ αἰσθητοῦ, ὥσπερ οὐδὲ ἐπὶ διπλασίου· οὐ γὰρ εἰ θάτερον τῶν πρὸς ἄλληλα λεγομέ‐ νων διπλάσιον, καὶ θάτερον διπλάσιον· ἥμισυ γὰρ ἐκεῖνό γε, ἀλλ’ οὐ διπλάσιον, ἔτι δὲ διαφέροντες οἱ λόγοι διπλασίου τε καὶ ἡμίσεος. οὕτω
5δὴ καὶ ἐπὶ τοῦ δοξάζοντος, εἰ θάτερον δοξάζον, θάτερον οὐκέτι δοξάζον ἀλλὰ δοξαζόμενον ἔσται, καὶ ἕτερον ἐκείνου τῷ λόγῳ. ὥστε εἰ τὸ δοξα‐ ζόμενον τὸν τοῦ ἀνθρώπου λόγον ἔχει καθὸ δοξάζεται, τὸ δοξάζον, οὐκ ἔχον τὸν τοῦ ἀνθρώπου λόγον, οὐδ’ ἄνθρωπος εἴη. δύναται δὲ καὶ αὕτη ἡ ἐπιχείρησις συνῆφθαι τῷ τὰ πρός τι ἓν πρὸς ἓν καὶ πρὸς ὡρισμένον
10λέγεσθαι· εἰ γὰρ πρὸς ἓν ἕκαστον τῶν πρός τι λέγεται, καὶ τὸ δοξάζειν πρὸς ἓν τὸ δοξάζεσθαι ἂν λέγοιτο, ὥστε εἰ ταὐτὸν ἑκάστῳ τῶν ὄντων τὸ εἶναί τε καὶ δοξάζεσθαι, τὸ δοξάζον ὥσπερ πρὸς τὸ δοξαζόμενον λέγεται, οὕτω ῥηθήσεται καὶ πρὸς τοῦτο, ὅ ἐστι τὸ δοξαζόμενον, εἴ γε ταὐτὸν αὐτῷ τὸ εἶναι καὶ τὸ δοξαζόμενον. ἀλλ’ ἔστι τὸ δοξαζόμενον τῷ δοξά‐
15ζεσθαι ταὐτόν, καὶ τὸ δοξάζειν αὖ τῷ δοξάζοντι ταὐτόν· οὕτως γὰρ ἔσται ἓν πρὸς ἕν. εἰ δὲ τοῦτο, ὡς ἄλλο τὸ δοξάζειν τοῦ δοξάζεσθαι, οὕτως ἄλλο ἔσται καὶ τὸ δοξάζον τοῦ δοξαζομένου, καὶ ἀνάπαλιν, ὥστε εἰ ἄνθρωπος τὸ δοξαζόμενον, οὐκ ἔσται τὸ δοξάζον ἄνθρωπος· καὶ οὕτω καθ’ ἕκαστον τῶν δοξαζομένων ἄλλο ἔσται τὸ δοξάζον, ἀνθρώπου μέν, ὅταν ἄνθρωπον,
20κυνὸς δέ, ὅταν κύνα. εἰ δὲ καθ’ ἕκαστον ἔσται πρὸς τὸ δοξάζον, πρὸς ἄπειρα ἔσται τῷ εἴδει τὸ δοξάζον. ἦν δὲ κείμενον τὸ τὰ πρός τι ἢ πρὸς ἓν λέγεσθαι, ἢ εἰ πρὸς πλείω λέγοιτο πρός τι τὸ αὐτό, ἀλλ’ οὖν πρὸς ὡρισμένα· ὃ ἀναιροῦσιν οἱ πάντα πρός τι λέγοντες· ἔσται γὰρ πρὸς ἄπειρα τὸ δοξάζον ἓν καὶ ταὐτὸν ὄν. εἰ γὰρ μὴ ἔστιν ὑποκει‐
25μένη τις φύσις ᾗ συμβέβηκε τὸ δοξάζεσθαι, διάφορος μὲν οὖσα κατὰ τὴν οὐσίαν καὶ κατὰ τὸ εἶδος (ἄλλο γὰρ εἶδος ἵππου καὶ ἄλλο κυνός, καὶ τῶν ἄλλων ὅμοια, ὅσα ἐστὶ δοξαστά), ἓν δέ τι καὶ ταὐτὸ συμβεβηκὸς ἔχουσα τὸ εἶναι δοξαστὴ καὶ δύνασθαι αὐτῆς δόξαν γενέσθαι, ἀλλ’ ἑκάστῳ τὸ εἶναι ἐν τῷ δοξάζεσθαί ἐστι, καὶ ἐν τούτῳ ἡ γένεσίς τε καὶ ἡ οὐσία αὐτῶν, καὶ
30οὐκ ἔστιν ἄλλο τῷ ἵππῳ τὸ τί ἦν εἶναι ἢ τὸ δοξάζεσθαι (ἐν τούτῳ γὰρ αὐτῷ τὸ εἶναι), ὁμοίως δὲ καὶ τοῖς ἄλλοις πᾶσι τοῖς οὖσιν (οὐδὲν γὰρ διαφέρει κύνα εἰπεῖν ἢ δοξαστόν), ἄπειρα δὲ κατὰ τὸ εἶδός ἐστι τὰ ὄντα, ἄπειρα ἔσται κατὰ τὸ εἶδος τὰ δοξαστά τε καὶ τὰ δοξαζόμενα, καθό ἐστι δοξαστά· ὥστε οὖν εἰ τὰ δοξαζόμενα πρὸς τὰ δοξάζοντα λέγεται, πρὸς
35ἄπειρα τῷ εἴδει τὸ δοξάζον ῥηθήσεται, εἴ γε ἄπειρα κατ’ εἶδος τὰ δοξα‐ ζόμενα ὑπὸ τοῦ αὐτοῦ, οἷς ἐν τῷ δοξάζεσθαι τὸ εἶναι. τοῦτο δὲ ἄτοπον.
ἰσχυρὸς δὲ ὁ λόγος πρὸς ἀναίρεσιν τοῦ πάντα πρός τι εἶναι ὅ τε δεικνὺς325
in Metaph
.

326

ὅτι οὐδενὸς προδοξάσαντος οὔτε εἶναι οὔτε ἔσεσθαι, καὶ ὁ ἀντιστρέφων αὐτῷ ὁ λέγων πάντα, ἃ δοξάζει τις, ἢ εἶναι ἢ ἔσεσθαι· πολλά τε γὰρ τῶν γινομένων μὴ προδοξασθέντα γινόμενα καὶ λεγόμενα ἀπροσδόκητα, καὶ πολλά, ἃ πάλιν δοξαζόμενα οὐ γίνεται, ὡς θησαυρῶν εὕρεσις, ἐν πολέμοις καὶ ἐν
5ἀγῶσι νῖκαι καὶ ἧτται, καὶ μυρία ὅσα ἄλλα. καὶ ἔτι ὁ λέγων, εἰ ἐν τῷ δοξάζεσθαι ἑκάστῳ τῶν ὄντων ἐστὶ τὸ εἶναι, μὴ ὄντος γε τοῦ δοξάσαντος οὐδὲν ἔσται· ὥστε ἀναιρεθέντος ζῴου οὐδὲν ἄλλο εἴη, καὶ συμφθείροιτο ἂν τῷ δοξάζοντι φθειρομένῳ ἡ ὕπαρξις τῶνδε ὧν ἐδόξαζεν, ὡς εἴπομεν ἤδη. ἀλλ’ εἰ καὶ εἴη μέν, μηκέτι δὲ δοξάζοιτο αὐτό, οὐδὲ τότε ἂν εἴη.
10ἔτι αὐτὸς ὁ δοξάζων ὅτε δοξάζει, εἰ μὴ ὑπό τινος δοξάζοιτο, οὐκ ἔσται ὤν· καὶ οὕτω συμβήσεται αὐτῷ μὴ εἶναί τε ἅμα καὶ δοξάζειν. ἔτι ἐν τῇ τῆς δόξης ἀπαλλαγῇ καὶ τῶν πραγμάτων ἔσται μεταλλαγή, περὶ ὧν † μετα‐ πίπτουσα δόξας τι ὁ δοξάζων, εἰ μή τις αὑτὸν δοξάζοι ὡς δοξάζοντα. ἔτι εἰ ὁ μὲν αὐτὸν δοξάζει εἶναι, ὁ δὲ μή, εἴη ἂν ἅμα καὶ οὐκ εἴη. ἀλλὰ
15καὶ εἰ πολλὰ δοξάζοιεν εἶναι, ἔσται πολλὰ ὁ αὐτός. καὶ εἰ ἐν διαφόροις ἅμα τόποις τὸ αὐτό τινες τὸν ἀριθμὸν δοξάζοιεν εἶναι, ἔσται ἅμα τὸ αὐτὸ ἐν διαφόροις τόποις· † καὶ εἴη ἂν καὶ εἰ διάφορον, οἷον οἱ μὲν ἠρεμοῦντα οἱ δὲ κινούμενα, ἅμα τὰ αὐτὰ ἔσται. καὶ μυρία ἄν τις εὕροι τῇδε τῇ δόξῃ ἄτοπα ἑπόμενα.
20p. 1011b13 Ὅτι μὲν οὖν βεβαιοτάτη δόξα πασῶν τὸ μὴ εἶναι ἀληθεῖς ἅμα τὰς ἀντικειμένας φάσεις. Τοῦτο ἦν τὸ προκείμενον αὐτῷ δεῖξαι, ὅτι γνωριμώτατον καὶ ἐναρ‐ γέστατον ἀξίωμα τὸ μὴ συναληθεύεσθαι τὰς ἀντιφάσεις· ὃ δέδειχε διὰ πλειόνων. καὶ τίνα ἄτοπα ἕπεται τοῖς τοῦτο φάσκουσιν, εἴρηται, καὶ τί
25τὸ κινῆσαν τοὺς οὕτως ὑπολαμβάνοντάς τε καὶ θεμένους, ὅτι τό τε τἀ‐ ναντία ἐκ τοῦ αὐτοῦ ὁρᾶν γινόμενα καὶ τὸ μὴ πᾶσι τὰ αὐτὰ φαίνεσθαι περὶ τῶν δοκούντων εἶναι τῶν αὐτῶν. p. 1011b15 Ἐπεὶ δὲ ἀδύνατον τὴν ἀντίφασιν ἅμα ἀληθεύεσθαι κατὰ τοῦ αὐτο.
30 Δείξας ἐναργέστατον ὂν ἀξίωμα τὸ μὴ δύνασθαι ἅμα τὴν ἀντίφασιν ἀληθῆ εἶναι, φησὶν ἕπεσθαι τούτῳ τὸ μηδὲ τἀναντία ἅμα δύνασθαι ὑπάρ‐ χειν τῷ αὐτῷ, καὶ πῶς ἕπεται δείκνυσι. τῶν μὲν γὰρ ἐναντίων θάτε‐ ρον στέρησίς ἐστιν οὐχ ἧττον, τουτέστι τὸ ἕτερον τῶν ἐναντίων οὐχ ἧττον στέρησίς ἐστιν ἢ ἐναντίον. κέχρηται δὲ τῷ ἐπιχειρήματι τούτῳ μά‐
35λιστα ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς. δύναται τὸ οὐχ ἧττον σημαν‐326
in Metaph
.

327

τικὸν εἶναι τοῦ οὐχ ἧττον τὸ ἕτερον τοῦ ἑτέρου στέρησις. εἴρηκε μὲν γὰρ ἐν ἐκείνοις τὸ χεῖρον ἐν τῇ τῶν ἐναντίων συστοιχίᾳ στέρησιν εἶναι, κυρίως τοῦ ἀμείνονος εἴδους ὄντος· οὕτως τὸ μέλαν στέρησις τοῦ λευκοῦ καὶ τὸ αἰσχρὸν τοῦ καλοῦ καὶ τὸ πικρὸν τοῦ γλυκέος· ἤδη μέντοι ἑκάτερον ἑκα‐
5τέρου στέρησις, καὶ ταύτῃ τἀναντία τῶν κυρίως στερήσεων διαφέρει, ᾗ ἐκεῖ μὲν τὸ ἕτερον μόνον τοῦ ἑτέρου στέρησις, ἐπὶ δὲ τῶν ἐναντίων ἑκά‐ τερον ἑκατέρου. λαβὼν δὲ τὸ ἕτερον τῶν ἐναντίων στέρησιν εἶναι τοῦ ἑτέ‐ ρου, μετὰ ταῦτα προσέθηκε τὸ οὐσίας δὲ στέρησις, ἴσον λέγων τῷ ἡ δὲ στέρησις οὐσίας, τουτέστιν ὄντος τινὸς καὶ ὡρισμένου. ὃ ἐξηγούμενος
10προσέθηκεν ἡ δὲ στέρησις ἀπόφασίς ἐστιν ἀπό τινος ὡρισμένου γένους. οὕτω γὰρ γίνεται σῶζον τὸ λεγόμενον τὴν πρὸς τὰ εἰρημένα συνέχειαν. τίνι δὲ διαφέρει τῆς ἁπλῶς ἀποφάσεως ἡ στερητικὴ ἀπόφασις, ἐδήλωσε διὰ τοῦ προσθεῖναι ἀπό τινος ὡρισμένου γένους. τούτου δὲ σημαντικὸν ἦν καὶ τὸ οὐσίας δὲ στέρησις. ἢ τὸ οὐσίας δὲ στέρησις
15ἴσον ἐστὶ τῷ ἡ δὲ στέρησις στέρησις οὐσίας καὶ ὄντος τινός· ὂν γάρ τι τὸ ἐστερημένον ἐστέρηταί τινος· οὐ γὰρ ὥσπερ ἀπόφασις, ἥ τινων ἀληθεύεται καὶ κατὰ τῶν πεφυκότων ἐκεῖνο δέχεσθαι μὴ ἐχόντων δέ, καὶ κατὰ τῶν μηδ’ ὅλως πεφυκότων (τὸ γὰρ οὐχ ὁρᾷ καὶ ἐπὶ τοῦ τυφλοῦ ἀληθὲς καὶ ἐπὶ τοῦ τοίχου, ὃς οὐδὲ ὅλως ὄψεως δεκτικός· κατὰ ἀορίστων γὰρ ἡ ἀπό‐
20φασις), οὐχ οὕτω καὶ ἡ τυφλότης· ἐπὶ γὰρ τῶν ἀφῃρημένων τὴν ὄψιν μόνον ἀληθεύεται. ὁμοίως καὶ τὸ ἐναντίον, εἴ γε ἡ αὐτὴ φύσις τῶν ἐναν‐ τίων δεκτική. τούτῳ γὰρ στέρησις ἀποφάσεως, φησί, διαφέρει, ὅτι ἡ μὲν ἀπόφασις κατά τε ὄντων καὶ μὴ ὄντων κατηγορεῖται, ἡ δὲ στέρησις κατά τινος ὑποκειμένης φύσεως, ἥτις καὶ τοῦ εἴδους καὶ τῆς ἕξεώς ἐστι δεκτική.
25ἅμα δὲ καὶ τί ἐστι στέρησις καὶ τί δύναται ἐξέθετο, εἰπὼν ἀπόφασις γάρ ἐστιν ἀπό τινος ὡρισμένου· τοῦτο δὲ ἐν τοῖς πρώτοις ἤδη περὶ στερήσεως εἶπεν. εἰ δὴ τῶν μὲν ἐναντίων θάτερον στέρησις θατέρου, ἡ δὲ στέρησις ἀπόφασίς τις, οὐδεμία δὲ ἀπόφασις συναληθεύεται τῇ ἀντικειμένῃ φάσει, οὐδ’ ἂν τὰ ἐναντία συνυπάρχοι ἀλλήλοις. ὁ γὰρ λόγος τοιοῦτος· τὸ ἕτερον
30τῶν ἐναντίων τοῦ ἑτέρου τῶν ἐναντίων στέρησις· ἡ στέρησις ἀπόφασις οὗ ἐστι στέρησις· τὸ ἕτερον ἄρα τῶν ἐναντίων ἀπόφασίς ἐστι τοῦ οὗ ἐστιν ἐναντίον. εἰ δὲ ἡ ἀπόφασις μὴ συναληθεύει τῇ καταφάσει, οὐδ’ ἂν τἀ‐ ναντία. ἀλλ’ εἰ μὴ οἷόν τε ἅμα τἀναντία τοῦ αὐτοῦ κατηγορῆσαι ἀληθῶς (προσκείσθωσαν δὲ οἱ διορισμοὶ οἱ ἐν τοῖς ἐναντίοις ὑποτιθέμενοι), οὐδ’
35ἂν συνυπάρχειν ἀλλήλοις δύναιτο, ἀλλ’ ἢ πῇ ἄμφω ἢ θάτερον πῇ θάτε‐ ρον δὲ ἁπλῶς· πῇ μὲν ἄμφω, εἰ κατὰ ἄλλο καὶ ἄλλο μόριον αὐτοῦ ἔχοι τι τἀναντία, θάτερον δὲ πῇ θατέρου ἁπλῶς ὄντος, ὡς εἶπεν ἐν τοῖς Ἠθι‐
κοῖς, τὴν ἐκβολὴν τῶν φορτίων ἐν θαλάσσῃ ἁπλῶς μὲν καὶ καθ’ αὑτὴν327
in Metaph
.

328

ἐξεταζομένην ἀκούσιον εἶναι, τότε δὲ ὅτε πράσσεται ἑκούσιον, καὶ τὸν Αἰθίοπα ἁπλῶς μὲν καὶ ὅλον ὁρώμενον μέλανα, πῇ δὲ λευκόν (κατὰ γὰρ τοὺς ὀδόντας), καὶ τὸ ἐγὼ ψεύδομαι, ἁπλῶς ψευδὲς ὄν, πῇ ἀληθές ἐστιν, ὡς ἐν ἄλλοις δέδεικται.
5p. 1011b23 Ἀλλὰ μὴν οὐδὲ μεταξὺ ἀντιφάσεως ἐνδέχεται εἶναι οὐδέν. Δείξας ὅτι μὴ οἷόν τε ἅμα τἀναντία ὑπάρχειν, ἐφεξῆς δείκνυσι διὰ πλειόνων ὅτι μηδέν ἐστι μεταξὺ τῆς ἀντιφάσεως. προσκατασκευάζοιτο δ’ ἂν διὰ τούτου τὸ μηδὲ ψεύδεσθαι ἅμα τὴν ἀντίφασιν· ᾧ ἕποιτο ἂν τὸ
10διαιρεῖν ἐπὶ παντὸς αὐτὴν τὸ ἀληθές τε καὶ τὸ ψεῦδος. εἰ γὰρ μήτε ἀληθὲς ἅμα, ὡς δέδεικται, μήτε ἅμα ψευδές (δύναιτο γὰρ ἂν τοῦτο εἰρῆ‐ σθαι μεταξὺ τῆς ἀντιφάσεως), λείπεται τὸ ἐπὶ παντὸς τὸ ἕτερον αὐτῆς μόριον ἀληθὲς εἶναι, τὸ δὲ ἕτερον ψεῦδος. ὅτι οὖν μηδὲν τῆς ἀντιφάσεως μεταξὺ δείκνυσι. δεῖ δὲ μίαν λαμβάνειν ἀντίφασιν· τοῦτο δὲ εἴη ἄν, εἰ
15ἓν καθ’ ἑνὸς εἴη καὶ τὸ καταφασκόμενον καὶ τὸ ἀποφασκόμενον· εἰ γὰρ μὴ ἓν καθ’ ἑνὸς εἴη, οὐ μία ἔτι καὶ ἡ αὐτὴ ἀντίφασις, ἀλλὰ πλείους ἔσονται αἵ τε καταφάσεις καὶ ἀποφάσεις. εἴρηται δὲ περὶ τούτων ἐπὶ πλέον ἔν τε τῷ Περὶ ἑρμηνείας καὶ ἐν τῷ Περὶ καταφάσεως. διὸ καὶ αὐτὸς προσέθηκε τὸ ἓν καθ’ ἑνός. πρὸς δὲ τὴν δεῖξιν τοῦ μηδὲν εἶναι
20τῆς ἀντιφάσεως μεταξὺ πρώτῃ ἐπιχειρήσει χρῆται τοιαύτῃ. ὁρίζεται τί ἐστι τὸ ἀληθὲς καὶ τί τὸ ψεῦδος, καὶ λαμβάνει ἀληθὲς μὲν εἶναι τὸ τὸ ὂν λέγειν εἶναι καὶ τὸ μὴ ὂν μὴ εἶναι, ψεῦδος δὲ τὸ τὸ ὂν λέγειν μὴ εἶναι ἢ τὸ μὴ ὂν εἶναι· ὧν τὰ μὲν καταφάσεις εἰσί, τὰ δὲ ἀποφάσεις. ὁ δὴ τὸ μεταξὺ τοῦτο λέγων εἶναι ἢ μὴ εἶναι, εἰ ὅλως ἔστι τι (διὰ γὰρ τοῦ
25ὥστε καὶ ὁ λέγων τοῦτο εἶναι ἢ μή περὶ τοῦ μεταξὺ εἴρηκε), δῆλον μὲν ὅτι ἀληθεύοι μὲν ἂν ἢ ψεύδοιτο. πᾶς γὰρ ὁ περί τινος ἀποφαινό‐ μενος καὶ ἢ εἶναι αὐτὸ λέγων ἢ μὴ εἶναι ἀληθεύει ἢ ψεύδεται. ἀδύνατον δὲ τοῦτο ἐπὶ τούτου· οἱ γὰρ τὸ ὂν ἢ τὸ μὴ ὂν ἢ εἶναι ἢ μὴ εἶναι λέ‐ γοντες ἦσαν οἱ ἀληθεύοντες, τουτέστιν οἱ κατάφασιν ἢ ἀπόφασιν λέγοντες,
30τὸ δὲ μεταξὺ τῆς ἀντιφάσεως οὐδὲ τὸ ἕτερον τούτων. ὃ λέγει, τοιοῦτόν ἐστιν, ὅτι ἀληθεύουσι μὲν καὶ ψεύδονται οἱ τὸ ὂν καὶ μὴ ὂν εἶναι ἢ μὴ εἶναι λέγοντες, ὡς ὡρίσθη, ὁ δὲ τὸ μεταξὺ τῆς ἀντιφάσεως λέγων εἶναι ἢ μὴ εἶναι οὔτε τὸ ὂν εἶναι ἢ μὴ εἶναι λέγει οὔτε τὸ μὴ ὄν, τῷ τὸ μεταξὺ τοῦ τε ὄντος καὶ τοῦ μὴ ὄντος μήτε ὂν εἶναι μήτε μὴ ὄν· ὥστε οὔτ’ ἂν
35ἀληθεύοι οὔτε ψεύδοιτο ὁ τὸ εἶναι αὐτοῦ ἢ τὸ μὴ εἶναι κατηγορῶν. ὁμοίως
δὲ καὶ εἰ μὴ τὸ εἶναι ἢ μὴ εἶναι αὐτοῦ κατηγορεῖ τις, ἄλλο δέ τι· οὐδὲ328
in Metaph
.

329

γὰρ ἄλλο τι κατηγορῶν αὐτοῦ ἢ ἀληθεύσει ἢ ψεύσεται, τῷ δεῖν μὲν αὐτὸ εἶναι ἢ μὴ εἶναι, εἰ μέλλοι ὁ κατηγορῶν τι αὐτοῦ ἢ ἀληθεύειν ἢ ψεύ‐ δεσθαι· τὸ δὲ μεταξὺ τοῦ ὄντος καὶ μὴ ὄντος καὶ τῆς ἀντιφάσεως οὔτε ὄν ἐστιν οὔτε μὴ ὄν.
5p. 1011b29 Ἔτι ἤτοι τὸ μεταξύ ἐστιν ἀντιφάσεως, ὥσπερ τὸ φαιὸν μέλανος καὶ λευκο. Ἡ ἐπιχείρησις τοιαύτη. ὁ λέγων μεταξύ τι εἶναι τῆς ἀντιφάσεως ἤτοι οὕτως ἐρεῖ τι μεταξὺ ὡς λευκοῦ καὶ μέλανος, ἀντικειμένων τε καὶ ἐναντίων ὄντων, τὸ φαιὸν ἤ τι ἄλλο τῶν μεταξὺ χρωμάτων, καὶ ὅλως
10τῶν ἀντικειμένων ἀλλήλοις, ἢ ὡς τῶν τυχόντων τινῶν εἴωθε λέγεσθαι μεταξὺ τὸ μηδέτερον αὐτῶν ὄν, οἷον ἵππου καὶ ἀνθρώπου, εἰ λέγοι τις μεταξὺ τὸ μήτε ἄνθρωπον μήτε ἵππον εἶναι. ἀλλ’ εἰ μὲν οὕτως λέγοι τις εἶναι μεταξὺ τῆς ἀντιφάσεώς τι ὡς τῶν τυχόντων μεταξὺ καλεῖν ἔθος τὸ μηδέτερον, οὐκ ἂν εἴη τοῦτο κυρίως μεταξύ· οὐ γὰρ οἷόν τε ἐκ τοῦ οὕτως
15λεγομένου μεταξὺ μεταβολὴν εἰς τὰ ἄκρα γίνεσθαι· ἐκ δὲ τῶν μεταξὺ ἀεὶ γίνεται εἰς τὰ ὧν ἐστι μεταξὺ μεταβολή. ἀλλ’ οὐδὲ τὰ ὧν τοιοῦτον τὸ μεταξὺ ἢ ἀντικείμενα ἂν εἴη ἀλλήλοις ἢ μεταβάλλοι ἂν εἰς ἄλληλα, εἰ τὰ τυχόντα εἴη· οὐ γὰρ μεταβάλλει τὸ τυχὸν εἰς τὸ τυχόν, ὁρᾶται δὲ ἀεὶ κατὰ τὴν ἀντίφασιν γινομένη ἡ μεταβολή· ἐκ γὰρ ἀγαθοῦ εἰς οὐκ ἀγαθόν,
20καὶ ἐξ οὐκ ἀγαθοῦ εἰς ἀγαθὸν ἡ μεταβολή, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. εἰ δὴ πᾶσα μὲν μεταβολὴ εἰς τὰ ἀντικείμενα ἢ τὰ μεταξύ, τοιούτου δὲ τοῦ μεταξὺ λαμβανομένου οὔτε εἰς τὸ μεταξὺ οὔτε ἐκ τοῦ μεταξὺ ἡ μετα‐ βολή, ἀλλ’ οὐδὲ ὁρίσαι ἄλληλα, ὧν τὸ τοιοῦτον μεταξύ, οὔτε ἂν ἐκεῖνα ἀντικείμενα ἀλλήλοις εἴη, οὐδὲ ἀντίφασιν ποιοῦντα, οὔτε τὸ ληφθὲν αὐτῶν
25ὡς μεταξὺ μεταξύ. ἐκ μὴ ἀγαθοῦ γὰρ εἰς ἀγαθὸν μεταβάλλει, ἢ ἐκ τούτου εἰς μὴ ἀγαθόν. νῦν δὲ ἀεὶ φαίνεται. εἰ εἴη, φησί, τὸ τῆς ἀντιφάσεως μεταξὺ τοιοῦτον, καὶ οὕτως αὐτῶν μεταξὺ ὡς τὰ τυχόντων τινῶν μεταξὺ λαμβανόμενα, καθὸ μηδετέρῳ αὐτῶν ἐστι τὰ αὐτά, οὐκ ἂν εἰς αὐτὰ γίγνοιτο μεταβολὴ ἢ ἀπὸ τῆς καταφάσεως ἢ ἀπὸ τῆς ἀποφάσεως·
30τοῦ μὲν γὰρ ἀγαθοῦ εἰς οὐκ ἀγαθὸν ἡ μεταβολή, καὶ τοῦ οὐκ ἀγαθοῦ, ὅταν κατὰ τοῦτο μεταβάλλῃ, εἰς ἀγαθὸν ἡ μεταβολή. ἀλλὰ μὴν ἀεὶ φαί‐ νεται ἐν οἷς τί ἐστι μεταξύ, εἰς τοῦτο γινομένη ἑκατέρου τῶν ἄκρων τε καὶ ἀντικειμένων ἡ μεταβολή. λείπεται ἄρα ὡς ἀντικειμένων εἶναι αὐτῶν μεταξύ τι, εἰ ἔστιν, ὡς τοῦ λευκοῦ καὶ μέλανος τὸ φαιόν, ὃ καὶ κυρίως
35ἐστὶ μεταξύ. διὸ καὶ οὕτως εἶπεν εἰ δὲ ἔστι μεταξ, τουτέστιν εἰ δὲ
ἔστι κυρίως αὐτῶν μεταξύ, καὶ οὕτως ἔχει ἡ ἀντίφασις ὡς ἀντικεῖσθαί τε καὶ329
in Metaph
.

330

μεταξύ τι ἔχειν αὐτῆς (τοῦτο γὰρ σημαίνει τὸ καὶ οὕτως ἡ ἀντίφασις, λείποντος τῇ λέξει τοῦ ἔχει, ἢ καὶ οὕτως ἡ ἀντίφασις, τουτέστι καὶ οὕτως ἐστὶ τὸ εἶναι τῇ ἀντιφάσει), συμβήσεται, φησί, τὴν γένεσιν καὶ τὴν μεταβολὴν τὴν εἰς λευκὸν γίγνεσθαι ἐξ οὐχὶ οὐ λευκοῦ, ἀλλ’ οὐκ
5ἐκ τοῦ οὐ λευκοῦ· τοῦτο δέ, ἐπεὶ διὰ τῶν μεταξὺ γίνεται εἰς τὰ ἄκρα ἡ μεταβολή. τὸ δὴ ἐκ τοῦ μεταξὺ τοῦ τε λευκοῦ καὶ τοῦ οὐ λευκοῦ μετα‐ βάλλον εἰς λευκὸν ἐξ οὐχὶ οὐ λευκοῦ μεταβάλλοι ἂν εἰς λευκόν, καὶ γίνοιτο ἄν τι λευκὸν ἐξ οὐχὶ οὐ λευκοῦ. ἡ γὰρ ἑκατέρου τῶν ἄκρων ἀπόφασις ἀληθὴς κατὰ τοῦ μεταξύ· τὸ γὰρ φαιὸν οὔτε λευκὸν οὔτε μέλαν. εἰ δὴ
10καὶ τοῦ λευκοῦ καὶ τοῦ οὐ λευκοῦ μεταξύ τί ἐστιν, ἔσται ἐπὶ τούτου ἀληθὲς τὸ οὐχὶ οὐ λευκόν· τὸ γὰρ οὐ λευκὸν ἡ ἀπόφασις ἦν καὶ τὸ ἀντικείμενον, ὥστε καὶ ἡ εἰς τὸ λευκὸν ἐκ τούτου μεταβολὴ ἐξ οὐχὶ οὐ λευκοῦ γένοιτο ἄν· ἐκ γὰρ τῶν οὕτως μεταξὺ γίνεται εἰς τὰ ἄκρα μεταβολή. ἀλλὰ μὴν τὸ οὐχὶ οὐ λευκὸν λευκόν ἐστιν· οὐδὲν δὲ εἰς ὃ ἔστι μεταβάλλει· γίνεται
15γὰρ εἰς λευκὸν μεταβολὴ ἐξ οὐ λευκοῦ, ἀλλ’ οὐκ ἐξ οὐχὶ οὐ λευκοῦ. οὐκ ἄρα ἔσται τι τῆς ἀντιφάσεως μεταξύ. p. 1012a2 Ἔτι πᾶν τὸ διανοητὸν καὶ νοητὸν ἡ διάνοια ἢ κατά‐ φησιν ἢ ἀπόφησιν. Συντιθέντι τὸν πάντα νοῦν ἡ ἐπιχείρησις τοιαύτη. εἰ πᾶν τὸ ὁπωσοῦν
20ὄν, εἴτε ὡς νοητὸν ὂν εἴτε ὡς διανοητόν, ἡ διάνοια ἀποφαίνεται καὶ ἀλη‐ θεύει ἢ ψεύδεται περὶ αὐτοῦ καταφάσκουσα ἢ ἀποφάσκουσα (ἐν γὰρ τῷ καταφάσκειν ἢ ἀποφάσκειν τὸ ἀληθεύειν ἢ ψεύδεσθαι, ὡς δέδεικται ἐκ τοῦ ὁρισμοῦ τοῦ τε ἀληθοῦς καὶ τοῦ ψεύδους), περὶ οὗ μὴ οἷόν τέ ἐστι τὴν διάνοιαν ἀποφαίνεσθαι καὶ ἀληθεύειν ἢ ψεύδεσθαι καταφάσκουσαν ἢ ἀπο‐
25φάσκουσαν, τοῦτο οὐδ’ ἂν εἴη τι τὴν ἀρχήν. περὶ δὲ τοῦ λεγομένου μεταξὺ τῆς ἀντιφάσεως εἶναι οὐχ οἷόν τε τὴν διάνοιαν ἀποφαίνεσθαι καὶ ἀληθεύειν ἢ ψεύδεσθαι, ὅτι μηδὲ καταφάσκειν ἢ ἀποφάσκειν· ὥστε οὐδ’ ἂν εἴη τι τῆς ἀντιφάσεως μεταξύ. αὐτὸς μέντοι ἐπιτόμως τὴν ἐπιχείρησιν εἶπεν· οὐ γὰρ εἶπεν οὐδὲ τὸ συνημμένον πᾶν, τὸ εἰ πᾶν τὸ νοητὸν καὶ διανοητὸν ἡ
30διάνοια ἀποφαινομένη ἢ κατάφησιν ἢ ἀπόφησιν, οὐδὲν τῆς ἀντιφάσεώς ἐστι μεταξύ, ἀλλὰ μόνον τὸ ἡγούμενον ἔθηκε καὶ κατασκευὴν ὅλου τοῦ συνημμένου, προσχρησάμενος τῷ ὁρισμῷ ὃν ἀπέδωκε πρὸ ὀλίγου τοῦ ἀλη‐ θεύειν τε καὶ ψεύδεσθαι. εἴη δ’ ἂν λέγων διὰ τοῦ πᾶν τὸ διανοητὸν καὶ νοητὸν ἡ διάνοια κατάφησι καὶ ἀπόφησιν ὅτι περὶ παντὸς οὗ
35ἀποφαίνεται ἡ διάνοια, ἢ κατάφησιν ἢ ἀπόφησι περὶ αὐτοῦ· πᾶν μὲν γὰρ ὃ ὡς ἀποφαινομένη λέγει, ἢ ἀληθεύει ἢ ψεύδεται ἢ καταφάσκουσα ἢ ἀπο‐
φάσκουσα, ὡς ἐκ τοῦ ὁρισμοῦ τοῦ ἀληθεύειν τε καὶ ψεύδεσθαι δῆλόν ἐστιν.330
in Metaph
.

331

διανοητόν τε καὶ νοητόν ἤτοι ἐκ παραλλήλου εἴρηκεν, ἢ διανοητὸν μὲν λέγει τὸ πρακτόν, ἢ ὃ διεξέρχεται ἡ διάνοια ἐκ πλειόνων συλλογιζομένη ἢ δι’ ἐπαγωγῆς λαμβάνουσα, νοητὸν δὲ τὸ θεωρητὸν ἢ τὸ ἁπλοῦν νόημα· περὶ ἀμφότερα γὰρ ἡ συγκατάθεσις καὶ ἡ κατάφασίς τε καὶ ἡ ἀπόφασις.
5πάνυ δὲ συντόμως καὶ ἐπιτετμημένως ἡ λέξις ἔχει· μόνον γάρ, ὡς εἶπον, ἐν αὐτῇ τὸ ἡγούμενον ἐν τῷ λόγῳ ἔθηκεν. p. 1012a5 Ἔτι παρὰ πάσας δεῖ εἶναι τὰς ἀντιφάσεις, εἰ μὴ λόγου ἕνεκα λέγεται. Ἡ ἐπιχείρησις βραχέως μὲν εἴρηται καὶ αὕτη, ἔστι δὲ ὁ νοῦς αὐτῆς
10τοιοῦτος. εἴ γε τῆς ἀντιφάσεως ἔστι τι μεταξύ, οὐ τῆσδε μὲν τῆς περὶ τόδε τι ἀντιφάσεως ἔσται μεταξὺ τῆσδε δὲ οὐκ ἔσται, ἀλλὰ πάσης ἔσται τι μεταξύ, εἰ μὴ λόγου χάριν τοῦτο λέγεται ἀλλ’ ὡς οὕτως ἔχον. ὥστε ἐπεὶ ἀντίφασις καὶ τὸ ἀληθεύειν καὶ τὸ μὴ ἀληθεύειν, ἔσται τι καὶ ταύ‐ της μεταξύ. ἀλλὰ μὴν ἐπὶ τοῦ μεταξὺ ἡ ἀπόφασις τῶν ἄκρων ἀληθής.
15ἔσται ἄρα τις μεταξὺ πρότασις τῆς τε ἀληθοῦς τῆς λεγούσης ‘Δίων περι‐ πατεῖ‘, καὶ ψευδοῦς τῆς ‘Δίων οὐ περιπατεῖ‘, ἣ οὔτε ἀληθὴς ἔσται οὔτε οὐκ ἀληθής· τοῦτο δὲ ἄτοπον. καὶ παρὰ τὸ ὂν καὶ παρὰ τὸ μὴ ὂν ἔσται. καὶ αὕτη βραχέως μὲν εἴρηται ἡ ἐπιχείρησις, ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. εἰ τῆς ἀντιφάσεως ἔστι τι μεταξύ, ἔσται τι μεταξὺ τοῦ τε ὄντος
20καὶ τοῦ μὴ ὄντος, ἐφ’ οὗ καὶ πρὸ ὀλίγου εἶπεν ὅτι ἔσται τι τοιοῦτον ὃ ὁ λέγων αὐτὸ εἶναί τε καὶ μὴ εἶναι ἢ ἀληθεύει ἢ ψεύδεται, εἴτε κατάφησιν ἢ ἀπόφησιν· οὐχ οἷόν τε δὲ τοῦτο, τῷ τὸ μεταξὺ τοῦτο μήτε ὂν εἶναι μήτε μὴ ὄν, τὸ δὲ ἀληθὲς καὶ ψεῦδος ὡρίσθαι ταῖς τούτων καταφάσεσι καὶ ἀποφάσεσι. περὶ δὴ τούτου καὶ νῦν λέγων τοῦ μεταξὺ τοῦ τε ὄντος
25καὶ τοῦ μὴ ὄντος φησὶν ὅτι εἰ τοῦ ὄντος καὶ τοῦ μὴ ὄντος ἔστι τι μεταξύ, ἔσται τις μεταξὺ καὶ μεταβολὴ γενέσεως καὶ φθορᾶς. εἰ γάρ ἐστιν ἡ μὲν γένεσις εἰς τὸ ὂν ἐκ τοῦ μὴ ὄντος μεταβολή, ἡ δὲ φθορὰ εἰς τὸ μὴ ὂν ἐκ τοῦ ὄντος, ἡ εἰς τὸ μεταξὺ ἔκ τινος τῶν ἄκρων ἢ ἐκ τοῦ μεταξὺ εἴς τι ἐκείνων οὔτε γένεσις ἔσται οὔτε φθορά, οὖσα κατ’ οὐσίαν μεταβολή·
30οὔτε γὰρ εἰς ὂν ἔσται οὔτε εἰς μὴ ὄν, οὔτε ἐξ ὄντος οὔτε ἐκ μὴ ὄντος. ἐν δὲ τούτοις ἦν ἡ γένεσις καὶ ἡ φθορά· ἡ γὰρ κίνησις ἡ κατὰ τόπον ἢ ἡ κατὰ ποιότητα ἢ ἡ κατὰ ποσότητα οὔτε κατ’ οὐσίαν μεταβολὴ οὔτε μεταξὺ γενέσεως καὶ φθορᾶς· τὸ γὰρ μεταξύ τινων κυρίως τοιοῦτον ὡς εἰς ἑκάτερον τῶν ἄκρων ἐξ αὐτοῦ γίνεσθαι μεταβολήν, ὃ ἐπ’ οὐδενός ἐστι τού‐
35των. δεῖ δὲ προσυπακούειν τῷ παρὰ γένεσιν καὶ φθορὰν μεταβολή
τις ἔσται τὸ κατ’ οὐσίαν, ἢ τὸ μεταξὺ οὖσα γενέσεώς τε καὶ φθορᾶς.331
in Metaph
.

332

p. 1012a9 Ἔτι ἐν ὅσοις γένεσιν ἡ ἀπόφασις τὸ ἐναντίον ἐπιφέρει, καὶ ἐν τούτοις. Ὃ λέγει, τοιοῦτόν ἐστιν. εἰ ἔστι τῆς ἀντιφάσεώς τι μεταξύ, καὶ ἐν οἷς γένεσί τε καὶ ὑποκειμένοις ἡ ἀπόφασις οὐδὲν ἄλλο σημαίνει ἢ θέσιν
5τοῦ ἐναντίου, καὶ ἐν τούτοις ἔσται τι μεταξὺ τῆς ἀντιφάσεως. ἡ δὲ ἀπό‐ φασις τὸ ἐναντίον τίθησιν ἐν τοῖς ἀμέσοις ἐναντίοις, ὅταν κατὰ τοῦ πεφυ‐ κότος αὐτὸ δέχεσθαι κατηγορῆται· τὸ γὰρ μὴ νοσοῦν ζῷον ὑγιαίνειν ἀνάγκη, καὶ τὸ μὴ κοιμώμενον ἐγρηγορέναι, καὶ τὸν μὴ ἄρτιον ἀριθμὸν περιττὸν εἶναι. εἰ οὖν ἔστι τι καὶ ἐπὶ τούτων τὸ μεταξύ, ἔσται τι ζῷον ὃ οὔτε
10ὑγιαίνει οὔτε οὐχ ὑγιαίνει, ὃ ἴσον ἐστὶ τῷ οὐ νοσεῖ, καὶ ἀριθμός τις ὃς οὔτε ἄρτιός ἐστιν οὔτε περιττός, ὃ ἴσον ἐστὶ τῷ οὔτε οὐκ ἄρτιος· καὶ γὰρ ἐπὶ τοῦ μεταξὺ ἀληθεῖς αἱ τῶν ἄκρων ἀποφάσεις. τοῦτο δὲ ἀδύνατον, ὡς δῆλον ἐκ τοῦ ὁρισμοῦ· ὃν γὰρ ἂν λάβωμεν καὶ προχειρισώμεθα ἀριθμόν, οὗτος ἢ ἄρτιός ἐστιν ἢ περιττός. πᾶς γὰρ ἀριθμὸς ἢ ἄρτιός ἐστιν ἢ
15περιττός, καὶ ἀριθμός ἐστιν ὃς ἢ ἄρτιός ἐστιν ἢ περιττός. p. 1012a12 Ἔτι εἰς ἄπειρον βαδιεῖται, καὶ οὐ μόνον ἡμιόλια τὰ ὄντα ἔσται ἀλλὰ πλείω. Ἡ ἐπιχείρησις αὕτη ἐστίν. εἰ ἔστι μεταξύ τι τῆς ἀντιφάσεως, οὐ μόνον ἡμιόλια τὰ ὄντα ἔσται, ὡς δοκεῖ, τρίτου τινὸς προστιθεμένου τῇ τε
20καταφάσει καὶ τῇ ἀποφάσει τοῦ μεταξύ, ἀλλὰ καὶ ἐπ’ ἄπειρον ἂν προέλθοι. ἡμιόλια μὲν γὰρ ἔσται τῷ παρὰ τὸ ὑπὸ τῆς καταφάσεως καὶ τῆς ἀποφά‐ σεως ἐφ’ ἑκάστου σημαινόμενόν τε καὶ δηλούμενον εἶναι τρίτον τὸ μεταξύ, καθ’ οὗ οὔτε ἡ κατάφασις οὔτε ἡ ἀπόφασις. ὥσπερ γὰρ εἰ ἦν τι τοῦ ὑγιαίνειν καὶ τοῦ νοσεῖν μεταξύ, οὐκ ἂν ἦν δύο μόνα τό τε ὑγιαίνειν καὶ
25τὸ νοσεῖν, ἀλλὰ σὺν τούτοις τρίτον τὸ μεταξύ, τὰ δὲ τρία τῶν δύο ἡμιόλια (ὅλα τε γὰρ αὐτὰ ἔχει καὶ προσέτι τὸ ἥμισυ αὐτῶν), οὕτως εἰ καὶ τῆς καταφάσεως καὶ ἀποφάσεως εἴη τι μεταξύ, ἡμιόλια ἂν γίνοιτο τὰ σημαινό‐ μενα ὑπὸ τοῦ ἀποφαντικοῦ λόγου· οὐ γὰρ δύο ἀλλὰ τρία. οὐ μόνον δὲ ἡμιόλιά φησι τὰ ὄντα ἔσεσθαι, ὡς φαίνεται, ἀλλὰ γὰρ καὶ εἰς ἄπειρον ἂν
30ἡ αὔξησις καὶ ἡ προσθήκη τοῖς οὖσι γίγνοιτο διὰ τὴν μεταξὺ ταύτην φύσιν· εἰ γὰρ ἔσται τις φύσις μεταξὺ σημαινομένη ὑπὸ τῆς ἑκατέρου ἀποφάσεως, τῆς τε καταφάσεως καὶ τῆς ἀποφάσεως, δῆλον ὡς ἔσται καταφῆσαι, εἴ γε περὶ πάντων οἷόν τε καὶ καταφάσκειν καὶ ἀποφάσκειν, ὡς ἐδείχθη ἐν τῷ
Περὶ ἑρμηνείας· εἰ δὲ καταφῆσαι καὶ ἀποφῆσαι, ἔσται τι πάλιν καὶ τούτων332
in Metaph
.

333

τῆς τε καταφάσεως τῆς τοῦ μεταξὺ τούτου καὶ τῆς ἀποφάσεως αὐτοῦ μεταξύ τι, καθ’ οὗ ἀληθὴς ἡ ἀμφοτέρων ἀπόφασις, τῆς τε καταφάσεως καὶ τῆς ἀποφάσεως, εἴ γε πάσης ἀντιφάσεώς ἐστι μεταξύ, ὃ δηλονότι καὶ αὐτὸ πάλιν ἔσται τις φύσις, εἴ γε ἐπ’ αὐτοῦ ἀληθὴς ἡ ἑκατέρου ἐκείνων ἀπόφασις. εἰ
5δὲ ἔστι τι τοιοῦτον, πάλιν καὶ ἐπὶ τούτου κατάφασις ἔσται καὶ ἀπόφασις καὶ ἄλλο τι μεταξύ, καθ’ οὗ ἡ ἑκατέρου τούτων ἀπόφασις· καὶ τοῦτο ἐπ’ ἄπειρον. τὸ δὲ πάλιν γὰρ ἔσται ἀποφῆσαι τοῦτο πρὸς τὴν φάσιν καὶ τὴν ἀπόφασιν ἴσον ἐστὶ τῷ πάλιν γὰρ εὑρεθήσεταί τι οὗ ἔσται ἀπο‐ φῆσαι καὶ τὴν φάσιν καὶ τὴν ἀπόφασιν τὰς ἐπὶ τοῦ μεταξὺ τῆς πρώτης
10ἀντιφάσεως· ὃ ἴσον ἂν εἴη τῷ πάλιν γὰρ ἔσται καὶ τῆς ἐπὶ τοῦ μεταξὺ λεγομένης ἀντιφάσεως μεταξύ τι· δῆλον γὰρ ὡς ἔσται τι πάλιν καὶ ταύτης τῆς ἀντιφάσεως μεταξύ, ἐφ’ οὗ πάλιν ὄντος μεταξὺ καὶ αὐτοῦ ἄλλη ὁμοίως ἀντίφασις ἔσται, ἧς πάλιν ἄλλο τι ἔσται μεταξύ, ἐφ’ οὗ πάλιν καὶ αὐτοῦ ὄντος τινὸς ἔσται κατάφασις καὶ ἀπόφασις, ὧν τὸ μεταξὺ πάλιν ἄλλην
15εἰσάξει φύσιν· ἄλλο γὰρ τὸ σημαινόμενον ὑπὸ τῆς ἀμφοτέρων ἀποφάσεως τοῦ σημαινομένου ὑπὸ τῆς καταφάσεως ἢ τῆς ἀποφάσεως· τοῦτο γὰρ ση‐ μαίνει τὸ ἡ γὰρ οὐσία ἐστί τις αὐτοῦ ἄλλη· καὶ τοῦτο ἐπ’ ἄπειρον. p. 1012a15 Ἔτι ὅταν ἐρομένου εἰ λευκόν ἐστιν. Ὁ νοῦς τοῦ λεγομένου τοιοῦτος. εἰ πρὸς τὸν ἐρόμενον περί τινος εἰ
20ἔστιν ἢ μή, ὁ ἀποκρινόμενος ἢ εἶναι ἀποκρίνεται ἢ μὴ εἶναι, καὶ ὁ μὲν εἶναι εἰπὼν καταφάσκει, ὁ δὲ ἀρνησάμενος καὶ εἰπὼν μὴ εἶναι οὐδὲν ἄλλο ἢ τὸ εἶναι ἀποφάσκει, οὐδὲν ἂν εἴη μεταξὺ τῆς ἀντιφάσεως· εἰ γὰρ δύο μὲν ἀποκρίσεις μόναι περὶ ἑκάστου, τῶν δὲ δύο ἀποκρίσεων ἡ μὲν κατά‐ φασίς ἐστιν ἡ δὲ ἀπόφασις, καὶ οὐδὲν ἄλλο ἐκ τῶν ἀποκρίσεων σημαίνεται
25ἢ ὑφ’ ἧς μὲν τὸ εἶναι ὑφ’ ἧς δὲ τὸ μὴ εἶναι, οὐδὲν ἂν εἴη μεταξὺ τῆς ἀντιφάσεως. εἰ γὰρ ἦν, καὶ ἢ παρὰ τὸ οὒ τὸ ἀρνητικὸν ἄλλην τινὰ ἀπό‐ κρισιν ἔδει εἶναι τρίτην τῷ μὴ τοῦτο μὲν φάσκοντι εἶναι περὶ οὗ ἡ ἐρώ‐ τησις, τὸ δὲ μεταξὺ τιθέντι, ἢ τὸ οὒ τὸ ἀρνητικὸν μὴ μόνον ἀναιρετικὸν εἶναι τοῦ περὶ οὗ ἡ ἐρώτησις, ἀλλὰ καὶ ἄλλο τι δηλοῦν ἕν. εἰ δὲ μήτε
30ἄλλη τις ἀπόκρισίς ἐστι μήτε τὸ οὒ τὸ ἀποφατικὸν ἄλλο τι ἢ ἀναίρεσιν ἐκείνου δηλοῖ περὶ οὗ ἡ ἐρώτησις, τοῦτο δέ ἐστιν ἡ ἀπόφασις, οὐδὲν ἂν εἴη μεταξὺ τῆς ἀντιφάσεως· εἰ γάρ τι ἦν, ἦν ἄν τις καὶ ἀπόκρισις περὶ αὐτοῦ. αὐτὸς μέντοι ἐπιτομώτερον ἐχρήσατο τῇ ἐπιχειρήσει. εἰ γὰρ ὁ ἐρομένου τινὸς περί τινος εἰ λευκὸν ἀρνούμενος αὐτὸ εἶναι καὶ λέγων οὔ
35οὐδὲν ἄλλο ἀποφάσκει ἢ τὸ εἶναι αὐτὸ λευκόν, ὃ ἴσον ἐστὶ τῷ μὴ εἶναι αὐτὸ λευκόν, ἀπόφασις δὲ τοῦτο, οὐδὲν ἂν εἴη μεταξὺ τῆς ἀντιφάσεως· ἢ
γὰρ τὸ ναί ἔδει ἀποκρίνεσθαι ἢ τὸ οὔ, ὧν τὸ μὲν τὸ εἶναι κατάφασις, τὸ333
in Metaph
.

334

δὲ τὸ μὴ εἶναι ἀπόφασις· τότε γὰρ ἂν ἦν μεταξύ τι τῆς ἀντιφάσεως, εἰ τὸ οὒ ἡ ἀπόκρισις μὴ μόνον τὴν ἀπόφασιν σημαίνειν ἠδύνατο τούτου περὶ οὗ ἡ ἐρώτησις, ἀλλά τι καὶ ἄλλο, ὃ ἦν μεταξύ. p. 1012a17 Ἐλήλυθε δὲ ἐνίοις αὕτη ἡ δόξα.
5 Λέγει τὴν αἰτίαν δι’ ἣν ἐπὶ ταύτης ἐγένοντο τῆς δόξης οἱ γενόμενοι, τῆς μεταξύ τι εἶναι τῆς ἀντιφάσεως λεγούσης. τὴν δὲ αὐτὴν εἶναι λέγει αἰτίαν, ἥνπερ καὶ ἐπὶ τῶν ἄλλων παραδόξων ἃ τίθενταί τινες· τοὺς μὲν γὰρ τῷ μὴ δύνασθαι λῦσαί τινα ἐριστικὸν καὶ σοφιστικὸν λόγον ἐρωτώμενον περί του ἐνδόντας αὐτῷ θέσθαι τοῦτο οὕτως ἔχειν, ὥσπερ ἤδη καὶ ἄλλοις
10τισὶν ἐνδόντες λόγοις τινὲς παραδόξους καὶ ἀτόπους θέσεις ἔθεντο. ἅμα δὲ διὰ τούτων ἐνδείκνυται ἡμῖν καὶ τὸ χρήσιμον πρὸς φιλοσοφίαν τῶν ἐλέγχων τῶν σοφιστικῶν, εἴ γε παρὰ τὴν ἐκείνων ἄγνοιαν ἀτόπους συμβαίνει τισὶ θέσεις παραδέχεσθαι. οἱ γοῦν περὶ τῆς κινήσεως ὑπὸ Ζήνωνος ἠρωτη‐ μένοι λόγοι πολλοὺς οὐ δυναμένους τὸ ἐν τοῖς λαμβανομένοις ψεῦδος συνορᾶν
15ταράσσουσί τε καὶ ἀπορεῖν ποιοῦσι, μήποτε οὐκ ἔστι κίνησις, οὕτως ἐναργές τε καὶ ἐν πᾶσι πρᾶγμα. εἶπε δὲ καὶ ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως ἐνδόντας τινὰς λόγοις, τῷ τε ἐκ τῆς διχοτομίας δεικνύντι ὅτι μηδὲν ἔστιν ἕν, καὶ τῷ ὅτι παρὰ τὸ ὂν οὐδὲν ἔστι, τοὺς μὲν ὑποθέσθαι ἄτομά τινα εἶναι μεγέθη, τοὺς δὲ εἶναι καὶ τὸ μὴ ὄν. τοιοῦτον δή τι καὶ οἱ μεταξὺ
20τῆς ἀντιφάσεως εἶναί τι θέμενοι ἔπαθον· οὐ γὰρ δυνηθέντες τοὺς περὶ τούτων, ὅτι οὕτως ἔχει, ἐπερωτωμένους λόγους ὄντας σοφιστικοὺς λύειν συνεχώρησαν αὐτοῖς. ἔστι δὲ ἡ ἀπορία, δι’ ἣν ἔθεντό τινες εἶναί τι μεταξὺ τῆς ἀντιφάσεως, ἥ τε λέγουσα μηδὲν μὲν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι, ἐκ δὲ τοῦ αὐτοῦ ὁρᾶν τἀναντία γιγνόμενα, καὶ διὰ τοῦτο ἐνυπάρχειν αὐτὰ ἐν
25ἐκείνῳ καὶ μεμῖχθαι ἐνεργείᾳ ὄντα, τὸ δὲ μεμιγμένον ἔκ τινων μηδενὶ τῶν ἐξ ὧν μέμικται ταὐτὸν εἶναι ἁπλῶς, ἀλλὰ μεταξὺ αὐτῶν, ὡς τὸ κρᾶμα, ὃ οὔτε ὕδωρ εἶναι ἄντικρυς οὔτε οὐχ ὕδωρ· ᾧ καὶ Ἀναξαγόρας ἐπηκολού‐ θησεν. ὅτι δὲ ψευδὴς οὗτος ὁ λόγος καὶ σοφιστικός, δῆλον. πρῶτον μὲν γὰρ ἡ ὑπόθεσις αὐτοῦ ψευδής, τὸ ἐξ οὗ γίγνεταί τινα ἀντικείμενα ἀλλή‐
30λοις, τοῦτο ἐκ τῶν ἀντικειμένων μεμῖχθαι. ἔπειτα ὅτι κἀκεῖνο ψεῦδος τὸ ἐπὶ τοῦ μεμιγμένου μηδέτερον μόριον τῆς ἀντιφάσεως ἀληθὲς εἶναι, μήτε τὴν κατάφασιν μήτε τὴν ἀπόφασιν. οὐδέτερον μὲν γὰρ τῶν ἐξ ὧν μέμικται ἀληθές· τὸ γὰρ μελίκρατον οὔτε μέλι οὔτε ὕδωρ· αἱ μέντοι ἀμφοτέρων ἀποφάσεις ἀληθεῖς ἐπ’ αὐτοῦ· οὔτε γὰρ μέλι τὸ μελίκρατον οὔτε ὕδωρ.
35σοφιστικὸς δὲ ὁ λόγος καὶ ὁ λαμβάνων ὅτι τὸ οὔτε ἔστιν οὔτε οὐκ ἔστιν οὐδετέρῳ ταὐτόν ἐστιν, οὔτε τῷ ἔστιν οὔτε τῷ οὐκ ἔστιν, τὸ δὲ οὐδέτερον
μεταξὺ ἐκείνων ὧν οὐδέτερόν ἐστιν· ὥστε εἰ τὸ ἔστι τι καὶ οὐκ ἔστι τὸ334
in Metaph
.

335

αὐτὸ ἀντίφασις, εἴη ἄν τι μεταξὺ τῆς ἀντιφάσεως· πᾶσα γὰρ ἀντίφασις διὰ τοῦ εἶναι καὶ μὴ εἶναι. εἰ μὲν γὰρ ἡ οὔτε ἔστιν οὔτε οὐκ ἔστι φωνὴ ἠδύνατο κατά τινος κατηγορεῖσθαί τε καὶ ἀληθεύεσθαι, ἦν ἄν τι ἴσως οὕτω τῆς ἀντιφάσεως μεταξὺ δεικνύμενον· εἰ δὲ μηδὲν τοιοῦτόν ἐστιν, οὐκ
5ἂν εἴη ἀληθὲς τὸ εἶναί τι μεταξὺ τῆς ἀντιφάσεως, μηδενὸς ὄντος τοῦ ἐφ’ οὗ ἡ ἑκατέρων ἀπόφασίς ἐστιν. ἀλλ’ οὐδὲ πάντως, εἴ τι ἔστιν οὐδέτερον, ἐκεῖνο μεταξύ ἐστιν ἐκείνων· καὶ γὰρ ὁ τοῖχος οὔτε ἀπόφασίς ἐστιν οὔτε κατάφασις, ἀλλ’ οὐ διὰ τοῦτο μεταξύ ἐστι καταφάσεως καὶ ἀποφάσεως· τὸ γὰρ μεταξύ τινων τοιοῦτόν ἐστιν ὥστε μὴ μόνον εἰς ἄλληλα γίνεσθαι τοῖς
10ἄκροις τὴν μεταβολήν, ἀλλὰ καὶ εἰς τὸ μεταξύ, καὶ τῷ μεταξὺ πάλιν εἰς ἑκάτερον τῶν ἄκρων. οὔτε οὖν ἐκ τοῦ εἶναι εἰς τὸ μήτε εἶναι μήτε μὴ εἶναι μεταβάλλει τι, οὔτε ἐκ τοῦ μὴ εἶναι ὁμοίως εἰς τὸ μήτε εἶναι μήτε μὴ εἶναι. ἀλλ’ οὐδὲ ἐκ τοῦ μήτε εἶναι μήτε μὴ εἶναι, ὅ ἐστι τούτων με‐ ταξύ· τὴν ἀρχὴν γὰρ οὐδὲ ἔστι τι ἐν τῷ μήτε εἶναι μήτε μὴ εἶναι. οἱ
15μὲν οὖν διὰ ταύτην τὴν αἰτίαν οὕτως ἀπεφήναντο, οἱ δὲ διὰ τὸ πάντων ἀποδείξεις ζητεῖν· τῷ γὰρ τούτων μὴ εἶναι ἀπόδειξιν, τῷ ἀρχὰς αὐτὰ εἶναι ὄντα ἐναργῆ, ὑποτίθενταί τε τὰ ἀντικείμενα αὐτοῖς ἅμα ἀληθῆ εἶναι, καὶ προΐστασθαι πειρῶνται αὐτοῦ, οὐ πεπεισμένοι μὲν οὕτως ἔχειν, ὡς ἤλεγξεν αὐτοὺς ἐπὶ τῶν πράξεων μάλιστα, θέσιν δὲ φυλάττειν πειρώμενοι.
20p. 1012a21 Ἀρχὴ δὲ πρὸς ἅπαντας τούτους ἐξ ὁρισμο. Ἀρχήν φησιν εἶναι τῆς δείξεως πρός τε τοὺς διὰ τὸ ἐνδοῦναι τοῖς σοφίσμασι τοῖς περὶ τοῦ ταῦτα οὕτως ἔχειν ἐρωτωμένοις θεμένους τὸ με‐ ταξὺ εἶναί τι τῆς ἀντιφάσεως, καὶ πρὸς τοὺς πάντων ἀποδείξεις ἀπαιτοῦν‐ τας καὶ διὰ τοῦτο ὡς μὴ δυναμένων ἀποδειχθῆναι τοῦ τε μηδὲν εἶναι τῆς
25ἀντιφάσεως μεταξὺ καὶ τοῦ μὴ συμψεύδεσθαι τὴν ἀντίφασιν λέγοντας ταῦτα, πρὸς δὴ πάντας τούτους ἀρχήν φησιν εἶναι τὴν ἀπὸ τῶν ὁρισμῶν, τὸν αὐτὸν λόγον λέγων ὃν εἶπε καὶ κατ’ ἀρχὰς τῆς πρὸς τοὺς τὴν ἀντίφασιν ἅμα ἀληθῆ εἶναι λέγοντας ἀντιλογίας. ἂν γὰρ συγχωρῶσι τὰ ὀνόματα ση‐ μαίνειν τι, ὃ ἀναγκαῖόν ἐστιν αὐτοῖς διδόναι, εἰ μέλλοιεν ὅλως χρῆσθαι
30λόγῳ, χρὴ τὸν λόγον τοῦ σημαινομένου ὑπό τε τοῦ ἀληθοῦς καὶ τοῦ ψεύ‐ δους τῶν ὀνομάτων, οἷς χρῶνται, λαμβάνειν· οἵτινες λόγοι ὁρισμοὶ ἂν εἶεν, ὁ μὲν τοῦ ἀληθοῦς ὁ δὲ τοῦ ψεύδους, ὅτε καὶ διὰ τοῦ διδόναι σημαίνειν τι δι’ ὧν λέγουσι συγχωροῦσι καὶ τὸ ὁρισμὸν εἶναι. ἂν δὴ τὸ μὲν ἀληθὲς σημαίνῃ τὸ τὸ ὂν εἶναι λέγειν καὶ τὸ μὴ ὂν μὴ εἶναι, ψεῦδος δὲ τὸ τὸ
35ὂν μὴ εἶναι λέγειν ἢ τὸ μὴ ὂν εἶναι, καὶ παρὰ ταῦτα μηδὲν ἄλλο ἀληθὲς ἢ ψεῦδος, τούτων δὲ τὰ μὲν καταφάσεις τὰ δὲ ἀποφάσεις, οὐδὲν ἂν ἀληθὲς
ἢ ψεῦδος εἴη παρὰ κατάφασιν καὶ ἀπόφασιν· εἰ δὲ μηδὲν ἀληθὲς παρὰ335
in Metaph
.

336

ταῦτα, οὐδ’ ἂν μεταξύ τι αὐτῶν εἴη· ἦν γὰρ ἂν κἀκεῖνο πρὸς τούτοις ἀληθὲς ἢ ψεῦδος, εἴ γε καὶ αὐτὸ λόγος ἀποφαντικός. ἢ εἶπεν ἀρχὴν εἶναι πρὸς ἅπαντας τούτους ἐξ ὁρισμοῦ τοῦ σημαίνειν, διότι συγχωρήσαντες ση‐ μαίνειν διὰ τῶν ὀνομάτων τι, δηλονότι καὶ λόγον τινὰ εἶναι τὸν ὑπὸ τῶν
5ὀνομάτων σημαινόμενον συγχωροῦσιν. εἰ δὲ τοῦτο, οὐκέτ’ ἂν ὑπὸ τοῦ αὐτοῦ ὀνόματος καὶ ὁ ἀντικείμενος σημαίνοιτο· οὕτως δὲ οὔτε ἂν πάντα ἐπὶ τοῦ αὐτοῦ ἀληθῆ εἴη, οὔτε οὐδὲν μᾶλλον τοῦτο ἢ τοῦτο. εἰπὼν δὲ τὴν ἀρχὴν ἔσεσθαι τῆς πρὸς αὐτοὺς ἀντιλογίας ἀπὸ τοῦ ὁρισμοῦ, ἐφεξῆς ἱστορεῖ τίς μὲν τῶν ἀρχαίων τὴν ἀντίφασιν ἔλεγεν ἀληθῆ εἶναι, τίς δὲ τὸ
10μεταξύ τι εἶναι τῆς ἀντιφάσεως. ἔτι δέ γε δείκνυσιν ἅμα καὶ ὅτι καὶ τῷ ἀληθεῖ καὶ τῷ ψευδεῖ τοῖς ὀνόμασιν ἐχρῶντο, ὧν ἡμεῖς νῦν ἀξιοῦμεν τοὺς ὁρισμοὺς λαμβάνεσθαι καὶ ἀπ’ αὐτῶν ἄρχεσθαι τῆς πρὸς αὐτοὺς ἀντιλογίας. Ἡράκλειτος μὲν λέγων πᾶν εἶναί τε καὶ μὴ εἶναι καὶ ἅμα τὰ ἀντικείμενα εἶναι, τὴν ἀντίφασιν ἅμα ἀληθῆ τίθεται καὶ πάντα εἶναι ἀληθῆ ἀποφαί‐
15νεται, Ἀναξαγόρας δὲ εἶναί τι μεταξὺ τῆς ἀντιφάσεως λέγει· τὸ γὰρ μῖγμα εἰ ἐξ ἀγαθοῦ καὶ κακοῦ εἴη, οὔτε ἀγαθὸν οὔτε πάλιν οὐκ ἀγαθόν, ὁμοίως δὲ καὶ οὔτε κακὸν οὔτε αὖ οὐ κακόν· διὸ μεταξύ τι εἶναι λέγει τῆς ἀντιφά‐ σεως καὶ πάντα ψευδῆ τὰ ἀντικείμενα, τουτέστι καὶ τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν. ὅταν γὰρ ᾖ μεμιγμένα τὸ ἀγαθὸν καὶ τὸ κακόν, τὸ ἐξ αὐτῶν
20φησι μῖγμα οὔτε ἀγαθὸν οὔτε οὐκ ἀγαθὸν καὶ οὔτε κακὸν οὔτε οὐ κακόν, ἀλλ’ εἶναι τὸ τοιοῦτον μῖγμα. πάντα δὴ ἡγεῖτο ἐν πᾶσι μεμῖχθαι, ὥστε περὶ ἑκάστου τῶν ὄντων πᾶσαι αἱ ἀντιφάσεις ψευδεῖς κατ’ αὐτόν. p. 1012a29 Διωρισμένων δὲ τούτων φανερὸν ὅτι καὶ τὰ μοναχῶς λεγόμενα καὶ τὰ κατὰ πάντων.
25 Δείξας ὅτι κατὰ μὲν Ἡράκλειτον συναληθεύουσιν αἱ ἀντιφάσεις, κατὰ δὲ Ἀναξαγόραν συμψεύδονται, φησὶν ὅτι διωρισμένων τούτων, δηλονότι ὧν ἐφθάκαμεν εἰρηκέναι, φανερὸν γέγονε καὶ ὅτι μήτε ἅμα συμψεύδονται μήτε ἅμα συναληθεύουσιν αἱ ἀντιφάσεις, ἐπεὶ μηδὲ ἔστι τι μεταξὺ τῆς ἀντιφά‐ σεως· φανερὸν γάρ, φησίν, ἐκ τούτων ὅτι ἀδύνατόν ἐστι καὶ τὰ μοναχῶς
30λεγόμενα, ὃ ἐξηγούμενος προσέθηκε τὸ καὶ τὰ κατὰ πάντων· τὰ γὰρ κατὰ πάντων ὁμοίως λεγόμενα μοναχῶς λέγεται. τίνα δὲ λέγεται οὕτως, αὐτὸς δι’ ὧν ἐπήνεγκεν ἔδειξεν, εἰπὼν ὥσπερ τινὲς λέγουσιν, οἱ μὲν οὐδὲν φάσκοντες εἶναι ἀληθές, ὡς Ἀναξαγόρας. τὸ γὰρ μηδὲν ἀληθὲς εἶναι λέγειν τῶν ὄντων μοναχῶς κατὰ πάντων ἐστὶ λέγειν· ὁμοίως καὶ τὸ
35πάντα ἀληθεύειν, ὡς Ἡράκλειτος, καὶ τοῦτο μοναχῶς λέγειν κατὰ πάντων ἐστίν. τούτων δὲ ὅτι μηδέτερον ἐνδέχεται ἀληθὲς εἶναι, γνώριμον ἐκ τοῦ δεδεῖχθαι ἐπὶ παντὸς πάσης ἀντιφάσεως τὸ μὲν ἕτερον μόριον ἀληθὲς εἶναι
τὸ δὲ ἕτερον ψεῦδος. οὐκέτι γὰρ τούτου οὕτως ἔχοντος οἷόν τε ἢ μηδὲν336
in Metaph
.

337

ἀληθὲς εἶναι ἢ πάντα ἀληθῆ εἶναι· κατὰ γὰρ τοὺς μηδὲν ἀληθὲς εἶναι λέγοντας οὔτε ἡ κατάφασις οὔτε ἡ ἀντικειμένη αὐτῇ ἀπόφασις ἀληθής ποτε ἐπί τινος, κατὰ δὲ τοὺς πάντα ἀληθῆ ἡ ἀντίφασις ἅμα ἀληθής. λέγων δὲ περὶ τῶν πάντα τὰ ὄντα ψευδῆ λεγόντων εἶπεν οὐδὲν γὰρ κωλύειν
5φασὶν οὕτως ἅπαντα εἶναι ὡς τὸ τὴν διάμετρον εἶναι σύμμετρον, τουτέστιν ὁμοίως πάντα ψευδῆ εἶναι τῷ τὴν διάμετρον σύμμετρον εἶναι. εἰπὼν δὲ τὸ ἕτερον, τὸ πάντα ψευδῆ λέγειν, τῶν μοναχῶς λεγομένων λέγει καὶ τὸ ἕτερον τὸ οἱ δὲ πάντα ἀληθ· ὃ εἰπὼν προσέθηκε σχεδὸν γὰρ οἱ τοιοῦτοι λόγοι οἱ αὐτοὶ τῷ τοῦ Ἡρακλείτου, λέγων τὸν Ἡρα‐
10κλείτου εἶναι λόγον τὸν λέγοντα πάντα ἀληθῆ καὶ πάντα ψευδῆ εἶναι. καίτοι πρὸ ὀλίγου ἔδειξεν ἑπόμενον τῇ Ἡρακλείτου δόξῃ, λέγοντος πᾶν εἶναι καὶ μὴ εἶναι, τὸ πάντα ἀληθῆ λέγειν. ἢ τοῦτο ἕπεται αὐτῷ λέγοντι πᾶν εἶναι καὶ μὴ εἶναι καὶ τὴν ἀντίφασιν ἐπὶ παντὸς ἅμα ἀληθῆ, τὸ πάντα καὶ ἀληθῆ ἅμα καὶ ψευδῆ λέγειν εἶναι. εἰ γὰρ ἅμα τὰ ἀντικείμενα ἕκαστόν
15ἐστι, καὶ ἔστι τε καὶ οὐκ ἔστιν, ἔσται μὲν καὶ τὸ εἶναι ἡ κατάφασις καὶ τὸ μὴ εἶναι ἡ ἀπόφασις ἀληθῆ κατ’ αὐτόν· οὐ μὴν ἀλλὰ καὶ ἑκάτερον αὐτῶν πάλιν ψεῦδος· καθ’ ὅσον μὲν γὰρ οὐκ ἔστι τὸ εἶναι, ἡ κατάφασις ψευ‐ δής, καθ’ ὅσον δὲ πάλιν τὸ μὴ εἶναι, καὶ ἡ ἀπόφασις ψευδής. ὥστε πάντα κατ’ αὐτὸν ἅμα καὶ ἀληθῆ καὶ ψευδῆ· αἱ μὲν γὰρ ἀληθεῖς καταφάσεις
20τὰς ἀποφάσεις ψευδεῖς ποιοῦσιν, αἱ δὲ ἀποφάσεις τὰς καταφάσεις. τούτῳ δὴ τῷ λόγῳ τῷ κατὰ πάντων ἄμφω κατηγοροῦντι σχεδόν φησι τοὺς αὐ‐ τοὺς ἐκείνους ἀμφοτέρους εἶναι τοὺς μοναχῶς ἑκάτερον κατηγοροῦντας, καὶ δείκνυσι πῶς εἰσιν οἱ αὐτοί· ὅτι γὰρ ὁ λέγων καὶ ἀληθῆ πάντα καὶ ψευδῆ πάντα καὶ ἰδίᾳ ἑκάτερον κατηγορεῖ πάντων, τό τε ἀληθῆ αὐτὰ εἶναι καὶ
25πάλιν τὸ ψευδῆ, διὰ τοῦτο αὗται αἱ δόξαι αἱ μοναχῶς λέγουσαι ἑκάτερον αἱ αὐταί εἰσιν τῇ κατὰ πάντων ἀμφότερα κατηγορούσῃ. ἐὰν δὲ αἱ αὐταί, ἀδύνατος δὲ ἐκείνων ἑκατέρα, ἀδύνατος ἂν εἴη καὶ ἡ ἄμφω κατὰ πάντων κατηγοροῦσα. ὅτι δὲ ἐκείνων ἑκατέρα ψευδής, ἐδείχθη διὰ τοῦ πάσης ἀντιφάσεως ἐπὶ παντὸς θάτερον μὲν ἀληθὲς θάτερον δὲ ψεῦδος εἶναι. δύ‐
30ναται καὶ τὸ ὥστε εἴπερ ἀδύνατα ἐκεῖνα εἰρηκέναι ἐπὶ τοῦ ἄμφω λέγοντος, καὶ πάντα ἀληθῆ καὶ πάντα ψευδῆ· ἐδείχθη γὰρ διὰ πλειόνων ὅτι ἀδύνατον τὴν ἀντίφασιν ἅμα εἶναι τοῦτο· ἅμα γὰρ ταῦτα ἀληθῆ τε καὶ ψευδῆ γίνεται, ἐπεὶ τὸ ὥστ’ εἴπερ ἀδύνατα ἐκεῖνα περὶ τῶν προειρη‐ μένων τε καὶ προδεδειγμένων λέγει τῶν πᾶσαν ἀντίφασιν ἀληθῆ ἢ πᾶσαν
35ἀντίφασιν ψευδῆ τιθέντων (ἐδείχθη γὰρ ὅτι μηδέτερον ἀληθές)· ὄντων δὲ ἐκείνων ἀδυνάτων, ὡς δέδεικται, ἀδύνατα ἂν εἴη καὶ τὰ μοναχῶς ἐπὶ πάν‐ των τῶν ὄντων λεγόμενα ὅτι ἀληθῆ ἢ ὅτι ψευδῆ. δύναται δὲ καὶ αὐτὸν Ἡράκλειτον λέγειν πάντα ἀληθῆ καὶ πάντα ψευδῆ εἰρηκέναι, καθ’ ὅσον ἔλεγε
τὰ ἐναντία συνυπάρχειν, ἐναντία δὲ καὶ τὸ πάντα ἀληθῆ καὶ τὸ πάντα337
in Metaph
.

338

ψευδῆ. προστίθησι δὲ τοῖς φθάνουσι δεδεῖχθαι, ὡς ἐναργῶς ἐνίων οὐσῶν ἀντιφάσεων τοιούτων περὶ ὧν οὐδεὶς ἂν ἐνδοιάσειεν, ὡς ἢ ἀμφοτέρων τῶν μορίων ἀληθῶν εἶναι δυναμένων ἢ ἀμφοτέρων ψευδῶν· ὃ δεικτικὸν ἂν εἴη τοῦ μὴ κατὰ πάντων μοναχῶς ἑκάτερον. εἶεν δ’ ἂν τοιαῦται ἀντιφάσεις
5τὸ τὴν διάμετρον σύμμετρον εἶναι ἢ μὴ σύμμετρον, καὶ καθόλου ὧν θά‐ τερον μὲν ἀναγκαῖον θάτερον δὲ ἀδύνατον, ὁποῖά ἐστι τὰ ἐν τῇ οὐσίᾳ τινῶν καὶ ἐν τῷ τί ἐστι κατηγορούμενα. εἰπὼν δὲ προδήλως μήτε ἀληθεῖς ἅμα ἐπ’ ἐνίων ἀντιφάσεων δύνασθαι λέγεσθαι τήν τε κατάφασιν καὶ τὴν ἀπό‐ φασιν μήθ’ ἅμα ψευδεῖς, ἐπήνεγκε τὸ καίτοι δόξειεν ἂν μᾶλλον ἐνδέ‐
10χεσθαι ἐκ τῶν εἰρημένων τὸ ψευδεῖς ἀμφοτέρας εἶναι· τοῦτο γὰρ λεί‐ πει. ἀποτεινόμενος δὲ ταῦτα πρὸς Ἡράκλειτον λέγει καὶ ὅσοι διὰ τὸ συνεχῆ τὴν ῥύσιν εἶναι ἐν τοῖς οὖσιν ἔλεγον ἅμα κατ’ αὐτῶν ἀληθὲς καὶ τὸ εἶναι καὶ τὸ μὴ εἶναι. ὅσον γὰρ ἐπὶ τοῖς λεγομένοις ὑπ’ αὐτῶν, μᾶλλον ἂν ὑγιὲς εἴη τὸ ψευδεῖς πάσας εἶναι· εἰ γὰρ συνεχὴς ἡ ῥύσις καὶ μηδὲν
15ὑπομένει, οὐδὲν ἂν ὑγιῶς καὶ ἀληθῶς εἴη κατηγορῆσαι κατά τινος, ᾧ ἀκό‐ λουθον τὸ πάντα εἶναι ψευδῆ· ἀνάγκη γὰρ τὸν ὁτιοῦν ὁρίζοντα κατὰ τοῦ συνεχῶς ῥέοντος καὶ εἰς μηδὲν ὡρισμένον μεταβάλλοντος ψεύδεσθαι. ὥστε καθ’ Ἡράκλειτον πάντα ἀληθῆ λέγοντα τοὐναντίον ἂν μᾶλλον ἁρμόττοι πάντα λέγειν ψευδῆ εἶναι, εἴ γε συνεχῶς ὑπελάμβανε πάντα ῥεῖν τε καὶ
20μεταβάλλειν. ἔδειξε δὲ τὸ αὐτὸ τοῦτο καὶ Ἀναξαγόρᾳ ἑπόμενον ἄτοπον διὰ τὸ πάντα μεμῖχθαι, τὸ δὲ μεμιγμένον μήτε εἶναί τι ἁπλῶς τούτων ἐξ ὧν ἐστι, μήτε ἁπλῶς μὴ εἶναι. p. 1012b5 Ἀλλὰ πρὸς πάντας τοὺς τοιούτους λόγους αἰτεῖσθαι δε, καθάπερ ἐλέχθη.
25 Εἰπὼν τίσι μὲν ἕπεται τὸ συναληθεύειν τὴν ἀντίφασιν, τίσι δὲ τὸ συμψεύδεσθαι, τίσι δὲ ἄμφω, καὶ δείξας αὐτοὺς μὴ δεόντως χρωμένους τῷ ἀληθεύειν καὶ τῷ ψεύδεσθαι ὀνόματι, ἐπάνεισιν ἐπὶ τὸν λόγον οὗ ἤρξατο. ἔφη δὲ δεῖν ἐξ ὁρισμοῦ τὴν πρὸς αὐτοὺς ἔνστασίν τε καὶ ζήτησιν ποιεῖσθαι· τοῦτο δὴ καὶ νῦν λέγει, καὶ διδάσκει πῶς χρὴ ποιεῖν. χρὴ γάρ, φησί,
30παρ’ αὐτῶν, ὅπερ καὶ ἐν τοῖς ἔμπροσθεν ἠξιώσαμεν, αἰτεῖσθαι καὶ ἐξετά‐ ζειν, οὐχὶ εἰ εἶναί τι καὶ μὴ εἶναι λέγουσι, καὶ εἰ ἐφ’ οὗ τὸ εἶναι, ἐπὶ τούτου οἷόν τε καὶ τὸ μὴ εἶναι λέγειν (ταῦτα μὲν γὰρ ἀξιοῦντες δόξομεν τὸ ἐν ἀρχῇ λαμβάνειν), ἀλλὰ εἰ σημαίνουσι δι’ ὧν λέγουσιν, αἰτητέον παρ’ αὐτῶν· εἰ μὲν γὰρ μὴ σημαίνουσιν, οὐδ’ ἂν διαλέγοιντο· εἰ δὲ σημαίνουσι,
35τὸν λόγον καὶ τὸν ὁρισμὸν ἑκάστου τῶν ὑπὸ τῶν λεγομένων ὑπ’ αὐτῶν σημαινομένων ληπτέον, καὶ δὴ καὶ τί τὸ ψεῦδος καὶ τἀληθὲς αὐτὸ σημαί‐ νει, οἷς χρῶνται καὶ αὐτοί, καὶ λόγους τοὺς ὑπὸ τῶν ὀνομάτων σημαινο‐
μένους, οἵτινες ὁρισμοὶ ἂν εἶεν, ὁ μὲν τοῦ ἀληθοῦς ὁ δὲ τοῦ ψευδοῦς.338
in Metaph
.

339

p. 1012b8 Εἰ δὲ μηδὲν ἄλλο τὸ ἀληθὲς φάναι ἢ ἀποφάνει ψεῦδός ἐστιν. Τὸ λεγόμενον ἀσαφῶς μὲν εἴρηται, εἴη δ’ ἂν τοιοῦτον. εἰ μηδὲν ἄλλο τὸ ἀληθές ἐστιν ἢ τὸ οὕτως ἔχον φάναι οὕτως ἔχειν, καὶ πάλιν τὸ οὕτως
5ἔχον ἀποφάναι ψεῦδος, δῆλον ὡς ἄλλο μὲν ὑπὸ τοῦ ἀληθοῦς σημαίνεται ἄλλο δὲ ὑπὸ τοῦ ψεύδους, καὶ ἀδύνατον τῶν μὲν καταφασκόντων περὶ τοῦ αὐτοῦ τῶν δὲ ἀποφασκόντων ἢ πάντας λέγειν ψεύδεσθαι ἢ πάντας ἀλη‐ θεύειν. ἂν μὲν γὰρ οἱ καταφάσκοντες ἀληθεύωσιν, ὡς ἔχει τὸ πρᾶγμα λέγοντες αὐτὸ ἔχειν, οἱ αὐτὸ τοῦτο ἀποφάσκοντες αὐτοῦ ψεύσονται· τοῦτο
10γὰρ ὑπὸ τοῦ ψεύδεσθαι σημαίνεται, τὸ ἀποφάσκειν τινὸς ὃ ὑπάρχει αὐτῷ. εἰ δὲ ἡ ἀπόφασις ἀληθής, δῆλον ὡς ἀνάγκη τὴν κατάφασιν εἶναι ψευδῆ· εἰ γὰρ ἐν μηδενὶ ἄλλῳ τὸ ἀληθές τε καὶ ψεῦδος ἢ ἐν τῇ τοῦ αὐτοῦ κατα‐ φάσει καὶ ἀποφάσει, ἀδύνατον πάντα ψευδῆ εἶναι, ὁμοίως δὲ καὶ ἀληθῆ· ἡ γὰρ περὶ τοῦ αὐτοῦ ἀντίφασις ἀμφότερα ἔχει. εἰπὼν δὲ καίτοι δόξειεν
15ἂν μᾶλλον ἐνδέχεσθαι ἐκ τῶν εἰρημένων πάντα ψευδῆ εἶναι, καθ’ Ἡράκλειτον κινεῖσθαι πάντα λέγοντα, ἢ πάντα ἀληθῆ, ὡς Ἀναξαγόρας ἔλεγέ τε καὶ ᾤετο, ὅτι μὴ οἷόν τε πάντα ψευδῆ εἶναι δεδειγμένης τῆς ἀντιφά‐ σεως ὅπως ἔχει, καὶ τἀληθοῦς τε καὶ ψευδοῦς ὡρισμένου, ἐπήνεγκε. φέ‐ ρεται δὲ καὶ οὕτως ἡ λέξις εἰ δὲ μηδὲν ἄλλο τὸ ἀληθὲς ἢ φάναι ἢ
20ἀποφάναι καὶ τὸ ψεῦδός ἐστιν. καὶ εἴη ἂν τὸ λεγόμενον, εἰ μηδὲν ἄλλο τὸ ἀληθὲς σημαίνει ἢ τὸ καταφῆσαί τι ἢ ἀποφῆσαι, καὶ τὸ ψεῦδος ὁμοίως· καὶ γὰρ τοῦτο ἐν τῷ καταφῆσαι ἢ ἀποφῆσαι. βραχέως δὲ τῇ λέξει κέχρηται, ἐπεὶ φθάνει διὰ τῶν πρόσθεν εἰρηκέναι ἀληθὲς μὲν εἶναι τὸ τὸ ὂν εἶναι λέγειν ἢ τὸ μὴ ὂν μὴ εἶναι (ὧν τὸ μὲν κατάφασις τὸ δὲ ἀπό‐
25φασίς ἐστι, κατάφασις μὲν περὶ τοῦ ὄντος, ἀπόφασις δὲ περὶ τοῦ μὴ ὄντος), ψεῦδος δὲ τὸ τὸ ὂν μὴ εἶναι λέγειν, ὅ ἐστιν ἀπόφασις τοῦ ὄντος, ἢ τὸ μὴ ὂν εἶναι, ὅ ἐστι κατάφασις ἐπὶ τοῦ μὴ ὄντος. ἅτινα σαφῶς προειρημένα ἐνταῦθα μετενεκτέον· εἰ γὰρ μηδὲν ἄλλο ἀληθές ἐστιν ἢ τὸ τὸ ὂν φάναι εἶναι καὶ τὸ μὴ ὂν μὴ εἶναι, καὶ ψεῦδος τὸ τὸ ὂν μὴ εἶναι, ὅ ἐστι τῆς
30ἀληθοῦς περὶ τοῦ ὄντος καταφάσεως ἡ ἀπόφασις, καὶ πάλιν τὸ μὴ ὂν εἶναι, ὃ καὶ αὐτὸ κατάφασίς ἐστι τῆς ἀληθοῦς περὶ τοῦ μὴ ὄντος ἀπο‐ φάσεως, δῆλον ὡς ἀδύνατόν ἐστιν ἢ ἀληθεύειν ἀμφοτέρους τούς τε τὰς καταφάσεις τὰς περὶ τοῦ αὐτοῦ καὶ τοὺς τὰς ἀποφάσεις λέγοντας, ἢ πάλιν ἀμφοτέρους ψεύδεσθαι· οὗ γὰρ ἦν ἡ κατάφασις ἀληθής, τούτου ἦν ἡ ἀπό‐
35φασις ψευδής· ὥστε ἀνάγκη θάτερον μόριον τῆς ἀντιφάσεως ἀληθὲς θάτερον339
in Metaph
.

340

δὲ ψεῦδος λέγειν, ἀλλ’ οὐ πάντα ἀληθῆ ἢ πάντα ψευδῆ. δύναται καὶ τοιοῦτον εἶναι τὸ λεγόμενον διὰ τῆς λέξεως· εἰ δὲ μηδὲν ἄλλο τὸ ἀληθῆ φάναι ἢ ὅτι τὸ ἀποφάναι ψεῦδος, τουτέστιν εἰ δὲ μηδὲν ἄλλο σημαίνεται ὑπὸ τοῦ ἀληθῆ εἶναι τὴν κατάφασιν ἢ ὅτι ἡ ἀπόφασίς ἐστι ψευδής· ὁ γὰρ
5λέγων ἀληθὲς εἶναι τὸ ἡμέραν εἶναι, τὸ μὴ εἶναι ἡμέραν διὰ τῆς κατα‐ φάσεως ψεῦδος εἶναι λέγει· εἰ δὲ τοῦτο, ἀδύνατον τὴν ἀντίφασιν ἅμα εἶναι ἀληθῆ. p. 1012b11 Ἔτι εἰ πᾶν ἢ φάναι ἢ ἀποφάναι ἀναγκαῖον. Ἔδειξε πρὸ ὀλίγου ὅτι μηδέν ἐστιν ἀντιφάσεως μεταξύ, ἀλλὰ κατὰ
10παντὸς ἡ κατάφασις ἢ ἡ ἀπόφασις. εἰ δὲ τοῦτο ὑγιὲς καὶ οὐδὲν ἄλλο παρὰ τὴν ἀντίφασίν ἐστιν, ἀδύνατον ἀμφότερα ψευδῆ εἶναι· ἠδύνατο γὰρ ψευδῆ μόνως οὕτως ἀμφότερα γίνεσθαι, εἰ ἦν τι μεταξὺ αὐτῶν· μηδενὸς δὲ ὄντος μεταξύ, ἀνάγκη θάτερον μὲν αὐτῶν ἐπὶ παντὸς ἀληθὲς εἶναι, θάτερον δὲ ψευδὲς μόνον, ἀλλ’ οὐκ ἄμφω ἀληθῆ ἢ ἄμφω ψευδῆ. πάλιν δὲ τὸ ἀδύ‐
15νατον ἄμφω ψευδῆ εἶναι εἶπεν, ἐπεὶ προείρηκεν μᾶλλον ἐνδέχεσθαι ἐκ τῶν εἰρημένων πάντα ψευδῆ εἶναι. τοῖς τε γὰρ τὴν ῥύσιν αἰτιωμένοις τοῦτο λέγειν μᾶλλον ἕπεται, ἀλλὰ καὶ Ἀναξαγόρᾳ τῷ πάντα ἐν πᾶσι μεμῖχθαι λέγοντι καὶ μηδὲν διὰ τοῦτο τῶν ὄντων εἰλικρινῶς εἶναι ὃ λέγεται εἶναι. p. 1012b13 Συμβέβηκε δὲ καὶ τὸ θρυλούμενον.
20 Θρυλούμενον μὲν εἶπεν, ἐπεὶ καὶ ἄλλοι τούτῳ πρὸς τοὺς ταῦτα λέγοντας ἐχρήσαντο ὡς ὄντι ἐναργεῖ, φανερώτατα δὲ Πλάτων κεκίνηκεν αὐτὸ ἐν τῷ Θεαιτήτῳ· πῶς δὲ αὐτοὶ αὑτοὺς ἀναιροῦσιν, ἔδειξεν. ὁ μὲν γὰρ πάντα ἀληθῆ λέγων ἀναιρεῖ αὑτὸν τῷ καὶ τὸν τἀναντία ἑαυτῷ λέγοντα, ὅτι μηδὲν ἀληθές ἐστιν ἢ μὴ πάντα, ἀληθεύειν λέγειν, ὅ ἐστιν ἀναιρετικὸν
25τῆς δόξης τῆς πάντα ἀληθεύειν τιθεμένης· ὥστε κατὰ τὸν τιθέμενον πάντα εἶναι ἀληθῆ, ἀληθὲς καὶ τὸ μὴ πάντα εἶναι ἀληθῆ. ὁ δὲ πάντα ψευδῆ εἶναι λέγων λόγος ἑαυτὸν ἀναιρεῖ, ὅτι εἰ πάντα εἴη ψευδῆ, καὶ αὐτὸς οὗτος ἂν εἴη ψευδὴς ὁ πάντα ψευδῆ λέγων, ἀληθὴς ἄρα ὁ ἀναιρετικὸς αὐτοῦ, ὁ μὴ πάντα ψευδῆ λέγων.
30p. 1012b18 Ἐὰν δὲ ἐξαιρῶνται ὁ μὲν τὸν ἐναντίον ὡς οὐκ ἀλη‐ θὴς μόνος. Εἰ φυλασσόμενοι, φησί, τὸ ἑπόμενον αὐτοῖς ἄτοπον, τὸ δι’ ὧν τίθενται
ἀναιρεῖν τὰ ὑπ’ αὐτῶν τιθέμενα, ὑπεξαιροῦνται καὶ λέγουσιν ὁ μὲν πάντα340
in Metaph
.

341

ἀληθῆ λέγων χωρὶς τοῦ λέγοντος ὅτι μὴ πάντα ἀληθῆ, ὅς ἐστιν ἀναιρε‐ τικὸς τοῦ πάντα ἀληθῆ, ὁ δὲ λέγων πάντα ψευδῆ χωρὶς τοῦ ὑπ’ αὐτοῦ (τοῦτον γὰρ εἶναι μόνον ἀληθῆ), ἀκολουθήσει αὐτῶν ἑκατέρῳ ἐν τῷ ἕνα ὑπεξαιρεῖσθαι τὸ ἀπείρους τοιούτους συγχωρεῖν εἶναι· οὐ γὰρ μόνος ἔσται
5ψευδὴς ὁ λέγων μὴ πάντα εἶναι ἀληθῆ, ὡς βούλεται ὁ πάντα ἀληθῆ λέγων, ἀλλὰ καὶ ὁ λέγων ἀληθὲς εἶναι τὸ μὴ πάντα ἀληθῆ εἶναι, ἄλλος ὢν τοῦ λέγοντος μὴ πάντα εἶναι ἀληθῆ· οὐ γὰρ ὁ αὐτὸς λόγος τῷ οὐ πάντα ἀληθῆ ὁ λέγων ἀληθὲς εἶναι τὸ μὴ πάντα εἶναι ἀληθῆ. ἀλλὰ καὶ ὁ λέγων ἀλη‐ θὲς εἶναι τὸ ἀληθῆ εἶναι τὸν λέγοντα λόγον μὴ πάντα εἶναι ἀληθῆ,
10ἄλλος ὢν ἐκείνων, καὶ αὐτὸς ἔσται ψευδής. ἀλλὰ καὶ ὁ τοῦτον λέγων τὸν λόγον ἀληθῆ, ὁ λέγων, ‘ἀληθές ἐστι τὸ λέγειν τὸν λόγον τὸν λέγοντα ἀλη‐ θὲς εἶναι τὸ μὴ πάντα εἶναι ἀληθῆ ἀληθῆ εἶναι‘. καὶ οὕτως ἐπ’ ἄπειρόν τις αὐτῶν τῇ τοῦ ἀληθοῦς προσθήκῃ δείξει κατὰ τὸν ἕνα μόνον φάσκοντα ψευδῆ εἶναι λόγον ἀπείρους τοὺς ψευδεῖς λεγομένους. καὶ εἴη ἂν ἡ σύν‐
15θεσις ἡ ἐπ’ ἄπειρον τῶν ἀληθῶν τοιαύτη· ψευδές ἐστι τὸ οὐ πᾶς λόγος ἀληθής ἐστι τῷ ἀληθὲς εἶναι τὸ πάντα εἶναι ἀληθῆ· ψεῦδός ἐστι τὸ ἀλη‐ θές ἐστιν ἀληθὲς εἶναι τὸ λέγειν μὴ πάντα εἶναι ἀληθῆ· ψεῦδός ἐστι τὸ ἀληθές ἐστι τὸ λέγειν ἀληθεύειν τὸν λέγοντα ἀληθὲς εἶναι τὸ λέγειν μὴ πάντα εἶναι ἀληθῆ. καὶ τοῦτο ἐπ’ ἄπειρον. ὁμοίως δὲ καὶ ἀληθεῖς ἄπειροι
20κατὰ τὸν λέγοντα πάντων ψευδῶν ὄντων μόνον ἀληθῆ εἶναι τὸν λέγοντα πάντας ψευδεῖς· οὐ γὰρ μόνον ἀληθὴς ἔσται κατ’ αὐτοὺς ὁ λέγων πάντα ψευδῆ εἶναι, ἀλλὰ καὶ ὁ λέγων ‘ἀληθές ἐστι τὸ πάντας ψευδεῖς εἶναι‘· εἰ γὰρ μὴ οὗτος, οὐδ’ ὁ πρὸ αὐτοῦ. ἀλλὰ καὶ ὁ λέγων ‘ἀληθής ἐστι λόγος ὁ λέγων ἀληθὲς εἶναι τὸ πάντα ψευδῆ εἶναι‘· καὶ τοῦτο ἐπ’ ἄπειρον. βρα‐
25χέως δὲ τοῦτο ἐδήλωσεν εἰπὼν ὁ γὰρ λέγων τὸν ἀληθῆ λόγον ἀληθῆ ἀληθής ἐστιν. ὁμοίως δηλονότι καὶ ψευδὴς ὁ λέγων ἀληθῆ τὸν ψευδῆ λόγον, ἄλλως τε καὶ πλασματῶδες τὸ αἰτεῖσθαι ταῦτα καὶ ὑποτίθεσθαι. p. 1012b22 Φανερὸν δὲ ὅτι οὐδὲ οἱ πάντα ἠρεμεῖν λέγοντες ἀληθῆ λέγουσιν οὐδ’ οἱ πάντα κινεῖσθαι.
30 Αὕτη ἡ λέξις οὐ φέρεται ἔν τισιν ὡς οὖσα οἰκεία τῆς φυσικῆς· οὐ μὴν ἀλλ’ ἐπεὶ συγχρώμενος τοῖς προδεδειγμένοις περὶ αὐτῶν λέγειν δοκεῖ, οὐκ ἂν εἴη παντάπασιν ἀλλοτρία τῶν προειρημένων. κειμένου γὰρ τοῦ μήτε ἀληθῆ πάντα εἶναι μήτε ψευδῆ, ἀκολουθοίη ἂν τὸ μήτε τοὺς ἠρε‐ μεῖν πάντα λέγοντας ἀληθεύειν μήτε τοὺς κινεῖσθαι· ἕπεται γὰρ τοῖς μὲν
35ἠρεμεῖν πάντα λέγουσι τὸ μηδὲν μεταπίπτειν, ἀλλ’ ἀεὶ τὰ αὐτὰ ἀληθῆ τε
καὶ ψευδῆ μένειν, ὁρῶμεν δὲ ὅτι μὴ ἀεὶ ἐπὶ τοῦ αὐτοῦ ἡ κατάφασις μὲν341
in Metaph
.

342

ἀληθὴς ἡ ἀπόφασις δὲ ψευδής, ἢ ἔμπαλιν, ἀλλὰ μεταπίπτει, καὶ ἐφ’ οὗ πρότερον ἦν ἡ κατάφασις ἀληθής, ἡ ἀπόφασις πάλιν ἀληθὴς γίνεται, εἴ γε ἀληθές ἐστι τό τε ὂν εἶναι λέγειν καὶ τὸ μὴ ὂν μὴ εἶναι. αὐτὸς γοῦν ὁ λέγων πάντα ἠρεμεῖν πρότερόν τε οὐκ ἦν καὶ ὕστερον οὐκ ἔσται· ὃ ἀδύ‐
5νατον ἄνευ μεταβολῆς γίνεσθαι. τοῖς δ’ αὖ πάντα συνεχῶς κινεῖσθαι λέ‐ γουσι τὸ μηδὲν ἀληθὲς εἶναι· οὐδὲν γὰρ ὑπομένει τὴν τοῦ τόδε τι εἶναι κατηγορίαν, ἀλλὰ μεταπίπτει, ἀληθὲς δὲ ἦν τὸ τὸ ὂν εἶναι λέγειν. πάντα οὖν ψευδῆ κατ’ αὐτοὺς ἔσται· τοῦτο γὰρ καὶ ἐν τοῖς πρὸ ὀλίγου εἰρημένοις εἶπεν ἕπεσθαι τοῖς πάντα συνεχῶς ῥεῖν τε καὶ κινεῖσθαι λέγουσιν. ἀλλὰ
10δέδεικται ὅτι μὴ οἷόν τε πάντα ψευδῆ εἶναι. λέγοι δ’ ἂν μηδέτερον τῶν εἰρημένων ἀληθὲς εἶναι, μήτε τὸ πάντα ἠρεμεῖν μήτε τὸ πάντα κινεῖσθαι, ὅτι τούτων ἑκάτερον μοναχῶς λέγεται κατὰ πάντων. εἶπε δὲ τοῦτο ἀδύ‐ νατον εἶναι· ἕπεται γὰρ καὶ τῷ μὲν πάντα ἠρεμεῖν τὸ ἀεὶ τὰ αὐτὰ ἀληθῆ τε καὶ ψευδῆ μένειν καὶ μὴ μεταπίπτειν εἰς ἄλληλα, ὃ ὅτι ἀδύνατον, ἔδειξε
15δι’ οὗ παρέθετο. ὁ γὰρ λέγων αὐτὸς τήνδε τὴν δόξαν καὶ πρότερόν γε οὐκ ἦν καὶ ὕστερον οὐκ ἔσται, ὥστε οὔτε τὰ πάντα ἠρεμεῖ οὔτε ταὐτὰ ἀεὶ μένει ἀληθῆ καὶ ψευδῆ. τὸ γὰρ ὄντος αὐτοῦ, ὅτε ἔστιν, εἶναι αὐτὸν λέ‐ γειν ἀληθὲς ὂν οὐκ ἔστιν ἀληθὲς λεγόμενον, ὅτε μὴ ἔστι. πάλιν δὲ τῷ πάντα κινεῖσθαί τε καὶ ῥεῖν ἕπεται τὸ μηδὲν ὡρίσθαι μηδὲ ἀληθὲς εἶναι.
20τοῦτο δὲ ὅτι μὴ ἀληθές, τὸ μηδὲν εἶναι ἀληθές, δέδεικται πρότερον. p. 1012b28 Ἀνάγκη γὰρ τὸ ὂν μεταβάλλειν. Καὶ τοῦτο δεικτικὸν παρέθετο τοῦ μὴ πάντα κινεῖσθαι. ἔχει δὲ ἡ λέξις ἀκαταλληλότερον· εἰ γὰρ ἔστι κίνησις, ἀνάγκη τι ὂν μεταβάλλειν, εἴ γε ἡ κίνησις ἔκ τινός ἐστιν εἴς τι μεταβολή, ἀδύνατον δὲ ἔκ τινος εἴς τι
25μεταβάλλειν μὴ ὄντος τινὸς τοῦ μεταβάλλοντος· τοῦτο δὴ τὸ ὂν μεταβάλλον τε καὶ κινούμενον, ὅτε κινεῖται, ἀνάγκη ἐν τῷ εἶναι μένειν τε καὶ κατὰ τοῦτο ἠρεμεῖν. εἰ γὰρ εἴη κατὰ τόπον Σωκράτης κινούμενος, δεῖ τὸν Σω‐ κράτην μένειν, ὅτε κινεῖται Σωκράτης· οὕτω γὰρ ἔσται καὶ κατὰ τόπον κινούμενος Σωκράτης. καὶ καθόλου δὴ ἐπὶ πάσης κινήσεως, εἰ ἡ κίνησις
30μεταβολή ἐστιν ἔκ τινος εἴς τι, σωζομένου τοῦ κινουμένου κατὰ τὴν οὐσίαν, δεῖ εἶναί τι τὸ μεταβάλλον ἄλλο ὂν παρὰ τὰ καθ’ ἃ ἡ μεταβολή, καὶ κατὰ τοῦτο ἑστάναι. εἰ ἄρα ἔστι μεταβολή, δεῖ τι καὶ ἑστάναι· καὶ γὰρ ἡ κατὰ γένεσιν καὶ φθορὰν μεταβολὴ ὑποκειμένου τινὸς καὶ σωζομένου καὶ μετα‐ βάλλοντος εἰς ταῦτα γίνεται· τοιοῦτον γὰρ ἡ ὕλη.
35p. 1012b29 Ἀλλὰ μὴν οὐδὲ πάντα ἠρεμεῖ ἢ κινεῖταί ποτε, ἀεὶ δὲ οὐθέν.
Ὃ λέγει τοιοῦτόν ἐστιν. ἀλλὰ μὴν οὔτε πάντα τὰ ὄντα ποτὲ μὲν342
in Metaph
.

343

ἠρεμεῖ ποτὲ δὲ κινεῖται, οὐδὲν δὲ ἔστιν ὃ ἀεὶ κινεῖται, ἢ ἄλλο ὃ ἀεὶ ἠρε‐ μεῖ. τοῦτο γὰρ εἶπε διὰ τοῦ ἀεὶ δ’ οὐθέν. τοῦτο δὲ διὰ πλειόνων ἔδειξεν οὕτως ἔχον ἐν τῷ τελευταίῳ τῆς Φυσικῆς ἀκροάσεως. ὑπομιμνή‐ σκει δὲ καὶ νῦν αὐτοῦ ὅτι ἔστι τι ἐν τοῖς οὖσιν ἀκίνητον καὶ ἄλλο ἀεικί‐
5νητον, εἰπὼν ἔστι γάρ τι ὃ ἀεὶ κινεῖ τὰ κινούμενα. τὸ γὰρ ὑπὸ τοῦ ἀεὶ κινοῦντος κινούμενον ἐδείχθη συνεχῶς τε καὶ ἀεὶ προσεχῶς κινοῦν τῇ οἰκείᾳ κινήσει ἀιδίῳ οὔσῃ τὰ κινούμενα· τοῦτο δὲ ἦν ὁ αἰθήρ, ὃ καὶ κυκλοφορικὸν καλεῖ σῶμα· διὰ γὰρ τούτου καὶ τὰ ἄλλα κινεῖ τὸ ἀεὶ κινοῦν. ἀλλὰ καὶ ὅτι τὸ πρῶτον κινοῦν ἀκίνητον ἀνάγκη εἶναι καὶ ἠρε‐
10μοῦν, δέδεικται καὶ αὐτό.343
in Metaph
.

344

(t)

ΕΙΣ ΤΟ ΤΕΤΑΡΤΟΝ ΤΩΝ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ
2 Ὅτι μὲν Ἀριστοτέλους ἐστὶ τὸ ἐπιγραφόμενον Δ τῶν Μετὰ τὰ φυ‐ σικὰ βιβλίων, ἐν ᾧ διαίρεσίν τινων πολλαχῶς λεγομένων ποιεῖται, καὶ ἀπὸ τῆς λέξεως καὶ ἀπὸ τῶν ἐν αὐτῷ λεγομένων γνώριμον· ὅτι δὲ καὶ ταύτης
5τῆς πραγματείας, δῆλον ἐξ ὧν προείρηκε. δέδειχε μὲν γὰρ ὅτι τοῦ πρώ‐ του φιλοσόφου ἡ περὶ τοῦ ὄντος καθόλου πραγματεία καὶ τῶν τούτῳ κοινῶς ὑπαρχόντων, κοινὰ δὲ τοῦ ὄντος εἰσίν, οἷς ἐπιστῆμαι πᾶσαι χρῶνται. περὶ τούτων γὰρ ἡ θεωρία τοῦ πρώτου φιλοσόφου· οὐδεμιᾶς γὰρ ἐκείνων ἴδιος ἡ περὶ αὐτῶν πραγματεία· οὐδενὶ γάρ τινι τῶν ὄντων, ᾗ τόδε τί ἐστιν,
10ὑπάρχει τι αὐτῶν, ἀλλὰ τῷ ὄντι ᾗ ὄν, περὶ ὃ ἡ τοῦ πρώτου φιλοσόφου πραγματεία. τὸ μὲν γὰρ ἀναγκαῖον τῆς περὶ αὐτῶν διαλήψεως ἡ χρῆσις δείκνυσι· πᾶσαι γὰρ αἱ ἐπιστῆμαι τούτοις χρώμεναι τὰ προκείμενα αὐταῖς δεικνύουσιν· ὅτι δὲ μηδεμιᾶς ἴδιός ἐστι τῶν καθ’ ἕκαστα ἐπιστημῶν, ἡ κοινὴ χρῆσις αὐτῶν παρίστησι. πρὸς δὲ τούτοις κεῖται, περὶ ὧν ὁ δια‐
15λεκτικὸς κατὰ τὸ ἔνδοξον ποιεῖται τοὺς λόγους, περὶ τούτων τὴν πρώτην φιλοσοφίαν ἐπιστημονικῶς λέγειν· καὶ γὰρ τῷ διαλεκτικῷ περὶ τὰ κοινὰ πᾶσιν ἢ τοῖς πλείστοις ἡ πραγματεία, καὶ περὶ τῶν πολλαχῶς δὲ λεγομέ‐ νων ὁ διαλεκτικὸς διαλαμβάνει. ἔσται τοίνυν καὶ διαλεκτικὴ ὁμοία τῇ πρώτῃ φιλοσοφίᾳ, περὶ τῶν αὐτῶν διαλαμβάνουσα, λογικῶς μέντοι ἀλλ’ οὐκ
20ἐπιστημονικῶς. ὅτι δὲ καὶ ἡ τάξις τοῦ βιβλίου αὕτη, δῆλον ἐκ τοῦ ποιεῖσθαι μὲν αὐτὸν τὴν διαίρεσιν τῶν πολλαχῶς λεγομένων τούτων, οἷς αἱ ἐπιστῆμαι χρῶνται, ἃ κοινῶς τῷ ὄντι παρακολουθεῖ· περὶ ὧν εἶπε καὶ ἐν τῷ δευτέρῳ δεῖν τὸν φιλόσοφον πραγματεύεσθαι διελόμενον ποσαχῶς ἕκαστον αὐτῶν λέγεται· ἀκόλουθον δέ ἐστι μετὰ τὸ δειχθῆναι περὶ τίνων ἐστὶ τῆς πρώ‐
25της φιλοσοφίας ἡ θεωρία, ὃ ἐν τῷ τρίτῳ δέδεικται, ἐφεξῆς περὶ τούτων
πρώτων θεωρεῖν οἷς ἀναγκαῖον χρῆσθαι πρὸς τὴν τῶν ἄλλων τῶν μελ‐344
in Metaph
.

345

λόντων δείκνυσθαι θεωρίαν τε καὶ δεῖξιν. διὸ καὶ πρῶτον περὶ ἀξιώματος εἶπε τοῦ ἐπὶ παντὸς δεῖν τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν, ὄντος πρὸς τὰς δείξεις χρησίμου· μεθ’ ἃ ἐν τούτῳ τὴν διαίρεσιν ποιεῖται τῶν οὕτως πολλαχῶς λεγομένων. ὅτι δὲ μὴ ἀτελὲς τὸ βιβλίον, ὡς οἴονταί τινες τεκμαι‐
5ρόμενοι τῷ μὴ πάντων αὐτὸν τῶν πολλαχῶς λεγομένων τὴν διαίρεσιν ποιεῖσθαι, δῆλον ἐκ τοῦ μὴ ἁπλῶς ἐν αὐτῷ προκεῖσθαι τοῦτο ποιεῖν, ἀλλὰ τούτων μόνων οἷς ὡς κοινοῖς αἱ ἐπιστῆμαι πᾶσαι χρώμεναι τὰ προκείμενα αὐταῖς δεικνύουσιν· οὔτε γὰρ περὶ τῶν ὁμωνύμων λέγειν ἡμῖν πρόκειται, οὔτε περὶ πάντων τῶν ἀφ’ ἑνός τε καὶ πρὸς ἕν, ἀλλὰ περὶ τῶν τὸ πολ‐
10λαχῶς ἐχόντων, διότι τῷ ὄντι καθὸ ὄν ἐστιν ὑπάρχει καὶ αὐτῷ λεγομένῳ πολλαχῶς. διὸ οὐχὶ μαθηματικὸν ἤ τι τῶν τοιούτων λαμβάνει, ἃ καὶ αὐτὰ πολλαχῶς λέγεται, ὅτι μὴ τούτοις προσχρώμεναι αἱ ἐπιστῆμαι δεικνύουσί τι τῶν ὑφ’ αὑτάς, ἀλλὰ ἀρχῇ καὶ αἰτίᾳ καὶ φύσει καὶ στοιχείῳ καὶ τοῖς τοιούτοις, ὧν πάντων κοινῶν ὄντων πεποίηται τὴν διαίρεσιν ἐν αὐτῷ ὡς
15ὄντων οἰκείων τῆσδε τῆς πραγματείας. ὅθεν καὶ μᾶλλον δῆλον γίνεται τὸ βιβλίον ὅτι ἐκ ταύτης ἐστὶ τῆς συντάξεως· εἰ γάρ τινα τούτοις παρακεί‐ μενα παραλέλειπται, διαιροῖτο ἂν κἀκεῖνα κατὰ τὴν τῶν οἷς ἐστι παρα‐ πλήσια διαίρεσιν. ποιούμενος δὲ τὴν διαίρεσιν ἐν τούτῳ τῷ βιβλίῳ τού‐ των ὅσα κοινῶς τῷ ὄντι ὑπάρχοντά τε καὶ παρακολουθοῦντα δοκεῖ πλεονα‐
20χῶς λέγεσθαι, πρῶτον περὶ ἀρχῆς λέγει. Ὅτι δὲ ἡ ἀρχὴ οὐ μιᾷ τινι φύσει τοῦ ὄντος παρακολουθεῖ, γνώριμον· πᾶσαι γὰρ αἱ ἐπιστῆμαι ἀρχαῖς τισι χρῶνται. τὴν ἀρχὴν δὲ ἑπταχῶς ἀποδίδωσι λέγεσθαι. καθ’ ἕνα μὲν τρόπον ἀρχή, ὅθεν ἄν τις τοῦ πράγμα‐ τος, οὗ ἀρχὴ λέγεται, κινηθείη πρῶτον· ἀρχὴ γὰρ μήκους καὶ ὁδοῦ, ὅθεν
25ἀρξάμενοι δίιμεν αὐτήν. οὕτως ἀρχὴ καὶ τὰ ἐναντία πέρατα τοῦ αὐτοῦ τοῖς ἢ ἐντεῦθεν ἢ ἐντεῦθεν ἀρχομένοις· διὸ ἡ τοιαύτη ἀρχὴ καὶ πέρας ποτὲ γίνεται. ἀρχὴ λέγεται καὶ ὅθεν ἀρξαμένων κάλλιστα ἂν τὸ προκείμενον γένοιτο, ὡς ἐπὶ τῶν μαθήσεων· ἐν ταύταις γὰρ πολλάκις οὐκ ἀπὸ τῶν πρώτων ἀρχό‐ μεθα, ἀλλ’ ἀφ’ ὧν ῥᾷστα ἂν ὁ μανθάνων παρακολουθήσαι, ὡς ἀρίστως
30ἐν ταῖς Κατηγορίαις ἐν τῷ περὶ ποιότητος λόγῳ πεποίηκεν· εἶπε γὰρ τὴν ποιότητα εἶναι καθ’ ἣν ποιοί τινες λεγόμεθα, διὰ τοῦ ποιοῦ, ὑστέρου μὲν ὄντος τῆς ποιότητος γνωριμωτέρου δέ, τὴν διδασκαλίαν τῆς ποιότητος ποιησάμενος. καὶ ἡ φυσικὴ ἀπὸ τῶν αἰσθητῶν, ὅτι ἡμῖν γνωριμώτερα, ἀλλ’ οὐκ ἀπὸ τῶν πρώτων ἀρχῶν, καὶ οἱ τεχνῖται δὲ ἀρχὴν ποιοῦνται ἐν
35τοῖς γινομένοις ὑπ’ αὐτῶν, ὅθεν ἀρξαμένοις αὐτοῖς ῥᾷστα ἂν τὸ γιγνόμενον
γίγνοιτο. ἀρχὴ λέγεται καὶ ὅθεν ἄρχεταί τι γίγνεσθαι ἐνυπάρχοντος τῷ345
in Metaph
.

346

γιγνομένῳ. οὕτως ἡ καρδία ἀρχή· ἀπὸ ταύτης γὰρ ἡ τοῦ ζῴου σύστασις· καὶ ὁ θεμέλιος τῆς οἰκίας, καὶ ἡ τρόπις δὲ τῆς νεὼς οὕτως ἂν εἴη ἀρχή. τὸ δὲ ἐνυπάρχοντος προσκείμενον χωρίζει τὴν τοιαύτην ἀρχὴν τῆς ποιητι‐ κῆς τῆς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, περὶ ἧς ἑξῆς λέγει. διαφέροι δ’ ἂν
5αὕτη ἡ ἀρχὴ τῆς πρὸ αὐτῆς, ὅτι ἐκείνη μὲν τοῦ ῥᾴδιον γενέσθαι ἦν ἀρχή, αὕτη δὲ τοῦ ὅλως γενέσθαι· διὸ καὶ αὕτη μὲν ὡρισμένη, ἐκείνη δὲ ἄλλῳ ἄλλη καὶ τῷ αὐτῷ ἄλλοτε ἄλλη. εἴη δ’ ἂν καὶ ἡ ὕλη οὕτως ἀρχή. ἀρχὴ λέγεται καὶ ἀφ’ οὗ πρώτου γίνεταί τι μὴ ἐνυπάρχοντος, τουτέστιν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως· τοιαύτη δέ ἐστιν ἡ ποιητικὴ ἀρχή, ὡς καὶ αὐτὸς ἐδή‐
10λωσεν ἐπενεγκὼν καὶ ὅθεν πρῶτον ἡ κίνησις πέφυκεν ἄρχεσθαι καὶ ἡ μεταβολ. ἢ δύο ἐστὶ τὰ εἰρημένα καὶ οὐχ ἓν διὰ τῶν λέξεων, τῆς τε ἥ τε ὅθεν γίνεται πρῶτον μὴ ἐνυπάρχοντος καὶ ὅθεν πρῶ‐ τον ἡ κίνησις πέφυκε καὶ ἡ μεταβολ. καὶ εἴη ἂν διὰ μὲν τῆς πρώτης ἀρχὴν λέγων τὴν τοῦ τέλους καὶ σκοποῦ γνῶσιν (τοῦτο γὰρ ἐν
15τοῖς πρακτοῖς ἀρχὴ πρώτη τοῦ γενέσθαι τὸ πρακτόν· μνημονεύει γὰρ αὐτοῦ ὡς ἀρχῆς καὶ ὀλίγον προελθών), διὰ δὲ τῆς δευτέρας λέγοι ἂν περὶ τοῦ ποιητικοῦ. καὶ εἴη ἂν οὕτως ἡ διαίρεσις αὐτῷ τῆς ἀρχῆς εἰς ὀκτὼ γε‐ γονυῖα. ἀρχὴ λέγεται κἀκεῖνο οὗ κατὰ προαίρεσιν μεταβάλλει καὶ γίγνεται τὰ γινόμενα, ὡς οἱ ἄρχοντες, ὧν κατὰ τὴν προαίρεσιν γίγνεται τὰ ἐν τοῖς
20ὑπ’ αὐτούς. οὕτως ἀρχὴ λέγεται καὶ ἡ τέχνη, καὶ μάλιστα ἡ ἀρχιτεκτο‐ νική, ἐφ’ ἣν ἡ ἀναφορὰ τῶν ὑπ’ αὐτὴν τεχνῶν καὶ τῶν γιγνομένων ἔργων ὑπ’ αὐτῶν. οὐχ ὁμοίως δὲ αὕτη ἀρχὴ τῇ ποιητικῇ, ὅτι αὕτη μὲν ἀρχὴ ὡς ἐπιτακτικὴ καὶ τοῦ εἴδους γνωστική, ἐκείνη δὲ ὅθεν ἤρξατο τὸ πρᾶγμα καὶ ἀπὸ ποίας κινήσεως. ἀρχὴ λέγεται καὶ ὅθεν πρῶτον γνωστόν ἐστι τὸ
25πρᾶγμα, ὡς τῶν ἀποδείξεων ἀρχαὶ λέγονται αἱ ὑποθέσεις, ὑποθέσεις λέγων τὰς καθ’ ἑκάστην ἐπιστήμην τε καὶ τέχνην ἀρχάς, αἳ διότι μὴ δι’ ἀπο‐ δείξεως λαμβάνονται, ἀλλ’ ὡς ἐναργεῖς, ὑποθέσεις αὐτὰς λέγουσιν. αἱ τοιαῦται ἀρχαὶ καὶ τῶν ἀμέσων τῶν καθ’ ἑκάστην ἐπιστήμην εἶεν ἂν ἀρχαί· ἡ γὰρ ‘τὸ ἀγαθὸν ὠφελεῖ καὶ τὸ κακὸν βλάπτει‘, καὶ ‘τὸ ἀγαθὸν αἱρε‐
30τὸν καὶ τὸ κακὸν φευκτὸν‘ ἄμεσοι μὲν κατὰ τὴν ἠθικὴν πραγματείαν καὶ ἐπιστήμην, ἀρχὴ δὲ καὶ τούτων ἡ περὶ τέλους τε καὶ εὐδαιμονίας γνῶσις. καὶ αἱ προτάσεις δὲ αἱ ἄμεσοι οὕτως ἀρχαί. εἰπὼν δὲ ποσαχῶς ἡ ἀρχή, ἰσαχῶς φησι καὶ τὰ αἴτια λέγεσθαι. καὶ διὰ τί, προσέθηκεν εἰπὼν πάντα γὰρ τὰ αἴτια ἀρχα. ἐφ’ οἷς προσέθηκε τὸ κοινὸν μὲν πάσαις ταῖς ἀρ‐
35χαῖς εἶναι τὸ πρώταις εἶναι τούτων ὧν εἰσιν ἀρχαί, ἢ οὕτως ὡς ὅθεν ἔστιν ἢ γίγνεται ἢ γιγνώσκεται· ὡς μὲν ὅθεν ἔστιν, ὡς ὁ θεμέλιος τῆς οἰκίας καὶ ἡ τρόπις τοῦ πλοίου καὶ ἡ ὕλη ἑκάστου, γίγνεται δὲ ὡς ὅθεν
ἡ ἀρχὴ τῆς κινήσεως, γιγνώσκεται δὲ ὡς τῶν ἀποδείξεων αἱ ὑποθέσεις.346
in Metaph
.

347

εἰπὼν δὲ κοινὸν πάσαις ταῖς ἀρχαῖς εἶναι τὸ προϋπάρχειν τούτων ὧν εἰσιν ἀρχαί, διαφοράν φησιν αὐτῶν εἶναι τῷ τὰς μὲν ἐνυπάρχειν τούτοις ὧν εἰσιν ἀρχαί, τὰς δὲ ἐκτὸς εἶναι. ἡ μὲν οὖν ὕλη καὶ τὸ στοιχεῖον (στοιχεῖον δὲ καλεῖται ἡ προσεχὴς ὕλη ἑκάστου, ἥτις ἤδη ἐνεργείᾳ ἐστὶ τόδε τι σῶμα)
5ἀρχαὶ ὡς ἐνυπάρχοντα· ἐκ τούτων γὰρ πρώτων γίγνεται ἐνυπαρχόντων αὐτοῖς· τὰ δὲ ἐκτός. καὶ προστίθησιν τίνα ἐστὶ ταῦτα. διὸ ἥ τε φύσις ἀρχὴ καὶ τὸ στοιχεῖον καὶ ἡ διάνοια καὶ ἡ προαίρεσις. εἰπὼν τῶν ἀρχῶν τὰς μὲν ἐνυπάρχειν τούτοις ὧν εἰσιν ἀρχαί, τὰς δὲ ἐκτὸς εἶναι, διὰ τοῦτο, φησί, τὸ τὰς μὲν οὕτως ἔχειν τὰς δὲ οὐχ οὕτως, ἥ τε φύσις
10ἐστὶν ἀρχὴ καὶ τὸ στοιχεῖον· ἀρχαὶ γὰρ ταῦτα ὡς ἐνυπάρχοντα· ἐκ τούτων γὰρ πρώτων γίγνεται ἐνυπαρχόντων. φύσιν δὲ νῦν τὴν ὕλην ἂν λέγοι, στοιχεῖον δὲ τὴν προσεχῆ ὕλην, ἥτις ἤδη ἐνεργείᾳ τί ἐστι σῶμα. τὰ δὲ ἑξῆς, ἡ διάνοια καὶ ἡ προαίρεσις καὶ τὰ ὅμοια τῶν ὡς τελῶν καὶ τῶν ποιητικῶν ἀρχῶν παραδείγματα, αἳ οὐκ ἐνυπάρχουσι τοῖς γινομένοις,
15ἐν οἷς ἦσαν καὶ οἱ ἄρχοντες. προστίθησι δὲ καὶ τὴν οὐσίαν καὶ τὸ οὗ ἕνεκα, οὐσίαν μὲν λέγων τὴν κατὰ τὸ εἶδος ἀρχήν (τοῦτο γὰρ ἡ ἑκάστου οὐσία), τὸ δ’ οὗ ἕνεκα τὸ τέλος. ἃ συνέθηκεν, ἐπεὶ ἐν τοῖς φύσει γιγνο‐ μένοις δοκεῖ τὸ εἶδος καὶ τελειότης καὶ τέλος εἶναι· καὶ εἴη ἂν καὶ ταῦτα ἐν τοῖς προϋπάρχουσι μέν, μὴ ἐνυπάρχουσι δέ. προσέθηκε δὲ καὶ ὑπὸ
20τίνα τῶν εἰρημένων ταῦτα ὑπάγεται, εἰπὼν πολλῶν γὰρ καὶ τοῦ γνῶναι καὶ τῆς κινήσεως ἀρχὴ τὸ ἀγαθὸν καὶ τὸ καλόν. τῆς γνώσεως μὲν τὸ εἶδος· ἀρχὴ γὰρ καὶ αἰτία τῆς τοῦ πράγματος γνώσεως ἡ τοῦ εἴδους αὐτοῦ γνῶσις· τῆς δὲ κινήσεως ἀρχὴν τὸ τέλος εἶπεν, ὅπερ ἐστὶ τὸ ἀγαθὸν καὶ τὸ καλόν. ἑκάστου γὰρ τὸ οἰκεῖον τέλος ἀγαθόν τε ἐκείνῳ
25καὶ καλόν, οὐκ ἐνυπάρχον μέν, ὅτε αἰτία αὐτῷ τοῦ γενέσθαι γίγνεται, ἐπι‐ γιγνόμενον δὲ ἐκείνῳ τελειουμένῳ. ὁμοίως δὲ καὶ τὸ εἶδος, ὅτε ἐστὶν ὡς προϋπάρχον τε καὶ προεπινοούμενον ἀρχή, οὐκ ἐνυπάρχει. αἱ δὲ οὕτως λεγόμεναι ἀρχαὶ περιέχονται διὰ τῆς λέξεως τῆς ἡ δὲ ὅθεν γίνεται πρῶτον μὴ ἐνυπάρχοντος. ἢ διὰ ταύτης μὲν εἴη ἂν τὸ τέλος ἀρχὴ
30λεγόμενον, τῆς δὲ κατὰ τὸ εἶδος ἀρχῆς δηλωτικαὶ αἱ τέχναι, καὶ τούτων μάλιστα αἱ ἀρχιτεκτονικαί· αὗται γὰρ τὸ εἶδός πώς εἰσι τοῦ γιγνομένου. κοινὸν μὲν οὖν πάσης ἀρχῆς φησιν εἶναι τὸ πρῶτον εἶναι οὗ ἐστιν ἀρχή· ὡς μὲν ὄντος τοῦ πράγματος οὗ ἐστιν ἀρχὴ ἡ τῆς ὁδοῦ ἀρχή, ὡς δὲ γιγνο‐ μένου ὡς θεμέλιος οἰκίας καὶ καρδία ζῴου (ταῦτα γὰρ τούτων πρῶτα ὡς
35γινομένων), ὡς δὲ γινωσκομένων ἀρχαὶ τὰ ἀξιώματα τῶν ἀποδείξεων, ὅτι ἐντεῦθεν τὸ γινώσκεσθαι αὐταῖς. καὶ γὰρ τῶν ἤδη ὄντων ἔστι τις ἀρχὴ καὶ τῶν ἔτι γιγνομένων, πολλὰ δὲ καὶ τῶν γιγνωσκομένων ἀρχὰς ἔχει τῆς γνώσεως. τὸ μὲν οὖν προϋπάρχειν κοινὸν ταῖς ἀρχαῖς· τῶν δὲ ἀρχῶν αἱ μὲν ἐνυπάρχουσι τούτοις ὧν εἰσιν ἀρχαί, ὡς ἡ φύσις τοῖς φύσει γιγνομένοις
40καὶ ἡ ὕλη· ἀλλὰ καὶ ὁ θεμέλιος οὕτως ἀρχὴ τῆς οἰκίας καὶ ἡ καρδία τοῦ347
in Metaph
.

348

ζῴου, καὶ ὅθεν ἄν τις τοῦ πράγματος ἄρξαιτο. ἡ δὲ διάνοια καὶ ἡ προαί‐ ρεσις καὶ αἱ τέχναι ἀρχαὶ μὲν τῶν γιγνομένων ὑπ’ αὐτῶν, ἀλλ’ οὐχ ὡς ἐνυπάρχουσαι τῷ γιγνομένῳ. εἴη δ’ ἂν καὶ τὸ τέλος ὑπὸ τὸ ἀφ’ οὗ πρώ‐ του γίνεται μὴ ἐνυπάρχοντος, ὡς προείρηται, ὑφ’ ὃ τάσσομεν καὶ τὸ ποιητι‐
5κὸν αἴτιον· ἐν γὰρ τοῖς πρακτοῖς καὶ τὸ τέλος ἀρχή. ἔστι δέ, ὥσπερ τὸ ἀγαθὸν ἀρχὴ πράξεως, οὕτω πολλάκις καὶ τὸ κακόν· φεύγοντες γὰρ αὐτὸ πράσσομέν τινα. διὸ ἔν τισι γράφεται πολλῶν γὰρ καὶ τοῦ γνῶναι καὶ τῆς κινήσεως ἀρχὴ τὸ ἀγαθὸν καὶ τὸ κακόν. Εἰπὼν δὲ τὴν ἀρχὴν ἰσαχῶς καὶ τὰ αἴτια λέγεσθαι, ἐφεξῆς τὴν τῶν
10αἰτίων ποιούμενος διαίρεσιν τέσσαρα σημαινόμενα τοῦ αἰτίου παραδίδωσιν, ἃ καὶ ἐν Φυσικῇ ἀκροάσει ἐξέθετο αὐταῖς λέξεσιν, ὡς ἰσαχῶς μὲν καὶ τοῦ αἰτίου τῇ ἀρχῇ λεγομένου καθόλου, οὐ μὴν ἀλλὰ κυριώτερον οὕτως ἡ τῶν αἰτίων διαίρεσις γίγνεται. ἔστι μὲν οὖν τὰ σημαινόμενα ταῦτα καὶ ἐν τῇ ἀρχῇ, πλὴν οὐ τῇ διαιρέσει ταύτῃ· ἡ μὲν γὰρ ὕλη ἦν ἐν τῷ ὅθεν γίγνε‐
15ται πρῶτον ἐνυπάρχοντος, καὶ ὅθεν πρῶτον ἡ κίνησις πέφυκεν ἄρχεσθαι καὶ ἡ μεταβολή, διὰ μὲν τοῦ ὅθεν γίνεται πρῶτον μὴ ἐνυπάρχοντος τοῦ τέλους τιθεμένου, διὰ δὲ τοῦ ὅθεν πρῶτον ἡ κίνησις πέφυκεν ἄρχεσθαι τοῦ ποιητικοῦ, τοῦ δὲ εἴδους διὰ τῶν τεχνῶν· ἡ γὰρ τέχνη τὸ εἶδος τοῦ γιγνομένου. καὶ κατὰ τοὺς τρόπους μὲν καθ’ οὓς καὶ ἡ ἀρχὴ λέγεται καὶ
20τὸ αἴτιον λέγεσθαί τε καὶ διαιρεῖσθαι, οὐ μὴν ἀλλ’ ἤδη διῃρῆσθαι, καὶ κατ’ ἐκεῖνα μὲν τὰ σημαινόμενα τὴν ἀρχήν, κατὰ ταῦτα δὲ τὸ αἴτιον. πάντα δὲ τὰ εἰρημένα περὶ αὐτῶν νῦν αὐταῖς λέξεσι ταὐτά ἐστι τοῖς ἐν τῷ Β τῆς Φυσικῆς ἀκροάσεως εἰρημένοις. διὸ καὶ ἐξ ἐκείνων τὴν ἐξή‐ γησιν μετενεκτέον.
25p. 1013a24 Αἴτιον λέγεται ἕνα μὲν τρόπον ἐξ οὗ γίγνεταί τι ἐνυπ‐ άρχοντος. Λέγει μὲν τὴν ὕλην, τὸ δὲ ἐνυπάρχοντος προσέθηκε χωρίζων δι’ αὐτοῦ τήν τε στέρησιν τῆς ὕλης καὶ τὸ ἐναντίον· καὶ γὰρ ἐκ τῆς στερή‐ σεως τὸ γιγνόμενον γίγνεται, ὡς ἔδειξεν ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως,
30καὶ ἐκ τοῦ ἐναντίου, ἃ οὐκ ἐνυπάρχει τῷ γιγνομένῳ. καὶ τοῦ ποιητικοῦ δὲ αἰτίου ἡ ὕλη ὡς ἐνυπάρχουσα χωρίζεται· εἶπε γὰρ πρὸ ὀλίγου περὶ τῆς τοιαύτης ἀρχῆς “ὅθεν γίνεται πρῶτον μὴ ἐνυπάρχοντος.” οὐ μόνον δὲ
τὴν προσεχῆ ὕλην ἑκάστου αἰτίαν ὑλικὴν λέγει, ἀλλὰ καὶ τὰ εἴδη αὐτῆς348
in Metaph
.

349

καὶ γένη, οἷον ὅδε ὁ χαλκὸς τοῦδε τοῦ ἀνδριάντος, καὶ χαλκὸς ἀνδριάντος, καὶ σῶμα εἰκόνος· τῷ γὰρ ἀνδριάντι ταῦτα ὑλικὰ αἴτια. ἄλλον δὲ τρόπον αἴτιον λέγεται τὸ εἶδος, τοῦτο δέ ἐστιν ὁ λόγος τοῦ τί ἦν εἶναι καὶ τὰ μέρη τὰ ἐν τῷ λόγ. λέγει μὲν περὶ τῆς κατὰ τὸ εἶδος αἰτίας,
5ἐλλείποι δ’ ἂν τῷ τοῦτο δέ ἐστιν ὁ λόγος τοῦ τί ἦν εἶναι τὸ δηλω‐ τικός· ὁ γὰρ δηλωτικὸς τοῦ τί ἦν εἶναι λόγος ἐστὶν ὁρισμός. παράδειγμα δὲ τὸ εἶδος εἶπεν οὐχ ὡς οἱ τὰς ἰδέας λέγοντες· οὔτε γὰρ δοκεῖ τὴν ἀρχὴν αὐτῷ τῶν φύσει τι γιγνομένων γίγνεσθαι πρός τι ὂν ἔξω παράδειγμα (οὐδὲ γὰρ τὰ ποιοῦντα φύσει νοήσαντα πρῶτον ὃ ποιεῖ οὕτω ποιεῖ, ὡς γίνεται
10τὰ κατὰ τὰς τέχνας, εἰ μή τις εἴπῃ τὸ νόημα παράδειγμα τῶν γινομένων κατ’ αὐτό), ἀλλ’ αὐτὸ τὸ γιγνόμενον ἐν τῇ ὕλῃ εἶδος παράδειγμα λέγει τῷ τὴν φύσιν τούτου ἐφίεσθαι. πᾶν γὰρ τὸ ἕνεκά τινος ποιοῦν ἃ ποιεῖ ἐφέ‐ σει τῇ ἐκείνου ποιεῖ· διὸ καὶ παύεται τοῦ ποιεῖν ἔτι ὡς πεποιηκὸς τοῦτο οὗ χάριν ἐποίει. καὶ τὰ φύσει δὲ γινόμενα πάντα ἕνεκά του γίγνεται καὶ
15ὡρισμένου τινὸς εἴδους καὶ τελειότητος, ἐν ᾗ γενόμενον αὐτῶν ἕκαστον τοῦ γίνεσθαι παύεται. τοῦτο ἄρα ἐστὶν αὐτοῖς τὸ παράδειγμα. καὶ τὰ τού‐ του γένη. ὥσπερ ἐπὶ τοῦ ὑλικοῦ αἰτίου τὴν προσεχῆ λαβὼν ὕλην εἶπε καὶ τὰ γένη τῆς προσεχοῦς ὕλης τῷ αὐτῷ αἰτίῳ ὑπάγεσθαι, οὕτω καὶ ἐπὶ τοῦ εἴδους· τό τε γὰρ εἶδος τὸ ἑκάστου καὶ ὁ λόγος ὁ σημαίνων τὸ τί ἦν
20εἶναι καὶ τὰ τοῦ εἴδους τούτου γένη ὁμοίως αἴτια· οἷον, ὡς αὐτός φησι, τοῦ διὰ πασῶν προσεχὲς μὲν εἶδος τὰ δύο πρὸς ἕν (ἐν διπλασίῳ γὰρ λόγῳ ἡ διὰ πασῶν) γενικὸν δὲ ὁ ἀριθμός· ἐν γὰρ ἀριθμῷ τά τε δύο καὶ τὸ ἕν. ἀλλὰ καὶ τὰ ἐν τῷ λόγῳ μέρη· ἦν δὲ τὸ ὅλον δύο πρὸς ἕν. ἔστι δὲ τὸ λεγόμενον ὅτι τὰ μέρη τοῦ λόγου τοῦ τὸ τί ἦν εἶναι σημαίνοντος καὶ
25αὐτὰ αἴτιά ἐστιν, εἴ γε ἐκ τούτων τὸ ὅλον. εἴη δ’ ἂν τοῦδε τοῦ εἴδους καὶ τοῦδε τοῦ ὁρισμοῦ, ὅ ἐστιν ἡ κατὰ τὸ εἶδος αἰτία, εἶδος μὲν ὁ ὁρισμός, γένος δὲ ὁ λόγος, μέρη δὲ τὰ ἐξ ὧν ὁ ὁρισμὸς ὡς μερῶν σύγκειται. Ἔτι αἴτιον λέγεται ὅθεν ἡ ἀρχὴ τῆς μεταβολῆς ἡ πρώτη. περὶ τοῦ ποιητικοῦ αἰτίου λέγει. γίνεται δέ τινα οὐ μόνον κινούμενα ἀλλὰ καὶ
30ἠρεμοῦντα· καὶ γὰρ ἵσταταί τινα ὑπ’ ἄλλων ὥσπερ καὶ κινεῖται· τὸ δὲ ἱστὰν αὐτὰ εἴη ἂν τῆς στάσεως αὐτῶν ποιητικὸν αἴτιον, διὸ καὶ ἠρεμή‐ σεως πρόσκειται. μεταβολῆς δὲ εἶπεν, οὐ κινήσεως, ἵνα καὶ τὴν γένεσιν καὶ τὴν φθορὰν περιλάβῃ. τὸ δὲ πρῶτον πρόσκειται, ὅτι τοῦτο μάλιστα ποιητικὸν αἴτιον· τὸ γὰρ ἐνυπάρχον τῷ γιγνομένῳ καὶ οὕτως ποιοῦν τὰ
35ἐφεξῆς παρὰ τοῦ ποιήσαντος αὐτὸ τὴν αἰτίαν ἔχει· καὶ τὰ ὄργανα δὲ οὐκ ἐξ αὑτῶν τὸ κινεῖν ἔχει· τὸ δὲ πρῶτον καὶ τούτοις αἴτιον καὶ ἐκτὸς τοῦ
γινομένου. τὸ δὲ καὶ ὅλως τὸ ποιοῦν τοῦ ποιουμένου καὶ τὸ μετα‐349
in Metaph
.

350

βλητικὸν τοῦ μεταβαλλομένου τῶν γενικῶν ποιητικῶν ἐστι δηλωτικόν· ὁ μὲν γὰρ πατὴρ καὶ τὸ τέκνον ὑπὸ τὸ ποιοῦν καὶ τὸ ποιούμενον, ταῦτα δὲ πάλιν ὑπὸ τὸ μεταβάλλον τε καὶ μεταβαλλόμενον. p. 1013a32 Ἔτι δὲ ὡς τὸ τέλος· τοῦτο δέ ἐστι τὸ οὗ ἕνεκα.
5 Τετάρτην αἰτίαν λέγει τὴν τελικήν, αὕτη δέ ἐστιν οὗ χάριν τὰ ἄλλα, οἷον τοῦ περιπατεῖν ἡ ὑγίεια. διὰ τί γὰρ περιπατεῖ; φαμέν, ἵνα ὑγιαίνῃ. καὶ ὅσα δὴ κινήσαντος ἄλλου μεταξὺ γίνεται τοῦ τέλους. εἰπὼν παράδειγμα τοῦ τελικοῦ αἰτίου τὴν ὑγίειαν (τοῦ γὰρ περιπατεῖν αἴτιον ὡς τέλος ἡ ὑγίεια), λέγει καὶ πάντα ὅσα τοῦ τέλους χάριν μεταξὺ γίνεται ὑπὸ
10τοῦ ποιοῦντος τὸ τέλος τοῦ τέλους γίνεσθαι χάριν. ὥστε καὶ τούτων πάν‐ των τελικὸν αἴτιον τὸ τέλος ἐστίν· οὐ γὰρ μόνον τὸ περιπατεῖν τῆς ὑγιείας χάριν, ἀλλὰ καὶ ἡ ἰσχνασία, εἰ ὑπὸ τοῦ περιπατεῖν αὐτὴ γίγνοιτο. καὶ ἡ κάθαρσις τῆς ὑγιείας χάριν. ἀλλὰ καὶ τὰ καθαίροντα φάρμακα, καὶ δι’ ὧν ὀργάνων ἡ θεραπεία, καὶ ταῦτα τοῦ τέλους χάριν· πρὸς γὰρ τοῦτο αὐ‐
15τοῖς ὁ ἰατρὸς χρῆται. πάντων δὲ τούτων τοῦ τέλους χάριν ὄντων δια‐ φορά τίς ἐστιν αὐτῶν πρὸς ἄλληλα, καθὸ τὰ μέν ἐστιν αὐτῶν ἔργα τινά, ὡς ἡ ἰσχνασία, ὁ περίπατος, ἡ κάθαρσις, τὰ δὲ ὄργανα δι’ ὧν τὰ ἔργα, ὡς φάρμακα, σμιλίον. p. 1013b3 Τὰ μὲν οὖν αἴτια σχεδὸν τοσαυταχῶς λέγεται.
20 Τὸ σχεδὸν προσέθηκεν, ἐπεὶ ἔστι τινά γε οὐ κυρίως ἀλλὰ κατὰ συμ‐ βεβηκός, ὧν καὶ αὐτῶν μνημονεύσει. ὅτι δὲ πολλὰ τοῦ αὐτοῦ αἴτια καθ’ αὑτό ἐστι καὶ οὐ κατὰ συμβεβηκὸς μόνον, οὐ μὴν κατὰ τὸν αὐτὸν λόγον, ἀλλὰ ἄλλως καὶ ἄλλως, σαφῶς εἴρηκε διὰ τοῦ συμβαίνει δὲ πολλαχῶς λεγομένων τῶν αἰτίων καὶ πολλὰ τοῦ αὐτοῦ αἴτια
25εἶναι καθ’ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκός, οἷον τοῦ ἀνδριάντος καὶ ἡ ἀνδριαντοποιητικὴ καὶ ὁ χαλκός, καὶ οὐ κατὰ συμβεβηκὸς ἀλλ’ ᾗ ἀνδριάς, ἀλλὰ τὸ μὲν ὡς ὕλη, τὸ δὲ ὡς ὅθεν ἡ κίνησις. τὸ δὲ οὐ καθ’ ἕτερον ἴσον ἐστὶ πάλιν τῷ οὐ κατὰ συμβεβηκός. ἔστι δὲ καὶ ἀλλήλων τινὰ αἴτια, ἀλλ’ οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ τοῦτο μὲν ἐκείνου
30ὡς ποιητικόν, ἐκεῖνο δὲ τούτου ὡς τέλος γνώριμον· οὕτω γὰρ τὸ πονεῖν ποιητικὸν εὐεξίας, ἡ δὲ εὐεξία τέλος τοῦ πονεῖν. εἶπε δὲ καὶ πῶς τὸ αὐτὸ αἴτιον τῶν ἐναντίων δοκεῖ, οὐχ ὡσαύτως ἔχον, ἀλλὰ τοῦ μὲν τῇ παρουσίᾳ τοῦ δὲ τῇ ἀπουσίᾳ, ἣν στέρησιν εἶπεν. εἶπε δὲ καὶ ὅτι ἀμφό‐
τερα ταῦτα αἴτια ὡς ποιοῦντα.350
in Metaph
.

351

p. 1013b16 Ἅπαντα δὲ τὰ νῦν εἰρημένα αἴτια εἰς τέσσαρας τρό‐ πους πίπτει τοὺς φανερωτάτους. Ταύτῃ τῇ λέξει ἀκόλουθος μέν ἐστιν ἡ λέγουσα τούτων δὲ τὰ μὲν ὡς τὸ ὑποκείμενον, ἐν μέσῳ δὲ εἴρηται ἡ λέξις περὶ τῶν ὑποκειμένων
5διαίρεσιν ἔχουσα τῶν ὑλικῶν αἰτίων, ἧς ἡ ἀρχὴ τὰ μὲν γὰρ στοιχεῖα τῶν συλλαβῶν, ἤτοι πρῶτον ἐξαριθμουμένου καὶ διδάσκοντος ἡμᾶς τὰς κατὰ τὸ ὑποκείμενον διαφοράς (ἄλλως γὰρ ἡ κυρίως ὕλη τοῖς ἐξ αὐτῆς ὑπόκειται, καὶ ἄλλως τὰ στοιχεῖα τῇ συλλαβῇ καὶ αἱ προτάσεις τῷ συμ‐ περάσματι. ἡ μὲν γὰρ ὕλη κατὰ τὴν ἀλλοίωσιν δέχεται τὸ εἶδος, σκευαστὰ
10δὲ εἶπε τὰ μὴ διὰ συνθέσεως τῆς κατὰ τὴν τοῦ εἴδους μεταβολὴν γινό‐ μενα· τὰ δὲ στοιχεῖα κατὰ σύνθεσιν τῶν συλλαβῶν γίνεται, τὰ δὲ ἁπλῶς σώματα κατὰ σύνθεσιν καὶ ἀλλοίωσιν, αἱ δὲ προτάσεις καὶ αὐταὶ κατὰ σύν‐ θεσιν αἴτιαι τοῦ ὅλου συλλογισμοῦ· τοῦ γὰρ συμπεράσματος οὐχ ὡς ὕλη ἐστὶν αἰτία, ἀλλ’ ὡς ποιητικὸν εἶεν ἂν αἴτιον· καὶ ἔστιν ἐν τῷ ὅλῳ
15συλλογισμῷ ὡς ὕλη μὲν αἱ προτάσεις, ὡς δὲ εἶδος τὸ συμπέρασμα)· ἢ οὖν πρὸ τοῦ τὸν ἀριθμὸν ἐκτίθεσθαι τῶν αἰτίων ἐδίδαξεν ἡμᾶς διὰ τῆς λέξεως, ἢ ἤρξατο μὲν ὡς ἀποδώσων ἑκάστῳ τῶν αἰτίων τὸ οἰκεῖον παράδειγμα, πλείοσι δὲ χρησάμενος ἐπὶ τοῦ ὑλικοῦ παραδείγμασιν, ἐπεὶ καὶ πλείων ἐν τούτοις ἡ διαφορά, ἐπήνεγκεν ἀναλαβὼν τὸ τούτων δ· καὶ οὕτως πάλιν
20ἀρξάμενος ἀπ’ ἀρχῆς διὰ συντόμων τὸ οἰκεῖον ἀποδίδωσιν ἑκάστῳ, μνημο‐ νεύσας διὰ τῶν τῆς ὕλης παραδειγμάτων ἅμα καὶ τῶν εἰδῶν, οἷς ἡ ὕλη ὑπόκειται, ἃ καὶ αὐτά ἐστιν αἴτια. διὰ γὰρ τοῦ τὰ μὲν στοιχεῖα τῶν συλλαβῶν ἀμφοτέρων ἐμνημόνευσε. τούτων δ, φησί, τῶν εἰρημένων, τὰ μὲν ὡς τὸ ὑποκείμενον, αὐτῶν τῶν προειρημένων τὴν διαίρεσιν
25ποιούμενος (τῶν γὰρ προειρημένων τὰ μὲν αἴτιά ἐστιν ὡς ὕλη, τὰ δὲ ὡς εἶδος), τὰ δὲ ὡς τὸ τί ἦν εἶναι, τό τε ὅλον καὶ ἡ σύνθεσις καὶ τὸ εἶδος. ὅλον δὲ οὐ τὸ σὺν τοῖς μέρεσι λέγοι ἄν (οὕτως γὰρ εἶδος λέγοιτο τὸ συναμφότερον), ἀλλὰ τὸ ἐπὶ τοῖς μέρεσιν ἐπιγιγνόμενον, τὴν ὁλότητά τε καὶ τελειότητα. ὅμοιον τούτῳ καὶ ἡ σύνθεσις· καὶ γὰρ αὕτη ἄλλη οὖσα
30παρὰ τὰ συντιθέμενα ἐπὶ τοῖς συγκειμένοις ἐστὶ καὶ ἐν ἐκείνοις. εἰπὼν δὲ τὰ δὲ ὡς τὸ τί ἦν εἶναι, τί ἐφ’ ἑκάστου τῶν εἰρημένων ἐστὶ τὸ τί ἦν εἶναι προσέθηκε, τό τε γὰρ ὅλον, ὃ ἐπὶ τοῖς μέρεσιν ὡς ὕλῃ οὖσιν εἶδός ἐστι, καὶ ἡ σύνθεσις ἡ ἐπὶ τοῖς στοιχείοις· ἡ γὰρ συλλαβὴ τοιοῦτον. τὸ δὲ εἶδος καὶ πᾶσι μὲν ἐφαρμόζει, οἰκείως δ’ ἂν ἐπὶ τῶν τὴν κυρίως λεγο‐
35μένην ὕλην ὑποκειμένην ἐχόντων λέγοιτο. τὸ δὲ σπέρμα καὶ ὁ ἰατρὸς καὶ ὁ βουλεύσας. διὰ τούτων τὸ ποιητικὸν δείκνυσιν αἴτιον· καὶ ὁ βου‐ λευσάμενος δὲ περί τινος ὡς ὀφείλοντος γενέσθαι συντελεῖ πρὸς τὴν γένεσιν
αὐτοῦ. τὰ δὲ ὡς τὸ τέλος καὶ τἀγαθὸν τῶν ἄλλων. τὸ ἀκόλουθόν351
in Metaph
.

352

ἐστιν ‘τὰ δὲ ὡς τὸ τέλος τῶν ἄλλων καὶ τἀγαθόν‘· τῶν ἄλλων δὲ δηλονότι ὧν ἐστι τέλος. προσθεὶς δὲ τῷ τέλει τὸ ἀγαθόν, διὰ τί τοιοῦτον τὸ τέλος καὶ τὸ οὗ ἕνεκα, ἔδειξεν ἐπενεγκὼν τὸ γὰρ οὗ ἕνεκα βέλτιστον. δια‐ φερέτω δὲ μηδὲν αὐτὸ εἰπεῖν ἀγαθὸν ἢ φαινόμενον ἀγαθόν.
5ἑκάστῳ γὰρ τὸ τέλος ἢ ὄντως ἀγαθὸν ἢ φαινόμενον ἀγαθόν· καὶ γὰρ εἰ μὴ ἀληθῶς ἀγαθόν, ἀλλ’ ὡς περὶ ἀγαθὸν αὐτὸ ἡ σπουδή· “πᾶσα γὰρ τέχνη καὶ πᾶσα μέθοδος, ὁμοίως δὲ καὶ πρᾶξίς τε καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεσθαι δοκεῖ,” ὡς εἶπεν ἀρχόμενος τῶν Νικομαχείων. p. 1013b29 Τρόποι δὲ τῶν αἰτίων ἀριθμῷ μέν εἰσι πολλο.
10 Τρόπους τῶν αἰτίων λέγει τὰς κατὰ τὴν ἀπόδοσιν αὐτῶν διαφοράς, ὡς καὶ αὐτὸς ἐδήλωσεν ἐπενεγκὼν λέγεται γὰρ τὰ αἴτια πολλαχῶς. κατὰ μὲν οὖν τὸν ἀριθμὸν πλείους φησὶν εἶναι τοὺς τρόπους, ἀναγομένους μέντοι εἰς τὰ κοινὰ καὶ καθόλου ἐλάττους γίνεσθαι, ὥστε εἰς ἓξ ἀνάγεσθαι γένη αἰτίων πάντας τοὺς τρόπους, ὧν ἕκαστον διχῶς λέγεσθαι, ἢ κατ’
15ἐνέργειαν ἢ κατὰ δύναμιν, ὡς δείξει. πρῶτον δὲ τίνες οἱ τρόποι τῶν αἰτίων καὶ ὅτι πλείους δείκνυσι. διαφέρει γὰρ ἡ τῶν αἰτίων ἀπόδοσις ἢ τῷ προσεχῶς ἀποδίδοσθαι καὶ πρότερον, ἢ τῷ μὴ προσεχῶς ἀλλ’ ὑστέρως· ὕστερα γὰρ τὰ εἴδη καὶ γένη τῶν προσεχῶς αἰτίων αἴτια ἐκείνων. τὸ γὰρ περιέχον τὸ προσεχὲς καὶ ἐπὶ πλέον αὐτοῦ ὂν ὕστερον ἀεὶ ἐκείνου· καὶ
20τοῦτο ὁμοίως καθ’ ἕκαστον εἶδος αἰτίων, ἐπὶ τοῦ ὑλικοῦ, ἐπὶ τοῦ κατὰ τὸ εἶδος, ὁμοίως ἐπὶ τῶν ἄλλων. καὶ ἔστι τοῦτο καὶ ἐπὶ τῶν ὁμοειδῶν αὐτῶν, τὸ προτέρως καὶ ὑστέρως ἄλλο ἄλλου λέγεσθαι αἰτίου. ὁμοειδῆ γὰρ τά τε ὑλικὰ ἀλλήλοις τὰ πρότερα τοῖς ὑστέροις, ὁμοίως πάλιν τὰ εἰδικὰ ἀλλήλοις, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ὅμοιός ἐστι τρόπος τοῦ αἰτίου
25καὶ τὸ κατὰ συμβεβηκός· τὰ γὰρ τοῖς κυρίοις αἰτίοις συμβεβηκότα, ἢ οἷς τὰ κυρίως αἴτια συμβέβηκε, ταῦτα κατὰ συμβεβηκὸς αἴτια λέγεται. καὶ ἔτι τὰ αὐτῶν τούτων γένη· ἔστι μὲν γὰρ τοῦ ἀνδριάντος κυρίως αἴτιος ὁ ἀνδριαντοποιός· ἀλλ’ ἐπειδὴ συμβέβηκε τῷ ἀνδριαντοποιῷ Πολυκλείτῳ εἶναι, ὁ δὲ Πολύκλειτος ἄνθρωπός ἐστι κατὰ συμβεβηκός, καὶ ὁ Πολύκλειτος
30αἴτιος τοῦ ἀνδριάντος καὶ ἄνθρωπος καὶ ζῷον. καὶ ἐν τοῖς κατὰ συμβε‐ βηκὸς δὲ αἰτίοις ἄλλα ἄλλων ἐστὶν ἐγγύτερον· ἐγγύτερον γὰρ ὁ Πολύκλειτος τοῦ ἀνδριάντος ἢ ὁ ἄνθρωπος. ἔτι δὲ μᾶλλον τῶν ἐγγυτέρω καὶ πορρω‐ τέρω κατὰ συμβεβηκὸς αἰτίων τὴν διαφορὰν αὐτὸς ἔδειξε δι’ ὧν παρέθετο παραδειγμάτων· ὁ γὰρ Πολύκλειτος καίτοι κατὰ συμβεβηκὸς ὢν αἴτιος οὐχ
35ὁμοίως αἴτιος τοῦ ἀνδριάντος καὶ τὰ Πολυκλείτῳ συμβεβηκότα, οἷον τὸ λευκὸν ἢ μουσικόν· ῥηθήσεται μὲν γὰρ κατὰ συμβεβηκὸς αἴτια καὶ ταῦτα,
ἀλλὰ πορρωτέρω τοῦ Πολυκλείτου. ἐκτίθεται δὲ τρόπων διαφορὰν ἐν τοῖς352
in Metaph
.

353

αἰτίοις καθολικὴν καὶ τὴν κατὰ δύναμιν καὶ ἐνέργειαν· ἄλλως γὰρ ὁ δυνά‐ μενος αἴτιος καὶ ἄλλως ὁ ἐνεργῶν ἤδη. καὶ ἀεὶ τὰ περιέχοντα πρὸς τὸ καθ’ ἕκαστον. λέγει τὸ προσεχὲς αἴτιον· τοῦτο γὰρ οὐ κοινόν, ὥσπερ τὰ περιέχοντα αὐτό.
5p. 1014a10 Ὁμοίως δὲ λεχθήσεται καὶ ἐφ’ ὧν αἴτια τὰ αἴτια τοῖς εἰρημένοις. Ὁμοίως, φησί, τοῖς ἐπὶ τῶν αἰτίων εἰρημένοις λεχθήσεται καὶ τὰ ἐφ’ ὧν αἴτια τὰ αἴτια, τουτέστι τὰ αἰτιατά· τούτοις γὰρ αἴτια τὰ αἴτια. ὁμοίως δὲ διὰ τὸ καὶ ἐπὶ τούτων τὰ μέν τινα προσεχῶς τὰ δὲ κοινότερόν τε καὶ πορρω‐
10τέρω ῥηθήσεσθαι. αἰτιατὸν γὰρ προσεχέστερον μὲν ὅδε ὁ ἀνδριάς· τούτου γὰρ ἦν αἰτία καὶ ὡς ὕλη τι καὶ ὡς ποιητικόν τι καὶ ὡς τέλος. ὅδε δὴ ὁ ἀνδριὰς προσεχέστερον αἰτιατὸν τοῦ ἁπλῶς καὶ κοινῶς ἀνδριάντος, καὶ πάλιν ἀνδριὰς εἰκόνος· καὶ γὰρ ἡ εἰκὼν τοῦ ἀνδριάντος κοινότερον. τὸ δὲ καὶ χαλκοῦ τοῦδε ἢ χαλκοῦ ἢ ὅλως ὕλης δύναται μὲν καὶ ἐπὶ τοῦ
15αἰτίου λέγεσθαι· ὅδε γὰρ ὁ χαλκὸς ὡς ὕλη αἴτιον προσεχέστερον τῷ ἀν‐ δριάντι, χαλκὸς δὲ καὶ ὕλη πορρωτέρω, ὥστε ὁμοίως τὸ αἴτιον καὶ τὸ αἰτιατὸν ἔχει τὸ προσεχές τε καὶ τὸ πορρωτέρω· δύναται δὲ καὶ νῦν τὸν χαλκὸν μὴ ὡς αἴτιον ἀλλ’ ὡς αἰτιατὸν λαμβάνειν. καὶ εἴη ἂν ἡ μὲν με‐ ταλλικὴ αἰτία ποιητικὴ τοῦ χαλκοῦ, ὁμοίως καὶ τὸ ὑποκείμενον τῷ χαλκῷ
20ὑλικὸν αὐτῷ αἴτιον, αἰτιατὸν δὲ ὁ χαλκός, ὅ ἐστιν ἄλλου ὕλη τε καὶ αἰτία, ἄλλου ποίημα. προσεχῶς μὲν οὖν ποίημα καὶ αἰτιατὸν τοῦ μεταλ‐ λέως ὅδε ὁ χαλκός, πορρωτέρω δὲ χαλκός, καὶ ἔτι πορρωτέρω ὕλη ὅλως. ὁμοίως δέ φησιν ἕξειν καὶ ἐπὶ τῶν συμβεβηκότων τοῖς αἰτιατοῖς· τὰ γὰρ τοῖς αἰτιατοῖς συμβεβηκότα καὶ αὐτὰ κατὰ συμβεβηκὸς αἰτιατά τε καὶ γινό‐
25μενα· καὶ γὰρ τούτων τὰ μὲν ἐγγυτέρω τὰ δὲ πορρωτέρω ἔσται, ἐγγυτέρω μὲν τὰ τοῖς αἰτιατοῖς τοῖς πρώτοις συμβεβηκότα, οἷον τὰ τῷδε τῷ ἀνδριάντι ἢ τῷδε τῷ χαλκῷ, πορρωτέρω δὲ τὰ εἴδη καὶ τὰ τούτων γένη· τόδε μὲν γὰρ τὸ ἐρυθρὸν ἐγγυτέρω κατὰ συμβεβηκὸς αἰτιατόν, εἰ εἴη τοῦτο ἀνδριάντι, πορρωτέρω δὲ ἁπλῶς τὸ ἐρυθρόν, καὶ ἔτι μᾶλλον τὸ χρῶμα.
30p. 1014a13 Ἔτι δὲ συμπλεκόμενα καὶ ταῦτα κἀκεῖνα λεχθήσεται. Τὸν μὲν τρόπον τῆς συμπλοκῆς αὐτὸς ἐδήλωσε συμπλέξας τὸ κατὰ συμβεβηκὸς αἴτιον τῷ καθ’ αὑτό, τὸν Πολύκλειτον τῷ ἀνδριαντοποιῷ· ἔστι δὲ συμπλέκειν καὶ τὰ προσεχῆ τῶν καθ’ αὑτὰ τοῖς προσεχέσι τῶν
κατὰ συμβεβηκὸς καὶ τὰ κοινότερα τοῖς κοινοτέροις καὶ ἐναλλάξ. ἀλλ353
in Metaph
.

354

ὅμως πάντα ταῦτά ἐστι τὸ μὲν πλῆθος ἕξ. τὰς κοινὰς καὶ καθο‐ λικὰς τῶν διαφορῶν τῶν κατὰ τοὺς τρόπους τῶν αἰτίων ἕξ φησιν εἶναι. ὧν ἓξ ἕκαστον διχῶς λέγεσθαι. εἰσὶ δὲ αἱ μὲν ἓξ διαφοραί, ἃς ἐκτίθεται, δύο μὲν ἐπὶ τῶν κυρίως λεγομένων αἰτίων· ἐφ’ ἑκάστου γὰρ αὐτῶν ἢ
5ὡς τὸ καθ’ ἕκαστον καὶ προσεχές, ἢ ὡς τὸ γένος αὐτοῦ. δύο δὲ πάλιν ἐπὶ τῶν συμβεβηκότων· καὶ γὰρ ἐπὶ τούτων ἢ τὰ καθ’ ἕκαστα ἢ τὰ γένη τούτων. καὶ ἄλλαι δύο· ἢ γὰρ ὡς συμπλεκόμενα ἀλλήλοις τὰ καθ’ αὑτὰ τοῖς κατὰ συμβεβηκός, ὡς εἶπεν, ἢ ἁπλῶς καὶ ἰδίᾳ καθ’ αὑτὸ ἕκαστον. ἕκαστον δὲ τούτων τῶν ἓξ διχῶς ῥηθήσεται· ἢ γὰρ ὡς ἐνεργοῦν
10ἢ ὡς δυνάμενον ἐνεργεῖν. προστίθησι δὲ καὶ τὴν διαφορὰν τοῦ τε κατὰ δύναμιν καὶ τοῦ κατ’ ἐνέργειαν αἰτίου, λέγων διαφέρει δὲ τοσοῦτον, ὅτι τὰ μὲν ἐνεργοῦντα καὶ τὰ καθ’ ἕκαστον ἅμα ἔστι καὶ οὐκ ἔστι καὶ ὧν αἴτια. λέγει διαφορὰν εἶναι τῶν ἐνεργούντων αἰτίων πρὸς τὰ κατὰ δύναμιν, ὅτι τὰ μὲν ἐνεργοῦντα ἅμα τοῖς αἰτιατοῖς, περὶ ἃ ἡ
15ἐνέργεια αὐτῶν, καὶ ἔστι καὶ οὐκ ἔστιν, οὐκέτι δὲ ὡσαύτως ἔχει τὰ κατὰ δύναμιν· οὐ γὰρ ἀνάγκη συνυπάρχειν τὰ οὕτω λεγόμενα ἀλλήλοις. εἰπὼν δὲ ἐνεργοῦντα, προσέθηκε καὶ τὰ καθ’ ἕκαστα, ὧν δηλωτικά ἐστι τὰ ἐνεργοῦντά τε καὶ τὰ ἐνεργούμενα· τὰ γὰρ καθ’ ἕκαστά ἐστι καὶ τὰ ἐνερ‐ γοῦντά τε καὶ τὰ ἐνεργούμενα· ὅδε γὰρ ὁ οἰκοδόμος οἰκοδομεῖ καὶ ἥδε ἡ
20οἰκία οἰκοδομεῖται, καὶ εἰ οἰκοδομεῖ ὁ οἰκοδόμος, δεῖ εἶναι καὶ τὴν οἰκοδο‐ μουμένην οἰκίαν. οὐκέτι δὲ ἂν ᾖ ὁ δυνάμενος οἰκοδομεῖν, ἤδη δεῖ εἶναι καὶ οἰκοδομουμένην τινὰ οἰκίαν. ἀλλ’ οὐδὲ φθαρέντος τοῦ οἰκοδόμου τοῦ κατὰ δύναμιν αἰτίου τῇ οἰκίᾳ ἀνάγκη φθείρεσθαι καὶ τὴν ὑπ’ αὐτοῦ γεγονυῖαν οἰκίαν. ὥστε οὔτε ἔστιν ἅμα ἀλλήλοις ἐξ ἀνάγκης τὰ οὕτως
25αἴτια οὔτε φθείρεται. p. 1014a26 Στοιχεῖον λέγεται ἐξ οὗ σύγκειται πρώτου ἐνυπάρ‐ χοντος. Ὅτι τὸ στοιχεῖον πολλαχῶς λέγεται, ἔδειξε, τοῦ μὲν κυρίως λεγομένου στοιχείου λόγον ἀποδιδούς, ἐξ οὗ σύγκειται πρώτου ἐνυπάρχοντος,
30ἀδιαιρέτου τῷ εἴδει· οὐ γὰρ κατὰ τὸ ποσὸν ἀδιαίρετον τὸ στοιχεῖον, ἀλλὰ κατὰ τὸ εἶδός ἐστιν. γράφεται δὲ καὶ ἀδιαιρέτου τῷ εἴδει εἰς ἕτερον εἶδος καὶ ἀδιαιρέτου εἰς τὸ αὐτὸ εἶδος. ἂν μὲν οὖν ᾖ ἡ γραφὴ ἡ πρώτη, γνώριμον τὸ λεγόμενον· ἀδιαίρετον γὰρ τὸ στοιχεῖον εἰς ἕτερα καὶ διαφέροντα εἴδη. οὔτε γὰρ τὸ πῦρ εἰς ἀνομοειδῆ διαιρεῖται
35οὔτε τι τῶν ἄλλων τῶν ἁπλῶν· ἡ δὲ συλλαβὴ οὐ στοιχεῖον τοῦ λόγου,
ἐπεὶ διαιρεῖται εἰς τὰ γράμματα ἀνομοειδῆ ὄντα, τῷ δὲ ἀδιαίρετα εἶναι354
in Metaph
.

355

οὐδὲ εἰς ἕτερα τῷ εἴδει διαιρεῖται. καὶ χωρὶς δὲ τοῦ προσκεῖσθαι εἰς ἕτερον εἶδος ταὐτὸν ἐσημαίνετο καὶ ὑπὸ τοῦ ἀδιαιρέτου τῷ εἴδει· τὸ γὰρ ἀδιαίρετον κατ’ εἶδος οὐχ οἷόν τε εἰς ἕτερον εἶδος διαιρεθῆναι. ἂν δὲ εἰς τὸ αὐτὸ εἶδος, λέγοι ἂν εἰς στοιχεῖα. δεῖ γὰρ τὸ στοιχεῖον ἀδιαί‐
5ρετον εἶναι εἰς στοιχεῖα· οὐ γὰρ ἂν ἔτι στοιχεῖον εἴη διαιρούμενον. τὸ δὲ ἀλλὰ κἂν διαιρῆται, τὰ μόρια ὁμοειδῆ παρέλκοι ἄν· δεδήλωται γὰρ τοῦτο διὰ τοῦ εἰρῆσθαι τὸ στοιχεῖον ἀδιαίρετον εἶναι τῷ εἴδει· τὸ γὰρ οὕτως ἀδιαίρετον δῆλον ὅτι, ἂν διαιρῆται, εἰς ὁμοειδῆ καὶ ὁμοιομερῆ διαιρεθήσεται. τὸ δὲ ὁμοίως δὲ καὶ τὰ τῶν σωμάτων στοιχεῖα λέ‐
10γουσι λέγοι ἂν περὶ τῶν τὰς ἀτόμους στοιχεῖα τῶν συνθέτων σωμάτων ποιούντων, καὶ περὶ Ἐμπεδοκλέους ἐκ τῶν τεσσάρων τἆλλα γεννῶντος, καὶ περὶ τῶν ἕν τι σῶμα στοιχεῖον ποιούντων, ἢ τῶν τεσσάρων ἢ τὸ μεταξύ· κατὰ πάντας γὰρ τούτους τὰ στοιχεῖα ἀδιαίρετα κατ’ εἶδος, κατὰ δὲ τοὺς ταῖς ἀτόμοις στοιχείοις χρωμένους καὶ κατὰ μέγεθος ἀδιαίρετα τὰ στοιχεῖα,
15οὐ κατ’ εἶδος μόνον. φωνῆς δὲ στοιχεῖα οὐ τὰ μέρη τῶν συλλαβῶν ἔοικε λέγειν· ἐκεῖνα μὲν γὰρ τῶν ὀνομάτων καὶ τοῦ λόγου μέρη, τῆς δὲ φωνῆς ἰδίως οἱ φθόγγοι τε καὶ οἱ ψόφοι μέρη τε καὶ στοιχεῖα οἱ ἁπλῖ καὶ μηκέτι εἰς διαφέροντας διαιρούμενοι. ὁμοίως δὲ τοῖς προειρημένοις φησὶ καὶ τὰ τῶν διαγραμμάτων στοιχεῖα λέγεσθαι καὶ καθόλου τὰ τῶν ἀπο‐
20δείξεων· τῷ γὰρ πρῶτα εἶναι καὶ ἁπλᾶ καὶ ἐνυπάρχοντα τοῖς μετ’ αὐτά, τούτῳ καὶ τὰ ἐν γεωμετρίᾳ στοιχεῖα λέγεσθαι, οὐκ ἐκ συνθέσεως ἄλλων ὄντα, οὐδὲ διαιρούμενα εἰς ἕτερα τῷ εἴδει ἐν ταῖς ἀποδείξεσιν· αἱ γὰρ πρῶται καὶ ὡς ἀρχαὶ ἀποδείξεις οὐκέτι εἰς ἀποδείξεις διαιροῦνται. προσ‐ τίθησι δὲ ὅτι καὶ μεταφέροντες ἀπὸ τοῦ προειρημένου στοιχείου λέγουσι
25καὶ κατὰ τὴν πρὸς τοῦτο ὁμοιότητα στοιχεῖον, ὃ ἂν ἓν ὂν καὶ μικρὸν ἐπὶ πολλὰ ᾖ χρήσιμον· οὐ γὰρ ἔτι τὸ τοιοῦτον κυρίως στοιχεῖον, εἴ γε τὸ μὲν στοιχεῖον ἐξ οὗ σύγκειται ἐνυπάρχοντος πρώτου, τὰ δὲ νῦν λεγόμενα οὐ τοιαῦτα. οὕτω τὸ μικρὸν καὶ ἁπλοῦν καὶ ἀδιαίρετον στοιχεῖον λέγεται. καὶ τίνα ἐστὶ τὰ κατὰ μεταφορὰν λεγόμενα, ἑξῆς λέγει,
30ὅθεν ἐλήλυθε τὰ μάλιστα καθόλου στοιχεῖα εἶναι (λέγοι δ’ ἂν τὰ ἀνωτάτω γένη), ἐπεὶ ἕκαστον αὐτῶν ἓν ὂν καὶ ἁπλοῦν ἐν πολλοῖς ἐστιν, οὐκέτ’ ὂν ἀδιαίρετον κατ’ εἶδος, οἷον τὸ κυρίως στοιχεῖον, ἀλλ’ ὅτι ἔστιν ἐν πᾶσι τοῖς ὑπ’ αὐτό· ἁπλοῦν δέ, ὅτι μηδὲ ὁρισμὸς ἔστι τῶν πρώτων γενῶν, ἀλλ’ οὐχ ὡς ἀδιαίρετον. τὸ δὲ ἢ πᾶσιν ἢ τοῖς πλείστοις εἶπεν,
35ἐπεί τινες καὶ τὸ ὂν γένος ἀξιοῦσιν εἶναι· ὃ εἰ οὕτως ἔχοι, ἐν πᾶσιν ἂν εἴη ὁμοίως. καὶ τὸ ἓν καὶ τὴν στιγμὴν ἀρχὰς καὶ στοιχεῖά τισι δοκεῖ εἶναι, ἐπεὶ ἐλάχιστα καὶ ἀδιαίρετα πάντῃ· ἓν γὰρ λέγει τὸ ὡς μονάδα. ἐκ μὲν οὖν τούτων τὴν ἀρχὴν οὐδὲν συντίθεμεν· στοιχεῖον δὲ
λέγουσιν αὐτὴν τῶν μεγεθῶν, διότι ἐν παντὶ μεγέθει ἐνυπάρχει. ἐκ δὲ355
in Metaph
.

356

τῶν μονάδων εἰ καὶ συντιθεμένων οἱ ἀριθμοί, ἀλλὰ ἄλλον τρόπον· οὐ γὰρ συνεχές τι ἐξ αὐτῶν γίνεται. δύναται τὸ ἓν λέγειν τὸ κοινόν, ὃ κατὰ πάντων τῶν ὄντων κατηγορεῖται. διὸ καὶ γένος αὐτὸ τῶν ὄντων γίνεσθαί φασιν, οἵπερ καὶ τὸ ὄν· κατὰ γὰρ τὸ ὑποκείμενον ταὐτὸ τό τε ἓν καὶ τὸ
5ὄν, ὡς ἐν τῷ πρὸ τούτου δέδεικται. πῶς δὲ τὰ γένη ἁπλᾶ καὶ ἀδιαίρετα, αὐτὸς ἐδήλωσεν εἰπὼν οὐ γὰρ ἔστι λόγος αὐτῶν. διὰ τοῦτο δέ φησί τινας ἡγεῖσθαι μᾶλλον τὰ γένη τῶν διαφορῶν στοιχεῖα ἑκάστου, ὅτι καὶ κοινότερα· ἐν πλείοσι γὰρ καὶ ἁπλούστερα καὶ πρῶτα τοῦ ὁρισμοῦ. πᾶσι δέ φησι τοῖς στοιχείοις κοινὸν εἶναι τὸ πρῶτον ἐνυπάρχειν ἑκάστῳ.
10ὅτι δὲ μὴ ὁμοίως τὸ πρῶτον ἐνυπάρχον λαμβάνεται ἐν αὐτοῖς φανερόν· τὸ μὲν γὰρ ὡς ὑποκείμενόν τι καὶ μέρος τι πράγματος γιγνόμενον, ὃ δη‐ λοῦται διὰ τοῦ ὁρισμοῦ τοῦ λέγοντος στοιχεῖον λέγεται ἐξ οὗ σύγκει‐ ται πρώτου ἐνυπάρχοντος ἀδιαιρέτου τῷ εἴδει, ὃν αὐτὸς ἀπέ‐ δωκεν ὡς ὄντα τοῦ κυρίως στοιχείου· τὸ δὲ ὡς κατηγορούμενον καὶ τοῦ
15μὲν ὁρισμοῦ γινόμενον μέρος, οὐ μὴν καὶ τοῦ ὑποκειμένου ὡς ὑποκει‐ μένου· τοιαῦτα δὲ τὰ γένη. πῶς δέ ἐστι τῶν πολλαχῶς λεγομένων τὸ στοιχεῖον, εἰ κοινὸν ἅπασιν αὐτοῖς τὸ πρῶτον ἐνυπάρχειν; ἢ ὅτι τὸ μὲν κυρίως τὸ δὲ κατὰ τὴν πρὸς τὸ κυρίως λεγόμενον ὁμοιότητα. εἰπὼν δέ, ὡς ἐπὶ τῶν ἄλλων ἔχει τὰ στοιχεῖα, οὕτως ἔχειν καὶ ἐν ταῖς ἀποδείξεσι
20τὰς πρώτας ἀποδείξεις, πῶς τοῦτο εἶπεν ἐδήλωσεν ἐπενεγκὼν εἰσὶ δὲ τοιοῦτοι συλλογισμοὶ οἱ πρῶτοι τῶν τριῶν δι’ ἑνὸς μέσου, λέγων πρώτους τῶν τριῶν τοὺς ἐν τῷ πρώτῳ σχήματι τῶν τριῶν σχημά‐ των, οἷοι οἱ ἐν τῷ πρώτῳ πρῶτοι· κατὰ γὰρ τὴν ἐπὶ τοὺς ἐν τούτῳ τῷ σχήματι συλλογισμοὺς ἀναγωγὴν καὶ οἱ ἐν τοῖς ἄλλοις σχήμασι συλλο‐
25γισμοὶ τὸ εἶναι ἔχουσι. δι’ ἑνὸς δὲ μέσου εἶπεν, ἵνα τοὺς ἁπλοῦς ἐν τῷ πρώτῳ σχήματι μηνύσῃ· δύνανται γὰρ ἐν τῷ πρώτῳ σχήματι καὶ σύνθετοί τινες γίνεσθαι συλλογισμοί, ἀλλ’ οὗτοι οὐκέτι δι’ ἑνὸς μέσου, πλείους τέ εἰσι δυνάμει συλλογισμοί, καὶ οὐ πρῶτοι ἀλλὰ σύνθετοι. ἢ τὸ οἱ πρῶτοι τῶν τριῶν δι’ ἑνὸς μέσου ἴσον ἐστὶ τῷ οἱ πρῶτοι συλλογισμοί, ὧν
30ἐκ τριῶν γινομένων ὅρων εἷς μέσος γίνεται (πρώτη γὰρ ἀπόδειξις ἣ ἐκ τῶν ἀμέσων προτάσεων καὶ ὅρων σύγκειται τριῶν, ἑνὸς ἐξ αὐτῶν μέσου λαμβανομένου), οἵτινες τῷ πρῶτοι εἶναι ἐν ταῖς μετὰ ταῦτα ἀποδείξεσιν ἐνυπάρχουσι· τὰ γὰρ τῶν πρώτων συλλογισμῶν συμπεράσματα εἰς δεῖξιν λαμβάνεται τῶν δεικνυμένων ὕστερον. φέρεται δὲ ἔν τισιν ἀντιγράφοις καὶ
35τοιαύτη γραφή, οἱ πρῶτοι τῶν τριῶν μέσων· καὶ εἴη ἂν δι’ αὐτῆς356
in Metaph
.

357

λεγόμενον τὸ εἶναι στοιχεῖα τῶν ἀποδείξεών τε καὶ τῶν συλλογισμῶν τοὺς πρώτους τῶν τριῶν σχημάτων, οἳ γίνονται διὰ τριῶν μέσων· καθ’ ἕκαστον γὰρ σχῆμα ἄλλος ὁ μέσος, πρῶτοι δὲ ἐν ἑκάστῳ σχήματι οἱ ἐν ἑκάστῳ ἁπλοῖ· οὗτοι δέ εἰσιν οἱ δι’ ἑνὸς μέσου.
5p. 1014b16 Φύσις λέγεται ἕνα μὲν τρόπον ἡ τῶν φυομένων γέ‐ νεσις. Τὴν φύσιν πενταχῶς ἀποδίδωσι λέγεσθαι. τῆς γὰρ φύσεως τὴν μὲν ὡς φύσιν τε καὶ βλάστησιν λέγει· λέγομεν γὰρ φύεσθαι τὸ γινόμενον, καὶ τὸ εἰς γένεσιν εἰς φύσιν ἄγεσθαι. τὴν τοιαύτην φύσιν ὡρίσατο ἐν τῇ
10Φυσικῇ ἀκροάσει. συνήθως μὲν οὖν ἐπὶ τῶν φυτῶν τὸ φύεσθαι κατηγορεῖ‐ ται, καὶ ἐπὶ τῶν ζῴων δὲ λέγεται· γένεσις γὰρ πᾶσα ἡ εἰς τὸ τέλειον εἶδος πρόοδος. τὸ δὲ οἷον ἐπεκτείνοντες τὸ υ τὸ ἐν τῇ φύσει λέγει τῇ κατὰ τοῦτο τὸ σημαινόμενον. τὴν δὲ ὡς τὸ ὑποκείμενον καὶ τὴν ὕλην· φύσις γὰρ καὶ ἡ ὕλη, ἐξ ἧς πρώτης ἐνυπαρχούσης τῷ γινομένῳ ἡ γένεσις·
15οὐ γὰρ οὕτως ἐκ τῆς ὕλης τὰ γινόμενα γίνεται ὡς ἐκ τῆς στερήσεως ἢ ἐκ τῶν ἐναντίων γίνεσθαι λέγεται· οὐ γὰρ ἐξ ἐνυπαρχόντων ἐκείνων. τὸ δὲ πρῶτον τῷ ἐνυπάρχον προσκείμενον τὴν πρώτην ὕλην δηλοῖ, οὐ τὴν ἑκάστου προσεχῆ. τὴν δὲ ὕλην φύσιν εἶπεν ἀποδειχθῆναι Ἀντιφῶν, ὡς εἴρηκεν ἐν τῷ Α τῆς Φυσικῆς, διὰ τοῦ τὴν κλίνην, εἰ καταχωσθεῖσα δύναμιν λάβοι
20τοῦ βλαστῆσαι, ξύλον ἐξ αὐτῆς ἀναβλαστῆσαι, ὅπερ ἦν τὸ ὑποκείμενον, ἀλλ’ οὐ τὴν κλίνην, ὃ ἦν τὸ εἶδος. φύεται δὲ εἶπεν ἀντὶ τοῦ γίνεται. λέγεται πάλιν φύσις καὶ τὸ φυσικὸν εἶδος· τούτου γὰρ δηλωτικὸν τὸ ὅθεν ἡ κίνησις ἡ πρώτη ἐν ἑκάστῳ τῶν φύσει ὄντων ἐν αὐτῷ ᾗ αὐτὸ ὑπάρχει. εἴη δ’ ἂν τὸ εἰρημένον σαφές, εἰ εἴη προσκείμενον τὸ ἥτις·
25κατὰ γὰρ τὸ εἶδος ἑκάστῳ ἡ τῆς κατὰ φύσιν κινήσεως ἀρχὴ τῶν φύσει συνεστώτων, καὶ αἴτιον τοῦτο τῆς κατὰ φύσιν ἑκάστῳ τῶν φυσικῶν σω‐ μάτων κινήσεως, εἴ γε κατὰ τὸ εἶδός ἐστιν ἥ τε γῆ γῆ καὶ τὸ πῦρ πῦρ καὶ ὁ ἄνθρωπος ἄνθρωπος, ὁμοίως καὶ τῶν ἄλλων ζῴων ἕκαστον, εἶδος δὲ τούτων μὲν ἡ ψυχή, ἐκείνων δὲ ἡ ῥοπή· καθὸ γὰρ ὕδωρ ἐστὶ καὶ καθὸ
30γῆ τε καὶ πῦρ, ἀρχὴν ἐν αὑτοῖς ἔχει τῆς κατὰ φύσιν κινήσεως. τὸ δὲ ἧ αὐτὸ προσέθηκεν, ἐπεὶ δύναταί τι καὶ κατὰ τέχνην κινούμενον, ἥτις οὐκ ἔστι φύσις, ἐν αὑτῷ τὴν ἀρχὴν τῆς κινήσεως ἔχειν, ὡς ὁ αὑτὸν
ἰώμενος, ἀλλ’ οὐχ ᾗ νοσῶν τὴν ἀρχὴν τῆς κινήσεως ἐν ἑαυτῷ ἔχει, ἀλλὰ357
in Metaph
.

358

κατὰ συμβεβηκός. ἀλλ’ οὐδὲ ᾗ ἄνθρωπος· οὐ γὰρ ᾗ ἄνθρωπος ἐκεῖνός ἐστιν εἰς ὑγίειαν μεταβάλλει, ἐπεὶ τάς γε κινήσεις ἃς ᾗ ἄνθρωπος κινεῖται, κατὰ τὸ εἶδος καὶ τὴν ἐν αὑτῷ κινεῖται φύσιν, ἥτις ἐστὶν ἡ τοιάδε ψυχή. καὶ ἔστιν ἴσον τὸ ἐνταῦθα εἰρημένον τὸ ᾗ αὐτὸ τῷ εἰρημένῳ ἐν Φυσικῇ
5ἀκροάσει ἐπὶ τῆς φύσεως “καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός·” εἰπὼν γὰρ αὐτὴν ἀρχὴν κινήσεως ἐν ᾧ ὑπάρχει πρώτῳ, προσέθηκε τὸ “καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός,” τοῦτο λέγων διὰ τῆς προσθήκης ταύτης ὃ νῦν εἴρηκε διὰ τοῦ ᾗ αὐτ. τὸ δὲ ἡ κίνησις ἡ πρώτη ἤτοι δηλωτικόν ἐστι τῆς κατὰ τόπον κινήσεως (πρώτη γὰρ ἡ φορὰ τῶν κινήσεων, ὡς δέ‐
10δεικται, καὶ πᾶν φυσικὸν σῶμα κατὰ φορὰν κινητόν, οὐκέτι δὲ πᾶν αὐξητόν, οὐδὲ πᾶν ἀλλοιωτόν), ἢ ἡ πρώτη ἡ ὡς φυσικοῖς αὐτοῖς ὑπάρχουσα, τῇ γῇ ὡς γῇ, τῷ ζῴῳ ὡς ζῴῳ· δύναται γάρ τις αὐτοῖς καὶ κατὰ τέχνην κίνησις ἐγγίνεσθαι, ἀλλ’ αὕτη ὑστέρα. οὕτω δὲ εἴη ἂν τὸ ᾗ αὐτὸ ἐξηγητικὸν τοῦ πρώτη. ἑξῆς δὲ τὸ πρῶτον σημαινόμενον τῆς φύσεως ἐξηγεῖται, τί
15ἐστι καὶ ἐπὶ τίνων λέγεται τὸ φύεσθαι, καὶ λέγει ταῦτα φύεσθαι λέγεσθαι, ὅσα δι’ ἑτέρου καὶ παρ’ ἑτέρου τρέφεταί τε καὶ αὔξεται, ἁπτόμενα αὐτοῦ ἢ προσπεφυκότα αὐτῷ ἢ συμπεφυκότα αὐτῷ. ἤτοι δὲ ὡς ταὐτὸν εἶπε τὸ ἅπτεσθαι καὶ συμπεφυκέναι τῷ προσπεφυκέναι, ἢ ὡς ἔχοντά τινα δια‐ φοράν, καὶ ὡς συμπεφυκότα μὲν εἶναι τὰ φυτὰ τῇ γῇ, διὸ οὐδὲ ζῆν χωρι‐
20σθέντα αὐτῆς οἷά τε, προσπεφυκότα δὲ τὰ ἔμβρυα· ταῦτα γὰρ καὶ χωρι‐ σθέντα ζῇ. τί δὲ διαφέρει σύμφυσις ἁφῆς, ἔδειξε· ταῦτα γὰρ συμπεφυ‐ κότα, ἅ ἐστι συνεχῆ ἐκείνῳ ᾧ συμπέφυκεν, ἔχοντα κοινὸν ὅρον τὸν αὐτὸν ἐν ἀμφοτέροις ὄντα, τὰ δὲ ἁπτόμενα οὐδὲν κοινὸν ἄλλο παρὰ τὴν ἁφὴν ἔχει. ἐπιζητήσαι δ’ ἄν τις ἐπὶ τῶν φυτῶν, πῶς ταῦτα ἥνωται τῇ γῇ, ἢ
25εἰ μὴ ἥνωται, πῶς αὔξεταί τε καὶ τρέφεται δι’ αὐτῆς. ἢ διὰ τοῦτο εἶπεν οὕτως, φύεσθαι δὲ λέγεται ὅσα αὔξησιν ἔχει δι’ ἑτέρου τῷ ἅπτεσθαι καὶ συμπεφυκέναι ἢ προσπεφυκέναι, ὡς καὶ ἁπτομένων τινῶν καὶ αὐξανομένων δι’ αὑτοῦ. προειπὼν δὲ τοῦτο, ἑξῆς τίνι διαφέρει τὰ ἁπτόμενα καὶ τὰ συμπεφυκότα τε καὶ προσπεφυκότα λέγει. δύναται
30λέγειν καὶ ἐπὶ τῶν ἁπτομένων τὸ προσπεφυκέναι· τὰ γὰρ οὕτως ἁπτόμενα ὡς προσπεφυκέναι ἐκείνῳ οὗ ἅπτεται, δι’ ἐκείνου αὔξεται. πῶς δὲ ἓν τὰ συμπεφυκότα, ἐδήλωσε· κατὰ γὰρ τὸ ποσόν, οὐ κατὰ τὸ ποιόν· οὐ γὰρ ταὐτὸν κατὰ τὸ ποιὸν τῶν σπλάγχνων ἕκαστον τῷ ἄλλῳ σώματι, ᾧ προσ‐ πέφυκεν, οὐδὲ τὸ σῦκον τῇ συκῇ ἢ ὁ βότρυς τῷ ξύλῳ τῆς ἀμπέλου. καὶ
35δένδρα δὲ πολλάκις διαφέροντα κατὰ τὸ εἶδος, πλησίον δ’ ἀλλήλων ὄντα συμφύεταί τε καὶ ἑνοῦται καὶ σώζει τὸ οἰκεῖον εἶδος. τέταρτον σημαινόμενον
φύσεως προστίθησι τὴν προσεχῆ ἑκάστῳ ὕλην, ἥτις οὖσά τι σῶμα ἐνερ‐358
in Metaph
.

359

γείᾳ, φυλάσσουσα τὸ οἰκεῖον εἶδος καὶ τὴν ἰδίαν φύσιν, δέχεται καὶ τὸ τοῦ εἴδους ᾧ ὑπόκειται. οὕτω τὸ ξύλον τῆς κλίνης ὕλη (μένει γὰρ ξύλον καὶ κλίνη γενόμενον) καὶ ὁ χαλκὸς τοῦ ἀνδριάντος. καὶ εἴη ἂν τῶν κατὰ τέχνην γινομένων ἡ ὕλη τοιαύτη. προσθεὶς δὲ τὸ τῶν φύσει ὄντων,
5διὰ τί προσέθηκε τοῦτο, ἐξηγήσατο εἰπὼν τοῦτον γὰρ τὸν τρόπον καὶ τῶν φύσει ὄντων τὰ στοιχεῖά φασιν εἶναι φύσιν. οὕτω καὶ Ἐμ‐ πεδοκλῆς τὰ τέσσαρα στοιχεῖα ὕλην τῶν φύσει γινομένων ἐτίθετο, ἀμετά‐ βλητα αὐτὰ θεωρῶν. καὶ οἱ ἓν δέ τι τῶν τεσσάρων στοιχεῖον τῶν ὄντων ποιοῦντες ἢ δύο ἢ τρία οὕτως ἐποίουν, καὶ Δημόκριτος τὰς ἀτόμους
10οὕτως. ἡ δὲ πρώτη ὕλη οὐχ οὕτως· καὶ γὰρ εἰ σώζει τὴν αὐτὴν φύσιν, ἀλλ’ οὐδὲν καθ’ αὑτὴν οὖσα ἐνεργείᾳ ὡς τόδε τι. πέμπτον σημαινόμενον τῆς φύσεως παρέθετο τὴν τοῦ συναμφοτέρου τῶν φύσει γινομένων τελειό‐ τητά τε καὶ οὐσίαν, ἣ γίνεται καὶ κατὰ τὴν τῆς ὕλης καὶ τοῦ εἴδους ἕνωσιν· καὶ γὰρ ἡ τούτων ἕνωσις φύσις. οὕτω καὶ οἱ συνθέσει τινῶν τὰ
15ὄντα γεννῶντες τὸ μὲν ἐκ τῆς συνθέσεως ἑνούμενον φύσιν λέγουσιν· καθ’ οὓς δὲ μὴ γίνεται τῶν συντιθεμένων ἕνωσις, οὗτοι οὐδὲ φύσιν τινὰ λέ‐ γουσιν εἶναι τοῦ συγκειμένου. Ἐμπεδοκλῆς οὖν οὐχ ἡγούμενος ἕνωσίν τινα αὐτῶν γίγνεσθαι ἔλεγε φύσιν οὐδενὸς εἶναι, τουτέστιν ἕνωσιν ὡς ἕν τι ἐκ τῆς συνθέσεως γίνεσθαι καὶ εἰδοποιεῖσθαι, ἀλλὰ μόνον μῖξίν τε διάλλαξίν
20τε μιγέντων, λέγεσθαι μέντοι καὶ τοῦτο φύσιν ὑπὸ τῶν ἀνθρώπων ἡγουμένων αὐτὰ ἐν τῇ μίξει καὶ ἑνοῦσθαι. δεικνὺς δὲ ὅτι φύσις ἡ τοιαύτη οὐσία τε καὶ τελειότης καλεῖται, διὰ τοῦτο, φησί, καὶ τῶν φύσει ὄντων τε καὶ γινομένων, καίτοι πολλάκις ἤδη ὑπαρχόντων ἐξ ὧν ἐπιτελεῖται καὶ γίνεται, οὐδέ πώ φαμεν τὴν φύσιν ἔχειν ταῦτα, ἂν μὴ τὸ οἰκεῖον εἶδος
25καὶ τὴν τελειότητα προσλάβῃ. εἰπὼν δὲ φύσιν καὶ τὸ συναμφότερον, ἐπήνεγκεν ὅτι φύσει τοῦτο μᾶλλον ἂν λέγοιτο, φύσις δὲ ἡ ὕλη ἥ τε πρώτη, ἧς παράδειγμα τὸ ὕδωρ, εἰ τοῦτο εἴη τοῦ χαλκοῦ ὕλη, καὶ ἡ προσ‐ εχής, ἧς πάλιν ὁ χαλκὸς παράδειγμα, καὶ τὸ εἶδός τε καὶ ἡ οὐσία, καθ’ ἣν ἑκάστῳ τὸ εἶναι ἔστιν, ὧν πρώτως ἐμνημόνευσεν. καὶ εἴη ἂν ἡ
30φύσις τριχῶς λεγομένη, ὥσπερ καὶ νῦν προστέθεικε. τέλος δὲ εἶπε τῆς γενέσεως τὸ εἶδος, ἐπεὶ ἐν τοῖς φύσει γιγνομένοις τὸ εἶδος καὶ τὴν κατὰ τὸ τέλος οὐσίαν ἔχει. κατὰ μεταφορὰν δὲ λέγει καὶ πᾶσαν οὐσίαν φύσιν λέγεσθαι ἀπὸ τοῦ εἴδους· ἐπεὶ γὰρ τὸ εἶδος οὐσία ὂν τῶν φύσει συνε‐ στώτων (κατὰ γὰρ τοῦτο αὐτοῖς τὸ εἶναι) φύσις ἐστίν, ἤδη καὶ ἐν πᾶσι
35τὴν οὐσίαν τὴν ἑκάστου, καθ’ ἣν τὸ εἶναι αὐτῷ ὅ ἐστιν, φύσιν λέγουσι. διὸ καὶ τὸ κατὰ τέχνην γινόμενον εἶδος οὐσίαν ὂν τῶν ἔργων τῶν τεχνητῶν οὕτω καλοῦσιν. ἕκαστον γὰρ καὶ τούτων οἰκείαν τινὰ οὐσίαν καὶ ὕπαρξιν ἔχει,
ἣ καὶ αὐτὴ φύσις καλεῖται εἶδος ὂν αὐτῶν, διὸ καὶ λέγεται οἰκείαν ἔχειν359
in Metaph
.

360

οὐσίαν. εἰπὼν δὲ ταῦτα περὶ φύσεως ἐπήνεγκεν ἐκ δὴ τῶν εἰρη‐ μένων ἡ πρώτη φύσις καὶ κυρίως λεγομένη ἐστὶν ἡ οὐσία ἡ τῶν ἐχόντων ἀρχὴν κινήσεως ἐν αὑτοῖς ᾗ αὐτ, διὰ τούτων λέγων, ὥσπερ εἶπε καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει, φύσιν κυρίως εἶναι τὸ ἔνυλον
5εἶδος, ἀφ’ οὗ ἡ ἀρχὴ τῆς κινήσεως τῷ συναμφοτέρῳ, τὴν δὲ ὕλην καὶ τὰ ἄλλα, καθ’ ὧν καὶ αὐτῶν ἡ φύσις λέγεται, ἀπὸ ταύτης λέγεσθαι φύσιν, τὴν μὲν ὕλην ὅτι δεκτικὴ αὐτοῦ ἐστι, τὰς δὲ γενέσεις τε καὶ φύσεις τῷ ἀπὸ ταύτης κινήσεις εἶναι· διὰ γὰρ τὸ εἶδός τε καὶ τὴν δύναμιν τὴν ἐν αὐτοῖς φύεται τὰ φυόμενα. προστίθησι δὲ ὅτι καὶ ἡ ἀρχὴ τῆς κινή‐
10σεως τῶν φύσει ὄντων αὕτη ἐστὶν ἐνυπάρχουσά πως. ἐξηγούμενος δὲ τὸ πῶς, προσέθηκε τὸ δυνάμει ἢ ἐνεργεί, δυνάμει μέν, ὡς ἐν τῷ σπέρματι τῷ καταβληθέντι ἡ ψυχή, ἐνεργείᾳ δέ, ὅταν ἤδη ζῷον ᾖ. γένεσις δὲ ἀρχὴ τῆς κινήσεως πᾶσι τοῖς φυσικοῖς τὸ ἔνυλον εἶδος. εἰκότως οὖν τοῦτο κυρίως φύσις· ἦν γὰρ φύσις ἡ τῆς κινήσεως ἀρχή. σημειωτέον
15δὲ ὅτι ὧν ἕκαστον διαιρεῖ ὡς λεγόμενον πολλαχῶς, οὐχ ὡς ὁμώνυμον, ἀλλ’ ὡς τὸ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν ἔχον. p. 1015a20 Ἀναγκαῖον λέγεται οὗ ἄνευ οὐκ ἐνδέχεται ζῆν ὡς συναιτίου. Τοῦ δὲ ἀναγκαίου τὴν διαίρεσιν εἰς πέντε σημαινόμενα καὶ αὐτοῦ
20ποιεῖται, ὧν ἓν λέγει, οὗ ἄνευ ἀδύνατον εἶναι, ὡς ὄντος συναιτίου εἰς τὸ εἶναι. οὕτως ἡ τροφὴ τοῖς ζῴοις ἀναγκαία καὶ τὸ ἀναπνεῖν· ἡ μὲν γὰρ ψυχὴ τὸ αἴτιον τοῦ ζῆν, ταῦτα δὲ συναίτια. δεύτερον σημαινόμενον ἐκτί‐ θεται τοῦ ἀναγκαίου, οὗ χωρὶς ἀδύνατον τὸ ἀγαθὸν καὶ τὸ εὖ περί τι γενέσθαι ἢ τὸ κακὸν ἀποβληθῆναι, ὡς λέγεται ἀναγκαία ἡ πόσις τοῦ
25φαρμάκου, οὐχ ἁπλῶς ἀλλὰ πρὸς τὴν ἀποβολὴν τῆς νόσου καὶ τὴν στέ‐ ρησιν. οὕτως ἀναγκαῖον τὸ μανθάνειν πρὸς τὸ ἐπιστήμην ἔχειν, καὶ ἔθεσι χρῆσθαι σπουδαίοις πρὸς τὸ ἀγαθὸν γενέσθαι, καὶ τὸ πλεῦσαι εἰς Αἴγιναν, ἵνα ἀπολάβῃ τὰ χρήματα, εἰ ἄλλως μὴ δύναται. τρίτον τοῦ ἀναγκαίου τὸ βίαιόν τε καὶ τὸ ἀκούσιον· λέγεται γὰρ τὸ βίαιόν τε καὶ
30παρὰ τὴν προαίρεσιν ἀναγκαῖον. οὕτως ἐξ ἀνάγκης ἐλθεῖν που λέγεται ὁ βιασθεὶς ἢ ὑπὸ δεσμῶν ἢ ὑπό τινος τοιαύτης περιστάσεως ἢ ὑπὸ πνευ‐ μάτων. ὅσα γὰρ βιαζόμενοι ποιοῦμεν, ταῦτα ἀναγκαῖα καὶ δι’ ἀνάγκην ποιοῦμεν. διὸ καὶ λυπηρὰ τὰ οὕτως ἀναγκαῖα· “πᾶν γὰρ ἀναγκαῖον πρᾶγμα ἀνιαρὸν ἔφυ, ὡς Εὔηνος λέγει· καὶ ἡ βία ἀνάγκη τίς ἐστιν, ὡς
35λέγει Σοφοκλῆς “ἀλλ’ ἡ βία με ταῦτ’ ἀναγκάζει ποιεῖν. καὶ τοῦ τὸ
βίαιον ἀναγκαῖον λέγεσθαι μάρτυσιν ἐχρήσατο Εὐήνῳ τε καὶ Σοφοκλεῖ.360
in Metaph
.

361

ὅτι δὲ ἀμετάπειστον ἡ ἀνάγκη καὶ ἡ βία, δῆλον· οὐδὲ γὰρ ἐφ’ ἡμῖν τὴν ἀρχήν· διὸ καὶ εἶπεν ἐναντίαν αὐτὴν τῇ κατὰ τὴν προαίρεσιν κινήσει καὶ τῇ κατὰ τὸν λογισμόν. τὰ μὲν γὰρ ἐφ’ ἡμῖν, αὕτη δὲ ἀναιρετικὴ τοῦ ἐφ’ ἡμῖν· ἐκτὸς γὰρ καὶ ἐπ’ ἄλλοις. ἔτι ἀναγκαῖον τὸ ἀίδιον καὶ ἀμε‐
5τάβλητον καὶ μὴ ἐνδεχόμενον καὶ ἄλλως ἔχειν, ἀφ’ οὗ φησι καὶ τὰ ἄλλα ἀναγκαῖα λέγεσθαι· τὸ γὰρ μὴ ἐνδεχόμενον ἄλλως ἔχειν κυρίως ἀναγκαῖον. ἁπλῶς μὲν εἶπεν ἐπὶ τῶν ἀιδίων, ἤδη δὲ καὶ ἐν τοῖς ἄλλοις ἀναγκαίοις λεγομένοις εἶναι δοκεῖ τι τοιοῦτον· καὶ γὰρ τὸ βίᾳ γινόμενον ἀναγκαῖον τότε ὅτε μὴ ἐνδέχεται κατὰ τὴν αὐτοῦ ὁρμήν τε καὶ προαίρεσιν κινεῖσθαι
10διὰ τὸ βιαζόμενον καὶ ἀμετάπειστον, ὅτι τὸ πείθεσθαι καὶ μεταπειστόν, οὐκ ἐνδέχεται δὲ τὸ βιαζόμενον ἄλλως ποιεῖν. καὶ τὸ συναίτιον τοῦ εἶναι καὶ τοῦ ἀγαθοῦ ἀναγκαῖον διὰ τὸ μὴ ἐνδέχεσθαι χωρὶς αὐτοῦ εἶναι ἢ ἀγαθὸν εἶναι· οἵτινες ἦσαν οἱ τρόποι τρεῖς τοῦ ἀναγκαίου οἱ πρῶτοι εἰρη‐ μένοι. προστίθησι δὲ τοῖς προειρημένοις τέταρσι τοῦ ἀναγκαίου τρόποις
15τὸν κατὰ τὰς ἀποδείξεις· αἱ γὰρ ἀποδείξεις ἀναγκαῖαι, ὅτι τὸ ἀποδεδει‐ γμένον οὐκ ἐνδέχεται ἄλλως ἔχειν, εἰ κυρίως καὶ ἁπλῶς ἀποδέδεικται. τοῦ δὲ τὸ ἀποδεδειγμένον ἀναγκαῖον εἶναι αἴτιά φησιν εἶναι τὰ πρῶτα, τουτέστι τὰς προτάσεις, εἰ ἀδύνατον ταύτας ἄλλως ἔχειν, δι’ ὧν ὁ συλλογισμός τε καὶ ἡ ἀπόδειξις. δείξας δὲ πάντα τὰ ἀναγκαῖα ὑπαγόμενα τῷ σημαι‐
20νομένῳ τοῦ ἀναγκαίου τῷ ἀδύνατον ἄλλως ἔχειν, διαιρεῖ αὐτά, καὶ λέγει τῶν ἀναγκαίων τὰ μέν τινα ἕτερον αἴτιον ἔχειν τοῦ εἶναι ἀναγκαῖα, ὡς ἐπὶ τῶν βιαίων ἔχει καὶ τῶν ἀποδείξεων· τῶν δὲ οὐκ ἔστιν ἄλλο αἴτιον τῆς ἀνάγκης, ἀλλ’ αὐτὸ αἴτιον ἄλλοις ἐστὶ τῆς ἀνάγκης, ὡς αἱ πρῶταί τε καὶ ἄμεσοι προτάσεις. ἀλλὰ καὶ τὰ ἀίδια καὶ οὕτως ἀναγκαῖα· οὔτε γὰρ
25ἔξωθεν ἔχει τὸ αἴτιον καὶ ἄλλοις ἐξ ἀνάγκης τοῦ εἶναί ἐστιν αἴτια· πάντα γὰρ τὰ φύσει συνεστῶτα παρὰ τῶν θεῶν ἀμέσως ἀναγκαῖά εἰσι διὰ τὸ ἀίδιον τὸ τοῦ εἶναι ἔχειν αἴτιον. ἀλλὰ καὶ τὸ μὴ δυνάμενον χωρίς τινος ἢ εἶναι ἢ εὖ εἶναι ἐξ ἀνάγκης παρ’ ἐκείνου τὴν αἰτίαν τὸ μὲν τοῦ εἶναι τὸ δὲ τοῦ εὖ εἶναι ἔχει. τῶν μὲν οὖν ἄλλων φησὶν ἀναγκαίων ἕτερόν τι τῆς
30ἀνάγκης εἶναι αἴτιον· ἐπί τε γὰρ τῶν μὴ ἐνδεχομένων χωρίς τινος εἶναι ἕτερόν τι τὸ αἴτιον (ἡ γὰρ τροφὴ ἕτερόν τι τοῦ τρεφομένου), καὶ ἐπὶ τούτων δὲ ὧν χωρὶς ἀδύνατον τὸ ἀγαθὸν ἢ εἶναι ἢ γενέσθαι ἕτερον τὸ αἴτιον. ἀλλὰ καὶ τῶν βίᾳ γινομένων προδήλως ἕτερον τὸ αἴτιον, καὶ τῆς τοῦ συμπεράσματος ἀνάγκης ἕτερον τὸ αἴτιον. μόνα δὲ τὰ ἀεὶ ὄντα,
35ἅπερ ἐστὶ τὰ θεῖα, οὐχ ἕτερόν τι τοῦ ἀεὶ εἶναι αἴτιον ἔχει, καὶ δι’ αὐτὰ
ἐξ ἀνάγκης ἔστι τε καὶ γίνεται καὶ τὰ φύσει συνεστῶτα. λαβὼν δὲ ὁποῖόν361
in Metaph
.

362

τί ἐστι τὸ ἀναγκαῖον (ὃ γὰρ μὴ ἐνδέχεται ἄλλως ἔχειν), πρῶτον καὶ κυρίως ἀναγκαῖόν φησιν εἶναι τὸ ἁπλοῦν, οὗ αἴτιον ἀποδέδωκε τὸ τὸ ἁπλοῦν μὴ ἐνδέχεσθαι ἄλλως ἔχειν· τὸ γὰρ μὴ ἁπλοῦν πλεοναχῶς ἔχει, τὸ δὲ πλεοναχῶς ἔχον ἐνδέχεται καὶ ἄλλως ἔχειν. τοῦτο δὴ
5λαβὼν ἐπιφέρει ὅτι εἴ τινα ἔστιν ἐν τοῖς οὖσιν ἁπλᾶ καὶ ἀκίνητα, οὔτε βίαιόν τι ἐκείνοις ἐστὶν οὔτε παρὰ φύσιν (ἐνδέχοιτο γὰρ ἂν αὐτὰ καὶ ἄλλως ἔχειν), ἀλλὰ κυρίως ἐκεῖνα ἐξ ἀνάγκης ὄντα. τοιαῦτα δὲ κατ’ αὐτὸν τὰ πρῶτα αἴτια. παρέθετο δὲ τοῦτο, ἵνα ἐπειδὰν τὸ ἀναγκαῖον κατ’ αὐτῶν κατηγορῶμεν, μὴ ὡς τὸ βίαιον καὶ παρὰ φύσιν κατηγορούντων
10ἡμῶν ἀκούῃ τις. p. 1015b16 Τὸ ἓν λέγεται τὸ μὲν κατὰ συμβεβηκός. Τοῦ ἑνὸς τὸ μὲν κατὰ συμβεβηκός φησι λέγεσθαι τὸ δὲ καθ’ αὑτό, καὶ τὸ μὲν κατὰ συμβεβηκὸς τριχῶς· ἢ γὰρ τὸ συμβεβηκὸς καὶ τὸ ᾧ συμβέβηκεν ἓν λέγεται, ὡς Κορίσκος καὶ τὸ μουσικόν, εἰ εἴη Κορίσκῳ
15συμβεβηκὸς τὸ εἶναι μουσικῷ· ταὐτὸν γὰρ τὸ εἰπεῖν Κορίσκος καὶ μουσικὸν ἕν, καὶ Κορίσκῳ τὸ μουσικὸν συμβέβηκεν, καὶ Κορίσκος μουσικός ἐστιν. ἕν φησι κατὰ συμβεβηκὸς εἶναι καὶ τὸ μουσικὸν καὶ τὸ δίκαιον, ἔτι ἓν κατὰ συμβεβηκὸς μουσικὸς Κορίσκος καὶ δίκαιος Κορίσκος. ἃ εἰπὼν ἑξῆς, κατὰ τί ἕκαστον τούτων ἕν ἐστι κατὰ συμβεβηκός, προσέθηκε. τὸ μὲν
20γὰρ δίκαιον καὶ τὸ μουσικὸν ἕν, ὅτι μιᾷ οὐσίᾳ συμβεβηκότα· κατὰ συμβε‐ βηκὸς γὰρ ἓν τὸ μουσικὸν καὶ τὸ δίκαιον τῷ ἑνί τινι ἄμφω συμβεβηκέναι. τὸ δὲ μουσικὸν καὶ Κορίσκος ἓν τῷ θάτερον μόριον τοῦ συναμφοτέρου τῷ ἑτέρῳ μορίῳ συμβεβηκέναι· τὸ γὰρ μουσικὸν τῷ Κορίσκῳ. ὁμοίως δέ φησι τρόπον τινὰ τούτῳ ἓν τὸ ὁ Κορίσκος Κορίσκος μουσικός ἐστι, καὶ
25μία πρότασις κατὰ συμβεβηκός, ὅτι καὶ ἐν τούτῳ τῷ λόγῳ τὸ ἕτερον μέρος τοῦ ὅλου λόγου τῷ ἑτέρῳ ὑπάρχει· τῷ γὰρ Κορίσκῳ ὑπάρχει τὸ μουσικῷ Κορίσκῳ εἶναι. αὐτὸς δὲ εἰπὼν θάτερον μόριον θατέρῳ συμ‐ βεβηκέναι τῶν ἐν τῷ λόγῳ, τὸ μουσικὸν εἶναι τῷ Κορίσκῳ συμβεβηκέναι λέγει, ἀφελὼν ἐκ τοῦ κατηγορουμένου τὸ Κορίσκος. τῷ γὰρ τὸ μουσικὸν
30Κορίσκῳ συμβεβηκέναι, τούτῳ καὶ τὸ ὅλον τὸ Κορίσκος Κορίσκος μουσικός ἐστιν. τρόπον δέ τινα ὁμοίως εἶπεν, ὅτι διαφορά τίς ἐστι κατὰ τὴν λέξιν τε καὶ ἐκφοράν· ἐκεῖ γὰρ ἐλέγετο ἓν ὁ μουσικὸς Κορίσκος, ἐνταῦθα δὲ τὸ μουσικὸς Κορίσκος Κορίσκῳ. τὸ δὲ μουσικὸν Κορίσκον τῷ δικαίῳ Κο‐
ρίσκῳ ἕν φησιν εἶναι, ὅτι ἑκατέρων ἓν μέρος τῷ αὐτῷ, ὃ ἐν ἀμφοτέροις362
in Metaph
.

363

ταὐτόν ἐστι, συμβέβηκε· τὸ γὰρ μουσικὸν καὶ τὸ δίκαιον, ἑκάτερον αὐτῶν μέρος ὂν ἑκατέρας προτάσεως, τῷ Κορίσκῳ συμβεβηκὸς ταὐτὸν ἦν ἐν ἀμφοτέραις ταῖς προτάσεσιν. ὁμοίως δέ φησιν ἓν γίγνεσθαι κατὰ συμβε‐ βηκός, κἂν μὴ ἐπὶ Κορίσκου μηδὲ ἀτόμου τινὸς τὸ συμβεβηκὸς κατηγο‐
5ρῆται, ἀλλ’ ἐπί τινος εἴδους ἢ γένους καὶ ὅλως τῶν καθόλου, οἷον ἂν λέγηται ταὐτὸν εἶναι ἄνθρωπος καὶ μουσικὸς ἄνθρωπος· ἓν γὰρ καὶ ταῦτα, ἢ ὅτι τῷ ἀνθρώπῳ μιᾷ οὐσίᾳ οὔσῃ συμβέβηκεν, ἢ ὅτι καὶ τὸ μουσικὸν καὶ ὁ ἄνθρωπος μιᾷ τινι ἀτόμῳ οὐσίᾳ συμβέβηκεν, οἷον Κορίσκῳ, ὡς ἐλέγετο ἓν καὶ τὸ μουσικὸν δίκαιον. πλὴν οὐχ ὁμοίως τῷ Κορίσκῳ
10ἀμφότερα ὑπάρχει, ὅ τε ἄνθρωπος καὶ τὸ μουσικόν, ἀλλ’ ὁ μὲν ὡς εἶδος αὐτοῦ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ ὤν (ὁ γὰρ ἄνθρωπος οὕτως), τὸ δὲ ὡς ἕξις τις, ὡς τὸ μουσικόν, ἢ πάθος ἢ ὅλως τι συμβεβηκός, ὡς τὸ λευκὸν ἢ σιμὸν καὶ τὰ τούτοις ὅμοια. διὸ μᾶλλον τοῦτο ὅμοιον τῷ Κορίσκῳ, τὸ Κορίσκος μουσικὸς κατηγοροῦντος. καὶ τὰ μὲν κατὰ συμβεβηκὸς ἓν λεγό‐
15μενα τοσαυταχῶς φησι λέγεσθαι, τῶν δὲ καθ’ αὑτὰ ἓν λεγομένων τὰ μὲν λέγεσθαί φησι τῷ συνεχῆ εἶναι. συνεχῆ δὲ λέγει κοινότερον καὶ τὰ ὁπω‐ σοῦν ὑπό τινος συνεχόμενα, ὡς τὸν φάκελον, ὅτι ὑπὸ δεσμοῦ συνέχεται. ὁμοίως καὶ τὰ ὑπὸ κόλλης ἑνούμενα συνεχῆ λέγει, ὡς τὰ βιβλία. τὰ δὲ ὡς κοινότερον ὅρον ἔχοντα, ὡς τὰ κυρίως συνεχῆ· οὕτως ἡ γραμμὴ μία·
20συνεχὴς γάρ, κἂν μὴ ἐπ’ εὐθείας ᾖ ἀλλ’ ᾖ τι μόριον αὐτῆς κεκαμμένον. οὕτω δὲ συνεχῆ τὰ τοῦ σώματος μόρια, ὡς σκέλος καὶ βραχίων. καὶ αὐτῶν τῶν συνεχῶν ἕν φησιν εἶναι μᾶλλον τὰ φύσει συνεχῆ ἢ τὰ τέχνῃ, οἷον τὸν τοῦ ἀνθρώπου βραχίονα ἢ τὸν τοῦ ἀνδριάντος· μᾶλλον γὰρ ταῦτα ἥνωται καὶ συμπέφυκε καὶ συναίσθησιν ἀλλήλων ἔχει. εἰπὼν δὲ
25μᾶλλον ἓν εἶναι τῶν συνεχῶν τὰ φύσει τῶν τεχνητῶν λόγον τινὰ ἀποδέδωκε τοῦ συνεχοῦς, ᾧ ἐχρήσατο πρὸς τὴν τοῦ ἑνὸς ἀπόδοσιν· οὗ γὰρ καθ’ αὑτὸ κίνησις μία, καὶ μὴ οἷόν τε ἄλλως. τίς δὲ ἡ μία, προσέθηκεν εἰπὼν μία δ, οὗ ἀδιαίρετος, ἀδιαίρετος δὲ κατὰ τὸν χρόνον, λέγων ταῦτα κυρίως καὶ πρώτως εἶναι συνεχῆ, ὧν ἡ κίνησις μία ἣν καθ’
30αὑτὰ κινεῖται, καὶ ἐξ ἀνάγκης μία, τουτέστιν ἣν πάντα κινεῖται καὶ μὴ οἷόν τε αὐτῶν τὸ μὲν κινεῖσθαι τὸ δὲ ἠρεμεῖν. τοιαῦτα δέ ἐστι τῶν συν‐ εχῶν τὰ μὴ ἔχοντα καμπήν· τῶν γὰρ τοιούτων ἡ κίνησις ἀδιαίρετος κατὰ χρόνον. εἰπὼν δὲ συνεχῆ λέγεσθαι ὧν ἡ κίνησις μία, ἐφεξῆς λέγει τίνα ἐστὶν τὰ ὧν ἡ κίνησις μία, καὶ ἐν τίνι τῷ συνεχεῖ τὸ εἶναι τοιούτῳ.
35καθόλου φησὶ καὶ καθ’ αὑτὰ καὶ κυρίως συνεχῆ εἶναι τὰ μὴ τῇ ἁφῇ τὸ
ἓν ἔχοντα, ὡς τὰ δεσμῷ ἢ κόλλῃ, ἀλλὰ ὑπὸ κοινοῦ ὅρου συναπτόμενα· τὰ363
in Metaph
.

364

γὰρ ἁπτόμενα ἀλλήλων ξύλα οὐ λέγεται οὔτε ξύλον οὔτε σῶμα ἓν κυρίως οὔτε ὅλως ἕν τι. καθόλου μὲν οὖν φησιν ἓν λέγεσθαι κυρίως τὸ συνεχές, κἂν ᾖ μὴ εὐθὺ ἀλλὰ κεκαμμένον. ἔτι δὲ μᾶλλον ἓν τῶν συνεχῶν τὰ εὐθέα καὶ μὴ κάμψιν ἔχοντα· μᾶλλον γὰρ ἓν κνήμη καθ’ αὑτὴν καὶ
5μηρὸς σκέλους ὅλου· τὸ γὰρ σκέλος οὐκ ἀκαμπές, διὸ ἐνδέχεται καὶ μὴ μίαν αὐτοῦ τὴν κίνησιν εἶναι. οὐκέτι δὲ τοῦτο οἷόν τε ἐπὶ τοῦ μηροῦ καὶ τῆς κνήμης· οὐ γὰρ οἷόν τε τῶν τοιούτων μέρος μέν τι κινεῖσθαι μέρος δὲ μή· κάμψις γὰρ ἂν γένοιτο. κατὰ ταῦτα δὲ καὶ τὴν εὐθεῖαν γραμμὴν τῆς κεκαμμένης μᾶλλον εἶναι μίαν λέγει, τὴν δὲ κεκαμμένην
10οὕτως ὡς καὶ γωνίαν ἔχειν καὶ μίαν καὶ οὐ μίαν εἶναι· ἡ γὰρ τοῦ κύκλου μία· οὐδὲ γὰρ ταύτην οἷόν τε κατὰ μόριον κινεῖσθαι φυλάσσουσαν τὸ σχῆμα τὸ αὐτό. διὰ τί δὲ ἡ γωνίαν ἔχουσα οὐχ ἁπλῶς μία, εἶπεν· ὅτι γὰρ ἐνδέχεται καὶ μὴ ἅμα πᾶσαν αὐτὴν κινεῖσθαι, τῶν δὲ εὐθειῶν ἀδύ‐ νατον τὸ μόριον χωρὶς τοῦ ὅλου κινηθῆναι· κάμπτοιτο γὰρ ἄν· οὐδὲν δὲ
15μόριον μέγεθος ἔχον τῆς εὐθείας δύναται ἢ καθ’ αὑτὸ χωρὶς τῆς ὅλης κινηθῆναι ἢ καθ’ αὑτὸ ἠρεμῆσαι. προσέθηκε δὲ τῷ μορίῳ τὸ ἔχον μέ‐ γεθος, ὡς δυναμένου καὶ τοῦ πέρατος τῆς εὐθείας ὑπό τινων μορίου λέ‐ γεσθαι, ὃ δύναται μένειν τῆς ὅλης κινουμένης. εἰπὼν δὲ περὶ τοῦ ὡς συνεχοῦς ἑνός, ἄλλον τρόπον φησὶν ἓν λέγεσθαι καὶ τὰ ὧν τὸ ὑποκεί‐
20μενον τῷ εἴδει ἐστὶν ἀδιάφορον· ὃ ἐξηγήσατο εἰπὼν ὧν ἀδιαίρετον τὸ εἶδος κατὰ τὴν αἴσθησιν, λέγων ἀδιαίρετον τὸ μὴ εἰς διαφέροντα αἰ‐ σθητὰ διαιρούμενον· οὐ γὰρ κατὰ τὸ ποσὸν ἀδιαίρετον δεῖ τὸ ὑποκείμενον αὐτοῖς εἶναι. διαφέροντα δὲ αἰσθητὰ τὸ γλυκὺ φέρε εἰπεῖν καὶ στρυφνὸν καὶ τὸ λευκὸν καὶ τὸ φαιόν. εἶεν δ’ ἂν οὕτως ἓν τῶν αἰσθητῶν τὰ
25ὁμοειδῆ ἀλλήλοις. λέγει δὲ μὴ μόνον ὧν τὸ πρῶτον ὑποκείμενον ἀδιαί‐ ρετόν ἐστιν, ταῦτα ἓν εἶναι, ἀλλὰ καὶ ὧν τὸ ἔσχατον, πρῶτον μὲν ὑποκεί‐ μενον λέγων τὸ προσεχῶς ὑποκείμενον, οἷον εἰ οἶνός ἐστιν (ὑποκείμενον γὰρ τὴν αἰσθητὴν οὐσίαν λέγει), εἰ δὴ οἶνος εἴη, κατὰ τοῦτο ἓν ταῦτα· ἓν γὰρ τῷ εἴδει· ὁμοίως κἂν ὕδωρ. ὧν δὲ τὸ ἔσχατον ὑποκείμενον, ταῦτα
30ἓν οὐ τῷ αὐτὰ μὴ εἶναι διάφορα αἰσθητὰ ἀλλήλων, ἀλλὰ τῷ ἐξ ἑνός τινος ἐσχάτου αἰσθητοῦ καὶ ἀδιαιρέτου κατ’ εἶδος σώματος γεγονέναι αὐτά· ταῦτα γὰρ ἓν οὐχ ὡς ὁμοειδῆ, ἀλλὰ τῷ τὸ ὑποκείμενον ἔσχατον αὐτοῖς ὁμοειδὲς εἶναι. οὕτως οἱ χυμοὶ πάντες ἓν ἀλλήλοις λέγονται εἶναι, ὅτι ἐξ ἑνός τινος σώματος ἐσχάτου ὑποκειμένου τὸ εἶναι αὐτοῖς, ἢ ὕδατος ἢ
35ἀέρος. προσέθηκε δὲ τῷ ἢ τὸ τελευταῖον τὸ πρὸς τὸ τέλος, ἤτοι ἴσον λέγων τῷ ἢ τὸ τελευταῖον ἀπὸ τοῦ τέλους, τουτέστιν τὸ τούτου πλεῖστον ἀφεστώς, ἢ τὸ τελευταῖον πρὸς τὸ τέλος, τὸ ἔσχατον καὶ τέλος, ὃ μηκέτι ἄλλῳ ὑπόκειται. ἔστι δὲ τελευταῖον μὲν ὁ οἶνος καὶ τὸ ἔλαιον, πρῶτον δὲ τὸ ἐξ οὗ ἡ τούτων γένεσις ὑποκειμένου αἰσθητοῦ· οὕτως ἓν τὰ ἐκ τῆς
40αὐτῆς ὕλης καὶ τοῦ αὐτοῦ ὑποκειμένου, ἂν αἰσθητὸν ἐκεῖνο. ἔτι ἕν φησι364
in Metaph
.

365

λέγεσθαι ἀλλήλοις καὶ ὧν ταὐτὸν καὶ ἓν γένος· τὰ γὰρ διαφέροντα καὶ ἀντιδιῃρημένα ἐκ τοῦ αὐτοῦ γένους ταῖς ἀντικειμέναις διαφοραῖς ὅμως διὰ τὸ γένος ὂν ταὐτὸν ἓν κατ’ ἐκεῖνο λέγεται, καὶ ἔστιν οὕτως ἓν τὰ τῷ γένει ἓν λεγόμενα. τρόπον δέ τινά φησιν ὁμοίως ταῦτα ἓν λέγεσθαι τοῖς
5προειρημένοις, ὧν τὸ ἔσχατον ὑποκείμενον καὶ ἡ ὕλη οὖσα αἰσθητόν τι σῶμα ἦν ἡ αὐτή· καὶ γὰρ ἐκεῖνα διαφέροντα ἀλλήλων κατὰ τὴν ἐπὶ τὸ ὑποκείμενον αὐτοῖς ἀναφορὰν ἓν ὂν καὶ ἀδιαίρετον ἓν ἦν. δύναται καὶ ἁπλῶς τὰ ἐκ τῆς αὐτῆς ὕλης λέγειν ὁμοίως ἓν λέγεσθαι τοῖς τῷ γένει τὸ ἓν ἔχουσι. τρόπον δέ τινα ὁμοίως εἶπεν· οὐ γὰρ πάντῃ, ἀλλὰ κατὰ το‐
10σοῦτον καθὸ καὶ ἐν τούτοις καὶ ἐν ἐκείνοις τὸ ἓν κατὰ τὴν ἐπ’ ἄλλο τι ἀναφοράν, ἐπεὶ ἐκεῖνα μὲν τὸ ὑποκείμενον αὐτοῖς ταὐτὸν εἶχε, ταῦτα δὲ τὸ κατηγορούμενον· κἀκεῖνο ἀδιαίρετον μὲν ἦν κατ’ εἶδος, κατὰ δὲ τὸ ποσὸν οὐκ ἀδιαίρετον, τὸ δὲ γένος ἔμπαλιν κατὰ μὲν τὸ ποσὸν ἀδιαίρετον. κατ’ εἶδος δὲ διαιρετόν. ὁτὲ μὲν οὖν, φησί, λέγεται ταὐτὰ ἀλλήλοις τὰ
15ὑπὸ ταὐτὸν προσεχὲς γένος κατὰ γένος, καίτοι ταῖς ἀντικειμέναις ἐν αὐτῷ διαφοραῖς ἀντιδιῃρημένα, ὁτὲ δὲ τὰ ὑπὸ ἓν γένος ταὐτὰ ἀλλήλοις λέγεσθαι οὐ κατὰ τὸ προσεχὲς γένος, ὡς τὰ προειρημένα, ἀλλὰ κατὰ τὸ ἀνωτέρω. καὶ λέγει ἐφ’ ὧν τοῦτο. ὅταν γὰρ ᾖ γένη τινὰ ὑπάλληλα καὶ ληφθῇ τὰ εἴδη τὰ τοῦ ὑποκειμένου γένους, ἃ οὐκέτι εἴδη προσεχῆ τῷ πρώτῳ γένει
20ἐστίν, ἀλλὰ τῷ ὑπ’ ἐκεῖνο, τελευταῖα ὄντα καὶ ἔσχατα ἀλλήλοις ἓν οὐ κατὰ τὸ προσεχὲς αὐτοῖς λέγεται γένος, ἀλλὰ κατὰ τὸ ἀνωτέρω· τὸ γὰρ ἄνω τούτου δηλωτικόν ἐστιν, οὗ καὶ τὸ ἀνωτέρω τούτων. οἷον ζῷόν ἐστι γένος, καὶ ὄρνεον ὑπὸ τοῦτο, καὶ τούτου εἴδη ἀετὸς καὶ ἱέραξ· ταῦτα δὴ οὐ καθὸ ὄρνεα ταὐτὰ ἀλλήλοις λέγεται (καθὸ γὰρ ὄρνεα, διαφέρει ἀλ‐
25λήλων), ἀλλ’ ᾗ ζῷα ταὐτὰ καὶ ἕν, κατὰ τὴν εἰς τὸ ἀνωτέρω γένος μετά‐ ληψιν. οὕτως οὐδὲ τὸ σκαληνὸν καὶ ἰσοσκελὲς ἓν ἀλλήλοις ὡς τρίγωνα, ἀλλ’ ὡς σχήματα. τὸ γάρ τοι ἀνωτέρω τούτων δηλωτικὸν ἂν εἴη τοῦ κατὰ τὸ ἀνωτέρω τῶν προσεχῶν γενῶν, καὶ εἴη ἂν τὰ οὕτω τῷ γένει ταὐτά, ὡς κατὰ τὸ ἀνωτέρω γένος, οὐ κατὰ τὸ προσεχές, ἀναλόγως τὸ ἓν
30ἔχοντα τοῖς ἀπὸ τῆς ὕλης καὶ τοῦ ὑποκειμένου τὸ ἓν ἔχουσιν, οὐκ ἀπὸ τῆς προσεχοῦς ἀλλ’ ἀπὸ τῆς ἐσχάτης· ὡς γὰρ ἐκεῖνα κατὰ τὴν ἐσχάτην αὐτοῖς ὑποκειμένην ὕλην, οὐ κατὰ τὴν προσεχῆ, τὸ ἓν εἶχεν, οὕτω καὶ τὰ νῦν εἰρημένα τῷ γένει ταὐτά ἐστιν οὐ τῷ προσεχῶς κατηγορουμένῳ ἀλλὰ τῷ ἀνωτέρω. τοῦ δὲ κατὰ μὲν τὸ ἀνωτέρω γένος τὰ αὐτὰ λέγεσθαι
35ταῦτα, κατὰ δὲ τὸ προσεχὲς μηκέτι ἓν ἀλλήλοις τὴν αἰτίαν ἀποδέδωκεν· οὗ γὰρ γένους διαφοραῖς οὐ διαφέρει ἀλλήλων τινὰ ὄντα ὑπ’ αὐτό, κατ’ ἐκεῖνο ταῦτα ἀλλήλοις ταὐτά, οὗ δὲ διαφοραῖς διαφέρει γένους, κατ’ ἐκεῖνο δὲ οὐ ταὐτά. οὐχ οὕτως ἦν τὰ τῷ γένει τὰ αὐτά, ὧν πρώτων
ἐμνημόνευσε. τὰ δὴ τρίγωνα, τό τε ἰσόπλευρον καὶ τὸ σκαληνὸν καὶ τὸ365
in Metaph
.

366

ἰσοσκελές, ἐπεὶ σχήματος μὲν διαφοραῖς οὐ διαφέρει (ὑπὸ γὰρ τὴν τῶν εὐθυγράμμων διαφορὰν πάντα τὰ τρίγωνα), ταὐτὰ ἀλλήλοις ἐστὶ σχήματα· τριγώνου δὲ διαφοραῖς διαφέροντα οὐκέτι τρίγωνα ταὐτὰ ὁμοίως. καὶ ὁ ἀετὸς καὶ ὁ κόραξ τοῦ ζῴου μὲν διαφοραῖς οὐ διαφέρει· ὑπὸ γὰρ τὸ
5πτηνὸν τὴν ζῴου διαφορὰν τὰ ὄρνεα πάντα, διὸ καὶ ζῷα ταὐτά· ὀρνέου δὲ διαφέροντα διαφοραῖς οὐκέτι τὰ αὐτὰ ὄρνεα. διὰ τοῦτο γὰρ καὶ ὁ ἀνὴρ καὶ ἡ γυνὴ ἄνθρωπος ὁμοίως, ὅτι μὴ ἀνθρώπου διαφοραῖς ἀλλήλων διαφέρουσι. δείξας δὲ τίνα ἕν ἐστι κατὰ γένος, προστίθησί τι σημαινό‐ μενον τοῦ ἑνὸς τὸ κατὰ τὸν ὁρισμὸν καὶ τὸν λόγον τὸν τί ἦν εἶναι
10λέγοντα· ὧν γὰρ ἑτέρων ὄντων καὶ κεχωρισμένων ἀπ’ ἀλλήλων ὁ λόγος καὶ ὁρισμὸς ὁ αὐτός ἐστι, ταῦτα ἕν ἐστιν ἀλλήλοις. εἰπὼν δὲ ὧν ὁ λόγος ὁ τὸ τί ἦν εἶναι λέγων ἀδιαίρετος πρὸς ἄλλον, προσέθηκε τὸ αὐτὸς γὰρ καθ’ αὑτὸν πᾶς λόγος διαιρετός· τοῦτο δέ, ἐπεὶ πᾶς λόγος σύγκειται ἐκ πλειόνων τινῶν, εἰς ἃ καὶ διαιρεῖται. ὅταν δὴ κεχωρισμένων
15τινῶν ἀπ’ ἀλλήλων καὶ συμβεβηκόσι τισὶ διαφερόντων οἱ λόγοι οἱ τὴν οὐσίαν δηλοῦντες αὐτῶν ὦσιν οἱ αὐτοί, καὶ ταῦτα ἕν. καὶ εἴη ἂν διὰ τούτων εἰρηκὼς τίνα ἐστὶ τὰ τῷ εἴδει ἕν τε καὶ ταὐτά· τὸ δὲ ὥσπερ ἐπὶ τῶν ἐπιπέδων ὁ τοῦ εἴδους δηλωτικόν ἐστι τοῦ οὕτως τὸν τούτων τῶν κεχωρισμένων ἀλλήλων καὶ κατά τινα συμβεβηκότα διαφε‐
20ρόντων ἕνα εἶναι λόγον· τοιαῦτα γὰρ τὰ κατὰ τὸ μέγεθος μόνον ἀλλήλων διαφέροντα, ἐφ’ ὧν εἶπεν ηὐξημένον καὶ φθῖνον. ἢ ὡς καὶ ἐπὶ τῶν ἐπιπέδων ὁ αὑτὸς λόγος ἑκάστου κατὰ τὸ εἶδος μένει, ἄν τε ᾖ μεῖζον ἄν τε ἔλαττον· ὅμοιον γὰρ τρίγωνον καὶ ἓν καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον, ἂν ᾖ ὁμοειδῆ.
25 Τούτοις προστίθησι καὶ λέγει καθόλου καὶ κυρίως ἓν ταῦτα εἶναι, ὧν ἡ νόησις ἀδιαίρετος ἡ νοοῦσα τὸ τί ἦν εἶναι αὐτῶν καὶ τὴν οὐσίαν· ἃ γὰρ κατὰ πάντα ἐστὶν ἀχώριστα καὶ μήτε χρόνῳ μήτε τόπῳ μήτε λόγῳ χω‐ ρισμόν τινα ἐπιδέχεται, ταῦτα μάλιστα ἕν, καὶ τῶν τοιούτων μάλιστα ὅσα οὐσίαι εἰσίν. λέγοι δ’ ἂν τὸ ἓν κατ’ ἀριθμὸν καὶ τόδε τι καὶ ὑποκεί‐
30μενον κυρίως ἕν. τῶν μὲν γὰρ ὁμογενῶν καὶ ὁμοειδῶν χωρίζεταί τινα ἀλλήλων καὶ τόπῳ καὶ χρόνῳ, καὶ τῶν ἑτερωνύμων εἰ καὶ μὴ τόπῳ ἢ χρόνῳ ὁ χωρισμός, ἀλλὰ λόγῳ γε· ἄλλος γὰρ λόγος ἀναβάσεως καὶ ἄλλος καταβάσεως, εἰ καὶ ἓν τὸ ὑποκείμενον καὶ ἀχώριστον. τὸ δὲ κατ’ ἀριθμὸν ἓν πάντῃ ἀχώριστον, καὶ μάλιστα τὸ ἐν τῇ οὐσίᾳ· καὶ γὰρ τῶν
35ἄλλων τῶν κατ’ ἀριθμὸν τὸ ἓν ἐχόντων ἕκαστον παρὰ τῆς οὐσίας ἔχει τοῦτο. ἢ τὰ μὲν ὑπὸ τὸ γένος διαφέροντα ἀλλήλων τῷ εἴδει καὶ ταῖς ἀντικειμέναις διαφοραῖς τῷ γένει τὸ ἓν ἔχει, καὶ τὰ ὑπὸ τὸ εἶδος κεχω‐
ρισμένα ἀλλήλων καὶ διαφέροντα, εἰ καὶ μὴ κατ’ οὐσίαν, ἀλλὰ κατὰ συμ‐366
in Metaph
.

367

βεβηκότα γέ τινα, τῷ εἴδει ταὐτά τε καὶ ἕν· τὸ δὲ γένος αὐτὸ τὸ κα‐ θόλου λαμβανόμενον, οἷον τὸ ζῷον, ἓν ὂν καὶ ταὐτὸν αὑτῷ καὶ οὐκ ἄλλῳ, εἴη ἂν τῷ ἀριθμῷ αὐτὸ αὑτῷ ταὐτόν τε καὶ ἓν ὁμοίως, τουτέστιν ὁ μὴ ἀνθρώπου διαφοραῖς διαιρούμενος· καὶ ἔστι λεγόμενον διὰ τούτων ὑπ’
5αὐτοῦ ὃ πρὸ ὀλίγου πρόσθεν εἶπεν. ἐπιφέρει δὲ τούτοις καὶ τὸ καθόλου ἓν ἕκαστον λέγεσθαι κατὰ τοῦτο, καθὸ μὴ ἔχει διαίρεσιν μήτε διαφορὰν πρός τι· τὰ γὰρ μὴ διαφέροντα ἀλλήλων πάντα, καθὸ μὴ διαφέρει, ταὐτά ἐστιν ἀλλήλοις. ὅ τε γὰρ ἄνθρωπος ὁ κατὰ τὸ ἄνθρωπος ἀδιαίρετος εἷς (ὁ γὰρ μὴ εἰς ἀνθρώπους διαιρούμενος εἷς), καὶ ἓν ζῷον ὁμοίως ὃ μὴ
10καθὸ ζῷον διαιρεῖται· καὶ ἐπὶ τῶν ἄλλων ὁ αὐτὸς λόγος. ταῦτα δὲ εἰπὼν διὰ μέσου πάλιν ἐπάνεισι, καὶ δείκνυσιν ὅτι κυρίως ἓν τὸ κατὰ τὴν οὐσίαν ἕν ἐστιν· τῶν μὲν γὰρ ἄλλων ἕκαστον ἓν λέγεται κατά τι συμβεβηκός· ἢ γὰρ τῷ ἕτερόν τι ποιεῖν, ὡς τὰ ὁμοίως διατιθέντα τινὰ ἓν ἀλλήλοις λέγεται, οἷον μέλι μέλιτι ἢ ὅλως γλυκὺ γλυκεῖ καὶ θερμὸν θερμῷ, ἢ τῷ ἔχειν τι
15ταὐτόν, ὡς ὁ μουσικὸς τῷ μουσικῷ ἢ ὁ λευκὸς τῷ λευκῷ· τῷ γὰρ ταὐτόν τι ἔχειν ταὐτά· τὰ δὲ τῷ πάσχειν ταὐτὸν ὡς τὰ θερμαινόμενα ἢ ψυχόμενα ἢ ὅλως πάσχοντά τι τὸ αὐτὸ πάθος· τὰ δὲ τῷ πρός τι εἶναι, ὡς λέγομεν τοὺς μὲν πρὸς ἕω οἰκοῦντας πάντας δεξιοὺς τοῦ κόσμου καὶ ἐν τοῖς δεξιοῖς εἶναι καὶ κατὰ τοῦτο ἑνός τινος κοινωνεῖν, πάλιν δὲ ἀριστεροὺς
20τοὺς πρὸς δύσιν, ἢ τοὺς ἑνός τινος δεξιοὺς ἢ διπλασίους ἢ ἑνὸς υἱούς. ταῦτα μὲν οὖν τὸ ἓν ἔχει κατά τι τῶν συμβεβηκότων. κατὰ γὰρ τὸ ἐκείνων τινὸς ὁμοίως ἀλλήλοις κεκοινωνηκέναι τὰ οἷς συμβέβηκεν ἐκεῖνο τὸ ἓν ἔχει. κυρίως δὲ ἕν, ὧν ἡ οὐσία μία. μία δέ, ὥς φησιν, ἡ οὐσία τινῶν ἢ συνεχείᾳ (ἓν γὰρ τὸ συνεχὲς καθὸ τοιοῦτον· οὕτω γραμμὴ μία
25καὶ ἐπίπεδον ἓν καὶ σῶμα ἕν) ἢ εἴδει (οὕτω τρίγωνον ἓν καὶ ἄνθρωπος εἷς λέγονται εἶναι· ὧν γὰρ ἓν εἶδος, ἓν ταῦτα τῇ οὐσίᾳ, ὡς οἱ ἄνθρωποι· ὁμοειδεῖς γάρ· ὁμοίως καὶ πάντα τὰ ὁμοειδῆ ἀλλήλοις), ἢ λόγῳ φησίν· λόγῳ γὰρ λέγοι ἓν ἂν τὰ πολυώνυμα· καὶ γὰρ ταῦτα κατ’ οὐσίαν ἕν· εἷς γὰρ λόγος αὐτῶν ὁ τὴν οὐσίαν σημαίνων. ἢ ἐκ παραλλήλου εἶπε τὸ
30εἴδει ἢ λόγ· καὶ τοῦ οὕτως εἰρῆσθαι σημεῖον τὸ καὶ τὰ πλείω τίνα ἐστὶν ἀποδιδόντα τῶν τοῖς συνεχέσιν ἀντικειμένων μεμνημονευκέναι καὶ τῶν τῷ εἴδει· εἶπε γὰρ ὡς πλείω ἢ τὰ μὴ συνεχῆ ἢ ὧν μὴ ἓν τὸ εἶδος. ὅτι δὲ τούτων ἕκαστον ἕν, δείκνυσιν ἐκ τοῦ καὶ τὰ μὴ συνεχῆ ἀλλήλοις ὡς πλείω ἡμᾶς ἀριθμεῖν· πολλοὺς γὰρ ἀνθρώπους λέγομεν, ὅτι
35διῄρηνται ἀπ’ ἀλλήλων, καίτοι ταὐτὸν ἔχουσιν εἶδος. ἀλλὰ καὶ τὰ μὴ ὁμοειδῆ ἀλλήλοις πολλὰ λέγομεν, ὡς ἵππον, κύνα, ἄνθρωπον. οὐκέτι δὲ
παρέθετο πῶς καὶ ὧν οἱ λόγοι πλείους, καὶ ταῦτα πλείω. προστίθησι δὲ367
in Metaph
.

368

τοῖς προειρημένοις τοῦ κυρίως ἑνὸς τρόποις καὶ τὸ ὡς ὅλον ἕν· πολλάκις γὰρ κἂν ᾖ τι συνεχές, οὐ λέγομεν αὐτὸ ἕν, ἂν μὴ ὅλον ᾖ καὶ τὸ εἶδος ἀπείληφεν· οὐ γὰρ τὸ ὁπωσοῦν συγκείμενον ἕν, κἂν πάντα ἔχῃ τὰ μέρη ἐν αὑτῷ, ἀλλ’ ἂν οὕτως ἔχῃ ὡς τὸ οἰκεῖον εἶδος ἔχειν, ὡς ἔδειξεν ἐναργῶς
5ἐπὶ τοῦ ὑποδήματος. λέγει δὲ καὶ τὴν τοῦ κύκλου γραμμὴν διὰ τοῦτο μάλιστα ἓν εἶναι, ὅτι πρὸς τῷ συνεχεῖ καὶ τὸ τέλειόν τε καὶ ὅλον ἔχει· οὐ γὰρ δέχεται προσθήκην κατ’ οὐδέν, ὡς τὸ τέλειον ἔχουσα. δοκεῖ δὲ ἡ λέξις αὕτη ἐλλιπῶς εἰρῆσθαι· προθεὶς γὰρ ἐπεὶ δ’ ἔστι μὲν ὡς ὁτιοῦν ἕν φαμεν εἶναι, ἂν ᾖ ποσόν, οὐκέτι οὐδὲν πρὸς τοῦτο ἀπέ‐
10δωκε· λείπει γὰρ τὸ εἴη ἄν τις καὶ οὗτος ἑνὸς τρόπος, ἤ τι τοιοῦτον. καὶ γὰρ εἰ δύναται τὸ ἐπὶ τοῦ κύκλου εἰρημένον ὡς οὕτως εἰρημένον ἀκούε‐ σθαι ‘διὰ τοῦτο ἡ τοῦ κύκλου μάλιστα μία τῶν γραμμῶν‘, ἀλλ’ οὐχ οὕτως αὐτὸς εἴρηκε τῇ λέξει. εἴη δ’ ἂν σαφὴς ἡ λέξις καὶ τὸ ἀκόλουθον σώζουσα, εἰ εἴη γεγραμμένον ἀντὶ τοῦ ἐπεὶ δ’ ἔστι μὲν ὡς ὁτιοῦν
15‘ἔτι ἔστι μὲν ὡς ὁτιοῦν.‘ προστίθησι τοῖς εἰρημένοις καὶ ὅτι τὸ ἑνὶ εἶναι τὸ ἀρχὴ ἀριθμοῦ εἶναι ἔστιν· τὸ γὰρ ἐν ἑκάστῳ πρῶτον μέτρον, ὃ καὶ ἕν ἐστιν, ἐν ἑκάστῳ ἀρχή· τοιοῦτον δὲ ἐν μὲν τῷ ἀριθμῷ ἡ μονάς, ἐν ἄλλῳ δὲ ἄλλο, ὅ τι ποτὲ καὶ ἔστιν ἐν αὐτῷ τὸ πρῶτον μέτρον· οὐ γὰρ ταὐτὸν ἐν πᾶσι τὸ ἕν. τί δέ ἐστι τὸ ἐν ἑκάστῳ πρῶτον μέτρον,
20ἐδήλωσεν εἰπὼν ᾧ γὰρ πρώτῳ γνωρίζομέν τι, τοῦτο πρῶτον μέ‐ τρον ἑκάστου γένους. διὸ καὶ ἔδειξεν ὅτι ἀρχὴ ὡς γνωστοῦ· δι’ ὃ γὰρ πρῶτον γνωρίζεταί τι, τοῦτο ἀρχὴ ἐκείνου, ὥστε γνώσεως καὶ τοῦ γνωστοῦ τὸ ἓν ἀρχή· ἑνί τε γὰρ ἀνθρώπῳ πρώτως οἱ ἄνθρωποι γνω‐ ρίζονται καὶ ἑνὶ ἵππῳ οἱ ἵπποι, καὶ καθ’ ἕκαστον γένος οἰκείῳ τινὶ τοῦ
25γένους ἐκείνου. οὕτως ἐν μέλει ἡ δίεσις· τούτῳ γὰρ ἐλαχίστῳ αἰσθητῷ διαστήματι δοκεῖ πάντα τὰ διαστήματα ἐν τοῖς μέλεσι μετρεῖσθαι. καὶ ἐν φωνῇ δὲ τὸ φωνῆεν ἢ ἄφωνον στοιχεῖον ἕν· τούτοις γὰρ ἐλαχίστοις πᾶσα ἐγγράμματος φωνὴ μετρεῖται. πάλιν ἐν βάρει ἄλλο τι τὸ πρῶτόν τε καὶ ἕν, οὗ τῷ πλήθει τε καὶ τῇ συνθέσει τὸ πᾶν βάρος γνωρίζεται. ὁμοίως
30καὶ ἐν κινήσει ἔστι τι πρῶτον γνωριζόμενόν τε καὶ λαμβανόμενον, ᾧ ἡ πᾶσα κίνησις γνωρίζεται· καὶ γὰρ εἰ μὴ φύσει τίς ἐστι πρώτη κίνησις, ἀλλ’ ἡμεῖς γε ὁρίζομεν τὴν σταδιαίαν ἤ τινα ἄλλην, ᾗ τὴν ὅλην με‐ τροῦμεν. ἐν πᾶσι δέ, φησί, καὶ πανταχοῦ τὸ ἓν ἢ τῷ ποσῷ ἢ τῷ εἴδει ἀδιαίρετον· τὸ μὲν δὴ κατὰ τὸ ποσὸν ἀδιαίρετον ἂν ᾖ πάντῃ ἀδιαίρετον
35καὶ ἔτι ἄθετον, μονὰς τοῦτο· ἂν δὲ θέσιν ἔχῃ πάντῃ ὂν ἀδιαίρετον, στιγμή· τὸ δὲ μοναχῇ διαιρετὸν γραμμή (κατὰ γὰρ μῆκος), ἐπίπεδον δὲ
τὸ διχῇ, τὸ δὲ πάντῃ τε καὶ τριχῇ πάντῃ) διαστατόν (τὸ γὰρ τριχῇ) σῶμα.368
in Metaph
.

369

κατ’ εἶδος δὲ ἀδιαίρετον ὁ εἷς ἄνθρωπος, ὁ εἷς ἵππος, καθ’ ἕκαστον εἶδος. τὸ κατ’ ἀριθμὸν δὲ ἓν ὡς γνώριμον ὂν οὐ προσέθηκεν. ἑξῆς δὲ ἄλλην τινὰ τοῦ ἑνὸς διαίρεσιν ὑπογράφει, ᾗ καὶ συνήθως εἰώθασι χρῆσθαι, ἐν τοῖς προει‐ ρημένοις καὶ αὐτῇ περιεχομένῃ· ἓν γὰρ τὰ μὲν κατ’ ἀριθμόν, τὰ δὲ κατ’
5εἶδος, τὰ δὲ τῷ γένει, τὰ δὲ κατ’ ἀναλογίαν. λέγει δὲ τῷ μὲν ἀριθμῷ ἕν, ὧν ἡ ὕλη μία, κοινότερον ὕλην λέγων τὸ ὑποκείμενον· ἃ γὰρ κατὰ τὸ ὑπο‐ κείμενόν· ἐστιν ἕν, ταῦτα τῷ ἀριθμῷ ἕν, ἐπεὶ καὶ ἐν γραμμῇ καὶ ἐν μονάδι τὸ ἓν τῷ ἀριθμῷ, ἅ ἐστιν ἄυλα. καὶ τὸ ὑποκείμενον δὲ κοινότερον ἂν ἐπ’ αὐτῶν λέγοιτο. εἴδει δὲ ἕν, ὧν ὁ λόγος, φησίν, εἷς. λόγος δὲ εἷς
10τῶν ὑπὸ τὸ αὐτὸ εἶδος ἁπάντων· τῶν γὰρ διαφερόντων τοῦ γένους εἰδῶν οὐκ ἔστιν ὁ αὐτὸς λόγος, ἀλλ’ ἔστιν ὁ αὐτὸς λόγος τῶν ὑπὸ τὰ ἄτομα εἴδη. γένει δὲ λέγει ἓν εἶναι, ὧν τὸ αὐτὸ σχῆμα τῆς κατηγορίας, τουτέστιν ὧν ἕν τι τῶν ἀνωτάτω γενῶν καὶ μία κατηγορία κατηγορεῖται· πάντα γὰρ ταῦτα ἓν τῷ γένει. τὸ δὲ κατ’ ἀναλογίαν ἓν ὡρίσατο τὸ ἔχον
15ὡς ἄλλο πρὸς ἄλλο· ὅταν γὰρ οὕτως ἔχῃ τι πρός τι ὡς ἄλλο πρὸς ἄλλο, ταῦτα διὰ τὴν τοιαύτην ὁμοιότητα ἀναλογίᾳ ἕν. γνώριμον δὲ καὶ ὃ ἐπὶ τούτοις προσέθηκεν, ὅτι ἀεὶ τὰ κατὰ τὸ ὕστερον τὸ ἓν ἔχοντα καὶ τὰ πρῶτα ἔχει, οὐ μὴν ἀνάπαλιν· τὰ γὰρ κατ’ ἀριθμὸν ἓν καὶ τῷ εἴδει καὶ τῷ γένει τὸ ἓν ἔχει. ἐπιζητήσαι δ’ ἄν τις πῶς τὰ κατ’ ἀριθμὸν ἓν καὶ ἀναλογίᾳ τὸ ἓν
20ἔχει, οὐ μὴν ἀνάπαλιν. ἢ οὕτω λέγεται κατὰ τὸ εἴδει ἓν τῷ ἀριθμῷ αὐτὸ αὑτῷ εἶναι· λέγει δὲ καὶ τὰ γένει τὸ ἓν ἔχοντα καὶ ἀναλογίᾳ ἔχειν· ἀνάλογον γὰρ τὸ ἐν τῷ αὐτῷ γένει, οἷον ὡς ἄνθρωπος πρὸς ἄνθρωπον καὶ ἵππος πρὸς ἵππον, ὡς ἄνθρωπος ζῷον καὶ ἵππος ζῷον. καὶ τὰ ἐν τῷ αὐτῷ δὲ εἴδει ἀνάλογον· οὐ μὴν τὰ ἀναλογίᾳ ἓν καὶ γένει· ἀναλογίᾳ μὲν
25γὰρ ἕν, ὡς πηγὴ πρὸς ποταμόν, οὕτω καρδία πρὸς τὸ ζῷον· οὐ μὴν καὶ ὁμογενῆ ταῦτα, πηγὴ καὶ καρδία ἢ ποταμὸς καὶ ζῷον. εἰπὼν δὲ περὶ τοῦ ἑνός, φανερόν φησιν εἶναι ὅτι καὶ τὰ πολλὰ ἀντικειμένως τῷ ἑνὶ λεχθήσεται· καὶ γὰρ τὰ μὴ συνεχῆ ἀλλὰ διῃρημένα πολλά, καὶ τὰ μὴ ἀδιαίρετον ἀλλὰ διῃρημένην καὶ διαφέρουσαν τὴν ὕλην ἔχοντα κατὰ τὸ
30εἶδος, τὴν πρώτην ἢ τὴν τελευταίαν, πρώτην μὲν ἂν τὸ μὲν εἴη κατὰ τὸ ὑποκείμενον οἶνος τὸ δὲ ἔλαιον (ἕτερα γὰρ εἴδη τούτων), ἐσχάτην δὲ ἂν ᾖ τὸ ἔσχατον ὑποκείμενον ἑκάστῳ, ἐξ οὗ γέγονεν, ἕτερον τῷ εἴδει, οἷον ἂν τὸ μὲν ἐξ ὕδατος ᾖ τοῦ ἐσχάτου ὑποκειμένου, ὡς τὰ τηκτά, τὸ δὲ ἐκ γῆς ἤ τινος ἄλλου, ὡς τὰ θυμιάματα. τὰ δὲ τῷ τοὺς λόγους πλείους
35ἔχειν, ὡς τὰ ἕτερα τῷ εἴδει, ἃ εἴη ἀντικείμενα τοῖς ὧν εἷς λόγος καὶ ὅρος. ἔστι δὲ καὶ ἐπὶ τῶν ἄλλων τοῦ ἑνὸς ἀποδόσεων ὁμοίως τοῖς προειρημένοις
τὰ ἀντικείμενα πολλὰ λαμβάνειν· τῷ τε γὰρ γένει πολλά, ὧν οὐκ ἔστι369
in Metaph
.

370

κοινὸν γένος· ἀλλὰ καὶ ὧν οὐκ ἔστιν ἀδιαίρετος ἡ νόησις πολλά, καὶ τὰ διαιρούμενα ἀπ’ ἀλλήλων, καθὸ διαιρεῖται, πολλά. p. 1017a7 Τὸ ὂν λέγεται τὸ μὲν κατὰ συμβεβηκός, τὸ δὲ καθ’ αὑτ.
5 Καὶ τοῦ ὄντος ὥσπερ καὶ τοῦ ἑνὸς πρώτην διαίρεσιν ποιεῖται τὴν εἴς τε τὸ κατὰ συμβεβηκὸς καὶ τὸ καθ’ αὑτὸ καὶ πρῶτον· καὶ ἐπὶ τούτου τρόπους ἐκτίθεται καθ’ οὓς κατὰ συμβεβηκὸς εἶναί τι λέγεται, διὰ παρα‐ δειγμάτων, χρώμενος ἀντὶ τοῦ ὄντος τῷ ἔστιν, ἐπεὶ καὶ ἐκ τοῦ ὄντος τὸ ἔστιν ἐσχημάτισται. λέγει δὴ κατὰ συμβεβηκὸς τὸ ὂν καὶ τὸ εἶναι κατη‐
10γορεῖν ἡμᾶς ποτὲ μέν, ἂν οὕτω λέγωμεν, ὁ δίκαιος μουσικός ἐστιν, ὥσπερ ἦν καὶ κατὰ συμβεβηκὸς ἕν, ποτὲ δὲ ἂν οὕτως, ὁ ἄνθρωπος μουσικός ἐστιν, ποτὲ δέ, ἂν οὕτως, τὸ μουσικὸν ἄνθρωπός ἐστιν· καθ’ οὓς προε‐ δείχθη καὶ τὸ κατὰ συμβεβηκὸς ἓν λεγόμενον. τίς δὲ ἡ τούτων διαφορὰ πρὸς ἄλληλα, καὶ δι’ ἃ ἐπὶ πάντων τῶν τοιούτων κατὰ συμβεβηκὸς τὸ ὂν
15καὶ τὸ εἶναι λέγεται, ἑξῆς δείκνυσιν· ὡς γὰρ ὅταν συμβεβηκότα τινὰ κατη‐ γορήσωμέν τινος, κατὰ συμβεβηκὸς λέγομεν ἐκείνην εἶναι μίαν τὴν κατη‐ γορίαν τῷ ἓν εἶναι τὸ ὑποκείμενον τοῖς οὕτω συνυπάρχουσιν, οὕτω καὶ ὂν λέγεται κατὰ συμβεβηκὸς τὰ οὕτως ὑπάρχοντά τινι οὐσίᾳ. ὡς γὰρ ἕν ἐστι κατὰ συμβεβηκός, ὅτι ἑνὶ συμβέβηκεν, οὕτω καὶ ὂν κατὰ συμβεβηκός,
20ὅτι ὄντι συμβέβηκε τῇ οὐσίᾳ, καὶ ἔστιν αὐτοῦ· ὧν δὲ κυρίως ἐστὶ τὸ ὑποκείμενον, ταῦτα εἴτε ἓν ἢ πλείω, αὐτῷ εἴη συμβεβηκότα, εἰ τοῦτο εἶεν. ὃ γὰρ μὴ κυρίως τί ἐστι, τοῦτο κατὰ συμβεβηκὸς ἐκεῖνό ἐστιν· οὐδεμία γὰρ οὐσία καθ’ αὑτήν ἐστί τι τούτων ἃ οὐκ ἐν τῷ εἶναι αὐτῆς ἐστιν, ἀλλὰ συμβέβηκεν αὐτῇ· διὸ αὐτή τε ἡ ὑποκειμένη τούτοις οὐσία
25κατὰ συμβεβηκὸς αὐτά ἐστιν ἃ οὕτως αὐτῆς κατηγορεῖται, καὶ τὰ συμβε‐ βηκότα αὐτῇ καὶ αὐτὰ κατὰ συμβεβηκός ἐστι τῷ μὴ κυρίως εἶναι μηδὲ καθ’ αὑτά, ἀλλὰ τὸ εἶναι παρὰ τούτου ἔχειν ᾧ συμβέβηκε. παραπλη‐ σίως λέγοντες ὥσπερ εἰ τὸν μουσικὸν οἰκοδομεῖν εἴποιεν ἀλλ’ οὐχὶ οἰκοδόμον εἶναι, ἵνα χωρὶς τοῦ εἶναι λαβὼν τὸ συμβεβηκός, καὶ
30δείξας πῶς τοῦτο λέγεται, δείξῃ ὁμοίως τούτῳ λεγόμενον καὶ τὸ εἶναι τὸν οἰκοδόμον μουσικόν. ὡς οὖν ὁ οἰκοδόμος μουσικός, καὶ ἀντιστρέψαντι ὁ μουσικὸς οἰκοδόμος. οὐδὲν γὰρ διαφέρει, ὅπως ἂν ῥηθείη· ὅτι γὰρ ᾧ συμβέβηκεν οἰκοδόμῳ εἶναι, τούτῳ καὶ μουσικῷ· ὅταν γάρ τι τάδε λέγηται εἶναι ἀληθῶς, τούτῳ ἀληθές ἐστι τὸ κατηγορούμενον ὑπάρχειν τε καὶ συμ‐
35βεβηκέναι. ὡς δὴ ἐπὶ τῶν ἄλλων, οὕτως δὲ καὶ ἐπὶ τῶν εἰρημένων ἔχει·
ἄν τε γὰρ λέγωμεν τὸν ἄνθρωπον μουσικὸν εἶναι ἢ τὸν μουσικὸν ἄν‐370
in Metaph
.

371

θρωπον, ἄν τε τὸν μουσικὸν λευκὸν εἶναι ἢ τὸν λευκὸν μουσικόν, τὸ μὲν ὅτι ἀμφότερα τῷ αὐτῷ συμβέβηκε λέγομεν, καὶ ἔστιν ὁ ἄνθρωπος ἀμφό‐ τερα καὶ λευκὸς καὶ μουσικὸς κατὰ συμβεβηκός· τὸ δὲ ὁ ἄνθρωπος μου‐ σικός, ὅτι τῷ ἀνθρώπῳ συμβέβηκε τὸ μουσικόν, καὶ ἔστιν οὕτως ὂν ὡς
5ὄντι συμβεβηκός, κυρίως ἂν καὶ αὐτὸ ὄν, εἰ ἦν ἐκ τῆς οὐσίας αὐτοῦ. τὸν δὲ μουσικὸν ἄνθρωπον λέγομεν οὐχ ὡς τοῦ ἀνθρώπου ὑπάρχοντος τῷ μου‐ σικῷ, ἀλλ’ ὡς τοῦ μουσικοῦ τῷ ἀνθρώπῳ, παρὰ φύσιν τὴν ἐκφορὰν τῆς κατηγορίας ποιούμενοι, ὅταν οὕτω λέγωμεν τὸν μουσικὸν ἄνθρωπον. ἐκ‐ θέμενος οὖν τοὺς τρεῖς τοῦ κατὰ συμβεβηκὸς τρόπους, δείκνυσιν αὐτῶν
10τὴν πρὸς ἀλλήλους διαφοράν· ἢ γὰρ διότι τῷ ὄντι καὶ τῇ οὐσίᾳ ἄμφω ὑπάρχει, ἢ ὅτι τῷ ὑποκειμένῳ οὐσίᾳ ὄντι ὑπάρχει καὶ συμβέβηκε τὸ κατ‐ ηγορούμενον, ἢ ὅτι αὐτό ἐστιν ᾧ ὑπάρχει τὸ οὗ αὐτὸ κατηγορεῖται, ὡς ἐν ταῖς παρὰ φύσιν προτάσεσιν, ἐν αἷς συμβεβηκότος οὐσία κατηγορεῖται. προσέθηκε δὲ τοῖς προειρημένοις ὡς κατὰ συμβεβηκὸς τοῦ εἶναι λεγομένου
15ὁμοίως τοῖς προειρημένοις καὶ ἐπὶ τῶν τοιούτων τὸ οὐ λευκὸν ἔστιν· τὸ γὰρ οὐ λευκὸν κατὰ συμβεβηκὸς εἶναι λέγεται, ὅτι ᾧ συμβέβηκε μὴ εἶναι λευκῷ ἐκεῖνο ἔστιν. εἰπὼν δὲ περὶ τοῦ κατὰ συμβεβηκὸς ὄντος, ἑξῆς περὶ τοῦ καθ’ αὑτὸ λέγει. φησὶ δὲ τοσαυταχῶς τὸ καθ’ αὑτὸ ὂν λέγεσθαι ὅσα σχήματα καὶ γένη κατηγοριῶν. σχήματα δὲ κατηγοριῶν τὰς
20δέκα κατηγορίας λέγει· δεκαχῶς οὖν φησι τὸ καθ’ αὑτὸ ὂν λέγεσθαι. καὶ αἴτιον τούτου ἀποδίδωσιν· ἐπεὶ γὰρ ἑκάστῳ τῶν ὄντων τὸ εἶναι συντασσό‐ μενον ταὐτὸν ᾧ συντάσσεται σημαίνει· τὴν γὰρ οἰκείαν ὕπαρξιν ἑκάστου σημαίνει τὸ ὂν ὁμώνυμον· εἰ δὲ δέκα αἱ κατὰ τὰ ἀνωτάτω γένη διαφοραί, δεκαχῶς καὶ τὸ ὄν τε καὶ τὸ εἶναι ῥηθήσεται. τὸ μὲν γὰρ τῇ οὐσίᾳ
25συντασσόμενον εἶναι τὴν οὐσιώδη ὕπαρξιν σημαίνει, τὸ δὲ τῷ ποσῷ τὴν ὡς ποσοῦ, καὶ τῷ ποιῷ τὴν ὡς ποιοῦ, καὶ ἐπὶ τῶν ἄλλων γενῶν ὁμοίως. ὥστε καὶ ὅταν ἐν τῇ οὐσίᾳ τινὸς τούτων τι κατηγορῆται ὡς γένος ἢ ὡς διαφορὰ ἢ ὡς ὁρισμός τινος ὂν αὐτῶν, τὸ ἔστι τὸ τοῖς οὕτω κατηγο‐ ρουμένοις συντασσόμενον εἴη ἂν καθ’ αὑτὸ κατηγορούμενον. δεικτικὸν δὲ
30τοῦ τὸ ἔστιν, ᾧ ἂν συντάσσηται, ἐκείνην σημαίνειν τὴν φύσιν, παρέθετο τὸ μηδὲν σημαίνειν ἄλλο τὸ ἄνθρωπος ὑγιαίνων ἐστὶν ἢ τὸ ἄνθρωπος ὑγιαίνει, τουτέστι τὸ ἔστιν, ὃ ἐπὶ τῇ ὑγείᾳ συντέτακται, μηδὲν ἄλλο ἢ τὴν τῆς ὑγείας ὕπαρξιν σημαίνει· ὁμοίως καὶ ἐπὶ τοῦ βαδίζων τὴν τῆς βαδίσεως, καὶ ἐπὶ τοῦ τέμνων τὴν τῆς τομῆς, καὶ ἐπὶ πάντων ὁμοίως. ὡς γὰρ εἶπεν ἐν τῷ
35Περὶ ἑρμηνείας, αὐτὸ μὲν οὐδέν ἐστι, προσσημαίνει δὲ σύνθεσίν τινα, ἣν ἄνευ τῶν συγκειμένων οὐχ οἷόν τε εἶναι. ἔτι, φησί, σημαίνει τὸ ἔστι καὶ τὸ εἶναι καὶ τὸ ὂν τὸ ἀληθές, τὸ δὲ μὴ εἶναι καὶ τὸ μὴ ὂν ψεῦδος· τὸ
μὲν γὰρ ἀληθὲς εἶναί τε καὶ ὄν φαμεν, τὸ δὲ ψεῦδος μὴ εἶναί τε καὶ μὴ371
in Metaph
.

372

ὄν, ὁμοίως ἔν τε καταφάσει καὶ ἀποφάσει, τουτέστιν ἐάν τε καταφατικῶς τινος κατηγορηθῇ ἄν τε ἀποφατικῶς. ὁ μὲν γὰρ λέγων ‘ἔστι Σωκράτης μουσικόσ‘ ἀληθές φησιν εἶναι τὸ λεγόμενον, τῷ ἔστιν ἐπὶ τοῦ ἀληθοῦς χρώμενος. ὁμοίως καὶ ὁ λέγων ‘ἔστι Σωκράτης οὐ λευκός,‘ ἀποφατικῶς
5κατηγορῶν τὸ οὐ λευκός, ἀληθὲς λέγει πάλιν τὸ εἶναι μὴ λευκὸν Σω‐ κράτην. καὶ οὕτω μὲν ἐν τῇ καταφάσει τἀληθές, τὸ δὲ ψεῦδος ἐν τῇ ἀποφάσει, ὡς ὅταν εἴπῃ τις μὴ εἶναι τὴν διάμετρον τῇ πλευρᾷ σύμμετρον. συντάξας γὰρ τὸ τὴν διάμετρον σύμμετρον τῇ πλευρᾷ τῷ μὴ εἶναι. ψεῦδος λέγει τὸ εἶναι τοῦτο. ὁ μὲν γὰρ τὴν κατάφασιν λέγων ἀληθές φησιν εἶναι
10τὸ εἶναι, ὁ δὲ τὴν ἀπόφασιν ἀναιρεῖ τὸ εἶναι ὡς ψεῦδος ὄν. λέγει δὲ τὸ εἶναί τε καὶ τὸ ὂν σημαίνειν πρὸς τοῖς εἰρημένοις καὶ τὸ δυνάμει τε καὶ ἐντελεχείᾳ. ἂν δὲ ᾖ γεγραμμένον ἀντὶ τοῦ δυνάμει τὸ ῥητόν, λέγοι ἂν ῥητὸν τὸ δυνάμει, ὅτι ῥηθῆναι μὲν ἀληθές ἐστιν, οὐ μὴν καὶ ἔστιν ἤδη. τὸ δὲ ἐντελεχείᾳ τῶν εἰρημένων τούτων, τουτέστι τῶν ῥητῶν τε
15καὶ δυνάμει. ὁρῶν γὰρ εἶναι λέγεται καὶ τὸ ἤδη ὁρῶν καὶ τὸ δυνάμενον, ὡς τὸ κοιμώμενον, τοῦ εἶναι καὶ ἐπ’ ἐκείνου καὶ ἐπὶ τούτου κατηγορου‐ μένου· ὁμοίως καὶ ἐπίστασθαι καὶ τὸ ἐνεργοῦν κατ’ ἐπιστήμην καὶ τὸ δυνάμενον· ἔστι δὲ ἴσον τὸ ἐπίστασθαι τῷ ἐπιστάμενον εἶναι. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἠρεμεῖν. καὶ ἐπὶ τῶν οὐσιῶν δὲ ὁμοίως σημαίνεσθαί
20φησιν ὑπὸ τοῦ εἶναι καὶ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ, οὐσίας εἰπὼν αὐτὰ τὰ πράγματα τὰ ὑποκείμενα πρὸς ἀντιδιαίρεσιν τῶν προειρημένων πραγ‐ μάτων ἐπὶ ἐνεργειῶν εἰρημένα καὶ ἕξεων καὶ ἠρεμιῶν, ἅπερ ἦν ταῖς οὐσίαις συμβεβηκότα. ὅταν γάρ, φησίν, ἐν τῷ ἀργῷ λίθῳ Ἑρμῆν τις λέγῃ εἶναι, ὅτι δύναται γενέσθαι Ἑρμῆς ἐξ αὐτοῦ λέγει. ἀλλὰ καὶ τὸ ἥμισυ
25τῆς γραμμῆς δυνάμει ἐστὶν ἐν τῇ μὴ διῃρημένῃ, καὶ τὴν γραμμὴν ἐν ταῖς οὐσίαις θείς, ἐπεί τισιν οὕτως ἐδόκει. ὁμοίως καὶ σῖτός ἐστιν ὁ μηδέπω ἁδρὸς δυνάμει. εἰπὼν δὲ ταῦτα προσέθηκε πότε δὲ δυνατὸν καὶ πότε οὔπω, ἐν ἄλλοις διοριστέον· οὐ γὰρ ἐφ’ ὁτουοῦν τῶν ὄντων τὸ δυ‐ νατὸν κατηγορητέον, ἀλλ’ ἐπὶ τοῦ ἤδη ὄντος καὶ δυναμένου εἰς ἐκεῖνο
30προσεχῶς μεταβάλλειν, ὃ λέγεται δύνασθαι ἢ δέξασθαι αὐτό· τὸν μὲν γὰρ ἤδη ὄντα λίθον ἐρεῖ τις Ἑρμῆν εὐλόγως δυνάμει, οὐκέτι μέντοι καὶ τὴν γῆν καὶ τὸ ὕδωρ, ἐξ ὧν ὁ λίθος, Ἑρμῆν ἐρεῖ τις δυνάμει. καὶ τὸ μὲν παιδίον δυνάμει ἐπιστῆμον, οὐ μὴν καὶ τὸ ἔμμηνον· καὶ τὸ σκυλάκιον δυ‐ νάμει ὁρῶν, οὐ μὴν καὶ τὸ ἔτι κατὰ γαστρὸς ὄν. ποιήσεται δὲ τὸν λόγον
35περὶ μὲν τοῦ κατὰ συμβεβηκὸς ὄντος καὶ περὶ τοῦ ὡς ἀληθοῦς ἐν τῷ μετὰ τοῦτο, περὶ δὲ τοῦ καθ’ αὑτὸ ὄντος ἐν τῷ Ζ καὶ Η, περὶ δὲ τοῦ
δυνάμει τε καὶ ἐντελεχείᾳ ἐν τῷ Θ.372
in Metaph
.

373

p. 1017b10 Οὐσία λέγεται τά τε ἁπλᾶ σώματα. Διελὼν τὸ κυρίως ὂν κατὰ τὰς κατηγορίας, καὶ τούτων ἑκάστη πο‐ σαχῶς λέγεται δείκνυσι, καὶ πρῶτον περὶ τῆς οὐσίας διαλαμβάνει καὶ διαιρεῖ αὐτὴν εἴς τε τὰ σώματα· τὰ γὰρ σώματα οὐσίαι καὶ ὅλως ὅσα ἐκ
5σώματός ἐστιν ἢ σῶμα ἔχει, πάντα οὐσίαι, ὥσπερ τὰ ζῷα. λέγει δὲ καὶ δαιμόνια οὕτως οὐσίας, ἤτοι καθ’ οὓς δαίμονές εἰσι, λέγων κἀκείνους τοιαύτας οὐσίας εἶναι, εἴ γε κἀκεῖνοι ἐκ ψυχῆς τε καὶ σώματος, ἢ δαι‐ μόνια τὰ θεῖα λέγει· τοιαῦτα γὰρ τὰ ἄστρα καὶ τὰ τούτων μέρη. οὐχ ὡς ψυχὴν δὲ καὶ σῶμα λέγοι ἂν νῦν τὰ μέρη ἐπὶ τῶν ζῴων, ἀλλ’ ὡς τὰ
10σωματικὰ μέρη, οἷόν ἐστι χεὶρ ἢ πούς· περὶ γὰρ τῆς κατὰ τὸ εἶδος οὐσίας ἐπιφέρει. τοῦ δὲ πάντα τὰ τοιαῦτα οὐσίας εἶναι αἰτίαν ἀποδέδωκεν ὅτι μὴ καθ’ ὑποκειμένου τινὸς λέγεται, τουτέστιν ὅτι μή ἐστι τοιαῦτα ὡς ἔν τινι ὑποκειμένῳ αὐτοῖς τὸ εἶναι ἔχειν, ἀλλὰ τοὐναντίον αὐτὰ ἄλλοις ὑπό‐ κειται· ἡ γὰρ τῶν συμβεβηκότων φύσις ἐν τούτοις τὸ εἶναι ἔχει. αἱ δὲ ἄτομοι
15οὐσίαι τοιαῦται· ἐν γὰρ ταύταις τὰ συμβεβηκότα· διὸ αὗται οὔτε καθ’ ὑποκειμένου οὔτε ἐν ὑποκειμένῳ, ἀλλὰ κατὰ τούτων τὰ ἄλλα καὶ ἐν τού‐ τοις. ἄλλον δέ φησι τρόπον οὐσίαν λέγεσθαι, ὃ ἂν ᾖ αἴτιον τοῦ εἶναι ἐνυπάρχον ἐν τοῖς τοιούτοις ὅσα μὴ λέγεται καθ’ ὑποκειμένου. λέγει δὲ διὰ τούτων ὅσα ταῖς προειρημέναις οὐσίαις ἐνυπάρχει (ταῦτα γὰρ
20μὴ καθ’ ὑποκειμένου νῦν λέγει· τὰ γὰρ συμβεβηκότα καθ’ ὑποκειμένου)· ὅσα δὴ ἐνυπάρχοντα ταῖς οὐσίαις αἴτιά ἐστιν αὐταῖς τοῦ εἶναι αἵ εἰσι, ταῦτα καὶ αὐτὰ οὐσίας λέγεσθαι. εἴη δ’ ἂν λέγων τὰ τῶν φύσει συνε‐ στώτων εἴδη, ταῦτα δέ ἐστι τὰ φυσικὰ καὶ ἔνυλα εἴδη, ὁποῖόν ἐστιν ἐν τοῖς ζῴοις ἡ ψυχή· διὰ γὰρ ταύτην ζῷα. καὶ ἐπὶ τῶν φυσικῶν δὲ
25σωμάτων τὸ εἶδος ἑκάστῳ αἴτιον τοῦ εἶναι ὅ ἐστιν. οὐσίας φησὶ λέγεσθαι καὶ ὅσα μόρια ἐνυπάρχοντά τισιν ὁρίζει τε αὐτὰ καὶ τόδε τι εἶναι αὐτὰ σημαίνει, ὧν ἀναιρουμένων ἀναιρεῖται καὶ τὸ ὅλον. λέγει δὲ οὕτω τὰ πέ‐ ρατα τῶν σωμάτων οὐσίας καὶ αὐτὰ λέγεσθαι, μέρη καὶ μόρια κοινότερον εἰπὼν αὐτά, ὡς ὄντα τῶν τοῦ σώματος διαστημάτων μέρη· οὐ γάρ ἐστιν
30ἡ ἐπιφάνεια μέρος τοῦ σώματος οὕτως ὡς διαιρεῖσθαι εἰς αὐτήν· τοῦ μέντοι λόγου αὐτοῦ μόριόν ἐστι, καὶ ταύτῃ ὁρίζεται τὸ σῶμα. ὁμοίως δὲ καὶ ἡ γραμμὴ πρὸς τὴν ἐπιφάνειαν ἔχει· ὁρίζει γὰρ αὐτὴν πέρας ὂν αὐτῆς, ἢ εἰ μὴ ὡρίζετο τῷ πέρατι, ἄπειρος ἂν ἦν καὶ οὐ τόδε. τὸ γὰρ ἑκάστου
σώματος ἢ μεγέθους πέρας, χωρίζον ἀπὸ τῶν ἄλλων αὐτό, αἴτιον αὐτῷ373
in Metaph
.

374

τοῦ τόδε εἶναι κατὰ περιγραφὴν οἰκείαν ὅ ἐστιν. τὸ δὲ ἐν τοῖς τοιού‐ τοις τοῖς σώμασιν ἂν λέγοι, ἃ δύναται καθ’ αὑτά τε εἶναι καὶ πέρατα ἔχειν· καὶ γὰρ ἡ γραμμὴ εἰ καὶ προσεχέστερον τῆς ἐπιφανείας, ἀλλὰ καὶ τοῦ σώματος· οὐδὲ γὰρ ἡ ἐπιφάνεια χωρὶς ἐκείνου. ἢ τοῖς τοιούτοις
5τοῖς πεφυκόσι πέρατα ἔχειν καὶ ὁρίζεσθαι ὑπ’ αὐτῶν. ἢ τοῖς τοιούτοις ταῖς οὐσίαις· δοκεῖ γάρ τισι καὶ τὰ μαθηματικὰ οὐσίαι εἶναι. τόδε δέ τι σημαίνειν εἶπε τὰ πέρατα, ὅτι κατὰ ταῦτα αἱ μορφαὶ τῶν σωμάτων, ἀφ’ ὧν τάδε τινὰ εἶναι λέγεται, οἷον κύβοι, σφαῖραι. ἢ κατὰ ταῦτα οὐ τάδε ἀλλὰ τοιάδε λέγεται· λέγει δὲ τόδε σημαίνειν τὴν ἐπιφάνειαν καὶ τὴν
10γραμμήν· πρὸς γὰρ τῷ πέρατα εἶναι καὶ φύσιν τινὰ οἰκείαν σημαίνειν δοκεῖ καὶ οὐσίαν. ἢ τόδε τὸ ὡρισμένον, τοῦτο δὲ παρὰ τῶν περάτων αὐτοῖς. προσέθηκε δὲ καὶ τὸ ὧν ἀναιρουμένων ἀναιρεῖται καὶ τὸ ὅλον, ἐν ᾧ τούτων ἕκαστόν ἐστιν, ἐπειδὴ ἀναιρουμένων τῶν πρώτων ἀναιρεῖται καὶ τὰ μετὰ ταῦτα. οὔτε γὰρ μὴ ὄντος ἐπιπέδου σῶμα ἂν εἴη
15οὔτε μὴ οὔσης γραμμῆς ἐπίπεδον, εἴ γε πᾶν σῶμα καὶ πᾶν ἐπίπεδον πε‐ περασμένον, πέρατα δὲ αὐτῶν ταῦτα· ἀεὶ γὰρ τὸ πέρας τὸ ἐν τοῖς μεγέ‐ θεσι πρῶτον τοῦ οὗ πέρας ἐστίν, ἐλαττούμενον αὐτοῦ διαστάσει μιᾷ. τὸ δὲ ὡς λέγουσί τινες προσέθηκεν ἤτοι ὅτι καθ’ οὓς πεπερασμένα ταῦτα, τό τε σῶμα καὶ ἡ ἐπιφάνεια, ἀναιρουμένων τῶν περάτων ἀναιρεῖται καὶ
20αὐτά, οὐκέτι μέντοι καὶ καθ’ οὓς ἄπειρόν τί ἐστι σῶμα. ἢ κατ’ ἐκείνους ἀναιρουμένης γραμμῆς τε καὶ ἐπιφανείας ἀναιρεῖται τὸ ἐπίπεδον καὶ τὸ σῶμα, καθ’ οὓς οὐσίαι τε ταῦτα καὶ ἀρχαὶ καὶ στοιχεῖα· καθ’ οὓς γὰρ ἡ τῶν σωμάτων γένεσις ἐκ τῆς τῶν ἐπιπέδων ποιᾶς συνθέσεως, ὡς ἐν τῷ Τιμαίῳ λέγει Πλάτων, κατὰ τούτους ἀναιρουμένων τούτων ἀναιρεῖται καὶ
25τὸ σῶμα. κατὰ τὸν αὐτὸν δὲ λόγον καὶ ἡ ἐπιφάνεια γραμμῶν ἀναιρου‐ μένων καὶ ἡ γραμμὴ στιγμῶν· ἐν γὰρ τῇ αὐτῇ ἀναλογίᾳ πρὸς ἄλληλα ταῦτα πάντα. οὐκέτι μέντοι καθ’ οὓς οὐκ ἐν τῇ οὐσίᾳ τὰ πέρατά ἐστιν ἐκείνων ὧν ἐστι πέρατα, συναναιρεῖται τοῖς πέρασι τὰ πεπερασμένα ὑπ’ αὐτῶν· οὐ γάρ ἐστιν ἐν τῷ τοῦ σώματος λόγῳ ἢ τῆς ἐπιφανείας τὸ πε‐
30περασμένον. δοκεῖ δέ, φησί, τισὶν ὅλως ὁ ἀριθμὸς εἶναι τοιοῦτος ὡς ἀναιρουμένου τε αὐτοῦ μηδὲν τῶν ἄλλων εἶναι, καὶ πάντα ὁρίζεσθαι ὑπὸ τοῦ ἀριθμοῦ· τοῦτο δὲ κατὰ τοὺς στοιχεῖα τῶν ὄντων τοὺς ἀριθμοὺς λέ‐ γοντας, ὡς τοῖς Πυθαγορείοις ἐδόκει· καὶ εἴρηται ἡ δόξα αὐτῶν ἐν τῷ Α τῷ μείζονι. εἶεν δ’ ἂν καὶ κατὰ Πλάτωνα τῶν ὄντων πάντων οἱ ἀριθμοί,
35εἰ καὶ μὴ ὡς στοιχεῖά τε καὶ ἐνυπάρχοντα, ἀλλ’ ὡς εἰδοποιοῦντα ἕκαστον τῶν ἄλλων· αἱ γὰρ ἰδέαι ἀριθμοὶ οὖσαι τοῦ εἶναι τοῖς ἄλλοις αἴτιαι. Πρὸς τοῖς προειρημένοις οὐσίαν φησὶ λέγεσθαι καὶ τὸ τί ἦν εἶναι, οὗ τί ἦν εἶναι λόγος ἐστὶν ὁ ὁρισμός· τί γάρ ἐστι τὸ τί ἦν εἶναι ἀπαιτού‐
μενοι, λέγομεν ὅτι ὁ ὁρισμός, λόγον κοινότερον εἰπὼν τὸν ὁρισμόν. οὐσίαν374
in Metaph
.

375

δή φησι καὶ τὸν ὁρισμὸν τὸν ἑκάστου ἐκείνου εἶναι οὗ ὁρισμός ἐστιν, οὐχ ἁπλῶς· οὕτω γὰρ καὶ ποιοῦ οὐσία ἂν εἴη καὶ ποσοῦ καὶ τῶν ἄλλων ὁμοίως. διαφέροι δ’ ἂν τοῦ ἐνύλου εἴδους, περὶ οὗ πρὸ ὀλίγου εἶπεν ὡς αἰτίου ὄντος ἑκάστῃ τῶν οὐσιῶν τοῦ εἶναι ταύτην ἥτις ἐστίν, ὅτι ἐκείνη
5μὲν ἐν τοῖς φύσει συνεστῶσιν οὖσα καὶ φυσικὸν εἶδος οὖσα καὶ κυρίως ἦν οὐσία, τὸ δὲ νῦν λεγόμενον εἶδος, καθ’ ὃ τὸ τί ἦν εἶναι ἑκάστῳ, καὶ ἐν μὴ οὐσίαις ἐστίν· οὐ γὰρ μόνον τὸ τί ἦν εἶναι ἐπὶ τῶν οὐσιῶν. διὸ οὐδὲ ἁπλῶς τὰ τοιαῦτα εἴδη οὐσίαι, ἀλλ’ ἐκείνων οὐσίαι ὧν τὸ τί ἦν εἶναι δη‐ λοῦσι, διὸ καὶ λέγεται ἑκάστου οὐσία τις εἶναι. δύναταί τις καὶ τοῦ
10εἴδους ὡς πλεοναχῶς λεγομένου ἀκούειν, καὶ ἑνὸς μὲν ὄντος ὡς αἰτίου τοῦ εἶναι τῷ ἐν ᾧ ἐστιν, ὡς ἡ ψυχή, περὶ οὗ εἶπε πρώτου, ἄλλου δὲ ὡς αὐτοῦ εἶναι, οὗ ἦν αἰτία ἡ ψυχὴ ἡ αἰσθητική, ὃ οὐκ ἔστι ταὐτὸν τῇ ψυχῇ, ἐκείνη μέντοι αἰτία τούτου. καὶ εἴη ἂν τούτου νῦν μνημονεύων, ἀλλ’ οὐχὶ τῆς ἔξωθεν μορφῆς καὶ τοῦ σχήματος, ὃ πέρας πώς ἐστιν
15ἑκάστου καὶ ὁρίζει αὐτό. οὗ καὶ αὐτοῦ εἴη ἂν ἐμνημονευκὼς δι’ ὧν ἔλεγεν οὐσίας εἶναι τὰ ἐνυπάρχοντά τε ἑκάστῳ τῶν τοιούτων, ἅ εἰσιν οὐσίαι, καὶ ὁρίζοντα αὐτά. ἐκθέμενος δὲ πλείω σημαινόμενα τῆς οὐσίας εἰς δύο φησὶ τρόπους ἀνάγεσθαι τὰς εἰρημένας οὐσίας, τό τε ἔσχατον ὑποκείμενον, ὃ μηκέτι κατ’ ἄλλου λέγεται (εἶπε γὰρ ἐν τῷ πρώτῳ
20σημαινομένῳ τῆς οὐσίας τὸ μὴ καθ’ ὑποκειμένου· εἰ δὴ τοιοῦτον ἡ οὐσία, τὸ μάλιστα τοῦτο ἔχον μάλιστα ἂν οὐσία εἴη. τοιοῦτον δὲ τὸ ὑποκείμενον ἔσχατον, ὑφ’ ὃ σημαινόμενον τῆς οὐσίας τάσσοιτο ἂν πᾶσα ἡ ἄτομος οὐσία· τοιαύτη δὲ ἥ τε συναμφοτέρα καὶ ἡ κατὰ τὸ πρῶτον εἶδος καὶ ἡ ὕλη· κατ’ οὐδενὸς γὰρ ἡ ὕλη), καὶ ὃ ἂν τόδε τι ὂν καὶ χωριστὸν ᾖ· ὃ τί
25ποτέ ἐστιν ἐξηγούμενος προσέθηκε τοιοῦτον δὲ ἑκάστου ἡ μορφὴ καὶ τὸ εἶδος, ὑφ’ ὃ πάλιν σημαινόμενον ἥ τε ὡς ψυχὴ οὐσία ὑπάγοιτ’ ἄν, ὡς ἐλέγομεν τὰ φυσικὰ εἴδη, καὶ ἡ κατὰ τὰ ἐνυπάρχοντά τε καὶ ὁρίζοντα, ὡς ἡ κατὰ τὰ τῶν σωμάτων πέρατα· κατὰ ταῦτα γὰρ ἡ τῶν σωμάτων μορφή, ἥ τε κατὰ τὰ σχήματα καὶ ἡ κατὰ τὸ τί ἦν εἶναι. τὸ δὲ χω‐
30ριστὸν εἰ εἴη προσκείμενον, δηλωτικὸν ἂν εἴη ἤτοι τοῦ τῇ ἐπινοίᾳ χω‐ ριστὸν αὐτὸ εἶναι τοῦ ὑποκειμένου (τὸ γὰρ εἶδος τῆς ὕλης ἕτερον καὶ χω‐ ριστόν, εἰ καὶ μὴ ὑποστάσει, ἀλλὰ τῷ γε λόγῳ), ἢ χωριστόν, ὅτι μὴ ἀίδιον μηδὲ ἀεὶ ταὐτὸν μένον ἐν τῇ ὕλῃ, ἀλλὰ χωριζόμενόν τε καὶ φθει‐ ρόμενον· τοιοῦτον γὰρ τὸ ἔνυλον εἶδος πᾶν, οὗ μνημονεύει διὰ τοῦ δευτέρου
35σημαινομένου τῆς οὐσίας. ἢ χωριστὸν τῷ ἄλλο εἶναι τοῦ ὑποκειμένου αὐτό, καὶ μὴ ἐκ τῆς οὐσίας αὐτοῦ· οὕτω γὰρ πρὸς τὴν ὕλην ἔχει καὶ τὸ
εἶδος. ἐπιζητήσαι τις ἂν πρὸς τοῦτο περὶ τῶν εἰδῶν τῶν ἐν τοῖς θείοις375
in Metaph
.

376

σώμασιν· ταῦτα γὰρ οὔτε ἔνυλα οὔτε φθαρτὰ καὶ χωριστὰ τῇ ἐπινοίᾳ τοῦ ὑποκειμένου αὐτοῖς σώματος. τὰ μὲν γὰρ κινητικὰ αὐτῶν εἴδη εἴη ἂν ἐν τῇ πρώτῃ μοίρᾳ τῆς οὐσίας· ἄτομοι γὰρ καὶ αὗται οὐσίαι καὶ ἔσχατοι καὶ ἐν μηδενὶ οὖσαι. οὐκ ἔοικε δὲ τὰς δευτέρας οὐσίας ἐν ἄλλοις εἰρημένας
5αὐτῷ νῦν ἐν τοῖς σημαινομένοις τῆς οὐσίας καταριθμεῖσθαι. δύναται καὶ ὃ ἂν τόδε τι ὂν καὶ χωριστὸν εἰρηκέναι ἐπὶ τῶν εἰδῶν τῶν ἐν τῇ οὐσίᾳ, λέγων ἀντὶ τοῦ ἐν χωριστῷ· μόνον γὰρ τῶν ὄντων χωριστὸν καὶ καθ’ αὑτὸ ὂν ἡ οὐσία, ὡς λέγειν αὐτὸν μὴ περὶ παντὸς σημαινομένου τῆς οὐσίας ἀλλὰ τῆς κυρίως, ἥτις εἴη ἂν ἐν τοῖς δυσὶ τοῖς προειρημένοις,
10τῷ τε ἐσχάτῳ ὑποκειμένῳ, ὅ ἐστιν ἡ ὕλη, καὶ τῷ ἐν ταύτῃ εἴδει· τοιοῦτον γὰρ τὸ ὃ ἂν τόδε τι ὂν καὶ χωριστὸν ᾖ· ὃ γὰρ αἴτιον τοῦ τόδε τι εἶναι τῷ χωριστῷ, τοῦτο ἡ κατὰ τὸ εἶδος οὐσία. p. 1017b27 Ταὐτὰ δὲ λέγεται. Καὶ τὰ ταὐτὰ διαιρεῖ εἴς τε τὸ κατὰ συμβεβηκὸς καὶ εἰς τὸ καθ’
15αὑτό, καὶ τὸ κατὰ συμβεβηκὸς ταὐτὸν δείκνυσι λεγόμενον ἄλλο ἄλλῳ τρι‐ χῶς, ὁσαχῶς καὶ τὸ κατὰ συμβεβηκὸς ἕν τε καὶ ὂν διεῖλεν. ἢ γὰρ τὰ τῷ αὐτῷ συμβεβηκότα ταὐτὰ κατὰ συμβεβηκὸς ἀλλήλοις, ἢ τὸ συμβεβηκὸς τῷ ὑποκειμένῳ, ἢ ἀνάπαλιν τῷ συμβεβηκότι τὸ ὑποκείμενον, ὡς ἐν ταῖς παρὰ φύσιν κατηγορίαις ἔχει. ὅταν γὰρ εἴπωμεν τὸ μουσικὸν ἄνθρωπον εἶναι,
20ταὐτὸν λέγομεν τὸ μουσικόν, ὃ ὑποτίθεμεν ἐν τῇ προτάσει, ὂν συμβεβηκός, τῷ ἀνθρώπῳ, ὃν κατηγοροῦμεν αὐτοῦ, ὄντα ὑποκείμενον αὐτοῦ καὶ ἔχοντα ἐκεῖνο οὗ κατηγορήθη συμβεβηκός. εἰπὼν δὲ τὴν κατὰ συμβεβηκὸς παρὰ φύσιν κατηγορίαν, προσέθηκεν ἑκατέρῳ δὲ τοῦτο καὶ τούτῳ ἑκάτερον ἐκείνων, ὃ αὐτὸς ἐξηγήσατο πῶς εἶπεν· ἑκατέρῳ γὰρ τῷ τε ἀνθρώπῳ
25καὶ τῷ μουσικῷ, ἰδίᾳ λαμβανομένοις, τοῦτο τὸ συναμφότερον, ὁ μουσικὸς ἄνθρωπος, ταὐτόν. ὁμοίως καὶ τῷ μουσικῷ πάλιν ὁ μουσικὸς ἄνθρωπος ταὐτὸν κατὰ συμβεβηκός. ἀλλὰ καὶ τούτῳ τῷ συναμφοτέρῳ τῷ μουσικὸς ἄνθρωπος ἑκάτερον πάλιν ἰδίᾳ λαμβανόμενον τῶν ἐν τῷ συναμφοτέρῳ ταὐ‐ τὸν κατὰ συμβεβηκός. ἡ διαφορὰ δὲ τῶν εἰρημένων τῷ ποτὲ μὲν τὴν
30ἀρχὴν ποιεῖσθαι τῆς συγκρίσεως ἀπὸ τοῦ ἑτέρου τῶν ἐν τῷ συναμφοτέρῳ, ποτὲ δὲ ἀπὸ τοῦ συναμφοτέρου· κατὰ συμβεβηκὸς γὰρ ταὐτὰ ἀλλήλοις λέγεται. διὸ τὰ οὕτω, φησί, λεγόμενα ταὐτά, λέγων τὰ κατὰ συμβεβηκός, οὐ λέγεται ταὐτὰ πάντα καθόλου. τοῦτο γὰρ λέγει διὰ τοῦ διὸ καὶ ταῦτα πάντα καθόλου οὐ λέγεται· ἴσον γὰρ τοῦτο τῷ διὸ τὰ κατὰ
35συμβεβηκὸς ταὐτὰ λεγόμενα οὐ ταὐτὰ πάντα καθόλου λέγεται· οὐδὲν γὰρ376
in Metaph
.

377

τῶν κατὰ συμβεβηκός τινι τῶν αὐτῶν λεγομένων καθόλου· οὔτε γὰρ πᾶν μουσικὸν παντὶ λευκῷ ταὐτόν (καίτοι τὸ μουσικὸν τῷ λευκῷ ταὐτόν, ὅταν κατὰ συμβεβηκὸς ἄμφω τῷ αὐτῷ ὑπάρχῃ) ἀλλὰ λέγεταί τινι ταὐτόν (τὰ γὰρ τῷ αὐτῷ ὑπάρχοντα ταὐτά), οὔτε παντὶ ἀνθρώπῳ τὸ μουσικὸν ταὐτόν
5(καίτοι ἀνθρώπῳ λέγεται τὸ μουσικὸν ταὐτόν, ὅταν ᾖ μουσικός) οὔτε παντὶ μουσικῷ ἄνθρωπος, καίτοι λεγόμενός τινι ὁ αὐτός. τὴν δὲ αἰτίαν τοῦ μὴ καθόλου τὰ κατὰ συμβεβηκὸς λέγεσθαι διὰ συλλογισμοῦ ἔδειξε· τὰ μὲν γὰρ καθόλου καθ’ αὑτὰ ὑπάρχει, τὰ δὲ συμβεβηκότα οὐκ ἔστι καθ’ αὑτά· καθ’ αὑτὰ μὲν οὖν οὐ λέγεται ἐπὶ τῶν καθόλου, ἀλλ’ ἐπὶ τῶν ἐν μέρει, καὶ διὰ
10τούτου δεῖται διορισμοῦ. ἐπὶ δὲ τῶν καθ’ ἕκαστα ἁπλῶς λέγεσθαί φησι ταὐτὰ τὸ συμβεβηκὸς καὶ τὸ ᾧ συμβέβηκε, τουτέστι χωρὶς διορισμοῦ, ὅτι μηδὲ τὴν ἀρχὴν δέχεταί τινα διορισμὸν τὰ καθ’ ἕκαστα· ταὐτὸ γὰρ λέγεται Σωκράτης καὶ Σωκράτης μουσικὸς χωρὶς διορισμοῦ. τοῦτο δὲ οὕτως ἔχει τῷ μὴ κατηγορεῖσθαι ἐπὶ πλειόνων τὰ καθ’ ἕκαστα· οὐ γὰρ
15λέγεται πᾶς Σωκράτης ἢ τὶς ὥσπερ ἐπὶ τοῦ ἀνθρώπου· πᾶς γὰρ ἄνθρωπος λέγεται καὶ πάλιν τίς· καθόλου γὰρ ὁ ἄνθρωπος, τὰ δὲ καθόλου τοὺς διο‐ ρισμοὺς δέχεται. τὰ δὲ καθ’ αὑτὰ ταὐτὰ ἀλλήλοις λεγόμενα τοσαυταχῶς φησι λέγεσθαι ὁσαχῶς καὶ τὸ καθ’ αὑτὸ ἕν. ἔλεγε μὲν οὖν πλείω σημαι‐ νόμενα τοῦ καθ’ αὑτὸ ἑνός, νῦν δὲ οὐ πάντων μνημονεύει, ἤτοι τούτοις
20τῶν σημαινομένων τοῦ καθ’ αὑτὸ ἑνὸς τὸ καθ’ αὑτὸ ταὐτὸν ὁμοίως λέ‐ γεσθαι λέγων, ἢ ὡς πάντων τῶν σημαινομένων ὑπὸ τοῦ καθ’ αὑτὸ ἑνὸς εἰς τούτους ἀνάγεσθαι δυναμένων τοὺς τρόπους. λέγει δὲ ταῦτα καθ’ αὑτὰ λέγεσθαι τὰ αὐτά, καὶ ὧν τε ἡ ὕλη μία εἴδει ἢ ἀριθμῷ, τουτέστιν ὧν τὸ ὑποκείμενον ἕν, ἀριθμῷ μέν, εἰ ἕν τί ἐστι κατ’ ἀριθμὸν τὸ λαμβανόμενον·
25οὕτω γὰρ εἷς αὐτὸς αὑτῷ τις ὁ αὐτός. δύναται καὶ τῶν ἑτερωνύμων μία ἡ ὕλη εἶναι· ἓν γὰρ κατ’ ἀριθμὸν τὸ ὑποκείμενον ἀναβάσει τε καὶ κατα‐ βάσει, καὶ κατὰ τοῦτο ταὐτά. αὐτὸς μέντοι ἐπὶ τοῦ ἑνὸς κατ’ ἀριθμὸν ὕλην εἶπεν· ὧν μὲν γὰρ μία κατ’ ἀριθμὸν ὕλη, ταὐτὰ ταῦτα αὑτοῖς· αὐτὸ γὰρ αὑτῷ ταὐτόν. ὅτι γὰρ οὕτως εἶπεν, ἐδήλωσε διὰ τοῦ εἰπεῖν ὅταν
30χρῆται ὡς πλείοσιν. εἴδει δὲ ἓν τὸ ὑποκείμενον καὶ ἡ ὕλη, ἐφ’ ὧν τοῦ αὐτοῦ εἴδους τὸ ὑποκείμενόν τισιν εἴη, εἰ καὶ μὴ ἀριθμῷ, οἷον εἰ χαλκὸς εἴη πλείοσί τισιν ὑποκείμενος ἀνδριᾶσιν ἢ λίθος, εἴδει ταὐτὸν εἶχον ὑποκείμενον, καὶ ὅσα κατ’ εἶδος διαφέροντα τὸ ἔσχατον ὑποκείμενον ἓν ἔχει, ὡς τηκτὰ πάντα ταὐτὰ ἀλλήλοις καὶ ἓν διὰ τὸ ἔχειν ἐξ οὗ πάντα
35πρώτου ὑποκειμένου σώματος ἓν τῷ εἴδει. ταὐτὰ λέγεσθαί φησι καὶ ὧν ἡ οὐσία μία, οὐσίαν τὸ εἶδος λέγων. εἴη δ’ ἂν ἐν τούτῳ περιειλημμένα
καὶ τὰ ὁμοειδῆ ἀλλήλοις καὶ τὰ ὁμογενῆ καὶ κατὰ ἀναλογίαν· καὶ γὰρ377
in Metaph
.

378

κοινωνία τίς ἐστιν εἴδους τε καὶ λόγου. ὁρίζεται δὲ τὰ ταὐτὰ εἰπὼν τὴν ταυτότητα πλειόνων ἑνότητα. κατὰ τὸ εἶναί τε καὶ τὴν οὐσίαν κατὰ συμβεβηκὸς ἐδείχθη ὄντα τὰ αὐτά· κατ’ οὐσίαν γὰρ τὰ αὐτὰ καὶ ὧν ἡ ὕλη μία καὶ ὧν ἡ οὐσία τε καὶ τὸ εἶδος. ἐπεὶ δὲ καὶ αὐτό τι αὑτῷ λέ‐
5γεται ταὐτόν, προσέθηκε τὸ ἢ ὅταν χρῆται ὡς πλείοσιν· καὶ γὰρ ὁ αὐτό τι ταὐτὸν λέγων ὡς δύο οὖσι τῷ ἑνὶ χρῆται. Καὶ τὰ ἕτερα δέ, φησί, λέγεται ἀντιστρόφως τοῖς ταὐτοῖς· ὧν τε γὰρ εἴδη πλείω, ταῦτα ἕτερα, ὡς ἵππος ἀνθρώπου. λέγοιτο δ’ ἂν καὶ τὰ ἐκ μὲν τῆς αὐτῆς ὕλης μὴ ὁμοειδῆ δὲ ἀλλήλοις, οἷον εἰ ξύλινα ὄντα ἀνο‐
10μοειδῆ ἀλλήλοις ᾖ, καὶ ὧν ἡ ὕλη ἑτέρα, εἰ μὲν κατ’ ἀριθμόν, ἀριθμῷ ἕτερα, εἰ δὲ εἴδει, εἴδει. ἕτερα ἀλλήλων λέγοιτ’ ἂν καὶ τὰ ὁμοειδῆ, ἂν ᾖ ἐκ διαφόρου ὕλης, τὸ χρυσοῦν ἔκπωμα καὶ τὸ ἀργυροῦν καὶ ὁ λίθινος ἀνδριὰς καὶ ὁ χαλκοῦς. ἀλλὰ καὶ ὧν ὁ λόγος ὁ τῆς οὐσίας δηλωτικὸς ἕτερος, ἕτερα καὶ ταῦτα, ὡς τὰ ἑτερώνυμα. καὶ τίσιν ἂν εἴη καὶ τὰ ἑτε‐
15ρώνυμα καὶ οὕτως ἕτερα ἀντικείμενα τῶν ὑπὸ ταὐτόν; εἰ τοῖς ὧν ἡ ὕλη μία κατ’ ἀριθμὸν καὶ οὕτω τοῖς αὐτοῖς λεγομένοις, καὶ τὰ ἑτερώνυμα εἴη ταὐτά· κατὰ γὰρ τὴν ὕλην μίαν οὖσαν κατ’ ἀριθμὸν καὶ ταῦτα ταὐτά. ἢ διὰ μὲν τοῦ εἰπεῖν ἕτερα δὲ λέγεται ὧν ἢ τὰ εἴδη πλείω ἢ ἡ ὕλη δύναται λέγειν ἀμφότερα ἐπὶ τῆς ὕλης· ἐπεὶ γὰρ ἦν ταὐτὰ ὧν ἡ ὕλη μία
20ἢ εἴδει ἢ ἀριθμῷ, εἴη ἂν καὶ ἕτερα ὧν ἢ τῷ εἴδει πλείους αἱ ὗλαι ἢ τῷ ἀριθμῷ, εἴδει μὲν εἰ τῷ μὲν ἄργυρος εἴη τῷ δὲ χρυσὸς ἡ ὕλη, ἀριθμῷ δὲ εἰ εἴη ὁμοειδὴς μὲν διῃρημένη δέ. καὶ εἴη ἂν τὸ ὧν ἢ τὰ εἴδη πλείω ἢ ἡ ὕλη περὶ τῆς ὕλης λέγων. εἰ δὲ ταῦτα οὕτω διαιροῖτο, ὁ λόγος τῆς οὐσίας οὕτω ἐπὶ τοῦ εἴδους ἂν λέγοιτο· ὧν γὰρ τὰ εἴδη
25πλείω τε καὶ διαφέροντα, ταῦτα ἕτερα. καὶ ὅλως φησὶν ἀντικειμένως λέ‐ γεσθαι τῷ ταὐτῷ τὸ ἕτερον. καθ’ ἕκαστον οὖν τὸ ἰσόρροπον τοῦ ταὐτοῦ λαμβάνοντα χρὴ κατὰ τὴν ἀντίθεσιν τὴν ἐν τῷ ταὐτῷ τὸ ἕτερον λέγειν, ὡς καὶ αὐτὸς πεποίηκε. λέγει δὲ καὶ διάφορα λέγεσθαι ἀλλήλων καθ’ ἕνα μὲν τρόπον ταῦτα ὅσα μὴ μόνον ἕτερά ἐστιν ἀλλήλων, ἀλλ’ ὅσα κατά
30τι ἓν ὄντα ταὐτὰ τὴν πρὸς ἄλληλα ἑτερότητα ἔχει. τὸ δὲ καὶ μὴ μόνον ἀριθμῷ προσέθηκε τῷ ταὐτό τι ὄντα ὡς ἴσον τῷ μόνον μὴ ἀριθμῷ ὄντα ταὐτά· τὰ γὰρ οὕτω ταὐτὰ οὐκέτι διαφέρειν δύναται. τὸ γὰρ ταὐτὸν τὰ διαφέροντα ἀλλήλων ἔχειν δεῖ μὴ κατ’ ἀριθμόν (τὰ γὰρ οὕτω ταὐτὰ οὐ διάφορα), ἀλλ’ ἢ εἴδει ἢ γένει ἢ ἀναλογίᾳ δεῖ ταὐτὰ εἶναι· καὶ γὰρ τὰ
35τῷ εἴδει ταὐτὰ διάφορα κατ’ ἀριθμόν. δύναται δὲ καὶ κατά τινα μορφὴν378
in Metaph
.

379

καὶ τὰ γένει· δύναται γὰρ καὶ ἀριθμῷ καὶ εἴδει ταῦτα διάφορα εἶναι, εἰ τῷ γένει μόνον εἴη ταὐτά. ὁμοίως καὶ τὰ κατ’ ἀναλογίαν ταὐτὰ καὶ ἀριθμῷ καὶ εἴδει καὶ γένει δύναται διαφέρειν ἀλλήλων. Ἀσπάσιος δὲ ἤκουσε τοῦ ὅσα ἕτερά ἐστι τὸ αὐτό τι ὄντα, μὴ μόνον ἀριθμῷ
5ἀλλ’ εἴδει ἢ γένει ἢ ἀναλογί, ὡς εἰρημένου ὅτι δεῖ τὰ διάφορα μὴ μόνον ἕτερα εἶναι ἀριθμῷ, ἀλλὰ καὶ κατά τι τὰ αὐτὰ ἀλλήλοις εἶναι, εἰ μέλλοι μὴ μόνον ἕτερα εἶναι ἀλλὰ καὶ διάφορα· τὰ γὰρ ἀριθμῷ ἕτερα οὐ πάντως διάφορα, ἂν μὴ καὶ κατά τι τῶν εἰρημένων τὰ αὐτὰ ᾖ. δεύτερον σημαινόμενον τῶν διαφερόντων ἐκτίθεται, ὧν τὰ γένη ἕτερα· ταῦτα δ’
10ἔστιν ἃ πάντῃ ἀλλήλων ἐστὶν ἕτερα. οὕτω διάφορα ζῷον καὶ χρῶμα. καὶ τρίτον σημαινόμενον τῶν διαφερόντων τὰ ἐναντία· ταῦτα δέ ἐστιν ἃ ἐν τῷ αὐτῷ γένει ἀλλήλοις ὄντα πλεῖστον ἀλλήλων διέστηκεν. οὐ κατὰ τοῦτο τὸ σημαινόμενον τὰ πρῶτα διάφορα ἐλέγετο ἁπλῶς· τὰ γὰρ ἐν τῷ αὐτῷ γένει μὴ ὁμοειδῆ ἐκεῖ ἐλέγετο, τὰ διαφέροντα δὲ ὡς ἐναντία προσ‐
15είληφε καὶ τὸ πλεῖστον διεστάναι. λέγει διάφορα εἶναι καὶ ὅσα ἐν τῇ οὐσίᾳ ἔχει τὴν ἑτερότητα, ἤτοι ἐπὶ τῶν ἐναντίων καὶ τοῦτο εἰρηκώς, ἢ λέγοι ἂν ἑτερότητα τὴν ἐναντίωσιν· καὶ γὰρ τὰ μὴ ἐναντία ἀλλήλοις, ἔχοντα μέντοι ἐν τῇ οὐσίᾳ τῇ αὐτῶν ἐναντίωσίν τινα πρὸς ἄλληλα, διαφέ‐ ροντα. οὕτω γῆ καὶ ὕδωρ διαφέρει· ἐν γὰρ τῇ οὐσίᾳ τῆς μὲν γῆς τὸ
20ξηρόν, τοῦ δὲ ὕδατος τὸ ὑγρόν. δύναται διαφέροντα λέγειν καὶ ὅσα κατὰ τὸ ὑποκείμενον ὄντα ταὐτά, κατὰ τὴν οὐσίαν καὶ τὸν ὁρισμὸν ἔχει τὴν ἑτε‐ ρότητα, ὡς ἔχει τὰ ἑτερώνυμα. δύναται ἐν τῇ οὐσίᾳ ἔχειν τὴν ἑτερότητα καὶ ἐναντίωσιν τὸ κίβδηλον καὶ δραχμή, καὶ πάλιν ὁ νεκρὸς καὶ ὁ ἄνθρω‐ πος, ὡς ἐν τῷ Περὶ ἑρμηνείας εἶπεν.
25 Ὅμοιά φησι λέγεσθαι τά τε πάντῃ ταὐτὰ πεπονθότα, τουτέστι πάντῃ ἐοικότα ἀλλήλοις κατὰ τὸ εἶδός τε καὶ τὴν μορφήν (ταῦτα γὰρ λέγει πάθη), ὡς οἱ Διόσκουροι, ὁ Ζῆθος καὶ Ἀμφίων, καὶ ὡς ἐπὶ τὸ πλεῖστον τὰ δίδυμα. καὶ εἴη ἂν μάλιστα ταῦτα ὅμοια. δευτέρως δὲ καὶ ὅσα πλείω ταὐτὰ πέπονθεν ἢ ἕτερα, καὶ ταῦτα ὅμοια· ἀπὸ γὰρ τοῦ πλεονάζοντος
30ὅμοια λέγεται. πλείω γὰρ οὗτοι ταὐτὰ πάθη ἔχουσιν ὡς ἐπὶ τὸ πλεῖστον τῶν καθ’ ἃ διαφέρουσιν ἀλλήλων, οἷον Γερμανὸς Γερμανῷ καὶ Ἰνδὸς Ἰνδῷ. ἀλλὰ καὶ τὰ ἑπόμενα τοῖς γεννήσασιν οὕτως ὅμοια λέγεται. καὶ κατὰ τὸ τρίτον σημαινόμενον ὅμοια λέγεται, ὧν ἡ ποιότης μία, οἷον τὰ θερμὰ κατὰ τὴν ποιότητα ταύτην ὅμοια, κἂν τὰ ἄλλα ἀνόμοια, κατὰ τὸ σημαι‐
35νόμενον τοῦτο. ἢ τὰ ὁμοίως τῆς αὐτῆς κοινωνοῦντα ποιότητος, ἢ τὰ ἐν τῇ αὐτῇ πάντα ποιότητι, κἂν μὴ ὁμοίως αὐτὴν ἔχῃ, οἷον θερμά, ἀλλὰ τὸ μὲν μᾶλλον τὸ δ’ ἧττον. τέταρτον σημαινόμενον ὁμοίου ἐκτίθεται, ὅταν τινὰ τῶν καθ’ ἃς ἀλλοιοῦσθαι καὶ μεταβάλλειν πέφυκεν ἐναντιώσεων τὰς πλείστας τὰς αὐτὰς ἔχῃ. οἷον οἶνος ἀλλοιοῦσθαι πέφυκε καὶ κατὰ χρῶμα
40καὶ κατὰ χυμῶν διαφορὰς καὶ κατὰ ὀσμάς· ὅταν οὖν τινες οἶνοι τὰς πλεί‐379
in Metaph
.

380

στας ποιότητας, καθ’ ἃς οἷοί τέ εἰσι μεταβάλλειν τε καὶ ἀλλοιοῦσθαι, τὰς αὐτὰς ἔχωσιν, ἢ τὰς κυριωτέρας (κυριώτερον δὲ ἐν οἴνῳ χυμὸς καὶ εὐωδία χρώματος), οὗτοι ὅμοιοι οἶνοι λέγονται. οὐ κατὰ τοῦτο τὸ σημαινόμενον ὅμοια ἦν τὰ κατὰ τὸν δεύτερον τρόπον εἰρημένα· ἐνθάδε γὰρ πρόσκειται
5τὸ καθ’ ὅσα ἀλλοιοῦσθαι ἐνδέχεται· τὰ γὰρ τούτων πλείω οὐ τὰ ἁπλῶς πλείω. λέγεσθαι δέ φησι καὶ τὰ ἀνόμοια ἀντικειμένως τοῖς ὁμοίοις· ἀνόμοια γὰρ τά τε κατ’ εἶδος διαφέροντα καὶ τὰ ἐλάττω ταὐτὰ πάθη ἔχοντα, καὶ τὰ ἐπὶ διαφόρων ποιοτήτων ὄντα κατ’ αὐτὰς ἀνόμοια, καὶ τὰ τῶν καθ’ ἃ πέφυκεν ἀλλοιοῦσθαι τὰ πλείω ἢ τὰ κυριώτερα διαφέροντα
10ἔχοντα. Λέγει δὲ καὶ περὶ τῶν ἀντικειμένων, ποσαχῶς ἀντίκειται, καὶ προσ‐ τίθησι τῇ εἰς τέσσαρα διαιρέσει τῶν ἀντικειμένων τῇ καθωμιλημένῃ, ἥτις ἐστὶ τἀναντία, στέρησις καὶ ἕξις, τὰ πρός τι, κατάφασις καὶ ἀπόφασις, καὶ τὰ ἐξ ὧν αἱ γενέσεις καὶ φθοραί. εἴη δ’ ἂν ταῦτα ἤτοι τὸ ὄν τε
15καὶ μὴ ὄν· ἡ μὲν γὰρ ἐκ μὴ ὄντος εἰς ὂν μεταβολὴ γένεσις, ἡ δὲ ἐξ ὄντος εἰς μὴ ὂν φθορά. οὔτε δὲ τὸ ὂν κατάφασις οὔτε τὸ μὴ ὂν ἀπό‐ φασις· ὀνόματι γὰρ τὸ μὲν ὡρισμένον τὸ δὲ ἀόριστον· ἀλλ’ οὐδὲ ἐναντία, ἀλλ’ οὐδὲ πρός τι, ἀλλ’ οὐδὲ τὸ μὲν ἕξις τὸ δὲ στέρησις εἶναι δοκεῖ. λέγοι δ’ ἂν μᾶλλον τὰ ἐξ ὧν αἱ γενέσεις καὶ αἱ φθοραὶ τὴν ὕλην καὶ τὸ
20εἶδος καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν. ἐκ τοῦ δυνάμει γὰρ ἡ γένεσις καὶ ἐκ τῆς ὕλης εἰς τὸ ἐνεργείᾳ καὶ τὸ εἶδος, καὶ ἡ φθορὰ ἐκ τοῦ ἐνερ‐ γείᾳ καὶ τοῦ εἴδους εἰς τὸ δυνάμει καὶ τὴν ὕλην· οὐ γὰρ ἡ ὕλη στέρησις, οὐδὲ ἐναντία τῷ εἴδει, εἰ καὶ συμβέβηκεν αὐτῇ ἡ στέρησις. δύναται καὶ αὐτὴν τὴν γένεσιν καὶ τὴν φθορὰν ἀντικείμενα λέγειν. ἢ ταῦτα ὡς ἐναντία
25ἀντίκειται. ἔτι φησὶν ἀντικεῖσθαι καὶ ταῦτα ἃ μὴ ἐνδέχεται ἅμα παρεῖναι τῷ ἀμφοῖν δεκτικ, ἢ αὐτὰ ἢ ἐξ ὧν ἐστιν· ἐπεὶ γὰρ οὐδὲ τὰ μεταξὺ τῶν ἐναντίων ἅμα παρεῖναι τῷ αὐτῷ οἷόν τε, καὶ οὐ λέγεται ἀντικείμενα, διὰ τοῦτο εἶπεν ἢ αὐτά, εἰ ὡς ἐναντία εἴη, ἢ τὰ ἐξ ὧν ἐστιν· τὰ γὰρ μεταξὺ τῷ τὰ ἐξ ὧν ἐστι καὶ αὐτὰ ἀντικείμενα εἶναι, τούτῳ οὐ δύναται
30ἅμα τῷ αὐτῷ ὑπάρχειν, ᾧ τὸ ἕτερον τῶν ἀμίκτων. δύναται τὸ ἢ αὐτὰ ἢ ἐξ ὧν ἐστιν εἰρηκέναι ἀντὶ τοῦ καὶ αὐτὰ καὶ ἐξ ὧν ἐστιν· καὶ γὰρ τὰ ἐξ ὧν ἐστι τὰ μεταξὺ ἀντίκειται ἐκεῖνα ἀλλήλοις, καὶ τὰ μεταξὺ ἐξ ἐκείνων. δύναται τὸ ἢ αὐτὰ ἢ ἐξ ὧν ἐστι δηλωτικὸν εἶναι τοῦ ἢ αὐτὰ ἀλλήλοις ἀντικεῖσθαι τὰ μὴ δυνάμενα ἅμα παρεῖναι τῷ ἀμφοτέρων δεκ‐
35τικῷ, ἢ τούτοις ἐξ ὧν ἐστιν. λευκὸν μὲν γὰρ καὶ μέλαν αὐτὰ ἀλλήλοις ἀντίκειται (ἐναντία γάρ), ἀντίκειται δὲ καὶ τὸ ἐξ ἀμφοῖν ἑκατέρῳ αὐτῶν, τῷ μὴ δύνασθαι μηδὲ αὐτὰ ἅμα τινὶ ἐκείνων ὑπάρχειν. ἢ ἄμεινον ἀκούειν ὡς τὸ πρῶτον ἐρρέθη· καὶ γὰρ ἡ λέξις ἐκεῖνο δηλοῖ. οὐχ ὡς μὴ πᾶσι δὲ τοῖς ἀντικειμένοις τούτου παρακολουθοῦντος λέγει, ἀλλ’ ὡς καὶ ἄλλοις
40τισὶ παρὰ τὰ ἰδίως ἀντικεῖσθαι λεγόμενα· καὶ γὰρ τὰ μεταξὺ τοῖς ἐξ ὧν380
in Metaph
.

381

ἐστι κατὰ τὸ σημαινόμενον τοῦτο ἀντίκειται. καὶ εἴη ἂν τὸ καὶ ὅσα μὴ ἐνδέχεται ὡς ἴσον τῷ καὶ καθόλου ὅσα μὴ ἐνδέχεται εἰρημένον. τὸ δὲ διὸ ἐξ ὧν ἐστιν ἀντίκειται ἐλλιπῶς εἰρημένον ἴσον ἂν εἴη τῷ διὸ ἐξ ὧν ἐστι τὰ μεταξὺ ἐκείνοις ἀντίκειται.
5 Ἑξῆς δὲ λέγει περὶ ἐναντίων. λέγει δὲ ἐναντία εἶναι τά τε μὴ δυνά‐ μενα τῷ αὐτῷ παρεῖναι τῶν κατὰ γένος διαφερόντων, τουτέστιν ἃ κατὰ γένος ἀλλήλων διαφέροντα ἀδύνατον ἅμα τῷ αὐτῷ παρεῖναι. τοιαῦτα δ’ ἂν εἴη τὰ ἕτερά τε καὶ μὴ ὑπάλληλα γένη, ὡς ζῷον πεζὸν καὶ ζῷον πτηνὸν ἢ τὸ ποιεῖν καὶ τὸ πάσχειν. καὶ ἡ ἀρετὴ δὲ καὶ ἡ κακία οὕτως
10ἐναντία· γένη γὰρ καὶ αὐτά, εἰ καὶ μὴ ὑπὸ κοινόν ἐστι γένος. καὶ ὅλως τὰ ἐναντία γένη, οἷον τὸ ἀγαθὸν ἢ κακόν· ἐναντία γὰρ γένη τὸ ἀγαθὸν καὶ τὸ κακόν, ὡς αὐτὸς ἐν ταῖς Κατηγορίαις εἴρηκε καὶ ἐν τῷ τετάρτῳ τῶν Τοπικῶν καὶ Θεόφραστος ἐν τῷ πρώτῳ τῶν Τοπικῶν, ἃ οὐχ οἷά τε τῶν ὑπ’ αὐτὰ ἅμα τινὶ ὑπάρξαι. τοιαῦτα καὶ τὰ ὑπὸ τὴν κίνησιν καὶ
15στάσιν. καὶ ὅσα πλεῖστον διαφέρει τῶν ἐν τῷ αὐτῷ γένει ἐναντία, ὡς καὶ τὸν ὁρισμὸν ἀποδιδόναι τῶν ἐναντίων σύνηθες. οὕτω λευκὸν καὶ μέ‐ λαν ἐναντία, γλυκὺ καὶ πικρόν. ἄλλως φησὶ λέγεσθαι ἐναντία τὰ πλεῖστον ἀλλήλων διαφέροντα τῶν ἐν τῷ αὐτῷ δεκτικῷ. οὕτως πάλιν λευκὸν καὶ μέλαν ἐναντία· πλεῖστον γὰρ διέστηκε τῶν ἐν τῷ σώματι πεφυκότων γί‐
20νεσθαι. ἤτοι δὲ ἄλλο σημαινόμενον τοῦτο τῶν ἐν τῷ αὐτῷ γένει πλεῖστον διεστώτων, ὅτι μὴ πάντα τὰ ἐναντία ἐν τῷ αὐτῷ ὑποκειμένῳ πέφυκε γί‐ νεσθαι (οὐ γὰρ περὶ ταὐτὸν οὐδὲ τῷ αὐτῷ δεκτικῷ τὸ λογικόν τε καὶ ἄλογον), ἢ διαφέρουσα ἡ ἀπόδοσις δείκνυσι δυναμένους τοῦ αὐτοῦ καὶ λό‐ γους ἑτέρους λέγειν. ἄλλως ἐναντία λέγεσθαί φησι τὰ πλεῖστον ἀλλήλων
25διαφέροντα τῶν ὑπὸ τὴν αὐτὴν δύναμιν, λέγων ἤτοι τὴν πρὸς ἀντικείμενα ὁμοίως ἔχουσαν μέθοδον, ὡς ῥητορικὴν καὶ διαλεκτικήν (ἐναντία γὰρ ὑπὸ μὲν τὴν ῥητορικὴν ἐγκώμιον καὶ ψόγος, κατηγορία καὶ ἀπολογία, προτροπὴ καὶ ἀποτροπή, κατὰ δὲ διαλεκτικὴν τὸ ψεῦδός τε καὶ τἀληθές· ἄμφω γὰρ συμπεραίνεται), ἢ δύναμιν λέγοι ἂν τὴν φυσικὴν ἕξιν, ὑφ’ ἣν ἐναντία,
30περὶ μὲν ἀκοὴν εὐηκοΐα καὶ δυσηκοΐα, περὶ δὲ τὴν ὁρατικὴν ὀξυωπία καὶ ἀμβλυωπία. ἢ δύναμιν τὴν φύσιν λέγει, ἥτις ἐστὶν ἀρχὴ τῆς κινήσεως· πλεῖστον δὲ κατὰ δύναμιν ταύτην διαφέρει τὰ ἄνω φύσει κινούμενα τῶν κάτω. ἢ δύναμιν λέγει πᾶσαν ἐπιστήμην τε καὶ τέχνην· αἱ γὰρ ἐπιστῆμαι δυνάμεις τε καὶ ἕξεις, τῶν δὲ ἐναντίων αἱ αὐταὶ ἐπιστῆμαι. οὕτως ὑγίεια
35καὶ νόσος ἐναντία· ὑπὸ γὰρ τὴν ἰατρικὴν ταῦτα ὄντα πλεῖστον ἀλλήλων διέστηκε, καὶ εὐεξία καὶ καχεξία ὄντα ὑπὸ τὴν γυμναστικήν. ἄλλως ἐναντία
φησὶ λέγεσθαι καὶ ὧν ἡ διαφορὰ μεγίστη ἢ ἁπλῶς ἢ κατὰ γένος381
in Metaph
.

382

ἢ κατ’ εἶδος. οὗτος δὲ ὁ τρόπος τῶν τε προειρημένων πάντων ἐναντίων ἐστὶ περιεκτικός, προσέτι δὲ καὶ τῶν κατὰ ἀντίφασιν ἀντικειμένων καὶ τῶν καθ’ ἕξιν ἢ στέρησιν· πάντα γὰρ ταῦτα μεγίστην διαφορὰν ἔχει πρὸς ἄλ‐ ληλα. κατὰ τοῦτο τὸ σημαινόμενον τῶν ἐναντίων πολλάκις καὶ τὴν κατά‐
5φασιν τῇ ἀποφάσει ἐναντίαν λέγουσι καὶ τὴν ἕξιν τῇ στερήσει. τὸ δὲ ἢ ἁπλῶς ἢ κατὰ γένος ἢ κατ’ εἶδος εἴη ἂν τοιοῦτον· ἤτοι ὧν ἡ δια‐ φορὰ ἁπλῶς μεγίστη ἐστίν, ἐναντία, οἷον εἰ λέγει τις τὸ ὂν καὶ τὸ μὴ ὂν ἢ τὸ πλῆρες καὶ κενόν, ἢ κατά τι γένος ἢ εἶδος ἀφωρισμένον, οἷον ἐν ζῴοις τὰ πλεῖστον διαφέροντα ὡς λογικὸν καὶ ἄλογον καὶ ὑπόπουν καὶ
10ἄπουν, ἢ ἐν χρώματι τὸ λευκὸν καὶ μέλαν. κατὰ μὲν γένος οὕτως, κατ’ εἶδος δὲ ἐν ἀνθρώποις τὰ πλεῖστον διαφέροντα ἐναντία οἷον τὸ ἐπίστασθαι καὶ τὸ μὴ ἐπίστασθαι, γινώσκειν καὶ ἀγνοεῖν, ἢ τὸ ἀρετὴν καὶ κακίαν ἔχειν· εἰ γὰρ ἡ ἕξις εἶδος τῆς ὑπολήψεως ἦν, ἐν εἴδει τῷ αὐτῷ εἴη ἂν ἐναντία ἀρετὴ καὶ κακία· ἕξις γὰρ ἀμφότερα· ταῦτα γὰρ ἐν τούτῳ τῷ γένει
15πλεῖστον διαφέροντα. ἢ ἐν τούτῳ τῷ εἴδει ἐναντία λέγεται καὶ τὰ ἁπλῶς πλεῖστον διαφέροντα. εἰπὼν δὲ τίνα ἐστὶ τὰ ἐναντία καὶ κατὰ πόσους λέ‐ γεται τρόπους, κατὰ ταῦτα τὰ ἐναντία ἤδη λέγεσθαί φησι καὶ τὰ ἄλλα τὰ μετέχοντα τούτων· ἢ γὰρ τῷ ἔχειν τινὰ τῶν εἰρημένων, ὡς τὸ πῦρ καὶ ἡ χιών· τῷ γὰρ τὴν μὲν ψυχρότητα ἔχειν τὸ δὲ θερμότητα ἐναντία, καὶ
20οὐ τῷ ἐν τῷ αὐτῷ γένει πλεῖστον ἀλλήλων διεστάναι· τὰ δὲ τῷ δεκτικὰ τῶν ἐναντίων, οἷον εἰ λέγει τις τὸ λογικὸν καὶ ἄλογον ἐναντία εἶναι τῷ τὸ μὲν ἐπιστήμης τὸ δὲ ἀνεπιστημοσύνης εἶναι δεκτικόν. ἢ ἡ δύναμις ἡ τῆς ἀρετῆς δεκτικὴ τῆς δυνάμεως τῆς κακίας δεκτικῆς, ἢ ἡ δύναμις καθ’ ἣν βαρύτητός ἐστιν ἡ ὕλη δεκτική, τῆς δυνάμεως καθ’ ἣν κουφότητος, ὡς
25εἶπεν ἐν τῷ Δ Περὶ οὐρανοῦ. τὰ δὲ λέγεται ἐναντία τῷ ποιητικὰ ἐναντίων εἶναι (οὕτω τὸ θερμαντικὸν τῷ ψυκτικῷ ἐναντίον), τὰ δὲ τῷ παθητικὰ τῶν ἐναντίων εἶναι, ὡς τὸ δυνάμενον ψύχεσθαι τῷ θερμαίνεσθαι δυναμένῳ, τὰ δὲ τῷ τὰ μὲν ποιητικὰ εἶναι τὰ δὲ παθητικά, ὡς τὸ θερμαίνειν δυνάμενον τῷ θερμαίνεσθαι, ἢ τὰ θερμαίνοντα τοῖς ψύχουσι καὶ τὰ θερμαινόμενα τοῖς
30ψυχομένοις. ἀποβολαὶ δὲ ἢ λήψεις τὸ θερμὸν γινόμενον τῷ γινομένῳ ψυχρῷ, τὸ ἀποβάλλον τὴν θερμότητα τῷ τὴν ψυχρότητα. ἕξις δὲ καὶ στέ‐ ρησις τῶν τοιούτων τὸ ἔχον θερμότητα καὶ τὸ δυνάμενον ἔχειν μὴ ἔχον δέ, ἢ ἡ ὄψις καὶ ἡ τυφλότης. ἐκ τῶν νῦν εἰρημένων δῆλον ὅτι καὶ ὧν ἡ διαφορὰ μεγίστη ἢ κατὰ γένος ἢ κατ’ εἶδος, καθ’ ἃ δεύτερον παρε‐
35θέμην παραδείγματα, ταῦτα κατὰ γένος καὶ κατ’ εἶδος λέγει. λέγονται ἐναντία καὶ κατὰ τὰς τῶν ἐναντίων ἀποβολάς, οἷον τὸ ὑγίειαν ἀποβάλλον τῷ νόσον ἀποβάλλοντι, ἀλλὰ καὶ κατὰ τὴν τοῦ αὐτοῦ ἀποβολήν τε καὶ
λῆψιν· τὸ γὰρ λαμβάνον τῷ ἀποβάλλοντι ὑγίειαν. καὶ κατὰ τὰς ἕξεις δὲ382
in Metaph
.

383

τῶν ἐναντίων ἐναντία λέγεται, οἷον τὸ ἔχον ὑγίειαν τῷ ἔχοντι νόσον, καὶ κατὰ τὰς στερήσεις ὁμοίως (τὸ γὰρ ἐστερημένον ὑγιείας τῷ ἐστερημένῳ νόσου ἐναντίον καὶ αὐτό), ἢ ἐπὶ τοῦ αὐτοῦ τὸ ἔχον αὐτὸ τῷ ἐστερημένῳ αὐτοῦ, τὸ ἔχον ὑγίειαν τῷ ταύτης ἐστερημένῳ. ἐπεὶ δ, φησί, τὸ ἓν καὶ
5τὸ ὂν πολλαχῶς λέγεται (δεκαχῶς γάρ), ἰσαχῶς, φησί, λεχθήσεται καὶ τὰ κατ’ αὐτὰ λεγόμενα, τουτέστι καθ’ ἕκαστον αὐτῶν λεγόμενα καὶ ἐν ἑκάστῳ ὄντα. ταῦτα δέ ἐστι τὸ ταὐτόν, τὸ ἕτερον, τὸ ἐναντίον, τὸ ὅμοιον, τὰ ἄλλα ὅσα κοινὰ πάντων τῶν τοῦ ὄντος γενῶν· καὶ γὰρ ἐν οὐσίᾳ ταὐτὸν καὶ ὅμοιον καὶ ἕτερον καὶ ἐναντίον, καὶ ἐν ποιότητι καὶ ἐν ποσότητι καὶ
10ἐν ἑκάστῳ τῶν ἄλλων γενῶν. ὥστε καὶ τούτων ἕκαστον δεκαχῶς ῥηθή‐ σεται· καὶ γὰρ ἐν οὐσίᾳ ἐναντίωσις, τῷ καὶ τὰ ἔχοντα ἐναντία ἢ τὰ πά‐ σχοντα ἢ τὰ ποιοῦντα ἢ ἀποβάλλοντα ἢ λαμβάνοντα ἐναντία καὶ αὐτὰ ἀλ‐ λήλοις λέγεσθαι· ὥστε ἔσται κατὰ τὰς κατηγορίας ἡ διαίρεσις τοῦ τε ταὐτοῦ καὶ ἑτέρου καὶ ὁμοίου καὶ ἐναντίου. τούτου γὰρ χάριν ἐμνημό‐
15νευσε τούτου. ἐξ οὗ καὶ δῆλον πάλιν ὅτι τοῦ πρώτου φιλοσόφου ἡ περὶ τούτων θεωρία. Ἑξῆς δὲ ἐκτίθεται ποσαχῶς ἕτερα τῷ εἴδει λέγεται· πρότερον γὰρ εἶπε ποσαχῶς τὰ ἐναντία λέγεται, καὶ ἦν ἐν αὐτοῖς καὶ τὰ τῷ εἴδει δια‐ φέροντα· ποσαχῶς οὖν καὶ τὰ τῷ εἴδει διαφέροντα, λέγει. ἕτερα δή φησι
20τῷ εἴδει εἶναι τά τε ἐκ τοῦ αὐτοῦ γένους διαφέροντα εἴδη μὴ ὑπάλληλα, τουτέστι τὰ ἐκ τοῦ αὐτοῦ γένους ἀντιδιῃρημένα ἀλλήλοις. δεύτερον ση‐ μαινόμενον ἐκτίθεται τῶν ἑτέρων τῷ εἴδει, ὅσα ἐκ τοῦ αὐτοῦ γένους ὄντα διαφοράν τινα ἔχει πρὸς ἄλληλα. οὕτως ἂν εἴη ἕτερα ἀλλήλων καὶ τὰ ὑπάλληλα εἴδη· καὶ γὰρ ταῦτα διαφορὰς ἔχει πρὸς ἄλληλα. ἕτερά φησιν
25εἶναι καὶ ὅσα ἐν τῇ αὐτῶν οὐσίᾳ καὶ τῷ ὁρισμῷ ἐναντίωσιν ἔχει. οὕτω λέγοιτ’ ἂν ὕδωρ πυρὸς ἕτερον. ἐν γὰρ τῇ οὐσίᾳ ἐστὶν αὐτῶν ἐναντίωσις· τὸ μὲν γὰρ θερμόν τε καὶ ξηρὸν τὴν οὐσίαν, τὸ δὲ ὕδωρ ψυχρόν τε καὶ ὑγρόν, καὶ ἔστι γένος αὐτῶν ἢ τὸ φυσικὸν σῶμα ἢ τὸ στοιχεῖον· δεῖ γὰρ τὰ ἕτερα τῷ εἴδει ὑπὸ ἕν τι γένος εἶναι. λέγει καὶ τὰ ἐναντία ἕτερα τῷ
30εἴδει, ἢ πάντα, φησίν, ἢ τὰ λεγόμενα πρώτως. πρώτως δέ ἐστιν ἐναντία ἤτοι τὰ ἐν τῷ αὐτῷ γένει πλεῖστον ἀλλήλων διαφέροντα, ἐπειδὴ καὶ ὁ τῶν ἐναντίων ὁρισμὸς ἐν τούτοις, ἢ πρῶτα λέγει τὰ κυρίως ἐναντία, μὴ ἢ τῷ μετέχειν τινῶν ἢ τῷ δεκτικὰ αὐτῶν εἶναι, τὰ δὲ τῷ ποιητικὰ εἶναι τῶν τοιούτων ἢ παθητικά, ἢ κατά τινα τρόπον τῶν πρὸ ὀλίγου εἰρη‐
35μένων· ἐναντία γὰρ καὶ αὐτὰ καλεῖται. οὐ γὰρ ἀνάγκη ἕτερα τῷ εἴδει εἶναι τὰ ἐναντίων τινῶν δεκτικά· κατὰ γὰρ τὸ αὐτὰ τῶν ἐναντίων εἶναι
δεκτικά. ἕτερα λέγει τῷ εἴδει εἶναι καὶ ὧν ἀτόμων εἰδῶν ἐν τῷ αὐτῷ383
in Metaph
.

384

γένει ὄντων οἱ λόγοι καὶ οἱ ὁρισμοί εἰσιν ἕτεροι, ὡς ἵππου καὶ βοός· τὰ γὰρ ἄτομα εἴδη τελευταῖα. ἔτι λέγει ἕτερα τῷ εἴδει καὶ ὅσα ἐν τῇ αὐτῇ οὐσίᾳ ὄντα, τουτέστιν ὁρισμῷ τῷ αὐτῷ καὶ λόγῳ, ἔχει τινὰ πρὸς ἄλληλα διαφοράν, ὡς τὰ ἄτομα τὰ ἐν τῷ αὐτῷ εἴδει, ὁ Σίμων καὶ Σωκράτης· τὸ γὰρ οἰκεῖον
5ἑκάστῳ εἶδος ἕτερον. δύναται διὰ τοῦ καὶ ὅσα ἐν τῇ αὐτῇ οὐσίᾳ ὄντα ἔχει διαφορὰν λέγειν περὶ τῶν σωμάτων, ἃ ἐναντίωσιν μὲν οὐκ ἔχει πρὸς ἄλληλα ἐν τῇ οὐσίᾳ, ὡς εἶχε τὸ πῦρ καὶ τὸ ὕδωρ, διαφορὰν δέ τινα. οὕτως ἂν εἴη ἕτερα γῆ καὶ ὕδωρ. οὐ γὰρ ὁμοίως ἡ γῆ ὕδατος ἕτερον καὶ ἀέρος (ἀέρος γὰρ κατὰ ἐναντίωσιν), οὐδ’ ὁμοίως τὸ ὕδωρ ἕτερον
10ἀέρος τε καὶ πυρός. ἤδη δὲ περὶ τούτων προείρηκε. τῷ δὲ εἴδει φησὶ ταὐτὰ λέγεσθαι τὰ ἀντικειμένως λεγόμενα τούτοις, καὶ οὐ χαλεπὸν ἕκαστον λαμβάνοντα τῶν σημαινομένων ὑπὸ τῶν τῷ εἴδει ἑτέρων λαμβάνειν τὰ τῷ εἴδει ταὐτά. ἔσται δὲ ταῦτα οὕτως ταὐτά τινα ὄντα κατὰ μέν τι ἕτερα τῷ εἴδει, κατὰ δέ τι ταὐτά, ὥσπερ καὶ τὰ ὑπάλληλα γένη καὶ ταὐτὰ τῷ
15εἴδει καὶ οὐ ταὐτά, ταὐτὰ μὲν ὅτι ἦν ἕτερα τῷ εἴδει τὰ ἐκ τοῦ αὐτοῦ γένους μὴ ὑπάλληλα· ταὐτὰ δὴ κατὰ τοῦτο ἔσται ᾗ [οὐχ] ὑπάλληλα. ἔσται δὲ ἕτερα πάλιν, ὅτι ἦν τινα ἕτερα τῷ εἴδει καὶ κατὰ τὸ σημαινό‐ μενον τοῦτο· ἦν γὰρ ἕτερα καὶ ὅσα ἐν τῷ αὐτῷ γένει ὄντα διαφοράν τινα εἶχεν, οἷά ἐστι καὶ τὰ ὑπάλληλα. τὰ μὲν οὖν ἔσται ταὐτὰ τῷ εἴδει, ὅτι
20ὑπάλληλα, τὰ δὲ ὅτι ἐν τῷ αὐτῷ γένει ὄντα οὐκ ἔχει διαφοράν, ὡς ἄν‐ θρωπος ἀνθρώπῳ, καὶ τὰ μὴ ἔχοντα ἐν τῇ οὐσίᾳ ἐναντίωσιν, ὡς πῦρ πρὸς ἀέρα· οὐ γὰρ πάντῃ τὰ εἴδη αὐτῶν ἐναντία· ἐπεὶ γὰρ τὸ πῦρ τοῦ ὕδατος ἕτερον ἦν τῷ ἔχειν ἐναντίωσιν ἐκείνῳ, ταὐτὸν † ἢ οὖν τῷ ἀέρι. ἢ εἰ καὶ τούτῳ λέγοιτο ἔχειν ἐναντίωσιν, ἀλλ’ ὡς πυρὶ ἔσται ταὐτόν· ἐκείνῳ γὰρ
25οὐδὲν ἐναντίον ἐν τῇ οὐσίᾳ ἔχει. εἴη ἂν καὶ τὰ μὴ ἐναντία ἐν τῷ αὐτῷ εἴδει, ὡς ἵππος κυνὶ ἢ τὸ μέλαν τῷ φαιῷ. ἀλλὰ καὶ ὧν ἐν τῷ τελευταίῳ τοῦ γένους εἴδει οἱ λόγοι μή εἰσιν ἕτεροι· οὕτως ἄνθρωπος ἀνθρώπῳ καὶ ἵππος ἵππῳ ταὐτὰ τῷ εἴδει. καὶ ὅσα ἐν τῇ αὐτῇ οὐσίᾳ ὄντα μὴ ἔχει μηδεμίαν διαφοράν· οὕτως ἂν ταὐτὸν εἴη τὸ κατ’ ἀριθμὸν ταὐτὸν αὐτὸ
30αὑτῷ, καὶ τὰ πολυώνυμα ἀλλήλοις. οὐκ ἄλλο δὲ καθ’ ἑκάστην ἀπόδοσιν δεῖ ζητεῖν· τὰ γὰρ αὐτὰ κατὰ διαφόρους ἐπιβολὰς τὰ αὐτὰ ἀλλήλοις γίνε‐ ται πλεοναχῶς. Ἐφεξῆς ἐκτίθεται τὰ σημαινόμενα τοῦ προτέρου τε καὶ ὑστέρου ἐποιήσατο δὲ καὶ ἐν ταῖς Κατηγορίαις διαίρεσιν αὐτοῦ, ἀλλ’ ἐκεῖ μὲν
35ἔλαβε τὸ τῷ χρόνῳ, τὸ τῇ φύσει, τὸ τῇ τάξει, τὸ τῇ δυνάμει, τὸ τῶν ἀντιστρεφόντων πρὸς ἄλληλα αἴτιον τῷ ἑτέρῳ τοῦ εἶναι, ἐνταῦθα δὲ τὰ
μέν φησι πρότερα λέγεσθαι τῷ ἀρχῆς τινος ὡρισμένης ἐγγυτέρω εἶναι ἢ384
in Metaph
.

385

ἁπλῶς καὶ τῇ φύσει ὡρισμένης καὶ πλειόνων οὔσης ἀρχῆς, ἢ πρός τι ἀρ‐ χῆς, ἢ ὑπό τινών γε νομιζομένης. εἰπὼν δὲ ὡς ὄντος τινὸς πρώτου καὶ ἀρχῆς ἐν ἑκάστῳ γένει, ἑξῆς τὰ γένη προχειρίζεται ἐν οἷς τὸ πρότερόν τε καὶ ἡ ἀρχὴ ἡ οὕτω λεγομένη. ἔστι δὲ κατὰ πέντε, κατὰ τόπον, κατὰ
5χρόνον, κατὰ κίνησιν, κατὰ δύναμιν καὶ κατὰ τάξιν. καὶ πρῶτον περὶ τῶν κατὰ τόπον λέγει· κατὰ γὰρ τόπον πρότερα μὲν τὰ ἐγγυτέρω τούτου τινός, ὕστερα δὲ τὰ πορρωτέρω τοῦ αὐτοῦ τούτου, ἤτοι ὡρισμένου τῇ φύσει, ὡς ἔχει τὸ μέσον τοῦ παντὸς ἢ τὸ ἔσχατόν τε καὶ πέριξ, ἢ τοῦ τυχόντος, ἀλλ’ οὐ τῇ φύσει ὡρισμένου, ἂν ἀπὸ τοῦ ἐν ᾧ τίς ἐστι τὸ πρότερον καὶ τὸ ὕστερον
10τὸ κατὰ τόπον λαμβάνῃ· πρότερον γὰρ τὸ ἐγγυτέρω τοῦ ἐν ᾧ ἐστι τόπου ὄν, ὕστερον δὲ τὸ πορρωτέρω καὶ πλεῖον ἀφεστώς. τὸ δὲ προειρημένον τὸ ἀρχῆς τινος διωρισμένης, ἢ ἁπλῶς καὶ τῇ φύσει, ἢ πρός τι ἢ ποῦ ἢ ὑπό τινων, ἐπὶ τοῦ τόπου σημαίνοι ἂν τὸ μὲν τῇ φύσει, ὃ εἶπεν αὐτός, εἰ τὸ μέσον τὸ τοῦ παντὸς ἢ τὸ ἔσχατον λαμβάνοιτο· τὸ δὲ
15πρός τι, εἰ μὴ φύσει τις ὢν πρῶτος πρὸς ἄλλους τινὰς τόπους ὡς πρῶτος ὢν ἐκείνων λαμβάνοιτο, οἷον πρῶτος τῶν μέχρι Ἐλευσῖνος ὁ πλησίον τοῦ ἄστεος· τῶν γὰρ ἐφεξῆς αὐτὸς πρῶτος· τὸ δὲ πο, εἴ τις ἀπὸ τοῦ ἐν ᾧ ἐστι τὸ πρότερον λαμβάνοι· τὸ δὲ ὑπό τινων, ὡς ἂν ἕκαστος τῶν τὸ πρό‐ τερον λαμβανόντων θήσει τὸν τόπον πρὸς ὃν τὸ πρότερον. τὰ δὲ κατὰ
20χρόνον. εἰπὼν περὶ τοῦ κατὰ τόπον προτέρου, λέγει καὶ περὶ τοῦ κατὰ χρόνον, οὐ πάντῃ ὁμοίως λεγομένου τῷ κατὰ τόπον· ἐπὶ μὲν γὰρ ἐκείνου τὸ ἐγγύτερον τοῦ ὡρισμένου τόπου πρῶτον, ἐπὶ δὲ τοῦ χρόνου οὐχ οὕτως, ἀλλ’ ἐπὶ μὲν τῶν γεγονότων τὸ πορρωτέρω, ἐπὶ δὲ τῶν μελλόντων τὸ ἐγ‐ γύτερον· τὰ μὲν γὰρ πορρωτέρω τοῦ νῦν ἀφεστῶτα ἐπὶ τῶν παρεληλυθό‐
25των πρότερα, ὕστερα δὲ τὰ ἐγγυτέρω· ἐπὶ δὲ τῶν μελλόντων ἔμπαλιν πρό‐ τερα μὲν τὰ ἐγγυτέρω τοῦ νῦν, ὕστερα δὲ τὰ πορρωτέρω. ὡς γὰρ ἀρχῇ χρόνου χρωμένων ἡμῶν τῷ νῦν τὰ μὲν ἐγγυτέρω τῶν ἐσομένων τούτου πρότερον λέγεται ἔσεσθαι, τὰ δὲ πορρωτέρω τῶν γεγονότων πρότερα γε‐ γονέναι. πρότερα γὰρ κατὰ χρόνον ταῦτα ὧν ἐν προτέρῳ νῦν ἡ ὕπαρξις,
30πρότερον δὲ νῦν ἐπὶ μὲν τοῦ παρεληλυθότος τὸ πορρωτέρω τοῦ νῦν, ἐπὶ δὲ τοῦ μέλλοντος τὸ ἐγγυτέρω ὄν. ἔστι μὲν οὖν τὸ νῦν ἀρχὴ χρόνου φύσει· τῷ δὲ ἄλλο καὶ ἄλλο λαμβάνεσθαι δόξει καὶ ἐπὶ τοῦ χρόνου εἶναι τὸ μὴ ἀεὶ ὡρίσθαι φύσει τὴν ἀρχήν. πάλιν κατὰ κίνησιν πρότερα τὰ ἐγ‐ γύτερα τοῦ πρώτου κινήσαντος. οὕτως πρότερος παῖς ἀνδρός· ἐγγυτέρω
35γὰρ τῷ γεννήσαντι. ἀρχὴ γὰρ καὶ αὕτη τις, φησίν, ἁπλῶς, τουτέστι κατὰ φύσιν, τὸ πρότερον κινῆσαν ἐπὶ τῆς κατὰ φύσιν κινήσεως. οὕτω πρώτη ἡ τῶν ἀπλανῶν κίνησις καὶ ἡ τοῦ Κρόνου τῶν ἄλλων, ὅτι ἐγγυτέρω ἐκείνου. διὰ δὲ τοῦ προσθεῖναι τὸ ἀρχὴ δὲ καὶ αὕτη τις ἀπλῶς ἔοικε
δηλοῦν ὅτι καὶ ἡ ἐπὶ τοῦ χρόνου λαμβανομένη ἁπλῶς καὶ αὐτὴ ἦν ἀρχή·385
in Metaph
.

386

τοιοῦτον γὰρ τὸ νῦν. καὶ κατὰ δύναμιν δὲ λέγεται πρότερα· τὸ γὰρ ἄρχον καὶ δυνατώτερον τῇ δυνάμει πρότερον, ἔστι δὲ δυνατώτερόν τε καὶ ἄρχον οὗ κατὰ τὴν προαίρεσιν ἀνάγκη τὸ ὕστερον ἀκολουθεῖν τε καὶ κινεῖσθαι ἢ μὴ κινεῖσθαι, ὡς ἂν ἐκείνῳ δοκῷ· ἡ γὰρ ἐκείνου προαίρεσις ἀρχὴ τῆς
5τῶν ὑπ’ αὐτὸ κινήσεως· καὶ γὰρ καθόλου ἡ προαίρεσις ἀρχή τις ἐν ἀν‐ θρώπῳ. καὶ εἴη ἂν κατὰ δύναμιν πρῶτον μὲν τὸ ἄρχον, ὕστερον δὲ τὸ ὑποτεταγμένον ἐκείνῳ· ἀρχὴ δὲ ἡ τοῦ κινοῦντος προαίρεσις, ἧς ἐγγυτέρω μέν ἐστιν ὁ ἔχων αὐτήν, πορρωτέρω δὲ ὁ ὑπὸ τούτου κινούμενος. λέγεταί τινα καὶ τῇ τάξει πρῶτα. τίνα δέ ἐστι τὰ τῇ τάξει πρότερα καὶ ὕστερα
10λέγει· ὅσα γὰρ πρός τι ἓν ὡρισμένον ἀφέστηκεν ἔν τινι λόγῳ, τὸ πρῶτον ἔχει ταῦτα τῇ τάξει καὶ τὸ ὕστερον, ὡς ὁ ἐν χορῷ πρωτοστάτης τοῦ τριτοστάτου πρότερος· κατὰ γὰρ τὴν πρὸς τὸν κορυφαῖον ἀπόστασιν τῇ τάξει τὸ πρότερον τούτοις καὶ τὸ ὕστερον· ἀρχὴ γὰρ ὁ κορυφαῖος τοῦ χοροῦ. ὁμοίως καὶ παρανήτη νήτης προτέρα τῇ τάξει κατὰ τὴν πρὸς τὴν
15μέσην ἀπόστασιν, ἥτις ἐν τῷ ἡρμοσμένῳ ἀρχὴ λαμβάνεται. Τὰ μὲν οὖν πρότερα τοῦτον λέγεται τὸν τρόπον, πάντας δὲ τοὺς προ‐ ειρημένους τοῦ προτέρου τρόπους ὄντας πέντε ὑφ’ ἕν τι κοινὸν ὑπάγει, τὸ ὄντος τινὸς πρώτου καὶ ἀρχῆς ἐν ἑκάστῳ γένει κατὰ τὴν πρὸς τοῦτο ἀπό‐ στασίν τε καὶ γειτνίασιν τὸ πρότερον λαμβάνεσθαι· καὶ γὰρ εἰ διάφορα τὰ
20λαμβανόμενα, ὅπου μὲν τόπος, ὅπου δὲ χρόνος, ὅπου δὲ κίνησις, ὅπου δὲ δύναμις, ὅπου δὲ τάξις, ἀλλὰ ὁ τρόπος τῆς λήψεως ὁ αὐτός. ἄλλον δέ φησι τρόπον πρότερα λέγεσθαι παρὰ τὸν προειρημένον τὰ τῇ γνώσει· δοκεῖ γὰρ ὧν ἡ γνῶσις πρῶτον, ταῦτα καὶ ἁπλῶς τε καὶ τῇ φύσει πρῶτα εἶναι, ὧν δὲ ὕστερον, ὕστερα. ὅτι δὲ μὴ ἁπλῶς τὸ τῇ γνώσει πρῶτον
25καὶ τῇ φύσει πρῶτόν ἐστιν, ἑξῆς δείκνυσι διὰ τῆς τῶν γνωστῶν διαφορᾶς· εἶναι γάρ φησιν ἄλλα μὲν τὰ κατὰ τὸν λόγον πρῶτα, ἄλλα δὲ τὰ τῇ αἰ‐ σθήσει· κατὰ μὲν γὰρ τὸν λόγον τὰ καθόλου πρῶτα, ἃ καὶ ἁπλῶς τῇ φύσει πρῶτα (διὰ τούτων γὰρ αἱ κατ’ ἐπιστήμην γνώσεις), κατὰ δὲ τὴν αἴσθησιν τὰ καθ’ ἕκαστα, ἃ πρὸς ἡμᾶς δοκεῖ τὸ πρῶτον ἔχειν, ἀλλ’ οὐχ
30ἁπλῶς. διὸ κατὰ τοῦτο τὸ σημαινόμενον τοῦ πρώτου ἔσται πρῶτα καὶ τὰ καθόλου καὶ τὰ αἰσθητά. λέγει κατὰ τὸν λόγον πρῶτον εἶναι καὶ τὸ συμ‐ βεβηκὸς τοῦ συναμφοτέρου, ὅ ἐστιν ἔκ τε τοῦ ὑποκειμένου καὶ τοῦ συμβε‐ βηκότος· καὶ εἴη ἂν τοῦτο κατὰ τὸν λόγον πρῶτον οὐ τῇ γνώσει τῇ κατὰ τὸν λόγον, ἀλλὰ τῷ μέρος εἶναι τοῦ λόγου· τὸ γὰρ ἁπλούστερον πρῶ‐
35τον, ἁπλούστερον δὲ τὸ μέρος τοῦ ὅλου. καὶ ἔστιν ὅλον μὲν ὁ μουσικὸς ἄνθρωπος, μέρος δὲ τὸ μουσικόν. καίτοι ἀδύνατον μουσικὸν ὅλως εἶναι μὴ ὄντος ὑποκειμένου τινός, ἀλλ’ ὅμως ὕστερον ὂν τῇ οὐσίᾳ πρῶτόν ἐστι τῷ λόγῳ, τῷ μόριον εἶναι τοῦ λόγου τοῦ μουσικὸς ἄνθρωπος. πρότερά
φησι λέγεσθαι καὶ ἐν πάθεσι τὰ τῶν πρώτων πάθη τῶν τῶν ὑστέρων.386
in Metaph
.

387

οὕτως ἡ εὐθύτης πάθος ἐστὶ γραμμῆς καθ’ αὑτό, ἡ δὲ λειότης ἐπιφανείας· πρῶτον δὲ γραμμὴ ἐπιφανείας. μὴ εἰπὼν δὲ κατὰ τί σημαινόμενον τοῦ πρώτου ἡ γραμμὴ τῆς ἐπιφανείας πρῶτόν ἐστιν, δι’ οὗ τρόπου προστί‐ θησιν, ὃν κατὰ φύσιν τε καὶ οὐσίαν λέγει, δείκνυσι κατὰ τί πρότερον ἡ
5γραμμὴ τῆς ἐπιφανείας· λέγεσθαι γάρ φησι καὶ φύσει τε καὶ οὐσίᾳ πρῶτα, ὡς τὰ συναναιροῦντα μὲν μὴ συναναιρούμενα δέ, ᾧ φησι σημαινομένῳ πρώτῳ Πλάτωνα χρήσασθαι· οὕτω πρώτη καὶ ἡ γραμμὴ τῆς ἐπιφανείας ἐστίν. φησὶ δέ, ἐπεὶ τὸ εἶναι πλεοναχῶς (δεκαχῶς γάρ), τὸ κατὰ τὸ εἶναι πρῶτον καὶ κατὰ τὴν ὕπαρξίν φησιν εἶναι τὸ πᾶσιν ὑποκείμενον τοῖς ἄλλοις,
10τοιοῦτον δὲ τὴν οὐσίαν εἶναι· καθὸ γὰρ συναναιρεῖ μὲν μὴ συναναιρεῖται δέ, πρώτη τῶν ἄλλων. ἀλλὰ καὶ καθὸ ὑπόκειται καὶ καθὸ τἆλλα ἔστι τῷ ἐν ταύτῃ ὑποκειμένῃ εἶναι, μάλιστα καὶ πρῶτον ὄν. κατ’ ἄλλο πάλιν ση‐ μαινόμενον τοῦ ὄντος τε καὶ τοῦ εἶναι πρότερον εἶναί φησι τὸ πρῶτον δυ‐ νάμει ἢ ἐνεργείᾳ ὄν. οὕτως δείκνυσι τὸ ὅλον τῶν αὐτοῦ μερῶν πρῶτον
15ὂν καὶ ὕστερον· τὸ μὲν γὰρ μέρος πρῶτον τοῦ ὅλου δυνάμει, τὸ δὲ ὅλον ἐνεργείᾳ πρῶτον τῶν μερῶν, ὡς δείξει. πῶς δὲ τὸ δυνάμει καὶ ἐντελεχείᾳ λέγεται, διὰ παραδείγματος ἔδειξε. κατὰ δύναμιν γὰρ ἡ ἡμίσεια τῆς ὅλης πρώτη καὶ τὸ μόριον τοῦ ὅλου καὶ ὅλως ἡ ὕλη τοῦ εἴδους τε καὶ συναμφο‐ τέρου· δυνάμει γὰρ τούτων ἕκαστον ἐν τῷ ὅλῳ ὂν πρῶτόν ἐστι τοῦ ὅλου
20ἐνεργείᾳ ὄντος, τῷ μέρος αὐτοῦ εἶναι (ἐκ γὰρ τῆς συνθέσεως τούτων τὸ ὅλον), καὶ οὐδὲν μέρος, ἔστ’ ἂν μέρος ᾖ, ἐστὶ καθ’ αὑτὸ καὶ ἐνεργείᾳ· ὅταν δὲ μηκέτι δυνάμει ᾖ, ὡς ἦν ὄντα ἐν τῷ ὅλῳ, ἀλλ’ ἐντελεχείᾳ λαμ‐ βάνηται καὶ καθ’ αὑτὰ καὶ μὴ τοῦ ὅλου μέρη, ὅταν δὴ οὕτως ἔχῃ, εἰσὶν ὕστερα τοῦ ὅλου, ὥστε δυνάμει μὲν ὄντα πρῶτα, ἐντελεχείᾳ δὲ ὕστερα·
25διαλυομένου γὰρ τοῦ ὅλου ἐντελεχείᾳ τούτων ἕκαστον γίνεται χωριζόμενον τοῦ ὅλου ἐν ᾧ ὂν δυνάμει πρῶτον ἦν. ὥστε εἰ κυρίως ὂν τὸ ἐντελεχείᾳ, ἐντελεχείᾳ δὲ τὸ ὅλον, πρῶτον κυρίως ἂν εἴη τὸ ὅλον τοῦ μέρους. οὐ γὰρ ἐντελεχείᾳ πρῶτον τὸ μέρος τοῦ ὅλου (ἐκ γὰρ τῆς τοῦ ὅλου διαλύσεως τὸ μέρος αὐτοῦ ἐντελεχείᾳ γίνεται ὄν· χωρισθὲν γὰρ τοῦ ὅλου τοιοῦτον)·
30ὡς δυνάμει δὲ ὂν λαμβανόμενον, ὅτε καὶ μόριόν ἐστι, πρῶτον τοῦ ὅλου τῷ ἐνυπάρχειν αὐτῷ. διὸ ἐντελεχείᾳ μὲν πρῶτον τὸ ὅλον, δυνάμει δὲ τὸ μόριον καὶ τὸ ἐνυπάρχον. τρόπον δέ τινά φησι πάντα τὰ πρότερα καὶ ὕστερα λεγόμενα κατὰ ταῦτα λέγεσθαι. καὶ δι’ ὅ, προσέθηκε· τὰ μὲν γὰρ κατὰ γένεσιν ἐνδέχεται ἄνευ τῶν ἑτέρων εἶναι, οἷον τὸ
35ὅλον τῶν μορίων, τὰ δὲ κατὰ φθοράν, οἷον τὸ μόριον τοῦ ὅλου· ὁμοίως δὲ καὶ τἆλλα. λέγει δὲ διὰ τούτων ὅτι πάντα τρόπον τινὰ τὰ
λεγόμενα πρότερα καὶ ὕστερα εἶναι κατὰ τὸν τρόπον τοῦτον λέγεται τοῦ387
in Metaph
.

388

δυνάμει καὶ ἐνεργείᾳ· τῶν γὰρ οὐσιῶν, ὧν αἱ γενέσεις (καὶ γὰρ ἐπὶ τού‐ των ἡ γένεσις κυρίως), αἱ μὲν δυνάμει πρῶται αἱ δὲ ἐνεργείᾳ· τὰ μὲν γὰρ μέρη δυνάμει ὄντα πρῶτα τῶν ὅλων, τὰ δὲ ὅλα ἐνεργείᾳ πρῶτα τῶν μερῶν, ἃ δὴ καὶ διὰ τῶν ἐφεξῆς δείκνυσι. τὸ δὲ τὰ μὲν γὰρ κατὰ
5γένεσιν ἐνδέχεται ἄνευ τῶν ἑτέρων εἶναι ἴσον ἐστὶ τῷ τὰ μὲν γὰρ κατὰ γένεσιν καὶ ἐνεργείᾳ ὄντα (ἐπὶ τοῦτο γὰρ ἡ γένεσις ὁδός) πρῶτα· τοιαῦτα δὲ τὰ ὅλα. τοῦ δὲ πρῶτα εἶναι δεικτικῷ ἐχρήσατο τῷ ἐνδέ‐ χεται ἄνευ τῶν ἑτέρων εἶναι. ἃ γὰρ ἔστι μὴ ὄντων ἐκείνων μηδέπω πρὸς ἃ συγκρίνεται κατὰ τὸ πρότερον, δῆλον ὅτι πρότερα. ὄντος δὲ τοῦ
10ὅλου ἐνεργείᾳ, οὐχ οἷόν τε εἶναι αὐτοῦ τὰ μέρη ἐνεργείᾳ. ὥστε ἐν μὲν τῇ γενέσει τοῦ ὅλου ὑπάρχοντος, πρῶτον τὸ ὅλον τῶν μερῶν, εἴ γε τὸ μὲν ἔστι τὸ δὲ μὴ ἔστιν· ἐν δὲ τῇ φθορᾷ τοῦ ὅλου πάλιν τὸ μὲν μόριον ἔστι, τὸ δὲ ὅλον οὐκ ἔστιν. εἰ δὲ τὸ μὲν ὅλον ἐν τῇ γενέσει ἔστι, τὸ δὲ μέρος ἐν τῇ φθορᾷ, κατὰ τὸ ἐνεργείᾳ εἶναι καὶ τὸ δυνάμει συγκρίνοιτο. τὸ δὲ ὁμοίως
15δὲ καὶ τἆλλα προσέθηκε λέγων καὶ ἐπὶ τῶν ἄλλων τῶν ὄντων, ὧν οὐκ ἔστιν ἡ κυρίως γένεσις (οὐ γὰρ πάντα τὰ ὄντα διὰ γενέσεως τὸ εἶναι ἔχουσιν, εἴ γε τῶν φθαρτῶν οὐσιῶν ἡ κυρίως γένεσις μόνων), καὶ ἐπ’ ἐκείνων οὖν, ὧν οὐκ ἔστι μὲν γένεσις, ὅλα δέ πώς ἐστι καὶ αὐτὰ καὶ μέρη ἔχει, ὁμοίως ἕξει· δυνάμει γὰρ καὶ ἐπ’ ἐκείνων τὰ μόρια τοῦ ὅλου
20πρῶτα ὄντα ἔσται ἐνεργείᾳ ὕστερα. οὕτως ἐπὶ γραμμῆς καὶ ἐπιφανείας, τῶν συμβεβηκότων ἁπάντων τῇ οὐσίᾳ, ποσοῦ, ποιοῦ, τῶν ἄλλων. τὰ δὲ τῶν ἀιδίων καὶ θείων σωμάτων μέρη οὐδὲ δυνάμει ἂν εἴη ὄντα ἐν τῷ ὅλῳ, εἴ γε δυνάμει ὄντα μέρη ταῦτα ἃ οἷόν τέ ποτε καὶ ἐνεργείᾳ γενέσθαι χωρισθέντα τοῦ ὅλου, τὰ δὲ ἐκείνων μέρη ἀχώριστα τοῦ ὅλου, ὄντος
25ἐκείνου ἀεὶ ἐνεργείᾳ. τῶν δέ γε συμβεβηκότων τῇ οὐσίᾳ εἰ καὶ μὴ κυ‐ ρίως ἡ γένεσις κατηγορεῖται, ἀλλ’ ἔστι γέ τις καὶ τούτων γένεσις, ἡ κατὰ προσθήκην λεγομένη, ἀλλ’ οὐχ ἁπλῶς· καὶ ἔστι καθ’ ἕκαστον καὶ τούτων γένεσις, καὶ τὸ μὲν ἐνεργείᾳ πρότερον, τὸ δὲ δυνάμει ὕστερον. ἐνεργείᾳ μὲν γὰρ πρῶτον τὸ εἰς ὃ ἡ μεταβολὴ καθ’ ἕκαστον γένος γίγνεται, δυνάμει
30δὲ οὗ· καὶ μεταβάλλοντος πάλιν ἐκ τούτου δυνάμει μὲν πάλιν τοῦτο πρῶτον, ἐκεῖνο δὲ εἰς ὃ μεταβάλλει, ὃ κατὰ τὴν πρώτην μεταβολὴν δυνάμει πρῶτον ἦν, [οὐκ] ἐνεργείᾳ. δι’ ἣν μεταβολὴν γίνεται καὶ τὰ μέρη δυνάμει τοῦ ὅλου πρῶτα, καὶ τὸ ὅλον πάλιν καὶ αὐτὸ τῶν μερῶν δυνάμει πρῶτον. τῷ γὰρ δύνασθαι τὸ ὅλον φθαρῆναι εἰς τὰ μέρη, ὅταν ᾖ ἐνεργείᾳ ὅλον,
35ἔσται δυνάμει τὰ μέρη. οὕτω μὲν οὖν συγκρινομένων τῶν μερῶν κατὰ τὸ δυνάμει, πρῶτα τὰ μέρη τοῦ ὅλου δυνάμει, κατὰ δὲ τὸ ἐνεργείᾳ πρῶτον τὸ ὅλον τῶν μερῶν, ὡς δέδεικται· ὃ μὲν γὰρ πρῶτον ἐνεργείᾳ ἐστί τινων, τοῦτο πρῶτον ἐκείνων ἁπλῶς, ὃ δὲ πρῶτόν τινων δυνάμει ἐστί, τοῦτο
ἐκείνων δυνάμει πρῶτον οὐχ ἁπλῶς.388
in Metaph
.

389

Ἑξῆς δὲ τὰ τῆς δυνάμεως σημαινόμενα ἐκτίθεται, καὶ δύναμιν λέγει λέγεσθαι ἕνα μὲν τρόπον τὴν ἀρχὴν τῆς κινήσεως ἢ μεταβολῆς ἐν ἑτέρῳ οὖσαν ἢ ᾗ ἕτερον, ἀρχὴν τὴν αἰτίαν λέγων. αὕτη δέ ἐστιν ἡ ποιητική. καθ’ ἣν γὰρ τὸ ἐνεργοῦν καὶ τὸ ποιοῦν ποιεῖ, τοῦτο δύναμις. τὸ δὲ
5μεταβολῆς εἶπεν ὅτι οὐ μόνον κινήσεως ποιητικὴ ἡ δύναμις, ἀλλὰ καὶ ἠρεμίας, καθ’ ἧς τὸ μὲν τῆς μεταβολῆς ὄνομα κατηγορεῖν ὀρθόν, τὸ δὲ τῆς κινήσεως οὐκέτι, ὡς καὶ αὐτὸς ὀλίγον προελθὼν ἐρεῖ. οὕτω δυνάμεις αἱ τέχναι ἂν εἶεν· κατὰ γὰρ αὐτὰς ἐνεργοῦσί τε καὶ ποιοῦσιν οἱ τεχνῖται. τοιαύτη δύναμις ἡ ποιητική, ἣ οὐκ ἐν τῷ κινουμένῳ τε καὶ γινομένῳ
10ἐστίν (οὐδὲν γὰρ αὑτὸ ποιεῖ), ἀλλ’ ἐν ἑτέρῳ· ἐν γὰρ τῷ οἰκοδόμῳ, οὐκ ἐν τῷ οἰκοδομουμένῳ ἡ ποιητικὴ δύναμις τῆς οἰκίας. ἐπεὶ οὖν κεχώ‐ ρισται τὸ ποιοῦν τοῦ ποιουμένου καὶ ἔστιν ἡ ποιητικὴ δύναμις ἐν τῷ ποιοῦντι, ἀνάγκη ἐν ἑτέρῳ αὐτὴν εἶναι καὶ οὐκ ἐν τῷ ποιουμένῳ. ἐπεὶ δὲ ἐνδέχεταί τινα καὶ αὑτῷ αἴτιον μεταβολῆς γενέσθαι τῆς κατά τι,
15ἔχοντα τὴν ἀρχήν, καθ’ ἣν ἡ μεταβολὴ καὶ ὑφ’ ἧς, ὡς ὅταν ἰατρὸς αὑτὸν ὑγιάζῃ, διὰ τοῦτο προσέθηκε τῷ ἐν ἑτέρῳ τὸ ἢ ᾗ ἕτερον· οὐ γὰρ ᾗ νοσεῖ, ταύτῃ τὴν δύναμιν τοῦ αὑτὸν ἰᾶσθαι ἔχει· οὐ γὰρ ταὐτὸν ἰατρῷ τε εἶναι καὶ ἰατρευομένῳ τε καὶ νοσοῦντι. τὴν μὲν οὖν οὕτως φησὶ δύ‐ ναμιν λέγεσθαι, τὸ δὲ ὅλως προσέθηκεν ἤτοι τοῦ καθόλου δηλωτικόν, ὡς
20εἶναι τὸ εἰρημένον ‘ἡ μὲν οὖν καθόλου ἀρχὴ μεταβολῆσ‘, ἢ τοῦ κυρίως, ἐπεὶ καὶ αὐτῷ δοκεῖ ἡ ποιητικὴ δύναμις κυριωτάτη δύναμις λέγεσθαι, ὡς προϊὼν ἐρεῖ καὶ ἐν τούτῳ καὶ ἐν τῷ Θ ταύτης τῆς πραγματείας, ἐν ᾧ προηγουμένως περὶ δυνάμεως ποιεῖται τὸν λόγον. ἑξῆς δὲ σημαινόμενον δυνάμεως ἐκτίθεται, καθ’ ἣν λέγεται δύναμιν ἔχειν τινὰ τοῦ πάσχειν τε καὶ
25κινεῖσθαι ὑπό τινων. ἔστι μὲν οὖν ἑκατέρα τῶν εἰρημένων δυνάμεων ἐν τοῖς ἔχουσιν· ἀλλ’ ἡ μὲν ποιητικὴ ἄλλου καὶ ἐκτός τινός ἐστι ποιητική, ἡ δὲ παθητικὴ ὑπ’ ἄλλου τινὸς καὶ ἐκτὸς ὄντος παθητικὴ οὖσα ἐν τῷ πάσχοντι καὶ μεταβάλλοντί ἐστιν· τὸ γὰρ φ’ ἑτέρου τὴν παθητικὴν σημαίνει. τὸ δὲ ᾗ ἕτερον προσέθηκε πάλιν διὰ τὸν ἰατρὸν τὸν αὑτὸν ἰώμενον· νοσῶν
30γὰρ καὶ δύναμιν ἔχων τοῦ πάσχειν τε καὶ ἀλλοιοῦσθαι καὶ θεραπεύεσθαι, εἰ καὶ οὗτος τὴν ποιητικὴν ταύτης τῆς μεταβολῆς δύναμιν ἔχει, ἀλλ’ οὐχ ᾗ νοσῶν, ἀλλὰ καθὸ ἕτερόν τί ἐστιν· καθὸ γὰρ ἰατρός, ἄλλος ἐστὶ τοῦ νοσοῦντος. οὐ γὰρ τῷ νοσοῦντι τὸ νοσεῖν ἐν τῷ ἰατρῷ εἶναι (ὡς γὰρ τοῦ ποιεῖν δύναμίς ἐστιν, οὕτω καὶ τοῦ πάσχειν), καὶ ταύτην τὴν παθητικὴν
35αἰτίαν τὴν φύσει εἶναι. ὁτὲ μὲν οὖν, φησί, κατὰ τῶν ὅλως παθεῖν τι δυ‐ ναμένων τὸ δύνασθαι κατηγορεῖται, ὁτὲ δὲ οὐ κατὰ πάντων παθῶν, ἀλλὰ κατὰ τῶν βελτιόνων ἀντικειμένων τὴν καθὸ εἰς τὸ βέλτιον δύναται μετα‐
βάλλειν τινὰ λεγόντων ἡμῶν δύναμιν, οἷον τὴν εἰς ὑγίειαν, ἀλλ’ οὐ τὴν389
in Metaph
.

390

εἰς νόσον· ἀδυναμίαν γὰρ ἐκείνην μᾶλλον ἔθος ἢ δύναμιν λέγειν. καὶ ἐπὶ τῆς ποιητικῆς δὲ δυνάμεως δείκνυσι τὴν τοιαύτην οὖσαν διαφοράν· λέγεσθαι γὰρ οὐ μόνον τὴν ποιητικήν τινος ἁπλῶς, ἀλλ’ ὅταν καὶ καλῶς τοῦτο ἐπιτελεῖν οἷόν τε ᾖ, ἢ κατὰ τὴν αὐτοῦ προαίρεσιν. οἷον ἂν καλῶς τις
5λέγῃ, δύναμιν τοῦ λέγειν φαμὲν ἔχειν, ἀλλ’ οὐκ εἰ ἁπλῶς λέγει. καὶ τὸν μὲν ἐλθόντα που κατὰ τὴν αὐτοῦ προαίρεσιν ἀπὸ δυνάμεως τοῦτο οἰκείας φαμὲν πεποιηκέναι, οὐκέτι δ’ ἂν ὑπ’ ἄλλων ἀγόμενος μετὰ βίας ἔλθῃ. εἶπε δὲ καὶ ἐπὶ τοῦ πάσχειν τὸ ῥητὸν τοῦτο, οὗ πάλιν διὰ βραχέων ἡμᾶς ὑπέμνησεν εἰπὼν ὁμοίως δὲ καὶ ἐπὶ τοῦ πάσχειν· δυνατὸς γὰρ
10ὁρᾶν ὁ ὁπωσοῦν ὁρῶν καὶ ὁ καλῶς αἰσθάνεσθαι καὶ ὁ ὁπωσοῦν. ἐπιζη‐ τήσαι δ’ ἄν τις, εἰ ἡ ποιητικὴ δύναμις ἀρχὴ κινήσεως ἢ μεταβολῆς ἐν ἑτέρῳ ἢ ᾗ ἕτερον, πῶς ὑπάγοιντο ἂν ταύτῃ τῇ δυνάμει οἱ κατὰ τὴν ἐν αὐτοῖς δύναμιν βαδίζοντες καὶ κατὰ τὴν ἐν αὐτοῖς προαίρεσιν λέγοντες; δοκοῦσι γὰρ οὗτοι κινεῖσθαι κατὰ τὴν ἐν αὐτοῖς ἀρχὴν τῆς κινήσεως. καὶ
15γὰρ ἡ τέχνη καὶ ἡ προαίρεσις ἀρχαὶ οὖσαι ἐν αὐτοῖς εἰσι τοῖς κατὰ ταύτας κινουμένοις. μήποτε οὖν ὡς ἄλλης οὔσης ταύτης τῆς δυνάμεως παρὰ τὴν ποιητικὴν μνημονεύει, καὶ ἔστιν αὕτη, καθ’ ἣν αἱ ἀπὸ τῶν ἕξεων ἐνέργειαι γίγνονται τοῖς τὰς ἕξεις ἔχουσι. τὸ δὲ ὁμοίως καὶ ἐπὶ τοῦ πάσχειν ἀντὶ τοῦ ὁμοίως ὡς καὶ ἐπὶ τοῦ πάσχειν· προείρηκε γὰρ τοῦτο καὶ ἐπὶ
20τῶν πασχόντων. ἐπὶ τούτοις δυνάμεως σημαινόμενον ἐκτίθεται τὸ κατὰ τὰς ἕξεις, καθ’ ἃς ἀπαθεῖς ἢ δυσπαθεῖς λέγομέν τινας τοῦ χείρονος· δοκεῖ γὰρ κατὰ ἀδυναμίαν εὐπάθεια τῶν χειρόνων εἶναι, κατὰ δύναμιν δὲ ἡ τῶν αὐτῶν τούτων δυσπάθεια ἢ ἀπάθεια. ἁπλῶς μὲν οὖν ἀπαθῆ τὰ θεῖα, τινῶν δὲ ἀπαθῆ ἐστί τινα καὶ τῶν ἐν γενέσει, ὡς ἡ σαλαμάνδρα μὲν τοῦ
25καίεσθαι δοκεῖ, ὁ δὲ ἀδάμας τοῦ διαιρεῖσθαι. ταῦτα μὲν οὖν τῆς δυνά‐ μεως τὰ σημαινόμενα παρατίθεται. ἐπιζητήσαι δ’ ἄν τις, ἐπεὶ καὶ ἡ φύσις δύναμίς τίς ἐστιν, εἰς τίνα τῶν εἰρημένων τρόπων ὑπάγοιτο ἄν. ἢ εἰ ἔστιν ἡ φύσις ἀρχὴ κινήσεως ἐν αὐτῷ, εἴη ἂν ὑπὸ τὴν παθητικὴν δύναμιν· τὰ γὰρ φύσιν ἔχοντα τοῦ κινεῖσθαι ὑπ’ ἄλλου δύναμιν ἔχει, ὡς ἔδειξεν ἐν
30Φυσικῇ ἀκροάσει. ἡ δὲ ψυχὴ ὑπάγοιτο ἂν τῇ ποιητικῇ δυνάμει· ἐν ἑτέρῳ γὰρ ἢ ᾗ ἕτερον· ὁ γὰρ κινούμενος κατὰ ψυχὴν ἔοικέ πως τῷ ἑαυτὸν ἰωμένῳ· ἑτέρα γὰρ ἡ ψυχή, καθ’ ἣν κινεῖται ὁ περιπατῶν, τοῦ κινουμένου σώματος. ἢ ἡ μὲν ψυχὴ ἀρχὴ τῆς κινήσεως ἀναλόγως τῇ φύσει, οἱ δὲ κατὰ τὰς ἐν τῇ ψυχῇ τέχνας κινούμενοί εἰσιν οἱ κατὰ τὰς ἐν
35αὐτοῖς ἕξεις ἐνεργοῦντες. Λεγομένης δὲ τῆς δυνάμεως τοσαυταχῶς (τετραχῶς γάρ, ἡ ποιητική, ἡ παθητική, ἡ ἕξις καὶ ἡ κατὰ τὴν ἀπάθειαν), ἐπεὶ τὸ δυνατὸν ἀπὸ τῆς
δυνάμεως καὶ τοῦ ταύτην ἔχειν παρωνόμασται, εἰπὼν περὶ τῶν δυνάμεων390
in Metaph
.

391

τῶν σημαινομένων, ἐφεξῆς περὶ τῶν τοῦ δυνατοῦ λέγει. καὶ πρῶτον δυνα‐ τόν φησι λέγεσθαι τὸ ἔχον κινήσεως ἀρχὴν ἢ μεταβολῆς, τοῦτ’ ἔστι τὸ ἔχον ἀρχὴν τῆς κινήσεως. προσθεὶς δὲ τὸ καὶ μεταβολῆς ἐξηγήσατο διὰ τί τοῦτο προσέθηκε· καὶ γὰρ τὸ στατικόν τινος δυνατόν, οὐ μόνον τὸ
5κινητικόν· μεταβολὴ δὲ καὶ ἡ ἐκ κινήσεως εἰς ἠρεμίαν. προσθεὶς δὲ ἐν ἑτέρῳ ἢ ᾗ ἕτερον ἐπλήρωσε τὸν λόγον τοῦ οὕτως δυνατοῦ. τὸ γὰρ ἔχον ἀρχὴν κινήσεως ἢ μεταβολῆς τῆς ἐν ἑτέρῳ ἢ ᾗ ἕτερον, δυνατόν, ὁποῖόν ἐστι τὸ ποιητικόν· τὸ δὲ ἢ ᾗ ἕτερον πάλιν προσέθηκε διὰ τοὺς καὶ αὑτοὺς ἰωμένους ποτέ. καὶ τοῦτο μὲν τὸ σημαινόμενον τοῦ δυνατοῦ
10τῇ τῆς πρώτης δυνάμεως παρουσίᾳ τῆς ποιητικῆς δυνατὸν λέγεται. δεύ‐ τερον προστίθησι τοῦ δυνατοῦ τρόπον, ἂν ὑπ’ ἄλλου πάσχειν τι δύνηται· ὃ γὰρ οἷόν τε πάσχειν ὑπό τινος, καὶ οὗ ἔστι κινητικόν, τοῦτο δυνατὸν καὶ αὐτὸ τῷ πάσχειν ὑπ’ ἐκείνου δύνασθαι· ἦν γὰρ καὶ δύναμίς τις παθη‐ τική, ἣν τὸ ἔχον εἰκότως ἂν δυνατὸν λέγοιτο. βραχέως δὲ ἡρμήνευσε τὸν
15τρόπον τοῦτον τοῦ δυνατοῦ εἰπὼν ἕνα δὲ ἂν ἔχῃ τι αὐτοῦ ἄλλο δύνα‐ μιν τοιαύτην. ἄλλον τρόπον δυνατόν φησιν εἶναι τὸ ἔχον δύναμιν, καθ’ ἣν ὁτιοῦν οἷόν τέ ἐστι κατὰ τὴν ἐν αὐτῷ δύναμιν μεταβάλλειν, εἴτε ἐπὶ τὸ χεῖρον εἴτε ἐπὶ τὸ βέλτιον. καὶ εἴη ἂν τοῦτο τὸ δυνατὸν λεγόμενον κατὰ τὴν δύναμιν ἐκείνην, καθ’ ἥν, ὡς ἔλεγεν, τὸ καλῶς ἐπιτελεῖν τι
20ἐγίγνετο, ἣν ἐλέγομεν εἶναι τὴν κατὰ τὰς ἕξεις τε καὶ τὰς ἐπιστήμας, ἀφ’ ὧν αἱ κατ’ αὐτὰς ἐνέργειαι, αἷς καὶ παραδείγμασιν ἐχρήσατο τῆς δυνάμεως. δοκεῖ δὲ καὶ ἀναθεὶς ταύτῃ τῇ δυνάμει τὸ συνεῖναι αὐτῇ κἀκεῖ τὸ ποιητι‐ κόν· τὰ γὰρ δύναμιν ἔχοντα τοῦ ὁπωσοῦν κινεῖσθαι κατὰ τὴν ἐν αὐτοῖς ἀρχὴν δυνατὰ εἶπεν, ἐκτείνας τὴν δύναμιν καὶ ἐπὶ τὰ χείρω. ἔτι παρα‐
25δείγμασιν ἐπ’ αὐτῆς κέχρηται νῦν, οὐχ ὡς τότε, ἐνεργείαις τισὶν ἀπὸ ἕξεων γινομέναις, ἀλλὰ τῶν παθητικῶν δυνάμεων, εἰπὼν καὶ γὰρ τὸ φθειρό‐ μενον. εἰπὼν δὲ τὰ ὅλως πάσχειν τι δυνάμενα ἄν τε χεῖρον ἄν τε βέλ‐ τιον δυνατὰ λέγεσθαι, διαστολῇ τινι ἐχρήσατο ἐπί τε τῶν τὰ βελτίω καὶ τῶν τὰ χείρω δυναμένων· τὸ μὲν γὰρ αὐξόμενόν τε καὶ γιγνόμενον καὶ
30ὅλως εἰς τὸ βέλτιον μεταβάλλον τῷ ἔχειν ἕξιν ἐν ἑαυτῷ τινα τοιαύτην μεταβάλλει εἰς ταῦτα, τὸ δὲ μειούμενόν τε καὶ φθειρόμενον τῷ ἐστερῆσθαι τῆς τοιαύτης ἕξεως. πῶς οὖν καὶ ταῦτα δυνατὰ καὶ δύναμιν ἔχειν λέγοιτ’ ἂν καὶ κατὰ τί, ἔδειξεν εἰπὼν εἰ δ’ ἡ στέρησίς ἐστιν ἕξις πως, πάντα τὰ ἐστερημένα τῷ ἔχειν ἂν εἴη. δοκεῖ γὰρ ἡ στέρησις
35διάθεσίς τις εἶναι καὶ αὐτή· οὐ γὰρ ἀπουσίαν ψιλὴν ἡ στέρησις σημαίνει,
ἐπεὶ οὕτως ἴσον ἂν ἐδύνατο τῇ ἀποφάσει, ἀλλὰ μετά τινος διαθέσεως· διὰ391
in Metaph
.

392

τοῦτο γὰρ οὐ ταὐτὸν τὸ οὐ βλέπειν τῷ τυφλὸν εἶναι. εἰ γὰρ τοῦ πεφυ‐ κότος καὶ ὅτε πέφυκεν ἀπουσία ἡ στέρησίς ἐστιν, ὅμως γίγνεταί τις διά‐ θεσις· διάθεσις δέ ἐστί τινος ποιὰ περὶ τὸ ὑποκείμενόν τε καὶ πεφυκὸς τὴν ἕξιν ἔχειν γινομένη. ἕξις οὖν πως καὶ ἡ στέρησις· οὐχ ἁπλῶς γὰρ
5ἕξις, εἴ γε ἐστὶν ἕξεως στέρησις, ἀλλ’ οὕτως ἕξις, ὡς εἶπον, τῷ ποιά τις διάθεσις εἶναι τοῦ ὑποκειμένου· εἶναι γάρ τι δεῖ πάθος περὶ τὸ ὑποκεί‐ μενον, ὃ εἴη ἄν τις ἕξις. διὰ τοῦτο καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει τὴν στέ‐ ρησιν εἶδός πως εἶπεν. εἰ οὖν ἕξις τις καὶ ἡ στέρησις, καὶ τὰ εἰς τὰ χείρω μεταβάλλοντα τῷ ἕξιν τινὰ καὶ δύναμιν ἔχειν μεταβάλοι ἄν· δύναμις
10γάρ τις καὶ ἡ στέρησις, εἴ γε καὶ ἕξις. ὥστε τὸ μὲν τῷ ἀρχὴν καὶ δύνα‐ μιν ἔχειν, καθ’ ἣν οὐδὲν τῶν χειρόνων οἷόν τέ τι πάσχειν, δυνατὸν λέγοιτο ἄν, τὸ δὲ τῷ τὴν τῆς τοιαύτης δυνάμεως στέρησιν. εἰπὼν δὲ τοῦτο ἐπι‐ φέρει, ἢ εἰ μὴ εἴη ἕξις τις ἡ στέρησις, ὁμωνύμως ἂν εἴη δυνατὰ τά τε πρὸς τὸ βέλτιον μεταβάλλοντα καὶ τὰ εἰς τὸ χεῖρον· τὰ μὲν γὰρ τῷ ἕξιν
15ἔχειν, τὰ δὲ τῷ ἐστερῆσθαι ταύτης τῆς ἕξεως. εἰπὼν δὲ ἔχειν στέρησιν, προσέθηκεν εἰ ἐνδέχεται ἔχειν στέρησιν. εἰ μὲν γὰρ εἴη ἕξις τις ἡ στέρησις, λέγοιτο ἂν τὸ ἐστερημένον ἔχειν στέρησιν· εἰ δὲ ἀπουσία τις εἴη μόνον, οὐκ ἂν κυρίως τὸ ἔχειν ἐπ’ αὐτῆς λέγοιτο. ἄλλον δέ φησι τρόπον δυνατὸν λέγεσθαι τὸ ἀπαθές, οὗ μηδὲν ἔχει δύναμιν φθαρτικὴν μήτε ἐκτὸς
20ὂν αὐτοῦ μήτε ἐν αὐτῷ· τούτου γὰρ δηλωτικὸν τὸ προσκείμενον τὸ ᾗ ἄλλο· εἰ γὰρ καὶ ἔχοι τι ἐν αὐτῷ τὸ δυνάμενον αὐτὸ φθείρειν, ἀλλ’ ὡς ἄλλο τι ἔχον ἐν αὐτῷ ἕξει· οὐδὲν γὰρ αὐτὸ αὑτοῦ φθαρτικόν. προστίθησι δὲ καὶ ὅτι πάντα ταῦτα (λέγοι δ’ ἂν τά τε κατὰ τὸ ποιεῖν δυνατὰ λεγό‐ μενα καὶ κατὰ τὸ πάσχειν καὶ κατὰ τὰς ἕξεις καὶ κατὰ τὰς ἀπαθείας)
25δυνατὰ λέγεται ἢ τῷ ἁπλῶς δυνατὰ γενέσθαι ἢ τῷ καλῶς· καθ’ ἕκαστον γὰρ τῶν εἰρημένων δυνατῶν ἑκάτερον τούτων χώραν ἔχει, καὶ τὸ καλῶς καὶ τὸ κακῶς. ἔδειξε δὲ τὸ διττὸν τοῦτο ὂν καὶ ἐπὶ τῶν ἀψύχων· τὴν γὰρ λύραν οὔ φασι δύνασθαι φθέγγεσθαι τὴν μὴ εὔφωνον, ὡς τοῦ δύ‐ νασθαι συνήθως ἐπὶ τῶν τὸ εὖ δυναμένων κατηγορουμένου.
30 Εἰπὼν δὲ περὶ δυνάμεως καὶ τοῦ δυνατοῦ, ὅτι τῆς δυνάμεως παρουσίᾳ λέγεται τοιοῦτον, ἀκολούθως καὶ περὶ ἀδυναμίας λέγει· ἀντίκειται γὰρ τῇ δυνάμει. καθ’ ἕκαστον δὴ τῶν τῆς δυνάμεως τρόπων ἀδυναμία τις οἰκεία ἀντίκειται. ἦν δὲ τῆς δυνάμεως ἡ μὲν ποιητικὴ ἡ δὲ παθητική, ἑκατέρα δὲ διττή· ἡ μὲν γὰρ ἁπλῶς ποιητική, ἡ δὲ τοῦ εὖ καὶ τοῦ καλῶς, ὁμοίως
35καὶ παθητικὴ ἡ μὲν τοῦ πάσχειν ἁπλῶς οὖσα δύναμις, ἡ δὲ τοῦ καλῶς, καὶ παρὰ ταύτας ἥ τε κατὰ τὰς ἕξεις, καὶ ἔτι ἡ κατὰ τὰς ἀπαθείας, ἃ δὴ καὶ αὐτὰ τὸ προειρημένον διττὸν ἕξει. καὶ ἀδυναμία δὴ πολλαχῶς·
λέγει δὲ κοινῶς ἀδυναμίαν εἶναι στέρησιν δυνάμεως καὶ τῆς τοιαύτης ἀρχῆς.392
in Metaph
.

393

τετραχῶς οὖν λεγομένης τῆς δυνάμεως, καθ’ ἑκάστην ἂν αὐτῶν εἴη στέ‐ ρησίς τις καὶ ἀδυναμία. καὶ ταύτην φησὶ καθ’ ἑκάστην δύναμιν τῶν δύο τῶν πρώτων ῥηθεισῶν τριχῶς λέγεσθαι. ἐπί τε γὰρ τῆς ποιητικῆς, ἥτις εἴρηται δύναμις εἶναι ἀρχὴ κινήσεως καὶ μεταβολῆς ἐν ἄλλῳ ἢ ᾗ ἄλλο,
5τριχῶς ἡ ἀδυναμία λέγεται· ἢ γὰρ τοῦ ὅλως μὴ ἔχοντος τοιαύτην ἀρχὴν ἡ ἀδυναμία κατηγορεῖται, ὡς εἰ τοῦ λίθου τις ἀδυναμίαν τοῦ οἰκοδομεῖν ἢ τοῦ γεννᾶν κατηγοροίη, ἢ τοῦ πεφυκότος ἔχειν, καὶ τούτου ἁπλῶς ὅτε μὴ ἔχει, ὡς εἰ τοῦ παιδός τις μήπω πεφυκότος γεννᾶν κατηγοροίη ὡς ἀδυ‐ νάτου. αὗται μὲν οὖν αἱ ἀδυναμίαι κοινῶς καὶ οὐ κυρίως στερήσεις·
10κυρίως δὲ ὅτε πέφυκεν ἤδη ἔχειν, ὡς ἐπὶ τοῦ ἤδη τελείου καὶ τοῦ εὐνού‐ χου· ὁ μὲν γὰρ εὐνοῦχος ἀδύνατος γεννᾶν τῷ ἁπλῶς ἐστερῆσθαι τῆς τοιαύτης δυνάμεως, ὁ δὲ παῖς τῷ μηδέπω δύναμιν ἔχειν, ὁ δὲ λίθος τῷ καὶ τὴν ἀρχὴν ἀνεπίδεκτος εἶναι. αὐτὸς δὲ παραδείγμασι κέχρηται τῶν προειρημένων παιδὶ καὶ ἀνδρὶ καὶ εὐνούχῳ, τῷ μὲν εὐνούχῳ ἐπὶ τοῦ ὅλως
15ἐστερημένου, ἐφ’ οὗ καὶ ὁ λίθος ἔκειτο, τῷ δὲ παιδὶ ἐπὶ τοῦ ἔχοντος μὲν τὴν δύναμιν μήπω δὲ δι’ ἡλικίαν πεφυκότος, τῷ δὲ ἀνδρὶ ἐπὶ τοῦ πεφυ‐ κότος καὶ ὅτε πέφυκε μὴ ἔχοντος. ὡς δὲ ἐπὶ τῆς ποιητικῆς δυνάμεως τριχῶς ἡ ἀντικειμένη ἀδυναμία λεγομένη ἐλέχθη ὑπ’ αὐτοῦ, οὕτω βού‐ λεται καὶ ἐπὶ τῆς παθητικῆς δυνάμεως τριχῶς τὴν ἀδυναμίαν λέγεσθαι.
20καὶ λέγοιτο ἂν ἢ τὸ μηδ’ ὅλως πάσχειν τι δυνάμενον ἀδύνατον, καὶ ἐστε‐ ρῆσθαι τῆς τοιαύτης παθητικῆς ποιότητος, κοινότερον ἡμῶν χρωμένων τῇ στερήσει· οὕτως ὁ τοῖχος λέγοιτο ἂν ἀδύνατος μαθεῖν τὰ γραμματικὰ ἢ ὅλως αἰσθάνεσθαι ἢ τρέφεσθαι. τὸ δὲ τῷ πεφυκὸς μηδέπω ἔχειν ὡς τὸ παιδίον· οὐδέπω γὰρ τοῦτο δύναται γεωμετρεῖν ἢ μανθάνειν, ὡς καὶ τὸ
25εὐθὺς γεννηθὲν σκυλάκιον ἐν ἀδυναμίᾳ ἐστὶ καὶ στερήσει. τὸ δὲ ὅτε πέ‐ φυκεν ὁρᾶν μὴ ὁρῶν ἀδύνατον τῷ κυρίως ἐστερῆσθαι τῆς τοιαύτης δυνά‐ μεως. λέγει καὶ καθ’ ἑκάστην δύναμιν τήν τε καλῶς καὶ τὴν ἁπλῶς κινητικὴν ἀδυναμίαν τινὰ ἀντικεῖσθαι. τῇ μὲν οὖν ἁπλῶς κινητικῇ εἴρηται ἡ ἀντικειμένη ἀδυναμία, καὶ δέδεικται τριχῶς λεγομένη· εἴη δ’ ἂν καὶ τῇ
30καλῶς κινητικῇ ἀντικειμένη ἀδυναμία, καθ’ ἣν πεφυκός τι καὶ ἐπιδεκτικὸν ὂν τοῦ καλῶς γεννᾶν ἢ ποιεῖν ἐστέρηται αὐτοῦ, ὡς οἱ διὰ μοχθηρίαν ἕξεως κατ’ ἀρετὴν κινῆσαί τινα μὴ δυνάμενοι. ὁμοίως καὶ ἡ τῇ δυνάμει τῇ κατὰ τὸ δύνασθαι πάσχειν λεγομένη ἀντικεῖσθαι ἀδυναμία εἴη ἂν ἀντι‐ κειμένη· τὸ γὰρ καὶ καθ’ ἑκατέραν τούτων τοῦ τε ποιεῖν καὶ πάσχειν τρί‐
35την ζητεῖν ἀντίθεσιν περίεργόν τε καὶ πολλάκις ταὐτὰ λέγειν θελόντων ἀχρείως. καὶ ἐκεῖνο δ’ ἄν τις ἐπισημήναιτο, πῶς οὐκ ἐμνημόνευσε τῶν ἄλλων δυνάμεων, τῆς τε κατὰ τὰς ἕξεις καὶ τῆς κατὰ τὰς ἀπαθείας. ἢ
διὰ τοῦ κοινῶς εἰπεῖν στέρησις δυνάμεως εἴη ἂν καὶ περὶ τούτων κοινῶς393
in Metaph
.

394

εἰρηκώς· καὶ γὰρ ταύταις εἶεν ἀδυναμίαι ἀντικείμεναι αἵ τε τῶν ἕξεων καὶ τῶν κατὰ τὰς ἀπαθείας δυνάμεων στερήσεις, δι’ ἣν στέρησιν εὐπαθῆ καὶ εὔφθαρτά τινά ἐστιν. τὸ γὰρ ἐστερημένον σῶμα τῆς ἕξεως, δι’ ἣν δυσπαθὲς ἦν, ἀσθενὲς εἶναι καὶ ἀδυναμίαν ἔχειν λέγεται· καὶ γάρ ἐστιν ἡ μὲν κατὰ
5τὰς ἕξεις δύναμις ὁμοία τῇ κατὰ τὰς ποιητικάς, διαφέρουσα τῷ μὴ ἄλλου εἶναι ποιητικὴ ἀλλ’ αὐτοῦ τοῦ ἔχοντος, ἡ δὲ κατὰ τὴν ἀπάθειαν τῇ παθη‐ τικῇ δυνάμει, διαφέρουσα αὐτῆς τῷ ἐκείνην μὲν τοῦ ὑπ’ ἄλλου πάσχειν δύναμιν εἶναι ταύτην δὲ τοῦ μὴ πάσχειν ὑπ’ ἄλλου. εἰπὼν δὲ περὶ ἀδυ‐ ναμίας καὶ ἀδύνατά φησιν, ἃ καὶ αὐτὰ δοκεῖ παρωνομάσθαι τῇ ἀδυναμίᾳ·
10τὰ μὲν γὰρ κατὰ τὴν προειρημένην ἀδυναμίαν λέγεσθαι, ὡς ἑκάστης ἀδυνα‐ μίας παρουσίᾳ ἀδύνατόν τι λέγεσθαι, τὰ δὲ ἄλλον τρόπον παρὰ τοὺς εἰρη‐ μένους· καὶ γὰρ δυνατόν τι καὶ ἀδύνατον οὐ κατὰ δυνάμεως παρουσίαν μόνον ἢ ἀπουσίαν λέγεσθαι, ἀλλὰ καὶ ἄλλως. καὶ λέγει γε περὶ ἑκατέρου αὐτῶν· ἀδύνατόν τε γὰρ λέγεται οὗ τὸ ἐναντίον ἐξ ἀνάγκης ἀληθές, οἷον
15τῷ τὴν διάμετρον σύμμετρον εἶναι ἐναντίον τὸ εἶναι αὐτὴν ἀσύμμετρον. οὗ δὲ τὸ ἐναντίον ἐξ ἀνάγκης ἀληθές, ἐξ ἀνάγκης ψεῦδος αὐτό. τὸ οὖν ἐξ ἀνάγκης ψεῦδος ἀδύνατον καὶ αὐτό· τὸ γὰρ ἐξ ἀνάγκης τοῦ ἀεὶ σημαντι‐ κόν ἐστιν· ὃ δὲ ἀεί ἐστι ψεῦδος καὶ οὗ τὸ ἀντικείμενον ἀεί ἐστιν ἀληθές, τοῦτο ἀδύνατον. τὸ δὲ ἐναντίον, φησί, τούτῳ τῷ οὕτως λεγομένῳ ἀδυνάτῳ
20δυνατόν ἐστιν, οὗ τὸ ἐναντίον μὴ ἐξ ἀνάγκης ψεῦδός ἐστιν, λέγων ἐναντίον νῦν τὸ ἀντικείμενον αὐτῷ· τὸ γὰρ καθῆσθαι ἄνθρωπον δυνατόν, ὅτι τὸ ἐναντίον αὐτῷ τὸ μὴ καθῆσθαι οὐκ ἔστιν ἐξ ἀνάγκης ψεῦδος. ὃ δὲ μήτε αὐτὸ ἐξ ἀνάγκης ἀληθές ἐστιν ἢ ψεῦδος μήτε τὸ ἀντικείμενον αὐτῷ, τοῦτο κατὰ τὸ νῦν σημαινόμενον τοῦ δυνατοῦ δυνατόν ἐστιν· μεταξὺ γὰρ τὸ δυνα‐
25τὸν τοῦ ἀναγκαίου καὶ τοῦ ἀδυνάτου, ὧν τὸ μὲν ἀεὶ ἀληθές ἐστι τὸ δὲ ἀεὶ ψεῦδος. ἕνα μὲν οὖν τρόπον δυνατὸν λέγεται, ὃ μή ἐστιν ἐξ ἀνάγκης ψεῦ‐ δος· οὗ γὰρ τὸ ἐναντίον μή ἐστι ψεῦδος ἐξ ἀνάγκης, τοῦτο οὐχ οἷόν τε ἐξ ἀνάγκης οὔτε ἀληθὲς οὔτε ψεῦδος εἶναι. ἕνα δὲ τὸ ἀληθὲς εἶναι, τουτέστι τὸ ἤδη ὑπάρχον, ὃ ἀληθές ἐστιν εἰπεῖν εἶναι. εἴη δ’ ἂν τοῦτο
30μέσον τοῦ μήτε ἀναγκαίου εἶναι μήτε ἀναγκαίου μὴ εἶναι· καὶ εἴη ἂν τὸ κυρίως καὶ ἰδίως ὑπάρχον λεγόμενον. ἕνα δὲ τὸ ἐνδεχόμενον ἀληθὲς εἶναι, ὃ εἴη ἂν τὸ οἷόν τε γενέσθαι, ὃ καὶ ἰδίως ἐνδεχόμενον καλεῖται. τὸ ἀδύνατον δὲ καὶ τὸ δυνατὸν τὸ ἐν τῇ προτάσει διὰ τούτων ἔδειξέ τε καὶ διεῖλεν. ἐπεὶ δὲ λέγεταί τις καὶ ἐν γεωμετρίᾳ δύναμις (τὰ γὰρ τετρά‐
35γωνα δυνάμεις καλοῦσιν· ὃ γὰρ δύναται ἡ πλευρά, τοῦτο δύναμις, ἑκάστη δὲ δύναται τὸ ἀπ’ αὐτῆς τετράγωνον), κατὰ μεταφορὰν δή φησι καὶ οὐ κυρίως λέγεσθαι δύναμιν τὸ ἐν γεωμετρίᾳ. ταῦτα μὲν οὖν τὰ δυνατὰ ἐξέ‐
θετο· ἦν δὲ οὗ τε τὸ ἀντικείμενον μὴ ἐξ ἀνάγκης ψεῦδος, καὶ τὸ ἀληθὲς394
in Metaph
.

395

τῷ ὑπάρχειν, καὶ τὸ ἐνδεχόμενον ἀληθὲς εἶναι. ταῦτα δὴ οὐ τῷ δύναμιν ἔχειν τινὸς λέγεσθαί φησι δυνατά· ἐν γὰρ προτάσεσι τὰ δυνατά· ταῦτα δὲ ὅσα λέγεται δυνατὰ κατὰ τὸ δύναμιν ἔχειν ἢ τοῦ ποιεῖν ἢ τοῦ πάσχειν, ἢ τοῦ ἑκάτερον τούτων καλῶς τὸ μὲν ποιεῖν τὸ δὲ πάσχειν ἢ ἀπαθὲς εἶναι, πάντα
5δὲ ταῦτα λέγει πρὸς τὴν πρώτην δύναμιν τὴν ἀναφορὰν ἔχειν· ἔστι δὲ πρώτη, ἧς πρώτης ἐμνημόνευσε λέγων περὶ δυνάμεως, ᾗ καὶ ὡς κυριωτάτῃ λεγο‐ μένῃ δυνάμει τὸ ὅλως ἐκεῖ προσέθηκεν. ἔστι δὲ αὕτη ἡ ποιητική, ἧς ὅρος ἀρχὴ μεταβολῆς ἐν ἄλλῳ ᾗ ἄλλο. τὰ γὰρ ἄλλα φησὶ δυνατὰ τῶν κατὰ δύναμιν λεγομένων ἀπὸ ταύτης εἰρῆσθαι· τὰ μὲν γὰρ τῷ ἄλλο τι
10ἔχειν αὐτῶν δύναμιν τοιαύτην, δηλονότι μεταβάλλειν αὐτὰ καὶ κινεῖν τε καὶ ποιεῖν (τοιαῦτά ἐστι τὰ τὴν παθητικὴν δύναμιν ἔχοντα· τῷ γὰρ εἶναι αὐτῶν δύναμίν τινα ποιητικήν), τὰ δὲ τῷ μὴ ἔχειν ἄλλο τι δύναμιν τοῦ μεταβάλλειν αὐτά (δυνατὰ γὰρ καὶ τὰ μὴ μεταβαλλόμενα ὑπό τινος ὡς ἀπαθῆ· οὐδὲν γὰρ ἔχει τούτων ποιητικὴν δύναμιν, καὶ διὰ τοῦτο δυνατὰ
15ὁμοίως καὶ τὰ εὐπαθῆ), τὰ δὲ τῷ ὡδὶ ἔχειν, οἷον τοῦ καλῶς τε καὶ ἐπὶ τὸ βέλτιον μεταβάλλειν ἢ τοῦ καλῶς πάσχειν τε καὶ μεταβάλλεσθαι. οὐκ ἔοικε δὲ διὰ τούτων μνημονεύειν τῆς δυνάμεως τῆς κατὰ τὰς ἕξεις, ἧς ἐδόκει μνημονεύειν δι’ ὧν ἔλεγε λέγων περὶ τῆς δυνάμεως ἔτι ἡ τοῦ καλῶς τοῦτο ἐπιτελεῖν ἢ κατὰ προαίρεσιν· ἐνίοτε γὰρ τοὺς
20μόνον ἂν πορευθέντας ἢ εἰπόντας, μὴ καλῶς δὲ ἢ μὴ ὡς προεί‐ λοντο, οὔ φαμεν δύνασθαι λέγειν ἢ βαδίζειν. ἢ καὶ ἐνθάδε διὰ τοῦ τὰ δὲ ὡδὶ ἔχειν οὐκ ἄλλης τινὸς ἀλλ’ ἐκείνης μνημονεύει. ὁμοίως δέ φησι καὶ τὰ ἀδύνατα τὰ τῷ οὕτως δυνατῷ ἀντικείμενα τῷ κατὰ δυνά‐ μεως παρουσίαν λεγομένῳ, ἀλλὰ μὴ τὰ ὡς προτάσεις, ἀπ’ ἐκείνης τῆς
25δυνάμεως λέγεσθαι· ἢ γὰρ τῷ μὴ ἔχειν αὐτὰ δύναμιν ποιητικήν, ἢ τῷ μὴ ἔχειν ἄλλα αὐτῶν δύναμιν, ἢ τῷ εὐπαθῆ δι’ ἀσθένειαν εἶναι, ἢ τῷ μὴ τοῦ καλῶς ποιεῖν ἢ πάσχειν ἔχειν δύναμιν. διὸ καὶ ὁ προειρημένος, φησίν, ὅρος τῆς πρώτης δυνάμεως ὁ κύριος ἅμα λόγος εἴη ἂν τῆς δυνά‐ μεως· οὗτος δὲ ἦν ἀρχὴ μεταβλητικὴ ἐν ἄλλῳ ᾗ ἄλλο.
30 Ἐπὶ τούτοις διαίρεσιν ποιεῖται τοῦ ποσοῦ· τῆς γὰρ οὐσίας ἐν τοῖς πρώτοις ἐμνημόνευσε. λέγει δὲ ποσὸν εἶναι τὸ διαιρετὸν εἰς ἐνυπάρχοντα, ὧν ἕκαστον ἢ ἑκάτερον ἕν τι καὶ τόδε τι πέφυκεν εἶναι. τοῦτο δὲ προσέ‐ θηκεν, ἐπεὶ δοκεῖ καὶ εἰς τὰ συμβεβηκότα διαίρεσις γίγνεσθαι τῶν οἷς συμβέβηκεν, ἵνα μή τις ἡγῆται καὶ ταῦτα μέρη εἶναι τοῦ ποσοῦ· οὐδὲν
35γὰρ τῶν συμβεβηκότων οὕτως ἕν τι ὡς τόδε τι καὶ τῆς αὐτῆς φύσεως τῷ ὑποκειμένῳ εἶναι. καὶ τοῦ ἀριθμοῦ δὲ ἕκαστον τῶν μορίων ἕν τι καὶ
τόδε τι, ὡς καὶ ὁ ἀριθμὸς αὐτὸς ὁ διαιρούμενος πρὸ τοῦ διαιρεθῆναι·395
in Metaph
.

396

ὁμοίως καὶ τῆς γραμμῆς καὶ ἐπιφανείας. οὐκέτι δὲ ἡ λευκότης ὁμοίως τῷ ὑποκειμένῳ αὐτῇ τόδε τι καὶ ἕν. εἴη δ’ ἂν διὰ τοῦ ὧν ἑκάτερον ἢ ἕκαστον ἕν τι καὶ τόδε τι πέφυκεν εἶναι χωρίζων τῶν ποσῶν τὰ μὴ ἐκ θέσιν ἐχόντων τῶν μορίων συγκείμενα, ἃ ἦν ὅ τε χρόνος καὶ ὁ
5λόγος. ἐν τούτοις δ’ ἂν εἴη καὶ ἡ κίνησις· τὰ γὰρ τοιαῦτα οὐ κυρίως ποσὰ ἐρεῖ. ὁ μέντοι ἀριθμὸς ἐν μὲν Κατηγορίαις ἐλέγετο καὶ αὐτὸς ἐκ μὴ θέσιν ἐχόντων συγκεῖσθαι, νῦν μέντοι ἔοικε καὶ τούτου τὰ μόρια λέγειν ὑπομένειν πως. τὸ δὲ γένος οὐχ οὕτως εἰς τὰ εἴδη διαιρεῖται ὡς εἰς ἐνυπ‐ άρχοντα· οὐ γὰρ ἐν τῷ γένει οἱ τῶν εἰδῶν ἐνυπάρχουσι λόγοι, εἰς οὓς
10διαιρεῖται· προσθέσει γὰρ ἡ ἐκείνων διαίρεσις· διὸ γένος μὲν οὐδὲν ἧττόν ἐστι, κἂν ἀφαιρεθῇ τι εἶδος ἀπ’ αὐτοῦ, τὸ δὲ ποσὸν οὐκέτι ταὐτὸν ἀφαι‐ ρεθέντος τινὸς τῶν μορίων αὐτοῦ. ἐπεὶ δὲ ποσὸν τὸ μὲν συνεχὲς τὸ δὲ διωρισμένον, λέγει τὸ μὲν διωρισμένον ποσὸν ἀριθμητὸν εἶναι, τὸ δὲ συν‐ εχές, ὅ ἐστι μέγεθος, μετρητόν. εἴη δ’ ἂν διὰ τούτων τὸ ἄπειρον οὐ
15ποσὸν λέγων· οὔτε γὰρ ἀριθμητὸν τὸ ἄπειρον οὔτε μετρητόν. ἢ εἰ μὴ τὸ καταμετρούμενον πᾶν μετρητόν, ἀλλ’ ὅλως οὗ τὰ λαμβανόμενα μόρια μετρητά, εἴη ἂν καὶ τὸ ἄπειρον ὑπὸ τὸ ποσόν· καὶ γὰρ λέγεται ποσὸν ἀδιεξίτητον. ὁρίζεται δὲ καὶ τὸ πλῆθος καὶ τὸ μέγεθος· πλῆθος μὲν γάρ ἐστι τὸ διαιρετὸν δυνάμει εἰς μὴ συνεχῆ (τὸ δὲ δυνάμει προσέθηκεν
20ἀντὶ τοῦ διαιρεῖσθαι δυνάμενον εἰς μὴ συνεχῆ· μονάδες γὰρ τὰ τοῦ πλή‐ θους μέρη), μέγεθος δὲ τὸ εἰς συνεχῆ διαιρετόν· πᾶν γὰρ τὸ τοῦ μεγέ‐ θους μέρος συνεχές. λέγει δὲ καὶ τὰς τοῦ μεγέθους διαφοράς, ὅτι τὸ μὲν ἐφ’ ἓν συνεχὲς μῆκός ἐστι, τὸ δὲ ἐπὶ δύο πλάτος, τὸ δὲ ἐπὶ τρία βάθος, τουτέστι σῶμα. λέγει δὲ καὶ ὅτι ὁ ἀριθμός ἐστι πλῆθος πεπερα‐
25σμένον· ἀριθμητὸν γὰρ ὁ ἀριθμός, τὸ δὲ ἀριθμητὸν πεπερασμένον· ὥστε εἴ τι πλῆθος ἄπειρον λέγοιτό τι, τοῦτο οὐκ ἀριθμός. κυρίως μὲν οὖν ὁ ἀριθμὸς αὐτὸς εἰς μὴ συνεχῆ διαιρετός· ἤδη δὲ καὶ τὰ ἀριθμητά, εἰ καὶ συνεχὲς ἕκαστον αὐτῶν, ἀλλ’ ὅταν ὡς ἀριθμητὰ διαιρῆται, οὐχ ὡς εἰς συνεχῆ διαιρεῖται. εἶπε δὲ πλῆθος μὲν εἶναι τὸ διαιρετὸν εἰς μὴ συνεχῆ·
30τῶν μεγεθῶν δὲ τὸ μὲν ἐφ’ ἓν συνεχὲς μῆκος, πλάτος δὲ τὸ ἐπὶ δύο, τὸ δὲ ἐπὶ τρία βάθος, τί ἕκαστον τούτων ἐστὶ λέγων, πρῶτον εἰπὼν τί ἐστι τὸ πλῆθος, ἐφεξῆς καὶ τί τὸ μῆκος καὶ τί τὸ πλάτος καὶ τί τὸ βάθος εἶπεν, ὅτι τὸ μὲν γραμμή, τὸ δὲ ἐπιφάνεια, τὸ δὲ σῶμα. εἰπὼν δὲ ταῦτα, πάλιν τοῦ ποσοῦ λέγει τὰ μὲν καθ’ ἑαυτὰ ποσά ἐστι, τὰ δὲ κατὰ συμβε‐
35βηκός. ἡ μὲν γὰρ γραμμὴ καὶ τὸ πλάτος, τουτέστιν ἡ ἐπιφάνεια, καὶ τὸ σῶμα, ἔτι δὲ ὁ ἀριθμὸς καθ’ ἑαυτὰ καὶ κυρίως ποσά· ὅσα δὲ τῷ ποσῷ τινι συμβεβηκέναι ποσὰ καὶ αὐτὰ λέγεται, οὐκ ὄντα τοιαῦτα τῇ αὐτῶν φύσει, ταῦτα κατὰ συμβεβηκὸς λέγεται ποσά, ὡς εἰ λέγοι τις τὸ λευκὸν τρίπηχυ εἶναι· τῷ γὰρ τὴν ἐπιφάνειαν, ἐν ᾗ ἐστι τὸ λευκόν, τοσαύτην
40εἶναι τοῦτο ἐρεῖ. ὁμοίως καὶ τὸ μουσικόν, ὡς αὐτὸς εἴρηκε. ποιεῖται δὲ396
in Metaph
.

397

ἑκατέρων τούτων πάλιν διαίρεσιν, καὶ τοῦ καθ’ αὑτὸ καὶ τοῦ κατὰ συμβε‐ βηκός, καὶ πρῶτόν γε τοῦ καθ’ αὑτό. τῶν γὰρ καθ’ αὑτὸ καὶ κυρίως ποσῶν τὰ μὲν κατὰ τὴν οἰκείαν οὐσίαν ἐστὶ ποσά· ταῦτα δέ ἐστιν ὅσων ἐν τῷ ὁρισμῷ τὸ ποσὸν ἐνυπάρχει. οὕτως ἡ γραμμὴ ποσόν, εἴ γε μέ‐
5γεθος ἐφ’ ἓν διαστατόν, καὶ ἡ ἐπιφάνεια δὲ καὶ τὸ σῶμα· ἕκαστον γὰρ αὐτῶν ποσόν, τὸ μὲν ἐπὶ δύο, τὸ δὲ ἐπὶ τρία διεστώς. καὶ τὸν ἀριθμὸν δὲ ὁριζόμεθα ποσὸν διωρισμένον. ἢ κατ’ οὐσίαν ποσά ἐστιν ὡς ὑποκεί‐ μενά τινα, ἐφ’ ἃ ἀναφέρεται καὶ τὰ ἄλλα ποσὰ λεγόμενα. τὰ δέ τινά ἐστι καθ’ αὑτὰ ποσὰ τῷ τῆς φύσεως τῆς τοιαύτης εἶναι πάθη τε καὶ ἕξεις,
10τὰ δὲ τῷ εἶναι ποσοῦ καθὸ ποσὸν πάθη. ταῦτα δέ ἐστι τὰ καθ’ αὑτὰ αὐτοῦ κατηγορούμενα καὶ αὐτὰ ποσά. τοιαῦτά ἐστι τὸ πολὺ καὶ τὸ ὀλίγον (πάθη γὰρ ἀριθμοῦ), καὶ τὸ μακρὸν καὶ τὸ βραχύ (μήκους γὰρ πάθη), καὶ τὸ πλατὺ καὶ τὸ στενόν (ἐπιπέδου γὰρ πάθη), καὶ τὸ βαθὺ καὶ ταπεινόν (σώματος γὰρ ταῦτα πάθη πάλιν)· καὶ γὰρ εἰ τούτων τις
15λέγοι ἐν τῷ λόγῳ τὸ ποσὸν περιέχεσθαι, ἀλλ’ οὐ πρώτως οὐδὲ καθ’ αὑτά, ἀλλὰ τῷ ἐν ἐκείνοις εἶναι οἷς ταῦτα ὑπάρχει. λέγεται γοῦν τὸ μὲν πολὺ ποσὸν ὑπερέχον κατ’ ἀριθμόν, ὡς διὰ τὸν ἀριθμὸν ὅλως ποσὸν ὄν· ὁμοίως καὶ ὀλίγον ποσὸν ὑπερεχόμενον κατ’ ἀριθμόν. καὶ ἐπὶ τῶν με‐ γεθῶν δὲ ἑκάστου ἐνσημαίνεται τὸ διὰ τὰ ὑποκείμενα αὐτὰ ποσὰ λέγεσθαι·
20βραχὺ γὰρ λέγεται τὸ ποσὸν ὑπερεχόμενον κατὰ μῆκος. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων. ἀλλὰ καὶ τὸ βαρὺ καὶ κοῦφον ἐν τοῖς καθ’ αὑτὸ ποσοῖς νῦν· καταριθμήσει δὲ αὐτὸ μετ’ ὀλίγον καὶ ἐν τοῖς ποιοῖς. καὶ ἴσως εἴη ἂν ποσὰ μέν, καθὸ ὑπεροχὴν ῥοπῆς ἢ ἐλάττωσιν σημαίνουσι, ποιὰ δέ, καθὸ ἦν τοῦ κάτω φέρεσθαι τὰ ἔχοντα αὐτὰ αἴτια. πάθη δὲ
25καὶ ἕξεις τῆς τοιαύτης οὐσίας εἶπε ταῦτα, κοινότερον τῷ τῆς οὐσίας ὀνό‐ ματι χρώμενος· ὅτι γὰρ καὶ ταῦτα οὐσία πως λέγονται, εἶπεν ἐν τῇ τῆς οὐσίας διαιρέσει. πάθη δὲ καὶ ἕξεις ἐκ παραλλήλου εἶπεν, ἕξεις μὲν ἀπὸ τοῦ ἔχεσθαι, πάθη δὲ ὡς συμβεβηκότα καὶ ὑπάρχοντα. εἰπὼν δὲ καὶ τἆλλα τὰ τοιαῦτα προσέθηκε τίνα, εἰπὼν ἔστι δὲ καὶ τὸ μέγα καὶ
30τὸ μικρὸν καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον, τά τε καθ’ αὑτὰ λεγόμενα τά τε ἐν τῇ πρὸς ἄλληλα σχέσει, οὕτως ποσά. ὅτι μὲν οὖν τὸ μεῖζον καὶ τὸ ἔλαττον τῶν πρός τι, γνώριμον, ἔδειξε δὲ ἐν Κατηγορίαις ὅτι οὕτω λέγεται καὶ τὸ μέγα καὶ τὸ μικρόν, νῦν δὲ λέγεσθαί φησιν αὐτὰ καὶ καθ’ αὑτά· καὶ γὰρ ἁπλῶς μέγα τι λέγεται. τὸ μέντοι μέγα καὶ μεῖζον καὶ τὰ
35τούτοις ἀντικείμενα μεταφέρεσθαί φησιν ἀπὸ τῶν ποσῶν καὶ ἐπ’ ἄλλα τινά, ἃ οὐκ ἔστι ποσά. καὶ δῆλον ὅτι ὅταν ἐπὶ τοιούτων λέγηται, οὐκ ἔσται ποσά· μέγα γὰρ τὸ πάθος, οἷον καὶ λύπη, καὶ μεῖζον λέγεται καὶ μεγάλη νόσος καὶ μεγάλη ὀφθαλμία καὶ μικρὸν λευκόν, ὧν οὐδέν ἐστι ποσόν.
ἑξῆς δὲ ποιεῖται διαίρεσίν τινα καὶ τῶν κατὰ συμβεβηκὸς λεγομένων πο‐397
in Metaph
.

398

σῶν, καὶ δείκνυσιν αὐτῶν τὴν διαφοράν. ἄλλως γὰρ λέγεται τὸ μουσικὸν ποσὸν καὶ τὸ λευκόν, καὶ ἕκαστον ποσὸν τῶν συμβεβηκότων τῷ ποσῷ (τῷ γὰρ μόνον τὸ ὑποκείμενον αὐτοῖς ποσὸν εἶναι), καὶ ἄλλως κίνησις καὶ χρόνος· καὶ γὰρ ταῦτα λέγεται μὲν κατὰ τὴν ἐπὶ τὰ ποσὰ τὰ καθ’ αὑτὰ
5ἀναφοράν, καὶ διὰ τοῦτο καὶ αὐτὰ κατὰ συμβεβηκός, οὐ μὴν ἁπλῶς, ὡς καὶ τὰ πρῶτα εἰρημένα. τῷ μὲν γὰρ τὴν ἐπίνοιαν αὐτῶν ἔχειν ἡμᾶς ὅλως ἀπὸ τῶν μεγεθῶν καὶ ταῦτα ποσά τε καὶ συνεχῆ λέγεται κατὰ συμ‐ βεβηκός (διὰ γὰρ τὸ ἐκεῖνα εἶναι συνεχῆ καὶ διαιρετὰ ὧν ἐστι ταῦτα πάθη)· τῷ μέντοι συνδιαιρεῖσθαι ἐκείνοις καθὸ διαιρετά ἐστι καὶ ποσά,
10κατὰ τοῦτο ὑπάρχοντα αὐτοῖς κυριώτερα ταῦτα ἐκείνων, καὶ οὐχ ὁμοίως κατὰ συμβεβηκός. εἰπὼν δὲ καὶ γὰρ ταῦτα ποσὰ ἄττα λέγεται καὶ συνεχῆ τῷ ἐκεῖνα διαιρετὰ εἶναι ὧν ἐστι ταῦτα πάθη, τίνων πάθη δηλῶν προσέθηκε· λέγω δέ, φησίν, οὐ τῷ τὸ κινούμενον εἶναι διαι‐ ρετόν, ἀλλὰ τῷ ὃ ἐκινήθη τοῦτο, λέγων τὴν κίνησιν ποσόν τε καὶ συνεχὲς
15λέγεσθαι οὐκ ἀπὸ τοῦ τὸ κινούμενον σῶμά τε εἶναι καὶ ποσόν (οὕτω γὰρ ἂν ἦν τέλεον κατὰ συμβεβηκὸς λεγομένη, καὶ ὁμοίως τῷ λευκῷ τε καὶ μουσικῷ), ἀλλὰ τῷ ὃ ἐκινήθη καὶ ἐφ’ οὗ ἐκινήθη καὶ ὃ διῆλθε τὸ κινού‐ μενον ποσὸν εἶναι. ἀδύνατον γὰρ μὴ ἐπὶ συνεχοῦς κίνησιν γίνεσθαι· τῷ δὴ διαιρετὸν καὶ ποσὸν εἶναι τὸ ἐφ’ οὗ ἡ κίνησις, τούτῳ καὶ ἡ κίνησις ποσὴ
20συμπαρατεινομένη τῷ ἐφ’ οὗ γίνεται καὶ ὥσπερ καταμετροῦσα αὐτοῦ τὸ ποσὸν καὶ συνδιαιρουμένη αὐτῷ· διὸ δοκεῖ καὶ κυρίως ποσὸν εἶναι. ἀλλ’ ἥ γε ἐπίνοια αὐτῆς ἀπὸ τοῦ ὑποκειμένου μεγέθους· διὸ καὶ κατὰ συμβε‐ βηκός· οὐ γὰρ μέγεθος, ἀλλ’ ἐπὶ μεγέθους καὶ αὕτη, εἰ καὶ μὴ ὁμοίως τοῖς ἄλλοις συμβεβηκόσι. καὶ τὸ μὲν ὑπομένον καὶ διαιρούμενον καθ’
25αὑτό, ἡ δὲ οὐχ ὑπομένουσα. πάλιν δέ, φησίν, ὁ χρόνος ποσός τε καὶ συνεχὴς τῷ τὴν κίνησιν ταύτην εἶναι διαιρετήν, λέγων διὰ τοῦ ταύτην τὴν κίνησιν ἧς ἀριθμὸς ὁ χρόνος. σημειωτέον δὲ καὶ τοῦτο, ὅτι τὸν χρόνον ἐν Κατηγορίαις καθ’ αὑτὸ ποσὸν εἰπὼν ἐνταῦθα καὶ αὐτὸν κατὰ συμβεβηκός φησιν εἶναι ποσόν, καὶ πρὸ αὐτοῦ γε τὴν κίνησιν· διὰ γὰρ
30ταύτην καὶ τὸν χρόνον. ζητητέον δὲ καὶ τοῦτο, διὰ τί τὴν κίνησιν καὶ τὸν χρόνον οὐκ ἐν τοῖς καθ’ αὑτὰ ποσοῖς ἔθηκεν, ἃ πάθη ἢ ἕξεις εἶπεν εἶναι τῶν ποσῶν, ἀλλ’ ἐν τοῖς κατὰ συμβεβηκός· εἰ γὰρ πάθος ἐστὶν ἡ κίνησις συνεχοῦς τινος (οὐ γὰρ οἷόν τε ἄλλως ἢ ἐπ’ ἄλλου κίνησιν γίνε‐ σθαι), εἴη ἂν ἐν τοῖς οὕτω ποσοῖς καὶ τὰ πάθη. ἢ ἃ καθ’ αὑτὰ μέν εἰσι
35ποσά, κατὰ συμβεβηκὸς λέγει, οὐ μὴν ὁμοίως τοῖς ἃ μή ἐστιν ὡς ποσῶν καὶ καθὸ ποσὰ πάθη. ἢ ἐκεῖνα μὲν ποσὰ καθ’ αὑτά, ὅτι ὑπομένει ὡς καὶ τὰ ὧν ἐστι πάθη, τούτων δὲ οὐδέτερον ὑπομένει. καὶ ὅτι τὰ μὲν ἐν τῇ φύσει ἐστὶν αὐτῶν, καὶ ὄντων ἕπεται καὶ αὐτὰ πάντως, ἡ δὲ κίνησις
οὐ τοῦ μεγέθους τί ἐστιν, ἀλλ’ ἐπὶ μεγέθους γίνεται.398
in Metaph
.

399

Ποιεῖται δὲ καὶ τοῦ ποιοῦ διαίρεσιν, ὡς καὶ αὐτοῦ πολλαχῶς λεγο‐ μένου, καὶ λέγει ἕνα μὲν τρόπον ποιὸν λέγεσθαι τὴν τῆς οὐσίας διαφοράν. ἐρωτώμενοι γοῦν ποῖόν τι καὶ ποταπὸν ὁ ἄνθρωπος ζῷον, λέγομέν τινας τῶν διαφορῶν τῶν ὑπαρχουσῶν αὐτῷ, ὡς τῆς διαφορᾶς οὐκ ἐν τῷ τί
5ἐστιν ἀλλ’ ἐν τῷ ποῖόν τι κατηγορουμένης, οὐ μὴν ὁμοίως τῇ ποιότητι· ἡ γὰρ διαφορὰ ἡ τῆς οὐσίας εἴη ἂν ἡ ἐν οὐσίᾳ ποιότης. ἐπιζητήσαι δ’ ἄν τις, τίνι διενήνοχεν ἡ ὡς διαφορὰ ποιότης τῆς ὡς γένους καὶ εἴδους (εἶπε γὰρ καὶ περὶ τούτων ἐν Κατηγορίαις, ὅτι περὶ οὐσίαν τὸ ποιὸν ἀφο‐ ρίζουσι)· καὶ εἰ καὶ ταῦτα ποιότητες ὁμοίως τῇ διαφορᾷ, διὰ τί αὐτῶν
10οὐκ ἐμνημόνευσε νῦν; ἔτι εἰ περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζουσι, πῶς ἂν ἔτι ἐν τῷ τί ἐστι κατηγοροῖντο, ὃ ἐν τῷ ὁρισμῷ αὐτῶν περιέχεται; ἢ ἡ δια‐ φορὰ οὐκ ἐν τῷ τί ἐστιν ἀλλ’ ἐν τῷ ποῖόν τι κατηγορεῖται. καὶ τοῦ κύ‐ κλου δὲ ὡς οὐσίας ἐμνημόνευσεν, ἤτοι ἀντὶ τῆς σφαίρας λαβὼν τὸν κύ‐ κλον, ἢ ὅτι ἐδόκει τισὶ καὶ τὰ σχήματα οὐσίας εἶναι. ἢ οὐσίαν οὐ τὴν
15κυρίως λεγομένην εἶπε νῦν, ἀλλὰ τὴν ἑκάστου τῶν ὄντων ὕπαρξιν· ἡ γὰρ ἑκάστου οἰκεία ὕπαρξις οὐσία ἐκείνου, ὡς εἶπε καὶ ἐν τῇ τῆς οὐσίας διαι‐ ρέσει· ἓν γὰρ τῶν σημαινομένων ὑπὸ τῆς οὐσίας ἦν καὶ ἡ ἑκάστου τῶν ὄντων φύσις· οὐσία γὰρ ἐκείνου. τὰς διαφορὰς οὖν οὐ τὰς ἐν τῇ κυρίως οὐσίᾳ μόνας, ἀλλὰ τὰς καθ’ ἕκαστον γένος οἰκείας ποιότητας λέγοι ἄν.
20οὕτω τοῦ κύκλου διαφορὰ τὸ ἀγώνιον· σχῆμα γὰρ ἀγώνιον ὁ κύκλος. ἕνα μὲν οὖν τρόπον φησὶ ποιότητα λέγεσθαι τὴν τῆς οὐσίας τῆς ὡς εἰρήκαμεν διαφοράν, δεύτερον δὲ ἐπὶ τῶν ἀκινήτων, ἃ τίνα ἐστὶν ἐδήλωσε· τὰ γὰρ μαθηματικά. καὶ γὰρ ἐπ’ ἀριθμῶν ποιὸς ἀριθμὸς ὁ σύνθετος λέγεται, ἀλλ’ οὐχ ἁπλῶς ἀριθμὸς καὶ μόνον ἐφ’ ἓν ὤν· ὁ μὲν γάρ τίς ἐστιν ἁπλῶς ἀριθμός, ὁ δὲ
25τετράγωνος ἢ ἑτερομήκης ἢ κύβος. τίς δέ ἐστιν ὁ μὴ ἐφ’ ἓν ὢν ἀριθμός, ἐδήλωσεν εἰπὼν ὧν μίμημα τὸ ἐπίπεδον καὶ τὸ στερεόν. ὡς δὲ τὸ ἐπίπεδον οὐκ ἐφ’ ἕν ἐστι συνεχὲς μόνον, ἀλλ’ ἐν συνθέσει συνεχῶν δύο, καὶ τὸ στερεὸν τριῶν, οὕτως εἰσὶ καὶ ἀριθμοί τινες οὐχ ἁπλοῖ ἀλλὰ σύνθετοι, οὕς, τίνες εἰσίν, ἐδήλωσε φανερῶς εἰπὼν ποσάκις ποσο. τοιοῦτοι γὰρ οἱ ἐπί‐
30πεδοί τε καὶ ἑτερομήκεις ἢ τετράγωνοι καλούμενοι, ὡς ὁ δὶς δύο ἢ δὶς τρία ἢ ὁ τρὶς τρία. τοιοῦτοι μὲν οὖν οἱ ποσάκις ποσοί, ἄλλοι δὲ οἱ ποσάκις ποσοὶ ποσάκις, οἷοί εἰσιν οἱ κύβοι, ὡς ὁ δὶς δύο τέσσαρα, δὶς τέσσαρα ὀκτώ· ὁ γὰρ ὀκτὼ τοιοῦτος· δὶς γὰρ δύο τέσσαρα καὶ δὶς τέσσαρα ὀκτώ. καὶ πάλιν ὁ τρὶς τρία ἐννέα, τρὶς θʹ κζʹ· στερεὸς γὰρ καὶ κύβος ὁ κζʹ·
35τρὶς γὰρ γʹ θʹ, καὶ τρὶς θʹ κζʹ, πάλιν ἀνάλογον τῷ στερεῷ. τὰ δὲ με‐ γέθη μιμήματα εἶπε τῶν ἀριθμῶν ὡς ὄντων πρώτων. καὶ ὅλως πᾶν ὃ παρὰ τὸ ποσὸν καὶ τὴν οὐσίαν καὶ τὴν φύσιν τοῦ ἀριθμοῦ ἐν τῷ ἀριθμῷ ὑπάρχει, τοῦτο ποιότης ἀριθμοῦ. ἑκάστου γὰρ ἀριθμοῦ ἡ οὐσία καὶ ἡ ποσότης ἐν τῷ ἅπαξ καὶ ἁπλῶς λαμβάνεσθαί ἐστιν. τοῦ μὲν γὰρ ἓξ ἡ
40οὐσία καὶ τὸ ποσὸν ἁπλῶς ἐν τῷ ἅπαξ ληφθῆναι· ἂν δὲ δὶς τρία ῥηθῇ,399
in Metaph
.

400

οὐκέθ’ ἁπλῶς τὸ ποσὸν καὶ ἡ οὐσία αὐτοῦ ἐλήφθη, ἀλλὰ μετά τινος πάθους καὶ ποιότητος· ὅσα γὰρ μετὰ προσθήκης λέγεται, μετὰ ποιότητός τινος λέγεται, ὥστε καὶ οἱ ἀριθμοὶ οἱ τοιοῦτοι. λέγοι δ’ ἂν καὶ τὰς ἐν ἀριθμῷ διαφορὰς ὥσπερ καὶ τὰς ἐν οὐσίᾳ ποιότητας· ἂν μὲν γὰρ ἁπλῶς
5ἓξ λάβωμεν, ἀριθμὸς τοῦτο, ἂν δὲ ὡς δὶς τρία τὰ ἓξ λάβῃ, ἤδη μετὰ ποιότητος. ἀλλ’ εἰ αἱ τῶν ἀκινήτων διαφοραὶ ἄλλο σημαινόμενον ποιότη‐ τος, πῶς ἐν τῷ πρώτῳ καὶ τοῦ κύκλου ἐμνημόνευσεν; ἐν γὰρ τοῖς ἀκινή‐ τοις καὶ μαθηματικοῖς ὁ κύκλος. μήποτε οὖν ἀκίνητα ἐνταῦθα τοὺς ἀρι‐ θμοὺς λέγει καὶ οὐ πάντα τὰ μαθηματικά. ἢ εἰ περὶ πάντων λέγει, ἐκεῖ
10ἂν ἔξωθεν εἴη τοῦ κύκλου ὡς ἐν παραδείγματι τῆς διαφορᾶς ἐμνημονευκώς. εἰ δὲ τοῦτο, καὶ τὰς διαφορὰς ἂν ἐκεῖ λέγοι τῆς κυρίως οὐσίας. εἴη ἂν οὖν τὸ μὲν μῆκος ἐφ’ ἓν διάστασις τῶν ἀριθμῶν, τοῦτο δέ ἐστιν ἂν ἅπαξ λαμβάνηται. τὸ δὲ ἐπίπεδον τοῖς ποσάκις ποσοῖς, τὸ δὲ στερεὸν τοῖς πο‐ σάκις ποσοῖς ποσάκις, ὧν τοὺς μὲν τετραγώνους τοὺς δὲ κύβους καλοῦσι.
15τρίτον σημαινόμενον τῆς ποιότητος ἐκτίθεται τὰ πάθη τῶν φυσικῶν τε καὶ κινουμένων οὐσιῶν· αὗται γὰρ αἱ κινούμεναι οὐσίαι αἱ φυσικαί τε καὶ ἔνυλοι. ἀντιδιέσταλκε δὲ τὰς κινουμένας πρὸς τὰς μαθηματικάς· ἀκίνητοι γὰρ ἐκεῖναι. ἐδήλωσε δὲ τίνα λέγει πάθη τῶν ἐν κινήσει οὐσιῶν διὰ πα‐ ραδειγμάτων, καὶ καθόλου ταῦτα πάθη φησὶ καὶ ποιότητας εἶναι τῶν φυ‐
20σικῶν σωμάτων, καθ’ ἃς καὶ ἀλλοιοῦσθαι λέγεται τὰ σώματα διαφοράς. σημειωτέον δὲ ὅτι ἐν τούτοις πάλιν ἔθηκε καὶ τὴν βαρύτητα καὶ τὴν κουφό‐ τητα, πρὸ ὀλίγου μνημονεύσας αὐτῶν ἐν τοῖς ποσοῖς τοῖς διὰ τὸ πάθη εἶναι τοῦ ποσοῦ καθὸ ποσὰ ποσοῖς οὖσιν. εἰπὼν δὲ ποιότητας εἶναι τὰ πάθη τῶν κινουμένων οὐσιῶν, προστίθησι τούτοις τάς τε ἀρετὰς καὶ τὰς κακίας καὶ
25ὅλως τὸ ἀγαθὸν καὶ τὸ κακόν, ἃ οὐκέτι πάθη σωμάτων ἐστίν, οὐδὲ τοιαῦ‐ ται ποιότητες καθ’ ἃς ἀλλοίωσις γίνεται. ἐκθέμενος δὲ τὰ προειρημένα σημαινόμενα τῆς ποιότητος, σχεδόν, φησί, κατὰ δύο τρόπους λέγοιτο ἂν τὸ ποιόν, καὶ τούτων ἕνα τὸν κυριώτατον. λέγει δὲ τοῦτον τὸν κατὰ τὰς τῆς οὐσίας διαφοράς· πρώτην γὰρ ταύτην ποιότητα λέγει, ἐπεὶ ἡ οὐσία τῶν
30ἄλλων γενῶν πρώτη, ὥστε διὰ τοῦτο καὶ τὰ τῇ οὐσίᾳ καθ’ αὑτὴν ὑπάρ‐ χοντα πρῶτα τῶν ἄλλων· τοιαῦται δὲ αἱ διαφοραί, ἃς ποιότητας καὶ αὐτὰς εἶπεν εἶναι. τῆς δὲ κατὰ τὰς διαφορὰς ποιότητος εἶναί φησι καὶ τὴν ἐν τοῖς ἀριθμοῖς ποιότητα μέρος· καὶ γὰρ ἡ ἐν ἐκείνοις ποιότης δια‐ φορά τις οὐσιῶν, ἀλλὰ ἤτοι οὐ κινουμένων ἢ οὐχ ᾗ κινούμενα. καὶ γὰρ
35εἰ ὁ ἀριθμὸς εἴη φύσεών τινων καὶ οὐσιῶν ἐν κινήσει οὐσῶν ἐν τοῖς ἀρι‐ θμητοῖς, ἀριθμητὰ δὲ ταῦτα, ἀλλ’ οὐχὶ καθὸ κινούμεναί τινες οὐσίαι, κατὰ τοῦτο αὐταῖς ὑπάρχουσιν αἱ διαφοραί, ἀλλὰ καθὸ ἀριθμός ἐστιν, οἷον ἂν
λέγοι τις τῶν ἀριθμητῶν τὰ μὲν ἐν ἐπιπέδῳ ἀριθμῷ εἶναι, τὰ δὲ ἐν400
in Metaph
.

401

στερεῷ. ὥστε εἷς μὲν ἂν εἴη τρόπος ποιότητος ὁ κατὰ τὰς διαφορὰς τῶν οὐσιῶν τῶν τε ἐν κινήσει καὶ τῶν ἀκινήτων· οὐσίας γὰρ τὰ μαθημα‐ τικὰ λέγειν αὐτῷ ἔθος. δύναται κοινῶς μὲν πάντων τῶν κινουμένων, οὐ τῶν οὐσιῶν μόνων, τὰς διαφορὰς λαμβάνειν κατὰ τὸ πρῶτον σημαινόμενον,
5μέρη δέ πως ἐκείνων λέγειν τὰς τῶν μαθηματικῶν τε καὶ ἀκινήτων, καθ’ ὅσον καὶ ἡ τούτων πρὸς ἄλληλα διαφορὰ ἐν τούτοις ἐστίν. δεύτερος δὲ τρόπος ποιότητος τὰ πάθη τῶν ἐν κινήσει οὐσιῶν καθ’ ἃ κινούμεναί τέ εἰσι καὶ φυσικαί. προστίθησι δὲ τοῖς πάθεσι τούτοις, καθ’ ἃ αἱ ἀλλοιώ‐ σεις γίγνονται, καὶ τὰς τῶν κινήσεων διαφοράς, κινήσεων λέγων διαφορὰς
10ἤτοι ἀλλοίωσιν αὔξησιν μείωσιν φοράν, ὡς καὶ τούτων οὐσῶν ποιοτήτων, ἢ τὰς δυνάμεις καθ’ ἃς τῆς κατὰ τόπον κινήσεως ἡ διαφορὰ τοῖς φυσι‐ κοῖς σώμασιν (αὗται δέ εἰσι βαρύτης καὶ κουφότης), ἢ καὶ πάσης κινή‐ σεως. οὕτω δ’ ἂν καὶ αἱ ἕξεις εἶεν ποιότητες· ἀπὸ γὰρ τῆς ἐν ταύταις διαφορᾶς αἱ τῶν κινήσεων διαφοραί. ὅτι δὲ οὕτως λέγει, ἐδήλωσεν ἐπὶ
15τῶν ἀρετῶν εἰπὼν ἀρετὴ δὲ καὶ κακία τῶν παθημάτων μέρος τι· διαφορὰς γὰρ δηλοῦσι τῆς κινήσεως καὶ τῆς ἐνεργείας, διὰ τού‐ των δεικνὺς ὅτι καὶ αἱ ἕξεις ὑπὸ τὰς ποιότητας τὰς ὡς πάθη λεγομένας. διαφορὰς δὲ λέγει κινήσεων καὶ ἐνεργειῶν τὴν ἀρετὴν καὶ τὴν κακίαν δη‐ λοῦν· κατὰ γὰρ τὰς οἰκείας ἀρετάς τε καὶ κακίας τὰ ἐν κινήσει ὄντα ποιεῖ
20τε καὶ πάσχει· ἢ γὰρ καλῶς ἢ φαύλως. ἀγαθὸν μὲν γὰρ τὸ οὕτω κινεῖ‐ σθαι δυνάμενον, κακὸν δὲ αὖ τὸ οὕτως· τῆς γὰρ κινήσεως τῆς κατὰ τὸ καλῶς τε καὶ μὴ τοῖς ἔχουσι τὰς ἕξεις ταύτας αἱ ἕξεις αἰτίαι. μάλιστα δέ φησι ποιότητα σημαίνειν ἐπὶ τῶν ἐμψύχων τὸ ἀγαθόν τε καὶ κακόν· οὐ γὰρ πᾶν ἀγαθὸν ποιότης, εἴ γε τὸ ἀγαθὸν ἐν τοῖς δέκα γένεσι. καὶ
25τούτων μάλιστα, τῶν ἐμψύχων λέγων, ἐν τοῖς προαίρεσιν ἔχουσι, τουτέστιν ἐν ἀνθρώποις· ἔστι δὲ τὸ ἀγαθὸν καὶ κακὸν ὡς ἐμψύχων τε καὶ προαίρεσιν ἐχόντων ἀρετή τε καὶ κακία, ἣ μάλιστα τῶν ἀγαθῶν ἐν ποιό‐ τητι. ἔοικε δὲ πάντα τὰ εἴδη τῆς ποιότητος, ἃ ἔθετο ἐν ταῖς Κατηγο‐ ρίαις, ὑπὸ τὰ πάθη κατὰ τὸ σημαινόμενον τοῦτο τῆς ποιότητος τάσσειν,
30χωρὶς τοῦ κατ’ ἐπιτηδειότητά τε καὶ δύναμιν λεγομένου· τούτου γὰρ οὐκ ἐμνημόνευσεν, ἐκτὸς εἰ μὴ κἀκεῖνό τις ὑποτάσσοι ταῖς τῶν κινήσεων δια‐ φοραῖς, τουτέστιν ἀφ’ ὧν καὶ αἱ διαφοραὶ τῶν κινήσεων. ὡς γὰρ κατὰ τὰς ἕξεις διάφοροι γίνονται κινήσεις, οὕτω καὶ κατὰ τὰς δυνάμεις τε καὶ ἐπιτηδειότητας καὶ τὰς ἐν ταύταις διαφοράς. ὥστε εἶναι τάς τε ἕξεις καὶ
35τὰς δυνάμεις, ἔτι δὲ τὰς παθητικὰς ποιότητας καὶ τὰ σχήματα ὑπὸ τὴν ποιότητα τὴν κατὰ τὰ πάθη τῶν οὐσιῶν τῶν ἐν κινήσει. ἢ τὰ σχήματα ὑπὸ τὸ πρότερον· οὐ γὰρ κίνησιν οἷον ἐνέργειαν ποιὰν τοῦ ἰσοπλεύρου τριγώνου δηλοῖ τοῦτ’ αὐτό, ἀλλὰ διαφορὰν πρὸς τὸ σκαληνὸν καὶ ἰσοσκε‐
λές, καὶ ὡς αὐτὸς ὑπέδειξεν ἐπὶ τοῦ ἀνθρώπου, ἂν ἐπερωτηθῶμεν ὁποῖον401
in Metaph
.

402

ζῷόν ἐστιν, εἰπεῖν ὅτι πεζόν, οὕτω καὶ ἐπὶ τοῦδε τοῦ τριγώνου, ἂν ἐπε‐ ρωτηθῶμεν ὁποῖον τρίγωνόν ἐστιν, εἰπεῖν ὅτι ἰσόπλευρον. Διαιρεῖ δὲ καὶ τὰ πρός τι. λέγει γὰρ τῶν πρός τι τὰ μὲν ὡς δι‐ πλάσιον πρὸς ἥμισυ λέγεσθαι, καὶ ὅλως πολλαπλάσιον πρὸς πολλοστη‐
5μόριον. καὶ τοῦτο μὲν τοῦ πρός τι τὸ σημαινόμενον καθ’ ὑπεροχὴν καὶ ἔλλειψίν ἐστιν, ὃ καὶ κατ’ ἀριθμὸν λέγει· ἄλλως δὲ λέγεται πρός τι τὸ θερμαντικὸν πρὸς τὸ θερμαντὸν καὶ τὸ τμητικὸν πρὸς τὸ τμητόν, ὃ ση‐ μαινόμενον τοῦ πρός τι κατὰ τὸ ποιητικὸν καὶ παθητικόν ἐστιν. τρίτον σημαινόμενον ἐκτίθεται, ὡς τὸ μετρητὸν πρὸς τὸ μέτρον καὶ ἐπιστητὸν
10πρὸς ἐπιστήμην καὶ αἰσθητὸν πρὸς αἴσθησιν· καὶ εἴη ἂν τὸ σημαινόμενον τοῦτο τοῦ πρός τι ὑπὸ τὸ κριτικόν τε καὶ κρινόμενον· τό τε γὰρ μέτρον τὸ μετρούμενον κρίνει, ἥ τε αἴσθησις καὶ ἐπιστήμη κριτήρια καὶ κρίσεις, ἡ μὲν τῶν αἰσθητῶν, ἡ δὲ τῶν ἐπιστητῶν. διελὼν δὲ τὰ πρός τι εἰς ταῦτα, ἀναλαβὼν περὶ ἑκάστου αὐτῶν τὸν λόγον ποιεῖται, καὶ δείκνυσι πῶς
15τε αὐτῶν ἕκαστον λέγεται καὶ τίνες αὐτῶν αἱ πρὸς ἄλληλα διαφοραί. τὰ μὲν οὖν πρῶτα (ἦν δὲ ταῦτα καθ’ ὑπεροχὴν καὶ ἔλλειψιν) φησὶ κατ’ ἀριθμὸν λέγεσθαι, ἢ ἁπλῶς, τουτέστιν ἀορίστως, ὃ ἐδήλωσεν ἐπενεγκὼν τὸ ἢ ὡρισμένως. ἢ γὰρ ἀορίστως ἢ ὡρισμένως τὰ κατ’ ἀριθμὸν λεγό‐ μενα πρός τι πρὸς ἄλληλα λέγεται, οὐδετέρου οὔτε τοῦ ὑπερέχοντος ὡρι‐
20σμένην ὑπεροχὴν σημαίνοντος οὔτε τοῦ ὑπερεχομένου ὡρισμένην ἔλλειψιν, ἢ ὡρισμένων πρὸς ἀλλήλους ἀμφοτέρων, ἢ καὶ κατὰ ἕν τι τῷ ἀριθμῷ ὡρισμένον λεγομένων αὐτῶν πρὸς ἀλλήλους. τί δὲ ἕκαστον τούτων ση‐ μαίνει, διὰ τῶν παραδειγμάτων ποιεῖ γνώριμον. τὸ μὲν γὰρ διπλάσιον πρὸς ἥμισυ λεγόμενον, καὶ ἔχον τὴν ἀντίθεσιν κατ’ ἀριθμόν, πρὸς ἕν τι
25ὡρισμένον τὸ διπλάσιον λέγεται· πᾶν γὰρ διπλάσιον πρὸς ἥμισυ, ὥστε καὶ πρὸς ἕν τι, καὶ τοῦτο ὡρισμένον, τὸ διπλάσιον λέγεται (ἀεὶ γὰρ πρὸς τὸ ἥμισυ), καὶ ὥρισται αὐτοῦ ἡ ὑπεροχή. ὁμοίως καὶ τὸ ἥμισυ· καὶ γὰρ αὐτὸ πρὸς ὡρισμένον τε καὶ ἕν· τὸ γὰρ διπλάσιον ὡρισμένην τε ὑπεροχὴν καὶ μίαν σημαίνει. καὶ τοιοῦτον μὲν τὸ πρῶτον ὂν τῶν κατ’ ἀριθμὸν ἐν τοῖς
30καθ’ ὑπεροχὴν λεγομένοις πρός τι, τὸ πρὸς ἓν ὡρισμένον κατὰ τὸ ἓν λε‐ γόμενον. τὸ δὲ πολλαπλάσιον λέγεται μὲν καὶ αὐτὸ κατ’ ἀριθμὸν καθ’ ὑπεροχὴν ὡρισμένην (πρὸς γὰρ ἓν τὸ πολλοστημόριο λέγεται), οὐ μὴν πρὸς ὡρισμένον τι ἕν, ὡς ἐπὶ τοῦ διπλασίου τε καὶ ἡμίσεος, ἀλλὰ πρὸς ἄλληλα μὲν ὡρισμένην τὴν ἀντίθεσιν ἔχει (ἑνός τε γὰρ καὶ πρὸς ἓν τὸ
35πολλαπλάσιόν τε καὶ πολλοστημόριον ἑνὸς καὶ πρὸς ἕν), οὐ μὴν τὸ ἓν τοῦτο ὥρισται· καὶ γὰρ τρίτον τι ὂν καὶ τέταρτον καὶ πέμπτον καὶ τὰ ἐφεξῆς πολλοστημόρια εἶναι ταῦτα δύναται τοῦ πολλαπλασίου. ὁμοίως καὶ πολλαπλάσιον, ἄν τε τριπλάσιον ἄν τε τετραπλάσιον, ἄν τε ὅλως πλεονάκις ἐν αὐτῷ ἔχῃ πρὸς ὃν λέγεται καὶ καθ’ ὃν δὴ ἀριθμόν. διὸ τὸ ὡρισμέ‐
40νον οὗτοι οὐ κατὰ τὸ ἓν ἔχουσιν ἀλλὰ πρὸς ἀλλήλους. τὸ δέ γε ἡμιόλιον402
in Metaph
.

403

πρὸς τὸ ὑφημιόλιον, λεγόμενον καὶ αὐτό, ὥσπερ τὸ διπλάσιον πρὸς τὸ ἥμισυ, κατὰ τὴν ἐν ἀριθμοῖς ὑπεροχήν τε καὶ ἔλλειψιν, ἑκάτερον τῶν ἀρι‐ θμῶν ὡρισμένον ἔχει. ὅ τε γὰρ ἡμιόλιος ὡρισμένος· ὁ γὰρ ἔχων ὅλον τινὰ ἀριθμὸν ἐν αὐτῷ καὶ τὸ ἥμισυ αὐτοῦ· ὁμοίως καὶ ὁ ὑφημιόλιος· ὃς
5γὰρ ὅλος μετὰ τοῦ ἡμίσεος αὐτοῦ ἐστιν ὁ ὑφημιόλιος. ἐκείνως τε γὰρ ἀμφότεροι ὡρισμένοι οἱ κατὰ τὴν τοιαύτην ὑπεροχήν (καὶ γὰρ πρὸς ἓν καὶ ὡρισμένον), καὶ τὸ πρῶτον δὲ παράδειγμα, τὸ διπλάσιον καὶ ἥμισυ, ὁμοίως τοῖς νῦν εἰρημένοις ἀμφοτέρους ἔχει τοὺς ἀριθμοὺς ὡρισμένους· καὶ ὅλως ἐν οἷς ἀριθμοῖς πρὸς ἕν τι ὡρισμένον ἡ κατὰ τὸ πρός τι ἀπό‐
10δοσις, ἀνάγκη ἀμφοτέρους ὡρίσθαι κατ’ ἄμφω. ὡς γὰρ ἓν πᾶν ἥμισυ, οὕτω καὶ τὸ διπλάσιον καθὸ διπλάσιον ἕν, ὡς ἔχει καὶ ἐπὶ τοῦ ἡμιολίου τε καὶ ὑφημιολίου· ὥστε οὐκ ἄλλης τινὸς ἀντιθέσεως τὸ παράδειγμα τοῦτο δηλωτικὸν ἂν εἴη, ἀλλ’ ἧς καὶ τὸ πρῶτον ῥηθὲν τὸ διπλάσιον. εἰπὼν δὲ τὸ πολλαπλάσιον πρὸς ἓν μὲν οὐ μὴν ὡρισμένον λέγεσθαι, τὴν διαφορὰν
15ταύτης τῆς ἀντιθέσεως πρὸς τὴν πρώτην εἰρημένην βουληθεὶς δεῖξαι πάλιν παρέθετο τοῦ αὐτοῦ τρόπου τῆς ἀντιθέσεως παραδείγματα, τὸ ἡμιόλιον καὶ τὸ ὑφημιόλιον, καὶ εἶπε ταῦτα κατ’ ἀριθμὸν πρὸς ἀριθμὸν ὡρισμένον ἀντικεῖσθαι, ἴσον λέγων τῷ πρὸς ἓν ἀριθμὸς ὡρισμένος· ἑκάτερον γὰρ αὐτῶν πρὸς ἓν ὡρισμένον λέγεται, ᾧ ἴσον ἐστὶ τὸ κατ’ ἀριθμὸν πρὸς
20ἀριθμὸν ὡρισμένον. οὐχ οὕτω λέγεται τὸ πολλαπλάσιον πρὸς τὸ πολ‐ λοστημόριον· λέγεται μὲν γὰρ καὶ τούτων ἑκάτερον πρὸς ἕν, ἀλλ’ οὐχ ὡρισμένον. λέγει δὲ ὅτι καὶ ὁ ἐπιμόριος πρὸς τὸν ὑπεπιμόριον πρὸς ἓν μὲν ἑκάτερος αὐτῶν λέγεται, ἀόριστον δὲ ἔχει τὴν ὑπεροχήν· ἓν μὲν γὰρ σημαίνει καὶ ἑνός τινος, οὐκέτι μέντοι καὶ τὸν λόγον τῆς ὑπεροχῆς δηλοῖ
25ὡς τὸ διπλάσιον καὶ τὸ ἡμιόλιον· οὕτως δὲ εἶχε καὶ τὸ πολλαπλάσιον πρὸς τὸ πολλοστημόριον, ὃ πρὸς ἓν μὲν ἐλέγετο, οὐ μὴν ὡρισμένον. εἰπὼν δὲ ἐπιμόριον πρὸς τὸ ὑπεπιμόριον κατ’ ἀριθμὸν ἀόριστον, ὅτι οὕτως ὡς πρὸς ἓν μὲν λέγεται οὐχ ὡρισμένον δέ, ἐδήλωσεν ἐν τῇ τοῦ πολλα‐ πλασίου παραθέσει· τινὸς γὰρ καὶ ἑνὸς τὸ πολλαπλάσιον πολλαπλάσιον, οὐ
30μὴν ὥρισται τὸ ἓν τοῦτο πόσον ἐστὶ μόριον τοῦ πολλαπλασίου. διὸ τὸ πολλαπλάσιον πρὸς ἓν ὁμοίως λέγεται ὡς λέγεται καὶ τὸ ἐπιμόριον, ὥσπερ πάλιν ὁμοίως ἀλλήλοις ἐλέγετο τὸ διπλάσιον καὶ τὸ ἡμιόλιον. οὐχ οὕτως δὲ ἔχει τὸ ὑπερέχον πρὸς τὸ ὑπερεχόμενον (πρὸς ὡρισμένον γάρ τι λέγεται καὶ τὸ πολλαπλάσιον καὶ τὸ ἐπιμόριον)· ὅλως γὰρ ἡ τοιαύτη σχέσις ἐν ἀορίστῳ
35ἀντιθέσει. τὸ μὲν γὰρ πολλαπλάσιον ἔχει τι ὡρισμένον, τὸ πολλάκις ἔχειν ἐκεῖνο, καὶ τὸ ἐπιμόριον· αὐτὸ γὰρ αὐτό τε ἔχει καὶ πλείω μέρη αὐτοῦ. τὸ
δὲ ὑπερέχον οὐδένα ὅρον τῆς ὑπεροχῆς σημαίνει· διὸ κατὰ ἀόριστον ὑπερ‐403
in Metaph
.

404

οχὴν λέγεται. εἰπὼν δὲ τὸ μὴ ὁρίζον τὴν ὑπεροχὴν κατ’ ἀριθμὸν ἀόρι‐ στον τὴν ὑπεροχὴν ἔχειν, προσέθηκεν ὁ γὰρ ἀριθμὸς σύμμετρος, ἴσον λέγων τῷ πάντες οἱ ὡρισμένοι ἀριθμοὶ σύμμετροι, κατὰ μὴ σύμμε‐ τρον δὲ ἀριθμὸν λέγεται, ὃ ἐξηγητικόν ἐστι τοῦ πῶς λέγεται ἀόριστον
5κατ’ ἀριθμόν· παντὸς γὰρ ἀριθμοῦ ὡρισμένου συμμέτρου ὄντος (σύμμετροι μὲν γὰρ οἱ τῷ αὐτῷ μέτρῳ μετρούμενοι, πάντων δὲ ἀριθμῶν μέτρον κοινὸν ἡ μονάς), οἱ κατὰ τὴν τοιαύτην ὑπεροχὴν ὑπερέχειν λεγόμενοι τῷ μὴ ὁρίζειν τὴν ὑπεροχὴν κατὰ τοῦτο λέγονται κατὰ μὴ σύμμετρον ἀριθμὸν λέγεσθαι πρὸς ἀλλήλους, οὐχ ὅτι μὴ καὶ οὕτως ἔχειν ληφθέντες πρὸς
10ἀλλήλους, ἂν ληφθῶσιν, εἰσὶ σύμμετροι, ἀλλ’ ὅταν μὴ ὁρίζωσιν ἐν τῇ πρὸς ἀλλήλους ἀντιθέσει τὴν ὑπεροχήν. ἐξηγούμενος δὲ αὐτὸς τὸ κατὰ μὴ σύμμετρον δὲ ἀριθμὸν λέγεται, προσέθηκε πῶς κατὰ μὴ σύμ‐ μετρον· τὸ γὰρ ὑπερέχον πρὸς τὸ ὑπερεχόμενον τοσοῦτόν ἐστι καὶ ἔτι· τοῦτο δέ ἐστιν ἀόριστον· καὶ γὰρ πλεῖον καὶ ἔλαττον γι‐
15νόμενον τὴν αὐτὴν σχέσιν σώζει· τοῦτο γάρ ἐστι τὸ ἢ ἴσον ἢ οὐκ ἴσον. ἢ γὰρ ἴσον τῷ φθάνοντι εἰλῆφθαι δύναται τὸ πάλιν λαμβανόμενον ὑπερ‐ έχον μὲν εἶναι, ἴσον δὲ κατὰ λόγον, ὡς εἶναι ἐν ἀμφοτέροις τριπλάσιον τὸ ὑπερέχον, ἢ οὐκ ἴσον· τοῦτο δέ ἐστιν ἀόριστον. δύναται τὸ ὅλως ἀόριστον κατ’ ἀριθμὸν εἰρηκέναι ὡς δηλῶν δι’ αὐτοῦ ὅτι οὐ καθὸ
20κατ’ ἀριθμόν τι ὅλως ἐστίν, ὥρισται, οὗ δεικτικὸν τὸ πο μὲν ἀρι‐ θμὸν ἢ ἀντι σύμμετρον· ἐπὶ δὲ τῆς τοιαύτης ὑπεροχῆς τὸ ἀορίστως λέγεσθαι τῷ μὴ εἶναι σύμμετρόν τινα τῶν οὕτως ἐχόντων πρὸς ἀλλή‐ λους ἀριθμῶν. ἢ τὸ ὁ γὰρ ἀριθμὸς σύμμετρος δηλωτικόν ἐστι τοῦ ὅτι ὁ μὲν ὡρισμένῳ τινὶ ὑπερέχων ἀριθμὸς ἀριθμῷ συμμέτρῳ ὑπερέχει
25(καὶ γὰρ ὁ ἐπιμόριος τοῦ ὑπεπιμορίου· μέρει γάρ), ἐπὶ δὲ τοῦ ὑπερέχοντος οὐχ ὥρισται. ἔστι μὲν γὰρ τὸ ὑπερέχον τοσοῦτόν τε ὅσον τὸ ὑπερεχόμενον καὶ ἔτι, ἀόριστον δὲ τὸ καὶ ἔτι· δύναται γὰρ τὸ ἔτι τοῦτο, ᾧ ὑπερέχει τὸ ὑπερέχον, καὶ ἴσον εἶναι τῷ ὑπερεχομένῳ (καὶ γὰρ τὸ διπλάσιον ὑπερέχει· τοσοῦτον γάρ ἐστι καὶ ἔτι ὃ ἴσον ἐστὶ τῷ ὑπερεχομένῳ)· δύναται καὶ
30ἔλαττον· ὥστε οὐκ ἔστιν εἰπεῖν ὁρίσαντα τίνι ὑπερέχει, πότερον ἴσῳ ἢ ἐλάττονι, ὥσπερ ἐπὶ τοῦ ἐπιμορίου· ἐλάττονι γὰρ καὶ μέρει. Δείξας δὲ πῶς λέγεται κατ’ ἀριθμὸν τὰ καθ’ ὑπεροχὴν καὶ ἔλλειψιν λεγόμενα, ταῦτα δέ φησι τὰ πρός τι κατ’ ἀριθμὸν λέγεσθαι πάντα καὶ κατὰ πάθη τινὰ ἀριθμοῦ· τὸ γὰρ διπλάσιον καὶ ἥμισυ καὶ πολλαπλάσιον καὶ πολλο‐
35στημόριον καὶ τὰ τοιαῦτα τῶν ἀριθμῶν πάθη, καὶ ταύτῃ ποσά, ὡς εἶπε404
in Metaph
.

405

πρὸ ὀλίγου ἐν τῇ τοῦ ποσοῦ διαιρέσει. καὶ ἔτι φησὶ κατ’ ἄλλον τρόπον κατ’ ἀριθμὸν πρός τι λέγεσθαι καὶ οὐκέτι καθ’ ὑπεροχὴν καὶ ἔλλειψιν, ἀλλὰ κατὰ ὁμοιότητα καὶ ἰσότητα. ὅτι δὲ καὶ τὰ οὕτως πρὸς ἄλληλα λε‐ γόμενα κατ’ ἀριθμὸν λέγεται, δείκνυσι λαβὼν ὅτι κατὰ τὸ ἓν λέγεται. καὶ
5γὰρ τὸ ἴσον καὶ τὸ ὅμοιον καὶ τὸ ταὐτὸν κατὰ ἓν λέγεται· τῷ γὰρ ἓν ἀλλήλοις εἶναι. κατὰ γὰρ τὸ ἓν λέγεται πάντα εἶπεν, ὅτι τῷ ἄμφω τὰ οὕτως ἀντιτιθέμενα ἓν εἶναι ἀλλήλοις ἡ τοιαύτη ἀντίθεσίς τε καὶ σχέσις. καὶ πῶς γε ἓν λέγει ἄμφω; ταὐτὰ μὲν γὰρ ὧν μία οὐσία· ταῦτα γὰρ κατ’ οὐσίαν ὅμοια. καὶ γὰρ ὅταν τι αὐτὸ αὑτῷ ταὐτὸν λέγεται,
10ὡς δύο λαμβάνεται τὸ ἕν· ὥστε ἡ ταυτότης ἑνότης τις κατ’ οὐσίαν. ὅμοια δὲ ὧν ἡ ποιότης μία· ὅμοια γὰρ ἐν μόνῃ ποιότητι, ὡς εἶπεν ἐν Κατηγορίαις· ὥστε καὶ ἡ ὁμοιότης ἑνότης ἐν ποιότητι. ἴσα δὲ ὧν ἓν τὸ ποσόν. πάντα δὲ κατὰ τὸ ἕν τι εἶναι τὰ οὕτως ἀντιτιθέμενα ἀντί‐ κειται. ὃ λαβὼν δείκνυσιν ὅτι καὶ ἡ τοιαύτη σχέσις τε καὶ ἀντίθεσις κατ’
15ἀριθμόν ἐστι, προλαβὼν ὅτι τὸ ἓν ἀρχὴ ἀριθμοῦ καὶ μέτρον· ὥστε καὶ τὰ κατὰ τὸ ἓν ἀντικείμενα, κατὰ ἀρχὴν ἀριθμοῦ καὶ μέτρον ἀριθμοῦ ἀντικεί‐ μενα, εἴη ἂν κατ’ ἀριθμὸν ἀντικείμενα, οὐ μὴν ὁμοίως κατ’ ἀριθμὸν τοῖς ῥηθεῖσι πρώτοις. ἐκεῖνα μὲν γὰρ κατὰ τὴν ἐν ἀριθμῷ ὑπεροχήν, ταῦτα δὲ κατὰ τὴν ἰσότητά τε καὶ ἑνότητα.
20 Εἰπὼν δὲ περὶ τῶν κατ’ ἀριθμὸν ἀντικειμένων πρός τι, ἐφεξῆς λέγει περὶ τῶν κατὰ τὸ ποιητικόν τε καὶ παθητικὸν καὶ τὸ ποιεῖν τε καὶ πάσχειν ἀντικειμένων. ποιητικὰ μὲν οὖν καὶ παθητικὰ κατὰ δύναμιν λέγεται, κατὰ δὲ τὰς ἀπὸ τῶν δυνάμεων ἐνεργείας ποιοῦντα καὶ πάσχοντα. δείξας δὲ διὰ τῶν παραδειγμάτων τίνα μέν ἐστι κατὰ δύναμιν λεγόμενα πρός τι,
25τίνα δὲ κατ’ ἐνέργειαν, προστίθησιν ὅτι μηκέτι τὴν κατὰ τοῦτο διαίρεσιν ἡ κατὰ τοὺς ἀριθμοὺς ἀντίθεσις ἔχει τῷ μηδὲ εἶναί τινας ἀριθμῶν ἐνερ‐ γείας· ἀκίνητα γὰρ τὰ μαθηματικὰ πάντα. τὸ δὲ ἀλλ’ ἢ ὃν τρόπον ἐν ἑτέροις εἴρηται λέγοι ἄν, ὅτι καθὸ νοοῦνται ἐνέργειαι αὐτῶν λέγοιντο εἶναι, αἵ τινες ἐνέργειαι οὐ κατὰ κίνησίν εἰσιν, ἐπεὶ μήτε τὸ νοοῦν καθὸ
30νοεῖ κινεῖται μήτε τὸ νοούμενον· καὶ ἔστιν ἐνέργεια ἡ τοῦ νοουμένου, οὐ μὴν κατὰ κίνησιν, ὡς ἔστιν ἐν τοῖς κατὰ κίνησιν ἐνέργειά τις τοῦ πάσχον‐ τος, οὐ τοῦ ποιοῦντος μόνου. ἢ ὅτι αὐτῶν μὲν οὔκ εἰσι τῶν ἀριθμῶν ἐνέργειαι· οὔτε γὰρ ποιεῖ οὔτε πάσχει ὁ ἀριθμὸς καθὸ ἀριθμός, ὥσπερ ᾤοντο οἱ Πυθαγορικοί· τὰ μέντοι ποιοῦντα καὶ πάσχοντα κατὰ τὴν κατὰ
35τὸν ἀριθμὸν ἣν ἔχουσιν ὑπεροχὴν πρὸς ἄλληλα ἢ ἰσότητα ἀναλογίᾳ ποιεῖ τε καὶ πάσχει. οὐ γὰρ ὁπωσοῦν ἔχον τὸ ποιητικὸν ἢ ὁποσονοῦν ὂν ποιεῖ, ἀλλὰ δεῖ αὐτῷ καὶ συμμετρίας τῆς πρὸς τὸ πάσχον, ἥτις κατ’ ἀριθμόν
τινα γίνεται· ἐν γὰρ ποιᾷ ὑπεροχῇ καὶ ποσῇ τά τε ἰατρικὰ φάρμακα τὸ405
in Metaph
.

406

ποιεῖν ἔχει· οὐ γὰρ τὰ τυχόντα διὰ τὴν ποιότητα μόνην ποιεῖ, ἀλλὰ δεῖ αὐτοῖς καὶ ποσότητος εἰς τοῦτο. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων σωμάτων τῶν ποιούντων ἢ πασχόντων. τῶν δὲ κατὰ δύναμιν, φησί, λεγο‐ μένων πρὸς ἄλληλα τὴν ποιητικήν τε καὶ παθητικήν, τουτέστι τῶν κατὰ
5τὸ δύνασθαι ποιεῖν τε καὶ πάσχειν, καὶ κατὰ χρόνον φησὶ λέγεσθαί τινα πρός τι· τὸ γὰρ πεποιηκὸς πρὸς τὸ πεποιημένον λέγεται (τὸ γὰρ θερμῆναν πρὸς τὸ θερμανθέν, καὶ τὸ οἰκοδομηθὲν ὁμοίως) καὶ τὸ ποιῆσον πρὸς τὸ ποιηθησόμενον· καὶ γὰρ πατὴρ υἱοῦ κατὰ χρόνον, φησί, λέγεται· τῷ γὰρ τὸ μὲν γεγεννηκὸς εἶναι τὸ δὲ γεγεννημένον, τὸ δὲ γεγεννηκέναι καὶ γεγεν‐
10νῆσθαι τὸ μὲν πεποιηκέναι τὸ δὲ πεπονθέναι ἐστίν. κατὰ δύναμιν δὲ λέγει καὶ τὰ γεγονότα, ὅτι μηδὲ ταῦτα ὡς ἐνεργοῦντα ἔτι λαμβάνεται. ἢ κατὰ δύναμιν κοινῶς λέγει ἀντικεῖσθαι τὰ κατὰ τὸ ποιεῖν τε καὶ πάσχειν ἀντικείμενα, καθ’ ὃν ἂν χρόνον ἡ ἀντίθεσις αὐτῶν λαμβάνηται. λέγεσθαί φησιν ἔνια πρός τι καὶ κατὰ στέρησιν δυνάμεως, ὥσπερ καὶ κατὰ δύναμιν.
15τὸ μὲν γὰρ θερμαντικὸν πρὸς τὸ θερμαντὸν κατὰ δύναμιν, τὸ δὲ ἀόρατον καὶ ἄτομον κατὰ στέρησιν· τὸ γὰρ ἀδύνατον ὁραθῆναι πρὸς τὸ ἀδύνατον ἰδεῖν, καὶ τὸ ἀδύνατον διαιρεθῆναι πρὸς τὸ ἀδύνατον διελεῖν· ἀόρατον γάρ, οὗ οὐκ ἔστιν ὅρασις, καὶ ὅρασις οὐκ ἔστι τοῦ ἀοράτου. ὥστε τὰ οὕτως λεγόμενα πρὸς ἄλληλα πάντα κατὰ στέρησιν ἂν δυνάμεως λέγοιτο·
20τὸ γὰρ ἀδύνατον ἀδυναμίᾳ ἀδύνατον, καὶ ἀδυναμία ἀδυνάτου ἀδυναμία. Εἰπὼν δὲ ταῦτα, προστίθησι τοῖς εἰρημένοις ὅτι τὰ μὲν κατ’ ἀριθμὸν λεγόμενα πρός τι, ὁποῖα ἦν περὶ ὧν πρῶτον εἶπε, καὶ κατὰ δύναμιν (ταῦτα δ’ ἦν κατὰ τὸ ποιητικὰ καὶ παθητικὰ ἀλλήλων εἶναι ἀντικείμενα), ταῦτα δὴ πάντα οὕτως πρός τι λέγεσθαί φησι τῷ ἕκαστον αὐτῶν ὅπερ
25ἐστὶν ἄλλου λέγεσθαι, ἀλλὰ μὴ τῷ ἄλλο πρὸς αὐτό. βούλεται δὲ ἡμῖν διαφοράν τινα δεῖξαι τῶν κατὰ τοὺς προειρημένους δύο τρόπους πρός τι λεγο‐ μένων πρὸς τὸν ῥηθέντα λόγον τῶν πρός τι κατὰ τὸ κρῖνόν τε καὶ κρινό‐ μενον, ὡς ἐλέγετο ἡ ἐπιστήμη τε καὶ ἡ αἴσθησις καὶ τὸ μέτρον καὶ ἡ διάνοια καὶ ἡ δόξα καὶ ὑπόληψις. ἔστι δὲ ἥδε ἣν λέγοι ἂν διαφοράν, ὅτι
30ἐπὶ μὲν ἐκείνων ἑκάτερον τῶν ἀντικειμένων αὐτὸ ὅπερ ἦν ἐκείνου ἐλέγετο εἶναι πρὸς ὃ εἶχε τὴν ἀντίθεσιν. οὐ κατὰ τὴν πτῶσιν δὲ τὸ ἐκείνου λαμ‐ βάνοι, ἐπεὶ καὶ τὸ ὅμοιον κατ’ ἀριθμὸν λεγόμενον καὶ τὸ ἴσον καὶ τὸ ταὐτὸν οὐχ ὁμοίου οὐδὲ ἴσου οὐδὲ ταὐτοῦ λέγεται, ἀλλὰ ὁμοίῳ καὶ ἴσῳ καὶ ταὐτῷ. ἀλλ’ ἔστιν ὃ λέγει, ὅτι αὐτὸ ὅ ἐστιν ἢ ἄλλου λέγεται ἢ
35ἄλλῳ ἢ ἄλλως πρὸς ἄλλο· τὰ δὲ κρινόμενα καὶ τὰ κρίνοντα οὐκέθ’ οὕτως. τὰ μὲν γὰρ κρίνοντα ταῦτα ἅ ἐστιν ἄλλων λέγεται· τῶν γὰρ κρινομένων· ἥ τε γὰρ αἴσθησις αἰσθητῶν, ἥ τε ἐπιστήμη ἐπιστητῶν, καὶ τὸ μέτρον μετρουμένων, καὶ ἡ διάνοια διανοητῶν, καὶ ὁ νοῦς νοητῶν. τὰ δὲ κρινό‐
μενα οὐκέτι αὐτὰ ἅ ἐστι τῶν κρινόντων λέγεται, οὐδὲ κατὰ τοῦτο πρός406
in Metaph
.

407

τι, καθὸ αὐτὰ ἄλλων ἐστίν, ἀλλὰ καθὸ τούτων ἄλλα. αἰσθητὰ γάρ ἐστιν οὐχ ὅτι αὐτὰ ἄλλων ἐστίν, ἀλλ’ ὅτι ἄλλο τι τούτων ἐστίν (ὅτι γὰρ αἴσθησίς ἐστιν αὐτῶν, ταύτῃ αἰσθητά), καὶ ἐπιστητά, ὅτι αὐτῶν ἔστιν ἄλλο· ὅτι γὰρ ἐπιστήμη. τὸ γὰρ ὅμοιον, εἰ καὶ ὁμοίῳ ὅμοιον λέγεται κατὰ τὴν πτῶσιν
5ὁμοίως ὡς καὶ τὸ ἐπιστητὸν ἐπιστήμῃ καὶ τὸ αἰσθητὸν αἰσθήσει (πρὸς γὰρ δοτικὴν πτῶσιν ὁμοίως καὶ ταῦτα καὶ ἐκεῖνα), ἀλλ’ οὐχ ὡσαύτως λέγεται· τῷ γὰρ αὐτὸ ἐκείνῳ ὅμοιον εἶναι ὅμοιον αὐτῷ λέγεται, ἀλλ’ οὐ τῷ ἐκεῖνο τούτῳ, εἰ καὶ ὅτι μάλιστα κἀκεῖνο πρὸς τοῦτο ὁμοίως λέγεται· ὁμοίως καὶ τὸ ἴσον καὶ τὸ ταὐτόν. τὸ δὲ αἰσθητὸν αἰσθήσει αἰσθητὸν
10λέγεται, οὐ τῷ αὐτὸ ὅ ἐστι τῆς αἰσθήσεως εἶναι, ἀλλὰ τῷ ἐκεῖνο, πρὸς ὃ λέγεται, τούτου εἶναι. τῷ γὰρ αἴσθησιν αὐτοῦ εἶναι λέγεται τὸ αἰσθητὸν αἰσθήσει αἰσθητόν· τὸ γὰρ ὁρατὸν σημαίνει ὅτι ἔστιν αὐτοῦ ὄψις. ὁμοίως τούτοις λέγοιτ’ ἂν καὶ ἡ ἁρμονία πρὸς τὰ ἡρμοσμένα· ἡ γὰρ ἁρμονία τῶν ἡρμοσμένων, τὰ δὲ ἡρμοσμένα τῇ ἁρμονίᾳ ἡρμοσμένα, ὅτι ἡ ἁρμονία τού‐
15των ἐστίν, ὡς ἐπὶ τῶν ἐπιστητῶν ἐπιστήμη. p. 1021a31 Οὐκ ἔστι δὲ ἡ διάνοια πρὸς τοῦτο οὗ ἐστι διάνοια. Εἰπὼν ἐν τοῖς πρὸς ἄλληλα λεγομένοις ὡς τὸ κρῖνόν τε καὶ κρινό‐ μενον τὸ κρινόμενον πρὸς τὸ κρῖνον οὕτως λέγεσθαι, ὅτι ἐκεῖνο τούτου, τουτέστι τὸ κρῖνον τοῦ κρινομένου, δυναμένου πρὸς τὸ κρῖνον οὕτω λέγε‐
20σθαι ὡς τὸ κρῖνόν γε πρὸς τὸ κρινόμενον, νυνὶ δείκνυσιν ὅτι οὕτω λέγεται ταῦτα πρός τι, ἥ τε ἐπιστήμη καὶ ἡ αἴσθησις καὶ τὸ μέτρον καὶ ὅσα τούτοις ὅμοια, ὡς πρὸς τὰ ὧν ἐστιν, ἡ μὲν ἐπιστήμη πρὸς τὰ ἐπιστητά, ἡ δὲ αἴσθησις πρὸς τὰ αἰσθητά, ἡ δὲ δόξα πρὸς τὰ δοξαστά, ἀλλ’ οὐ πρὸς ἐκεῖνα ἐν οἷς ἐστιν, ἡ μὲν ἐπιστήμη πρὸς τὸ ἔχον τὴν ἐπιστήμην,
25ἡ δὲ αἴσθησις πρὸς τὸ τὴν αἴσθησιν, καὶ τὰ ἄλλα ὁμοίως, διὰ τοῦ τοῦτο δεικνύναι πιστὸν ποιῶν τὸ εἰρημένον, τὸ ἐν τοῖς πρός τι εἶναί τινα καὶ οὕτως πρός τι λεγόμενα τῷ πρὸς ἃ λέγεται τούτων εἶναι τῶν πρὸς αὐτὰ λεγομένων· τοιαῦτα γὰρ τὰ κρινόμενα καὶ οὕτως λεγόμενα πρὸς τὰ κρί‐ νοντα. ὅτι δὲ ἡ ἐπιστήμη πρὸς τὰ ἐπιστητὰ λέγεται ἀλλ’ οὐ πρὸς τὸν
30ἔχοντα τὴν ἐπιστήμην, δείκνυσι διὰ τοῦ δεῖξαι ὅτι δὶς ἔσται τὸ αὐτὸ λεγό‐ μενον. πῶς δὲ γίνεται δὶς τὸ αὐτὸ λεγόμενον, ὀλίγον προελθὼν δείκνυσιν αὐτὸς εἰπὼν ὁμοίως δὲ καί τινός ἐστιν ἡ ὄψις ὄψις, οὐχ οὗ ἐστιν ἡ ὄψις (καίτοι ἀληθὲς τοῦτο εἰπεῖν), ἀλλὰ πρὸς χρῶμα ἢ πρὸς ἄλλο τι τοιοῦτον· ἐκείνως δὲ δὶς τὸ αὐτὸ λεχθήσεται, ὅτι ἔστιν
35ὄψις οὗ ἐστιν ὄψις. ἔστι δὲ τὸ διὰ τούτων λεγόμενον ὑπ’ αὐτοῦ, ὅτι
ἂν μὲν τὴν ὄψιν καὶ τὴν ἐπιστήμην καὶ τὰ τοιαῦτα ἄλλων τινῶν λέγωμεν407
in Metaph
.

408

εἶναι, οἷον ἐπιστήμην τῶν ἐπιστητῶν, τὴν ὄψιν τῶν ὁρατῶν, οὐδὲν ἄτοπον ἀπαντήσεται (πρὸς γὰρ τὸν ἐρόμενον, τί ἐστιν οὗ ἐστιν ἐπιστήμη, ἀπό‐ κρισις εὔλογος ὅτι τὸ ἐπιστητόν)· εἰ δέ τις τὴν ἐπιστήμην οὐ πρὸς τὸ ἐπιστητὸν λέγεσθαι λαμβάνοι, ἀλλὰ πρὸς τὸν οὗ ἐστι καὶ ἐν ᾧ ἐστι, του‐
5τέστιν πρὸς τὸν ἐπιστήμην ἔχοντα, ἔσται ἡ ἀπόκρισις πρὸς τὸν ἐρόμενον, τί ἐστιν οὗ ἐπιστήμη, ‘οὗ ἐστιν ἐπιστήμη‘, ἐπεὶ ἐτέθη, οὗ ἐστι, πρὸς ἐκεῖνο λέγεσθαι. οὕτω δὲ ἔσται ἄτοπος ἡ ἀπόκρισις καὶ δὶς τὸ αὐτὸ λεγόμενον. πρὸς δὲ τοῦτο ἀπορήσαι τις ἄν, ὅτι εἰ διὰ τοῦτο τὰ τοιαῦτα οὐ λέγεται πρὸς τὰ ἐν οἷς ἐστι, διότι συμβαίνει δὶς ταὐτὸν λέγεσθαι, οὐδὲ ἄλλο τι ἔδει
10τῶν ἔν τινι ὄντων πρὸς ἐκεῖνο λέγεσθαι ἐν ᾧ ἐστιν. δοκεῖ δὲ πολλὰ τῶν πρός τι λέγεσθαι πρὸς τὰ ἐν οἷς ἐστιν· ἥ τε γὰρ ἁρμονία λέγεται ἡρμο‐ σμένων εἶναι, καὶ οὐκ ἐν ἄλλοις τισίν ἐστιν ἡ ἁρμονία ἢ ἐν τοῖς συγκει‐ μένοις ὧν ἐστι, καὶ πρὸς ἐκεῖνα λέγεται. ἀλλὰ καὶ ἡ ἕξις ἔχοντος ἕξις λέγεται εἶναι, ἐν ᾧ καὶ ἔστιν. ἐφ’ ὧν εἴ τις βούλοιτο ὁμοίως ἐρωτᾶν,
15ἔσται δὶς ταὐτὸν λεγόμενον· πρὸς γὰρ τὸν ἐρόμενον, τί ἐστιν οὗ ἐστιν ἁρμονία, ἀπόκρισις ὑγιὴς ἡ λέγουσα ‘οὗ ἐστιν ἁρμονία‘, εἴ γε ἡ ἁρμονία πρὸς τὸ οὗ ἐστιν ἁρμονία λέγεται. πρὸς γὰρ τὰ ἡρμοσμένα λέγεται, ὧν ἐστιν ἁρ‐ μονία. ὅτι δὲ λέγεται πρὸς ταῦτα ἐν οἷς ἐστιν, ὑπὸ μὲν Θεοφράστου ἐν τῷ Β τῶν Τοπικῶν οὕτως εἴρηται· “ὧν μὲν γὰρ ἕκαστα λέγεται, καὶ
20ὑπάρχει τούτοις, ὥσπερ ἡ συμμετρία καὶ ἡ ἕξις καὶ ἡ σύνθεσις· μνήμη δὲ καὶ ὕπνος καὶ ὑπόληψις οὐδενὶ τῶν ἀψύχων, οὐδὲ ἡ ἑτέρου κίνησις ἄλλῳ. διὸ δὴ καθ’ ἕκαστα διοριστέον.” καὶ αὐτὸς δὲ ὁ Ἀριστοτέλης περὶ τῶν αὐτῶν τούτων οὕτως εἴρηκεν ἐν τῷ Δ τῶν Τοπικῶν· “ἐπεὶ δὲ τῶν πρός τι λεγομένων τὰ μὲν ἐξ ἀνάγκης ἐν ἐκείνοις ἢ περὶ ἐκεῖνά ἐστι
25πρὸς ἅ ποτε τυγχάνει λεγόμενα, οἷον αἱ διαθέσεις καὶ αἱ ἕξεις καὶ ἡ συμ‐ μετρία (ἐν ἄλλῳ γὰρ οὐδενὶ δυνατὸν ὑπάρχειν τὰ εἰρημένα ἢ ἐν ἐκείνοις πρὸς ἃ λέγεται), τὰ δὲ οὐκ ἀνάγκη μὲν ἐν ἐκείνοις ὑπάρχειν πρὸς ἅ ποτε λέγεται, ἐνδέχεται δέ (οἷον εἰ ἐπιστητὸν εἴη ἡ ψυχή· οὐδὲν γὰρ κωλύει τὴν αὑτῆς ἐπιστήμην ἔχειν τὴν ψυχήν, οὐκ ἀναγκαῖον δέ· δυνατὸν γὰρ
30καὶ ἐν ἄλλῳ ὑπάρχειν τὴν αὐτὴν ταύτην), τὰ δὲ ἁπλῶς οὐκ ἐνδέχεται ἐν ἐκείνοις ὑπάρχειν πρὸς ἅ ποτε τυγχάνει λεγόμενα, οἷον τὸ ἐναντίον ἐν τῷ ἐναντίῳ, οὐδὲ τὴν ἐπιστήμην ἐν τῷ ἐπιστητῷ, ἂν μὴ τυγχάνῃ τὸ ἐπι‐ στητὸν ψυχὴ ἢ ἄνθρωπος.” διὰ γὰρ τούτων καὶ ἀναγκαῖον εἶναί φησιν ἔνια τῶν πρός τι πρὸς ἐκεῖνα λέγεσθαι ἐν οἷς ἐστιν· ὧν εἶπεν εἶναι τήν
35τε διάθεσιν (διακειμένου γὰρ καὶ τοῦ ἐν ᾧ ἐστιν ἡ διάθεσις) καὶ τὴν ἕξιν· τοῦ γὰρ τὴν ἕξιν ἔχοντος ἡ ἕξις ἕξις. ἀλλὰ καὶ ἡ συμμετρία ἐστὶν ἐν
τούτοις. ἀλλ’ εἰ πρὸς ταῦτα λέγεται, ἐν οἷς ἐστιν ἕκαστον τούτων, δὶς ταὐτὸν408
in Metaph
.

409

λεχθήσεται ἐφ’ ἑκάστου αὐτῶν. τί ἐστιν οὗ ἡ διάθεσις; οὗ ἐστιν ἡ διάθεσις. τί ἐστιν οὗ ἐστιν ἕξις; οὗ ἐστιν ἕξις. ὁμοίως καὶ ἐπὶ συμμε‐ τρίας. εἰ δὴ ἐπὶ τούτων δὶς μὲν ταὐτὸν λέγεται, ἐξ ἀνάγκης δὲ δεῖ αὐτὰ πρὸς ταῦτα λέγεσθαι ἐν οἷς ἐστιν, οὐχὶ πρὸς διαβολὴν τοῦ λέγεσθαί τι
5πρὸς τὸ ἐν ᾧ ἐστιν εἴη ἂν εἰρημένον τὸ δὶς ταὐτὸ λέγεσθαι. καὶ γὰρ εἰ μὲν ἦν οὕτω δὶς λεγόμενον ὡς αὐτὸ πρὸς αὑτὸ λέγεται, ἄτοπον ἄν τι εἵπετο· ἦν γὰρ ἂν αὐτὸ αὑτῷ τι ἀντικείμενον, εἴ γε τὰ πρός τι πρὸς ἀντικείμενα λέγεται. εἰ δὲ ἀποκρινόμενος πρὸς τὸν ἐρόμενον, τί ἐστι τὸ οὗ ἐστιν ἐπιστήμη, λέγει μὲν εἶναι τὴν ἐπιστήμην τοῦ οὗ ἐστιν ἐπιστήμη,
10ὂν ἀληθές, οὐ μὴν καὶ πρὸς τοῦτο λέγεσθαι (οὐκέτι γὰρ ἐρωτηθείς, πρὸς τί λέγεται ἐπιστήμη, ἀποκρίνεται οὗ ἐστιν ἐπιστήμη, ἀλλὰ πρὸς τὸν ἔχοντα τὴν ἐπιστήμην), καὶ πάλιν πρὸς τί λέγεται ὁ ἔχων τὴν ἐπιστήμην, ἐρωτη‐ θεὶς ἀποκρίνεται πρὸς ἐπιστήμην, οὐκ ἂν εἴη αὐτό τι πρὸς αὑτὸ λεγόμενον, εἴ γε ἄλλο ἐπιστήμη καὶ ἄλλο τὸ ἐπιστήμην ἔχον. ἔοικε δὲ καὶ αὐτὸς
15οὐχ ὡς ἀναιρετικὸν τοῦ λέγεσθαί τι πρὸς τὸ ἐν ᾧ ἐστι τιθέναι αὐτό, ἀλλὰ πρὸς σύστασιν μᾶλλον αὐτῷ χρῆσθαι τοῦ, ἐν οἷς ἐνδέχεται τὰ ὄντα ἔν τισι πρὸς ἄλλα τινὰ λέγεσθαι παρὰ τὰ ἐν οἷς ἐστι, πρὸς ἐκεῖνα αὐτῶν ποιεῖσθαι τὴν ἀπόδοσιν. ἐπιζητήσαι δ’ ἄν τις, εἰ μὴ ὁμοίως καὶ τῶν κατὰ δύναμιν λεγομένων πρὸς ἄλληλα τὸ ἕτερον τὸ ὡς πάσχον ἀντικεί‐
20μενον ὂν τῷ ποιοῦντι ἢ ποιητικῷ οὕτω λέγεται πρὸς αὐτὸ τῷ ἐκεῖνο τούτου εἶναι, ἀλλ’ οὐ τῷ τοῦτο ἐκείνου. τὸ γὰρ καυστὸν καυστὸν τῷ εἶναι αὐτοῦ καυστικόν τι, καὶ τὸ θερμαντὸν τῷ εἶναι αὐτοῦ θερμαντικόν τι, καὶ τούτων ἕκαστον αὐτὸ ὅπερ ἐστὶν ἄλλου λέγεται· τὸ γὰρ καυστὸν καυστὸν τῷ καυστικῷ, καὶ τὸ αἰσθητὸν τοιοῦτόν ἐστιν, ὅτι ἐστὶν αὐτοῦ τὸ
25αἰσθανόμενον. ἢ βουλόμενος δεῖξαι πρὸς τί τὰ οὕτω λεγόμενα λέγεται, ταῦτα λέγει. τὰ μὲν γὰρ κατὰ δύναμιν πρὸς ταῦτα προδήλως λέγεται, καὶ οὐκ ἔστι ζητούμενον πρὸς τί ἡ τούτων ἀπόδοσις· ἐπὶ δὲ τῶν ὡς κρι‐ τικῶν πρός τι λεγομένων ἐζητεῖτο πρὸς τί ταῦτα, οἷον τὸ αἰσθάνεσθαι πότερον πρὸς τὸ ἔχον αἴσθησιν ἢ πρὸς τὸ αἰσθητόν. ὅτι οὖν πάντα τὰ
30τοιαῦτα οὐ πρὸς τὰ ἔχοντα ἀλλὰ πρὸς τὰ ὧν εἰσι λέγεται, ἔδειξε διὰ τοῦ δεῖξαι τὰ ἀντικείμενα τούτοις οὕτω δεῖν λέγεσθαι πρὸς αὐτὰ τῷ ἐκεῖνα τούτων εἶναι· εἰ γὰρ καὶ ἐπὶ τούτων ἀληθὲς τὸ αὐτὰ ἅπερ ἐστὶν ἑτέρων λέγεσθαι ἢ ὁπωσοῦν πρὸς ἕτερον (πάντα γὰρ οὕτω τὰ πρός τι ἔχει), ἀλλὰ δεῖ οὕτω τὰ πρὸς τὰ κρίνοντα λεγόμενα λέγεσθαι τῷ ἐκεῖνα τούτων εἶναι·
35ὃ οὐκ ἂν οὕτως ἔχοι, εἰ ἡ ἐπιστήμη καὶ ἕκαστον τῶν τοιούτων πρὸς τὰ ἔχοντα αὐτὰ ἐλέγετο. Τῶν δὲ καθ’ αὑτὰ πρός τι λεγομένων τὰ μὲν οὕτω φησὶ λέγεσθαι,
δηλονότι ἢ τῷ αὐτὰ ἅπερ ἐστὶν ἑτέρων λέγεσθαι ἢ τῷ ἄλλα αὐτῶν εἶναι,409
in Metaph
.

410

τὰ δέ, φησίν, ἂν τὰ γένη αὐτῶν πρός τι ᾖ· ἡ γὰρ ἰατρικὴ πρός τι τῷ τὴν ἐπιστήμην γένος οὖσαν αὐτῆς πρός τι εἶναι. τοῦτο δὲ καὶ ἐν Κατηγορίαις εἴρηκεν· οὗ γὰρ τὸ γένος πρός τι, τοῦτο οὐ κατὰ συμβεβηκὸς ἂν ἔτι πρός τι λέγοιτο, ἀλλὰ καὶ αὐτὸ καθ’ αὑτό, εἰ καὶ μὴ ὁμοίως τῷ γένει· τῷ γὰρ
5τὸ γένος ἐν τῷ εἴδει εἶναι γίνεται καὶ τὸ εἶδος ἐν τῇ οὐσίᾳ ἔχον τὸ πρός τι, εἴ γε μέρος αὐτοῦ τῆς οὐσίας τὸ γένος. ἔτι λέγει, ὡς τὰ ἔχοντά τινα πρός τι ἐστίν, οὕτω καὶ τὰ ἐχόμενα καὶ κατὰ τοῦτο· ἡ γὰρ ἰσότης πρός τι, ὅτι τὸ ἴσον τὸ ἔχον τὴν ἰσότητα πρός τι, καὶ ἡ ὁμοιότης τῷ τὸ ὅμοιον. κατὰ γὰρ τοῦτο κἀκεῖνα πρός τι· τῷ γὰρ ταῦτα ἔχειν. τὰ δὲ κατὰ συμ‐
10βεβηκὸς πρός τι λέγεται, ὅσοις συμβέβηκέ τι τῶν πρός τι οὐκ οὖσιν αὐ‐ τοῖς πρός τι· ἄνθρωπος γὰρ λέγεται πρός τι, ὅταν ᾖ τὸ συμβεβηκὸς αὐτῷ τὸ διπλάσιον τῶν πρός τι ὄν. πάλιν εἴη ἂν τὸ λευκὸν λεγόμενον κατὰ συμβεβηκὸς καὶ αὐτὸ πρός τι, ἂν ᾧ συμβέβηκε διπλασίῳ εἶναι, τούτῳ καὶ τὸ λευκὸν εἴη συμβεβηκός. διαφέρει δὲ οὗτος ὁ τῶν πρός τι τρόπος τοῦ
15προρρηθέντος· ἐκεῖ μὲν γὰρ τὸ ὑποκείμενον πρός τι λέγεται διὰ τὸ συμβε‐ βηκὸς αὐτῷ, ἐνταῦθα δὲ τῶν συμβεβηκότων αὐτῷ τὸ ἕτερον διὰ τὸ ἕτερον. Λέγει δὲ καὶ περὶ τοῦ τελείου, διαιρῶν αὐτό, ὅτι ἓν μὲν αὐτοῦ σημαι‐ νόμενόν ἐστιν οὗ μηδὲν μόριον ἄπεστι· τέλειον γάρ ἐστιν ἕκαστον, ὃ λέ‐ γεται, ὅταν αὐτοῦ μηδὲν τῶν εἰς τὴν τελείωσιν ἀπῇ μορίων. οὕτω χρόνος
20τέλειος ἑκάστου οὗτος, οὗ χρόνου, ὃς τοῦδε λέγεται εἶναι, μηδὲν μόριον ἄπεστι μηδὲ ἔξω τις αὐτοῦ. παντὸς μὲν γὰρ τοῦ λαμβανομένου χρόνου ἔστι τις ἔξω χρόνος· ἀλλ’ ὅταν ὁ τοῦδέ τινος ἀφωρισμένος χρόνος λαμβάνηται, τότε ὁ τέλειος ἔσται τούτου χρόνος, ὅταν ἀπῇ μηδὲν μόριον τοῦ χρόνου αὐτοῦ ἐν ᾧ ἐκεῖνό ἐστιν· οἷον εἴ τινος εἴη χρόνος τῆς ὑπάρξεως ἑκατὸν ἔτη, εἰ ἄνθρωπος
25φέρε εἰπεῖν ἔχοι τοῦτον ὅρον τῆς ζωῆς ὅλον, τέλειος ἂν ἦν ἀνθρώπου χρόνος, εἰ μηδὲν ἀπῆν τῶν ἑκατὸν ἐτῶν. οὕτω καὶ τέλειος ἄνθρωπος καὶ τέλειος ἵππος, οὗ μηδὲν μόριον ἄπεστιν, καὶ τέλειος ἀνδριὰς καὶ τῶν ἄλλων ἕκαστον, ὧν μηδὲν μόριον ἄπεστιν. ὁμοίως δὲ λέγεται τέλεια καὶ ὧν κατ’ ἀρετὴν τὴν οἰκείαν καὶ τὸ εὖ τὸ οἰκεῖον καὶ ἐν τῷ γένει τούτῳ μὴ ἔστιν
30ὑπερβολή. κοινότερον δὲ τῷ τῆς ἀρετῆς ὀνόματι χρῆται. ἕκαστον γὰρ τέλειον λέγεται, ὅταν ἔχῃ τὴν οἰκείαν ἀρετήν, οἷον τέλειος ἄνθρωπος, ᾧ μηδὲν ἐνδεῖ τῶν κατὰ τὰς ἀνθρώπου ἀρετάς, μηδὲ ἔστιν ὑπερβολὴ αὐτοῦ κατὰ τὸ εὖ τὸ ἐν τῷ ἀνθρώπῳ. οὕτω καὶ ἰατρὸν τέλειον, οὗ κατὰ τὸ εὖ τῆς ἐν ἀνθρώπῳ ἰατρικῆς μὴ ἔστιν ὑπερβολή. τὸ δὲ πρὸς τὸ γένος
35αὐτὸς ἐξηγήσατο διὰ τοῦ εἰπεῖν ὅταν κατὰ τὸ εἶδος τῆς οἰκείας ἀρετῆς μηδὲν ἐλλείπωσι. τῷ γὰρ τὰς ἀρετὰς πλείους καὶ διαφόρους εἶναι, οὗτος τέλειος καθ’ ἣν ἔχει ἀρετήν ἐστιν, ὅταν μηδὲν κατ’ αὐτὴν τὴν ἀρετὴν ἐλλείπῃ· τῷ γὰρ γένει ἀντὶ τοῦ εἴδους ἐχρήσατο. καὶ αὐλητὴς τέλειος ὁ κατὰ αὐλητικὴν τοιοῦτος, καὶ ἁπλῶς ὁ κατά τινα τέχνην ἢ ἐπι‐
40στήμην ἢ ἀρετὴν μὴ ἐλαττούμενος τέλειος κατ’ αὐτήν. ἀπὸ δὲ τῶν οὕτως410
in Metaph
.

411

τελείων καὶ κατὰ τὸ εὖ τὸ οἰκεῖον μὴ ὑπερεχομένων καὶ ἐπὶ τὰ κακὰ με‐ ταφέρομεν τὸ τέλειον· συκοφάντην γὰρ λέγομεν καὶ κλέπτην τέλειον ὡς οὐκ ἔχοντα ἐν τούτοις ὑπεροχήν. τοῦτο δὲ ποιοῦμεν, ἐπεὶ καὶ ἀγαθοὺς λέγομεν αὐτούς, κλέπτας ἀγαθοὺς καὶ τελείους· ὡς γὰρ τὴν κατὰ ταῦτα
5ἀρετὴν ἔχοντας καὶ τελείους κατ’ αὐτά· τελειότης γὰρ ἑκάστου ἡ οἰκεία ἀρετή. ὅταν γάρ, φησί, κατὰ τὸ εἶδος τῆς οἰκείας ἀρετῆς μηδὲν ἐλλείπῃ μόριον τοῦ μεγέθους ὃ κατὰ φύσιν ἐστὶν αὐτῷ, τότε ἐστὶ τέλειον ἕκαστον, κατὰ τὸ εἶδος τῆς οἰκείας ἀρετῆς εἰπὼν ἀντὶ τοῦ ὅταν ταύτης τῆς τοῦ εἴδους ἐν ᾧ ἐστιν οἰκείας ἀρετῆς μηδὲν ἐλλείπῃ μόριον
10τοῦ κατὰ φύσιν μεγέθους· ἄνθρωπος γὰρ τέλειος, ἂν τῆς τοῦ ἀν‐ θρώπου ἀρετῆς μηδὲν αὐτῷ ἐνδέῃ. οὗτος γὰρ ἄνθρωπος τέλειος, οὐχ ὁ τὰ μέρη ἄρτιος, ἀλλ’ ὅταν τῆς ἀνθρώπου ἀρετῆς καὶ τοῦ ταύτης μεγέθους τοῦ κατὰ φύσιν μηδὲν μόριον ἐνδέῃ αὐτῷ. ὁμοίως καὶ ἵππος καὶ κύων καὶ τῶν ὄντων ἕκαστον. καὶ εἴη ἂν τοῦ οὕτως τελείου ὁρισμὸν ἀποδεδωκώς,
15ὡς εἶναι τέλειον οὗ κατὰ τὸ εἶδος τῆς οἰκείας ἀρετῆς μηδὲν ἐλλείπῃ μόριον τοῦ κατὰ φύσιν μεγέθους· πρὸς γὰρ τὸ κατὰ φύσιν μέγεθος δεῖ μηδὲν μόριον ἐλλείπειν τοῦ τελείου. ἔστι δὲ τὰ μὲν πρῶτα εἰρημένα τέ‐ λεια κατὰ τὸ ποσόν, τὰ δὲ δεύτερα κατὰ τὸ εὖ τε καὶ τὸ ποιόν. ἔτι τέ‐ λειά φησιν εἶναι ἃ τὸ οἰκεῖον τέλος σπουδαῖον ἔχει· τέλειον γὰρ τὸ τέλος
20ἔχον, τὸ δὲ κυρίως τέλος ἀγαθόν τι. οὕτως ἄνθρωπος ἀγαθὸς τέλειος, ὅτι τὸ οἰκεῖον τέλος ἀγαθὸν ὂν ἔχει. καὶ εἴη ἂν ἡ διαφορὰ τοῖς οὕτω λεγομένοις τελείοις πρὸς τὰ πρὸ τούτων εἰρημένα, ὅτι ἐκεῖνα μὲν ἐλέγετο τέλεια τῷ ἐν τελείῳ εἶναι (τοιοῦτον γὰρ ἡ ἀρετή) ἀλλὰ οὐ τῷ ἐν τέλει, τὰ δὲ νῦν λεγόμενα τῷ ἐν τέλει. ἢ οὐχ ὡς ἄλλο τι σημαίνων εἶδος τε‐
25λείου τοῦτο προσέθηκεν· ἀναλαμβάνων οὖν τὸν περὶ αὐτῶν λόγον οὐκέτι τούτου ὡς ὄντος παρ’ ἐκεῖνο μνημονεύει. ἐπεὶ δὲ τέλειον τὸ τέλος ἔχον, τὸ δὲ τέλος ἔσχατον, ἤδη καὶ τὰ ἐν τῷ ἐσχάτῳ ὄντα ἐν τῷ τέλει φαμὲν εἶναι· διὸ καὶ ἐπὶ τὰ φαῦλα χρώμεθα τῷ σημαινομένῳ τούτῳ τοῦ τελείου, λέγοντες τελείως τινὰ ἀπολωλέναι καὶ τελείως ἐφθάρθαι, ὅταν ἐπὶ τῷ
30ἐσχάτῳ ᾖ τοῦ κακοῦ καὶ μηδὲν αὐτῷ ἐλλείπῃ τῆς φθορᾶς. οὕτως καὶ ἡ τελευτὴ τέλος λέγεται, ἐπεὶ καὶ τὸ τέλος ἔσχατον (τοῦτο δέ ἐστι τὸ ἀγαθὸν καὶ τὸ οὗ χάριν), τὸ ἔσχατον τέλος λεγόντων ἡμῶν. διὸ καὶ τὸ “ἔχει τε‐ λευτήν, ἧσπερ οὕνεκ’ ἐγένετο.” οὐ μὴν ἀλλὰ παρὰ τὸ ἑπόμενον ἡ ἀπάτη, ἐπεὶ κυρίως γε τέλος τὸ οὕτως ἔσχατον ὡς οὗ ἕνεκεν. τὸ δὲ τέλος δὲ
35καὶ τὸ οὗ ἕνεκα ἔσχατον ὡς ἴσον εἶπε τῷ κυρίως δὲ τέλος τὸ ὡς οὗ ἕνεκα ἔσχατον. ἢ εἰπὼν ἄμφω ἔσχατα εἶναι (καὶ γὰρ ἡ τελευτὴ ἔσχατον) προσέθηκεν ὅτι καὶ τὸ τέλος δὲ καὶ οὗ ἕνεκα καὶ αὐτὸ ἔσχατον. πάντα
δὲ τὰ προειρημένα τε καὶ καθ’ αὑτὰ λεγόμενα τέλεια εἰς δύο φησὶν ἀνά‐411
in Metaph
.

412

γεσθαι σημαινόμενα, εἴς τε τὰ κατὰ τὸ εὖ μηδὲν ἐλλείποντα μηδὲ ἔχοντα ὑπερβολήν, ὡς δύνασθαι ἔξω τι αὐτῶν ληφθῆναι, ὃ παρὸν ηὔξησεν ἂν τὸ ἐν αὐτοῖς εὖ· καὶ γὰρ οἷς ὑπάρχει τὸ τέλος ὂν σπουδαῖον, καὶ ταῦτα ὑπὸ τοῦτο τὸ σημαινόμενον τοῦ τελείου. καὶ τοῦτο μὲν τὸ σημαινόμενον
5τοῦ τελείου κατὰ τὴν ἀρετὴν καὶ τὴν τοῦ ἀγαθοῦ ὁλόκληρον παρουσίαν λέγεται, τὸ δὲ τῷ ἁπλῶς μὴ ἔχειν ὑπερβολὴν ἐν τῷ οἰκείῳ γένει μηδὲ εἶναί τι ἔξω αὐτοῦ μηδὲ ἀπεῖναι, ὃ σημαινόμενον πρῶτον ἐξέθετο, οὗ εἰς δήλωσιν παρέθετο τὸν τέλειον χρόνον. οὕτω τέλειος ἄνθρωπος οὗ μηδὲν ἄπεστι μέρος, καὶ ἵππος ὁμοίως καὶ οἰκία καὶ βάθρον καὶ θρόνος, ὡς
10προεῖπε. ταῦτα μὲν οὖν τὰ σημαινόμενα καθ’ αὑτὰ τοῦ τελείου, τὰ δὲ ἄλλα τέλεια λεγόμενα ἀπ’ αὐτῶν φησι καὶ ταῦτα λέγεσθαι· ἢ γὰρ τῷ ποιεῖν τι τοιοῦτον· ἡ γὰρ παιδεία τέλειον, ὅτι ποιητικὸν τελείου τινός· τοῦ γὰρ τὴν ἀρετὴν ἔχοντος· καὶ τὰ γυμνάσια, ὅτι εὐεξίας καὶ αὐτὰ ποιητικὰ τελειότητος οὔσης. λέγεταί τινα τέλεια καὶ τῷ ἔχειν τι τοιοῦτον, ὡς βι‐
15βλίον λέγομεν τέλειον, ᾧ μηδὲν ἐνδεῖ τῶν ὀφειλόντων γραφῆναι, καὶ πρα‐ γματείαν τελείαν, ᾗ μηδὲν ἐνδεῖ. λέγεταί τινα τέλεια καὶ τῷ ἁρμόττειν τοῖς τελείοις· οὕτως ἐσθὴς λέγεται τελεία καὶ ὑπόδημα καὶ πανοπλία, καὶ ἡ Πηλιὰς τέλειον δόρυ ὅτι ὁ Ἀχιλλεὺς αὐτῇ μόνος ἠδύνατο χρῆσθαι τέ‐ λειος ὤν. καὶ τὰ ἁρμόττοντα δὲ τοῖς κατὰ τὸ εὖ τελείοις τέλεια· οὕτω
20πρᾶξις τελεία ἡ τῷ σπουδαίῳ ἁρμόζουσα, οἵα ἡ τοῦ φιλοσόφου. ἢ ὁπωσοῦν φησι λέγεσθαι πρὸς τὰ πρώτως λεγόμενα τέλεια· οὕτως γυμνάσιον λέγεται τέλειον, ᾧ ὁ τέλειος ἀθλητὴς γυμνάσαιτ’ ἄν. Καὶ πέρας δὲ λέγει τὸ μὲν ὡς ἔσχατον ἑκάστου λέγεσθαι, καθ’ ὃ σημαινόμενον εἴη ἂν καὶ ὁ θάνατος πέρας λεγόμενος· τὸ γὰρ ἑκάστῳ ἐπι‐
25γινόμενον ἔσχατον πέρας ἐκείνου. οὕτως καὶ κινήσεώς τι καὶ πράξεως πέρας λέγεται· τοιοῦτον γὰρ οὗ ἔξω μηδὲν ἔστι λαβεῖν πρώτου· εἰ γάρ τινος ληφθέντος ὡς ἐσχάτου ἔτι ἔστι τι τὸ τούτου ἐκτός, τοῦτο οὐ πέρας. τὸ δὲ πρώτου προσέθηκεν ἐνδεικνύμενος τὸ κυρίως πέρας, ὃ οὐχ ὡς μέρος ἐστὶ πέρας ἀλλ’ ὡς τὸ κυρίως ἔσχατον, ὁποῖόν ἐστιν ἐπὶ τῶν σω‐
30μάτων ἡ ἐπιφάνεια. δύναται μὲν γὰρ καὶ μέρους τινὸς ληφθέντος μηδὲν εἶναι ἔξω, ἀλλ’ οὐ πρώτου· πρὸ τούτου γὰρ τοῦ μέρους αὐτό. δόξειε δ’ ἂν τὸ αὐτὸ σημαίνειν καὶ διὰ τούτου τοῦ λόγου πέρας ὃ καὶ διὰ τοῦ πρότερον, ὃ εἶπεν ἔσχατον ἑκάστου, ὡς εἶναι τοῦ αὐτοῦ σημαινομένου διαφόρους λόγους· οὐ μὴν οὕτως ἔχει. τὸ μὲν γὰρ πρῶτον ῥηθὲν οὐ μόνον
35οὐκ αὐτοῦ τοῦ πράγματος ὄν τι ἔσχατον ἦν αὐτοῦ, ἀλλὰ καὶ τὸ τελευ‐ ταῖον ἐπιγινόμενον ἑκάστῳ, τὸ δὲ νῦν αὐτοῦ τι τοῦ πράγματος ὂν πέρας
λέγεται. ἔτι τὸ μὲν ἔσχατον δύναται καὶ ἐπὶ μέρους λέγεσθαι, τὸ δὲ412
in Metaph
.

413

οὕτω λεγόμενον, ὡς ἀπέδωκε δεύτερον, οὐκ ἐπὶ μέρους ἁρμόζειν δύναται ἀλλ’ ἐπὶ τοῦ κυρίως πέρατος, ὡς ἤδη εἶπον. καὶ τὸ μὲν ἔσχατον καὶ ἐπὶ μὴ μεγεθῶν ἁρμόζοι ἄν· καὶ γὰρ λόγου τι ἔσχατον καὶ πράξεως εἴη ἂν καὶ διανοίας· οὕτως γάρ, ὡς εἶπον, πέρας καὶ ὁ θάνατος λέγεται· ἔσχατον
5γὰρ τῆς τοῦ ζῴου ζωῆς. τοῦτο δὲ τὸ οὗ μηδὲν ἔστιν ἔξω λαβεῖν πρώτου δοκεῖ ἐπὶ μεγεθῶν μόνον ἁρμόζειν· τοῦ γὰρ μεγέθους ἔστι τι λαβεῖν οὗ πρώτου οὐδέν ἐστιν ἔξω· τοιοῦτον γὰρ ἐν μὲν σώματι ἡ ἐπιφάνεια, ἐν δ’ ἐπιφανείᾳ ἡ γραμμή, ἐν δὲ γραμμῇ ἡ στιγμή. ἄλλως δὲ ἐλέγετο ἐπὶ τοῦ τελείου τὸ οὗ μηδὲν ἔστιν ἔξω λαβεῖν καὶ ἄλλως ἐπὶ τοῦ πέρατος. ἐπὶ
10μὲν γὰρ τοῦ τελείου ἐσήμαινε τὸ ᾧ μηδὲν ἐλλείπει τῶν μορίων (τὸ γὰρ πᾶν λαμβανόμενον ἦν τέλειον), ἐπὶ δὲ τοῦ πέρατος τὸ οὗ μηδέν ἐστιν ἐξωτέρω περατοῦν τοῦτο οὗ ἐστι πέρας· καὶ τέλειον μὲν τὸ ὡς ὅλον μηδὲν ἐκτὸς ἔχον. ἢ διαφορὰν σημαίνει τὸ πρῶτον τῷ πέρατι προσκεί‐ μενον, ὅτι πέρας ἔχει καὶ τὸ μὴ τέλειον. πέρας δέ φησιν εἶναι καὶ οὗ
15ἔσω πάντα πρώτου, τὸ αὐτὸ σημαίνων ὃ φθάσας εἶπε, κατ’ ἄλλον δὲ τρόπον καὶ ἀντεστραμμένως (τότε μὲν γάρ, οὗ μηδὲν ἐκτὸς πρώτου, νῦν δέ, οὗ ἐντὸς πάντα πρώτου), τὸ πρώτου πάλιν προσθείς, ἵνα τοῦ μέρους τὸ κυρίως πέρας χωρίσῃ· ἐντὸς μὲν γὰρ καὶ ἐν τοῖς ἄλλοις καὶ τῶν μερῶν τῶν πρὸς τοῖς ἐσχάτοις τὰ ἄλλα μέρη, ἀλλ’ οὐ πρώτων· ἐπὶ γὰρ τοῦ σώ‐
20ματος καὶ αὐτὸ τὸ ληφθὲν μέρος ἔσχατον ἐντός ἐστι τῆς ἐπιφανείας, ἐκείνη δὲ οὐκέτ’ οὐδενὸς ἐντός. ταὐτὸν δέ, ὡς εἶπον, οὗ τε πρώτου οὐδὲν ἔστι λαβεῖν ἔξω, καὶ οὗ ἔσω πάντα πρώτου. ἔτι πέρας φησὶ καὶ ὃ ἂν ᾖ εἶδος μεγέθους ἢ ἔχοντος μέγεθος, εἶδος μὲν τὸ σχῆμα λέγων καὶ τὴν μορφήν· κατὰ γὰρ ταῦτα τὰ σώματα εἰδοποιεῖται. τὸ γὰρ μεγέθους
25ἀντὶ τοῦ σώματος εἶπε· πᾶν γὰρ σχῆμα ἐν σώματι. τὸ δὲ ἢ ἔχοντος μέγεθος προσέθηκε διὰ τὰ ζῷα, ἃ οὐκ ἔστι μὲν ἁπλῶς σώματα καὶ με‐ γέθη, ἔχει μέντοι σῶμα καὶ μέγεθος, καὶ ἔστι τούτων μὲν οὕτως εἶδος καὶ πέρας ἡ οἰκεία ἑκάστου μορφή, τῶν δὲ σωμάτων τὰ σχήματα. καὶ εἴη ἂν διὰ μὲν τοῦ πρώτου τὴν ἐπιφάνειαν εἰρηκὼς πέρας τοῦ σώματος, διὰ
30δὲ τοῦ νῦν τὸ σχῆμα. λέγει πέρας καὶ τὸ ἑκάστου τέλος τὸ οὗ χάριν· τοῦτο γὰρ ἐφ’ ὃ ἡ κίνησις καὶ ἡ πρᾶξις· οὗ γὰρ ἕνεκεν ἡ κίνησίς τε καὶ ἡ πρᾶξις καὶ εἰς ὃ ἐπαύσατο, τοῦτο πέρας. οὐκέτι οὕτως ὁ θάνατος πέρας, ἐπεὶ μὴ τούτου χάριν γίγνεται τὰ γινόμενα· καίτοι ἔσχατός ἐστιν. εἰπὼν δὲ φ’ ὃ ἡ κίνησις καὶ ἡ πρᾶξις πέρας, προσέθηκεν ἀλλ’ οὐκ ἀφ
35ο· ἀφ’ οὗ γὰρ ἡ κίνησις, ἀρχὴ τοῦτο. ὁτὲ δέ, φησί, πέρατα ἄμφω λέγεται, καὶ τὸ ἀφ’ οὗ καὶ τὸ ἐφ’ ὅ· καὶ γὰρ ἡ τοιαύτη ἀρχὴ λέγεταί ποτε πέρας καὶ αὐτή. καὶ εἴη ἂν τοῦ διαλογισμοῦ τοῦ περὶ τοῦ πραχθη‐ σομένου τοῦτο πέρας· ἀπὸ γὰρ τοῦ τέλους ἀρξάμενοι ἐπὶ ἔσχατον παυ‐
όμεθα τοῦτο ὃ ἀρχὴ τῆς πράξεως γίνεται· ὥστε ἔστιν ἥ τινος ἀρχὴ τῆς413
in Metaph
.

414

πράξεως πέρας τοῦ διαλογισμοῦ. καὶ εἴη ἂν διὰ τούτων καὶ τὸ τέλος ἀρχήν τε καὶ πέρας δεδειχὼς καὶ τὸ ποιητικόν· τοῦ μὲν γὰρ διαλογισμοῦ πέρας, ἀρχὴ δὲ τῆς πράξεως. εἰπὼν δὲ ἐκεῖ τὴν ἀρχὴν πέρας λέγεσθαι, ὃ ἐδήλωσε διὰ τοῦ εἰπεῖν καὶ ἀφ’ ο, ᾧ προσθεὶς καὶ τὸ φ’ ὅ (ἔκειτο
5γὰρ καὶ τοῦτο), ἐξηγησάμενος τὸ φ’ ὃ διὰ τοῦ προσθεῖναι καὶ τὸ οὗ ἕνεκα (τοῦτο γάρ ἐστι τὸ ἐφ’ ὅ), ἐφεξῆς δείκνυσι κατὰ πάντα τὰ τῆς ἀρχῆς σημαινόμενα τὸ πέρας λεγόμενον. λέγει γὰρ πέρας εἶναι καὶ τὸ εἶδος, καθ’ ὅ ἐστιν οὐ κατὰ τὸ σχῆμα καὶ τὴν μορφήν. καὶ πῶς τοῦτο πέρας, προστίθησιν· οὐ γὰρ ἁπλῶς ἀνθρώπου πέρας τὸ ζῷον λογικὸν
10θνητὸν αὐτὸν εἶναι, ἀλλὰ τῆς γνώσεως τοῦ ἀνθρώπου. ὁμοίως δὲ καὶ τῆς ἑκάστου πράγματος γνώσεως τοῦτο πέρας· ὅταν γὰρ τοῦτο γνῶμεν, παυό‐ μεθα τοῦ ζητεῖν τί ἐστι τὸ πρᾶγμα. εἰ δὲ τῆς γνώσεως, καὶ τοῦ πράγ‐ ματος αὐτοῦ· ὡς γὰρ ἔχει τὸ πρᾶγμα, οὕτως αὐτοῦ ἡ γνῶσις γίγνεται. φανερὸν δέ, φησίν, ὅτι ὁσαχῶς ἡ ἀρχὴ λέγεται, τοσαυταχῶς καὶ τὸ πέρας.
15ὃ εἰπὼν ἐπήνεγκε καὶ ἔτι πλεοναχῶς. ὅτι μὲν οὖν καὶ τὸ ὡς τέλος ἀρχὴ λεγόμενον καὶ τὸ εἶδος καὶ τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως πέρας λέγεται, εἴρηκεν· εἴη δ’ ἂν καὶ ἡ ὡς ὕλη ἀρχὴ λεγομένη πέρας τῷ ἔσχατον ὑποκείμενον εἶναι, τὸ δὲ ἔσχατον καὶ πέρας λέγεσθαι. ὅτι δὲ μὴ τετραχῶς μόνον τὸ πέρας, ἀλλ’ ἔστι καὶ ἄλλα σημαινόμενα πέρατος, ἃ
20οὐχ οἷόν τε ἐφαρμόσαι τῇ ἀρχῇ, ἐξ ὧν προείρηκε λέγων περὶ τοῦ πέρατος δῆλον· καὶ γὰρ τὸ ἔσχατον ἑκάστου, ὡς ὁ θάνατος, καὶ οὗ πρώτου μηδὲν ἔστιν ἔξω λαβεῖν, ὡς τοῦ σώματος ἡ ἐπιφάνεια, ἀλλὰ καὶ τὸ σχῆμα, ὧν οὐδέτερον ταὐτόν τινι τῶν ὡς αἰτίων περάτων λεγομένων. διὸ καὶ εὐλόγως εἶπεν ὅτι ἡ μὲν γὰρ ἀρχὴ πέρας τι, τὸ δὲ πέρας οὐ πᾶν ἀρχ,
25τὴν αἰτίαν λέγων. Ἐκτίθεται δὲ καὶ τὰ τοῦ καθ’ ὅ σημαινόμενα [οὗ λεγόμενά ἐστι τὸ καθ’ ὃ λέγεται εἶναι, καὶ δι’ ὃ τῶν ὑπαρχόντων τινὶ τὸ καθ’ ὃ κατηγορού‐ μενόν ἐστι, καὶ δι’ ὃ καθ’ ὃ τὸ εἶναι ἑκάστῳ. λέγομεν γὰρ τόδε τι εἶναι, ὅ ἐστι κατὰ τόδε] καὶ λέγει ἕνα μὲν τρόπον λέγεσθαι καθ’ ὅ τὴν οὐσίαν καὶ
30τὸ εἶδος· ἕκαστον γὰρ λέγεται κατὰ τὸ εἶδος τοῦτο ὅ ἐστιν, ὃ καὶ οὐσίαν εἶπεν· ὅ τε γὰρ ἀνδριὰς κατὰ τὸ εἶδος ἀνδριάς, ὁμοίως καὶ ὁ ἄνθρωπος ἄνθρω‐ πος κατὰ τὸ εἶδός ἐστι, καὶ ὁ ἵππος ἵππος. καὶ οὗ ἐν τῇ οὐσίᾳ τὸ ἀγαθόν, τούτου εἶδος τὸ κυρίως ἀγαθόν· ἀγαθὸν δὲ καθ’ ὃ ὁ ἀγαθὸς ἀγαθός. τὸ δὲ αὐτὸ ἀγαθὸν εἶπεν ἀντὶ τοῦ, καθ’ ὃ ὁ ἀγαθὸς ἀγαθός ἐστιν, ἀγαθὸν αὐτό· οὐ
35γὰρ κατ’ ἄλλο τι ἀγαθὸς ὁ ἀγαθὸς ἢ κατὰ τὸ ἀγαθὸν καὶ τὴν τοῦ ἀγαθοῦ οὐσίαν. ἄλλον δὲ τρόπον τὸ καθ’ ὅ λέγεσθαί φησιν, ἐν ᾧ πρώτῳ πέφυκέ τι γίγνεσθαι· κατὰ γὰρ ἐκεῖνο λέγεται ὑπάρχειν. οἷον τὸ σῶμα λέγεται κεχρῶ‐ σθαι κατὰ τὴν ἐπιφάνειαν, ὅτι πρώτη ἡ ἐπιφάνεια χρώματός ἐστι δεκτική.
εἰπὼν δὲ καθ’ ὅ τὸ κατὰ τὸ εἶδος καὶ τὴν οὐσίαν λέγεσθαι, προσθεὶς δὲ414
in Metaph
.

415

καὶ τὸ πρῶτον δεκτικόν, τὸ μὲν κυρίως καὶ πρώτως λεγόμενον καθ’ ὅ τὸ εἶδος λέγει εἶναι· ἑκάστῳ γὰρ τῶν ὄντων κατὰ τοῦτο τὸ εἶναί ἐστιν· δευ‐ τέρως δὲ καὶ κατὰ τὴν ὕλην καὶ τὸ πρῶτον ὑποκείμενον, ὃ εἶπε πρῶτον δεκτικόν· ὡς γὰρ ἐν ὕλῃ πρώτῃ τῇ ἐπιφανείᾳ τὸ χρῶμα. ἕκαστον γὰρ
5τῶν φύσει ὄντων, ἀλλὰ καὶ τῶν τέχνῃ, οὐ κατὰ τὸ εἶδος μόνον ἔστι τε καὶ εἶναι λέγεται, ἀλλὰ καὶ κατὰ τὴν ὕλην· ὅ τε γὰρ ἄνθρωπος οὐ κατὰ τὸ εἶδος μόνον ἀλλὰ καὶ κατὰ τὴν ὑποκειμένην αὐτῷ ὕλην εἶναι λέγεται ἄνθρωπος, ὅ τε ἀνδριὰς οὐ κατὰ τὸ εἶδος μόνον ἀλλὰ καὶ κατὰ τὸν χαλ‐ κόν ἐστιν ἀνδριάς. ὁμοίως καὶ πᾶσα συναμφότερος οὐσία. ἔοικε δὲ καὶ
10τὸ πρῶτον δεκτικὸν τῇ ὕλῃ ὑπάγειν· καθόλου γὰρ ὕλην εἶπεν, ᾧ πρώτως τι ὑπάρχει ὡς ὑποκειμένῳ. καὶ τῇ ἐπιφανείᾳ δὲ πρώτῃ τὸ χρῶμα ὑπάρχει, καὶ εἴη ἂν ὕλῃ μὲν ἀνάλογον ἡ ἐπιφάνεια, εἴδει δὲ τὸ χρῶμα. ταῦτα εἰπὼν ὅτι τὸ καθ’ ὅ καὶ κατὰ τὸ εἶδος καὶ κατὰ τὴν ὕλην λέγεται, καθόλου δέ, φησίν, ἰσαχῶς τό τε καθ’ ὅ καὶ τὸ αἴτιον ὑπάρχει τε καὶ λέ‐
15γεται· καθ’ ἕκαστον γὰρ λέγεται αἴτιον τὸ καθ’ ὅ τι ὑπάρχει. καὶ πρῶτον μὲν ὅτι τῷ τελικῷ αἰτίῳ ὁμοίως λέγεται ταῦτα δείκνυσι· λέγεται γὰρ τὸ κατὰ τί ἐλήλυθεν ἀντὶ τοῦ τίνος χάριν ἐλήλυθε· πρὸς γὰρ τὸν ἐρόμενον περί τινος κατὰ τί ἐλήλυθεν ὁ εἰπὼν οὗ ἕνεκεν ἐλήλυθεν, οἷον ὅτι διὰ τὴν εἴσπραξιν τῶν χρημάτων, δεόντως ἀποκρίνεται. ὁ δὲ εἰπὼν τὸ κατὰ
20τί ἐλήλυθε, τὸ καθ’ ὅ ἐζήτει. ἀλλὰ καὶ ὁ ἐρόμενος κατὰ τί ὁ Ἰλιακὸς πό‐ λεμος συνέστη, πόθεν ἡ ἀρχὴ τοῦ πολέμου τοῦ Ἰλιακοῦ ἐξετάζει, ὅ ἐστι πάλιν αἴτιον τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως· ὅτε γὰρ διὰ τὴν τῆς Ἑλένης ἁρπαγὴν εἶπε, τὸ καθ’ ὅ δεδήλωκεν. ὅτι δὲ καὶ κατὰ τῆς κατὰ τὸ εἶδος αἰτίας καὶ τῆς κατὰ τὴν ὕλην λέγεται τὸ καθ’ ὅ, εἴρηκεν. ἀλλὰ καὶ ὃ αὐτὸς
25παρατίθεται παράδειγμα τοῦ ποιητικοῦ αἰτίου δεικτικόν ἐστιν· ὁ γὰρ ἐξε‐ τάζων κατὰ τί παραλελόγισται, τὴν ποιητικὴν αἰτίαν μαθεῖν βούλεται· τί γὰρ τὸ ποιῆσαν τὸν παραλογισμὸν ἢ τί τὸν συλλογισμὸν μαθεῖν ἀξιοῖ. ἔτι πρὸς τοῖς εἰρημένοις τρόποις τὸ καθ’ ὅ σημαίνειν φησὶ θέσιν τινὰ καὶ τόπον, τουτέστι τὸ ποῦ· ὁ γὰρ ἐξετάζων καθ’ ὃ ἕστηκεν Ἀθήνησιν ὅδε ὁ
30ἀνδριάς, οἷον ὁ Ἀριστοτέλης, ποῦ κεῖται καὶ ἐν ποίῳ μέρει τῆς πόλεως μαθεῖν βούλεται. ὁμοίως καὶ ὁ ἐξετάζων καθ’ ὃ περιπατεῖς ἐν ποίῳ μέρει τῆς πόλεως καὶ ἐν ποίῳ χωρίῳ περιπατεῖς μανθάνειν ἀξιοῖ· ὅτι γὰρ ἢ ἐν Λυκείῳ ἢ ἐν τῷ Κεραμεικῷ. Εἰπὼν δὲ καὶ δείξας τὸ καθ’ ὅ πολλαχῶς λεγόμενον, λέγοι ἂν ὅτι
35ἀνάγκη διὰ τοῦτο καὶ τὸ καθ’ αὑτό πολλαχῶς λέγεσθαι· καθ’ ὃ γὰρ τὸ καθ’ αὑτὸ ὑπάρχει, καὶ ᾧ πρώτῳ ὑπάρχει τι, τούτῳ καὶ καθ’ αὑτὸ ὑπάρχει·
κατὰ γάρ τι τῶν καθ’ αὑτὰ ὑπαρχόντων τὸ καθ’ ὅ κατηγορεῖται. ἔσται δὴ415
in Metaph
.

416

καὶ τοῦ καθ’ αὑτό ἓν μὲν σημαινόμενον τὸ τί ἦν εἶναι ἑκάστου καὶ τὸ εἶδος· καθ’ αὑτὸ γὰρ ἑκάστῳ τὸ οἰκεῖον εἶδος καὶ ὁ τῆς οὐσίας αὐτοῦ δη‐ λωτικὸς λόγος ὑπάρχει· ὁ γὰρ Καλλίας καθ’ αὑτὸ Καλλίας. καὶ ὅσα ἐν τῷ τί ἦν εἶναι εἴληπται, καθ’ αὑτὸ ὑπάρχει ἐκείνῳ οὗ ἐστιν ὁ ὁρισμός.
5ἔστι δὲ ταῦτα τὸ γένος καὶ αἱ διαφοραί· καὶ τούτων οὖν ἕκαστον καθ’ αὑτὸ ὑπάρχει Καλλίᾳ ὄντα τοῦ εἴδους μέρη. ἔτι δέ φησι τοῦ καθ’ αὑτό σημαινόμενον εἶναι τὸ ἐν αὑτῷ δέχεσθαι πρώτῳ ἢ τῶν αὐτοῦ τινι· καθ’ αὑτὴν γὰρ ἡ ἐπιφάνεια κέχρωσται, ὅτι πρώτη τὸ χρῶμα δέδεκται, ὡς εἶπε λέγων καὶ περὶ τοῦ καθ’ ὅ· καὶ εἴη ἂν τὸ οὕτως καθ’ ὅ κατὰ τὴν ὕλην. καὶ
10τὸ σῶμα δὲ αὐτὸ μὲν κατὰ τὴν ἐπιφάνειάν ἐστι κεχρωσμένον, ἡ δὲ ἐπι‐ φάνεια καθ’ αὑτήν· τῷ δὲ τὴν ἐπιφάνειαν τὴν πρώτην τε καὶ καθ’ αὑτὴν τὸ χρῶμα δεδεγμένην εἶναί τι τοῦ σώματος, τούτῳ καὶ τὸ σῶμα καθ’ αὑτό ἐστι κεχρωσμένον· ἦν γὰρ οὐ μόνον τὸ ἐν αὑτῷ τι δεδεγμένον πρώτῳ καθ’ αὑτὸ τοιοῦτον, ἀλλὰ κἂν τῶν αὐτοῦ τι εἴη πρῶτόν τι δεδεγμένον·
15πέρας δὲ τοῦ σώματος ἡ ἐπιφάνεια. διὰ γὰρ τοῦτο καθ’ αὑτὸ ζῇ τὸ ζῷον, ὅτι ἡ ψυχὴ οὖσά τι τοῦ ζῴου πρώτη τὸ ζῆν ἔχει· ζῇ γὰρ ὁ ἄνθρωπος καθ’ αὑτόν, ὅτι ἐν μέρει ἐστὶν ἡ ζωὴ πρώτῳ· ἐν γὰρ τῇ ψυχῇ πρώτῃ τὸ ζῆν, ἥτις μέρος ἐστὶ τοῦ ἀνθρώπου. εἴη δ’ ἂν τὸ σημαινόμενον τοῦτο καὶ ἐπὶ τῆς ὕλης ἁρμόζον· τὸ γὰρ μέρος ὂν ἔν τινι ὕλης λόγον ἐπέχει,
20[καὶ ἐν ὕλῃ τὸ ἓν ἔχει τι τὸ ἐν μέρει αὐτοῦ]. ἐν ἄλλοις μέντοι τὸ μὲν πρώτως τι δεχόμενον καθ’ αὑτὸ λέγει, τὸ δὲ κατὰ μόριον κατὰ συμβε‐ βηκός. ἔτι φησὶ καθ’ αὑτὸ λέγεσθαι καὶ οὗ μή ἐστιν ἄλλο αἴτιον. ὃ τί ποτέ ἐστιν, ἐδήλωσε τῇ τοῦ παραδείγματος παραθέσει· τοῦ μὲν γὰρ τὸν ἄνθρωπον εἶναι πολλὰ αἴτια (καὶ γὰρ τὸ εἶδος καὶ ἡ ὕλη καὶ ἕκαστον
25τῶν ἐν τῷ ὁρισμῷ ἐνυπαρχόντων, ἀλλὰ καὶ τὸ ποιῆσαν), τοῦ μέντοι τὸν ἄνθρωπον ἄνθρωπον εἶναι οὐδὲν ἔξωθέν ἐστιν αἴτιον· ὁ γὰρ ἐρωτηθεὶς διὰ τί ὁ ἄνθρωπος ἄνθρωπός ἐστιν, οὐδὲν ἄλλο εἰπεῖν ἔχει ἢ ὅτι ἔστιν ἄν‐ θρωπος. ἔτι, φησί, καθ’ αὑτὸ ὑπάρχει καὶ ὅσα μόνῳ ὑπάρχει τινὶ καὶ ᾗ μό‐ νον. λέγοι δ’ ἂν διὰ τούτων καὶ τὰ ἴδιά τινων καθ’ αὑτὰ ὑπάρχοντα ἐκείνοις.
30ἐδήλωσε δὲ τὸν λόγον τῶν ἰδίων διὰ τοῦ εἰπεῖν μόνῳ ὑπάρχειν καὶ ᾗ μόνον· τὸ γὰρ ᾗ μόνον δηλωτικόν ἐστι τοῦ παντὶ ὑπάρχειν, οὐ τῷδε μὲν τῶν ἐν αὐτῷ ὑπάρχειν τῷδε δὲ οὔ· ὃ δὴ μόνῳ καὶ παντὶ ὑπάρχει, τοῦτο ἴδιον αὐτοῦ, εἰ καὶ μὴ τί ἦν εἶναι αὐτοῦ ἐστιν. διότι γὰρ ὥρισται καὶ ὡρισμένως ὑπάρχει, καὶ οὐ τῷδε μὲν τῷδε δὲ οὔ, οὐδὲ ποτὲ μὲν ποτὲ δὲ μή, οὐδὲ
35πρὸς τούτῳ καὶ ἄλλῳ τινὶ ὑπάρχει, κατὰ τοῦτο τὸ οὕτως ὑπάρχον καθ’ αὑτό. οὕτως καὶ ἡ μονότης τοῦ καθ’ αὑτὸ ὑπάρχοντος δηλωτική· ὃ γὰρ
μόνῳ ὑπάρχει, καὶ καθ’ αὑτὸ ὑπάρχειν ἐκείνῳ δοκεῖ. τὸ δὲ διὸ τὸ κε‐416
in Metaph
.

417

χωρισμένον καθ’ αὑτό δηλωτικὸν ἂν εἴη τοῦ διὰ τοῦτο γὰρ τὰ τοιαῦτα καθ’ αὑτά, ὅτι ὡρισμένως τούτοις μόνοις ὑπάρχει. γράφεται καὶ διὸ τὸ κεχρωσμένον καθ’ αὑτ, καὶ εἴη ἂν λεῖπον τὸ τῇ ἐπιφανείᾳ· καθ’ αὑτὸ γὰρ λέγεται τῇ ἐπιφανείᾳ.
5 Λέγει δὲ καὶ τὴν διάθεσιν πολλαχῶς λέγεσθαι· τοῦ γὰρ ἔχοντος μέρη ἡ διάθεσις τάξιν τινὰ σημαίνει τῶν μερῶν, ἤτοι τὴν κατὰ τόπον καὶ θέσιν, ἥτις ἐπὶ τῶν συνηγμένων ἂν εἴη, ὡς τῶν ὄντων ἐν τόπῳ, ὅταν λέγωμεν τὸ στρατόπεδον διακεῖσθαι καλῶς τῷ κατὰ μὲν τόνδε τὸν τόπον τὸ ἱππικὸν μέρος αὐτοῦ τετάχθαι κατὰ δὲ τόνδε τὸ πεζόν, καὶ διάθεσιν οἰκίας τὴν
10τεταγμένην κατὰ τόπον τὴν τῶν μερῶν θέσιν· ἢ κατὰ δύναμιν, ὡς ἔχει ἐπὶ τῶν τῆς ψυχῆς μερῶν· ἔστι γὰρ ἡ μὲν πρώτη δύναμις αὐτῶν ἡ δὲ δευτέρα, πρώτη μὲν ἡ θρεπτική, δευτέρα δὲ ἡ αἰσθητική· ἢ τὴν κατὰ τὸ εἶδός τε καὶ τὴν μορφήν, ὡς ὅταν λέγωμεν τὴν τοῦ ἀνδριάντος διάθεσιν ἢ τῆς εἰκόνος. ὃ δὲ ἐπιλέγει, θέσιν γὰρ δεῖ τινα εἶναι, ὥσπερ καὶ
15τοὔνομα δηλοῖ ἡ διάθεσις, ἐπὶ μὲν τῆς κατὰ τόπον τάξεως τῶν μερῶν καὶ τῆς κατὰ τὸ εἶδος κυρίως δόξει λέγεσθαι, οὐκέτι δὲ ἐπὶ τῆς κατὰ τὰς δυνάμεις τάξεως. ἀλλὰ καὶ κοινῶς ἂν λέγοιτο ἐπὶ τῶν δυνάμεων ἡ θέσις, ἢ κατὰ συμβεβηκός· τῷ γὰρ τὰ ὧν αἱ δυνάμεις θέσιν ἔχειν, διὰ τοῦτο κατὰ συμβεβηκὸς καὶ ἡ κατ’ εἶδος διάθεσις ἐν θέσει ἦν. θέσις δέ ἐστιν,
20ὡς εἰρήκαμεν ἐν Κατηγορίαις, ἐν τοῖς ὑπομένουσιν ἄλληλα μορίοις. οὕτω δὲ ἔχει καὶ ἐπὶ τῆς διαθέσεως τῆς κατὰ τὰς δυνάμεις τε καὶ τὰ εἴδη. Καὶ τῆς ἕξεως δὲ τὴν μέν τινα εἶναί φησιν ἐνέργειαν τοῦ ἔχοντός τε καὶ ἐχομένου· ἡ γὰρ ἀμφοῖν ἐνέργεια τοῦ τε ἔχοντος καὶ τοῦ ἐχομένου,
25ὅταν τό τε ἔχον ἐνεργείᾳ ἔχῃ ὃ ἔχει καὶ μὴ δυνάμει, καὶ τὸ ἐχόμενον ὁμοίως ἐνεργείᾳ ἔχηται, ἕξις ἐστίν, ἔχοντος καὶ ἐχομένου οὖσα ἐνέργεια. οὕτως ἕξις ἱματίου καὶ ἕξις χιτῶνος ἀπὸ τοῦ ἔχειν ὠνομασμένη, οἷον ἔχησίς τις οὖσα· ὡς γὰρ τοῦ ποιοῦντος καὶ τοῦ ποιουμένου μεταξὺ ἡ ἐνέργεια ποίησις, οὕτω καὶ ἡ τοῦ ἔχοντός τε καὶ ἐχομένου ἕξις μεταξὺ οὖσα καὶ
30ἐν τῇ ἀμφοτέρων ἐνεργείᾳ τὸ εἶναι ἔχουσα. εἰπὼν δὲ τῆς τε ἐχομένης ἐσθῆτος καὶ τοῦ ἔχοντος αὐτὴν μεταξὺ τὴν ἕξιν εἶναι, οὐχ ὥσπερ τῆς ἐσθῆτος ἕξις ἐστίν, οὕτως ἐστί, φησί, καὶ τῆς ἐσθῆτος ἕξεως ἕξις. προσέ‐ θηκε δὲ τὸ ταύτην, ὅτι τῆς τοιαύτης καὶ οὕτω λεγομένης ἕξεως ἕξις οὐκ ἔστιν, οὐδὲ ἔστι πάλιν ταύτην τὴν ἕξιν ἔχειν ὡς τὸ ἱμάτιον· εἰς ἄπειρον
35γὰρ ἂν προΐοι, εἰ εἴη καὶ τῆς ἕξεως τῆς τοιαύτης ἕξις πάλιν, ὡς ἦν ἡ τοῦ ἱματίου· τῆς γὰρ κατ’ ἄλλο σημαινόμενον ἕξεως ἔστιν ἕξις, ὡς τῆς ἀρετῆς
καὶ τῆς ἐπιστήμης τε καὶ τέχνης. τὸ δὲ εἰ τοῦ ἐχομένου ἔσται ἔχειν417
in Metaph
.

418

τὴν ἕξιν δηλωτικόν ἐστι τοῦ εἰ ἐπὶ τῆς ἕξεως τῆς τοῦ ἐχομένου λεγο‐ μένης ἕξις πάλιν εἴη, ὡς εἶναι πάλιν ἐκείνην τὴν ἕξιν ἔχειν· ὡς γὰρ τῆς πρώτης τε καὶ τῆς δευτέρας καὶ τρίτης, εἴη ἂν καὶ τῆς εἰς ἄπειρον· αὐτὴ γὰρ ἡ ἕξις ἄλλου λέγεταί τινος καὶ ἐχομένου ἐστίν, ἀλλ’ οὐχ ἕξεως. ἄλλο
5δὲ σημαινόμενον ἕξεως ἐκτίθεται τὸ κατὰ τῶν διαθέσεων λεγόμενον· ἕξις γὰρ καὶ ἡ διάθεσις, ὡς λέγεται ὑγιεινὴ ἕξις ἢ νοσώδης. ἡ μὲν οὖν ὑγιεινὴ καὶ νοσώδης διάθεσίς τε καὶ ἕξις κατ’ αὐτὸν τὸν ἔχοντά εἰσιν, αἱ δὲ κατὰ τὰς ἀρετάς τε καὶ κακίας καὶ πρὸς ἄλλους· ἡ γὰρ δικαιοσύνη ἕξις ἐστὶ καθ’ ἣν τὸ διακείμενον εὖ διάκειται καὶ πρὸς αὑτὸ καὶ ἄλλο. οὕτως ἕξεις
10καὶ αἱ τέχναι πᾶσαι λέγοιντο ἂν καὶ αἱ κακοτεχνίαι, καὶ εἴη ἂν ὁ λόγος τῆς τοιαύτης ἕξεως ποιότης ἔμμονος, καθ’ ἣν αἱ κατὰ μέρος ἐνέργειαι ἐνεργοῦνται ἢ εὖ ἢ κακῶς. τῶν τοιούτων ἕξεων ἕξιν λέγει. ἔτι ἕξιν λέγει καὶ τὸ μόριον τῆς τοιαύτης διαθέσεως, οἷον εἴ τις ὑγιεινῶς ἔχει τοῦ σώ‐ ματος ἢ πάλιν ἐπινόσως· καὶ γὰρ τὰ μόρια τὰ οὕτως ἔχοντα ἕξεις ἔχειν
15λέγεται, καὶ τῶν φυσικῶν δὲ ἀρετῶν γίνονταί τινες καθ’ αὑτάς τε καὶ περὶ μόρια, καὶ τῆς τέχνης τὸ μόριον ἕξις καὶ αὐτό. Τὸ πάθος τὸ μέν τι λέγει ποιότητα λέγεσθαι, καθ’ ἣν ἀλλοιοῦνται τὰ σώματα· ταῦτα δέ ἐστιν ἅτινα παθητικὰς ποιότητας καὶ πάθη εἶπεν ἐν Κατηγορίαις. καὶ κατὰ βαρύτητα δὲ καὶ κουφότητα, ἃς καὶ αὐτὰς ποιό‐
20τητας πάλιν λέγει, ἀλλοίωσις ἂν γίνοιτο τότε, ὅταν μένοντα τὰ σώματα ἐν τῷ οἰκείῳ εἴδει ἐπίτασιν ἢ ἄνεσιν κατά τι τούτων λαμβάνῃ· εἰ γὰρ μὴ οὕτως, γενέσεις γίνονται καὶ φθοραὶ αἱ κατὰ ταῦτα μεταβολαί. πάθος φησὶ καὶ τὰς κατὰ τὰ προειρημένα πάθη κινήσεις τε καὶ ἀλλοιώσεις ἤδη γιγνο‐ μένας· τὰ γὰρ πρῶτα ἦν καθ’ ἃ ἐνεδέχετο ἀλλοιοῦσθαι, τὰ δὲ κατὰ ταῦτα
25ἀλλοιώσεις, οἷον τὸ λευκαίνεσθαι ἢ μελαίνεσθαι ἢ ψύχεσθαι ἢ θερμαί‐ νεσθαι. καὶ ἔστιν τοῦτο τὸ οὕτω λεγόμενον πάθος κίνησίς τις ἢ κατὰ σῶμα ἢ κατὰ ψυχὴν πρόσκαιρος. ἔτι δὲ μᾶλλον τῶν προειρημένων παθῶν πάθη φησὶ λέγεσθαι τὰς βλαβερὰς ἀλλοιώσεις, εἴτε κατὰ ψυχὴν εἶεν εἴτε κατὰ σῶμα, καὶ μάλιστα τὰς πρὸς τῷ βλαβερῷ καὶ τὸ λυπηρὸν ἐχούσας,
30ὡς τὰς νοσώδεις ἐνοχλήσεις καὶ τὰς λυπηρὰς τὰς ἡμαρτημένας. ἔτι καὶ τὰ μεγέθη τῶν συμφορῶν πάθη λέγεται, ὡς τοῦ πάθους ὄντος ἐν μεγέθει λυπηροῦ κακοῦ. οὕτως ἐν πάθει λέγεται ὁ τέκνων στερηθεὶς ἢ πατρίδος ἤ τι ἐξαίσιον λυπηρὸν παθών. Καὶ τὴν στέρησιν δὲ πλεοναχῶς φησι λέγεσθαι· λέγεται γὰρ ἐν στε‐
35ρήσει εἶναι τά τε μὴ ἔχοντά τι τῶν πεφυκότων ἔχεσθαι, κἂν αὐτὰ μὴ ᾖ πεφυκότα ἔχειν αὐτά. οὕτως ὁ τοῖχος ὄψεως ἐστερῆσθαι λέγεται καὶ τὰ φυτά. καὶ εἴη ἂν ἡ τοιαύτη στέρησις ἀποφάσει ἴση, ὅταν τῶν ὑπάρχειν
ὅλως τισὶ πεφυκότων λέγηται τούτων τὰ οἷς οὐ πέφυκεν ὑπάρχειν ἐστερῆ‐418
in Metaph
.

419

σθαι. λέγεται ἐστερῆσθαι καὶ τὸ πεφυκός τι ἔχειν ἢ αὐτὸ ἢ τὸ γένος ἐν ᾧ ἐστιν, ὅταν μὴ ἔχῃ, οἷον ἄνθρωπος μὲν ἐστερῆσθαι ὄψεως λέγοιτ’ ἂν τῷ αὐτὸς πεφυκὼς ἔχειν μὴ ἔχειν, ἀσπάλαξ δὲ ἐστερῆσθαι λέγεται ὄψεως οὐ τῷ αὐτὸς ἔχειν πεφυκέναι, ἀλλὰ τῷ τὸ γένος ἐν ᾧ καὶ αὐτός ἐστι πε‐
5φυκέναι ὄψιν ἔχειν· τοιοῦτον γὰρ τὸ πεζὸν καὶ τὸ τετράπουν. οὕτω καὶ τὰ σκυλάκια λέγοιτ’ ἂν ἐστερῆσθαι ὄψεως ὡς πεφυκότα αὐτὰ ἔχειν καὶ μήπω ἔχοντα. ἄλλως ἐστερῆσθαι λέγεται τὸ μὴ ἔχον τι τότε ὅτε πέφυκεν ἔχειν· οὐ γὰρ κατὰ πᾶσαν ἡλικίαν τυφλὸν λέγεται, ἀλλ’ ὅτε πεφυκὸς ἔχειν μὴ ἔχει. εἰ δὲ ἡ τυφλότης στέρησις ὄψεώς ἐστιν, ὅτε τυφλόν ἐστι, τότε
10ἐστέρηται. τὰ δὲ προσκείμενα ἐν ᾧ ἂν ᾖ καὶ καθ’ ὃ καὶ πρὸς ὃ καὶ ὡς ἂν τὸ μὲν καθ’ ὃ δηλωτικόν ἐστι τοῦ μὴ ἔχειν ὃ πέφυκεν ἔχειν ἐν ᾧ· τὸ γὰρ καθ’ ὃ τοῦ μορίου δηλωτικόν ἐστιν. καθ’ ὃ γὰρ μόριον πέφυκεν ἔχειν, ἂν μὴ ἔχῃ, ἐστέρηται· οὐ γὰρ ὁ μὴ βλέπων τοῖς ὠσὶν ἐστέρηται, ἀλλ’ ὁ τοῖς ὀφθαλμοῖς. πρὸς ὃ δέ, ἂν ὅπερ πέφυκεν ἡ ὄψις
15ὁρᾶν μὴ βλέπῃ· οὐ γὰρ ὁ τὴν φωνὴν μὴ βλέπων τυφλός. τὸ δὲ καὶ ὡς δηλωτικόν ἐστι τοῦ τυφλὸν τότε καὶ ἐστερημένον εἶναι, ἂν ὡς πέφυκέ τι ὁρᾶν μὴ βλέπῃ· οὐδεὶς γὰρ τὸν ἄνθρωπον τυφλὸν ἐρεῖ, ὅτι τὰ ὄπισθεν οὐ βλέπει ἢ τὰ ἐκ πολλοῦ διαστήματος. καὶ τὸ ἐν ᾧ δὲ ἂν ᾖ προσκείμενον εἴη ἂν τοῦ δι’ οὗ δηλωτικόν· οὐ γὰρ τυφλὸς ὁ ἐν νυκτὶ μὴ ὁρῶν ἀλλ’ ὁ
20ἐν φωτί. λέγεσθαί φησι στέρησιν καὶ τὴν βίαιόν τινος ἀφαίρεσιν, οἷον ἱματίου ἐστέρηται ὃ μετὰ βίας ὑπό τινος ἀφῃρέθη, καὶ τῶν ἰδίων ἐστερῆσθαί τις λέ‐ γεται, ὅτι ὁ τύραννος αὐτὰ μετὰ βίας ἀφείλετο. καὶ ὁσαχῶς δέ, φησίν, αἱ ἀποφάσεις αἱ ἀπὸ τοῦ ἄλφα λέγονται, τοσαυταχῶς καὶ αἱ στερή‐ σεις. ἀποφάσεις δὲ ἀπὸ τοῦ ἄλφα λέγει τὰς στερητικὰς ἀναιρέσεις· κυρίως
25γὰρ ἀπόφασις ἡ διὰ τοῦ οὔ. ὁσαχῶς δή, φησίν, αἱ διὰ τοῦ α ἀναιρέσεις τε καὶ ἀποφάσεις τινῶν γίνονται, τοσαυταχῶς λέγεσθαι καὶ τὰς στερήσεις· στερήσεως γὰρ ἡ διὰ τοῦ α ἀπόφασις δηλωτική. καὶ παρατίθεται καὶ διὰ τῶν παραδειγμάτων δείκνυσιν αὐτῶν τὴν διαφοράν. ἄνισον μὲν γὰρ τὸ πεφυκὸς ἰσότητα ἔχειν καὶ μὴ ἔχον λέγεται, ὥστε ἡ στέρησις καὶ τοῦτο
30σημαίνει· ἀόρατον δὲ λέγεται μὲν καὶ τὸ πεφυκὸς ὁρᾶσθαι καὶ μὴ ὁρώ‐ μενον, ὃ ἐδήλωσε διὰ τοῦ ὡς προειρημένου τοῦ ἐπὶ τοῦ ἀνίσου προσθεῖναι καὶ τῷ ὅλως μὴ ἔχειν χρῶμα· λέγεται γὰρ καὶ τὸ τὴν ἀρχὴν μήτε πεφυκὸς ὁρᾶσθαι μήτε ἔχον χρῶμα, ὡς ὅταν λέγωμεν τὴν φωνὴν ἀόρατον
εἶναι· ὥστε καὶ κατὰ τούτου ἡ στέρησις τοῦ σημαινομένου, ὅ ἐστι τὸ ἀδύ‐419
in Metaph
.

420

νατον. πάλιν ἄπουν λέγεται τό τε μηδὲ ὅλως πεφυκὸς πόδας ἔχειν, ὡς τὰ ἑρπετά, καὶ τὸ φαύλους ἔχον, ὥστε καὶ κατὰ φαύλως τι ἔχοντος ἡ στέ‐ ρησις λέγεται. λέγεταί τι στερητικῶς διὰ τοῦ α καὶ τῷ μικρόν τι ἔχειν, ὡς τὸ ἀπύρηνον· τὸ γὰρ μικρὸν καὶ φαῦλον τὸν πυρῆνα ἔχον. οὕτω καὶ
5ἀτράχηλοι λέγονται. καὶ κατὰ τούτου οὖν ἡ στέρησις. ἔτι λέγεται διὰ τοῦ α καὶ τὸ μὴ ῥᾳδίως ἢ μὴ καλῶς παθεῖν τι δυνάμενον, ὡς τὸ ἄτμητον· οὐ γὰρ μόνον τὸ μὴ τεμνόμενον ἄτμητον λέγεται, ἀλλὰ καὶ τὸ μὴ ῥᾳδίως τεμνόμενον ἢ μὴ καλῶς μηδὲ ὡς ὁ τέμνων βούλεται. εἰπὼν δὲ τὰς κατὰ τὸ α διαφορὰς τῶν στερήσεων σημαινομένας, αἵτινες ἦσαν οὕτως λεγό‐
10μεναι ἢ ἐπὶ τῶν πεφυκότων τι ἔχειν καὶ μὴ ἐχόντων, ἢ ἐπὶ τῶν ἀδυ‐ νάτων ἔχειν καὶ διὰ τοῦτο μὴ ἐχόντων, ἢ ἐπὶ τῶν φαύλως καὶ μικρὸν ἐχόντων, ἢ ἐπὶ τῶν μὴ ῥᾳδίως ἢ μὴ καλῶς δυναμένων, προστίθησι καὶ ἄλλο σημαινόμενον στερήσεως· τὸ γὰρ πάντῃ μὴ ἔχον τι, οὐ τὸ κατὰ μέν τι ἔχον κατὰ δέ τι μή, ἐστερῆσθαι· τυφλὸς γὰρ ὁ ἀμφοτέρους τοὺς ὀφθαλ‐
15μοὺς πεπηρωμένος, καὶ κωφὸς ὁ τὰ ὦτα ἀμφότερα ἀλλ’ οὐχ ὁ τὸ ἕτερον. διὰ δὲ τοῦτο, φησί, τὸ τοὺς μὴ ὅλως τι ἔχοντας λέγεσθαι μὴ ἔχειν αὐτό, καὶ τοὺς ὁλοκλήρως ἔχοντάς τι ἔχειν ἐκεῖνο λέγεσθαι, οὔτε πᾶς ἢ δίκαιος ἢ ἄδικος· ὅ τε γὰρ κακὸς ἔοικε τῷ παντελῶς ἐστερημένῳ ἀρετῆς καὶ ὁ ἄδικος τῷ δικαιοσύνης, ἀλλὰ καὶ ὁ ἀγαθὸς καὶ δίκαιος τοῖς ὁλοκλήρως
20τοιούτοις. ὥσπερ οὖν τοῦ ἁπλῶς βλέποντος καὶ τοῦ ἁπλῶς τυφλοῦ μεταξύ ἐστιν ὁ ἑτερόφθαλμος, οὕτως ἂν εἶεν καὶ τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ καὶ τοῦ δικαίου τε καὶ τοῦ ἀδίκου μεταξὺ οἱ μηδέπω μὲν πάντῃ κατορθοῦντες μηδὲ ἕξεις ἔχοντες ἐν τοῖς βελτίοσι, φαντασίας μέντοι ὑγιεῖς καὶ δόξας ὀρθὰς παρέχοντες καὶ ἔνια πράσσοντες οὕτως ὡς ἂν ὁ ἀγαθὸς πράξειε καὶ
25προαιρέσεις τοῖς ἀγαθοῖς ἐν πολλοῖς σώζοντες ὁμοίως. Τὸ ἔχειν [ἕνα μὲν τρόπον] λέγεσθαι καὶ αὐτό φησι πολλαχῶς. ἕνα μὲν τρόπον τὸ ἄγειν κατὰ τὴν αὑτοῦ φύσιν ἢ κατὰ τὴν ὁρμὴν τὴν αὑτο· οἷον κατὰ τὴν αὑτοῦ φύσιν ὁ πυρετὸς ἄγει τοὺς ἐχομένους ὑπ’ αὐτοῦ· οὕτως γὰρ αὐτοὺς διατίθησιν ὡς τὴν αὐτοῦ φύσιν διαλαμβάνειν
30καὶ πυρέττειν. κατὰ δὲ τὴν αὑτῶν ὁρμὴν διατιθέασι τοὺς ἐχομένους καὶ τὰς πόλεις οἱ τύραννοι· ἄγουσι γὰρ αὐτοὺς ἐφ’ ἃ ἂν ὁρμήσωσι, καὶ χρῶν‐ ται αὐτοῖς ὡς θέλουσι. καὶ τὸν χιτῶνα δὲ οὕτως ἔχειν λεγόμεθα· ὅτι γὰρ χρώμεθα αὐτῷ ὡς ἂν θέλωμεν. λέγεται τὸ ἔχειν καὶ ἀντιστρόφως τῷ ἄγειν κατὰ τὴν ἑαυτοῦ ὁρμήν· καὶ γὰρ τὸ ἀγόμενον ὑπό τινος οὕτως ὡς
35ἕπεσθαι τῇ ὁρμῇ ἐκείνου, ἔχειν ἐκεῖνο λέγεται, ὡς λέγεται πόλις τύραννον ἔχειν, ὅταν ἄγηται ὑπ’ αὐτοῦ. τοῦτο τὸ σημαινόμενον οὐ παρέθετο, ἴσως
δεδηλωμένον καὶ αὐτὸ διὰ τοῦ ᾧ ἀντιστρέφει. ἔχειν λέγεται καὶ τὸ δεκτι‐420
in Metaph
.

421

κόν τινος, ὅταν αὐτὸ δέξηται· οὕτως ὁ χαλκὸς τὸ εἶδος τοῦ ἀνδριάντος ἔχει (ὢν γὰρ αὐτοῦ δεκτικὸς ἐδέξατο αὐτό), καὶ τὴν νόσον τὸ σῶμα καὶ καθόλου ἡ ὕλη τὸ εἶδος ἔχειν λέγεται. ἔχειν λέγεται καὶ τὰ περιέχοντα τὰ περιεχόμενα· ἔχεσθαι γὰρ ὑπὸ τοῦ περιέχοντος λέγεται τὰ περιεχόμενα.
5οὕτως ἀγγεῖα ἔχειν λέγεται τὰ ἐν αὐτοῖς ὑγρά, καὶ ὁ τόπος τὰ ἐν τῷ τόπῳ, καὶ ἡ πόλις τοὺς πολίτας, καὶ ἡ ναῦς τοὺς ἐπιβάτας, καὶ τὸ ὅλον δὲ τὰ μέρη οὕτω φησὶν ἔχειν περιέχον αὐτά. ἔχειν λέγεται καὶ τὰ κω‐ λύοντά τινα κατὰ τὴν αὐτῶν ὁρμὴν ἢ φύσιν πράττειν τι ἢ κινεῖσθαι· οὕτως οἱ κίονες ἔχειν λέγονται τὰ ἐπικείμενα αὐτοῖς, ἀνέχοντες αὐτὰ καὶ κω‐
10λύοντες κατὰ τὴν αὐτῶν φύσιν φέρεσθαι κάτω. οὕτως καὶ τὸν Ἄτλαντα οἱ ποιηταὶ τὸν οὐρανὸν ἔχειν λέγουσιν· “Ἄτλας δ’ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπ’ ἀνάγκης”· ὡς γὰρ συμπεσουμένου ἐπὶ τὴν γῆν κατὰ τὴν αὐτοῦ φύσιν, εἰ μὴ ἔχοιτο καὶ ἀνέχοιτο ὑπ’ αὐτοῦ. οὕτω καὶ τῶν φυσι‐ κῶν ὅσοι διὰ τὴν δίνην μένειν τὸν κόσμον λέγουσι καὶ μὴ συμπίπτειν,
15λέγοιεν ἂν αὐτὸν ὑπὸ τῆς δίνης ἔχεσθαι. κατὰ τοῦτο τὸ σημαινόμενον, φησί, τοῦ ἔχειν καὶ τὰ συνέχοντά τινα καὶ κωλύοντα τοῦ σκίδνασθαι ἔχειν λέγεται· ἔχει γὰρ [ἢ θέσθαι ὡς] ὁ δεσμὸς τὰ ξύλα καὶ ἡ κόλλα τὰ κεκολλημένα. οὐχ ὁμοίως ὁ τύραννος ἔχειν ἐλέγετο τὴν πόλιν· ὁ μὲν γὰρ τύραννος τῷ ἄγειν κατὰ τὴν αὐτοῦ ὁρμήν, ταῦτα δὲ τῷ κωλύειν κινεῖσθαι
20κατὰ τὴν αὐτῶν ὁρμήν τε καὶ ῥοπὴν τὰ ἐχόμενα ὑπ’ αὐτῶν. ὁμοίως δέ, φησί, τῷ ἔχειν καὶ τὸ ἔν τινι εἶναι ῥηθήσεται· καθ’ ἕκαστον γὰρ σημαι‐ νόμενον τοῦ ἔχειν ἔσται καὶ ἐχόμενόν τι ἐν αὐτῷ· τό τε γὰρ ἀγόμενον κατὰ τὴν ἄλλου φύσιν ἢ ὁρμὴν ἔχεσθαι ὑπ’ ἐκείνου λέγεται, ὡς ἡ πόλις ὑπὸ τοῦ τυράννου, ὥστε καὶ ἔστιν ἐν ἐκείνῳ. καὶ τὸ ὂν δὲ ἐν τῷ δεκτικῷ
25αὐτοῦ ἔχεται ὑπ’ ἐκείνου καὶ ἔστιν ἐν αὐτῷ· τὸ γὰρ εἶδος ὑπὸ τῆς ὕλης ἔχεται, ἢ ἐκείνη ἔχει αὐτό. ἔχεται καὶ τὰ περιεχόμενα ὑπὸ τῶν περιε‐ χόντων (τὰ γὰρ ἐν ἀγγείῳ ἔχεται), καὶ τὸ κωλυόμενον κατὰ τὴν αὐτοῦ ὁρ‐ μὴν κινεῖσθαι ὑπὸ τοῦ κωλύοντος. οὕτω καὶ τὰ συνεχόμενα ὑπό τινος ἔχεται ὑπ’ ἐκείνου, καὶ ἔστιν ἐν τῷ ἔχοντι αὐτά.
30 Λέγεται καὶ τὸ ἔκ τινος ἕνα μὲν τρόπον ὡς ἐξ ὕλης, καὶ ταύτης δι‐ χῶς· ἢ γὰρ ἐκ τῆς προσεχοῦς, ἣν εἶπεν ὕστατον εἶδος, ἢ ἐκ τῆς πρώτης, ἣν εἶπε πρῶτον γένος. ἡ γὰρ πρώτη ὕλη τῶν ὑπ’ αὐτὴν εἴη ἄν πως γέ‐ νος· τῷ γὰρ ἀνδριάντι προσεχὴς μὲν ὁ χαλκός, ἐσχάτη δὲ ὕδωρ, εἰ εἴη τοῦτο καὶ τοῦ χαλκοῦ καὶ πάντων τῶν τηκτῶν ὕλη. ἢ ἔτι πορρωτέρω ἡ
35πρώτη ὕλη, ἥτις γένος ἂν εἴη πάλιν τῆς τε ὡς ὕδατος ὕλης καὶ τῆς ὡς χαλκοῦ. ἄλλον δὲ τρόπον ἔκ τινος λέγεταί τι ἐκ τοῦ πρώτως κινήσαντος·
ἐκ γὰρ τῆς λοιδορίας ἡ μάχη λέγεται, ὅτι ἐντεῦθεν ἡ ἀρχὴ τῆς μάχης421
in Metaph
.

422

καὶ ἐντεῦθεν ἐποίησε τὴν μάχην. ζητήσειεν ἄν τις εἰ ἐπὶ παντὸς ποιητι‐ κοῦ ἁρμόζει τὸ ἔκ τινος, ἢ μόνου τοῦ ὡς ἡ λοιδορία τῆς μάχης· οὐ γὰρ δόξει ἐκ τοῦ ἀνδριαντοποιοῦ ὁ ἀνδριὰς λέγεσθαι. ἢ καὶ ἐπὶ τῶν τοιού‐ των ὁ αὐτὸς λόγος· ἐκ τούτου γὰρ ὁ ἀνδριὰς ἐξ οὗ τὴν ἀρχὴν τοῦ εἶναι
5ἔχει· ὥστε ἔκ τινος καὶ ὡς ποιητικοῦ. ἄλλον δὲ τρόπον ἔκ τινος λέγεσθαί φησιν, ὡς ἐκ τοῦ συγκειμένου τὸ μέρος, τοῦ συγκειμένου ἐξ εἴδους τε καὶ ὕλης ὄντος καὶ ὄντος ὅλου τινός, † ἐκ γένους τὰ μέρη· ἐκ γὰρ τοῦ συναμ‐ φοτέρου ἡ χείρ· ἐκ τοῦ σώματος γάρ, ὅτι τούτου μέρος. λέγει δὲ κατὰ τοῦτον τὸν τρόπον καὶ τὸ ἔπος ἐκ τῆς Ἰλιάδος λέγεσθαι· σύνθετον γὰρ ἡ
10Ἰλιὰς ἐκ τῶν ἐπῶν, ὧν ἕκαστον ἐκ τῆς Ἰλιάδος ἐστὶν ὡς ἐκ τοῦ ὅλου τὸ μέρος· ὅλον γάρ τι καὶ ἡ Ἰλιάς. εἰπὼν δὲ ἐκ τοῦ ὅλου τὰ μέρη, παρά‐ δειγμα τοῦ λεγομένου παρέθετο. ὁμοίως φησὶ λέγεσθαι καὶ ἐκ τῆς οἰκίας τοὺς λίθους· ὅλον γάρ τι καὶ τέλειον καὶ συναμφότερον ἐξ εἴδους καὶ ὕλης καὶ ἡ οἰκία· ὅτι γὰρ καὶ ταῦτα ὅλα τε καὶ τέλεια, καὶ οὐ μόνον τὰ φυ‐
15σικά τε καὶ συνεχῆ, δείκνυσι δι’ ὧν προστίθησι λέγων τέλος μὲν γάρ ἐστιν ἡ μορφ, τέλειον δὲ τὸ ἔχον τέλος. ἔστι γὰρ ὃ λέγει, τέλειόν ἐστι τὸ ἔχον τέλος, τέλος δὲ ἡ μορφή, ὥστε τέλειον τὸ ἔχον μορφήν, τοῦτο δὲ καὶ ὅλον. τοιοῦτον δὲ τὸ ἐξ ὕλης τε καὶ εἴδους· τοῦτο ἄρα ὅλον τε καὶ τέλειον. καὶ οἰκία δὲ μορφὴν ἔχει, ὥστε καὶ αὐτὴ ὅλον τε καὶ τέ‐
20λειον. καὶ εἶεν ἂν οἱ λίθοι ἐκ τῆς οἰκίας οὕτως ἔκ τινος ὡς ἐξ ὅλου. ἄλλον δὲ τρόπον τοῦ ἔκ τινός φησιν εἶναι, ὡς ἐκ τοῦ μέρους τὸ εἶδος, τὸ ὅλον καὶ τέλειον λέγων. εἶδος δὲ εἶπε τὸ τί ἦν εἶναι, οὐχ ὡς τὸ ὅλον καὶ συναμφότερον· ἐκεῖνο γὰρ εἶπεν ἐκ τῆς ὕλης λέγεσθαι εἶναι. ὁ γὰρ ὁρισμὸς ὁ τοῦ εἴδους δηλωτικὸς τοῦ ἀνθρώπου ἐκ τοῦ δίποδος λέγεται εἶναι,
25ὅτι ἐνυπάρχει αὐτῷ ὡς μέρος τὸ δίπουν. πάλιν ἡ συλλαβὴ ἐκ τοῦ στοι‐ χείου· ἐκ γὰρ τῶν στοιχείων ἡ συλλαβή, καὶ ὁ λόγος τῆς συλλαβῆς τὴν τῶν στοιχείων σύνθεσιν περιέχει. καὶ εἴη ἂν ἔμπαλιν ἔχον τὸ σημαινό‐ μενον τοῦτο τοῦ ἔκ τινος τῷ εἰρημένῳ πρὸ αὐτοῦ· τότε μὲν γὰρ ἐκ τοῦ ὅλου τὸ μέρος ἐλέγετο ἔκ τινος, ὡς οἱ λίθοι ἐκ τῆς οἰκίας, νῦν δὲ τὸ ὅλον
30ἐκ τοῦ μέρους. οὐχ ὁμοίως δέ φησι τὸ εἶδος ἐκ τοῦ μέρους λέγεσθαι καὶ τὸ ὅλον ἐκ τῆς ὕλης. τοῦτο δὲ λέγει δεικνὺς ὅτι ἄλλος ὁ τρόπος οὗτος τοῦ ἔκ τινος τοῦ πρώτου εἰρημένου τοῦ ἐξ οὗ ἐστιν ὡς ὕλης· τὸ γὰρ ἄλλως γὰρ τοῦτο εἶπεν ἀντὶ τοῦ ἄλλως δὲ τοῦτο καὶ ἀνδριὰς ἐκ χαλ‐ κοῦ. ὁ μὲν γὰρ ἀνδριὰς ἐξ αἰσθητῆς ὕλης καὶ μέρους αἰσθητοῦ· πᾶσα
35γὰρ σύνθετος οὐσία, τουτέστιν ἡ συναμφότερος ἔκ τινος αἰσθητῆς ὕλης καὶ μέρους αἰσθητοῦ. καὶ τὸ εἶδος δὲ καὶ ἡ συλλαβὴ ἐκ τῆς οἰκείας ὕλης
(ὕλη γὰρ ἑκατέρου αὐτῶν τὰ οἰκεῖα μέρη). ἀλλ’ οὐκέτι τοῦτο ἐξ αἰσθητῆς422
in Metaph
.

423

ὕλης· τὸ γὰρ δίπουν ἢ τὰ στοιχεῖα οὐκ αἰσθητά. καὶ ἔστιν ὃ λέγει, ὅτι μὴ ὁμοίως τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι ἐκ τῶν μερῶν καὶ τὸ ὅλον ἐκ τῆς οἰκείας ὕλης, καίτοι ἀμφότερα ἐξ ὕλης· τὸ μὲν γὰρ ὅλον καὶ ἡ σύνθετος οὐσία, τουτέστιν ἡ συναμφότερος, ἐξ αἰσθητῆς ὕλης, τὸ δὲ εἶδος οὐκ ἐξ
5αἰσθητῆς ὕλης ἀλλ’ ἐκ τῆς τοῦ εἴδους ὕλης, ἥτις οὐκ ἔστιν αἰσθητή. οὐ γὰρ αἰσθητὰ τὰ τοῦ ὁρισμοῦ μέρη ἢ τὰ τοῦ εἴδους ὅλως· ὕλη γὰρ τοῦ εἴδους καὶ τοῦ τί ἦν εἶναι τὰ μέρη αὐτοῦ τὰ τοῦ λόγου συμπληρωτικά, ἃ καὶ αὐτὰ λόγῳ λαμβάνεται, ὥσπερ καὶ τὸ εἶδος αὐτό. ἔκ τινός φησι λέγε‐ σθαι, κἂν κατὰ μέρος τι τούτων τις ὑπάρχῃ τῶν τρόπων, οἷον κατὰ
10μέρος τὸ εἶδος ἢ κατὰ μέρος ἡ ὕλη· ἐκ γὰρ πατρὸς καὶ μητρὸς τὸ τέκνον καὶ ἐκ γῆς τὰ φυτά, ὡς ἔκ τινος μέρους αὐτῶν· ἐκ γῆς μὲν γὰρ τὰ φυτὰ ὡς ἐξ ὕλης (τρέφεται γὰρ καὶ φύεται ἐκ ταύτης), ἀλλ’ οὐχ οὕτως ὡς ἐκ πάσης τῆς γῆς, ἀλλ’ ὡς ἐκ μέρους αὐτῆς. ὁ δὲ ἀνδριὰς ἐλέγετο ἔκ τινος, ὡς ἐξ ὕλης τοῦ χαλκοῦ, ὅτι πᾶς ὁ λαμβανόμενος ὡς ὕλη αὐτοῦ χαλκὸς
15ὑπέκειτο αὐτῷ· οὐ γὰρ οὕτως ὕλη λέγεται τοῦ ἀνδριάντος ὁ χαλκός, ὅτι μέρος χαλκοῦ ὑπόκειται αὐτῷ, ἀλλ’ ὅτι πᾶς οὗτος ὁ χαλκὸς ὁ λαμβανό‐ μενος ὕλη ἐστὶν αὐτοῦ. πάλιν ἐκ μητρὸς παὶ πατρὸς τὸ τέκνον, τοῦ μὲν ὡς ποιητικοῦ τῆς δὲ ὡς ὕλης, ὧν ἑκατέρου ἐκ μορίου τινὸς τὸ τέκνον· μόριον γὰρ τοῦ πατρὸς τό τε σπέρμα καὶ τὸ ἐξ οὗ τὸ σπέρμα ἀφίεται καὶ
20αὐτὸ τὸ σπέρμα, καὶ τῆς μητρὸς μόριον τό τε ὑποδεχόμενον τὸ σπέρμα καὶ τὸ ἔμμηνον, ὅ ἐστιν ὕλη τῷ γεννωμένῳ. ἄλλον τρόπον ἔκ τινος λέ‐ γεται ὡς μετ’ αὐτὸ γινόμενον τῷ χρόνῳ· τὸ γὰρ μετά τι γινόμενον κατὰ τὸν χρόνον ἐξ ἐκείνου γίνεσθαι λέγεται. οὕτως ἐξ ἡμέρας νύξ, ὅτι μετὰ τὴν ἡμέραν, καὶ ἐξ εὐδίας χειμών, ὅτι μετὰ τὴν εὐδίαν. τῶν δὲ οὕτως
25ἔκ τινος γίνεσθαι λεγομένων τὰ μὲν τῷ εἰς ἄλληλα αὐτῶν τὴν μεταβολὴν γίγνεσθαι λέγεται ἐξ ἀλλήλων, ὥσπερ ἐπὶ τῶν εἰρημένων (νὺξ γὰρ εἰς ἡμέραν καὶ ἡμέρα εἰς νύκτα μεταβάλλει, καὶ εὐδία εἰς χειμῶνα καὶ ἔμ‐ παλιν· ἐκ γὰρ τῶν ἐναντίων αἱ μεταβολαί, ἐναντία δὲ ταῦτα), τὰ δὲ μόνῳ τῷ ἑξῆς εἶναι κατὰ τὸν χρόνον, ὡς ὅταν λέγηται ἐξ ἰσημερίας ὁ πλοῦς·
30ὅτι γὰρ μετὰ τὴν ἰσημερίαν· οὐ γὰρ τῇ ἰσημερίᾳ εἰς πλοῦν γίνεται ἡ μεταβολή. ὁμοίως καὶ ἐκ Διονυσίων λέγεται Θαργήλια, καὶ ἐκ Πυθίων Ὀλύμπια. Καὶ τοῦ μέρους δὲ τὸ μέν τί φησιν οὕτως λέγεσθαι εἰς ὃ διαιρεθείη ἂν τὸ ποσὸν ᾗ ποσὸν διαιρούμενον· πᾶν γὰρ τὸ ἀφαιρούμενον τοῦ ποσοῦ
35ᾗ ποσὸν μέρος ἐκείνου λέγεται ἀφ’ οὗ ἀφῄρηται, ἄν τε καταμετρῇ αὐτὸ ἄν τε μή· καὶ γὰρ τὰ δύο τῶν τριῶν μέρος λέγεται. τὸ δὲ ᾗ ποσὸν προσέθηκεν, ὅτι δύναταί τις καὶ ποιότης ἀφαιρεθῆναι τοῦ ποσοῦ, οἷον θερμότης ἢ λευκότης ἢ γλυκύτης, ἀλλ’ οὐ μέρη ταῦτα, ὅτι μὴ ποσὸν αὐ‐
τοῦ ἀφαιρεῖται· οὐ γὰρ τῇ τούτων ἀφαιρέσει ἐλαττοῦται κατὰ ποσόν. ἄλλον423
in Metaph
.

424

δὲ τρόπον εἰς ἃ διαιρεθείη ἂν τὸ ὅλον τὰ καταμετροῦντα αὐτὸ μόνα φησὶ μέρη λέγεσθαι· εἶναι γὰρ τὰ δύο τῶν τεσσάρων καὶ τῶν ἓξ καὶ ὅλως τῶν ἀρτίων μέρη· καταμετρεῖ γὰρ αὐτά. οὐκέτι κατὰ τὸ σημαινόμενον τοῦτο οὔτε τὰ τρία τῶν τεσσάρων μέρος οὔτε τὰ δʹ τῶν ἕξ, καίτοι κατὰ τὸ
5πρῶτον σημαινόμενον ὄντα καὶ αὐτὰ μέρη, ὥσπερ καὶ τὰ δύο τῶν τριῶν, οὐκέτι ὄντα αὐτῶν μέρη κατὰ τὴν δευτέραν ἀπόδοσιν. ἔτι μέρη φησὶ λέ‐ γεσθαι καὶ εἰς ἃ τὸ εἶδος διαιρεῖται χωρὶς τοῦ ποσοῦ, τουτέστι μὴ ὡς ποσὸν διαιρούμενον. εἶδος δὲ ἤτοι λέγει τὸ τί ἦν εἶναι, μέρη δὲ τὰ ὑπὸ τούτου περιεχόμενα τοῦ εἴδους τε καὶ τοῦ λόγου, ἃ καὶ πρὸ ὀλίγου μέρη
10καὶ ὕλην τοῦ εἴδους εἶπεν. ἡ μὲν γὰρ κατὰ τὸν λόγον διαίρεσις τοῦ εἴ‐ δους χωρὶς τοῦ ποσοῦ γίγνεται, ἡ δὲ εἰς τὰ ἄτομα τῶν εἰδῶν διαίρεσις μετὰ ποσοῦ. ἀλλ’ οὕτως ἔσται οὐκέτι τοῦ γένους τὸ εἶδος μέρος, ἀλλ’ ἀνάπαλιν τὸ γένος τοῦ εἴδους· μέρος γὰρ καὶ τοῦτο τοῦ ὁρισμοῦ, ὡς καὶ αὐτὸς ἐρεῖ μετ’ ὀλίγον. μήποτε οὖν τὸ εἶδος ἀντὶ τοῦ γένους ἀκοῦσαι
15χρή, καὶ λέγοι ἂν διὰ τοῦ εἰς ἃ τὸ εἶδος διαιρεθείη ἄνευ τοῦ ποσοῦ ὡς ἴσον τῷ εἰς ἃ τὸ γένος διαιρεθείη ἄν. τὸ δὲ ἄνευ τοῦ ποσοῦ ση‐ μαντικὸν ἂν εἴη τοῦ τὴν διαίρεσιν αὐτοῦ ὡς γένους γίγνεσθαι. δύναται γὰρ τὸ ζῷον καὶ ὡς ποσὸν διαιρεῖσθαι, ὅταν εἰς τὰ μέρη διαιρῆται, κε‐ φαλὴν θώρακα καὶ τὰ ἄλλα, ὡς διαιροῦμεν οὐκέτι ἂν ὡς γένος· δύναται
20καὶ ὡς γένος διαιρεῖσθαι, οὐχ ὡς σῶμα καὶ ποσόν, ἥτις διαίρεσις αὐτοῦ κατὰ τὰς διαφορὰς γινομένη εἰς τὰ εἴδη διαιρεῖ αὐτό. τοῦτο δ’ ἦν καὶ ὃ εἶπε τὸ ὅλον ἢ τὸ εἶδος ἢ τὸ ἔχον εἶδος· ὡς γὰρ εἴδους βούλεται τὴν διαίρεσιν καὶ κατὰ τὸ εἶδος γίνεσθαι· τοιαύτη δὲ ἡ τῶν γενῶν ὡς γε‐ νῶν διαίρεσις· οὐ γὰρ ὡς ὅλων οὐδὲ ὡς πλήθους, ἀλλ’ ὡς γενῶν. κατὰ
25τοῦτο τὸ σημαινόμενον λέγει καὶ τὰ εἴδη μέρη τῶν γενῶν εἶναι. ἔτι φησὶ μέρος λέγεσθαί τινος εἰς ὃ διαιρεῖται ἢ ἐξ οὗ σύγκειται. τὸ δὲ τὸ ὅλον ἢ τὸ εἶδος ἢ τὸ ἔχον εἶδος σημαίνοι ἂν ὅλον μὲν τὸ ὡς σῶμα ὅλον, οὗ ἡ διαίρεσίς ἐστιν εἰς τὰ μέρη τὰ συμπληροῦντα τὸ ὅλον σῶμα. τὸ δὲ ἢ τὸ εἶδος πάλιν δηλοῖ τὴν ὡς εἴδους διαίρεσιν. ἔστι γὰρ τοῦ εἴδους
30ὡς εἴδους μέρη, οἷον τῆς ψυχῆς εἴδους οὔσης αἱ δυνάμεις μέρη, εἰς ἃς καὶ ἡ διαίρεσις αὐτῆς. τὸ δὲ ἔχον εἶδος τὸ οὕτως ὅλον ὡς συναμφό‐ τερον, οὗ ὡς συναμφοτέρου πάλιν μέρη τό τε ὑποκείμενον σῶμα, οὗ πρώ‐ του τὴν διαίρεσιν ἐποιήσατο (τοιοῦτον γὰρ ἦν τὸ ὡς ὅλον) καὶ τὸ εἶδος, οὗ δευτέρου ἐμνημόνευσε. καὶ ἔστιν ἃ παρατίθεται παραδείγματα τοῦ
35ὑστέρου τοῦ ἔχοντος εἶδος καὶ ὡς συναμφοτέρου διαιρουμένου· ὁ γὰρ χαλ‐ κοῦς κύβος διαιρούμενος εἰς χαλκὸν καὶ γωνίαν εἰς ὕλην καὶ εἶδος διῃρεῖτο· ἡ γὰρ γωνία τοῦ εἴδους δηλωτική. ἔτι, φησί, τὰ ἐν τῷ λόγῳ τῷ δη‐ λοῦντι ἕκαστον καὶ ταῦτα μόρια τοῦ ὅλου. μέρη φησὶν εἶναι ἑκά‐
στου καὶ τὰ τοῦ λόγου τοῦ δηλοῦντος αὐτοῦ τὸ τί ἦν εἶναι μέρη· τὰ γὰρ424
in Metaph
.

425

μέρη τοῦ ὁρισμοῦ μέρη εἴη ἄν, ἀλλὰ παρὰ τὰ τοῦ εἴδους μέρη, ὅτι ὁ τοῦ συναμφοτέρου ὁρισμὸς κατὰ μὲν τὸ εἶδος γίνεται, προσσημαίνει μέντοι καὶ τὴν ὕλην, ὡς δῆλον εὐθὺς ἐκ τοῦ γένους. οὕτω φησὶ γίνεσθαι μέρος τὸ γένος τοῦ εἴδους, ἐπεὶ μέρος ἐστὶ τοῦ ὁρισμοῦ αὐτοῦ.
5 Παρατίθεται δὲ καὶ τὰ τοῦ ὅλου σημαινόμενα· ὅλον γάρ φησι λέγε‐ σθαι οὗ τε μηδὲν ἄπεστι μέρος ἐξ ὧν λέγεται [τῶν] φύσει τὸ ὅλον συνε‐ στάναι· ὧν γὰρ φύσει συνεστώτων μηδὲν ἄπεστι μέρος, ὅλα ταῦτα κυρίως. ἄλλο δὲ σημαινόμενον ἐκτίθεται τοῦ ὅλου, ἐν ᾧ καὶ τὰ καθόλου· ἀλλὰ καὶ τὰ τεχνητά, οὐ μόνον τὰ φύσει συνεστῶτα περιλαμβάνει· τὸ γὰρ περι‐
10έχον τινὰ ὥστε ἕν τι εἶναι ἐκεῖνα, δηλονότι τὰ περιεχόμενα. διχῶς δέ φησιν ἓν γίνεσθαι τὰ περιεχόμενα· ἢ γὰρ ὡς ἕκαστον τῶν περιεχομένων ἕν τι εἶναι ἢ ἅπαντα ἕν. καὶ πρῶτον λέγει πῶς οἷόν τέ ἐστι τὸ ἕκαστον τῶν ὑπ’ αὐτοῦ περιεχομένων ἕν τι εἶναι καὶ ταὐτόν. τὸ γὰρ καθόλου λε‐ γόμενον τοῦ κατὰ παντὸς δηλωτικόν· τὸ γὰρ κατὰ παντὸς λεγόμενον ὅλον
15τι δοκεῖ εἶναι· τοῦτο δέ, φησί, τὸ οὕτως ὅλον τε καὶ καθόλου, οὕτως ἐστὶ καθόλου τε καὶ ὅλον ὡς ἐν αὐτῷ πολλὰ περιέχον τῷ κατηγορεῖσθαι καθ’ ἑκάστου αὐτῶν συνωνύμως καὶ ἓν ἅπαντα εἶναι κατὰ τὸ κατηγορούμενον, καὶ ἕκαστον αὐτῶν ὅπερ τὸ κατηγορούμενον εἶναι, τῷ πάντα ὁμοίως τὸν τοῦ κοινοῦ καὶ περιέχοντος αὐτὰ λόγον ἐπιδέχεσθαι. τὸ γὰρ ἓν ἅπαντα
20εἶναι ὡς ἕκαστον δηλωτικόν ἐστι τοῦ τὴν ἑνότητα ἔχειν αὐτὰ μὴ κατὰ συνέχειαν, ἀλλὰ τῷ τὸν αὐτὸν λόγον ἕκαστον αὐτῶν ἐπιδέχεσθαι· ἵππος γὰρ καὶ ἄνθρωπος καὶ κύων καὶ βοῦς ἓν πάντα διὰ τὸ ἕκαστον αὐτῶν ζῷον εἶναι. οὕτως οὖν ὅλον τὸ ζῷον τῷ ὧν περιεκτικόν ἐστι διῃρημένα ταῦτα ἀπ’ ἀλλήλων καὶ κεχωρισμένα κατὰ τοῦτο εἶναι ἕν. καὶ τοῦτο μὲν ση‐
25μαινόμενον τοῦ ὡς περιέχοντός τινα ὅλου· τὸ δέ τι οὕτως φησὶν εἶναι ἓν ἐκ τῶν ὑπ’ αὐτοῦ περιεχομένων, ὡς συνεχὲς εἶναι καὶ ἕν τι κατ’ ἀριθμόν. τὸ γὰρ ἕν τι καὶ συνεχὲς καὶ ἐκ μερῶν καὶ πεπερασμένον ὅλον οὐ τῷ τὸν τοῦ ὅλου λόγον τὰ μόρια ἀναδέχεσθαι, ἀλλὰ τῇ συνεχείᾳ. τί δέ ἐστι τὸ κυρίως συνεχές, ἐδήλωσε διὰ τοῦ μάλιστα μὲν δυνάμει· κυρίως γὰρ
30συνεχῆ ταῦτα ἐν οἷς τὰ μέρη δυνάμει ἐνυπάρχει. ἤδη δὲ κἂν ἐνεργείᾳ τὰ μόρια ἐν αὐτῷ, οὕτω μέντοι ὡς ἕν τι ἐκ τῆς ποιᾶς συνθέσεως αὐτῶν γίγνεσθαι κατὰ τὸ εἶδος, ὡς ἐπὶ τῶν συνθέσει γιγνομένων κατὰ τὰς τέχνας. οὕτως οἰκία ἕν τι καὶ πλοῖον. τῶν δὲ οὕτω τὸ ἓν ἐχόντων κατὰ συνέχειαν καὶ ὡς δυνάμει τὰ μέρη ἐν αὐτοῖς εἶναι μᾶλλόν φησιν ὅλα τὰ φύσει συνε‐
35στῶτα τῶν κατὰ τέχνην εἶναι. μᾶλλον γὰρ ἄνθρωπος ὅλος ἢ ἀνδριάς. ὡς γὰρ ἓν μᾶλλον λέγεται τὸ φύσει τοῦ τέχνῃ ὄντος ἑνός, ὡς εἶπεν ἐν τῇ
τοῦ ἑνὸς διαιρέσει, ἧς καὶ ὑπομιμνήσκει ἡμᾶς, οὕτω καὶ ὅλον. καὶ αἰτίαν425
in Metaph
.

426

ἀποδίδωσιν, ὅτι ἡ ὁλότης ἑνότης ἐστίν, ὥστε ὡς ἕν, οὕτω καὶ ὅλον. παρα‐ τίθεταί τι καὶ ἄλλο σημαινόμενον τοῦ ὅλου· τοῦ γὰρ ποσοῦ καὶ ἔχοντος ἀρχήν τε καὶ μέσον καὶ ἔσχατον, ὃ εἴη ἂν τοῦ πεπερασμένου δηλωτικόν, ὅσων μὲν παρὰ τὴν ποιὰν θέσιν τῶν μορίων μηδεμία γίνεται διαφορά,
5τοῦτο πᾶν λέγεσθαί φησιν (τοιαῦτά ἐστι τὰ ὁμοιομερῆ τε καὶ ἀσχημάτιστα οἰκείῳ ὅρῳ τε καὶ σχήματι, οἷον ὕδωρ, ἀήρ)· ὅσων δὲ ἡ ποιὰ θέσις τῶν μερῶν διαφορὰν ποιεῖ, ἐπὶ τούτων τὸ ὅλον λέγεσθαι, ὅταν τὴν οἰκείαν τάξιν ἕξει τὰ μέρη, δηλονότι καθ’ ἣν τόδε τι εἶναι τὸ ἐξ αὐτῶν λέγεται. τοι‐ αῦτά ἐστι τὰ ἀνομοιομερῆ, πρόσωπον, χείρ, τὸ ἑκάστου ζῴου σῶμα· ἡ
10γὰρ τῶν μερῶν θέσις ἐν τούτοις διαφορὰν τῶν ὑποκειμένων ποιεῖται. τοι‐ οῦτον καὶ οἰκία καὶ ναῦς. ὅσα δὲ ὁμοιομερῆ ὄντα μορφήν τινα καὶ σχῆμα προσείληφε, τούτων φησὶ καὶ τὸ πᾶν καὶ τὸ ὅλον κατηγορεῖσθαι, διὰ μὲν τὸ ὑποκείμενον τὸ πᾶν, διὰ δὲ τὴν μορφήν, ἥτις συνέβη αὐτοῖς ἐν τῇ τῶν μερῶν ὑπαλλαγῇ μένειν, ὅλον. οὕτως ἀνδριὰς ὁ ἐκ μιᾶς ὕλης ἐσχηματι‐
15σμένος, κηρός, ἱμάτιον (καὶ γὰρ τοῦτο μετὰ σχήματός τινός ἐστιν)· ἕκαστον γὰρ τούτων καὶ πᾶν ἐστι καὶ ὅλον. οὐκέτι ἐπὶ τῶν ὑγρῶν τε καὶ ἀσχη‐ ματίστων ἁπλῶς φησι τὸ πᾶν καὶ ὅλον κατηγορεῖσθαι, ἀλλὰ μόνον τὸ πᾶν· μὴ γὰρ κατηγορεῖσθαι τοῦ ἀριθμοῦ, καθ’ οὗ τὸ πᾶν, καὶ τὸ ὅλον, εἰ μή τις μεταφορικῶς λέγοι ἐπ’ αὐτῶν τὸ ὅλον. λέγει δὲ καὶ τὸ πάντα λέγε‐
20σθαι ἐπὶ τούτοις, ὧν τὸ πᾶν ὡς ἑνός τινος κατηγορεῖται· ἐπὶ γὰρ τῶν ἐξ ὧν τὸ πᾶν, ὡς διῃρημένων λαμβανομένων τὸ πάντα λέγεται· πᾶς ἀριθμός, ὅταν ὡς ἓν λαμβάνηται τὸ ἐκ μονάδων ἄθροισμα· πᾶσαι αἱ μονάδες, ἐξ ὧν ἦν ὁ πᾶς ἀριθμός, ὅταν ὡς διῃρημέναι πάλιν λαμβάνωνται, οὕτως μέν‐ τοι ὡς τὸν πάντα ποιεῖν· ὡς τὸ μὲν πάντα κατὰ μορίων κατηγορεῖσθαι ὡς
25διῃρημένων, τὸ δὲ πᾶν ὡς ἡνωμένων. οὕτω καὶ πάντες ἄνθρωποι, ἢ ὡς ὑπὸ ἓν τὸ πᾶς ἄνθρωπος. Κολοβὸν δὲ λέγεσθαί φησιν οὐ κατὰ παντὸς ποσοῦ· ἔστι μὲν γὰρ ἐν τῷ ποσῷ τὸ κολοβόν, οὐ μὴν πᾶν ποσὸν ἀναδέχεται τὴν κατηγορίαν ταύ‐ την ἢ τὸ πάθος, οὗ σημεῖον τοὔνομα τοῦτο, ἀλλὰ δεῖ τὸ κολοβὸν μέλλον
30λέγεσθαι πρὸς τῷ μεριστὸν εἶναι καὶ ὅλον. τὸ δὲ ὅλον δύναται μὲν καὶ συνεχείας αὐτῷ δηλωτικὸν εἶναι, δύναται καὶ τοῦ ἀνομοιομερὲς δεῖν εἶναι· τοῦτο γὰρ εἴρηκε πρὸ ὀλίγου περὶ τοῦ ὅλου, λέγων καὶ ταύτῃ διαφέρειν τὸ ὅλον τοῦ παντός. ἔτι δὲ πρὸς τῷ μεριστὸν εἶναι καὶ ὅλον δεῖν φησιν αὐτὸ καὶ θέσιν ἔχειν, τουτέστι τῶν θέσιν ἐχόντων εἶναι ποσῶν. τὰ δὲ δύο
35εἶπε μὴ γίνεσθαι κολοβὰ ἀφαιρουμένου τοῦ ἑνός, δεικνὺς ἡμῖν ὅτι οὐδὲ
οὕτω κολοβόν τι λέγεται, ἂν ἀφαιρεθῇ αὐτοῦ τὸ ἥμισυ· οὐδέποτε γὰρ ἴσον426
in Metaph
.

427

τὸ κεκολοβωμένον καὶ τὸ λεῖπον αὐτῷ. ἐφ’ ᾧ δείκνυσιν ὅτι μὴ μόνον ἐν ἀριθμῷ οὐκ ἔστι κολοβὸς ἀριθμὸς οὗτος οὗ τὸ ἥμισυ ἀφῃρέθη, ἀλλ’ οὐδ’ ἂν ἄλλο τι μέρος ἀφαιρεθῇ, οὐ γίνεται ἀριθμὸς κολοβός, ὡς ἑξῆς λέγει· οὐδ’ ὅλως γάρ, φησίν, ἀριθμὸς κολοβὸς οὐδεὶς γίνεται, ὅτι δεῖ τὸ κολοβόν
5τι τὴν αὐτὴν οὐσίαν καὶ ταὐτὸν εἶδος φυλάσσειν. ὅτε δὲ μετὰ τὴν ἀφαί‐ ρεσιν τὴν μορίου τινὸς ἄλλο τι εἶδος μεταλαμβάνει, ἐπὶ τούτων οὐ λέγεται τὸ κολοβόν, ὃ γίνεται ἐπὶ τῶν ἀριθμῶν. προστίθησι δὲ ὅτι οὐδὲ ἐπὶ πάν‐ των τῶν ἀνομοιομερῶν τὸ κολοβὸν λέγεται, ὡς προειρηκὼς ὅτι δεῖ ἀνο‐ μοιομερῆ εἶναι διὰ τοῦ εἰπεῖν ὅλα. οὐ δὴ ἐπὶ πάντων τῶν ἀνομοιομερῶν
10τὸ κολοβὸν λέγεται, ἀλλὰ ἐπὶ τῶν θέσιν ἐχόντων, ὃ φθάσαντες εἰρήκαμεν· οὐ γὰρ ἐπεὶ τοῦ ἀριθμοῦ ἔστιν ὡς διῃρημένου ἀνόμοια τὰ μέρη, οἷον τοῦ πέντε (ἄρτια γὰρ καὶ περισσὰ τὰ δύο καὶ τρία, μέρη ὄντα αὐτοῦ), ἀλλ’ οὐ διὰ τοῦτο ἤδη ὁ ἀριθμὸς κολοβός τις λέγεται. δεῖ γὰρ οὕτως ἔχειν τὰ μέρη τοῦ ἐσομένου κολοβοῦ ὡς ποιεῖν τὴν θέσιν αὐτῶν τὴν τῶν μορίων
15διαφορὰν τοῦ εἴδους, ὃ οὐ γίνεται ἐπὶ τοῦ ἀριθμοῦ, ὅτι μηδὲ τὴν ἀρχὴν θέσιν ἔχει τὰ μόρια αὐτοῦ, ὡς εἴρηται ἐν Κατηγορίαις. διὰ τοῦτο γὰρ οὐδὲ τὰ ὁμοιομερῆ κολοβά, ὅτι ἡ μετάθεσις αὐτῶν τῶν μορίων οὐ ποιεῖ διαφοράν. ἔτι δεῖ εἶναι, φησί, συνεχῆ τὰ ἐσόμενα τῇ ἀφαιρέσει τινὸς μορίου κολοβά. ἡ γὰρ ἁρμονία σύγκειται μὲν ἐξ ἀνομοιομερῶν (μέσης γὰρ
20καὶ παρανήτης καὶ παρυπάτης καὶ ὑπάτης), ἀλλὰ καὶ θέσιν καὶ τάξιν ἔχει ἕκαστον τούτων (ἐν γὰρ τῇ ποιᾷ θέσει τούτων πρὸς ἄλληλα ἡ ἁρμονία, καὶ μετατιθεμένων ἀλλάσσεται)· ἀλλ’ οὐ λέγεται κολοβὸς ἁρμονία, ὅτι μὴ συνεχής ἐστι μηδὲ ὅλη, ἀλλ’ ἐκ διωρισμένων καὶ κεχωρισμένων μερῶν. καὶ ὁ ἀριθμὸς δὲ τοιοῦτον. δείξας δὲ δι’ ὧν πεποίηται διορισμῶν ὅτι
25τὸ κολοβὸν ἐν τοῖς ὅλοις λεγομένοις ποσοῖς, ἑξῆς δείκνυσιν ἡ ὁποία καὶ ἡ τίνος καὶ ἐν τίσιν ἀφαίρεσις τὸ ὅλον κολοβὸν ποιεῖ· λέγει γὰρ ὅτι μηδὲ ἐπὶ τῶν συνεχῶν τε καὶ ὅλων παντὸς ἀφαιρουμένου μέρους τὸ καταλειπό‐ μενον γίνεται κολοβόν. οὔτε γὰρ ἂν τὰ κύρια τοῦ εἴδους τε καὶ τῆς οὐσίας τοῦ ὅλου τε καὶ συνεχοῦς ἀφαιρεθῇ, ἔτι τὸ καταλειπόμενον κολοβόν (οὐ
30γὰρ λέγεται κολοβὸν ζῷον τῆς κεφαλῆς ἀφαιρεθείσης αὐτοῦ, ὅπερ οὐδὲ ζῷον ἔτι μένει), ἀλλ’ οὐδ’ ἂν ὁπουοῦν τι τῆς συνεχείας ἢ ὁτιοῦν ἀφαι‐ ρεθῇ τε καὶ διαιρεθῇ, κολοβὸν εὐθύς· ἡ γοῦν κύλιξ οὐ λέγεται κολοβὸν ἂν τρυπηθῇ· ἀλλ’ ἂν τὸ οὖς αὐτῆς ἀφαιρεθῇ ἤ τι ἄλλο ἀκρωτήριον, τότε κολοβός. ὁμοίως καὶ τοῦ ἀνθρώπου ἢ ἄλλου τινὸς ζῴου ἂν μὲν σάρκα
35ἀφέλῃς ἢ σπλῆνα ἐκτέμῃς, οὐ κολοβός, ἂν δὲ ῥῖνα ἢ οὖς ἢ δάκτυλον, τότε κολοβός. καὶ τῶν ἀκρωτηρίων ταῦτά φησιν ἀφαιρεθέντα κολοβοὺς ποιεῖν, ὅσα ἀφαιρεθέντα ὅλα οὐκέτι φῦναι ἢ αὐξηθῆναι δύναται· δι’ ἣν αἰτίαν λέγει τοὺς φαλακροὺς μὴ λέγεσθαι κολοβούς, ὅτι αἱ τρίχες φύσιν
ἔχουσιν ἀφαιρούμεναι τοῦ ὅλου πάλιν γίγνεσθαί τε καὶ φύεσθαι. καὶ εἴη427
in Metaph
.

428

ἂν ἴσον τὸ ἀλλ’ ὃ μὴ ἔχει γένεσιν ἀφαιρεθὲν ὅλον τῷ ἀλλ’ ὃ καθό‐ λου ἀφαιρεθὲν μηκέτι γένεσιν ἔχει· αἱ γὰρ τρίχες, εἰ καὶ ἐπὶ τοῦ φαλα‐ κροῦ οὐκέτι ἔχουσι γένεσιν, ἀλλ’ ἔν γε τῇ φύσει ἐστὶν αὐτῶν τὸ ἀφαιρου‐ μένας γίνεσθαι πάλιν. ἢ τὸ ὅλον προσέθηκεν, ὅτι δύναταί τινος ἐξαιρε‐
5θέντος μορίου ἀπό τινος ἀκρωτηρίου, οἷον ὀλίγης σαρκός, αὕτη πάλιν αὐξη‐ θῆναι. αἱ μὲν οὖν τρίχες, εἰ καὶ μὴ ἐπὶ πάντων, ἀλλ’ ἐπὶ τινῶν γε φῦναι πάλιν ἀφαιρεθεῖσαι δύνανται, ἢ καὶ ἐπὶ πάντων, ἀφ’ ὧν ἀφαιροῦνται· οὖς δὲ ἢ ῥὶς ἀφαιρεθέντα οὐδέποτε ἐπ’ οὐδενὸς πάλιν γίνεται. σημειωτέον ὅτι μὴ διαίρεσιν τοῦ κολοβοῦ πολλαχῶς λεγομένου πεποίηται, ἀλλὰ μήνυσίν τε
10καὶ διδασκαλίαν. Λέγει δὲ καὶ τὸ γένος πολλαχῶς λέγεσθαι· γένος γὰρ λέγεται καὶ ἐπὶ τῶν τὴν γένεσιν συνεχῆ ἐχόντων ὁμοειδῶν ἀλλήλοις· κατὰ γὰρ τὸ ση‐ μαινόμενον τοῦτο λέγεται τὸ ἕως ἂν ἀνθρώπων γένος ᾖ· σημαίνεται γὰρ τὸ ἕως ἂν γένεσις συνεχὴς ᾖ τε καὶ μένῃ τῶν ἀνθρώπων. τὸ δὲ τῶν
15τὸ εἶδος ἐχόντων τὸ αὐτὸ προσέθηκεν, ὅτι μὴ λέγεται ἀνθρώπων γένος εἶναι, ἂν ἵπποι ὦσιν, ἀλλ’ ἂν συνεχεῖς ἄνθρωποι ἐξ ἀνθρώπων γινόμενοι μένωσι. τὸ δέ τι γένος λέγεται, ἀφ’ οὗ ἂν ὦσί τινες πρώτου κινήσαντος καὶ ἀρχηγοῦ γενομένου τοῦ εἶναι αὐτοῖς. οὕτω δ’ Ἕλληνες τὸ γένος λέ‐ γονται τῷ ἀφ’ Ἕλληνος εἶναι πρώτου συστησαμένου τὸ γένος αὐτῶν καὶ
20τοῦ εἶναι αὐτοῖς αἰτίου, ὁμοίως καὶ Ἴωνες οἱ ἀπὸ Ἴωνος, καὶ Ἡρακλεῖδαι ὧν Ἡρακλῆς πρῶτος καὶ ἡγεμὼν τοῦ γένους. οὕτω καὶ Πελοπίδαι λέ‐ γονται. λέγεσθαι μὲν οὖν γένος τινῶν καὶ ἀπὸ τοῦ θήλεός φησιν, ὡς λέ‐ γονταί τινες ἀπὸ Πύρρας, ὡς ταύτης τοῦ γένους ἀρξαμένης τῷ τεκεῖν, δη‐ λονότι κατὰ τὸν μῦθον, μᾶλλον μὲν ἀπὸ τοῦ γεννήσαντος, ὅτι τοῦ εἴδους
25οὗτος παρεκτικός, ἡ δὲ μήτηρ τῆς ὕλης, κατὰ δὲ τὸ εἶδος τὸ εἶναι ἑκά‐ στῳ μᾶλλον. οὐκέτι ἐμνημόνευσε τῶν γενῶν τῶν ἀπὸ τῶν τόπων λεγο‐ μένων, καθ’ ὃ σημαινόμενον Ἀσιανός τις τὸ γένος ἢ Αἰγύπτιος καλεῖται· οὐ γὰρ δὴ οἱ οὕτω λεγόμενοι ἀπὸ τοῦ πρώτου κινήσαντος οὕτω λέγονται. ἑξῆς δὲ ἐκτίθεται δύο ἀποδόσεις τοῦ αὐτοῦ σημαινομένου· τοῦ γὰρ γένους,
30ὃ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει † καὶ τὰ ἑξῆς δύο ἀποδόσεις δίδωσιν * * ὡς ὑποκείμενον ταῖς διαφοραῖς· αὐτὸ γάρ φησι τὸ ἐπίπεδον σχῆμα· τὸ γὰρ σχῆμα δεῖ προστιθέναι τῷ ἐπιπέδῳ· τοῦτο γὰρ γένος ἑκά‐ στου τῶν ἐπιπέδων σχημάτων. λαμβάνει γὰρ γένος τὸ ἐπίπεδον σχῆμα ὅλον τριγώνου καὶ τετραγώνου καὶ πάντων τῶν ἐπιπέδων· ὁμοίως καὶ τὸ
35στερεὸν τῶν στερεῶν σχημάτων· ἕκαστον γὰρ τῶν σχημάτων τὸ μὲν ἐπί‐
πεδόν ἐστι σχῆμα τοιονδί, οἷον τετράγωνον, τὸ δὲ στερεὸν σχῆμα τοιονδί·428
in Metaph
.

429

σφαῖρα μὲν γὰρ στερεὸν σχῆμα τοιοῦτον, κύβος δὲ τοιοῦτον καὶ πυραμὶς τοιοῦτον. εἰπὼν δὲ τοῦτο προσέθηκε τὸ τοῦτο δέ ἐστι τὸ ὑποκείμενον ταῖς διαφοραῖς, ὡς ὑπὸ τῶν διαφορῶν τοῦ γένους εἰδοποιουμένου καὶ ὑποκειμένου κατὰ τοῦτο αὐταῖς. εἰπὼν δὲ τὸ οὕτως λεγόμενον γένος ὑπο‐
5κείμενον εἶναι ταῖς διαφοραῖς, κατὰ τὸ ὑποκεῖσθαι αὐτὸ ταῖς διαφοραῖς καὶ ὕλην αὐτὸ προελθὼν ἐρεῖ· ὕλην δὲ λέγει τὸ γένος· καὶ ἐν τῷ Ζ τῆσδε τῆς πραγματείας. δευτέραν ἀπόδοσιν τοῦ οὕτως λεγομένου γένους ἀποδί‐ δωσι τὸ πρῶτον ἐνυπάρχον ἑκάστου ἐν τῷ ὁριστικῷ καὶ τὸ τί ἦν εἶναι σημαίνοντι λόγῳ, ὃ κατηγορεῖται ἐν τῷ τί ἐστι τοῦ ὑποκειμένου. τούτου
10γὰρ δηλωτικὸν τὸ ὃ λέγεται ἐν τῷ τί ἐστι· καὶ γὰρ τὸ οὕτως λεγό‐ μενον γένος σημαίνει τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον· τοῦ γὰρ πρώτου ἐν τῷ ὁρισμῷ ἀποδιδομένου δια‐ φοραὶ λέγονται εἶναι αἱ ποιότητες, καθ’ ἃς διαφέρει ἀλλήλων τὰ ὧν ἐν τῷ ὁρισμῷ τὸ αὐτό ἐστι γένος. τότε μὲν οὖν αὐτὸ ἐδήλωσεν ἀπὸ τοῦ ὡς
15ὑποκείμενον ὑπὸ τῶν διαφορῶν εἰδοποιεῖσθαι, νῦν δὲ ἀπὸ τοῦ ἐν τοῖς ὁρι‐ σμοῖς εἶναι τὸ πρῶτον παραλαμβανόμενον καὶ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι· διάφοροι δὲ οὖσαι αἱ ἀποδόσεις τοῦ αὐτοῦ εἰσι δηλωτικαί. ποιότητας δὲ τὰς διαφορὰς εἶπεν, ὅτι καὶ πρὸ ὀλίγου ἐν ταῖς διαιρέσεσι τῆς ποιότη‐ τος πρώτας ταύτας ἐτίθετο. εἰπὼν δὲ τὰ σημαινόμενα ταῦτα εἶναι τοῦ
20γένους, ἀνακεφαλαιοῦται αὐτὰ δι’ ὧν δείκνυσιν ὅτι τὰ δύο τὰ ὕστερον ῥη‐ θέντα διάφοροί εἰσιν ἀποδόσεις τοῦ αὐτοῦ σημαινομένου. τὰ μὲν γὰρ κατὰ γένεσιν συνεχῆ τοῦ αὐτοῦ εἴδους γένη λέγεται, ὡς ἀνθρώπων γένος καὶ ἵππων, τὰ δὲ κατὰ τὸ πρῶτον κινητικὸν καὶ αἴτιον τοῖς μετ’ αὐτὸ ὁμοει‐ δέσιν, ὡς λέγεται τὸ Ἡρακλειδῶν γένος καὶ τὸ Ἑλλήνων καὶ τὸ Ἰώνων.
25οὐκ ἀργῶς δὲ ὁμοειδὲς προσέθηκεν· οὐ γὰρ ἀπὸ τοῦ ὁπωσοῦν πρώτου κινήσαντος τὸ γένος εἶναι λέγεται ἀλλ’ ἂν ὁμοειδὲς αὐτοῖς ᾖ τοῦτο· ὅταν γὰρ ἄνθρωπος ᾖ ὁ τοῦ γένους ἄρξας, τότε τὸ γένος μετ’ αὐτὸν ἀπ’ ἐκείνου. τὸ δὲ ὡς ὕλη φησί, λέγων ὡς ὕλην γένος εἶναι τὸ κοινὸν καὶ κατὰ πλει‐ όνων καὶ διαφερόντων τῷ εἴδει κατηγορούμενον. καὶ κατὰ τί ἐστιν ὕλη
30τοῦτο, ἐδήλωσεν εἰπὼν οὗ γὰρ ἡ διαφορὰ καὶ ἡ ποιότης ἐστ, τοῦτ’ ἐστὶ τὸ ὑποκείμενον, ὃ λέγομεν ὕλην· τῷ γὰρ τὰς διαφορὰς τούτου εἶναι ὡς ὑποκειμένου, καὶ τῷ ταύταις εἰδοποιεῖσθαι, ὡς καὶ ἡ ὕλη τῷ εἴδει, καὶ εἴη ἂν τὸ γένος ὕλη. τῷ γὰρ ποιότητας μὲν εἶναι τὰς διαφοράς, ὑποκεῖσθαι δὲ αὐταῖς τὸ γένος (οὗ γάρ ἐστιν ἡ διαφορά, τοῦτο τῇ διαφορᾷ ὑπόκειται,
35ὥσπερ καὶ τὸ οὗ ἡ ποιότης τῇ ποιότητι), ἐπεὶ τὸ ταῖς ποιότησιν ὑποκείμενον ὕλη λέγεται, καὶ τὸ γένος ὕλη γίνεται τῶν ὡς διαφορῶν ποιοτήτων. Εἰπὼν δὲ περὶ γενῶν ἑξῆς λέγει τίνα ἐστὶν ἕτερα τῷ γένει.
λέγει δὴ ὧν τε ἕτερον τὸ πρῶτον ὑποκείμενον, ταῦτα ἕτερα τῷ εἴδει,429
in Metaph
.

430

λέγων πρῶτον ὑποκείμενον τὴν ὕλην· οἷς γὰρ μή ἐστιν ἡ αὐτὴ ὕλη ὑποκειμένη, μήτε ἀναλύεται ἡ τοῦ ἑτέρου ὕλη εἰς τὴν τοῦ ἑτέρου, μήτε ἡ ἀμφοτέρων εἰς τὴν αὐτὴν τῷ εἴδει, ταῦτα ἕτερα τῷ γένει. ὕλην δὲ ἔοικε λέγειν τὴν ἐνεργείᾳ ὑποκειμένην, ἣν καὶ πρώτην εἶπε, λέγων πρώτην
5τὴν προσεχῆ πρὸς ἀντιδιαστολὴν τῆς ἐσχάτης κατὰ ἀνάλυσιν, ἣ καὶ κυρίως ἐστὶ πρώτη· οἷον τῷ ἀνδριάντι χαλκὸς ὑπόκειται, τῷ δὲ κρυσταλλίνῳ ἐκ‐ πώματι ὕδωρ, καὶ εἰσὶν αὗται διαφέρουσαι, ἀλλ’ ἡ τοῦ ἀνδριάντος ὕλη εἰς τὴν τοῦ κρυσταλλίνου ἀναλύεται, εἴ γε τηκτὸν μὲν ὁ χαλκός, πάντα δὲ τὰ τηκτὰ ἐξ ὕδατος. οὐχ ἕτερα δὴ τῷ γένει τὰ εἰλημμένα κατὰ τὸ σημαι‐
10νόμενον τοῦτο. πάλιν εἰ τῷ μὲν εἴη χρυσὸς ὑποκείμενος τῷ δὲ ἄργυρος, διάφοροι μὲν πάλιν ὗλαι αὗται, καὶ οὐκ ἀναλύεται αὐτῶν ἡ ἑτέρα εἰς τὴν ἑτέραν· διὰ δὲ τὸ ἀμφότερα εἰς μίαν καὶ τὴν αὐτὴν ἀναλύεσθαι (εἰς γὰρ τὸ ὕδωρ) οὐχ ἕτερα τῷ γένει τὰ ληφθέντα. ὧν δὴ τὰ ὑποκείμενα οὐδὲν πάσχει τοιοῦτον, ταῦτα ἕτερα λέγεται τῷ γένει, ὡς λίθου καὶ χαλκοῦ· τῷ
15μὲν γὰρ γῆ τῷ δὲ ὕδωρ τὰ ὑποκείμενα, ἃ οὔτε εἰς ἄλληλα οὔτε εἰς ἄλλο τι ἀναλύεται αἰσθητὸν ὑποκείμενον ταὐτόν. εἰπὼν δὲ τὰ ὑποκείμενα οὐδὲν πάσχειν τοιοῦτον, τίνα ἐστὶ τοιαῦτα αὐτὸς παρέθετο· τὸ γὰρ εἶδός φησι καὶ τὴν ὕλην οὕτως εἶναι ἕτερα τῷ γένει, ὕλην λέγων τὸ σῶμα· ὡς οὖν οὔτε τῶν τῷ σώματι ὑποκειμένων οὔτε τῶν τῷ εἴδει ἢ εἰς ἄλληλα ἢ εἴς
20τι κοινὸν ἀναλύεσθαι λεγομένων, ἕτερα αὐτὰ εἶναι λέγει τῷ γένει. εἴη δ’ ἂν τῷ εἴδει ὡς ὕλην ὑποκεῖσθαι λέγων τὰ μέρη τοῦ ὁριστικοῦ λόγου· προ‐ είρηκε γὰρ τοῦτο. ἐπεὶ οὖν οὔτε τὰ ὑποκείμενα τῷ τε σώματι καὶ τῷ εἴδει ταὐτά, οὔτε ἡ ἀνάλυσις αὐτῶν ἡ τοῦ ἑτέρου εἰς τὸ ἕτερον ἢ εἰς ταὐ‐ τόν, εἴη ἂν ἕτερα τῷ γένει ταῦτα κατὰ τὸ σημαινόμενον τοῦτο. ἔτι οὕτω
25τὸ εἶδος καὶ ἡ ὕλη ἕτερα ἔσται, ὅτι μὴ ἀναλύεται τὸ ἕτερον αὐτῶν εἰς τὸ ἕτερον, τῷ μήτε αὐτὰ ταὐτὰ ἐν ἀλλήλοις εἶναι μήτε ὑποκεῖσθαι αὐτοῖς ἕτερον. οὔτε γὰρ ἕν τι ἀμφοτέροις ὑπόκειται οὔτε τὸ τῷ ἑτέρῳ ὑποκεί‐ μενον εἰς τὸ τῷ ἑτέρῳ ὑποκείμενον ἀναλύεται τῷ μηδὲ ὑποκεῖσθαί τι αὐ‐ τοῖς· οὔτε γὰρ τὸ εἶδος ἐξ ὑποκειμένου τινὸς καὶ ὕλης ἐστίν, οὔτε τῇ κυ‐
30ρίως λεγομένῃ ὕλῃ ὑπόκειταί τις ὕλη πάλιν ἄλλη. ἕτερα τῷ γένει λέγει καὶ ὧν ἕτεραι αἱ πρῶται κατηγορίαι, καὶ τὰ πρῶτα γένη ἕτερα· τῶν γὰρ πρώτων γενῶν τὰ μὲν τί ἐστι σημαίνει, τουτέστιν οὐσίαν, τὰ δὲ ποιόν τι, τὰ δὲ ποσόν, τὰ δὲ τῶν ἄλλων τι τῶν ἐν ταῖς κατηγορίαις κατηριθμη‐ μένων. προσέθηκε δὲ καὶ τὴν αἰτίαν αὐτῶν τῆς ἑτερότητος· ὅτι γὰρ μήτε
35εἰς ἄλληλα μήτε εἰς ἕν τι ἀναλύεται, ταύτῃ καὶ ταῦτα ἕτερα τῷ γένει. οὕτως οὐκ ἔσται ἕτερα γένη ζῷον καὶ ὄρνεον. οὐκέτι κατὰ τὸ σημαινό‐ μενον τοῦτο δοκεῖ εἶναι ἕτερα τῷ γένει τὸ εἶδος καὶ ἡ ὕλη· ὑπὸ γὰρ τὴν οὐσίαν ἄμφω. Ποιεῖται καὶ τοῦ ψεύδους διαίρεσιν· τὸ μὲν γὰρ ἐν τοῖς πράγμασι
40ψεῦδος εἶναι λέγει, τὸ δὲ ἐν τοῖς λόγοις· προσέθηκε δὲ τῷ ἐν τοῖς πράγ‐430
in Metaph
.

431

μασι ψεύδει τὸ ἄλλον μὲν τρόπον, ἤτοι ὅτι μὴ καθωμίληται ἐπὶ τούτου τὸ ψεῦδος λέγειν (δοκεῖ γὰρ τὸ ψεῦδος ἐν λόγῳ τε καὶ δόξῃ), ἢ ἄλλον τρόπον εἶπεν ἀντὶ τοῦ ἕνα μὲν τρόπον. τὸ οὖν ἐν τοῖς πράγμασι ψεῦδος δίχα διαιρεῖ, τῷ τε μηδ’ ὅλως ὑπάρχειν καὶ τῷ ψευδῆ τὴν ἀπ’ αὐτοῦ
5φαντασίαν γίνεσθαι. τὸ γὰρ μὴ ὑπάρχον ψεῦδος ἐν πράγμασιν οὐχ ὁμοίως τῷ περὶ αὐτοῦ λόγῳ. ὁ γὰρ λόγος ψευδὴς μὲν περὶ αὐτοῦ ὁ εἶναι αὐτὸ λέγων, ἀληθὴς δὲ περὶ αὐτοῦ τούτου ὁ μὴ εἶναι, ἐν τῇ ποιᾷ συνθέσει περὶ αὐτοῦ τὸ ἀληθὲς καὶ ψεῦδος λαμβάνων· διὸ ὁμοίως καὶ περὶ ὄντων καὶ μὴ ὄντων ἀληθής τε καὶ ψευδὴς ὁ λόγος γίνεται. τὸ δὲ κατὰ τὸ πρᾶγμα
10ψεῦδος οὐκ ἐν τῇ τινῶν συνθέσει τοιοῦτον, ἀλλ’ ἔστιν ἐν πράγμασι ψεῦδος τὸ μὴ εἶναι μηδὲ ὑπάρχειν αὐτό, ὥσπερ καὶ ἀληθὲς ἂν εἴη πάλιν ἐν πρά‐ γμασι τὸ ὑπάρχειν αὐτὰ καὶ τὸ εἶναι, οὐχ ὁμοίως τῷ λέγειν αὐτὰ εἶναι. διὸ τὸ μὲν ἐν λόγῳ ἀληθές τε καὶ ψευδὲς δύναται περὶ τοῦ αὐτοῦ πρά‐ γματος ἔχειν ἀμφότερα, τὸ δὲ ἐν τῷ πράγματι ψεῦδος ἀδύνατον, ἔστ’ ἂν
15ᾖ ἀληθές, γενέσθαι. ἔσται δὲ ἀμφότερα μὲν τὰ ψεύδη λέγειν ἐν λόγῳ εἶναι καὶ προτάσει, εἶναι δὲ τούτων τὸ μὲν ἀπὸ τοῦ πράγματος ἐν τῷ λόγῳ, τὸ δὲ ἀπ’ αὐτοῦ τοῦ λόγου· ὁ μὲν γὰρ τὸ μὴ ὑπάρχον ὑπάρχειν λέγων λόγος τὸ ψεῦδος ἀπὸ τοῦ πράγματος ἔχει τοῦ μὴ ὑπάρχοντος, ὁ δὲ τὸ ἄλλῳ ὑπάρχον ἄλλῳ ὑπάρχειν λέγων τὸ ψεῦδος τοῦτο ἀπὸ τοῦ λόγου
20ἔχει· ψεῦδος γὰρ τοῦτο τὸ τῷ ἄλλῳ ὑπάρχον ἐπ’ ἄλλο μεταφέρειν. ὅτι γὰρ καὶ τὸ ὡς πρᾶγμα ψεῦδος ἐν λόγῳ δοκεῖ, δείκνυσι διὰ τοῦ προσθεῖναι τὸ τῷ μὴ συγκεῖσθαι ἢ ἀδύνατον εἶναι συντεθῆναι. ὅτι δ’ ἔστι
τῷ πράγματι ψεῦδος, ἔδειξε· περὶ ὧν γὰρ οὐχ οἷόν τε ἀληθεύειν τὸν συντι‐431
in Metaph
.

432

θέντα αὐτὰ καὶ εἶναι λέγοντα, ταῦτα ὡς πράγματι ψευδῆ· τὸ δὲ περὶ τού‐ των ἐν τῷ λόγῳ ψεῦδος ἐν συνθέσει ἤδη. τὸ μὲν γὰρ [ἐν] τῷ μὴ συγ‐ κεῖσθαι ἢ ἀδύνατον εἶναι συντεθῆναι τοῦ μὴ ὑπάρχοντος ἢ καὶ ἀδυ‐ νάτου ὑπάρξειν εἰσὶ δηλωτικά. σύνθεσιν γὰρ τὴν τῶν πραγμάτων
5τα τινὰ σύνθεσίν ἐστιν ἡ ὕπαρξις τούτων γινομένη. ἡ μὲν οὖν διάμετρος σύμμετρος τῇ πλευρᾷ οὔτε ἔστιν οὔτε δύναται γενέσθαι· τὸ δὲ σὲ καθῆ‐ σθαι ὅτε ἕστηκας τῷ μὴ ὑπάρχειν τότε ψεῦδός ἐστιν, οὐκέτι καὶ τῷ ἀδύ‐ νατον γενέσθαι. καὶ ἔστιν ἐν τοῖς πράγμασι ψευδῆ ἢ τὰ ὅλως ἀνύπαρκτά τε καὶ ἀδύνατα καὶ ἀεὶ ψευδῆ, ἢ τὰ νῦν μὴ ὑπάρχοντα· ταῦτα γὰρ νῦν
10ψευδῆ ὅτε μὴ ἔστιν. τὰ δέ τινά ἐστιν ἐν τοῖς πράγμασιν ἢ μὴ οἷά ἐστιν ἢ ἃ μὴ ἔστιν. ἄλλως δέ ἐστι ψευδῆ ταῦτα, ὅσα ἔστι μὲν ὄντα [ψευδῆ], ἔστι δὲ ψευδὴς ἡ ἀπ’ αὐτῶν φαντασία τῷ φαίνεσθαι ταῦτα ἢ μὴ οἷά ἐστιν ἢ ἃ μὴ ἔστιν. ἄλλως δέ ἐστι ψευδῆ ταῦτα παρὰ τὸν προειρημένον τρόπον· ὧν γὰρ ψευδής ἐστιν ἡ φαντασία, ταῦτα οὐκ ἔστι ψευδῆ, ὡς ἦν
15τὰ προειρημένα. ἔστι μὲν γὰρ ταῦτά τινα, οὐ μὴν οἷα φαίνεται. τοιαῦτά ἐστι τά τε ἐν ταῖς γραφαῖς καὶ ἐν ταῖς σκιαγραφίαις, ἃ ἔστι μέν τινα, οὐ μὴν ἃ φαίνεται ἔστιν· φαίνεται γὰρ ζῷα οὐκ ὄντα ζῷα, καί τινα ἄλλα ὧν ἂν καὶ ἡ σκιαγραφία ᾖ. ὁμοίως καὶ τὰ ἐν τοῖς ὕπνοις φαντάσματα ἔστι μέν τινα (κινήματα γάρ τινα γίνεται τοῖς ὁρῶσι τὰ ἐνύπνια), οὐ μὴν
20τοιαῦτά ἐστιν οἷα φαίνεται. φαίνεται γὰρ βαδίζειν τι ἢ διαλέγεσθαι, οὐ μέντοι οὕτως ἔχει. τοιαῦτα καὶ οὕτω ψευδῆ καὶ τὰ ἐμφαινόμενα τοῖς κατόπτροις· ἔστι μὲν γάρ τι καὶ αὐτά, ἀλλ’ οὐχ ὃ φαίνεται. εἶπε δὲ καὶ τὸ τοιοῦτον ψεῦδος ἐν τοῖς πράγμασιν, ὅτι αὐτὴ ἡ φύσις αὐτῶν ψευδής, κἀν τούτοις ἀλλ’ οὐκ ἐν τῇ ποιᾷ συνθέσει τοῦ περὶ αὐτῶν λόγου τὸ οὕ‐
25τως ἡμᾶς ἀπατᾶσθαι. τὰ μὲν οὖν πράγματα οὕτω φησὶν εἶναι ψευδῆ ἢ
τῷ μὴ εἶναι αὐτά, ἢ τῷ τὴν ἀπ’ αὐτῶν φαντασίαν ὡς μὴ ὄντος εἶναι·432
in Metaph
.

433

οὐ γὰρ ὄντος ἐστὶν ἡ τοιαύτη ἀπ’ αὐτῶν φαντασία· † διὸ ὡς ἀπὸ μήκοθεν ὡς ἀπὸ μὴ ὄντος· τὸ γὰρ περιπατεῖν τὸ φάντασμα ὅπερ φαίνεται οὐκ ὄν, ἢ τὸ διαλέγεσθαι ἢ τὸ ὅλως τι ἐνεργεῖν, καὶ τοιαῦτα τὰ φαντάσματα ἔστι τὰ ὄντα γε, εἴ γε κινήσεις τινές εἰσιν ἀπὸ τῶν κατ’ ἐνέργειαν αἰσθητῶν,
5καὶ γίνονται ἐν τοῖς αἰσθητηρίοις ἀπὸ τῶν αἰσθητῶν ἐγκαταλείμματα. ἀνέθηκε δὲ καὶ τὸ ἐν τῇ φαντασίᾳ ψεῦδος τοῖς πράγμασιν. τὸ δὲ ἢ μὴ οἷά ἐστιν ἢ ἃ μὴ ἔστι, τὸ μὲν οἷα μὴ ἔστι λέγοι ἂν ἐπὶ τῆς σκια‐ γραφίας, τὸ δὲ ἃ μὴ ἔστιν ἐπὶ τῶν ἐνυπνίων. Ψευδὴς δέ ἐστιν ὁ λόγος ὁ τῶν μὴ ὄντων, οὐχ ἁπλῶς δὲ ὁ τῶν μὴ
10ὄντων ψευδής, ἀλλὰ τῶν μὴ ὄντων καθὸ ψευδής· ψευδὴς γὰρ ὁ ὡς οὐκ ἔχει τὰ πράγματα ἔχειν λέγων αὐτά. ἔστι δέ τις καὶ περὶ τῶν μὴ ὄντων λόγος ἀληθής· ὁ γὰρ μὴ εἶναι αὐτὰ λέγων· ὁ δὲ τὰ μὴ ὄντα λέγων ὡς ὄντα ἢ τὰ ὄντα ὡς μὴ ὄντα, οὗτός ἐστιν ὁ ψευδής. πῶς οὖν ὁ τὰ μὴ ὄντα λέγων ψευδής ἐστιν; ἢ ὡς μὴ ἔχει τὰ σημαινόμενα ὑπ’ αὐτοῦ,
15οὕτως αὐτὰ λέγων ἔχειν. ἔνεστι καὶ ψιλῶς ἀναγνῶναι τὸ ἢ ψευδής, ἵνα ᾖ τὸ λεγόμενον· ψευδὴς λόγος ἐστὶν ὁ τῶν μὴ ὄντων ἢ τὰ μὴ ὄντα εἶναι λέγων, ὡς ὁ λέγων ἱπποκένταυρον εἶναι, ἢ ὁ ὅλως ψευδής. ἀλλὰ καὶ πᾶς καὶ ὁ περὶ ὄντων λόγος λέγων δύναται ψευδὴς εἶναι, ἂν τὸν κύκλον λέγῃ σχῆμα ἐπίπεδον ὑπὸ τριῶν εὐθειῶν περιεχόμενον. καὶ εἴη ἂν ἀκόλουθον
20τὸ ἐπιφερόμενον τῇ τοιαύτῃ ἀναγνώσει· οὐ γὰρ μόνος ὁ τὰ μὴ ὄντα εἶναι λέγων ψευδής, ἀλλὰ καὶ πᾶς λόγος ἐστὶ ψευδής, ὅταν περὶ ἑτέρου λέγηται καὶ μὴ περὶ οὗ ἐστιν ἀληθής. ἐὰν δὲ τὸ ᾗ ψευδὴς δασέως ἀναγινώ‐ σκηται, εἴη ἂν τὸ λεγόμενον· λόγος ψευδής ἐστιν ὁ τῶν μὴ ὄντων· τὸ γὰρ ᾗ ψευδὴς δηλωτικόν ἐστι τοῦ καθὸ ψευδής ἐστι μὴ ὄντων αὐτὸν εἶναι.
25τούτων γὰρ δηλωτικὸν τὸ ἐπιφερόμενον τὸ διὸ πᾶς λόγος ψευδὴς ἑτέρου ἢ οὗ ἐστιν ἀληθής· εἰ γὰρ πᾶς λόγος ἑτέρου ἐστὶ ψευδὴς ἢ οὗ ἐστιν ἀληθής, ἀληθὴς δὲ ἐκείνου ᾧ ἐφαρμόζει, ψευδὴς ἂν εἴη ἐκείνου
ᾧ οὐκ ἐφαρμόζει, καὶ οὕτω μὴ ὄντος· ὁ γὰρ τοῦ κύκλου λόγος ἀληθὴς433
in Metaph
.

434

ψευδὴς λόγος ἐστὶ τριγώνου, ὅτι μὴ ἔστιν ᾗ ἐστι τούτου. καὶ γὰρ εἰ ὄντος τινός ἐστιν ὁ λεγόμενος λόγος, ἀλλὰ καθὸ ψευδής ἐστι, μὴ ὄντος ἐστίν· μόνος γὰρ οὗτος δηλωτικός ἐστιν ὁ τὸ τρίγωνον λέγων σχῆμα εἶναι ὑπὸ † μιᾶς γραμμῆς περιεχόμενον. ἑκάστου δέ φησι λόγον εἶναι ἔστι
5μὲν ὡς ἕνα (εἷς γὰρ ὁ τῆς ἑκάστου οὐσίας δηλωτικὸς λόγος ἐστίν) ἔστι δὲ ὡς πολλούς, καὶ λέγει πῶς πολλοὶ αὐτοῦ λόγοι γίνονται· ἐπεὶ γὰρ δοκεῖ ταὐτόν πως εἶναι αὐτό τε καὶ αὐτὸ πεπονθός, οἷον Καλλίας καὶ Καλλίας μουσικός (ἓν γὰρ κατὰ τὸ ὑποκείμενον), εἴη ἂν Καλλίου ὁ μέν τις λόγος ἁπλῶς ὡς Καλλίου, ὁ δέ τις ὡς μουσικοῦ Καλλίου, ὁ δὲ ὡς λευκοῦ, καὶ
10καθ’ ἕκαστον συμβεβηκὸς τῷ Καλλίᾳ συντιθέμενον τῷ Καλλίᾳ διαφέρων λόγος ἔσται, ὥστε πλείους τοῦ αὐτοῦ λόγοι οὕτως εἰσίν, εἴ τις περὶ αὐτοῦ ἀληθής. λόγον δὲ οὐ τὸν κυρίως ὁρισμὸν ἐπὶ Καλλίου καὶ Σωκράτους καὶ τῶν καθ’ ἕκαστον ἀκούειν δεῖ. οὕτως μὲν οὖν πλείους τοῦ αὐτοῦ λόγοι. ὁ δὲ ψευδὴς λόγος οὐδενός ἐστιν ἁπλῶς ἀντὶ τοῦ κυρίως· κυρίως γὰρ
15ἑκάστου λόγος ὁ ἀληθής· οὗτος γὰρ καὶ οἰκεῖος· ὁ δὲ ψευδὴς καθὸ ψευδὴς μετὰ προσθήκης ἐκείνου λόγος γίνεται οὗ ἐστι ψευδής. ἑτέρου γάρ τινος, ὡς εἶπεν, ὁ ψευδὴς λόγος καὶ οὐχ οὗ ἐστιν ἀληθής· ψευδὴς γὰρ λόγος περὶ ἵππου ὁ λέγων αὐτὸν ζῷον λογικὸν θνητόν, ὅτι μή ἐστι τούτου οὗ ἐστιν ἀληθής· ἀληθὴς γὰρ ἀνθρώπου, ἀλλ’ οὐχ ἁπλῶς ἵππου λόγος ζῷον
20λογικὸν θνητόν. καὶ καθ’ ὧν ἂν ψευδῶς, ὁμοίως οὐδενὸς ἐκείνων ἔσται ἁπλῶς· οὐδενὸς γὰρ ἁπλῶς καὶ κυρίως ἐστὶν ὁ ψευδὴς λόγος. εἰπὼν δὲ ὅτι ὁ ψευδὴς λόγος τοῦ μὴ ὄντος ἐστί, καὶ ὅτι ἁπλῶς μὲν οὐκ ἔστιν ὁ ψευδὴς λόγος ἐκείνου λόγος οὗ ψευδής ἐστι, μετὰ προσθήκης δέ ἐστιν, ἔστι δὲ καὶ ὁ ψευδὴς λόγος περί τινος (ὁ γὰρ ἄλλου μὲν ὤν, ἐπ’ ἄλλου δὲ ἢ οὗ ἐστι
25λεγόμενοσ)—εἰπὼν δὲ ταῦτα αἰτιᾶται Ἀντισθένην εὐήθως λέγοντα περὶ
μηδενὸς ἄλλου λέγεσθαί τινα λόγον ἢ περὶ ἐκείνου οὗ οἰκεῖός ἐστι, παρα‐434
in Metaph
.

435

κρουσθέντα ὑπὸ τοῦ τὸν ψευδῆ λόγον μηδενὸς ἁπλῶς εἶναι λόγον· οὐ γὰρ εἰ μὴ ἁπλῶς ἐστι μηδὲ κυρίως, ἤδη καὶ οὐκ ἔστιν. ᾤετο δὲ ὁ Ἀντι‐ σθένης ἕκαστον τῶν ὄντων λέγεσθαι τῷ οἰκείῳ λόγῳ μόνῳ καὶ ἕνα ἑκά‐ στου λόγον εἶναι· τὸν γὰρ οἰκεῖον· τὸν δέ τι σημαίνοντα καὶ μὴ ὄντα
5τούτου περὶ οὗ λέγεται εἶναι, ἀλλότριόν γε ὄντα αὐτοῦ. ἐξ ὧν καὶ συνάγειν ἐπειρᾶτο ὅτι μὴ ἔστιν ἀντιλέγειν· τοὺς μὲν γὰρ ἀντιλέγοντας περί τινος διάφορα λέγειν ὀφείλειν, μὴ δύνασθαι δὲ περὶ αὐτοῦ διαφόρους τοὺς λόγους φέρεσθαι τῷ ἕνα τὸν οἰκεῖον ἑκάστου εἶναι· ἕνα γὰρ ἑνὸς εἶναι καὶ τὸν λέγοντα περὶ αὐτοῦ λέγειν μόνον, ὥστε εἰ μὲν περὶ τοῦ πράγματος τοῦ
10αὐτοῦ λέγοιεν τὰ αὐτὰ ἂν λέγοιεν ἀλλήλοις (εἷς γὰρ ὁ περὶ ἑνὸς λόγος), λέγοντες δὲ ταὐτὰ οὐκ ἂν ἀντιλέγοιεν ἀλλήλοις. εἰ δὲ διαφέροντα λέγοιεν, οὐκέτι λέξειν αὐτοὺς περὶ ταὐτοῦ τῷ εἶναι ἕνα τὸν λόγον τὸν περὶ αὐτοῦ τοῦ πράγματος, τοὺς δὲ ἀντιλέγοντας ὀφείλειν περὶ τοῦ αὐτοῦ λέγειν. καὶ οὕτως συνῆγε τὸ μὴ εἶναι ἀντιλέγειν. σχεδὸν δὲ μηδὲ ψεύδεσθαι διὰ τὸ
15μὴ οἷόν τε εἶναι περί τινος ἄλλον πλὴν τὸν ἴδιόν τε καὶ οἰκεῖον εἰπεῖν λόγον. ὅτι δὲ εὐήθης ὁ λόγος οὗτος, δείκνυσιν ἐκ τοῦ λέγειν ἕκαστον οὐ μόνον τῷ αὐτοῦ καὶ οἰκείῳ λόγῳ ἀλλὰ καὶ τῷ ἑτέρου, ψευδῶς μὲν καὶ ῥᾷστα καὶ πολλαχῶς καὶ ἐκ τοῦ προχείρου, οἷον ἂν τῷ κύκλου τις λόγῳ κατὰ τοῦ τριγώνου χρήσηται ἢ τῷ τοῦ ἵππου κατὰ τοῦ ἀνθρώπου. ὁ γὰρ
20λόγος ὁ λέγων τὸν ἵππον εἶναι ζῷον πεζὸν δίπουν ἔστι μὲν λόγος, ἐπ’ οὐδενὸς δὲ ἀληθής· οὔτε γὰρ ἐπὶ τοῦ ἀνθρώπου, ἐπεὶ μηδὲ τὴν ἀρχὴν ἔχει τὸν ἄνθρωπον ὑποκείμενον, οὐδὲ περὶ τοῦ ἵππου περὶ οὗ λέγεται· εἰ δὲ λεγόμενος περὶ τούτου μή ἐστιν ἀληθής, δῆλον ὡς ψευδὴς ἂν εἴη περὶ τοῦ ἵππου. ἔστι δέ πως, φησί, καὶ ἀληθῶς χρῆσθαι κατά τινος ἀλλοτρίῳ λόγῳ,
25ὅταν τὸν πρώτως τινὸς καὶ προσεχῶς οἰκεῖον λόγον ἐπὶ τὰ δευτέρως καὶ435
in Metaph
.

436

ἀπ’ ἐκείνου τὸ εἶναι ἔχοντα μεταφέρωμεν, οἷον ἐπ’ ἀριθμοῦ πρώτως διπλά‐ σιος ἀριθμός ἐστιν ὁ δύο· τὸ γοῦν διπλάσιον ὄνομα παρὰ τὰ δύο γέγονεν, ὃ καὶ ἐφ’ ἑκάστου τῶν ἄλλων διπλασίων λέγομεν, ὅτι ἐστὶ διπλάσια τάδε τῶνδε ὅτι ἔχει ὡς δύο πρὸς ἕν· διὸ καὶ κυρίως οὗτος διπλάσιος, λέγονται δὲ δι‐
5πλάσιοι καὶ οἱ μετ’ αὐτὸν ἄρτιοι, οἷον ὁ τέσσαρα καὶ ὀκτὼ καὶ ἐφεξῆς, τῷ τῆς δυάδος κυρίῳ καὶ οἰκείῳ λόγῳ χρωμένων ἡμῶν κατὰ τούτων καὶ ἀληθευόντων. εἰ δὲ καὶ ψευδῶς ἔστι λέγειν τινὰ τῷ ἑτέρων λόγῳ καὶ ἀληθῶς, οὐκ ἂν ἑκάστου τῶν ὄντων εἷς εἴη λόγος, ᾧ λέγεται, οὐδ’ ἂν μο‐ ναχῶς εἴη περὶ ἑκάστου αὐτῶν λέγειν· προείρηται γὰρ ὅτι ἑκάστου λόγος
10ἔστι μὲν ὡς εἷς ἔστι δὲ ὡς πολλοί. εἴη δ’ ἂν καὶ τὸ ἐν τῇ διανοίᾳ ψεῦδος ὑπαγόμενον τῷ ἐν τῷ λόγῳ ψεύδει· λόγος γάρ τις καὶ ἡ διάνοια. Εἰπὼν πῶς μὲν ψευδῆ τὰ πράγματα πῶς δὲ οἱ λόγοι, καὶ ἄλλο ση‐ μαινόμενον ψεύδους παρατίθεται· λέγεται γὰρ ἄνθρωπος ψευδὴς κατ’ οὐδένα τρόπον τῶν προειρημένων τοῦ ψεύδους, ἀλλ’ ᾗ εὐχερὴς πρὸς τὸ ψεύδεσθαι
15καὶ τούτου προαιρετικὸς καὶ χαίρων τῷ ψεύδεσθαι, διὰ τοῦτο καὶ μὴ δι’ ἄλλο τι, οἷον κέρδος ἢ μισθόν τινα· οὗτος γὰρ οὐκ ἔστι ψευδὴς οὐδὲ φιλο‐ ψευδής, ἀλλὰ φιλοκερδὴς ἢ εἴ τι τοιοῦτόν ἐστιν. ἔτι δὲ καὶ ὁ ἄλλους ἀνα‐ πείθων ψεύδεσθαι ψευδὴς λέγεται, οὐ τῷ ποιεῖν αὐτοὺς χαίρειν τῷ ψεύδε‐ σθαι, ἀλλὰ τῷ πείθειν πιστεύειν ὡς ἀληθέσιν οἷς ψευδόμενος λέγει ὡς
20οὖσιν ἀληθέσιν. οὕτω δὲ ψευδεῖς ἄνθρωποι οἱ ἀναπείθοντες ἄλλους ψεύ‐ δεσθαι λέγονται, ὡς καὶ τὰ πράγματα ψευδῆ λέγονται, ὅσα φαντασίας ψευ‐ δεῖς ποιεῖ, ὥσπερ τὰ χολοβάφινα ψευδῆ λέγεται, ὅταν χρυσῶν φαντασίαν ποιῇ, καὶ οἱ φυλετικῶς φυσήσαντες αὑτούς, ὅταν εὐεκτούντων φαντασίαν ἀποτελῶσι, καὶ περὶ ὧν εἶπε πραγμάτων ψευδῶν τῷ ἀλλοίαν φαντασίαν ἢ
25οἷά ἐστιν ἐμποιεῖν, ὡς αἱ γραφαὶ εἶχον καὶ τὰ ἐνύπνια. εἰπὼν δὲ τίς ἐστιν ὁ ἄνθρωπος ὁ ψευδής, ὅτι ὁ χαίρων τῷ ψεύδεσθαι, τὸν ἐν τῷ Ἱππίᾳ
Πλάτωνος λέγει λόγον παρακρούεσθαι καὶ παραλογίζεσθαι συνάγειν βουλό‐436
in Metaph
.

437

μενον ὡς ὁ αὐτὸς ἄνθρωπος ψευδής τε καὶ ἀληθὴς τῷ τὴν αὐτὴν δύναμιν ἔχειν τῶν ἐναντίων· ψευδῆ γὰρ λαμβάνει τὸν δυνάμενον ψεύδεσθαι, ἔστι δὲ τοιοῦτος ὁ τὸ ἀληθὲς εἰδὼς μάλιστα καὶ ὁ φρόνιμος. ἀλλ’ οὐχ οὕτως ὁ ψευδὴς λέγεται, ἀλλ’ ὁ προαιρετικὸς τούτου καὶ εὐχερὴς καὶ χωρὶς ἐπιστά‐
5σεως λέγων καὶ χαίρων τῷ τοιούτῳ, οἷος οὐκέτι ἐστὶν ὁ φρόνιμος, καὶ ὁ τοὺς ἄλλους ψεύδεσθαι πείθων καὶ προαιρετικὸς τοῦ τοιούτου, ὃς καὶ φαῦλος εὐθύς. ἔτι δέ φησι μηδὲ τοῦτο ὀρθῶς ἐν τῷ Ἱππίᾳ εἰρῆσθαι δη‐ λονότι, τὸ τὸν ἑκόντα φαῦλα πράσσοντα βελτίονα εἶναι τοῦ ἄκοντος, ὃ δι’ ἐπαγωγῆς ψευδοῦς λαμβάνει, λέγων, ὥσπερ ὁ ἑκὼν χωλαίνων βελτίων καὶ
10ὑγιεινότερος τοῦ ἄκοντος καὶ ἐπὶ τῶν ἄλλων τῶν τοιούτων προσποιήσεων, οὕτω καὶ τὸν ἑκόντα πράσσοντα τὰ φαῦλα βελτίω εἶναι τοῦ ἄκοντος. τὸν γὰρ ἑκόντα χωλαίνοντα ἔλαβε τὸν μιμούμενον χωλόν, ὅτι ὁ οὕτως χω‐ λαίνων ἀμείνων τοῦ ἄκοντος· ὁ μὲν γὰρ χωλὸς ὁ δὲ οὔ· ὥστε ἡ σύγκρισις χωλοῦ καὶ φαινομένου χωλοῦ, ἐπεὶ ἄν γε τὸν ἑκόντα χωλὸν ὄντα λαμβάνῃ,
15ἴσως χείρων οὗτος τοῦ ἄκοντος χωλοῦ ὄντος, ὥσπερ καὶ ὁ τὸ ἦθος μοχ‐ θηρὸς ἑκὼν χείρων τοῦ ἄκοντος· ὁ γὰρ ἀκόλαστος τοῦ ἀκρατοῦς χείρων. ὁμοίως δὲ καὶ ὁ ἑκών τε ψευδόμενος καὶ χαίρων τῷ ψεύδεσθαι χείρων τοῦ ἄκοντος. Λέγει δὲ καὶ περὶ συμβεβηκότων τὸ πῶς ὑπάρχον συμβεβηκὸς
20ἔσται· ὃ γὰρ ὑπάρχει μέν τινι καὶ ἀληθὲς εἰπεῖν περὶ αὐτοῦ ὅτι ὑπάρχει, οὔτε δὲ ὡς ἐξ ἀνάγκης οὔτε ὡς ἐπὶ τὸ πολύ, ἐκεῖνο συμβεβηκὸς λέγεται καὶ ἔστιν. οὕτω συμβεβηκὸς τὸ θησαυρὸν εὑρεῖν τῷ ὀρύσσοντι βόθρον εἰς τὸ φυτεῦσαί τι, ἐπεὶ μήτε ἐξ ἀνάγκης ἕπεται τοῖς ὀρύσσουσι τὸ εὑρίσκειν θησαυροὺς μήτε ὡς ἐπὶ τὸ πολύ, ἀλλὰ σπανίως φυτεύων τις ἢ ὀρύσσων εὗρε
25θησαυρόν, ὡς μὴ ἐκ τοῦ ὀρύσσειν γίγνεσθαι τὴν εὕρεσιν· οὔτε γὰρ τὸ ὀρύσσειν ἦν αἴτιον ἐξ ἀνάγκης τῆς εὑρέσεως τοῦ θησαυροῦ, οὔτε ἕπεται πάντως τῷ ὀρύξαντι ὡς μετ’ αὐτὸ τὴν εὕρεσιν εἶναι τοῦ θησαυροῦ. διὸ καὶ ἔστι τὸ μὲν εὑρεῖν οὕτω θησαυρόν, ἀπὸ τύχης δὲ καὶ κατὰ συμβε‐ βηκὸς αἴτιον ποιητικὸν τῆς εὑρέσεως τοῦ θησαυροῦ τὸ ὀρύξαι. καὶ τὰ
30μὲν ἀπὸ τύχης οὕτω συμβεβηκότα. καὶ ὁ μουσικὸς δὲ ἂν λευκὸς ᾖ κατὰ συμβεβηκός ἐστιν· οὔτε γὰρ ἐξ ἀνάγκης οὔτε ὡς ἐπὶ τὸ πολὺ ἕπεται τῷ μουσικῷ τὸ εἶναι λευκόν. ἑξῆς δὲ καὶ πῶς κρινοῦμεν τὸ συμβεβηκὸς λέγει· ἐπεὶ γὰρ ἔστι τι ὑπάρχον, ἔστι καὶ ᾧ ὑπάρχει τὸ ὑπάρχον, καὶ ἔνιά γε
τῶν ὑπαρχόντων ἢ ποῦ ὑπάρχει, οἷον ἐν μορίῳ τούτου ᾧ ὑπάρχει, ἢ437
in Metaph
.

438

ποτέ (οὐδὲ γὰρ κεκώλυται τῶν ὑπαρχόντων τινά τισι καὶ οὕτως ὑπάρχειν ὡς ἐν μέρει ὑπάρχειν, ἢ ποτὲ ἐν χρόνῳ τινὶ ὑπάρχειν), ποῦ δὲ καὶ ποτὲ καὶ τῶν ἐξ ἀνάγκης γινομένων τινά, ὡς ἀνατολαὶ τῶν ἄστρων καὶ δύσεις (ποῦ τε γάρ, ἐπεὶ κατὰ τοῦτο μὲν τὸ μέρος τοῦ κόσμου αἱ ἀνατολαὶ κατὰ
5τοῦτο δὲ αἱ δύσεις, καὶ ποτέ· οὐ γὰρ ἀεὶ τοῖς αὐτοῖς ἀνατολαὶ καὶ δύσεις, ἀλλ’ ἐν μέρει)· ὅ τι ἂν οὖν ὑπάρχῃ μέν τινι ἢ ἁπλῶς ἢ πῇ ἢ κατὰ χρόνον, οἷον νῦν, ἐνταῦθα, οἷον ἐν τούτῳ τῷ μέρει, μὴ διὰ προηγουμένην δέ τινα καὶ ὡρισμένην αἰτίαν· τούτου γὰρ δηλωτικὸν τὸ μὴ διότι τοδὶ ἦν ἢ νῦν ἢ ἐνταῦθα, δεικνὺς ὅτι οὐδὲ τὰ αἴτια τούτων ἀεὶ ὑπάρχοντα,
10ἀλλὰ ποτέ, οὐδὲ τὰ ἐν μορίῳ τινὶ ἁπλῶς συμβεβηκότα ἐστίν, ἀλλὰ τότε καὶ ταῦτα γίνεται συμβεβηκότα, ὅταν μὴ ὑπάρχῃ τὸ δι’ ὃ ὑπάρχει ὡρι‐ σμένον αἴτιον. οὐ γὰρ ἀπὸ τύχης ἐφλέγμηνεν ὁ δάκτυλος, εἰ εἴη αἰτία αὐτῷ τῆς φλεγμονῆς, οὐδὲ ἀπὸ τύχης ἡ ἐν τῷ θέρει θέρμη· αἰτία γὰρ αὐτῇ ἡ τοῦ ἡλίου πρόοδος. οὐδὲ δ, φησίν, αἴτιον ὡρισμένον ἐστὶ
15τοῦ συμβεβηκότος, ἀλλὰ τὸ τυχόν· τοῦτο δὲ ἀόριστον. δύναται τὸ οὐδὲ δὴ καὶ ἀντὶ τοῦ οὐδὲν εἰρηκέναι· ἤδη γὰρ εἶπεν ὅτι μή ἐστιν αἴτιον τοῦ συμβεβηκότος διὰ τοῦ ἀλλὰ μὴ διότι τοδὶ ἦν. οὕτως γὰρ συμβεβηκός τινι τὸ εἰς Αἴγιναν ἐλθεῖν, εἰ μὴ διὰ τοῦτο ἔπλει ὡς Αἰγίνῃ προσέξων. γέγονε μὲν δὴ ἢ ἔστι τὸ συμβεβηκός, ἀλλ’ οὐ καθ’
20αὑτὸ γέγονεν οὐδὲ προηγουμένως, ἀλλὰ τῷ ἕτερον γενέσθαι τοῦτο συνέβη. τοῦ γὰρ πλεῖν προηγουμένως γεγονότος γέγονε τὸ ἐν Αἰγίνῃ γενέσθαι, οὐ τούτου χάριν πλέοντος· τοῦ γὰρ εἰς Αἴγιναν ἐλθεῖν ὁ χειμὼν αἴτιος κω‐ λύσας ἐλθεῖν ἐκεῖ οὗ χάριν ἔπλει· οὐ καθ’ αὑτὸ οὖν γέγονεν οὐδὲ αὐτὸ ἦν τὸ γιγνόμενον, ἀλλ’ ἑτέρῳ γινομένῳ ἐπιγέγονε. τοῦ γὰρ τὸ γινόμενον
25μὴ γενέσθαι ὁ χειμὼν αἴτιος καὶ οὐ τὸ πλεῖν· ἄλλου γὰρ χάριν ἐγίνετο τοῦτο. εἰπὼν δὲ ταῦτα περὶ τοῦ συμβεβηκότος λέγει καὶ ἄλλο τι τοῦ συμβεβηκότος σημαινόμενον· ὅσα γὰρ ὑπάρχει μέν τισι καθ’ αὑτά, μὴ ἐν τῇ οὐσίᾳ δὲ αὐτῶν μηδὲ ἐν τῷ ὁρισμῷ ἐστι, καὶ αὐτὰ συμβεβηκότα ἐστί, περὶ ὧν καὶ αἱ ἀποδόσεις γίνονται. οὕτως ὑπάρχει τῷ τριγώνῳ τὸ τὰς
30τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν· ἔστι μὲν γὰρ καθ’ αὑτὸ ὑπάρχον αὐτῷ, οὐ μὴν ἐν τῷ ὁριστικῷ λόγῳ αὐτοῦ τῷ τὴν οὐσίαν δηλοῦντι τοῦ τριγώνου περιέχεται, εἴ γε τριγώνου λόγος ἐστὶ σχῆμα τὸ ὑπὸ τριῶν εὐ‐ θειῶν περιεχόμενον. καὶ τὰ μὲν οὕτως συμβεβηκότα, φησίν, ἐνδέχεται ἀίδια εἶναι, τῶν δὲ κατὰ τὸ πρῶτον σημαινόμενον οὐδέν. τὸ δὲ ἐνδέ‐
35χεται εἶπεν ἤτοι ἐπεὶ μὴ περὶ τούτου νῦν προηγουμένως λέγων ἐποιεῖτο τὸν λόγον, ἐπεί γε δοκεῖ τὰ οὕτως ὑπάρχοντα ἀίδια εἶναι· ἢ εἰ ἐνδέχεταί
τι ὅλον εἶδος ζῴων μὴ ἀίδιον εἶναι, φέρε εἰπεῖν τοὺς τέττιγας, οὐδ’ ἂν438
in Metaph
.

439

τὰ τούτοις καθ’ αὑτὰ ὑπάρχοντα καὶ οὕτω συμβεβηκότα ἀίδια εἴη. τῶν δὲ πρώτων εἰρημένων οὐδὲν οἷόν τε ἀίδιον εἶναι· ὃ γὰρ μήτε ἐξ ἀνάγκης μήθ’ ὡς ἐπὶ τὸ πολὺ ἢ γίνεται ἢ ἔστι, πῶς ἂν ἀίδιον εἴη; γράφεται δὲ καὶ ἔν τισι καὶ ταῦτα ἴδια αἴτια, καὶ εἴη ἂν ἡ γραφὴ αὕτη δηλοῦσα
5ὅτι πρὸς ἀπόδειξιν χρήσιμα τὰ οὕτως συμβεβηκότα· δι’ αὐτῶν γὰρ αἱ ἀποδείξεις. ταύτῃ δὲ τῇ γραφῇ εἴη ἂν καὶ τὸ ἐπιφερόμενον ἀκόλουθον τὸ λόγος δὲ τούτου ἐν ἑτέροις. περὶ γὰρ τῶν καθ’ αὑτὰ οὕτως ὑπαρ‐ χόντων καὶ τῶν αἰτίων ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς εἴρηκε· τίνα γὰρ αἴτια ἀποδείξεων, ἐν ἐκείνοις εἴρηται· οὐ γὰρ τὰ ὁπωσοῦν συμβεβηκότα,
10ἀλλὰ τὰ καθ’ αὑτὰ ἐν οἷς ἐστι καὶ οὕτω συμβεβηκότα. ἢ τὸ ὅσα ὑπάρ‐ χει ἑκάστῳ καθ’ αὑτὰ καὶ μὴ ἐν τῇ οὐσίᾳ ὄντα εἴρηκεν ὡς ἴσον τῷ ὅσα ὑπάρχει ἑκάστῳ κατὰ αἰτίαν τινὰ ὡρισμένην, μὴ μέντοι οὕτως ὡς
εἶναι αὐτοῦ ἐν τῇ οὐσίᾳ.439
in Metaph
.

440

(t1)

ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ Ε ΤΩΝ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ ΤΟΥ
t2ΑΡΙΣΤΟΤΕΛΟΥΣ
3 Πολλάκις τὴν προκειμένην ἐπιστήμην τὸ ὂν ᾗ ὂν εἰδέναι ἀποφηνά‐ μενος (αἱ γὰρ ἄλλαι μέρος τι τοῦ ὄντος ἀποτεμόμεναι περὶ ἐκεῖνο πραγμα‐
5τεύονται, οὐχὶ τὴν φύσιν ἐκείνου ζητοῦσαι, οὐδὲ θεωροῦσαι αὐτὸ ὡς ὄν, ἀλλ’ ὃ συνέβη αὐτῷ· ἡ γὰρ ἀστρονομία οὐ τὴν φύσιν τῶν ἀστέρων ζητεῖ καὶ θεωρεῖ, ἀλλὰ κινήσεις αὐτῶν καὶ προποδισμοὺς καὶ ἀναποδισμούσ)— πολλαχοῦ δή, ὡς εἴρηται, τὴν προκειμένην ἐπιστήμην τὸ ὂν ᾗ ὂν γιγνώ‐ σκειν εἰπών, ἐξ ὧν ἐν τῷ παρόντι βιβλίῳ σκιωδῶς ἐμφαίνει καὶ ἐν τῷ
10μετὰ τοῦτο ἐμφανέστερον καὶ ἐν τοῖς ἐφεξῆς λαμπρότερον, ἐκείνην λέγει τὴν ἐπιστήμην εἰδέναι τὸ ὂν ᾗ ὂν τὴν ἑκάστου ὁρισμὸν εἰδυῖαν καὶ ὅπως ἕκαστον ὁρίζεσθαι προσήκει διορίζουσαν, εἴτε νοητὸν εἴτε ἄλλο τι, καὶ τίνων μέν εἰσιν ὁρισμοὶ τίνων δὲ οὔκ εἰσιν. εἰ δὲ ἡ προκειμένη πραγμα‐ τεία τοιαύτη τις ἀναφανείη, αὕτη ἂν εἴη ἡ τὸ ὂν ᾗ ὂν γινώσκουσα. καὶ
15εἴπερ ἔστιν ὁποίαν αὐτήν φαμεν εἶναι, εἴτε μή, ἐν τοῖς ἑξῆς ἅπασι βιβλίοις εἰσόμεθα. ἐπὶ δὲ τὴν τῶν λεγομένων ἐξήγησιν ἰτέον. p. 1025b3 Αἱ ἀρχαὶ καὶ τὰ αἴτια ζητεῖται τῶν ὄντων. Ὑπομιμνήσκει πάλιν ἡμᾶς τῶν πολλάκις ῥηθέντων ὅτι τῇ προκειμένῃ πραγματείᾳ ζητεῖται τὰ αἴτια καὶ αἱ ἀρχαὶ τῶν ὄντων. ζητεῖται δὲ τὰ
20αἴτια τῶν ὄντων δηλαδὴ ᾗ ὄντα εἰσίν. ἀλλ’ ὅτι μὲν ἡ ἀρχὴ καθολικω‐ τέρα ἐστὶ τοῦ αἰτίου καὶ διὰ τί καὶ πῶς καθολικωτέρα πολλάκις εἴρηται· ὅτι δὲ τὰ αἴτια τῶν ὄντων ᾗ ὄντα ἐστὶν ἡ προκειμένη πραγματεία σκοπεῖται, δείκνυ‐ σιν ἐκ τοῦ μηδεμίαν τῶν ἄλλων ἐπιστημῶν τοῦτο ποιεῖν, ἀλλὰ πάσας πα‐
ραχωρεῖν τῇ προκειμένῃ τῆς τοιαύτης ζητήσεως, ὡς κυρίᾳ καὶ δεσποίνῃ440
in Metaph
.

441

αὐτῶν. ἔστι γάρ, φησίν, αἴτιον ὑγιείας καὶ εὐεξίας, ὑγιείας μὲν φέρε εἰπεῖν καθάρσεις καὶ φλεβοτομίαι, εὐεξίας δὲ εἰ τύχοι γυμνάσια· καὶ τῶν μαθηματικῶν εἰσιν ἀρχαὶ καὶ αἴτια καὶ στοιχεῖα, καὶ ὅλως πᾶσα ἐπιστήμη διανοητικὴ ἢ πρακτική (ταύτην γὰρ ἐδήλωσε διὰ τοῦ
5ἢ μετέχουσά τι διανοίας· οὐ γὰρ ἄνευ διανοίας τὰ πρακτὰ πράττεται) περὶ αἰτίας καὶ ἀρχάς ἐστιν, ἢ ἀκριβεστέρας ἢ ἁπλουστέρας. ἀκρι‐ βέστεραι μὲν γὰρ αἱ ἀρχαὶ γεωμετρίας τῶν τῆς ἀστρονομίας ἀρχῶν, εἰ καὶ τὸ ὑποκείμενον αὐτῆς τοῦ τῆς γεωμετρίας τιμιώτερον, ὡς ἐν τῇ Περὶ ψυχῆς ἡμῖν εἴρηται. ἀκριβέστεραι μὲν οὖν αἱ τῆς γεωμετρίας, ὅτι ἐξ ὧν αἱ ἀποδείξεις
10αὐτῆς λίαν εἰσὶν ἀναντίρρητοι· πᾶσαι δέ, ὥσπερ λέγομεν, περὶ ἀρχὰς καὶ αἰτίας. ἀλλὰ πᾶσαι αὗται περὶ ὄν τι, ἀλλ’ οὐχὶ τοῦ ὄντος ᾗ ὄν, ἀλλὰ τὶ τοῦ ὄντος καὶ γένος τι καὶ ὑποκείμενον περιγραψάμεναί τε καὶ ἀποτεμόμεναι περὶ τὰς αἰτίας τούτου πραγματεύονται, ἀλλ’ οὐ περὶ τὰς τοῦ ὄντος ἁπλῶς, οὐδὲ τὸ ὂν ᾗ ὂν ζητοῦσιν· οὐδὲ τοῦ τί ἐστι καὶ τῆς οὐσίας οὐδένα
15λόγον ποιοῦνται, ἀλλ’ ἐκ τούτου αἱ μὲν αἰσθήσει ποιήσασαι αὐτὸ δῆλον, ὥσπερ ἡ ἰατρικὴ τὰ αἴτια τῶν συνθέτων σωμάτων καὶ τὰ στοι‐ χεῖα τῇ αἰσθήσει πεποίηκε δῆλα. ὁρῶσα γὰρ εἰς τὰ τέτταρα ἁπλᾶ σώματα διαλυόμενα ἔγνω ὅτι ἐξ αὐτῶν συνίστανται. ἀλλὰ δὴ ὅτι καὶ τὸ πῦρ καὶ τὸ ὕδωρ τὸ μὲν ψυχρὸν καὶ ὑγρόν, τὸ δὲ πῦρ ξηρὸν καὶ θερμόν, καὶ
20ταῦτα τῇ αἰσθήσει δῆλα ποιεῖται, οὐ τῷ λόγῳ. φυσικοῦ γάρ ἐστιν ἢ καὶ τοῦ ὑπὲρ ἐκεῖνον τὸ τῷ λόγῳ καὶ τῇ ἀποδείξει δείκνυσθαι τὸ πῦρ ξηρὸν καὶ θερμὸν ἢ τὴν γῆν ξηρὰν καὶ ψυχράν, τὸν δ’ ἀέρα θερμὸν καὶ ὑγρόν. ἀλλ’ ἡ μὲν ἰατρική, ὥσπερ εἴρηται, αἰσθήσει ταῦτα δῆλα ποιήσασα ἀπο‐ δείκνυσι τὰ ὑποβεβλημένα αὐτῇ. ἡ δὲ ἀριθμητικὴ οὔτε τῇ αἰσθήσει οὔτε
25τῷ λόγῳ δῆλον ποιεῖ τί ἐστι μονάς, ἀλλ’ ὑποτίθεται ὅτι μονάς ἐστιν οὐσία ἄθετος, καὶ ἡ γεωμετρία ὅτι τὸ σημεῖόν ἐστιν οὐσία θετὴ ἢ οὗ μέρος οὐθέν· καὶ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα. καὶ τὰ λοιπὰ δὲ διὰ τούτων οὕτως ἀποδεικνύουσι τὰ καθ’ αὑτὰ ὑπάρχοντα τῷ γένει καὶ τῷ ὑποκειμένῳ περὶ ὅ εἰσιν· ἀριθμητικὴ μὲν γὰρ τὰ τῶν ἀριθμῶν πάθη περὶ
30οὕς ἐστι, γεωμετρία δὲ τὰ τῶν μεγεθῶν, καὶ ὅλως τὰ καθ’ αὑτὰ ὑπάρ‐ χοντα τοῖς μεγέθεσι πάθη. ὁμοίως δὲ ταύταις καὶ ἡ ἰατρικὴ τὰ οἰκεῖα. διὰ δὴ τούτων ἑκάστη τὰ οἰκεῖα δείκνυσιν ἢ ἀναγκαιότερον ἢ μαλακώτερον. ὧν μὲν γὰρ αἱ ἀρχαὶ ἀκριβέστεραι, καὶ αἱ ἀποδείξεις ἀναγκαιότεραι, ὡς αἱ τῆς γεωμετρίας· ὧν δὲ αἱ ἀρχαὶ τὴν ἀκρίβειαν ἐκπεφεύγασι, τούτων καὶ
35αἱ ἀποδείξεις μαλακώτεραι, ὡς αἱ τῆς ἀστρονομίας καὶ τῆς ἰατρικῆς. οὕτω μὲν οὖν τὸ τί ἐστι καὶ τὴν οὐσίαν καὶ τὸν ὁρισμὸν τῶν οἰκείων ἑκάστη ἀρχῶν δῆλον ποιήσασα ἢ τῇ αἰσθήσει ἢ ὑπόθεσιν λαβοῦσα δείκνυσι τὰ
ὑπ’ αὐτήν. ἀλλ’ ἡ ἐκ τῆς αἰσθήσεως καὶ τῆς ἐπαγωγῆς πίστις οὐκ ἔστιν441
in Metaph
.

442

ἀπόδειξις, ὡς ἐν τῇ Ἀποδεικτικῇ δέδεικται· πρὸς πᾶσαν γὰρ ἐπαγωγὴν δύναταί τις ἐνίστασθαι καὶ μὴ ἐᾶν τὸ καθόλου συμπεραίνειν· διόπερ φα‐ νερὸν ὅτι ἀπόδειξις οὐσίας καὶ τοῦ τί ἐστι καὶ τοῦ ὁρισμοῦ οὐκ ἔστιν ἐκ τῆς τοιαύτης ἐπαγωγῆς, ἀλλ’ ἔστιν ἄλλος τις τρόπος, ὃν ἐν τῷ μετὰ τοῦτο
5βιβλίῳ παραδώσει. οὐ μόνον δὲ τὸ τί ἐστι τοῦ πυρὸς ἡ ἰατρική (φέρε γὰρ ἐπὶ ταύτης τὸν λόγον ποιήσωμεν) οὐκ ἀποδείκνυσιν, ἀλλ’ οὐδ’ εἰ ἔστιν ἢ μή ἐστιν ἄνθρωπος περὶ ὃν πραγματεύεται οὐδὲν λέγει. καὶ τοῦτο εἰκό‐ τως· ἐπειδὴ γὰρ οὐκ ἄλλως ἦν δυνατὸν δειχθῆναι ὅτι ἔστιν ἄνθρωπος, εἰ μὴ ἐδείχθη ὅτι ἔστι ζῷον πεζὸν δίπουν, ἀδύνατον δὲ τοῦτο δειχθῆναι (τοῦ
10γὰρ ὁρισμοῦ ἀπόδειξις μὲν οὐκ ἔστι, δι’ ἀποδείξεως δὲ δηλοῦται, ὡς αὐτὸς αὐτοῖς ῥήμασιν ἐν τῷ Β τῶν Ὑστέρων ἀναλυτικῶν εἴρηκεν), φανερὸν ὅτι οὐδ’ ὡς ἔστιν ἄνθρωπος δειχθήσεται. ἐπεὶ δέ, ὡς εἴρηται, τῆς αὐτῆς ἐστι διανοίας τὸ τί ἐστι δῆλον ποιεῖν καὶ τὸ εἰ ἔστι, τὸ δὲ τί ἐστι δῆλον οὐ ποιεῖ οὐδ’ ἀποδείκνυσιν, δῆλον ὡς οὐδὲ τὸ εἰ ἔστιν ἀποδείξει. ὅτι δὲ
15ἐξ ἀνάγκης τῇ τοῦ εἰ ἔστι δείξει ἕπεται καὶ τὸ τί ἐστι δεικνύναι, καὶ ἀδύ‐ νατόν ἐστι τὸν τὸ εἰ ἔστι δεικνύντα μὴ καὶ τὸ τί ἐστι δεικνύναι, δῆλον. εἰ γάρ τις ὅτι ἔστιν ἄνθρωπος ἡμῖν παρακελεύεται δεῖξαι, εἰ λέγοιμεν πρὸς αὐτόν, ἆρά γε εἴ τις δείξειεν ὡς ἔστι ζῷον, δώσεις ὅτι ἔστι καὶ ἄνθρωπος, φανερόν ἐστιν ὅτι οὐ συμφήσει· ἐρεῖ γὰρ προχείρως ὅτι καὶ ὁ ἵππος ζῷόν
20ἐστι· πῶς δὴ ἐκ τοῦ ὅτι ζῷον ἔστι δεῖξαι δειχθήσεται ὅτι ἔστιν ἄνθρωπος; εἰ δὲ λέγοιμεν ‘τί δέ, εἴπερ δειχθείη ὡς ἔστι ζῷον πεζὸν δίπουν, ὁμολογή‐ σεις ὅτι ἔστιν ἄνθρωπος;‘ φανερόν ἐστιν ὡς δώσει τοῦτο καὶ ὁμολογήσει. εἰ δὲ τοῦτο, καλῶς ἄρα ἐλέγετο ὅτι τῷ εἰ ἔστιν ἄνθρωπος δεικνύναι μέλ‐ λοντι ἕπεται τὸ καὶ τὸ τί ἐστι καὶ τὸν ὁρισμὸν αὐτοῦ δεικνύναι.
25p. 1025b18 Ἐπεὶ δὲ καὶ ἡ φυσικὴ ἐπιστήμη τυγχάνει οὖσα περὶ γένος τι τοῦ ὄντος. Πρόκειται αὐτῷ δεῖξαι ὅτι ἡ φυσικὴ θεωρητική τίς ἐστιν ἀλλ’ οὐ πρακτική, καὶ ὅτι περὶ τοιοῦτον ὂν ἀναστρέφεται ἔχον ἀρχὴν κινήσεως καὶ ἠρεμίας ἐν ἑαυτῷ, τοῦτο δέ ἐστι τὸ φυσικὸν σῶμα. ἀλλ’ εἰ περὶ σῶμα
30ἔχον ἀρχὴν κινήσεως καὶ ἠρεμίας καταγίνεται, τὸ δὲ κυκλοφορικὸν ἅπαν καὶ οὐράνιον σῶμα ἀρχὴν τοῦ κινεῖσθαι ἔχει τοῦ δ’ ἠρεμεῖν ἀρχὴν οὐκ ἔχει, τὸ οὐράνιον οὐκ ἔστι σῶμα φυσικόν. ἢ καὶ αὐτὸ τοῦ ἠρεμεῖν ἔχει ἀρχήν. αὐτὸ γὰρ τὸ ἀεὶ περὶ τὸ αὐτὸ περιστρέφεσθαι καὶ μὴ ἀμείβειν τόπον ἠρεμεῖν ἐστι, καὶ κινεῖται ἀκινήτως καὶ ἠρεμεῖ θαυμαστῶς κινού‐
35μενον. ἀναγκαίως δὲ τὴν τοῦ ὅτι ἡ φυσικὴ θεωρητική τίς ἐστι δεῖξιν ποιεῖται· διὰ γὰρ τοῦ δεῖξαι ὅτι θεωρητική τις τυγχάνει οὖσα δείκνυσιν
ὅτι τῆς ὕλης καὶ μᾶλλον τὸ εἶδος ἐπισκέπτεται, τὸ δὲ εἶδός ἐστι τὸ τί ἦν442
in Metaph
.

443

εἶναι ἑκάστῳ. εἰ δὲ μᾶλλον τὸ τί ἦν εἶναι ἑκάστου θεωρεῖ, δεῖ μὴ λαν‐ θάνειν τὸ τί ποτέ ἐστι τὸ τί ἦν εἶναι, ὃ καὶ πρόκειται ζητηθῆναι. ἀλλὰ καὶ ἡ τοῦ τί ἦν εἶναι ζήτησις ἀναγκαίως ἀναφαίνεται. ἐπειδὴ γὰρ ἡ παρ‐ οῦσα ἐπιστήμη τὸ ὂν ᾗ ὂν ζητεῖ καὶ τὰς τούτου ἀρχάς, τὸ δὲ τὸ ὂν
5ᾗ ὂν γιγνώσκειν ἐστὶ τὸ δύνασθαι παντὸς τὸ τί ἦν εἶναι δῆλον ποιεῖν, φανερὸν ὅτι καὶ ἡ τούτου ζήτησις ἀναγκαία ἐστί. δείκνυσι δὲ ὅτι ἡ φυ‐ σικὴ θεωρητική ἐστι δυνάμει συλλογιζόμενος ὧδε· ἡ φυσικὴ ἐπιστήμη ἐστί, πᾶσα ἐπιστήμη ἢ θεωρητικὴ ἢ πρακτικὴ ἢ ποιητική ἐστιν· καὶ ἡ φυσικὴ [ἔσται] ἐπιστήμη ἢ θεωρητικὴ ἢ πρακτικὴ ἢ ποιητικὴ ἔσται· ἀλλὰ μὴν
10οὔτε πρακτικὴ οὔτε ποιητική ἐστι· θεωρητικὴ ἄρα. καὶ ὅτι μὲν ἡ φυσικὴ ἐπιστήμη ἐστὶ καὶ ὅτι πᾶσα ἐπιστήμη ἢ πρακτικὴ ἢ θεωρητικὴ ἢ ποιη‐ τική ἐστιν, ὡς σαφὲς καὶ λίαν ἐναργὲς παρείασε καὶ οὐκ ἀποδείκνυσι· τὴν δὲ πρόσληψιν τὴν ‘ἀλλὰ μὴν οὔτε πρακτικὴ οὔτε ποιητικὴ‘ δείκνυσιν ὧδε. σημειωτέον δὲ ὅτι κοινότερον καὶ τὰς τέχνας ἐπιστήμας λέγει. δείκνυσιν
15οὖν τὴν πρόσληψιν ὧδε. τῶν πρακτῶν καὶ ποιουμένων αἱ ἀρχαὶ καὶ τὰ αἴτια τῆς κινήσεως καὶ τῆς ἠρεμίας οὔκ εἰσιν ἐν αὐτοῖς. τῶν φυσικῶν αἱ ἀρχαὶ καὶ τὰ αἴτια ἐν αὐτοῖς εἰσι· τὰ φυσικὰ ἄρα οὔτε πρακτά εἰσιν οὔτε ποιητά. καὶ ἡ περὶ τὰ φυσικὰ ἄρα ἐπιστήμη οὔτε πρακτική ἐστιν οὔτε ποιητική. καὶ ἡ μὲν συναγωγὴ τοῦ λόγου καὶ ἡ ἔφοδος τοιαύτη τις
20ἂν εἴη. αὐτὸς δὲ εἰπὼν τῶν μὲν γὰρ ποιητικῶν ἐν τῷ ποιοῦντι ἡ ἀρχὴ ἐπήγαγεν ἢ νοῦς ἢ τέχνη ἢ δύναμίς τις· τὰ γὰρ ποιοῦντα ἢ νοῒ ἢ τέχνῃ ἢ τῇ ἀπὸ τοῦ νοὸς καὶ τῆς τέχνης δυνάμει τὸ ποιούμενον ποιεῖ. μήποτε δὲ τοῦ τῶν μὲν γὰρ ποιητικῶν οὐκ ἐνεργητικῶς δεῖ ἀκούειν, ἵνα ἐπὶ τῶν αἰτίων ἐξακούηται, ἀλλὰ παθητικῶς, ἵν’ ᾖ τῶν μὲν
25γὰρ ποιητικῶν ἀντὶ τοῦ τῶν ποιουμένων. καὶ ὅτι τοῦτο ἀρχὴν οὕτως αὐτῷ εἴληπται, τεκμαίρομαι ἐκ τοῦ ἐπαγομένου τοῦ τῶν δὲ πρακτῶν ἐν τῷ πράττοντι ἡ προαίρεσις, καὶ εἴπερ οὕτως ἀκούειν αὐτοῦ χρή, σαφὲς ἂν εἴη τὸ λεγόμενον καὶ μάτην τὸ ἐν τῷ ποιοῦντι ἀντὶ τοῦ ἐν αὐτοῖς ἐξελάβομεν. δεῖ οὖν, εἴ τι χρὴ τῇ ἐμῇ μαντείᾳ προσέχειν, οὕτως
30ἀκούειν τοῦ ῥητοῦ. ὥσπερ γὰρ ἡ ἀρχὴ τῶν ποιουμένων, εἴτε νοῦς ἐστιν εἴτε τέχνη εἴτε δύναμίς τις, ἐν τῷ ποιοῦντί ἐστιν ἀλλ’ οὐκ ἐν τοῖς ποιου‐ μένοις, οὕτως καὶ τῶν πρακτῶν ἀρχὴ οὖσα ἡ προαίρεσις οὐκ ἐν τῷ πρα‐ κτῷ ἀλλὰ ἐν τῷ πράττοντι. εἰ γὰρ ταὐτὸν τὸ πρακτὸν καὶ τὸ προαιρετόν, οὐκ ἔστι δὲ ἐν τῷ προαιρετῷ ἡ προαίρεσις, δῆλον ὡς οὐδ’ ἐν τῷ πρακτῷ.
35ἔστι δὲ ποιητικὴ μὲν ἐπιστήμη, ὡς ἐν τοῖς Νικομαχείοις ἐπιγραφο‐ μένοις ἠθικοῖς εἴρηκε πλατύτερον, ἧς τὸ ἔργον καὶ μετὰ τὴν ἐνέργειαν μένει, ὡς ἡ οἰκοδομική (μετὰ γὰρ τὴν οἰκοδόμησιν ἔστι τὸ ἔργον αὐτῆς ἡ
οἰκία), πρακτικὴ δὲ ἡ ὀρχηστική· οὐδὲν γὰρ μετὰ τὴν ὄρχησιν λείπεται.443
in Metaph
.

444

δείξας οὖν ὅτι ἡ φυσικὴ θεωρητική τίς ἐστι, συμπεραίνεται καί φησιν ὥστε εἰ πᾶσα διάνοια ἢ πρακτικὴ ἢ ποιητικὴ ἢ θεωρητικ, ἡ φυσικ, εἰ μήτε πρακτικὴ μήτε ποιητική ἐστι (τοῦτο γὰρ δεῖ προσυπακούειν), θεωρη‐ τική τις ἂν εἴη, ἀλλὰ θεωρητικὴ περὶ φυσικὸν πρᾶγμα· τοῦτο γὰρ ἐδήλωσε
5διὰ τοῦ περὶ τοιοῦτον ὄν, ὅ ἐστι δυνατὸν κινεῖσθαι. ἐπεὶ δὲ ὡς ἐν τῇ Φυσικῇ εἴρηται ὅτι καὶ ἡ ὕλη οὐσία ἐστὶ καὶ μάλιστα τὸ εἶδος, εἰπὼν ὅτι θεωρητική ἐστι περὶ τοιοῦτον ὄν, ὅ ἐστι δυνατὸν κινεῖσθαι, ἐπήγαγε καὶ περὶ οὐσίαν τὴν κατὰ τὸν λόγον ὡς ἐπὶ τὸ πολ, ἴσον λέγων, ὅτι ἔστι μὲν ἡ φυσικὴ καὶ περὶ τὴν ὑλικὴν οὐσίαν, ἀλλ’ ἐπ’ ἔλαττον, ἐπὶ πλέον δὲ καὶ
10ὡς ἐπὶ τὸ πολύ ἐστι περὶ οὐσίαν τὴν κατὰ τὸν λόγον καὶ τὸ εἶδος. εἰπὼν δὲ ὅτι περὶ οὐσίαν τὴν κατὰ τὸν λόγον ὡς ἐπὶ τὸ πολύ, καὶ προσθεὶς τὸ οὐ χωριστὴν μόνον, δοκεῖ λέγειν ὅτι περὶ εἶδός ἐστιν οὐ χωριστὸν μόνον ἀλλὰ καὶ ἀχώριστον. οὐ τοῦτο δὲ λέγει ὅτι καὶ περὶ χωριστόν ἐστι καὶ περὶ ἀχώριστον, ἀλλὰ τὸ οὐ χωριστὸν μόνον ἀντὶ τοῦ μόνον οὐ χωριστὸν εἶπεν·
15ἤτοι περὶ οὐσίαν μόνον ἀχώριστον καὶ μὴ δυναμένην χωρίζεσθαι τῆς ὕλης. Ταῦτα εἰπὼν ἐπάγει δεῖ δὲ τὸ τί ἦν εἶναι καὶ τὸν λόγον πῶς ἐστι μὴ λανθάνειν, τουτέστι δεῖ μὴ λανθάνειν πῶς ἐν τοῖς φυσικοῖς δεῖ ζητεῖν τὸ τί ἐστι καὶ τὸν λόγον, ἆρα δεῖ ὁριζομένους φυσικὸν πρᾶγμα καὶ τὴν ὑποκειμένην τῷ ὁριστῷ ὕλην περιλαμβάνειν ἐν τῷ ὁρισμῷ ἢ οὔ.
20εἰ γὰρ περὶ τοῦ τί ἦν εἶναι καὶ περὶ τοῦ ὁρισμοῦ τὴν ζήτησιν ποιούμενοι ἀγνοοῦμεν εἴτε μετὰ τῆς ὕλης εἴτε ἄνευ αὐτῆς χρὴ ὁρίζεσθαι, μηδέν ἐστι ποιεῖν. εἰπὼν οὖν ὡς ἄνευ τούτου τὸ ζητεῖν οὐδὲν ποιεῖν ἐστι, διαί‐ ρεσιν ποιεῖται, δεικνὺς ὅτι ἀνάγκη τὸν ὁριζόμενον φυσικόν τι πρᾶγμα καὶ τὴν ὕλην ἐν τῷ ὁρισμῷ παραλαμβάνειν καὶ ὅτι ἀδύνατόν ἐστιν
25ἄνευ αὐτῆς ὁρίζεσθαι. ταῦτα δὲ πάντα προοπλίζει τε καὶ προκατα‐ σκευάζει, ἵνα ἐκ τούτων δείξῃ ὅτι φυσικὸν εἶδος χωριστὸν αὐτὸ καθ’ αὑτὸ ἄνευ ὕλης οὐ δύναται εἶναι, ὡς οἱ τὰς ἰδέας τιθέμενοι ἔλεγον. ποιεῖται δὲ διαίρεσιν λέγων ἔστι δὲ τῶν ὁριζομένων καὶ τῶν τί ἐστι, τουτέστι τῶν ὁριζομένων καὶ ὧν τὸ τί ἐστιν ἀποδίδομεν, τὰ μέν ἐστιν ὡς τὸ σιμόν·
30ὥσπερ γὰρ τὸ σιμὸν ἀδύνατόν ἐστιν ὁρίσασθαι μὴ λαμβάνοντας τὴν ῥῖνα τὴν ὡς ὕλην ὑποκειμένην αὐτῷ, οὕτω καὶ τὰ φυσικὰ εἴδη ἀδύνατον ὁρί‐ ζεσθαι χωρὶς ὕλης, ὕλην λέγων, ὡς ἐν τῷ μετὰ τοῦτο βιβλίῳ ἐρεῖ, τὸ γένος καὶ τὰς πρὸ τῆς τελευταίας διαφορᾶς διαφοράς. ἀλλὰ τοῦτο μὲν ὅπως λέγεται ἐροῦμεν ὅταν καὶ αὐτὸς προηγουμένως περὶ τούτου λέγῃ. τὰ
35μὲν οὖν εἰσιν ὡς τὸ σιμὸν τὰ δ’ ὡς τὸ κοῖλον. διαφέρει δὲ τὸ σιμὸν καὶ τὸ κοῖλον ὅτι τοῦ μὲν σιμοῦ τὸ ὑποκείμενον ὡρισμένον ἐστίν, ἡ ῥίς (ἄνευ γὰρ ῥινὸς τὸ σιμὸν οὐκ ἔστι· σιμὸν γὰρ λέγοντες ῥῖνά φαμεν κοίλην), ἡ δὲ κοιλότης οὐχ ὡρισμένον ἔχει τὸ ὑποκείμενον, ἀλλ’ ἔστι καὶ ἐν αἰσθητῇ
καὶ φυσικῇ ὕλῃ, ἔστι δὲ καὶ χωρὶς ὕλης αἰσθητῆς. καὶ ἐν μὲν αἰσθητῇ444
in Metaph
.

445

ὕλῃ ὅτι ἔστι δῆλον· ἔστι γὰρ καὶ γῆ κοίλη καὶ σίδηρος καὶ ξύλον καὶ ἄλλα πολλά. ἀλλὰ καὶ ἐν μὴ αἰσθητῇ ἐστι· δυνάμεθα γὰρ νοεῖν κοῖλον μήτε ἐν σιδήρῳ ὂν μήτε ἐν ξύλῳ μήτε ἔν τινι τῶν ὄντων καὶ αἰσθητῶν· σιμὸν δὲ ἄνευ ὑποκειμένου οὐ δύναταί τις νοεῖν. εἰπὼν οὖν ὅτι τῶν ὁριζομένων
5τὰ μέν ἐστιν ὡς τὸ σιμὸν τὰ δὲ ὡς τὸ κοῖλον ἐπάγει εἰ δὴ πάντα τὰ φυσικὰ ὁμοίως τῷ σιμῷ λέγονται, τουτέστιν ὥσπερ ἐκεῖνο, οὕτως καὶ ταῦτα ἄνευ ὑποκειμένου καὶ ὕλης οὐ δύναται νοεῖσθαι (τοῦτο γὰρ ἐδή‐ λωσε διὰ τοῦ οὐδενὸς γὰρ ἄνευ κινήσεως αὐτῶν ὁ λόγος, κίνησιν εἰπὼν τὴν ὕλην), δῆλον ὅτι ἐν τοῖς φυσικοῖς τὸ τί ἐστι καὶ τὸ ὁρίζεσθαι
10μετὰ τῆς ὕλης δεῖ ζητεῖν. τοσοῦτον δὲ χρεία τῷ φυσικῷ τῆς ὕλης εἰς τὸ ὁρίζεσθαι, ὥστε καὶ τὰς ἀλόγους ψυχὰς θεωρεῖ καὶ ὁρίζεται ὁ φυσικὸς διὰ τὸ μὴ ἄνευ ὕλης εἶναι, μηδὲ χωριστοὺς τοῦ ὑποκειμένου αὐταῖς· εἰ δὲ καὶ τὰς λογικὰς θεωρεῖ, ἐν τῇ Περὶ ψυχῆς ἡ αἰτία ἡμῖν εἴρηται. εἰπὼν δὴ ἀνωτέρω εἰ δὴ πάντα τὰ φυσικὰ ὁμοίως τῷ σιμῷ λέγον‐
15ται, τίνα ἐστὶν ὁμοίως τῷ σιμῷ λεγόμενα φυσικὰ σαφῶς κατέλεξεν, οἷον ῥίς, ὀφθαλμὸς καὶ τὰ λοιπά. p. 1026a6 Ὅτι μὲν οὖν ἡ φυσικὴ θεωρητική τίς ἐστι φανερὸν ἐκ τούτου. ἀλλ’ ἔστι καὶ ἡ μαθηματικὴ θεωρητικ. Διακρίνας τὴν φυσικὴν ἀπὸ τῆς πρακτικῆς καὶ ποιητικῆς τῷ ταύτην
20μὲν δεῖξαι θεωρητικὴν οὖσαν ἐκείνας δὲ μή, νῦν διακρίνει αὐτὴν καὶ τῆς μαθηματικῆς, δυνάμει κἀνταῦθα οὑτωσὶ συλλογιζόμενος· ἡ μαθηματικὴ διανοητικὴ οὖσα περὶ ἀκίνητα καὶ χωριστά ἐστιν. ἡ φυσικὴ διανοητικὴ οὖσα οὔτε περὶ ἀκίνητα οὔτε περὶ χωριστά ἐστιν· ἡ φυσικὴ ἄρα οὐκ ἔστι μαθηματική. καὶ ὁ μὲν συλλογισμὸς τοιοῦτός τις ἂν εἴη. τῶν δὲ προτά‐
25σεων τὴν μὲν ὅτι ἡ φυσικὴ οὔτε περὶ ἀκίνητα οὔτε περὶ χωριστά, ἀλλὰ περὶ κινούμενα καὶ ἀχώριστα ἔδειξε πολλαχοῦ. τὴν δ’ ὅτι ἡ μαθηματικὴ περὶ ἀκίνητά ἐστι καὶ χωριστὰ οὐκ ἔδειξεν, ἀλλὰ δείξει ἐν τοῖς ἐφεξῆς βι‐ βλίοις ὅπως ἔχει. τέως δ’ οὖν εἶπε τὸ ἀλλ’ εἰ ἀκινήτων καὶ χωρι‐ στῶν ἐστιν ἄδηλον νῦν, ἴσον λέγων ὅτι ἡμεῖς μὲν ὡς περὶ ἀκίνητα
30καὶ χωριστὰ τὴν μαθηματικὴν οὖσαν λαμβάνομεν, ἀλλ’ εἰ περὶ τοιαῦτά ἐστιν ἀληθῶς νῦν μὲν ἄδηλον, ὅτι δὲ ἔνια, ἵνα μὴ πάντα λέγωμεν, μαθή‐ ματα ᾗ ἀκίνητά ἐστι καὶ ᾗ χωριστὰ θεωρεῖ ἡ μαθηματική, δῆλον. οὕτως οὖν τὴν φυσικὴν τῶν ἄλλων διακρίνας νῦν διακρίνει τὴν πρώτην φιλοσοφίαν τῆς φυσικῆς καὶ μαθηματικῆς λέγων εἰ δ’ ἔστιν ἀίδιον καὶ ἀκίνητον
35καὶ χωριστόν, φανερὸν ὅτι θεωρητικῆς τὸ γνῶναι, ἀλλὰ θεωρη‐ τικῆς οὔτε φυσικῆς οὔτε μαθηματικῆς. οὐκ εἶπε δὲ ὅτι ἔστιν ἀίδιον καὶ ἀκίνητον, ἀλλ’ εἰ ἔστιν, ἐπειδὴ οὔπω δέδεικται τοῦτο. εἴπερ οὖν ἔστιν ἀίδιον καὶ ἀκίνητον, οὔτε φυσικῆς οὔτε μαθηματικῆς ἐστι τὸ περὶ αὐτοῦ
θεωρῆσαι, ὅτι ἡ μὲν φυσικὴ περὶ κινητὰ καὶ ἀχώριστά ἐστιν, οὖσα δὲ περὶ445
in Metaph
.

446

τοιαῦτα οὐ θεωρήσει τὰ ἀκίνητα καὶ χωριστά. ἀλλὰ μὴν οὐδὲ μαθημα‐ τικῆς ἐστι τὸ περὶ τοιούτων θεωρεῖν, ὅτι εἰ καὶ περὶ ἀκίνητά ἐστιν, ἀλλ’ οὖν οὐ χωριστά, ὡς δείξει, ἐστὶν ἀλλ’ ἐν ὑποκειμένῳ καὶ ὕλῃ. τὸ δὲ ἔνια πρόσκειται διὰ τὰ ὀπτικὰ καὶ ἁρμονικὰ καὶ ἀστρονομικά· ὁ γὰρ ὀπ‐
5τικὸς οὐ περὶ χωριστὰς γραμμὰς καταγίνεται, ἀλλὰ περὶ ἐνύλους, ὁμοίως καὶ ὁ μουσικὸς καὶ οἱ τοιοῦτοι. καὶ τὸ ἴσως κεῖται διὰ τὸ μήπω καθόλου δειχθῆναι ὅτι οὐδὲν τῶν μαθηματικῶν χωριστόν ἐστι καὶ καθ’ αὑτό. p. 1026a16 Ἀνάγκη δὲ πάντα τὰ αἴτια ἀίδια 〈εἶναι, μάλιστα δὲ ταῦτα.
10 Εἰπὼν ὅτι εἰ ἔστιν ἀίδιον καὶ ἀκίνητον καὶ χωριστόν, φανερὸν ὅτι θεωρητικῆς τὸ γνῶναι, τοῦτο δέ, ὁποῖον ἂν εἴη, ἐξ ἅπαντος αἴτιον ἔσται τῶν ἄλλων, λέγει ὅτι πᾶσαν αἰτίαν καὶ ἀρχὴν ἀνάγκη ἀίδιον εἶναι. εἰ γὰρ πᾶν αἴτιον γίγνεται, ἐξ ἄλλου γενήσεται, καὶ τοῦτο εἰς ἄπειρον. μά‐ λιστα δέ, φησί, τὰ αἴτια ταῦτα ἀίδια εἶναι ἀνάγκη, ταῦτα λέγων τὰ χω‐
15ριστὰ καὶ ἀκίνητα. καὶ τὴν αἰτίαν τοῦ ταῦτα ἀίδια εἶναι ἐπήγαγε, ταῦτα γὰρ αἴτια τοῖς φανεροῖς τῶν θείων· ὃ δὴ διὰ τὴν βραχυλογίαν ἀσαφέστερον εἴρηται. ἔστι δέ, οἶμαι, τὸ λεγόμενον τοιοῦτον. ταῦτα γὰρ τὰ ἀκίνητα καὶ χωριστὰ αἴτια τῶν θείων ἤτοι τῶν σφαιρῶν καὶ θείων σωμάτων, αἵτινες σφαῖραι αἴτιαι τοῖς φανεροῖς, τουτέστι τοῖς ὑπὸ
20γένεσιν, τοῦ γίνεσθαι καὶ φθείρεσθαί εἰσιν· ἡ γὰρ τούτων κίνησις τὴν γέ‐ νεσιν καὶ φθορὰν ἀπεργάζεται. ἀλλ’ εἰ τὸ κυκλοφορητικὸν ἀίδιον δέδεικται ἐν τῇ Περὶ οὐρανοῦ, τὸ αἴτιον τοῦ κυκλοφορητικοῦ σώματος πολλῷ μᾶλλον ἔσται ἀίδιον. ἢ τὸ ταῦτα γὰρ αἴτια τοῖς φανεροῖς τῶν θείων τὸ ταῦτα ἀντὶ τοῦ τοῦτο εἴρηται, καὶ εἴη ἂν λέγων, ἐπειδὴ καὶ ἐν τοῖς
25αἰσθητοῖς εἰσι θεῖα (τὸ γὰρ κυκλοφορητικὸν πᾶν σῶμα), αἴτιόν ἐστι τὸ πρῶτον αἴτιον τῶν τοιούτων αἰσθητῶν καὶ θείων. ἴσον λέγων, ὅτι εἰ καί τισι τῶν νοητῶν καὶ θείων αἴτιόν ἐστι τὸ πρῶτον καὶ ἀκίνητον αἴτιον, ἄδηλον· τέως δ’ οὖν ὅτι τοῖς αἰσθητοῖς καὶ θείοις καὶ κυκλοφορητικοῖς σώμασιν αἴτιόν ἐστι, δῆλον τυγχάνει. γράφεται δὲ καὶ ταῦτα γὰρ αἴτια
30τοῖς φανεροῖς τῶν αἰσθητῶν τυγχάνει· καὶ εἴη ἂν ὃ λέγει τοιοῦτον, ὅτι ταῦτα τὰ ἀκίνητα καὶ χωριστὰ αἴτιά ἐστι τοῖς φανεροῖς τῶν αἰσθητῶν, ἀντὶ τοῦ τοῖς φανεροῖς τῇ αἰσθήσει αἰτίοις. αἴτιον γὰρ καὶ ἡ ὕλη καὶ τὸ εἶδος, ἀλλ’ οὔκ εἰσι τῇ αἰσθήσει φανερά· τὰ δὲ κυκλοφορητικὰ σώματα τῇ αἰσθήσει εἰσὶ φανερά, ὅτι γενέσεώς εἰσι καὶ φθορᾶς αἴτια· βορειότερος γὰρ
35γινόμενος ὁ ἥλιος γενέσεώς ἐστιν αἴτιος, νοτιώτερος δὲ φθορᾶς. εἰ δὴ τῶν ὄντων τὰ μέν ἐστιν ἀχώριστα καὶ κινούμενα, τὰ δὲ ἀχώριστα καὶ ἀκί‐
νητα, τὰ δὲ χωριστὰ καὶ πάντῃ ἀκίνητα, δῆλον ὡς τρεῖς ἔσονται αἱ πρα‐446
in Metaph
.

447

γματεῖαι, ἡ μὲν φυσικὴ περὶ τὸ ἀχώριστον καὶ κινούμενον, ἡ δὲ μαθημα‐ τικὴ περὶ τὸ ἀχώριστον καὶ ἀκίνητον, ἡ δὲ θεολογικὴ περὶ τὸ χωριστὸν καὶ ἀκίνητον. οὐ γὰρ ἄδηλον, φησίν, ὅτι εἴ που τὸ θεῖον ὑπάρχει, ἐν τῇ τοιαύτῃ φύσει ὑπάρχει, ἤτοι οὐ γὰρ ἄδηλον ὅτι τὸ θεῖον τῆς
5χωριστῆς καὶ ἀκινήτου φύσεώς ἐστιν. εἰ δέ ἐστιν, ὥσπερ δὴ καὶ ἔστι, τὸ θεῖον ἁπάντων τιμιώτατον, ὁμοίως καὶ ἡ θεολογικὴ τῶν ἄλλων ἐστὶ τιμιωτάτη ἐπιστημῶν, περὶ τὸ θεῖον γένος ἔσται, ἡ τιμιωτάτη περὶ τὸ τιμιώτατον. ὥσπερ γὰρ αἱ θεωρητικαὶ αἱρετώτεραι τῶν πρακτικῶν καὶ ποιητικῶν εἰσιν, οὕτω καὶ ἡ θεολογικὴ τῶν θεωρητικῶν, φυσικῆς καὶ μαθηματικῆς. ὅτι δὲ τῶν ἄλ‐
10λων αἱρετωτάτη ἐπάγει ἀπορήσειε γὰρ ἄν τις πότερόν ποθ’ ἡ πρώτη φιλοσοφία καθόλου ἐστίν, ὥστε περιέχειν ἁπάσας καὶ ὑπ’ αὐτὴν εἶναι ὡς τὰ κατὰ μέρος ὑπὸ τὰ καθόλου, ἢ οὐκ ἔστι καθόλου, ἀλλ’ ὥσπερ ἡ ἰατρικὴ καὶ ἡ ἀστρονομία καὶ αἱ λοιπαὶ μέρος τι τοῦ ὄντος καὶ φύσιν τινὰ μίαν ἀποτεμόμεναι τοῦτο θεωροῦσιν, οὕτως καὶ αὕτη. ὥσπερ
15γὰρ καὶ ἐν τοῖς μαθηματικοῖς τοῦτο εὑρίσκεται, καὶ ἡ μὲν γεωμετρία περὶ μεγέθη, ἡ δὲ ἀστρονομία περὶ ἀστέρας, ἄλλη δὲ περὶ ἄλλο, ἡ δὲ ἁπλῶς μαθηματικὴ κοινή ἐστι πασῶν, οὕτως τί κωλύει καὶ τὴν φυσικὴν μὲν περί τι τοῦ ὄντος εἶναι καὶ τὴν μαθηματικὴν περὶ ἄλλο, καὶ τὴν θεολογικὴν εἶναι κοινὴν ἁπασῶν; οὕτως οὖν ἀπορητικῶς τὸν λόγον ἐρωτήσας ἀποκρί‐
20νεται καί φησιν ὅτι, εἰ μὲν οὖν μή ἐστί τις ἑτέρα οὐσία παρὰ τὰς φύσει συνεστηκυίας, ἤτοι εἰ μὲν οὖν μή ἐστί τις οὐσία παρὰ τὰς φυ‐ σικὰς καὶ αἰσθητάς, ἡ φυσικὴ πρώτη ἂν εἴη καὶ καθόλου. εἰ δὲ ἔστι καὶ ἄλλη τις οὐσία ἀκίνητος καὶ χωριστή, αὕτη ἡ οὐσία προτέρα ἔσται τῆς φυσικῆς, καὶ ἡ περὶ ταύτην ἐπιστήμη ἔσται φιλοσοφία καὶ πρώτη πάντων
25καὶ καθόλου ὡς πρὸς τὰς ἄλλας, οὐχ ὡς περιέχουσα ἐκείνας ἀλλ’ ὡς πρώτη, καὶ ταύτης ἂν εἴη τὸ ζητῆσαι καὶ θεωρῆσαι περὶ τοῦ ὄντος ᾗ ὄν, καὶ τί ἐστιν ἡ φύσις τοῦ ὄντος καὶ τίνα τὰ ὑπάρχοντα τῷ ὄντι ᾗ ὄν. εἰ δὴ καθόλου ἐστὶν ὡς πρὸς τὰς ἄλλας, τὰ δὲ καθόλου καὶ τιμιώτερα αἱρετώτερα τῶν μὴ τοιούτων, αἱρετωτέρα ἄρα αὕτη τῶν ἄλλων. καὶ οἶμαι
30ὅτε ἠρώτα ὅτι πότερόν ποθ’ ἡ πρώτη φιλοσοφία καθόλου ἐστ, τὸ καθόλου οὐ τοιοῦτον ἠρώτα οἷον ἡμεῖς ἐξεδεξάμεθα ἀντὶ τοῦ περιέχον τὰς ἄλλας, ἀλλὰ τὸ καθόλου ἀντὶ τοῦ βελτίων καὶ τιμιωτέρα. καὶ εἰ μέλ‐ λει τοῖς ἑξῆς συνᾴδειν οὕτω χρὴ ἐρωτᾶν καὶ ἀκούειν, πότερόν ποθ’ ἡ πρώτη φιλοσοφία καθόλου ἐστὶ καὶ τιμιωτέρα καὶ τῶν ἄλλων αἱρετωτέρα,
35καὶ ἔστι κατάλληλος αὕτη ἡ ἔννοια καὶ συνᾴδουσα τῇ ἀποκρίσει, τῇ εἰ μὲν οὖν μή ἐστί τις ἑτέρα οὐσία παρὰ τὰς φύσει συνεστηκυίας. p. 1026a33 Ἀλλ’ ἐπεὶ τὸ ὂν τὸ ἁπλῶς λεγόμενον λέγεται πολλαχῶς.
Εἰπὼν ὅτι πρώτη τῶν ἄλλων ἐπιστημῶν ἐστιν ἡ θεολογικὴ καὶ ταύ‐447
in Metaph
.

448

της μόνης ἐστὶ τὸ θεωρῆσαι τὸ ὂν ᾗ ὂν καὶ τὰ τούτῳ συμβεβηκότα, λέγει· ἐπειδὴ τὸ ὂν πολλαχῶς λέγεται, ἕνα μὲν τρόπον, ὡς εἴρηται, τὸ κατὰ συμβεβηκός, ὥσπερ ὁ Πολύκλειτος τοῦ ἀνδριάντος αἴτιος (καθ’ αὑτὸ μὲν γὰρ αἴτιος τῷ ἀνδριάντι ὁ ἀνδριαντοποιός ἐστιν, ὁ δὲ Πολύκλειτος κατὰ
5συμβεβηκός· συνέβη γὰρ τῷ ἀνδριαντοποιῷ Πολυκλείτῳ εἶναι), ἄλλον δὲ τρόπον ὂν λέγεται τὸ ἀληθές, ὥσπερ ἔμπαλιν τὸ ψεῦδος μὴ ὄν (τὸ γὰρ καθημένου τοῦ Σωκράτους λέγειν ὅτι Σωκράτης κάθηται, ἀληθὲς ὑπάρχον, ὂν λέγεται· τὸ γὰρ ὄν, τοῦτο δ’ ἐστὶ τὸ καθῆσθαι, φαμὲν ὅτι ἔστιν), ἄλ‐ λον δὲ τρόπον ὂν λέγεται τὰ σχήματα τῆς κατηγορίας, οἷον τὸ μὲν τί, του‐
10τέστιν οὐσία, τὸ δὲ ποσόν, τὸ δὲ ποιόν, καὶ εἴ τι ἄλλο σημαίνει τὸν τρόπον τοῦτον, ἔτι παρὰ πάντα ταῦτα ὂν λέγεται τὸ δυνάμει καὶ ἐνερ‐ γείᾳ (λέγομεν γὰρ τὸ ἐνεργείᾳ ὕδωρ ὅτι ὕδωρ ἐστίν, ἀλλὰ καὶ τὸν ἀέρα καὶ τὸ πῦρ φαμεν ὕδωρ ὅτι δύναται ὕδωρ γενέσθαι)· ἐπειδὴ οὖν, ὡς εἴ‐ ρηται, πολλαχῶς λέγεται τὸ ὄν, πρῶτον περὶ τοῦ κατὰ συμβεβηκὸς ὄντος
15ῥητέον ὅτι οὐδεμία ἐστὶν αὐτοῦ ἐπιστήμη, οὐδὲ θεωρεῖ τις περὶ αὐτοῦ. σημεῖον τὸ μηδεμιᾷ ἐπιστήμῃ ἐπιμελὲς εἶναι περὶ αὐτοῦ, οὔτε πρακτικῇ οὔτε ποιητικῇ οὔτε θεωρητικῇ. οὐδεὶς γὰρ ποιῶν οἰκίαν ποιεῖ ἢ ὅλως σκοπεῖ τίνα συμβαίνει τῇ γινομένῃ οἰκίᾳ· ἄπειρα γάρ ἐστι, τῶν δ’ ἀπείρων οὐθεὶς φροντίζει. οὐδεὶς γὰρ τῶν οἰκοδόμων φροντίζει, εἰ ἡ γινομένη οἰκία
20τῷ Σωκράτει φέρε εἰπεῖν νοσώδης ἐστὶ καὶ τῷ Πλάτωνι ὑγιεινή, ἢ Θεο‐ φράστῳ μὲν ἡδεῖα Ἀλεξάνδρῳ δὲ λυπηρά. ὁμοίως δὲ οὐ σκοπεῖ εἴπερ ἡ γινομένη οἰκία ἑτέρα ἐστὶν ἢ ἡ αὐτὴ τῷ ἀνθρώπῳ, καὶ ἁπλῶς εἰ ὑπάρχει ἑτέρα ἁπάντων τῶν ὄντων αἰσθητῶν καὶ νοητῶν, οὐδὲν ἐννοεῖ. ὥστε δῆλον ὡς, εἴπερ καὶ τῶν εἰρημένων οὐ φροντίζει, οὔτε τοῦ νοσώδη εἶναι
25τὴν οἰκίαν ἐστὶν ἡ οἰκοδομικὴ ποιητικὴ οὔτε τοῦ ὑγιεινὴν οὔτε ἄλλου οὐδε‐ νὸς τῶν συμβαινόντων τῇ γενομένῃ οἰκίᾳ. τὸν αὐτὸν δὲ τρόπον οὐδὲ ὁ γεωμέτρης τὰ κατὰ συμβεβηκὸς ὑπάρχοντα τοῖς σχήμασι σκοπεῖ· οὐ θεωρεῖ γὰρ εἴτε ξύλινά ἐστιν εἴτε λίθινα τὰ σχήματα, οὐδὲ εἰ ἔστι, φησίν, ἕτερον τρίγωνον καὶ τρίγωνον δύο ὀρθὰς ἔχον, σκοπεῖ. τοῦτο δὲ ἐλλιπῶς εἴρη‐
30ται, δεῖ δὲ προσυπακούειν τὸ ξύλινον ἢ ἄλλο τι τοιοῦτον, ἵνα τὸ πᾶν ᾖ τοιοῦ‐ τον· οὐδ’ εἰ ἕτερόν ἐστι τὸ ξύλινον τρίγωνον καὶ ἕτερον αὐτὸ τὸ τρίγωνον καὶ ἡ φύσις αὐτοῦ, ἀντὶ τοῦ τὸ ἔχον τὰς τρεῖς δυσὶν ὀρθαῖς ἴσας, θεωρεῖ, ἀλλὰ τοῦτο μόνον ζητεῖ, εἰ παντὸς τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν· εἴτε δὲ ξύλινά εἰσιν εἴτε λίθινα, οὐδαμῶς θεωρεῖ.
35 Καὶ τοῦτο, φησί, λέγων τοῦτο τὸ τὸ κατὰ συμβεβηκὸς μηδένα θεω‐ ρεῖν, εὐλόγως συμπίπτει· ὥσπερ γὰρ ὄνομά τι μόνον τὸ κατὰ συμβεβηκός ἐστιν. ὥσπερ γὰρ ὁ τραγέλαφος ὄνομα μέν ἐστι, πρᾶγμα δὲ καὶ φύσις τις καὶ ὅλως τι ὂν οὐδαμῶς ἐστιν, οὕτω καὶ τὸ κατὰ συμ‐
βεβηκὸς ὂν ὄνομα μόνον ἐστί. τὸ γὰρ τὴν οἰκίαν νοσώδη ἢ ὑγιεινὴν λέ‐448
in Metaph
.

449

γειν ὄνομα μόνον, πρᾶγμα δὲ οὐδαμῶς. εἰ γὰρ ἦν τι ὑφεστώς, ὥσπερ τὸ πῦρ παντὸς τοῦ εἰς αὐτὸ ἐμπίπτοντός ἐστι καυστικόν, οὕτω καὶ ἡ οἰκία πάντων τῶν εἰς αὐτὴν εἰσιόντων ἦν ἂν ἢ νοσώδης ἢ ὑγιεινή· νῦν δὲ οὐκ ἔστιν, ἀλλὰ τῶν μέν ἐστιν ὑγιεινὴ τῶν δὲ νοσώδης· ὥστε ὄνομα μόνον
5ἐστὶν ἀλλ’ οὐ πρᾶγμα· οὐδεὶς δὲ περὶ τῶν μὴ ὄντων σκοπεῖ, ὥστε εὐλό‐ γως συμπίπτει μηδένα περὶ αὐτοῦ σκοπεῖν. καὶ διὰ τοῦτο, φημὶ δὴ διὰ τὸ τὸ κατὰ συμβεβηκὸς ὄνομα μόνον εἶναι, οὐ μὴν καὶ ὄν τι, ἀναστρέ‐ φεται δὲ ἡ σοφιστικὴ περὶ τὸ κατὰ συμβεβηκός, ἔταξεν αὐτὴν ὁ Πλάτων περὶ τὸ μὴ ὄν, ὡς ὄντος τοῦ συμβεβηκότος μὴ ὄντος. ὅτι δὲ οἱ τῶν
10σοφιστῶν λόγοι πάντες περὶ τὸ συμβεβηκὸς καὶ τὸ μὴ ὄν εἰσι, δῆλον. ἐρωτῶσι γάρ, πότερον ταὐτόν ἐστι τὸ γραμματικὸν τῷ μουσικῷ ἢ οὔ; εἰ μὲν οὖν ἐρεῖς ὅτι οὔ, ἀποκρίνονται λέγοντες ‘ὁ Σωκράτης γραμματικός ἐστιν· ἔστι δὲ ὁ γραμματικὸς Σωκράτης ὁ αὐτὸς τῷ Σωκράτει· ἀλλ’ ὁ Σωκρά‐ της καὶ μουσικός ἐστιν· ἔστιν ἄρα ὁ μουσικὸς Σωκράτης ὁ αὐτὸς τῷ Σω‐
15κράτει· ὁ μουσικὸς ἄρα Σωκράτης ὁ αὐτός ἐστι τῷ γραμματικῷ Σωκράτει· εἰ δὲ τοῦτο, καὶ τὸ μουσικὸν ταὐτόν ἐστι τῷ γραμματικῷ. ψεῦδος ἄρα ὅτι τὸ μουσικὸν οὐ ταὐτόν ἐστι τῷ γραμματικῷ· ταὐτὸν ἄρα. καὶ πάλιν, εἰ τὸ μουσικὸν ἕτερόν ἐστι τοῦ γραμματικοῦ, καὶ ὁ γραμματικὸς Σωκρά‐ της ἕτερος ἔσται τοῦ μουσικοῦ Σωκράτους· ὁ Σωκράτης ἄρα ἕτερός ἐστιν
20αὐτὸς ἑαυτοῦ.‘ ἐγγίνεται δὲ ὁ παραλογισμὸς ἐκ τοῦ εἶναι ταὐτὸν τὸν μου‐ σικὸν Σωκράτη τῷ γραμματικῷ Σωκράτει καὶ μὴ εἶναι, τῷ μὲν ὑποκει‐ μένῳ ταὐτόν, τῷ λόγῳ δὲ ἕτερον. εἰ μὲν οὖν ἕτερον ἐρεῖς τὸ μουσικὸν τοῦ γραμματικοῦ, οὕτω παραλογίζονται· εἰ δὲ ταὐτόν, ἀποκρίνονται ὡς εἰ ταὐτόν ἐστι τὸ γραμματικὸν τῷ μουσικῷ, ὅπου γραμματικός, ἐκεῖ ἔσται
25καὶ μουσικός, ὥσπερ καὶ ὅπου βροτός, ἐκεῖ καὶ ἄνθρωπος. ἀλλ’ ὁ μὲν Ἀρίσταρχος γραμματικὸς μέν ἐστι, μουσικὸς δὲ οὐκ ἔστιν· οὐκ ἄρα ταὐτὸν τῷ μουσικῷ τὸ γραμματικόν. πάλιν κοινῶς πάντων δοξαζόντων ὅτι πᾶν τὸ ὂν ἤτοι ἀίδιόν ἐστιν ἢ γεγονός, οἱ σοφισταὶ τοῦτο ἀναιρεῖν πειρῶνται διὰ λόγου τινός, παρασχόμενοί τινα ἅ ἐστιν οὔτε ἀεὶ ὄντα οὔτε γεγονότα.
30λαμβάνοντες γὰρ τὸ τῶν ὄντων τι εἶναι τὸ μουσικὸν ὄντα γραμματικὸν εἶναι, δεικνύουσιν ὅτι τοῦτο οὔτε ἀίδιόν ἐστιν (οὐ γὰρ ἀεὶ ἦν ὁ γραμμα‐ τικὸς μουσικός, ἀλλ’ ἦν ποτε ὅτε οὐκ ἦν), ἀλλ’ οὐδὲ γενόμενον· οὐ γὰρ γίνεται ὁ μουσικὸς γραμματικός. εἰ γὰρ γίνεται, ἤτοι ὡς ἐξ ὕλης τοῦ μουσικοῦ γίνοιτο ἂν ὁ γραμματικός, ὡς ἐκ τοῦ χαλκοῦ ὁ ἀνδριάς· ἀλλ’
35οὐκ ἔστιν ὕλη τὸ μουσικὸν τοῦ γραμματικοῦ· ἢ ὡς ἐξ ἐναντίου, ὡς ἐκ τοῦ λευκοῦ τὸ μέλαν· οὐκ ἔστι δὲ ἐναντίον τὸ γραμματικὸν τῷ μουσικῷ, ὅ γε καὶ συνυπάρχει αὐτῷ. οὐκ ἄρα τὸ μουσικὸν γραμματικὸν γίνεται. ἐξ ὧν συνάγουσι τὸ οὐ πᾶν ἄρα τὸ ὂν ἢ γενόμενόν ἐστιν ἢ ἀίδιον. ἔτι
εἰ μήτε ὁ γραμματικὸς γενόμενος μουσικὸς γραμματικὸς μουσικὸς ἐγένετο449
in Metaph
.

450

μήτε ὁ μουσικὸς γενόμενος γραμματικὸς μουσικὸς γραμματικὸς ἐγένετο, ἔστι δὲ μουσικὸς γραμματικός, ὃ μὴ γέγονεν ἔστιν. ἔτι οὐδεμία τέχνη ἐστὶν ἢ ἐπιστήμη ἣ διδάσκει τὸν μουσικὸν γραμματικόν· οὐδεὶς γὰρ καθὸ μουσικός ἐστι γραμματικὸς γίνεται· οὐ γὰρ ἀπὸ τούτου εἰς ἐκεῖνο ἡ μεταβολή, ἀλλ’
5ἀμφότερα καθὸ ἄνθρωπος. δύναται τὸ λεγόμενον ὑπὸ τῶν σοφιστῶν καὶ οὕτω λέγεσθαι. ἂν ᾖ γεγονώς τις γραμματικὸς πρῶτον, εἶτα μουσικός, οὗτος οὐ γέγονε μὲν μουσικὸς ὢν γραμματικός, ἔστι δὲ μουσικὸς ὢν γραμ‐ ματικός. ὁ οὖν λέγων ‘μουσικὸς ὢν γραμματικός ἐστι‘ λέγει καὶ μουσικός ἐστι γραμματικός. περὶ δὲ τῶν καθ’ αὑτὰ ὄντων ἦν λεγόμενον τὸ ἀίδια
10αὐτὰ ἢ γενόμενα εἶναι. ἔτι ὡς ἔστι, κατὰ συμβεβηκὸς δὲ ἔστιν, οὕτω καὶ ἐγένετο· ὁ γὰρ μουσικὸς γενόμενος εἰ προϋπῆρχεν ὢν γραμματικός (οὐ γὰρ δὴ ἄμφω ἅμα ἐγένετο καὶ γραμματικὸς καὶ μουσικός), κατὰ συμβε‐ βηκὸς ὁ γραμματικὸς μουσικὸς ἐγένετο. ὡς οὖν τὰ τοιαῦτα ἔστιν, οὕτω καὶ γίνεται. τὰ μὲν οὖν ὑπὸ τῶν σοφιστῶν τοιαῦτα, ὁ δ’ Ἀριστοτέλης
15τὸν λόγον αὐτῶν οὕτως ἐξήνεγκεν· ἐρωτῶσι γάρ, φησίν, εἰ πᾶν ὃ ἂν , μὴ ἀεὶ δ, γέγονε, τουτέστιν εἰ πᾶν ὅπερ ἤδη ἐστίν, ἦν δέ ποτε ὅτε οὐκ ἦν, ἄρα γέγονεν· εἰ γὰρ πρότερον μὴ ὂν νῦν ἐστι, φανερὸν ὅτι γέ‐ γονεν· ὥστε εἰ ὁ Κορίσκος μουσικὸς ὢν γραμματικός ἐστι, πρότερον μὴ ὤν, γέγονεν ὁ μουσικὸς γραμματικὸς καὶ ἔμπαλιν ὁ γραμματικὸς μουσικός·
20κἂν ἄλλο τι ἐρωτῶσι τοιοῦτόν ἐστιν· ὥστε τὸ συμβεβηκός, ὥσπερ λέγομεν, ἐγγὺς τοῦ μὴ ὄντος ἐστίν. ἀλλὰ καὶ ἐκ τῶν ἤδη ῥηθησομένων φανερὸν ὅτι τὸ συμβεβηκὸς ἐγγύς ἐστι τοῦ μὴ ὄντος. τῶν μὲν γὰρ ἄλλον τρό‐ πον ὄντων, ἤτοι τῶν μὴ κατὰ συμβεβηκὸς ὄντων ἀλλὰ κυρίως ὄντων, ἔστι γένεσις καὶ φθορ, τῶν δὲ κατὰ συμβεβηκὸς ὄντων γένεσις καὶ
25φθορὰ οὐκ ἔστι· τὰ ἄρα κατὰ συμβεβηκὸς ὄντα μὴ ὄντα ἐστί. πῶς δὲ τῶν κατὰ συμβεβηκὸς ὄντων γένεσις καὶ φθορὰ οὐκ ἔστιν αὐτὸς μετ’ ὀλί‐ γον ἐρεῖ, καὶ ἐγὼ ἐκεῖσε γενόμενος ἐρῶ. p. 1026b24 Ἀλλ’ ὅμως λεκτέον ἔτι περὶ τοῦ συμβεβηκότος ἐφ’ ὅσον ἐνδέχεται, τίς ἡ φύσις αὐτο.
30 Εἰπὼν ὅτι τὸ συμβεβηκὸς ἐγγύς ἐστι τοῦ μὴ ὄντος, νῦν λέγει τὴν αἰτίαν τοῦ πῶς, εἰ καὶ τῶν μὴ ὄντων ὄν, ὅλως μετὰ τῶν ὄντων συνηρίθ‐ μηται. λέγει δὲ ὅτι εἰ καὶ τῶν μὴ ὄντων τρόπον τινά ἐστιν, ὅμως, ᾗ μὲν ὅλως ὅταν γένηται ἔστι, ἐπὶ τούτῳ λέγεται ὄν, ᾗ δέ, ὡς ἐρεῖ, τῶν ἐπ’ ἔλαττόν ἐστι καὶ σπανίως γινομένων, ἐστὶ μὴ ὄν. καὶ διὰ τοῦτο οὐδ’
35ἔστιν αὐτοῦ ἐπιστήμη· αἱ γὰρ ἐπιστῆμαι ἢ τῶν ἀεὶ ἢ τέως τῶν ὡς ἐπὶ450
in Metaph
.

451

τὸ πολύ εἰσιν. ὅμως, φησίν, λεκτέον ἔτι περὶ τοῦ συμβεβηκότος ὅσον ἐνδέχεται, τίς ἡ φύσις αὐτοῦ καὶ διὰ τίνα αἰτίαν ἔστι, καὶ διὰ τί ἐστί τι τῶν ὄντων καὶ ὅλως ὄν· ἅμα δὲ εἰποῦσι τὴν φύσιν αὐτοῦ δῆλον ἔσται καὶ διὰ τί οὐκ ἔστιν αὐτοῦ ἐπιστήμη. καὶ λέγει ὅτι ἐπειδὴ τῶν
5ὄντων τὰ μὲν ἀεὶ καὶ ἐξ ἀνάγκης ἐστίν (ἀεὶ γὰρ καὶ ἐξ ἀνάγκης ὁ ἄν‐ θρωπος ζῷόν ἐστιν· ἐπειδὴ δὲ ἀναγκαῖον λέγεται καὶ τὸ βίαιον, ὡς ἐν τῷ πρὸ τούτου εἴρηται βιβλίῳ, προσέθηκεν οὐ τῆς κατὰ τὸ βίαιον ἀνάγκης· ἀεὶ γὰρ ὁ ἄνθρωπος καὶ ἐξ ἀνάγκης ζῷόν ἐστιν, ἀλλ’ οὐχ ὅτι βίᾳ ζῷόν ἐστι, τοῦτό φαμεν, ἀλλ’ ὅτι οὐκ ἐνδέχεται μὴ εἶναι ζῷον),
10ἐπειδὴ οὖν τὰ μὲν ἀεὶ καὶ ἐξ ἀνάγκης ἐστί, τὰ δὲ ἐξ ἀνάγκης μὲν οὐκ ἔστιν οὐδὲ ἀεί, ὡς ἐπὶ τὸ πολὺ δέ (οὔτε γὰρ ἐξ ἀνάγκης εἰσὶν οἱ ἄνθρωποι πενταδάκτυλοι οὔτε ἀεί, ἀλλ’ ὡς ἐπὶ τὸ πολύ), τοῦτο δὴ ἀρχή ἐστι καὶ αἴτιον τοῦ εἶναι τὸ συμβεβηκός. τὸ γὰρ τοῦ ὡς ἐπὶ τὸ πολὺ διάλειμμα τοῦτό ἐστι τὸ συμβεβηκός. ὑπὸ κύνα γὰρ ἀεὶ πνίγους γινομένου εἴ
15ποτε γένηται ψῦχος, τοῦτο δὴ τὸ τὴν συνέχειαν τοῦ ὡς ἐπὶ πολὺ ἐκκόψαν λέγει συμβεβηκός, καί φαμεν ὅτι συνέβη ψῦχος ὑπὸ κύνα γενέσθαι. ὥσπερ εἰ νοήσαις γραμμὰς δύο συνεχῶς αὐξομένας, ἀλλὰ τὴν μὲν μίαν ἀεὶ συν‐ εχῶς καὶ ἐπ’ ἄπειρον αὐξομένην, τὴν δὲ λοιπὴν καὶ αὐτὴν μὲν συνεχῶς ἄχρι δέ τινος αὐξομένην, εἶτα στᾶσαν καὶ πάλιν ἀρξαμένην γίνεσθαι· ἡ
20μὲν οὖν προτέρα ἡ συνεχῶς ἀεὶ γινομένη ἢ αὐξομένη ἀναλογεῖ τῷ ἀεὶ ὄντι καὶ ἀναγκαίῳ, ἡ δὲ λοιπὴ τῷ ὡς ἐπὶ πολὺ γινομένῳ, οὐκ ἀεὶ δὲ ὄντι. ὥστε ἂν ὑπὸ κύνα χειμὼν γένηται ἢ ψῦχος, φαμὲν ὅτι συνέβη χειμῶνα ἢ ψῦχος γενέσθαι, ἂν δὲ ἀλέα ἢ πνῖγος, οὔ φαμεν ὅτι συνέβη· ἀεὶ γὰρ ἢ ὡς ἐπὶ τὸ πολὺ ὑπὸ κύνα πνῖγος γίνεται. ἀλλὰ καὶ τὸ ὑγι‐
25άζειν τὸν οἰκοδόμον συμβεβηκὸς λέγει· οὔτε γὰρ ἀεὶ ὁ οἰκοδόμος ὑγιάζει οὔθ’ ὡς ἐπὶ τὸ πολύ· οὐ γὰρ πέφυκεν ὁ οἰκοδόμος ὑγιάζειν ἀλλ’ ὁ ἰα‐ τρός. ἀλλὰ καὶ ὁ ὀψοποιός, ἡδονὴν ποιῆσαι διὰ τῶν βρωμάτων στοχαζό‐ μενος, ποιήσειεν ἄν τινι τὸ τοιόνδε βρῶμα ὑγιεινὸν κατὰ συμβεβηκός· συν‐ έβη γὰρ ὑγίειαν ποιῆσαι τὸ τοιόνδε βρῶμα. καὶ τρόπον μέν τινα ποιεῖ
30ὑγιεινόν, ἁπλῶς δ’ οὔ· ᾗ μὲν γὰρ ὑπὸ τοῦ ὀψοποιοῦ γέγονεν ἡ τοιάδε τροφὴ δι’ ἧς ὑγίανεν ὁ νοσῶν, ἐποίησεν ὑγιεινὸν ὁ ὀψοποιός· ᾗ δὲ οὐ τοῦ ποιῆσαι ὑγιεινὸν ἐστοχάζετο ἀλλὰ μόνον ποιητικὸν ἡδονῆς, οὐ ποιεῖ ὑγιει‐ νόν. καὶ τῶν μὲν ἄλλων, ἤτοι τῶν ὡς ἐπὶ τὸ πολὺ καὶ ἐξ ἀνάγκης, εἰσὶν αἰτίαι καὶ δυνάμεις ποιητικαὶ ὡρισμέναι, τῶν δὲ κατὰ συμβεβηκὸς γινο‐
35μένων οὐδεμία τέχνη ἢ δύναμίς ἐστιν ὡρισμένη. τοῦ γὰρ ἐντυχεῖν ὅπερ ἐπόθεις καὶ πάλαι ἐζήτεις βιβλίον οὐδεμία τέχνη ἢ δύναμίς ἐστιν ὡρι‐ σμένη, ἀλλ’ αἴτια μυρία ἂν εἴη· καὶ γὰρ τὸ εἰς ἀγορὰν ἐλθεῖν καὶ τὸ διώκεσθαι ἢ διώκειν καὶ ἄλλα μυρία· τῶν γὰρ κατὰ συμβεβηκὸς ὄντων
ἢ γινομένων καὶ τὰ αἴτια κατὰ συμβεβηκὸς καὶ ἀόριστα. ὥστε ἐπεὶ οὐ451
in Metaph
.

452

πάντα ἐστὶν ἐξ ἀνάγκης καὶ ἀεὶ ὄντα ἢ γινόμενα, ἀλλ’ εἰσὶ τὰ πλεῖστα τῶν ὡς ἐπὶ πολύ, φησὶν εἶναι τὸ κατὰ συμβεβηκὸς ὄν· ἐπεὶ γὰρ οὔτ’ ἀεὶ οὔθ’ ὡς ἐπὶ τὸ πολύ ἐστι λευκὸς ὁ ἄνθρωπος, ἀλλὰ γίγνεταί ποτε, κατὰ συμβεβηκός ἐστιν· ἢ μᾶλλον ἐπειδὴ οὔτ’ ἀεὶ οὔθ’ ὡς ἐπὶ τὸ πολὺ γίνεται
5θησαυροῦ εὕρεσις, κατὰ συμβεβηκός ἐστιν. εἰ δ’ οὐ λέγει τις τὴν θησαυ‐ ροῦ εὕρεσιν καὶ τὰ τοιαῦτα κατὰ συμβεβηκὸς ὄντα, ἐξ ἀνάγκης αὐτὰ ἐρεῖ· καὶ ἔσονται πάντα ἐξ ἀνάγκης. ἀλλὰ τῶν ἐξ ἀνάγκης ὄντων καὶ τὰ αἴτια ὡρισμένα, τούτων δ’ οὐδενός ἐστι τὸ αἴτιον ὡρισμένον. ἄλλως τε δέδεικται κἀν τῷ δευτέρῳ τμήματι τοῦ Περὶ ἑρμηνείας ὅτι οὐ πάντα ἐξ ἀνάγκης
10εἰσὶν ἀλλ’ ἔστι τὸ ἐνδεχόμενον. ἀλλὰ τί αἴτιον τοῦ εἶναι τὸ συμβεβηκός; ἢ ἡ ὕλη ἡ ἐνδεχομένη ἄλλως ἔχειν παρὰ τὸ ὡς ἐπὶ τὸ πολύ. ἐπειδὴ γὰρ ἡ ὕλη αὕτη μὲν ἐπιτηδεία γέγονε δέξασθαι τὸ γενέσθαι τουτουσὶ πενταδακτύ‐ λους, αὕτη δ’ οὔ, καὶ ἔχει τοιαύτην φύσιν τοῦ ποτὲ μὲν τοῦτο δύνασθαι, τὸ πενταδακτύλους γίνεσθαι, ποτὲ δὲ καὶ ἄλλως, ἤτοι τὸ τετραδάκτυλον ἢ
15ἑξαδάκτυλον ἢ ἄλλον τινὰ ἀριθμόν, αὕτη ἐστὶν ἡ αἰτία τοῦ ὑπάρχειν τὸ συμ‐ βεβηκός. εἰπὼν δὲ τί ποτέ ἐστι τὸ συμβεβηκός, δίδωσιν ἡμῖν μέθοδον ἢ κανόνα, πῶς ἂν ἀποδεικνύοιμεν ὅτι ἔστι τὸ συμβεβηκός. καί φησιν ὅτι εἰ μέλλοι τις δεικνύναι ὅτι ἔστι τὸ συμβεβηκός, ὡς ἀρχὴν λαμβανέτω τὸ εἶναί τι παρὰ τὸ ἀεὶ καὶ ὡς ἐπὶ τὸ πολύ. τοῦτο δὲ λάβοι ἄν, εἴπερ
20ἐρωτᾷ τὸν προσδιαλεγόμενον, ἆρά γε ἔστι τι παρὰ τὸ ὡς ἐπὶ τὸ πολὺ καὶ ἀεί, ἢ οὔ; ἐκεῖνος δὲ ὑπὸ τῆς ἐναργείας πειθόμενος πάντως δώσει τὸ εἶναί τι παρὰ ταῦτα· τοῦτο δέ ἐστι τὸ ὁπότερον ἔτυχεν ἤτοι τὸ συμβεβηκός. τοῦτο εἰπὼν ἐρωτᾷ πότερον τὸ μὲν ὡς ἐπὶ τὸ πολύ ἐστιν ἐν τοῖς οὖσι, τὸ δὲ ἀεὶ καὶ ἐξ ἀνάγκης οὐκ ἔστιν, ἢ ἔστιν ἄττα ἀίδια, ὥσπερ καὶ ἐπὶ
25τὸ πολύ; καὶ ἐρωτήσας ἀποκρίνεται ὅτι περὶ τούτων ὕστερον ἔσται ἐπι‐ σκέψασθαι· καὶ ἐρεῖ ἐν τῷ Κ μὲν ἀμυδρότερον τῆσδε τῆς πραγματείας, τελείως δὲ ἐν τῷ Λ. Ταῦτα εἰπὼν λέγει ὅτι φανερόν ἐστιν ἐκ τούτων ὡς τοῦ συμβεβηκότος οὐκ ἔστιν ἐπιστήμη. αἱ ἐπιστῆμαι γὰρ ἢ τῶν ἀεί εἰσιν ἢ τῶν ὡς ἐπὶ τὸ
30πολύ, καὶ δεῖ ὧν ἐστιν ἐπιστήμη ὡρίσθαι ταῦτα καὶ ἐν αὐτοῖς εἶναι, λέγω δὴ ἢ ἐν τῷ ἀεὶ ἢ ἐν τῷ ὡς ἐπὶ τὸ πολύ, καὶ μὴ ὑπερβαίνειν αὐτά. τὸ γὰρ ὑπὲρ αὐτὰ τὸ συμβεβηκός ἐστιν· οἷον διδάξει τίς τινα ὅτι τὸ μελί‐ κρατον τῷ πυρέττοντι ὠφέλιμόν ἐστιν, ὅτι ὡς ἐπὶ τὸ πολὺ ὠφελεῖ τοὺς πυρέττοντας· τὸ δὲ παρὰ τὸ ὡς ἐπὶ τὸ πολὺ οὐχ ἕξει διδάξαι, ὅτι τῇ
35νουμηνίᾳ φέρε ἔσται ὠφέλιμον· τοῦτο γὰρ ἐπ’ ἔλαττον γίνεται. οὐ γὰρ ὡς ἐπὶ τὸ πολὺ ὠφελεῖται ὁ ἐν τῇ νουμηνίᾳ τὸ μελίκρατον πίνων, ἀλλὰ μᾶλλον διὰ τὸ ὡς ἐπὶ τὸ πολὺ πίνων ὠφελεῖσθαι συμβαίνει εἶναι καὶ τῇ
νουμηνίᾳ ὠφέλιμον. ὥστε καὶ ἔμπαλιν τὸ ἐν τῇ νουμηνίᾳ ὠφέλιμον ἢ ἀεί452
in Metaph
.

453

ἐστιν ὠφέλιμον ἢ ὡς ἐπὶ τὸ πολύ. τὸ δὲ συμβεβηκός ἐστι παρὰ τὸ ἀεὶ καὶ τὸ ὡς ἐπὶ τὸ πολύ· ὥστε τοῦ συμβεβηκότος ἐπιστήμην οὐκ ἔχομεν. p. 1027a26 Τί μὲν οὖν ἐστι τὸ συμβεβηκὸς καὶ διὰ τίνα αἰτίαν, καὶ ὅτι ἐπιστήμη οὐκ ἔστιν αὐτοῦ εἴρηται.
5 Εἰπὼν τίς ἡ φύσις τοῦ συμβεβηκότος ὅτι τὸ ἐπίσης καὶ τὸ ἐπ’ ἔλατ‐ τον ἐνδεχόμενον, καὶ διὰ τίνα αἰτίαν ἐστίν, ὅτι διὰ τὴν ὕλην τὴν δυνα‐ μένην καὶ παρὰ τὸ ὡς ἐπὶ τὸ πολὺ ἄλλως ἔχειν, καὶ ὅτι ἐπιστήμη αὐτοῦ οὐκ ἔστιν (αἱ γὰρ ἐπιστῆμαι ἢ τῶν ἀεὶ ἢ τῶν ὡς ἐπὶ τὸ πολύ εἰσι, τοῦτο δὲ παρὰ ταῦτα εἴρηται), ἐπιφέρει
10p. 1027a29 Ὅτι δέ εἰσιν ἀρχαὶ καὶ αἴτια ἄνευ τοῦ γίγνεσθαι φανερόν. Πρόκειται αὐτῷ δεῖξαι ὅτι τῶν κατὰ συμβεβηκὸς ὄντων καὶ τὰ αἴτια κατὰ συμβεβηκός εἰσι, καὶ ἄνευ γενέσεως καὶ φθορᾶς εἰσι καὶ οὔκ εἰσιν, ὥσπερ καὶ αἱ ἁφαὶ καὶ τὰ νῦν τὰ τῶν χρόνων πέρατα. ὡς γὰρ αἱ ἁφαὶ καὶ
15τὰ νῦν ἄνευ γενέσεώς εἰσι καὶ πάλιν ἄνευ φθορᾶς οὔκ εἰσιν, οὕτω καὶ τῶν κατὰ συμβεβηκὸς ὄντων καὶ τὰ αἴτια κατὰ συμβεβηκὸς ὄντα ἄνευ τοῦ γίνεσθαί εἰσι καὶ ἄνευ τοῦ φθείρεσθαι οὔκ εἰσιν. ἡ γὰρ οἰκοδομηθεῖσα οἰκία τῷ μέν ἐστιν ἡδεῖα τῷ δὲ βλαβερά, καὶ τῷδε μὲν τῷ γειτονοῦντι σκιὰν ποιεῖ τῷδε δὲ οὐ ποιεῖ. ὁ μὲν οὖν οἰκοδόμος, ὅς ἐστι καθ’ αὑτὸ ἀρχὴ καὶ αἴτιον τῆς οἰκίας,
20καὶ τοῦ συμβάντος τῇ οἰκίᾳ ἢ τοῦ λυπηρὰν εἶναι ἢ τοῦ σκιάζειν αἴτιος μέν ἐστιν, ἀλλὰ κατὰ συμβεβηκός· ὥστε ὁ οἰκοδόμος ὡς μὲν αἴτιος τῆς οἰκίας γέγονε (διὰ γενέσεως ἤτοι μαθήσεως εἰς τὸ εἶναι οἰκοδόμος ἤχθη), καὶ φθεί‐ ρεται πάλιν ὡς αἴτιος τῆς οἰκίας. ἐπεὶ γὰρ συνέβη τῷ οἰκοδόμῳ τῷ αἰτίῳ ὄντι καθ’ αὑτὸ τῆς οἰκίας γενέσθαι αἰτίῳ καὶ τοῦ σκιάζειν αὐτὴν
25τὸν γείτονα ἢ λυπεῖν, ἔστι μὲν αἴτιος καὶ τοῦ σκιάζειν αὐτήν, ἀλλ’ οὐ διὰ γενέσεως καὶ μαθήσεως εἰς τοῦτο ἤχθη, ὥσπερ εἰς τὸ εἶναι οἰκοδόμος. ὡς γὰρ ἐκ μὴ ἀνθρώπου διὰ γενέσεως εἰς τὸ εἶναι ἄνθρωπος ἤχθη, οὕτω καὶ ἐκ μὴ οἰκοδόμου διὰ γενέσεώς τινος καὶ μαθήσεως καὶ ὅλως χρονικῆς παρα‐ τάσεως εἰς τὸ εἶναι οἰκοδόμος καὶ δύνασθαι ποιεῖν οἰκίαν ἧκεν· εἰς δὲ τὸ τῷ
30μὲν ἡδεῖαν εἶναι τὴν οἰκίαν, τῷ δὲ λυπηράν, οὐδαμῶς διὰ τοιούτου τινὸς ἧκεν. ὅλως γὰρ οὐδ’ ἐσπούδασεν οὐδ’ ἐφρόντισε περὶ τούτου ὥσπερ περὶ τοῦ ποιεῖν οἰκίαν, ἀλλ’ ἀχρόνως συνέβη αὐτῷ τὸ γίνεσθαι αἴτιον αὐτὸν τοῦ λυπεῖν τὴν οἰκίαν. διὰ γὰρ τὸ τὸν λυπηθέντα οὕτω διακεῖσθαι ὥστε ῥᾳδίως καὶ ὑπὸ τῶν τυχόντων πάσχειν, ἐπὶ τούτῳ γέγονεν ὁ οἰκοδόμος ὁ
35ταύτην ποιήσας αἴτιος τοῦ λυπηρὰν αὐτὴν εἶναι, ἐπεὶ εἴ τις ἕτερος τῶν453
in Metaph
.

454

ὑγιεινῶς διακειμένων εἰσέλθοι, οὐκ ἂν λυπηθείη. καὶ περὶ τούτου ἐρεῖ πάλιν ἐν τῷ Κ ταύτης τῆς πραγματείας. ὥσπερ δὲ αἴτιος ὢν καθ’ αὑτὸ ὁ οἰκοδόμος τῆς οἰκίας διὰ γενέσεως τοῦτο ἐγένετο, οὕτως πάλιν ὡς μὲν αἴτιος τῆς οἰκίας διὰ φθορᾶς φθαρήσεται, καὶ ὡς ἀχρόνως αἴτιος γέγονε
5τοῦ λυπηρὰν αὐτὴν εἶναι, οὕτω πάλιν καὶ ἀχρόνως φθείρεται. αὐτὸς δὲ δείκνυσι τοῦτο πρότερον μὲν ὡς ὁμολογούμενον λαβὼν ὅτι ὧν τὰ αἴτια καὶ αἱ ἀρχαὶ διὰ γενέσεως γέγονε, ταῦτα ἐξ ἀνάγκης ἐστίν. εἰ οὖν ὧν τὰ αἴτια, ὥσπερ ἐπὶ τῆς οἰκίας, διὰ γενέσεως γέγονε, ταῦτα ἐξ ἀνάγκης εἰσίν, ἅπερ ἄρα οὐκ ἐξ ἀνάγκης εἰσί, τούτων τὰ αἴτια ἄνευ γενέσεώς εἰσι
10καὶ ἄνευ φθορᾶς οὔκ εἰσιν. εἰ γὰρ μὴ τοῦτο, φησί, τουτέστιν εἰ μὴ τῶν κατὰ συμβεβηκὸς ὄντων τὰ αἴτια κατὰ συμβεβηκός ἐστι καὶ γενητὰ καὶ φθαρτὰ τυγχάνει ἄνευ τοῦ γίνεσθαι καὶ φθείρεσθαι, ἀλλ’ ἀναγκαῖά ἐστι καὶ καθ’ αὑτὸ τὰ αἴτια αὐτῶν, καὶ γενητὰ καὶ φθαρτὰ διὰ γενέσεως καὶ φθορᾶς, εἰ οὖν μὴ τῶν κατὰ συμβεβηκὸς ὄντων τὰ αἴτια κατὰ συμβεβηκὸς
15ἀλλ’ ἐξ ἀνάγκης, καὶ αὐτὰ ἐξ ἀνάγκης ἔσται· κεῖται γὰρ ὅτι ὧν τὰ αἴτια ἐξ ἀνάγκης, καὶ αὐτὰ ἐξ ἀνάγκης. ἀλλ’ εἰ τοῦτο, πάντα ἐξ ἀνάγκης ἔσται, ὅπερ ἀδύνατον. ὅτι δὲ ὧν τὰ αἴτια ἐξ ἀνάγκης, καὶ αὐτὰ ἐξ ἀνάγκης εἰσὶ δῆλον. τῆς γὰρ οἰκίας τῆς οἰκοδομουμένης ἢ τῆς ἣν ᾠκοδόμησεν αἴτιος ὢν ἐξ ἀνάγκης καὶ καθ’ αὑτὸ ὁ οἰκοδομῶν καὶ ὃς ᾠκοδόμησεν, ὅταν
20οἰκοδομῆται ἐξ ἀνάγκης ἐστὶ καὶ ὁ οἰκοδομῶν, καὶ τοῦ οἰκοδομοῦντος ὄντος ἐξ ἀνάγκης οἰκοδομεῖται, καὶ ἡ ἤδη οὖσα οἰκία ἐξ ἀνάγκης ᾠκοδομήθη. τὸ γὰρ ὂν ὅτε ἔστιν ἐξ ἀνάγκης ἔστιν. ἐπειδὴ δέ ἐστιν ἡ οἰκία ἐξ ἀνάγκης, ἕπεται αὐτῇ τὸ οἰκοδομηθῆναι· εἰ γὰρ μὴ ᾠκοδομήθη, οὐκ ἂν ἦν. πάντα δή, φησίν, ἐξ ἀνάγκης ἔσται, εἰ τοῦ γινομένου καὶ φθειρομένου μὴ κατὰ
25συμβεβηκὸς ἀνάγκη αἴτιόν τι εἶναι. δεῖ δὲ προσυπακούειν τὸ παντός, ἵνα ᾖ, εἰ παντὸς τοῦ γιγνομένου καὶ τοῦ φθειρομένου μὴ κατὰ συμβεβηκὸς αἴτιόν τι ἀνάγκη εἶναι. καὶ εἴη ἂν τὸ λεγόμενον τοιοῦτον· εἰ πάντων τῶν γινομένων καὶ φθειρομένων οὐκ ἔστιν αἴτιον κατὰ συμβεβηκός, ἵνα ἐκ τούτου ὑπάρχῃ τινὰ γενητὰ καὶ φθαρτὰ ἄνευ τοῦ γίγνεσθαι καὶ φθείρεσθαι, ἤτοι
30ἄνευ γενέσεως καὶ φθορᾶς, ἀλλ’ ἐστὶ παντὸς τοῦ γινομένου καὶ φθειρομένου τὸ αἴτιον καθ’ αὑτό, ἐξ ἀνάγκης πάντα ἔσται καὶ οὐδὲν ὅλως ἔσται συμβεβη‐ κός. ὧν γάρ, ὡς πολλάκις εἴρηται, τὰ αἴτια ἐξ ἀνάγκης, καὶ αὐτὰ ἀναγκαῖα. Ταῦτα εἰπὼν τρέπεται εἰς τὴν δεῖξιν τοῦ ὅτι ἔστιν αἴτια κατὰ συμ‐ βεβηκὸς ἄνευ τοῦ γίγνεσθαι καὶ φθείρεσθαι, καί φησι πότερον ἔσται
35τοδὶ ἢ ο; οἷον εἰ παρακαθημένων τὴν πόλιν πολεμίων λέγομεν πότερον ἔσται τοδὶ ἢ οὔ, ἤτοι πότερον ἀποθανεῖται Νικόστρατος ἢ οὔ; φαμὲν ὡς ἐὰν τοδὶ γένηται, τουτέστιν εἴπερ ἐξέλθῃ καὶ κρατηθῇ ὑπὸ τῶν πολεμίων, θανεῖται· ἐστὶ δὴ αἴτιον τοῦ θανεῖν αὐτὸν τὸ ἐξελθεῖν. τοῦ δ’ ἐξελθεῖν πάλιν ἐστὶν αἴτιον τὸ πιεῖν ὕδωρ, τούτου δὲ τὸ διψῆσαι, τοῦ διψῆσαι δὲ
40τὸ δριμέα φαγεῖν, τοῦτο δὲ κατὰ συμβεβηκός ἐστιν αἴτιον καὶ οὐ καθ’454
in Metaph
.

455

αὑτό· ἐνδέχεται γὰρ διψῆσαι καὶ ἄνευ τοῦ δριμέα φαγεῖν· καὶ γὰρ ἐκ τοῦ πολλὰ κινηθῆναι καὶ ἐκ τοῦ πλεῖστον οἶνον πιεῖν καὶ ἐξ ἄλλων πολλῶν. εἰ δ’ ἦν τὸ τὰ δριμέα φαγεῖν τοῦ διψῆσαι καθ’ αὑτὸ αἴτιον, εἰ μὴ ἔφαγε δριμέα οὐκ ἂν ἐδίψησεν, ὥσπερ εἰ μὴ ἔστιν οἰκοδόμος οὐκ ἔσται οἰκία·
5νῦν δὲ καὶ ἄνευ τοῦ φαγεῖν τὰ δριμέα διψῇ· οὐκ ἔστιν ἄρα καθ’ αὑτὸ αἴτιον τοῦ διψῆσαι τὸ φαγεῖν ταῦτα. γέγονε δὴ τὸ διψῆσαι, αἴτιον ὂν καὶ αὐτὸ τοῦ ἐξελθεῖν, ἄνευ γενέσεως. εἰ μὲν γὰρ ὑπέκειτό τις ὕλη τῇ δίψῃ, ἥτις ἀλλοιουμένη γίνεται ὅπερ ἡ δίψα, ὥσπερ τὸ καταμήνιον ἀλλοιούμενον γίνεται ὅπερ τὸ ζῷον, τότε ἦν εἰκός, μᾶλλον δ’ ἀναγκαῖον λέγειν ὅτι διὰ
10γενέσεως ἡ δίψα γέγονεν· ἐπεὶ δὲ οὐ τοῦτο γίνεται, οὐκ εἰκός ἐστι τοῦτο λέγειν. ἀλλὰ πῶς ὅλως γίγνεται; ἢ γινομένων τινῶν περὶ τὸ σῶμα πα‐ θῶν ἐπιγίνεται αὐτοῖς ἀχρόνως ἡ δίψα ὥσπερ καὶ τὸ εἶδος τῇ ὕλῃ. εἰπὼν οὖν ὅτι ἐάν γε τοδὶ γένηται, εἰ δὲ μ, ο, τοῦτο δὲ ἂν ἄλλο, ἐπήγαγε καὶ οὕτω δῆλον ὅτι ἀεὶ χρόνου ἀφαιρουμένου ἀπὸ πε‐
15περασμένου ἥξει ἐπὶ τὸ νῦν, τουτέστιν ἀναλυομένου τοῦ χρόνου τοῦδε εἰς τόνδε καὶ τοῦδε εἰς τόνδε ἥξει ἐπὶ τὸ νῦν, τουτέστιν εἰς ὃ νῦν ὑπάρχει, ποῦ δὲ ὑπάρχει ὁ διψῶν, δηλονότι εἰς τὸ διψῆν. εἶτα καὶ παράδειγμα τοῦ ἀποθανεῖν βίᾳ τίθησι τὸ ἂν ἐξέλθ. τοῦ δὲ ἀποθανεῖν νόσῳ οὐ τίθησιν, ἡμεῖς δ’ ἐροῦμεν μετ’ ὀλίγον, ὅταν πάλιν αὐτοῦ μνησθῇ· μνησθή‐
20σεται γάρ. εἰπὼν οὖν ὅτι καὶ οὕτως ἥξει εἰς ὃ νῦν ὑπάρχει, ἐπή‐ γαγε παράδειγμα τοῦ εἰς ὃ νῦν ὑπάρχει τὸ ἀποθανεῖται εἰ ἐξέλθοι· τοῦτο δὲ ἂν ἄλλο· καὶ οὕτως ἥξει εἰς ὃ νῦν ὑπάρχει, καὶ τοῦτο εἰπὼν προστίθησι τὸ ἢ εἰς τῶν γεγονότων τι. δοκεῖ δὲ τὸ ἑπόμενον παρά‐ δειγμα, τὸ οἷον ἐὰν διψήσ· τοῦτο δὲ εἰ ἐσθίει δριμέα, τοῦ ἢ εἰς
25τῶν γεγονότων τι εἶναι, οὐκ ἔστι δὲ αὐτοῦ, ἀλλὰ τοῦ προτέρου ἐστὶ καὶ τοῦτο. ὃ δὴ καὶ συννενοηκὼς ἐπαναλαμβάνει πάλιν μετ’ ὀλίγον τὸν λόγον, ἵνα καὶ αὐτοῦ θήσει παράδειγμα, ὅταν λέγῃ ὁμοίως δὲ κἂν ὑπερπηδήσῃ τις εἰς τὰ γενόμενα. τὸ γὰρ γενόμενα καὶ τὸ γενο‐ μένων παρεληλυθότων εἰσὶ δηλωτικά. τέως δ’ οὖν εἰπὼν οἷον ἐὰν δι‐
30ψήσ, τοῦτο δ’ εἰ ἐσθίει δριμέα, ἐπήγαγε τοῦτο δὲ τὸ ἐσθίειν δριμέα ἢ ὑπάρχει ἢ οὐχ ὑπάρχει. τὸ δὲ ὥστε ἐξ ἀνάγκης ἀπο‐ θανεῖται ἢ οὐκ ἀποθανεῖται συμπέρασμά ἐστι τῶν εἰρημένων, ἴσον λέγων τῷ ὥστε τούτων οὕτως ἐχόντων, εἰ μὲν ἐξέλθοι πιεῖν, ἐξ ἀνάγκης ἀποθανεῖται, εἰ δὲ μὴ ἐξέλθοι, οὐκ ἀποθανεῖται. οὕτω ταῦτα εἰπὼν ἐπα‐
35ναλαμβάνει, ὥσπερ εἴρηται, τὸν λόγον, καὶ τίθησι καὶ τῶν γεγονότων πα‐ ραδείγματα. ὁμοίως δὲ κἂν ἀπὸ τῶν παρεληλυθότων ἄρξηταί τις καὶ πρὸς τὰ μέλλοντα καταντήσῃ, ἀλλὰ μὴ ἀπὸ τῶν μελλόντων, ὥσπερ καὶ πρό‐ τερον, καὶ ἐπὶ τὸν ἐνεστῶτα, τὸ αὐτὸ γενήσεται. ἤδη γὰρ τὸ γεγονὸς
ὑπάρχει ἔν τινι. εἰ δὴ ἀπὸ τούτου ἀρξόμεθα, ὡς εἴρηται, ἥξομεν ἐπὶ τὸ455
in Metaph
.

456

νῦν, ὅπερ ἔσται κατὰ συμβεβηκὸς αἴτιον. ἀλλὰ τί ποτέ ἐστι τὸ ἤδη γὰρ γε‐ γονὸς ὑπάρχει ἔν τινι; ἢ τὸ τὰ στοιχεῖα εἶναι ἐν τῷ ζῶντι· ἐπειδὴ γὰρ ἤδη ζῇ, ὑπάρχει ἐν αὐτῷ τὰ στοιχεῖα. ὅδε οὖν ζῇ, ὅτι τὰ ἐναντία πῦρ καὶ γῆ καὶ τὰ μεταξὺ ἐν τῷ αὐτῷ γέγονε· καὶ εἰ τοῦτο, ἀποθανεῖται. ἐξ ἀνάγκης
5ἄρα τὸ ἐξ ἐναντίων γεγονὸς ἀποθανεῖται. ἀλλὰ τὸ αἴτιον τοῦ θανάτου ἄδηλον, διότι ἐστὶ κατὰ συμβεβηκὸς καὶ οὐ καθ’ αὑτό· ἐνδέχεται γὰρ καὶ νόσῳ καὶ βίᾳ ἀποθανεῖν. ἔσται δὴ ὁ λόγος, ἵνα πάλιν ἐπαναλάβωμεν, τοιοῦτος· ὁδὶ ἀποθανεῖται, ὅτι τὰ ἐναντία ἐν αὐτῷ γέγονεν· ἀποθανεῖ‐ ται δὲ εἰ νοσήσει· ἕπεται γὰρ τοῖς ἐξ ἐναντίων οὖσι διὰ τὴν τούτων
10μάχην τὸ νοσεῖν· νοσήσει δὲ φέρε εἰπεῖν ὕδρωπα, τοῦτο δὲ ἢν ὕδωρ πίῃ· ὥστε εἰ πίοι ὕδωρ ὕδρωπι περιπεσεῖται, τοῦτο δὲ παθὼν θανεῖται. καὶ ἔστι τὸ ὕδωρ πιεῖν αἴτιον τοῦ ὕδρωπος, ὥσπερ καὶ οὗτος τοῦ θανεῖν, ἀλλ’ οὐ καθ’ αὑτό· ἐνδέχεται γὰρ καὶ μὴ πιόντα ὕδωρ ὕδρωπα νοσῆσαι. ταῦτα οὖν ἐστιν ἅπερ ἀνωτέρω ἐπηγγειλάμεθα εἰπεῖν παραδείγματα περὶ
15τοῦ ὅπως νόσῳ θανεῖται· εἴρηται δὲ ἀνωτέρω καὶ τοῦ βίᾳ, ἦν δὲ τὸ ὑπὸ πολεμίων κρατηθῆναι. δῆλον οὖν ἐκ τῶν εἰρημένων ὅτι οὐκ ἐπ’ ἄπειρον βαδίζομεν ἄλλο ἄλλου αἴτιον ἀποδιδόντες, ἀλλὰ καταντῶμεν εἴς τι αἴτιον, οἷον τὸ δριμέα φαγεῖν, καὶ ἀρχὴν ἧς οὐκ ἔστιν ἄλλο αἴτιον· καὶ ἔστιν αὕτη ἀρχὴ τοῦ ὁπότερ’ ἔτυχε, λέγω δὴ τοῦ ἀποθανεῖν. εἰ μὲν γὰρ
20ἐξέλθῃ, θανεῖται, εἰ δὲ μή, οὐ θανεῖται· ἐστὶ δὴ τοῦ ὁπότερ’ ἔτυχεν, ἤτοι τοῦ συμβεβηκότος, καὶ τὸ αἴτιον κατὰ συμβεβηκός· συνέβη γὰρ δριμέα φαγόντα διψῆσαι. ταῦτα εἰπὼν λέγει ὅτι τὸ τοιοῦτον αἴτιον, λέγει δὲ τὸ κατὰ συμβεβηκός, πότερον ὑλικὸν χρὴ λέγειν ἢ τελικὸν ἢ κινητικὸν ἤτοι ποιητικόν; καὶ ἐρωτήσας οὐκ ἐπικρίνει διὰ τὸ δῆλον εἶναι ὅτι τοῖς
25ποιητικοῖς αἰτίοις συναριθμεῖν αὐτὸ χρὴ καὶ οὐδενὶ τῶν ἄλλων. p. 1027b17 Περὶ μὲν οὖν τοῦ κατὰ συμβεβηκὸς ὄντος ἀφείσθω· διώρισται γὰρ 〈ἱκανῶσ· τὸ δὲ ὡς ἀληθὲς ὄν. Εἰπὼν περὶ τοῦ κατὰ συμβεβηκὸς ὄντος ὅσα εἰκὸς ἦν εἰπεῖν ὡς πρὸς τὴν παροῦσαν χρείαν λέγει ὅτι τὸ μὲν κατὰ συμβεβηκὸς ὂν ἀφείσθω· ἱκα‐
30νῶς γὰρ περὶ τούτου διώρισται. ἐπεὶ δὲ λέγεται καὶ τὸ ἀληθὲς ὂν καὶ τὸ ψεῦδος μὴ ὄν, λέγει ὅτι παρὰ σύνθεσιν καὶ διαίρεσίν ἐστιν. ὅταν γὰρ τὸ ὑπάρχον τινὶ συνθῶμεν αὐτῷ, οἷον εἰ τὸ καθῆσθαι ὑπάρχει Σωκράτει καὶ λέγομεν ὅτι Σωκράτης κάθηται, τουτὶ ὂν λέγεται ἀληθὲς ὄν, διὰ τὸ τὸ ὑπάρχον συνθεῖναι ἤτοι κατηγορῆσαι τοῦ ὑποκειμένου. εἰ δὲ καθημένου
35λέγομεν ὅτι οὐ κάθηται, ψεῦδος ὂν μὴ ὂν λέγεται, διὰ τὸ ψευδῶς διελεῖν
ἤτοι ἀποφῆσαι τοῦ Σωκράτους τὸ καθῆσθαι. ἐπειδὴ οὖν παρὰ σύνθεσιν456
in Metaph
.

457

καὶ διαίρεσίν ἐστι τὸ ὡς ἀληθὲς ὂν καὶ τὸ μὴ ὂν ὡς ψεῦδος, τὸ δὲ σύν‐ ολον, τουτέστιν ὡς ἁπλῶς εἰπεῖν τὸ ὡς ἀληθὲς ὂν καὶ τὸ ὡς ψεῦδος μὴ ὄν, περὶ μερισμόν ἐστιν ἀντιφάσεως· τὸ μὲν γὰρ ἀληθὲς ὂν ἔχει τὴν κα‐ τάφασιν ἐπὶ τῷ συγκειμένῳ, ἤτοι τὸ ἀληθὲς ὂν συνίσταται, ὅταν τὸν κατ‐
5ηγορούμενον ἀληθῶς συνθῶμεν, καθ’ οὗ κατηγορεῖται, τὸ δὲ ὡς ψεῦδος μὴ ὄν ἐστιν, ὅταν ψευδῶς ἀπὸ τοῦ ὑποκειμένου διαιρῶμεν, καὶ ὅλως τὸ ψεῦδος τούτου τοῦ μερισμοῦ τὴν ἀντίφασιν εἰσάγει, τουτέστι θάτερον μό‐ ριον τῆς ἀντιφάσεώς ἐστιν. ἀλλὰ τὸ μὲν ὡς ἀληθὲς ὄν ἐστιν, ὅταν ἀλη‐ θῶς συνάπτωμεν τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ, τὸ δὲ ψεῦδος τοὐ‐
10ναντίον. εἰ δ’ ἔστιν ἄττα ἅπερ χωρὶς λεγόμενα δύναται καὶ ἅμα νοεῖσθαι, ὡς τὸ ζῷον καὶ τὸ πεζὸν καὶ τὸ δίπουν (ταῦτα γὰρ καὶ χωρὶς λεγόμενα δύναται καὶ ὡς ἓν νοεῖσθαι), περὶ τούτου, φησίν, ἄλλος λόγος. ἐρεῖ γὰρ ἐν τῷ μετὰ τοῦτο βιβλίῳ, καὶ ἐπὶ τούτῳ νῦν ὑπερτίθεται τὴν τούτου ζήτησιν. εἰπὼν δὲ πῶς δὲ τὸ ἅμα ἢ τὸ χωρὶς συμβαίνει νοεῖν
15ἄλλος λόγος, ἑρμηνεύει πῶς τὸ ἅμα καὶ χωρὶς εἴρηκε λέγων λέγω δὲ τὸ ἅμα καὶ χωρὶς ὥστε μὴ τὸ ἐφεξῆς ἀλλ’ ἕν τι γίγνεσθαι, τουτέστιν οὐχ ἅμα μὲν λέγω τὰ ἐφεξῆς, ὥσπερ ἡ Ἰλιάς (ἐφεξῆς γὰρ τῷ αʹ τὸ βʹ καὶ τὰ λοιπὰ ὁμοίως), μὴ ἅμα δὲ τὰ μὴ ἐφεξῆς, ἀλλὰ τὰ μὲν δυνάμενα ἓν γίνεσθαι λέγω ἅμα, τὰ δὲ μὴ δυνάμενα μὴ ἅμα. εἰπὼν δὲ
20ἀνωτέρω ὅτι τὸ ὡς ἀληθὲς ὂν καὶ τὸ μὴ ὂν ὡς ψεῦδος ἐπειδὴ παρὰ σύν‐ θεσίν ἐστι καὶ διαίρεσιν, καὶ μεταξὺ ἐπεμβαλών τινα, ἐπήγαγε τὴν αἰτίαν τοῦ ὅπως παρὰ σύνθεσιν καὶ διαίρεσίν ἐστι τό τε ὡς ἀληθὲς ὂν καὶ τὸ μὴ ὂν ὡς ψεῦδος διὰ τοῦ οὐ γάρ ἐστι τὸ ψεῦδος καὶ τὸ ἀληθὲς ἐν τοῖς πράγμασιν. ὥστε ἡ τοῦ λόγου συνέχεια τοιαύτη τίς ἐστι· τὸ δὲ
25ὡς ἀληθὲς ὂν καὶ τὸ μὴ ὂν ὡς ψεῦδος ἐπειδὴ παρὰ σύνθεσιν καὶ διαίρε‐ σίν ἐστιν· οὐ γάρ ἐστι τὸ ψεῦδος καὶ τὸ ἀληθὲς ἐν τοῖς πράγμασιν. εἰ γὰρ μὴ πάθος τι τῆς ἡμετέρας διανοίας καὶ παρὰ σύνθεσιν ἢ διαίρεσιν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἀλλ’ ἐν τοῖς πράγμασιν ἦν, ὡς αὐτός φησι, τῷ μὲν ἀγαθὸν εἰπεῖν εὐθὺς ἔδει λέγειν ἀληθές, καὶ ἦν ἂν τὸ ἀγαθὸν ἀληθές,
30τῷ δὲ κακὸν ψεῦδος. καὶ ἔμπαλιν, τῷ μὲν κακὸν εἰπεῖν εὐθὺς ἀληθὲς ἔδει λέγειν, τῷ δὲ ἀγαθὸν ψεῦδος. ἀλλὰ μὴν οὔτε ἀγαθὸν εἰπόντες ἀλη‐ θὲς λέγομεν ἢ ψεῦδος, οὔτε κακόν. οὐκ ἄρα ἐν τοῖς πράγμασι τὸ ἀληθὲς καὶ τὸ ψεῦδός ἐστιν, ἀλλ’ ἐν τῇ διανοίᾳ. οὐ μόνον δ’ ἐν τοῖς πράγμασιν οὐκ ἔστι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἀλλ’ οὐδ’ ἐν τοῖς ἁπλοῖς τοῖς ἐν τῇ
35διανοίᾳ, ἁπλᾶ λέγων τὰ πράγματα αὐτὰ καθ’ αὑτὰ νοούμενα ἄνευ συνθέ‐ σεως καὶ διαιρέσεως. ταῦτα εἰπὼν ἀποδίδωσι τὸν λόγον, λέγων ὅσα μὲν οὖν δεῖ θεωρῆσαι περὶ τὸ οὕτως ὂν καὶ μὴ ὄν, ἴσον λέγων τῷ ἐπειδὴ εἴρηται ὅτι τὸ ὡς ἀληθὲς ὂν καὶ τὸ ὡς ψεῦδος μὴ ὂν παρὰ σύν‐
θεσίν ἐστι καὶ διαίρεσιν, ὅσα δὴ περὶ τὸ οὕτως ὄν, ἤτοι τὸ ὡς ἀληθές,457
in Metaph
.

458

καὶ τὸ μὴ ὂν ὡς ψεῦδος θεωρῆσαι δεῖ, ὕστερον ἐπισκεπτέον. ἐπεὶ δ’, ὡς δέδεικται, ἡ συμπλοκή ἐστι καὶ ἡ διαίρεσις ἐν τῇ διανοίᾳ ἀλλ’ οὐκ ἐν τοῖς πράγμασι, συμπλοκὴν καὶ διαίρεσιν λέγων τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, τὸ δ’ οὕτως, ἤτοι τὸ ὡς ἀληθές, τὸ παρὰ σύνθεσιν καὶ διαί‐
5ρεσιν, ἕτερον ὄν ἐστι τῶν κυρίως ὄντων, κυρίως ὄντα λέγων τὰς ἀτόμους οὐσίας, ὡς ἐν τῷ μετὰ τοῦτο βιβλίῳ ἐρεῖ· περὶ γὰρ τῶν νοητῶν ἄλλος λόγος. εἶτα καὶ πῶς ἕτερόν ἐστι τὸ ὡς ἀληθὲς ὂν τῶν κυρίως ὄντων λέγει. ἢ γάρ, φησίν, ἡ διάνοια τὸ τί ἐστι καὶ οὐσίαν μετὰ οὐσίας συνάπτει ἢ διαιρεῖ, ἢ πάλιν ποιὸν μετὰ οὐσίας ἢ ποσὸν ἢ ἄλλην τινὰ τῶν κατηγοριῶν.
10ἐπειδὴ οὖν ταῦθ’ οὕτως ἔχει, τὸ μὲν ὡς συμβεβηκὸς ὄν, ἐπειδὴ ἱκανῶς εἴρηται περὶ αὐτοῦ, ἀλλὰ μὴν καὶ τὸ ὡς ἀληθές (ῥηθήσεται γάρ) νῦν ἀφε‐ τέον. αὐτὸς δὲ τοῦ ταῦτα νῦν παραλιπεῖν αἰτίαν ἀπέδωκε τὸ τὸ γὰρ αἴτιον τοῦ μὲν κατὰ συμβεβηκὸς ὄντος ἀόριστον, τῶν δ’ ἀορίστων οὐ φροντιστέον· τὸ δ’ ὡς ἀληθὲς ὄν τι πάθος ἐστὶ καὶ βούλημα διανοίας,
15τὸ δὲ ζητεῖν τὸ ἑκάστῳ δοκοῦν οὐ σφόδρα ἀναγκαῖον. ἄλλως τε καὶ ἀμ‐ φότερα περὶ τὸ λοιπὸν γένος ὄντα τοῦ ὄντος. λέγοι δ’ ἂν λοιπὸν τοῦ ὄντος γένος τὸ κυρίως ἀλλ’ οὐ τὸ κατὰ συμβεβηκός. καὶ ἐπεὶ περὶ τὸ λοιπὸν τοῦ ὄντος εἰσὶ γένος, καὶ οὐ δηλοῦσι φύσιν τινὰ ἔξω οὖσαν καὶ ὑπερεκπίπτουσαν τὸ ὂν ἀλλ’ ὑπ’ αὐτό εἰσιν, ἡ δὲ ζήτησίς ἐστι περὶ τὰ
20αἴτια τοῦ ὄντος ᾗ ὄν, δῆλον ὡς καὶ περὶ αὐτῶν ἐστι, καὶ οὐ χρεία ἀπο‐ τεμόντας ἰδίᾳ περὶ αὐτῶν σκοπεῖν. τότε γὰρ ἂν τοῦτο ἐποιοῦμεν, εἴπερ περὶ τοῦ ὄντος ᾗ ὂν ζητοῦντες ταῦτα οὐκ ἦν ὑπ’ αὐτό· ἐπειδὴ δ’ εἰσίν, ἀφετέον καὶ τὰ αἴτια τοῦ ὄντος ζητητέον. τὸ δὲ ὂν ὅτι πολλαχῶς λέγεται
εἴρηται, ὅτε διωρισάμεθα ποσαχῶς ἕκαστον λέγεται.458
in Metaph
.

459

(t)

ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ Ζ ΤΩΝ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ
2p. 1028a10 Τὸ ὂν λέγεται πολλαχῶς, καθάπερ διειλόμεθα πρότε‐ ρον ἐν τοῖς περὶ τοῦ ποσαχῶς. Ἐπειδὴ ἐν ἅπαντι τῷ παρόντι βιβλίῳ καὶ τῷ μετὰ τοῦτο περὶ ὁρι‐
5σμῶν ποιεῖται τὸν λόγον, ὡς δὲ ἐρεῖ τῶν συμβεβηκότων κυρίως ὁρισμοὶ οὔκ εἰσιν, ἀλλ’ εἴπερ ἄρα, κατὰ συμβεβηκός· ὡς γὰρ τοῦ ὄντος μετειλή‐ χασιν οὕτω καὶ ὁρίζονται καί εἰσιν αὐτῶν ὁρισμοί, καὶ ὥσπερ τὸ τί ἐστι κυρίως καὶ ἁπλῶς ἐπὶ τῶν οὐσιῶν λέγεται, ἐπὶ δὲ τῶν συμβεβηκότων οὔ, ἀλλ’, εἰ λεχθείη, μετὰ προσθήκης τινός, ὡς ἐρεῖ προϊών (ὡς γάρ, φησί,
10τὸ μὴ ὄν φαμεν εἶναι, οὐχ ὅτι ἔστι λέγοντες, ἀλλ’ ὅτι ἔστι μὲν ἀλλ’ ἐστὶ μὴ ὄν, οὕτω καὶ ἐπὶ τοῦ ποιοῦ φέρε λέγομεν ὅτι ἔστιν ἀλλ’ οὐχ ἁπλῶς ἀλλ’ ὅτι ἐστὶ ποιόν), οὕτω καὶ ὁρισμοὺς λέγομεν αὐτῶν εἶναι, ἀλλ’ οὐχ ἁπλῶς, ἀλλὰ τρόπον ἄλλον· ἐπειδὴ οὖν, ὡς εἴρηται, τοῦ κυρίως ὄντος καὶ τῆς οὐσίας εἰσὶν οἱ ὁρισμοί, μέλλει δὲ περὶ τῶν ὁρισμῶν καὶ ὅσα
15τούτοις παρακολουθεῖ λέγειν, εἰκότως πάλιν ὑπομιμνήσκει περὶ τοῦ ὄντος ὅτι πολλαχῶς λέγεται, καθάπερ καὶ πρότερον ἐν τῷ Δ διεῖλεν, ὅτε ποσα‐ χῶς τὸ ὂν λέγεται διωρίζετο. σημαίνει δὴ τοῦ ὄντος τὸ μὲν τί ἐστι καὶ οὐσίαν καὶ τόδε τι· σύνηθες γὰρ τῷ Ἀριστοτέλει ἀντὶ τῆς οὐσίας τὸ τόδε τι καὶ τὸ τί ἐστι λαμβάνειν. τὸ μὲν οὖν τοῦ ὄντος σημαίνει οὐσίαν, τὸ
20δὲ ποιὸν καὶ τὰς λοιπὰς ὀκτὼ κατηγορίας. δεκαχῶς δὴ λεγομένου τοῦ ὄντος δῆλον, ὡς πολλάκις εἴρηται, ὅτι πρῶτον ὄν ἐστι καὶ τί ἐστιν ἡ οὐσία. ὅτι δὲ τὸ τί ἐστι τὴν οὐσίαν σημαίνει καὶ ταύτης ἐστὶ δηλωτικὸν δείκνυσιν ὧδε· ὅταν μὲν γάρ, φησίν, εἴπωμεν ποῖόν τι τόδε, ἢ ἀγαθὸν λέγομεν ἢ καλόν, ἀλλ’ οὐ τρίπηχυ καὶ ὅλως ποσόν, οὐδ’ ἄνθρωπον καὶ
25οὐσίαν, ἀλλὰ ποιόν· ὅταν δὲ τί ἐστιν, οὔ φαμεν ποιόν, ἀλλ’ ἄνθρωπον ἢ459
in Metaph
.

460

θεόν, ὡς τοῦ τί ἐστιν ἐπὶ μόνης λεγομένου τῆς οὐσίας. εἰπὼν δὲ ἀνω‐ τέρω φανερὸν ὅτι τούτων πρῶτον ὂν τὸ τί ἐστιν, ὅπερ σημαίνει τὴν οὐσίαν καὶ μεταξὺ ἐπεμβαλών τινα ἐπήγαγε τὰ δ’ ἄλλα λέγεται τῷ τοῦ οὕτως ὄντος τὰ μὲν εἶναι ποσότητες. καὶ ἔστιν ἡ συνεχὴς
5τοῦ λόγου ἀκολουθία τοιαύτη· φανερὸν ὅτι τούτων πρῶτον ὂν τὸ τί ἐστιν, ὅπερ σημαίνει τὴν οὐσίαν, τὰ δ’ ἄλλα λέγεται ὄντα τῷ τοῦ οὕτως ὄντος τὰ μὲν ποσότητες εἶναι (λέγεται γὰρ τὸ δίπηχυ ὂν ὅτι ἐστὶ ποσότης τις τοῦ κυρίως ὄντος), τὸ δὲ λευκὸν ἢ τὸ θερμὸν καὶ ἁπλῶς τὰ πάθη τῷ ποιότητες εἶναι αὐτοῦ. ὁμοίως καὶ τὰ ἄλλα λέγεται ὄντα τῷ εἶναί τι τοῦ
10κυρίως ὄντος. διὰ οὖν τὸ κυρίως ὂν εἶναι τὴν οὐσίαν τὰ δ’ ἄλλα λέγεσθαι ὄντα τῷ ἔχειν πως πρὸς αὐτήν, καὶ ἀπορήσειεν ἄν τις, φησί, πότερον τὸ βαδίζειν καὶ τὸ ὑγιαίνειν καὶ ἕκαστον αὐτῶν ὂν λέγεται ἢ οὔ. καὶ τὴν αἰτίαν τοῦ πῶς ἄν τις ἀπορήσειεν ἐπάγει. οὐδὲν γάρ, φησίν, αὐτῶν ἐστι καθ’ αὑτό, ὥσπερ ἡ οὐσία, οὔτε πέφυκε χωρίζεσθαι αὐτῆς. ὃ δὲ μὴ
15ἔστιν αὐτὸ καθ’ αὑτὸ λαβεῖν, πῶς ἄν τις τοῦτο τῶν ὄντων ἐρεῖ; καὶ ‘ἀπο‐ ρήσαι ἄν τισ‘ εἰπὼν ἐπάγει ἀλλ’ εἴπερ, τὸ βαδίζον τῶν ὄντων καὶ τὸ καθήμενον, ἴσον λέγων τῷ ὅτι κυρίως ὂν τὸ βαδίζον καὶ τὸ καθή‐ μενόν ἐστι· τόδε γάρ τι καὶ οὐσία ἐστὶ καί ἐστιν ὡρισμένον ὑποκείμενον τῇ ὑγιείᾳ καὶ τῇ βαδίσει ἡ οὐσία, τὸ δὲ βαδίζειν ἢ ὑγιαίνειν οὔκ εἰσιν
20ὄντα· ἀλλ’, εἴπερ ἄρα, ὅτι πάθη εἰσὶ τῆς οὐσίας, λεχθήσεται ὄντα, κυ‐ ρίως δ’ οὔ. εἰπὼν δὲ ὅτι ταῦτα ἐμφαίνεται ὄντα, διότι ἔστι τι τὸ ὑποκεί‐ μενον αὐτοῖς ὡρισμένον, τοῦτο δ’ ἐστὶν ἡ οὐσία καὶ τὸ καθ’ ἕκαστον, ἐπήγαγεν ὅπερ ἐμφαίνεται ἐν τῇ τοιαύτῃ κατηγορί, τουτέστι τῇ κυρίως ὂν λεγομένῃ ἤτοι τῇ οὐσίᾳ. ἐν τῇ κυρίως ὂν οὔσῃ, φησί, κατη‐
25γορίᾳ καὶ τῇ οὐσίᾳ ἐμφαίνεται καὶ ἔστι τὸ ὑγιαῖνον καὶ τὸ καθήμενον, καὶ χωρὶς τῆς οὐσίας οὔτε ὑγιαῖνον οὔτε καθήμενον οὔτε τι τῶν ἄλλων κατη‐ γοριῶν ἢ λέγεται ἢ ἔστιν. εἰ δ’ ἐν ταύτῃ αὐτοῖς τὸ εἶναι, διὰ ταύτην τε ἕκαστον τῶν ἄλλων ἔστι καὶ χωρὶς αὐτῆς οὐκ ἐνδέχεταί τι ἐκείνων εἶναι, αὐτὴν δὲ χωρὶς ἐκείνων, φανερὸν ὅτι κυρίως ὂν καὶ οὐ τὶ ὄν· τὶ γὰρ ὂν τὸ
30συμβεβηκὸς τῇ οὐσίᾳ ἐστί. p. 1028a31 Πολλαχῶς μὲν οὖν λέγεται τὸ πρῶτον· ὅμως δὲ πάν‐ των ἡ οὐσία πρῶτον. Εἰπὼν ὅτι ἡ οὐσία ἐστὶ τὸ πρῶτον ὂν καὶ κυρίως ὄν, ἐπειδὴ τὸ πρῶτον λέγεται πολλαχῶς, ὡς εἴρηται πρότερον (λέγεται γὰρ πρῶτον καὶ
35τῇ γνώσει καὶ τῷ λόγῳ καὶ τῷ χρόνῳ), δείκνυσιν ὅτι κατὰ τοὺς τρεῖς τούτους τρόπους ἐστὶ πρώτη τῶν ἄλλων ἡ οὐσία. καὶ πρῶτον δείκνυσιν
ὅτι τῷ χρόνῳ πρώτη ἐστίν, εἰπὼν τῶν μὲν γὰρ ἄλλων κατηγορημά‐460
in Metaph
.

461

των οὐδὲν χωριστόν, αὕτη δὲ μόνη. εἰ γὰρ καὶ μηδέποτε χωρίς ἐστι τῶν ἄλλων κατηγορημάτων ἡ οὐσία (οὐδέποτε γὰρ τῶν ὑπὸ γένεσιν οὐσιῶν ἔστι τις ἄνευ ποιότητος ἢ ποσότητος ἢ τῶν τοιούτων), εἰ οὖν καὶ μηδέ‐ ποτε χωρίς ἐστι τῶν ἄλλων, ἀλλ’ ὅμως ἐπειδὴ χωρίζονται αὐτῆς καὶ ἄλλα
5μέν ἐστι σήμερον ἐν αὐτῇ, ἕτερα δὲ χθὲς καὶ ἄλλα αὔριον, καὶ καθ’ ἑκάστην ὡς εἰπεῖν τοῦτο γίνεται, φανερὸν ὅτι προτέρα ἐστὶ τῷ χρόνῳ τῶν ἄλλων. ὡς γὰρ ὁ ἀμφορεὺς φέρε εἰπεῖν πρότερός ἐστι τῷ χρόνῳ τοῦ καθ’ ἕκαστον ἐν αὐτῷ ἐγγινομένου οἴνου, οὕτω καὶ ἡ οὐσία τῶν καθ’ ἑκάστην γινομένων καὶ ἀπογινομένων ἐν αὐτῇ συμβεβηκότων. ἀλλὰ καὶ
10καθ’ ὅσον συναναιρεῖ μὲν αὐτά, οὐ συναναιρεῖται δὲ ὑπ’ αὐτῶν, προτέρα ἐστίν. οὐ μόνον δὲ τῷ χρόνῳ προτέρα ἐστίν, ἀλλὰ καὶ τῷ λόγῳ, ὡς προείρηται. εἰ γὰρ τὰ εἰς ὁρισμόν τινος λαμβανόμενα πρότερά ἐστι τῷ λόγῳ τοῦ ὁριστοῦ, λαμβάνεται δὲ ἐν τῷ τῆς σιμότητος λόγῳ ἡ ῥὶς καὶ ἐν τῷ τῆς ὀργῆς τὸ αἷμα, δῆλον ὅτι καὶ τῷ λόγῳ προτέρα ἐστὶν ἡ οὐσία
15τῶν συμβεβηκότων. οὐ μόνον δὲ ἐπὶ τῆς σιμότητος καὶ τοῦ αἵματος τοῦθ’ οὕτως ἔχει, ἀλλ’ ὡς αὐτὸς ἐρεῖ προϊὼν ὅτι καὶ τὸ λευκὸν καὶ τὰ λοιπὰ ὁριζόμενοι διὰ τὸ μὴ καλῶς μηδ’ ἀκριβῶς τοὺς ὁρισμοὺς αὐτῶν ἀποδίδοσθαι οὐ λαμβάνομεν τὴν οὐσίαν ἐν τῷ ὁρισμῷ αὐτῶν· ἐπεὶ εἴ τις ἀκριβολογοῖτο, ἐξ ἀνάγκης παραλήψεται αὐτὴν ἐν τῷ ὁρισμῷ αὐτῶν. ἀλλὰ
20καὶ τῇ γνώσει προτέρα ἐστὶν ἡ οὐσία τῶν συμβεβηκότων· τότε γὰρ οἰόμεθα ἕκαστον εἰδέναι, ὅταν γνῶμεν τὴν οὐσίαν αὐτοῦ· τότε γὰρ οἰόμεθα γινώ‐ σκειν τί ἐστιν ἄνθρωπος ἢ πῦρ, ὅταν γνῶμεν τὴν οὐσίαν αὐτῶν, ἀλλ’ οὐχ ὅταν γνῶμεν ὁποῖός ἐστιν ἄνθρωπος ἢ πόσος. καὶ τί φημι ἐπὶ τῶν οὐσιῶν ὅτι τότε ταύτας ἴσμεν, ὅταν τί ἐστιν ἑκάστη αὐτῶν γνῶμεν; καὶ
25ἐπὶ τῶν συμβεβηκότων τοῦτό ἐστιν· ὅταν γὰρ τί ἐστι λευκὸν γνῶμεν, τότε ἴσμεν αὐτό. ἐκ δὴ τῶν εἰρημένων φανερόν ἐστι, φησίν, ὅτι καὶ τὸ πάλαι μὲν καὶ ἀεὶ ὑπό τε τοῦ Πλάτωνος καὶ τῶν ἄλλων, νῦν δὲ ὑφ’ ἡμῶν ζη‐ τούμενον καὶ ἀπορούμενον, τί τὸ ὄν, τοῦτό ἐστι τίς ἡ οὐσία. ἐπειδὴ γὰρ κυρίως ὂν καὶ πρῶτον ὂν καὶ τῷ χρόνῳ καὶ τῷ λόγῳ καὶ τῇ γνώσει
30ἐστὶν ἡ οὐσία, τὸ ζητεῖν τί τὸ ὂν τὸ ζητεῖν ἐστι τίς ἡ οὐσία. τοῦτο δὲ τὸ ὄν (λέγων τὴν οὐσίαν) οἱ μὲν ἓν εἶναί φασιν· ὅσοι γὰρ μίαν ἔλεγον τὴν ἀρχήν, ὥσπερ Θαλῆς καὶ οἱ λοιποί, οὓς ἴσμεν, καὶ τὸ ὂν ἓν ἔλεγον· ὅσοι δ’ ἀπείρους, ὥσπερ Ἀναξαγόρας καὶ Δημόκριτος, καὶ τὰ ὄντα ἄπειρα ἀπεφήναντο εἶναι. διόπερ καὶ ἡμῖν, φησί, πρῶτον καὶ μάλιστα καὶ μόνως
35ὡς εἰπεῖν περὶ τοῦ ὄντως ὄντος καὶ κυρίως ὄντος θεωρητέον τί ἐστιν. Καὶ εἰπὼν ἐπικρίνει λέγων ὅτι δοκεῖ κυρίως ὂν ἡ οὐσία εἶναι, οὐχ ὡς ἐνδοιάζων τὸ δοκεῖ εἰπών, ἀλλ’ ὡς ἀποφαινόμενος. ἢ τὸ δοκεῖ εἶπεν, ὅτι δείξει τοῦτο διὰ πάνυ πολλῶν· ὡς μήπω δὴ δεδειχὼς τοῦτο
εἴρηκεν. ὅμως πρὸς τὰ ἐπαγόμενα σύμφωνός ἐστι μάλιστα ἡ προτέρα461
in Metaph
.

462

ἐπιβολή. δοκεῖ οὖν, φησί, κυρίως ὂν εἶναι ἡ οὐσία, φανερώτατα μὲν ἐν τοῖς σώμασι, τουτέστι τὰ σώματα· φανερῶς μὲν γὰρ ἡ οὐσία ἐστὶ τὰ σώματα, διὸ τὰ μὲν ζῷα, σώματα ὄντα, καὶ τὰ φυτὰ καὶ τὰ μόρια τῶν ζῴων καὶ τῶν φυτῶν οὐσίας εἶναί φαμεν. ὁμοίως καὶ τὰ ἁπλᾶ τῶν
5σωμάτων καὶ τὰ μόρια τούτων καὶ τὰ ἐκ τῶν μορίων, οἷον τὰ ζῷα, οὐσίας φαμέν· πάντα γὰρ ταῦτα σώματά ἐστι. τὸ δὲ ἢ μορίων ἢ πάντων, ἐκ μὲν οὖν τῶν μορίων τῶν ἁπλῶν σωμάτων ἐστὶ τὰ ζῷα, ἐκ πάντων δὲ τῶν σωμάτων ἐστὶν ὁ οὐρανὸς καὶ τὰ μόρια αὐτοῦ, ἄστρα καὶ σελήνη. τοῦτο δ’ ἐλλιπῶς εἴρηται καὶ ἀσαφῶς· δοκεῖ γὰρ λέγειν ὅτι καὶ ὁ οὐρανὸς
10καὶ οἱ ἀστέρες ἐκ τῶν τεσσάρων εἰσὶ στοιχείων· οὐ τοῦτο δέ φησιν, ἀλλ’ εἰπὼν ὅτι οὐσίαι εἰσὶ τὰ σώματα καὶ ὅσα μόρια τούτων ἢ ἐκ τούτων εἰσὶν ἢ πάντων ἢ τινῶν, δέδωκεν ἡμῖν ἐννοεῖν ὅτι ὁ πᾶς οὐρανὸς καὶ κόσμος ἐκ πάντων τῶν σωμάτων καὶ τῶν μορίων αὐτῶν ἐστιν· ἀλλ’ ὁ μὲν μετὰ τὴν σεληνιακὴν σφαῖραν ἐκ τῶν περὶ γένεσιν καὶ φθοράν ἐστι σωμάτων
15καὶ τῶν μορίων αὐτῶν, τὸ δὲ κυκλοφορικὸν πᾶν συνέστηκεν ἐκ τῆς ὁλό‐ τητος τοῦ κυκλοφορικοῦ καὶ τῶν μορίων αὐτοῦ, ὁλότητος μὲν τῶν σφαι‐ ρῶν, μορίων δὲ τῶν ἐν αὐταῖς ἄστρων. p. 1028b13 Πότερον δ’ αὗται μόναι οὐσίαι εἰσὶν ἢ καὶ ἄλλαι, ἢ τούτων μὲν οὐδέν, ἕτεραι δέ τινες, σκεπτέον.
20 Εἰπὼν ὅτι φανερώτατα μὲν οὐσίαι εἰσὶ τά τε σώματα καὶ τὰ λοιπὰ ὅσα κατέλεξεν, ἐρωτᾷ πότερον αὗται μόναι αἱ λεχθεῖσαί εἰσιν οὐσίαι ἢ καὶ παρὰ ταύτας ἄλλαι τινές, ἢ αἱ μὲν προλεχθεῖσαι μᾶλλον μὲν οὔκ εἰσιν ἀλλ’ αἱ παρὰ ταύτας. καὶ ἐρωτήσας λέγει ὅτι τισὶ μὲν δοκεῖ τινας, λέγων τόν τε Πλάτωνα καὶ τοὺς περὶ αὐτόν, ὅτι τὰ τοῦ σώματος πέρατα
25μᾶλλόν εἰσιν οὐσίαι ἀλλ’ οὐ τὰ σώματα. καὶ τίνα τὰ πέρατα τοῦ σώματος ἐπάγει, οἷον ἐπιφάνειαι καὶ γραμμαὶ καὶ μονάς· ταῦτα γὰρ μᾶλλον εἶναι οὐσίας λέγεται ὑπ’ ἐκείνων ἢ τὸ σῶμα καὶ τὸ στερεόν. τινὲς μὲν οὖν οὕτω φασίν, ὅτι τὰ ἐπίπεδα μᾶλλόν εἰσιν οὐσίαι, τινὲς δὲ τὰ αἰσθητὰ μᾶλλον οὐσίας λέγοντες οὐδὲν οἴονται εἶναι παρὰ τὰ αἰσθητά, ὥσπερ Ἵππων
30μὲν πρότερον ὁ ἄθεος ἐπικληθείς (οὐθὲν γὰρ οὗτος παρὰ τὰ αἰσθητὰ εἶναι ἀπεφήνατο), καὶ ὕστερον οἱ περὶ Ἐπίκουρον· οἱ δὲ πλείους εἶναι λέγουσι τὰς οὐσίας, ὥσπερ Πλάτων, μίαν μὲν τὰ διανοητὰ τὰ μαθήματα, ἄλλην δὲ τὰ νοητὰ τὰς ἰδέας, καὶ τρίτην τὴν τῶν αἰσθητῶν σωμάτων οὐσίαν, τουτέστιν αὐτὰ τὰ σώματα. Σπεύσιππος δὲ ὁ τούτου μαθητὴς καὶ πλείω
35τῶν τριῶν ἔλεγεν εἶναι τὰς οὐσίας τὰς νοητάς, πρώτην μὲν τὸ αὐτοέν,
ἄλλην δὲ τὴν τῶν ἀριθμῶν ἀρχήν, ἄλλην τὴν τῶν μεγεθῶν, καὶ ἄλλην462
in Metaph
.

463

τὴν τῆς ψυχῆς· καὶ οὕτως ἐπεκτείνει εἰς πλῆθος τὰ γένη τῶν οὐσιῶν. ἔνιοι δὲ οὐκ ἄλλην μὲν ἀρχὴν τῶν ἀριθμῶν ἄλλην δὲ τῶν μεγεθῶν ἔλε‐ γον, οὐδ’ ἄλλης μὲν φύσεως τοὺς ἀριθμοὺς ἄλλης δὲ τὰ μεγέθη, ἀλλὰ τῆς αὐτῆς τε ἀρχῆς καὶ τῆς αὐτῆς φύσεως· τὰ δὲ ἄλλα, οἷον ἐπίπεδα,
5γραμμάς, οὐρανὸν καὶ ἁπλῶς τὰ αἰσθητὰ ἐχόμενα τοῖς ἀριθμοῖς ἔλεγον· τὸ μὲν γὰρ αὐτομέγεθος καὶ τὸν αὐτοαριθμὸν πρώτας οὐσίας φάσκοντες καὶ τῆς αὐτῆς φύσεως, τὰς δὲ γραμμὰς καὶ τὰ ἐπίπεδα καὶ τὸν οὐρανὸν καὶ ὅλως τὰ αἰσθητὰ δευτέρας· εἴτε δὲ καὶ ταῦτα τῆς αὐτῆς φύσεως ἔλεγον εἴτε μή, οὐκ ἐδήλωσε.
10p. 1028b27 Περὶ δὴ τούτων τί λέγεται καλῶς ἢ μὴ καλῶς, καὶ τίνες εἰσὶν οὐσίαι. Ἱστορήσας τὰς τῶν παλαιοτέρων καὶ τὰς καθ’ ὃν αὐτὸς ὑπῆρχε δόξας χρόνον περὶ τῆς οὐσίας, λέγει ὅτι σκεπτέον τί μὲν ὑπὸ τούτων λέγεται καλῶς καὶ τί μή, καὶ ἆρά εἰσι παρὰ τὰς αἰσθητὰς οὐσίας οὐσίαι τινὲς ἢ
15οὔκ εἰσι, καὶ πότερον ἔστι τις χωριστὴ οὐσία παρὰ τὰς αἰσθητάς, καὶ εἰ ἔστι, πῶς ἐστι, καὶ διὰ τί, ἢ οὐκ ἔστι. περὶ δὴ τούτων σκεπτέον, φησίν, ὑποτυπωσαμένοις καὶ διορισαμένοις τὴν οὐσίαν τί ἐστι. Καί φησιν ὡς εἰ μή τις ταύτην πλεοναχῶς λέγεσθαι βούλοιτο, ἀλλ’ οὖν τετραχῶς αὐτὴν λέγεσθαι δώσει· καὶ λέγει ὅτι ἕνα μὲν τρόπον λέ‐
20γεται τὸ τί ἦν εἶναι, ἄλλον δὲ τὸ καθόλου, λέγων καθόλου ἢ τὰς ἰδέας, ὃ καὶ μᾶλλον οἶμαι, ἢ τὸ παρὰ τὰ πολλὰ ὡς τὰ πολλά, λέγω δὴ τὸ ἐκ τῆς ἀφαιρέσεως τῶν καθ’ ἕκαστα ἀποσυληθέν. ἄλλον δὲ πάλιν οὐσία λέ‐ γεται τὸ ἑκάστου γένος. καὶ τέταρτον τὸ ὑποκείμενον πᾶσι καὶ καθ’ οὗ τὰ ἄλλα λέγεται, ἐκεῖνο δὲ μὴ κατ’ ἄλλου. διό, φησί, περὶ τοῦ ὑποκει‐
25μένου πᾶσι καὶ καθ’ οὗ τἆλλα λέγεται, ἐκεῖνο δὲ μὴ κατ’ ἄλλου, διορι‐ στέον τί ἐστιν· τοῦτο γὰρ μάλιστα δοκεῖ εἶναι οὐσία. τοῦτο δὲ τὸ πᾶσιν ὑποκείμενον καὶ μὴ κατ’ ἄλλου λεγόμενον τρόπον μέν τινα ἡ ὕλη λέγεται, ἄλλον δὲ τὸ εἶδος, τρίτον δὲ τὸ ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους, ὃ καὶ μᾶλλόν ἐστιν ἀληθές. εἶτα καὶ ἐπὶ ὑποδείγματος σαφηνίζει τί μὲν λέγει ὕλην, τί
30δὲ εἶδος καὶ τί τὸ ἐκ τούτων, ὅτι ὕλην μὲν τὸν χαλκόν, εἶδος δὲ τὸ τοιονδὶ σχῆμα, ἐξ ἀμφοῖν δὲ τὸν χαλκοῦν ἀνδριάντα. διὸ εἰ πρότερον τὸ εἶδος τῆς ὕλης καὶ μᾶλλον ὄν, καὶ τὸ ἐκ τοῦ εἴδους καὶ τῆς ὕλης πρότε‐ ρόν ἐστι τῆς ὕλης. πρότερον δὲ τὸ εἶδος τῆς ὕλης τῇ φύσει, ἀλλὰ μὴν καὶ τῷ χρόνῳ· δειχθήσεται γάρ τι εἶδος ὄν, ὁ πολυτίμητός φημι νοῦς, ἡ
35αὐτοαγαθότης, ὁ θεός, πρότερον πάντων τῷ χρόνῳ, ὅτι ποιητὴς καὶ ὅτι παροχεύς. ὅτι δὲ καὶ μᾶλλον ὄν ἐστι τὸ εἶδος τῆς ὕλης φανερόν· κατὰ γὰρ τὸ ἑκάστου εἶδος λέγεται ἕκαστον ἀλλ’ οὐ κατὰ τὴν ὕλην. ἀλλὰ καὶ
ὅτι ὑπὸ τούτου τάττεται καὶ ὁρίζεται, καὶ κατὰ τοῦτο μᾶλλον ὄν ἐστιν463
in Metaph
.

464

αὐτῆς. ταῦτα εἰπὼν ἐπιφέρει ὅτι νῦν μὲν εἴρηται τύπῳ τί ἐστιν ἡ οὐσία, ὅτι τὸ μὴ καθ’ ὑποκειμένου τινὸς λεγόμενον καὶ καθ’ οὗ τὰ ἄλλα πάντα κατηγορεῖται. οὐκ ἀρκεῖ δέ, φησί, τοῦτο εἰς παράστασιν οὐσίας, τὸ λέγειν ὅτι οὐσία ἐστὶ τὸ μὴ καθ’ ὑποκειμένου· ἄδηλον γὰρ τί ποτέ ἐστι τὸ ὑπο‐
5κείμενον πᾶσι καὶ ὃ μὴ κατ’ ἄλλου λέγεται. ποτὲ μὲν γὰρ φαίνεται ὅτι ὕλη ἐστὶ τὸ ὑποκείμενον πᾶσιν· αὕτη γάρ ἐστιν ἐν ᾗ γίνονται καὶ ἀπογί‐ νονται ποσότητες, ποιότητες, πάθη καὶ τὰ λοιπά· εἰ γὰρ μὴ ὕλη ἐστὶν ἡ γινομένη πεποσωμένη καὶ πεποιωμένη καὶ ὅλως ἡ γινομένη σῶμα ἢ ζῷον ἤ τι τοιοῦτον, διαφεύγει ἡμᾶς γενέσεως οὔσης καὶ οὐ συνορῶμεν τί ποτέ
10ἐστι τὸ γινόμενον. εἰπὼν δὲ ὅτι αὕτη ἐστὶν ἡ γινομένη, καὶ πρὸ τούτου ὅτι τὸ πᾶσιν ὑποκείμενον ἡ ὕλη δοκεῖ εἶναι, τοῦτο αὐτὸ κατασκευάζει· περιαιρουμένων γάρ, φησί, τῶν ἄλλων, λέγων ἄλλων ποσοτήτων ποιοτή‐ των σκληροτήτων μαλακοτήτων καὶ τῶν τοιούτων, οὐδὲν φαίνεται ὑπο‐ μένον πλὴν ἡ ὕλη, ὥστε αὕτη πᾶσιν ὑπόκειται· εἰ δὲ τὸ πᾶσιν ὑποκείμενόν
15ἐστιν οὐσία, ἡ ὕλη ἂν εἴη οὐσία. τὸ μὲν γὰρ λευκὸν καὶ αἱ κινήσεις καὶ τὰ λοιπὰ πάθη καὶ ποιήματα καὶ δυνάμεις εἰσὶ τῶν σωμάτων καὶ οὐ χρὴ οὐσίας αὐτὰ λέγειν· τῆς γὰρ οὐσίας ἐστὶ τὸ καθ’ αὑτὴν εἶναι, αὐτὰ δὲ καθ’ αὑτὰ εἶναι οὐ δύνανται· τὸ μῆκος δὲ καὶ πλάτος καὶ βάθος ποσό‐ τητές εἰσιν ἀλλ’ οὐκ οὐσίαι· λείπεται δὴ ᾧ ταῦτα ὑπάρχει πρώτῳ καὶ ὃ
20καταλιμπάνεται, ποσοτήτων καὶ παθῶν ἀφαιρουμένων, λέγειν οὐσίαν. τοῦτο δέ ἐστιν ἡ ὕλη. εἰπὼν δὴ ὅτι ὕλη ἔστι τὸ ὁριζόμενον ὑπὸ τῶν ποσοτήτων καὶ τῶν ἄλλων ὧν εἶπε, λέγει λέγω δὲ ὕλην ἣ καθ’ αὑτὴν μήτε τὶ μήτε ποσὸν μηδ’ ἄλλο μηδὲν λέγεται, τουτέστιν ἥτις αὐτὴ καθ’ αὑτὴν θεω‐ ρουμένη κατὰ ἀπόφασιν καὶ ἀπογύμνωσιν τῶν εἰδῶν οὐδὲν τῶν δέκα κατ‐
25ηγοριῶν ἐστιν, ἐν αἷς πᾶν ὂν ὁρίζεται· πᾶν γὰρ ὂν εἰς ταύτας ἀνάγεται καὶ ἐν ταύταις ἔστιν. ἀλλὰ μήν, φησίν, οὐδὲ τὴν τῶν ποσοτήτων ἢ ποιο‐ τήτων ἀπόφασιν, οἷον τὸ μὴ ποσόν, τὸ μὴ ποιόν, ἢ ἄλλην ἡντιναοῦν χρὴ λέγειν οὐσίαν· κατὰ συμβεβηκὸς γὰρ ὄντα εἰσὶν αἱ ἀποφάσεις, ἀλλ’ οὐ καθ’ αὑτό· τὸ δὲ κατὰ συμβεβηκὸς οὐκ οὐσία.
30p. 1029a26 Ἐκ μὲν οὖν τούτων θεωροῦσι συμβαίνει οὐσίαν εἶναι τὴν ὕλην. Δείξας ὅτι ἐξ ὧν ὀφείλουσιν ὑπάρχειν τῇ κυρίως οὐσίᾳ ἡ ὕλη φαί‐ νεται οὖσα, συμπεραίνεται καί φησιν ὅτι ἐκ μὲν τῶν εἰρημένων θεωροῦσι συμβαίνει οὐσίαν εἶναι τὴν ὕλην. ἀδύνατον δὲ τὴν κυρίως καὶ μᾶλλον
35οὐσίαν τὴν ὕλην εἶναι· καὶ συλλογίζεται δυνάμει ὧδε. τῇ κυρίως οὐσίᾳ ὑπάρχει τὸ χωριστὸν καὶ καθ’ αὑτὸ εἶναι καὶ τὸ τόδε τι, ἤτοι τὸ εἰς δεῖξιν πίπτειν, ἡ ὕλη χωριστὴ καὶ καθ’ αὑτὴν οὐκ ἔστιν οὐδὲ εἰς δεῖξιν
πίπτει, ἡ ὕλη ἄρα οὐκ ἔστιν ἡ κυρίως οὐσία. μάλιστα δὲ τὸ εἶδος δόξειεν464
in Metaph
.

465

ἂν εἶναι οὐσία ὡς ὁριστικὸν καὶ εἰς τάξιν ἄγον τὴν ὕλην· καὶ τούτου μά‐ λιστα τὸ ἐξ ὕλης καὶ εἴδους, ὅτι τε καθ’ αὑτό ἐστι καὶ εἰς δεῖξιν πίπτει. ὅταν δὲ λέγῃ ἀδύνατον δέ· καὶ γὰρ τὸ χωριστὸν καὶ τὸ τόδε τι ὑπάρχειν δοκεῖ μάλιστα τῇ οὐσί, τὸ χωριστὸν ἀντὶ τοῦ καθ’ αὑτὸ
5εἶναι λέγει. εἰπὼν δὲ διὸ τὸ εἶδος καὶ τὸ ἐξ ἀμφοῖν οὐσία δόξειεν ἂν εἶναι μᾶλλον τῆς ὕλης, ἐπάγει ὅτι τὴν μὲν ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους οὐσίαν, ἤτοι τὴν μερικὴν καὶ ἄτομον, ἀφετέον· ὑστέρα γάρ ἐστι καὶ τοῦ εἴδους καὶ τῆς ὕλης (τὸ γὰρ ἔκ τινων ὕστερόν ἐστι τῶν ἐξ ὧν ἐστι) καὶ δήλη ἐστὶν ὅτι καθ’ αὑτὴν ὑπάρχει καὶ ὅλως ἐν ὑπάρξει ἐστίν. ἀλλὰ
10καὶ τὴν ὕλην παραλειπτέον· καὶ αὕτη γὰρ φανερά πως· τῇ γὰρ ἀναλογίᾳ ἐστὶ φανερά· καὶ ὅτι ἄνευ εἴδους οὐδέποτέ ἐστι, καὶ τοῦτο δῆλον. κατὰ τὶ δὲ ἀφανής· νόθῳ γὰρ λογισμῷ ληπτή· κατὰ ἀπόφασιν γὰρ νοεῖται καὶ ἀπογύμνωσιν τῶν εἰδῶν, ἀλλ’ οὐ κατὰ ἅπερ εἰσίν, ὡς τὰ εἴδη. ἀλλὰ ταύτας μὲν ἀφετέον, περὶ δὲ τῆς τρίτης, τουτέστι τοῦ εἴδους, σκεπτέον
15(αὕτη γὰρ ἀπορωτάτη) πότερόν ἐστιν αὐτὴ καθ’ αὑτήν, ὥσπερ ὁ Πλάτων λέγει, ἢ οὔ. p. 1029b1 Ἐπεὶ δ’ ἐν ἀρχῇ διειλόμεθα πόσοις ὁρίζομεν τὴν οὐσίαν. Μέλλων ἐπὶ τὴν τῶν εἰδῶν ἐξέτασιν χωρεῖν καὶ ζητεῖν εἰ ἐνδέχεται.
20χωριστὰ εἶναι καὶ καθ’ αὑτὰ χωρὶς ὕλης ἢ μή, λέγει ὅτι θεωρητέον πρῶτον τὰ ἔνυλα εἴδη καὶ γνώριμα ἡμῖν ὅπως ἔχει. ἐκ τούτων γὰρ γνω‐ σόμεθα καὶ περὶ ἐκείνων, εἴτε εἰσίν, ὡς ὁ Πλάτων λέγει, εἴτε οὔκ εἰσιν. λέγει δὴ ὅτι ἐπεὶ ἐν ἀρχῇ διειλόμεθα πόσοις ὁρίζομεν τὴν οὐσίαν (εἶπε γὰρ πρὸ ὀλίγου ὅτι τετραχῶς, τὸ τί ἦν εἶναι αὐτῆς καὶ τὸ καθόλου καὶ
25τὸ γένος καὶ τὸ ὑποκείμενον), ἐπειδὴ οὖν διειλόμεθα ὁσαχῶς ἡ οὐσία, καὶ ἐδόκει ἓν τῶν τῆς οὐσίας σημαινομένων εἶναι τὸ τί ἦν εἶναι, θεωρητέον, φησί, περὶ τοῦ τί ἦν εἶναι, τουτέστι περὶ τοῦ εἴδους τοῦ ἐν τοῖς αἰσθη‐ τοῖς καὶ ἀχωρίστου· ἐκ τούτου γὰρ δῆλον ἡμῖν γενήσεται καὶ περὶ τῶν καθόλου, ἤτοι τῶν ἰδεῶν, εἴτε εἰσὶν εἴτε μάτην λέγονται. εἰπὼν δὲ ὅτι
30θεωρητέον περὶ αὐτοῦ ἐπήγαγε πρὸ ἔργου γὰρ τὸ μεταβαίνειν εἰς τὸ γνωριμώτερον, τουτέστιν ἄξιον γὰρ καὶ ὠφελείας τῆς μεγίστης ἐστὶ τὸ μεταβαίνειν εἰς τὰ γνώριμα ἡμῖν καὶ σαφέστερα, καὶ ἐκ τούτων ἀνάγεσθαι ἐπὶ τὰ ἀσαφέστερα καὶ ἀγνωστότερα. οὕτω γὰρ πᾶσιν ἡ μάθησις γίνεται· μανθάνομεν γὰρ ἐκ τῶν ἡμῖν μὲν γνωρίμων τῇ φύσει δ’ ἀγνώστων.
35τούτου γὰρ δηλωτικόν ἐστι τὸ διὰ [τοῦ πρώτου] τῶν ἧττον γνωρίμων τῇ φύσει. γνώριμα γάρ ἐστι καὶ τῇ φύσει τὰ ἡμῖν γνώριμα, ἀλλ’ ἧττον
μὲν ἐκείνῃ, μᾶλλον δὲ ἡμῖν. μανθάνομεν δὴ διὰ τῶν ἡμῖν γνωρίμων τὰ465
in Metaph
.

466

τῇ φύσει γνώριμα ἡμῖν δὲ ἄγνωστα, καὶ τοῦτο πᾶσιν ἔργον ἐστὶ τὸ ἐκ τῶν αὐτοῖς γνωρίμων μανθάνειν τὰ φύσει γνώριμα. ὥσπερ γὰρ ἐν ταῖς πράξεσι σπουδάζουσιν οἱ νομοθέται, ἵνα ἐκ τῶν ἑκάστῳ ἀγαθῶν ἀπεργά‐ σωνται τὰ ὅλως καὶ καθ’ αὑτὰ ἀγαθὰ πᾶσι τοῖς πολίταις ἀγαθά (οἷον
5καθ’ αὑτὸ μέν ἐστιν ἀγαθὸς ὁ πλοῦτος· τὶς δὲ τῶν πολιτῶν κακῶς τούτῳ χρώμενος πάντας ὕβριζε τῷ πλούτῳ θαρρῶν, ὃν λαβόμενοι οἱ δικασταὶ ἐτύπτησαν καὶ ἠτίμωσαν· τοῦτο γὰρ τῷ νόμῳ ὥριστο· καὶ τυφθεὶς σώφρων γέγονε, καὶ πάντας ἐτίμα τε καὶ ἐσέβετο· τὸ μὲν δὴ μαστιγωθῆναι καθ’ αὑτὸ μὴ ὂν ἀγαθὸν ἐκείνῳ γέγονεν ἀγαθόν, ἐπειδὴ ἐκεῖνος ἐκ τοῦ τυ‐
10φθῆναι σώφρων τε καὶ ἀγαθός· οὐ μόνον δὲ ἐκεῖνος, ἀλλὰ καὶ πᾶς τῶν ἐν τῇ πόλει πλουσίων, εἴ τινος κατεπαίρετο τῷ πλούτῳ θαρρῶν ἢ μὴ ὡς δεῖ αὐτῷ ἐχρῆτο, συνεστάλη τε καὶ καλῶς αὐτῷ ἐχρῆτο)· ὥσπερ οὖν ἐκ τῆς μαστιγώσεως, ἥτις καὶ ἦν καὶ γέγονε τῷ ὑβριστῇ ἀγαθόν, γέγονεν ὁ πλοῦτος, ὥσπερ ἐστὶ καθ’ αὑτὸ ἀγαθόν, ἑκάστῳ τῶν πολιτῶν ἀγαθόν,
15οὕτως ἐκ τῶν ἑκάστῳ γνωρίμων τὰ τῇ φύσει μὲν γνώριμα ἑκάστῳ δὲ ἄγνωστα σπεύδει ὁ διδάσκαλος ποιῆσαι αὐτῷ, λέγω δὴ τῷ ἀγνοοῦντι, γνώριμα. ὁ γὰρ Σωσιγένης ἐκ τῶν Ἀλεξάνδρῳ γνωρίμων ἐποίησεν αὐτῷ γνώριμα τὰ τῇ φύσει γνώριμα. τὰ δὲ ἑκάστοις γνώριμα καὶ πρῶτα πολλάκις (οὐ γὰρ ἀεὶ καὶ διόλου) ἠρέμα ἐστὶ γνώριμα, καὶ μικρὸν ἢ οὐδὲν ἔχει
20τοῦ ὄντος, τουτέστι τοῦ ἀληθοῦς· σύνηθες γὰρ αὐτῷ πολλαχοῦ τὸ ὂν ἀντὶ τοῦ ἀληθοῦς λαμβάνειν, τὸ δὲ μὴ ὂν ἀντὶ τοῦ ψεύδους. τὰ παιδία γάρ, ὡς αὐτὸς εἴρηκεν ἐν τῇ Φυσικῇ, πάντας τοὺς ἄνδρας ὡς πατέρας γνωρίζει καὶ ὀνομάζει αὐτοὺς ταύτην τὴν προσηγορίαν, καὶ μικρὸν ἢ οὐδὲν ἔχει τοῦ ἀληθοῦς. ᾗ μὲν γὰρ ἐξ ἀνθρώπου γέγονεν, ὀνομάζει δὲ ὅλως τοὺς ἀν‐
25θρώπους ἀλλ’ οὐ τοὺς ἵππους πατέρας ἢ τοὺς βόας, ταύτῃ ἔχει μικρόν τι τῆς ἀληθείας· ᾗ δὲ πάντας οὕτως νομίζει, ἔχει οὐδέν. ὅμως δ’ ἐκ τῶν φαύλως γνωστῶν (φαῦλον γὰρ τὸ πάντας εἶναι αὐτοῦ πατέρας νο‐ μίζειν), ἐκ τῶν φαύλως οὖν γνωστῶν, αὐτῷ δὲ γνωστῶν, ὕστερον ἀνάγεται εἰς τὴν ἀλήθειαν, καὶ διορίζει τὸν αὐτοῦ πατέρα ἀπὸ τῶν ἄλλων. ὥσπερ
30οὖν τὸ παιδίον ποιεῖ, οὕτω καὶ ἡμεῖς ἐκ τῶν φαύλως μὲν ἡμῖν καὶ μὴ ἀκριβῶς ἐγνωσμένων τὰ ὅλως καὶ τῇ φύσει γνωστὰ γνῶναι πειρασόμεθα, μεταβαίνοντες, ὥσπερ εἴρηται, ἐκ τούτων αὐτῶν τῶν ἡμῖν γνωρίμων ἐπ’ ἐκεῖνα. p. 1029b12 Καὶ πρῶτον εἴπωμεν ἔνια περὶ αὐτοῦ λογικῶς.
35 Εἰπὼν ὅτι δεῖ θεωρῆσαι περὶ τοῦ τί ἦν εἶναι καὶ ἐκ τούτου μετα‐ βῆναι ἐπὶ τὰ ὅλως γνωστά, φησὶν ὅτι πρῶτον εἴπωμεν ἔνια περὶ τοῦ τί
ἦν εἶναι λογικῶς. ἀλλὰ πρὸ τῆς τῶν λεγομένων σαφηνείας τοσοῦτον διο‐466
in Metaph
.

467

ριστέον, ὅτι ἄλλο μέν φησι τὸ τί ἦν εἶναι καὶ ἄλλο τὸν λόγον ἤτοι τὸν ὁρισμόν. τί ἦν εἶναι μὲν λέγει αὐτὸ τὸ πρᾶγμα καὶ τὴν φύσιν αὐτοῦ, συν‐ ημμένως καὶ συνεπτυγμένως καὶ ἅμα ὡς ἓν νοουμένην, οὗ δηλαδὴ ση‐ μαντικόν ἐστι τὸ ὄνομα. τὸ γὰρ ἄνθρωπος ὄνομα σημαντικόν ἐστι τοῦ τί
5ἦν εἶναι, ἤγουν αὐτῆς τῆς φύσεως τοῦ πράγματος τῆς ὑπὸ τοῦ ἄνθρωπος ὀνόματος δηλουμένης. τί ἦν εἶναι μὲν λέγει τὴν συνειλημμένως καὶ ἅμα καὶ ὡς φύσιν νοουμένην, οἷον τὴν τοῦ ἀνθρώπου φύσιν (γινέσθω γὰρ ἐπὶ τοῦ ἀνθρώπου τὸ ὑπόδειγμα), ὁρισμὸν δὲ λέγει τὴν κατὰ ἀνάπλωσιν καὶ ἀπαρίθμησιν τῶν ἐξ ὧν σύγκειται τὸ εἶδος μερῶν νόησιν. καὶ τοῦτο δια‐
10φέρει τὸ τί ἦν εἶναι τοῦ ὁρισμοῦ, ὅτι ἐκεῖνο μέν ἐστι νόησις συγκεχυμένη καὶ ὡς φύσιν καὶ ὡς ἓν τὸ πρᾶγμα θεωροῦσα, ὁ δὲ ὁρισμὸς ἀνάπτυξίς τις τοῦ πράγματος καὶ ἀπαρίθμησις τῶν αὐτοῦ μερῶν. καὶ ταῦτα μὲν προ‐ διήρθρωται τῆς τῶν λεγομένων ἕνεκεν σαφηνείας, ἐπὶ δὲ τὴν τῶν λεγο‐ μένων σαφήνειαν κατὰ τὸ δυνατὸν τρεπτέον. τὸ τί ἦν εἶναί ἐστιν ὃ λέ‐
15γεται ἕκαστον καθ’ αὑτ· ἕκαστος γὰρ τῶν κατὰ μέρος ἀνθρώπων λέγεται καθ’ αὑτὸ τὸ τί ἦν εἶναι. εἰλήφθω γὰρ ἀντὶ τοῦ τί ἦν εἶναι τὸ δηλω‐ τικὸν αὐτοῦ ὄνομα τὸ ἄνθρωπος, καὶ ἔσται σαφὲς ὃ λέγεται. τὸ τί ἦν εἶναι, φησίν, ἐστί, τουτέστιν ἄνθρωπός ἐστιν, ὅπερ λέγεται ἕκαστον τῶν κατὰ μέρος καθ’ αὑτό. ὁ γὰρ Σωκράτης ἐκεῖνο τὸ ὄνομα λέγεται, του‐
20τέστι τὸ ἄνθρωπος· εἰ δ’ ὁ Σωκράτης λέγεται ἄνθρωπος, δῆλον ὡς λέ‐ γεται καὶ ἐκεῖνο, λέγω δὴ τὸ ὑπὸ τοῦ ἄνθρωπος ὀνόματος σημαινόμενον. ἐκεῖνο οὖν ἐστι τὸ τί ἦν εἶναι. ὁ γὰρ Ἀλέξανδρος λέγεται ἄνθρωπος, ὅπερ ἐστὶ δηλωτικὸν τοῦ τί ἦν εἶναι. εἰπὼν δὲ ὅτι τὸ τί ἦν εἶναί ἐστιν ὃ λέγεται καὶ ὀνομάζεται ἕκαστον καθ’ αὑτό, ἑρμηνεύων τίνος ἕνεκα τὸ
25καθ’ αὑτὸ πρόσκειται, ἐπήγαγεν οὐ γάρ ἐστι τὸ σοὶ εἶναι τὸ μουσικῷ εἶναι, τουτέστι λέγεται ὁ Σωκράτης μουσικός, ἀλλ’ οὐκ ἔστι τὸ Σωκράτει εἶναι τὸ μουσικῷ εἶναι· οὐδ’ ἔστιν ἡ φύσις αὐτοῦ τὸ μουσικῷ εἶναι· οὐ γὰρ καθ’ αὑτό ἐστι μουσικός, οὐδὲ τὸ τί ἦν εἶναι, ὃ λέγεται ὁ Σωκράτης, ἐστὶ τὸ μουσικόν· ἀλλ’ ὃ ἄρα ἐστὶ καθ’ αὑτὸ ὁ Σωκράτης, ἐκεῖνό ἐστι
30τὸ τί ἦν εἶναι τοῦ Σωκράτους καὶ τῶν κατὰ μέρος ἀνθρώπων. εἰπὼν δὲ ὅτι τί ἦν εἶναί ἐστι τὸ καθ’ αὑτὸ ὑπάρχον τοῖς μερικοῖς καὶ ὅπερ ἕκαστον λέγεται, ἐπειδὴ καθ’ αὑτὸ ὑπάρχει καὶ ἐν τῇ ἐπιφανείᾳ τὸ λευκόν, ἐπή‐ γαγε τὸ οὐδὲ δὴ τοῦτο πᾶν, ὡς ἂν εἰ ἔλεγεν ὅτι οὐ πᾶν τὸ καθ’ αὑτὸ ὑπάρχον τινὶ τοῦτο τί ἦν εἶναί ἐστι τῷ ἐν ᾧ ὑπάρχει. οὐ γὰρ οὕτω φα‐
35μὲν καθ’ αὑτὸ τὸ τί ἦν εἶναι ὑπάρχειν ἐν τοῖς μέρεσιν αὐτοῦ ὡς τῇ ἐπιφανείᾳ τὸ λευκόν· τὸ μὲν γὰρ τί ἦν εἶναι λέγεται καθ’ αὑτὸ ὑπάρχειν τοῖς μέρεσιν αὐτοῦ, ἤτοι τοῖς ἀτόμοις, ὅτι ἕκαστον αὐτῶν τὸ τί ἦν εἶναί
ἐστι καὶ ἐν ἑκάστῳ τελεία ἡ φύσις αὕτη ὑπάρχει, τὸ δὲ λευκὸν ὑπάρχειν467
in Metaph
.

468

λέγεται τῇ ἐπιφανείᾳ καθ’ αὑτὸ ἀντὶ τοῦ πρώτως· διὰ γὰρ τὸ ἐν αὐτῇ πρῶτον ὑπάρχειν, αὕτη δ’ ἐστὶν ἐν σώματι, λέγεται τὸ σῶμα λευκόν. οὐκ ἔστιν οὖν τὸ λευκὸν τῇ ἐπιφανείᾳ καθ’ αὑτὸ ὡς τὸ τί ἦν εἶναι τοῖς μέρεσιν αὐτοῦ, διότι τὸ μὲν Σωκράτει εἶναι τὸ ἀνθρώπῳ εἶναί ἐστιν, ἀνθρώπῳ εἶναι λέγων κατὰ
5δοτικὴν πτῶσιν τὸ τί ἦν εἶναι τὸ ὑπὸ τοῦ ἄνθρωπος ὀνόματος δηλούμενον, τὸ δ’ ἐπιφανείᾳ εἶναι οὐκ ἔστι τὸ λευκῷ εἶναι· ἄλλη γὰρ φύσις ἐπιφανείας καὶ ἄλλη λευκοῦ. Σωκράτους δὲ καὶ τοῦ τί ἦν εἶναι τοῦ ὑπὸ τοῦ ἄν‐ θρωπος ὀνόματος δηλουμένου οὐκ ἄλλη ἀλλ’ ἡ αὐτή. ἀλλὰ μὴν οὐδὲ τὸ ἐπιφανείᾳ εἶναί ἐστι τὸ ἐπιφανείᾳ εἶναι λευκῇ· οὐ γάρ ἐστι ταὐτὸν ἐπιφά‐
10νεια ἐπιφανείᾳ λευκῇ. καὶ τοῦ πῶς οὐ ταὐτὸν ἀλλ’ ἕτερόν ἐστι τὸ ἐπι‐ φανείᾳ εἶναι τοῦ λευκῇ ἐπιφανείᾳ, πάνυ συντόμως καὶ διὰ τοῦτο ἀσαφῶς τὴν αἰτίαν ἐπήγαγεν εἰπὼν ὅτι πρόσεστιν αὐτ, αὐτὸ λέγων τὸ ὁριστὸν ἤτοι τὴν ἐπιφάνειαν· οὐκ ἔστιν οὖν τὸ ἐπιφανείᾳ εἶναι ὅπερ τὸ ἐπιφανείᾳ λευκῇ, ὅτι ἐν τῷ ὁρισμῷ τῆς λευκῆς ἐπιφανείας λαμβάνεται ἡ ἐπιφάνεια.
15τὸν μὲν γὰρ Σωκράτην ταὐτόν φαμεν εἶναι τῷ ἀνθρώπῳ, ὅτι ὅταν ὁριζώ‐ μεθα τὸν ἄνθρωπον, οὐ λαμβάνομεν εἰς τὸν τοῦ ἀνθρώπου ὁρισμὸν τὸν ἄνθρωπον· οὐ γὰρ ὁριζόμενοι τὸν ἄνθρωπόν φαμεν ὅτι ἄνθρωπός ἐστιν ἄνθρωπος ζῷον πεζὸν δίπουν. τὴν δὲ λευκὴν ἐπιφάνειαν ὁριζόμενοι λαμ‐ βάνομεν εἰς τὸν ὁρισμὸν αὐτῆς αὐτὴν τὴν ἐπιφάνειαν· λέγομεν γὰρ ὅτι
20λευκὴ ἐπιφάνειά ἐστιν ἐπιφάνεια ἔχουσα χρῶμα διακριτικὸν ὄψεως· ὥστε εἴληπται ἐν τῷ ὁρισμῷ τῆς λευκῆς ἐπιφανείας ἡ ἐπιφάνεια. εἰ δέ τις λέγοι ὅτι οὐ λήψομαι εἰς τὸν ὁρισμὸν τῆς λευκῆς ἐπιφανείας τὴν ἐπιφά‐ νειαν, ἀλλ’ εἴποιμι ἂν ὅτι λευκὴ ἐπιφάνειά ἐστι χρῶμα διακριτικὸν ὄψεως, οὗτος ἴστω ὅτι ὁρισμὸν τῆς λευκότητος ἀπέδωκεν, ἀλλ’ οὐ τῆς λευκῆς
25ἐπιφανείας. εἰ δὴ τὸν Σωκράτην φαμὲν ὅπερ τὸν ἄνθρωπον, ὅτι ἐν τῷ ὁρισμῷ τοῦ ἀνθρώπου οὐ λαμβάνεται ἄνθρωπος, δῆλον ὡς ἐπειδὴ ἐν τῷ ὁρισμῷ τῆς λευκῆς ἐπιφανείας λαμβάνεται ἡ ἐπιφάνεια, οὐκ ἔστιν ἡ ἐπι‐ φάνεια ὅπερ ἡ λευκὴ ἐπιφάνεια. οὐκ ἔστιν οὖν, φησίν, ἡ ἐπιφάνεια ὅπερ ἡ λευκὴ ἐπιφάνεια, ἐπειδὴ πρόσεστιν αὐτό, αὐτὸ λέγων τὴν ἐπιφάνειαν.
30ἐπειδὴ οὖν πρόσεστιν αὐτό, ἤτοι ἡ ἐπιφάνεια, ἐν τῷ ὁρισμῷ τῆς λευκῆς ἐπιφανείας, οὐκ ἔστιν ἡ ἐπιφάνεια ὅπερ ἡ λευκὴ ἐπιφάνεια. φέρεται δὲ καὶ ἄλλη γραφὴ ἔχουσα οὕτως καὶ διὰ τ; ὅτι πρόσεστιν αὐτ. καὶ ἔστιν αὕτη σαφεστέρα ἡ γραφή. καὶ διὰ τί, φησίν, οὐκ ἔστιν ἡ ἐπιφά‐ νεια ὅπερ ἡ λευκὴ ἐπιφάνεια; ὅτι πρόσεστιν αὐτὴ ἡ ἐπιφάνεια ἐν τῷ τῆς
35λευκῆς ἐπιφανείας ὁρισμῷ. ταῦτα εἰπὼν συμπεραίνεται λέγων, ἐν ᾧ ἄρα μὴ ἔνεστι λόγῳ αὐτὸ λέγοντι αὐτ, οὗτος ὁ λόγος τοῦ τί ἦν εἶναι ἑκάστ, τουτέστιν οὗτός ἐστι λόγος καὶ ὁρισμὸς ὁ δηλωτικὸς τοῦ τί ἦν εἶναι καὶ τῆς φύσεως ἑκάστῳ, ἐν ᾧ λόγῳ λέγοντι καὶ ἀναπτύσσοντι αὐτό, τὸ ὁριστόν, μὴ ἐνυπάρχει ἐν τῷ λόγῳ αὐτό, ἤτοι τὸ ὁριστόν. ἐν
40γὰρ τῷ τοῦ ἀνθρώπου λόγῳ, τῷ λέγοντι τί ἐστιν ἄνθρωπος, οὐκ ἐνυπάρχει468
in Metaph
.

469

ὁ ἄνθρωπος. ταῦτα εἰπὼν ἐπάγει ὥστε εἰ τὸ ἐπιφανείᾳ λευκῇ εἶναί ἐστι τὸ ἐπιφανείᾳ εἶναι λεί, τὸ λευκῷ καὶ λείῳ εἶναι τὸ αὐτὸ καὶ ἕν. καὶ ἔστιν οἶμαι λύσις πρός τινα λόγον δυνάμενον φέρεσθαι πρὸς τὰ λεγόμενα· ὁ δὲ δυνάμενος λέγεσθαι λόγος τοιοῦτος ἂν εἴη. εἰ γὰρ ὅτι
5ἡ ἐπιφάνεια ἐν τῷ ὁρισμῷ τῆς λευκῆς ἐπιφανείας λαμβάνεται, ἐπὶ τούτῳ λέγεις, ὦ Ἀριστότελες, τὴν ἐπιφάνειαν μὴ εἶναι ὅπερ ἡ λευκὴ ἐπιφάνεια, ἐν τῷ ὁρισμῷ τῆς λευκῆς ἐπιφανείας τὴν μὲν ἐπιφάνειαν οὐκ ἐάσομεν ἀλλὰ ληψόμεθα, τὸ δὲ λευκὸν παραλείψομεν· καὶ τοῦτο ποιησάντων πάν‐ τως δοίης ἂν τὴν ἐπιφάνειαν εἶναι ὅπερ ἡ λευκὴ ἐπιφάνεια. εἴποιμεν γὰρ
10ἂν οὕτως, ὅτι λευκὴ ἐπιφάνειά ἐστιν ἐπιφάνεια λεία. πρὸς δὴ τοῦτον τὸν λόγον οἶμαι ἐπῆκται τὸ ὥστε εἰ τὸ ἐπιφανείᾳ λευκῇ εἶναί ἐστι τὸ ἐπιφανείᾳ λείᾳ καὶ τὰ ἑξῆς, ἴσον λέγων, ὥστε εἰ τὴν λευκὴν ἐπιφά‐ νειαν ὁριζόμενός τις ἐρεῖ ὅτι τὸ ἐπιφανείᾳ λευκῇ εἶναί ἐστι, ἤτοι ἐπιφά‐ νεια λευκή ἐστι τὸ ἐπιφανείᾳ εἶναι λείᾳ, ἤτοι ἐπιφάνεια λεία, τὸ μὲν λευ‐
15κὸν ὡρίσατο (τοῦτο γὰρ καὶ παρέλειπεν), τὴν δὲ λευκὴν ἐπιφάνειαν οὐχ ὡρίσατο· ὥστε ὅταν λέγῃ ὅτι λευκὴ ἐπιφάνειά ἐστιν ἐπιφάνεια λεία, οὐδὲν ἄλλο λέγει ἢ ὅτι τὸ λευκὸν λεῖόν ἐστιν καὶ ἔστι τὸ λευκῷ εἶναι καὶ λείῳ ταὐτὸν καὶ ἕν. p. 1029b22 Ἐπεὶ δέ ἐστι καὶ κατὰ τὰς ἄλλας κατηγορίας σύν‐
20θετα· ἔστι γάρ τι ὑποκείμενον ἑκάστ, οἷον τῷ ποιῷ καὶ ποσ. Ἐπειδὴ εἴρηκεν ὅτι ἡ ἐπιφάνεια οὐκ ἔστιν ὅπερ ἡ λευκὴ ἐπιφάνεια οὐδέ ἐστι τὸ ἐπιφανείᾳ εἶναι τὸ λευκῇ εἶναι, ζητεῖ λέγων ἐπειδὴ τὸ ποιὸν καὶ ποσὸν καὶ αἱ ἄλλαι κατηγορίαι ἑκάστη ὑποκείμενόν τι ἔχει, ἆρα ἔστι λόγος καὶ ὁρισμὸς τοῦ τί ἦν εἶναι ἑκάστῳ αὐτῶν, τουτέστιν ἆρα δύναταί
25τις μία φύσις εἶναι ὁ ἄνθρωπος καὶ τὸ λευκόν, καὶ ὑπάρχειν τὸ τί ἦν εἶναι τῷ λευκῷ ἀνθρώπῳ καὶ ἔστιν ὁρισμὸς τοῦ λευκοῦ ἀνθρώπου. ἐπειδὴ δὲ οἱ ὁρισμοὶ ὀνομάτων εἰσὶν ἀλλ’ οὐ λόγων, ἔμελλε δέ τις λέγειν ὅτι τοῦ ἄνθρωπος λευκὸς λόγου ὄντος ἀλλ’ οὐκ ὀνόματος, πῶς ἔσται αὐτοῦ ὁρισμός, λέγει ὅτι ἔστω δὴ ὄνομα τῷ λευκῷ ἀνθρώπῳ ἱμάτιον. ἔστιν οὖν
30ὁρισμὸς τοῦ ἱματίου, ἤτοι τοῦ λευκοῦ ἀνθρώπου, ἢ οὔ; καὶ ἐρωτήσας ἐπι‐ κρίνει λέγων ἀλλὰ μὴν οὐδὲ τῶν καθ’ αὑτὸ λεγομένων οὐδὲ τοῦτο· τουτέστιν ἐκείνων τῶν φύσεων τῶν καθ’ αὑτὸ οὐσῶν καὶ ἐν ὑπάρξει ὁρι‐ σμοὺς εἶναί φαμεν· ὁ δὲ λευκὸς ἄνθρωπος καθ’ αὑτὸ μὴ ὢν μηδὲ δυνά‐ μενος εἶναι καθ’ αὑτό, ἀλλ’ ἐν τῷ ἀνθρώπῳ ὤν, ὥσπερ καὶ ὁ μουσικὸς
35Σωκράτης ἐν τῷ Σωκράτει, πῶς ἔσται τοῦ λευκοῦ ἀνθρώπου ὁρισμός; εἰ γὰρ ἦν αὐτοῦ ὁρισμός, ἦν ἂν καὶ τί ἦν εἶναι, ἤτοι φύσις αὐτὴ καθ’
αὑτὴν συγκεχυμένη καὶ ὑπὸ τοῦ ὁρισμοῦ ἀναπτυσσομένη· ἀλλ’ ὁ μὲν ἄν‐469
in Metaph
.

470

θρωπός ἐστιν, ὁ δὲ λευκὸς ἄνθρωπος οὐκ ἔστιν, ἀλλὰ συνέβη τῷ ἀν‐ θρώπῳ. εἰπὼν δὲ ὅτι ὁ λευκὸς ἄνθρωπος οὐκ ἔστι τῶν καθ’ αὑτό, ἐπι‐ χειρεῖ διὰ τῶν τοῦ μὴ καθ’ αὑτὸ σημαινομένων δεῖξαι ὅτι ὁ λευκὸς ἄν‐ θρωπος τῶν καθ’ αὑτό ἐστι, λέγων ἢ τὸ οὐ καθ’ αὑτὸ λέγεται διχῶς,
5καὶ τούτου ἐστὶ τὸ μὲν ἐκ προσθέσεως, τὸ δὲ οὐκ ἐκ προσθέσεως. καὶ τοῦ μὲν ἐκ προσθέσεως οὐ καθ’ αὑτὸ τέθεικεν ὑπόδειγμα τὸ τὸ μὲν γὰρ τῷ αὐτὸ ἄλλῳ προσκεῖσθαι λέγεται. καὶ ἔστι τὸ λεγόμενον τοιοῦτον· εἴ τις ὁριζόμενος τὸ λευκὸν προσλάβοι καὶ τὸν τοῦ ἀνθρώπου ὁρισμόν, προστίθησι τὸ πρᾶγμα καὶ τὸν ὁρισμὸν αὐτοῦ ἐν ἄλλῳ πράγματι
10καὶ ὁρισμῷ. εἰ γάρ τις ὁριζόμενος τὸ λευκὸν λέγει ὅτι λευκόν ἐστι χρῶμα διακριτικὸν ὄψεως ζῷον πεζὸν δίπουν, οὐχὶ λευκοῦ ὁρισμὸν ἀποδέ‐ δωκεν ἀλλὰ λευκοῦ ἀνθρώπου. καὶ διὰ τοῦτο οὐ καθ’ αὑτὸ ὡρίσατο τὸ λευκὸν διὰ τὸ τὸ λευκὸν ἐν ἄλλῳ ἤτοι τῷ ἀνθρώπῳ προσθεῖναι. τὸ μὲν οὖν οὕτω λέγεται οὐ καθ’ αὑτό, τὸ δὲ τῷ ἄλλο αὐτ. ἐλλιπῶς δὲ
15ἑρμηνευθὲν δεῖ προσθεῖναι τὸ δεῖν προσκεῖσθαι, ὃ οὐ πρόσκειται, ἵνα ᾖ τὸ πᾶν τοιοῦτον· τὸ δὲ λέγεται οὐ καθ’ αὑτὸ ἐν τῷ δεῖν ἄλλο προσκεῖσθαι αὐτῷ, ὃ οὐ πρόσκειται· οἷον εἰ τὸ ἱμάτιον σημαίνει τὸν λευκὸν ἄνθρωπον, ὁριζόμενος τὸ ἱμάτιον λέγει ὅτι ἱμάτιόν ἐστι χρῶμα διακριτικὸν ὄψεως. δέον γὰρ προσκεῖσθαι τῷ ὁρισμῷ τοῦ ἱματίου καὶ ἄλλο τι, οἷον τὸ ζῷον
20πεζὸν δίπουν, οὐ πρόσκειται, ὥστε οὐ καθ’ αὑτὸ ὡρίσατο τὸ ἱμάτιον. εἰ δὴ τὸ λευκὸν ὁριζόμενοι καὶ προσλαμβάνοντες τὸν ἄνθρωπον οὐ καθ’ αὑτὸ λέγεται, ὁμοίως δὴ καὶ τὸν λευκὸν ἄνθρωπον ὁριζόμενοι οὐ προσλαμβά‐ νοντες τὸν ἄνθρωπον οὐ καθ’ αὑτὸ λέγεται, εἴπερ τὸ ἱμάτιον ὁριζόμενοι προσλάβοιμεν καὶ τὸ λευκὸν καὶ τὸν ἄνθρωπον, ἔσται τὸ ἱμάτιον, ἤτοι ὁ
25λευκὸς ἄνθρωπος, τῶν καθ’ αὑτό· εἰ δ’ ἐστὶ τῶν καθ’ αὑτό, ἔστιν ἄρα ὁρισμὸς αὐτοῦ, εἴπερ τῶν καθ’ αὑτὸ οἱ ὁρισμοί. οὐκ ἄρα καλῶς εἴρηται ὡς λευκὸς ἄνθρωπος οὐκ ἔστι τῶν καθ’ αὑτὸ λεγομένων, καὶ ἐπὶ τούτῳ οὐδὲ ὁρισμὸς ἔστιν αὐτοῦ. ταῦτα εἰπὼν τὴν μὲν ἀκριβῆ λύσιν μετ’ ὀλίγον ἐρεῖ, ὅταν λέγῃ ἢ καὶ ὁρισμὸς ὥσπερ καὶ τὸ τί ἐστι πλεοναχῶς
30λέγεται· καὶ γὰρ τὸ τί ἐστιν ἕνα μὲν τρόπον σημαίνει τὴν οὐσίαν. τὴν μὲν δὴ ἀκριβῆ λύσιν καὶ τὴν τοῦ λόγου διάρθρωσιν μετ’ ὀλίγον ἐρεῖ, αὐτὸς δὲ τὰ προσεχῶς εἰρημένα εἰπὼν ἐπήγαγε τὸ δὴ λευ‐ κὸς ἄνθρωπος ἔστι μὲν λευκόν, οὐ μέντοι τί ἦν εἶναι λευκῷ εἶναι ἀλλὰ τὸ ἱμάτιον εἶναι. τουτέστι τὸ δὴ λέγειν ἄνθρωπος λευκός
35ἐστι, τοῦτο ἀληθές· ἔστι γὰρ τὸ λευκὸν ἐν ἀνθρώπῳ, καὶ ἐπὶ τούτῳ ἀλη‐ θὲς λέγειν ὅτι ἄνθρωπος λευκός· οὐ μέντοι ἐστὶν ἀνθρώπῳ τὸ τί ἦν εἶναι τὸ λευκῷ εἶναι, ἤτοι οὐκ ἔστιν ὁ ἄνθρωπος ὅπερ τὸ λευκῷ ἀνθρώπῳ εἶναι. τὸ δὲ τί ἦν εἶναι λευκῷ ἀνθρώπῳ ὅπερ τὸ ἱματίῳ εἶναί ἐστιν· οὕτω γὰρ
εἴρηται ὅτι ἔστω δὴ ὄνομα τῷ λευκῷ ἀνθρώπῳ τὸ ἱμάτιον.470
in Metaph
.

471

p. 1030a2 ρ’ ἔστι τί ἦν εἶναί τι ἢ ὅλως ἢ ο. Πολλαχοῦ μνησθεὶς τοῦ τί ἦν εἶναι (τοῦτο δ’ ἐστὶν ἡ ἑκάστου φύσις) καὶ ἐνδειξάμενος τὴν διαφορὰν αὐτοῦ ἥτις ἐστὶ πρὸς τὸν ὁρισμόν, καὶ εἰπὼν τί ἐστι τὸ τί ἦν εἶναι, ὅτι ἡ φύσις πάντων τῶν κατὰ μέρος ἀν‐
5θρώπων (λεγέσθω γὰρ ἐπὶ τῶν ἀνθρώπων) συνῃρημένως καὶ ἅμα νοου‐ μένη, ἐπεὶ δή, ὡς ἐν τῇ Ἀποδεικτικῇ εἴρηται, προηγεῖται τὸ εἰ ἔστι τοῦ τί ἐστι, ζητεῖ εἰ ἄρα ἔστι τι τῶν ὄντων τὸ τί ἦν εἶναι ἢ οὔ· καὶ λύει συντόμως λέγων ὅπερ γάρ τι ἔστι τὸ τί ἦν εἶναι, τουτέστιν ἡ ἑκάστου οὐσία. εἰ οὖν τὸ τί ἦν εἶναι ἡ ἑκάστου οὐσία, τὰ δὲ καθ’ ἕκα‐
10στον ἔστι, δῆλον ἄρα ὅτι καὶ τὸ τί ἦν εἶναι τῶν ὄντων ἐστίν. καὶ ἐπεὶ τὸ τί ἦν εἶναι ἐπὶ τῶν οὐσιῶν ἐστιν, τουτέστι τὸ τί ἦν εἶναι οὐδὲν ἄλλο ἐστὶν ἢ πᾶσαι αἱ ἄτομοι ἐν ἑκάστῳ εἴδει οὐσίαι, αὗται μὲν καθ’ αὑτάς εἰσιν· ὅταν δ’ ἄλλο κατ’ ἄλλου λέγηται, οὐκ ἔστιν ὅπερ τόδε τι καὶ καθ’ αὑτό. ὁ γὰρ λευκὸς ἄνθρωπος οὐκ ἔστι καθ’ αὑτό, ἀλλ’ ἐν τῷ
15ἀνθρώπῳ· τὸ γὰρ τόδε τι ταῖς οὐσίαις μόναις ἀφώρισταί τε καὶ ὑπάρχει. εἰ δὴ τὸ τόδε τι ταῖς οὐσίαις ὑπάρχει, ὁ δὲ λευκὸς ἄνθρωπος οὐκ ἔστιν οὐσία ἀλλὰ συμβεβηκός, οὐκ ἄρα ἐστὶν ὁ λευκὸς ἄνθρωπος τόδε τι καὶ καθ’ αὑτό. ὥστε ἐξ ἁπάντων τῶν εἰρημένων φανερόν ἐστιν ὅτι τὸ τί ἦν εἶναί ἐστιν ὅσων ὁ λόγος ὁρισμός ἐστι, τουτέστιν ἐκ τῶν ὄντων ἐπ’
20ἐκείνων μόνων τὸ τί ἦν εἶναι λέγεται κυρίως τῶν οὐσιῶν, ὧν ὁ λόγος ὁρι‐ σμὸς ἤτοι ἀνάπτυξις καὶ ἀπαρίθμησίς ἐστι τῶν καθ’ αὑτὸ καὶ οὐσιωδῶς ὑπαρχόντων αὐταῖς. εἰπὼν δὲ ὥστε τὸ τί ἦν εἶναί ἐστιν ὅσων ὁ λό‐ γος ὁρισμός ἐστιν, ἐπειδὴ οἱ ὁρισμοὶ ταὐτὸν σημαίνουσι τῷ ὀνόματι τοῦ τί ἦν εἶναι, ἐπήγαγεν ὁρισμὸς δ’ ἐστὶν οὐκ ἂν ὄνομα λόγῳ
25ταὐτὸν σημαίν. δέον εἰπεῖν ‘ὁρισμὸς δέ ἐστιν οὐκ ἐὰν λόγος ᾖ ὀνό‐ ματι ταὐτὸν σημαίνων‘, εἶπεν ‘οὐκ ἂν ὄνομα ᾖ λόγῳ ταὐτὸν σημαῖνον‘. ἐστὶ δὲ ὃ λέγει τοιοῦτον. οὐ πᾶς λόγος ὀνόματι ταὐτὸν σημαίνων ὁρισμός ἐστιν. εἰ γὰρ πᾶς λόγος ὀνόματι ταὐτὸν σημαίνων ὁρισμὸς ἦν, ἐπειδὴ δυνάμεθα παντὶ λόγῳ ὄνομα θεῖναι, πᾶς ἂν λόγος ὁρισμὸς ἦν· ὥστε ἐπειδὴ
30πάσῃ τῇ τοῦ Ὁμήρου ποιήσει κεῖται ὄνομα τὸ Ἰλιάς, ὁρισμὸς ἂν ἦν ἡ ποίησις· ταὐτὸν γὰρ δηλοῖ πάντα τὰ ἔπη, αὐτά φημι τὰ εἰκοσιτέτταρα βιβλία, ὅπερ τὸ Ἰλιὰς ὄνομα. οὐ πᾶς οὖν λόγος ὀνόματι ταὐτὸν σημαίνων ὁρισμός ἐστιν, ἀλλ’ ὅστις λόγος [σὺν] τῷ ὀνόματι ταὐτὸν δηλῶν καὶ ἀνάπτυξιν καὶ ἀπαρίθμησιν ἔχει τινῶν συνιστώντων εἶδος, ἢ μᾶλλον συνιστώντων πλῆθος
35ἐξ ὧν ἡ διάνοια τὸ καθόλου χωρίζει καὶ ἀποσυλᾶται, ἐκεῖνος ἂν εἴη ὁρισμός.
εἰπὼν δὲ ὅτι ἐκεῖνος ὁ λόγος ἐστὶν ὁρισμός, ἐὰν ᾖ πρώτου τινός, τίνα471
in Metaph
.

472

βούλεται λέγειν πρῶτα σαφηνίζων ἐπήγαγε τοιαῦτα δ’ ἐστὶν ὅσα λέγεται μὴ τῷ ἄλλο λέγεσθαι, ὡς ἂν εἰ ἔλεγε, ταῦτα δὲ λέγω πρῶτα ὅσα λέ‐ γεται μὴ τῷ ἄλλο λέγεσθαι. ὅταν γὰρ λέγωμεν ὅτι λευκόν, οὐχὶ τὴν λευ‐ κότητα αὐτὴν καθ’ αὑτήν φαμεν, ἀλλὰ τὴν λελευκασμένην οὐσίαν, οἷον
5χιόνα, Σωκράτην ἢ ἄλλο τι τοιοῦτον. ὅταν δὲ λέγωμεν ὅτι ἄνθρωπος, οὐκ ἄλλο τί φαμεν, οὐδ’ ἄλλο τι προσλογιζόμεθα, ἀλλ’ αὐτὴν τὴν τοιάνδε οὐσίαν τὴν δυναμένην καθ’ αὑτὴν εἶναι. ἐκ δὴ τῶν εἰρημένων φανερὸν ὅτι οὐκ ἔστι τὸ τί ἦν εἶναι οὐδενὶ τῶν μὴ γένους εἰδῶν, ἀλλ’ ἐκείνων ἐστὶ τὸ τί ἦν εἶναι, ἅπερ ἐστὶν εἴδη γένους· εἰδῶν δὲ οὐ τῶν τυχόντων
10ἐστὶ τὸ τί ἦν εἶναι, ἀλλ’ εἰδῶν, ἅπερ εἰσὶν ἐξ οὐσιῶν ἀποσεσυλημένα, ἤτοι τὸ τί ἦν εἶναί ἐστι τῶν ἀτόμων, ἐξ ὧν τὰ εἴδη κεχώρισται. ταῦτα δὲ τὰ εἴδη ἐπειδὴ οὐδὲν ἄλλο εἰσὶν ἢ τὰ καθ’ ἕκαστα (ἐν γὰρ τοῖς καθ’ ἕκαστα αὐτοῖς τὸ εἶναι· περὶ τούτων γὰρ ὁ λόγος, ἀλλ’ οὐχὶ περὶ τῶν ἃ ἡ διά‐ νοια χωρίσασα παρ’ ἑαυτῇ ἔχει), ταῦτα οὖν τὰ εἴδη οὐ κατὰ μετοχὴν
15λέγονται, ἤτοι οὐχ ὡς συμβεβηκότα κατηγοροῦνται καὶ πάθη εἰσὶν ὧν κατ‐ ηγοροῦνται, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν ἢ τὸ θερμόν, ἀλλ’ ὡς οὐσίαι καὶ τῇ φύσει μηθὲν διαφέροντα τῶν μερικῶν, ἀλλὰ μόνῳ τῷ καθόλου. δύ‐ ναται τὸ οὐ κατὰ μετοχὴν λέγονται νοεῖσθαι ἀντὶ τοῦ οὐ κεχωρισμένα ἐστὶ τὰ εἴδη, καθάπερ φησὶ Πλάτων, καὶ κατὰ μετοχὴν αὐτῶν τὰ καθ’
20ἕκαστά ἐστιν, ἀλλ’ οὐσίαι εἰσὶν ἐν τοῖς καθ’ ἕκαστα μεμερισμέναι πως καὶ ἀμέριστοι, μεμερισμέναι μὲν ᾗ ἐν τοῖς καθ’ ἕκαστά εἰσιν, ἤτοι αὐτὰ τὰ καθ’ ἕκαστά εἰσιν, ἀμέριστοι δὲ κατὰ τὸ ταὐτὸν τῆς ἐν πᾶσιν εὑρισκο‐ μένης φύσεως. καὶ ἑκάστου μὲν καὶ τῶν ἄλλων λόγος ἐστὶ σημαίνων ὅτι ὑπάρχει τόδε τῷδε, ἐὰν τεθῇ ὄνομα, οἷον εἰ τῷ λευκῷ ἀνθρώπῳ τεθείη
25ὄνομα ἱμάτιον. ἔστι μὲν οὖν τοῦ ἱμάτιον ὀνόματος λόγος· σημαίνει γὰρ τὸ ἱμάτιον ὅτι τὸ λευκὸν ὑπάρχει τῷ ἀνθρώπῳ· οὐ μήν ἐστιν ὁρισμὸς ὁ τοιοῦτος λόγος ὁ λέγων ὅτι τὸ λευκὸν ὑπάρχει τῷ ἀνθρώπῳ, οὐδὲ τί ἦν εἶναί ἐστι καὶ πρᾶγμα δυνάμενον εἶναι καθ’ αὑτὸ τὸ δηλούμενον ὑπὸ τοῦ τοιούτου λόγου. εἰπὼν δὲ ἀλλὰ λόγος μὲν ἔσται ἑκάστου καὶ τῶν
30ἄλλων τί σημαίνει, ἂν ᾖ ὄνομα, ὅτι τόδε τῷδε ὑπάρχει ἐπήγαγεν ἢ ἀντὶ λόγου ἁπλοῦ ἀκριβέστερος. ὅταν γὰρ λέγω ὅτι ἄνθρωπος λευκός, λόγον ἁπλοῦν φημι σημαίνοντα ὅτι ὑπάρχει τὸ λευκὸν τῷ ἀν‐ θρώπῳ· ὅταν δὲ λέγω ὅτι ἄνθρωπός ἐστιν ἔχων χρῶμα διακριτικὸν ὄψεως ἢ ὅτι ζῷον πεζὸν δίπουν λευκόν, εἴρηκα λόγον ἀκριβέστερον· ἐπειδὴ γὰρ
35λευκόν, ἀληθεύεται ὅτι ἄνθρωπος λευκός.472
in Metaph
.

473

Οὕτως οὖν δείξας ὅτι τὸ τί ἦν εἶναι ἐπὶ μόνων τῶν οὐσιῶν ἐστι καὶ ὅτι τούτων μόνων εἰσὶν ὁρισμοί, ἐπάγει ἢ καὶ ὁρισμὸς ὥσπερ καὶ τὸ τί ἐστι πλεοναχῶς λέγεται, τουτέστιν ὥσπερ τὸ τί ἐστι λέγεται μὲν καὶ ἐπὶ τῆς οὐσίας καὶ ἐπὶ τοῦ ποσοῦ καὶ ἐπὶ τοῦ ποιοῦ (εἴρηκε γὰρ ἐν
5τῷ πρώτῳ τῶν Τοπικῶν “ὅταν μὲν γὰρ ἐκκειμένου ἀνθρώπου φῇ τὸ ἐκ‐ κείμενον ἄνθρωπον εἶναι ἢ ζῷον, τί ἐστι λέγει καὶ οὐσίαν σημαίνει· ὅταν δὲ χρώματος λευκοῦ ἐκκειμένου φῇ τὸ ἐκκείμενον λευκὸν εἶναι ἢ χρῶμα, τί ἐστι λέγει καὶ ποιὸν σημαίνει· ὅταν δὲ πηχυαίου μεγέθους ἐκκειμένου φῇ τὸ ἐκκείμενον πηχυαῖον εἶναι, τί ἐστιν ἐρεῖ καὶ ποσὸν σημαίνει· ὁμοίως
10δὴ καὶ ἐπὶ τῶν ἄλλων”), ὥσπερ οὖν τὸ τί ἐστι λέγεται πολλαχῶς καὶ ὑπάρχει πᾶσι τοῖς οὖσιν, ἀλλὰ τῷ μέν, ἤτοι τῇ οὐσίᾳ, πρώτως, τοῖς δ’ ἑπομένως, οὕτω καὶ τὸ τί ἐστι (λέγων τί ἐστι τὸν ὁρισμόν) πρώτως μὲν καὶ κυρίως τῇ οὐσίᾳ ὑπάρξει, τρόπον δέ τινα καὶ τοῖς ἄλλοις. ὅτι δὲ τὸ τί ἐστιν οὐ μόνον ἐπὶ τῆς οὐσίας λέγεται ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων πάλιν
15δείκνυσι λέγων καὶ γὰρ τὸ ποιὸν ἐροίμεθ’ ἂν τί ἐστιν, ὥστε καὶ τὸ ποιόν ἐστι τῶν τί ἐστι. καὶ λέγεται ἐπὶ τοῦ ποιοῦ τὸ τί ἐστιν, ἀλλ’ οὐχ ἁπλῶς· ἀλλ’ ὥσπερ καὶ τὸ μὴ ὂν λογικῶς καὶ ἐνδόξως ἐπιχει‐ ροῦντές τινές φασιν ὅτι τὸ μὴ ὂν ἔστιν, οὐχ ἁπλῶς δέ φασιν ὅτι ὑπάρχει καὶ ἔστι τῶν ὄντων, ἀλλ’ ὅτι ἔστι μέν, ἀλλ’ οὐκ ὂν ἀλλὰ μὴ ὄν, οὕτω
20καὶ τὸ ποιὸν λέγομεν αὐτὸ τί ἐστιν, ἀλλ’ οὐχ ἁπλῶς ὥσπερ ἐπὶ τῆς οὐσίας, ἀλλὰ μετὰ προσθήκης τί ἐστι ποιόν. ἐπὶ μὲν γὰρ τῆς οὐσίας ἁπλῶς καὶ χωρὶς προσθήκης φαμὲν τὸ τί ἐστιν, ἐπὶ δὲ τῶν ἄλλων, ὡς εἴρηται, μετὰ προσθήκης τί ἐστι ποιὸν ἢ τί ἐστι ποσόν. εἰπὼν οὖν ὅτι τὸ τί ἐστι λέ‐ γεται ἁπλῶς μὲν ἐπὶ τῆς οὐσίας, πῶς δὲ καὶ ἐπὶ τῶν ἄλλων, λέγει ὅτι
25δεῖ μὲν οὖν σκοπεῖν καὶ πῶς δεῖ λέγειν περὶ ἕκαστα, τουτέστι δεῖ μὲν οὖν σκοπεῖν εἴτε οὕτως χρὴ λέγειν ὅτι τί ἐστι ποιόν, εἴτε ἁπλῶς τί ἐστιν. ἢ οὐ τοῦτό ἐστι τὸ λεγόμενον, ἀλλ’ ὅτι δεῖ μὲν οὖν ζητεῖν καὶ φροντίζειν καὶ τῆς τοῦ λόγου καλλιεπείας τε καὶ χάριτος, ἵνα μὴ ξηρὸς ᾖ, τοσοῦτον δὲ ὅσον γε πῶς ἔχει φύσεως τὰ πράγματα καὶ πῶς ὀφείλει λέ‐
30γεσθαί τε καὶ νοεῖσθαι. τοῦτο θεὶς μεταξὺ λέγει διὸ καὶ νῦν, ἐπεὶ τὸ λεγόμενον φανερόν, ἤτοι ἐπεὶ φανερόν ἐστιν ὅτι κυρίως τὸ τί ἐστιν ἐπὶ τῆς οὐσίας λέγεται, καὶ τὸ τί ἦν εἶναι ὑπάρξει πρώτως μὲν καὶ ἁπλῶς τῇ οὐσίᾳ, εἶτα καὶ τοῖς ἄλλοις ὑπάρξει τὸ τί ἦν εἶναι, ἀλλ’ οὐχ ἁπλῶς ἀλλὰ μετὰ προσθήκης, οἷον τί ἦν εἶναι ποιῷ ἢ τί ἦν εἶναι ποσῷ, ὥσπερ καὶ τὸ
35τί ἐστιν οὐχ ἁπλῶς ὑπάρχει αὐτοῖς, ἀλλὰ τῇ μὲν οὐσίᾳ ἁπλῶς, αὐτοῖς δὲ τὸ μετὰ προσθήκης τί ἐστι ποιόν· οὕτως καὶ τὸ τί ἦν εἶναι μετὰ προσθή‐
κης, οἷον τί ἦν εἶναι ποιῷ ἢ τί ἦν εἶναι ποσῷ. καὶ ὥσπερ τὸ μὴ ἐπι‐473
in Metaph
.

474

στητὸν λέγεται ἐπιστητόν, οὐχ ἁπλῶς ὅτι ἐπιστήμη αὐτοῦ ἐστιν, ἀλλ’ ὅτι ἐπιστήμη αὐτοῦ ἐστιν ὅτι οὐκ ἔστιν ἐπιστητόν, οὕτως καὶ ἐπὶ τούτων οὐχ ἁπλῶς τὸ τί ἦν εἶναι ἐπ’ αὐτῶν λεχθήσεται, ἀλλὰ μετὰ προσθήκης. καὶ ἔστιν οὖν ἡ τοῦ λόγου σύνταξις τοιαύτη τις· καὶ τὸ τί ἦν εἶναι
5ὁμοίως ὑπάρξει πρώτως μὲν καὶ ἁπλῶς τῇ οὐσί, εἶτα καὶ τοῖς ἄλλοις, οὐχ ἁπλῶς τί ἦν εἶναι, ἀλλὰ ποιῷ ἢ ποσῷ, ὥσπερ καὶ τὸ τί ἐστιν· καὶ γὰρ τὸ τί ἐστιν οὐχ ἁπλῶς αὐτοῖς ὑπάρχει, ἀλλὰ μετὰ προσθήκης. εἶτα ἀπ’ ἄλλης ἀρχῆς τὸ ὥσπερ καὶ τὸ μὴ ἐπιστητὸν ἐπιστητόν, εἶτα τὸ ἢ προστιθέντας καὶ ἀφαιροῦντας, καὶ οὕτως
10δεῖ γὰρ ἢ ὁμωνύμως ταῦτα φάναι ὄντα, καὶ δεῖ προσυπακούειν τὸ ἢ συνωνύμως, καὶ οὕτω ἐπεὶ τό γε ὀρθόν ἐστι μήτε ὁμωνύμως φάναι καὶ τὰ ἑξῆς. τὸ γὰρ ἢ προστιθέντας ἢ ἀφαιροῦντας, ὥσπερ καὶ τὸ μὴ ἐπιστητὸν ἐπιστητὸν μεταξὺ τεθέν, καὶ τὸ δεῖ γὰρ ὁμω‐ νύμως ταῦτα φάναι ἐλλιπῶς τεθέν (ἔδει γὰρ προσκεῖσθαι καὶ τὸ ἢ συν‐
15ωνύμως) ἀσάφειαν ἐποίησε πολλήν. καὶ ἔστιν ἴσως ὁ λόγος τοιοῦτος. καὶ τὸ τί ἦν εἶναι ὑπάρξει πρώτως μὲν καὶ ἁπλῶς τῇ οὐσίᾳ, εἶτα ὑπάρξει τὸ τί ἦν εἶναι καὶ τοῖς ἄλλοις, ἀλλ’ οὐχ ἁπλῶς, ἀλλ’ ὥσπερ καὶ τὸ τί ἐστιν οὐχ ἁπλῶς αὐτοῖς ὑπάρχει, οὕτως καὶ τὸ τί ἦν εἶναι, καὶ ὥσπερ τὸ μὴ ἐπιστητὸν ἐπιστητὸν λέγεται οὐχ ἁπλῶς, οὕτως καὶ ταῦτα δεῖ λέγειν,
20ἢ προστιθέντας ἢ ἀφαιροῦντας, προστιθέντας μὲν ἐπὶ τοῦ ποσοῦ ἢ τοῦ ποιοῦ καὶ τῶν ἄλλων, τί ἦν εἶναι λέγοντας ποιῷ ἢ τί ἦν εἶναι ποσῷ, ἀφαιροῦντας δὲ ἤτοι ἁπλῶς δὲ καὶ ἄνευ προσθήκης λέγοντας ἐπὶ τῆς οὐσίας· εἶτα (δεῖ γὰρ τοῦ γάρ συνδέσμου ἀντὶ τοῦ δέ ἀκούοντας ὡς ἄλλο τι λέγοντος) δεῖ δὲ ἢ ὁμωνύμως ταῦτα φάναι ὄντα ἢ συνωνύμως· ἐπεὶ
25τό γε ὀρθόν ἐστι μήτε ὁμωνύμως, ὡς ἂν εἰ ἔλεγε, δεῖ τὴν οὐσίαν καὶ τὸ ποσὸν καὶ τὸ ποιὸν καὶ τὰς λοιπὰς κατηγορίας ἢ ὁμωνύμως ὄντα λέγειν ἢ συνωνύμως, εἶτα ἐπικριτικὸν ἐπήνεγκε τὸ τό γε ὀρθὸν καὶ ἀληθές ἐστι μήτε ὁμωνύμως φάναι μήτε ὡσαύτως, ἀντὶ τοῦ συν‐ ωνύμως, ἀλλὰ τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ὥσπερ καὶ τὸ ἰατρικὸν λέγεται
30πρὸς τὸ αὐτὸ καὶ ἕν, ἀντὶ τοῦ τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, οὐ τὸ αὐτὸ δὲ καὶ ἕν, ἤτοι οὐ συνωνύμως δέ, οὐ μέντοι οὐδὲ ὁμωνύμως. οὐδὲ γὰρ τὸ ἰατρικὸν σῶμα καὶ σκεῦος οὔτε ὁμωνύμως λέγεται οὔτε καθ’ ἓν καὶ συνωνύμως, ἀλλὰ πρὸς ἕν, ἤγουν ὡς τὰ ἀφ’ ἑνός τε καὶ πρὸς ἕν. ὥσπερ οὖν ταῦτα οὐχ ἁπλῶς λέγεται ὄντα, ἀλλὰ πρώτως μὲν καὶ κυρίως ἡ οὐσία,
35δευτέρως δὲ καὶ αἱ λοιπαὶ κατηγορίαι, οὕτω καὶ ὁ πρώτως καὶ ἁπλῶς ὁρι‐ σμὸς καὶ τὸ τί ἦν εἶναι τῶν οὐσιῶν ἐστιν, ἔστι δὲ ὅμως καὶ τῶν ἄλλων ὥσπερ εἴρηται. τὸ δὲ ἀλλὰ ταῦτα μὲν ὁποτέρως τις ἐθέλει λέγειν διαφέρει οὐθέν, ταῦτα λέγων τὰ δέκα γενικώτατα γένη· εἴτε οὖν, φησί, συνωνύμως ὄντα λέγειν τις αὐτὰ βούλεται εἴτε ὁμωνύμως ἢ ὃ καὶ μᾶλλον
40τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, οὐδὲν πρὸς τὸν λόγον.474
in Metaph
.

475

p. 1030b7 Οὐ γὰρ [δ] ἀνάγκη, ἂν τοῦτο τιθῶμεν, τούτου ὁρισμὸν εἶναι ὃ ἂν λόγῳ τὸ αὐτὸ σημαίν, ἀλλὰ τινὶ λόγ. Ἐπειδὴ πᾶν ὄνομα, οὗ ἂν ᾖ, ταὐτὸν σημαίνει τῷ λόγῳ καὶ ὁρισμῷ τοῦ πράγματος, καὶ ἔμπαλιν ὁ λόγος ταὐτὸν τῷ ὀνόματι, τοῦτο δὲ οὐ μό‐
5νον ἐπὶ τούτων εὑρίσκεται, ἀλλὰ πολλάκις εἰσὶν ὀνόματα λόγῳ ταὐτὸν δη‐ λοῦντα καὶ ἔμπαλιν, καὶ ὅμως οἱ λόγοι, οἷς ταὐτὸν τὸ ὄνομα δηλοῖ, οὔκ εἰσιν ὁρισμοί· ἐπειδὴ οὖν τοῦτο ἔστιν, ἡ δὲ πρόθεσις περὶ ὁρισμῶν ἐστιν, διορίζει καὶ περὶ τούτου, καί φησιν ὡς εἴπερ ἁπλῶς ἀποφαινόμεθα ὅτι ὃ ἂν ὄνομα λόγῳ ταὐτὸν δηλοῖ, οὗτος ὁ λόγος, οὗ πράγματος σημαντικὸν τὸ
10ὄνομά ἐστιν, ὁρισμός ἐστιν, οὐκ ἀναγκαῖόν τι συμβαίνει· πολλὰ γὰρ ὀνό‐ ματα ἔστι τῷ λόγῳ ταὐτὸν δηλοῦντα καὶ οὔκ εἰσιν οἱ λόγοι ὁρισμοί, οὐδὲ τὰ ὀνόματα τῶν λόγων δηλωτικά. λέγεται γὰρ καὶ τὰ ὀνόματα ὁρι‐ σμοί, ὅτι ταὐτὸν δηλοῦσι τῷ ὁρισμῷ· ὡς γὰρ ὁ ἄνθρωπος λέγεται βροτὸς καὶ ὁ βροτὸς ἄνθρωπος ὅτι ταὐτὸν δηλοῦσιν, εἰ καὶ ὁ λόγος καὶ ὁ ὁρι‐
15σμὸς ὀνόματι ταὐτὸν δηλοῖ καὶ τὸ ὄνομα τῷ λόγῳ, λεχθήσεται καὶ τὸ ὄνομα ὁρισμὸς καὶ ὁ ὁρισμὸς ὄνομα. καὶ ἃ μὲν οἶμαι βούλεται λέγειν ταῦτά ἐστιν. ὁ γὰρ σύνδεσμος ὁ γάρ τεθεὶς ἔμφασιν δίδωσι τοῦ τὰ λε‐ γόμενα εἶναι κατασκευαστικά τινος τῶν προσεχῶς ῥηθέντων· οὐκ ἔστι δὲ τοῦτο, ἀλλὰ δεῖ τὸν γάρ ἀντὶ τοῦ δή συνδέσμου ἐκλαβεῖν. πολλαχοῦ γὰρ
20τοῦτο σύνηθες αὐτῷ, ὡς καὶ ἐν τῷ Β τῶν Ὑστέρων ἀναλυτικῶν ἐπεση‐ μηνάμεθα καὶ ἐν ἄλλοις πολλοῖς. δεῖ οὖν τοῦ γάρ ἀντὶ τοῦ δή συνδέ‐ σμου ἀκούειν. καὶ εἴη ἂν ὃ λέγει τοιοῦτον. οὐ δή, φησίν, ἀνάγκη, του‐ τέστιν οὐκ ἀναγκαῖον δή τι συμβαίνει, ἂν τοῦτο θῶμεν, ὅτι ὃ ἂν ὄνομα λόγῳ ταὐτὸν σημαίνῃ, ἐκεῖνον τὸν λόγον, ᾧ ταὐτὸν τὸ ὄνομα σημαίνει,
25ὁρισμόν τινα τοῦ πράγματος εἶναι· ἀλλὰ τοῦτο χρὴ λέγειν ὅτι εἴ τι ὄνομα λόγῳ τινὶ ταὐτὸν σημαίνει, ἐκεῖνος ὁ λόγος ὁρισμός ἐστι τοῦ πράγματος. ἔσται δὲ ὁ λόγος ὁ ὑπὸ τοῦ ὀνόματος δηλούμενος ὁρισμός, ἐὰν τὸ ὄνομα δηλωτικόν ἐστιν ἑνὸς λόγου, ἑνὸς δὲ μὴ τῷ συνεχεῖ, ὥσπερ ἡ Ἰλιὰς ἢ ὅσα συνδέσμῳ ἕν. τὸ δὲ ὅσα συνδέσμῳ οὐχ ὡς ἕτερόν τι δηλοῦν τοῦ μὴ
30τῷ συνεχεῖ ἐπῆκται, ἀλλὰ ὥσπερ εἰ ἔλεγε τῷ συνεχεῖ ὥσπερ ἡ Ἰλιάς, ἐπειδὴ δὲ ἡ Ἰλιὰς τῷ συνδέσμῳ ἐστὶ συνεχής, ἐπήγαγεν ἢ ὅσα συνδέ‐ σμ. ὁ λόγος οὖν, φησίν, ὁ ὑπὸ τοῦ ὀνόματος δηλούμενος ἔσται ὁρισμὸς εἰ εἷς εἴη, εἷς δὲ μὴ τῷ συνδέσμῳ ἀλλ’ ἐὰν ὁσαχῶς λέγεται τὸ ἕν, τουτέστιν ὁσαχῶς λέγεται τὸ κυρίως ἕν, ἐὰν ὁ λόγος εἷς ᾖ καθ’ ἓν τῶν
35τοῦ κυρίως ἑνὸς σημαινομένων, ἔσται ὁρισμός. εἰπὼν δὲ ὅτι ὁσαχῶς λέ‐ γεται τὸ ἕν, λέγει ὅτι τοσαυταχῶς λέγεται τὸ ἕν, ὁσαχῶς καὶ τὸ ὂν ἤτοι
δεκαχῶς. δέδεικται γὰρ ἐν τῷ Γ ταύτης τῆς πραγματείας ὅτι ἀκολου‐475
in Metaph
.

476

θοῦσιν ἀλλήλοις τὸ ἓν καὶ τὸ ὄν· ὥστε καὶ τοῦτό φησιν, ὅτι ἐκεῖνος ὁ λόγος ἐστὶν ὁρισμός, ἐὰν εἷς ᾖ, τουτέστιν ἂν μιᾶς ᾖ φύσεως καὶ οὐσίας δηλωτικός, οὐ μὴν ἂν εἷς ᾖ τῷ συνδέσμῳ. τὸ δὲ διὸ καὶ λευκοῦ ἀν‐ θρώπου ἔσται λόγος ὡς συμπέρασμα εἴρηται τῶν εἰρημένων, ἴσον λέ‐
5γων τῷ δῆλον, φησίν, ἐξ ὧν εἴρηται ὅτι ἔσται καὶ τοῦ λευκοῦ ἀνθρώπου ὁρισμός, ἄλλον δὲ τρόπον τῆς οὐσίας ἔσται ὁρισμὸς καὶ ἄλλον τοῦ λευκοῦ καὶ ἄλλον τοῦ λευκοῦ ἀνθρώπου· ἐκείνων μὲν γὰρ ὡς ἁπλῶν ὄντων ἔσται ὁρισμός, τοῦ μὲν οὐσίας τοῦ δὲ ποιοῦ, τοῦ δὲ λευκοῦ ἀνθρώπου ὡς συνθέτου.
10p. 1030b14 Ἔχει δ’ ἀπορίαν, ἐάν τις μὴ φῇ ὁρισμὸν εἶναι τὸν ἐκ προσθέσεως λόγον. Εἰπὼν προσεχῶς διὸ καὶ λευκοῦ ἀνθρώπου ἔσται λόγος καὶ ὁρισμός, τὴν αἰτίαν τίθησι δι’ ἣν δοκεῖ λόγους εἶναι καὶ ὁρισμοὺς τῶν συνθέτων (ἐκ προσθέσεως γὰρ τὰ ἐξ ὑποκειμένου καὶ κατηγορουμένου
15συγκείμενά φησιν ὡς τὸν λευκὸν ἄνθρωπον), ἴσον λέγων ὡς εἴ τις μὴ δῷ λόγον εἶναι καὶ ὁρισμὸν τοῦ λευκοῦ ἀνθρώπου, ἀπορήσειεν ἄν τις πρὸς αὐτὸν ὅτι ἐπειδὴ φανερῶς λόγοι εἰσὶ τῶν ἐκ προσθέσεως οἷον τοῦ λευκοῦ ἀνθρώπου τὸ ζῷον πεζὸν δίπουν ἔχον χρῶμα διακριτικὸν ὄψεως, τίνος οὖν ἔσται οὗτος ὁρισμός, καὶ ἁπλῶς πάντων τῶν ἐκ προσθέσεως οἱ λόγοι τίνος
20ἔσονται, εἴπερ μὴ αὐτῶν εἰσιν; οὐχ ἁπλᾶ δὲ ἀλλὰ συνδεδυασμένα τὰ ἐκ προσθέσεως εἴρηκε. τοῦ δὲ εἶναι τῶν συνδεδυασμένων λόγους ἐπήγαγε τὸ ἐκ προσθέσεως γὰρ ἀνάγκη δηλοῦν, τουτέστιν ἀνάγκη γὰρ λέγοντας ἡμᾶς περὶ τῶν ἐκ προσθέσεως ἐκ προσθέσεως δηλοῦν τοὺς ὁρισμοὺς αὐτῶν. οἷον ἔστι ῥὶς καὶ κοιλότης, καὶ σιμότης τὸ ἐκ τῶν δυοῖν, λέγω
25δὴ ῥινὸς καὶ σιμότητος, λεγόμενον, τοῦτό ἐστι τὸ ὑπάρχειν τὴν σιμότητα ἐν τῇ ῥινί, καὶ οὐ κατὰ συμβεβηκὸς οὔθ’ ἡ κοιλότης οὔθ’ ἡ σιμότης πά‐ θος τῆς ῥινὸς ὥσπερ τὸ λευκὸν τῷ Καλλίᾳ κατὰ συμβεβηκὸς ὑπάρχει ἢ τῷ ἀνθρώπῳ, ὅτι ᾧ Καλλίᾳ συμβέβηκεν ἀνθρώπῳ εἶναι λευκός ἐστιν. οὐχ ὅτι δὲ ὡς τὸ λευκὸν συμβέβηκε τῷ Καλλίᾳ, συμβέβηκε δ’ αὐτῷ ὡς πάθος,
30οὕτω συνέβη αὐτῷ καὶ ὁ ἄνθρωπος, ἀλλ’ ὡς οὐσία καὶ εἶδος· οὐδὲ κατὰ συμβεβηκὸς οὔθ’ ἡ κοιλότης οὔθ’ ἡ σιμότης πάθος τῆς ῥινός, ἀλλὰ καθ’ αὑτὴν ὑπάρχει ἡ σιμότης αὐτῇ, ὥσπερ καὶ τὸ ἄρρεν τῷ ζῴῳ καὶ τὸ ἴσον τῷ ποσῷ καὶ πάνθ’ ὅσα λέγεται καθ’ αὑτὸ ὑπάρχειν. τίνα δέ ἐστι τὰ καθ’ αὑτὸ ὑπάρχοντα ἐδήλωσεν εἰπὼν ταῦτα
35δ’ ἐστὶν ἐν ὅσοις ὑπάρχει ἢ ὁ λόγος ἢ τοὔνομα, οὗ ἐστι τοῦτο τὸ πάθος, τουτέστιν ἐκεῖνα λέγομεν ὑπάρχειν καθ’ αὑτά, ὧν παθῶν καὶ
κατηγορουμένων εἰς τοὺς λόγους λαμβάνεται ἢ τὰ ὀνόματα τῶν ὑποκειμέ‐476
in Metaph
.

477

νων αὐτοῖς ἢ οἱ λόγοι, καὶ οὐκ ἐνδέχεται δηλῶσαι καὶ ὁρίσασθαι τὸ πάθος χωρὶς τοῦ ὑποκειμένου αὐτῷ. οἷόν ἐστι πάθος τῆς ῥινὸς ἡ σιμότης καὶ οὐκ ἐνδέχεται τὴν σιμότητα ὁρίσασθαι χωρὶς τῆς ῥινός, ἧς ῥινός ἐστι πά‐ θος ἡ σιμότης· φαμὲν γὰρ ὅτι σιμότης ἐστὶ κοίλανσις ἐν ῥινί. καὶ ἐν
5μὲν τῷ τῆς σιμότητος ὁρισμῷ εἴληπται τὸ ὄνομα τῆς ῥινός, ἐν ἄλλοις δὲ ἐνδέχεται ληφθῆναι οὐ μόνον τὸ ὄνομα τοῦ ὑποκειμένου, ἀλλὰ καὶ τὸν ὁρισμόν· οἷον εἴ τις ὁρίζεται τὸ ἄρρεν, εἰ μὲν ἐρεῖ ‘ἄρρεν ἐστὶ ζῷον ὃ πέ‐ φυκεν ἐν ἄλλῳ γεννᾶν‘, εἴληφε τὸ ὄνομα τοῦ ὑποκειμένου τῷ ἄρρενι τὸ ζῷον, εἰ δὲ λέγει ὅτι ἄρρεν ἐστὶν οὐσία ἔμψυχος αἰσθητικὴ πεφυκυῖα
10ἐν ἄλλῳ γεννᾶν, τὸν ὁρισμὸν εἶπε τοῦ ὑποκειμένου τῷ ἄρρενι καὶ οὐχὶ τὸ ὄνομα. ἔστιν οὖν καὶ τὸ ἄρρεν καὶ τὸ θῆλυ καὶ ἡ σιμότης τῶν καθ’ αὑτά, ὅτι ἄνευ τῶν ὑποκειμένων αὐτοῖς οὐκ ἐνδέχεται ὁρισθῆναι, ὥσπερ τὸ λευκόν· τοῦτο γὰρ ἄνευ ἀνθρώπου ἢ ὅλως ὑποκειμένου ὁρίζεται. εἰ δή, ὥσπερ εἴρηται, οἱ ὁρισμοὶ τῶν καθ’ αὑτό εἰσι, τὸ δὲ σιμὸν καὶ τὰ
15τοιαῦτα τῶν καθ’ αὑτό, ἔσται ἄρα καὶ τῶν τοιούτων ὁρισμός. αὐτὸς δὲ οὐ τοῦτο ἐπήγαγεν, ἀλλ’ ἐπειδὴ εἴρηκε πρότερον ὅτι καθ’ αὑτά ἐστιν, ὧν καὶ τοὺς ὁρισμοὺς εἶναί φαμεν, ἃ δύναται εἶναι αὐτὰ καθ’ αὑτά, ἡ δὲ σιμότης αὐτὴ καθ’ αὑτὴν οὐ δύναται εἶναι ἄνευ τῆς ῥινός, θαρρούντως ἐπήγαγεν ὥστε τούτων τὸ τί ἦν εἶναι καὶ ὁρισμὸς ἢ οὐκ ἔστιν
20οὐδενός (πῶς γάρ; οὐδὲ γάρ εἰσι καθ’ αὑτά, οἱ δὲ ὁρισμοί, ὡς δέδεικται, τῶν καθ’ αὑτά), ἢ ἔστι καὶ τούτων ὁρισμός, ἀλλὰ καθάπερ εἰρήκαμεν· εἴρηται δὲ ὅτι πρώτως μὲν καὶ ἁπλῶς τῇ οὐσίᾳ, εἶτα καὶ τοῖς ἄλλοις. p. 1030b28 Ἔστι δ’ ἀπορία καὶ ἑτέρα περὶ αὐτ. Περὶ τῶν καθ’ αὑτά φησιν ὑπαρχόντων καὶ ἑτέρα ἀπορία ἐστίν. ζη‐
25τήσειε γὰρ ἄν τις ὅτι εἰ καθ’ αὑτὸ τὸ σιμὸν ὑπάρχει τῇ ῥινὶ καὶ τὸ κοῖ‐ λον, ἔσται καὶ ἡ σιμὴ ῥὶς τῇ κοίλῃ ῥινὶ ταὐτόν, εἰ δὲ τοῦτο, καὶ διελόντι τὸ σιμὸν τῷ κοίλῳ. ἀλλὰ τοῦτο ψεῦδος· τὸ μὲν γὰρ κοῖλον ἐπὶ πλέον ἐστὶ τῆς σιμότητος· κοῖλον γὰρ καὶ ἐν ξύλῳ καὶ ἐν χαλκῷ καὶ ἐν γῇ καὶ ἐν ἄλλοις πολλοῖς θεωρεῖται, σιμὸν δὲ ἄνευ τῆς ῥινὸς οὐκ ἔστιν. οὕτως
30οὖν ἀπορήσας φησὶν εἰ δὲ μὴ διὰ τὸ ἀδύνατον εἶναι εἰπεῖν τὸ σι‐ μὸν ἄνευ τοῦ πράγματος. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· εἰ δὲ λέγοι τις ὅτι σιμὴν ῥῖνα ἢ κοίλην ῥῖνα ὅλως οὔ φημι, εἰ δὲ μὴ τοῦτο λέγω, οὐκ ἂν συναχθείη τὸ ταὐτὸν εἶναι τὴν σιμὴν ῥῖνα τῇ κοίλῃ ῥινί, εἰ δὲ μὴ τοῦτο, οὐδὲ τὸ σιμὸν ταὐτὸν τῷ κοίλῳ. καὶ τὴν αἰτίαν αὐτοῦ δι’ ἣν ἄν
35τις σιμὴν ῥῖνα ἢ κοίλην ῥῖνα οὐκ ἂν ἐρεῖ, ἀλλ’ εἴπερ ἄρα λέγειν βούλεται, σιμὸν μόνον ἐρεῖ καὶ κοῖλον χωρὶς τῆς ῥινός, ἐπήγαγεν εἰπὼν διὰ τὸ ἀδύ‐ νατον εἶναι εἰπεῖν τὸ σιμὸν ἄνευ τοῦ πράγματος. ὅταν γὰρ εἴπω
σιμόν, οὐδὲν ἄλλο λέγω ἢ ῥῖνα σιμήν, εἰ δ’ ἐρῶ ὅτι σιμὴ ῥίς, τοῦτο λέγω477
in Metaph
.

478

ὅτι σιμὴ ῥὶς ῥίς· ἅμα γὰρ τῷ εἰπεῖν σιμὸν ῥῖνα εἴρηκα· εἰ δὲ προσθήσω τῷ σιμῷ καὶ τὴν ῥῖνα, συμβαίνει λέγεσθαι τὴν ῥῖνα δίς· τοῦτο δὲ καὶ ἐπὶ τοῦ κοίλου· εἰ δὲ τοῦτο πρὸς τῷ ἀσύνηθες εἶναι καὶ ἀδολεσχίας ἐστὶ μέρος, οὐκ ἐνδέχεται λέγειν ῥῖνα σιμὴν οὐδὲ κοίλην ῥῖνα. εἰ δὲ τοῦτο
5ἀληθές, οὐ συνάγεται τὸ ταὐτὸν εἶναι τὴν σιμὴν ῥῖνα τῇ κοίλῃ ῥινί· εἰ δὲ τοῦτο, οὐδὲ τὸ σιμὸν τῷ κοίλῳ. εἰ δὲ ἀδύνατόν ἐστιν, ὥσπερ εἴρηται, τὸ σιμὸν ἄνευ τῆς ῥινὸς λεχθῆναι, ἀλλ’ ἅμα τῷ σιμὸν εἰπεῖν τὸ πρᾶγμα λέγομεν οὗ πάθος ἐστὶ τὸ σιμόν, εἰ δὴ τοῦτο ἀδύνατον, τὸ ῥῖνα, φησί, σιμὴν εἰπεῖν ἢ οὐκ ἔστιν, ἀλλὰ μόνον τὸ σιμὸν χρὴ λέγειν, ἢ εἴπερ λεχ‐
10θήσεται σιμὴ ῥίς, δὶς ἔσται τὸ ῥὶς εἰρημένον. αὐτὸς δὲ ἀντὶ τοῦ εἰπεῖν ῥὶς ῥὶς σιμὴ εἰπὼν ὅτι ῥὶς ῥὶς κοίλη τὴν αἰτίαν τοῦ ὅπως ἀντὶ τοῦ σιμοῦ τὸ κοῖλον εἴρηκεν ἐπάγει. ἡ γὰρ ῥὶς ἡ σιμ, φησί, ῥὶς ῥὶς κοίλη ἔσται. ἐπειδὴ γὰρ τὸ σιμὸν ὑπὸ τὸ κοῖλόν ἐστιν, ὁ λέγων ὅτι ῥὶς [ῥὶς] σιμὴ ῥὶς ῥὶς κοίλη λέγει. διὸ ἄτοπον ἐν τοῖς τοιούτοις, ἐν οἷς αἱ τοιαῦται ἀδολε‐
15σχίαι, τὸ τί ἦν εἶναι ὑπάρχειν. εἰ δέ τις λέγει ὅτι ἔσται καὶ ἐν τούτοις τὸ τί ἦν εἶναι καὶ ὁρισμός, εἰς ἄπειρον εἶσιν. εἰ δὲ τὸ εἰς ἄπειρον ἀνι‐ έναι οὐκ ἐνδέχεται, οὐκ ἔστιν ἐν τοῖς τοιούτοις τὸ τί ἦν εἶναι οὐδὲ ὁρι‐ σμός. ὅπως δὲ οὕτως εἰς ἄπειρον ἀνιέναι συμβαίνει, ἔσται δῆλον ὧδε· ἐπειδὴ γὰρ τὸ σιμὴ ῥὶς τοῦτο σημαίνει ὅτι ῥὶς ῥὶς σιμή, ἀνάγκη εἴ τις
20ὁρίζεται τὴν σιμὴν ῥῖνα λέγειν ὅτι σιμὴ ῥίς ἐστι ῥὶς ῥὶς κοίλανσις ἐν ῥινί· ὥστε ὁριζόμενον τὴν ῥῖνα ῥῖνα κοίλανσιν ἐν ῥινὶ ἀνάγκη λέγειν ὅτι ῥὶς ῥὶς ῥὶς κοίλανσις κοίλανσις ἐν ῥινὶ ῥινί, καὶ τοῦτο εἰς ἄπειρον. εἰ δέ τις λέγει ‘ἀλλὰ τὸ ῥὶς ῥὶς κοίλανσις ἐν ῥινὶ οὐ δεῖ ὁρίζεσθαι‘, εἰπάτω τίς ἡ ἀποκλή‐ ρωσις τὸ τὴν μὲν σιμὴν ῥῖνα ὁρίζεσθαι τοῦτο δὲ μή.
25p. 1031a1 Δῆλον τοίνυν ὅτι μόνης τῆς οὐσίας ἐστὶν ὁ ὁρισμός. Τῶν γὰρ ἄλλων εἰ λέγει τις εἶναι ὁρισμούς, ἀνάγκη ἐκ προσθέσεως εἶναι· τὸ δὲ ἐκ προσθέσεως λέγω ἐν οἷς συμβαίνει δὶς τὸ αὐτὸ λέγειν. εἴ τις οὖν τῶν ἄλλων κατηγοριῶν, ἤτοι τοῦ ποσοῦ καὶ τοῦ λευ‐ κοῦ καὶ τοῦ περιττοῦ καὶ τοῦ θήλεος καὶ τῶν τοιούτων, ὁρισμοὺς εἶναι
30λέγει, ἀνάγκη δὶς τὸ ὑποκείμενον λαμβάνειν, ὥσπερ εἴρηται ἐπὶ τοῦ σιμοῦ. εἰ γάρ τις τὸ θῆλυ ὁρίσασθαι βουληθῇ, ἀνάγκη τὸ ζῷον δὶς παραλήψε‐ σθαι· εἰ γὰρ θῆλυ λέγων ζῷον λέγω, εἴπερ ὁρίζομαι τὸ θῆλυ, ἀνάγκη λέ‐
γειν ὅτι θῆλύ ἐστι ζῷον ζῷον ἐν ᾧ πέφυκεν ἄλλο γεννᾶν. ὁμοίως καὶ478
in Metaph
.

479

περιττὸν λέγων ἀριθμὸν λέγω, ὥστε εἴπερ ὁρίζομαι τὸ περιττόν, ἀνάγκη λέγειν ὅτι περιττόν ἐστιν ἀριθμὸς ἀριθμὸς μὴ δυνάμενος εἰς δύο ἴσα διαι‐ ρεθῆναι. ὥστε εἴπερ τοῦ περιττοῦ ἢ τοῦ θήλεος οὐκ ἔστιν ὁρισμός, οὐδὲ τῶν συνδυαζομένων ἔσται, οἷον ἀριθμοῦ περιττοῦ ἢ θήλεος ζῴου. ἐπειδὴ
5δ’ ἔμελλέ τις λέγειν ὅτι πῶς σὺ φῄς, Ἀριστότελες, ὅτι τὰ πάθη ἄνευ τῶν πραγμάτων οὐ λέγεται, καὶ ἐπὶ τούτῳ ἀναγκαζόμεθα ταῦτα ὁριζόμενοι δὶς λέγειν τὸ ὑποκείμενον αὐτοῖς; τὸ γὰρ περιττὸν ὁρίσαιμι ἂν ἄνευ τοῦ ὑποκειμένου· εἴποιμι γὰρ ὅτι περιττόν ἐστι τὸ μὴ δυνάμενον εἰς δύο ἴσα διαιρεθῆναι, μὴ προσλαβὼν τὸν ἀριθμόν· ἐκδηλότερόν γε μὴν ἐπὶ τοῦ
10λευκοῦ τοῦτό ἐστιν· λέγομεν γὰρ ὅτι λευκόν ἐστι χρῶμα διακριτικὸν ὄψεως, ὅλως ὑποκειμένου μνείαν μὴ ποιησάμενοι· πρὸς δὴ ταύτην τὴν ἔνστασιν ἀπαντῶν λέγει ἀλλὰ λανθάνει ὅτι οὐκ ἀκριβῶς λέγονται οἱ λόγοι, τουτέστι λανθάνει ὅτι ἄνευ τοῦ ὑποκειμένου τούτοις γίνονται οἱ ὁρισμοὶ τούτων διὰ τὸ μὴ ἀκριβῶς ἀποδίδοσθαι τοὺς ὁρισμοὺς αὐτῶν. εἰ δέ τις
15ἀκριβολογοίη, εὑρήσει ὡς ἀδύνατόν ἐστι χωρὶς τοῦ ὑποκειμένου ὁρισθῆναί τι τούτων. καὶ ἐγὼ μέν, φησίν, ὁρισμοὺς εἶναι τούτων ὅλως οὐκ ἀρέσκο‐ μαι. εἰ δέ τις καὶ τούτων εἶναι λέγει ὁρισμούς, ἢ ἄλλον τρόπον εἰσίν, ἢ καθάπερ πολλαχῶς ἐλέχθη λεκτέον εἶναι τὸν ὁρισμὸν καὶ τὸ τί ἦν εἶναι τούτων, ὅτι ὡδὶ μὲν καὶ κυρίως οὐδενός ἐστι τούτων ὁρισμὸς οὐδὲ τὸ τί
20ἦν εἶναι καὶ φύσις καθ’ αὑτὴν δυναμένη εἶναι οὐδενὶ ὑπάρξει αὐτῶν, τρό‐ πον δέ τινα ἔσται. ταῦτα εἰπὼν συμπεραίνεται καί φησιν ὅτι μὲν οὖν ὁ λόγος τοῦ τί ἦν εἶναι ὁρισμός ἐστι (λόγον λέγων, ὡς πολλάκις εἴρηται, τὴν ἀνάπλωσιν καὶ ἀπαρίθμησιν τῶν εἰς σύστασιν τῶν ὁριστῶν παραλαμβανομένων, τί ἦν εἶναι δὲ τὴν συνεπτυγμένως καὶ ἅμα καθ’
25ἑαυτὴν οὖσαν νοουμένην φύσιν καὶ κατεσπαρμένην ἐν τοῖς ἀτόμοις, ἧς φύ‐ σεως δηλωτικός ἐστιν ὁ ὁρισμός), ὅτι μὲν οὖν ὁ λόγος ὁρισμός ἐστι τοῦ τί ἦν εἶναι καὶ τὸ τί ἦν εἶναι ἢ μόνον τῶν οὐσιῶν ἐστιν ἢ μά‐ λιστα καὶ πρώτως καὶ ἁπλῶς, δῆλον. p. 1031a15 Πότερον δὲ ταὐτόν ἐστιν ἢ ἕτερον τὸ τί ἦν εἶναι καὶ
30ἕκαστον, σκεπτέον. Εἰπὼν τί ποτέ ἐστι τὸ τί ἦν εἶναι καὶ τίς ὁ λόγος αὐτοῦ, καὶ ζητή‐ σας εἰ ἐνδέχεται τί ἦν εἶναι καὶ ὁρισμοὺς τῶν συμβεβηκότων εἶναι, καὶ εἰπὼν ὅτι κυρίως τὸ τί ἦν εἶναι καὶ οἱ ὁρισμοὶ τῶν οὐσιῶν εἰσι, πῶς δὲ καὶ τῶν ἄλλων, νῦν ζητεῖ ἆρά γε ἕκαστον ταὐτόν ἐστι καὶ τὸ τί ἦν εἶναι
35αὐτοῦ ἢ ἕτερον· πρὸς γὰρ τὴν τῆς οὐσίας καὶ τοῦ εἴδους σκέψιν πολυω‐ φελές ἐστι. καὶ εἰπὼν λέγει ὅτι ταὐτόν ἐστιν ἕκαστον καὶ τὸ τί ἦν εἶναι
ἑκάστου· ἕκαστον γὰρ οὐκ ἄλλο ἐστὶ τῆς αὑτοῦ οὐσίας· τὸ δὲ τί ἦν εἶναι479
in Metaph
.

480

οὐσία ἐστίν· ἕκαστον ἄρα οὐκ ἄλλο ἐστὶ τοῦ τί ἦν εἶναι αὐτοῦ, ἀλλὰ ταὐ‐ τόν. ἐπὶ μὲν οὖν τῶν καθ’ αὑτὸ λεγομένων ταὐτὸν ἕκαστον καὶ τὸ τί ἦν εἶναι αὐτοῦ, οἷον ἄνθρωπος καὶ τὸ ἀνθρώπῳ εἶναι. ἐπὶ δὲ τῶν κατὰ συμβεβηκός, φησί, δόξειεν ἂν ἕτερον εἶναι, οἷον ὁ λευκὸς ἄνθρωπος καὶ τὸ
5λευκῷ ἀνθρώπῳ εἶναι ἕτερον. εἰ γάρ ἐστιν ὁ λευκὸς ἄνθρωπος καὶ τὸ λευκῷ ἀνθρώπῳ τὸ αὐτό, καὶ τὸ ἀνθρώπῳ χωρὶς καὶ τὸ λευκῷ ἀν‐ θρώπῳ ἔσται τὸ αὐτό, ὅπερ ἄτοπον· τὸ γὰρ ἀνθρώπῳ εἶναι τὸ τί ἦν εἶναί ἐστι καὶ ἡ οὐσία, τὸ δὲ λευκῷ ἀνθρώπῳ συμβεβηκός· συνέβη γὰρ τῷ ἀνθρώπῳ τὸ λευκῷ ἀνθρώπῳ εἶναι. ἐπεὶ δέ τινες τὸ ἀνθρώπῳ εἶναι
10καὶ τὸ λευκῷ ἀνθρώπῳ εἶναι ταὐτὸν ἔλεγον, τίθησι τὸν λόγον δι’ οὗ τοῦτο κατεσκεύαζον καὶ οὕτως ἐλέγχει αὐτόν. φησὶ γὰρ ὅτι οἱ τὸ ἀν‐ θρώπῳ εἶναι καὶ τὸ λευκῷ ἀνθρώπῳ εἶναι ταὐτὸν εἶναι βουλόμενοι, τοῦτο κατασκευάζοντές φασιν ὅτι ὁ ἄνθρωπος καὶ ὁ λευκὸς ἄνθρωπος τὸ αὐτό, οἷον ὁ Σωκράτης καὶ ὁ λευκὸς Σωκράτης ὁ αὐτός· εἰ δὲ ὁ ἄνθρωπος καὶ
15ὁ λευκὸς ἄνθρωπος ὁ αὐτός, καὶ τὸ ἀνθρώπῳ εἶναι καὶ τὸ λευκῷ ἀν‐ θρώπῳ εἶναι ταὐτόν ἐστιν. ἔστι δ’ ὁ συλλογισμός, δι’ οὗ τοῦτο συνῆγον, ἐν τρίτῳ σχήματι οὕτως· ὁ ἄνθρωπος καὶ ὁ λευκὸς ἄνθρωπος τὸ αὐτό, ὁ ἄνθρωπος καὶ τὸ ἀνθρώπῳ εἶναι τὸ αὐτό· ὁ λευκὸς ἄρα ἄνθρωπος καὶ τὸ ἀνθρώπῳ εἶναι τὸ αὐτό. οὕτω θεὶς τὸν λόγον τῶν τοῦτο βουλομένων
20λύει αὐτὸν λέγων ἢ οὐκ ἀνάγκη, ὅσα κατὰ συμβεβηκός, εἶναι τὰ αὐτ. οὐ γὰρ ὡσαύτως τὰ ἄκρα γίγνεται τὰ αὐτ. ἐλλιπῶς δὲ ἡρμήνευται τὸ λεγόμενον· δεῖ δὲ προσυπακούειν τὸ τοῖς καθ’ αὑτὸ οὖσιν, ἵνα ᾖ τὸ πᾶν τοιοῦτον ‘οὐ γὰρ ἀνάγκη, ὅσα κατὰ συμβεβηκός εἰσι, τὰ αὐτὰ εἶναι τοῖς καθ’ αὑτὰ οὖσι.‘ καὶ εἴη ἂν διὰ τούτου λέγων ὅτι ὁ μὲν
25ἄνθρωπος καθ’ αὑτό ἐστι ταὐτὸν τῷ ἀνθρώπῳ εἶναι, τῷ δὲ λευκῷ ἀν‐ θρώπῳ κατὰ συμβεβηκός. τὸ δὲ κατὰ συμβεβηκὸς ὂν οὐκ ἂν εἴη ταὐτὸν τῷ καθ’ αὑτὸ ὄντι· οὐ γὰρ κατὰ πάντα τρόπον τὰ ἄκρα (ἄκρα λέγων τοὺς κατηγορουμένους ὅρους) γίνεται ταὐτά, ἀλλ’ ὅταν μὲν καθ’ αὑτὸ ἀμφό‐ τεροι οἱ ἄκροι κατηγορῶνται τοῦ ὑποκειμένου, τότε γίνονται οἱ αὐτοί, ὅταν
30δ’ ὁ μὲν καθ’ αὑτὸ ὁ δὲ κατὰ συμβεβηκός, οὐ γίνονται· οὕτω γὰρ συμ‐ βήσεται τὸ χρῶμα εἶναι ἄνθρωπον, οἷον ὁ Σωκράτης λευκός, ὁ Σωκράτης ἄνθρωπος, τὸ λευκὸν ἄρα ἄνθρωπος, ὅπερ ἀδύνατον. ἀλλὰ τὸ μὲν ἀν‐ θρώπῳ εἶναι καὶ λευκῷ ἀνθρώπῳ εἶναι οὐκ ἔστι τὸ αὐτό, δι’ ἃς εἴπομεν αἰτίας· ἴσως δέ, φησίν, ἐκεῖνα τὰ ἄκρα δόξειεν ἂν εἶναι τὰ αὐτά, οἷον τὸ
35λευκῷ εἶναι καὶ τὸ μουσικῷ· κατὰ συμβεβηκὸς γὰρ ἄμφω τῷ ἀνθρώπῳ ὑπάρχει. ἀλλ’ οὐδὲ τοῦτο, φησί, δοκεῖ. εἰ δὲ τὸ λευκῷ εἶναι καὶ τὸ μουσικῷ εἶναι οὐ δοκεῖ τὸ αὐτὸ εἶναι (ἄλλης γὰρ φύσεως τὸ μουσικὸν καὶ
ἄλλης τὸ λευκόν), πολλῷ μᾶλλον οὐκ ἔσται τὸ ἀνθρώπῳ εἶναι καὶ τὸ480
in Metaph
.

481

λευκῷ ἀνθρώπῳ τὸ αὐτό. εἰπὼν δὲ ὅτι ἐπὶ τῶν κατὰ συμβεβηκὸς λεγομένων δόξειεν ἕτερον εἶναι ἕκαστον καὶ τὸ τί ἦν εἶναι (οὐδὲ γάρ ἐστι κυρίως ἐπὶ τῶν κατὰ συμβεβηκὸς τὸ τί ἦν εἶναι), καὶ δείξας τοῦτο διὰ τοῦ δεῖξαι ὅτι ἕτερός ἐστιν ὁ ἄνθρωπος καὶ τὸ λευκῷ ἀνθρώπῳ εἶναι,
5λέγει ὅτι ἐπὶ τῶν καθ’ αὑτὸ λεγομένων ἆρα τὸ αὐτό ἐστιν ἕκαστον καὶ τὸ τί ἦν εἶναι, ἢ οὔ; καὶ ἐρωτήσας καὶ δεικνύναι τοῦτο μέλλων, λέγω δὴ τὸ ταὐτὸν εἶναι ἕκαστον καὶ τὸ τί ἦν εἶναι, λέγει ὅτι γενέσθω ὁ λόγος ἐπὶ τῶν ἰδεῶν· καὶ εἰ μὲν ἐκεῖσε φανείη ὁ αὐτοάνθρωπος καὶ τὸ αὐτοανθρώπῳ εἶναι τὸ αὐτὸ καὶ τὸ αὐτοαγαθὸν καὶ τὸ αὐτοαγαθῷ εἶναι, ἔσται καὶ ἐν‐
10ταῦθα ὁ ἄνθρωπος καὶ τὸ ἀνθρώπῳ εἶναι τὸ αὐτὸ καὶ τὸ ἀγαθὸν καὶ τὸ ἀγαθῷ εἶναι, εἰ δὲ ἐκεῖσε ἕτερα, καὶ ἐνταῦθα· καὶ ὅλως ὡς ἂν ἐκεῖσε εὑρεθῶσιν ἔχοντα τὰ εἴδη, οὕτω καὶ τὰ τῇδε ἕξει. εἴ τινες οὖν, φησίν, εἰσὶν οὐσίαι αὐταὶ καθ’ αὑτὰς κεχωρισμέναι, ὡς ὁ Πλάτων ἔλεγεν, ὧν οὐσιῶν μή εἰσιν ἕτεραι οὐσίαι μηδὲ φύσεις πρότεραι (τῶν γὰρ ἰδεῶν φύ‐
15σεις ἄλλας τινὰς καὶ προτέρας οὐκ ἔλεγον οἱ ταύτας τιθέμενοι), εἰ δή εἰσιν οὐσίαι καθ’ αὑτάς, οἵας φασὶ τὰς ἰδέας τινὲς εἶναι, ἆρα ἕτερόν ἐστιν αὐτὸ τὸ ἀγαθόν, τουτέστι τὸ αὐτοαγαθόν, καὶ τὸ ἀγαθῷ εἶναι ἤτοι τὸ αὐτο‐ αγαθῷ εἶναι, ἢ οὔ; καί φησιν ὅτι εἰ ἕτερόν ἐστι τὸ αὐτοζῷον καὶ τὸ αὐτο‐ ζῴῳ εἶναι, καὶ αὖ τὸ αὐτοαγαθὸν καὶ τὸ αὐτοαγαθῷ εἶναι, καὶ τὸ αὐτοὸν
20καὶ τὸ αὐτοόντι εἶναι, ἔσονται ἄλλαι οὐσίαι καὶ φύσεις καὶ ἰδέαι παρὰ τὰς λεγομένας καὶ πρότεραι, καὶ μάλιστα ἐκεῖναι οὐσίαι· εἰ γὰρ οὐσία μάλιστά ἐστι τὸ τί ἦν εἶναι, τὸ δὲ τί ἦν εἶναι τὸ ἀνθρώπῳ εἶναί ἐστιν, οὐσία μά‐ λιστά ἐστι τὸ ἀνθρώπῳ εἶναι· εἰ δὲ τοῦτο, καὶ τοῦ αὐτοανθρώπου μάλιστα ἔσται οὐσία τὸ αὐτοανθρώπῳ εἶναι, ὅπερ, λέγω δὴ τὸ αὐτοανθρώπῳ εἶναι,
25ἐστὶν οὐσία τοῦ αὐτοανθρώπου καὶ τὸ τί ἦν εἶναι αὐτοῦ. τοῦτο δ’ οὐ δοκεῖ τοῖς τὰς ἰδέας πρεσβεύουσι τὸ προτέρας εἶναι οὐσίας τινὰς τῶν οὐσιῶν ἤτοι τῶν ἰδεῶν. καὶ εἰ μέν εἰσιν ἀπολελυμέναι ἀλλήλων, τῶν μέν, ἤτοι τοῦ αὐτοανθρώπου καὶ τοῦ αὐτοΐππου καὶ τῶν ἄλλων ἰδεῶν, οὐκ ἔσται ἐπιστήμη, τὰ δ, τουτέστι τὸ αὐτοανθρώπῳ εἶναι
30καὶ τὸ αὐτοΐππῳ εἶναι καὶ ἁπλῶς τὰ τί ἦν εἶναι τῶν ἰδεῶν, οὐκ ἔσται ὄντα. πρὸ δὲ τοῦ δεῖξαι τοῦτο ἑρμηνεύων τὸ τί ἐστι τὸ ἀπολελυμέναι ἐπήγαγε λέγω δὲ τὸ ἀπολελύσθαι εἰ μήτε τῷ ἀγαθῷ αὐτῷ ὑπάρ‐ χει τὸ εἶναι ἀγαθῷ μήτε τούτῳ τὸ εἶναι ἀγαθόν, διὰ μὲν τοῦ ἀγαθῷ αὐτῷ δηλώσας τὸ αὐτοαγαθόν, διὰ δὲ τοῦ τὸ εἶναι ἀγαθῷ τὸ
35αὐτοαγαθῷ εἶναι, τουτέστι τὸ τί ἦν εἶναι τοῦ αὐτοαγαθοῦ. ἀπολελύσθαι οὖν, φησί, λέγεται, εἰ μήτε τῷ ἀγαθῷ αὐτῷ ὑπάρχει τὸ εἶναι ἀγαθῷ, του‐ τέστιν εἰ μὴ τῷ αὐτοαγαθῷ ὑπάρχει τὸ εἶναι ταὐτὸν τῷ αὐτοαγαθῷ εἶναι,
μήτε ἐν τούτῳ τῷ αὐτοαγαθῷ ἐνυπάρχει τὸ αὐτοαγαθῷ εἶναι, ἀλλὰ481
in Metaph
.

482

κεχωρισμένον ἐστὶν αὐτοῦ καὶ ἄλλης φύσεως. ἐκ μὲν οὖν τοῦ λέγειν ἕτερον τὸ αὐτοαγαθὸν τοῦ αὐτοαγαθῷ εἶναι συνάγεται τὸ μὴ εἶναι ταὐτὸν τὸ αὐτοαγαθὸν ἐκείνῳ ἤτοι τῷ ἀγαθῷ εἶναι (τοῦτο δ’ ἐστὶ τὸ τί ἦν εἶναι τοῦ αὐτοαγαθοῦ)· ἐκ δὲ τοῦ ἀπολελυμένα καὶ κεχωρισμένα αὐτὰ λέγειν
5ἀπ’ ἀλλήλων, συμβαίνει τὸ αὐτοαγαθῷ εἶναι, ὅπερ ἐστὶ τὸ τί ἦν εἶναι, μὴ εἶναι ἐν τῷ αὐτοαγαθῷ· ὅπερ ἀδύνατον. οὕτως οὖν διὰ μέσου εἰπὼν τί βούλεται αὐτῷ σημαίνειν τὸ ἀπολελυμέναι, δείκνυσιν ὅπως, εἴπερ εἰσὶν ἀπολελυμέναι, οὐκ ἔσται τῶν ἰδεῶν ἐπιστήμη, λέγων ἐπιστήμη γὰρ ἑκάστου ἐστὶν ὅταν τὸ τί ἦν εἶναι καὶ τὴν οὐσίαν αὐτοῦ γνῶμεν·
10εἰ δὲ τοῦ αὐτοαγαθοῦ τὸ τί ἦν εἶναι καὶ ἡ οὐσία ἕτερον αὐτοῦ ἐστι, τὸ λέγειν ὅτι τὸ γνῶναι τὸ τί ἦν εἶναι τοῦ αὐτοαγαθοῦ τὸ γνῶναι τὸ αὐτο‐ αγαθόν ἐστιν, ὅμοιόν ἐστι τῷ λέγειν ὅτι τὸ γνῶναι τί ἐστιν ἵππος τὸ γνῶ‐ ναί ἐστι τί ἐστιν ἄνθρωπος· ὡς γὰρ ἡ φύσις ἡ τοῦ ἀνθρώπου ἑτέρα ἐστὶ τῆς τοῦ ἵππου, οὕτως ὑπόκειται καὶ τὸ αὐτοαγαθὸν καὶ τὸ τί ἦν εἶναι
15αὐτοῦ ἕτερα εἶναι. εἰ δὲ ἄλογον καὶ παντελῶς ἀδύνατον τὸ λέγειν ὅτι τὸ γνῶναι ἵππον τὸ γνῶναι ἄνθρωπόν ἐστιν, ἀδύνατον ἄρα καὶ τὸ λέγειν ὅτι τὸ εἰδέναι τὸ τί ἦν εἶναι τοῦ αὐτοαγαθοῦ τὸ εἰδέναι τὸ αὐτοαγαθόν ἐστι. τοῦτο δὲ καὶ ἐπὶ τῶν ἄλλων ἰδεῶν ἐροῦμεν. οὐκ ἄρα ἔστιν ἐπιστήμη τῶν ἰδεῶν. εἰ δὲ τοῦτο ἀδύνατον (ἔστι γὰρ ἐπιστήμη αὐτῶν) καὶ ἡ ὑπόθεσις
20ἐξ ἧς τοῦτο συνέβη ἀδύνατος· αὕτη δὲ ἦν ἡ λέγουσα ὅτι ἕτερόν τί ἐστι τὸ αὐτοαγαθὸν καὶ τὸ τί εἶναι αὐτοῦ. τοῦτο δὲ συμπίπτει ἀναγκαίως καὶ ἐν τοῖς ἐνταῦθα. εἰ γὰρ ἔχομεν ἐπιστήμην ἀνθρώπου, οὐκ ἔστιν ἕτερος ἄνθρωπος καὶ τὸ ἀνθρώπῳ εἶναι ἀλλ’ ὁ αὐτός. εἰ γὰρ μὴ ὁ αὐτός, συμ‐ βήσεται μὴ εἶναι ἐπιστήμην αὐτοῦ, ὅπερ ἀδύνατον. τοῦτο δὴ καὶ ἐπὶ
25ἵππου καὶ βοὸς καὶ τῶν ἄλλων συμβαίνει. οὕτως οὖν συντόμως δείξας ὅτι ἐκ τῆς ὑποθέσεως ταύτης, περὶ ἧς ἐλέγομεν, συμβαίνει μὴ εἶναι ἐπι‐ στήμην τῶν ἰδεῶν, δείκνυσιν ὡς οὐδὲ τὰ τί ἦν εἶναι τῶν ἰδεῶν ὄντα ἔσται, εἴπερ ἕτερά ἐστιν αὐτῶν, λέγων ὥστε εἰ μηδὲ τὸ ἀγαθῷ εἶναι ἀγαθόν, οὐδὲ τὸ ὄντι ὄν, ἴσον λέγων τῷ ὥσπερ ἐκ ταύτης τῆς
30ὑποθέσεως συμβαίνει τὸ αὐτοαγαθῷ εἶναι καὶ τὸ τί ἦν εἶναι τοῦ αὐτο‐ αγαθοῦ μὴ εἶναι ἀγαθόν, οὕτω καὶ τὸ αὐτοόντι εἶναι, ὅπερ ἐστὶ τὸ τί ἦν εἶναι τοῦ αὐτοόντος, μὴ εἶναι ὄν· ὡσαύτως δὲ καὶ τὸ αὐτοενὶ εἶναι μὴ εἶναι ἕν. πῶς δὲ τοῦτο συμβαίνει, ἔσται δῆλον ὧδε. εἰ γὰρ τὸ ἕτερον τοῦ ἀγαθοῦ οὐκ ἀγαθόν ἐστι καὶ τὸ τοῦ ὄντος μὴ ὂν καὶ τὸ τοῦ ἑνὸς μὴ
35ἕν, ἔστι δὲ τὸ αὐτοαγαθῷ εἶναι ἕτερον τοῦ αὐτοαγαθοῦ καὶ τὸ αὐτοόντι εἶναι τοῦ αὐτοόντος καὶ τὸ αὐτοενὶ τοῦ αὐτοενός, δῆλον ἄρα ὅτι τὸ ἀγαθῷ εἶναι μὴ ἀγαθόν ἐστι, καὶ τὸ αὐτοόντι εἶναι μὴ ὂν καὶ τὸ αὐτοενὶ μὴ ἕν. ἐπεὶ δὲ ἔμελλέ τις λέγειν ὅτι τὸ μὲν τί ἦν εἶναι τοῦ αὐτοόντος ἕτε‐ ρον ὂν αὐτοῦ δικαίως συνάγεται μὴ εἶναι ὄν (τὸ γὰρ τοῦ ὄντος ἕτερον μὴ
40ὄν ἐστι), τὸ δὲ τί ἦν εἶναι τοῦ αὐτοανθρώπου καὶ αὐτοΐππου καὶ τῶν λοι‐482
in Metaph
.

483

πῶν οὐκ εὔλογον δοκεῖ μὴ ὄντα εἶναι, ἐπειδὴ ταῦτα ἔμελλέ τις λέγειν, ἐπήγαγεν ὁμοίως δὲ πάντα ἐστὶν ἢ οὐδὲν τὰ τί ἦν εἶναι, τουτέστιν ἢ πάντα τὰ τί ἦν εἶναι τῶν ἰδεῶν χρὴ λέγειν ὡς εἰσὶν ἢ οὐδέν. τίς γὰρ ἡ ἀποκλήρωσις τὸ τινὰ μὲν λέγειν εἶναι τινὰ δὲ μή; ὥστε εἴπερ οὐκ ἔστι
5τὸ τί ἦν εἶναι τοῦ αὐτοόντος, οὐδὲ τῶν λοιπῶν ἔσονται· ὡς γὰρ ἔχει τὸ τί ἦν εἶναι τοῦ αὐτοόντος πρὸς αὐτὸ τὸ αὐτοόν, οὕτω καὶ τὰ τῶν ἄλλων ἰδεῶν τί ἦν εἶναι πρὸς αὐτάς. τὸ δὲ ἔτι ᾧ μὴ ὑπάρχει ἀγαθῷ εἶναι, οὐκ ἀγαθὸν κατασκευαστικόν ἐστι τοῦ μὴ εἶναι τὸ τί ἦν εἶναι τοῦ αὐτο‐ αγαθοῦ ἀγαθόν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. ᾧ τινι πράγματι μὴ ὑπάρχει
10ἀγαθῷ εἶναι, οὐκ ἀγαθόν ἐστι. τὸ δὲ τί ἦν εἶναι τοῦ αὐτοαγαθοῦ ἕτερον ἦν αὐτοῦ· τὸ δὲ τοῦ ἀγαθοῦ ἕτερον οὐκ ἀγαθόν· τὸ τί ἦν εἶναι ἄρα τοῦ ἀγαθοῦ οὐκ ἀγαθόν. δείξας οὖν ἐπὶ τῶν ἰδεῶν ὅτι ταὐτόν ἐστιν ἑκάστη καὶ τὸ τί ἦν εἶναι αὐτῶν, συμπεραίνεται καθόλου ἐπὶ πάντων λέγων ἀνάγκη ἄρα ἓν εἶναι τὸ ἀγαθὸν καὶ ἀγαθῷ εἶναι, καὶ καλὸν καὶ
15καλῷ εἶναι, καὶ ὅσα μὴ κατ’ ἄλλο λέγεται ἀλλὰ καθ’ αὑτὰ καὶ πρῶτα. κἂν γὰρ μὴ εἴδη ὑπάρχῃ, ὡς δέδεικται πολλάκις, ἵνα ὁ αὐτο‐ άνθρωπος καὶ τὸ αὐτοανθρώπῳ εἶναι ταὐτὸν ᾖ, ἀλλ’ οὖν ἡ εἰρημένη ἀπό‐ δειξις ἱκανὴ ἂν ὑπάρχοι εἰς πίστιν τοῦ ταὐτὸν εἶναι ἕκαστον τῶν ἐνταῦθα καὶ τὸ τί ἦν εἶναι αὐτῶν.
20p. 1031b15 Ἅμα δὲ δῆλον καὶ ὅτι εἴπερ εἰσὶν ἰδέαι οἵας τινές φαμεν, οὐκ ἔσται τὸ ὑποκείμενον οὐσία. Ἐπειδὴ οἱ τὰς ἰδέας εἰσάγοντες αὐτὰς καθ’ αὑτὰς ἔλεγον εἶναι, ὡς πολλάκις εἴρηται, καὶ κυρίως ὄντα καὶ οὐσίας καὶ τῶν τῇδε ἑτέρας (ἔλε‐ γον γὰρ ὅτι ὁ μὲν καθόλου ἄνθρωπος, ὃν ὁ νοῦς ὁ ἡμέτερος ἀπὸ τῶν
25καθ’ ἕκαστα ἀπεσύλησε καὶ τὸ εἶναι αὐτῷ ἀπεχαρίσατο, ὁμοίωμα τῶν κατὰ μέρος ἀνθρώπων ἐστὶ καὶ ὁ αὐτός ἐστι τοῖς καθ’ ἕκαστα καὶ ἐν ἐπινοίᾳ μόνῃ τὸ εἶναι ἔχει, ὁ δὲ αὐτοάνθρωπος ἡ ἰδέα, ἥτις καθ’ αὑτήν ἐστι καὶ ἐν ὑπάρξει, οὐκ ἔστιν ὁ αὐτὸς τοῖς καθ’ ἕκαστα ἀνθρώποις)· ἐπειδὴ ταῦτα ἔλεγον, λέγει ὅτι εἴπερ εἰσὶν ἰδέαι, οὐκ ἔστι τὸ ὑποκείμενον
30οὐσία, τουτέστιν αἱ μερικαὶ καὶ ἄτομοι οὐσίαι οὐκ ἔσονται ὑποκείμεναι αὐταῖς· ἑτέρα γὰρ οὐσία τῇ ἑτέρᾳ καὶ ἀλλοτρίᾳ αὐτῆς οὐχ ὑπόκειται. ἐπεὶ οὖν αἱ ἰδέαι, ὥς φασι, καθ’ αὑτάς εἰσι, τὰ δὲ καθ’ αὑτὰ ἐξ ἀνάγκης οὐσίαι εἰσί, καὶ αἱ ἰδέαι ἄρα ἐξ ἀνάγκης ἔσονται οὐσίαι καὶ ἕτεραι κατ’ αὐτοὺς τῶν τῇδε. ἀλλ’ εἴπερ εἰσὶν οὐσίαι καὶ ἕτεραι τῶν τῇδε, οὐχ
35ἕξουσι ταῦτα ὑποκείμενα, οὐδὲ καθ’ ὑποκειμένων αὐτῶν λεχθήσονται. εἰ γὰρ καθ’ ὑποκειμένων αὐτῶν λεχθήσονται, ἔσονται κατὰ μέθεξιν· ἀλλὰ
μὴν τὰ κατὰ μέθεξιν ὄντα ἐν τοῖς μετέχουσιν αὐτῶν εἰσιν, ὥσπερ τὸ ζῷον483
in Metaph
.

484

ἐν τῷ Σωκράτει καὶ ἐν ἐμοί· ἔφασκον δὲ οὗτοι μὴ εἶναι τὸν αὐτοάνθρω‐ πον ἐν ἡμῖν, ὥστε οὔκ εἰσι κατὰ μέθεξιν. εἰ δὲ μή εἰσιν, οὐδὲ καθ’ ὑποκειμένων τῶν τῇδε λεχθήσονται, οὐδ’ ὅλως τὰ τῇδε ὑποκείσεται αὐταῖς. καὶ τίς ἡ χρεία τῶν ἰδεῶν, εἴπερ καὶ ἕτεραι τῶν τῇδε καὶ οὐδὲ κατηγοροῦνται
5κατ’ αὐτῶν, οὐδὲ αἴτιαι τοῦ εἶναι τοῖς τῇδέ εἰσι; δέδεικται γὰρ καὶ τοῦτο πολλάκις. ταῦτα εἰπὼν λέγει ἔκ τε δὴ τούτων τῶν λόγων ἓν καὶ ταὐτὸ οὐ κατὰ συμβεβηκὸς αὐτὸ ἕκαστον καὶ τὸ τί ἦν εἶναι, τουτέστιν οὐ κατὰ συμβεβηκός ἐστιν ἕκαστον καὶ τὸ τί ἦν εἶναι αὐτῷ ταὐτὸν ἀλλὰ καθ’ αὑτό. καὶ ὅτι τὸ ἐπίστασθαι ἕκαστον τοῦτό ἐστι τὸ ἐπίστασθαι
10τὸ τί ἦν εἶναι αὐτοῦ. ὥστε καὶ ἐκ τοῦ λόγου καὶ ἐκ τῆς ἐπαγωγῆς (ταύτην γὰρ ἔκθεσιν εἶπεν) ἕκαστον καὶ τὸ τί ἦν εἶναι αὐτῷ ἕν τί εἰσιν. εἰπὼν οὖν περὶ τῶν καθ’ αὑτὸ λεγομένων ὅτι ἕκαστον καὶ τὸ τί ἦν εἶναι αὐτῷ ἕν ἐστι, λέγει περὶ τῶν κατὰ συμβεβηκὸς ὅτι διὰ τὸ διττὸν σημαίνειν (τὸ γὰρ μουσικὸν εὐθὺς δηλοῖ τό τε πάθος, αὐτὴν λέγω τὴν ἐν τῇ ψυχῇ
15τοῦ Σωκράτους μουσικήν, καὶ αὐτὸν τὸν Σωκράτην) οὐκ ἀληθὲς εἰπεῖν ὡς ταὐτόν ἐστι τό τε μουσικὸν καὶ τὸ μουσικῷ εἶναι· συμβαίνει γάρ, εἴ τις τοῦτο λέγει, τὸ μουσικὸν ἤτοι τὸ πάθος ταὐτὸν εἶναι τῷ ἀνθρώπῳ ᾧ συμβέβηκεν. εἰ δὴ τὸ μουσικῷ εἶναι τὸ καθόλου μουσικὸν δηλοῖ ἤτοι τὴν καθόλου μουσικήν, τὸ δὲ μουσικὸν τὸν ἄνθρωπον ᾧ συμβέβηκε τὸ
20μουσικόν, πῶς ἔσται ταὐτὸν τὸ μουσικὸν καὶ τὸ μουσικῷ εἶναι, ἤτοι ἡ οὐσία καὶ τὸ συμβεβηκός; ὥστε, φησί, τρόπον μέν τινα τὸ λευκὸν ζῷον καὶ τὸ τί ἦν εἶναι τοῦ λευκοῦ ἔσται τὸ αὐτό, τρόπον δέ τινα οὐκ ἔσται. καθ’ αὑτὰ μὲν γὰρ τὸ ἀνθρώπῳ εἶναι καὶ τὸ λευκῷ ἀνθρώπῳ οὐκ ἔσται τὸ αὐτό· ᾗ δ’ ἔπαθέ τι ὑπὸ τοῦ λευκοῦ, λέγω δὴ τὸ λευκανθῆναι, ἔσται
25τὸ αὐτό. p. 1031b28 Ἄτοπον δ’ ἂν φανείη κἂν εἴ τις ἑκάστῳ ὄνομα θεῖτο τῶν τί ἦν εἶναι. Καὶ τοῦτο δεικτικόν ἐστι διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς τοῦ ταὐτὸν εἶναι ἕκαστον καὶ τὸ τί ἦν εἶναι ἑκάστῳ. ἡ δὲ δεῖξις πάλιν ἐπὶ τῶν
30ἰδεῶν προέρχεται· λέγει γὰρ ὡς εἴπερ ὁ αὐτοΐππος καὶ τὸ τί ἦν εἶναι αὐτοῦ οὐκ ἔστι ταὐτὰ ἀλλ’ ἕτερα, εἴ τις καὶ τῷ τοῦ αὐτοΐππου τί ἦν εἶναι ὄνομα θεῖτο, ἔστω δὴ ἱμάτιον, ἐπειδὴ πᾶν ὄνομα δηλωτικόν ἐστί τινος τί ἦν εἶναι, καὶ τοῦ ἱματίου τὸ τί ἦν εἶναί ἐστιν ἕτερον αὐτοῦ. εἴ τις δὲ πάλιν τῷ τοῦ ἱματίου τί ἦν εἶναι ὄνομα θεῖτο, ἔστω δὴ φυτόν,
35ἔσται καὶ τὸ τί ἦν εἶναι τοῦ φυτοῦ ἕτερον τοῦ φυτοῦ. εἴ τις δὲ καὶ τῷ τοῦ φυτοῦ τί ἦν εἶναι θεῖτο ὄνομα, ἔσται καὶ ἐπὶ τούτου τὸ αὐτό·
καὶ τοῦτο εἰς ἄπειρον. εἴ τις δὴ ἑκάστῳ τί ἦν εἶναι ὄνομα θεῖτο, ἐπειδὴ484
in Metaph
.

485

παντὸς ὀνόματος δηλωτικοῦ οὐσίας ἔστι τί ἦν εἶναι, ἔσται καὶ παρ’ ἐκεῖνο τὸ ὄνομα ἄλλο τί ἦν εἶναι, οἷον παρὰ τὸ τί ἦν εἶναι ἵππῳ ἔσται τί ἦν εἶναι ἵππῳ ἕτερον, τουτέστι τοῦ τί ἦν εἶναι ἵππου ἔσται τί ἦν εἶναι ἄλλο. ἀλλὰ τὸ τί ἦν εἶναι ἵππῳ ἡ φύσις τοῦ ἵππου ἐστίν, ὥστε εἴπερ ἔστι τοῦ
5τί ἦν εἶναι ἵππῳ ἄλλο τί ἦν εἶναι, ἔσονται τοῦ ἵππου δύο οὐσίαι καὶ φύ‐ σεις, καὶ οὐ μόνον δύο ἀλλὰ ἄπειροι. ἐπεὶ δέ τις λέγειν ἔμελλεν ‘ἀλλ’ οὐκ εἰς ἄπειρον προϊέναι ἀνάγκη, ἀλλὰ καταντήσομεν εἴς τι τί ἦν εἶναι οὗ τὸ τί ἦν εἶναι οὐκ ἔσται ἕτερον ἀλλὰ ταὐτό· εἰ γὰρ ἔσται ταὐτόν, οὐκ ἀνάγκη εἶναι κἀκείνου τί ἦν εἶναι ἕτερον· εἰ γὰρ ἐκ τοῦ λέγειν ὅτι ἕκαστον
10καὶ τὸ τί ἦν εἶναι ἑκάστῳ ἕτερόν ἐστι, συμβαίνει κἀκείνου εἶναι τί ἦν εἶναι, εἴπερ εἴς τι καταντήσομεν ταὐτὸν ὂν τῷ τί ἦν εἶναι αὐτοῦ, οὐκ ἔσται ἐκείνου πάλιν ἄλλο τί ἦν εἶναι· εἰ δὲ τοῦτο, οὐκ ἐπ’ ἄπειρον ἔσται ἡ πρόοδος·‘ ἐπειδή τις ταῦτα λέγειν ἔμελλεν, ἐπήγαγε τὸ καίτοι τί κωλύει καὶ νῦν εἶναι εὐθύς τινα τί ἦν εἶναι; τουτέστι τί κωλύει μὴ εὐθὺς
15ἕκαστον ταὐτὸν εἶναι καὶ τὸ τί ἦν εἶναι αὐτῷ, ἀλλὰ μετὰ πολλὰ τοῦτο εὑρίσκεσθαι; οὐ μόνον δὲ ἕκαστον καὶ τὸ τί ἦν εἶναι ἑκάστῳ ταὐτόν ἐστιν, ἀλλὰ καὶ ὁ λόγος αὐτῶν ὁ αὐτὸς καὶ εἷς. οὐ γὰρ ἕτερός ἐστιν ὁ λόγος τοῦ ἀνθρώπου καὶ τοῦ τί ἦν εἶναι ἀνθρώπῳ ἀλλ’ ὁ αὐτός, καὶ τοῦ ἑνὸς καὶ τοῦ τί ἦν εἶναι αὐτῷ ὁ αὐτός. εἰ μὲν γὰρ κατὰ συμβεβηκὸς τὸ ἓν καὶ
20τὸ τί ἦν εἶναι αὐτοῦ ἦν τὰ αὐτά, οὐκ ἂν ἦν ὁ λόγος αὐτῶν ὁ αὐτός. ἐπεὶ δὲ ἐκ πάντων τῶν δειχθέντων ἀνεφάνη ὅτι καθ’ αὑτό εἰσιν ἕν, καὶ ὁ λόγος αὐτῶν εἷς ἐστιν. ὃ δὲ ἄνωθεν μὲν ᾐνίξατο ἄτοπον, νῦν ἐπαναλαμ‐ βάνει καὶ σαφέστερον τίθησι λέγων ἔτι εἰ ἄλλο ἔσται, εἰς ἄπειρον εἶσι, τουτέστιν, εἰ τῷ τοῦ ἑνὸς τί ἦν εἶναι ὄνομα τεθῇ, ἔσται ἄλλο τοῦ
25τεθέντος ὀνόματος τί ἦν εἶναι. ἀλλ’ εἰ τοῦτο, εἰς ἄπειρον ἰέναι ἀνάγκη· τὸ γὰρ ἑνὶ εἶναί ἐστι τὸ τί ἦν εἶναι τοῦ ἑνός, τὸ δὲ ἕν ἐστιν οὗ ἐστι τί ἦν εἶναι τὸ ἑνὶ εἶναι· ὥστε τοῦ ἑνὶ εἶναι ἔσται πάλιν ἄλλο τί ἦν εἶναι, καὶ πάλιν ἐπὶ τούτων ὁ αὐτὸς λόγος. ταῦτα εἰπὼν συμπεραίνεται λοιπὸν τὸν ξύμπαντα λόγον λέγων· ὅτι μὲν οὖν ἕκαστον καὶ τὸ τί ἦν εἶναι αὐτοῦ
30ταὐτόν ἐστι, φανερόν. p. 1032a6 Οἱ δὲ σοφιστικοὶ ἔλεγχοι πρὸς τὴν θέσιν ταύτην. Δείξας ὅτι τῶν καθ’ αὑτὸ λεγομένων ἕκαστον καὶ τὸ τί ἦν εἶναι ἑκάστῳ ταὐτόν ἐστιν, ἐπὶ δὲ τῶν κατὰ συμβεβηκὸς λεγομένων, οἷον ἀν‐ θρώπῳ καὶ λευκῷ ἀνθρώπῳ, ἔστι μὲν καὶ οὐκ ἔστι, καὶ πῶς εἴρηται,
35λέγει ὅτι οἱ σοφιστικοὶ ἔλεγχοι τῇ αὐτῇ λύονται λύσει. ἔλεγον γὰρ οἱ σο‐ φισταί ‘πότερον ὁ Σωκράτης καὶ τὸ Σωκράτει εἶναι ταὐτὸ ἢ οὔ;‘ καὶ εἰ
μὲν ἕτερον, ἐπειδὴ τὸ Σωκράτει εἶναι τὸ τί ἦν εἶναι Σωκράτει ἐστὶ καὶ ἡ485
in Metaph
.

486

φύσις τοῦ Σωκράτους, ἔσται ὁ Σωκράτης ἕτερος ἑαυτοῦ. εἰ δὲ ὁ αὐτός, ἐστὶ δ’ ὁ Σωκράτης καὶ λευκός, ἔσται καὶ τὸ Σωκράτει εἶναι τῷ λευκῷ εἶναι Σωκράτει τὸ αὐτό, ἡ οὐσία τῷ συμβεβηκότι, ὅπερ ἄλογον. λέγει οὖν ὅτι οἱ σοφιστικοὶ ἔλεγχοι πρὸς τὴν θέσιν ταύτην καὶ τὸ πρόβλημα
5φανερὸν ὡς τῇ αὐτῇ λύονται λύσει, λέγω δὴ τῇ ὅτι κυρίως μὲν καὶ καθ’ αὑτὸ οὔκ εἰσι τὰ αὐτὰ λεγούσῃ, κατὰ συμβεβηκὸς δέ· ἐξ ὧν γὰρ ἐρωτῶ‐ σιν (ἐκ γὰρ τῶν κατὰ συμβεβηκὸς τὰς ἐρωτήσεις ποιοῦνται), ἐκ τούτων καὶ τῶν λύσεων τεύξονται. ταῦτα πάντα εἰπὼν πάλιν συντόμως ὑπομι‐ μνήσκει ὅτι πῶς μὲν τὸ τί ἦν εἶναι ταὐτὸ καὶ πῶς οὐ ταὐτὸ
10εἴρηται. p. 1032a12 Τῶν δὲ γινομένων τὰ μὲν φύσει γίνεται, τὰ δὲ τέχν, τὰ δὲ ἀπὸ ταὐτομάτου. Τὸ προκείμενόν ἐστι δεῖξαι ὅτι τὸ εἶδος οὐ γίνεται. τὸ γὰρ εἶδος καὶ τὸ τί ἦν εἶναι τῆς σφαίρας τῆς κατὰ τῶν μερικῶν σφαιρῶν κατηγο‐
15ρουμένης οὐ γίνεται· ἀλλὰ μὴν οὐδὲ τὸ εἶδος τῆσδε τῆς σφαίρας διὰ γε‐ νέσεως εἰς τὸ εἶναι παράγεται, ἀλλὰ τοῦ χαλκοῦ τοιωσδὶ κινουμένου ὑπὸ τοῦ τεχνίτου ἀχρόνως ἐν αὐτῷ τὸ τῆς σφαίρας εἶδος ἐπιγίνεται. ὁμοίως δὲ καὶ τῆς οἰκίας· ὅταν γὰρ ἡ τελευταία κέραμος ἐπιτεθῇ, τότε φαμὲν οἰκίαν εἶναι· εἰ γάρ τι καὶ τὸ οἱονοῦν τῶν εἰς τὸ οἰκίαν ποιῆσαι συντελούν‐
20των λείπει, οὐκ ἔστιν οἰκία· ἡ δὲ τελευταία κέραμος ἀχρόνως καὶ ἐν τῷ νῦν ἐπιτίθεται τῇ οἰκίᾳ. ὥστε καὶ τὰ κατὰ μέρος εἴδη οὐ γίνεται· ἀμερῆ γάρ εἰσιν, εἰ καὶ συνδιίστανται τῇ ἐν ᾗ εἰσιν ὕλῃ. τὸ δ’ ἀμερὲς πῶς ἂν γένηται; τὸ γὰρ γινόμενον πᾶν μεριστόν· διαιρεῖται γὰρ εἴς τε τὸ πρώτως γεγονὸς καὶ εἰς τὸ ὕστερον. καὶ ἐπὶ τῆς χαλκῆς σφαίρας, ὥσπερ ἐλέγομεν
25ἐπὶ τῆς οἰκίας ὅτι τῆς τελευταίας κεράμου ἐπιτεθείσης γίνεται, τοῦτο εὑρή‐ σεις· ἡ γὰρ τελευταία πληγὴ ἡ ὑπὸ τοῦ τεχνίτου ἐν τῷ χαλκῷ γινομένη ταύτην εἰδοποιεῖ· αὕτη δ’ ἀχρόνως γίνεται· ἀχρόνως γὰρ ἡ σφῦρα τοῦ χαλκοῦ ἅπτεται ὅταν τύπτῃ αὐτόν· ὥστε οὔτε τὸ σφαίρειον εἶδος, ἤτοι αὐτὸ τὸ τῆς καθόλου σφαίρας, τουτέστιν ἡ καθόλου σφαῖρα, μὴ οὖσα γέ‐
30γονεν, οὔτε τὸ ἐν τῇδε τῇ σφαίρᾳ διὰ γενέσεως καὶ διὰ χρόνου ἐν αὐτῇ γίνεται ἢ ὅλως γίνεται, ἀλλ’ ὂν περὶ αὐτὴν ὑπὸ τοῦ τεχνίτου τίθεται· ὂν γὰρ τὸ τῆς σφαίρας εἶδος ἐν τῇ τοῦ τεχνίτου ψυχῇ περιτίθησιν αὐτὸ ὁ τεχνίτης τῷ χαλκῷ. δείκνυσι δὲ ὅτι τὰ εἴδη οὐ γίνεται ἀναγκαίως. ἐκ γὰρ τούτου δῆλον ἡμῖν γενήσεται εἴτε δύναται τὰ φυσικὰ εἴδη αὐτὰ καθ’
35αὑτὰ χωρὶς εἶναι ἄνευ ὕλης, ὡς ὁ Πλάτων ἔλεγεν, εἴτε μή. πρὸ δὲ τῆς δείξεως τοῦ τὸ εἶδος μὴ γίνεσθαι πρότερον ἐκ διαιρέσεως δείκνυσιν ὅτι
πᾶν τὸ γινόμενον ἔκ τινος ὑποκειμένου γίνεται, ὡς ἐκ τούτου συνάξων ὅτι486
in Metaph
.

487

εἰ καὶ τὸ εἶδος γίνοιτο, ἐξ ὑποκειμένου τινὸς γενήσεται, καὶ οὕτω συμβήσεται ἐπ’ ἄπειρον εἶναι τὴν πρόοδον. ἐκ διαιρέσεως οὖν, ὡς εἶπον, δείκνυσιν ὅτι πᾶν τὸ γινόμενον ἔκ τινος γίνεται. λέγει δὴ ὅτι τῶν γινομένων τὰ μὲν φύσει γίνεται ὡς τὰ ζῷα καὶ τὰ φυτὰ καὶ τὰ ὅμοια, τὰ δὲ τέχν,
5ὥσπερ οἰκία καὶ ὁ ἀνδριὰς καὶ ἁπλῶς τὰ τεχνητά, τὰ δὲ ἀπὸ ταὐτο‐ μάτου, ὥσπερ ὑγίεια· διψήσας γάρ τις πυρέττων καὶ πιὼν ὕδωρ οὐχ ἵνα ὑγιάνῃ, ἀλλ’ ἵνα τὴν δίψαν ἀποκρούσηται, ὑγίανε. πάντα οὖν τὰ ἀπὸ φύ‐ σεως καὶ τέχνης καὶ αὐτομάτου ὑπό τέ τινος τοῦ ποιοῦντος γίνεται καὶ ἔκ τινος ὕλης καί τι εἶδος γίνεται· ἢ γὰρ οὐσία, φησί, γίνεται, ἢ ποσὸν ἢ
10ποιὸν ἤ τι τῶν ἄλλων κατηγοριῶν· γίνεται δέ τι τούτων ὡς εἶδος. ταῦτα εἰπὼν λέγει ὅτι αἱ φυσικαὶ γενέσεις εἰσὶν ὧν ἡ γένεσις ἐκ φύσεώς ἐστιν. ἀλλὰ πῶς ἐν τῇ Φυσικῇ δείξας ὅτι γενέσεως γένεσις οὐκ ἔστιν οὐδὲ μεταβολὴ μεταβολῆς, νῦν φησιν ὅτι γενέσεις εἰσὶ φυσικαί, ὧν γενέσεων ἡ γένεσις ἐκ φύσεώς ἐστιν; ὥστε τοῦτο δοκεῖ λέγειν ὅτι τῶν γενέσεων εἰσὶ γενέσεις.
15ἢ τὸ ὧν ἡ γένεσις οὐ πρὸς τὰς γενέσεις, οἶμαι, ἀπέδωκεν ἵν’ ᾖ ὧν γενέσεων, ἀλλὰ πρὸς τὰ τέλη αὐτῶν, οἷον φυτὰ καὶ ζῷα καὶ τὰ τοιαῦτα· καὶ εἰ τοῦτό ἐστιν, εἴη ἂν λέγων ὅτι αὗται αἱ φυσικαὶ γενέσεις γενέσεις εἰσὶ τῶν φυτῶν καὶ τῶν ζῴων, ὧν καὶ φυτῶν καὶ ζῴων ἡ γένεσις οὐκ ἀπὸ τέχνης ἐστὶν ἀλλ’ ἀπὸ φύσεως. ἢ τὸ ὧν ἡ γένεσις ἐκ φύσεώς
20ἐστι τοῦτ’ ἂν εἴη ὅτι ὧν γενέσεων ἡ ὕπαρξις καὶ τὸ εἶναι αὐταῖς οὐκ ἀπὸ τέχνης ἢ ἀπὸ ταὐτομάτου ἐστὶν ἀλλ’ ἐκ φύσεως· ἡ συγκαταβληθεῖσα γὰρ τῷ σπέρματι δύναμίς τε ταὶ φύσις ἐστὶν αἰτία ποιητικὴ τῶν γενέσεων. καὶ αἱ μὲν φυσικαὶ γενέσεις αὗται, ἐξ οὗ δὲ γίνεται τὸ διὰ γενέσεως γινόμενον, ἐστὶν ἡ ὕλη, οἷον ἡ προσεχὴς τῶν ζῴων τὸ καταμήνιον. ἀλλ’ ἐξ οὗ μὲν γίνε‐
25ται τὸ διὰ γενέσεως γινόμενόν ἐστιν ἡ ὕλη, ὑφ’ οὗ δέ, οἷον τὸ ποιητικόν, τῶν φύσει τι ὄντων, οἷον ἄνθρωπος ἵππος· ἐπειδὴ γὰρ τὸ σπέρμα ἐκ τούτων, οὗτοί εἰσι ποιητικὰ αἴτια. τὸ δὲ τῶν φύσει τι ὄντων πρόσκειται, ἐπεὶ ἐν τῇ Φυσικῇ ἔλεγεν ὅτι φύσις μέν ἐστι τὸ εἶδος, φύσις δὲ καὶ ἡ ὕλη, τὸ δ’ ἐκ τούτων συγκείμενον οὐ φύσις ἀλλὰ φύσει, ὥστε τὸ τὸν Σωκρά‐
30την γεννῆσαν οὐ φύσις ἀλλὰ τῶν φύσει τι ὄντων. καὶ ἔστιν ἡ μὲν ὕλη ἐξ οὗ γίνεται τὸ γινόμενον, ὑφ’ οὗ δὲ τῶν φύσει τι ὄντων, ὃ δὲ γίνεταί ἐστιν ἄνθρωπος ἢ ἵππος ἢ ἄλλο τι τῶν φύσει τι ὄντων, ἃ δὴ καὶ μάλιστα, λέγω δὴ τὰ ἐξ ὕλης καὶ εἴδους, ὡς καὶ ἐν ταῖς Κατηγορίαις καὶ ἐν τῇ Φυσικῇ καὶ ἐν ταύτῃ τῇ πραγματείᾳ, μάλιστα οὐσίας εἶναι λέγομεν,
35εἶπεν. εἰπὼν δὲ ὅτι πάντα τὰ ἀπὸ φύσεως καὶ τὰ ἀπὸ τέχνης γινόμενα ὕλην ἔχει, τοῦ τοῦτο οὕτως ἔχειν τὴν αἰτίαν συντόμως ἐπήγαγεν εἰπὼν
δύναται γὰρ καὶ εἶναι καὶ μὴ εἶναι ἕκαστον αὐτῶν, τουτέστιν487
in Metaph
.

488

ἐπειδὴ ἕκαστον καὶ τῶν ἀπὸ φύσεως καὶ τῶν ἀπὸ τέχνης δύναται καὶ εἶναι καὶ μὴ εἶναι, δῆλον ὡς ἀπὸ τῆς ὕλης τοῦτο ἔχει· αὕτη γάρ ἐστιν ἡ τρεπτικὴ καὶ ἀλλοιωτική, ἣ ποτὲ μὲν τοῦτο τὸ εἶδος δέχεται ποτὲ δὲ ἄλλο, διὰ τὸ μὴ τὸ αὐτὸ καὶ ἓν ἀεὶ δύνασθαι στέγειν καὶ διὰ τὸ εὐφυῶς
5ἔχειν πρὸς τὸ τὰ εἴδη δέχεσθαι. ἔστιν οὖν ἑκάστῳ τῶν φύσει καὶ ἀπὸ τέχνης τοῦ εἶναι καὶ μὴ εἶναι ἡ ὕλη αἰτία. ὥστε φανερὸν ὅτι καὶ τὰ ἐκ φύσεως καὶ τὰ ἀπὸ τέχνης ἔκ τινος ὕλης καὶ ὑποκειμένου γίνεται. εἰπὼν δὴ ὅτι ἑκάστου τῶν ἀπὸ φύσεως καὶ τέχνης τὸ αἴτιον τοῦ εἶναι καὶ μὴ εἶναι ἡ ὕλη ἐστίν, ἐπήγαγεν ὅτι καθόλου δὲ καὶ ἐξ οὗ φύσις καὶ
10καθ’ ὃ φύσις· ὡς πολλάκις γὰρ εἴπομεν ὅτι καὶ τὴν ὕλην ἣ γίνεται τὸ εἶδος, καὶ καθ’ ὃ εἶδος αὕτη γίνεται, φύσιν λέγει. τὸ δὲ τὸ γὰρ γινό‐ μενον ἔχει φύσιν οἶμαι ὡς αἴτιον ἐπῆκται τοῦ τὸ εἶδος φύσιν εἶναι, τουτέστι τὸ γινόμενον διὰ φύσεως γίνεται, φύσιν λέγων τὴν ἀπὸ τῆς ὕλης εἰς τὸ εἶδος ὁδόν. εἰ δὲ ἡ ὁδὸς αὕτη, ὡς ἂν ἐπεκτείνας λέγοι τις τὸ υ,
15ὡς αὐτὸς εἴρηκε, φύσις λέγεται, φανερὸν ὡς καὶ τὸ εἶδος, πρὸς ὃ αὕτη ἡ ὁδός ἐστι, φύσις ἐστιν. ὅτι δὲ τὸ εἶδος φύσις λέγεται, δείκνυσι καὶ ἄλλως. λέγεται, φησί, τὸ σύνθετον φύσις, οἷον ὁ Σωφρονίσκος. καὶ δῆλον ὡς οὐ κατὰ τὸ συναμφότερον ὁ Σωφρονίσκος φύσις λέγεται (τοῦτο γὰρ φύσει λέ‐ γεται, ἀλλὰ κατὰ τὸ εἶδος, καθ’ ὃ καὶ γίνεται τὸ γινόμενον ὑπ’ αὐτοῦ·
20κατὰ γὰρ τὸ ἐν αὐτῷ ὂν εἶδος γίνεται, ὃ γεννᾷ· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ καὶ ὑφ’ ο, ἡ κατὰ τὸ εἶδος λεγομένη φύσις ὁμοειδής. πῶς δὲ τὸ γινόμενον τῷ ὑφ’ οὗ γίνεται ὁμοειδές ἐστιν, ἐπήγαγεν ἄνθρωπος γὰρ ἄνθρωπον γενν· πάντες δὲ οἱ ἄνθρωποι ὁμοειδεῖς εἰσιν. p. 1032a26 Αἱ δὲ ἄλλαι γενέσεις λέγονται ποιήσεις.
25 Εἰπὼν περὶ τῶν φυσικῶν γενέσεων τίνων εἰσί, καὶ συμπερανάμενος καὶ εἰπὼν ὅτι οὕτω μὲν οὖν γίνεται τὰ γινόμενα διὰ τὴν φύσιν, λέγει ὅτι αἱ δὲ ἄλλαι γενέσεις (ἄλλας λέγων τὰς ἀπὸ τέχνης, ἀπὸ δυ‐ νάμεως, ἀπὸ διανοίας) λέγονται ποιήσεις. ἀπὸ τέχνης μὲν οὖν γίνεσθαι λέγει τὰ τεχνητὰ καὶ ὅλως ὅσα κατὰ τέχνην γίνεται, ἀπὸ διανοίας δὲ τὰς
30ἀρετάς· εἴδη γάρ τινα καὶ αἱ ἀρεταί· τελειοῦσι γὰρ τὴν ψυχήν. εἰ δὲ καὶ πολλὰ τῶν τεχνητῶν (γίνεται γὰρ τεχνητά τινα καὶ ἀπὸ ταὐτομάτου, ὡς ἐρεῖ) ἀπὸ διανοίας γίνεται, ἀλλ’ οὖν ἡ τέχνη οὐ πάντως διάνοια. ἀπὸ δυ‐ νάμεως δέ εἰσι τὰ ὁπότερ’ ἔτυχεν, οἷον λούσασθαι καὶ μὴ λούσασθαι, κα‐ θίσαι καὶ μὴ καὶ τὰ τοιαῦτα. τούτων δὲ τῶν ἀπὸ τέχνης γίνονταί τινα καὶ
35ἀπὸ ταὐτομάτου καὶ ἀπὸ τύχης, ὥσπερ καὶ 〈τῶν〉 ἀπὸ φύσεως· γίνονται γὰρ καὶ ἐκεῖ, λέγω δὴ ἐν τοῖς ἀπὸ φύσεως γινομένοις, ἔνια ἐκ ταὐτομάτου· γί‐
νονται γὰρ βοτάναι καὶ ἐκ σπέρματος καὶ ἄνευ σπέρματος· πολλαὶ γὰρ488
in Metaph
.

489

τῶν βοτανῶν ἄνευ σπέρματος φύονται ἐκ ταὐτομάτου. ὅτι δέ, φησί, συμ‐ βαίνει τῶν ἀπὸ τέχνης γινομένων ἔνια καὶ ἐκ ταὐτομάτου γίνεσθαι ὕστερον ἐπισκεπτέον· ἐρεῖ γὰρ περὶ τούτων μετ’ ὀλίγον, καὶ ἡμεῖς πρὸ ὀλίγου εἴπομεν ὅτι γίνεται ὑγίεια καὶ ἀπὸ τέχνης καὶ ἐκ ταὐτομάτου. ἀλλὰ περὶ
5μὲν τούτων ὕστερον ἐπισκεπτέον. ἀπὸ τέχνης δὲ γίνεται ὅσων τὸ εἶδος καὶ τὸ τί ἦν εἶναί ἐστιν ἐν τῇ τοῦ τεχνίτου ψυχῇ· τὸ γὰρ εἶδος καὶ τὸ τί ἦν εἶναι τῆς ὑγιείας καὶ τῆς οἰκίας καὶ τοῦ ἀνδριάντος καὶ τῶν λοιπῶν τῆς μὲν ὑγιείας ἐν τῇ τοῦ ἰατροῦ ψυχῇ ἐστι, τῆς δὲ οἰκίας ἐν τῇ τοῦ οἰκοδόμου, τοῦ δὲ ἀνδριάντος ἐν τῇ τοῦ ἀνδριαντοποιοῦ. εἰπὼν δὲ ὅτι τὸ
10εἶδος καὶ τὸ τί ἦν εἶναι πρώτη ἐστὶν οὐσία, τοῦ τὸ εἶδος πρώτην οὐσίαν εἶναι αἴτιον ἐπήγαγε τὸ καὶ γὰρ τῶν ἐναντίων τρόπον τινὰ τὸ αὐτὸ εἶδος. ἐπειδὴ γὰρ ἡ στέρησις τῇ ὕλῃ ὑπάρχει, τῇ δὲ στερήσει τὸ εἶναι τὸ εἶδος παρέχεται (τῇ γὰρ αὐτοῦ ἀπουσίᾳ ἡ στέρησίς ἐστιν), εἰ δὴ καὶ τῇ στερήσει τῇ ἐν τῇ ὕλῃ οὔσῃ τὸ εἶναι καὶ ὅλως τὴν ὕπαρξιν τὸ διδὸν
15τὸ εἶδός ἐστιν, αὐτὸ δέ ἐστι καὶ τὸ τάττον καὶ ὁρίζον τὴν ὕλην καὶ κο‐ σμοῦν, πρώτη καὶ κυρίως οὐσία τοῦτ’ ἂν εἴη. τῶν ἐναντίων, φησίν, ἤτοι τῶν στερήσεων τρόπον τινὰ τὸ αὐτ, ἤτοι τὸ εἶδος, εἶδός ἐστι, τουτέστιν εἰδοποιὸν καὶ ὑπάρξεως χορηγόν. εἴδους οὖν καὶ ὑπάρξεως αἴτιον καὶ ὅλως τοῦ τῶν ὄντων εἶναι καὶ μετὰ τῶν ὄντων συγκατατάττεσθαι τὰς
20στερήσεις τὸ εἶδος καὶ τὸ τί ἦν εἶναί ἐστιν· ἀπιόντος γὰρ τοῦ εἴδους εὐθὺς ἡ στέρησις τὸ εἶναι ἔχει· ὥστε ποιητικὸν αἴτιον τῆς στερήσεως τὸ εἶδός ἐστιν. ὅτι δὲ τὸ αὐτὸ ἀντὶ τοῦ εἴδους ἔλαβε, τὸ δὲ εἶδος ἀντὶ τοῦ αἴτιον τῆς ὑπάρξεως τῆς στερήσεως, δῆλον ἐποίησεν εἰπὼν τῆς γὰρ στε‐ ρήσεως οὐσία ἡ οὐσία ἡ ἀντικειμένη, τουτέστιν ἡ κατὰ τὸ εἶδος
25οὐσία τῆς στερήσεώς ἐστιν οὐσία καὶ ὕπαρξις, καὶ τὸ εἶναι αὐτῇ αὕτη χαρίζεται. ὥστε εἴπερ ἡ οὐσία, λέγω δὴ τὸ εἶδος, οὐσία καὶ παραγωγός ἐστι καὶ αἴτιος τῆς στερήσεως, δῆλον ὅτι εἶδός ἐστι τὸ εἶδος τῆς στερή‐ σεως. τὸ δὲ τρόπον τινὰ πρόσκειται, ὅτι οὐ καθ’ αὑτό ἐστιν αἴτιον τὸ εἶδος τῆς στερήσεως, ἀλλὰ κατὰ συμβεβηκός· συμβαίνει γὰρ ὑποχωροῦντος
30τοῦ εἴδους γίνεσθαι αὐτήν. ἔστιν οὖν ἡ ὑγίεια, εἴπερ ἀναλογεῖ εἴδει, αἰτία καὶ εἶδος τῆς νόσου, ἥπερ ἐστὶ στέρησις. p. 1032b6 Γίνεται δὴ τὸ ὑγιὲς νοήσαντος οὕτως. Λέγει περὶ τοῦ ὑγιοῦς σώματος πῶς γίνεται, τοῦτο δ’ ἀναγκαίως ποιεῖ· ἐκ γὰρ τούτου δῆλον ἡμῖν γενήσεται ὅπως τὰ ἀπὸ τέχνης γινόμενα
35γίνεταί ποτε καὶ ἀπὸ ταὐτομάτου. γίνεται δὲ τὸ ὑγιὲς νοήσαντος τοῦ ἰατροῦ οὕτως. καὶ πῶς, ἐπάγει· οἷον εἰ τοῦτό ἐστιν ὑγίεια, δεῖ τὴν ἀνω‐ μαλίαν τῶν ψυχρῶν καὶ τῶν θερμῶν εἰς ὁμαλότητα ἐλθεῖν, ὥστε μὴ θά‐
τερον ὑπερέχειν, ἀλλὰ συμμέτρως ἔχειν. ὁμαλότητος δὲ μελλούσης γενέ‐489
in Metaph
.

490

σθαι δεῖ θερμότητα εἶναι· ὑποκείσθω γὰρ ἐπικρατεῖν τὸ ψυχρὸν τοῦ θερ‐ μοῦ. ἀλλ’ εἰ δεῖ θερμότητα γενέσθαι, δεῖ τρίψεως. ἄρχεται οὖν ἀπὸ τῆς τρίψεως, ἣν καὶ δύναται ποιῆσαι, ἥτις τρῖψις ἔσχατόν ἐστι καὶ τῆς ὑγιείας καὶ τῆς ὁμαλότητος καὶ τῆς θερμότητος. πρῶτον γὰρ τὴν ὑγίειαν ἐνόησεν
5ὁ ἰατρός, εἶτα τὴν ὁμαλότητα, εἶτα τὴν θερμότητα καὶ τελευταῖον τὴν τρῖψιν, ἥτις τρῖψις ποιεῖ τὴν θερμότητα καὶ αὕτη τὴν ὁμαλότητα καὶ αὕτη τὴν ὑγίειαν. ἡ τρῖψις οὖν ἡ παρὰ τοῦ ἰατροῦ γεγονυῖα ἐν τῇ τοῦ νοσοῦν‐ τος κοιλίᾳ ἢ ἁπλῶς ἐν τῷ νοσοῦντι μέρει συμβαίη ἄν ποτε καὶ ἐκ ταὐτο‐ μάτου γενέσθαι· ὅπως δὲ τοῦτο συμβήσεται ἐροῦμεν, ὅτε καὶ αὐτὸς λέγει.
10καλεῖται δὲ ἡ ἀπὸ τῆς τρίψεως ἐπὶ τὴν ὑγίειαν κίνησις ποίησις. ὥστε συμβαίνει τρόπον τινὰ τὴν ὑγίειαν γίνεσθαι ἐκ τῆς ὑγιείας καὶ τοῦ εἴδους αὐτῆς τοῦ ἐν τῇ ψυχῇ τοῦ ἰατροῦ ὄντος. ἡ ἐν τῷ νοσοῦντι γὰρ ὑγίεια γινομένη ἐκ τοῦ εἴδους καὶ τοῦ λόγου τῆς ὑγιείας τοῦ ἐν τῇ ἰατροῦ ψυχῇ ὄντος γίνεται· ὁμοίως δὲ καὶ ἥδε ἡ μετὰ τῆς ὕλης οἰκία ἐκ τῆς ἄνευ ὕλης
15οἰκίας τῆς ἐν τῷ οἰκοδόμῳ γίνεται. ὥσπερ γὰρ ἡ ὄψις ἐν ἑαυτῇ ἔχει τὰ τῶν χρωμάτων εἴδη ἄνευ τῆς ὑποκειμένης αὐτοῖς ὕλης, οὕτως καὶ ἡ ψυχὴ τὰ τῶν ἐπιστητῶν εἴδη· τόπος γὰρ εἰδῶν ἡ ψυχή, ὡς ἐν τῇ Περὶ ψυχῆς εἴρηται. πῶς δὲ ἐκ τῆς οἰκίας καὶ ὑγιείας ἡ οἰκία καὶ ἡ ὑγίεια γί‐ νεται σαφηνίζων ἐπάγει ἡ γὰρ ἰατρικὴ καὶ ἡ οἰκοδομικὴ τὸ εἶδος
20τῆς οἰκίας καὶ τῆς ὑγιείας εἰσίν. εἰ δὲ ἐκ τῆς ἰατρικῆς καὶ τῆς οἰκοδομικῆς γίνονται, αὗται δὲ εἶδός εἰσι τῆς οἰκίας καὶ τῆς ὑγιείας (οὐδὲν γὰρ ἄλλο ἐστὶν ἡ ἰατρικὴ καὶ ἡ οἰκοδομικὴ ἢ οἱ λόγοι τῆς ὑγιείας καὶ τῆς οἰκίας), φανερὸν ὡς γίνεται ἡ οἰκία ἐξ οἰκίας καὶ ἡ ὑγίεια ἐξ ὑγιείας. εἰπὼν δὲ ὅτι συμβαίνει οἰκίαν ἐξ οἰκίας γενέσθαι καὶ ὑγίειαν ἐξ
25ὑγιείας τῆς ἄνευ ὕλης τὴν ἔχουσαν ὕλην, τοῦ μὲν οἰκίαν καὶ ὑγίειαν ἐξ οἰκίας καὶ ὑγιείας γίνεσθαι ἐπήγαγε κατασκευαστικὸν τὸ ἡ γὰρ ἰατρικὴ καὶ ἡ οἰκοδομικὴ τὸ εἶδος τῆς οἰκίας καὶ τῆς ὑγιείας· τοῦ δὲ τῆς ἄνευ ὕλης ἐπήγαγε τὸ λέγω δ’ οὐσίαν ἄνευ ὕλης τὸ τί ἦν εἶναι, τουτέστιν αὐτὸ τὸ τῆς οἰκίας καὶ τὸ τῆς ὑγείας εἶδος.
30p. 1032b15 Τῶν δὲ γενέσεων καὶ κινήσεων ἡ μὲν νόησις καλεῖ‐ ται, ἡ δὲ ποίησις. Βουλόμενος δεῖξαι πῶς τινα τῶν αἰτίων οὐ μόνον ὑπὸ τῶν κινούντων γίνεται ἀλλὰ καὶ ἐκ ταὐτομάτου, πρότερον διαιρεῖ τὴν γένεσιν εἴς τε τὴν νόησιν καὶ εἰς τὴν ποίησιν, καί φησιν ὅτι τῶν γενέσεων ἡ μὲν νόησις κα‐
35λεῖται ἡ δὲ ποίησις, ἡ μὲν οὖν ἀπὸ τῆς ἀρχῆς καὶ τοῦ εἴδους νόησις, ἡ δὲ ἀπὸ τοῦ τέλους τῆς νοήσεως ποίησις· οἷον νοεῖ ὁ οἰκοδόμος τὸ τῆς οἰκίας εἶδος ὅτι ἐστὶ σκέπασμα τοιονδί, καὶ εἰ μέλλοι τοδὶ εἶναι δεῖ τοίχους γενέσθαι,
ἀλλ’ εἰ δεῖ γενέσθαι τοίχους, δεῖ γενέσθαι θεμέλιον, καὶ εἰ ἔσται θεμέλιος,490
in Metaph
.

491

δεῖ ὀρύξαι· καὶ ἄρχεται ἐντεῦθεν ὀρύσσειν καὶ ὀρύξας ποιεῖ θεμέλιον, εἶτα τοίχους, εἶτα σκέπασμα. ἡ μὲν οὖν ἀπὸ τῆς ἀρχῆς τοῦ εἴδους ἄχρι τοῦ ὀρύσσειν γένεσις ἢ κίνησις νόησις καλεῖται, ἡ δὲ ἀπὸ τοῦ ὀρύσσειν, ὃ τέ‐ λος μὲν ἦν τῆς νοήσεως ἀρχὴ δὲ τῆς γενέσεως τῆς οἰκίας, ἡ δὴ ἀπὸ τοῦ
5ὀρύσσειν γένεσις ἢ κίνησις ἄχρι τοῦ σκεπάσματος λέγεται ποίησις. καὶ ὁ ἰατρὸς ἐννοεῖ τὸ εἶδος τῆς ὑγιείας ὅτι ἐστὶ τοδί, καὶ εἰ μέλλει ἔσεσθαι ὑγίεια δεῖ ὁμαλυνθῆναι, τὸ ὁμαλυνθῆναι δέ ἐστι τὸ συμμετρίαν γενέσθαι τῶν τοῦ ζῴου ξηρῶν καὶ ὑγρῶν, θερμῶν καὶ ψυχρῶν, τοῦτο δὲ ἔσται εἰ θερμανθήσεται, θερμανθήσεται δὲ εἰ τρῖψις γενήσεται, αὕτη δὲ ἡ τρῖψις
10ὑπάρχει ἐν τῷ ἰατρῷ δυνάμει· δύναται γὰρ τρῖψαι τὸν νοσοῦντα, καὶ τρίβει· τῇ δὲ τρίψει ἕπεται ἡ θερμότης, καὶ ταύτῃ τὸ ὁμαλυνθῆναι, τῇ δὲ ὁμαλότητι ἡ ὑγίεια. ἡ μὲν οὖν ἀπὸ τῆς ὑγιείας μέχρι τῆς τρίψεως κίνησις νόησις λέγεται, ἡ δὲ ἀπὸ τῆς τρίψεως ἄχρι τῆς ὑγιείας ποίησις. τὸ δὲ ὁμοίως δὲ καὶ τῶν ἄλλων τῶν μεταξὺ ἕκαστον γίγνεται
15οἶμαι ὡς τῷ ὥστε συμβαίνειν τρόπον τινὰ τὴν ὑγίειαν ἐξ ὑγιείας γίνεσθαι τῆς ἄνευ ὕλης τὴν ἔχουσαν ὕλην συντάττεσθαι· καὶ εἴη ἂν λέγων ὅτι ὥσπερ ὑγίεια ἐξ ὑγιείας γίνεται, οὕτω καὶ ἡ ὁμαλότης ἐκ τῆς ὁμαλότητος τῆς ἐν τῇ ψυχῇ τοῦ ἰατροῦ οὔσης καὶ ἡ θερμότης ἐκ τῆς θερμότητος. ὑπάρχει οὖν, ὥσπερ εἴρηται, ἡ τρῖψις δυνάμει. ἢ οὐ
20τοῦτο λέγει ὅτι ὑπάρχει ἡ τρῖψις δυνάμει τῷ ἰατρῷ, ἀλλ’ ὅτι ἡ τρῖψις δυ‐ νάμει ὑγίειά ἐστιν. εἰ γὰρ ἡ τρῖψις ἀρχὴ τῆς ὑγιείας ἐστὶ καὶ πρῶτον αἴτιον, δῆλον ὅτι ἡ τρῖψις δυνάμει ἐστὶν ὑγίεια. καὶ οἶμαι ὅτι τὸ ὑπάρχει δὲ τοδὶ δυνάμει περὶ τρίψεως εἴρηται, ὅτι ἡ τρῖψις δυνάμει ἐστὶν ὑγίεια, τὸ δὲ τοῦτο δ’ ἐπ’ αὐτῷ περὶ τοῦ ἰατροῦ, τουτέστιν ἡ
25τρῖψις δὲ ἐπὶ τῷ ἰατρῷ ἐστι, καὶ δύναται αὐτὴν ποιῆσαι. ἡ τρῖψις οὖν ἡ ποιοῦσα τὴν θερμότητα καὶ ἐξ ἧς ἡ κίνησις καὶ ἡ ἀρχὴ τοῦ ὑγιαίνειν γί‐ νεται, ἐὰν μὲν ἀπὸ τέχνης ἤτοι ἀπὸ τοῦ τεχνίτου γίνηται, οὐκ ἀπὸ ταὐ‐ τομάτου λέγεται γίνεσθαι ἡ ὑγίεια ἡ ἐκ ταύτης τῆς τρίψεως γεγονυῖα, ἀλλὰ τὸ εἶδος τῆς ὑγιείας τὸ ἐν τῇ ψυχῇ τοῦ ἰατροῦ αἴτιόν ἐστι ταύτης
30τῆς ὑγιείας. εἰ δὲ ἀπὸ ταὐτομάτου συμβῇ γενέσθαι τὴν ὑγίειαν, ὅπερ γέ‐ γονεν αἴτιον τῆς ἀπὸ τέχνης γεγονυίας ὑγιείας, τοῦτο γενήσεται καὶ τῆς ἐξ αὐτομάτου. οἷον εἰ ὑγίεια ἡ ἀπὸ τοῦ τεχνίτου γεγονυῖα ἐκ τρίψεως ἐγέ‐ νετο, αὕτη ἡ τρῖψις γενήσεταί ποτε καὶ ἐκ ταὐτομάτου αἰτία ὑγιείας. ὡς γὰρ ὁ ἰατρὸς τρίψας τὴν κοιλίαν τοῦ νοσοῦντος θερμότητα πεποίηκε καὶ
35αὕτη ὁμαλότητα κἀκείνη τὴν ὑγίειαν, οὕτω συμβήσεται καὶ τὸν νοσοῦντα τρῖψαι τὴν ἰδίαν κοιλίαν, οὐ χάριν τοῦ ποιῆσαι θερμότητα ἀλλὰ κατὰ τύχην, ταύτην δὲ τὴν τρῖψιν ποιῆσαι θερμότητα καὶ ταύτην ὁμαλότητα καὶ ταύτην ὑγίειαν. ὥστε ἀντιστρέφει· εἰ μὲν ἡ ὑγίεια ἡ ἐκ τρίψεως γε‐
γονυῖα ἐκ ταὐτομάτου γέγονε, καὶ ἡ τρῖψις ἄρα ἐκ ταὐτομάτου ἐγένετο, καὶ491
in Metaph
.

492

ἐὰν ἡ τρῖψις ἐκ ταὐτομάτου καὶ ἡ ὑγίεια. ἐὰν δὲ ἀπὸ ταὐτομάτου, φησί, γένηται ἡ ὑγίεια, ἀπὸ τούτου γενήσεται, ἤτοι ἀπὸ τῆς τρίψεως, ὅπερ ἐγένετο τοῦ ποιεῖν ἀρχὴ τῷ ποιοῦντι ἀπὸ τέχνης· τουτέστιν ἥτις τρῖψις καὶ τῷ ἀπὸ τέχνης ποιοῦντι τεχνίτῃ τὴν ὑγίειαν ἀρχὴ γέγονεν
5αὐτῷ καὶ αἴτιον τοῦ τὴν ὑγίειαν ποιῆσαι, αὕτη γενήσεται καὶ ἐκ ταὐτο‐ μάτου. καὶ τὴν μὲν θερμότητα τὴν ἐν τῷ σώματι ποιεῖ τῇ τρίψει. αὕτη δὲ ἡ ἐν τῷ σώματι ὑπὸ τῆς τρίψεως γεγονυῖα θερμότης ἢ μέρος ἐστὶ τῆς γεγονυίας ὑγιείας, ἢ εἰ μή ἐστιν ἡ θερμότης μέρος τῆς ὑγιείας, ἀλλ’ οὖν ἕπεται αὐτῇ τοιοῦτόν τι οἷον ἡ ὁμαλότης, ἥτις μέρος ἐστὶ τῆς ὑγιείας. αὐτὸ
10δὲ τὸ ἑπόμενον τῇ θερμότητι καὶ μέρος ὂν τῆς ὑγιείας ἢ εὐθὺς ἕπεται αὐτῇ, ἢ εἰ μὴ εὐθύς, ἀλλ’ οὖν διὰ πλειόνων. τὸ δὲ τοῦτο δ’ ἔσχατον τὸ ποιοῦν τοιοῦτον ἂν εἴη, ὅτι ἡ τρῖψις ἡ ποιοῦσα τὸ μέρος τῆς ὑγιείας ἐσχάτη ἐστὶ καὶ τῆς θερμότητος καὶ τῆς ὁμαλότητος καὶ τῶν λοιπῶν. καὶ ὥσπερ ἡ θερμότης ἢ τὸ ἑπόμενον αὐτῇ (τοῦτο γὰρ δεῖ προσυπακούειν) μέρος
15ἐστὶ τῆς ὑγιείας, οὕτω καὶ οἱ λίθοι τῆς οἰκίας καὶ ὁ χαλκὸς τοῦ ἀνδριάν‐ τος. ὥστε φανερόν ἐστιν ἐκ τῶν εἰρημένων ὅτι οὐθὲν γίνεται μὴ προϋπ‐ άρχοντός τινος, ἀλλὰ πᾶν τὸ γινόμενον ἔκ τινος γίνεται. καὶ ὅτι μὲν οὖν μέρος τι ἀναλογοῦν ὕλῃ ἐξ ἀνάγκης ὑπάρξει τοῖς γινομένοις, φανερόν. ὅτι δὲ καὶ τῶν τοῦ ὁρισμοῦ μερῶν τι λόγον ὕλης ἐπέχει, οὐκ ἀφανές· τὰ
20γὰρ γένη ὕλῃ ἀναλογεῖ, καὶ τοῦτο δῆλον ἐκ τοῦ τὸν χαλκοῦν κύκλον δύο λέγεσθαι ἔχειν ὕλας, τόν τε χαλκὸν καὶ τὸ σχῆμα, τὸν μὲν χαλκὸν ὡς τοῦ συναμφοτέρου, τὸ δὲ σχῆμα ὡς τοῦ εἴδους. ἔχει δὴ ὁ χαλκοῦς κύ‐ κλος οὐ μόνον κατὰ τὸ συναμφότερον τὴν ὕλην, ἀλλὰ καὶ ἐν τῷ λόγῳ. p. 1033a5 Ἐξ οὗ δὲ ὡς ὕλης γίνεται ἔνια λέγεται ὅταν λέγηται
25οὐκ ἐκεῖνο ἀλλ’ ἐκείνινον. Δείξας ὅτι πᾶν τὸ γινόμενον ἔκ τινος γίνεται λέγει ὅτι ἔνια, ὅταν λέ‐ γηται, οὐ λέγεται ἐκεῖνο ἐξ οὗ γίνεται, ἀλλ’ ἐκεῖνο μὲν ὅλως οὐ λέγεται οὐδὲν εἰ μὴ παρωνύμως, οἷον ὁ ἀνδριὰς ὅλως οὐ λέγεται λίθος ἀλλὰ λίθι‐ νος· οὐ γὰρ ἐγένετο ὁ λίθος ἀνδριάς. τὸ γὰρ γεγονός τι ἀλλοιωθὲν καὶ
30ἐκστὰν τοῦ ὃ ἦν πρότερον ἐγένετο ὃ οὐκ ἦν· ὁ δὲ λίθος πάλιν λίθος μένει τὸ εἶδος δεξάμενος τοῦ ἀνδριάντος, ὥστε οὔτε ἐγένετο ὁ λίθος ἀν‐ δριὰς οὔτε λέγεται τοῦτο ἤτοι οὔτε λέγεται ἀνδριάς. ὥσπερ οὖν ὁ ἀνδριὰς ἐξ οὗ γέγονεν οὐ λέγεται ἐκεῖνο οἷον λίθος, οὕτως οὐδὲ ὁ ὑγιαίνων νοσῶν· καὶ οὗτος γὰρ ἐκ νοσοῦντος γεγονὼς ὑγιαίνων οὐ λέγεται νοσῶν. καὶ τινὰ
35μὲν ὅλως οὐ λέγεται ἐκεῖνο, τινὰ δὲ λέγονται μὲν ἐκ τῆς στερήσεως τινὰ δ’ οὔ. καὶ χρὴ τοῦ σύμπαντος ῥητοῦ οὕτως ἀκούειν, ὅτι ἔνια μὲν ἐξ οὗ
ὡς ὕλης ἐγένετο λέγεται οὐκ ἐκεῖνο ἀλλ’ ἐκείνινον, οἷον ὁ ἀνδριὰς οὐ λί‐492
in Metaph
.

493

θος ἀλλὰ λίθινος· τούτου γάρ, λέγω δὴ τοῦ λίθινος, ἐστὶ δηλωτικὸν τὸ ἐκείνινον. καὶ ὁ ὑγιαίνων ὁμοίως οὐ λέγεται νοσῶν. καὶ τότε δεῖ προσ‐ θεῖναι ὅτι καὶ πάλιν τινὰ μὲν τῶν ὄντων λέγεται μὲν ἐκ τῆς στερήσεως, τινὰ δὲ οὐ λέγεται ἐξ ἐκείνης γίνεσθαι ἀλλ’ ἐκ τῆς ὕλης. καὶ εἰ τοῦτο
5προστεθείη. ἔσται τὸ ἐπαγόμενον σαφές, τὸ αἴτιον δὲ ὅτι γίνεται ἐκ τῆς στερήσεως καὶ τοῦ ὑποκειμένου. καὶ εἴη ἂν τὸ λεγόμενον τοιοῦτον· αἴτιον δὲ τοῦ τινὰ μὲν λέγεσθαι ἐξ οὗ γίνεται τινὰ δὲ μή, ὅτι γίνονται ἐκ τῆς στερήσεως, ἥτις συνείληπται τῇ ὕλῃ· καὶ ὅταν μὲν ὠνο‐ μασμένη ᾖ ἡ στέρησις, τότε λέγομεν ὅτι γέγονεν ἐκ τοῦδε, ὥσπερ φαμὲν
10ὅτι ὁ ὑγιαίνων γέγονεν ἐκ κάμνοντος ὑγιὴς διὰ τὸ κεῖσθαι ὄνομα τῇ στε‐ ρήσει τῆς ὑγιείας, αὕτη δέ ἐστιν ἡ νόσος, καὶ οὐ λέγομεν ὅτι ὁ ὑγιαίνων ἐξ ἀνθρώπου γέγονεν, ὅστις ἀναλογεῖ ὕλῃ, ἀλλ’ ἐκ κάμνοντος, διότι, ὡς εἴρηται, κεῖται ὄνομα τῇ στερήσει. ἐπ’ ἐνίων δέ, οἷον ἐπὶ τοῦ ἀνδριάν‐ τος καὶ τῆς οἰκίας, διὰ τὸ μὴ κεῖσθαι ὄνομα τῇ στερήσει, ὥσπερ ἐνταῦθα
15ὁ ὑγιὴς ἐκ κάμνοντος λέγεται γενέσθαι, οὕτως καὶ ὁ ἀνδριὰς καὶ ἡ οἰκία ἐκ τῆς τοῦ ἀνδριάντος καὶ τῆς οἰκίας στερήσεως γίνονται, ἀλλὰ διὰ τὸ μὴ κεῖσθαι ὄνομα ταῖς στερήσεσι δοκεῖ ὅτι ὥσπερ ὁ ὑγιὴς ἐκ κάμνοντος γίνεται, οὕτως καὶ ὁ ἀνδριὰς καὶ ἡ οἰκία ἐκ χαλκοῦ ἢ λίθων· καὶ διὰ τοῦτό φαμεν ὅτι ἐκ χαλκοῦ γέγονεν ὁ ἀνδριὰς καὶ ἡ οἰκία ἐκ λίθων. καὶ
20ἐπειδὴ ὥσπερ ὁ ὑγιαίνων ἐκ κάμνοντος γίνεται, οὕτως καὶ ὁ ἀνδριὰς ἐκ χαλκοῦ ἢ λίθου, οὐ λέγεται δὲ ὁ ὑγιὴς ἐκεῖνο ἐξ οὗ γέγονεν, οἷον οὐ λέ‐ γεται ὁ ὑγιὴς νοσῶν, οὕτω καὶ ὁ ἀνδριὰς οὐ λέγεται χαλκὸς ἢ λίθος, ἀλλὰ λίθινος ἢ χαλκοῦς. ὅτι δὲ ἀνώνυμος ἡ ἐν τῷ χαλκῷ στέρησις φανερόν. εἰ γὰρ δυνατὸν ὁρίσασθαι καὶ εἰπεῖν ὅτι τοῦδε τοῦ σχήματος ἔχει στέρη‐
25σιν, οἷον φέρε τοῦ ἀνδριάντος, ἵνα λέγωμεν ὅτι ὁ χαλκὸς στέρησιν ἔχων ἀνδριάντος γέγονεν ἐκ τῆς τοιαύτης στερήσεως, λέγω δὴ ἐκ μὴ ἀνδριάν‐ τος· εἰ γὰρ τοῦτο λέγοι τις ὅτι ὁ χαλκὸς στέρησιν ἔχει τοῦ σχήματος τοῦ ἀνδριάντος, πρόχειρον ἐμοὶ λέγειν ὅτι οὐ τοῦ ἀνδριάντος ἀλλὰ λέβητος ἢ τρίποδος ἢ κιβωτίου ἢ ἵππου ἢ ἄλλου τινός. ὥστε διὰ τὴν ἀοριστίαν τοῦ
30ποίου σχήματος ἔχει στέρησιν ὁ χαλκὸς καὶ διὰ τοῦτο καὶ ἀνωνυμίαν (τὰ γὰρ ἀόριστα ἀνώνυμα) οὔ φαμεν τὴν στέρησιν ἀλλὰ τὴν ὕλην. ὁμοίως καὶ ἐπὶ τῶν λίθων· οὐδὲ τούτων γὰρ ἡ στέρησις ὠνομασμένη τυγχάναι, ἵνα λέγωμεν ὅτι ἐκ μὴ οἰκίας γέγονεν ἡ οἰκία. καὶ οὐ τοῦτό φαμεν ὅτι ἡ οἰκία ἐξ οὐκ οἰκίας οὐ γίνεται (μαχόμενα γὰρ ἂν ἐλέγομεν τοῖς ἐν τοῖς
35Περὶ φύσεως διορισθεῖσι· φανερὸν γὰρ ὅτι ἐκ μὴ οἰκίας γέγονεν), ἀλλὰ ὅτι οὐ δυνατὸν λέγειν ὡς ἐκ τῆς ἐνούσης ἐν τῷ λίθῳ στερήσεως τῆς οἰκίας. οὐ μόνον γὰρ ἐν τῷ λίθῳ στέρησις οἰκίας ἐστίν, ἀλλὰ καὶ ἀνδριάντος καὶ ἄλλων μυρίων. εἰπὼν δὲ ὅτι διὰ τὸ μὴ κεῖσθαι ὄνομα τῇ στερήσει ἐκεῖνο
μὲν ὅλως ἐξ οὗ γέγονεν οὐ λέγεται, οἷον οὐ λέγεται λίθος ὁ ἀνδριάς, ἐξ493
in Metaph
.

494

ἐκείνου δὲ κατὰ τοῦτο, διὰ τὸ μὴ κεῖσθαι ὄνομα τῇ στερήσει (εἰ γὰρ ἔκειτο οὐκ ἂν τοῦτο ἐλέγομεν, ὥσπερ οὐδ’ ἐπὶ τοῦ ἀνθρώπου· οὐ γὰρ λέ‐ γομεν ὅτι ἐξ ἀνθρώπου γέγονεν ὁ ὑγιής), καὶ ἄλλην αἰτίαν τίθησι τοῦ διὰ τί οὐ λέγεται ἐκ λίθου γίνεσθαι τὸν ἀνδριάντα, λέγων ἐπεὶ οὐδ’ ὡς ἐκ
5ξύλου γίνεται ὁ ἀνδριὰς καὶ τὰ ἑξῆς. τὸ δὲ λεγόμενον τοῦτό ἐστιν. ἐάν τις σφόδρα καὶ ἀκριβῶς ἐπιβλέψῃ καὶ ἐπιστήσῃ τῇ τῶν πραγμάτων φύσει, οὐκ ἂν εἴποι ὅτι ἐκ ξύλου γίνεται ὁ ἀνδριὰς ἢ ἐκ χαλκοῦ, ὅτι τὸ μὲν ἔκ τινος γινόμενον ἐκεῖθεν ἐξ οὗ γίνεται μεταβάλλει καὶ ἐξίσταται τῆς ἐν ᾗ ἦν φύσεως καὶ γέγονεν ἄλλο τι· ὁ δὲ χαλκὸς ἀνδριὰς γεγονὼς πάλιν
10μένει χαλκός, ὃ οὐκ ἂν εἴποις ἐπὶ τοῦ ὕδατος γεγονότος ἀέρος· οὐκ ἄρα οὔτε γίνεται ἐκ χαλκοῦ ἀνδριὰς οὔτε λεχθήσεται τοῦτο ἐπὶ τοῦ ἀνδριάντος, λέγω δὴ ὅτι ἐκ χαλκοῦ γέγονεν. ἀλλὰ τὰ μὲν λεγόμενα, οἶμαι, τοιαῦτα. ἐν δὲ τῇ λέξει τῇ ὧν δ’ ἡ στέρησις ἄδηλος καὶ ἀνώνυμος οἷον ἐν χαλκῷ σχήματος ὁποιουοῦν τοιοῦτόν ἐστιν· ὧν δ’ ἡ στέρησις
15ἄδηλος καὶ ἀνώνυμος, ἐπὶ τούτων οὐ δοκεῖ ἐκ τῆς στερήσεως γίνεσθαι, ὥσπερ ἐκ κάμνοντος· ἐν γὰρ τῷ χαλκῷ οὐκ ἔστι δῆλον ποίου σχήματος στέρησιν ἔχει. ἡ μὲν δὴ τῶν λεγομένων ἔννοια τοιαύτη τις ἂν εἴη καὶ οὕτω δὴ κατ’ ἐμὴν δύναμιν σεσαφήνισται· ἐπιζητήσειε δ’ ἄν τις ποίαν τινὰ χρείαν τοῖς προσεχῶς δειχθεῖσι παρέχεται. δέδεικται γὰρ ὅτι πᾶν
20τὸ γινόμενον ἔκ τινος γίνεται. τίνα οὖν χρείαν πρὸς ταῦτα παρέχεται τὸ λέγειν ὅτι τινὰ μὲν λέγεται οὐκ ἐκεῖνο ἐξ οὗ γίνεται ἀλλ’ ἐκείνινον; ἢ οὐδεμίαν ἄλλην, ἀλλ’ ἐπειδὴ ἔδειξεν ὅτι πᾶν τὸ γινόμενον ἔκ τινος γί‐ νεται, διαρθρῶσαι ἠθέλησε καὶ τὸ πῶς λέγονται τὰ γινόμενα. p. 1033a24 Ἐπεὶ δ’ ὑπό τινος γίνεται τὸ γινόμενον· τοῦτο δὲ
25λέγω, ὅθεν ἡ ἀρχὴ τῆς γενέσεώς ἐστι. Προθέμενος δεῖξαι ὅτι τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι οὐ γίνεται, καὶ συν‐ ιδὼν ὅτι οὐδὲν αὐτῷ πρᾶγμα οὐδὲ δυσχερὲς εἰς τὸ τοῦτο δεῖξαι γενήσεται, εἰ πρότερον δείξει ὅτι πᾶν τὸ γινόμενον ἔκ τινος γίνεται, καὶ τοῦτο δείξας, νῦν τρέπεται εἰς τὴν δεῖξιν τοῦ ὅτι τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι οὐ γίνεται.
30καί φησιν ἐπειδὴ τὸ γινόμενον ὑπό τινος γίνεται (τοῦτο δὲ ὑφ’ οὗ γίνεται τὸ γινόμενον ἐστὶ τὸ ποιητικόν· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ὅθεν ἡ ἀρχὴ τῆς γενέσεως), καὶ ἔκ τινος γίνεται (καὶ ἔστω, φησίν, ἐξ οὗ γίνεται τὸ γινόμενον μὴ ἡ στέρησις ἀλλ’ ἡ ὕλη· ἤδη γὰρ ὥρισται ὃν τρόπον τοῦτο λέγεται ὅτι ἐκ τῆς στερήσεως γίνεται, ἀλλὰ διὰ τὸ μὴ κεῖσθαι αὐτῇ
35ὄνομα λέγομεν ἐκ τῆς ὕλης), ἐπειδὴ οὖν τὸ γινόμενον ὑπό τε ποιητικοῦ
γίνεται καὶ ἐκ τῆς στερήσεως ἢ καὶ ἐκ τῆς ὕλης, καὶ τὶ γίνεται, οἷον ἄν‐494
in Metaph
.

495

θρωπος ἢ ἵππος ἢ σφαῖρα ἢ κύκλος ἢ ἄλλο τι, ὥσπερ οὐδὲ τὸν χαλκόν (λεγέσθω γὰρ ἐπὶ τούτου) ποιεῖ, οὕτως οὐδὲ τὴν σφαῖραν, οὐχὶ τήνδε τὴν μερικήν (φανερὸν γὰρ ὅτι ταύτην ποιεῖ), ἀλλὰ τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι σφαίρᾳ οὐ ποιεῖ, ἀλλὰ τίθησιν αὐτὸ περὶ τὸν χαλκόν· εἰ δὲ καὶ λέγεται
5σφαῖραν ποιεῖν, κατὰ συμβεβηκὸς τοῦτο λέγεται· διὰ γὰρ τὸ τὴν χαλκῆν σφαῖραν ποιεῖν λέγεται σφαῖραν ποιεῖν, ἀλλ’ οὐχὶ διὰ τὸ τὸ εἶδος τῆς σφαίρας καὶ τὸ τί ἦν εἶναι, ὃ περὶ τὸν χαλκὸν τίθησιν· αὐτὸ γὰρ οὐ γί‐ νεται. τὸ γὰρ τόδε τι ποιεῖν, τουτέστι τὸ γὰρ τήνδε τὴν μερικὴν σφαῖραν ποιεῖν, ἐστὶ τὸ ἐξ ὑποκειμένου τοῦ χαλκοῦ καὶ τοῦ εἴδους ποιεῖν
10τόδε τι ἤτοι σύνθετον. ποιεῖ γὰρ τὸ στρογγύλον ἐν τῷ χαλκῷ, τὸ δὲ στρογγύλον (αὐτὴν λέγω τὴν στρογγυλότητα τὴν ἐν τοῖς καθ’ ἕκαστα τὸ εἶναι ἔχουσαν) οὐ ποιεῖ οὐδὲ τὸ εἶδος τῆς σφαίρας (ἔστι γάρ), ἀλλὰ τοῦτο τὸ εἶδος τῆς σφαίρας ποιεῖ ἐν ἄλλῳ καὶ περιτίθησιν αὐτὸ τῷ χαλκῷ. εἰ δὲ λέγει τις καὶ τὸ εἶδος ποιεῖν τῆς σφαίρας ὥσπερ τὸ σύνθετον, ἐπειδὴ πᾶν
15τὸ γινόμενον, ὡς δέδεικται, ἔκ τινος γίνεται, γενήσεται καὶ τοῦτο ἐξ ἄλλου κἀκεῖνο ἐξ ἄλλου καὶ τοῦτο εἰς ἄπειρον, ὅπερ ἀδύνατον. ὥσπερ γὰρ ὁ ποιῶν τὴν χαλκῆν σφαῖραν ἐκ τουδὶ τοῦ ὄντος ποιεῖ, οἷον ἐκ χαλκοῦ τοδὶ τὴν σύνθετον σφαῖραν ποιεῖ, οὕτω εἰ καὶ τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι σφαίρᾳ ποιεῖ, ἐξ ὑποκειμένου τινὸς ποιήσει, καὶ βαδιοῦνται αἱ γενέσεις εἰς
20ἄπειρον. ὥστε καὶ ἐκ τούτων φανερόν ἐστιν ὅτι οὐδὲ τὸ εἶδος, ἢ ὅ τι χρὴ καλεῖν τὴν μορφὴν τὴν ἐν τοῖς αἰσθητοῖς, γίνεται, οὐδὲ διὰ γενέσεως εἰς τὸ εἶναι ἄγεται, ἀλλὰ τῆς ὕλης ὑπὸ τῆς ἐν αὐτῇ φύσεως ἀλλοιουμένης καὶ γινομένης ἀχρόνως ἐπιγίνεται αὐτῇ καὶ ἐν ἀτόμῳ νῦν. οὐ μόνον δέ, φησί, φανερόν ἐστιν ὅτι τὸ ἐν τῷ αἰσθητῷ εἶδος οὐ γίνεται, ἀλλ’ οὐδ’
25ἔστι τοῦτο, λέγω δὴ τὸ ἐν τῷ αἰσθητῷ εἶδος, τὸ τί ἦν εἶναι· τὸ γὰρ τί ἦν εἶναι καθόλου καὶ νοητόν, τοῦτο δὲ αἰσθητὸν καὶ μερικόν, ὃ καὶ γίνεται ἐν τῇ ὕλῃ ὑπὸ φύσεως ὥσπερ τὸ ἐν ἐμοὶ εἶδος καὶ τὸ ἐν τοῖς καθ’ ἕκαστα, ὑπὸ τέχνης δὲ ὡς ἡ χαλκῆ σφαῖρα, ὑπὸ δυνάμεως δὲ ὡς αἱ ἀρεταί· εἴδη γάρ τινα καὶ αὗται κοσμοῦσαι τὴν ψυχὴν ὡς τὰ εἴδη τὴν
30ὕλην· αἵπερ ἀρεταὶ οὐ γίνονται, ὥσπερ οὐδὲ ἡ σφαῖρα, καὶ γίνονται ἐν ἄλλῳ, ἤτοι τῇ ψυχῇ, ὡς ἡ σφαῖρα ἐν τῷ χαλκῷ. καὶ τὴν μὲν χαλκῆν σφαῖραν ποιεῖ ἔκ τε τοῦ χαλκοῦ καὶ τοῦ εἴδους τῆς σφαίρας· ποιεῖ γὰρ τὴν σφαῖραν ἐν τῷ χαλκῷ, καί ἐστιν ὃ πεποίηκε σφαῖρα χαλκῆ· τὸ δὲ τί ἦν εἶναι σφαίρᾳ ὅλως οὐ ποιεῖ. εἰ γὰρ ἔσται γένεσις αὐτῆς, ἔκ τινος
35ἔσται· πᾶν γὰρ τὸ γεγονὸς διαιρεῖται εἰς τὸ ἐξ οὗ γέγονε καὶ εἰς τὸ ὃ ἐγένετο. καὶ εἴπερ ἐστὶ σφαῖρα σχῆμα τὸ πάντῃ ἴσον ἀπέχον τοῦ κέν‐ τρου, τούτου τοῦ σχήματος τὸ μὲν ἔσται ὑποκείμενον, ἐν ᾧ τὸ εἶδος
ἔσται, ὃ ποιεῖ ὁ ποιῶν περὶ αὐτό, τὸ δὲ ἔσται εἶδος ἐν τῷ ὑποκειμένῳ495
in Metaph
.

496

ὄν, τὸ δ’ ἐκ τούτων ἔσται ἡ γεγονυῖα χαλκῆ σφαῖρα. καὶ λοιπὸν συμπε‐ ραίνεται λέγων φανερόν ἐστιν ἐκ τῶν εἰρημένων ὅτι τὸ μὲν λεγό‐ μενον ὡς εἶδος ἢ ὡς οὐσία οὐ γίνεται, τὸ δὲ σύνθετον τὸ ἐκ τούτου καὶ τῆς ὕλης γίνεται (τοῦτο γὰρ εἶπεν ὅτι ἡ κατὰ ταύτην σύνοδος),
5καὶ ὅτι ἐν παντὶ τῷ γινομένῳ ὕλη ἔνεστι καί ἐστι τὸ μὲν ὡς εἶδος τὸ δ’ ὡς ὕλη. p. 1033b19 Πότερον δέ ἐστί τις σφαῖρα παρὰ τάσδε ἢ οἰκία παρὰ τὰς πλίνθους. Δείξας ὅτι τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι οὐ γίνεται ἀλλ’ ἔστι μέν, γί‐
10νεται δὲ περὶ τὸ ὑποκείμενον, εἰπὼν δὲ καὶ ὅτι τὸ εἶδος ἢ ἡ μορφὴ ἡ ἐν τῷ αἰσθητῷ οὐ διὰ γενέσεως γίνεται ἀλλ’ ἀχρόνως καὶ ἐν ἀτόμῳ νῦν (λέγει δὲ εἶναι τὸ εἶδος οὐκ ἐνεργείᾳ καὶ καθ’ αὑτό, ὥσπερ ἐγώ, ἀλλὰ τῇ ἐπινοίᾳ), ταῦτα δὴ δείξας ἐρωτᾷ πότερον ἔστι τις σφαῖρα παρὰ τάσδε ἢ οἰκία παρὰ τὰς πλίνθους αὐτὴ καθ’ αὑτὴν καὶ ἁπλῶς ἄνθρωπος παρὰ
15τοὺς ἀνθρώπους. καὶ ἐρωτήσας ἐπικρίνει λέγων ἢ οὐκ ἄν ποτε ἐγίνετο τόδε καὶ αἰσθητόν· σύνηθες δὲ αὐτῷ τὸ τόδε τι ἐπὶ τῶν αἰσθητῶν καὶ εἰς δεῖξιν πιπτόντων καὶ ὅλως ἐπὶ τῶν καθ’ αὑτὰ δυναμένων εἶναι λαμ‐ βάνειν. καὶ ἐν ταῖς Κατηγορίαις γὰρ εἶπεν ὅτι ἐπὶ μὲν τῶν πρώτων οὐσιῶν, πρώτας λέγων Σωκράτην καὶ ἁπλῶς τὰ ἄτομα, ἀναμφισβητήτως
20τόδε τι σημαίνει ἑκάστη. οὐκ ἂν οὖν, φησίν, εἰ οὕτως ἦν, τουτέστιν εἰ χωριστὰ καὶ καθ’ αὑτὰ ἦν τὰ εἴδη, ἐγίνετο ἂν τόδε τι, ὥστε καὶ ἄλλου τινος ἀλλοιουμένου ἐπιγίνεσθαι τὸ εἶδος ἀχρόνως τῷ ἀλλοιουμένῳ· ἀλλ’ εἴπερ ἄρα ἔμελλε γίνεσθαι ἐν τῇ ὕλῃ, κατὰ σύνθεσιν ἂν τοῦτο ἐγένετο. ὡς γὰρ οἱ λίθοι αὐτοὶ καθ’ αὑτοὺς ὄντες συνθέσει ἀλλ’ οὐ διὰ γενέσεως
25καὶ ὅλως ἀλλοιώσεως τῆς οἰκίας μέρη γίνονται καὶ ταύτην ἀπεργάζονται, οὕτως εἴπερ ἦσαν καὶ τὰ εἴδη καθ’ αὑτά, συντιθέμενα μετὰ τῆς ὕλης τὰ ἄτομα ἂν ἐποίει, ἀλλ’ οὐ διὰ γενέσεως καὶ ἀλλοιώσεως. καὶ ἄλλως, ὥσπερ ὁδὶ ὁ οἶνος καὶ τοδὶ τὸ μέλι καθ’ αὑτὰ ὄντα τὸ οἰνόμελι πεποιη‐ κότα οὐ δύνανται καὶ ἐν ἄλλοις εὑρίσκεσθαι, οὕτως εἴπερ καὶ ὁ ἄνθρωπος
30καθ’ αὑτὸν ἦν συντεθεὶς τῃδὶ τῇ ὕλῃ καὶ ποιήσας τὸν Σωκράτην, ἐν ἑτέρᾳ ὕλῃ οὐκ ἂν ἠδυνήθη γενέσθαι, ὥστε καὶ ἕτερον ἄνθρωπον ποιῆσαι, μέχρις οὗ ἐχωρίσθη τῆς ὕλης μεθ’ ἧς τὸν Σωκράτην ἐποίησεν. ὅπερ οὐ συμβαίνει τοῖς μὴ χωριστὰ τὰ εἴδη λέγουσιν· οὐ γὰρ καθ’ αὑτόν φασιν εἶναι τὸν ἄνθρωπον καὶ τὸ εἶδος τοῦ ἀνθρώπου, ἀλλὰ τῇ ἐπινοίᾳ τοῦτον
35χωρίζουσιν ἐκ τῶν πολλῶν, ἐν τοῖς μερικοῖς δὲ τὴν τοιάνδε φύσιν τὸ εἶναι διδόασιν. εἰ μὲν οὖν ἦν, φησί, τὰ εἴδη καθ’ αὑτά, οὐκ ἂν ἐγίνετο τόδε τι· ἀλλὰ τὸ μὲν εἶδος τοιόνδε τι σημαίνει, τουτέστι ποιόν τι σημαίνει, οὐχ
ἁπλῶς δὲ ποιόν, ἀλλὰ περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει, ἤτοι οὐσίαν τινὰ496
in Metaph
.

497

ποιότητα ἔχουσαν, καὶ τοῦτο διαφέρει τῆς ὕλης ὅτι ἐκείνη ἄποιός ἐστιν. ἀλλὰ τοιόνδε μὲν τὸ εἶδος σημαίνει, τόδε δέ τι καὶ ὡρισμένον καὶ καθ’ αὑτὸ δυνάμενον εἶναι οὐκ ἔστιν, ἀλλ’ ὁ ποιῶν καὶ γεννῶν ἐκ τοῦδε τοῦ εἴδους ποιεῖ καὶ γεννᾷ τοιόνδε, ἤτοι τὸ ἐξ ὕλης καὶ εἴδους. καὶ ὅταν
5γεννηθ, ἔστι τόδε τοιόνδε, τουτέστι σύνθετος οὐσία ἐξ ὕλης καὶ εἴδους. τοῦτο δὲ τὸ τόδε ὂν τοιόνδε ἐστὶν ὁ Καλλίας ἢ ὁ Σωκράτης· ὥσπερ γὰρ ἡ σφαῖρα ἡ χαλκῆ ἡδὶ ἐξ ὕλης καὶ εἴδους ἐστίν, οὕτω καὶ ὁ ἄνθρωπος ὁδὶ καὶ ὅλως τὸ ζῷον ἐξ ὕλης εἰσὶ καὶ εἴδους. οὕτω μὲν οὖν τὸ εἶδος τὸ ἔνυλον ποιεῖ περὶ τὴν ὕλην, καὶ ὅταν ποιήσῃ ἢ γεννήσῃ, ἔστιν·
10εἶδος δὲ αὐτὸ καθ’ αὑτὸ καὶ χωριστὸν οὐκ ἔστιν. Φανερὸν ἄρα ἐκ τῶν εἰρημένων ὅτι τὸ αἰτιᾶσθαι τὰ εἴδη ὡς ποιη‐ τικὰ τῶν τῇδε καὶ διδόναι αὐτοῖς ὕπαρξιν διὰ τοῦτο, οὐδέν εἰσι χρήσιμα πρὸς τὰς γενέσεις καὶ τὸ ποιεῖν τὰς ἀτόμους οὐσίας· οὐδὲ εἶεν ἂν καθ’ αὑτὰς οὐσίαι διὰ τὸ ὡς εἴρηται τὰ τῇδε ποιεῖν. φανερὸν γάρ ἐστιν ἐπί
15τινων, οἷον ἐπ’ ἐμοῦ καὶ τῶν κατὰ μέρος ἀνθρώπων, ὅτι ὁ γεννήσας με πατὴρ οἷος ἐγώ ἐστιν ἐξ ὕλης καὶ εἴδους, ἀλλ’ οὐ χωριστὸν εἶδος. εἰ δ’ ἦσαν τὰ εἴδη αἴτια γενέσεως, ἔδει τοῦ πατρός μου μὴ ὄντος γενέσθαι ἐμέ. οὐ πάντῃ δὲ οἷος ἐγώ ἐστιν ὁ πατήρ μου, ἀλλὰ τῷ μὲν εἴδει ὁ αὐτός, τῷ δ’ ἀριθμῷ οὐκέτι. καὶ ἁπλῶς ἐπὶ τῶν φυσικῶν οἷον τὸ γεννῶν, τοιοῦτον
20καὶ τὸ γεννώμενον· ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου γεννᾶται καὶ ἵππος ἐξ ἵππου, εἰ μή τι παρὰ φύσιν γένηται, ὥσπερ ἵππος οὐ διόλου ἵππον γεννᾷ· ἵππον μὲν γὰρ γεννᾷ ἵππῳ θηλείᾳ συνδυασθείς, ἀλλὰ καὶ ἡμίονον ὄνῳ συνιών. ἀλλὰ καὶ ταῦτα, φησίν, ὁ ἵππος καὶ ἡ ὄνος κατά τι κοινὸν τὸν ἡμίονον γεννῶ‐ σιν· ὡς γὰρ ὁ Σωκράτης μετὰ τῆς Ξανθίππης κατὰ κοινόν τι τὸν ἄνθρω‐
25πον ἐγέννησε τοὺς αὐτοῦ παῖδας, οὕτω καὶ ὁ ἵππος μετὰ τῆς ὄνου κατὰ κοινόν τι τὸν ἡμίονον ἐγέννησεν· ἀλλὰ διὰ τὸ μὴ ὠνομάσθαι τὸ ἐγγύτατον γένος, τουτέστι τὸ κοινὸν καθ’ ὃ τὸν ἡμίονον ἐγέννησεν, οὐ φαίνεται τοῦτο, εἴη δ’ ἄν, φησίν, ἴσως τὸ κοινὸν οἷον ἡμίονος. ὥστε δῆλον ὅτι οὐ δεῖ ὡς παράδειγμα εἶδος κατασκευάζειν· μάλιστα γὰρ ἂν ἐν τού‐
30τοις ἐπεζητοῦντο, τουτέστιν αἱ ἐνέργειαι τῶν εἰδῶν μάλιστα ἐν τοῖς αἰσθητοῖς ἐφαίνοντο ἂν καὶ ἀτόμοις· ταῦτα γὰρ μάλιστα οὐσίαι. οὐ φαίνονται δ’ οὐδὲν περὶ τὴν γένεσιν αὐτῶν ἐνεργοῦντα, ἀλλ’ ἱκανόν ἐστι τὸ γεννῶν ποιῆσαι τὸ γεννώμενον μηδενὸς παραδείγματος φροντίζον· μήτε δὲ εἰς παράδειγμα ἀφορῶν τὸ γεννῶν γεννᾷ τὸ γεννώμενον, καί ἐστιν
35αἴτιον τὸ γεννῶν προσεχὲς τοῦ εἴδους τὸ εἶναι ἐν τῇ ὕλῃ· αὐτὸ γάρ ἐστι διὰ μέσης τῆς φύσεως τὸ τῷ εἴδει παρέχον τὸ εἶναι ἐν τῇ ὕλῃ, ἀλλ’ οὐ τὸ εἶδος καὶ τὸ παράδειγμα. καὶ ἐστὶ τὸ ὑπὸ τοῦ γεννῶντος ἐν ταῖς σαρξὶ καὶ ὀστέοις καὶ νεύροις εἶδος γεγονὸς ὁ Καλλίας καὶ ὁ Σωκράτης τῷ μὲν εἴδει οἱ αὐτοί, τῷ δ’ ἀριθμῷ ἕτεροι· ἑτέρα γὰρ ἡ ἑκάστου ὕλη· ὧν δὲ ἡ
40ὕλη ἑτέρα, καὶ αὐτὰ ἕτερα τῷ ἀριθμῷ.497
in Metaph
.

498

p. 1034a9 Ἀπορήσειε δ’ ἄν τις διὰ τί τὰ μὲν γίνεται καὶ τέχνῃ καὶ ἀπὸ ταὐτομάτου. Ἐπειδὴ πολλὰ τῶν ὄντων γίνεται καὶ ἀπὸ τέχνης καὶ ἀπὸ ταὐτο‐ μάτου, ὥσπερ εἴρηται ἐπὶ τῆς ὑγιείας, τινὰ δὲ ἀπὸ τέχνης μὲν γίνεται ὡς
5ἡ οἰκία, ἀπὸ ταὐτομάτου δ’ οὐδαμῶς (οὐδέποτε γὰρ ἀπὸ ταὐτομάτου μη‐ δενὸς κινοῦντος συνετέθησαν οἱ λίθοι καὶ γέγονεν οἰκία), ζητεῖ διὰ τί τοῦτο γίνεται. καὶ εἰπὼν λέγει τὴν αἰτίαν τοῦ οὕτω ταῦτα γίνεσθαι, ὅτι τῶν μέν, φησίν, ἡ ὕλη ἡ ἄρχουσα τῆς γενέσεως, τουτέστιν ἡ ὡς ἀρχὴ καὶ αἰτία ὑποκειμένη ἐν τῷ ποιεῖν ἤτοι ἐν τῷ ποιεῖσθαι καὶ γίνεσθαί τι τῶν
10ἀπὸ τέχνης, ἐν ᾗ ὕλῃ ὑπάρχει τι μέρος τοῦ πράγματος (εἶπε γὰρ καὶ πρότερον ὅτι ἡ θερμότης ἡ ἐν τῷ σώματι ἢ ὑγίειά ἐστιν ἢ ἕπεται αὐτῇ μέρος τι τῆς ὑγείας), ἡ ὕλη δὴ ἡ ὑποκειμένη ἐν τῷ γίνεσθαί τι τῶν ἀπὸ τέχνης ἡ μὲν τοιαύτη ἐστὶν ὡς δυναμένη κινεῖσθαι καὶ ὑφ’ ἑαυτῆς ὡς ἂν κινηθείη καὶ ὑπὸ τοῦ τεχνίτου, ἡ δὲ ο, ἀλλ’ ἔστιν ἀδύνατος κινηθῆναι
15ὑφ’ ἑαυτῆς ὡς ὑπὸ τέχνης κινεῖται· τοῦτό ἐστι τὸ αἴτιον τοῦ τὰ μὲν γίνε‐ σθαι καὶ ἐκ ταὐτομάτου τὰ δὲ μή. ἐπειδὴ δὲ πάντα φυσικήν τινα κίνησιν ἔχει (φέρεται γὰρ ὁ λίθος κάτω καὶ τὸ πῦρ ἄνω), λέγει ὅτι ὥσπερ καὶ τῶν ζῴων πολλὰ τὴν μὲν κατὰ τόπον κίνησιν κινοῦνται, ὡδὶ δὲ κινηθῆναι, οἷον φέρε εἰπεῖν ὀρχήσασθαι, οὐ δύνανται, οὕτω καὶ οἱ λίθοι καὶ τὰ ξύλα
20κάτω μὲν κινηθῆναι δύνανται φυσικῶς, ὡδὶ δὲ ὥστε ἀποτελέσαι οἰκίαν οὐδαμῶς, εἰ μὴ ὑπὸ τοῦ οἰκοδόμου, καὶ τὸ πῦρ ἄνω μὲν κινηθῆναι ὑφ’ ἑαυτοῦ δύναται, ὡδὶ δὲ ὥστε τὸν χαλκὸν ἐκπυρῶσαι οὐδαμῶς, εἰ μὴ ὑπὸ τοῦ χαλκέως. διὰ ταύτας οὖν τὰς αἰτίας τὰ μέν, οἷον οἰκία καὶ πλοῖον καὶ τὰ τοιαῦτα, οὐκ ἔσται ἄνευ τῶν ἐχόντων τὴν τέχνην, τὰ δέ, ὥσπερ ἡ
25ὑγίεια, ἔσται. εἶτα διαρθρῶν τὸν λόγον λέγει ὅτι τὰ καὶ ὑφ’ ἑαυτῶν δυ‐ νάμενα κινεῖσθαι οὐ μόνον ὑπὸ τῶν ἐχόντων τὴν τέχνην κινηθήσεται, ἀλλὰ καὶ κινηθήσεται ὑπὸ τῶν τοιούτων τῶν οὐκ ἐχόντων τὴν τέχνην. τρῖψις γάρ, ὡς πολλάκις εἴρηται, καὶ ὑπὸ τοῦ τεχνίτου γενήσεται καὶ ὑπὸ τοῦ τὴν τέχνην μὴ ἔχοντος. ἢ οὖν κινηθήσεται ὑπὸ τῶν τὴν τέχνην μὴ
30ἐχόντων, ἢ ἐκ μέρους, τουτέστιν ὑφ’ ἑαυτῶν· ἐπειδὴ γὰρ δύναται κι‐ νεῖσθαι καὶ ὑφ’ ἑαυτῶν, ποτὲ μὲν ὑπὸ τοῦ τεχνίτου κινηθήσεται, ποτὲ δὲ καὶ ὑπὸ τοῦ τὴν τέχνην μὴ ἔχοντος, ποτὲ δὲ καὶ ὑφ’ ἑαυτῶν. p. 1034a21 Δῆλον δ’ ἐκ τῶν εἰρημένων καὶ ὅτι πάντα τρόπον τινὰ γίνεται ἐξ ὁμωνύμου.
35Δείξας διὰ πλειόνων ὅτι οὐ μόνον ὁ ἄνθρωπος ἐξ ἀνθρώπου γίνεται
ἀλλὰ καὶ ἡ οἰκία ἐξ οἰκίας (ἡ γὰρ τέχνη, καθ’ ἣν ἡ οἰκία γίνεται, οὐδὲν498
in Metaph
.

499

ἄλλο ἐστὶν ἀλλ’ ἢ τὸ τῆς οἰκίας εἶδος), ὁμοίως καὶ ἡ ὑγίεια ἐξ ὑγιείας, λέγει ὅτι ἐκ τῶν εἰρημένων δῆλόν ἐστιν ὡς πάντα τρόπον τινὰ ἐξ ὁμω‐ νύμου ἤτοι συνωνύμου γίνεται, εἰ μὴ κατὰ συμβεβηκός τι γίνεται. ἐκεῖνο γὰρ τὸ κατὰ συμβεβηκὸς γινόμενον οὐκ ἐκ συνωνύμου φήσει τις εἶναι,
5οἷον καθ’ αὑτὸ γινομένης τῆς οἰκίας κατὰ συμβεβηκὸς γίνεται τῷδε μὲν βλαβερὰ τῳδὶ δὲ ἡδεῖα. τὸ δὴ βλαβερὸν καὶ τὸ ἡδὺ οὔ φαμεν ἐκ συνω‐ νύμου βλαβεροῦ καὶ ἡδέος γίνεσθαι· οὐ γὰρ ἔστι τέχνη τις αὐτῶν καὶ εἶδος. πάντα οὖν, φησί, τρόπον τινὰ ἐκ συνωνύμου γίνεται. τὸ δὲ τρό‐ πον τινὰ καὶ μετ’ ὀλίγον τὸ ἢ ἐκ μέρους ὁμωνύμου πρόσκειται διὰ
10τὰ ἀπὸ τέχνης. οὐ γὰρ οὕτως ἐξ οἰκίας ἐνεργείᾳ οὔσης οἰκία γίνεται, ὥσπερ ὁ ἄνθρωπος ἐξ ἀνθρώπου. ἔστιν οὖν ἡ οἰκία τρόπον τινὰ ἐκ συν‐ ωνύμου, ἢ ἐκ μέρους συνωνύμου, τουτέστι τρόπον μέν τινα ἐκ συνωνύμου (ὁ γὰρ λόγος τῆς οἰκίας κατηγορεῖται καὶ κατὰ τῆσδε τῆς οἰκίας), τρόπον δέ τινα οὐκ ἐκ συνωνύμου· οὐ γὰρ ὑφέστηκεν ἡ οἰκία ἐξ ἧς γίνεται· διὸ
15τρόπον τινὰ αὖθις οὐκ ἐκ συνωνύμων. εἰπὼν δὲ ὅτι ἡ οἰκία ἐξ οἰκίας, ἐπειδὴ ὑπὸ τέχνης ἀλλ’ οὐκ ἐξ οἰκίας ἡ οἰκία γίνεται, τὴν αἰτίαν τοῦ πῶς τοῦτο λέγεται ἐπήγαγεν εἰπὼν ἡ γὰρ τέχνη τὸ εἶδος, τουτέστιν ἡ τέχνη, ὑφ’ ἧς ἡ οἰκία γίνεται, οὐκ ἔστιν ἄλλο τι ἀλλ’ ἢ οἰκία· τὸ γὰρ εἶδος τῆς οἰκίας τὸ ἐν τῇ ψυχῇ ἀύλως ὂν τοῦ οἰκοδόμου ἐστὶν ἡ τέχνη, ὡς ἐν
20τῷ Γ τῶν Περὶ τῆς ψυχῆς δέδεικται. τὸ δὲ ἢ ἐκ μέρους συνωνύ‐ μου ἢ ἔχοντός τι μέρος τοιαύτην ἔχει τὴν ἔννοιαν· τὸ γὰρ θερμόν, ἐξ οὗ γέγονεν ἡ ὑγίεια, ἢ μέρος τι τῆς ὑγιείας ἐστὶν ἢ ἔχει μέρος αὐτῆς. αὐτὸς δὲ λίαν ἐναργῆ τῶν λεγομένων τέθεικε παραδείγματα, εἰπὼν τὸ γὰρ αἴτιον τοῦ ποιεῖν πρῶτον καθ’ αὑτὸ μέρος. ἡ θερμότης γὰρ ἡ
25διὰ τῆς κινήσεως καὶ τρίψεως ἐκτὸς γεγονυῖα θερμότητα ἐν τῷ σώματι ἐποίησεν· αὕτη δὲ ἡ ἐν τῷ σώματι γεγονυῖα θερμότης ἐστὶν ἡ ὑγίεια ἢ μέρος ὑγιείας. ἢ κάλλιόν ἐστι λέγειν ὅτι ἀκολουθεῖ αὐτῇ τῇ θερμότητι μέρος τῆς ὑγιείας, ἢ οὐ μέρος αὐτῇ τῆς ὑγιείας ἀκολουθεῖ, ἀλλ’ ἀκολουθεῖ τῇ θερμότητι αὐτὴ ἡ ὑγίεια. καὶ ἔστιν ἡ συναγωγὴ τοῦ λόγου τοιαύτη·
30ἡ θερμότης ἢ αὐτὴ ἡ ὑγίειά ἐστιν, ἢ εἴπερ οὐκ ἔστιν, ἀλλ’ οὖν ἀκολου‐ θεῖ αὐτῇ μέρος τι τῆς ὑγιείας ἢ αὐτὴ ἡ ὑγίεια. καὶ ἡ μὲν τῶν λεγο‐ μένων διάνοια αὕτη ἂν εἴη, καταστήσαις δ’ ἂν τὴν λέξιν ὧδε· πάντα γί‐ νεται ἐξ ὁμωνύμου, ὅταν μὴ κατὰ συμβεβηκὸς γένηται· εἶτα ἐπάγει ὥσπερ τὰ φύσει καὶ τὰ ἑξῆς. εἰπὼν δὲ ὅτι ἡ ἐν τῇ κινήσει θερμότης ἡ ὑγίειά
35ἐστιν ἢ μέρος ὑγιείας ἢ ἀκολουθεῖ αὐτῇ μέρος ὑγιείας ἢ αὐτὴ ἡ ὑγίεια, ἐπήγαγε τὴν αἰτίαν τοῦ πῶς λέγεται ἡ ἐν τῇ κινήσει θερμότης ποιεῖν τὴν ὑγίειαν εἰπὼν διὸ καὶ λέγεται ποιεῖν, ὅτι ἐκεῖνο ποιε, τουτέστι διὰ
τοῦτο λέγεται ποιεῖν ἡ τρῖψις ἢ ἡ ἐν τῇ τρίψει θερμότης ὑγίειαν, ὅτι ἐκεῖνο,499
in Metaph
.

500

ὅπερ ποιεῖ ἡ τρῖψις, ποιεῖ τὴν ὑγίειαν· ἔστι δὲ ὃ ποιεῖ ἡ τρῖψις ἡ ἐν τῷ σώματι θερμότης, ᾗτινι θερμότητι ἀκολουθεῖ ἢ συμβέβηκεν ἡ ὑγίεια. οὕτω γὰρ χρὴ τῆς λέξεως ἀκούειν διὸ καὶ λέγεται ποιεῖν, ὅτι ἐκεῖνο ποιεῖ τὴν ὑγίειαν. τί δέ ἐστιν ἐκεῖνο τὸ τὴν ὑγίειαν
5ποιοῦν; ἡ θερμότης, ᾧ, ἤτοι τῇ θερμότητι, ἀκολουθεῖ καὶ συμβέβηκεν ἡ ὑγίεια. καὶ ὥσπερ ἐν τοῖς συλλογισμοῖς ἀρχαὶ καὶ αἴτια εἰσιν οἱ ὅροι (τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ οὐσία καὶ τί ἐστιν), αἴτιοι δ’ εἰσὶ τῶν συμπερασμάτων (ἐκ γὰρ τῶν ὅρων γίνονται αἱ ἀποδείξεις), οὕτω καὶ ἐπὶ τῶν ἀπὸ τέχνης αἴτιά εἰσιν αἱ γενέσεις αὐτῶν. ὁμοίως δὲ τούτοις ἔχει
10τὰ ἀπὸ φύσεως· τὸ μὲν γὰρ σπέρμα ποιεῖ ὥσπερ ὁ τεχνίτης· ὥσπερ γὰρ ἐκεῖνος ἐν ἑαυτῷ ἔχει τὸ εἶδος τῆς οἰκίας ἢ ἄλλου τινὸς οὗ ἐστι ποιητής, οὕτω καὶ τὸ σπέρμα ἔχει ἐν ἑαυτῷ δυνάμει τὸ εἶδος. φ’ οὗ δὲ τὸ σπέρμα, ἐστί πως ὁμώνυμον, τουτέστι συνώνυμον, τῷ γινομένῳ, ἐὰν μὴ πήρωμα ᾖ, ὡς ἐπὶ τοῦ ἡμιόνου· οὐ γάρ ἐστιν ὁ ἵππος, ἀφ’ οὗ τὸ
15σπέρμα τὸ τὸν ἡμίονον ποιῆσαν, συνώνυμος τῷ ἡμιόνῳ. καὶ τί λέγω συν‐ ώνυμος; ὅλως γὰρ οὐδὲ τοῦ ὀνόματος αὐτοῦ μεταλαμβάνει· οὐ γὰρ λέ‐ γεται ἡ ἡμίονος ἵππος. ὅτι δὲ πήρωμά ἐστιν ὁ ἡμίονος δῆλον ἐκ τοῦ μὴ γίνεσθαι ἡμίονον ἐξ ἡμιόνου· εἰ γὰρ μὴ ἦν πήρωμα ἀλλά τι τῶν φύσει συνισταμένων, ἐγέννα ἄν. εἰπὼν δὲ ὅτι ἀφ’ οὗ τὸ σπέρμα ἐστὶν ὁμώνυ‐
20μόν πώς ἐστι τῷ διὰ τοῦ σπέρματος γεγονότι, τίνος ἕνεκα τὸ πῶς προσέ‐ θηκεν ἐπήγαγεν οὐ γὰρ πάντα οὕτω δεῖ ζητεῖν ὡς ἐξ ἀνθρώπου ἄνθρωπος· καὶ γὰρ γυνὴ ἐξ ἀνδρός, ὡς ἂν εἰ ἔλεγεν ὅτι οὐ χρὴ ἐπὶ πάντων τὸ συνώνυμον ζητεῖν· ἰδοὺ γὰρ γυνὴ ἐξ ἀνδρὸς γίνεται, καὶ ὅμως οὐ λέγεται ἡ γυνὴ ἀνήρ. ὥστε καλῶς πρόσκειται τὸ πῶς διὰ τὸ τινὰ
25μὲν συνωνυμεῖν τοῖς ἐξ ὧν γίνονται τινὰ δὲ μή. καὶ οἶμαι ὡς καὶ ἀνω‐ τέρω, ὅτε ἔλεγεν ὅτι δῆλον ἐκ τῶν εἰρημένων ὅτι τρόπον τινὰ πάντα γί‐ νεται ἐξ ὁμωνύμου ἢ μέρους ὁμωνύμου, διὰ τοῦτο προσετίθει ταῦτα, λέγω δὴ τὸ τρόπον τινὰ καὶ τὸ ἐκ μέρους· ὡς μὲν γὰρ ἄνθρωποι ὅ τε ἀνὴρ καὶ ἡ γυνὴ συνώνυμοί εἰσιν, ὡς δὲ ἀνὴρ καὶ γυνὴ οὐ συνώνυμοι·
30ὥστε ἐκ μέρους συνωνυμοῦσιν. ὁ δὲ ἐξ ἀνδρὸς ἀνὴρ οὐκ ἐκ μέρους ἀλλ’ ὁλοκλήρως· καὶ γὰρ καὶ ὡς ἄνθρωποι καὶ ὡς ἄνδρες συνώνυμοί εἰσιν. καὶ περιέργως δὴ ἀνωτέρω ταῦτα ἐξηγούμεθα, καὶ δεῖ κἀκεῖνα ὥσπερ τὰ τῇδε λέγεται ἐκδέχεσθαι. ἀλλὰ ταῦτα μὲν οὕτως ἴσως λέγονται, τὴν δὲ λέξιν ὑπερβατῶς ἀναγνωστέον οὑτωσί· ἔστι γὰρ τὸ ἑξῆς καὶ ὑφ’ οὗ τὸ
35σπέρμα, ἐστί πως ὁμώνυμον, ἐὰν μὴ πήρωμα · διὸ ἡμίονος οὐκ ἐξ ἡμιόνου· εἶτα οὐ γὰρ πάντα οὕτω δεῖ ζητεῖν, ὡς ἐξ ἀν‐ θρώπου ἄνθρωπος· καὶ γὰρ γυνὴ ἐξ ἀνδρός. εἰπὼν δὲ περὶ τῶν ἀπὸ τέχνης ἐκ ταὐτομάτου γινομένων λέγει καὶ περὶ τῶν ἀπὸ φύσεως, καί
φησιν ὅσα δὲ ἀπὸ ταὐτομάτου ὥσπερ ἐκεῖ γίνεται, τὸ ὅσα ἀντὶ500
in Metaph
.

501

τοῦ ἐκεῖνα εἰπών. καὶ εἴη ἂν ὃ λέγει τοιοῦτον· ἐκεῖνα τῶν ἀπὸ φύσεως λέγομεν ἐκ ταὐτομάτου γίνεσθαι, ὅσων ἡ ὕλη οὐ μόνον ὑπὸ τοῦ ποιοῦντος σπέρματος ἀλλὰ καὶ ὑφ’ ἑαυτῆς δύναται κινεῖσθαι τὴν κίνησιν ἣν τὸ σπέρμα κινεῖ. γίνεται γὰρ βοτάνη καὶ ἐκ σπέρματος καὶ χωρὶς σπέρματος
5διὰ τὸ δύνασθαι κινεῖσθαι τὴν τῆς βοτάνης ὕλην τὴν κίνησιν ἣν τὸ σπέρμα κινεῖ. ὅσων δὲ μὴ δύναται ἡ ὕλη καὶ ὑφ’ ἑαυτῆς κινεῖσθαι ὥσπερ ἐπὶ ἀνθρώπου, ταῦτα ἀδύνατον γενέσθαι ἄλλως πως, ἀλλὰ γίνονται ἐξ αὐτῶν τῶν γεννώντων αὐτὰ καὶ οὐκ ἐκ ταὐτομάτου. ἐν τῇ λέξει δὲ τῇ ὅσα δὲ ἀπὸ ταὐτομάτου ὥσπερ ἐκε, τὸ ὥσπερ ἐκεῖ ἀντὶ τοῦ ὥσπερ ἐν
10τοῖς ἀπὸ τέχνης. p. 1034b7 Οὐ μόνον δὲ περὶ τῆς οὐσίας ὁ λόγος δηλοῖ τὸ μὴ γί‐ νεσθαι τὸ εἶδος, ἀλλὰ περὶ πάντων ὁμοίως. Δείξας ὅτι τὸ τῶν οὐσιῶν εἶδος ᾗ εἶδος οὐ γίνεται, ἀλλὰ γίνεται περί τι ὑποκείμενον, λέγω δὴ τὴν ὕλην, λέγει ὡς οὐ μόνον ὁ δεικνύων λόγος
15τὸ οὐσιῶδες εἶδος ἤτοι τὴν οὐσίαν δείκνυσι μὴ γίνεσθαι, ἀλλὰ καὶ τὰς λοιπὰς κατηγορίας, ποσὸν ποιὸν καὶ τὰ λοιπά. ὥσπερ γὰρ ἡ χαλκῆ σφαῖρα γίνεται ἀλλ’ οὐ τὸ εἶδος τῆς σφαίρας, οὕτω καὶ λευκὸν ξύλον ἢ δίπηχυ γίνεται, ἀλλ’ οὐ λευκότης ἢ ποσότης. καὶ ὁδὶ μὲν ὁ χαλκὸς γίνεται ἐξ ὑποκειμένου τινός, οἷον ὕδατος, τὸ δὲ εἶδος καὶ τὸ τί ἦν εἶναι χαλκὸς οὐ
20γίνεται. ἀλλ’ εἰ μήτε ἡ οὐσία μήτε τὸ ποιὸν μήτε τὸ ποσὸν γίνεται, τί ἂν διαφέροι τούτων ἡ οὐσία; ἢ ὅτι ἐπὶ μὲν τῆς οὐσίας ἀναγκαῖον προϋπ‐ άρχειν ἑτέραν οὐσίαν· οἷον τοῦ Ἀλεξάνδρου, οὐσίας ὄντος, προϋπῆρχεν ὁ πατὴρ αὐτοῦ· ἐπὶ δὲ τοῦ λευκοῦ οὐκ ἀναγκαῖον προϋπάρχειν λευκόν, ἵνα ἐξ ἐκείνου γένηται, ἀλλὰ δυνάμει μόνον· τὸ γὰρ μὴ λευκὸν ξύλον δυνάμει
25ἐστὶ λευκόν. p. 1034b20 Ἐπεὶ δὲ ὁ ὁρισμὸς λόγος ἐστ, πᾶς δὲ λόγος ἔχει μέρη. Δύο τινὰ ζητεῖ θαυμαστὰ καὶ τῆς αὐτοῦ ἀγχινοίας ἐπάξια. ἔστι δὲ τῶν δύο τὸ πρῶτον τοιοῦτον· ἐπειδὴ πᾶς λόγος μέρη ἔχει, ὡς δὲ ὁ λόγος
30ἅπας καὶ ὁ ὁρισμὸς πρὸς τὸ ὁριστὸν ἅπαν ἔχει, οὕτω καὶ τὸ τοῦ ὁρισμοῦ μέρος πρὸς τὸ μέρος τοῦ ὁριστοῦ, πότερον δεῖ τὸν τῶν μερῶν λόγον ἤτοι αὐτὰ τὰ μέρη (ὁ γὰρ λόγος τοῦ μέρους αὐτὸ τὸ μέρος ἐστίν) ἐνυπάρχειν ἐν τῷ τοῦ ὅλου λόγῳ, ὡς εἶναι τυχὸν τοιοῦτον τὸν τοῦ ἀνθρώπου ὁρισμὸν ζῷον πεζὸν δίπουν χεῖρας ἔχον καὶ κεφαλήν, ἢ οὔ; καὶ τὴν αἰτίαν τοῦ
35πῶς ἂν τοῦτο ἀπορήσειέ τις ἢ ζητήσειεν ἐπήγαγεν εἰπὼν π’ ἐνίων μὲν
γὰρ φαίνονται ἐνόντα, ἐπ’ ἐνίων δὲ ο. εἰ δὲ τοῦτο, ἀξίως τὴν501
in Metaph
.

502

περὶ τούτου ζήτησιν ποιεῖται καὶ λέγει ἐπὶ τίνων μέν εἰσιν, ἐπὶ τίνων δ’ οὔ. τοῦ μὲν γὰρ κύκλου, φησίν, ὁ λόγος οὐκ ἔχει τὸν τῶν τμη‐ μάτων λόγον ἤτοι τὰ τμήματα (οὐ γάρ φαμεν ὅτι κύκλος ἐστὶ σχῆμα ἐπίπεδον ὑπὸ γραμμῆς μιᾶς περιεχόμενον καὶ τὰ ἑξῆς τοῦ ὁρισμοῦ, ἔχον
5δύο τμήματα), ὁ δὲ τῆς συλλαβῆς ἔχει τὸν λόγον τῶν στοιχείων (φαμὲν γὰρ ὅτι συλλαβή ἐστι σύλληψις συμφώνου μετὰ φωνήεντος ἢ φωνηέντων, ὥστε ἔνεστι τὰ μέρη τῆς συλλαβῆς ἐν τῷ λόγῳ αὐτῆς), καὶ διαιρεῖται ὁ κύκλος εἰς τὰ τμήματα ὥσπερ καὶ ἡ συλλαβὴ εἰς τὰ στοιχεῖα· εἰ δὲ διαιροῦνται ὁμοίως, διὰ τί ἐπ’ ἐκείνου μὲν οὔκ εἰσιν, ἐπὶ δὲ ταύτης
10εἰσί; ταῦτα εἰπὼν πρὶν ἢ τὴν λύσιν ἐπενέγκαι τίθησι καὶ τὴν ἄλλην ἀπορίαν καὶ οὕτως αὐτὰς λύει, καί φησι· πότερον τὰ μέρη πρότερα τοῦ ὅλου ἢ οὔ; εἰ μὲν οὖν πρότερα τὰ μέρη τοῦ ὅλου, ἐστὶ δὲ τῆς ὀρθῆς γωνίας μέρος ἡ ὀξεῖα (ἐλάσσων γὰρ ὀρθῆς ἡ ὀξεῖα) καὶ ὁ δάκτυλος τοῦ ζῴου, εἰ δὴ τὰ μέρη τοῦ ὅλου πρότερά ἐστι, προτέρα ἂν εἴη ἡ ὀξεῖα τῆς ὀρθῆς
15καὶ ὁ δάκτυλος τοῦ ἀνθρώπου. οὕτως εἰπὼν εὐθὺς λύει τὴν προσεχῶς ῥηθεῖσαν ἀπορίαν, λέγων ‘οὐ δοκεῖ δὲ τὸ μέρος πρότερον εἶναι τοῦ ὅλου‘. καὶ τὴν αἰτίαν συντόμως τέθεικεν εἰπὼν τῷ λόγῳ γὰρ λέγονται ἐξ ἐκείνων, τουτέστιν ἐν τῷ ὁρισμῷ τῶν μερῶν λαμβάνονται τὰ ὅλα, τὰ δὲ ἐν ὁρισμῷ τινος λαμβανόμενα πρότερά εἰσι τοῦ ὁριστοῦ· εἰ δὲ τοῦτο, πρό‐
20τερον ἄρα τὸ ὅλον τοῦ μέρους. ὅτι δὲ εἰς τὸν τῶν μερῶν ὁρισμὸν τὰ ὅλα παραλαμβάνεται, δῆλον· φαμὲν γὰρ ὁριζόμενοι τὴν ὀξεῖαν γωνίαν ὅτι ὀξεῖα γωνία ἐστὶν ἡ ἐλάσσων ὀρθῆς, ὥστε εἴληπται ἡ ὀρθὴ ἐν τῷ τῆς ὀξείας λόγῳ. καὶ πάλιν δάκτυλός ἐστι μέρος ἀνθρώπου τοιονδί. λύει δὲ ταύτην τὴν ἀπορίαν καὶ ἄλλως, λέγων καὶ τῷ εἶναι ἄνευ ἀλλήλων
25πρότερα. τὸ δὲ λεγόμενόν ἐστιν ὡς εἰ ἔλεγε ‘καὶ ἐκ τούτου πάλιν πιστεύ‐ σειεν ἄν τις ὅτι πρότερά ἐστι τὰ ὅλα τῶν μερῶν, ὡς συναναιροῦντα αὐτά· τοῦ μέρους γὰρ μὴ ὄντος τὸ ὅλον ἐστίν, εἰ καὶ κολοβόν, τοῦ ὅλου δὲ μὴ ὄντος τὸ μέρος εἶναι οὐ δύναται.‘ οὕτως οὖν τὴν δευτέραν ἀπορίαν θεὶς καὶ συντόμως αὐτὴν λύσας (λύσει δ’ αὐτὴν μετ’ ὀλίγον καὶ δι’ ἄλλων
30πολλῶν) ἐπανατρέχει ἐπὶ τὴν προτέραν τὴν λέγουσαν ὅτι διὰ τί ἐπὶ τινῶν μὲν οἱ τῶν μερῶν λόγοι ἤτοι τὰ μέρη ἐνυπάρχει τῷ τοῦ ὅλου λόγῳ, ὥσπερ ἐπὶ τῆς συλλαβῆς ἐλέγετο, ἐπὶ τινῶν δὲ οὔ, ὡς ἐπὶ τοῦ κύκλου; οὐ γάρ ἐστιν ἐν τῷ λόγῳ αὐτοῦ τὰ τμήματα. καὶ λύει αὐτὴν πολυειδῶς. ἀλλὰ πρὸ τῆς τῶν λεγομένων κατὰ μέρος σαφηνείας καλῶς ἂν ἔχοι ἡμᾶς
35διὰ βραχέων ὑπομνῆσαι τὸν ὅλον σκοπὸν τῆς λύσεως, δι’ ἧς ἂν τὴν ἀπο‐ ρίαν λύσειε διεξοδικώτερον. ἔστι δὲ οὗτος· φησὶ γὰρ ὅτι τῶν μερῶν ὅσα μὲν ὑλικὰ καὶ ὕλης λόγον ἐπέχοντα, ὥσπερ ὀστᾶ καὶ νεῦρα, τούτων οἱ λόγοι ἤτοι αὐτὰ τὰ μέρη οὐ ληφθήσεται ἐν τῷ τοῦ εἴδους λόγῳ· ὅσα δὲ τῶν μερῶν οὐχ ὑλικά ἐστιν ἀλλὰ τοῦ εἴδους, οἷον τὸ πεζὸν τὸ δίπουν
40(ταῦτα γὰρ οὐκ ἔνυλα ὡς χεῖρες καὶ πόδες), ταῦτα δὴ λέγω τὰ τοῦ εἴδους
μέρη ληφθήσεται ἐν τῷ τοῦ ὅλου λόγῳ. ὥστε ἀπὸ τῆς ὁμωνυμίας τοῦ502
in Metaph
.

503

μέρους ἡ ἀπορία ἐνεφύη· μέρος γὰρ τὸ μέν ἐστιν ὡς ὕλης τὸ δ’ ὡς εἴδους. καὶ ταῦτα μὲν προείρηται μετρίως πρὸς τὸ εἰς τὰ μέλλοντα ὑπ’ αὐτοῦ λέγεσθαι εὐπαρακολουθητοτέρους ἡμᾶς γενέσθαι. αὐτὸς δὲ μέλλων τὴν ἀπορίαν λύειν διαίρεσιν ποιεῖται τοῦ μέρους, καὶ λέγει ὅτι τὸ μέρος
5πολλαχῶς λέγεται, ἕνα μὲν τρόπον τὸ μετροῦν τὸ ὅλον ὡς ὁ τρία ἀριθμὸς τοῦ ἐννέα· καταμετρεῖ γὰρ τὸν ἐννέα. ἀλλὰ τοῦτο μέν, φησί, τὸ τὸ ὅλον καταμετροῦν μέρος ἀφείσθω. ἐξ ὧν δὲ ἡ οὐσία ἐστὶ μερῶν, λέγων οὐσίαν τὸ εἶδος, περὶ τούτου σκεπτέον. καὶ λέγει τὰ τῆς οὐσίας σημαινό‐ μενα, ἵνα δείξῃ ὅτι ὥσπερ οὐσία λέγεται καὶ τὸ εἶδος, οὐσία δὲ καὶ ἡ ὕλη,
10καὶ ἔτι μᾶλλον τὸ ἐξ ὕλης καὶ εἴδους, οὕτως καὶ τῶν μερῶν τὰ μέν ἐστι τοῦ εἴδους τὰ δὲ τῆς ὕλης καὶ τὸ ὅλον τοῦτο ὑλικά. τὰ μὲν δὴ τοῦ εἴδους μέρη, ὥσπερ εἴρηται, ληφθήσεται ἐν τῷ τοῦ ὅλου ἤτοι τοῦ εἴδους λόγῳ, τὰ δὲ ὑλικὰ οὐδαμῶς. εἰ οὖν ἐστι, φησί, τὸ μὲν ὕλη τὸ δὲ εἶδος τὸ δ’ ἐκ τούτων, ἐξ ὕλης δηλαδὴ καὶ εἴδους, καὶ ἡ οὐσία ἥ τε
15ὕλη καὶ τὸ εἶδος καὶ τὸ ἐκ τούτων, ἔστι μὲν ὡς καὶ ἡ ὕλη μέ‐ ρος τινὸς λέγεται, ἔστι δ’ ὡς ο. τοῦ μὲν γὰρ συνθέτου λέγεται μέρος, τοῦ δὲ εἴδους οὐ λέγεται. ἀλλὰ μέρη λέγεται καὶ ἐστὶ τοῦ εἴδους ἐξ ὧν ὁ λόγος ἐστὶν αὐτοῦ· ταῦτα δ’ ἐστὶ τὰ γένη καὶ αἱ διαφοραί. εἰπὼν δὲ ὅτι ἡ ὕλη τινὸς μὲν λέγεται μέρος, τινὸς δ’ οὔ, τίθησι παραδείγματα
20λέγων οἷον ἡ σὰρξ τῆς μὲν κοιλότητος οὐκ ἔστι μέρος, καίτοι οὖσα ὕλη αὐτῆς καὶ πεφυκυῖα γίνεσθαι ἐν αὐτῇ, οὐκ ἔστι δὲ μέρος αὐτῆς ὅτι οὐχ ὡρισμένον ἐστὶ τὸ ὃ ὑπόκειται τῇ κοιλότητι· κοῖλον γὰρ καὶ ἐν λίθοις καὶ ἐν ξύλοις καὶ ἐν χαλκῷ καὶ ὅλως ἐν ἅπασιν ἢ τοῖς πλείστοις σώμασι θεωρεῖται. τῆς δὲ σιμότητός ἐστι μέρος ἡ σάρξ· σιμότητα γὰρ ἐκτὸς
25σαρκὸς εὑρηκέναι ἀμήχανον· πᾶν γὰρ σιμὸν ἐν σαρκὶ μόνῃ τὸ εἶναι ἔχει καὶ ἐπὶ τούτῳ τυγχάνει οὖσα μέρος τῆς σιμότητος ἡ σάρξ. καὶ πάλιν τοῦ μὲν αἰσθητοῦ τουδὶ καὶ μερικοῦ ἀνδριάντος ἐστὶ μέρος ὁ χαλκός, τοῦ δ’ ὡς εἴδους λεγομένου ἀνδριάντος οὐκ ἔστιν. εἰπὼν δὲ καὶ τὸ εἶδος τοῦ ἀν‐ δριάντος ἀνδριάντα, καὶ τὸν χαλκοῦν τουτονὶ καὶ μερικὸν ἀνδριάντα εἰπὼν
30δὴ καὶ αὐτὸν ἀνδριάντα, ἐπειδή τις ἴσως ἔμελλε λέγειν ὅτι τὸ μὲν τοῦ ἀν‐ δριάντος εἶδος λέγειν ἀνδριάντα ἔστω, τὸν δὲ σύνθετον καὶ μερικὸν διὰ τί ἀνδριάντα φαμὲν ἀλλ’ οὐ χαλκόν; πρὸς ταῦτα ἀπαντῶν λέγει ὅτι λεκτέον γὰρ τὸ εἶδος καὶ ᾗ εἶδος ἔχει ἕκαστον, τὸ δὲ ὑλικὸν οὐδέποτε καθ’ ἑαυτὸ λεκτέον. καὶ εἴη ἂν τὸ λεγόμενον ἴσον τῷ ἐπειδὴ τὰ
35πράγματα ἀπὸ τοῦ εἴδους χαρακτηρίζεται ἀλλ’ οὐκ ἀπὸ τῆς ὕλης, λεκτέον ἐπὶ πάντων τὸ εἶδος καὶ ᾗ εἶδος ταῦτα λεγέσθω, εἰ μὲν ἀνδριάντος ἀν‐ δριάς, εἰ δὲ τρίποδος τρίπους, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ἀλλ’ οὐ τὴν ὕλην, οὐδὲ ἀπὸ ταύτης ὀνομάζειν αὐτὰ χρή. εἰ γάρ ἐστιν ὁ χαλκὸς ἐξ ὕδατος, οὐχ ὕδωρ αὐτὸν λέγειν δίκαιον, ἀλλ’ ἀπὸ τοῦ εἴδους αὐτοῦ χαλκόν.
40εἰπὼν δὲ ὅτι ἡ ὕλη ποτὲ μὲν μέρος γίνεταί τινος ποτὲ δ’ οὔ, καὶ μεταξὺ
λύσας τὴν δυναμένην φέρεσθαι ἣν ἐξεθέμην ἀπορίαν, λέγει τὴν αἰτίαν503
in Metaph
.

504

τοῦ πῶς μὲν ἐπὶ τῆς συλλαβῆς ἐν τῷ λόγῳ αὐτῆς λαμβάνεται τὰ στοιχεῖα, ἐπὶ δὲ τοῦ κύκλου τὰ τμήματα οὐδαμῶς, καί φησιν ὅτι ἐπὶ μὲν τῆς συλ‐ λαβῆς λαμβάνεται τὰ στοιχεῖα διὰ τὸ μέρη εἶναι τοῦ κατὰ τὸν λόγον εἴδους αὐτῆς, ὥσπερ καὶ τὸ ζῷον πεζὸν δίπουν μέρη εἰσὶ ἀνθρωπείου εἴδους, τὰ
5δὲ τοῦ εἴδους μέρη ἐξ ἀνάγκης ἐν τῷ ὁρισμῷ αὐτοῦ παραλαμβάνεται· εἰ δὴ τὰ μέρη τοῦ εἴδους ἐξ ἀνάγκης ἐν τῷ λόγῳ αὐτοῦ λαμβάνεται, τὰ δὲ στοιχεῖα μέρη ἐστὶ τοῦ κατὰ τὸν λόγον εἴδους τῆς συλλαβῆς, εὐλόγως, μᾶλλον δ’ ἀναγκαίως ἐν τῷ λόγῳ αὐτῆς τυγχάνει ὄντα. τὰ δὲ τμήματα τοῦ κύκλου οὐκ ἔστι μέρη τοῦ εἴδους τοῦ κύκλου, ἀλλὰ τὸ σχῆμα τὸ ἐπίπεδον τὸ περιεχό‐
10μενον ὑπὸ μιᾶς γραμμῆς, τὸ πάσας τὰς ἀπὸ τοῦ κέντρου εὐθείας πρὸς τὴν περιφέρειαν πιπτούσας ἴσας εἶναι ἀλλήλαις. οὐκ ἔστι δὴ τὰ τμήματα μέρη τοῦ εἴδους τοῦ κύκλου ἀλλὰ ὕλη, ὡς ὁ χαλκὸς ἀνδριάντος, καὶ διὰ τοῦτο οὐ λαμβάνεται ἐν τῷ λόγῳ αὐτοῦ. ἀλλὰ πῶς τὰ τμήματα ὑλικά ἐστι, τὰ δὲ στοιχεῖα τῆς συλλαβῆς οὐδαμῶς; ἢ ὅτι τὰ μὲν στοιχεῖα οὐκ ἀπεσύ‐
15λησεν ἡ διάνοια ἀπὸ αἰσθητῶν τινων στοιχείων καὶ παρ’ ἑαυτῇ ἔχει, τὰ δὲ τμήματα δῆλον ὡς ἀπὸ αἰσθητῶν τινων τμημάτων χωρίσασα ἐν ἑαυτῇ ἔχει. ἀλλ’ εἴπερ αὐτὰ τῆς ὕλης ἐχώρισε, δῆλον ὡς οὔκ εἰσιν ὕλη οὐδ’ ὅλως ὡς ὕλη τῷ κύκλῳ ὑπόκεινται. ἢ καὶ οὕτως ὑλικά ἐστι· τὸ μὲν γὰρ εἶδος τοῦ κύκλου καὶ ἁπλῶς πᾶν εἶδος αὐτὸ καθ’ αὑτὸ ἀμερὲς καὶ ἀσώ‐
20ματόν ἐστιν, εἰ καὶ συνδιίσταται τῇ ἐν ᾗ ἐστιν ὕλῃ καὶ ἐν διαστάσει δι’ αὐτὴν γίνεται· τὰ μὲν δὴ εἴδη ἀδιάστατα πάντῃ πάντως καὶ ἀμερῆ τυγχά‐ νει, τὰ δὲ τμήματα κἂν ἐκ τῶν αἰσθητῶν χωρισθῇ, ἀλλ’ οὖν διάστημά τι νοεῖται ὑπὸ περιφερείας καὶ εὐθείας περιεχόμενον, τὸ δὲ διάστημα οὐκ ἄλλου ἀλλ’ ἢ τῆς ὕλης ἐστίν· ἐπὶ δὲ τῶν στοιχείων οὐδεμίαν διάστασιν
25ἐννοεῖν ἔξεστιν. ὅμως, φησίν, εἰ καὶ μέρη ὡς ὕλη τὰ τμήματά ἐστι τοῦ κύκλου, ἀλλ’ ἐγγύτερόν εἰσι τοῦ εἴδους καὶ μᾶλλον αὐτῷ πλησιάζει ἤπερ ὁ χαλκός, ὅταν ἡ στρογγυλότης τοῦ τμήματος ἢ καὶ τοῦ κύκλου ἐν χαλκῷ γένηται. τὸ γὰρ διάστημα τὸ ἐν τῷ χαλκῷ τμήματι ὂν οὐ ταὐτόν ἐστι τῷ ἐν τῷ χωρισθέντι νοουμένῳ, ὥστε τὸ χωρισθὲν τμῆμα μᾶλλον ἐγγίζει
30τῷ εἴδει ἤπερ τὸ ἀχώριστον καὶ ἐν ὕλῃ τινὶ καὶ ὑποκειμένῳ ὄν. ὅτι δὲ τὰ διάστασίν τινα ἔχοντα ὡς ὕλη εἰσὶ καὶ ἐπὶ τούτῳ ἐν τῷ ὁρισμῷ τῶν εἰδῶν οὐ λαμβάνεται, πιστοῦται τοῦτο καὶ ἐκ τῆς συλλαβῆς λέγων ὅτι οὐδὲ πάντα τὰ στοιχεῖα μέρη εἰσὶ τῆς κατὰ τὸν λόγον καὶ τὸ εἶδος συλλα‐ βῆς· οὐ γὰρ καὶ τὰ κήρινα στοιχεῖα ἢ τὰ διὰ τοῦ μέλανος ἐν τῷ χάρτῃ
35ἐγγραφέντα, διὰ τὸ καὶ ταῦτα διάστασιν ἔχειν καὶ μέρη γίνεσθαι τῆς συλ‐ λαβῆς ὡς ὕλη, ὥσπερ ὁ χαλκὸς τοῦ ἀνδριάντος. εἰπὼν δὲ οἷον ταδὶ τὰ κήρινα ἐπήγαγεν ἢ τὰ ἐν τῷ ἀέρι. ἐπειδὴ γὰρ ἡ φωνὴ ἢ πλῆξίς ἐστιν ἀέρος ἢ πεπληγμένος ἀήρ, δῆλον ὅτι, ὅταν λέγωμεν, συσχηματίζεται
ὁ ἀὴρ τοῖς λεγομένοις καὶ τρόπον τινὰ βῆτα καὶ γάμμα καὶ ἄλφα καὶ τὰ504
in Metaph
.

505

λοιπὰ γίνεται. ἀλλὰ περὶ μὲν τοῦ ὅπως ὁ ἀὴρ συσχηματίζεται τοῖς λεγο‐ μένοις εἴρηται ἀκριβέστερον ἐν τῷ Β λόγῳ τῆς Περὶ ψυχῆς πραγματείας, ὅτε καὶ αὐτὸς ἐκεῖσε περὶ φωνῆς ἔλεγεν. p. 1035a17 Καὶ γὰρ ἡ γραμμὴ οὐκ εἰ διαιρουμένη εἰς τὰ ἡμίση
5φθείρεται, ἢ ἄνθρωπος εἰς τὰ ὀστᾶ καὶ νεῦρα καὶ σάρκας, διὰ τοῦτο καὶ εἰσὶν ἐκ τούτων. Εἰπὼν ὅτι τὰ τμήματα οὐ λαμβάνεται εἰς τὸν τοῦ κύκλου λόγον οὐδ’ ὁ χαλκὸς εἰς τὸν τοῦ ἀνδριάντος, ὅτι ὡς ὕλη εἰσίν, ἀλλ’ ἐκεῖνα δεῖ εἰς τοὺς τῶν εἰδῶν λόγους λαμβάνειν ἐξ ὧν τὸ εἶδός ἐστιν, οὐκ ἔστι δὲ ὁ ὡς
10εἶδος κύκλος ἐκ τῶν τμημάτων, οὐδὲ ὁ ἀνδριάς, αὐτὸ δὴ λέγω τὸ τοῦ ἀνδριάντος εἶδος, ἐκ τοῦ χαλκοῦ, ὁμοίως δὲ οὐδὲ τὸ τί ἦν εἶναι ἀνθρώπῳ ἐκ τῶν σαρκῶν καὶ ὀστῶν οὐδὲ γραμμή ἐστιν ἐκ τῶν ἡμίσεων, ἐπειδὴ ἔμελλέ τις πρὸς ταῦτα ἐνίστασθαι καὶ λέγειν, ὡς εἰ μή ἐστιν ἡ γραμμὴ ἐκ τῶν τμημάτων καὶ ὁ ἄνθρωπος ἐκ σαρκῶν καὶ νεύρων καὶ ὀστῶν, πῶς
15διαιρουμένη ἡ γραμμὴ εἰς τὰ ἡμίση καὶ ὁ ἄνθρωπος εἰς ὀστᾶ καὶ νεῦρα φθείρονται, ὥστε δηλονότι καὶ ὁ ἄνθρωπος ἐκ σαρκῶν ἐστι καὶ νεύρων καὶ ἡ γραμμὴ ἐκ τῶν ἡμίσεων καὶ ἁπλῶς πᾶν ἐκ τῶν εἰς ἃ διαιρεῖται· εἰ δὲ τοῦτο, καὶ ληφθήσονται ἄρα εἰς τοὺς ὁρισμοὺς αὐτῶν· πρὸς δὴ ταῦτα ἀπαντῶν λέγει, οὐ γὰρ εἰ διαιρεῖται ὁ ἄνθρωπος καὶ ἡ γραμμή, ἡ μὲν εἰς
20τὰ ἡμίση ὁ δὲ εἰς σάρκας καὶ ὁστᾶ, καὶ φθείρεται, ἤδη καὶ ἐκ τούτων εἰσὶν οὕτως ὡς ὄντων τῆς οὐσίας καὶ τοῦ εἴδους μερῶν, ἀλλ’ ὡς ἐξ ὕλης, τουτέστιν ὑλικὰ μέρη ἐστὶ καὶ οὐ τοῦ εἴδους. καὶ τοῦ μὲν συνθέτου τοῦ ἐξ ὕλης καὶ εἴδους εἰσὶ μέρη, τοῦ δ’ εἴδους, οὗ ἐστιν ὁ λόγος καὶ ὁ ὁρι‐ σμός, οὔκ εἰσιν. εἰ μὲν γὰρ ἦσαν οἱ λόγοι τῶν συνθέτων, εἰκὸς ἦν λαμ‐
25βάνεσθαι καὶ ταῦτα εἰς τοὺς ὁρισμοὺς αὐτῶν· ἐπεὶ δὲ τῶν εἰδῶν εἰσι, πῶς ἂν ληφθήσεται ταῦτα; καὶ ἐπὶ τούτῳ εἰ μὲν τὸ σύνθετον κατὰ συμβεβη‐ κὸς ὁρίσαιτό τις (κυρίως γὰρ τῶν εἰδῶν εἰσιν οἱ ὁρισμοί, τῶν δὲ συνθέ‐ των, ὡς δείξει προϊών, οὔκ εἰσιν), ἐνέσται ἐν τοῖς λόγοις τῶν συνθέτων ὁ τῶν τοιούτων, χειρός φημι καὶ ὀστῶν καὶ τῶν τοιούτων, λόγος, τουτέ‐
30στιν αὐτὰ τὰ μέρη ληφθήσεται ἐν τῷ τῶν συνθέτων λόγῳ. τοῖς δέ, ἤτοι ἐν τοῖς λόγοις τῶν μὴ συνθέτων ἤτοι τῶν εἰδῶν, οὐχ ὑπάρξει τὰ τοιαῦτα, ἐὰν μὴ ᾖ ὁ λόγος, ἐν ᾧ ταῦτα μέλλει ἐνεῖναι, τοῦ συνθέτου. καὶ ἔστιν ὡς ἐκ τούτων τὰ σύνθετα ὡς ἐξ ἀρχῶν καὶ φθείρονται εἰς αὐτά, τὰ δ’ ἁπλᾶ, αὐτὰ δὴ τὰ εἴδη, οὔτε εἰσὶν ἐκ τούτων ὡς ἐξ ἀρχῶν οὔτε φθεί‐
35ρεται εἰς αὐτά· καὶ διὰ τοῦτο οὐ φοβηθησόμεθα τὴν ἀπορίαν τὴν λέγου‐ σαν ὅτι εἰ μή εἰσιν ἐξ αὐτῶν, πῶς εἰς αὐτὰ διαιρεῖται καὶ φθείρεται; οὐ γὰρ τὸ εἶδος εἰς αὐτὰ διαιρεῖται ἀλλὰ τὸ σύνθετον. εἰπὼν δὲ ὅτι ἔνια μὲν φθείρεται εἰς αὐτὰ ἔνια δ’ οὐδαμῶς, λέγει τίνα μὲν τὰ φθειρόμενα
εἰς αὐτὰ καὶ τίνα μή, ὅτι ὅσα μὲν οὖν συνειλημμένα τὸ εἶδος καὶ505
in Metaph
.

506

ἡ ὕλη ἐστ, τουτέστιν ὅσα μὲν ἐξ ὕλης καὶ εἴδους ἐστίν, οἷον τὸ σιμόν (τοῦτο γὰρ οὐδὲ τῷ λόγῳ τῆς ὕλης χωρίσαι δυνατόν) ἢ ὁ χαλκοῦς κύ‐ κλος (καὶ γὰρ οὗτος συνειλημμένος ἐστὶ τῇ ὕλῃ), ταῦτα φθείρεται εἰς αὐτὰ καὶ μέρος αὐτῶν ἐστιν ἡ ὕλη· ὅσα δὲ οὐ συνείληπται τῇ ὕλῃ,
5ἄνευ δὲ ὕλης ἐστίν, ὡς τὰ εἴδη, ὧν δὴ καὶ μόνων οἱ λόγοι εἰσί (τῶν γὰρ συν‐ θέτων, ὡς δείξει, λόγοι οὔκ εἰσι), τούτων δὴ τῶν εἰδῶν οὔτε μέρη εἰσὶ ταῦτα, τὰ ὀστᾶ δηλονότι καὶ αἱ σάρκες, οὔτε φθείρεται εἰς αὐτά, ἢ ὅλως ἢ οὔτοι οὕτω γε. ὅλως μὲν οὖν οὐ φθείρεται ὁ ἄνθρωπος ἐμοῦ φθειρο‐ μένου, ὅτι μετὰ τὴν ἐμὴν φθορὰν ἐκεῖνος πάλιν ἐστίν· ἀλλ’ ἐπειδὴ ἐγὼ
10ὑπ’ ἐκεῖνόν εἰμι καὶ μέρος ὢν αὐτοῦ τυγχάνω, ἐμοῦ φθειρομένου φθεί‐ ρεται κατὰ συμβεβηκὸς κἀκεῖνος. ὥστε τῶν συνθέτων ταῦτα τὰ ὡς ὕλη εἰσὶ μέρη καὶ ἀρχαί, τῶν δὲ εἰδῶν οὔτε μέρη οὔτε ἀρχαί. καὶ διὰ τὸ εἶναι τῶν συνθέτων ταῦτα μέρη φθείρονται πάλιν τὰ σύνθετα εἰς αὐτά, ὁ μὲν πήλινος ἀνδριὰς εἰς πηλὸν καὶ ἡ χαλκῆ σφαῖρα εἰς χαλκὸν καὶ ὁ
15Καλλίας εἰς σάρκα καὶ ὀστᾶ καὶ ὁ κύκλος εἰς τὰ τμήματα· ἐστὶ γὰρ ἐν τοῖς τμήμασιν ὅπερ ἐν αὐτοῖς συνείληπται ὡς ὕλη, τοῦτο δ’ ἐστὶν ἣν νο‐ οῦμεν, ὥσπερ εἴρηται, ὑπὸ εὐθείας καὶ περιφερείας περιεχομένην. εἰπὼν δὲ ὅτι καὶ ὁ κύκλος φθείρεται εἰς χαλκόν, ἐπειδὴ κύκλος λέγεται καὶ ὁ μερικὸς καὶ σύνθετος, λέγεται δὲ κύκλος καὶ τὸ τοῦ κύκλου εἶδος, αὐτὸ δὲ
20ὡς δέδεικται οὔτε γίγνεται οὔτε φθείρεται, ἐπήγαγεν ὁμωνύμως γὰρ λέ‐ γεται ὁ κύκλος ὅ τε ἁπλῶς καὶ ὁ καθ’ ἕκαστον, δυνάμει λέγων ὅτι εἰπόντες ὡς ὁ κύκλος φθείρεται, οὐ δεῖ ταράττεσθαι καὶ κύκλον φθείρεσθαι ὑπολαμβάνειν ἡμᾶς λέγειν τὸν καθόλου καὶ τὸ εἶδος, ἀλλὰ τὸν μερικόν. ἐπὶ μὲν γὰρ τῶν καθ’ ἕκαστα ἀνθρώπων, ἐπειδὴ κεῖται αὐτοῖς σὺν τῷ
25κοινῷ ὀνόματι τῷ ἄνθρωπος καὶ ἴδιον ὄνομα οἷον τὸ Καλλίας, τὸ Μίκαλ‐ λος, οὔ φαμεν ὅτι φθείρεται ἄνθρωπος ἀλλ’ ὅτι Καλλίας ἢ Μίκαλλος· ἐπὶ δὲ τῶν κύκλων, ἐπειδὴ οὐκ ἐτέθη αὐτοῖς ὀνόματα ἀλλὰ καὶ ὁ καθόλου καὶ ὁδὶ ὁ μερικὸς κύκλοι λέγονται, ἐπὶ τούτῳ φαμὲν ὅτι φθείρεται ὁ κύ‐ κλος· εἰ δ’ ὁ χαλκοῦς κύκλος ἱμάτιον φέρε εἰπεῖν ἐκαλεῖτο, οὐκ ἂν ἐλέ‐
30γομεν ὅτι ὁ κύκλος φθείρεται ἀλλ’ ὅτι τὸ ἱμάτιον, ὥσπερ οὐδὲ ἄνθρωπόν φαμεν φθείρεσθαι ἀλλὰ Καλλίαν ἢ Μίκαλλον. p. 1035b3 Εἴρηται μὲν οὖν καὶ νῦν τἀληθές, ὅμως δ’ ἔτι σαφέ‐ στερον εἴπωμεν ἐπαναλαβόντες. Διαρθροῖ καὶ τὴν ἑτέραν ἀπορίαν τὴν λέγουσαν πότερον τὰ μέρη εἰσὶ
35πρότερα ἢ τὰ ὅλα. λέγει δὴ ὅτι ὅσα μὲν μέρη εἰσὶ τοῦ εἴδους, ὥσπερ τὸ ζῷον καὶ τὸ πεζὸν καὶ τὸ δίπουν τοῦ ἀνθρώπου, ταῦτα πρότερα τοῦ
ἀνθρώπου· ὅσα δὲ οὐκ ἔστι τοῦ εἴδους ἀλλὰ τοῦ συναμφοτέρου, ὡς τὰ506
in Metaph
.

507

νεῦρα καὶ τὰ ὀστᾶ, ὕστερα· σὰρξ γὰρ καὶ ὀστᾶ τοῦ ὅλου ἤτοι τοῦ ἁπλῶς ἀνθρώπου ὕστερα. καὶ διὰ τοῦτο οὐκ ἔστιν ἡ ὀξεῖα γωνία προτέρα τῆς ὀρθῆς, ὅτι οὐ διαιρεῖται ὁ λόγος τῆς ὀρθῆς εἰς τὸν λόγον τῆς ὀξείας ὥσπερ ὁ τοῦ ἀνθρώπου εἰς τὸν τοῦ πεζοῦ καὶ δίποδος, ἀλλὰ μᾶλλον ὁ λόγος τῆς
5ὀξείας διαιρεῖται εἰς τὴν ὀρθήν· ὁ γὰρ ὁριζόμενος τὴν ὀξεῖαν χρῆται τῇ ὀρθῇ· ὀξεῖα γάρ ἐστιν ἡ ἐλάττων ὀρθῆς. ὁμοίως δὲ καὶ ὁ κύκλος καὶ τὸ ἡμικύκλιον ἔχουσιν. ὁ γὰρ ὁριζόμενος τὸ ἡμικύκλιον τῷ κύκλῳ αὐτὸ ὁρίζεται· ἡμικύκλιον γάρ ἐστι σχῆμα τὸ περιεχόμενον ὑπό τε τῆς διαμέτρου καὶ κύκλου περιφερείας. ὡσαύτως καὶ ὁ δάκτυλον τῷ ὅλῳ·
10δάκτυλος γάρ ἐστι τὸ τοιονδὶ τοῦ ἀνθρώπου μέρος. ἐπειδὴ οὖν τὰ μὲν μέρη ὁρίζονται ὑπὸ τῶν ὅλων, ταῦτα δὲ οὐ διὰ τῶν μερῶν, ἔστιν ἄρα τὰ ὅλα πρότερα τῶν μερῶν· τὸ γὰρ ὁριστὸν ὕστερον τῶν δι’ ὧν ὁρίζεται. ἐπὶ δὲ τῶν εἰδῶν ἔμπαλιν ἔχει· ἐπειδὴ γὰρ αὐτὰ διὰ τῶν μερῶν ὁρίζεται, τὰ μέρη δὲ δι’ ἐκείνων οὐδαμῶς, ὕστερα τὰ ὅλα ἤτοι τὰ εἴδη τῶν οἰκείων
15μερῶν. ὥστε ὅσα τῶν μερῶν ὡς ὕλη, ταῦτα ὕστερα τῶν ὅλων· ὅσα δὲ ὡς τοῦ λόγου καὶ τῆς οὐσίας τῆς κατὰ τὸν λόγον, τουτέστι τοῦ εἴδους, ταῦτα πρότερα τοῦ ὅλου. p. 1035b14 Ἐπεὶ δὲ ἡ τῶν ζῴων ψυχή (τοῦτο γὰρ οὐσία τοῦ ἐμ‐ ψύχου) ἡ κατὰ τὸν λόγον οὐσία καὶ τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι
20τῷ τοιῷδε σώματι. Ἔτι τὰ περὶ τοῦ ὅλου καὶ μέρους διαρθροῖ καί φησιν ἐπειδὴ ἡ τῶν ζῴων ψυχή ἐστι τὸ εἶδος αὐτῶν (ἐντελέχεια γάρ ἐστι φυσικοῦ ὀργανικοῦ σώματος δυνάμει ζωὴν ἔχοντος, ὡς ἐν τῷ Β τῶν Περὶ ψυχῆς εἴρηται), καὶ κατὰ τὴν ψυχὴν εἰδοποιεῖται τὰ ζῷα, καὶ αὕτη ἐστὶν ἡ κατὰ τὸν λό‐
25γον οὐσία καὶ τὸ εἶδος τῷ τοιῷδε σώματι· ὡς γὰρ τὸ σχῆμα τοῦ ἀνδριάν‐ τος ἐν ὕλῃ ἐστὶ τῷ χαλκῷ, οὕτω καὶ ἡ ψυχὴ τῶν ζῴων ἐν τῷ τοιῷδε σώματι ὡς εἶδος ἐν ὕλῃ ἐστίν. εἰπὼν δ’ ὅτι ἡ ψυχὴ τὸ εἶδός ἐστι τῶν ζῴων, κατασκευάζει τοῦτο ἐκ τῶν μερῶν τῶν ζῴων, λέγων ἕκαστον γοῦν τὸ μέρος, ἐὰν ὁρίζηται καλῶς τὸ μέρος, οὐκ ἄνευ τοῦ ἔργου ὁρι‐
30εῖται. εἰ γάρ τις καλῶς ὁρίζεται τὴν χεῖρα τοῦ ἀνθρώπου, οὐκ ἄνευ τοῦ ἔργου ὁριεῖται· τὸ δὲ ἔργον αὐτῆς ἄνευ αἰσθήσεως καὶ ψυχῆς οὐχ ὑπάρξει αὐτῇ. εἰ δὴ ἡ χεὶρ ἐν τῷ τὸ οἰκεῖον ἔργον ἀποτελεῖν εἰδοποιεῖται, τοῦτο δ’ ἄνευ αἰσθήσεως καὶ ψυχῆς ἀδύνατόν ἐστιν αὐτῇ ὑπάρξαι, καὶ φανερὸν ὅτι εἶδος τῆς χειρὸς ἡ αἴσθησις ἢ ἡ ἀπὸ τῆς ψυχῆς χορηγουμένη αὐτῇ
35δύναμις πρὸς τὸ τὸ οἰκεῖον ἔργον ἀποτελεῖν, φανερὸν ὅτι καὶ τῶν ζῴων ἡ κατὰ τὸν λόγον οὐσία καὶ τὸ εἶδος ἡ ψυχή ἐστιν. ἐπειδὴ οὖν, ὡς εἴρη‐
ται, ἡ τῶν ζῴων ψυχὴ τὸ εἶδός ἐστιν αὐτῶν, τὰ ταύτης μέρη ἢ πάντα507
in Metaph
.

508

ἤ, ὅπερ καὶ ἀληθές, εἰ μὴ πάντα ἀλλ’ οὖν ἔνια πρότερα τοῦ συνόλου ἐστὶ ζῴου· τὸ μὲν γὰρ θρεπτικὸν καὶ ὀρεκτικὸν τοῦ συναμφοτέρου, τὸ δὲ θεω‐ ρεῖν οὐ τοῦ συναμφοτέρου. ἀκριβέστερον δὲ περὶ τούτων εἴρηται ἐν τῇ Περὶ ψυχῆς. ἢ τὸ ἢ ἔνια πρόσκειται διὰ τὰ ἐξισάζοντα· τὸ μὲν γὰρ λο‐
5γικὸν καὶ θνητὸν δῆλον ὡς πρότερόν ἐστι τοῦ ἀνθρώπου (ἐπὶ πλέον γάρ εἰσιν αὐτοῦ), τὸ δὲ νοῦ καὶ ἐπιστήμης δεκτικὸν οὐκέτι, ἀλλ’ ἐξισάζει, καὶ ἐπὶ τούτῳ οὐ πρότερον· εἴ τι γὰρ ἄνθρωπος, νοῦ καὶ ἐπιστήμης δεκτικόν, καὶ εἴ τι νοῦ καὶ ἐπιστήμης δεκτικόν, τοῦτο ἄνθρωπος. ὡς δὲ ἐπὶ τῶν ζῴων ἔχει, οὕτως καὶ ἐπὶ τῶν ἄλλων· τούτου γὰρ δηλωτικόν ἐστι τὸ καὶ
10καθ’ ἕκαστον δὴ ὁμοίως. καὶ τὰ μὲν τοῦ εἴδους τῶν ζῴων μόρια πρότερα, τὸ δὲ σῶμα καὶ τὰ μόρια αὐτοῦ ὕστερα ταύτης τῆς οὐσίας, τουτ‐ έστι τοῦ εἴδους. καὶ διαιρεῖται εἰς τὸ σῶμα καὶ τὰ μόρια αὐτοῦ ὡς εἰς ὕλην τὸ σύνολον, ἀλλ’ οὐχ ἡ οὐσία καὶ τὸ εἶδος διαιρεῖται εἰς τὰ τοῦ σώματος μέρη· καὶ ἔστι τὰ τοιαῦτα μόρια τοῦ συνθέτου· τοῦτο γὰρ λέγει
15σύνολον. τὸ δὲ σύνθετον τρόπον μέν τινα πρότερόν ἐστι τῶν μερῶν, τρό‐ πον δέ τινα ὕστερον. ᾗ μὲν γὰρ τὰ μόρια χωριζόμενα οὐ δύναται εἶναι, τὸ δὲ μορίων τινῶν ἄνευ, εἰ καὶ μὴ πάντων, δύναται εἶναι, ἐστὶ πρότερον τὸ ὅλον τῶν μερῶν· ᾗ δὲ πάλιν τὸ ἔκ τινων συγκείμενον ὕστερόν ἐστι τῶν συντιθέντων αὐτό, σύγκειται δὲ τὸ ὅλον ἐκ τῶν μερῶν, ὕστερόν ἐστι
20τῶν μερῶν. εἰπὼν δὲ ὅτι τὰ μέρη χωριζόμενα οὐ δύναται εἶναι, τὴν αἰ‐ τίαν τοῦ πῶς οὐ δύναται εἶναι ἐπήγαγεν εἰπὼν οὐδὲ γὰρ ὁ πάντως ἔχων δάκτυλος ζῴου, ἴσον λέγων τῷ χωρισθεὶς ὁ δάκτυλος τοῦ ζῴου ὡς μὲν σῶμα δύναται εἶναι, ὡς δὲ δάκτυλος οὐδαμῶς. οὐ γὰρ ὡς ἔτυχεν ἔχων ὁ δάκτυλος λέγεται δάκτυλος, ἀλλ’ ὁ τὸ ἔργον τοῦ δακτύλου ποιῶν,
25ὥστε ὁ τεθνηκὼς δάκτυλος ὁμωνύμως λέγεται δάκτυλος, κυρίως δ’ οὐδα‐ μῶς. καὶ ἔνια μὲν τῶν τοῦ ὅλου μορίων χωρισθέντα δύναται τὸ ὅλον ἄνευ ἐκείνων εἶναι, ἔνια δὲ χωρισθέντα εὐθὺς συναναιρεῖ τὸ ὅλον, ὅσα ἐστὶ κύρια καὶ ἐν οἷς πρώτοις ἐστὶν ὁ λόγος καὶ ἡ οὐσία, τουτέστιν ἡ ψυχή· ἡ ψυχὴ γὰρ τῶν ζῴων ἐστὶ τὸ εἶδος. εἴτε οὖν ἐστιν ἡ καρδία ἀρχὴ τῶν
30ζῴων καὶ ἐν ταύτῃ πρώτως ἐστὶν ἡ ψυχή, ὡς τούτῳ δοκεῖ, εἴτε ὁ ἐγ‐ κέφαλος, ὡς Ἱπποκράτει καὶ Πλάτωνι, ἅμα τῷ χωρισθῆναι τοῦ ὅλου φθεί‐ ρουσιν αὐτά. εἰπὼν δὲ οἷον εἰ τοῦτο καρδία ἢ ἐγκέφαλος ἐπήγαγε διαφέρει γὰρ οὐδὲν πότερον τοιοῦτον, τουτέστι πότερον ἡ καρδία ἐστὶν ἐν ᾗ τυγχάνει οὖσα ἡ ψυχὴ εἴτε ὁ ἐγκέφαλος οὐδὲν διαφέρει πρὸς
35τὸ λεγόμενον· δῆλον γὰρ ὡς ὁποῖον ἂν εἴη ἐκ τούτων συμφθείρει τὸ ὅλον. ἀλλ’ ὅτι μὲν ἡ ἐμὴ ὁλότης ἐν ἐμοὶ τυγχάνει οὖσα καὶ οὐκ ἔστιν ἐκτὸς καὶ χωρὶς τῶν ἐμῶν μορίων, δῆλον. ἐπεὶ δ’ ἐγὼ καὶ Πλάτων καὶ Κάλ‐
λιππος καὶ ἁπλῶς οἱ κατὰ μέρος μέρη ἐσμὲν τοῦ καθόλου ἀνθρώπου, ἐκεῖ‐508
in Metaph
.

509

νος δὲ ὅλον τί ἐστιν, ἆρά γε ἐν ἡμῖν ἔστιν ὡς ἡ ἐμὴ ὁλότης ἐν τοῖς ἐμοῖς μέρεσιν, ἢ χωριστὸς καὶ καθ’ αὑτόν; ἤ φησιν ὅτι ὁ δὲ καθόλου ἄνθρωπος καὶ ἵππος καὶ τὰ οὕτως, τουτέστι καὶ ἁπλῶς τὰ καθόλου, ἐπὶ τῶν καθ’ ἕκαστα ἤτοι ἐν τοῖς καθ’ ἕκαστά εἰσι, καθόλου δὲ οὐσία
5καὶ εἶδος αὐτὸ καθ’ αὑτὸ καὶ χωρὶς τῶν κατὰ μέρος οὐκ ἔστιν, ἀλλ’ ὥσπερ ὁ Σωκράτης ἐκ τουδὶ τοῦ εἴδους καὶ τησδὶ τῆς ὕλης ἐστίν, οὕτω καὶ ὁ καθόλου ἄνθρωπος ἐκ τῆς ὕλης ἤτοι τοῦ γένους αὐτοῦ καὶ τοῦ εἴδους ἤτοι τῶν διαφορῶν ἂν εἴη, οὐκ ἐν ὑπάρξει δὲ ἀλλ’ ἐπινοίᾳ. εἶδος δὲ αὐ‐ τὸ καθ’ αὑτὸ χωρὶς ὕλης οὐδὲ ἐπινοίᾳ δύναται εἶναι· ἐπειδὴ γὰρ ἀπὸ τῶν
10κατὰ μέρος ἀνθρώπων αὐτὸν ἀπεσύλησεν ἡ διάνοια, ταῦτα δ’ ἐξ ὕλης ἐστὶ καὶ εἴδους, φανερὸν ὅτι καὶ ὁ καθόλου ἄνθρωπος, ὡς ἂν ἔχοι τὸ εἶναι, ἐξ ὕλης αὐτὸ καὶ εἴδους ἕξει, ἤτοι ἐκ γένους καὶ διαφορῶν. ταῦτα μεταξὺ παρενθεὶς πάλιν ἐπανατρέχει ἐπὶ τὸν τῶν μερῶν καὶ τὸν τῶν ὅλων λόγον, καί φησι μέρος μὲν οὖν ἐστι καὶ τοῦ εἴδους ὥσπερ καὶ τοῦ συνό‐
15λου τοῦ ἐξ ὕλης καὶ εἴδους. ἐπεὶ δὲ οἱ λόγοι καὶ οἱ ὁρισμοὶ τῶν εἰ‐ δῶν εἰσι, τὰ μέρη δὲ τοῦ λόγου μόνου τοῦ εἴδους εἰσὶ μέρη, οὐ μὴν καὶ τοῦ συναμφοτέρου, ὁ δὲ λόγος οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ καθόλου· ὁ γὰρ κύ‐ κλος, ὅπερ ἐστὶ τὸ καθόλου, καὶ τὸ κύκλῳ εἶναι, ὅπερ ἐστὶν ὁ λόγος, καὶ ψυχῇ εἶναι καὶ ψυχὴ ταὐτόν· οἱ μὲν οὖν λόγοι, ὥσπερ εἴρηται, τοῦ καθό‐
20λου εἰσί, τοῦ δὲ συνόλου, οἷον τοῦ καθ’ ἕκαστα, εἴτε αἰσθητόν ἐστι τὸ καθ’ ἕκαστα εἴτε νοητόν (ἀντὶ τοῦ διανοητοῦ τὸ νοητὸν εἰπών, ταῦτα δ’ ἐστὶ τὰ μαθηματικά), τούτων οὐκ ἔστιν ὁρισμός. καὶ δειχθήσεται καὶ τοῦτο μετ’ ὀλίγον ἐν τῷ μετὰ χεῖρας βιβλίῳ. καὶ γνωρίζονται τὰ καθ’ ἕκαστα οὐ τῷ λόγῳ καὶ τῷ ὁρισμῷ ἀλλ’ αἰσθήσει, ὥσπερ οἱ ξύλινοι κύ‐
25κλοι· ὅταν δὲ χωρισθῇ ὁ μερικὸς κύκλος τῆς ὕλης ὑπὸ τῆς διανοίας, τότε ἐστὶ τῷ νοῒ ὁρατὸς καὶ ὅλως νοητός, ὥσπερ καὶ ἡ ὄψις δυνάμει ἐστὶν ὅταν μὴ ὁρᾷ τὰ ὁρατά, ὡς ἐν τῇ Περὶ ψυχῆς εἴρηται, καὶ ἡ ἀκοὴ τὰ ἀκουστά, ὅταν δὲ ὁρᾷ ταῦτα, ἐνεργείᾳ γίνεται ἐκεῖνα καὶ τελειοῦται ὑπ’ αὐτῶν. ἀπελθόντες δ’ ἐκ τῆς ἐντελεχείας, τουτέστιν ἐκ τῆς ἐνεργείας καθ’
30ἣν ὁρῶμεν αὐτὰ καὶ ἐνεργείᾳ ἐσμὲν ὁρατικοὶ ἀλλ’ οὐ δυνάμει, παυθείσης τε τῆς ἐνεργείας τῆς ὄψεως καθ’ ἣν περὶ τὰ ὁρατὰ ἐνεργεῖ, ἄδηλόν ἐστιν εἴτε εἰσὶν εἴτε καὶ μή, ἀλλὰ γνωρίζονται τῷ καθόλου. ὅταν γὰρ οὐχ ὁρῶ τὸν μερικὸν καὶ αἰσθητὸν κύκλον, οὐκ ἔστι μοι δῆλον εἴτε ἐστὶν ἐν ὑπάρξει τὸ τοιόνδε σχῆμα εἴτε οὐκ ἔστι, τῷ καθόλου δὲ γνωρίζω καὶ τὸ τοιόνδε
35σχῆμα, ὅπερ πρότερον μὲν ἑώρων νῦν δὲ οὐχ ὁρῶ. εἰπὼν δὲ ὅτι καὶ γνω‐ ρίζονται τῷ καθόλου λόγ, ἐπειδὴ καὶ ἡ ὕλη καθόλου ἐστίν, ἵνα μήτις λέγῃ ὅτι εἰ τῷ καθόλου γνωρίζονται, ἔστι δὲ καὶ ἡ ὕλη καθόλου, διὰ τί οὐ καὶ ταύτῃ γνωρίζομεν αὐτά; ἐπήγαγε τὸ ἡ δὲ ὕλη ἄγνωστος καθ
αὑτήν. εἰ δ’ αὐτὴ ἄγνωστός ἐστι, πῶς ἄλλοις αἰτία γνώσεως γενήσεται;509
in Metaph
.

510

ἡ δὲ ὕλη, φησίν, ἡ μέν ἐστι νοητὴ ἡ δὲ αἰσθητή, αἰσθητὴ μὲν οἷον ξύλον καὶ ἁπλῶς ὅση κινητή, νοητὴ δὲ ἡ ἐν τοῖς κύκλοις ὑπάρχουσα, μὴ ᾗ δὲ αἰσθητοῖς· ἡ γὰρ διάστασις τοῦ κύκλου, ὃν χωρίσασα ἡ διάνοια τῆς ὕλης παρ’ ἑαυτῇ ἔχει, ὕλη μέν ἐστι τοῦ τοιούτου κύκλου, ἀλλ’ οὐκ αἰσθητὴ
5ἀλλὰ νοητή. ταῦτα εἰπὼν συμπεραίνεται τὸν λόγον καί φησι πῶς μὲν οὖν ἔχει περὶ μέρους καὶ ὅλου καὶ προτέρου καὶ ὑστέρου, εἴ‐ ρηται. p. 1036a13 Πρὸς δὲ τὴν ἐρώτησιν ἀνάγκη ἀπαντᾶν, ὅταν τις ἔρη‐ ται, πότερον ἡ ὀρθ.
10 Ἔτι τὰ περὶ τοῦ ὅλου καὶ μέρους γυμνάζει καί φησιν ὅτι ὅταν τις ἔρηται πότερον τὸ ζῷον καὶ ἡ ὀρθὴ γωνία καὶ ὁ κύκλος πρότερα ἢ εἰς ἃ διαιροῦνται, τουτέστιν ἢ τὰ μόρια αὐτῶν (εἰς γὰρ τὰ μόρια αὐτοῦ τὸ ζῷον καὶ ὁ κύκλος καὶ ἡ ὀρθὴ γωνία διαιρεῖται) ὅταν οὖν τις ἔρηται πότερον τὰ ὅλα ἐστὶ πρότερα ἢ τὰ μόρια εἰς ἃ διαιροῦνται καὶ ἐξ ὧν εἰσιν, ἀνάγκη
15ἀπαντᾶν καὶ ἀποκρίνεσθαι ὅτι οὐχ ἁπλῶς, τουτέστιν ἀνάγκη πρὸς τὴν τοιαύτην ἐρώτησιν ἀποκρίνεσθαι ὅτι τὸ μέρος οὐχ ἁπλῶς καὶ μοναχῶς λέ‐ γεται ἀλλὰ πολλαχῶς. εἰ μὲν γὰρ τὸ μέρος τοῦ εἴδους λέγεις, πρότερόν ἐστι τοῦ ὅλου, ὡς πολλάκις εἴρηται· εἰ δὲ τοῦ συνθέτου τοῦ ἐξ ὕλης καὶ εἴδους, ὕστερον. ἀλλὰ ταῦτα μὲν τοῦ σαφοῦς χάριν προείρηται· αὐτὸς δὲ
20πάλιν τὸν τρόπον καθ’ ὃν δεῖ ἀποκρίνεσθαι ὑφηγεῖται, λέγων εἰ μὲν γάρ ἐστι καὶ ἡ ψυχὴ τὸ ζῷον, τουτέστιν, εἰ μὲν γάρ ἐστιν ἡ ψυχὴ τὸ κατὰ τὸ εἶδος ζῷον, ἤτοι εἰ μέν ἐστιν ἡ ψυχὴ τὸ τοῦ ζῴου εἶδος καὶ τὸ τί ἦν εἶναι ζῴῳ, ἢ εἰ μή ἐστιν ἡ ψυχὴ τὸ ζῴῳ εἶναι, ἀλλ’ ἔστι τὸ ζῴῳ εἶναι τὸ ἔμψυχον, ἢ εἰ μηδὲ τὸ ἔμψυχόν ἐστι τὸ ζῴῳ εἶναι, ἀλλ’ ἔστιν ἕκαστον
25ἡ ἑκάστου ψυχή, καὶ κατὰ ταύτην εἰδοποιεῖται, οἷον ὁ ἄνθρωπος κατὰ τὴν ἑαυτοῦ, καὶ ὁ ἵππος ὁμοίως κατὰ τὴν οἰκείαν, καὶ ὅλως ἕκαστον κατὰ τὴν ἰδίαν· ὡσαύτως καὶ εἰ ἔστιν ὁ κύκλος τὸ κύκλῳ εἶναι καὶ ἡ ὀρθὴ τὸ ὀρθῇ εἶναι—εἰ δὴ τοῦθ’ οὕτως ἔχει, τὶ μὲν καὶ τινὸς φατέον ὕστερον, οἷον τῶν ἐν τῷ λόγ, τουτέστι τὶ μὲν μέρος καὶ τινὸς ὅλου χρὴ λέ‐
30γειν ὕστερον, τὶ δὲ οὐχ ὕστερον ἀλλὰ πρότερον τοῦ ὅλου. τὶ μὲν οὖν, φησί, τῶν ἐν τῷ λόγ. λόγον δὲ ἐνταῦθα οὐ τὸ εἶδος λέγει, ἀλλὰ παρα‐ δόξως τὸ ἐξ ὕλης καὶ εἴδους. τούτων οὖν τῶν ἐν τῷ λόγῳ τὶ φατέον ὕστερον τοῦ ὅλου. καὶ τοῦ ὅλου δὲ οὐχ ἁπλῶς· οὐ γὰρ καὶ τοῦ κατὰ τὸ εἶδος, ἀλλὰ τοῦ τινὸς καὶ συνθέτου, οἷον τῆς τινὸς ὀρθῆς τῆς μετὰ τῆς
35ὕλης. ὥσπερ γὰρ ὀρθή ἐστι τὸ εἶδος τῆς ὀρθῆς, οὕτως ἐστὶν ὀρθὴ καὶ ἡ μετὰ τῆς ὕλης ἤτοι ἡ χαλκῆ. οὐ μόνον δὲ πάλιν ἡ μετὰ τῆς ὕλης
ὀρθή ἐστιν ἀλλὰ καὶ ἡ ἐν ταῖς γραμμαῖς ταῖς καθ’ ἕκαστα· καὶ γὰρ καὶ510
in Metaph
.

511

ἡ ὑπὸ τῶν καθ’ ἕκαστα τούτων τῶν γραμμῶν περιεχομένη γωνία ὀρθή ἐστιν. ἡ μὲν οὖν μετὰ τῆς ὕλης γωνία ἢ σφαῖρα ἢ ὅ τι ἂν εἴη τῶν μορίων αὐτῆς προτέρα ἐστίν, ἡ δὲ ἄνευ ὕλης τῶν μὲν ἐν τῷ λόγῳ ὑστέρα, τῶν δὲ ἐν τοῖς καθ’ ἕκαστα μορίων προτέρα. ἔστω δὲ ἐπὶ ἀνθρώπου
5σαφὲς τὸ λεγόμενον. ὁ μὲν οὖν κατὰ τὸ εἶδος ἄνθρωπος τοῦ μὲν ζῴου καὶ πεζοῦ καὶ δίποδός ἐστιν ὕστερος, τῆς δ’ ἐν ἐμοὶ χειρὸς καὶ ποδὸς πρό‐ τερος· ὁμοίως ὁ μὲν κατὰ τὸ εἶδος κύκλος τοῦ μὲν σχήματος καὶ τοῦ ἐπι‐ πέδου καὶ τῶν τοιούτων ὕστερος, τῶν δὲ τμημάτων τοῦ χαλκοῦ κύκλου καὶ ἁπλῶς τῶν μερῶν αὐτοῦ πρότερος. οὕτω μὲν δεῖ πρὸς τὴν ἐρώτησιν
10ἀπαντᾶν, ἁπλῶς δὲ καὶ ἀδιορίστως λέγοντι ὅτι τὸ μέρος πρότερον ἢ τὸ ὅλον οὐδαμῶς ἀποκριτέον. εἰπὼν δὲ ὅτι εἰ μὲν ἔστιν ἡ ψυχὴ ζῷον, τὰ μέρη αὐτῆς φατέον πρότερα τοῦ ζῴου, καὶ τὰ λοιπὰ ὅσα εἴρηται, τὴν ἀπό‐ δοσιν τοῦ μέν συνδέσμου ποιεῖται λέγων εἰ δὲ μή ἐστιν ἡ ψυχὴ ζῷον, ὡς εἶναι τὴν τοῦ λόγου συνέχειαν τοιαύτην· εἰ μέν ἐστιν ἡ ψυχὴ ζῷον,
15τὰ μέρη αὐτῆς φατέον πρότερα τοῦ ὅλου, εἰ δὲ μή ἐστιν ἡ ψυχὴ ζῷον, ἤτοι τὸ κατὰ τὸ εἶδος ζῷον, καὶ οὕτω τὰ μὲν φατέον τῶν μερῶν πρότερα, τὰ δ’ οὐ φατέον· ὁποῖον γὰρ ἂν εἴη τὸ τῶν ζῴων εἶδος, τὰ μέρη αὐτοῦ πρότερα ἔσονται τῆς αὐτοῦ ὁλότητος. p. 1036a26 Ἀπορεῖται δ’ εἰκότως καὶ ποῖά ἐστι τοῦ εἴδους μέρη
20καὶ ποῖα ο, ἀλλὰ τοῦ συνειλημμένου. Ἐπειδὴ πολλαχοῦ περὶ μέρους καὶ ὅλου τὸν λόγον ποιούμενος ἔλεγεν ὡς τὰ μὲν τοῦ εἴδους μέρη πρότερά ἐστιν αὐτοῦ, τὰ δὲ τοῦ συνθέτου ὕστερα, λέγει ὡς εἰκότως ἂν ἀπορήσειέ τις καὶ ποῖά ἐστι τὰ τοῦ εἴδους μέρη καὶ ποῖα τοῦ συνθέτου· τὸ γὰρ συνειλημμένον τοῦ συνθέτου ἐστὶ
25δηλωτικόν. ἐπειδὴ γάρ, ὡς πολλάκις εἴπομεν, οἱ ὁρισμοὶ τῶν εἰδῶν εἰσιν, ἀγνοούμενα τίνα ἐστὶ τὰ τούτων μέρη οὐκ ἂν εἴη ὁρίσασθαι· ὥστε εἰ μὴ ᾖ φανερὸν ποῖά ἐστι μέρη ὡς ὕλη καὶ ποῖα οὐκ ἔστιν, οὐδὲ ὁ λόγος τοῦ πράγματος ἔσται φανερός. ταῦτα εἰπὼν λέγει ὅτι ὅσα μὲν ἐπιγίνονται ἐφ’ ἑτέρων τῷ εἴδει, τουτέστιν ἐν διαφόροις εἴδεσιν, οἷον ἡ σφαῖρα
30καὶ ἐν χαλκῷ καὶ ξύλῳ καὶ λίθῳ καὶ χρυσῷ καὶ ἐν μολίβδῳ καὶ ἐν ἄλ‐ λοις πολλοῖς διαφέρουσι τῷ εἴδει, τούτων τῶν ἐφ’ ἕτερα τῷ εἴδει ἐπιγινο‐ μένων φανερά ἐστι τὰ ὡς ὕλη μέρη· ὁ γὰρ χαλκὸς καὶ τὸ ξύλον οὐκ ἔστι τῆς οὐσίας τοῦ κύκλου ἢ τῆς σφαίρας, τουτέστιν οὐκ ἔστι τῶν συνιστών‐ των τὸν κατὰ τὸ εἶδος κύκλον διὰ τὸ χωρίζεσθαι αὐτὸν τοῦ ξύλου καὶ τοῦ
35χαλκοῦ καὶ τῶν τοιούτων, τοῦ δὲ σχήματος καὶ τοῦ ἐπιπέδου καὶ ὅλως τῶν τὴν οὐσίαν αὐτοῦ συνιστώντων οὐδαμῶς χωρίζεται. ὅσα μὲν δὴ χω‐ ρίζεται καὶ ἐν διαφέρουσι τῷ εἴδει ὑποκειμένοις γίνεται, τούτων δῆλά ἐστι
τὰ ὡς ἐν ὕλῃ μέρη. ὅσα δὲ μὴ χωρίζεται ἀλλ’ ἀεὶ ἐν τοῖς αὐτοῖς γίνε‐511
in Metaph
.

512

ται, ὥσπερ ὁ ἄνθρωπος ἀεὶ ἐν ὀστοῖς καὶ σαρξὶ καὶ ἐν νεύροις, καὶ ὁ ἵππος παραπλησίως, καὶ ἁπλῶς τὰ ζῷα, τούτων οὐκ ἔστι προφανῆ τίνα τὰ ὡς ἐν ὕλῃ μέρη. ὅμως φησὶ καὶ ἐπὶ τούτων οὐδὲν κωλύειν ὁμοίως ἔχειν τῷ κύκλῳ· ὥσπερ γὰρ ὁ χαλκὸς καὶ τὸ ξύλον οὐδέν εἰσι τῆς τοῦ
5κατὰ τὸ εἶδος κύκλου οὐσίας, οὕτως οὐδ’ αἱ σάρκες καὶ τὰ νεῦρα τῆς κατὰ τὸ εἶδος τοῦ ἀνθρώπου ἢ τοῦ ἵππου οὐσίας εἰσίν. ὥσπερ γὰρ κἂν οἱ κύκλοι πάντες ἦσαν χάλκινοι καὶ μὴ ἐνεδέχετο ἐν ἄλλῳ ὑποκειμένῳ τὸ τοῦ κύκλου εἶδος γενέσθαι, ἀλλ’ ἀεὶ ἐν χαλκῷ ἦν, ἐφαίνετο ἂν χαλκὸς ὅτι τῆς οὐσίας αὐτοῦ ἐστι διὰ τὸ μὴ ἐν ἄλλῳ γίνεσθαι, ὅμως οὐκ ἂν ἦν
10οὐδὲ τότε ὁ χαλκὸς τῆς οὐσίας αὐτοῦ, εἴπερ οὐδὲ νῦν ἐστι, κἂν χαλεπὸν ἦν καὶ οὐ ῥᾴδιον τὸ χωρίσαι τοῦτον ἀπὸ τοῦ χαλκοῦ (νῦν γὰρ τοῦτο ὁρα‐ τόν ἐστιν, λέγω δὴ τὸ χωρίζειν αὐτὸν ἀπὸ τοῦ χαλκοῦ) οὕτω καὶ τὸ τοῦ ἀνθρώπου εἶδος εἰ καὶ ἀεὶ ἐν τοῖς αὐτοῖς γίνεται, ὅμως οὐδέν ἐστι τῆς οὐσίας αὐτοῦ τὰ ὀστᾶ καὶ αἱ σάρκες. καὶ ὃ μὲν εἰπεῖν βούλεται τοῦτό
15ἐστιν, αὐτὸς δὲ οὐ κατὰ ἀπόφασιν τὸν λόγον προήνεγκεν, ἀλλὰ κατ’ ἐρώ‐ τησιν, λέγων οἷον τὸ τοῦ ἀνθρώπου εἶδος ἀεὶ ἐν σαρξὶ γίνεται καὶ ὀστοῖς· ἆρ’ οὖν ἐστι ταῦτα μέρη τοῦ εἴδους καὶ τοῦ λόγου; καὶ ἐρωτήσας ἀποκρίνεται λέγων ἢ οὔ, τουτέστιν ἢ οὔκ εἰσι μέρη αὐτοῦ οὐδα‐ μῶς, ἀλλ’ ὕλη εἰσίν· ἀλλὰ διὰ τὸ μὴ καὶ ἐπ’ ἄλλων ἐπιγίνεσθαι τὸ
20τοῦ ἀνθρώπου εἶδος, ὥσπερ τὸ τοῦ κύκλου, ἀδυνατοῦμεν χωρίσαι. ἐπεὶ δὲ τοῦτο μέν, λέγω δὴ τὸ εἶδος τοῦ ἀνθρώπου, χωρίζειν τῇ ἐπινοίᾳ τῶν σαρκῶν καὶ ὀστῶν ἐνδέχεται, ἄδηλον δέ ἐστι πότε χωρισθήσεται (οὐ γάρ ἐστι δῆλον ὥσπερ ἐπὶ τοῦ κύκλου), ἀποροῦσί τινες (λέγων τινὰς τοὺς Πυ‐ θαγορείους), καὶ ἐπὶ τοῦ κύκλου καὶ τοῦ τριγώνου καὶ ἐπὶ τῆς γραμμῆς,
25λέγοντες ὡς οὐ χρὴ ταῦτα γραμμαῖς ὁρίζεσθαι καὶ λέγειν ‘κύκλος ἐστὶ σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον,‘ ἢ ‘τρίγωνον τὸ ὑπὸ τριῶν γραμμῶν‘, ἢ πάλιν ‘γραμμή ἐστι μῆκος συνεχὲς ἐφ’ ἓν διαστατόν‘· ἡ γὰρ γραμμὴ τῷ τε κύκλῳ καὶ τῷ τριγώνῳ ὡς ὕλη ὑπόκειται, ὁμοίως δὲ καὶ τὸ συνεχὲς τῇ γραμμῇ, ὥσπερ καὶ αἱ σάρκες καὶ τὰ ὀστᾶ τῷ ἀν‐
30θρώπῳ καὶ ὁ χαλκὸς τῷ ἀνδριάντι· εἰ οὖν τὸν ἄνθρωπον διὰ τῶν ὀστῶν καὶ σαρκῶν μὴ ὁριζόμεθα διὰ τὸ εἶναι μέρη ὑλικά, οὐδ’ ἄρα τὸν κύκλον καὶ τὸ τρίγωνον διὰ τῆς γραμμῆς ὁρίζεσθαι χρή, οὔτε τὴν γραμμὴν διὰ τοῦ συνεχοῦς, καὶ διὰ τοῦτο, λέγω δὴ τὸ λέγειν ὅτι ἡ γραμμὴ καὶ τὸ συνεχὲς ὡς ὕλη εἰσὶ τῷ τριγώνῳ καὶ τοῖς λοιποῖς, ἀνάγουσι ταῦτα πάντα
35εἰς τοὺς ἀριθμούς, διὰ τὸ ἀύλους αὐτοὺς εἶναι καὶ μὴ ἔχειν ὑποκείμενόν τι ὡς ὕλην, ἀλλ’ αὐτοὺς καθ’ αὑτοὺς εἶναι, καί φασιν ὅτι ὁ λόγος τῆς γραμμῆς ἐστιν ὁ τῆς δυάδος. ἐπειδὴ γὰρ δυάς ἐστι τὸ πρῶτον διαστατόν (εἰς πρώτην γὰρ τὴν δυάδα ἡ μονὰς διέστη, καὶ οὕτως εἰς τὴν τριάδα καὶ
τοὺς ἑξῆς ἀριθμούς), εἴπερ ὁριζόμεθα, φασί, τὴν γραμμήν, οὐ χρὴ λέγειν512
in Metaph
.

513

αὐτὴν ποσὸν ἐφ’ ἓν διαστατόν, ἀλλὰ γραμμή ἐστι τὸ πρῶτον διαστατόν· τὸ γὰρ πρῶτον οὐχ ὡς ὕλη ἐστὶ καὶ ὑπόκειται τῇ γραμμῇ, ὥσπερ τὸ συνεχές. καὶ τῶν τὰς ἰδέας λεγόντων οἱ μέν φασιν ὅτι ἡ αὐτογραμμὴ ἤτοι τὸ εἶδος τῆς γραμμῆς, ὅπερ ἐστὶν ἕτερον παρὰ τὰς καθ’ ἕκαστα γραμ‐
5μάς, ἡ δυάς ἐστιν, οἱ δὲ λέγουσιν ὅτι οὐκ ἔστιν ἡ αὐτογραμμὴ ἡ δυάς, ἀλλ’ αὐτογραμμή ἐστι τὸ εἶδος τῆς γραμμῆς. καί φασιν οἱ οὕτω λέγοντες ὅτι τινὰ μὲν τό τε εἶδος καὶ τὸ οὗ ἐστιν εἶδος ταὐτά ἐστιν, οἷον ὁ ἄν‐ θρωπος καὶ ὁ Σωκράτης, οὗ ἐστιν εἶδος ὁ ἄνθρωπος, ταὐτόν εἰσι, καὶ ἡ αὐτοδυὰς καὶ ἥδε ἡ δυάς, ἧς ἐστιν εἶδος ἡ αὐτοδυάς, ταὐτά ἐστιν· ἐπὶ δὲ
10τῆς γραμμῆς τοῦτο οὐ συγχωροῦσιν, ἀλλὰ τὴν μὲν γραμμὴν τήνδε τὴν μερικὴν εἶναι γραμμὴν λέγουσιν, τὸ δὲ εἶδος αὐτῆς μὴ εἶναι γραμμὴν ἀλλὰ δυάδα. καὶ ἐνίσταται εὐθὺς πρὸς τὸν λέγοντα λόγον μὴ εἶναι γραμμὴν τὴν ὡς εἶδος γραμμήν, ἀλλὰ δυάδα, λέγων συμβαίνει δὴ ἓν τῶν πολ‐ λῶν εἶδος εἶναι, τουτέστιν ἐκ τούτου τοῦ λόγου συμβαίνει ἓν εἶδος εἰδι‐
15κώτατον πολλῶν καὶ διαφερόντων τῷ εἴδει εἶναι· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ ὧν τὸ εἶδος φαίνεται ἕτερον. εἰ γὰρ ἡ αὐτὴ δυάς ἐστιν εἶδος τῶν κατὰ μέρος γραμμῶν, ἔστι δὲ ἡ αὐτὴ εἶδος καὶ τῶν κατὰ μέρος δυ‐ άδων, αἱ δὲ μερικαὶ γραμμαὶ καὶ δυάδες διαφέρουσι τῷ εἴδει, ἔστιν ἄρα ἓν εἶδος δύο διαφερόντων τῷ εἴδει. εἰ δὲ τοῦτο, διὰ τί οὐκ ἔσται ἡ αὐτὴ
20δυὰς εἶδος καὶ τῶν μερικῶν ἀνθρώπων καὶ ἵππων καὶ βοῶν καὶ ἁπλῶς ἁπάντων; τίς γὰρ ἡ ἀποκλήρωσις δυοῖν μὲν εἶναι εἶδος διαφερόντοιν τῷ εἴδει, τῶν δὲ ἄλλων μὴ εἶναι; ὥστε συμβαίνει ἐκ τούτου ἓν πάντων εἶναι εἶδος καὶ μὴ εἶναι πολλὰς ἰδέας, καὶ ἔσονται πάντα ἓν καὶ μιᾶς φύσεως οἵ τε ἄνθρωποι καὶ οἱ ἵπποι καὶ τὰ ἄλλα πάντα· ὧν γὰρ τὸ εἶδος ἕν, καὶ
25ἡ φύσις αὐτῶν μία. p. 1036b21 Ὅτι μὲν οὖν ἔχει τινὰ ἀπορίαν τὰ περὶ τοὺς ὁρισμούς, καὶ διὰ τίνα αἰτίαν, εἴρηται. διὸ καὶ τὸ πάντα ἀνάγειν οὕτω. Συμπεραίνεται τὰ πολλάκις ῥηθέντα καί φησιν ὅτι μὲν οὖν ἔχει τινὰ ἀπορίαν τὰ περὶ τοὺς ὁρισμούς, καὶ διὰ τίνα αἰτίαν· εἶπε
30γὰρ ὅτι διὰ τί ἐπὶ μὲν τῆς συλλαβῆς λαμβάνομεν τὰ στοιχεῖα ἐπὶ δὲ τοῦ κύκλου τὰ τμήματα οὐδαμῶς, καὶ ἄλλα ἅττα εἴρηται. τὸ δὲ πάντα ἀνάγειν καὶ ἰδέας ποιεῖν χωρίζοντας τὴν ὕλην περίεργον. ἐπ’ ἐνίων γὰρ φανερὸν ὅτι τόδε ἐν τῷδέ ἐστιν, οἷον τὸ εἶδος ἐν τῇ ὕλῃ· τὸ γὰρ τῆς οἰκίας εἶδος ἐν λίθοις καὶ ξύλοις ἐστὶ καὶ τὸ τοῦ ἀνδριάντος ἐν χαλκῷ, ἀλλ’ οὐ χωριστὰ
35αὐτὰ καθ’ αὑτά. καὶ τοῦτο ὁμολογοῦσι καὶ οἱ τὰς ἰδέας τιθέμενοι. εἰ δὲ τοῦτο, τίνος ἕνεκα αὐτῶν μὲν ἰδέαι οὔκ εἰσιν; τὸ δ’ ἴσως πρόσκειται ἢ διὰ φιλόσοφον εὐλάβειαν, ἢ ὅτι τοῦτο δείξει μετ’ ὀλίγον, λέγω δὴ τὸ
μὴ εἶναι ἰδέας, ἢ καὶ διὰ τὰ προδεδειγμένα ἐν τῷ μείζονι Α καὶ τοῖς513
in Metaph
.

514

ἐφεξῆς. εἰπὼν δὲ ὅτι ἔνια τόδε ἐν τῷδε ἔστιν, ἐπήγαγεν ἢ ὡδὶ ἔχοντα· ἡ γὰρ τοιαδὶ σύνθεσις τῶν λίθων καὶ τὸ ὡδί πως ἔχειν ἀλλὰ μὴ ὡδί ἐστιν ἡ οἰκία. ταῦτα εἰπὼν αἰτιᾶται τὸν νεώτερον Σωκράτην ὡς οὐ καλῶς ἐκ τῆς ἐπαγωγῆς κατασκευάζοντα τὸ εἶναι ἰδέας. νεώτερον δὲ Σωκράτην
5ἢ τὸν Πλάτωνα λέγει, ἢ, ὃ καὶ μᾶλλον, τὸν ὁμώνυμον τῷ τοῦ Πλάτωνος διδασκάλῳ Σωκράτην. ποιεῖται γάρ τινα Σωκράτην ὁ Πλάτων προσδια‐ λεγόμενον μετὰ τοῦ γηραιοῦ Σωκράτους. οὗτος δὴ ὁ Σωκράτης ἀπό τινος ἀληθοῦς κατασκευάζειν ἐπειρᾶτο ὅτι ἔστιν ἄνθρωπος ἄνευ μερῶν ὑλικῶν· ἔλεγε γὰρ ὅτι ὥσπερ ἄνευ χαλκοῦ καὶ ἄνευ λίθου καὶ ξύλου δύναται εἶναι
10κύκλος, οὕτως καὶ ἄνθρωπος χωρὶς σαρκῶν καὶ ὀστῶν. ἀλλ’ ἐπὶ μὲν τοῦ κύκλου τοῦτο ἀληθὲς ὅτι οὐκ ἔστιν ὡρισμένον τοῦτο τὸ ὑποκείμενον τῷ κύκλῳ, ἀλλὰ πέφυκε τὸ τοιοῦτον σχῆμα γίνεσθαι καὶ ἐν χρυσῷ καὶ ἐν ξύλῳ καὶ ἐν παντὶ στερεῷ σώματι, ἐπὶ δὲ τοῦ ἀνθρώπου οὐκ ἀληθές. ὥσπερ γὰρ οὐκ ἔστιν εὑρεῖν κύκλον ὅλως ἄνευ σώματος, κἂν εἰ ἐν παντὶ
15στερεῷ καὶ οὐχ ὡρισμένῳ πέφυκε γίνεσθαι σώματι, οὕτως οὐδ’ ἄνθρωπον ἄνευ σαρκῶν καὶ ὀστῶν ἐν ὑποστάσει δύναταί τις εὑρεῖν, ἀλλὰ χωρίζει μὲν αὐτὸν τῇ ἐπινοίᾳ ἀπὸ τῶν κατὰ μέρος ἀνθρώπων, ὥσπερ καὶ τὸν κύκλον, ἐν ὑποστάσει δὲ ὡς ὁ Ἀλέξανδρος οὐ δύναται εἶναι, ἀλλ’ εἰ καὶ τῶν καθ’ ἕκαστα αὐτὸν ἀποσυλᾷ, ἀλλ’ οὖν πάλιν μετὰ σαρκὸς καὶ ὀστῶν
20περιφαντάζεται αὐτόν. οὐκ ἔστιν οὖν, φησίν, ὅμοιον τὸ ἐπὶ τοῦ κύκλου παρὰ τοῦ νεωτέρου Σωκράτους λεγόμενον καὶ τὸ ἐπὶ τοῦ ζῴου· αἰσθητὸν γάρ τι τὸ ζῷον καὶ ἄνευ κινήσεως (λέγει δὲ κίνησιν τὴν ὕλην) καὶ ὑπο‐ κειμένου οὐκ ἔστιν ὁρίσασθαι, ἤτοι οὐκ ἔστι τὸ αἰσθητὸν ζῷον οἷον ἂν καὶ εἴη ἄνευ ὑποκειμένου καὶ ὕλης ὁρίσασθαι, εἴπερ τις ἀκριβῶς ὁρίζοιτο.
25ἐπεὶ οὖν οὐκ ἔστιν αὐτοζῷον, ὡς δέδεικται καὶ δειχθήσεται, ἀλλὰ πᾶν ζῷον ὕπαρξιν ἔχον αἰσθητόν ἐστιν (τὸ γὰρ καθόλου ζῷον οὐκ ἐν ὑπάρξει, ἀλλ’ ἐπινοίᾳ), πῶς ἂν ζῷον αἰσθητὸν ἄνευ ὕλης ὁρισθείη; ἀλλὰ τὰ μὲν καθόλου χωρὶς ὕλης ὁρίζεται ἅτε ἐπινοίᾳ ὄντα, τὰ δὲ καθ’ ἕκαστα οὐ‐ δαμῶς. δύναται διὰ τοῦ αἰσθητὸν γάρ τι τὸ ζῷον καὶ ἄνευ κινήσεως
30οὐκ ἔστιν ὁρίσασθαι δηλοῦν τὸ πᾶν ζῷον αἰσθητόν ἐστι, πᾶν δὲ ζῷον αἰσθητὸν οὐ δύναται ὁρισθῆναι ἤτοι ὕπαρξιν ἔχειν ἄνευ σαρκῶν καὶ ὀστῶν· οὐ δύναται οὖν ζῷον αἰσθητὸν ἄνευ τῶν μερῶν αὐτοῦ ἐχόντων πως ἢ εἶναι ἢ ὅλως ὁρισθῆναι. εἰπὼν δὲ διὸ ἄνευ τῶν μερῶν ἐχόντων πως, ἐξηγεῖται τίνος ἕνεκε τὸ πῶς προσέθηκε λέγων οὐ γὰρ πάντως τοῦ
35ἀνθρώπου μέρος χείρ. οὐ γάρ, εἰ καὶ κατεξηραμμένη ἐστὶ καὶ ὅλως ἀκίνητος, λεχθείη ἂν αὐτοῦ μέρος, ἀλλὰ τότε λεχθήσεται αὐτοῦ μέρος, ὅταν τὸ ἔργον αὐτῆς ἀποτελῇ. τὸ δ’ ἔργον αὐτῆς ποιήσει καὶ μέρος τοῦ ἀνθρώπου λεχθήσεται, ὅταν κατὰ φύσιν ἔχῃ· ὅταν δὲ μὴ ἔχῃ ἀλλ’ ἔστιν
οἷον ἄψυχος, οὔτε τὸ ἔργον αὐτῆς ποιήσει οὔτε μέρος λεχθήσεται.514
in Metaph
.

515

p. 1036b32 Περὶ δὲ τὰ μαθηματικ, διὰ τί οὔκ εἰσι μέρη οἱ λόγοι τῶν λόγων, οἷον τοῦ κύκλου τὰ ἡμικύκλια; Εἰπὼν πρότερον ὅτι ἐπὶ μὲν τῷ τῆς συλλαβῆς λόγῳ λαμβάνεται τὰ στοιχεῖα διὰ τὸ μὴ εἶναι ὕλης μέρη ἀλλ’ εἴδους, ἐπὶ δὲ τοῦ κύκλου οὐ
5λαμβάνεται τὰ ἡμικύκλια, ὅτι ἔνυλά εἰσι καὶ μέρη ὕλης, συνεῖδεν ἔνστασίν τινα δυναμένην πρὸς τὸν λόγον φέρεσθαι, ἣν παρατίθησι καὶ λύει. ἔφθη‐ μεν δὲ ἡμεῖς εἰπόντες ὅτε περὶ τῆς συλλαβῆς ἔλεγεν, ὅπως τὰ μὲν ἡμικύκλια ὕλης εἰσὶ μέρη, τὰ δὲ στοιχεῖα οὔκ εἰσιν· καὶ οἶμαι καὶ ταῦτα ἐκείνοις ἔδει συντάττεσθαι, καὶ ἴσως ὑπὸ μὲν Ἀριστοτέλους συντέ‐
10τακται (ἐν οὐδεμιᾷ γὰρ τῶν ἄλλων αὐτοῦ πραγματειῶν εὑρίσκεται τοιοῦτόν τι πεποιηκὼς ὁποῖα ἐνταῦθα φαίνεται), ὑπὸ δὲ τοῦ Εὐδήμου κεχώρισται. ἔστι δὲ ἡ ἔνστασις τοιαύτη· διὰ τί οὔκ εἰσιν οἱ λόγοι τῶν ἡμικυκλίων ἤτοι τὰ ἡμικύκλια μέρη τοῦ λόγου τοῦ κύκλου; οὐ γάρ ἐστιν αἰσθητά, ὡς ὁ χαλκὸς καὶ τὰ ὀστᾶ καὶ αἱ σάρκες, ἵνα ὡς ὕλης μέρη ταῦτα λέγη‐
15ται. εἰ δ’ οὔκ εἰσιν ὑλικά, διὰ τί οὐκ ἐν τῷ τοῦ κύκλου λόγῳ ἐλήφθη; καὶ λύει ταύτην λέγων ἢ οὐδὲν διαφέρει; κἄν τε γὰρ αἰσθητά ἐστι τὰ ἡμικύκλια κἄν τε μὴ αἰσθητά, ὕλης εἰσὶ μέρη καὶ ὕλη· οὐ γὰρ πᾶσα ὕλη αἰσθητὴ οὐδὲ πάλιν μόνον τῶν αἰσθητῶν ἐστιν ὕλη, ἀλλ’ ἔστι καὶ ὕλη μὴ αἰσθητή, ἔστι καὶ ὕλη μὴ αἰσθητῶν, καὶ οὐδὲν κωλύει μὴ αἰσθη‐
20τῶν ὄντων τῶν τμημάτων εἶναι αὐτῶν ὕλην οὐκ αἰσθητήν. καὶ ἁπλῶς παντός, ὃ μή ἐστι τί ἦν εἶναι καὶ εἶδος αὐτὸ καθ’ αὑτό, ἔστι τούτου ὕλη· ὥστε δῆλον ἐκ τούτου ὅτι καὶ ὁ καθόλου ἄνθρωπος ἐπειδὴ μή ἐστι καθ’ αὑτόν, ἔστι καὶ αὐτοῦ ὕλη, ἀλλὰ νοητή· ἡ μὲν γὰρ τῶν ὑλῶν αἰσθητή ἐστιν ἡ δὲ νοητή. ὥστε δῆλον ὅτι τοῦ μὲν καθόλου κύκλου τὰ
25ἡμικύκλια οὐκ ἔσται μέρη οὐδὲ ληφθήσεται ἐν τῷ λόγῳ αὐτοῦ· τῶν δὲ καθ’ ἕκαστα ἔσται μέρη ταῦτα, ὥσπερ εἴρηται. πῶς δὲ τὰ ἡμικύκλια, κἂν νοητὰ ᾖ, ὕλη εἰσίν, εἴπομεν ἱκανῶς, ὅτι ἡ διάστασις, ἣν ὅτι ἔχει νοοῦμεν, ὕλης ἐστίν· τὸ γὰρ εἶδος ἀδιάστατον καὶ ἀμερές, τὴν δὲ διάστασιν ἔχει διὰ τὴν ἐν ᾗ ἐστιν ὕλην. ἐκ πάντων δὴ δῆλόν ἐστιν ὅτι ἡ μὲν ψυχὴ
30οὐσία ἐστὶν ἡ πρώτη, τουτέστι τὸ εἶδος, τὸ δὲ σῶμα ὕλη. περὶ δὲ τούτων ἀκριβῶς ἐρρέθη ἐν τῷ Β τῶν Περὶ ψυχῆς, ὅτι τὸ μὲν σῶμά ἐστιν ὕλη, ἡ δὲ ψυχὴ εἶδος, ὁ δὲ καθόλου ἄνθρωπός ἐστι τὸ ζῷον τὸ ἐξ ἀμφοῖν, τοῦ τε καθόλου σώματος καὶ τῆς καθόλου ψυχῆς. Σωκράτης δὲ καὶ Κορίσκος, φησίν, εἰ μέν ἐστι καὶ ἡ ψυχὴ αὐτοῦ εἶδος αὐτοῦ καὶ εἰδοποιεῖται κατ’
35αὐτήν, ἔσται διττὸν ζῷον ἐκ ψυχῆς καὶ σώματος ἤτοι ἐξ εἴδους καὶ ὕλης· καὶ οἱ μὲν τῶν ἀνθρώπων ἐροῦσι τὸν Σωκράτην ὡς ψυχήν, τουτέστιν ὡς
εἶδος, ἀφορῶντες εἰς τὴν ψυχὴν αὐτοῦ μόνην, οἱ δὲ ἐροῦσιν αὐτὸν ὡς τὸ515
in Metaph
.

516

σύνολον, ἤτοι ἐκ ψυχῆς καὶ σώματος, ἀποβλέποντες εἰς ἀμφότερα. εἰ δὲ ἁπλῶς ἡ ψυχὴ ἥδε καὶ σῶμα τόδε, τουτέστιν εἰ δέ τις τὴν τοῦ Σωκράτους ψυχὴν οὐκ εἶδος τοῦ Σωκράτους λέγει ἁπλῶς, ὡς ἔχει ἡ καθόλου ἀνθρώπειος ψυχὴ πρὸς τὸ καθόλου ἀνθρώπειον σῶμα, ἕξει καὶ ἡ
5καθ’ ἕκαστα πρὸς τὸ καθ’ ἕκαστον. εἰ μὲν οὖν ἐστιν εἶδος τοῦ καθ‐ όλου ἀνθρωπείου σώματος ἡ καθόλου ἀνθρώπειος ψυχή, ἔσται καὶ ἡ τοῦ Σωκράτους ψυχὴ πρὸς τὸ τοῦ Σωκράτους σῶμα εἶδος. εἰ δὲ μή ἐστιν ἡ καθόλου ἀνθρώπειος ψυχὴ τοῦ καθόλου ἀνθρωπείου σώματος εἶδος, οὐδ’ ἡ καθ’ ἕκαστα τοῦ καθ’ ἕκαστα. ἐπεὶ δὲ τῆς φυσικῆς ἐστι τὸ περὶ τῶν
10ἐνύλων εἰδῶν θεωρεῖν, ἀλλ’ οὐ τῆς προκειμένης πραγματείας, αὐτὸς δὲ δι’ ὅλου τοῦ βιβλίου περὶ τῶν ἐνύλων εἰδῶν τὴν σκέψιν ἐποιήσατο, ὥσπερ ἑαυτῷ ἀπολογίαν ποριζόμενός φησι πότερον ἔστι τι παρὰ τὴν ὕλην τῶν τοιούτων οὐσιῶν ἄλλη, τουτέστι παρὰ τὴν ἔνυλον οὐσίαν ἤτοι παρὰ τὸ ἔνυλον εἶδος, καὶ δεῖ ζητεῖν τοιαύτην οὐσίαν οἷον ἀριθμούς (λέγει
15δὲ ἀριθμοὺς τὰς ἰδέας) ἤ τι τοιοῦτον· καί φησιν ὅτι ὕστερον ἐπισκεψό‐ μεθα περὶ τούτου. καὶ ζητήσει καὶ ἐν τῷ παρόντι βιβλίῳ, ζητήσει δὲ μάλιστα καὶ ἐν τῷ Μ. διὰ γὰρ τὸ γνῶναι, φησίν, εἴτε εἰσὶν εἴδη παρὰ τὰ ἔνυλα εἴτε μή, περὶ τῶν αἰσθητῶν οὐσιῶν (λέγων αἰσθητὰς οὐσίας τὰ ἔνυλα εἴδη), πειρώμεθα διορίζειν. οὐ γὰρ τῆς προκειμένης καὶ πρώτης
20φιλοσοφίας ἐστὶ τὸ περὶ τῶν τοιούτων θεωρεῖν, ἀλλὰ τῆς φυσικῆς καὶ δευ‐ τέρας φιλοσοφίας ἡ περὶ τὰς αἰσθητὰς οὐσίας. οὐ μόνον γὰρ τοῦ φυσικοῦ ἐστι τὸ περὶ τῆς ὕλης θεωρεῖν, ἀλλὰ καὶ περὶ τοῦ ἐνύλου εἴδους, καὶ μάλιστα, ὡς ἐν τῷ Β τῆς Φυσικῆς ἀκροάσεως ἔγνωμεν. ἀλλὰ καὶ περὶ τῶν ὁρισμῶν, φησί, πῶς ἐστι μέρη τὰ ἐν τῷ ὁρισμῷ τοῦ ὁρισμοῦ, καὶ
25πῶς εἷς ἐστιν ὁ ὁρισμὸς ἐκ πλειόνων ὑπάρχων, ἐκ γὰρ γένους καὶ δια‐ φορῶν (δῆλον γὰρ ὅτι ἐπειδὴ τὸ πρᾶγμα, οἷον τὸ ὁριστόν, ἕν ἐστι, καὶ αὐτὸς εἷς ἐστιν· πᾶν δὲ πρᾶγμα ἔχον μέρη δῆλον ὥς τινι ἑνοῦντι αὐτό ἐστιν ἕν), περὶ τούτων δὴ σκεπτέον ὕστερον, καὶ ἐρεῖ περὶ τούτων πρὸ πάντων, ὅσον οὔπω.
30 Ταῦτα εἰπὼν ἀνακεφαλαιοῦται τὰ διὰ πλειόνων λεχθέντα καί φησι τί μὲν οὖν ἐστι τὸ τί ἦν εἶναι, ὅτι ἐστὶν ἡ συγκατατεταγμένη τοῖς καθ’ ἕκαστα οὐσία καὶ συνῃρημένως νοουμένη, καὶ πῶς αὐτὸ καθ’ αὑτὸ τὸ τί ἦν εἶναι ἔστιν, εἴρηται καθόλου περὶ παντός, καὶ διὰ τί τῶν μὲν ὁ λόγος τοῦ τί ἦν εἶναι ἔχει τὰ μόρια τοῦ ὁριζομένου, ὡς ἐπὶ
35τῆς συλλαβῆς ἐλέγομεν, τῶν δ’ ο, ὡς ἐπὶ τοῦ κύκλου· καὶ ὅτι ἐν τῷ τῆς οὐσίας καὶ τοῦ εἴδους λόγῳ τὰ ὡς ὕλη μόρια οὐκ ἐνέσται, ὡς
ἐπὶ τοῦ ἀνθρώπου· οὐ γάρ εἰσιν ἐν τῷ λόγῳ αὐτοῦ σάρκες καὶ ὀστᾶ· οὐδὲ516
in Metaph
.

517

γάρ εἰσιν ἐκείνης τῆς οὐσίας καὶ τοῦ εἴδους αἱ σάρκες καὶ τὰ ὀστᾶ μό‐ ρια, ἀλλὰ τῆς συνόλου, λέγω δὴ τῆς συνθέτου τῆς ἐξ ὕλης καὶ εἴδους. τῆς δὲ συνθέτου οὐσίας τρόπον μέν τινα ἔστιν ὁρισμός, τρόπον δέ τινα οὐκ ἔστιν· κατὰ μὲν γὰρ τὴν ὕλην τὴν ἐν αὐτῇ, οἷον σαρκῶν καὶ ὀστῶν καὶ
5νεύρων, οὐκ ἔστιν (ἀόριστον γὰρ ἡ ὕλη, τῶν δ’ ἀορίστων οὐκ ἔστιν ὁρισμός), κατὰ δὲ τὴν πρώτην οὐσίαν καὶ τὸ εἶδος ἔστιν. ἐπειδὴ γὰρ ὁ Σωκράτης ὑπὸ τὸν ἄνθρωπον, ἔστι δὲ τοῦ ἀνθρώπου ὁρισμός, ἔσται καὶ τοῦ Σωκράτους τρόπον τινά. εἰπὼν δὲ ὅτι κατὰ τὴν πρώτην οὐσίαν ἔστιν, τίς ἐστιν ἡ πρώτη οὐσία ἐπήγαγεν· ἡ οὐσία γάρ ἐστι τὸ εἶδος τὸ
10ἐνόν, ἴσον λέγων, οὐδὲν ἄλλο ἐστὶν ἡ πρώτη οὐσία ἢ τὸ εἶδος τὸ ἐν‐ υπάρχον τῇ ὕλῃ. τὸ δὲ μεταξὺ τεθέν, οἷον ἀνθρώπου ὁ τῆς ψυχῆς λόγος, τοιοῦτον ἂν εἴη· τὸ εἶδος τοῦ ἀνθρώπου ὁ λόγος ἐστὶν τῆς ψυχῆς ἤτοι αὐτὴ ἡ ψυχή· ἐξ ἧς ψυχῆς καὶ τῆς ὕλης ἡ συνόλη καὶ σύνθετός ἐστιν οὐσία. παράδειγμα δὲ τοῦ ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους παρέθετο τὴν
15κοιλότητα· ἐκ ταύτης γάρ, φησί, καὶ τῆς ῥινὸς ἡ σιμὴ ῥίς, καὶ ὅλως ἡ σιμότης ἐν τῇ ῥινί ἐστιν. εἰπὼν δὲ ἀνωτέρω ὅτι τῆς συνόλου οὐσίας εἴ‐ ρηται ὅτι ἔστι καὶ οὐκ ἔστιν ὁρισμὸς καὶ μεταξὺ πολλὰ ἐπεμβαλὼν ἐπάγει νῦν τὴν αἰτίαν τοῦ ὅπως οὐκ ἔστι τῶν συνθέτων ὁρισμός, λέγων δὶς γὰρ ἐν τούτοις ὑπάρξει ἡ ῥίς, τουτέστιν εἴρηται ἡμῖν καὶ περὶ
20τῶν συνθέτων ὅτι εἰ ἔστι τούτων ὁρισμός, συμβαίνει δὶς τὸ αὐτὸ λέγειν. ἐν δὲ τῇ ῥινὶ τῇ σιμῇ ἢ τῷ Καλλίᾳ ἔνεστι καὶ ὕλη καὶ εἶδος· ἀλλ’ εἰ τοῦτο, οὐκ ἂν εἴη ὁρισμὸς αὐτοῖν· συμβήσεται γὰρ δὶς τὸ αὐτὸ λέγειν. οὐ μόνον δὲ περὶ τούτων εἴρηται, ἀλλ’ ὅτι καὶ ἕκαστον καὶ τὸ τί ἦν εἶναι αὐτῷ ἐπί τινων ταὐτόν ἐστιν, ὥσπερ ἐπὶ τῶν πρώτων οὐσιῶν, ἐξηγεῖται
25τίς ποτέ ἐστιν ἡ πρώτη οὐσία, φάσκων λέγω δὲ πρώτην ἣ μὴ λέγε‐ ται τῷ ἄλλο ἐν ἄλλῳ εἶναι ὑποκειμένῳ ὡς ὕλ. ὅταν μὲν γὰρ εἴπω λευκόν, εὐθὺς ἄλλο ἐν ἄλλῳ ὑποκειμένῳ λέγω, καὶ ἔστιν ὡς μὲν ὑποκείμενον καὶ ὕλη ὁ ἄνθρωπος ἢ τὸ ξύλον, ὡς δ’ ἐν ὑποκειμένοις τού‐ τοις τὸ λευκόν· ὅταν δ’ εἴπω ἄνθρωπον, οὐκ ἄλλο ἐν ἄλλῳ λέγω, ἀλλὰ
30λέγω πρᾶγμα καθ’ αὑτὸ δυνάμενον εἶναι καὶ ὄν. καὶ ἐπὶ μὲν τῶν οὐσιῶν ἕκαστον καὶ τὸ τί ἦν εἶναι ἑκάστῳ ἐστὶ ταὐτόν· ὅσα δὲ ὡς ὕλη ἢ ὡς συνειλημμένα τῇ ὕλῃ, οὐ ταὐτό. ὡς ἐν ὕλῃ δὲ ἢ ὡς ἐν συνειλημμένῳ τῇ ὕλῃ τῷ Σωκράτει ἐστὶ τὸ μουσικόν· ὡς ὕλη γὰρ ὑπόκειται ὁ Σωκρά‐ της τῷ μουσικῷ. καὶ ἐπὶ τούτῳ ὁ Σωκράτης καὶ τὸ μουσικὸν καθ’ αὑτὸ
35μὲν οὔκ εἰσι ταὐτόν, κατὰ συμβεβηκὸς δέ.517
in Metaph
.

518

p. 1037b8 Νῦν δὲ λέγωμεν πρῶτον ἐφ’ ὅσον ἐν τοῖς ἀναλυτικοῖς περὶ ὁρισμῶν μὴ εἴρηται. Εἰπὼν πρὸ ὀλίγου ὅτι “ἐπὶ δὲ τῶν ὁρισμῶν πῶς μέρη τὰ ἐν τῷ λόγῳ καὶ διὰ τί εἷς λόγος ὁρισμός (δῆλον γὰρ ὅτι τὸ πρᾶγμα ἕν, τὸ δὲ
5πρᾶγμα τινὶ ἕν, μέρη γε ἔχον) σκεπτέον ὕστερον,” νῦν περὶ τούτου τὴν ζήτησιν ποιεῖται, λέγων ὅτι ἐπειδὴ ἐν τοῖς ἀναλυτικοῖς (λέγει δὲ ἀναλυτικὰ τὸ Β τῶν Ὑστέρων ἀναλυτικῶν), ἐπειδὴ οὖν ἐν ἐκείνοις τὴν περὶ ὁρισμῶν ζήτησιν οὐ τελείαν πεποιήκαμεν, ὅπερ ἐν ἐκείνοις μὴ εἴρηται, νῦν λέγωμεν· ἡ γὰρ ἐν ἐκείνοις ἀξία ζητηθῆναι ἀπορία καὶ μὴ ζητηθεῖσα, εἰ νῦν λεχθείη,
10προύργου καὶ μέγα συντελέσει τοῖς περὶ τῆς οὐσίας καὶ τοῦ εἴδους λόγοις. ἡ δὲ ἀπορία, φησίν, ἐστί, διὰ τί ποτε τὸ ὁριστόν, οὗ τὸν λόγον φαμὲν εἶναι ὁρισμόν, ἐκ πλειόνων ὂν ἕν ἐστιν ἀλλ’ οὐ πολλά. οἷον ἔστω, φησί, τοῦ ἀνθρώπου ὁρισμὸς τὸ ζῷον δίπουν· διὰ τί δὴ τὸ ζῷον δίπουν ἕν ἐστι καὶ οὐ δύο, καὶ τί τὸ ταῦτα ἑνοῦν καὶ ἓν αὐτὰ ποιοῦν; ὁ μὲν γὰρ ἄν‐
15θρωπος, φησί, καὶ τὸ λευκὸν πολλά ἐστιν ὅταν ᾖ κεχωρισμένα ἀπ’ ἀλλή‐ λων καὶ μὴ ὑπάρχῃ τὸ λευκὸν ἐν τῷ ἀνθρώπῳ μηδὲ μετέχῃ αὐτοῦ ὁ ἄνθρωπος· ὅταν δὲ μετέχῃ τοῦ λευκοῦ καὶ ὑπάρχῃ ἐν αὐτῷ τὸ λευκὸν καὶ πάθῃ τι καὶ ποιωθῇ ὑπ’ αὐτοῦ, τότε ἓν καὶ γίνεται καὶ ἔστιν ὁ λευκὸς ἄνθρωπος, οὐ καθ’ αὑτὸ δὲ ἀλλ’ ᾗ πεποίωται. ἐνταῦθα δ’ οὐ
20μετέχει τὸ ζῷον τοῦ δίποδος, ἵνα ᾖ τὸ ζῷον δίπουν ἕν. εἰ δὲ λέγοι τις μετέχειν αὐτοῦ, μεθέξοι ἂν καὶ τοῦ πολύποδος καὶ ἔσονται ἅμα τὰ ἐναντία ἐν τῷ αὐτῷ· ὁμοίως εἰ μετέχοι τὸ ζῷον τοῦ θνητοῦ, μετέχοι ἂν καὶ τοῦ ἀθανάτου, ὅπερ ἀδύνατον τὸ τἀναντία ἐν τῷ αὐτῷ ὑπάρχειν. αἱ γὰρ διαφοραὶ ἐναντίαι, αἷς τὸ γένος διαφέρει, τουτέστιν αἷς διαιρεῖται
25τὸ γένος. ἢ γένος ἐνταῦθα λέγοι ἂν τὸ εἶδος, καὶ εἴη ἂν λέγων ὅτι αἱ διαφοραί, αἷς τὰ εἴδη διαφέρει, ἐναντίαι εἰσίν. πολλαχοῦ δὲ αὐτῷ σύνηθες τὸ τὰ εἴδη γένη λέγειν. ἐνστὰς οὖν ὅτι τῶν διαφορῶν ἐναντίων οὐσῶν οὐ μετέχει τὰ γένη, λύει τοῦτο κατὰ ἀντιπαράστασιν, λέγων εἰ δὲ καὶ μετέχει, ὃ δὴ ἐλλιπῶς λίαν εἴρηται· ἐξ ὧν δὲ ἐπάγει τοῦτο, οἶμαι, βού‐
30λεται λέγειν. εἰ δέ τις φῇ ‘ἀλλ’ οὐ μετέχει τὸ γένος τῶν ἐναντίων δια‐ φορῶν, ἀλλὰ τοῦ πεζοῦ καὶ τοῦ δίποδος καὶ τοῦ ἀπτέρου, ἅπερ οὔκ εἰσιν ἐναντία‘, εἰ δὴ τούτων μετέχει, ὁ αὐτὸς πάλιν λόγος, εἴπερ αἱ διαφοραὶ πλείους, διὰ τί ταῦθ’ ἓν ἀλλ’ οὐ πολλά; εἰ γὰρ εἰκός ἐστι λέγειν ὅτι διὰ τὸ ἐνυπάρχειν τῷ γένει εἰσὶν ἕν, συμβήσεται τῷ λόγῳ τούτῳ πᾶν τὸ ἐν
35ᾧ ὑπάρχει τινὰ μετὰ τῶν ἐνυπαρχόντων αὐτῷ εἶναι ἕν, καὶ ἔσται ὁ οἶνος καὶ ὁ ἀμφορεὺς ἕν, καὶ ὁ μέδιμνος καὶ οἱ πυροί. οὐ μόνον δὲ τοῦτο, ἀλλ’ εἴπερ ἕν ἐστι τὸ ζῷον καὶ τὸ πεζὸν καὶ τὸ δίπουν καὶ τὸ ἄπτερον, διὰ τὸ
ἐνυπάρχειν αὐτὰ τῷ ζῴῳ, ἔσται τὸ ζῷον ἓν καὶ μετὰ πάντων τῶν ἄλλων518
in Metaph
.

519

διαφορῶν, καὶ οὕτως ἔσται πάντα ἕν. ἵνα δὲ μή τις εἴπῃ ὅτι ‘ἀλλ’ οὐκ ἔσται τὸ ζῷον καὶ πεζὸν καὶ δίπουν ἕν‘, ἐπήγαγε τὸ δεῖ δέ γε ἓν εἶναι ὅσα ἐν τῷ ὁρισμ. ὁ γὰρ ὁρισμὸς λόγος τίς ἐστιν εἷς καὶ μιᾶς οὐσίας. εἰ δὲ ἧς ὁ ὁρισμός ἐστιν ἕν τί ἐστι καὶ τόδε τι σημαίνει, ὥσπερ λέγομεν
5(τὸ γὰρ τί ἦν εἶναι καὶ ἡ συγκατατεταγμένη φύσις ἑκάστοις, ἧς ἐστιν ὁ ὁρισμός, τόδε τί ἐστι καὶ ἕν), εἰ δὲ τοῦτο, καὶ ὁ λόγος αὐτῆς εἷς ἐστιν· ἀλλ’ εἰ τοῦτο, δεῖ καὶ τὰ ἐν τῷ λόγῳ ἓν εἶναι. ἀλλὰ δεῖ πάλιν μικρόν τι παρεκβάντας ὑπομνῆσαι ἡμᾶς περὶ τοῦ τί ἦν εἶναι καὶ τοῦ καθόλου εἴδους. ἰστέον δὴ ὅτι τὸ τί ἦν εἶναι καὶ τὸ εἶδος ταὐτόν ἐστι, πλὴν οὐχ
10ὡς νοεῖται καὶ ἔστιν, ἀλλὰ νοεῖται μὲν ἄλλο τι παρὰ τὰ ὑπ’ αὐτὸ ἄτομα, ἐν αὐτοῖς δέ ἐστι κατατεταγμένον καὶ οὐδέποτε χωρὶς αὐτῶν ἐστιν, ἢ ὅλως χωρὶς ὕλης· ὁ δὲ ὁρισμός ἐστιν ὁ λόγος τοῦ τί ἦν εἶναι καὶ τοῦ εἴδους. καὶ περὶ μὲν τούτων ταῦτα προϋπομνησθῆναι ἡμᾶς χρή· αὐτὸς δὲ οὑτωσὶ τὴν ἀπορίαν θεὶς καὶ τὴν λύσιν ἀσαφῶς καὶ λίαν μεμελανω‐
15μένως ἐπαγαγών, διὰ τὸ καὶ ἐν τῷ δευτέρῳ τῶν Περὶ ψυχῆς ταύτην λελυκέναι, μετὰ πολλὰ καὶ ἐνταῦθα σαφῶς λύσας οὐ δοκεῖ λελυκέναι. ὅμως ὅπως καὶ ἐνταῦθα ταύτην λύει, κἂν μὴ δοκῇ, τὴν λέξιν ἐπερχόμενοι λέξομεν. οὐδὲν δὲ ἴσως χεῖρόν ἐστι καὶ νῦν διὰ βραχέος ὑπομνῆσαι τὴν ταύτης λύσιν· ἴσμεν γὰρ ὡς οὐδεὶς εὖ ἔχων ζητήσειε διὰ τί ἕν ἐστιν ὅ
20τε χαλκὸς καὶ ἡ περὶ αὐτὸν σφαῖρα· ἡ γὰρ ἐν τῷ χαλκῷ σφαῖρα οὐδὲν ἄλλο ἐστὶν ἀλλ’ ἢ στρογγύλος χαλκός, καὶ ἔστιν ὁ μὲν χαλκὸς ὡς ὕλη, τὸ δὲ στρογγύλον ὡς εἶδος, πέφυκε δὲ τὸ εἶδος καὶ ἡ ὕλη ἓν εἶναι μηδενὸς συνεχίζοντος αὐτά· τοῦτο γάρ ἐστι τῇ ὕλῃ τὸ ὕλῃ εἶναι καὶ τῷ εἴδει τὸ εἴδει, ἵνα ὅταν ᾖ ἡ ὕλη καὶ τὸ εἶδος, ὃ πέφυκε δέχεσθαι, εὐθὺς ἑνοῦ‐
25σθαί τε ᾖ καὶ ἓν εἶναι. ὡς οὖν ἐπὶ τούτων ἔχει, οὕτω καὶ ἐπὶ τῶν φυσικῶν, λέγω δὴ γένους καὶ διαφορῶν· εἴρηκε γὰρ ἐν τῇ Ἀποδεικτικῇ, εἴ τι μέμνημαι, ὅτι πᾶσαι αἱ πρὸ τῆς τελευταίας διαφορᾶς διαφοραὶ μετὰ τοῦ γένους ὕλῃ ἀναλογοῦσιν, εἶδος δέ ἐστιν ἡ τελευταία διαφορά, οἷον τὸ ζῷον λογικὸν ὕλη ἐστὶ τοῦ ἀνθρωπείου εἴδους, ὁμοίως καὶ τὸ ζῷον λογικὸν
30θνητόν, τὸ δὲ νοῦ καὶ ἐπιστήμης δεκτικὸν τὸ εἶδος· ὥστε ἐπειδὴ τὸ ζῷον λογικὸν θνητὸν ὕλη ἐστί, τὸ δὲ νοῦ καὶ ἐπιστήμης δεκτικὸν εἶδος, πέφυκε δὲ τὸ εἶδος καὶ ἡ ὕλη ἓν εἶναι, διὰ τοῦτο ταῦτα ἕν εἰσιν. ὅτι δὲ ἡ τε‐ λευταία διαφορά ἐστι τὸ εἶδος, τὰ δὲ πρὸ αὐτῆς ὕλη, καὶ αὐτὸς μετ’ ὀλίγον ἐρεῖ. παραπλησίως δὲ τούτοις καὶ τὸ μὲν ζῷον πεζὸν ὕλη ἐστί, τὸ δὲ
35δίπουν εἶδος. ἀλλ’ ἡ μὲν λύσις, ἥν, ὡς εἴπομεν, ἐπάξει μέν, οὐ δοκεῖ δέ,
αὕτη ἐστίν. ἀλλ’ ἐπὶ τὰ ἑξῆς ἰτέον.519
in Metaph
.

520

p. 1037b27 Δεῖ δὲ σκοπεῖν πρῶτον περὶ τῶν κατὰ τὰς διαιρέσεις ὁρισμῶν. Θεὶς τὴν ἀπορίαν τρέπεται ἐπὶ τὴν λύσιν. λέγει οὖν ὡς δεῖ δὲ σκοπεῖν πρῶτον περὶ τῶν κατὰ τὰς διαιρέσεις ὁρισμῶν, τουτέστιν ὅπως
5οἱ ἐκ διαιρέσεως ὁρισμοὶ γίνονται. οὐδὲν γάρ, φησίν, ἐν τῷ ὁρισμῷ πλὴν τὸ πρῶτον λεγόμενον γένος καὶ ἡ διαφορά. δεῖ δὲ προσυπακούειν τοῦ τελευταία, ἵνα ᾖ λέγων ὅτι ἐν τῷ ὁρισμῷ ἤτοι ὁ ὁρισμὸς καὶ ἔτι τὸ ὑπ’ αὐτοῦ δηλούμενον εἶδος οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ πρῶτον γένος καὶ ἡ τε‐ λευταία διαφορά. οἷον ὁ ὡς εἶδος ἄνθρωπος τὸ ζῷόν ἐστι καὶ τὸ νοῦ
10καὶ ἐπιστήμης δεκτικόν, τὰ δ’ ἄλλα τὰ τῷ ζῴῳ ἐχόμενα (ἔστι δὲ ταῦτα τὸ λογικὸν ζῷον καὶ τὸ θνητόν), γένη εἰσίν. εἰ δὲ τὰ γένη ὕλη εἰσὶν ἢ ἀνάλογόν γε ὕλῃ, τὸ μὲν ζῷον λογικὸν θνητόν εἰσιν ὕλη καὶ γένος, τὸ δὲ νοῦ καὶ ἐπιστήμης δεκτικὸν εἶδος. καὶ ὅρα ὅπως διὰ τούτων αἰνιγματω‐ δῶς τὴν τῆς ἀπορίας εἴρηκε λύσιν. εἰ γὰρ ἡ ὕλη καὶ τὸ εἶδος, ὅτε εἰσίν,
15ὑφ’ αὑτῶν πεφύκασιν ἑνοῦσθαι καὶ ἓν γίνεσθαι, ἔστι δὲ ὕλη μὲν τὸ ζῷον λογικὸν θνητὸν καὶ γένος, εἶδος δὲ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, δῆλόν ἐστιν ὅπως ἕν ἐστι τὸ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν καὶ τὸ ζῷον πεζὸν δίπουν, ἀλλ’ οὐ πολλά. καὶ ὅρα τὴν τοῦ Ἀριστοτέλους ἀρχίνοιαν, ὅπως ἐν ταὐτῷ καὶ τὴν λύσιν ἡμῖν τῆς ἀπορίας
20σκιωδῶς ἐμφαίνει καὶ τὴν διαίρεσιν τῶν γενῶν καὶ διαφορῶν ὅπως χρὴ ποιεῖσθαι ἀπαγγέλλει καὶ θαυμαστῶς ἀνακαλύπτει. εἰπὼν δὲ ὅτι τὸ εἶδος οὐκ ἄλλο τι ἐστὶν ἀλλ’ ἢ τὸ πρῶτον γένος (πρῶτον γένος λέγων τὸ ζῷον, ἔστω γὰρ ἐπὶ τούτου ὁ λόγος, ὡς πρὸς ἀντιδιαστολὴν τοῦ λογικοῦ ζῴου καὶ τοῦ λογικοῦ καὶ θνητοῦ ζῴου· καὶ ταῦτα γὰρ γένη ἐστὶν ἀλλ’ ἐχό‐
25μενα καὶ μετὰ τὸ πρῶτον), τοῦτο δὴ εἰπὼν ἐπὶ παραδείγματος σαφηνίζει τὸ λεγόμενον, οἷον τὸ πρῶτον γένος ἐστὶ τὸ ζῷον, τὸ δ’ ἐχόμενον καὶ ὡς εἰπεῖν μετὰ τοῦτο τὸ ζῷον δίπουν, τὸ δ’ ἔτι μετὰ ταῦτά ἐστι τὸ ζῷον δίπουν ἄπτερον· εἰπὼν δὲ τὰ τρία τὸ πεζὸν καὶ δίπουν καὶ ἄπτερον λέγει ὁμοίως δὲ κἂν διὰ πλειόνων κἂν δι’ ἐλαττόνων λέγηται, ἢ καὶ ὅλως
30διὰ δυοῖν· τουτέστιν εἰ μέν εἰσι πλείονα τὰ λεγόμενα, τὸ πρῶτον γένος μετὰ τῆς τελευταίας διαφορᾶς ἐστι τὸ εἶδος, εἰ δὲ δύο, καὶ οὕτω τὸ μὲν ἔσται γένος τὸ δὲ διαφορὰ καὶ εἶδος· οἷον εἰ ἔστι τὸ ζῷον δίπουν, τὸ μὲν ζῷον ἔσται γένος, τὸ δὲ δίπουν διαφορὰ καὶ ὅλως εἶδος. ταῦτα εἰπὼν ἐπαναλαμβάνει τὸν λόγον καί φησιν εἰ οὖν τὸ γένος ἁπλῶς μή ἐστι
35παρὰ τὰ ὡς γένους εἴδη (τουτέστιν εἰ τὸ ζῷον μή ἐστι παρὰ τὰ εἴδη αὐτοῦ αὐτὸ καθ’ αὑτὸ καὶ χωριστόν, ὡς οἱ τὰς ἰδέας τιθέμενοι ἔλεγον,
ἀλλ’ ἐν αὐτοῖς ἐστιν, ὡς οὗτος καὶ ἡ ἀλήθεια βούλεται), ἢ κἂν χωριστόν520
in Metaph
.

521

ἐστιν, ὅμως ὡς ὕλη ἐστίν (καὶ σαφηνίζει αὐτὸ ἐπὶ παραδείγματος, ὅπως ὡς ὕλη τὸ γένος ἔστιν· ἡ μὲν γὰρ φωνὴ γένος ἐστὶ καὶ ὕλη, αἱ δὲ δια‐ φοραὶ μετ’ αὐτῆς εἰσι τὰ εἴδη, εἴδη δὲ φωνῆς τὰ ὀνόματα καὶ τὰ ῥήματα καὶ τὰ στοιχεῖα, τό τε ἄλφα καὶ βῆτα καὶ τὰ ἑξῆς· καὶ γὰρ καὶ αὐτὰ
5εἴδη εἰσὶ τῆς φωνῆς ὡς ἐξ ὕλης αὐτῆς καὶ διαφορᾶς ὄντα· κατὰ διαφορὰς γάρ τινας καὶ αὐτὰ ἐκφωνεῖται), εἰ δὴ τὸ γένος ὡς ὕλη ἐστίν, εἶδος δὲ ἡ διαφορά, φανερὸν ἄρα ὅτι ὁ ὁρισμός ἐστιν ὁ ἐκ τῶν διαφορῶν λόγος. εἰ δὲ ἡ ὕλη καὶ τὸ εἶδος αὐτοφυῶς ἕν εἰσιν, ἔστι δ’ ὁ λόγος καὶ ὁ ὁρισμὸς γένος καὶ διαφορὰ ἤτοι ὕλη καὶ εἶδος, δῆλον ἄρα ἡμῖν ἐστιν ὅπως τὸ
10ζῷον πεζὸν δίπουν ἕν ἐστι καὶ οὐ πολλά. οὕτως δὴ τὴν ἀπορίαν λύσας, καὶ ὡς συμπέρασμα, ὡς οἶμαι, τῆς λύσεως ἐπαγαγὼν τὸ φανερὸν ὅτι ὁ ὁρισμός ἐστιν ὁ ἐκ τῶν διαφορῶν λόγος, ὡς εἰ ἔλεγεν ὅτι φανερόν ἐστιν ὅπως τὸ ζῷον πεζὸν δίπουν ἕν ἐστιν, ὅτι γένος ἐστὶ καὶ διαφορὰ ἤτοι ὕλη καὶ εἶδος, τρέπεται καὶ ἐπὶ τὴν διδασκαλίαν τοῦ ὅπως δεῖ τὰς
15τῶν γενῶν καὶ διαφορῶν ποιεῖσθαι διαιρέσεις, λέγων καὶ δεῖ διαιρεῖ‐ σθαι τὴν τῆς διαφορᾶς διαφοράν, ἴσον λέγων τῷ ὅτι εἰ μέλλοιμεν μετὰ τοῦ πρώτου γένους καὶ τῆς τελευταίας διαφορᾶς τοὺς ὅρους ποιεῖ‐ σθαι, δεῖ διαιρεῖν τὰς διαφορὰς εἰς τὰς οἰκείας αὐτῶν διαφοράς, ᾗ διαφοραί εἰσιν. οἷον εἰ τὸ ζῷον διαιρεῖται εἰς ὑπόπουν καὶ ἄπουν, τὸ ζῷον ὑπό‐
20πουν δεῖ διαιρεῖν εἰς τὴν οἰκείαν διαφοράν, ᾗ ὑπόπουν ἐστί, καὶ μὴ λέγειν ὡς τοῦ ὑπόποδος τὸ μὲν πτερωτόν ἐστι τὸ δὲ ἄπτερον, εἰ μέλλομεν καλῶς διαιρεῖν· οὐ γάρ εἰσι τοῦ ὑπόποδος αὗται διαφοραί. ἀλλὰ δεῖ διαιρεῖν αὐτὸ ᾗ ὑπόπουν ἐστὶ καὶ λέγειν ὅτι τοῦ ὑπόποδος τὸ μέν ἐστι σχιζόπουν τὸ δὲ ἀσχιστόπουν· αὗται γάρ εἰσιν αἱ ποδὸς διαφοραί· ἡ γὰρ σχιζοποδία
25ποδότης τίς ἐστιν, ὡς καὶ τὸ λογικὸν ζῷον ζῷόν τι. ὅμως διὰ τὸ ἀδυ‐ νατεῖν ἐνίους καὶ μὴ δυναμένους συνορᾶν τὰς ἑκάστου διαφοράς, ποιοῦσι τοῦτο, λέγω δὴ τὸ διαιρεῖν αὐτὰ εἰς τὰς μὴ οἰκείας. δεῖ δὴ τὸ ὑπόπουν, κἂν εἴ τι ἄλλο ἐστί, διαιρεῖν εἰς τὰς οἰκείας, μέχρις ἂν ἔλθῃ εἴς τινα ἀδιάφορα, ἅπερ μηκέτι δύναται τέμνεσθαι εἰς ἑτέρας διαφοράς. καὶ τότε
30ἔσονται τοσαῦτα εἴδη ποδὸς ὅσαιπερ αἱ τελευταῖαι διαφοραὶ τοῦ ὑπόποδος καὶ μὴ τεμνόμεναι εἰς ἄλλας. εἰ γάρ, ὡς πολλάκις εἴρηται, τὸ γένος μετὰ τῆς τελευταίας διαφορᾶς ἐστι τὸ εἶδος, δῆλον ὅτι ὅσαι αἱ τελευταῖαι δια‐ φοραὶ τυγχάνουσι, καὶ τὰ ὑπόποδα ζῷα ἴσα ἔσται αὐταῖς· καὶ εἰ ταῦτα οὕτως ἔχει, φανερὸν ὅτι ἡ τελευταία διαφορά ἐστιν ἡ τοῦ πράγματος οὐσία
35καὶ ὁ ὁρισμός, καὶ ταύτην μόνην χρὴ καὶ τὸ γένος εἰς τοὺς ὁρισμοὺς παραλαμβάνειν, εἰ μὴ μέλλοιμεν τὸ αὐτὸ πλεονάκις λέγειν καὶ ἀδολεσχεῖν. εἰ γὰρ τὰ μερικώτερα συνεισφέρει τὰ καθολικώτερα καὶ ταῦτα τοῖς μερικω‐ τέροις ἕπεται, ὁ εἰπὼν νοῦ καὶ ἐπιστήμης δεκτικὸν καὶ λογικὸν καὶ θνητὸν λέγει, ὥσπερ ὁ εἰπὼν ἄνθρωπον καὶ ζῷον· εἰ δὲ τοῦτο, οὐ χρὴ λέγειν
40ὅτι ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν·521
in Metaph
.

522

συμβαίνει γὰρ λέγειν ὅτι ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπι‐ στήμης δεκτικὸν λογικὸν θνητόν. καὶ πάλιν εἴ τις ὁριζόμενος λέγει ζῷον ὑπόπουν δίπουν, ἐπειδὴ ἔνεστιν ἐν τῷ δίποδι τὸ ὑπόπουν, ἔδει εἰπεῖν μόνον ζῷον δίπουν· προσθεὶς δὲ καὶ τὸ ὑπόπουν οὐκ ἄλλο τι ἔφησεν ἢ
5ζῷον πόδας ἔχον δύο πόδας ἔχον. ἀλλὰ κἂν τὸ δίπουν διέλῃς, εἰς τὸ σχιζόπουν φέρε καὶ ἄσχιστον, καὶ ἐρεῖς ζῷον ὑπόπουν δίπουν σχιζόπουν, τοῦτο λέγεις ὅτι ζῷον πόδας ἔχον, δύο πόδας ἔχον, σχιστοὺς πόδας ἔχον· καὶ ὁσάκις ἂν τὴν διαφορὰν τῶν διαφορῶν ἐρεῖ, τοσαυτάκις συμβαίνει καὶ ὑπόπουν λέγειν καὶ δίπουν καὶ τὰ λοιπά.
10p. 1038a25 Ἐὰν μὲν δὴ διαφορᾶς διαφορὰ γένηται, μία ἔσται ἡ τελευταία τὸ εἶδος καὶ ἡ οὐσία. Εἰπὼν ὅτι τὸ γένος μετὰ τῆς τελευταίας διαφορᾶς ἐστι τὸ εἶδος καὶ ἡ οὐσία, εἴ τις καλῶς διαιρεῖ, πάλιν λέγει ὡς εἰ γένηται τῆς διαφορᾶς διαφορά, τουτέστιν εἰ τὴν διαφοράν τις ᾗ διαφορὰ διαιροίη καὶ εἰς τὰς
15οἰκείας αὐτῇ διαφοράς, ἡ τελευταία διαφορά, μετὰ τοῦ γένους δηλαδή, ἔσται τὸ εἶδος καὶ ἡ οὐσία· εἰ δὲ μὴ καθ’ αὑτὸ μηδ’ εἰς τὰς οἰκείας διαφορὰς διαιρῇ αὐτὴν ἀλλὰ κατὰ συμβεβηκός, ὥστε λέγειν ὅτι τοῦ ὑπόποδος τὸ μέν ἐστι λευκόν, τὸ δὲ μέλαν, τοσαῦται ἔσονται αἱ διαφοραὶ αἱ παραληφ‐ θησόμεναι εἰς τὸν τοῦ εἴδους καὶ τὸν τῆς οὐσίας λόγον, ὅσαι ἂν ὦσιν αἱ
20τομαί. ἔστω δὲ τὸ λεγόμενον σαφὲς ὧδε· εἴ τις τὸν ἄνθρωπον ὁρίσαι βουληθεὶς λέγει ὡς ὁ ἄνθρωπος ἢ ὑπόπουν ἐστὶν ἢ ἄπουν, ἀλλὰ μὴν οὐκ ἄπουν, ὑπόπουν ἄρα· καὶ πάλιν τοῦ ὑπόποδος τὸ μέν ἐστι πτερωτὸν τὸ δ’ ἄπτερον, ἀλλὰ μὴν ὁ ἄνθρωπος οὐ πτερωτόν, ἄπτερον ἄρα· πάλιν τοῦ ἀπτέρου τὸ μέν ἐστι δίπουν, τὸ δὲ πολύπουν, ἀλλὰ μὴν ὁ ἄνθρωπος οὐ
25πολύπουν, δίπουν ἄρα· ὁ ἄνθρωπος ἄρα ἐστὶ ζῷον ὑπόπουν ἄπτερον δί‐ πουν· φανερὸν οὖν ὅτι τριῶν οὐσῶν τῶν διαιρέσεων καὶ τομῶν τοσαῦται καὶ εἰς τὸν ὁρισμὸν παρελήφθησαν διαφοραί. ὥστε καὶ τὸ εἰς τὸν τοῦ ἀν‐ θρώπου ὁρισμὸν παραληφθῆναι τὸ λογικὸν καὶ θνητὸν καὶ τὸ νοῦ καὶ ἐπι‐ στήμης δεκτικὸν ἐκ τοιαύτης γέγονεν αἰτίας. εἰ δὲ καλῶς ἐγένετο ἡ διαί‐
30ρεσις, ἤρκει τὸ ζῷον καὶ τὸ τοῦ νοῦ δεκτικόν. τὸ δὲ τὸν ὁρισμὸν ἐκ τοῦ γένους εἶναι καὶ τῆς τελευταίας διαφορᾶς δῆλον ἂν εἴη, φησί, καὶ ἄν τις μετατάξῃ τοὺς τοιούτους ὁρισμούς, οἷον τὸν τοῦ ἀνθρώπου λέγων ζῷον δίπουν ὑπόπουν· περίεργον γὰρ τὸ ὑπόπουν τοῦ δίποδος λεχθέντος· ἐν γὰρ τῷ δίποδι ἔνεστι τὸ ὑπόπουν. ἵνα δὲ μή τις λέγῃ ὅτι διὰ τὸ δεῖν τάξιν
35τινὰ ἔχειν τὰ ἐν τῷ ὁρισμῷ καὶ τὸ μὲν δεῖν πρῶτον τάττεσθαι τὸ δὲ μετὰ τοῦτο καὶ ἑξῆς, ἐπὶ τούτῳ συνέβη τὸ περίεργον, ἐπήγαγε τὸ τάξις δ’ οὐκ ἔστιν ἐν τῇ οὐσί, οὐδὲ διὰ τοῦτο συνέβη τὸ ἄλογον· πῶς
γὰρ δεῖ νοῆσαι τὸ μὲν ὕστερον τὸ δὲ πρῶτον; ἐπειδὴ γὰρ τὰ πρὸ522
in Metaph
.

523

τῆς τελευταίας διαφορᾶς ὕλη ἐστίν, ἐν δὲ τῇ ὕλῃ ᾗ ὕλη οὐκ ἔστι τὸ πρότερον καὶ τὸ ὕστερον (οὐδὲ γὰρ ἐν τῷ χαλκῷ τῷ ἐν τῷ ἀνδριάντι τὸ μὲν αὐτοῦ χαλκὸς καὶ ἡ ὕλη πρότερόν ἐστι τὸ δὲ ὕστερον), πῶς ἔξεστι λέγειν τῶν ἐν τῷ ὅρῳ τὸ μὲν πρῶτον τὸ δ’ εὐθὺς μετ’ ἐκεῖνο. οὐκ ἐπὶ
5τούτῳ δὴ συνέβη τὸ ἄλογον, ἀλλ’ ὅτι ἤρκει ἡ τελευταία διαφορὰ μετὰ τοῦ γένους εἰς τὸ εἶδος καὶ τὴν οὐσίαν, καὶ οὐκ ἔδει τὸ ὑπόπουν παραλήψε‐ σθαι. καὶ συμπεραίνεται λοιπὸν λέγων περὶ μὲν οὖν τῶν κατὰ τὰς διαιρέσεις ὁρισμῶν τοσαῦτα εἰρήσθω τὴν πρώτην (ἐρεῖ γὰρ πάλιν περὶ αὐτῶν), ὁποῖοί τινές εἰσιν.
10p. 1038b1 Ἐπεὶ δὲ περὶ τῆς οὐσίας ἡ σκέψις ἐστ, πάλιν ἐπ‐ ανέλθωμεν. Τὸ προκείμενόν ἐστι δεῖξαι ὡς οὐδὲν τῶν καθόλου οὐσία ἐστίν· οὔτε γὰρ ὁ καθόλου ἄνθρωπος ἢ ὁ καθόλου ἵππος, οὔτε ἄλλο οὐδέν· ἀλλ’ ἕκαστον αὐτῶν διανοίας ἀπόμαξίς ἐστιν ἀπὸ τῶν καθ’ ἕκαστα καὶ
15πρώτως καὶ μάλιστα λεγομένων οὐσιῶν καὶ ὁμοίωμα. καὶ λέγει ὅτι ἐπειδὴ περὶ τῆς οὐσίας καὶ τοῦ κυρίως ὄντος (τούτου γὰρ καὶ τὰ αἴτια ζητεῖται) ἡ σκέψις ἐστ, πάλιν ἐπανέλθωμεν. καί φησιν ὅτι λέγεται δ’ ὥσπερ τὸ ὑποκείμενον οὐσία (ὑποκείμενον δ’ ἂν εἴη λέγων ἤτοι τὴν προσεχῆ ἑκάστῳ ὕλην, ἢ ὅλως τὴν ὕλην καὶ τὸ σύνθετον, οἷον Σωκράτης), ὡς οὖν
20οὐσία λέγεται τὸ ὑποκείμενον, ὡσαύτως δὲ οὐσία λέγεται καὶ τὸ σύνθετον, οἷον ὁ Σωκράτης, λέγεται δ’ οὐσία καὶ τὸ τί ἦν εἶναι, λέγεται γὰρ οὐσία καὶ τὸ ἐκ τῆς ὕλης καὶ τοῦ τί ἦν εἶναι· οὕτω λέγεται οὐσία καὶ τὸ καθ‐ όλου, τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατη‐ γορούμενον. καὶ περὶ μὲν τῶν δύο, τοῦ τε τί ἦν εἶναι καὶ τοῦ ὑποκειμέ‐
25νου εἴρηται, εἴρηται δὲ καὶ ὅτι τὸ ὑποκείμενον διττόν, ἢ τὸ τόδε τι ὄν, ὥσπερ τὸ ζῷον, Σωκράτης, Πλάτων, οὑτοσὶ ὁ ἵππος ὑπόκεινται τοῖς πάθεσι τῷ τε λευκῷ καὶ τῷ θερμῷ καὶ τοῖς ὁμοίοις, ἢ ἡ ὕλη, ἥπερ ὑπόκειται τῇ ἐντελεχείᾳ καὶ τῷ εἴδει. τὸ δὲ καθόλου, φησίν, ὅπερ τινὲς χωρὶς ὕλης λέγουσι, δοκεῖ τισιν αἴτιον εἶναι μάλιστα καὶ ἀρχή· διὸ ἐπέλθωμεν
30καὶ περὶ τούτου, καὶ ἴδωμεν εἰ δυνατὸν εἶναι αὐτὸ ἀρχὴν ἢ ὅλως οὐσίαν. ἔοικε γὰρ ἀδύνατον οὐσίαν εἶναι ὁτιοῦν τῶν καθόλου. καὶ συλλο‐ γίζεται λέγων· ἡ ἑκάστου οὐσία ἴδιός ἐστιν ἑκάστῳ καὶ ἄλλῳ οὐχ ὑπάρχει, τὸ δὲ καθόλου κοινὸν καὶ πλείοσιν ὑπάρχει (τοῦτο γὰρ λέγεται καθόλου τὸ πεφυκὸς πλείοσιν ὑπάρχειν), τὸ καθόλου ἄρα οὐκ ἔστιν οὐσία. ὅτι δὲ
35ἡ ἑκάστου οὐσία ἴδιός ἐστιν ἑκάστῳ καὶ ἄλλοις οὐχ ὑπάρχει, δῆλον· ἡ γὰρ Ἀλεξάνδρου οὐσία ἴδιός ἐστιν Ἀλεξάνδρῳ καὶ ἄλλῳ τῳ οὐχ ὑπάρχει, ἀλλ’ ἐν αὐτῷ ἐστιν· εἰ δ’ ἦν καὶ τὸ καθόλου οὐσία, ἴδιος ἂν ἦν ἡ οὐσία
αὐτοῦ καὶ ἐν αὐτῷ ἂν ἦν καὶ ἄλλῳ οὐκ ἂν ὑπῆρχε· νῦν δὲ ὑπάρχει πάνυ523
in Metaph
.

524

πολλοῖς· οὐκ ἄρα ἐστὶν οὐσία ἀλλ’ ὁμοιότης τις ἐκ τῶν καθ’ ἕκαστα ἀποσυληθεῖσα, ἐν αὐτοῖς δ’ οὖσα, ὁμοιότητα δ’ οὐδὲν κωλύει ἐν πλείοσιν εὑρίσκεσθαι. ὅλως δὲ τίνος ἂν εἴη τὸ καθόλου οὐσία; ἢ γὰρ ἁπάντων ἢ οὐδενός. ἁπάντων δ’ οὐχ οἷόν τε· δέδεικται γὰρ ὅτι ἡ ἑκάστου
5οὐσία ἴδιός ἐστιν ἑκάστου καὶ ἐν ἄλλῳ οὐχ ὑπάρχει. εἰ δὲ τοῦτο, πῶς οἷόν τε τὸ καθόλου εἴπερ ἐστὶν οὐσία, τὴν τούτου οὐσίαν ἐν Ἀλεξάνδρῳ καὶ ἐν Σωκράτει καὶ ἐν ἄλλοις εἶναι; δεῖ δέ, ἐπειδήπερ ἐν τούτοις ἐστίν. ἀλλὰ μὴν οὐδὲ ἑνὸς οἷόν τε τὴν τοῦ καθόλου οὐσίαν ὑπάρχειν. εἰ γάρ ἐστιν ὁ καθόλου ἄνθρωπος οὐσία καὶ τὸ ἐγκατατεταγμένον τοῖς κατὰ μέρος
10τί ἦν εἶναι, ὑπάρχει δὲ ἑνί τινι, οἷον φέρε Σωκράτει, ὑπάρξουσι καὶ οἱ ἄλλοι ὅ τε Πλάτων καὶ ὁ Ἀλέξανδρος Σωκράτει. καίτοι πῶς τοῦτο δύ‐ ναται καὶ πλασθῆναι τὸ πάντας εἶναι Σωκράτη; ἀλλ’ ὡς εἴρηται τὸ καθόλου ὁμοιότης τίς ἐστιν ἐπὶ πολλῶν θεωρουμένη. ἔτι οὐσία λέγεται ὃ μὴ καθ’ ὑποκειμένου τινὸς λέγεται, ὡς ἐν ταῖς Κατηγορίαις δέ‐
15δεικται, τὸ δὲ καθόλου καθ’ ὑποκειμένου λέγεται, τὸ καθόλου ἄρα οὐκ ἔστιν οὐσία. Ἀλλ’ ἆρα, φησίν, οὕτω μὲν τὸν καθόλου ἄνθρωπον οὐκ ἐνδέχεται εἶναι ὡς τὸ τί ἦν εἶναι, ἐνυπάρχει δὲ ἐν τούτῳ τῷ καθόλου ἀνθρώπῳ ἢ ἵππῳ οὐσία τις, οἷον τὸ ζῷον. οὐκοῦν δῆλον ὡς ἔστι τις λόγος τοῦ ζῴου· δια‐
20φέρει δ’ οὐδέν, κἂν μὴ πάντων ᾖ λόγος τῶν εἰς ὁρισμόν τινος παραλαμ‐ βανομένων· οὐδὲν γὰρ ἧττον τὸ ζῷον οὐσία ἔσται τινός, οἷον τοῦ ἀνθρώ‐ που καὶ τοῦ ἵππου, ἐν οἷς ὑπάρχει. εἰ δή ἐστιν ὁ καθόλου ἄνθρωπος οὐσία, διὰ τί οὐκ ἔσται τὸ ζῷον οὐσία; εἰ δ’ ἐστὶ τὸ ζῷον οὐσία καὶ ἐνυπάρχει τῷ ἀνθρώπῳ, ἡ δὲ οὐσία ἐν ᾧ ἐστιν οὐκ ἄλλου ἐστὶν οὐσία
25ἀλλὰ τοῦ ἐν ᾧ ἐστιν, ἔστιν ἄρα τὸ ζῷον οὐσία τοῦ ἐν ᾧ ἐστιν, οἷον τοῦ ἀνθρώπου, ἐν ᾧ ὡς ἴδιον ὑπάρχει τὸ ζῷον· ὥστε ἔσται οὐσία οὐσίας· ὥστε ἔσται μὲν τοῦ Σωκράτους, ὄντος οὐσίας, οὐσία ὁ καθόλου ἄνθρωπος, καὶ τούτου τὸ ζῷον. εἰ δ’ ἔστιν ἐν τῷ ζῴῳ τὸ ἔμψυχον καὶ τὸ αἰσθη‐ τικόν, ἔσονται πάλιν αὐτὰ τοῦ ζῴου ἤτοι οὐσίας οὐσίαι, καὶ πάλιν τὰ ἐν
30τῷ ἐμψύχῳ ὄντα καὶ αἰσθητικῷ ἔσονται οὐσίαι τοῦ ἐμψύχου καὶ τοῦ αἰ‐ σθητικοῦ, ἤτοι τῶν οὐσιῶν· ὥστε συμβαίνει σμῆνος οὐσιῶν εἶναι ἐν τῷ Σωκράτει. ὅπερ ἀδύνατον· ἐν ἑκάστῳ γὰρ μία οὐσία ἐστὶν ἡ ἐνοῦσα αὐτῷ. εἰ γὰρ ἡ οὐσία τοῦ Ἀλεξάνδρου ὁ Ἀλέξανδρός ἐστιν, ὁ δὲ Ἀλέ‐ ξανδρος πολλοὶ εἶναι οὐ δύναται, οὐδ’ ἄρα οὐσίαι ἐν αὐτῷ πολλαὶ ἔσονται.
35εἰπὼν δὲ ὅτι εἰ ἔστιν ἐν τῷ καθόλου ἀνθρώπῳ τὸ ζῷον, ἔστι δ’ ὁ καθό‐ λου ἄνθρωπος οὐσία, ἔσται ἄρα καὶ τὸ ζῷον οὐσία, κατασκευάζει αὐτὸ λέγων ἔτι δὲ καὶ ἀδύνατον καὶ ἄτοπον τὸ τόδε καὶ τὴν οὐσίαν, ὥσπερ λέγουσιν οἱ λέγοντες τὸν καθόλου ἄνθρωπον, εἰ ἔστιν ἐκ ζῴου, μὴ
εἶναι τὸ ζῷον οὐσίαν καὶ τόδε τι ἀλλὰ ποιόν. εἰ γὰρ τὰ συνιστῶντά τι524
in Metaph
.

525

πρότερά ἐστι τοῦ ὃ συνιστῶσιν, ὁ δὲ ἄνθρωπος κατὰ τοὺς λέγοντας οὐσία ὢν συνίσταται ἐκ τοῦ ζῴου, εἴπερ ἐστὶ τὸ ζῷον ποιόν, συμβήσεται τὸ ποιὸν καὶ τὸ συμβεβηκὸς πρότερον εἶναι τῆς οὐσίας καὶ τοῦ τόδε τι. τοῦτο δὲ ἀδύνατον· οὔτε γὰρ λόγῳ οὔτε χρόνῳ οὔτε γενέσει τὰ πάθη εἰσὶ
5πρότερα τῆς οὐσίας. συμβήσεται γάρ, εἴπερ εἰσὶ πρότερα αὐτῆς, εἶναι χωρὶς αὐτῆς καθ’ αὑτά, ὅπερ ἄλογον. οὐσία ἄρα ἐστὶ τὸ ζῷον. ἀλλ’ εἴπερ ἐστὶν οὐσία τὸ ζῷον, ἔσται πάλιν οὐσίας οὐσία, καὶ ἁπλῶς ὅσαπερ ἐρρήθη. ἢ τὸ ἔτι δὲ ἀδύνατον καὶ ἄτοπον τὸ τόδε τι καὶ οὐσίαν οὐκ ἐπὶ τοῦ καθόλου ἀνθρώπου εἴρηται ἀλλ’ ἐπὶ τοῦ μερικοῦ. καὶ εἴη
10ἂν τὸ λεγόμενον ὅτι ἐπειδὴ ὁ καθόλου ἄνθρωπος δέδεικται μὴ ὢν οὐσία ἀλλὰ ποιόν, ἀδύνατον τὸν Σωκράτην ἐκ τοῦ καθόλου εἶναι ἀνθρώ‐ που, τουτέστι τὴν οὐσίαν ἐκ μὴ οὐσίας. οἶμαι δὲ ἄμεινον τὸ πρότερον· ἔτι γὰρ περὶ τοῦ μὴ εἶναι τὸν καθόλου ἄνθρωπον οὐσίαν ὁ λόγος ἐστίν. ἔτι τῷ Σωκράτει οὐσίᾳ ὄντι ἐνυπάρξει οὐσία, ὥστε δυοῖν ἔσται
15ὁ Σωκράτης οὐσία, ἤτοι δύο ἔσονται ἐν τῷ Σωκράτει οὐσίαι, ὅπερ ἄτοπον· ἕκαστον γὰρ μία ἐστὶν οὐσία ἀλλ’ οὐ δύο ἢ πλείους. ὅλως δ, φησί, συμβαίνει, εἰ ἔστιν οὐσία ὁ ἄνθρωπος, ἄνθρωπον ἐνταῦθα λέγων τὸν μερικὸν καὶ ἄτομον, ὅλως δή, εἰ ἔστιν οὐσία ὁ ἄτομος ἄνθρω‐ πος, καὶ ὅσα οὕτω λέγεται, τουτέστιν ἄτομα, μηδὲν τῶν ἐν τῷ λόγῳ
20αὐτοῦ εἶναι οὐσίαν, μηδὲ χωρὶς ὑπάρχειν αὐτῶν τῶν ἀτόμων. εἰ γὰρ μή ἐστιν οὐσία αὐτὸ καθ’ αὑτὸ τὸ ζῷον, μηδὲ τὸ πεζὸν μηδὲ τὸ δίπουν, δηλονότι οὔκ εἰσι χωρὶς τῶν ἀτόμων, οὔτε μὴν ἐν ἄλλῳ, ἤτοι τῇ ἰδέᾳ, ἀλλ’ ἐν τοῖς ἀτόμοις. ἐξηγούμενος δὲ τὸ μηδὲ χωρὶς ὑπάρχειν αὐτῶν ἐπήγαγε λέγω δὴ οὐκ εἶναί τι ζῷον παρὰ τὰ τιν, ὡς ἂν εἰ ἔλεγεν,
25τοῦτο λέγω τὸ μηδὲ χωρὶς ὑπάρχειν αὐτῶν τὸ μὴ εἶναι ζῷόν τι παρὰ τὰ τινὰ καὶ καθ’ ἕκαστα ζῷα, οὐδὲ δίπουν παρὰ τὰ τινά, οὐδὲ πεζὸν παρὰ τὰ τινά, οὐδ’ ἄλλο τῶν ἐν τοῖς λόγοις εἰλημμένων οὐδέν· δέδεικται γὰρ ὡς οὐδὲν τῶν καθόλου οὐσία ἐστίν. εἰ δὲ μή εἰσιν οὐσίαι, δῆλον ὡς οὐδὲ δύνανται χωρὶς καὶ καθ’ αὑτὰς εἶναι ἀλλ’ ἐν τοῖς μερικοῖς.
30 Οὕτως δὴ δείξας ὅτι ὁ καθόλου ἄνθρωπος οὐκ ἔστιν οὐσία, συμπε‐ ραίνεται λοιπὸν καί φησιν ἔκ τε δὴ τούτων θεωροῦσι φανερὸν ὅτι οὐδὲν τῶν καθόλου ὑπαρχόντων οὐσία ἐστ, καὶ ὅτι οὐδὲν τῶν κοινῇ κατηγορουμένων σημαίνει τὸ τόδε τι ἀλλὰ τοιόνδε καὶ ποιόν. εἰ δέ τις οὐσίαν αὐτὸν λέγει καὶ τόδε τι, συμβήσεται πάλιν ὁ
35τρίτος ἄνθρωπος. εἰ γάρ ἐστιν οὐσία τις ὁ ἄνθρωπος, ἔστι δὲ καὶ ὁ Σω‐ κράτης οὐσία καὶ οἱ καθ’ ἕκαστον, ἐπὶ τῶν πολλῶν δέ ἐστι τὸ κοινῶς κατ’ αὐτῶν λεγόμενον, ἔσται ἄρα τρίτος τις πάλιν ἄνθρωπος, ὃς κατηγο‐ ρηθήσεται τοῦ καθόλου ἀνθρώπου οὐσίας ὄντος καὶ τῶν λοιπῶν. ἔτι δέ, φησί, καὶ ὧδε δῆλον ὡς ἀδύνατόν ἐστιν οὐσίαν ἐξ οὐσιῶν εἶναι ἐνεργείᾳ
40ὑπαρχουσῶν καὶ τόδε τι. δύο γὰρ οὐσίαι ἐνεργείᾳ οὖσαι οὐδέποτε μίαν525
in Metaph
.

526

οὐσίαν ἐνεργείᾳ εἶναι δυναμένην ποιοῦσιν, οἷον ὅδε ὁ ἄνθρωπος τῷδε τῷ ἀνθρώπῳ εἰς ἑνὸς ἀνθρώπου συμπλήρωσιν συντεθῆναι οὐ δύναται, ἀλλ’ ἐὰν δυνάμει ᾖ δύο τινὰ οὐσίαι, τότε συντίθενται καὶ ἀποτελοῦσι μίαν οὐ‐ σίαν ἐντελεχείᾳ. καὶ πάλιν εἰ ἔσται διπλάσιον ἐκ δύο ἡμίσεων, οὐκ ἐξ
5ἐνεργείᾳ ἡμίσεων ἔσται ἀλλ’ ἐκ δυνάμει· ἡ γὰρ ἐντελέχεια χωρίζει καὶ οὐκ ἐᾷ αὐτὸ ἓν εἶναι. ἅμα γὰρ τῷ τὰ ἡμίση ἐνεργείᾳ γενέσθαι ἡμίση, εὐθὺς διῄρηται τὸ διπλάσιον καὶ οὐκέτι μένει ἕν. ὥστε καὶ ἡ οὐσία, εἰ ἔστιν ἕν, οὐκ ἔσται ἐξ οὐσιῶν ἐνυπαρχουσῶν ἐνεργείᾳ οὐσιῶν, ἀλλ’ ἐκ δυνάμει οὐσιῶν. καὶ φανερὸν ὅτι καὶ ἡ χεὶρ μετὰ τοῦ ὅλου οὖσα δυ‐
10νάμει ἐστὶ καὶ οὐκ ἐνεργείᾳ, ὅταν δὲ χωρισθῇ, καὶ τότε οὐχ ἁπλῶς, ἀλλ’ εἴπερ καθ’ ὑπόθεσιν χωρισθεῖσα τοῦ ὅλου ἐδύνατο τὸ οἰκεῖον ἔργον ἀπο‐ τελεῖν, ἦν ἂν οὐσία. ἡ γὰρ οὐσία οὐ τὸ σχῆμα τὸ τοιονδί ἐστιν, ἀλλ’ ἡ ἑκάστου ἐνέργεια. ὡς γὰρ ὁ Δημόκριτος ἔλεγεν ὅτι ἀδύνατον ἐκ δύο ἀτό‐ μων μίαν γενέσθαι (ἀπαθεῖς γὰρ αὐτὰς ὑπετίθετο) ἢ ἐκ μιᾶς δύο (ἀτμή‐
15τους γὰρ αὐτὰς ἔλεγεν), οὕτως καὶ ἡμεῖς φαμεν ὡς ἀδύνατον ἐκ δύο ἐνερ‐ γείᾳ οὐσῶν οὐσιῶν μίαν οὐσίαν γενέσθαι, ἀλλ’ ἐκ δυνάμει μόνον. ἐπεὶ δὲ ἐνέπιπτεν ἡ ἐπὶ τῶν ἀριθμῶν ἔνστασις, λύει καὶ ταύτην. εἶπε γὰρ ἄν τις ὅτι ὥσπερ ὁ ἓξ ἀριθμὸς ἐκ τοῦ τρία καὶ τρία ἐστὶν ἢ ἐκ τοῦ δύο καὶ τέσσαρα ἐνεργείᾳ ὄντων ἀριθμῶν, τί κωλύει καὶ μίαν οὐσίαν ἐκ δύο
20οὐσιῶν εἶναι ἐνεργείᾳ οὐσῶν; λύει οὖν λέγων ὅτι καὶ ἡ δυὰς οὐκ ἔστιν ἐνεργείᾳ ἀριθμὸς ἐν τῷ ἓξ οὖσα ἀλλὰ δυνάμει· δύναται γὰρ χωρισθεῖσα εἶναι ἀριθμός, μετὰ τοῦ ἓξ δὲ οὖσα οὐδαμῶς. ἀλλ’ αὐτὸς οὐκ ἐπὶ τοῦ ἓξ ποιεῖται τὸν λόγον, ἀλλ’ ἐπὶ τῆς δυάδος, λέγων αἱ μονάδες ἐν τῇ δυάδι οὔκ εἰσιν ἐνεργείᾳ μονάδες ἀλλὰ δυνάμει, ἕως δὴ ὑπόκειται ἡ δυὰς ὅτι
25ἀριθμός ἐστιν· ἢ γάρ, φησίν, οὐχ ἓν ἡ δυάς, τουτέστιν ἢ οὐκ ἔστιν ἡ δυὰς ἀριθμός τις εἷς, ἢ εἴπερ ἐστὶν ὅλως ἀριθμός, οὔκ εἰσιν ἐν αὐτῇ αἱ μονάδες ἐνεργείᾳ ἀλλὰ δυνάμει. p. 1039a14 Ἔχει δὲ τὸ συμβαῖνον ἀπορίαν. εἰ γὰρ μήτε ἐκ τῶν καθόλου οἷόν τε εἶναι μηδεμίαν οὐσίαν.
30 Δείξας ὅτι τὸ καθόλου οὐκ ἔστιν οὐσία καὶ ὅτι ἐξ αὐτῶν οὐκ ἐνδέχε‐ ται εἶναι οὐσίαν διὰ τὸ μὴ ἐνδέχεσθαι τὴν οὐσίαν ἐκ μὴ οὐσιῶν εἶναι, λέγει ὅτι τὸ συμβαῖνον ἐκ τῶν ἀποδειχθέντων ἔχει ἀπορίαν, καὶ τίθησι τί ποτέ ἐστι τὸ συμβαῖνον. εἰ γὰρ μήτε, φησίν, ἐκ τῶν καθόλου οἷόν τε μηδεμίαν εἶναι οὐσίαν διὰ τὸ τοιόνδε ἤτοι ποιὸν σημαίνειν ἀλλὰ μὴ τόδε
35καὶ οὐσίαν, ἐκ ποιοῦ δὲ οὐσίαν οὐκ ἐνδέχεται εἶναι, εἰ δὴ τοῦτο μὴ ἐν‐
δέχεται, μήτε πάλιν ἐξ οὐσιῶν ἐνεργείᾳ αὐτῶν καθ’ αὑτὰς οὐσῶν, ὥσπερ526
in Metaph
.

527

ὁ μερικὸς ἄνθρωπος, δυνατόν ἐστιν οὐσίαν σύνθετον εἶναι (δέδεικται γὰρ καὶ τοῦτο), συμβαίνει μηδεμίαν οὐσίαν σύνθετον εἶναι. εἰ γὰρ ἐνδέχεται τὴν σύνθετον οὐσίαν εἶναι ἢ ἐξ οὐσιῶν ἐνεργείᾳ οὐσῶν ἢ ἐκ συμβεβηκότων, κατ’ οὐδένα δὲ τρόπον τοῦτο εἶναι δύναται, ἀσύνθετος ἂν εἴη πᾶσα οὐσία.
5ἀλλ’ εἰ τοῦτο, οὐδεμιᾶς οὐσίας ἂν εἴη λόγος· οἱ γὰρ ὁρισμοὶ τῶν ἔκ τινων οὐσιῶν εἰσιν ἀλλ’ οὐ τῶν ἁπλῶν, ὥσπερ ὁ τοῦ ἀνθρώπου, ὄντος αὐτοῦ ἐκ τοῦ ζῴου καὶ πεζοῦ καὶ δίποδος. ἀλλὰ μὴν δοκεῖ γε ὅτι οἱ ὁρισμοὶ ἢ μόνων τῶν οὐσιῶν εἰσιν, ἢ εἴπερ εἰσὶ καὶ τῶν ἄλλων, ἀλλὰ μάλιστα τῶν οὐσιῶν εἰσιν. νῦν δὲ συμβαίνει μηδὲ τῶν οὐσιῶν εἶναι· οὐκ ἄρα ἐστὶν
10οὐδεμιᾶς ὁρισμός. καὶ εἰπὼν οὐ λύει τὴν ἀπορίαν νῦν, ἐπαγγέλλεται δὲ ἐρεῖν, λέγων ὅτι τρόπον μέν τινα ἔστι τῶν οὐσιῶν ὁρισμός, τρόπον δέ τινα οὐκ ἔστιν. καὶ πῶς τοῦτο συμβαίνει, ἐρεῖ καὶ ἐν τῷ παρόντι βιβλίῳ καὶ ἐν τῷ μετὰ τοῦτο. p. 1039a24 Φανερὸν δὲ ἐξ αὐτῶν τούτων τὸ συμβαῖνον καὶ τοῖς
15τὰς ἰδέας λέγουσιν χωριστάς τε οὐσίας εἶναι. Δείξας ὅτι τὰ καθόλου οὔκ εἰσιν οὐσίαι, ἐκ τούτων, φησί, φανερόν ἐστι τὸ συμβαῖνον τοῖς τὰς ἰδέας λέγουσι χωριστάς τε οὐσίας εἶναι καὶ ἅμα ποιοῦσι τὸ εἶδος, λέγων εἶδος τὴν ἰδέαν, ἐκ τοῦ γένους καὶ τῶν διαφορῶν. εἰ γάρ εἰσιν ἰδέαι καὶ ἔστι τὸ ζῷον ἐν τῷ αὐτοανθρώπῳ καὶ
20αὐτοΐππῳ καὶ ταῖς λοιπαῖς ἰδέαις, ἤτοι ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ ἐστιν, ὥσπερ ἐστὶν ὁ Ἀλέξανδρος εἷς καὶ ὁ αὐτὸς τῷ ἀριθμῷ, τὸ ὑπάρχον ζῷον ἔν τε τῷ αὐτοανθρώπῳ καὶ αὐτοΐππῳ καὶ ταῖς λοιπαῖς ἰδέαις, ἢ ἕτερον; καὶ ἐρωτήσας πρὸ τοῦ ἀπαντῆσαι πρὸς τὴν ἐρωτηθεῖσαν ἀντίφασιν λέγει ὅτι εἰ τῷ ἀριθμῷ τις μὴ λέγει ἕν, ἀλλ’ οὖν τῷ μὲν λόγῳ δηλονότι ἕν ἐστι τὸ
25ἐν ταῖς ἰδέαις ζῷον· ὁ γὰρ ὁριζόμενος τὸν αὐτὸν ἐν πᾶσιν ἐρεῖ λόγον, ἀλλ’ οὐκ ἄλλον μὲν τὸν τοῦ ἐν τῷ αὐτοΐππῳ ζῴου ἀποδώσει, ἕτερον δὲ τοῦ ἐν τῷ αὐτοανθρώπῳ. τοῦτο δὴ εἰπὼν πάλιν ἀνατρέχει ἐπὶ τὸ πρότερον, λέ‐ γων εἰ οὖν ἔστι τις ἄνθρωπος αὐτὸς καθ’ αὑτὸν καὶ τόδε τι κεχω‐ ρισμένον, ὥσπερ ὁ Σωκράτης καὶ ὁ Καλλίας, ἀνάγκη καὶ τὸ ζῷον καὶ
30τὸ πεζὸν καὶ τὸ δίπουν, ἐξ ὧν ἐστιν ὁ αὐτοάνθρωπος, εἶναι χωριστὰ καὶ οὐσίας αὐτὰς καθ’ αὑτάς· τίς γὰρ ἡ ἀποκλήρωσις αὐτοάνθρωπον μὲν εἶναι, αὐτοζῷον δὲ καὶ αὐτοδίπουν μὴ εἶναι; εἰ δὲ τοῦτο, ἔσται οὐσία τις ἐξ οὐσιῶν ἐνεργείᾳ καὶ καθ’ αὑτὰς οὐσῶν, ὅπερ δέδεικται ἀδύνατον. καὶ οὐ τοῦτο μόνον ἀλλ’ ἔσται καὶ ἰδέα ἐξ ἰδεῶν, καὶ ἔσονται ἰδέαι τό τε αὐτο‐
35πεζὸν καὶ αὐτοζῷον καὶ αὐτοδίπουν πρότεραι τοῦ αὐτοανθρώπου, τουτέστιν ἔσονται ἄλλαι ἰδέαι ἄλλων πρότεραι· ὅπερ οὔ φασιν οἱ ταύτας τιθέμενοι. οὕτως οὖν διὰ μέσου τὸ ἀδύνατον τοῦτο αἰνιξάμενος ἐπανατρέχει εἰς τὴν τῆς ἀντιφάσεως ἐρώτησιν, καὶ λέγει ὅτι εἰ μὲν τὸ ἐν τῷ αὐτοΐππῳ καὶ
αὐτοανθρώπῳ ζῷον τὸ αὐτὸ καὶ ἕν ἐστι τῷ ἀριθμῷ ὥσπερ αὐτὸς σαυτῷ527
in Metaph
.

528

εἷς εἶ τῷ ἀριθμῷ, πῶς τὸ ἓν ἐν τοῖς οὖσι χωρὶς ἀπ’ ἀλλήλων ἓν ἔσται τῷ ἀριθμῷ; καὶ διὰ τί, εἰ τὰ χωρὶς ὄντα ἕν εἰσι τῷ ἀριθμῷ, οὐκ ἔσται αὐτὸ τὸ ζῷον καὶ χωρὶς αὑτοῦ; εἰ γὰρ ἕν εἰσι τῷ ἀριθμῷ τὰ ἐν ἄλλῳ καὶ ἄλλῳ ὄντα ζῷα, δηλονότι δυνήσεται τὸ ζῷον καὶ χωρὶς αὑτοῦ εἶναι.
5ἔπειτα, φησί, πῶς ἔσται τὸ δίπουν ἐν τῷ ζῴῳ, μεθέξει ἢ ἄλλως πως; εἰ μὲν οὖν μεθέξει, δῆλον ὡς οὐ τοῦ δίποδος μόνον μετέχει, τῶν δ’ ἄλλων διαφορῶν οὐδαμῶς· τί γὰρ τὸ αἴτιον τοῦ τούτου μὲν μετέχειν, ἄλλου δὲ οὔ; εἰ οὖν μεθέξει τοῦ δίποδος καὶ τοῦ πολύποδος τὰ εἴδη ποιεῖ, συμβή‐ σεται τὰ ἐναντία ὑπάρχειν ἐν τῷ αὐτῷ καὶ ἑνὶ καὶ τῷδέ τινι ὄντι. εἰ
10δ’ οὐ μετέχει, τίς ὁ τρόπος καὶ πῶς ἐν αὐτῷ εὑρίσκεται ταῦτα, ὅταν λέ‐ γωμεν ζῷον δίπουν ἢ ζῷον πεζὸν ἢ ζῷον ἄπουν; ἀλλ’ ἴσως ἐρεῖ τις ὅτι ἐν τῷ αὐτοανθρώπῳ ὄντα σύγκειται καὶ μέμικται ὥσπερ σωρὸς τὸ ζῷον καὶ αἱ διαφοραί. ἀλλὰ πάντα ταῦτα ἄτοπα· ὁρῶμεν γὰρ ἐνταῦθα ὅτι τὰ ζῷα οὐ κατὰ σύνθεσιν καὶ ἁφήν εἰσιν, ἀλλὰ συνεχῆ καὶ ὡς εἰπεῖν κατὰ
15ἀνάκρασιν. Εἰ μὲν οὖν ἓν καὶ ταὐτόν τις ἐρεῖ τῷ ἀριθμῷ τὸ ἐν τῷ χωριστῷ ἀνθρώπῳ καὶ ἵππῳ καὶ τοῖς λοιποῖς ζῷον, ταῦτά τε συμβαίνει καὶ πλείω τούτων· εἰ δὲ ἕτερον τὸ ἐν ἑκάστῳ, δῆλον ὡς οὐχὶ τῷ μὲν ἀριθμῷ ἕτερα ταῦτα ἐροῦσι, τῷ εἴδει δὲ τὰ αὐτά (ἔσται γὰρ πάλιν τῶν ἰδεῶν ἰδέα),
20ἀλλὰ καὶ τῷ ἀριθμῷ καὶ τῷ εἴδει ἕτερα. καὶ πρῶτον μέν, ὧν ἡ οὐσία ζῷον, ἄπειρα ἔσονται καὶ ἕτερα, ὥσπερ ὁ μύρμηξ τοῦ ἵππου καὶ οὗτος λέοντος καὶ οὗτος βοὸς καὶ οὗτος ἄλλου· καὶ πῶς οἷόντε τοῦτο; ἔπειτα εἰπάτωσαν τίς ἡ φύσις τοῦ ἐν τῷ ἀνθρώπῳ ζῴου καὶ τοῦ ἐν τῷ ἵππῳ, ἐπειδὴ καὶ τῷ ἀριθμῷ καὶ τῷ εἴδει εἰσὶν ἕτερα. εἰπὼν δὲ ὅτι οὐκοῦν
25ἄπειρα ὡς ἔπος εἰπεῖν ἔσται ὧν ἡ οὐσία ζῷον, πῶς τὸ ζῷον οὐσίαν εἴρηκεν ἐπήγαγεν οὐ γὰρ κατὰ συμβεβηκὸς ἐκ ζῴου ὁ ἄνθρωπος, ἀλλὰ δῆλον ὡς ἐξ οὐσίας, ὥστε ἐστὶ τὸ ζῷον οὐσία. ἐπειδὴ δὲ οἱ τὰς ἰδέας τιθέμενοι καὶ αὐτοουσίαν ἔλεγον αὐτὴν καθ’ αὑτήν, ἔστι δὲ καὶ τὸ αὐτο‐ ζῷον οὐσία, πολλὰ ἔσται τὸ ζῷον· οὐσία τε γὰρ τὸ ἐν ἑκάστῳ ζῷόν
30ἐστίν· οὐ γὰρ ὥσπερ λευκὸν εἰπόντες ἄλλο τι λέγομεν, ξύλον φέρε ἢ ἄν‐ θρωπον, οὕτω καὶ τὸ ζῷον οὐσίαν λέγοντες ἄλλο τί φαμεν καὶ κατ’ ἐκεῖνο τὸ ἄλλο τοῦτο οὐσίαν λέγομεν, ἀλλὰ καθ’ αὑτό ἐστιν οὐσία· ὥστε ἐστὶ τὸ ζῷον πολλὰ ἔκ τε οὐσίας αὐτῆς καθ’ αὑτὴν οὔσης καὶ ἐκ ζῴου. εἰ δέ τις λέγει ὅτι οὐ καθ’ αὑτό ἐστι τὸ ζῷον οὐσία, ἀλλὰ κατ’ ἄλλο, ἐξ ἐκείνου,
35καθ’ ὃ τὸ ζῷον οὐσία λέγεται, ἔσται ὁ ἄνθρωπος, καὶ ἐκεῖνο ἔσται γένος τοῦ ἀνθρώπου, ἀλλ’ οὐ τὸ ζῷον. ἔτι ἐπειδὴ ὁ ἄνθρωπος χωριστὸς καὶ καθ’ αὑτόν ἐστι, καὶ τὸ δίπουν δηλονότι καὶ τὸ πεζὸν καθ’ αὑτά εἰσι καὶ ἰδέαι. οὐκοῦν οὐκ ἄλλου μέν εἰσιν ἰδέαι τό τε ζῷον καὶ τὸ πεζόν, ἄλλου δὲ οὐσίαι, ἀλλ’ αὐτὰ ἑαυτοῖς εἰσι καὶ ἰδέαι καὶ οὐσίαι, ὥσπερ ἐγὼ οὐκ
40ἄλλου μέν εἰμι ἄτομος, ἄλλου δὲ ἄνθρωπος· ἀδύνατον γὰρ τὸ ἄλλου εἶναι
ἐμὲ ἄνθρωπον, ἀλλὰ μὴ ἐμαυτοῦ· οὕτω καὶ τὸ ζῷον αὐτὸ ἑαυτῷ ἐστι καὶ528
in Metaph
.

529

οὐσία καὶ ἰδέα, εἰ καὶ ἐν τῷ αὐτοανθρώπῳ ἐστίν, ὥσπερ καὶ ἐγὼ αὐτὸς ἑαυτῷ ἄνθρωπός εἰμι καὶ ἄτομον, εἰ καὶ ἐν τόπῳ τυγχάνω. ὥστε εἰ αὐ‐ τὸ ἑαυτῷ τὸ ζῷον καὶ οὐσία ἐστὶ καὶ ἰδέα, δῆλον ὅτι ἕκαστον τῶν ἐν τοῖς ζῴοις ἤτοι ἐν τῷ αὐτοανθρώπῳ καὶ τοῖς λοιποῖς αὐτοζῷόν ἐστι καὶ ἰδέα.
5τὰ δὲ εἴδη ἑτέρων εἰσὶ φύσεων, ὥσπερ καὶ ὁ ἄνθρωπος καὶ ὁ ἵππος· καὶ τὰ αὐτοζῷα ἄρα τὰ ἐν τοῖς εἴδεσιν ἑτέρων εἰσὶ φύσεων· ὅπερ ἄτοπον. ἔτι εἰ τῶν πολλῶν καὶ διαφερόντων τῷ ἀριθμῷ ἐστιν ἰδέα, τῷ δ’ ἀριθμῷ διαφέρει, ὡς δέδεικται, τὸ ἐν τῷ αὐτοΐππῳ ζῷον καὶ αὐτοανθρώπῳ καὶ τοῖς λοιποῖς (πᾶσα γὰρ ἰδέα μία τῷ ἀριθμῷ), ἔσται καὶ ἐκείνων ἰδέα·
10ὥστε ὥσπερ ἐστὶν ἄλλος ἄνθρωπος καθ’ αὑτὸν παρὰ τοὺς καθ’ ἕκαστα καὶ αἰσθητούς, οὕτως ἔσται καὶ τῶν αὐτοζῴων καὶ τῶν ἰδεῶν ἄλλη τις ἰδέα καὶ ἄλλο αὐτοζῷον. καὶ πῶς ἐκ τοῦ τοιούτου αὐτοζῴου ἔσται τὸ ἐν τῷ αὐτοανθρώπῳ αὐτοζῷον; ἔτι εἴπερ τῶν αἰσθητῶν εἰσιν αἱ ἰδέαι, ταῦτά τε ἅπερ εἴρηται συμβαίνει καὶ τούτων ἀτοπώτερα. ἐπειδὴ γὰρ ἀνάγκη
15ἐστὶν ἐξ ὧν λέγουσιν εἶναι καὶ αὐτοζῷον αὐτὸ καθ’ αὑτό, ὥσπερ οὖν ὁ αὐτοάνθρωπος ἕτερός ἐστι παρὰ τοὺς καθ’ ἕκαστα, οὕτω καὶ τὸ αὐτοζῷον ἕτερον ὀφείλει εἶναι παρὰ ζῷα τὰ τινά, ἃ οὔτε ἄνθρωπός εἰσιν οὔτε ἵππος οὔτε ἄλλο οὐδέν, ἀλλὰ τοῦτο αὐτό, ζῷα· εἰ δὲ μή εἰσί τινα ζῷα ἅπερ τοῦτο αὐτό εἰσι, ζῷα, ὥσπερ οἱ ἄνθρωποι τοῦτο αὐτό, ἄνθρωποι (τίς γάρ
20πω ἐθεάσατο ζῷον ὃ μήτε ἄνθρωπός ἐστι μήτε μύρμηξ μήτε ἄλλο τι), οὐδὲ αὐτοζῷόν ἐστιν· ἡ γὰρ ἰδέα τινῶν ἐστιν ἰδέα. εἰ δὲ ζῷον, φανερὸν ὡς οὐδὲ αὐτοάνθρωπος οὐδ’ ὅλως ἰδέα. εἰ δὲ λέγοι τις ὡς ἔστι μὲν αὐτοζῷον, ἀλλ’ οὐκ ἔστιν ἰδέα ζῴων τοῦτο αὐτὸ ζῴων ὄντων, ἀλλὰ τοῦ ἐν τοῖς ἀνθρώποις ζῴου καὶ ἵπποις καὶ βουσί, ψεῦδος ἐρεῖ· τοῦ
25γὰρ ἐν τοῖς ἀνθρώποις ζῴου καὶ ἁπλῶς τῶν ἀνθρώπων ὅλων ὡς ὅλων ὁ αὐτοάνθρωπός ἐστιν ἰδέα ὅλος ὡς ὅλος· ὡσαύτως καὶ ὁ αὐτοΐππος ὅλος ὡς ὅλος ἐστὶν ἰδέα τῶν κατὰ μέρος ἵππων ὅλων ὡς ὅλων· ὥστε εἴπερ ἔστιν αὐτοζῷον καὶ ἰδέα, ζῴων ὀφείλει εἶναι ἰδέα μηδὲν ἄλλο ὄντων ἢ τοῦτο αὐτό, ζῷα. οὕτω δὴ ἐνστὰς πρὸς τοὺς τὰς ἰδέας τιθεμένους καὶ
30ἐλέγξας αὐτοὺς συμπεραίνεται λέγων εἰ δὴ ἀδύνατον οὕτως ἔχειν, ἀδύνατον εἴδη εἶναι τῶν καθ’ ἕκαστα, ὥς τινές φασιν. p. 1039b20 Ἐπεὶ δὲ ἡ οὐσία ἑτέρα τό τε σύνολον καὶ ὁ λόγος· λέγω δ’ ὅτι ἡ μὲν οὕτως ἐστὶν οὐσία σὺν τῇ ὕλ. Εἰπὼν πρότερον ὅτι οἱ λόγοι τοῦ τί ἦν εἶναί εἰσι καὶ τῶν εἰδῶν, τῶν
35δὲ καθ’ ἕκαστα ὁρισμὸς οὐκ ἔστι, καὶ ἐπαγγειλάμενος τοῦτο δείξειν, νῦν
τὴν ὑπόσχεσιν ἐκπληροῖ καὶ δείκνυσιν ὅτι τῶν καθ’ ἕκαστα οὔκ εἰσιν ὁρισμοί.529
in Metaph
.

530

πρότερον δὲ ποιεῖται διαίρεσιν τῆς οὐσίας ποσαχῶς λέγεται, ἵνα δείξῃ ποίας οὐσίας οὐκ ἔστιν ὁρισμός. λέγει δὴ ὅτι ἐπειδὴ ἡ οὐσία ἑτέρα τό τε σύνολον καὶ ὁ λόγος, λέγω δὲ ὅτι ἡ μὲν οὕτως ἐστὶν οὐσία ὁ λόγος συνειλημμένος τῇ ὕλ, ἡ δὲ λόγος ὅλως καὶ τί ἦν εἶναι, ὅσαι μὲν
5οὖν εἰσιν οὐσίαι συνειλημμέναι τῇ ὕλῃ καὶ ὅλως σύνθετοι, τούτων ἔστι φθορὰ καὶ γένεσις, τοῦ δὲ λόγου καὶ τοῦ εἴδους οὐκ ἔστι φθορὰ οὐδὲ γέ‐ νεσις· οὐ γὰρ γίνεται τὸ οἰκίᾳ εἶναι καὶ τὸ εἶδος τῆς οἰκίας, ἀλλ’ ἥδε ἡ κατὰ μέρος οἰκία, ἐν ᾗ τὸ εἶδος ἀχρόνως καὶ ἄνευ γενέσεως γίνεται καὶ φθείρεται. καὶ διὰ τοῦτο οὐκ ἔστι τῶν αἰσθητῶν οὐσιῶν καὶ καθ’ ἕκαστα
10οὔθ’ ὁρισμὸς οὔτε ἀπόδειξις, ὅτι ἔχουσιν ὕλην, ἧς ἡ φύσις διὰ τὸ ἐνδέχε‐ σθαι καὶ εἶναι καὶ μὴ εἶναι, τουτέστιν διὰ τὸ μὴ δύνασθαι ἀεὶ τὸ αὐτὸ στέγειν εἶδος ἀλλ’ ἄλλοτε δεκτικὴν εἶναι ἄλλων, φθαρτὰ πάντα τὰ καθ’ ἕκαστα αὐτῶν. ταῦτα θεὶς τρέπεται εἰς τὴν τοῦ μὴ εἶναι τῶν καθ’ ἕκα‐ στα ὁρισμοὺς δεῖξιν. γυμνάζει δὲ τὸν λόγον ἐπὶ τὰς ἰδέας (καὶ αὗται γὰρ
15καθ’ ἕκαστά εἰσιν) ἐκ τοῦ μᾶλλον τὴν δεῖξιν ποιούμενος. εἰ γὰρ αὗται, αἳ δοκοῦσιν εἶναι ἀίδιοι, ὅμως διὰ τὸ τῶν καθ’ ἕκαστα εἶναι οὔκ εἰσιν αὐ‐ τῶν ὁρισμοί, πολλῷ μᾶλλον οὐκ ἔσονται τῶν καθ’ ἕκαστα καὶ αἰσθητῶν. τέως δὲ πρῶτον συλλογίζεται λέγων μὴ εἶναι τῶν αἰσθητῶν καὶ καθ’ ἕκαστα ὁρισμοὺς μηδὲ ἀπόδειξιν δυνάμει ὧδε. οἱ ὁρισμοὶ καὶ αἱ ἀπο‐
20δείξεις τῶν ἀναγκαίων καὶ τῶν μὴ ἐνδεχομένων ἄλλως ἔχειν εἰσί, τὰ καθ’ ἕκαστα ἐνδέχεται ἄλλως ἔχειν, τῶν καθ’ ἕκαστα ἄρα οὔθ’ ὁρισμὸς οὔτε ἀπόδειξίς ἐστιν. ὥσπερ γάρ, φησίν, οὐκ ἐνδέχεται τὴν ἐπιστήμην ποτὲ μὲν εἶναι ἐπιστήμην ποτὲ δ’ ἄγνοιαν, ὥσπερ οὐδὲ τὸν ἄνθρωπον ποτὲ μὲν ζῷον εἶναι ποτὲ δὲ μή (δόξα γάρ ἐστι τὸ ποτὲ μὲν ὡς ἐπιστήμη ὄν, ποτὲ δ’
25ὡς ἄγνοια), οὕτως οὐδὲ ἀπόδειξιν οὐδ’ ὁρισμὸν ἐνδέχεται εἶναι τῶν ἐνδεχο‐ μένων ἄλλως ἔχειν, ἀλλὰ δόξαν. κατασκευάζει δὲ τὸ μὴ ὁρισμὸν μηδ’ ἀπόδειξιν εἶναι τῶν καθ’ ἕκαστα καὶ ἄλλως λέγων ἄδηλά τε γὰρ τὰ φθειρόμενα τοῖς ἔχουσιν ἐπιστήμην ὅταν ἐκ τῆς αἰσθήσεως ἀπέλθ· εἰ δὲ ὧν ἐστιν ἐπιστήμη καὶ ὁρισμὸς δῆλά ἐστι κατὰ πάντα
30τρόπον, τὰ δὲ καθ’ ἕκαστα ὅταν ἐκ τῆς αἰσθήσεως ἀπέλθῃ ἄδηλά ἐστι, τῶν καθ’ ἕκαστα ἄρα οὔτε ἀπόδειξίς ἐστιν οὔθ’ ὁρισμός. καὶ ἄλλως· ὧν ἐστιν ἀπόδειξις καὶ ὁρισμός, τούτων ἡ ἀπόδειξις ἀπόλλυται εἴτε τοῦ ἔχον‐ τος τὴν ἀπόδειξιν φθαρέντος, εἴτε τοῦ οὗ ἐστιν ἀπόδειξις, ἢ ἀμφοτέρων, καὶ τοῦ ἔχοντος τὴν ἀπόδειξιν καὶ τοῦ ἀποδεικτοῦ, ὡς ἐν τῷ Α τῶν
35Ὑστέρων ἀναλυτικῶν εἴρηται. ἐπὶ δὲ τῶν καθ’ ἕκαστα συμβαίνει σωζο‐ μένου καὶ τοῦ ἀποδεικτοῦ καὶ τοῦ ἔχοντος τὸν λόγον καὶ τὴν ἀπόδειξιν καὶ τοῦ λόγου τοῦ ἐν τῇ ψυχῇ καὶ μὴ λήθης γεγονυίας μὴ εἶναι μήτε ὁρισμὸν μήτε ἀπόδειξιν· ὅταν γὰρ ἐκ τῆς αἰσθήσεως ἀπέλθῃ οὗ τὸν λό‐
γον ἔχομεν, σωζομένου ἐμοῦ καὶ τοῦ πράγματος οὗ τὸν λόγον ἔχω καὶ530
in Metaph
.

531

αὐτοῦ τοῦ λόγου καὶ λήθης μὴ μεσολαβησάσης, ἀγνοῶ εἰ ὅλως ἐστίν. διὸ δεῖ τῶν πρὸς ὅρον, τουτέστι τῶν πρὸς ὅρον τινὸς πραγματευομένων, ἤτοι δεῖ ἕκαστον τῶν περὶ ὅρον τινὸς ἀτόμου πράγματος σκοπούντων καὶ ζητούντων ἀποδοῦναι αὐτοῦ τὸ τί ἐστι, μὴ ἀγνοεῖν ὅτι ἀεὶ ἀναιρεῖν ἔστιν
5ἤτοι ἀναιρεθήσεται αἰεὶ ὁ τοιοῦτος ὁρισμός· παντὸς γὰρ ἀναιρεῖν ἔστι τὸν ὁρισμὸν τοῦ καθ’ ἕκαστα. ὥστε ὁ τὸ καθ’ ἕκαστον ὁριζόμενος οὐδὲν ἄλλο ποιεῖ ἢ αἰτίας δίδωσιν τοῦ ἀναιρεῖν ἑκάστῳ τῶν βουλομένων αἰεί τι ἀναιρεῖν καὶ ἀνασκευάζειν. p. 1040a8 Οὐδὲ δὴ ἰδέαν οὐδεμίαν ἔστιν ὁρίσασθαι· τῶν γὰρ καθ
10ἕκαστον ἡ ἰδέα. Ἐπὶ τῶν ἰδεῶν, ὡς εἴπομεν, γυμνάζει τὸν λόγον, δεικνὺς ὅτι τῶν ἰδεῶν οὔκ εἰσιν ὁρισμοὶ διὰ τὸ τῶν καθ’ ἕκαστα εἶναι αὐτάς. εἰ δὲ τού‐ των μή εἰσι, σχολῇ γ’ ἂν τῶν αἰσθητῶν εἶεν. ἅμα δὲ δείκνυσιν ὅτι εἴδη αὐτὰ καθ’ αὑτὰ καὶ χωριστὰ οὔκ εἰσιν. λέγει γὰρ ὅτι εἴπερ ἔστιν ὁρισμὸς
15αὐτοανθρώπου (ἔστω γὰρ ἐπὶ τούτου ὁ λόγος), ἀναγκαῖόν ἐστιν ὀνόμασι χρήσασθαι· ἄνευ γὰρ ὀνομάτων πράγματα σημαινόντων οὐκ ἔστιν ὁρισμός. εἰ δ’ ἀναγκαῖόν ἐστι τὸν ὁριούμενον τὸν αὐτοάνθρωπον ὀνόμασι χρήσασθαι, ἢ συνήθεσι καὶ γνωρίμοις ὀνόμασι χρήσεται λέγω δὴ Ἑλληνικοῖς, ἢ ὀνό‐ ματα ἕτερα θήσεται καὶ ἄγνωστα. ἀλλὰ μὴν ὀνόματα οὐ ποιήσει ἕτερα
20παρὰ τὰ συνήθη· ὁ γὰρ ἀλλοτρίοις ὀνόμασι καὶ ἀγνώστοις χρώμενος ταὐ‐ τὸν ποιεῖ τῷ μὴ χρωμένῳ ὀνόμασι μηδὲ ὅλως λέγοντι, καὶ ὥσπερ ὁ μὴ χρώμενος ὀνόμασι μηδὲ λέγων οὐχ ὁρίζεται, οὕτω καὶ ὁ ἀλλοτρίοις ὀνό‐ μασι χρώμενος ποιεῖ. λείπεται ἄρα χρήσασθαι συνήθεσιν ὀνόμασι καὶ γνωρίμοις· τὰ δὲ γνώριμα καὶ κείμενα κοινὰ πᾶσίν ἐστι καὶ ὑπάρχει πολ‐
25λοῖς. οἷον εἴ τις ὁριζόμενος τὸν Ἀλέξανδρον λέγει Ἀλέξανδρός ἐστι ζῷον ἰσχνὸν λευκὸν ἢ ἕτερόν τι, τὸ ζῷον ἰσχνὸν λευκὸν οὐ μόνῳ τῷ Ἀλεξάνδρῳ ὑπάρχει, ἀλλὰ καὶ ἄλλοις πολλοῖς· ὥστε πάλιν οὐχ ἑνός ἐστιν οὗτος ὁ ὁρισμὸς ἀλλὰ καὶ ἄλλων πολλῶν. οὐκ ἄρα ἔστιν ὁρισμὸς τῶν καθ’ ἕκα‐ στα. τοῦτο δὴ συμβήσεται καὶ ἐπὶ τῶν ἰδεῶν. εἰ γάρ τις λέγει ὅτι αὐτο‐
30άνθρωπός ἐστι ζῷον πεζόν, οὗτος ὁ ὁρισμὸς καὶ ἄλλοις ὑπάρχει. οὐκ ἄρα ἔστιν ὁρίσασθαι τὴν ἰδέαν. εἰ οὖν οἱ ὁρισμοὶ μόνοις ἐκείνοις ὑπάρχουσιν ὧν εἰσιν ὁρισμοί, καὶ ἀντιστρέφουσι τὰ ὁριστὰ πρὸς τοὺς ὁρισμοὺς καὶ οὗτοι πρὸς ἐκεῖνα, εἴπερ ἐστὶ τοῦ αὐτοανθρώπου μόνου τὸ ζῷον πεζὸν ὁρισμός, οὐχ ὑπάρξει καὶ ἄλλοις καὶ ἀντιστρέψει· ἀλλ’ ὑπάρχει καὶ οὐκ ἀντιστρέφει.
35οὐκ ἄρα ἔστι τὴν ἰδέαν ὁρίσασθαι. εἰ δέ τις, φησί, λέγοι ὅτι τὸ ζῷον καὶ τὸ ἰσχνὸν καὶ τὸ λευκὸν χωρὶς μὲν ὑπάρξει πολλοῖς, ἅμα δὲ οὐδενὶ εἰ μὴ
μόνῳ τῷ Ἀλεξάνδρῳ, ὁμοίως καὶ τὸ ζῷον καὶ τὸ πεζὸν χωρὶς μὲν καὶ531
in Metaph
.

532

ἄλλοις, ἅμα δὲ τῷ αὐτοανθρώπῳ μόνῳ, ὥσπερ καὶ τὸ ζῷον καὶ τὸ πεζὸν καὶ τὸ δίπουν χωρὶς μὲν ἕκαστον πολλοῖς ὑπάρχει, ἅμα δὲ μόνῳ τῷ ἀν‐ θρώπῳ· εἰ δὴ ταῦτά τις λέγοι, πρῶτον μέν, φησί, λεκτέον ὅτι καὶ ἀμφοῖν, οἷον τὸ ζῷον δίπουν ὑπάρξει τῷ ζῴῳ καὶ πάλιν τὸ ζῷον δίπουν
5τῷ δίποδι, ὥστε πάλιν οὐχ ἑνὶ ὑπάρξει τὸ ζῷον δίπουν ἀλλὰ δυσίν· ἐπειδὴ γὰρ τὸ ζῷον ἕτερόν ἐστι τοῦ δίποδος, τὸ ζῷον δίπουν ὑπάρξει τῷ δίποδι χωρὶς καὶ πάλιν τὸ ζῷον δίπουν τῷ ζῴῳ χωρίς. ἔσται δὲ τὸ λεγόμενον ἐκδηλότερον ἐπὶ τοῦ Ἀλεξάνδρου· ἐπειδὴ γὰρ ὁ Ἀλέξανδρός ἐστιν ἰσχνὸς φιλόσοφος λευκὸς Ἀφροδισιεύς, τὸ ἰσχνὸν καὶ φιλόσοφον καὶ λευκὸν ἕτερα
10ὄντα τοῦ Ἀφροδισιέως (ἅπαντα γάρ εἰσιν ὁ Ἀλέξανδρος, οὐ μὴν τὰ τρία μόνα), ὑπάρξουσι τῷ Ἀφροδισιεῖ Ἀλεξάνδρῳ. πάλιν ἐπειδὴ ὁ Ἀφροδισιεὺς καὶ τὸ ἰσχνὸν καὶ φιλόσοφον ἕτερά εἰσι τοῦ λευκοῦ Ἀλεξάνδρου, ὑπάρξουσι τῷ λευκῷ Ἀλεξάνδρῳ. πάλιν ἐπειδὴ τὸ φιλόσοφον καὶ ὁ λευκὸς καὶ ὁ Ἀφροδισιεὺς ἕτερά εἰσι τοῦ ἰσχνοῦ Ἀλεξάνδρου, ὑπάρξουσι τῷ ἰσχνῷ Ἀλεξ‐
15άνδρῳ· ὥστε ὁ ὁρισμὸς ὁ λέγων ὅτι Ἀλέξανδρός ἐστιν ἰσχνὸς φιλόσοφος λευκὸς Ἀφροδισιεύς, οὐχ ἑνός ἐστιν, ἀλλὰ τοῦ ἰσχνοῦ Ἀλεξάνδρου καὶ τοῦ λευκοῦ Ἀλεξάνδρου καὶ τοῦ φιλοσόφου Ἀλεξάνδρου καὶ τοῦ Ἀφροδισιέως Ἀλεξάνδρου, οἵπερ εἰσὶν ἕτεροι· ὁ γὰρ ἰσχνὸς Ἀλέξανδρος, ᾗ ἰσχνός, ἕτερός ἐστι τοῦ λευκοῦ Ἀλεξάνδρου. οὐκ ἄρα ἔστι τῶν καθ’ ἕκαστα ὁρισμός.
20αὕτη δὲ ἡ ἐπιχείρησις ἔνδοξός ἐστι καὶ οὐ πραγματώδης, ὡς αἱ λοιπαί· ἐκεῖναι γὰρ ἀναγκαῖαι καὶ ἀληθεῖς. εἰπὼν δὲ ὅτι τὸ ζῷον δίπουν ὑπάρξει καὶ ἀμφοῖν, τῷ τε ζῴῳ καὶ τῷ δίποδι, ἐπήγαγε καὶ τοῦτο ἐπὶ μὲν τῶν ἀιδίων ἀνάγκη εἶναι πρότερά γε ὄντα καὶ μέρη τοῦ συνθέτου, τουτέστιν ἀναγκαῖόν ἐστιν ὑπάρχειν τὸ ζῷον δίπουν ἔν τε τῷ δίποδι χωρὶς
25καὶ ἐν τῷ ζῴῳ πάλιν ἰδίως. ἐπειδὴ γὰρ καθ’ αὑτά εἰσι τό τε αὐτοζῷον καὶ τὸ αὐτοδίπουν, εἶτα συνελθόντα γεγόνασι μέρη τοῦ συνθέτου, οἷον τοῦ αὐτοανθρώπου, ἀνάγκη καὶ τὸ ζῷον δίπουν κατηγορεῖν τοῦ δίποδος τοῦ καθ’ αὑτὸ ὄντος καὶ πάλιν τοῦ ζῴου· καὶ αὐτὸ γὰρ καθ’ αὑτό ἐστιν. δύναται τὸ καὶ τοῦτο ἐπὶ μὲν τῶν ἀιδίων ἀνάγκη εἶναι πρότερά γε ὄντα
30καὶ μέρη τοῦ συνθέτου συντάττεσθαι τῷ ἀνάγκη ἄρα ὑπάρχειν καὶ ἄλλῳ ταῦτα, τουτέστιν ἀνάγκη τὸ ζῷον καὶ τὸ δίπουν ἀίδια ὄντα καὶ κοινὰ καὶ ἄλλοις ὑπάρχειν. οὐ μόνον δὲ τὸ ζῷον καὶ τὸ δίπουν πρότερά ἐστι τοῦ αὐτοανθρώπου, ἀλλὰ καὶ χωριστὰ αὐτὰ καθ’ αὑτά, εἴπερ καὶ ὁ αὐτοάνθρωπος· ἢ γὰρ οὐδὲν ἔσται χωριστόν, ἢ εἴπερ ἔστιν ὁ αὐτοάνθρω‐
35πος, ἀνάγκη εἶναι καὶ τὸ ζῷον χωριστὸν καὶ καθ’ αὑτό. εἰπὼν δὲ ἢ γὰρ οὐδὲν ἢ ἄμφω, πάλιν ἐπανέλαβε τὸν λόγον καί φησιν εἰ μὲν οὖν μηδέν ἐστι χωριστόν, οὐκ ἔσται τὸ ζῷον παρὰ τὰ εἴδη, ἀλλ’ ἐν αὐτοῖς· εἰ δέ ἐστι καὶ τὸ εἶδος καὶ τὸ γένος χωριστόν, δῆλον ὡς καὶ ἡ διαφορά, καὶ ἔσονται πρότερα τοῦ αὐτοανθρώπου, καὶ συναναιρήσουσιν ἀλλ’ οὐκ ἂν
40συναναιρεθῶσι τῷ αὐτοανθρώπῳ· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ταῦτα δ
οὐκ ἀνταναιρεῖται. ἔσονται ἄρα πρότεραι τῶν ἰδεῶν ἰδέαι. εἰπὼν δὲ532
in Metaph
.

533

ἀνωτέρω ὅτι εἰ δέ τις λέγοι ὅτι χωρὶς μὲν πολλοῖς ὑπάρξει, ἅμα δὲ μόνῳ τούτῳ, καὶ εἰπὼν λεκτέον πρῶτον μὲν ὅτι καὶ ἀμφοῖν, οὐκ ἐποιήσατο τὴν ἀπόδοσιν τοῦ μέν συνδέσμου, εἰπὼν ὅτι ἔπειτα δέ, ἀλλ’ εἶπεν ὅτι ἔτι ἐξ ἰδεῶν ἰδέαι· ἀσυνθετώτερα γάρ· ὡς εἶναι τὸ ἔτι ἀντὶ τοῦ ἔπειτα.
5εἰ γάρ ἐστιν ἰδέα ὁ ἄνθρωπος, πολλῷ μᾶλλον ἔσται τὸ ζῷον καὶ τὸ δί‐ πουν, ὅσῳ καὶ ἀσυνθετώτερα. ἔτι τὸ ζῷον καὶ τὸ δίπουν ἢ ὅ τι ἂν ἄλλο εἴη, ὅπερ ληφθήσεται εἰς τὸν τῆς ἰδέας ὁρισμόν, δεήσει ἐπὶ πολλῶν κατη‐ γορεῖσθαι· εἰ γὰρ μή, πῶς γνωρισθήσεται; εἰ γὰρ αἱ ἰδέαι ἐκ τῶν τῇδέ εἰσι γνώριμοι, εἰ μὴ κατηγοροῦνται ἅπερ, ὡς εἴρηται, παραληφθήσεται
10εἰς τὸν τῆς ἰδέας ὁρισμὸν ἐπὶ πολλῶν, πῶς γνωρισθήσονται; εἰ δὲ λέγονται ἐπὶ πολλῶν, δῆλον ὡς οὔκ εἰσιν ἑνὸς ἀλλὰ πολλῶν. οὐκ ἄρα εἰσὶ τῶν καθ’ ἕκαστα ὁρισμοί. ἀλλ’ οὐ κατηγορηθήσονται ἐπὶ πολλῶν, φαίη ἄν τις, τὰ εἰς τὸν τῆς ἰδέας λόγον παραληφθησόμενα. ἀλλ’ εἰ μὴ κατηγοροῦνται, ἐπειδὴ δέδεικται ὅτι ἐξ ὧν αἱ ἰδέαι κἀκεῖνα ἰδέαι εἰσίν, ἔσονται ἰδέαι ἅπερ
15οὐ κατηγορηθήσονται ἐπὶ πλειόνων· οὐ δοκεῖ δὲ τοῖς ταύτας τιθεμένοις, ἀλλὰ πᾶσαν ἰδέαν μεθεκτήν φασι καὶ ἐπὶ πλειόνων. p. 1040a27 Ὥσπερ οὖν εἴρηται, λανθάνει ὅτι ἀδύνατόν ἐστιν ὁρί‐ σασθαι ἐν τοῖς ἀιδίοις. Δείξας ὅτι τῶν καθ’ ἕκαστα οὔθ’ ὁρισμός ἐστιν οὔτ’ ἀπόδειξις λέγει
20ὅτι, ὥσπερ εἴρηται, λανθάνει ὡς ἀδύνατόν ἐστιν ὁρίσασθαι τὰ ἀίδια διὰ τὸ μοναδικὰ εἶναι· καὶ μάλιστα, φησίν, ὅσα ἐστὶ μοναχά, οἷόν ἐστιν ὁ ἥλιος, ἡ σελήνη, ἡ γῆ· οὐ μόνον γὰρ ἁμαρτάνουσι τοιαῦτα λαμβάνοντες εἰς τὸν τοῦ ἡλίου ὁρισμόν, ὧν ἀφαιρουμένων πάλιν ἔσται ὁ ἥλιος· καίτοι οὐ δοκεῖ τῶν εἰς ὁρισμόν τινος παραλαμβανομένων ἑνὸς τούτων ἀφαιρου‐
25μένου εἶναι τὸ ὁριστόν· ἂν γὰρ τοῦ ἀνθρώπου ἢ τὸ πεζὸν ἢ τὸ δίπουν ἀφέλῃς ἢ τὸ ζῷον, οὐκέτι ἔσται ὁ ἄνθρωπος· ὥστε εἴπερ ἦσαν τὰ εἰς ὁρισμὸν τοῦ ἡλίου παραλαμβανόμενα συστατικὰ τῆς οὐσίας αὐτοῦ, ἑνὸς τούτων ἀφαιρουμένου οὐκέτι ἂν ἦν ἥλιος. ἀλλὰ δύναται εἶναι. πόθεν δὲ τοῦτο γίνεται; ἐκ τοῦ πειρᾶσθαι ὁρισμοὺς τῶν καθ’ ἕκαστα ἀποδιδόναι,
30ὧν οὔκ εἰσιν ὁρισμοί. οὐκ ἄρα καλῶς ὁρίζονται. οὐ μόνον δὲ τοιαῦτα λαμβάνουσιν ἀλλ’ ἀγνοοῦσι καὶ ὅτι οὐκ ἔστι τῶν καθ’ ἕκαστα ὁρισμός. εἰ γὰρ τοῦτο ᾔδεσαν, οὐκ ἂν ὅλως ὁρίσαι ταῦτα ἐπεχείρουν, ἐξ οὗ καὶ τοι‐ αῦτα λαμβάνειν αὐτοῖς συμβαίνει. καὶ τίθησι τίνα ἔστι τὰ εἰς τὸν τοῦ ἡλίου ὁρισμὸν παραλαμβανόμενα μὴ καλῶς, τό τε περὶ γῆν ἰὸν καὶ τὸ
35νυκτικρυφές· ἐπειδὴ γὰρ τὸ περὶ γῆν ἰέναι ἢ τὸ ἐν νυκτὶ κρύπτεσθαι εἰς ὁρισμὸν τοῦ ἡλίου παραλαμβάνουσι, δῆλον ὅτι συστατικά εἰσι τῆς τοῦ ἡλίου οὐσίας, ὥστε ἄν τις ἀφέληται τοῦ ἡλίου τὸ περὶ γῆν ἰέναι ἢ τὸ νυκτικρυ‐
φές, οὐκέτι ἔσται ὁ ἥλιος. ἢ ὅλως ἐὰν στῇ ὁ ἥλιος, οὔτε περὶ γῆν διε‐533
in Metaph
.

534

λεύσεται οὔτε τῇ νυκτὶ κρυφήσεται· εἰ δὲ τοῦτο, οὐκ ἔσται. ἀλλ’ ἄτοπον εἰ μὴ ἔστι διὰ τὸ ἵστασθαι ἢ διὰ τὸ μὴ ὑπὸ γῆν διιέναι ἢ ἐν νυκτὶ κρύ‐ πτεσθαι· οὐσία γάρ τίς ἐστιν ὁ ἥλιος, τὸ δὲ κρύπτεσθαι συμβεβηκός· πῶς οὖν τοῦ συμβεβηκότος ἀναιρουμένου ἀναιρεθήσεται οὐσία; ἄλλως τέ εἰσί
5τινες τόποι κατὰ τὸν βόρειον πόλον, καθ’ οὓς ὁ ἥλιος οὐ κρύπτεται καὶ ὅμως ἔστιν. οὐκ ἔδει δὲ εἶναι, εἴπερ τὸ κρύπτεσθαι εἰς τὴν οὐσίαν καὶ τὸ τί ἦν εἶναι ἡλίῳ συνέτεινεν. ἔτι, φησίν, ὅσα ἐπ’ ἄλλου ἐνδέχεται, τουτέστιν, ἔτι εἴπερ ἦσαν ἐκτὸς τοῦδε τοῦ κόσμου ἄλλοι κόσμοι, ὡς ὁ Δη‐ μόκριτος ἔφασκε, δῆλον ὅτι καὶ οἱ ἐν ἐκείνοις τοῖς κόσμοις ἥλιοι περὶ γῆν
10ἂν διήρχοντο ἢ τῇ νυκτὶ ἐκρύπτοντο, ὥστε ὁ λόγος ὁ τοῦδε τοῦ ἡλίου κοινὸς ἂν ἦν καὶ ἥρμοζε κἀκείνοις. ἀλλ’ ὑπέκειτο εἷς εἶναι ἥλιος, ὥσπερ Κλέων ἢ Καλλίας, καὶ μόνου τοῦδε εἶναι τὸν λόγον· εἰ δὴ ὁ τοιοῦτος λό‐ γος, φημὶ δὴ τὸ νυκτικρυφὲς καὶ τὸ περὶ γῆν ἰόν, καὶ ἐπ’ ἄλλοις ἐφαρ‐ μόζει, δῆλον ὅτι οὐκ ἔστιν ὁρισμὸς τῶν καθ’ ἕκαστα. οὕτως δὴ δείξας ὅτι
15τῶν καθ’ ἕκαστα ὁρισμὸς οὐκ ἔστι, μαρτύρεται καὶ τοὺς τὰς ἰδέας τιθε‐ μένους, λέγων ὅτι διὰ τί οὐδεὶς αὐτῶν ὅρον λέγει τινὸς ἰδέας, ἀλλὰ πάσας ἀορίστους καταλιμπάνουσι καί φασι μὴ εἶναι ὁρισμὸν τῶν ἰδεῶν; ἢ δῆλον διὰ τὸ καὶ ἐκείνους ὑπολαμβάνειν μὴ εἶναι ὁρισμοὺς τῶν καθ’ ἕκαστα. ὥστε, φησί, γένοιτ’ ἂν καὶ ἐκ τῶν τὰς ἰδέας λεγόντων ἀληθὲς τὸ νῦν εἰρη‐
20μένον, τοῦτο δ’ ἐστὶ τὸ μὴ εἶναι ὁρισμοὺς τῶν καθ’ ἕκαστα. p. 1040b5 Φανερὸν δ’ ὅτι καὶ τῶν δοκουσῶν εἶναι οὐσιῶν αἱ πλεῖσται δυνάμεις εἰσ. Ἐπειδὴ γὰρ οὐσίας ἐκεῖνά φαμεν ὅσα καθ’ αὑτὰ ὄντα δύναται τὸ οἰκεῖον ἔργον ἀποτελεῖν (οὐσία γὰρ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ ἀφ’ οὗ τὸ ἑκά‐
25στου ἔργον ἐκπληροῦται· οὐσία γὰρ καὶ εἶδος Σωκράτους ἡ τοῦ Σωκράτους ψυχή, ἀφ’ ἧς αὐτῷ τὸ τοῦ ἀνθρώπου ᾗ ἄνθρωπος ἔργον ἐκπληροῦν), λέ‐ γει ὅτι καὶ τὰ μέρη τῶν ζῴων, χεῖρες καὶ πόδες, ἅπερ μάλιστα δοκοῦσιν εἶναι οὐσίαι, φανερόν ἐστιν ἐκ τούτων ὡς οὔκ εἰσιν οὐσίαι ἀλλὰ δυνάμεις. οὐσίας γάρ ἐστι τὸ καθ’ αὑτὴν οὖσαν τὸ καθό ἐστιν αὐτῆς ἔργον ἐκ‐
30πληροῦν, ἡ δὲ χεὶρ τοῦ ὅλου χωρισθεῖσα τὸ ἔργον αὐτῆς ᾗ χεὶρ οὐκ ἐκπληροῖ, καίτοι καθ’ αὑτὴν οὖσα. οὐ γὰρ ἐν τῷ τοιονδὶ σχῆμα ἔχειν χείρ ἐστιν, ἀλλ’ ἐν τῷ ἐκπληροῦν τὸ ἑπόμενον τῷ τοιονδὶ σχῆμα ἔχοντι ἔργον· ἐπεὶ εἴ γε κατὰ τὸ τοιονδὶ σχῆμα ἕκαστον οὐσίωτο, ἦν ἂν καὶ ἡ τοῦ ἀνδριάντος χεὶρ χείρ (οὐκ ἔστι δέ), καὶ ὁ ἀνδριὰς ἄν‐
35θρωπος. ἀλλ’ εἰ μετὰ τοῦ ὅλου ὄντα τὰ μέρη τῶν ζῴων οὔκ εἰσιν ἐνερ‐ γείᾳ οὐσίαι ἀλλὰ δυνάμει (ἐκεῖνα γὰρ ἐλέγετο εἶναι ἐνεργείᾳ οὐσίαι, ἅπερ
εἰσὶν αὐτὰ καθ’ αὑτὰ καὶ ἐκπληροῦσι τὸ οἰκεῖον ἔργον), ἆρά γε χωρισθέντα534
in Metaph
.

535

καὶ καθ’ αὑτὰ ὄντα λέγονται οὐσίαι; ἤ, ὡς πολλάκις εἴρηται, ἐπειδὴ οὐκ ἐν τῷ τοιῳδὶ σχήματι ἡ χεὶρ καὶ ὁ ποὺς οὐσίωται, ἀλλ’ ἐν τῇ ἀπὸ τῆς ψυχῆς αὐτοῖς ᾗ τοιαῦτά ἐστιν ἐνδιδομένῃ δυνάμει, ὥστε τὸ οἰκεῖον ἔργον ἐκπληροῦν, εἰ μὲν τοῦ ὅλου χωρισθέντα ἠδύναντο τὴν ἀπὸ τῆς ψυχῆς ἐν‐
5διδομένην αὐτοῖς δύναμιν δέχεσθαι καὶ διὰ ταύτης ἐκπληροῦν τὸ οἰκεῖον ἔργον, ἐλέγοντο ἂν οὐσίαι· ἐπεὶ δὲ τοῦτο ἀδύνατόν ἐστι γενέσθαι, ὄντα μὲν μετὰ τοῦ ὅλου λέγονται δυνάμει οὐσίαι, ὅταν δὲ χωρισθῶσιν, οὐ λέγονται οὐσίαι σύνθετοι, καίτοι σύνθετοι οὖσαι· ἀλλ’ ὡς τὸ πῦρ πρὸς αὐτά (ὕλη γὰρ αὐτῶν τὸ πῦρ), οὕτω ταῦτα πρὸς τὸν Σωκράτην. ὕλη γὰρ καὶ αὐτὰ
10τοῦ ἐκ ψυχῆς καὶ σώματος Σωκράτους· τὸ γὰρ σῶμα ὕλη, ἡ δὲ ψυχὴ τὸ εἶδος. καὶ δῆλον ὡς τῆς χειρὸς καὶ τῶν τοιούτων οὐ πάντῃ ἀποφάσκει τὴν οὐσίαν, ἀλλὰ τὴν μὲν ὡς ὕλην λεγομένην οὐσίαν δίδωσιν αὐτοῖς, τὴν δ’ ὡς ἐξ ὕλης καὶ εἴδους οὐ συγχωρεῖ, διὰ τὸ ἕκαστον εἰδοποιεῖσθαι τῇ οἰκείᾳ ἐνεργείᾳ, ταῦτα δὲ ἐστερῆσθαι αὐτῆς. ὅταν οὖν, φησί, χωρισθῇ
15τὰ μόρια τοῦ ὅλου καὶ ὦσι καθ’ αὑτά, ὡς ὕλη πάντα εἰσί, καὶ ὡς γῆ καὶ πῦρ καὶ ἀήρ. καὶ τὴν αἰτίαν τοῦ ὅπως καὶ μετὰ τὸ χωρισθῆναι οὔκ εἰσιν οὐσίαι προσέθηκεν εἰπὼν οὐδὲν γὰρ αὐτῶν ἕν ἐστιν, ἴσον λέγων τῷ ὅτι ἡ οὐσία σὺν τῷ τὸ οἰκεῖον ἔργον ἐκπληροῦν καὶ ἓν εἶναι ὀφείλει ἐνερ‐ γείᾳ· τὰ δὲ μόρια ἐπειδὰν χωρισθέντα σωρηδὸν κέηται, οὔκ εἰσιν ἐνεργείᾳ
20ἓν ἀλλὰ δυνάμει. ὥσπερ γὰρ ὁ σωρὸς τῶν χρυσίνων ἢ τῶν καττιτερίνων ψηγμάτων δυνάμει ἐστὶν ἕν, ὅταν δὲ τὸ πῦρ τήξῃ πάντα καὶ ὡς εἰπεῖν πέψῃ καὶ ἓν γένηται, τότε εἰσὶν ἐνεργείᾳ ἕν, οὕτω καὶ τὰ μόρια σωρηδὸν καὶ κατὰ παράθεσιν κείμενα δυνάμει εἰσὶν ἕν, ἀλλ’ οὐκ ἐνεργείᾳ. τινὰ δὲ τῶν ἀντιγράφων ἔχει ὁ ὀρρός· καὶ εἴη ἂν λέγων ὅτι ὥσπερ ὁ ὀρρὸς πρὶν
25ἢ πεφθῇ, τουτέστι πρὶν ἢ παγῇ καὶ ὅλως τυρωθῇ, οὐ λέγεται ἓν ἐνεργείᾳ ἀλλὰ δυνάμει, ἐπειδὰν δὲ τυρωθῇ τότε λέγεται ἕν, οὕτω καὶ ἐπὶ τῶν μο‐ ρίων. μάλιστα δέ, φησίν, ὑπολάβοι ἄν τις τὰ τῶν ἐμψύχων μόρια, καὶ τούτων οὐ πάντων ἀλλά τινων, ὁμοίως δὲ καὶ τῆς ψυχῆς, πάρεγγυς τοῦ καὶ ἐνεργείᾳ μετὰ τοῦ ὅλου ὄντα οὐσίας αὐτὰ λέγειν καὶ δυνάμει· ἐπειδὴ
30γὰρ καὶ μετὰ τὸ χωρισθῆναι καὶ καθ’ αὑτὰ εἶναι δύναται κινεῖσθαι καὶ αἰσθάνεσθαι, δόξειεν ἂν εἶναι καὶ ἐνεργείᾳ καὶ δυνάμει· δυνάμει μὲν γὰρ ὅτε μετὰ τοῦ ὅλου εἰσίν, ἐνεργείᾳ δὲ ὅτι, ἐπειδὴ χωρισθέντα κινεῖται καὶ αἰσθάνεται, δοκεῖ ὡς καὶ μετὰ τοῦ ὅλου ὅταν ᾖ καθ’ αὑτά ἐστι καὶ οὐ συνέχει τῷ ὅλῳ. ὅτι δὲ πολλὰ μόρια τῶν ζῴων χωρισθέντα κινεῖται,
35δῆλον· οἱ γὰρ ὄφεις δίχα τεμνόμενοι κινοῦνται, ἀλλὰ καὶ πόδες ἀκρίδων καὶ φαλαγγίων, ἃ καὶ σηψιδακῆ λέγει, καὶ ἄλλων πολλῶν χωρισθέντων, ἐπειδὰν χωρισθέντα ἠρεμῇ, εἴ τις αὐτῶν ἅψοιτο, αἰσθάνεται καὶ κινεῖται. εἰπὼν οὖν ὅτι σύνεγγυς τοῦ δυνάμει καὶ ἐντελεχείᾳ εἰσί, λέγει ὅτι ὅμως
κἂν χωρισθέντα κινῆται καὶ αἰσθάνηται, ἀλλ’ οὖν ὅταν μετὰ τοῦ ὅλου535
in Metaph
.

536

ὑπάρχῃ καὶ ὦσιν ἓν καὶ συνεχῆ, δυνάμει εἰσὶν οὐσίαι καὶ οὐκ ἐνεργείᾳ. ἐπειδὴ δέ τινα παρὰ φύσιν εἰσὶ συνεχῆ, ὥσπερ πολλῶν δάκτυλοι συνημ‐ μένοι καὶ οὐ διακεκριμένοι, ἐπήγαγε τὸ ἀλλὰ μὴ βίᾳ ἢ συμφύσει, ἴσον λέγων τῷ ἐκεῖνά φημι κυρίως ἕν, ὅσα ἐκ φύσεώς εἰσι συνεχῆ, ἀλλὰ μὴ
5βίᾳ καὶ συμφύσει· ταῦτα γὰρ πηρώματά ἐστιν, ἀλλ’ οὐ κατὰ φύσιν. p. 1040b16 Ἐπειδὴ δὲ τὸ ἓν λέγεται ὥσπερ καὶ τὸ ὄν, καὶ οὐσία ἡ τοῦ ἑνὸς μία, καὶ ὧν μία ἀριθμῷ ἓν ἀριθμ. Δείξας ὅτι ὁ καθόλου ἄνθρωπος καὶ ἁπλῶς πᾶν εἶδος οὐκ ἔστιν οὐσία, δείκνυσιν ὅτι οὐδὲ τὸ ἓν ἢ τὸ ὄν, ὥσπερ ἔλεγον οἱ τὰ εἴδη τιθέμενοι τὸ
10αὐτοὲν καὶ αὐτοόν, ἐστὶν οὐσία. λέγει δὴ ὅτι ἐπειδὴ τὸ ὂν λέγεται ὥσπερ καὶ τὸ ἕν (ἔδειξε γὰρ ἐν τῷ Γ τῆσδε τῆς πραγματείας ὡς ἀκολουθεῖ ἀλ‐ λήλοις τό τε ἓν καὶ τὸ ὄν, καὶ εἴ τι ἕν, τοῦτο καὶ ὄν ἐστι, καὶ ἔμπαλιν εἴ τι ὄν, τοῦτο καὶ ἕν), ἐπειδὴ τοίνυν λέγεται τὸ ἓν ὥσπερ καὶ τὸ ὄν, καὶ ἡ οὐσία ἡ τοῦ ἑνὸς μία (ἐμοῦ γὰρ ἑνὸς ὄντος καὶ ἡ οὐσία ἡ ἐμὴ μία
15ἐστίν· οὐδὲν γὰρ ἄλλο τί εἰμι ἀλλ’ ἢ ἡ οὐσία μου), καὶ ἔμπαλιν ὧν μία τῷ ἀριθμῷ ἡ οὐσία, ἐκεῖνα ἕν εἰσι τῷ ἀριθμῷ, δῆλον ὡς οὔτε τὸ ἓν οὔτε τὸ ὄν ἐστιν οὐσία τῶν πραγμάτων, ἀλλὰ κατηγορήματα μόνον καὶ ὀνόματα λεγόμενα κατὰ πραγμάτων. ὥσπερ γὰρ τοῦ πυρὸς κατηγορεῖται τὸ στοι‐ χεῖον (λέγομεν γὰρ τὸ πῦρ στοιχεῖον), ὁμοίως καὶ ἡ ἀρχή, καὶ οὐ δήπου
20ἂν εἴποι τις ὅτι οὐσία τοῦ πυρὸς τὸ στοιχείῳ εἶναί ἐστιν, ἀλλ’ οὐσία μὲν αὐτοῦ ἐστι τὸ θερμὸν καὶ ξηρόν, τὸ δὲ στοιχεῖον καὶ ἡ ἀρχὴ κατηγορή‐ ματά τινα καὶ ὀνόματα κατὰ τοῦ πυρὸς λεγόμενα, οὕτω καὶ τὸ ὂν καὶ τὸ ἓν ὀνόματά εἰσι ψιλὰ κατὰ πραγμάτων λεγόμενα, οὐ μὴν οὐσίαι καὶ φύ‐ σεις τῶν πραγμάτων εἰσίν. εἰ γὰρ ἦν οὐσία τῶν πραγμάτων τὸ στοιχεῖον
25ἢ τὸ ἓν ἢ τὸ ὄν, οὐκ ἂν ἀκούσαντες στοιχεῖον ἢ ἓν ἐζητοῦμεν τί ἐστι τὸ ὑπὸ τοῦ ἑνὸς δηλούμενον ἢ ὑπὸ τοῦ στοιχείου, ἀλλ’ ἐν ἠρεμίᾳ ἦμεν· νῦν δὲ ἓν ἀκούσαντες ἢ ὂν ἢ στοιχεῖον ζητοῦμεν, ἵνα εἰς γνωριμώτερόν τι ἀνα‐ γάγωμεν, καὶ εἰπόντος φέρε ὅτι τὸ λεγόμενον ἓν πῦρ ἐστιν ἢ τὸ λεγόμενον στοιχεῖον ὕδωρ, γνωριμώτερόν τι ἀκηκόαμεν, καὶ ὁ ἀκούσας ἠρέμησε μη‐
30δὲν ἔτι πολυπραγμονῶν ἢ ζητῶν. μᾶλλον μὲν οὖν, φησί, τὸ ἓν καὶ τὸ ὂν οὐσίαι εἰσὶ τοῦ στοιχείου καὶ τῆς ἀρχῆς, τουτέστι μᾶλλον μὲν δη‐ λωτικά εἰσι τὸ ἓν καὶ ὂν οὐσίας καὶ σημαίνουσιν οὐσίαν ἤπερ τὸ στοι‐ χεῖον· πρῶτον μὲν ὅτι τὸ ἓν καὶ τὸ ὂν καὶ ἐν τοῖς νοητοῖς καὶ αἰσθητοῖς καὶ ἁπλῶς ἐν πᾶσι θεωρεῖται, τὸ δὲ στοιχεῖον οὐδὲ ἐν τοῖς αἰσθητοῖς
35πᾶσιν· ὡσαύτως οὐδὲ ἡ ἀρχὴ ἐν ἅπασι θεωρεῖται· ἔπειτα ὅτι τὸ στοιχεῖον τῶν πρός τι ἐστὶ τὸ δὲ ἓν τῶν καθ’ αὑτό, τὰ δὲ καθ’ αὑτὸ μᾶλλον ση‐ μαντικά εἰσιν οὐσιῶν καὶ ὡς εἰπεῖν ἐγγίζει τῇ οὐσίᾳ ἤπερ τὰ πρός τι.
ὅμως δὲ εἰ καὶ μᾶλλον οὐσίας δηλωτικά ἐστιν, ἀλλ’ οὖν οὔκ εἰσιν οὐσίαι,536
in Metaph
.

537

εἴπερ μηδ’ ἄλλο μηδὲν τῶν κοινῶν οὐσία. καὶ συλλογίσαιτ’ ἄν τις οὕτως. οὐδὲν τῶν κοινῶν καὶ κατὰ τῶν πολλῶν λεγομένων οὐσία ἐστί (τοῦτο γὰρ δέδεικται)· τὸ ἓν καὶ τὸ ὂν τῶν κοινῶν καὶ κατὰ πολλῶν λεγομένων εἰσί· τὸ ἓν ἄρα καὶ τὸ ὂν οὔκ εἰσιν οὐσίαι. καὶ ἄλλως· οὐδεμία οὐσία οὐδενὶ
5ἑτέρῳ ὄντι παρ’ αὐτὴν ὑπάρχει, ἀλλ’ αὐτὴ ἐν αὑτῇ ἐστι καὶ τῷ ἔχοντι αὐτήν· καὶ τὸ ἓν καὶ τὸ ὂν ἑτέροις ὑπάρχει· τὸ ἓν ἄρα καὶ τὸ ὂν οὔκ εἰσιν οὐσίαι. ὅτι δὲ ἡ οὐσία οὐκ ἐνυπάρχει ἑτέρῳ ἀλλ’ ἐν αὑτῇ ἐστι, δῆλον. ἐγὼ γὰρ οὐσία ὢν οὐχ ὑπάρχω τινὶ ἀλλ’ ἐν ἑαυτῷ εἰμι καὶ ἡ ἐμὴ οὐσία ἐν ἐμοί ἐστιν· οὐδὲν γὰρ ἄλλο ἐστὶν ἡ ἐμὴ οὐσία ἢ ἐγώ. ἔτι
10τὸ ἕν, φησί, πολλαχῇ οὐκ ἂν εἴη ἅμα, τουτέστιν ἡ μία οὐσία, ὁ Σωκρά‐ της φημὶ ἢ ὁ Καλλίας, οὐ δύναται ἅμα εἶναι καὶ ἐν Λυκείῳ καὶ ἐν ἀγορᾷ· τὸ δὲ κοινὸν ἓν τὸ κατὰ τῶν ἑνῶν κατηγορούμενον διὰ τὸ ὁμοίωμα τυγ‐ χάνειν τῶν καθ’ ἕκαστα, αὐτό τε καὶ πᾶν καθόλου ἅμα πολλαχῇ ἐστιν· ἓν γὰρ καὶ ἐν Ἀθήναις καὶ ἐν Θήβαις καὶ ἐν Λιβύῃ καὶ ὅλως πανταχῇ
15ἐστι· τὸ ἓν ἄρα τὸ κοινὸν οὐκ ἔστιν οὐσία. γράφεται δὲ καὶ ἔτι τὸ ὄν, καὶ εἴη ἂν διὰ ταύτης τῆς γραφῆς λέγων ὅτι τὸ ὄν, τουτέστι τὸ ὑπάρχον οὐσίᾳ, πολλαχῇ ἅμα οὐ δύναται εἶναι· τὸ δὲ κοινὸν ἓν καὶ ὂν ἅμα πολ‐ λαχῇ εἰσι· τὸ ἓν ἄρα καὶ ὂν οὔκ εἰσιν οὐσίαι. ὥστε δῆλον ὡς εἴπερ αἱ οὐσίαι χωρὶς καθ’ αὑτὰς δύνανται εἶναι, τὰ δὲ καθόλου δέδεικται ὅτι οὔκ
20εἰσιν οὐσίαι ἀλλὰ τῶν κατὰ μέρος ὁμοιώματα, φανερὸν ὡς οὐδὲν τῶν καθόλου ὑπάρχει παρὰ τὰ καθ’ ἕκαστα καὶ χωρίς, ἀλλ’ ἐν αὐτοῖς τὸ εἶναι ἔχει. p. 1040b27 Ἀλλ’ οἱ τὰ εἴδη λέγοντες εἶναι τῇ μὲν ὀρθῶς λέγουσι χωρίζοντες αὐτ.
25 Ἐπειδὴ τὸ τῆς οὐσίας ἐξαίρετόν ἐστι τὸ εἶναι καθ’ αὑτήν, οἱ δὲ τὰ εἴδη λέγοντες οὐσίας αὐτὰ ἔλεγον, κατ’ αὐτὸ τοῦτο χωρίζοντες καὶ καθ’ αὑτὰ λέγοντες εἶναι ἔλεγον ὀρθῶς· τῷ ὄντι γὰρ εἴπερ ἦσαν τὰ εἴδη οὐσίαι, χωριστὰ καὶ καθ’ αὑτὰ εἴησαν ἄν. ᾗ μὲν οὖν οὐσίας τὰ εἴδη λέγοντες χωριστὰ καὶ καθ’ αὑτὰ ἐτίθεντο, ἔλεγον ὀρθῶς· ᾗ δὲ πάλιν τὸ ἓν εἶδος,
30οἷον τὸν αὐτοάνθρωπον, οὐσίαν λέγοντες ἐπὶ πολλῶν ἐκατηγόρουν, οὐκ ἔλεγον ὀρθῶς· οὐδεμία γὰρ οὐσία, ὡς δέδεικται, ἐπὶ πολλῶν λέγεται. εἶτα καὶ τὴν αἰτίαν τίθησι τοῦ πῶς τὰ εἴδη οὐσίας λέγοντες κατὰ πολλῶν ἐκατηγόρουν αὐτά, λέγων ‘αἴτιον δὲ τοῦ ταῦτα οὐσίας λέγοντας κατηγορεῖν κατὰ πολλῶν· ἐρωτώμενοι γὰρ τίνες εἰσὶν αἱ τοιαῦται οὐσίαι, αἵπερ εἰσὶν
35ἄφθαρτοι καὶ παρὰ τὰς καθ’ ἕκαστα καὶ αἰσθητάς, καὶ μὴ ἔχοντες ἀπο‐ δοῦναι καὶ εἰπεῖν, παρῆγον τὸν Καλλίαν καὶ Κάλλιππον καὶ Φαίδωνα, λέ‐ γοντες ὡς ὁ καθόλου ἄνθρωπος οὗτοι οὔκ εἰσιν, τῇ δὲ αὐτοανθρώπου με‐
θέξει οὗτοι ὑπάρχουσι· μετέχουσι γὰρ οἱ κατὰ μέρος ἅπαντες ἄνθρωποι537
in Metaph
.

538

τοῦ αὐτοανθρώπου.‘ ποιοῦσιν οὖν ταύτας τὰς ἰδέας, τὸν αὐτοάνθρωπον καὶ αὐτοΐππον, τὰς αὐτὰς τῷ εἴδει τοῖς φθαρτοῖς· προστιθέντες γὰρ τῷ αἰσθη‐ τῷ ἀνθρώπῳ τὸ αὐτό (τοῦτο γὰρ εἶπε ῥῆμα καταχρηστικῶς), χειροτονοῦσι καὶ ποιοῦσι καθόλου ἄνθρωπον, λέγοντες αὐτοάνθρωπον καὶ αὐτοΐππον. τῷ
5γὰρ ἀνθρώπῳ, ὡς εἴρηται, εἰ προστεθείη τὸ αὐτό, γίνεται αὐτοάνθρωπος. καίτοι κἂν κατ’ ἀλήθειαν ἦσαν αἱ ἰδέαι καὶ ἐν ὑπάρξει ὑπῆρχον, κἂν ἡμεῖς μὴ ἑωράκειμεν, ἦσαν ἄν. τίς οὖν ἀνάγκη ἦν δεικνύναι αὐτὰς ἐν τοῖς αἰ‐ σθητοῖς; ἔδει γὰρ αὐτοὺς ἐρωτωμένους τίνες εἰσὶν αὗται αἱ οὐσίαι, πρὸς τὸν πυνθανόμενον ἀποκρίνεσθαι ὅτι νοοῦμεν μὲν αὐτοάνθρωπον, ἀλλ’ οὖν
10ἐν τῷ νοητῷ κόσμῳ ὄντα οὐ δυνάμεθα αὐτὸν δεῖξαι, οὐ μὴν παράγειν τοὺς καθ’ ἕκαστα καὶ λέγειν ὡς ὁ αὐτοάνθρωπος οὗτοί εἰσιν· ἐν τούτοις γάρ ἐστι, καὶ τῇ μετουσίᾳ ἐκείνου οὗτοί εἰσιν. ἀλλ’ ὡς ἔοικε τοῦτο ἐκεῖνοι ἐποίουν δεδιότες, ὡς εἰ μὴ θεασάμενοι τύχοιμεν αὐτό, οὐδὲ δύναται εἶναι. καίτοι καὶ τῶν ἀστέρων πολλούς, οἷον τὸν Κάνωβον, οὐχ ὁρῶμεν, ἀλλ’
15ὅμως οὐδὲν ἧττόν ἐστιν οὐσία παρ’ οὓς ἡμεῖς ὁρῶμεν. οὕτως οὖν τί ἐκώλυεν, εἴπερ ἦν ὁ αὐτοάνθρωπος, καὶ ἡμῶν μὴ ἑωρακότων εἶναι. ὥστε καὶ νῦν εἰ μὴ ἔχομεν ἰδεῖν τὰ εἴδη, ἀλλ’ οὖν, φησίν, εἶναί τινας οὐσίας, οὐχ οἵας οἱ τὰς ἰδέας τιθέμενοι ἔλεγον ἀλλ’ ἀσωμάτους καὶ νοεράς, ἀναγ‐ καῖον. τὸ δὲ ἴσως πρόσκειται διὰ τὸ μήπω τοῦτο δεῖξαι, λέγω δὴ τὸ
20εἶναί τινας οὐσίας παρὰ τὰς αἰσθητάς, κἂν μὴ ἡμεῖς ταύτας ἰδεῖν δυνώ‐ μεθα. ταῦτα εἰπὼν καὶ δείξας συμπεραίνεται λέγων ὅτι μὲν οὖν οὔτε τῶν καθόλου λεγομένων οὐδέν ἐστιν οὐσία οὔτε ἐστὶν οὐσία οὐ‐ δεμία ἐξ ἐνεργείᾳ οὐσιῶν δῆλον. p. 1041a6 Τί δὲ χρὴ λέγειν καὶ ὁποῖόν τι τὴν οὐσίαν πάλιν ἄλλην
25ἀρχὴν ποιησάμενοι λέγωμεν. Ἴσως γάρ, φησίν, ἐκ τούτων τῶν οὐσιῶν δῆλον ἔσται καὶ περὶ ἐκείνης τῆς οὐσίας τῆς ἀσωμάτου καὶ κεχωρισμένης τῶν αἰσθητῶν. καὶ ὅρα τὸ εὐμέθοδον τοῦ θαυμαστοῦ τοῦδε ἀνδρὸς καὶ ἀγχινούστατον, ὅπως ἀνιχνεύει δαιμονίως ἄγαν καὶ ποικίλως τὴν τῆς πρώτης οὐσίας εὕρεσιν, τοῦ πολυτι‐
30μήτου φημὶ καὶ πολυποθήτου καὶ πάντων πατρὸς θεοῦ· ζητεῖ γὰρ ἐνταῦθα ὅτι τί ποτέ ἐστι τὸ τὴν ὕλην κινῆσαν εἰς τὸ τὰ εἴδη εἰληφέναι, καὶ δείκνυσιν ὅτι τὸ πρῶτον εἶδός ἐστιν, ὅπερ καὶ οὐσίαν χρὴ λέγειν. ἀλλ’ εἰ τὸ εἶδος τὸ ἐν τοῖς καθ’ ἕκαστά ἐστι τὸ κινοῦν τὴν ὕλην καὶ τάττον αὐ‐ τήν, δῆλον ὡς ἔστι τι εἶδος τὸ κινοῦν καὶ τάττον καὶ ποιοῦν ἔχειν τὰ τῇδε
35ὅπως ἔχει, καὶ ἔστι τοῦτο ὁ πολυύμνητος θεός.538
in Metaph
.

539

p. 1041a9 Ἐπεὶ οὖν ἡ οὐσία ἀρχὴ καὶ αἰτία τίς ἐστιν, ἐντεῦθεν μετιτέον. Ὥσπερ εἶπον, διὰ τούτων ἐπιζητεῖ τί ποτέ ἐστιν τὸ τὴν ὕλην κινοῦν εἰς τὸ γίνεσθαι τὰ πράγματα, καί φησιν ὅτι ἐπειδὴ ἡ οὐσία, λέγων οὐσίαν
5τὸ εἶδος, ἀρχὴ καὶ αἰτία ἐστίν (καὶ ὅρα πῶς ἐκ προοιμίων τὸ οἰκεῖον ὑποφαίνει βούλημα), ἐντεῦθεν μετιτέον. δεῖ δὲ πρὸ τῆς τῶν λεγομένων σαφηνείας ὑπομνησθῆναι ἡμᾶς ὅτι τὸ διὰ τί ἐπὶ μὴ ὄντων οὐ ζητεῖται ἀλλ’ ἐπὶ ὄντων. ὁ γὰρ ζητῶν διὰ τί τοῦτο, ζητεῖ διὰ τί τόδε ὑπάρχει τῳδί, ὥστε τὸ διὰ τί καὶ ἐπὶ ὄντων ζητεῖ καὶ ἐπὶ ὑπαρχόντων ἄλλων ἐν
10ἄλλοις. ζητεῖται οὖν, φησί, τὸ διὰ τί, ὅτι διὰ τί ἄλλο ἐν ἄλλῳ ὑπάρχει. τὸ γὰρ ζητεῖν ὅτι διὰ τί ὁ μουσικὸς ἄνθρωπος μουσικὸς ἄνθρωπός ἐστιν, ἢ τὸ αὐτὸ ζητεῖν ἐστι, τουτέστι διὰ τί αὐτὸ ἐν ἑαυτῷ ἐστιν, ἢ ἄλλο. εἰ μὲν οὖν λέγει τις, διὰ τί ὁ μουσικὸς ἄνθρωπος τοῦτο αὐτὸ μουσικὸς ἄν‐ θρωπός ἐστιν, οὐδέν ἐστι ζητεῖν. εἰ δὲ διὰ τῆς τοῦ διὰ τί ὁ μουσικὸς
15ἄνθρωπος μουσικὸς ἄνθρωπός ἐστι ζητήσεως τοῦτο λέγει, ὅτι διὰ τί ὁ μουσικὸς ἄνθρωπος μουσικός ἐστι καὶ διὰ τί τὸ μουσικὸν ἐν τῷ ἀνθρώπῳ ὑπάρχει, μὴ προστιθεὶς τὸ ἄνθρωπος, εὔλογος ἡ ζήτησις· ζητεῖ γὰρ διὰ τί ἄλλο ἐν ἄλλῳ ὑπάρχει. τὸ μὲν οὖν διὰ τί αὐτό ἐστιν αὐτ, τουτέστι τὸ μὲν διὰ τί ὁ ἄνθρωπος ἄνθρωπός ἐστι ζητεῖν, οὐδέν ἐστι ζητεῖν· αἱ
20γὰρ ζητήσεις περὶ φύσεως ἑτέρων ἐν ἑτέροις ὑπαρχόντων εἰσίν, οἷον διὰ τί ὁ ἄνθρωπος ζῷον· τὸ γὰρ ζῷον ἕτερόν ἐστι παρὰ τὸν ἄνθρωπον, ὥστε περὶ ἑτέρων αἱ ζητήσεις ἀλλ’ οὐ περὶ ἑαυτῶν. εἰπὼν δὲ ὅτι αἱ ζητήσεις περὶ ἄλλων ἐν ἄλλοις ὄντων εἰσίν, ἐπήγαγε δεῖ γὰρ τὸ ὅτι καὶ τὸ εἶναι ὑπάρχειν δῆλα ὄντα, ἴσον λέγων ὅτι ἐπειδὰν ζητῆται τὸ διὰ τί, δῆλον
25εἶναι ὀφείλει ὡς ὑπάρχει τόδε ἐν τῳδὶ καὶ ὅτι εἰσίν· ἐπὶ γὰρ τῶν μὴ ὄν‐ των τὸ διὰ τί οὐ ζητεῖται. εἰ γὰρ ζητεῖται ὅτι διὰ τί ἡ σελήνη ἐκλείπει, δῆλον εἶναι χρὴ ὅτι ὑπάρχει τῇ σελήνῃ τὸ ἐκλείπειν. θεὶς οὖν τοῦτο με‐ ταξὺ πάλιν ἐπανέδραμεν ἐπὶ τὸ πρότερον, λέγων αὐτὸ δὲ ὅτι αὐτ, εἷς λόγος καὶ μία αἰτία ἐπὶ πάντων. καὶ εἴη ἂν λέγων ὅτι τὸ μὲν
30οὖν ζητεῖν διὰ τί ὁ ἄνθρωπος μουσικός ἐστιν, εὔλογος ἡ ζήτησις, τὸ δὲ λέγειν ὅτι αὐτὸ διὰ τί αὐτό, τουτέστιν ὅτι ὁ ἄνθρωπος διὰ τί ἐστιν ἄν‐ θρωπος, καὶ ὁ ἵππος διὰ τί ἵππος, καὶ ὁ βοῦς διὰ τί βοῦς, εἷς λόγος καὶ μία αἰτία ἐπὶ πάντων. ἐρεῖ γὰρ ὁ προσδιαλεγόμενος διότι ἄν‐ θρωπός ἐστι καὶ διότι ἵππος καὶ διότι βοῦς. ὧν δὲ ἡ αἰτία μία, καὶ ἐκεῖνα
35ἕν· ὥστε ἔσται ὁ βοῦς καὶ ὁ ἄνθρωπος ἓν τῷ ἀριθμῷ. εἰ δέ γε τοῦτο ἄλογον καὶ ἀδύνατον, οὐ χρὴ ζητεῖν διὰ τί ὁ ἄνθρωπος ἄνθρωπός ἐστιν. ἴσως δέ, φησίν, ἐρωτηθείς τις διὰ τί ὁ ἄνθρωπος ἄνθρωπός ἐστι καὶ ὁ
ἵππος ἵππος, οὐκ ἐρεῖ διότι ἄνθρωπός ἐστι καὶ διότι ἵππος, ἀλλ’ ὅτι διὰ539
in Metaph
.

540

τοῦτο ὁ ἄνθρωπος ἄνθρωπός ἐστι καὶ ὁ ἵππος ἵππος, ὅτι ἀδιαίρετός ἐστιν ἕκαστος πρὸς ἑαυτόν. τὸ δὲ λέγειν ὅτι διὰ τοῦτο ἄνθρωπος ἄνθρωπός ἐστιν ὅτι ἀδιαίρετός ἐστιν ἕκαστος πρὸς ἑαυτόν, οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ λέ‐ γειν ὅτι διότι εἷς ἐστιν. ἀλλ’ αὕτη ἡ αἰτία κοινὴ κατὰ πάντων καὶ σύν‐
5τομος τυγχάνει καὶ οὐδεμίαν ἔχει δυσχέρειαν· εὔκολον γάρ ἐστιν ἐρωτω‐ μένων ἡμῶν, διὰ τί τὸ λευκὸν λευκόν ἐστι, λέγειν διότι ἕν ἐστι, καὶ διὰ τί ὁ βοῦς βοῦς ἐστι, διότι εἷς ἐστιν· ὧν δὲ ὁ λόγος, ὥσπερ εἴρηται, εἷς, καὶ αὐτὰ ἕν. εἰ δὲ ταῦτα ἄτοπα καὶ ἀδύνατα, οὐ χρὴ οὕτω προτείνειν τὰς ἐρωτήσεις καὶ ζητήσεις, ἀλλὰ ζητεῖν διὰ τί ὁ ἄνθρωπός ἐστι ζῷον
10τοιονδέ, τουτέστι διὰ τί ὁ ἄνθρωπός ἐστι φέρε εἰπεῖν ζῷον λευκὸν ἢ δί‐ πουν. ὁ δὴ τοῦτο ζητῶν φανερὸν ὡς οὐ ζητεῖ διὰ τί ὁ ἄνθρωπος ἄν‐ θρωπός ἐστιν, ἀλλὰ ζητεῖ, ὅτι τὸ δίπουν καὶ τὸ λευκόν, ἕτερον ὂν τοῦ ἀν‐ θρώπου, διὰ τί ὑπάρχει τῷ ἀνθρώπῳ. τοῦτο δ’ ὅπερ ζητεῖ διὰ τί ὑπάρχει τῷ ἀνθρώπῳ δεῖ δῆλον εἶναι ὅτι ὑπάρχει αὐτῷ· εἰ γὰρ ἄδηλόν ἐστιν ὅτι
15ὑπάρχει, οὐδέν ἐστι ζητεῖν. θεὶς οὖν κἀνταῦθα μεταξὺ τὸ ὅτι δ’ ὑπάρ‐ χει δεῖ δῆλον εἶναι, πάλιν λέγει παραδείγματα τοῦ ὅπως αἱ ζητήσεις ἄλλα κατ’ ἄλλων ζητοῦσι, λέγων οἷον διὰ τί βροντ; ὅταν γὰρ ζητῶμεν διὰ τί βροντᾷ, τοῦτο ζητοῦμεν διὰ τί ψόφος ἐν τοῖς νέφεσι γίνεται· ὁ δὲ ψόφος τῶν νεφῶν ἕτερος, καὶ ζητεῖται ἄλλο κατ’ ἄλλου, ὁ ψόφος κατὰ
20τοῦ νέφους. καὶ πάλιν ὅταν ζητῶμεν διὰ τί οἱ πλίνθοι καὶ οἱ λίθοι οἰκία ἐστίν, ἄλλο κατ’ ἄλλου ζητοῦμεν. ζητοῦμεν γὰρ διὰ τί τὸ εἶδος ἐν τῇ ὕλῃ ἐστίν. οὕτως οὖν δείξας ὅπως χρὴ τὰς ζητήσεις ἐπὶ παντὸς τοῦ πράγ‐ ματος ποιεῖσθαι, λέγει ὅτι φανερόν ἐστιν, ὅταν ζητῶμεν διὰ τί ψόφος ἐν τῷ νέφει ἐστίν, ἢ οἰκία ἐν λίθοις καὶ ξύλοις, οὐδὲν ἄλλο ζητοῦμεν ἢ
25τὸ αἴτιον. λέγοντες γὰρ ὅτι διὰ τί τόδε ἐν τῳδί, τοῦτό φαμεν τί τὸ αἴτιον τὸ κινῆσαν τὴν ὕλην γενέσθαι τόδε, οἷον οἰκία ἢ ἄνθρωπος ἢ βροντή. ὃ δὴ αἴτιον τὸ τὴν ὕλην κινοῦν ἐπ’ ἐνίων, φησίν, ἐστὶ τὸ τίνος ἕνεκα καὶ τὸ τέλος ἤτοι τὸ εἶδος· τὸ γὰρ εἶδος τέλος, οἷον ἐπὶ οἰκίας ἢ κλίνης· τέ‐ λος γὰρ οἰκίας τὸ τὰ ἐν αὐτῇ ἀνεπίβατα κλέπταις διατηρεῖν, τοῦτο δ’ αὐ‐
30τῇ ὑπάρχει ἐκ τοῦ τοιουδὶ εἴδους· κλίνης πάλιν τέλος ἐστὶ τὸ τὸν ἄνθρω‐ πον ἀναπαύεσθαι ἐπ’ αὐτῆς. ἐπ’ ἐνίων δὲ τὸ κινῆσαν, οἷον τὸ ποιητικόν (αἴτιον γὰρ καὶ τοῦτο)· ὥστε δῆλον ὅτι ἐπὶ τῆς οἰκίας καὶ τῆς κλίνης οὐ μόνον τὸ τίνος ἕνεκα ζητεῖται, ἀλλὰ καὶ τὸ κινῆσαν. ζητηθήσεται γὰρ τί τὸ κινῆσαν τοὺς Ἕλληνας στρατεύεσθαι ἐπὶ τὴν Τροίαν, τοῦτο δ’ ἐστὶ τὸ
35τὸν Ἀλέξανδρον ἁρπάσαι τὴν Ἑλένην· καὶ πάλιν τὸ κινῆσαν τοὺς λίθους καὶ τὰ ξύλα καὶ ποιῆσαν οἰκίαν. καὶ οἶμαι τὸ ἴσως διὰ τοῦτο πρόσκειται τῷ οἷον ἴσως ἐπὶ οἰκίας, ὡς εἰ ἔλεγε ποτὲ μὲν ἴσως ζητηθήσεται τὸ τίνος ἕνεκα, ποτὲ δὲ τὸ κινῆσαν. τὸ δὲ τοῦτο δ’ ἐστὶ τὸ τί ἦν εἶναι,
ὡς εἰπεῖν λογικῶς, παρέλκον ἐστὶ καὶ ὑπό τινος ἐνταῦθα παραρριφθέν·540
in Metaph
.

541

περὶ γὰρ τούτου μετ’ ὀλίγον ἐρεῖ. εἰπὼν δὲ αἴτιον γὰρ καὶ τοῦτο οἷον τὸ ποιητικόν, λέγει ἀλλὰ τὸ τοιοῦτον μέν (τοιοῦτον λέγων τὸ ποιητι‐ κὸν αἴτιον), ἐπὶ τῶν γινομένων καὶ φθειρομένων ζητεῖται· ἐπὶ γὰρ τῆς γινομένης οἰκίας ζητεῖται τὸ ποιητικόν, ὁμοίως καὶ ἐπὶ τῆς φθειρομένης
5τὸ κινοῦν τοιωσδὶ τοὺς λίθους, θάτερον δέ, οἷον τὸ εἰδικόν, καὶ ἐπὶ τῶν γινομένων καὶ ἐπὶ τῶν ἤδη ὄντων. καὶ ἐπὶ τοῦ γινομένου γὰρ ἀνθρώπου ζητεῖται τί τὸ αἴτιον τοῦ τοιωσδὶ τὴν ὕλην κινεῖσθαι, καὶ ἐπὶ τοῦ ὄντος ὁμοίως τί τὸ αἴτιον τὸ τὴν ὕλην κινῆσαν καὶ ποιῆσαν αὐτὴν εἶναι τόδε τι, οἷον Σωκράτη ἢ Πλάτωνα.
10p. 1041a32 Λανθάνει δὲ μάλιστα τὸ ζητούμενον ἐν τοῖς μὴ κατ‐ αλλήλως λεγομένοις. Εἰπὼν ὅτι ἡ τοῦ διὰ τί ζήτησις αἰτίου ζήτησίς ἐστιν, ὅτι τί τὸ κι‐ νῆσαν τὴν ὕλην εἰς τὸ γεγονέναι τόδε τι καὶ ὅπερ ἐστί, λέγει ὅτι ἐν τοῖς μὴ καλῶς καὶ καταλλήλως λεγομένοις λανθάνει τοῦτο καὶ δοκεῖ ὅτι ἡ τοῦ
15διὰ τί ζήτησις οὐκ ἔστιν αἰτίου ζήτησις, οἷον ὅταν ζητῆται τί ἐστιν ἄν‐ θρωπος, τουτέστι διὰ τί ἐστιν ἄνθρωπος; τὸ γὰρ τί ἀντὶ τοῦ διὰ τί νῦν εἴληπται. ὅταν οὖν ζητῆται διὰ τί ἐστιν ἄνθρωπος, φησί, διὰ τὸ ἁπλῶς λέγεσθαι οὐ δοκεῖ ὅτι τοῦτο ζητεῖται, λέγω δὴ ὅτι τί ἐστι τὸ τὴν ὕλην κινῆσαν ὡς ἂν ἄνθρωπος γένηται; διὰ οὖν τὸ ἁπλῶς λέγεσθαι καὶ μὴ
20διορίζειν ὅτι τάδε τόδε, οὐ δοκεῖ· δεῖ δὲ διαρθρώσαντας ζητεῖν, οἷον λέγειν ὅτι διὰ τί τάδε, χεῖρές φημι καὶ πόδες καὶ σάρκες, τόδε εἰσίν, ἤτοι ἄν‐ θρωπος; καὶ ὅταν τοῦτο λέγωμεν, δῆλόν ἐστιν ὅτι ζητοῦμεν τί ἐστι τὸ τὴν ὕλην κινῆσαν καὶ ἐγένετο ἄνθρωπος. εἰ δὲ μὴ διορίζει τις καὶ λέγει ὅτι διὰ τί αἱ σάρκες καὶ τὰ ὀστᾶ καὶ νεῦρα ἄνθρωπός ἐστιν, ἀλλὰ διὰ τί
25ὁ ἄνθρωπος ἄνθρωπός ἐστι, ζητεῖν καὶ μὴ ζητεῖν ἐστιν. ᾗ μὲν γὰρ ὅλως ζητεῖ, ζητεῖ· ᾗ δὲ μὴ καλῶς, οὐ ζητεῖ. γράφεται δὲ καὶ λανθάνει δὲ μάλιστα τὸ ζητούμενον ἐν τοῖς κατ’ ἀλλήλων λεγομένοις, τουτ‐ έστιν ἐν τοῖς κατ’ ἄλλων κατηγορουμένοις, ὅταν μὴ καλῶς κατηγορηθῇ, λανθάνει ὅτι τὸ αἴτιον ζητεῖται. ἐπειδὴ δὲ δεῖ τὸν ζητοῦντα περί τινος
30ἔχειν καὶ γινώσκειν ὅτι ὑπάρχει τόδε τῷδε, ἐστὶ δῆλον ὡς ὅταν ζητῇ τὸ διὰ τί, τὴν ὕλην ζητεῖ πῶς καὶ ὑπὸ τίνος κινηθεῖσα γέγονεν ὅπερ ἐστίν. οἷον ὅταν λέγῃ, διὰ τί ὁ ἄνθρωπος τοδί ἐστιν, ἢ μὴ τοῦτο, ἀλλ’ ὅτι διὰ τί τὸ σῶμα τουτὶ τοδὶ ἔχον ἐστί, τοῦτο ζητεῖ, τί τὸ αἴτιον τὸ κινῆσαν τοδὶ τὸ σῶμα ὡδὶ ἔχειν; καὶ πάλιν ὅταν λέγῃ ὅτι διὰ τί ἡ οἰκία τοδί,
35ἤτοι διὰ τί τὰ ξύλα καὶ οἱ λίθοι οἰκία ἐστί, τοῦτο ζητεῖ ὅτι διὰ τί ταδὶ
ὑπάρχει ὃ ἦν οἰκία, τουτέστι τί τὸ κινῆσαν ταδὶ καὶ ποιῆσαν αὐτὰ οἰκίαν;541
in Metaph
.

542

ὥστε δῆλον ὅτι ἡ τοῦ διὰ τί ζήτησις ἐξαιρέτως ἐπὶ τῶν φυσικῶν αἰτίου ἐστὶ ζήτησις. τοῦτο δὲ τὸ αἴτιόν ἐστι τὸ εἶδος ᾧ τι ἔστι, τουτέστιν ἐν ᾧ ἡ ὕλη ἐστίν, τοῦτο δὲ τὸ εἶδός ἐστιν ἡ οὐσία. δῆλον ἄρα γέγονε τί ποτε ἐστὶν ἡ οὐσία, ὅτι τὸ εἶδος. εἰ δή, ὥσπερ εἴρηται, τὸ εἶδός ἐστι τὸ
5τάττον καὶ ποιοῦν, φανερὸν ὅτι ἔστι τι εἶδος τὸ κοσμοῦν καὶ ποιοῦν ἔχειν τὸν κόσμον, ὥσπερ ἔχει. ἐπειδὴ οὖν τὸ διὰ τί ζήτησίς ἐστιν ἄλλου ἐν ἄλλῳ ὑπάρχοντος, δῆλον ὅτι ἐπὶ τῶν ἁπλῶν καὶ μόνως εἰδῶν οὐκ ἔστι ζήτησις, οὐδὲ τὸ διὰ τί, ἀλλ’ ἕτερος τρόπος ζητήσεως. καὶ ἐρεῖ, ὅταν περὶ ἐκεί‐ νων λέγῃ, τίς ὁ τρόπος τῆς τῶν ἁπλῶν ζητήσεως.
10p. 1041b11 Ἐπεὶ δὲ τὸ ἔκ τινος σύνθετον οὕτως ὥστε ἓν εἶναι τὸ πᾶν. Τὸ προκείμενόν ἐστι δεῖξαι ὅτι τὸ εἶδος ἕτερόν ἐστι τῆς ὕλης, καὶ ὅλως τὸ σύνθετον. λέγει δὴ ὅτι ἐπειδὴ τὸ ἔκ τινος σύνθετόν ἐστιν οὕτως ὥστε ἓν εἶναι τὸ πᾶν, μὴ ὡς σωρὸς κατὰ ἁφὴν ἀλλ’ ὡς ἡ βα συλλαβή,
15δῆλον ὡς ἡ συλλαβὴ ἤτοι τὸ εἶδος τῆς συλλαβῆς τὸ συντεταγμένον μετὰ τῆς ὕλης (αὕτη δ’ ἐστὶ τὰ στοιχεῖα τό τε βῆτα καὶ ἄλφα) ἕτερόν ἐστι παρὰ τὰ στοιχεῖα, καὶ οὐκ ἔστιν ἡ συλλαβὴ τὰ στοιχεῖα, οὐδέ ἐστι τὸ β καὶ τὸ α ταὐτὸν τῇ βα συλλαβῇ. διαλυθείσης γὰρ τῆς συλλαβῆς τὸ μὲν β καὶ α ἔστιν, ἢ δὲ βα συλλαβὴ οὐκ ἔστιν, ὥστε ἕτερόν ἐστι τὸ τῆς συλ‐
20λαβῆς εἶδος καὶ ἕτερα τὰ στοιχεῖα. εἰ δ’ ἦν ταὐτά, προτιθεμένου τοῦ α εἶτα τοῦ β ἦν ἂν τὸ αβ πάλιν βα συλλαβή. ἀλλ’ οὐκ ἔστιν. οὐκ ἄρα ταὐτόν ἐστι τὸ εἶδος καὶ ἡ ὕλη. ὡσαύτως οὐδὲ ἡ γῆ καὶ τὸ πῦρ ταὐ‐ τόν ἐστι τῇ σαρκὶ καὶ τῷ σαρκείῳ εἴδει· τῆς γὰρ σαρκὸς διαλυθείσης πῦρ καὶ γῆ ἐστι, σὰρξ δὲ οὐκ ἔστιν. ἐκ δὴ τούτων φανερόν ἐστιν ὅτι οὐ μόνον
25τὸ φωνῆεν ἤτοι τὸ ἄλφα καὶ τὸ σύμφωνον τὸ βῆτα ἔστιν, ἢ τὸ πῦρ καὶ ἡ γῆ, ἀλλ’ ἔστι τι καὶ παρὰ ταῦτα ἥ τε συλλαβὴ καὶ ἡ σάρξ. οὕτως οὖν δαιμονίως δείξας ὅτι τὸ εἶδος ἕτερόν ἐστι παρὰ τὴν ὕλην καὶ ἔστι τι, δείκνυσιν ὅτι ἀρχὴ μὲν καὶ αἴτιόν ἐστιν, στοιχεῖον δὲ οὐκ ἔστι τὸ εἶδος, ἀλλὰ μόνον ἡ ὕλη. τὸ εἶδος οὖν, φησίν, ἀνάγκη ἢ στοιχεῖον εἶναι ἢ ἐκ
30στοιχείων. εἰ μὲν οὖν λέγοι τις ὅτι στοιχεῖόν ἐστιν (ἔστω δὲ ἐπὶ σαρκὸς ὁ λόγος) ἐπειδή, ὡς δέδεικται ὅτι τὸ εἶδός ἐστι τὸ κινοῦν τὴν ὕλην καὶ γινόμενον ὅπερ ἐστίν, εἴπερ ἐστὶν ἡ σὰρξ καὶ τὸ εἶδος στοιχεῖον, δῆλον ὅτι κινηθήσεται, ἐπειδὴ στοιχεῖόν ἐστιν, αὐτή τε καὶ τὸ πῦρ ὑπό τινος εἴ‐ δους, καὶ γενήσεταί τι ἐξ αὐτῶν. ἐκεῖνο δὴ τὸ εἶδος τὸ κινῆσαν αὐτὰ
35πάλιν ἢ στοιχεῖόν ἐστιν ἢ ἐκ στοιχείων. εἰ μὲν οὖν στοιχεῖον, ἐπειδὴ στοιχεῖόν ἐστιν αὐτό τε καὶ ἡ σὰρξ καὶ τὸ πῦρ, κινηθήσονται ὑπ’ ἄλλου
εἴδους καὶ γενήσονταί τι· πάλιν οὖν ἐκεῖνο ἢ στοιχεῖον ἢ ἐκ στοιχείων,542
in Metaph
.

543

καὶ τοῦτο εἰς ἄπειρον. ἐκ τούτου οὖν, φησί, τούτου λέγων τοῦ κινή‐ σαντος, καὶ πυρὸς καὶ γῆς ἔσται ἡ σάρξ· καὶ πάλιν ἐξ ἐκείνου καὶ τῆς σαρκὸς καὶ εἴ τινος ἄλλου ἔσται ἄλλο. ὥστε δῆλον ὅτι τὸ εἶδος οὐκ ἔστι στοιχεῖον. εἰ δ’ ἐστί, φησίν, ἐκ στοιχείων, τὸ δὲ ἐκ στοιχείων οὐχ
5ἁπλοῦν ἐστιν ἀλλὰ σύνθετον, ὥστε οὐχ ἑνὸς ἀλλ’ ἐκ πλειόνων ἐστὶν ἢ ἐκεῖνο (ἐκεῖνο γὰρ ἕν ἐστιν), ὥστε παρ’ ἐκεῖνό εἰσι τὰ ἐξ ὧν ἐστιν. τὸ δὲ παρὰ τὸ ἓν δῆλον ὅτι ἢ δύο ἐστὶν ἢ τρία ἢ ἄλλος τις ἀριθμός. ὥστε εἴπερ ἐστὶν ἐκ στοιχείων, ἐπειδὴ τὸ ἐκ στοιχείων ὑπό τινος γίνεται τοῦτο ὅπερ ἐστίν, ἐκεῖνο τὸ ποιῆσαν αὐτὸ στοιχεῖον οὐκ ἔσται (δέδεικται γὰρ ὅτι
10τὸ ποιοῦν τὸ εἶδός ἐστιν, τὸ δὲ εἶδος στοιχεῖον οὐκ ἔστιν· καὶ τοῦτο γὰρ ἤδη δέδεικται)· εἰ ἔσται ἄρα κἀκεῖνο ἐκ στοιχείων, πάλιν οὖν τὸ ποιῆσαν ἐκεῖνο ἔσται ἐκ στοιχείων, καὶ τοῦτο εἰς ἄπειρον. ὃ δὲ ἐπὶ τῆς σαρκὸς εἴρηται, τοῦτο ἐπὶ τῆς συλλαβῆς καὶ ἐπὶ πάντων ῥηθήσεται. οὐκ ἄρα οὔτε στοιχεῖόν ἐστι τὸ εἶδος οὔτε ἐκ στοιχείων· ὥστε ἔστι τι τοῦτο τὸ τὴν
15ὕλην κινοῦν καὶ ποιοῦν σάρκα καὶ συλλαβήν· τοῦτο δέ ἐστι τὸ εἶδος καὶ ἡ ἑκάστου οὐσία. τοῦτο γὰρ πρῶτον αἴτιον τοῦ εἶναι τὰ πράγματα ὅπερ εἰσί. δείξας οὖν ὅτι τὸ εἶδος οὔτε στοιχεῖόν ἐστιν οὔτε ἐκ στοιχείων συμ‐ περαίνεται λέγων ἐπεὶ δ’ ἔνια οὐκ οὐσίαι τῶν πραγμάτων (τὸ γὰρ ἐν τῷ ἀνθρώπῳ λευκὸν οὐκ ἔστιν οὐσία τοῦ ἀνθρώπου), ἀλλ’ ἐκεῖνά εἰσι
20τῶν πραγμάτων οὐσίαι ὅσα κατὰ φύσιν καὶ ὑπὸ φύσεως καὶ εἰς τὸ τί ἦν εἶναι αὐτοῖς συμβάλλεται, φανερὸν ἄρα ὅτι αὕτη ἡ φύσις (λέγοι δ’ ἂν φύσιν τὸ εἶδος) ἐστὶν οὐσία, ἥτις στοιχεῖον οὐκ ἔστιν ἀλλ’ ἀρχή. στοιχεῖον δ’ ἐστὶν εἰς ὃ ἐνυπάρχον ὡς ὕλη διαιρεῖται τὸ πρᾶγμα· στοιχεῖον γάρ ἐστι τῆς συλλαβῆς τὸ α καὶ β, εἰς ἃ διαιρεῖται. ὥστε δῆλον γέγονεν ὅπερ ἐξ
25ἀρχῆς ἐζητοῦμεν, τοῦτο δ’ ἦν ὅτι τίνα ἐστὶ τὰ τῶν οὐσιῶν αἴτια· εὕρηται
γὰρ ὅτι τὰ εἴδη.543
in Metaph
.

544

(t)

ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ Η ΤΩΝ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ
2 Τὰ ἐν τῷ πρὸ τούτου βιβλίῳ καὶ τῷ πρὸ ἐκείνου λεχθέντα, οὐχὶ πάντα (ἦ γὰρ ἂν πάλιν τὰ αὐτὰ συνέβη λέγειν) ἀλλὰ τὰ κυριώτερα (ταῦτα γὰρ καὶ κεφαλὴν εἶπεν), ἀνακεφαλαιοῦται, καὶ τὴν αἰτίαν τοῦ τίνος ἕνεκεν
5ἐκεῖνα εἶπε λέγει. λέγει δὲ ὅτι συλλογίσασθαι δε, καὶ τί τὸ συλλογίσα‐ σθαι σημαίνει ἐπήγαγεν ὅτι συναγαγεῖν τὸ κεφάλαιον ἤτοι τὰ κυριώτερα καὶ τέλος ἐπιθεῖναι. καλῶς δὲ τὸ τέλος εἶπεν· ἀπὸ γὰρ τοῦ μετὰ τοῦτο βιβλίου ἀρχὴν ποιεῖται λέγειν περὶ δυνάμεώς τε καὶ ἐνεργείας καὶ τῶν λοι‐ πῶν, περὶ ὧν τὸν λόγον ποιήσεται. ἐπανακεφαλαιοῦται δὴ λέγων εἴρη‐
10ται δὴ ὅτι τῶν οὐσιῶν ζητεῖται τὰ αἴτια καὶ ἀρχαὶ καὶ στοι‐ χεῖα, αἴτια μὲν λέγων τὰ εἴδη, ἀρχὰς δὲ τὸ ποιητικὸν καὶ τελικόν, στοι‐ χεῖα δὲ τὴν ὕλην. ἀλλὰ τῶν οὐσιῶν αἱ μέν εἰσιν ὑπὸ πάντων ὁμολογού‐ μεναι, περὶ δὲ ἐνίων ἴδια τινὲς ἀπεφήναντο. καὶ τίνα ταῦτα ἐφεξῆς καταλέγει. οὐρανὸν δὲ ἤτοι τὸν ξύμπαντα κόσμον λέγει, μόρια δ’ αὐτοῦ
15τὰς σφαίρας καὶ τὸ πῦρ καὶ τὴν γῆν καὶ τὰ ζῷα· ἢ οὐρανὸν λέγει τὸ κυκλοφορικὸν ἅπαν σῶμα, μόρια δὲ τοὺς ἐν αὐτῷ ἐμπεπηγμένους ἀστέρας. λέγει δὲ καὶ τίνα ἐστὶν ἅπερ ἴδια ἀπεφήναντό τινες, λέγων τινὰς τοὺς περὶ Πλάτωνα, ὅτι αἱ ἰδέαι καὶ τὰ μαθηματικά. ἄλλας δὲ πάλιν, φησίν, οὐσίας εἶναι ἐκ τῶν λόγων συμβαίνει, τὸ τί ἦν εἶναι καὶ τὸ ὑποκείμενον, λέγων
20ὑποκείμενον τὴν ὕλην. καλῶς δὲ τὸ ἐκ τῶν λόγων εἶπεν· ὁ λόγος γὰρ τὸ εἶδος ἀπὸ τῆς ὕλης χωρίζει· αὐτὸ γὰρ καθ’ αὑτὸ εἶναι ἐνεργείᾳ χωρὶς τῆς ὕλης ἀδύνατον. ἔτι ἄλλως, φησί, συμβαίνει τὸ γένος εἶναι μᾶλλον οὐσίαν ἤπερ τὰ εἴδη καὶ τὸ καθόλου τῶν καθ’ ἕκαστα. τοῦτο δὲ οὐχ ὡς ἀρεσκόμενος λέγει· αὐτὸς γάρ ἐστιν ὁ δείξας ὅτι τὰ γένη καὶ τὰ εἴδη καὶ
25ἁπλῶς τὰ καθόλου οὔκ εἰσιν οὐσίαι, ἀλλ’ ὁμοιώματα τῶν κατὰ μέρος καὶ ὅλως ποιά· οὐκ ἀρεσκόμενος οὖν τοῦτο λέγει, ἀλλ’ ὡς εἰ ἔλεγεν, ἔτι ἄλλως
τὰ γένη τῶν εἰδῶν οὐσίαι μᾶλλον κατὰ τοὺς τοῦτο δοξάζοντας. καὶ ὅτι544
in Metaph
.

545

οὐκ ἀρεσκόμενος τοῦτό φησιν ἀλλὰ συγχωρῶν διὰ τὸ μήπω δεῖξαι κυρίως ὅτι οὔκ εἰσιν ἰδέαι (δείξει δὲ ἐν τῷ Μ), δῆλον πεποίηκε μετ’ ὀλίγον εἰπὼν ἔτι τοίνυν οὔτε τὸ καθόλου οὐσία οὔτε τὸ γένος. εἰπὼν δὲ ὅτι ἔτι ἄλλως τὸ γένος μᾶλλον τῶν εἰδῶν καὶ τὸ καθόλου τῶν
5καθ’ ἕκαστα ἐπήγαγε τῷ δὲ καθόλου καὶ τῷ γένει καὶ αἱ ἰδέαι συνάπτουσιν, καὶ δεῖ ὑποστίζειν εἰς τὸ τῷ γένει. καὶ εἴη λέγων ὅτι καὶ αἱ ἰδέαι συνάπτουσιν ἤτοι κοινωνοῦσι τῷ καθόλου καὶ τῷ γένει· ὥσπερ γὰρ τὸ καθόλου καὶ τὸ γένος ἓν ὂν ἐπὶ πολλῶν θεωρεῖται, οὕτω καὶ οἱ τὰς ἰδέας τιθέμενοι περὶ αὐτῶν λέγουσιν· ὁ γὰρ αὐτοάνθρωπος, φασίν, ἐν
10τοῖς κατὰ μέρος ἐστίν. τοῦτο γὰρ δηλοῖ τὸ κατὰ τὸν αὐτὸν λόγον οὐσίαι δοκοῦσιν εἶναι, ἤτοι ἐπίσης γὰρ καὶ τὸ καθόλου ἐπὶ πολλῶν θεωρεῖται καὶ ἡ ἰδέα. ἀλλὰ μὴν τὰ καθόλου οὐ καθ’ αὑτὰ οὐδ’ οὐσίαι· οὐδ’ ἄρα αἱ ἰδέαι. ἀλλ’ ἐπειδὴ τὰ αἴτια τῶν οὐσιῶν ζητεῖται, οὐσία δὲ καὶ τὸ τί ἦν εἶναι, τούτου δέ ἐστιν ὁ λόγος ὁρισμός, διὰ τοῦτο διώρισται
15καὶ περὶ ὁρισμοῦ καὶ τοῦ καθ’ αὑτό. ἐπεὶ δὲ πάλιν ὁ ὁρισμὸς λόγος, ὁ δὲ λόγος μέρη ἔχει, ἀναγκαῖον ἦν καὶ περὶ μερῶν ἰδεῖν, ποῖά τέ ἐστι τὰ τῆς οὐσίας καὶ τοῦ εἴδους μέρη καὶ ποῖα οὐκ ἔστι τοῦ εἴδους ἀλλὰ τῆς ὕλης. οὐ μόνον δὲ περὶ τούτων ἀναγκαῖον ἦν ἰδεῖν. ἀλλὰ καὶ περὶ τῶν μερῶν τοῦ ὁρισμοῦ καὶ τοῦ ὡρισμένου, ἤτοι τοῦ τί ἦν εἶναι, εἰ ταὐτὰ ἢ
20ἕτερά ἐστιν. ἔτι, φησί, δέδεικται ὅτι οὔτε τὸ καθόλου ἐστὶν οὐσία οὔτε τὸ γένος. περὶ δὲ τῶν ἰδεῶν καὶ τῶν μαθηματικῶν ὕστερον ἐπισκέψασθαι ἐπαγγέλλεται. ἐπειδὴ γὰρ οὐσίας ταύτας παρὰ τὰς αἰσθητάς φασιν εἶναι οἱ τιθέμενοι αὐτάς, ἄξιόν ἐστιν ἰδεῖν εἴτε εἰσὶν εἴτε καὶ μή. ἀλλὰ περὶ μὲν τούτων ὕστερον ἐπισκεπτέον, νῦν δὲ περὶ τῶν ὁμολογουμένων παρὰ
25πᾶσιν οὐσιῶν ἐπέλθωμεν. αἱ δὲ ὁμολογούμεναι παρὰ πᾶσιν οὐσίαι εἰσὶν αἱ αἰσθηταί, πᾶσαι δὲ αἱ αἰσθηταὶ οὐσίαι ὕλην ἔχουσιν. ἔστι δὲ οὐσία τὰ ὑποκείμενα ἤτοι τὰ προκείμενα, τουτέστιν αἱ αἰσθηταὶ οὐσίαι περὶ ὧν ὁ λόγος. ἄλλως μὲν ἡ ὕλη, ἄλλως δὲ ὁ λόγος· ἡ μὲν γὰρ ὕλη ἐστὶν οὐσία ὡς ὑποκείμενον καὶ ἀόριστον, ὁ δὲ λόγος καὶ τὸ εἶδος ὡς κατη‐
30γορούμενον καὶ ὁριστικόν. εἰπὼν δὲ ὅτι ἄλλως μὲν ἡ ὕλη ἄλλως δὲ ὁ λόγος, τί λέγει ὕλην ἐξηγεῖται λέγων λέγω δὲ ὕλην ἣ μὴ τόδε τι οὖσα ἐνεργείᾳ δυνάμει ἐστὶ τόδε, καὶ οὐ λέγει τὴν πρώτην μόνην καὶ ἀν‐ είδεον ἀλλὰ σὺν ἐκείνῃ καὶ τὰς ἄλλας. ὡς γὰρ ἐκείνη οὐκ ἔστι τόδε τι ἐνεργείᾳ ἀλλὰ δυνάμει, οὕτω καὶ ὁ χαλκὸς οὐκ ἔστι τόδε τι, οἷον φέρε
35ἀνδριάς, [καὶ] ἐνεργείᾳ ἀλλὰ δυνάμει, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. ἄλλως μὲν οὖν ἐστιν ἡ ὕλη οὐσία καὶ ἄλλως ὁ λόγος καὶ ἡ μορφή, ὃ τόδε τι ὂν τῷ λόγῳ ἐστὶ χωριστόν, ἀλλ’ οὐ κατ’ ἐνέργειαν. τρίτη δ’ ἐστὶν οὐσία τὸ σύνθετον τὸ ἐξ ὕλης καὶ εἴδους, οὗ μόνον ἐστὶ γένεσις, ὡς δέδεικται,
καὶ φθορά, καὶ χωριστὸν κυρίως καὶ καθ’ αὑτὸ ὄν, ἀλλ’ οὐ τῷ λόγῳ545
in Metaph
.

546

μόνῳ, ὥσπερ τὸ εἶδος. εἰπὼν δὲ ὅτι τὸ εἶδος τῷ λόγῳ μόνον ἐστὶ χω‐ ριστόν, λέγει ὅτι τῶν κατὰ τὸν λόγον οὐσιῶν (κατὰ λόγον οὐσίας, ὡς πολλάκις εἴρηται, λέγων τὰ εἴδη) αἱ μὲν αἱ δ’ ο, τουτέστιν αἱ μέν εἰσι τῷ λόγῳ χωρισταί, αἱ δὲ καὶ ἁπλῶς. ἐπειδὴ γὰρ τὸ ἑκάστου εἶδος ἡ
5ἑκάστου ψυχὴ τυγχάνει (ἡ μὲν γὰρ τοιάδε μορφὴ οὐδέποτε χωρίς ἐστι τῆς ὕλης), ἡ δὲ ψυχὴ οὐ πᾶσα ἀλλ’ ἡ λογικὴ χωρίζεται, διὰ τοῦτο τὰς μέν φησι χωρίζεσθαι τὰς δ’ οὔ. μήποτε δὲ οὐ περὶ τῆς μορφῆς τοῦτο εἴρηται (καίτοι καὶ τούτου ἀληθοῦς ὄντος· οὐδέποτε γὰρ ἡ βρότειος μορφὴ ἄνευ ὕλης εἶναι δύναται), ἀλλὰ περὶ τῶν ἀλόγων ψυχῶν, ὅτι αὗται μὲν οὐ
10χωρίζονται, ἀλλὰ μόναι αἱ λογικαί. p. 1042a32 Ὅτι δ’ ἐστὶν οὐσία καὶ ἡ ὕλη δῆλον. Εἰπὼν ὅτι οὐσία ἐστὶ τὸ εἶδος καὶ ἡ ὕλη καὶ τὸ ἐκ τούτων, δείκνυσιν ἐκ τῆς τῶν ὁμολογουμένων οὐσιῶν ἀναλογίας ὅτι ἡ ὕλη οὐσία ἐστίν. ὥσπερ γὰρ οὐσίαν φαμὲν τὸν Σωκράτην ὅτι ὑπόκειται ταῖς ἀντικειμέναις μετα‐
15βολαῖς καὶ ἔστιν ἐκείνων γινομένων καὶ ἀπογινομένων, οὕτως ἐπεὶ καὶ ἡ ὕλη τῶν εἰδῶν γινομένων ἐν αὐτῇ καὶ ἀπογινομένων ἡ αὐτὴ μένει καὶ ἔστιν, ἐκεῖνα δὲ οὐκ ἔστι, φανερὸν ὅτι οὐσία ἐστὶ καὶ μᾶλλον τοῦ εἴδους οὐσία κατά γε τοῦτο, εἰ καὶ τὰ πρεσβεῖα ἄλλως τῷ εἴδει ἀπονέμεται, εἴ γε ὁρίζει αὐτὴν καὶ εἰ κατὰ τὸ εἶδος τὰ πράγματα λέγεται. ὥσπερ οὖν
20τῇ κατὰ τόπον μεταβολῇ ὑπόκειται ὁ Σωκράτης καὶ νῦν μέν ἐστιν Ἀθή‐ ναζε πάλιν δὲ Θήβαζε, καὶ νῦν μὲν αὔξεται ἄλλοτε δὲ φθίνει, καὶ νῦν μὲν ὑγιαίνει πάλιν δὲ νοσεῖ, ὁμοίως τούτῳ καὶ ἡ ὕλη ὑπόκειται τῇ κατὰ γέ‐ νεσιν οὐσίᾳ, καὶ νῦν μέν ἐστιν ἐν γενέσει καὶ γίνεται τόδε τι ἀπολαβοῦσα τόδε τὸ εἶδος, πάλιν δ’ ἐστὶν ἐν φθορᾷ καὶ ἀποβολῇ τοῦ ὅπερ πρότερον
25ἀπειλήφει εἴδους· καὶ νῦν μέν ἐστιν ὑποκείμενον ὡς τόδε τι· ὅταν μὲν γὰρ μετὰ τοῦ εἴδους ᾖ, ἐπειδὴ τὸ σύνθετόν ἐστι τὸ ὑποκείμενον τῷ λευκῷ καὶ μέλανι καὶ τῇ νόσῳ καὶ ὑγιείᾳ, λέγομεν ὅτι ἡ ὕλη ὑπόκειται τούτοις ὡς τόδε τι· ὅταν δὲ χωρὶς εἴδους νοῆται, ὑποκεῖσθαι λέγεται τῷ εἴδει ὡς στέρησις. εἰπὼν δὲ ὅτι ἡ ὕλη νῦν μὲν ἐν γενέσει ἐστὶ νῦν δὲ ἐν φθορᾷ,
30λέγει ὅτι καὶ ἀκολουθοῦσι ταύτῃ αἱ ἄλλαι μεταβολα· καὶ εἴη ἂν λέγων ὅτι ὅσα μὲν ἔχει ὕλην γενητὴν καὶ φθαρτήν, τουτέστι γενέσει καὶ φθορᾷ ὑποκειμένην, ἐκεῖνα ἔχει ὕλην καὶ αὐξήσεως καὶ μειώσεως καὶ τῆς κατὰ τόπον μεταβολῆς καὶ ἀλλοιώσεως. τὸ γὰρ εἶδος (τοῦτο γάρ ἐστιν, ὡς ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς δέδεικται, τὸ αὐξόμενον καὶ φθῖνον, ἀλλ’
35οὐχὶ ἡ ὕλη) τὸ δὴ εἶδος ὡς ὕλη ὑπόκειται τῇ αὐξήσει καὶ φθίσει. ἀλλὰ καὶ τόπον τὰ τοιαύτην ὕλην ἔχοντα ἀμείβει καὶ ἀλλοιοῦται, τὰ μὲν οὖν
ἔχοντα ὕλην γενητὴν καὶ φθαρτήν. ταύτῃ τῇ ὕλ, τουτέστιν αὐτοῖς546
in Metaph
.

547

τοῖς ἔχουσιν αὐτήν, ἕπονται καὶ αἱ ἄλλαι μεταβολαί. τῶν δ’ ἄλλων ἢ μιᾷ ἢ δυσὶν αὕτη οὐκ ἀκολουθε, τουτέστι τῶν δ’ ἄλλων μεταβολῶν ἢ μιᾷ μεταβολῇ οὐκ ἀκολουθεῖ ἢ δυσίν· ὅπερ ἴσον ἐστὶ τῷ τοῖς δ’ ἔχουσι τὰς ἄλλας μεταβολὰς ἢ ἑνὶ ἀκολουθεῖ ἢ δυσίν, οὐ μὴν πᾶσι. τῷ μὲν δὴ
5ἔχοντι ὕλην αὐξήσεως καὶ μειώσεως ἐξ ἀνάγκης ἕπεται τὸ ἔχειν ὕλην καὶ γενέσεως καὶ φθορᾶς, τὸ δ’ ἔχον ὕλην τῆς κατὰ τόπον μεταβολῆς οὐκ ἀνάγκη ἐστὶν ἔχειν γενέσεως καὶ φθορᾶς. ὁ γὰρ ἥλιος ὕλην μὲν τῆς κατὰ τόπον μεταβολῆς ἔχει (μεταβαίνει γὰρ ἀπὸ βορείων ἐπὶ τὰ νότια καὶ ἀπὸ τούτων ἐπὶ τὰ βόρεια), γενητὴν δὲ καὶ φθαρτὴν ὕλην οὐκ ἔχει· ἄφθαρτος
10γὰρ καὶ ἀγένητος. ἡ δὲ σελήνη ὕλην ἔχουσα τῆς κατὰ τόπον μεταβολῆς ἔχει καὶ τῆς κατ’ ἀλλοίωσιν· τὸ γὰρ δέχεσθαι τοὺς φωτισμοὺς ἐκ τοῦ ἡλίου αὐτὸ τοῦτο ἀλλοίωσίς ἐστι· γενητὴν δὲ ὕλην καὶ φθαρτὴν οὐκ ἔχει. ὥστε ταῖς δυσὶν οὐχ ἕπεται ἡ γένεσις καὶ ἡ φθορά, τῇ τε κατὰ τόπον καὶ τῇ κατ’ ἀλλοίωσιν, καὶ ταύταις οὐ πάσαις ἀλλά τισιν. τῇ δὲ αὐξήσει καὶ μειώσει ἕπεται αὕτη.
15αὐτὸς δὲ τῇ μὲν κατὰ τόπον εἰπὼν ἕπεσθαι τῇ ἀλλοιώσει παρέλιπεν.
17p. 1042b7 Τίς μὲν οὖν διαφορὰ τοῦ ἁπλῶς γίνεσθαι καὶ μὴ ἁπλῶς ἐν τοῖς Φυσικοῖς εἴρηται. Δείξας ὅτι καὶ ἡ ὕλη οὐσία ἐστίν, εἰπὼν δὲ καὶ ὅτι τὰ ἔχοντα ὕλην
20γενητὴν καὶ φθαρτὴν ἔχουσι καὶ αὐξήσεως καὶ φθίσεως καὶ τῶν λοιπῶν μεταβολῶν, οὐ μὴν τὰ ἔχοντα ὕλην τοῦ κατὰ τόπον κινεῖσθαι ἀνάγκη ἔχειν καὶ γενητὴν καὶ φθαρτήν, 〈ἐπεὶ〉 εἰκὸς ἦν ζητεῖν καὶ τί ἐστι τὸ ἁπλῶς γίνεσθαι καὶ τί τὸ μὴ ἁπλῶς καὶ ὅλως τίς ἡ τούτων διαφορά, φησὶν ὅτι περὶ τού‐ των εἴρηται ἐν τοῖς Φυσικοῖς. εἶπε γὰρ καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει,
25μάλιστα δὲ ἐν τῇ Περὶ γενέσεως, ὅτι ἡ ἀπὸ τῶν χειρόνων εἰδῶν μετα‐ βολή, οἷον ἡ ἀπὸ ἀέρος εἰς πῦρ, ἐπὶ τὰ κρείττω ἁπλῆ μέν ἐστι γένεσις τὶς δὲ φθορά, ἡ δὲ ἀπὸ τοῦ κρείττονος εἴδους ἐπὶ τὸ χεῖρον ἁπλῆ μὲν φθορὰ τὶς δὲ γένεσις. ἀπολογίαν δὲ πεποιηκὼς περὶ τούτων λέγει ὅτι p. 1042b9 Ἐπειδὴ ἡ μὲν ὡς ὑποκειμένη καὶ ὡς ὕλη ὁμολογεῖται
30οὐσία εἶναι. Καὶ γὰρ δέδεικται. ἢ λέγοι ἂν ὅτι ἐπειδὴ ἡ μὲν ὡς ὑποκειμένη καὶ ὡς ὕλη οὐσία, ἥτις πάντα ἐστὶ δυνάμει, ὁμολογεῖται παρὰ πάντων καὶ λέγεται καὶ ἔγνωσται (πάντες γὰρ τὴν ὑλικὴν αἰτίαν εἶπον καὶ μνείαν αὐτῆς πεποιήκασιν οἱ φυσικοί, τῆς δὲ εἰδικῆς οὐδεὶς ἐφρόντισεν, ἢ ἐπ’ ὀλίγον), λοιπόν ἐστιν εἰπεῖν
35καὶ περὶ τῆς ἐνεργείᾳ οὐσίας τῶν αἰσθητῶν, τίς ἐστιν· ἐνεργείᾳ οὐσίαν τῶν547
in Metaph
.

548

αἰσθητῶν λέγων τὸ ἑκάστου εἶδος. καὶ πρῶτον, ὡς ἔθος αὐτῷ, τὰς τῶν παλαιοτέρων ἃς εἶχον περὶ τοῦ εἴδους δόξας ἐπισκέπτεται, καὶ οὕτω τὸ οἰκεῖον τίθησι βούλημα. λέγει δὴ ὅτι Δημόκριτος μὲν τὸ μὲν ὑποκείμενον καὶ τὴν ὕλην ἓν ἔλεγε (τὰς γὰρ ἀτόμους ὑπετίθετο ὡς ὑλικὰ αἴτια), εἰδο‐
5ποιοὺς δὲ διαφορὰς τρεῖς, τὸν ῥυσμὸν ὅ ἐστι σχῆμα, καὶ τὴν τροπὴν ὅ ἐστι θέσις, καὶ τὴν διαθιγὴν ὅ ἐστι τάξις. θεὶς οὖν τοῦτο εὐθὺς ἐλέγχει αὐτὸν ὡς οὐ καλῶς οἰόμενον τρεῖς μόνας εἶναι τὰς εἰδοποιοὺς διαφοράς. φαίνονται γάρ, φησίν, ὅτι οὐ μόνον αἱ παρ’ αὐτοῦ λεγόμεναι διαφοραί εἰσιν, ἀλλὰ καὶ ἄλλαι πλείους αἵπερ οὐκ ἀνάγονται ὑπὸ τὰς Δημοκρίτου
10διαφοράς, οἷον τὸ μὲν μελίκρατον, φησί, συνθέσει τοῦ ὕδατος καὶ τοῦ μέ‐ λιτος εἰδοποιεῖται, καὶ ἔστιν ἡ σύνθεσις εἰδοποιὸς τοῦ μελικράτου, ἥτις σύνθεσις οὔτε σχῆμά ἐστιν οὔτε τάξις οὔτε θέσις. ἄλλο γὰρ θέσις καὶ ἄλλο σύνθεσις· θέσις μὲν γὰρ λέγεται ὅταν ἄνω ἢ κάτω κέηται ἢ ἐπ’ εὐθείας ἢ ἄλλως πως, σύνθεσις δὲ ὅταν ἕτερά τινα ἅμα συγκραθῶσιν,
15ἕτερα δὲ ἢ τῷ εἴδει ἢ τῷ ἀριθμῷ. ὅτι δὲ σύνθεσίς ἐστιν ἐν τῷ μελι‐ κράτῳ δῆλον· ἐπειδὴ γὰρ σύνθετόν ἐστι, δῆλον ὡς ἔστιν ἐν αὐτῷ σύνθεσις. τὰ μὲν οὖν συνθέσει εἰδοποιεῖται τὰ δὲ δεσμῷ· τοῦ γὰρ φακέλου εἶδος ὁ δεσμός ἐστιν· τὰ δὲ εἰδοποιεῖται κόλλῃ, ὡς τὸ κοντάκιον ἢ καὶ τὸ βιβλίον, τὰ δὲ γόμφῳ, ὡς τὸ κιβώτιον· τὰ δὲ γόμφῳ ἅμα καὶ δεσμῷ καὶ ὅλως
20ἐν πλείοσιν. τὰ δὲ εἰδοποιεῖται θέσει ὥσπερ ὁ οὐδὸς καὶ τὸ ὑπέρθυρον· τούτων γὰρ εἶδος ἡ τοιαύτη θέσις ἐστίν. εἰ γὰρ οὐδὸς τεθείη ἔνθα τὸ ὑπέρθυρον κεῖται, καὶ τὸ ὑπέρθυρον ὅπου ὁ οὐδός, γενήσεται τὸ μὲν ὑπέρ‐ θυρον οὐδὸς καὶ ὁ οὐδὸς ὑπέρθυρον, ὥστε τῇ τοιᾳδὶ θέσει καὶ τῷ ὡδί πως κεῖσθαι εἰδοποιεῖται. εἰ γὰρ μὴ τοῦτο ἦν, οὐκ ἂν τεθὲν ἄλλως ἢ ὡς κεῖ‐
25ται ἀπέβαλε τὸ οὐδὸς εἶναι· ὥστε εἶδός ἐστι τοῦ οὐδοῦ ἡ τοιαδὶ θέσις. τὰ δὲ εἰδοποιεῖ ὁ χρόνος, τό τε δεῖπνον καὶ τὸ ἄριστον· ταῦτα γὰρ τῷ χρόνῳ μόνῳ διαφέρει. τὰ δὲ εἰδοποιεῖται τῷ τόπῳ, ὡς τὰ πνεύματα· ἀπὸ γὰρ τῶν τόπων ἐξ ὧν πνέουσιν, οἱ μὲν λέγονται ἀπαρκτίαι οἱ δὲ νότοι, ἄλλοι δὲ ζέφυροι καὶ ἄλλοι ἀπηλιῶται. κατὰ γὰρ τὴν ὕλην ἀδιάφοροι τυγχά‐
30νουσιν· ὕλη γὰρ παντὸς ἀνέμου ἡ ξηρὰ ἀναθυμίασις, ὡς ἐν τοῖς Μετεώροις δέδεικται. τὰ δὲ εἰδοποιεῖται ταῖς αἰσθηταῖς ποιότησι, σκληρότητι μαλα‐ κότητι καὶ τοῖς ὁμοίοις· καὶ τὰ μὲν ἐνίοις τούτων (καὶ γὰρ τὸ ὕδωρ ὑγρό‐ τητι καὶ ψυχρότητι), τὰ δὲ καὶ ἐν πλείοσι, καὶ ὅλως ὑπεροχῇ καὶ ἐλλείψει. ἡ μὲν γὰρ μάνωσις ὑπεροχή τις, ἡ δὲ πύκνωσις ἔλλειψίς τις. ὥστε,
35φησί, δῆλον ὅτι καὶ τὸ ἔστιν ἤτοι τὸ εἶναι ἑκάστῳ καὶ τὸ εἶδος αὐτοῖς τοσαυταχῶς λεχθήσεται· εἶδος γὰρ οὐδοῦ καὶ τὸ εἶναι οὐδῷ τὸ οὕτως αὐ‐ τὸν κεῖσθαί ἐστι, καὶ τὸ κρυστάλλῳ εἶναι τὸ οὕτω πεπυκνῶσθαι. καὶ ἁπλῶς
πᾶσι τούτοις τὰ μὲν ὁρισθήσεται τῷ ὡδὶ μεμῖχθαι, ὥσπερ τὸ μελίκρατον,548
in Metaph
.

549

τὰ δὲ τῷ ὡδὶ δεδέσθαι ὡς φάκελος καὶ χείρ· ταύτῃ γὰρ τὸ εἶναί ἐστι τῷ ὡδὶ δεδέσθαι· καὶ τὰ λοιπὰ ὁμοίως. ταῦτα εἰπὼν λέγει ὅτι δεῖ λαβεῖν τὰ τῶν διαφορῶν γένη· αὗται γὰρ ἀρχαὶ καὶ αἰτίαι ἔσονται ἑκάστοις τοῦ εἶναι τοῦθ’ ὅπερ εἰσίν, οἷον τοῖς μὲν ἀρχὴ ἔσται εἰδοποιὸς τὸ μᾶλλον,
5ὥσπερ Θαλῆς ἔλεγεν ὅτι τὸ ὕδωρ μᾶλλον μανωθὲν γίνεται ἀὴρ καὶ ἔτι μᾶλλον πῦρ. ταῦτα δέ, φησί, πάντα τό τε μᾶλλον καὶ τὸ ἧττον καὶ μανὸν καὶ πυκνὸν καὶ τὰ τοιαῦτα ὑπεροχή ἐστι καὶ ἔλλειψις. εἰ δέ τι, φησίν, ἐστὶν εἰδοποιούμενον σχήματί τινι, ὥσπερ τὰ μαθηματικά (ταῦτα γὰρ τοῖς σχήμασιν εἰδοποιεῖται, ὕλη δὲ αὐτῶν τὸ μαθηματικὸν σῶμα), ἢ εἰ μὴ
10σχήματι ἀλλὰ λειότητι ὡς τὰ κάτοπτρα (ταῦτα γὰρ τῇ λειότητι εἰδοποιεῖ‐ ται), ἢ εἰ μὴ λειότητι ἀλλὰ τραχύτητι ὡς αἱ μυλίαι λίθοι, εἰ οὖν ἐστί τινα τούτοις εἰδοποιούμενα, ταῦτα τὰ εἰδοποιοῦντα πάντα ἥ τε λειότης καὶ τὸ σχῆμα καὶ ἡ τραχύτης ἀναχθήσονται εἰς τὸ εὐθὺ καὶ καμπύλον· λεῖον γὰρ λέγεται τὸ ἐπ’ εὐθείας πως ἔχον τὰ μόρια κείμενα, τραχὺ δὲ τὸ μὴ
15οὕτως ἀλλὰ κοιλότητάς τινας ἢ ὅλως καμπυλότητας καὶ ἀνωμαλίας. ἄλλοις δὲ πάλιν τὸ εἶναί ἐστι τὸ μεμῖχθαι, ὡς τῷ μελικράτῳ, τὸ δὲ μὴ εἶναι τὸ μὴ μεμῖχθαι. ὥστε δῆλον ὡς εἴπερ ἡ οὐσία καὶ τὸ εἶδος αἴτιόν ἐστι τοῦ εἶναι ἕκαστον τοῦθ’ ὅπερ ἐστίν, ἐν τούτοις ζητητέον τί τὸ αἴτιον τοῦ εἶναι ἕκαστον· οἷον εἰ ζητοίη τις τί τὸ αἴτιον τοῦ τὸ κάτοπτρον εἶναι τοῦθ’
20ὅπερ ἐστίν, ἐν τῷ εὐθεῖ καὶ καμπύλῳ καὶ τοῖς λοιποῖς ζητείτω καὶ εὑρήσει ἓν ἐκ τούτων ὅτι αἴτιον· ἓν γὰρ ἐκ τούτων αἴτιόν ἐστι τοῦ εἶναι τὸ κάτ‐ οπτρον τοῦθ’ ὅπερ ἐστί, τὸ εὐθύ· καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. εἰπὼν δὲ ὅτι εἴπερ ἡ οὐσία αἰτία τοῦ εἶναι ἕκαστον ἐν τούτοις ζητητέον, λέγει ὅτι οὐσία μὲν οὖν οὐδὲν τούτων, λέγων τὴν λειότητα τὴν τραχύτητα
25τὸν οὐδόν, οὐχὶ τὸ ξύλον (τοῦτο γὰρ δῆλον ὅτι οὐσία ἐστίν) ἀλλὰ τὸ τοῦ οὐδοῦ εἶδος. εἰ γὰρ ἦν οὐσία τὸ εἶδος τοῦ οὐδοῦ, οὐκ ἂν μετατεθεὶς εὐ‐ θὺς ἀπέβαλε τὸ εἶναι οὐδός, μηδὲν παθὼν ἀλλὰ μόνον τὸ μεταπεσεῖν ἀφ’ οὗπερ ἔκειτο. οὔτε οὖν καθ’ αὑτὸ τὸ τοῦ οὐδοῦ εἶδος νοούμενόν ἐστιν οὐσία, οὔτε συνδυασθὲν μετὰ τοῦ ξύλου. ὁμοίως δὲ πᾶν τεχνητὸν εἶδος
30οὐκ ἔστιν οὐσία. ὅμως δέ, φησίν, ἐπειδὴ ἀναλογίαν ἔχουσι πρὸς τὰς οὐ‐ σίας (ὃν γὰρ λόγον ἔχει τὸ ἀνθρώπειον εἶδος καὶ ἵππειον πρὸς τὴν ὑπο‐ κειμένην αὐτοῖς ὕλην, τοῦτον ἔχει καὶ ἡ τοιαδὶ θέσις, τοῦτο δ’ ἐστὶ τὸ τοῦ οὐδοῦ εἶδος, πρὸς τὸ ὑποκείμενον αὐτῷ ξύλον καὶ τὸ τοῦ ἀνδριάντος πρὸς τὸν χαλκὸν καὶ τὸ τοῦ κατόπτρου πρὸς τὸν σίδηρον· ὁμοίως δὲ καὶ
35τὰ λοιπὰ πρὸς τὰ ὑποκείμενα αὐτοῖς ἔχει), ἐπειδὴ οὖν τὸν αὐτὸν ἔχουσι λόγον, ὥσπερ ἐπὶ τῶν οὐσιῶν τοὺς ὁρισμοὺς ἀποδιδόντες οὐ τὸ σύνθετον ὁριζόμεθα ἀλλὰ τὸ εἶδος, οὕτω χρὴ καὶ ἐπὶ τούτων ποιεῖν καὶ ὁρίζεσθαι
μὴ τὰ σύνθετα ἀλλὰ τὰ εἴδη. διὸ εἰ οὐδὸν δέοι ὁρίσασθαι, τὸ εἶδος αὐτὸ549
in Metaph
.

550

τοῦ οὐδοῦ ὁριστέον, καὶ οἰκίας οἷον ὅτι σκέπασμα κωλυτικὸν ὄμβρων καὶ πνευμάτων. ἐπ’ ἐνίων δέ, φησίν, οὐ τὸ εἶδος ὁρίζεται ἀλλὰ τὸ οὗ ἕνεκα, οἷον εἰ λέγοιμεν ὅτι κιβώτιόν ἐστιν ἀγγεῖον χρημάτων φυλακτικόν, τὸ οὗ ἕνεκα ἀποδεδώκαμεν· ἕνεκα γὰρ τοῦ τὰ χρήματα φυλάττεσθαι τὸ κιβώ‐
5τειον εἶδος τῇ τοιᾳδὶ ὕλῃ ὁ τεχνίτης περιτέθεικε. τοῦτο δὴ θεὶς μεταξὺ πάλιν λέγει ὅτι εἰ δὲ κρύσταλλον ὁριζόμεθα ἐροῦμεν ὕδωρ πεπηγὸς ἢ πεπυκνωμένον ὡδ, εἰ δὲ συμφωνίαν, εἴποιμεν ἂν ὅτι συμφωνία μῖξίς ἐστι τοιαδὶ ὀξέων καὶ βαρέων φθόγγων. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων. καὶ ἡ μὲν τῶν λεγομένων διάνοια τοιαύτη τις ἂν εἴη. ἡ
10δὲ λέξις ἡ ὅμως δὲ τὸ ἀνάλογον ἐν ἑκάστ, καὶ ὡς ἐν ταῖς οὐσίαις τὸ τῆς ὕλης κατηγορούμενον αὐτὴ ἡ ἐνέργεια, καὶ ἐν τοῖς ἄλλοις ὁρισμοῖς μάλιστα ἔχει τινὰ ἀσάφειαν. ὃ δὲ λέγει τοιοῦτον ἂν εἴη. οὐ‐ δὲν τούτων οὐσία ἐστὶν οὐδὲ συνδυαζόμενον τῇ ὕλῃ· ὅμως ἐν ἑκάστῳ τού‐ των ἤτοι τοῦ οὐδοῦ καὶ τῶν ἄλλων τὸ ἀνάλογόν ἐστι, τουτέστιν ἔχουσιν
15ἀναλογίαν πρὸς τὰς οὐσίας, καὶ ὥσπερ ἐν ταῖς οὐσίαις τὸ κατηγορούμενον τῆς ὕλης οὐδὲν ἕτερόν ἐστιν ἢ αὐτὴ ἡ ἐνέργεια, τουτέστιν αὐτὸ τὸ εἶδος, ὃ δὴ καὶ ὁριζόμεθα (τοῦτο γὰρ δεῖ προσυπακούειν), οὕτω καὶ ἐν τοῖς ἄλ‐ λοις ὁρισμοῖς, τοῖς μὴ οὐσιῶν οὖσιν ἀλλὰ τεχνητῶν, τὰ εἴδη ὁριστέον. p. 1043a12 Φανερὸν δὴ ἐκ τούτων ὅτι ἡ ἐνέργεια ἄλλη ἄλλης ὕλης.
20 Ἐπειδὴ γὰρ ὕλη κρυστάλλου μὲν ὕδωρ ἐστὶν ἀλλ’ οὐ σῖτος, σωροῦ δὲ σῖτος ἀλλ’ οὐχ ὕδωρ, οἰκίας δὲ ξύλα καὶ λίθοι ἀλλ’ οὐχ ὕδωρ καὶ μέλι (ταῦτα γὰρ ὕλη τοῦ μελικράτου), δῆλον ὡς ἄλλη ἐνέργεια καὶ εἶδος ἄλλην ὕλην ἔχει καὶ ἄλλη ἄλλην, καὶ ἔμπαλιν ἄλλης ὕλης ἄλλη τυγχάνει οὖσα ἐνέργεια καὶ ἄλλης ἄλλη. τοῦ μὲν ὕδατος καὶ μέλιτος ἐνέργεια καὶ εἶδος
25ἡ σύνθεσις, τῶν δὲ σίτων καὶ κριθῶν μῖξις καὶ ἄλλων ἄλλη. καὶ διὰ τὸ πᾶν εἶδος φυσικόν τε καὶ τεχνητὸν ἐν ὕλῃ τὸ εἶναι ἔχειν τινὲς ὁριζόμενοι τὴν ὕλην ἀποδιδόασιν, ὥσπερ οἱ λέγοντες οἰκία ἐστὶ ξύλα καὶ λίθοι καὶ πλίνθοι, ἢ ὀργή ἐστι ζέσις τοῦ περὶ τὴν καρδίαν αἵματος. οἱ δὴ οὕτως ὁριζόμενοι τὴν δυνάμει οἰκίαν καὶ τὴν δυνάμει ὀργὴν ὁρίζονται· ὕλη γὰρ
30τῆς μὲν οἰκίας τὰ ξύλα καὶ οἱ λίθοι, τῆς δὲ ὀργῆς τὸ αἷμα, ἃ δὴ δύναν‐ ται τὰ μὲν οἰκία, τὸ δὲ ὀργὴ γενέσθαι. οἱ δὲ λέγοντες ὅτι οἰκία ἐστὶν ἀγγεῖον σκεπαστικὸν χρημάτων καὶ σωμάτων, ἢ ἄλλο τι τοιοῦτον προσθέν‐ τες, τὸ εἶδος καὶ τὴν ἐνέργειαν ὁρίζονταί τε καὶ λέγουσιν. οἱ δὲ φάσκοντες ὡς οἰκία ἐστὶ ξύλα καὶ λίθοι ἀγγεῖον σκεπαστικὸν χρημάτων καὶ σωμάτων,
35τὴν ἐξ ὕλης καὶ εἴδους οἰκίαν ὁρίζονται. ὁ μὲν γὰρ ἐκ τῶν διαφορῶν λόγος ἐστὶν ὁ τοῦ εἴδους, ὁ δ’ ἐκ τῶν ξύλων καὶ λίθων τῆς ὕλης, ὁ δ’ ἐξ
ἀμφοῖν τῆς συνθέτου οἰκίας, ὁποίας καὶ Ἀρχύτας ἀπεδέχετο τὰς ἐκ τῶν550
in Metaph
.

551

διαφορῶν καὶ τῆς ὕλης· ὁριζόμενος γὰρ τὴν νηνεμίαν ἔλεγεν ὅτι νηνεμία ἐστὶν ἠρεμία ἐν πλήθει ἀέρος· ὕλη μὲν γὰρ ὁ ἀήρ, εἶδος δὲ καὶ ἐνέργεια ἡ ἠρεμία. καὶ πάλιν γαλήνη ἐστὶν ὁμαλότης θαλάσσης· τὸ μὲν ὑποκεί‐ μενον ὡς ὕλη ἡ θάλασσα, ἡ ὁμαλότης δὲ τὸ εἶδος. οὕτω μὲν οὖν ἀκριβῶς
5καὶ θειότατα τὰ περὶ τούτων διορίσας συμπεραίνεται, λέγων ὅτι φανερόν ἐστιν ἐκ τῶν εἰρημένων τίς ἡ αἰσθητὴ οὐσία καὶ πῶς, ὅτι ἡ μέν ἐστιν ὡς ὕλη καὶ δυνάμει, ἡ δ’ ὡς τὸ εἶδος καὶ ἡ ἐνέργεια, ἡ δὲ τρίτη ἐκ τούτων. p. 1043a29 Δεῖ δὲ μὴ ἀγνοεῖν ὅτι ἐνίοτε λανθάνει, πότερον ση‐
10μαίνει τὸ ὄνομα. Ὃ ζητεῖ σαφῶς καταλέγει, οὐ λύει δὲ ὡς σαφοῦς οὔσης τῆς λύσεως. ζητεῖ γὰρ πότερον τὰ ὀνόματα τῶν συνθέτων εἰσὶ σημεῖα ἢ τῶν εἰδῶν; οἷον ἡ γραμμὴ πότερον σημαίνει ὅτι δυὰς ἐν μήκει, ὅπερ ἐστὶ τὸ σύνθετον (εἶδος μὲν γὰρ ἡ δυάς, ὕλη δὲ τὸ μῆκος, δυάδα δὲ λέγει τὴν γραμμήν,
15ὅτι, ὥσπερ ἐν τοῖς ἀριθμοῖς πρώτη διάστασις ἡ δυάς ἐστιν, οὕτως ἐν τοῖς μήκεσιν ἡ γραμμή), πότερον οὖν ἡ γραμμὴ τὸ ὅτι δυὰς ἐν μήκει σημαίνει, ἢ ὅτι δυὰς τὸ εἶδος μόνον; καὶ τὸ ζῷον πότερον τὸ σύνθετον δηλοῖ, ὅτι ψυχὴ ἐν σώματι ἢ ψυχή; αὕτη γὰρ οὐσία καὶ ἐνέργεια καὶ εἶδος σώματός τινος. οὕτω μὲν οὖν ζητήσας οὐ λύει, ὡς δήλου ὄντος ὅτι τὰ ὀνόματα
20τῶν εἰδῶν εἰσι σημαντικά, ἀλλ’ οὐ τῶν συνθέτων. ἐπειδὴ γὰρ τὸ ὄνομα σημεῖόν ἐστι τοῦ οὗ ἐστιν ὁ ὁρισμὸς δηλωτικός, οἱ δὲ ὁρισμοὶ τῶν εἰδῶν εἰσι, φανερὸν ὅτι καὶ τὰ ὀνόματα τῶν εἰδῶν εἰσιν. εἰπὼν δὲ ὅτι τὸ ζῷον πότερον τῆς ψυχῆς ἐστι δηλωτικὸν ἢ τοῦ συναμφοτέρου, λέγει ὅτι εἴη δ’ ἂν καὶ ἐπ’ ἀμφοτέροις τὸ ζῷον, τουτέστι λέγεται τὸ ζῷον καὶ ἐπὶ
25τῆς ψυχῆς καὶ ἐπὶ τοῦ συνθέτου, ἀλλ’ οὐχ ὡς ἑνὶ λόγῳ λεγόμενον, ἀλλ’ ὡς πρὸς ἕν. ἐπειδὴ γὰρ ἔχει καὶ ἡ ψυχὴ ὀρεκτικὰς δυνάμεις, ἔχει δὲ καὶ τὸ σύνθετον, πρὸς τοῦτο ἀφορῶντες λέγομεν ἀμφότερα ζῷα. ἐπειδὴ δὲ τὴν τοιαύτην ζήτησιν, λέγω δὴ τὸ πότερον τὸ ζῷον τὴν σύνθετον οὐσίαν δηλοῖ ἢ τὴν ψυχήν, ἔγνω μηδὲν πρὸς τὰ προκείμενα συντελοῦσαν, λέγει
30ὅτι ἀλλὰ ταῦτα πρὸς μέν τι ἄλλο διαφέρει, τουτέστι πρὸς μὲν τὰς διαλεκτικὰς συνουσίας ὠφελεῖταί τις παρὰ τὸ γινώσκειν εἴτε τὸ σύνθετον δηλοῖ εἴτε μή, πρὸς δὲ τὴν ζήτησιν τῆς οὐσίας τῆς αἰσθητῆς οὐδέν. οὕτω δὴ ἀποπεμψάμενος τὴν τοιαύτην ζήτησιν διευθετεῖ τὰ περὶ τοῦ εἴδους, λέγων ὅτι τὸ τί ἦν εἶναι οὐκ ἐπὶ τοῦ συνθέτου λέγεται, ἀλλὰ τῷ εἴδει
35ὑπάρχει καὶ τῇ ἐνεργείᾳ, καὶ ἐπὶ μὲν τῶν ἁπλῶν τὸ ὕδωρ εἶναι καὶ ὕδατι ταὐτόν ἐστι, καὶ ψυχὴ καὶ ψυχῇ εἶναι, ἄνθρωπος δὲ καὶ ἀνθρώπῳ οὐ ταὐτόν, ἀλλ’ ἄνθρωπον εἰπόντες λέγομεν Σωκράτη καὶ Πλάτωνα καὶ ὅλως
τὸ σύνθετον, ἀνθρώπῳ δὲ τὸ τί ἦν εἶναι καὶ τὸ εἶδος. τὸ δὲ εἰ μὴ καὶ551
in Metaph
.

552

ἡ ψυχὴ ἄνθρωπος λεχθήσεται τοιοῦτον ἂν εἴη· εἰ μέν, φησί, λέγει τις τὴν ψυχὴν ἄνθρωπον καὶ κατηγορεῖται τὸ ἄνθρωπος κατὰ τῆς ψυχῆς, ἐπειδὴ ψυχὴ καὶ τὸ ψυχῇ εἶναι ταὐτὸν σημαίνει, εἴη ἂν καὶ ἄνθρωπος καὶ ἀνθρώπῳ εἶναι ταὐτόν· εἰ δὲ μή, οὐκ ἔσται. καὶ οὕτω, φησί, τινὶ
5μὲν τινὶ δ’ ο, τουτέστιν εἰ λέγει τις ἄνθρωπον τὴν ψυχήν, ἔσται ταὐτὸν ὁ ἄνθρωπος καὶ τὸ ἀνθρώπῳ εἶναι· εἰ δὲ ἄνθρωπον λαμβάνει τὸν σύνθετον ἐκ ψυχῆς καὶ σώματος ἤτοι τὸν ἐξ εἴδους καὶ ὕλης, οὐκ ἔσται ταὐτὸν ἄνθρωπος καὶ ἀνθρώπῳ εἶναι, ἀλλὰ τινὶ μέν, οἷον ἐπὶ τῆς ψυχῆς, ἔσται, τινὶ δέ, οἷον ἐπὶ τοῦ ἀνθρώπου τοῦ συνθέτου, οὐκ ἔσται.
10p. 1043b4 Οὐ φαίνεται δὴ ζητοῦσιν ἡ συλλαβὴ ἐκ τῶν στοιχείων οὖσα καὶ συνθέσεως. Δείξας ἐν τῷ τέλει τοῦ πρὸ τούτου βιβλίου ὅτι ἡ συλλαβή, ἤτοι αὐτὸ τὸ τῆς συλλαβῆς εἶδος, ἕτερόν ἐστι τῶν στοιχείων, καὶ ὅτι οὔτε στοιχεῖόν ἐστι τὸ εἶδος οὔτε ἐκ στοιχείων, πάλιν τὰ περὶ ἐκείνων διαρθροῖ, λέγων
15ὅτι ἡ συλλαβή. αὐτὸ τὸ τῆς συλλαβῆς φημι εἶδος, οὐκ ἔστιν ἐκ στοιχείων καὶ τῆς συνθέσεως. οὐ γὰρ ὡς τὸ μέλι καὶ τὸ ὕδωρ αὐτὰ καθ’ αὑτὰ ὄντα καὶ συνελθόντα ἀπετέλεσαν τὸ μελίκρατον, οὕτω καὶ ἡ σύνθεσις αὐτὴ καθ’ αὑτὴν οὖσα καὶ τὰ στοιχεῖα συνῆλθον καὶ ἀπετέλεσαν τὴν συλλαβήν. οὔτε δὴ οὖν ἡ συλλαβὴ ἐκ συνθέσεώς ἐστι καὶ τῶν στοιχείων οὔτε ἡ
20οἰκία ἐκ πλίνθων καὶ συνθέσεως, ἀλλὰ τὸ εἶδος τῆς συλλαβῆς ἐστι τὸ ἀποτέλεσμα τὸ ἐκ τοῦ α β, καὶ τὸ βα ἤτοι ἡ συλλαβὴ οὐδὲν ἕτερόν ἐστιν ἢ ἡ τοιαδὶ τῶν στοιχείων σύνθεσις· οὐ μήν ἐστιν ἡ συλλαβὴ ἐκ τῆς συνθέσεως καὶ τῶν στοιχείων. οὐ γάρ ἐστι, φησίν, ἡ σύνθεσις οὐδ’ ἡ μῖξις ἐκ τούτων ὧν ἐστι σύνθεσις ἢ μῖξις. ὃ δὴ ἀσαφῶς
25ἡρμήνευται καὶ ἐλλιπῶς δεῖ γὰρ προσυπακούειν τὸ τινός, τὸ δὲ ἐκ τού‐ των ἀντὶ τοῦ μετὰ τούτων, ἵν’ ᾖ πλῆρες τοιοῦτον ‘οὐ γάρ ἐστιν ἡ σύνθε‐ σις οὐδ’ ἡ μῖξίς τινος μετὰ τούτων ὧν ἐστι σύνθεσις ἢ μῖξις.‘ καὶ εἴη ἂν τὸ λεγόμενον τοιοῦτον. εἰ ἔστιν ἡ σύνθεσις ὕδατος, εἰ τύχοι, καὶ μέλιτος, οὐ συνῆλθεν ἡ μῖξίς τινι τούτων ἢ τῷ ὕδατι ἢ τῷ μέλιτι ἢ καὶ ἀμφοῖν,
30καὶ ἀπετέλεσαν τὸ μελίκρατον· εἰ μὲν γὰρ ἦν ἡ μῖξις πρᾶγμά τι τῶν δυναμένων καθ’ αὑτὸ εἶναι, εἰκὸς ἦν λέγειν ὅτι μετά τινος τούτων τοῦ τε ὕδατος καὶ τοῦ μέλιτος ἢ μετὰ ἀμφοῖν συνελθοῦσα ἀπετέλεσε τὸ μελίκρα‐ τον· ἐπεὶ δὲ οὐκ ἔστιν, οὐ λέγεται τοῦτο, ἀλλὰ τὸ μελίκρατόν ἐστιν αὐτὴ ἡ μῖξις. αὐτὸς δὲ εἰς παράδειγμα καὶ σαφήνειαν τῶν λεγομένων τὸν οὐδὸν
35παρήγαγε λέγων οἷον εἰ οὐδὸς θέσει, οὐκ ἐκ τοῦ οὐδοῦ ἡ θέσις·
τουτέστιν εἰ ἔστιν οὐδὸς ἤτοι εἰ ἔστι τὸ τοῦ οὐδοῦ εἶδος ἡ θέσις καὶ τὸ552
in Metaph
.

553

ὡδὶ κεῖσθαι, οὐκ ἐκ τοῦ οὐδοῦ [οὖν] ἡ θέσις, ἀλλὰ μᾶλλον οὗτος ἐξ ἐκείνης· ἡ τοιαδὶ γὰρ θέσις τὸν οὐδὸν εἰδοποιεῖ. οὐδὲ δή, φησίν, ὁ ἄνθρωπός ἐστι τὸ ζῷον καὶ τὸ δίπουν, ἀλλὰ τὸ ἐκ τούτων ἀποτέλεσμα, ὃ παρὰ ταῦτά ἐστιν· ταῦτα μὲν γὰρ ὕλη, τὸ δ’ ἐκ τούτων ὁ ἄνθρωπος.
5ὅπερ, λέγω δὴ τὸ παρὰ τὸ ζῷον καὶ τὸ δίπουν, οὔτε στοιχεῖόν ἐστιν οὔτε ἐκ στοιχείου, τὶ δέ ἐστι τὸ παρὰ τὸ ζῷον καὶ τὸ δίπουν ἡ οὐσία ἤτοι τὸ εἶδος, ὃ καὶ κυρίως οὐσίαν λέγουσιν ἐξαιροῦντες τῷ λόγῳ καὶ χωρίζοντες τὴν ὕλην. μήποτε δὲ τὸ ὃ ἐξαιροῦντες τὴν ὕλην λέγουσι περὶ τῶν τὰς ἰδέας λεγόντων εἴρηται, ὅτι ὅπερ εἶδος χωρίζοντες τῆς ὕλης καὶ καθ’
10αὑτὸ εἶναι λέγοντες οὐσίαν αὐτό φασιν. εἰ δή, ὡς πολλάκις δέδεικται, τὸ εἶδός ἐστι τὸ αἴτιον τὸ κινοῦν τὴν ὕλην καὶ ποιοῦν ὅπερ ἐστί, δῆλον ὡς εἴ τις ὅλως οὐσίαν λέγοι, οὐδὲν ἄλλ’ ἢ τὸ εἶδός φησιν. p. 1043b14 Ἀνάγκη δὴ ταύτην ἢ ἀίδιον εἶναι ἢ φθαρτήν. Ἐπειδὴ εἶπεν ὅτι τὸ εἶδός ἐστιν αἴτιον τοῦ τὴν ὕλην κινεῖσθαι καὶ
15ὅπερ ἐστὶ γίγνεσθαι, καὶ εἰ λέγοι τις οὐσίαν, δηλονότι τῷ εἴδει τὸ τῆς οὐσίας ὄνομα μᾶλλον ἂν συνάπτοι, λέγει ὅτι ἀνάγκη ταύτην ἢ ἀίδιον εἶναι ἢ φθαρτὴν ἄνευ τοῦ φθείρεσθαι καὶ γεγονέναι χωρὶς τοῦ γίνεσθαι, τουτέστιν ἄνευ φθορᾶς φθείρεσθαι καὶ ἄνευ γενέσεως εἶναι. δέδεικται γὰρ ἐν τῷ πρὸ τούτου βιβλίῳ ὅτι τὸ εἶδος οὐθεὶς ποιεῖ οὐδὲ γεννᾷ, ἀλλὰ ποιεῖται
20τοδὶ τὸ εἶδος οἷον σφαῖρα, καὶ ὅλως τὸ ἐκ τούτων τοῦ τε εἴδους καὶ τῆς ὕλης. ἀλλ’ ὅτι μὲν τὸ εἶδος οὐ γίνεται δῆλον· εἰ δέ γε εἰσὶ χωρισταὶ οὐσίαι καὶ ἰδέαι, οὐδέν πω δῆλον, πλὴν ὅτι ἐπ’ ἐνίων οὐκ ἐνδέχεται ἰδέας εἶναι φανερόν· οὐ γὰρ ἔστιν αὐτοοικία οὐδὲ αὐτοκιβώτιον. ἴσως δέ, φησίν, οὐδὲ οὐσίαι εἰσὶ τὰ ὑπὸ τέχνης γινόμενα εἴδη καὶ ὅλως τὰ μὴ ὑπὸ φύσεως
25συνεστηκότα, ἀλλὰ μόνην ἄν τις οὐσίαν εἴποι καὶ ἀληθῶς τὴν φύσιν καὶ τὸ εἶδος τὸ ἐν τοῖς φθαρτοῖς, τουτέστι τὸ φυσικὸν εἶδος καὶ ἐν τοῖς καθ’ ἕκαστα καὶ φθαρτοῖς ὄν. εἰ δὲ οὔκ εἰσιν οὐσίαι τὰ τεχνητὰ εἴδη, δῆλον ὡς οὐδέ εἰσιν αὐτῶν ἰδέαι· αἱ ἰδέαι γὰρ τῶν οὐσιῶν εἰσιν. p. 1043b23 Ὥστε ἡ ἀπορία, ἣν οἱ Ἀντισθένειοι καὶ οἱ οὕτως
30ἀπαίδευτοι ἠπόρουν, ἔχει τινὰ καιρόν. Δεῖ προσυπακούειν τοῦ ἐξ ὧν εἴπομεν λυθῆναι, ἵνα ᾖ τὸ λεγόμενον τοιοῦτον· ὥστε ἡ ἀπορία καιρὸν ἔχει, ἣν οἱ Ἀντισθένειοι ἠπόρουν, λυθῆναι ἐξ ὧν εἴπομεν. ἐπειδὴ γὰρ δέδεικται ὅτι ἄλλα ἐστὶ τὰ ὡς εἴδους μέρη
καὶ ἄλλα τὰ ὡς ὕλης, ἐκ τούτων λυθήσεται ἡ τῶν Ἀντισθενείων ἀπορία.553
in Metaph
.

554

ἔστι δ’ αὐτῶν ἡ ἀπορία, ὅτι οὐκ ἔστιν ὁρίσασθαι, οὐδ’ ἔστιν ὁρισμός τινος. τοῦτο δὲ κατεσκεύαζον ὡδί. ἐπειδὴ γὰρ ὁ ὁρισμὸς οὐκ ἔστιν ὄνομα, ἀλλ’ ἐκ πλειόνων (τοῦτο γὰρ εἶπε λόγον μακρόν· τὸ γὰρ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν λόγος μακρός ἐστιν, ἀλλ’ οὐχ ὡς τὸ ἄνθρωπος
5ὄνομα), ἐπειδὴ οὖν ὁ ὁρισμὸς οὐκ ἔστιν ὄνομα, οὐκ ἔστιν ὁρίσασθαι. λέ‐ γουσι δὲ ὅτι, ὅταν εἴπωμεν ζῷον λογικόν, σύνθετόν τι λέγομεν ἐξ ὕλης καὶ εἴδους, ὕλης μὲν τοῦ ζῴου, εἴδους δὲ τοῦ λογικοῦ, καὶ ἔτι προστεθὲν τὸ θνητὸν σύνθετον. εἰ δὲ τοῦτο, τὰ μὲν σύνθετα ἐπεξερχόμεθα καὶ οἱονεὶ ἀριθμοῦμεν πόσα τινὰ τυγχάνει, ζῷον λογικὸν λέγοντες, καὶ πάλιν ζῷον
10λογικὸν θνητόν, ὁρισμὸν δὲ οὔ φαμεν. λέγει δὴ ὁ Ἀριστοτέλης ὅτι ἡ ἀπορία αὕτη λύεται ἐξ ὧν εἴπομεν· ἐπειδὴ γὰρ δέδεικται ὅτι τὸ ζῷον πεζὸν δίπουν τοῦ εἴδους ἐστὶ μέρη, οὐ τῆς ὕλης, πῶς ἐστι δυνατὸν λέγειν ὅτι τὸ ζῷόν ἐστιν ὕλη τὸ δὲ λογικὸν εἶδος, ἢ πάλιν τὸ ζῷον λογικὸν ὕλη τὸ δὲ θνητὸν εἶδος; εἰ μὲν γὰρ ἦσαν τῆς ὕλης μέρη τὸ ζῷον, τὸ θνητόν,
15τὸ λογικόν, ἐχρῆν ταῦτα λέγειν, ὅτι τὸ ζῷον καὶ τὸ λογικὸν ὕλη ἐστί, τὸ δὲ θνητὸν εἶδος, καὶ λέγοντες ζῷον θνητὸν λέγουσι τὸ σύνθετον τὸ ἐξ ὕλης καὶ εἴδους· ἐπεὶ δὲ οὔκ εἰσιν ὑλικά, οὐ τὸ σύνθετον λέγουσιν, ἀλλὰ τὰ μέρη τοῦ εἴδους· ὥστε ἔστιν ὁρισμός. οὐκ ἔστιν οὖν, φασίν, ὁρίσασθαι, ἀλλὰ ὁποῖον μέν ἐστιν ἄνθρωπος ἢ βοῦς ἐνδέχεται διδάξαι, ὁρίσασθαι δὲ
20οὔ· οἷον ὁρίσασθαι μὲν καὶ εἰπεῖν τί ἐστιν ἄργυρος οὐχ οἷόν τε, ὁποῖον δέ, δυνατόν, οἷον ἐρωτηθέντα ὁποῖόν ἐστιν ἄργυρος, εἰπεῖν ὅτι οἷον καττί‐ τερος. ὥστε, φασί, λόγον μὲν ἔστιν εἰπεῖν οὐσίας συνθέτου τῆς ἐξ ὕλης καὶ εἴδους, εἴδους δὲ ὅρον ἢ ὕλης ἐξ ὧν ἡ σύνθετός ἐστιν οὐσία οὐκ ἔστιν ἀποδοῦναι. εἰπὼν δὲ ὅτι συνθέτου ἔστιν οὐσίας ἀποδοῦναι ὁρισμόν,
25προσέθηκε τὸ ἐάν τε αἰσθητῆς ἐάν τε νοητῆς. ἀλλ’ ὅτι μὲν αἱ αἰσθηταὶ οὐσίαι σύνθετοί εἰσι, φανερόν· ὅτι δέ εἰσι καὶ νοηταὶ σύνθετοι, δῆλον· τὰ γὰρ μαθηματικὰ ἐξ ὕλης καὶ εἴδους εἰσίν· ὁ γὰρ νοητὸς κύκλος ἐξ ὕλης μὲν τοῦ διαστήματος, εἴδους δὲ τοῦ τοιουδὶ σχήματος. οὐχ ὡς ἀρεσκόμενος δὲ καὶ τὰ μαθηματικὰ οὐσίας εἶπεν, ἀλλ’ ἴσως καὶ τοῦτο τῶν
30Ἀντισθενείων λεγόντων εἴρηκεν αὐτὰ οὐσίας. τῆς μὲν οὖν συνθέτου φασὶν οὐσίας, εἴτε αἰσθητή ἐστιν εἴτε νοητή, ἔστιν ὁρισμὸν ἀποδοῦναι, ἐξ ὧν δ’ αὕτη, οὐκ ἔστιν, εἴπερ τὸ ζῷον λογικὸν καὶ ὅλως ὁ ὅρος τὶ κατά τινος σημαίνει, καὶ τὸ μέν ἐστιν εἶδος τὸ δὲ ὕλη. p. 1043b32 Φανερὸν δὲ καὶ διότι, εἴπερ εἰσὶν οἱ ἀριθμοὶ οὐσίαι,
35οὕτω εἰσίν. Δείξας ὅτι τὸ εἶδός ἐστιν ἡ κυρίως οὐσία, καὶ εἰπὼν ὅτι εἴπερ ὅλως
λέγομεν οὐσίαν, τὸ εἶδος ἂν λέγοιμεν, ἐπειδὴ ὁμοιότητάς τινας ἔχουσιν οἱ554
in Metaph
.

555

ἀριθμοὶ πρός τε τὸ εἶδος καὶ τὴν οὐσίαν, λέγει ὅτι ἐὰν διὰ τὸ ὁμοιότητα ἔχειν τοὺς ἀριθμοὺς καὶ τὰ εἴδη λέγωσι τὰ εἴδη ἀριθμοὺς καὶ ἐπὶ τούτῳ καὶ τὰς οὐσίας, ἔχει τινὰ λόγον τὸ ὑπ’ αὐτῶν λεγόμενον, καὶ καλῶς τοῦτο λέγεται· εἰ δ’ ἄλλως πως, ὅτι ὁ ἀριθμός ἐστι μονάδων πλῆθος, οὐ καλῶς.
5καὶ λέγει τὰς ὁμοιότητας τοῦ ἀριθμοῦ καὶ τοῦ ὁρισμοῦ, τοῦ δὲ ὁρισμοῦ λέγων φανερὸν ὅτι καὶ τοῦ ὁριστοῦ λέγει. ὁ ὁρισμός, φησίν, ἀριθμός τίς ἐστιν. ὥσπερ γάρ, φησίν, ὁ ἀριθμὸς εἰς μονάδας ἀδιαιρέτους διαιρεῖται, οὕτω καὶ ὁ ὁρισμὸς διαιρεῖται εἰς ἀδιαίρετα. εἰ γὰρ καὶ διαιρεῖται τὸ ζῷον εἰς τοὺς λόγους τοῦ ἐμψύχου καὶ αἰσθητοῦ, ἀλλ’ οὖν οὐκ ἐπ’ ἄπειρον
10τοῦτο γενήσεται, ἀλλὰ καταντήσομεν εἴς τι μὴ διαιρούμενον εἰς λόγους. καὶ ὥσπερ ἀπὸ τοῦ ἀριθμοῦ κἂν τοὐλάχιστον ἀφαιρεθῇ ἢ προστεθῇ, οὐκέτι μένει ὁ ἀριθμός (ἂν γὰρ ἀπὸ τοῦ ὀκτὼ μονάδα ἢ ἀφέλῃς ἢ προσθῇς, οὐκέτι ὁ ὀκτὼ μένει), οὕτω καὶ ἀπὸ τοῦ ὁρισμοῦ ἢ τοῦ τί ἦν εἶναι, οὗ ἐστιν ὁ ὁρισμός, ἂν ἀφέλῃς τι ἢ προσθῇς, οὐκέτι μένει τὸ αὐτό. καὶ
15ὥσπερ δεῖ εἶναί τι τὸ τὸν ἀριθμὸν ἑνοῦν καὶ δι’ οὗ ἐστιν εἷς, οὕτω καὶ ἐπὶ τοῦ ὁρισμοῦ καὶ τοῦ τί ἦν εἶναι· ὅπερ, φημὶ δὴ τὸ τὸν ἀριθμὸν ἑνοῦν καὶ ἕνα ποιοῦν, τί ποτέ ἐστιν, οὐκ ἔχουσιν εἰπεῖν οἱ οὐσίαν αὐτὸν λέγοντες. ἢ γάρ, φησίν, οὐκ ἔστιν εἷς ἀριθμός, ἀλλ’ οἷον σωρός ἐστιν, ἢ εἴπερ ἔστι, λεκτέον τί τὸ ποιοῦν ἓν ἐκ πολλῶν. ἀλλ’ οὔτε τὸ τὸν ἀριθμὸν
20ἕνα ποιοῦν ἔχουσι λέγειν τί ποτέ ἐστιν, οὔτε τὸ τὸν ὁρισμόν. καὶ τοῦτο εἰκότως συμβαίνει· τοῦ γὰρ αὐτοῦ λόγου. ἐξ οὗ γὰρ λόγου καὶ αἰτίου συμβαίνει αὐτοῖς μὴ ἔχειν λέγειν τίνι εἷς ὁ ἀριθμός, ἐκ τοῦ αὐτοῦ τούτου καὶ τὸ περὶ τοῦ ὁρισμοῦ προσγίνεται. ἀλλὰ καὶ ὅτι μὲν ἡ οὐσία καὶ τὸ τί ἦν εἶναι ἕν ἐστι δῆλον, ἀλλ’ οὐχ ὡς λέγουσί τινες, ὅτι μονάς τίς
25ἐστιν ἢ στιγμή (μονάδα γὰρ τὸ εἶδος, δυάδα δὲ τὴν ὕλην ὁ Πλάτων ἔλε‐ γεν)· ἀλλ’ ἔστιν ἓν ἐνεργείᾳ καὶ φύσει τις ἑκάστη οὐσία, ἀλλ’ οὐ δυνάμει. καὶ ὥσπερ οὐδ’ ὁ ἀριθμὸς ἔχει τὸ μᾶλλον (οὐθεὶς γάρ ἐστιν [ὁ] ἀριθμὸς ἀριθμοῦ μᾶλλον ἀριθμός) οὐδ’ ἡ κατὰ τὸ εἶδος οὐσία ἔχει τὸ μᾶλλον καὶ ἧττον, οὐδὲ εἶδος εἴδους μᾶλλον οὐσία, ἀλλ’ εἴπερ ἐστὶ μᾶλλον οὐσία τὸ
30εἶδος, τῆς κατὰ τὴν ὕλην οὐσίας εἴη ἂν μᾶλλον οὐσία, ἀλλ’ οὐχὶ τῆς κατὰ τὸ εἶδος. ταῦτα εἰπὼν συμπεραίνεται ὅτι περὶ μὲν οὖν γενέσεως καὶ φθορᾶς τῶν λεγομένων οὐσιῶν, πῶς ἐνδέχεται, ὅτι ἡ σύνθετος γίνεται, τὸ δὲ εἶδος οὐ γίνεται, καὶ περὶ τῆς εἰς τὸν ἀριθμὸν ἀναγωγῆς (εἶπε γὰρ προσεχῶς ὅπως χρὴ τοὺς ὁρισμοὺς εἰς τοὺς ἀριθμοὺς ἀνάγειν)
35ἔστω μέχρι τούτων διωρισμένον· τίνι δὲ ὁ ἀριθμὸς εἷς ἐστι καὶ ὁ ὁρισμὸς καὶ τὸ τί ἦν εἶναι, νῦν μὲν οὔ φησιν, ἐρεῖ δὲ πρὸς τῷ τέλει τοῦδε τοῦ βιβλίου, ὅταν λέγῃ “περὶ δὲ τῆς ἀπορίας τῆς εἰρημένης περί τε τοὺς ὁρι‐
σμοὺς καὶ τοὺς ἀριθμούς” καὶ τὰ ἑξῆς.555
in Metaph
.

556

p. 1044a15 Περὶ δὲ τῆς ὑλικῆς οὐσίας δεῖ μὴ λανθάνειν ὅτι εἰ καὶ ἐκ τοῦ αὐτοῦ πάντα πρώτου. Συμπερανάμενος τὰ περὶ τῆς ὕλης καὶ τοῦ εἴδους λεχθέντα, καὶ εἰπὼν ὅτι περὶ γενέσεως καὶ φθορᾶς τῶν λεγομένων οὐσιῶν πῶς ἐνδέχεται γί‐
5νεσθαι, ὅτι αἱ σύνθετοι γίνονται, τὸ δὲ εἶδος οὐθεὶς ποιεῖ, καὶ τὰ ἑξῆς, λέγει ὅτι δεῖ μὴ λανθάνειν ὡς εἰ καὶ ἐκ τῆς ἀνειδέου ὕλης ὡς πρώτης πάντα γίνεται, καὶ αὕτη ἐστὶν ὡς ἀρχὴ ὑλικὴ τῶν γινομένων, ἢ προσεχέ‐ στερον ἐκ τῶν αὐτῶν ὡς πρώτων, λέγων τὰ τέσσαρα στοιχεῖα, εἰ δὴ ἐκ τούτων τὰ γινόμενα ὡς πρώτων γίνονται, ὅμως ἔστι τις ἑκάστου οἰκεία
10καὶ προσεχὴς ὕλη. ὡς τοῦ ἀνδριάντος χαλκός, οὕτως φλέγματος ὡς πρώτη καὶ προσεχὴς ὕλη τὰ γλυκέα καὶ λιπαρά· ὕλη γὰρ φλέγματος τὸ γλυκὺ καὶ λιπαρόν, χολῆς δὲ τὰ πικρὰ ἢ ἄλλ’ ἄττα. ταῦτα δέ, φησί, τό τε γλυκὺ καὶ λιπαρὸν καὶ πικρόν, ἴσως εἰσὶν ἐκ τοῦ αὐτοῦ ἤτοι τῶν τεσσάρων στοιχείων. τὸ δὲ ἴσως πρόσκειται ἢ διὰ τὴν πρώτην ὕλην (ἐξ ἐκείνης
15γὰρ καὶ τὰ τέσσαρα), ἢ διὰ τὸ μὴ νῦν περὶ αὐτῶν, εἴτε ἐκ τῶν στοιχείων εἰσὶ τὰ γλυκέα καὶ πικρὰ εἴτε μή, προκεῖσθαι λέγειν αὐτῷ. καίτοι δὲ εἰ καὶ ἔστιν ἑκάστου οἰκεία τις ὕλη, ὅμως συμβαίνει πλείους ὕλας εἶναι τοῦ αὐτοῦ, ὅταν ἔστι τῆς ὕλης ὕλη, οἷον εἰ ἐκ τοῦ γλυκέος ἐστὶ τὸ λιπαρόν, ἐκ δὲ τοῦ λιπαροῦ τὸ φλέγμα, τοῦ φλέγματός εἰσιν ὗλαι δύο, τὸ μὲν λι‐
20παρὸν προσεχής, τὸ δὲ γλυκὺ πορρωτέρα. εἰπὼν δὲ ὅτι γίνεται τὸ φλέγμα ἐκ λιπαροῦ λέγει ὅτι γίνεται καὶ ἐκ χολῆς τῷ ἀναλύεσθαι εἰς τὴν πρώτην ὕλην τὴν χολήν. ἐπειδὴ γὰρ εἰδοπεποιημενέστερός ἐστι χυμὸς ἡ χολὴ τοῦ φλέγματος (τὸ γὰρ φλέγμα ἄπεπτός ἐστι πάντῃ καὶ διὰ τοῦτο πρῶτον τὸ φλέγμα ἐκ τῆς τῶν τροφῶν ἀπεψίας γεννᾶται), ἐκ μὲν οὖν τῶν τεσσάρων
25στοιχείων γίνεται τὰ γλυκέα καὶ λιπαρά, ἐκ δὲ τούτων τὸ φλέγμα καὶ ἐξ αὐτοῦ χολή· εἰ δὴ ἀναλυθήσεσθαι συμβαίνει τὴν χολὴν εἰς τὰ στοιχεῖα, γενήσεται δηλαδὴ ἐκ ταύτης τὸ φλέγμα, ἐκ δὲ τούτου τὰ στοιχεῖα. διαφέρει δ’ ὅτι ἡ μὲν ἀπὸ τοῦ φλέγματος ὡς πρὸς τὴν χολὴν ὁδὸς γένεσίς ἐστιν ἁπλῆ, φθορὰ δέ τις, ἡ δὲ ἀπὸ τῆς χολῆς πρὸς τὸ φλέγμα φθορὰ καὶ
30ὅλως ἀνάλυσις ὡς πρὸς τὴν πρώτην ὕλην. ὥστε ἄλλως μὲν γίνεται τὸ φλέγμα ἐκ τοῦ γλυκέος καὶ λιπαροῦ, ἄλλως δὲ ἀπὸ τῆς χολῆς· ἐκ μὲν γὰρ τοῦ γλυκέος καὶ λιπαροῦ ὡς ἀπὸ ὕλης καὶ στερήσεως γίνεται τὸ φλέγμα ὡς εἶδος, ἐκ δὲ τῆς χολῆς ὡς ἀπὸ εἴδους καὶ ἕξεως ὕλη καὶ ὅλως στέρησις. τὸ γὰρ ἐκ τοῦδε τόδε, φησί, διχῶς λέγεται, ἢ ὅτι πρὸ ὁδοῦ ἔσται, πρὸ
35ὁδοῦ λέγων τὴν ἀπὸ τοῦ χείρονος εἴδους καὶ στερήσει ἀναλογοῦντος ὡς
πρὸς τὸ κρεῖττον εἶδος μεταβολήν, ἢ ὅταν ἀναλυθέντος εἰς τὴν ἀρχήν,556
in Metaph
.

557

τουτέστιν ἢ ὅταν τὸ κρεῖττον εἶδος ἀναλύηται εἰς τὸ χεῖρον. καὶ ἔστι πρὸ ὁδοῦ μὲν ἡ ἐξ ὕδατος εἰς ἀέρα μεταβολή, ἀνάλυσις δὲ εἰς ἀρχὴν ἡ ἐξ ἀέρος εἰς ὕδωρ. οὐ μόνον δὲ τοῦ ἑνὸς εἴδους συμβαίνει πλείονας εἶναι ὕλας, ἀλλὰ καὶ ἐκ μιᾶς ὕλης ἕτερα γίνεσθαι εἴδη διὰ τὴν κινοῦσαν ἀρχήν.
5ἐπειδὴ γὰρ ἐν τῇ τοῦ χαλκέως ἔνεστι ψυχῇ εἴδη πολλά, ἐκ τῆς αὐτῆς ὕλης οἷον τοῦ χαλκοῦ ποιήσει λέβητα ξέστην χύτραν, ἕτερα ὄντα ἀλλήλων. οὐ πάντων δὲ τῶν ἑτέρων ὄντων ἡ αὐτή ἐστιν ὕλη, ἀλλ’ ἐνίων ἑτέρων ὄντων καὶ ἡ ὕλη ἑτέρα ἐξ ἀνάγκης ἐστίν· ὁ γὰρ πρίων καὶ ἡ κλίνη ἕτερα ὄντα καὶ τὴν ὕλην ἐξ ἀνάγκης ἑτέραν ἔχουσιν· οὐ γὰρ γενήσεται πρίων
10ἐκ ξύλου εἰ μὴ ὁμωνύμως, ἀλλ’ ἐκ σιδήρου, οὐδ’ ἔστιν ἐπὶ τῷ τεχνίτῃ ἐξ ἐρίου ἢ ξύλου πρίονα ποιῆσαι. εἰ δ’ ἐνδέχεται, φησί, τὸ αὐτὸ ἐξ ἄλλης καὶ ἄλλης ποιῆσαι, δῆλον, φησίν, ὅτι ἡ τέχνη ἡ αὐτή ἐστιν. εἰ γὰρ ξέστην ἐνδέχεται καὶ ἐκ χαλκοῦ καὶ ἐξ ἀργύρου ποιῆσαι, φανερὸν ὅτι ἡ αὐτὴ τέχνη τοῦτο ποιεῖ· εἰ γὰρ καὶ αἱ ὗλαι ἕτεραί εἰσι καὶ τὰ τὴν ὕλην κι‐
15νοῦντα, ἤτοι αἱ τέχναι ἢ οἱ τεχνῖται (οὐδὲν γὰρ διαφέρει), καὶ τὰ γεγονότα ἐκ τῶν διαφόρων τεχνῶν καὶ ὑλῶν ἕτερα ἔσται. καὶ ὁ κεραμεὺς γὰρ καὶ ὁ χαλκεὺς ἀμφότεροι χύτραν ποιοῦσιν, ὁ μὲν ἐκ πηλοῦ ὁ δὲ χαλκεὺς ἐκ χαλκοῦ, ἑτέρων οὐσῶν καὶ τῶν τεχνῶν καὶ τῶν ὑλῶν. ἢ οὔκ εἰσι πάντῃ ἕτεραι αἱ τέχναι, ἀλλ’ ᾗ μὲν ὁ χαλκεὺς ποιεῖ πυράγραν καὶ σκέπαρνον ὁ
20δὲ κεραμεὺς οὐ ποιεῖ, καὶ οὗτος μὲν ἀμφορέα ὁ δὲ χαλκεὺς οὔ, ἕτεραί εἰσιν, ᾗ δὲ ἀμφότεραι ποιοῦσι χύτραν, ταύτῃ εἰσὶν αἱ αὐταὶ κατὰ μόνον τοῦτο, ὅπερ ἀμφότεραι δύνανται ποιεῖν. ταῦτα εἰπὼν διορίζει καὶ τὰ περὶ τῶν αἰτίων, ὅτι ἐπειδὴ τετραχῶς λέγεται, ὅταν τις ζητῇ τὸ αἴτιον, πάσας δεῖ λέγειν τὰς ἐνδεχομένας αἰτίας, οὐ τὰς πόρρω δὲ ἀλλὰ τὰς προσεχεῖς·
25οἷον ζητεῖ τις τίς ἀνθρώπου αἰτία ὡς ὕλη, οὐ χρὴ ἀποδιδόναι ὅτι τὰ τέσσαρα στοιχεῖα, ἀλλ’ ὅτι τὸ καταμήνιον, τὸ δ’ ὡς κινοῦν τὸ σπέρμα· οὐ γάρ ἐστι τὰ τέσσαρα στοιχεῖα τοῦ ἀνθρώπου ᾗ ἄνθρωπος στοιχεῖα, ἀλλ’ ᾗ σύνθετον σῶμα· ὅταν δὲ ζητῇ τις τὸ ὡς εἶδος αἴτιον τὸ τί ἦν εἶναι ἀποδοτέον. τί δ’ ὡς τὸ οὗ ἕνεκα; τὸ τέλος. ἰστέον δὲ ὅτι τὸ
30οὗ ἕνεκα καὶ τὸ εἶδος ἐπὶ τῶν φυσικῶν ταὐτόν ἐστιν, ἐπὶ δὲ τῶν τεχνη‐ τῶν οὐ τὸ αὐτό. οὐ γὰρ τὸ αὐτό ἐστι τὸ τοῦ κιβωτίου εἶδος καὶ τὸ οὗ ἕνεκα τὸ κιβώτιον γέγονεν, ἀλλ’ εἶδος μέν ἐστι τὸ τοιονδὶ σχῆμα, οὗ δὲ ἕνεκα τὸ φυλάττεσθαι τὰ ἐν αὐτῷ χρήματα. p. 1044b3 Περὶ μὲν οὖν τὰς φυσικὰς οὐσίας καὶ γεννητὰς ἀνάγκη
35οὕτω μετιέναι, εἴ τις μέτεισιν ὀρθῶς.
Εἰπὼν ὅτι ἐπειδὴ τὰ αἴτια τέτταρα, τὰ τέτταρα ἐρωτωμένους δεῖ557
in Metaph
.

558

ἀποδιδόναι, λέγει ὅτι περὶ μὲν τὰς φυσικὰς οὐσίας καὶ γεννητάς, οὐχὶ δὲ καὶ τὰς ἀγεννήτους, ἀνάγκη οὕτω μετιέναι καὶ ἀποδιδόναι τὰ προσεχῆ αἴτια, εἴ τις μέτεισιν ὀρθῶς. ἀλλ’ εἴπερ τὰ αἴτια ἀποδοτέον ἡμῖν ἐστι, δεῖ μὴ ἀγνοεῖν αὐτά· ὃ γάρ τις ἀγνοεῖ, πῶς ἂν καὶ ἀποδώσει; περὶ δὲ τῶν φυ‐
5σικῶν μὲν ἀιδίων δὲ οὐσιῶν (λέγει δὲ τὴν ξύμπασαν τῶν ὀκτὼ σφαιρῶν ἑνάδα) ἄλλος λόγος· ἴσως γὰρ οὐκ ἔχει ὕλην· εἰ γὰρ μὴ ἔχει, οὐδ’ ἂν ἐπ’ αὐτῆς τὸ ὑλικὸν ἀποδοθείη. τὸ δὲ ἔνια πρόσκειται, ὅτι κἂν τὸ κυ‐ κλοφορητικὸν σῶμα οὐ συγχωρῇ τις μὴ ἔχειν ὕλην, ἀλλὰ τῆς γε ἐκλείψεως φυσικόν τι οὔσης τί ἂν ἐρεῖ τὴν ὕλην; εἰπὼν δὲ ὅτι ἴσως οὐκ ἔχει ὕλην,
10λέγει ὅτι ἢ εἰ καὶ ἔχει, ἀλλ’ οὖν οὐ γενητὴν καὶ φθαρτὴν ἀλλὰ μόνον κατὰ τόπον κινητήν. οὐδὲ δὴ τῶν φύσει μέν, μὴ οὐσιῶν δὲ ἀλλὰ παθῶν ἔστιν ὕλη, ἀλλ’ ὑποκείμενον μὲν αὐτοῖς ἔστιν, ὕλη δὲ οὐκ ἔστιν. οὐ γὰρ πᾶν τὸ ὑποκείμενόν τινι ὕλη ἐστὶ τοῦ ᾧ ὑπόκειται· τῆς γὰρ ἐκλείψεως τί ἂν εἴη ὑλικὸν αἴτιον; δῆλον ὡς οὐδέν. ἀλλ’ ἔστι μὲν ἡ σελήνη ὑποκεί‐
15μενον τῇ ἐκλείψει, ὕλη δὲ αὐτῆς οὐκ ἔστιν. εἰ γὰρ ἦν ἡ σελήνη ὕλη τῆς ἐκλείψεως, εἶδος δὲ ἡ ἔκλειψις, μὴ οὔσης τῆς ἐκλείψεως οὐδὲ σελήνη ἂν ἦν· τῶν γὰρ εἰδῶν μὴ ὄντων οὐδὲ τὰ κατ’ αὐτὰ πράγματά ἐστιν. ἀλλὰ μὴν ἐκλείψεως μὴ οὔσης σελήνη ἔστιν, ὥστε δηλονότι οὔτε ἔκλειψίς ἐστιν εἶδος τῆς σελήνης, οὔθ’ αὕτη ὕλη τῆς ἐκλείψεως· ἀλλ’ ὑλικὸν μὲν αἴτιον
20τῆς ἐκλείψεως οὐκ ἔστιν, οὐδὲ δὴ τὸ οὗ ἕνεκα, καὶ διὰ τοῦτο οὐ πειρατέον ἀποδοῦναι, ποιητικὸν δ’ ἐστὶν ἡ γῆ ἡ φθείρουσα τὸ φῶς. τὸ δ’ ὡς εἶδος αἴτιον τῆς ἐκλείψεώς ἐστι μὲν ὁ λόγος, ἀλλ’ ἄδηλος, ἂν μὴ μετὰ τῆς αἰτίας ᾖ· οἷον εἰ λέγοι τις ὅτι ἔκλειψίς ἐστι στέρησις φωτός, ἄδηλόν ἐστιν εἰ οὗτός ἐστιν ὁ λόγος καὶ τὸ εἶδος τῆς ἐκλείψεως· καὶ γὰρ καὶ τὸ σκότος
25στέρησις φωτός ἐστιν, ἀλλ’ οὐκ ἔστιν ἔκλειψις. εἰ δὲ λέγει ὅτι στέρησίς ἐστιν ἡ ἔκλειψις φωτὸς ὑπὸ γῆς ἐν μέσῳ γενομένης, οὗτός ἐστιν ὁ λόγος τῆς ἐκλείψεως σὺν τῷ αἰτίῳ. ὕπνου δὲ πάλιν ἄδηλόν ἐστι τί τὸ πρῶτον πάσχον, ὥστε ἀποδοῦναι λόγον αὐτοῦ, ἀλλ’ ἐρεῖ τις ὡς τὸ ζῷόν ἐστι πρῶτον τὸ πάσχον. ἀλλ’ εἰπάτω καὶ τοῦτο τὸ ζῷον κατὰ τί καὶ τί
30παθὸν ὑπνώττει, ἢ τί τῶν ἐν αὐτῷ τὸ πρῶτον πεπονθὸς ὕπνωσε; πρότε‐ ρον γὰρ ἄλλο τι παθὸν τὸ ζῷον ὑπνώττει. πότερον οὖν τοῦτο καρδία ἐστίν, ὡς αὐτὸς οὗτός φησιν, ἢ ἐγκέφαλος, ὡς ὁ Πλάτων; οὗτος μὲν γὰρ ἀρχὴν τῶν ζῴων τὴν καρδίαν λέγων φησὶν ὅτι ὥσπερ ἐπὶ τοῦ κόσμου αἱ ἀναχθεῖσαι ἀτμίδες καὶ ψυχθεῖσαι εἰς ὕδωρ συνίστανται καὶ πάλιν κατέρχον‐
35ται, οὕτω καὶ ἐπὶ τῶν ζῴων τῶν ἐκ τοῦ πέττειν ἀνιουσῶν εἰς τὸν ἐγκέ‐ φαλον ἀτμίδων, ἐπειδήπερ φύσει τυγχάνει ὢν ψυχρὸς ὁ ἐγκέφαλος, ψυχο‐ μένων ὑπ’ ἐκείνου κατέρχεσθαι καὶ ἐπιπίπτειν τῇ καρδίᾳ, καὶ σβεννυμένου
τοῦ ἐν αὐτῇ οὐ παντελῶς δὲ θερμοῦ ὑπνώττειν τὸ ζῷον, μέχρις ἂν558
in Metaph
.

559

διαλυθεῖσαι πάλιν ἀναχθῶσι, καὶ οὕτως δὴ ἀνίσταται τὸ ζῷον. ἄδηλον οὖν, φησίν, ἐστὶν ἐπὶ τοῦ ὕπνου τί τὸ πρῶτον πάσχον καὶ ὑπὸ τίνος, καὶ τί τὸ πάθος τὸ ἐκείνου, τουτέστι τί ἐστι τὸ τοῦ πάσχοντος πάθος καὶ μὴ τοῦ ὅλου ζῴου; ὅτι ἀκινησία τοιαδ, δυνάμει λέγων ὡς εἴ τις ὁρισμὸν
5ἀποδοῦναι τοῦ ὕπνου βούλεται, μὴ λεγέτω ὅτι ὕπνος ἐστὶν ἀκινησία τῶν τοῦ ζῴου αἰσθήσεων· τοῦτο γὰρ κατὰ τῆς ὅλης τοῦ ὅλου ζῴου ἠρεμίας εἴρηται καὶ ὅλῳ τῷ ζῴῳ ἐφαρμόττει ἀλλ’ οὐ τῷ ὕπνῳ· δεῖ δὲ τὸν τοῦ ὕπνου ὁρισμὸν μόνῳ τῷ ὕπνῳ ἐφαρμόττειν. μήποτε δὲ τὸ ἀκινησία τοιαδὶ ἐπὶ τοῦ ὕπνου εἴρηται, ἵνα ᾖ λέγων ὅτι δεῖ τὸ τοῦ ὕπνου πάθος
10ἀποδιδόναι, ὅτι ὕπνος ἐστὶν ἀκινησία τοιαδί. καὶ αὕτη τῷ τί πάσχειν τὸ πρῶτον; τουτέστι καὶ αὕτη ἡ ἀκινησία δηλούτω καὶ ἐν τῷ τί πάσχειν τὸ πρῶτον ὁ ὕπνος γίνεται, ἤτοι δηλούτω καὶ τί πρῶτον πεπονθὸς ὁ ὕπνος γέγονε, πότερον ἡ καρδία ἢ ἄλλο τι. Ταῦτα εἰπὼν πάλιν διορίζει σαφέστερον τίνων ἔστιν ὕλη καὶ τίνων
15οὐκ ἔστι, λέγων ἐπειδὴ δ’ ἔνια ἄνευ γενέσεως καὶ φθορᾶς εἰσι καὶ οὔκ εἰσιν, ὡς αἱ στιγμαὶ καὶ αἱ ἁφαὶ καὶ ὅλως τὰ εἴδη· τὸ γὰρ εἶδος ἀχρόνως καὶ ἐν ἀτόμῳ νῦν γίνεται, ὡς ἔδειξεν ἐν τῷ Η τῆς Φυσικῆς ἀκροάσεως. καὶ κατασκευάζει αὐτὸ τοῦτο τὸ μὴ γίνεσθαι τὸ εἶδος λέγων οὐ γὰρ τὸ λευκὸν γίνεται ἀλλὰ τὸ λευκὸν ξύλον, τουτέστι τὸ ξύλον
20λευκαίνεται, τὸ δὲ λευκὸν ἐν ἀτόμῳ νῦν ἐπιγίνεται. ἐπεὶ τοίνυν ἔνια ἄνευ γενέσεώς εἰσί τε καὶ αὖ πάλιν οὔκ εἰσι, πᾶν δὲ τὸ γινόμενον ἔκ τινος γί‐ νεται καὶ τὶ γίνεται, λευκόν φημι ἢ ἄνθρωπος, οὐ πάντα ἂν τἀναντία γίνοιντο ἐξ ἀλλήλων· ἀλλ’ ἑτέρως ὁ λευκὸς ἄνθρωπος ἐκ τοῦ μέλανος γίνεται ἀνθρώπου καὶ ἑτέρως τὸ λευκὸν ἐκ μέλανος· ὁ μὲν γὰρ λευκὸς
25ἄνθρωπος ὡς ἐξ ὕλης τοῦ μέλανος γίνεται ἀνθρώπου, τὸ δὲ λευκὸν ἐκ τοῦ μέλανος ὡς τόδε μετὰ τόδε, ὥσπερ δεῖπνον μετὰ τὸ ἄριστον. οὐδ’ ἔστι παντὸς ὕλη, ἀλλ’ ὅσων γένεσίς ἐστι καὶ μεταβολὴ εἰς ἄλληλα τούτων ἔστιν ὕλη, ὅσα δ’ ἄνευ τοῦ μεταβάλλειν ἔστι καὶ οὐκ ἔστι, ὡς ἁφαί, τούτων οὐκ ἔστιν ὕλη.
30p. 1044b29 Ἔχει δ’ ἀπορίαν πῶς πρὸς τὰ ἐναντία ἡ ὕλη ἑκάστου ἔχει. Ἐπειδὴ ἡ ὑγίεια καὶ ἡ νόσος ἐναντία, ἔστι δὲ τὸ σῶμα δυνάμει ὑγιεινόν, ἆρα, φησί, καὶ δυνάμει νοσῶδές ἐστι, καὶ τὸ ὕδωρ δυνάμει οἶνος καὶ ὄξος· καὶ ἐρωτήσας ἐπικρίνει λέγων ἢ τοῦ μὲν καθ’ ἕξιν καὶ κατὰ
35τὸ εἶδος ὕλη, τουτέστι τῆς μὲν ὑγιείας ἐστὶ τὸ σῶμα ὕλη ὡς ἕξεως καὶ εἴδους, τῆς δὲ νόσου ὡς στερήσεως καὶ φθορᾶς τῆς παρὰ φύσιν· ὁμοίως καὶ τὸ ὕδωρ τοῦ μὲν οἴνου ὡς εἴδους ἐστὶν ὕλη τοῦ δὲ ὄξους ὡς στερή‐
σεως. ἀπορία δέ τίς ἐστι καὶ διὰ τί ὁ οἶνος οὐχ ὕλη τοῦ ὄξους.559
in Metaph
.

560

καὶ ἄλλην τινὰ ἀπορίαν ἐκτίθεται λέγουσαν, διὰ τί οὐχ ὁ οἶνος ὕλη ἐστὶ τοῦ ὄξους καὶ ἔστι δυνάμει ὄξος ὁ οἶνος (γίνεται γὰρ ἐξ οἴνου ὄξος), καὶ ὁ ζῶν δὲ διὰ τί οὐκ ἔστι δυνάμει νεκρός, καὶ ἔστιν ὕλη ὁ ζῶν τοῦ νεκροῦ; καὶ λύει λέγων ἢ ο, ἀλλὰ κατὰ συμβεβηκὸς αἱ φθορα. καὶ εἴη
5ἂν λέγων ὅτι οὔτε ὁ οἶνος ὕλη ἐστὶ τοῦ ὄξους οὔθ’ ὁ ζῶν τοῦ νεκροῦ, ἀλλὰ κατὰ συμβεβηκὸς αἱ φθοραί (λέγων φθορὰς τὰ χείρονα εἴδη, ἃ τῆς πρὸς αὐτὰ ὁδοῦ ὕλην ἔχουσι τὰ κρείττονα τῶν εἰδῶν)· ἡ γὰρ τοῦ ζῴου ὕλη κατὰ φθορὰν καὶ στέρησίν ἐστιν ὕλη καὶ δύναμις τοῦ νεκροῦ, ἀλλ’ οὐχὶ τὸ ζῷον. τοῦ λέγεσθαι γὰρ ὕλην τὸ ζῷον τοῦ νεκροῦ αἰτία ἐστὶν ἡ
10ἐν αὐτῷ ὕλη. ἐπεὶ γὰρ ἡ τοῦ ζῴου ὕλη δύναται καὶ νεκροῦ γενέσθαι ὕλη, διὰ τοῦτο λέγεται τὸ ζῷον κατὰ συμβεβηκὸς ὕλη τοῦ νεκροῦ. ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ οἴνου· διότι γὰρ τὸ ὕδωρ, ὅπερ ἐστὶν ὕλη τοῦ οἴνου, δύναται καὶ τοῦ ὄξους εἶναι ὕλη, λέγομεν κατὰ συμβεβηκὸς τὸν οἶνον ὕλην τοῦ ὄξους. ὥσπερ γὰρ ἐξ ἡμέρας νὺξ γίνεται καὶ οὐ δήπου ἐστὶν ἡ ἡμέρα
15ὕλη τῆς νυκτός, οὕτω καὶ ἐκ ζῴου νεκρὸς καὶ ἐξ οἴνου ὄξος. εἰ δέ, φησίν, ἐκ νεκροῦ δεῖ ζῷον γενέσθαι, εἰς τὰ τέσσαρα στοιχεῖα πρότερον ἀναλυθήσεται ὁ νεκρὸς καὶ οὕτως ἐξ αὐτῶν γενήσεται ζῷον, καὶ τὸ ὄξος εἰς τὴν τοῦ οἴνου ὕλην, τὸ ὕδωρ, καὶ οὕτως οἶνον. p. 1045a7 Περὶ δὲ τῆς ἀπορίας τῆς εἰρημένης περί τε τοὺς ὁρι‐
20σμοὺς καὶ περὶ τοὺς ἀριθμούς, τί τὸ αἴτιον τοῦ ἓν εἶναι; Καὶ ἐν τῷ πρὸ τούτου βιβλίῳ ζητήσας περὶ τούτου καὶ τὴν λύσιν μὴ ἐπενεγκών, καὶ ἐν τούτῳ πάλιν ταύτης μνησθεὶς καὶ ὁμοίως τὴν λύσιν ὑπερθέμενος, νῦν λύει τὴν δὶς ζητηθεῖσαν ζήτησιν καὶ τῆς λύσεως μὴ τετυχηκυῖαν. ἦν δὲ ἡ ἀπορία ὅτι ἐπειδὴ ἐκ πλειόνων οἱ ὁρισμοὶ τυγχά‐
25νουσι, τί ποτέ ἐστι τὸ ταῦτα ἑνοῦν καὶ ποιοῦν ἕν; τί γάρ ἐστι τὸ τὸ ζῷον καὶ πεζὸν καὶ δίπουν ἓν ποιοῦν, εἰκότως ἄν τις ζητήσειε. πάντων γάρ, φησίν, ὅσα πλείω μέρη ἔχει καὶ μὴ ἔστι τὸ πᾶν οἷον σωρός, ἀλλὰ συνεχές τε καὶ ἕτερον τὸ ὅλον παρὰ τὰ μόρια (τὸ γὰρ ὅλον ἕτερόν ἐστιν ἑκάστου τῶν ἐν αὐτῷ μερῶν ἢ μορίων), ἔστι τι αἴτιον τοῦ ἓν εἶναι· τοῦτο
30γὰρ ἐλλείπει τῇ λέξει. ὥσπερ γὰρ ἐν τοῖς σώμασι τοῖς μέν ἐστιν ἁφὴ τοῦ ἓν εἶναι αἰτία, τοῖς δὲ γλισχρότης (ἡ γλισχρότης γάρ ἐστιν αἰτία τοῦ ἓν εἶναι τὸν ἰξὸν καὶ μὴ διαπίπτειν μηδὲ διαχέεσθαι ὡς γῆ καὶ τὸ ὕδωρ), οὕτω καὶ ὁ ὁρισμὸς ἐπειδὴ εἷς ἐστιν οὐ συνδέσμῳ, ὥσπερ ἡ Ἰλιάς, ἀλλὰ διὰ τὸ ἑνός τινος εἶναι εἷς ἐστι, τί δή ποτέ ἐστι τὸ ποιοῦν ἓν τὸν ὁρισμὸν καὶ
35τὸ οὗ ἐστιν ὁ ὁρισμός, καὶ οὐκ ἔστι πολλὰ τὸ ζῷον πεζὸν δίπουν; ἄλλως τε καὶ εἰ ἔστιν, ὥσπερ φασὶν οἱ τὰς ἰδέας λέγοντες, αὐτοζῷον καὶ αὐτο‐
δίπουν, τί τὸ ἑνοῦν αὐτὰ καὶ ποιοῦν ἕν; αὐτὸς δὲ εἰπὼν ὅτι ἄλλως τε560
in Metaph
.

561

καὶ εἰ ἔστιν αὐτό τι ζῷον καὶ αὐτοδίπουν ἐπήγαγε διὰ τί γὰρ οὐκ ἐκεῖνα αὐτοάνθρωπός ἐστι καὶ τὰ ἑξῆς. καὶ εἴη ἂν τὸ λεγόμενον κατὰ συγχώρησιν ἐρωτώμενον, ὡς εἰ ἔλεγεν ‘ἀλλ’ εἴπερ οὐκ ἔχουσιν εἰπεῖν τίνι ἕν ἐστι τὸ αὐτοζῷον καὶ αὐτοδίπουν, διὰ τί οὐκ ἔσται αὐτὰ αὐτοάνθρωπος καὶ
5οὕτως ἔσονται οἱ τῇδ’ ἄνθρωποι κατὰ μέθεξιν οὐκ ἀνθρώπου οὐδενός;‘ τουτέστι καὶ ἔσονται κατὰ μέθεξιν οὐκ ἀπὸ τοῦ αὐτοανθρώπου· κεχώρι‐ σθον γὰρ ἀλλήλοιν τό τε αὐτοζῷον καὶ τὸ αὐτοδίπουν. εἰ γὰρ ἡνωμένω ἐτυγχανέτην τό τε αὐτοζῷον καὶ τὸ αὐτοδίπουν, ἦν ἂν αὐτοῖν ἀποτέλεσμα ὁ αὐτοάνθρωπος, καὶ οὕτω συνέβαινεν εἶναι τοὺς τῇδε ἀνθρώπους κατὰ
10μέθεξιν τοῦ αὐτοανθρώπου. ἐπεὶ δὲ κεχώρισθον, ὑπόκεινται δὲ συνιστάνειν καὶ οὕτω τὸν αὐτοάνθρωπον, ἔσονται οἱ ἄνθρωποι οὐ κατὰ μέθεξιν ἀν‐ θρώπου οὐδενός, ἀλλὰ δυοῖν, ζῴου καὶ δίποδος, καὶ ἔσται ὁ ἄνθρωπος οὐχ ἓν ἀλλὰ πλείω, ζῷον καὶ δίπουν. τί οὖν ἐστι τὸ ἑνοῦν αὐτά; οὕτω δὴ τὸν λόγον οἶμαι συγχωρῶν, ἐρωτήσας λέγει φανερὸν εἶναι ὅτι οὐκ ἐνδέ‐
15χεται λῦσαι τὴν ἀπορίαν, ἐξ ὧν εἰώθασιν ὁρίζεσθαι καὶ μετιέναι τὰ περὶ τοὺς ὁρισμούς, μεθέξεις τινὰς καὶ ἄλλ’ ἄττα λέγοντες. εἰ δ’ ἔστιν, ὅπερ λέγομεν, πάντα ἐξ ὕλης καὶ εἴδους, καὶ τὸ μέν ἐστι δυνάμει καὶ ὕλη, τὸ δὲ ἐνεργείᾳ καὶ εἶδος, δόξειεν ἂν οὐδεμίαν ἀπορίαν ἔχειν τὸ ζητούμενον. τίς γὰρ ἂν ἀπορήσειεν ὅτι διὰ τί ὁ χαλκὸς καὶ τὸ ἐν αὐτῷ τῆς σφαίρας
20εἶδος ἕν ἐστιν; εἰ μὲν γὰρ ἐτύγχανεν ὂν τὸ εἶδος αὐτὸ καθ’ αὑτὸ χωρίς, καθάπερ οἱ τὰς ἰδέας πρεσβεύοντες τυγχάνουσι λέγοντες, καὶ ἡ ὕλη ὡσαύ‐ τως, τότε ἂν ἦν ὡς ἀληθῶς ἄπορον τί τὸ ἑνοῦν τὰ κεχωρισμένα καὶ καθ’ αὑτὰ ὄντα· ἐπειδὴ δὲ οὐκ ἔστι καθ’ αὑτὸ ἐν ὑποστάσει ὄν, ἀλλὰ τῆς ὕλης οἷον τοῦ χαλκοῦ ὡδὶ ὑπὸ τοῦ τεχνίτου κινουμένου ἀχρόνως ἐπιγίνεται, τίνα
25τοῦτο ἀπορίαν ἔχει, ὅτι τί τὸ ἑνῶσαν αὐτὰ καὶ ποιῆσαν ἕν; ἡ γὰρ ἀπορία, φησίν, αὕτη ἐστὶν ἡ αὐτὴ κἂν εἰ ὅρος εἴη ἱματίου ὁ στρογγύλος χαλκός (καὶ εἴη ἂν λέγων ὅτι εἴ τις τῇ χαλκῇ σφαίρᾳ θεῖτο ὄνομα ἱμάτιον, εἶτα ὁριζόμενος λέγοι ὅτι ἱμάτιόν ἐστι στρογγύλος χαλκός· δύναται γὰρ εἶναι τὸ ἱμάτιον ὄνομα δηλωτικὸν τοῦ στρογγύλου χαλκοῦ, ὥσπερ καὶ τὸ ἄνθρω‐
30πος ὄνομα τοῦ ζῴου πεζοῦ δίποδος), ἡ οὖν ἀπορία ἡ ζητοῦσα, ὅτι τί ἐστι τὸ ποιοῦν τὸ ζῷον πεζὸν δίπουν ἕν, ἡ αὐτή ἐστι τῇ λεγούσῃ ὅτι τί ἐστι τὸ ποιῆσαν ἓν τὸν στρογγύλον χαλκόν, καὶ οὐ φαίνεται ἔχουσα δυσχερές τι, ἐπειδὴ τὸ μέν ἐστιν ὕλη, τὸ ζῷον πεζόν, τὸ δ’ εἶδος, τὸ δίπουν, καὶ ὁ μὲν χαλκὸς ὕλη, εἶδος δὲ τὸ στρογγύλον. οὐδὲν οὖν ἕτερόν ἐστιν αἴτιον
35παρὰ τὸ ποιῆσαν ἤτοι τὸ ποιητικὸν αἴτιον ἐν ὅσοις ἐστὶ γένεσις. τὸ δὴ [ἓν] ποιῆσαν τὴν δυνάμει οὖσαν ὕλην τόδε τι ἐνεργείᾳ γενέσθαι ὃ ἦν δυ‐ νάμει, οἷον τὸν χαλκὸν δυνάμει ὄντα σφαῖραν ἐνεργείᾳ γενέσθαι σφαῖραν,
ὁ τεχνίτης ἐστὶ καὶ οὐδὲν ἕτερον. ἀλλὰ καὶ τὴν δυνάμει οὖσαν ὕλην ζῷον561
in Metaph
.

562

οὐδὲν ἴσμεν ἕτερον αὐτὴν ποιῆσαν ἐνεργείᾳ ζῷον ἢ τὴν φύσιν τοιωσδὶ πλά‐ σασαν αὐτὴν καὶ ἀλλοιώσασαν. εἰ δ’ ἦν τὸ εἶδος καθ’ αὑτό, πῶς ἂν τοῦτο μετὰ τῆς ὕλης ἥνωσεν, ἀδιανόητον παντελῶς. εἰπὼν δὲ ὅτι οὐδὲν γάρ ἐστιν ἕτερον τοῦ τὴν δυνάμει σφαῖραν ἐνεργείᾳ εἶναι σφαῖραν, ἐπήγα‐
5γεν ἀλλὰ τοῦτ’ ἦν τὸ τί ἦν εἶναι ἑκατέρ, ἑκάτερον λέγων τὸν ἄν‐ θρωπον καὶ τὴν σφαῖραν· προσεχῶς γὰρ περὶ τούτοιν ἔλεγεν. ἔστι δὲ ὃ λέγει ‘ἀλλ’ ἑκατέρῳ τὸ τί ἦν εἶναι τοῦτ’ ἦν, τουτέστι τῷ μὲν ἀνθρώπῳ τὸ τί ἦν εἶναι τὸ ζῷον πεζὸν δίπουν ἐστί, τῇ δὲ σφαίρᾳ τὸ σχῆμα τοιονδί.‘ ἢ οὖν τοῦτο λέγει διὰ τοῦ ἀλλὰ τοῦτ’ ἦν τὸ τί ἦν εἶναι
10ἑκατέρ, ἢ λέγοι ἂν ὅτι ἑκατέρῳ ἡ ἐνέργεια τὸ τί ἦν εἶναί ἐστιν· ἡ ἐνέργεια γὰρ τῆς ὕλης, ἥπερ ἐστὶ δυνάμει σφαῖρα, τὸ τί ἦν εἶναι σφαίρᾳ ἐστίν, καὶ ἡ τῆς δυνάμει ὁμοίως ὕλης ζῴου ἐνέργεια τὸ τί ἦν εἶναι ζῴῳ ἐστίν. ἀλλ’ εἰ καὶ ἡ ἐνέργεια τῆς ὕλης τὸ τί ἦν εἶναί ἐστιν, οὐ χρὴ λαν‐ θάνειν ὅτι τῶν ὑλῶν ἡ μέν ἐστι νοητὴ ἡ δὲ αἰσθητή· ἐπειδὴ γὰρ καὶ
15τὰ γένη ὕλῃ ἀναλογεῖ, τὸ μὲν ζῷόν ἐστι νοητὴ ὕλη καὶ ὕλη τοῦ εἴδους, αἱ δὲ σάρκες καὶ τὰ ὀστᾶ αἰσθητή· καὶ πάλιν τὸ μὲν σχῆμα νοητή, ὁ δὲ χαλκὸς αἰσθητή. ἀλλὰ τὸ μὲν σχῆμα τοῦ λόγου καὶ τοῦ εἴδους, ὁ δὲ χαλκὸς καὶ τὰ ὀστᾶ καὶ τὰ νεῦρα ὁ μὲν τοῦ συνθέτου ἐκ χαλκοῦ καὶ τοῦ τοιουδὶ σχήματος, τὰ δὲ πάλιν καὶ αὐτὰ τοῦ συνθέτου ἀνθρώπου.
20p. 1045a36 Ὅσα δὲ μὴ ἔχει ὕλην μήτε νοητὴν μήτε αἰσθητήν. Μνησθεὶς πάλιν τῆς ὕλης, καὶ τοῦτο οὐ παρέργως ἀλλ’ ἵνα τὰ περὶ τῶν δέκα γενικωτάτων γενῶν διορίσῃ, καὶ εἰπὼν ὅτι ἔστι δέ τις ὕλη ἡ μὲν νοητὴ ἡ δὲ αἰσθητ, λέγει ὅτι ὅσα δὲ μὴ ἔχει ὕλην μήτε νοητὴν μήτε αἰσθητήν, εὐθὺς ἕκαστόν ἐστιν ὅπερ ἕν τι καὶ
25ἁπλῶς ἓν καὶ κυρίως ἓν ὥσπερ καὶ ὄν. τὰ μὲν γὰρ ἄλλα τὰ ἐξ ὕλης καὶ εἴδους διὰ τὴν ἑαυτῶν συνέχειαν λέγεται ἕν, τὰ δὲ μὴ ἔχοντα ὕλην μήτε αἰσθητὴν μήτε νοητὴν εὐθὺς ἁπλῶς ἕν εἰσιν. εἰ μὲν γὰρ εἶχον ὕλην, ἦσαν ἂν ἓν ὡς τὰ ἐξ ὕλης καὶ εἴδους διὰ τὴν συνέχειαν· ἐπεὶ δὲ οὐκ ἐν ὕλῃ τυγχάνει ὄντα ἀλλ’ ἀμοιρεῖ καὶ γεγύμνωται αὐτῆς, εἰσὶν ἁπλῶς καὶ
30κυρίως ἕν. τίνα δέ ἐστι τὰ μήτε αἰσθητὴν μήτε νοητὴν ἔχοντα ὕλην λέγει, τὸ τόδε (λέγων τὸ τόδε τὴν οὐσίαν), τὸ ποιόν, τὸ ποσόν. ἀλλ’ ὅτι μὲν αὐτοῖς οὐκ ἔστι νοητὴ ὕλη, δῆλον· ἐπειδὴ γὰρ νοητὴν ὕλην τὰ γένη φαμέν, τούτων δ’ οὐδέν ἐστι γένος (γενικώτατα γάρ εἰσι γένη καὶ οὐκ ἔστι τις ὑπεραναβεβηκυῖα ταῦτα φύσις), δῆλον ὅτι οὐκ ἔστιν αὐτοῖς ὕλη νοητή.
35ἀλλὰ μὴν οὐδὲ αἰσθητή· ἡ γὰρ αἰσθητὴ ὕλη συνθέτων ἐστὶν ὕλη καὶ αἰσθητῶν, ἀλλ’ οὐχὶ τῶν ἁπλῶν καὶ νοητῶν, ταῦτα δὲ τὸ τόδε καὶ τὸ
ποσὸν καὶ τὰ λοιπὰ καὶ ἁπλᾶ ἐστι καὶ νοητά. καίτοι δὲ τοιαῦτα ὄντα οὔκ562
in Metaph
.

563

εἰσι χωριστὰ οἷον αὐτοουσία ἢ αὐτοποιὸν ἢ αὐτοποσόν, ἀλλ’ ἐν τοῖς αἰσθη‐ τοῖς καὶ καθ’ ἕκαστα. καὶ μή τις λεγέτω ὅτι ἐπειδὴ ἐν τοῖς καθ’ ἕκαστα ἔστιν, ἔχει ὕλην αὐτά· ἡ μὲν γὰρ οὐσία ἥδε ἔχει ὕλην καὶ ὑποκείμενον τόδε, ἡ δ’ ἁπλῶς οὐσία οὐδαμῶς· εὑρίσκεται γὰρ καὶ ἐν τοῖς ἀσωμάτοις καὶ ὅλως
5ἀύλοις. ἀλλ’ ἅπερ μὲν ἐρεῖν διὰ τούτων βούλεται, οἶμαι, ταῦτά ἐστιν. τὴν δὲ λέξιν ὑπερβατῶς ἀναγνωστέον ὧδε· ὅσα δὲ μὴ ἔχει ὕλην μήτε νοητὴν μήτε αἰσθητήν, εὐθὺς ὅπερ ἕν τι εἶναι ἕκαστόν ἐστιν, ὥσπερ καὶ ὅπερ ὄν τι, τὸ τόδε, τὸ ποιόν, τὸ ποσόν· εἶτα τὸ οὐχ ὡς ἐν γένει τῷ ὄντι καὶ τῷ ἑν, εἶθ’ οὕτως, διὸ οὐκ ἔστιν ἐν τοῖς ὁρισμοῖς
10οὔτε τὸ ὂν οὔτε τὸ ἓν καὶ τὰ ἑξῆς ἕως τοῦ εὐθὺς γὰρ ἕκαστόν ἐστιν ὄν τι καὶ ἕν τι, καὶ οὕτως τὸ οὐδ’ ὡς χωριστῶν ὄντων παρὰ τὰ καθ’ ἕκαστα. λέγει δὲ ὅτι εἰ καὶ ὅπερ ὄν τι καὶ ὅπερ ἕν τι ἐστὶ τὸ τόδε, τὸ ποσόν, τὸ ποιόν, ἀλλ’ οὖν οὐκ ἔστι γένος αὐτῶν οὔτε τὸ ὂν οὔτε τὸ ἕν· γενικώτατα γάρ εἰσι γένη, κατηγορεῖται δ’ αὐτῶν, ὡς πολλά‐
15κις εἴρηται, τὸ ὂν καὶ τὸ ἓν ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. καὶ διὰ τὸ μηδὲ εἶναι αὐτῶν γένος τὸ ὂν καὶ τὸ ἕν, οὐδὲ λαμβάνεται ἐν τοῖς ὁρισμοῖς αὐτῶν, ὁρισμοὺς λέγων τὰς ὑπογραφάς· οἱ γὰρ ὁρισμοὶ ἐκ γενῶν καὶ δια‐ φορῶν εἰσι, τούτων δ’ οὐκ ἔστι γένη. εἰ δὴ τοῦτο, οὐδὲ ὁρισμοὶ αὐτῶν εἰσιν, καὶ ἔστι τοῦ τόδε καὶ τοῦ ποσοῦ καὶ τῶν λοιπῶν εὐθὺς τὸ τί ἦν
20εἶναι τὸ ἕν τι εἶναι καὶ ὄν τι· καὶ διὰ τοῦτο, λέγω δὴ διὰ τὸ εἶναι αὐτοῖς τὸ τί ἦν εἶναι τὸ ὅπερ ἕν τι καὶ ὅπερ ὄν τι, οὐδ’ ἔστιν ἕτερόν τι αἴτιον οὐδενὶ τούτων τοῦ ἓν εἶναι καὶ ὄν· εἰ μὲν γὰρ ἦν γένος ἢ τὸ ὂν ἢ τὸ ἓν τοῦ τόδε καὶ τοῦ ποσοῦ, ὥσπερ ἀνθρώπου τὸ ζῷον, ἦν ἂν οὕτως αἴτιόν τι τοῦ ἓν εἶναι αὐτὰ καὶ ὄν. ἐπεὶ δ’ εὐθὺς ὅπερ ὄν τί εἰσι καὶ ὅπερ ἕν,
25οὐκ ἔστιν οὐδὲν οὐδέπω αἴτιον τοῦ ἓν εἶναι αὐτὰ ἢ ὄν. ἀλλ’ εἰ καὶ τοιαῦτά ἐστιν ἥ τε οὐσία καὶ τὸ ποιὸν καὶ τὸ ποσόν, ὅμως οὔκ εἰσι χωριστὰ τῶν καθ’ ἕκαστα ἀλλ’ ἐν αὐτοῖς. ταῦτα δὲ εἰπὼν πάλιν ἐπανατρέχει ἐπὶ τὰ πρότερα, λέγων διὰ ταύτην δὲ τὴν ἀπορίαν, τὴν ζητοῦσαν τί ποτέ ἐστιν αἴτιον τοῦ ἓν εἶναι τὸ ζῷον πεζὸν δίπουν, οἱ μὲν μέθεξίν φασιν,
30ὥσπερ ὁ Πλάτων μεθέξει τῶν ἰδεῶν εἶναι τὰ τῇδε, τί δὲ τὸ αἴτιον τῆς μεθέξεώς ἐστι, καὶ ὅλως τί τὸ μετέχειν καὶ ὅπως τοῦτο δυνατὸν συμβαί‐ νειν, ἀποροῦσι καὶ οὐκ ἔχουσιν εἰπεῖν. οἱ δέ φασι συνουσίαν ψυχῆς, ὥσπερ Λυκόφρων ὁ σοφιστὴς τὴν ἐπιστήμην λέγων συνουσίαν τοῦ ἐπίστα‐ σθαι καὶ ψυχῆς. κάλλιον δ’ ἂν καὶ σαφέστερον ἦν, εἰ οὕτω πως εἶχεν ἡ
35γραφὴ ‘τὴν ἐπιστήμην τοῦ ἐπίστασθαι συνουσίαν καὶ ψυχῆς.‘ ἐρωτώμενος γὰρ ὁ Λυκόφρων, τί τὸ αἴτιον τοῦ τὴν ἐπιστήμην καὶ τὴν ψυχὴν ἓν εἶναι, ἔλεγεν ὅτι ἡ συνουσία. οἱ δὲ τὸ ζῆν ἔλεγον ὥς ἐστι σύνδεσμος ψυχῆς ἐν τῷ σώματι. καίτοι, φησί, τοῦτο ἁρμόσει ἐπὶ πάντων λέγειν. εἰ γάρ μέ τις ἔροιτο, τί τὸ αἴτιον τοῦ ἐπιφάνειαν καὶ λευκὸν ἓν εἶναι, ἕτοιμον εἰπεῖν
40ὅτι σύνδεσμος λευκοῦ καὶ σώματος, καὶ τὸ ὑγιαίνειν ὅτι σύνδεσμος ἢ
συνουσία ἢ σύνθεσις ψυχῆς καὶ ὑγιείας. τοῦτο δὲ γελοῖον. ἡ μὲν γὰρ563
in Metaph
.

564

σύνθεσις ἐπ’ ἐκείνων λέγεται τῶν χωρὶς καθ’ αὑτὰ ἐνεργείᾳ ὄντων, εἶτα συντεθέντων, ὥσπερ ἐπὶ τοῦ μελικράτου, ἡ δὲ ὑγίεια καθ’ αὑτὴν μὴ οὖσα καὶ χωρὶς πῶς μετὰ ψυχῆς συνετέθη; ἀλλὰ καὶ τὸ λέγειν ὅτι τὸ χαλκοῦν τρίγωνον σύνθεσίς ἐστι χαλκοῦ καὶ τριγώνου εὔηθες. οὐ γὰρ ἦν καθ’
5αὑτὸ τὸ τρίγωνον καὶ συνετέθη μετὰ τοῦ χαλκοῦ ἀλλὰ τοῦ χαλκοῦ τοιωσδὶ κινουμένου γίνεται τὸ τρίγωνον. αἴτιον δέ, φησίν, αὐτοῖς τοῦ ταῦτα λέγειν, ὅτι ζητοῦντες τί τὸ αἴτιον τοῦ τὸν χαλκὸν τὸν δυνάμει ὄντα τρίγωνον ποιῆσαι αὐτὸν ἐνεργείᾳ τρίγωνον, καὶ μὴ δυνάμενοι λόγον ἑνοποιὸν ἤτοι αἰτίαν καὶ διαφορὰν ἀποδοῦναι τοῦ πῶς ἕν εἰσι, ταῦτα ἔλεγον· εἰ γὰρ
10ἠδυνήθησαν εὑρεῖν καὶ ἀποδοῦναι λόγον καὶ αἰτίαν ἑνοποιόν, τουτέστι τὸ ἑνοῦν τὸ δυνάμει ἤτοι τὴν ὕλην καὶ τὴν ἐνέργειαν, τουτέστι τὸ εἶδος, οὐκ ἂν εἰς τοιαῦτα ἐξετράπησαν. ὥσπερ δὲ πολλάκις εἴρηται ὅτι ἡ ὕλη ἡ ἐσχάτη (αὕτη δ’ ἐστὶν ἡ προσεχής· νῦν γὰρ ἐσχάτην αὐτὴν εἶπε) καὶ τὸ εἶδος ἕν ἐστιν· ὥστε τοῦ ταῦτα ἓν εἶναι οὐκ ἄλλο τι τὸ αἴτιον ἢ τὸ κι‐
15νοῦν τὴν ὕλην ἐκ δυνάμεως εἰς ἐνέργειαν. ὅσα δέ, ὥσπερ εἴρηται, μὴ ἔχει ὕλην, πάντα ἁπλῶς καὶ κυρίως ὅπερ ἕν τί εἰσι καὶ ὅπερ ὄν. καὶ ὅρα δὴ τὸ διδασκαλικὸν καὶ δαιμόνιον τοῦδε τοῦ ἀνδρός, ὅπως ἐκ τῶν ὑστέρων (οὐ γὰρ ἄλλως ἐνῆν τοῦτο ποιῆσαι) καὶ ἡμῖν γνωρίμων ἐπὶ τὸν πολυτίμητον πατέρα καὶ ποιητὴν πάντων θεὸν ἀγαγεῖν ἡμᾶς μεθοδεύει, καὶ
20δεῖξαι ὅτι ὡς ὁ χαλκεὺς αἴτιός ἐστι τοῦ τὸν χαλκὸν καὶ τὴν σφαῖραν ἓν εἶναι, οὕτως καὶ ἡ ἑνοποιὸς αὐτοῦ καὶ δημιουργικὴ δύναμις πάντων τῶν
ὄντων αἰτία ἐστὶ τοῦ ἔχειν ὥσπερ ἔχει.564
in Metaph
.

565

(t)

ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ Θ ΤΩΝ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ ΑΡΙΣΤΟΤΕΛΟΥΣ
2 Εἰπὼν ἐν τῷ Ζ καὶ Η περὶ τοῦ καθ’ αὑτὸ ὄντος, ἐν τούτῳ λέγει περὶ τοῦ δυνάμει καὶ ἐνεργείᾳ. ἐπειδὴ γὰρ τὸ ὂν λέγεται καὶ κατὰ τοῦ δυνάμει καὶ ἐνεργείᾳ, ἡ δὲ παροῦσα μέθοδος περὶ τοῦ ὄντος ἐστίν, ἐν τῷ
5παρόντι βιβλίῳ λέγει περὶ δυνάμεως καὶ ἐνεργείας. λέγει δὲ περὶ ἐνεργείας ἀναγκαίως· ὡς γὰρ δείξει, τὸ πρῶτον αἴτιον, ὃ ζητοῦμεν ἐνταῦθα, οὐδὲν ἄλλο ἐστὶν ἢ ἐνέργεια. ὑπομιμνήσκει δὲ πάλιν ἡμᾶς τῶν ῥηθέντων καὶ δειχθέντων, ὅτι περὶ τοῦ πρώτου ὄντος, τοῦτο δ’ ἐστὶν ἡ οὐσία, δι’ ἣν καὶ αἱ ἄλλαι κατηγορίαι ὄντα λέγονται (κατὰ γὰρ τὸν λόγον τῆς οὐσίας
10ἤτοι κατ’ αὐτὴν τὴν οὐσίαν, ὁ γὰρ λόγος τῆς οὐσίας αὐτὴ ἡ οὐσία ἐστί, πάντα τὰ ὄντα λέγεται) εἴρηται. καὶ τὴν αἰτίαν τοῦ διὰ τὴν οὐσίαν πάντα ὄντα λέγεσθαι ἐπήγαγεν, εἰπὼν πάντα γὰρ ἕξει τὸν τῆς οὐσίας λό‐ γον, ὥσπερ εἴπομεν ἐν τοῖς πρώτοις. εἰ γὰρ ἀκριβῶς τις ὁρίζεται τὸ ποσὸν ἢ τὸ ποιὸν ἢ ἄλλην τινὰ τῶν κατηγοριῶν, εἰς τὸν ὁρισμὸν αὐτῶν
15ἐξ ἀνάγκης τὴν οὐσίαν παραλήψεται, ὥσπερ καὶ εἰς τὸν τῆς σιμότητος τὴν ῥῖνα· εἰ δὲ τοῦτο, δῆλον ὡς διὰ ταύτην ὄντα λέγεται. περὶ δὴ τούτων πάντων εἴρηται. ἐπεὶ δὲ τὸ ὂν λέγεται τὸ μὲν τὸ τί καὶ οὐσία, τὸ δὲ ποιόν, καὶ τὰ μὲν δυνάμει τὰ δ’ ἐνεργείᾳ καὶ κατὰ τὸ ἔργον (ἐκ παραλ‐ λήλου δὲ τὸ ἐνεργείᾳ καὶ κατὰ τὸ ἔργον κεῖται), διοριστέον καὶ περὶ δυνά‐
20μεως καὶ ἐνεργείας, καὶ πρῶτον περὶ τῆς κυρίως δυνάμεως. λέγοι δὲ ἂν κυρίως δύναμιν τὴν πρώτην καὶ ἀνείδεον ὕλην· δυνάμει γὰρ πάντα ἐστίν· ἥτις κἂν πρώτη δύναμίς ἐστιν, ἀλλ’ οὖν οὐκ ἔστι χρησιμωτάτη πρὸς ὃ βουλόμεθα νῦν· ἄυλον γάρ τι καὶ ἁπλοῦν καὶ ἀσώματον ζητοῦμεν νῦν, ἀλλ’ οὐκ ἔνυλόν τι καὶ σύνθετον. τὸ δὲ ἐπὶ πλέον γάρ ἐστιν ἡ δύνα‐
25μις καὶ ἡ ἐνέργεια τῶν μόνον λεγομένων κατὰ κίνησιν τοιοῦτον565
in Metaph
.

566

ἂν εἴη· τὸ δυνάμει καὶ ἐνεργείᾳ ὂν ἐπὶ πλέον ἐστὶ τοῦ δυνάμει μόνον ὄντος· ἔχει γὰρ ἀμφότερα, τό τε δυνάμει καὶ ἐνεργείᾳ, ἐκεῖ δὲ τὸ δυνάμει μόνον, τὸ δὲ τὰ δύο πλουτῆσαν τοῦ τὸ ἓν ἐπὶ πλέον ἐστίν. οὐ μόνον δὲ τὸ δυνάμει καὶ ἐνεργείᾳ ἅμα ἐπὶ πλέον ἐστὶ τοῦ δυνάμει μόνον, ἀλλὰ καὶ
5τοῦ ἐνεργείᾳ μόνον. τὴν δὲ δύναμιν κίνησιν εἶπε νῦν, ἢ κίνησιν τὴν ἐνέρ‐ γειαν εἶπεν, ἵν’ ᾖ τὸ λεγόμενον ‘ἐπὶ πλέον γάρ ἐστιν ἡ δύναμις καὶ ἡ ἐνέργεια τῶν κατὰ κίνησιν ἤτοι κατ’ ἐνέργειαν μόνον λεγομένων.‘ ἔστι δὲ δυνάμει μόνον ἡ πρώτη καὶ ἀνείδεος ὕλη, δυνάμει δὲ καὶ ἐνεργείᾳ πῦρ γῆ καὶ τὰ σύστοιχα τούτοις· τὸ γὰρ ἐνεργείᾳ ὂν πῦρ δυνάμει ἐστὶν ἀήρ. ἀλλ’
10εἰ καὶ ἐπὶ πλέον ἐστὶ τὸ δυνάμει καὶ ἐνεργείᾳ τοῦ δυνάμει μόνον ἢ τοῦ ἐνεργείᾳ μόνον, ὅμως εἰπόντες περὶ τῆς κυρίως δυνάμεως ἐν τοῖς περὶ τῆς ἐνεργείας ὁρισμοῖς δηλώσομεν, φησί, καὶ περὶ τῶν ἄλλων δυνάμεων. καὶ ὅτι μὲν πολλαχῶς ἡ δύναμις καὶ τὸ δύνασθαι λέγεται οὐ χρὴ νῦν δεικνύ‐ ναι· διώρισται γὰρ πρότερον. τούτων δὲ τῶν δυνάμεων ὅσαι ὁμωνύμως
15λέγονται ἀφείσθωσαν· ἔνιαι γὰρ ὁμοιότητί τινι λέγονται, ὥσπερ ἐν γεω‐ μετρίᾳ· ἐκεῖ γὰρ λέγεται ὅτι εἰ ἔστιν ἥδε ἡ εὐθεῖα διπλασία τῆσδε, καὶ ὃ δύναται τετράγωνον τετραπλάσιόν ἐστι τοῦ τετραγώνου ὃ δύναται ἡ λοιπή. τοῦτο δὲ φανερὸν ἔσται ἐπὶ ἀριθμοῦ· ὁ γὰρ τέσσαρα διπλάσιος ὢν τοῦ δύο τὸ ἀπὸ τοῦ τέσσαρα τετράγωνον, ὅ ἐστι τὸ δεκαέξ, τετραπλάσιόν ἐστι
20τοῦ ἀπὸ τοῦ δύο, ὅπερ ἐστὶ τὸ τέσσαρα. τοῦτο δὴ καθ’ ὁμοιότητα λέγε‐ ται τῆς κυρίως δυνάμεως· διὰ γὰρ τὸ τὴν κυρίως δύναμιν πάντα δύνασθαι, δύναται δέ τι καὶ ἡ εὐθεῖα, λέγεται καὶ αὕτη δύναμις. λέγεται οὖν δὴ δυνατὰ καθ’ ὁμοιότητα καὶ ἀδύνατα τῷ εἶναί πως ἢ μὴ εἶναι· διπλα‐ σίου γὰρ οὔσης τῆς εὐθείας λέγεται δύνασθαι τετραπλάσιον, μὴ οὔσης δὲ
25λέγεται μὴ δύνασθαι. p. 1046a9 Ὅσαι δὲ πρὸς τὸ αὐτὸ εἶδος, πᾶσαι ἀρχαί τινές εἰσι, καὶ πρὸς πρώτην μίαν λέγονται. Ἐπειδὴ γάρ, ὡς εἴρηται, δύναμις ἡ ὕλη λέγεται, εἰσὶ δὲ τοῦ αὐτοῦ πλείους ὗλαι, ὥσπερ ἐλέγομεν τοῦ φλέγματος τά τε γλυκέα καὶ λιπαρά,
30αὗται δὴ αἱ ὗλαι τὸ γλυκὺ καὶ λιπαρὸν ἀρχαί τινές εἰσι καὶ δυνάμεις τοῦ αὐτοῦ εἴδους, φημὶ δὴ τοῦ φλέγματος, καὶ λέγονται δυνάμεις διὰ τὴν πρώ‐ την καὶ μίαν δύναμιν, τὴν ἀνείδεον ὕλην, ἥτις ἀρχὴ καὶ αἰτία ἐστὶ τοῦ μεταβάλλειν τὸ ἐν ᾧ ἐστιν. ἔστω δὲ τὸ λεγόμενον δῆλον ἐπὶ τοῦ κηροῦ· ὁ γὰρ κηρὸς ἐν ἄλλῳ ὤν, φέρε εἰπεῖν τῷ κηρίνῳ ἀνδριάντι, ἀρχὴ καὶ
35δύναμίς ἐστι τοῦ μεταβάλλειν τε καὶ πάσχειν τὸν ἀνδριάντα ὑπ’ ἄλλου τοῦ τέμνοντος ἢ τήκοντος αὐτόν. τὸ δὲ ᾗ ἄλλο πρόσκειται, ἐπειδὴ νοσῶν τις ἰάσαιτ’ ἂν ἑαυτόν, καὶ ἔστιν ἐν αὐτῷ ἡ δύναμις τοῦ ὡδὶ παθεῖν αὐτόν,
ἀλλ’ οὐ καθ’ αὑτὸ τοῦτο ὑπάρχει αὐτῷ ἀλλὰ καθὸ ἄλλο. ἐπειδὴ δὲ τῶν566
in Metaph
.

567

δυνάμεων αἱ μέν εἰσιν αἴτιαι τοῦ μεταβάλλειν τὰ ἐν οἷς εἰσιν ἐπὶ τὸ χεῖ‐ ρον, αἱ δὲ οὔκ εἰσι, διορίζει καὶ περὶ αὐτῶν λέγων ἡ μὲν γὰρ τοῦ πα‐ θεῖν ἐστι δύναμις, ἡ ἐν αὐτῷ τῷ πάσχοντι ἀρχὴ μεταβολῆς παθητικῆς ὑπ’ ἄλλου ᾗ ἄλλο, τουτέστι τῶν δυνάμεων ἡ μέν ἐστιν ἐν
5αὐτῷ τῷ πάσχοντι ὡς ἀρχὴ μεταβολῆς, οὐχὶ τοῦ μὴ πάσχειν ἀλλὰ τοῦ πάσχειν ὑπ’ ἄλλου, ὥσπερ εἴρηται ἐπὶ τοῦ κηρίνου ἀνδριάντος. ἡ μὲν οὖν τῶν δυνάμεών ἐστι τοιαύτη, ἡ δέ ἐστιν οὐκ ἀρχὴ τοῦ πάσχειν ὑπ’ ἄλλου, ἀλλὰ μᾶλλον ἕξις ἀπαθείας τῆς ἐπὶ τὸ χεῖρον. ἡ γὰρ σκληρότης ἡ ἐν τῷ σιδήρῳ ἕξις ἐστὶ τοῦ μὴ πάσχειν τὸν σίδηρον καὶ φθείρεσθαι
10ὑπ’ ἄλλου. ἐπειδὴ δέ τινα πάσχει, ὥσπερ ἡ σελήνη τοὺς φωτισμοὺς ὑπὸ τοῦ ἡλίου δεχομένη, καὶ ὅμως οὐκ ἔστι τοῦτο φθορά, ἐπήγαγε τὸ τῆς ἐπὶ τὸ χεῖρον, ἴσον λέγων τῷ ἡ δύναμις ἡ ὡς ἕξις λεγομένη οὐχὶ τοῦ μὴ μεταβάλλειν ἐπὶ τὸ κρεῖττόν ἐστιν αἰτία, ἀλλὰ τοῦ μὴ μεταβάλλειν ὑπὸ ἀρχῆς τινος μεταβλητικῆς ἐπὶ τὸ χεῖρον. εἰπὼν δὲ ὅτι καὶ ἡ ἀρχὴ καὶ
15ἡ αἰτία τοῦ πάσχειν, ὁμοίως καὶ τοῦ μὴ πάσχειν δυνάμεις λέγονται, δεί‐ κνυσι τοῦτο διὰ τοῦ εἰπεῖν ἐν γὰρ τούτοις ἔνεστι πᾶσι τοῖς ὅροις ὁ τῆς πρώτης δυνάμεως λόγος, τουτέστιν ἐν τούτοις πᾶσι τοῖς τῆς δυνά‐ μεως προσδιορισμοῖς ἔνεστιν ὁ λόγος καὶ ὁ ὁρισμὸς τῆς πρώτης δυνάμεως. ἐπειδὴ γὰρ ὁ λόγος τῆς πρώτης δυνάμεώς ἐστι τὸ ἀρχὴ μεταβολῆς ἐν
20ἄλλῳ ᾗ ἄλλο, καὶ πάλιν μαλακότης ἐστὶν ἀρχὴ μεταβολῆς παθητικῆς ὑπ’ ἄλλου ᾗ ἄλλο, ὥστε ἔνεστιν ὁ λόγος τῆς πρώτης δυνάμεως καὶ ἐν τοῖς ἄλλοις· εἰ δὲ τοῦτο, καλῶς ἄρα λέγονται δυνάμεις. πάλιν τῶν δυνάμεων αἱ μέν εἰσι τοῦ μόνον παθεῖν αἱ δὲ τοῦ καλῶς· πῶς δὲ ταῦτα λέγεται, εἴρηται ἡμῖν ἐν τῷ Δ ταύτης τῆς πραγματείας πλατύτερον, ὅτε περὶ τῶν
25τῆς δυνάμεως σημαινομένων ἔλεγεν. δῆλον ἄρα ἐστὶν ὅτι ἐν τοῖς τούτων τῶν δυνάμεων λόγοις ἐνυπάρχουσί πως οἱ τῶν πρώτων δυνάμεων λόγοι. τὸ δὲ πῶς πρόσκειται, ἐπειδὴ οὐχ ὡσαύτως καὶ ἵν’ οὕτως εἴποιμι ἀπαραλλάκτως ὁ τῆς πρώτης δυνάμεως λόγος ἔνεστιν ἐν τῷ τῆς σκληρό‐ τητος λόγῳ· ἐκείνης μὲν γὰρ ὁ λόγος ἐστὶν ὅτι δύναμίς ἐστιν ἀρχὴ μετα‐
30βολῆς ἐν ἄλλῳ ᾗ ἄλλο, τῆς δὲ σκληρότητος ἀρχὴ τοῦ μεταβάλλειν. p. 1046a19 Φανερὸν οὖν ὅτι ἔστι μὲν ὡς μία δύναμις τοῦ ποιεῖν τε καὶ πάσχειν. Ὥσπερ γὰρ ἡ ἀπὸ Ἀθήνηθεν εἰς Θήβας τῇ ἀπὸ Θήβηθεν Ἀθήναζε ὁδὸς τρόπον μέν τινά ἐστιν ἡ αὐτή, τρόπον δέ τινα οὐκ ἔστι (τῷ μὲν ὑπο‐
35κειμένῳ ἐστὶν ἡ αὐτή, τῷ λόγῳ δὲ οὐχ ἡ αὐτή), ὡσαύτως δὲ ἔχει καὶ ἡ ἀπὸ τοῦ διδάσκοντος ὡς πρὸς τὸν μανθάνοντα ἐνέργεια καὶ ὁδός, τῷ μὲν
ὑποκειμένῳ ἐστὶν ἡ αὐτὴ τῷ λόγῳ δὲ ἑτέρα (ἀπὸ μὲν γὰρ τοῦ διδασκά‐567
in Metaph
.

568

λου ὡς πρὸς τὸν μανθάνοντα θεωρουμένη λέγεται δίδαξις, ἀπὸ δὲ τούτου ὡς πρὸς τὸν διδάσκαλον μάθησις)· οὕτω δὴ καὶ ἡ δύναμις τοῦ ποιεῖν καὶ πάσχειν τρόπον μέν τινά ἐστιν ἡ αὐτή, τρόπον δέ τινα ἑτέρα. ἡ γὰρ δύ‐ ναμις τοῦ πυρὸς οἷον ἡ θερμότης ἡ παρ’ αὐτοῦ τῷ ὕδατι ἐνδιδομένη ἐστὶ
5μὲν ἡ αὐτή, ἐστὶ δὲ ὡς οὐχ ἡ αὐτή· ἀπὸ μὲν γὰρ τοῦ πυρὸς ὡς πρὸς τὸ ὕδωρ θεωρουμένη λέγεται ποίησις, ἔμπαλιν δὲ πάθησις. ἔστι μὲν οὖν, φησίν, ἡ δύναμις τοῦ ποιεῖν καὶ πάσχειν τρόπον μέν τινα ἡ αὐτή· δυνα‐ τὸν γὰρ λέγεται ἢ ἐν τῷ ἔχειν αὐτὸ δύναμιν τοῦ παθεῖν ὑπ’ ἄλλου, ὥσπερ τὸ ὕδωρ (δύναμιν γὰρ ἔχει τοῦ θερμανθῆναι ὑπὸ τοῦ πυρός) ἢ ἐν
10τῷ ἄλλο ὑπ’ αὐτοῦ· δυνατὸν γὰρ λέγεται τὸ πῦρ ὅτι δύναμιν ἔχει τὸ ὕδωρ φέρε παθεῖν ὑπ’ αὐτοῦ. τῶν δὴ δυνάμεων ἡ μέν ἐστιν ἐν τῷ πάσχοντι· διὰ γὰρ τὸ ἔχειν τινὰ δύναμιν καὶ ἀρχήν, καὶ ὅλως διὰ τὸ εἶναι τὴν ὕλην ἀρχήν τινα, πάσχει τὸ πάσχον καὶ ἄλλο ὑπ’ ἄλλου· καυστὸν γάρ ἐστι τὸ λιπαρὸν καὶ θλαστὸν τὸ ὑπεῖκον ὡδί, διὰ τὸ ἔχειν δύναμίν τινα καὶ ὕλην
15τοῦ τὸ μὲν καίεσθαι τὸ δὲ θλᾶσθαι. καὶ τῶν δυνάμεων ἡ μέν ἐστιν ἐν τῷ πάσχοντι ἡ δὲ ἐν τῷ ποιοῦντι. τὸ γὰρ θερμὸν καὶ ἡ οἰκοδομικὴ τὸ μὲν ἐν τῷ πυρί ἐστιν, ἡ δὲ ἐν τῷ οἰκοδόμῳ, τοῖς ποιοῦσιν. ὥστε εἰ τὸ ποιοῦν ἕτερόν ἐστι τοῦ πάσχοντος, δῆλον ὅτι τὸ συμπεφυκὸς καὶ ἓν ὂν καὶ συνεχὲς οὐ πείσεται ὑφ’ ἑαυτοῦ· τὸ γὰρ πῦρ ἓν ὂν καὶ συνεχὲς οὐ
20πείσεται ὑφ’ ἑαυτοῦ· τὸ γὰρ πάσχον ἕτερον εἶναι δεῖ τοῦ ποιοῦντος. ὥσπερ δὲ ἡ δύναμις καὶ τὸ δυνατὸν ἕξις ἐστίν, οὕτως ἡ ἀδυναμία ἡ τῇ τοιαύτη δυνάμει ἐναντία στέρησίς ἐστιν. ὥστε τοῦ αὐτοῦ καὶ κατὰ τὸ αὐτὸ πᾶσα δύναμις ἀδυναμία. ἡ γὰρ τοῦ πυρὸς δύναμις καθ’ ἣν θερμαίνει ἀδυναμία ἐστίν· ἀδυνατεῖ γὰρ μὴ θερμαίνειν τὰ παρακείμενα καὶ πλησιάζοντα αὐτῷ,
25ὥστε ἀδυναμία ἐστὶ τὸ μὴ δύνασθαι μὴ θερμαίνειν. ἀδύνατον γάρ φαμεν καὶ ἀδυναμίαν ἔχειν τὸ μὴ ἔχον δύναμιν τοῦ ποιῆσαι τόδε τι. καὶ ἡ τοῦ σιδήρου δύναμις, καθ’ ἣν οὐ δύναται εὐκόλως τέμνεσθαι, ἀδυναμία ἐστὶ καὶ αἱ λοιπαὶ ὡσαύτως· ὥστε ἄλλον μέν τινα τρόπον εἰσὶ δυνάμεις, ἄλλον δὲ ἀδυναμίαι. ὥσπερ δὲ ἡ δύναμις λέγεται πολλαχῶς, οὕτω καὶ ἡ
30στέρησις· καὶ γὰρ τὸ μὴ ἔχον, εἴτε πέφυκεν ἔχειν εἴτε μή, στέρησιν ἔχειν λέγεται καὶ ἡ ἐν αὐτῷ τοιαδὶ διάθεσις στέρησις, καὶ τὸ πεφυκὸς ἔχειν ἂν μὴ ἔχῃ ἢ ὅτε πέφυκεν ἔχειν, ἢ ὡδί, οἷον παντελῶς, ἢ κἂν ὁπωσοῦν. παντελῶς δὲ στέρησιν ἔχει ὄψεως ὁ ἀμφοῖν τοῖν ὀφθαλμοῖν ἐστερημένος καὶ μηδ’ ὅλως ὁρῶν, ὁπωσοῦν δὲ στέρησιν ἔχειν λέγεται ὁ ὁρῶν μὲν μὴ
35καλῶς δέ. ἐπ’ ἐνίων δὲ πάλιν, ἂν πεφυκότα ἔχειν τι ἀφαιρεθῶσι βίᾳ, ὅπερ ἔχειν πεφύκασιν ἐστερῆσθαι τούτου λέγομεν. p. 1046a36 Ἐπεὶ δ’ αἱ μὲν ἐν τοῖς ἀψύχοις ἐνυπάρχουσιν ἀρχαὶ τοιαῦται.
Ἐπειδή, φησί, τῶν δυνάμεων αἱ μὲν ἀρχαὶ ἐνυπάρχουσιν ἐν τοῖς568
in Metaph
.

569

ἀψύχοις, ὡς ἡ θερμότης ἐν τῷ πυρί, αἱ δὲ ἐν τοῖς ἐμψύχοις καὶ ἐν ψυχῇ, οὐκ ἐν τῷ ἀλόγῳ μέρει αὐτῆς ἀλλ’ ἐν τῷ λογιστικῷ, ὥσπερ ἡ ἰατρική, δῆλον ὅτι καὶ τῶν δυνάμεων αἱ μὲν ἔσονται ἄλογοι αἱ δὲ μετὰ λόγου. διὸ πᾶσαι αἱ τέχναι αἵ τε ποιητικα, ἥ τε οἰκοδομικὴ καὶ ἡ ναυπηγική,
5καὶ αἱ ἐπιστῆμαι (κοινότερον δὲ τέχνας εἶπε τὰς ἐπιστήμας) δυνάμεις εἰσίν· ἀρχαὶ γάρ εἰσι μεταβλητικαὶ ἐν ἄλλ. ἡ γὰρ ἐπιστήμη ἐν τῷ λογιστικῷ μορίῳ τῆς ψυχῆς οὖσα μεταβάλλει τὴν ψυχὴν καὶ κινεῖ εἰς θεωρήματά τινα καὶ ζητήσεις. εἰ οὖν πᾶσα δύναμις ἐνεργείας ἐστὶ δύναμις, αἱ δὲ ἐπιστῆμαι καὶ αἱ τέχναι μεταβάλλουσι τὴν ψυχὴν εἰς τὸ ἐνεργεῖν
10περί τι, καλῶς ἄρα δυνάμεις αὐτὰς ἐκάλεσεν. διαφέρουσι δὲ αἱ ἄλογοι δυνάμεις τῶν μετὰ λόγου, ὅτι αἱ μὲν μετὰ λόγου πᾶσαι τἀναντία ποιοῦσιν· ἰατρικὴ γὰρ ὑγίειαν καὶ νόσον· αἱ δ’ ἄλογοι μία ἑνός. ἡ γὰρ θερμότης μόνον θερμαίνει, εἰ δέ ποτε καὶ ψύχει, ἀλλ’ οὐ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός· τῇ γὰρ αὐτῆς ἀπουσίᾳ συμβαίνει γίνεσθαι ψῦξιν. αἴτιον δὲ
15τοῦ τὰς μετὰ λόγου τῶν ἐναντίων εἶναι ποιητικάς, ὅτι, φησίν, ὁ λόγος ἐστὶν ἡ ἐπιστήμη, τουτέστιν ἡ μετὰ λόγου δύναμις ἐπιστημονική τις γνῶσίς ἐστιν, ὁ δὲ λόγος καὶ ἡ ἐπιστημονικὴ γνῶσις δηλοῖ καὶ γνωρίζει οὐ τὸ πρᾶγμα μόνον καὶ τὴν ἕξιν, ἀλλὰ καὶ τὴν στέρησιν, πρᾶγμα μὲν καὶ ἕξιν οἷον τὴν ὑγίειαν, στέρησιν δὲ οἷον τὴν νόσον. πλὴν οὐχ ὡσ‐
20αύτως ἀμφότερα, ἀλλὰ τὴν μὲν ἕξιν καθ’ αὑτὸ τὴν δὲ στέρησιν κατὰ συμβεβηκός. καὶ τρόπον μέν τινα ἀμφότερα ὁ λόγος οἶδε, τρόπον δέ τινα καὶ μᾶλλον τὸ ὑπάρχον ἤτοι τὴν ἕξιν. ὥστε αἱ τοιαῦται ἐπιστῆμαι, ἤτοι αἱ μετὰ λόγου, τῶν ἐναντίων εἰσίν, ἀλλὰ τῶν μὲν ἕξεων, ὥσπερ εἴρηται, καθ’ αὑτό, τῶν δὲ στερήσεων οὐ καθ’ αὑτό. καὶ γὰρ ὁ λόγος τοῦ μὲν
25καθ’ αὑτὸ τοῦ δὲ κατὰ συμβεβηκός· ἀποφάσει γὰρ καὶ ἀπο‐ φορᾷ τουτέστι στερήσει (τὸ γὰρ ἀποφορᾷ τοῦ στερήσει ἐστὶ δηλωτικόν) οἶδε τὸ ἐναντίον. εἰδὼς γὰρ καθ’ αὑτὸ ὅτι ὑγίειά ἐστι συμμετρία τῶν ἐν τῷ ζῴῳ θερμῶν καὶ ὑγρῶν, τῷ ταύτης στερήσει, λέγω δὴ τῇ ἀσυμ‐ μετρίᾳ, οἶδε τὴν νόσον. εἰ γὰρ ἡ κατάφασις ἢ ἡ ἕξις τὴν ὑγίειαν ἀπερ‐
30γάζεται, δῆλον ὡς ἡ ἀπόφασις ἢ ἡ στέρησις (οὐθὲν γὰρ διαφέρει ὡς ἂν λέγηται) τὴν νόσον. ἡ γὰρ στέρησίς ἐστιν ἡ πρώτη τὸ ἐναντίον. λέγει δὲ ἐνεργείας στέρησιν πρώτην εἰ ὅτε πέφυκεν ἔχειν καὶ ὡς πέφυκεν ἔχειν καὶ ὃ πέφυκεν ἔχειν μὴ ἔχει, δευτέραν δὲ στέρησιν τὸ ὅλως μὴ ἔχειν· τὸ γὰρ λέγειν τὸν λίθον ἐστερῆσθαι ὄψεως δευτέρα στέρησίς ἐστιν.
35ἡ στέρησις οὖν, φησίν, ἡ πρώτη ἐστὶ τὸ ἐναντίον τῇ ἕξει, αὕτη δ’ ἐστὶν ἀποφορὰ τῆς ἕξεως· ταύτην γὰρ εἶπε θάτερον. ταῦτα εἰπὼν πάλιν ἐπανα‐ λαμβάνει τὸν λόγον καί φησιν ἐπεὶ δὲ τἀναντία οὐκ ἐγγίνεται τῷ αὐτῷ (οὐδὲν γὰρ ἅμα λευκόν ἐστι καὶ μέλαν), ἡ δὲ ἐπιστήμη ἐστὶ δύναμις τῷ λόγον ἔχειν, τουτέστιν ἐν τῷ λόγον ἔχοντι (ἢ ἡ ἐπιστήμη
40ἐστὶ δύναμις τῷ λόγον ἔχειν ἀντὶ τοῦ ἡ ἐπιστήμη δύναμίς ἐστιν ἐν569
in Metaph
.

570

τῷ ἔχειν λόγον καὶ αἰτίαν τοῦ ἐπιστητοῦ ὅπερ ἔχει), καὶ ἔχει ἡ ψυχὴ ἀρχὴν κινήσεως τὴν ἐπιστήμην (κινεῖ γὰρ αὐτήν, ὡς ἔφαμεν, εἰς θεω‐ ρήματά τινα καὶ εὑρέσεις), τὸ μὲν ὑγιεινὸν ὑγίειαν μόνον ποιεῖ καὶ τὸ θερμὸν θερμαίνει, δ’ ἐπιστήμων ἄμφω, διὰ τὸ τὸν λόγον τὸν ἐν
5τῷ ἐπιστήμονι ἀμφότερα γινώσκειν, εἰ καὶ μὴ ὁμοίως. ἔστι δ’ ὁ τοιοῦτος λόγος ἤτοι ἡ ἐπιστήμη ἐν ψυχῇ, ἥτις ψυχὴ ἔχει τὸν λόγον ἢ τὴν ἐπι‐ στήμην ἀρχὴν κινήσεως. ὥστε ἡ ψυχὴ ἄμφω τήν τε ἕξιν καὶ τὴν στέ‐ ρησιν ἀπὸ τῆς αὐτῆς ἀρχῆς κινήσει καὶ ποιήσει πρὸς τὸ αὐτὸ συνάψασα, τὸ αὐτὸ λέγων τὸ λογιστικόν. συνάψασα οὖν ἄμφω, φησί,
10τὴν ἕξιν δηλονότι καὶ τὴν στέρησιν, ἡ ψυχὴ πρὸς τὸ αὐτό, τουτέστι τὸ λογιστικόν, ἀπὸ τῆς αὐτῆς ἀρχῆς, ἤτοι τοῦ λογιστικοῦ, ποιήσει καὶ ὑγίειαν καὶ νόσον, καὶ γράψει ὀρθῶς καὶ μὴ ὀρθῶς. καὶ ἐπὶ τούτῳ αἱ κατὰ λό‐ γον δυνάμεις τἀναντία ποιοῦσι ταῖς ἄνευ λόγου. εἰ γὰρ αἱ μετὰ λόγου δυνάμεις ἀμφότερα ποιεῖν δύνανται, αἱ δ’ ἄνευ λόγου οὐκ ἀμφότερα ἀλλὰ
15τὸ ἕν, φανερὸν ὡς τἀναντία ποιοῦσι· τὸ γὰρ τὰ δύο δυνάμενον ποιεῖν ἐν‐ αντιοῦταί πως τῷ μὴ δυναμένῳ τὰ δύο ἀλλὰ τὸ ἓν ποιεῖν. ὥστε ἐπεὶ καὶ ἡ στέρησις καὶ ἡ ἕξις ἐν μιᾷ εἰσιν ἀρχῇ, τῷ λόγῳ, ἤτοι τῷ λογι‐ στικῷ, ἀμφότερα ποιήσει ἡ ψυχή. φανερὸν δ, φησί, καὶ ὅτι τῇ μὲν τοῦ εὖ δυνάμει ἀκολουθεῖ ἡ τοῦ μόνον ποιῆσαι δύναμις· τῷ γὰρ
20εὖ γράφοντι ἀκολουθεῖ καὶ τὸ μόνον γράφειν, τῷ δὲ μόνον γράφοντι οὐκ ἀκολουθεῖ τὸ εὖ γράφειν· διότι ἐκείνῳ μὲν πάρεστιν ἀμφοῖν δύναμις, τῷ δὲ μόνον γράφοντι οὐδαμῶς. p. 1046b29 Εἰσὶ δέ τινες οἵ φασιν, οἷον οἱ Μεγαρικο, ὅταν ἐνερ‐ γῇ μόνον δύνασθαι.
25 Μεγαρικοὺς λέγοι ἂν τοὺς περὶ Εὐκλείδην· οὗτος γὰρ εἰς τὰ Μέγαρα τὸ διδασκαλεῖον εἶχε. λέγει δὴ ὅτι οἱ Μεγαρικοὶ δύναμιν καὶ ἐνέργειαν ταὐτὸν ποιοῦσιν. ἔλεγον γὰρ ὅτι ὁ οἰκοδόμος ὅταν οἰκοδομῇ τότε καὶ τὴν τοῦ οἰκοδομεῖν ἔχει δύναμιν καὶ δύναται οἰκοδομεῖν, ὅταν δὲ μὴ οἰκοδομῇ οὐ δύναται οὔτε μὴν ἔχει τὴν τοιαύτην δύναμιν, διὰ τὸ ταὐτὸν
30εἶναι τὴν δύναμιν τῇ ἐνεργείᾳ· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. τοῦτο θεὶς λέγει ὅτι τὰ συμβαίνοντα ἄτοπα τοῖς ταῦτα λέγουσιν οὐ χαλεπόν ἐστιν ἰδεῖν. πρῶτον μὲν γὰρ ἀναιροῦσι τὴν κοινὴν πάντων ὑπόληψιν. πάντες γὰρ τῷ οἰκοδόμῳ τὸ εἶναι οἰκοδόμῳ διδόασιν ἐν τῷ δύνασθαι οἰκοδομεῖν· ἐξ ὧν δ’ οὗτοι λέγουσι δῆλόν ἐστιν ὅτι ὅταν μὴ οἰκοδομῇ ὁ οἰκοδόμος οὐκ ἔσται
35οἰκοδόμος. τοῦτο δὲ ἄλογον τὸ μὴ εἶναι τὸν οἰκοδόμον ὅταν μὴ οἰκοδομῇ οἰκοδόμον μηδὲ ἔχειν τὴν τοιαύτην δύναμιν. ταῦτα εἰπὼν καὶ μέλλων εὐ‐ θύνειν τὴν τοιαύτην ἀπόφασιν πρὸς τὴν ταύτης εὐθύνην προλαμβάνει τινὰ
ἐναργῆ ἀξιώματα, ἓν μὲν ὅτι ἀδύνατόν ἐστιν ἔχειν τινὰ τῶν ἀνθρώπων570
in Metaph
.

571

οἰκοδομικὴν ἢ ἄλλην τινὰ τέχνην μὴ μαθόντα ποτὲ μηδὲ λαβόντα αὐτὴν διὰ μαθήσεως· οὐθεὶς γὰρ ὅλως μὴ μαθών ποτε οἰκοδομεῖν ἔσχε τὴν οἰ‐ κοδομικὴν τέχνην. ἄλλο δὲ ἀξίωμα λαμβάνει τοιοῦτον· ἀδύνατόν ἐστι τὸν μὴ ἀποβαλόντα ἢ χρόνῳ ἢ λήθῃ ἢ νόσῳ τινὶ μεγάλῃ ἣν ἔχει τέχνην μὴ
5ἔχειν αὐτήν· καὶ τοῦτο γὰρ λίαν ἐστὶ προφανές. ὃ γὰρ ἔχει τις καὶ μὴ ἀποβέβληκε δῆλον ὡς ἔχει τοῦτο. τὸ δὲ οὐ γὰρ δὴ τοῦ γε πράγματος φθαρέντος τοιοῦτον ἂν εἴη ὅτι τὴν τέχνην μὴ ἔχειν τότε συμβαίνει, ὅταν λήθῃ ἢ χρόνῳ ἢ πάθει ὁ ἔχων αὐτὴν ἀποβάλλῃ, οὐ μὴν τοῦ γε πράγματος καὶ τῆς ὕλης φθαρείσης· εἰ γὰρ ὑποθώμεθα ὅτι ἀνῄρηται πᾶς λίθος, οὐ
10συμβήσεται τῇ τούτων ἀναιρέσει ἀποβαλεῖν τὴν οἰκοδομικὴν τέχνην τὸν οἰκοδόμον, ἀλλ’ ἕξει ταύτην καὶ λίθων μὴ ὄντων. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. τὸ δὲ εἰ γάρ ἐστιν ἴσον ἐστὶ τῷ εἰ ἀληθῆ ἐστιν ἅπερ εἴπομεν, καὶ ἀδύνατόν ἐστι τὸν μὴ μαθόντα ἔχειν, καὶ ἔμπαλιν ἀδύνατόν ἐστι μὴ ἔχειν τὸν μὴ ἀποβαλόντα, καὶ ὅτι οὐκ ἀνάγκη τῆς ὑποκειμένης ἑκάστῃ
15τέχνῃ ὕλης φθαρείσης εὐθὺς τὴν τέχνην ἀποβάλλειν, ἀλλὰ καὶ ταύτης μὴ οὔσης οὐδὲν ἧττον πάλιν τὴν τέχνην ἔχει, ὅταν παύσηται ὁ οἰκοδόμος τοῦ οἰκοδομεῖν, κατὰ τὴν τῶν Μεγαρικῶν δόξαν τε καὶ ἀπόφασιν οὐχ ἕξει τὴν οἰκοδομικήν· εἰ δὲ τοῦτο, πῶς λαβὼν πάλιν εὐθὺς οἰκοδομήσει; κεῖται γὰρ ὅτι ἀδύνατόν ἐστι τὴν τοιαύτην ἔχειν τέχνην μὴ μαθόντα, αὐτὸς δὲ
20ἅμα τῷ παυθῆναι τοῦ οἰκοδομεῖν μὴ μαθὼν πάλιν εὐθὺς οἰκοδομήσει. εἰ δὲ ἅμα τῷ παύσασθαι τοῦ οἰκοδομεῖν εὐθὺς πάλιν οἰκοδομεῖ, δῆλον ὅτι εἶχε καὶ μὴ οἰκοδομῶν τὴν οἰκοδομικὴν καὶ ἠδύνατο οἰκοδομῆσαι. εἰ γάρ, ὡς αὐτοί φασιν, ἅμα τῷ παυθῆναι τοῦ οἰκοδομεῖν ἀπέβαλε τὴν τοῦ οἰκο‐ δομεῖν δύναμιν, πῶς πάλιν μὴ μαθὼν μήτε διὰ μαθήσεως λαβὼν αὐτήν
25(τοῦτο γὰρ εἴληπται) οἰκοδομεῖ; ἄλλως τε ἐπεὶ ὑπόκειται τότε μὴ ἔχειν τὴν τέχνην, ὅταν ἢ χρόνῳ ἢ λήθῃ ἢ πάθει τινὶ ταύτην ἀποβάλλῃ, οὐδὲν δὲ γέγονε τοιοῦτον περὶ τὸν οἰκοδόμον, πῶς οἷόντε λέγειν, ὅταν μὴ οἰκοδομῇ, τὴν τοιαύτην οὐκ ἔχειν δύναμιν; τοῦτο δὴ συμβαίνει καὶ ἐπὶ τοῖς ἀψύχοις. ὅταν γὰρ μὴ ἐνεργῇ τὸ μέλι ἢ τὸ ψυχρὸν ἢ τὸ θερμὸν περὶ τὰς αἰσθήσεις
30ἡμῶν, οὐκ ἔσται κατ’ αὐτοὺς οὔτε τὸ μέλι γλυκὺ οὔτε τὸ ψυχρὸν ψυχρόν. ὥστε συμβαίνει λέγειν τὸν τοῦ Πρωταγόρου λόγον. ἐκεῖνος γὰρ ἔφασκε μὴ εἶναι μήτε γλυκὺ μήτε ἄλλο μηδέν, ἀλλ’ οἷα ἂν αὐτὰ κρίνῃ ἡ αἴσθησις, τοιαῦτα καὶ ἔστιν. εἰ δὲ ἐκεῖνος ἐλήλεγκται πρότερον ἐν ταύτῃ τῇ πραγ‐ ματείᾳ καὶ δέδεικται ψευδόμενος, δῆλον ὅτι καὶ οὗτοι ψεύδονται, λέγοντες
35ὡς ὅταν μὴ ἐνεργῇ τι οὐκ ἔχει τὴν τοιαύτην δύναμιν, ἐξ οὗ συμβαίνει τὸ τοῦ Πρωταγόρου· ὥστε κατ’ αὐτοὺς ὅταν τὰ ζῷα ὑπνώττῃ καὶ οὐκ αἰ‐
σθάνηται οὐδὲ ἐνεργῇ περὶ τὰς αἰσθήσεις, οὐχ ἕξει αἴσθησιν. εἰ γὰρ τότε571
in Metaph
.

572

τὰς δυνάμεις ἔχομεν ὅταν ἐνεργῶμεν, δῆλον ὡς, ὅταν ὑπνώττωμεν καὶ οὐκ ἐνεργῶμεν περὶ τὴν ὄψιν, οὐκ ἔχομεν δύναμιν τοῦ πάλιν βλέψαι· ὥστε εἰ τυφλόν ἐστι τὸ πεφυκὸς ἔχειν ὄψιν καὶ μὴ ἔχον ὅτε πέφυκε καὶ ἔτι ὂν καὶ μὴ φθαρέν, οἱ αὐτοὶ τυφλοὶ ἔσονται πολλάκις τῆς ἡμέρας. ἐπειδὴ
5γὰρ ἐγὼ πέφυκα ἔχειν ὄψιν ἐν ταύτῃ τῇ ἡλικίᾳ ἐν ᾗ τυγχάνω ὢν καὶ ἔτι ὑπάρχω καὶ οὐ τέθνηκα, ὅταν μύσω καὶ οὐχ ὁρῶ οὐδὲ ἐνεργῶ περὶ τοῦτο ἔσομαι τυφλός. τοῦτο δὲ ἄλογον. ἔτι εἰ τὸ ἐστερημένον δυνάμεως, οἷον τοῦ ὁρᾶν, ἀδύνατόν ἐστι βλέψαι, καὶ τὸ μὴ γινόμενον κατ’ αὐτοὺς ἀδύνατόν ἐστι γενέσθαι. ἐπειδὴ γὰρ ὅταν μὴ ἐνεργῇ τι οὐκ ἔχει δύναμιν,
10τὸ δὲ μὴ ἔχον δύναμιν οὐ δύναται τοῦτο ποιῆσαι οὗ τὴν δύναμιν οὐκ ἔχει, τὸ δὲ μὴ δυνάμενον ἀδύνατόν ἐστιν, ὃ δὲ ἀδύνατον γενέσθαι οὐ γενήσεταί ποτε, εἰ οὖν τοῦτο, εἴπερ τις ἵσταται καὶ μὴ ἐνεργεῖ περὶ τὸ καθῆσθαι, οὐκ ἔχει τὴν δύναμιν τοῦ καθίσαι, εἰ δὲ μὴ δύναται, ἀδύνατόν ἐστι κα‐ θίσαι. εἰ δ’ ἀδύνατόν ἐστι τοῦτο γενέσθαι, ὁ λέγων ἢ εἶναι ἢ ἔσεσθαι,
15τουτέστιν ἢ κάθηται ἢ καθεδεῖται, ψεύσεται· τὸ γὰρ ἀδύνατον τοῦτο ση‐ μαίνει τὸ μὴ δυνατὸν γενέσθαι· ὥστε ἀεὶ τὸ ἑστηκὸς ἑστήξεται (οὐκ ἔχει γὰρ τὴν τοῦ καθίσαι δύναμιν), καὶ τὸ καθήμενον ἀεὶ καθεδεῖται· ἀνα‐ στῆναι γὰρ οὐ δύναται, ὃ δὲ μὴ δύναται ἀναστῆναι, οὐκ ἀναστήσεται· ἀεὶ δὲ ἄρα καθεδεῖται. οὐ μόνον δὲ ταῦτα συμβαίνει λέγειν αὐτοὺς τὰ ἄτοπα
20(ὁρῶμεν γὰρ ὅτι καὶ ὁ καθήμενος ἀνίσταται καὶ ὁ ἀνιστάμενος πάλιν κά‐ θηται), ἀλλ’ ἐξαιροῦσι καὶ κίνησιν καὶ γένεσιν· οὕτω γὰρ δεῖ τὸ ῥη‐ τὸν ὑπερβατῶς ἀναγινώσκειν. ὅτι δὲ γένεσιν ἀναιροῦσι δῆλον· πᾶσα γὰρ γένεσις ἐκ τοῦ δυνάμει πρόεισι· δύναμιν γὰρ ἔχον τόδε τι γενέσθαι τὸ καταμήνιον γίνεται· οὗτοι δὲ τὴν δύναμιν ἀναιροῦντες ἀναιροῦσι γένεσιν.
25εἰ δὲ γένεσιν, δῆλον ἐκ τούτου ὅτι καὶ κίνησιν· τὰ γὰρ κινούμενα δυνά‐ μενα πρὸ τοῦ ἄρξασθαι κινεῖσθαι κινηθῆναι κινοῦνται. εἰ δὴ ταῦτα ἀδύ‐ νατα, φανερὸν ὅτι ἡ δύναμις ἑτέρα ἐστὶ τῆς ἐνεργείας· ἐκεῖνοι δὲ οἱ λόγοι δύναμιν καὶ ἐνέργειαν ταὐτὸν ποιοῦσι. τὸ γὰρ λέγειν ὅτι ὅτε ἐνεργεῖ τὸ ἐνεργοῦν περί τι τότε καὶ δύναται, τὸ τοῦτο δὴ λέγειν τὸ ποιεῖν ἐστιν ἐνέρ‐
30γειαν καὶ δύναμιν ταὐτόν. διὸ τοῦτο λέγοντες οὐ μικρόν τι ἀναιρεῖν ζη‐ τοῦσιν, ἀλλὰ τὰ μέγιστα, γένεσιν καὶ κίνησιν. ὥστε δῆλόν ἐστιν ἐκ τού‐ των ὅτι ἐνδέχεται δυνατὸν μέν τι εἶναι μὴ εἶναι δ, οἷον δυνατὸν μέν ἐστιν ἐμὲ βαδίσαι, οὐ βαδίζω δέ, ἀλλ’ οὖν βαδίσω διὰ τὸ ἐμὲ δύναμιν ἔχειν τούτου· δύναται γὰρ τὸ μὴ βαδίζον βαδίσαι καὶ τὸ βαδίζον μὴ βα‐
35δίσαι. ταῦτα εἰπὼν ὁρίζεται τί τὸ δυνατόν ἐστιν, λέγων δυνατόν ἐστιν ᾧ ἐὰν ὑπάρξῃ ἡ ἐνέργεια ἧς λέγεται δύναμιν ἔχειν, οὐδὲν ἔσται ἀδύνατον. εἰ γάρ τι δύναται καθίσαι καὶ ἐνδέχεται καθίσαι, τούτῳ εἰ ὑπάρξει τὸ καθῆσθαι, οὐδὲν ἀδύνατον συμβαίνει. ὁμοίως καὶ ἐπὶ τοῦ κι‐
νεῖσθαι καὶ ἵστασθαι.572
in Metaph
.

573

p. 1047a30 Ἐλήλυθε δ’ ἡ ἐνέργεια τοὔνομα ἡ πρὸς τὴν ἐντελέ‐ χειαν συντεθειμένη καὶ ἐπὶ τὰ ἄλλα ἐκ τῶν κινήσεων μάλιστα. Ἐπειδὴ ἡ ἐνέργεια διχῶς λέγεται, ἕνα μὲν τρόπον αὐτὰ τὰ τέλη (τὸ γὰρ τῆς λευκάνσεως τέλος, τοῦτο δ’ ἐστὶ τὸ λευκόν, ἐν ᾧ πέπαυται καὶ
5ἔστη ἡ λεύκανσις, ἐνέργεια λέγεται· ὡσαύτως δὲ καὶ τὰ τῶν ἄλλων κινή‐ σεων τέλη ἐνέργειαι λέγονται, ἃ δὴ καὶ κυρίως αὐτὸς ἐντελεχείας καλεῖ), ἕνα μὲν οὖν δὴ τρόπον ἡ ἐνέργεια οὕτω λέγεται, ἄλλον δὲ πάλιν ἐνέργεια λέγεται αὐτὴ ἡ κίνησις. ἔστω δὲ πάλιν ὑποδείγματος χάριν αὐτὴ ἡ λεύ‐ κανσις, ἥτις καὶ δυνάμει ἔστι καὶ ἐντελεχείᾳ, δυνάμει μὲν ὅτι οὔπω εἰς
10ἐντελέχειαν καὶ τὸ τέλος ἀφῖκται, ἐντελεχείᾳ δὲ ὅτι ἔχει τι τῆς ἐντελεχείας καὶ τοῦ τέλους· ἐν γὰρ τῇ λευκάνσει καὶ ὅλως τῷ λευκαινομένῳ ἔνεστί τι τοῦ λευκοῦ καὶ τῆς ἐντελεχείας. διχῶς οὖν τῆς ἐνεργείας λεγομένης λέγει ὅτι ἡ ἐνέργεια ἡ πρὸς τὴν ἐντελέχειαν καὶ τὸ τέλος συντεθειμένη, τουτέστι τὸ τὴν ἐντελέχειαν ἐνέργειαν λέγεσθαι, ἐκ τῶν κινήσεων ἐλήλυθεν.
15ἐπειδὴ γὰρ κυρίως ἐνέργεια ἡ κίνησις λέγεται (ἡ γὰρ ἐνέργεια ἐν κινήσει θεωρεῖται), ἡ δὲ κίνησις τέλους τινός ἐστι κίνησις, λέγεται καὶ τὸ τέλος ἐνέργεια διὰ τὸ ὡς εἴρηται τὴν ἐνέργειαν τὴν ἐν τῇ κινήσει θεωρουμένην διὰ τὸ τέλος γίνεσθαι. τὸ δὲ καὶ ἐπὶ τὰ ἄλλα οἶμαι διὰ τὰ τεχνητὰ πρόσκειται, ὡς εἰ ἔλεγεν ‘οὐ μόνον τὰ ἐν αὑτοῖς ἔχοντα τὴν κίνησιν καὶ
20τὸ κινοῦν αἴτιον ἐνέργειαι λέγονται, ἀλλὰ καὶ τὰ ἄλλα, ὧν ἐκτός ἐστι τὸ κινοῦν.‘ καὶ τὸ πῶς ἐκ τῶν κινήσεων καὶ ἐπὶ τὰ ἄλλα ἷκται τὸ τῆς ἐνερ‐ γείας ὄνομα, ἐδήλωσεν εἰπὼν δοκεῖ δὲ ἡ ἐνέργεια μάλιστα ἡ κίνησις εἶναι. καὶ τοῦτο εἰκότως· ἐν γὰρ τῷ τέλει μάλιστα ἠρεμία ἀλλ’ οὐ κί‐ νησίς ἐστι καὶ ἐνέργεια. ἐπειδὴ δὲ πᾶν τὸ κινούμενον ἢ ἐνεργοῦν ὄν τί
25ἐστιν, οὔ φαμεν τὴν μὴ οὖσαν οἰκίαν ἢ τὸ μὴ ὂν ζῷον κινεῖσθαι ἢ ἐνερ‐ γεῖν. εἰ γὰρ τὸ κινούμενον ἢ ἐνεργοῦν ὄν ἐστι, τὸ μὴ ὂν οὔτε κινεῖται οὔτε ἐνεργεῖ. δι’ αὐτὸ δὴ τοῦτο οὐδ’ ἡ γένεσις κίνησίς ἐστιν, ὡς ἐν τῇ Φυσικῇ δέδεικται· τὸ γὰρ γινόμενον οὐκ ἔστι. τὰ οὖν μὴ ὄντα, ὥσπερ εἴρηται, οὔ φαμεν κινεῖσθαι, ἄλλας δέ τινας κατηγορίας προσάπτομεν αὐ‐
30τοῖς, οἷον διανοητὰ καὶ ἐπιθυμητά. ἔχομεν γὰρ διάνοιαν τῆς μὴ οὔσης οἰκίας καὶ ἐπιθυμίαν ἴσως χρῄζοντες αὐτῆς μὴ οὔσης, κινεῖσθαι δ’ αὐτὰ οὔ φαμεν, ὅτι οὔκ εἰσιν ἐνέργειαι, ὅμως δυνάμενά γε ἔσεσθαι ἐνεργείᾳ. διὰ τί δέ; ὅτι τῶν μὴ ὄντων ἔνια δυνάμει εἰσίν· οὐ γὰρ πάντα· ὁ γὰρ τρα‐ γέλαφος οὐκ ἔστι δυνάμει ὡς δύνασθαι καὶ ἐνεργείᾳ ὑπάρξαι. ὅμως δὲ εἰ
35καὶ δυνάμει ἐστὶν ἔνια τῶν μὴ ὄντων, τὸ ἔστιν αὐτῶν κατηγορεῖται οὐχ
ὅτι ἔστιν (οὐκ ἔστι γὰρ ὅτι οὐκ ἐντελεχείᾳ ἐστίν· ἐκεῖνα γάρ φαμεν εἶναι573
in Metaph
.

574

τὰ ἐντελεχείᾳ ὄντα), ἀλλὰ κατηγορεῖται αὐτῶν τὸ ἔστιν, ὅτι δύναται γενέ‐ σθαι καὶ ἔσεσθαι. p. 1047b3 Εἰ δέ ἐστι τὸ εἰρημένον δυνατὸν ᾗ ἀκολουθε, φανε‐ ρὸν ὅτι οὐκ ἐνδέχεται ἀληθὲς εἶναι τὸ εἰπεῖν ὅτι δυνατὸν μὲν
5τοδ. Εἰπὼν ὅτι δυνατὰ μὲν λέγεται τὰ μὴ ὄντα μὲν δυνάμενα δὲ γενέσθαι, λέγει ὅτι εἰ ἔστι τὸ εἰρημένον δυνατὸν ᾗ ἀκολουθε, τουτέστιν εἰ δυνατὸν λέγεταί τι, καθὸ δύναται γενέσθαι καὶ ἀκολουθεῖ αὐτῷ τὸ ἐνερ‐ γῆσαι, οὐκ ἔστιν ἀληθὲς τὸ λέγειν ὅτι ἔστι μέν τι δυνατόν, οὐκ ἔσται δὲ
10οὐδὲ δυνήσεται εἰς ἐνέργειαν ἐλθεῖν. ἐκεῖνα γὰρ δυνατὰ λέγεται τὰ δυνά‐ μενα εἰς ἐνέργειαν ἐλθεῖν τοῦ ὃ δύνανται. εἰ δέ τις φαίη ὅτι ἔστι μέν τι δυνατόν, οὐ μέντοι δύναται γενέσθαι καὶ εἰς ἐνέργειαν ἐκβῆναι, δια‐ φεύγει ἡμᾶς καὶ ἄδηλόν ἐστι τί ποτέ ἐστι τὸ ἀδύνατον. εἰ γὰρ δυνατόν φαμεν ὅπερ μὴ ὂν μὲν τεθὲν δὲ ὑπάρχειν οὐδὲν ἀδύνατον συμβαίνει, ἀδύ‐
15νατον δὲ οὗ μὴ ὄντος τεθέντος δὲ ὑπάρχειν ἕπεταί τι ἀδύνατον, λέγει δέ τις ὡς ἔστι μέν τι δυνατόν, οὐ μὴν ἔσται οὐδ’ ἂν εἰς ἐνέργειαν ἐκβαίη, πῶς γνῶμεν τὴν τοῦ δυνατοῦ καὶ ἀδυνάτου διαφοράν; οἷον ἐπειδὴ δυνα‐ τὸν λέγεται τὸ ξύλον καίεσθαι, εἰ λέγοι τις ὅτι δυνατὸν μέν ἐστι καίεσθαι, οὐ μὴν καυθήσεται, λέγει δὲ ὁ αὐτὸς ὅτι καὶ ἡ διάμετρος δυνατὴ μὲν με‐
20τρηθῆναι, οὐ μὴν μετρηθήσεται, τί διοίσει τοῦτο ἐκείνου, ἐπειδὴ ἀμφότερα δυνατὰ λέγεται, οὐ μέντοι ἐσόμενα, ὥστε ἐπίσης καὶ τὸ ξύλον ἐστὶ καυ‐ στὸν καὶ ἡ διάμετρος μετρητή· εἰ δὲ τοῦτο, διαφεύγει ἡμᾶς ποῖόν ἐστι τὸ ἀδύνατον, πότερον τὸ τὴν διάμετρον μετρηθῆναι ἢ τὸ τὸ ξύλον καυθῆναι. ὁ μὴ λογιζόμενος οὖν, φησί, μηδὲ νοῶν τὸ ἀδύνατον τί ποτέ ἐστι, καὶ τὴν
25διαφορὰν ἣν ἔχει πρὸς τὸ δυνατόν, ἐκεῖνος ἂν εἴποι ὡς οὐδὲν κωλύει τι ὂν δυνατὸν εἶναι ἢ γενέσθαι μὴ εἶναι μηδ’ ἔσεσθαι. εἰ δ’ ἐγίνω‐ σκε τὴν τοῦ ἀδυνάτου φύσιν, οὐκ ἂν οὕτως ἀπερισκέπτως καὶ ἑτοίμως ἔλεγε τὴν διάμετρον καὶ τὸ ξύλον, ὅτι ἡ μὲν δυνατή ἐστι μετρηθῆναι καὶ οὐ μετρηθήσεται, τὸ δὲ καυθῆναι καὶ οὐ καυθήσεται, ἀλλ’ ἐκείνην μὲν
30ἀνεκήρυττεν ἂν ὡς ἀδύνατός ἐστι μετρηθῆναι καὶ οὐ μετρηθήσεται, τοῦτο δὲ διισχυρίζετο ὅτι δυνατόν ἐστι καυθῆναι καὶ καυθήσεται. ἀλλὰ ταῦτα μὲν εἴποι ἂν ὁ ἀγνοῶν τὸ ἀδύνατον, ἐκεῖνο δέ ἐστι φανερὸν ἐκ τῶν κει‐ μένων (κεῖται δὲ ὅτι τὸ δυνάμενον γενέσθαι καὶ γενήσεται), ὅτι εἰ ὑποθώ‐ μεθα τὸ μὴ ὂν μὲν δυνάμενον δὲ γενέσθαι ὅτι ἔστιν, οὐδὲν ἀδύνατον συμ‐
35βήσεται. εἰ γάρ σου καθημένου καὶ δυναμένου περιπατῆσαι ὅτε κάθησαι
ὑποθοίμεθά σε περιπατεῖν, οὐδὲν ἀδύνατον συμβήσεται ἐκ τῆς ὑποθέσεως.574
in Metaph
.

575

εἰ δὴ τοῦτο ἀληθές, λέγει δέ τις ὡς δύναται μὲν οὗτος ὁ καθήμενος περι‐ πατῆσαι, οὐ μὴν περιπατήσει, ὁμοίως καὶ ἡ διάμετρος δύναται μετρηθῆναι, οὐ μέντοι μετρηθήσεται, εἰ οὖν οὐδὲν τοῦτο ἐκείνου διαφέρει, ὥσπερ ἐπ’ ἐκείνου οὐδὲν συνέπιπτεν ἀδύνατον, οὕτως οὐδὲ ἐπὶ ταύτης. ἀλλὰ μὴν δο‐
5θέντος τοῦ τὴν διάμετρον μετρηθῆναι, συμβαίνει τὸ τὰ περιττὰ ἴσα εἶναι τοῖς ἀρτίοις, ὅπερ ἐστὶν ἀδυνατώτατον. τοῦτο δὲ συμβαίνει ἐκ τοῦ μὴ συνορᾶν τήν τε φύσιν καὶ τὴν διαφορὰν τοῦ ἀδυνάτου πρὸς τὸ δυνατόν, καὶ ἐπὶ τούτῳ λέγειν τὸ ἀδύνατον ὡς δυνατὸν μέν ἐστιν, οὐ μέντοι ἔσται. ὥστε δῆλον ἐκ τούτου ὅτι εἴ τι δυνατόν ἐστι, καὶ ἔσται. συμβαίνει δὲ τὸ
10ἀδύνατον τοῦτο, λέγω δὴ τὸ τὰ ἄρτια ἴσα εἶναι τοῖς περιττοῖς, οὐ παρὰ τὴν ὑπόθεσιν τὴν λέγουσαν ὅτι δεδόσθω ὅτι μετρεῖται ἡ διάμετρος· εἰ γὰρ παρὰ τὴν ὑπόθεσιν ἦν, συνέβαινεν ἂν ἀδύνατόν τι καὶ ἐπὶ τοῦ καθημένου λεγομένου δὲ περιπατεῖν· ἐκεῖ μὲν γὰρ τὸ συναγόμενον ψεῦδος, ἀλλ’ οὐκ ἀδύνατον, τὸ δὲ ἐνταῦθα καὶ ψεῦδος καὶ ἀδύνατον. ὥστε εἰ ταὐτὸν ἦν τὸ
15ψεῦδος καὶ τὸ ἀδύνατον, οὐδὲν ἂν διέφερον αἱ ὑποθέσεις ἥ τε τὸν καθή‐ μενον περιπατεῖν ὑποτιθεμένη καὶ ἡ τὴν διάμετρον μετρεῖσθαι λέγουσα· ἐπεὶ δὲ ἕτερα ταῦτα, ἕτεραι καὶ αἱ ὑποθέσεις. p. 1047b14 Ἅμα δὲ δῆλον καὶ ὅτι εἰ τοῦ α ὄντος ἀνάγκη καὶ τὸ β εἶναι.
20 Δείξας ὅτι ὃ δύναται γενέσθαι τι, καὶ γενήσεται τοῦτο οὗ τὴν δύνα‐ μιν ἔχει, διὰ τοῦ δεῖξαι ὡς, εἴ τις τὸ δυνάμενόν τι γενέσθαι λέγει ὅτι οὐ γενήσεται, οὗτος τὸ ἀδύνατον καὶ τὸ δυνατὸν ταὐτὸν ποιεῖ, καὶ διαφεύγει καὶ ἄγνωστον ἡμῖν γίνεται ποῖόν ἐστι τὸ ἀδύνατον, τοῦτο δεῖξας λέγει ὅτι ἐκ τούτου δῆλόν ἐστιν ὡς εἰ τοῦ α ὄντος ἕπεται αὐτῷ ἐξ ἀνάγκης τὸ β,
25καὶ τοῦ α δυνατοῦ ὄντος καὶ τὸ β δυνατόν ἐστι, καὶ ἀναγκαίου ἀναγκαῖον, καὶ ὑπάρχοντος τοῦ α ὑπάρξει καὶ τὸ β. εἰ δέ τις ἐνίσταται λέγων ὅτι τοῦ α ὄντος ἕπεται αὐτῷ ἐξ ἀνάγκης τὸ β, οὐ μὴν δυνατοῦ ὄντος τοῦ α ἔσται καὶ τὸ β δυνατόν, οὐδὲν κωλύει, φησίν, εἶναι τὸ β μὴ δυνατόν, δυνάμει λέγων ὡς εἰ τοῦ α δυνατοῦ ὄντος τὸ β οὐκ ἔστι δυνατόν, ἔσται
30ἀδύνατον· τοῦτο γὰρ ἀντίκειται τῷ δυνατῷ. ἔστω, φησί, τὸ α δυνατόν. οὐκοῦν ἐπειδὴ δυνατόν ἐστιν, εἰ τεθείη ὑπάρχον, ψεῦδος μέν, οὐ μέντοι ἀδύνατος ἡ ὑπόθεσις. ἔστω οὖν ὑπάρχον τὸ α, ὑπόκειται δὲ ὅτι τοῦ α ὄντος ἔστι καὶ τὸ β· ὥστε ἐπειδὴ τὸ α ἔστιν, ἔσται καὶ τὸ β διὰ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν. ἀλλὰ καὶ οὐκ ἔσται· τὸ γὰρ ἀδύνατον οὐκ ἂν γένοιτό
35ποτε. εἰ δὲ τὸ εἶναι τὸ β καὶ μὴ εἶναι ἀδύνατον, ψευδὴς ἡ ὑπόθεσις ἐξ ἧς τοῦτο συνέβη· αὕτη δέ ἐστιν ἡ λέγουσα ὅτι τοῦ α ὄντος δυνατοῦ
οὐκ ἔσται καὶ τὸ β τὸ ἑπόμενον τῷ α δυνατόν. δῆλον ἄρα ὅτι τοῦ α575
in Metaph
.

576

ὄντος δυνατοῦ ἔσται καὶ τὸ β δυνατόν, εἴπερ οὕτως εἶχον τό τε α καὶ τὸ β. πῶς δὲ εἶχον, ἐπάγει, ὥστε τοῦ α ὄντος ἀνάγκη καὶ τὸ β εἶναι. δείξας οὖν ὅτι εἰ τὸ α εἴη δυνατόν, καὶ τὸ τούτῳ ἐξ ἀνάγκης ἑπόμενον β δυνατόν ἐστι, δείκνυσιν ὅτι καὶ ὄντος τοῦ α ἔσται καὶ τὸ β, λέγων ἂν δὴ
5οὕτως ἐχόντων * * * τὸ αβ ἕξει ὡς ἐτέθη, ἤτοι ἂν * * * τὸ αβ ἕξει ὡς ἐτέθη. ταῦτα δὲ εἰπὼν ἐπάγει καὶ εἰ τοῦ α δυνατοῦ ὄντος ἀνάγκη τὸ β 〈δυνατὸν〉 εἶναι, ὃ ἴσον ἂν εἴη τῷ εἰ ὑπόκειται καὶ δέδεικται, ὡς εἰ τὸ α εἴη δυνατόν, καὶ τὸ β ἔσται δυνατόν, εἰ δὴ οὕτως ἔχοι, λέγομεν, φησίν, ὅτι εἰ καὶ εἴη τὸ α, ἀνάγκη εἶναι καὶ τὸ β· τὸ γὰρ λέγειν ὅτι εἰ τὸ α
10δυνατὸν εἴη, ἐξ ἀνάγκης ἕπεται τὸ εἶναι δυνατὸν καὶ τὸ β (τοῦτο γὰρ ἐδή‐ λωσε διὰ τοῦ τὸ γὰρ δυνατὸν εἶναι ἐξ ἀνάγκης τὸ β εἶναι, εἰ τὸ α δυνατόν), τὸ οὖν λέγειν ὅτι εἰ τὸ α δυνατόν, ἐξ ἀνάγκης καὶ τὸ εἶναι τὸ β δυνατὸν συμβαίνει, τοῦτο σημαίνει ὅτι ἐὰν ᾖ τὸ α καὶ ὅτε ᾖ, τότε εἶναι καὶ τὸ β. τὸ δὲ καὶ ὡς ἦν δυνατὸν εἶναι ἴσον ἂν εἴη τῷ καὶ εἰ ἔστιν
15ἀναγκαῖον τὸ α, ἔσται καὶ τὸ β ἀναγκαῖον, καὶ εἰ δυνατόν, δυνατόν. p. 1047b31 Ἁπασῶν δὲ τῶν δυνάμεων οὐσῶν τῶν μὲν συγγενῶν, οἷον τῶν αἰσθήσεων. Βούλεται διὰ τούτων εἰπεῖν τίνες τῶν δυνάμεων ἄνευ τοῦ προενεργῆ‐ σαι οὔκ εἰσιν ἐν οἷς εἰσι καὶ τίνες καὶ χωρὶς ὅλως τοῦ προενεργῆσαί εἰσι.
20καί φησιν ὅτι ἁπασῶν τῶν δυνάμεων τῶν μὲν οὐσῶν συγγενῶν, τουτέστι συγγινομένων καὶ συμπλαττομένων ἡμῖν (αἱ γὰρ αἰσθήσεις συγγίνονται καὶ συμπλάττονται ἡμῖν· οὐ γὰρ ὕστερον ἐπιγίνονται μετὰ τὸ γεννηθῆναι τὸ ζῷον), τῶν δὲ οὐσῶν ἔθει (ἡ γὰρ δύναμις καθ’ ἣν δύναται ὁ αὐλητὴς αὐλεῖν οὐ συγγεννᾶται αὐτῷ ἀλλ’ ἐξ ἔθους αὐτῷ ἐγγίνεται), τῶν δὲ μα‐
25θήσει ὡς ἡ οἰκοδομικὴ καὶ ἁπλῶς αἱ τέχναι, αἱ μὲν ἐξ ἔθους καὶ λόγου δυνάμεις ἄνευ τοῦ προενεργῆσαι οὐκ ἐγγίνονται, τὰς δ’ ἄνευ λόγου δυνά‐ μεις εἴτε τοῦ ἐνεργεῖν εἴτε καὶ τοῦ πάσχειν οὐκ ἀνάγκη ἐστὶ προενεργῆσαι. οὔτε γὰρ τὸ πῦρ προηνέργησε καὶ οὕτως ἐγένετο αὐτῷ ἡ τοῦ καίειν δύνα‐ μις οὔτε τῷ ξύλῳ ἡ τοῦ καίεσθαι, ἀλλ’ ἅμα τῷ εἶναι καίει τὸ πλησιάζον,
30ὁμοίως καὶ τὸ ξύλον καίεται εἰ πλησιάζει. ἐπεὶ δὲ τὸ δυνατὸν τὶ δυνά‐ μενον λέγεται δυνατὸν καὶ ποτέ (οὐ γὰρ κατὰ πάντα τρόπον τὸ πῦρ καίει, ἀλλ’ ὅταν πλησιάζῃ τῷ καυστῷ ἢ ὅταν μὴ ὑπό τινος κωλύηται), ὅσα μὲν κατὰ λόγον δύνανται κινεῖν, καὶ αἱ δυνάμεις αὐτῶν μετὰ λόγου, ὅσα δὲ ἀλόγως ὡς τὸ πῦρ, καὶ αἱ δυνάμεις αὐτῶν ἄλογοι. καὶ τὰς μὲν
35μετὰ λόγου δυνάμεις ἀνάγκη ἐν ἐμψύχῳ εἶναι, τὰς δὲ ἀλόγους ἐν ἀμφοῖν
καὶ ἐν ἐμψύχῳ καὶ ἀψύχῳ. ἄλογοι γὰρ δυνάμεις ἐν ἐμψύχῳ εἰσὶν αἱ ἐν576
in Metaph
.

577

ταῖς ἀλόγοις οὖσαι ψυχαῖς. καὶ τὰς μὲν ἀλόγους δυνάμεις ἀνάγκη, ὅταν πλησιάζῃ τό τε δυνάμενον ποιεῖν καὶ δυνάμενον πάσχειν, τὸ μὲν ποιεῖν ὡς δύναται ποιεῖν, τὸ δὲ πάσχειν ὡς δύναται πάσχειν, τὰς δὲ μετὰ λόγου οὐκ ἀνάγκη· οὐ γάρ ἐστιν ἀνάγκη, ὅταν ὁ διδάσκαλος πλησιάζῃ τῷ μαθητῇ,
5τὸν μὲν διδάσκειν τὸν δὲ μανθάνειν. καὶ αἱ μὲν ἄλογοι δυνάμεις κυρίως ἑνός εἰσι ποιητικαί, οἷον ἡ τοῦ πυρὸς τοῦ θερμαίνειν (τὸ δὲ κυρίως πρόσ‐ κειταί μοι ὅτι ψύχει καὶ τὸ πῦρ κατὰ συμβεβηκὸς στραφέν πως καὶ ἀπελ‐ θόν), αἱ δὲ μετὰ λόγου τῶν ἐναντίων· ἡ γὰρ ἰατρικὴ ὑγιείας καὶ νόσου. εἰ δέ τις λέγοι ὅτι καὶ αἱ μετὰ λόγου δυνάμεις ἅμα τῷ πλησιάσαι ἐξ
10ἀνάγκης τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει ὥσπερ καὶ αἱ ἄλογοι (ἐξ ἀνάγκης γὰρ τὸ πῦρ ἅμα τῷ πλησιάσαι τῷ καυστῷ καίει), εἰ οὖν τοῦτό τις λέγει καὶ δίδωσι τὴν ἀνάγκην ταῖς μετὰ λόγου δυνάμεσιν ὥσπερ καὶ ταῖς ἀλόγοις, οὗτος οὐδὲν ἄλλο ἀξιοῖ ἢ ἅμα τὰ ἐναντία τῷ αὐτῷ παρεῖναι. ὡς γὰρ τὸ πῦρ δυνάμενον θερμαίνειν ἅμα τῷ πλησιάσαι τῷ θερμαντῷ ἐξ ἀνάγκης
15θερμαίνει αὐτό, οὕτω καὶ ὁ ἰατρὸς ἐπεὶ δύναται καὶ ὑγιάζειν καὶ νοσάζειν, εἰ ἐξ ἀνάγκης ἅμα τῷ πλησιάζειν ἐνεργεῖ ἃ δύναται, ἅμα ἂν ὑγιάζοι τὸν αὐτὸν καὶ νοσάζοι. τοῦτο δὲ ἀδύνατον, τὸ τὸν αὐτὸν ἅμα ὑγιαίνειν καὶ νοσεῖν. ὥστε ἔστι τὸ κύριον ἐν ταῖς μετὰ λόγου δυνάμεσι τὸ μὴ ἐῶν τὰ ἐναντία ποιεῖν, ἀλλὰ θάτερον, οὗ ἂν ὀρέγηται· τοῦτο δ’ ἐστὶν ἡ ὄρεξις ἢ
20προαίρεσις. ὁποτέρου γὰρ ἂν κυρίως ὀρέγηται, τοῦτο καὶ ποιήσει, ὅταν ὡς δύναται ὑπάρχῃ καὶ πλησιάζῃ τῷ παθητικ· οἷον εἰ δύναται ὑγιάζειν καὶ νοσάζειν, οὗ ἂν ὀρέγηται, τοῦτο ὡς δύναται ποιήσει ἀλλ’ οὐχ ὡς οὐ δύναται· ὥστε πᾶν τὸ κατὰ λόγον δυνατὸν ἀνάγκη, ὅταν ὀρέγηται, οὗτινος ἔχει τὴν δύναμιν καὶ ὡς ἔχει, τοῦτο ποιεῖν. εἰ γὰρ ἔχει
25δύναμιν τοῦ ὑγιάζειν, τοῦτο καὶ ποιήσει. ἀλλὰ μὴν ἔχει ὁ ἰατρὸς δύναμιν τοῦ ὑγιάζειν· ὥστε παρόντος τοῦ παθητικοῦ, ἤτοι τοῦ ἀνθρώπου, καὶ ὡδὶ ἔχοντος, ἤγουν νοσοῦντος, ὑγιάσοι ἂν αὐτόν. εἰ δὲ μὴ ἔχοι δύναμιν τοῦ ὑγιάζειν, οὐ δύναται ὑγιάσαι. τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ εἰ δὲ μ, ποιεῖν οὐ δυνήσεται. εἰπὼν δὲ ὅτι τὸ δυνατὸν οὗ ἔχει τὴν δύναμιν
30καὶ ὡς ἔχει ποιήσει πρὸς τὸ παθητικόν, ἐπειδὴ ἔδει προσκεῖσθαι ἐν τῷ προσδιορισμῷ τὸ καὶ μηδενὸς τῶν ἔξωθεν κωλύοντος, ἵν’ ᾖ τὸ ὅλον τοι‐ οῦτον, ὅτι τὸ δυνατὸν οὗ ἔχει τὴν δύναμιν καὶ ὡς ἔχει καὶ μηδενὸς τῶν ἔξωθεν κωλύοντος ποιήσει (εἰ γὰρ ἔχει δύναμιν τοῦ ποιῆσαι, κωλύεται δὲ ὑπό τινος, πάντως οὐ ποιήσει), τοῦτο δὴ εἰπὼν καὶ μὴ προσθείς, ὡς εἴρη‐
35ται, τὸ καὶ μηδενὸς τῶν ἔξωθεν κωλύοντος, λέγει ὅτι τὸ γὰρ μηδενὸς τῶν ἔξωθεν κωλύοντος προσδιορίζεσθαι οὐδὲν ἔτι δε· εἰπόντες γὰρ ὅτι ὡς ἔχει συμπεριειλήφαμεν καὶ τὸ μηδενὸς τῶν ἔξωθεν κωλύοντος.
ὡς γάρ ἐστιν ἡ δύναμις τοῦ ποιεῖν, οὕτως ἔχει αὐτήν· ἔχει δ’ οὐχ ὡς577
in Metaph
.

578

ἔτυχε καὶ πάντως, ἀλλ’ ὡδί πως ἔχον, ἐν οἷς, τῷ τε ὡς ἔχει καὶ τῷ ὡδί πως ἔχειν, συμπεριείληπται καὶ τὸ μηδενὸς τῶν ἔξωθεν κωλύοντος. ὁ γὰρ λέγων ὅτι τὸ ποιοῦν ποιεῖ ὡς ἔχει καὶ ὡδί πως ἔχον, λέγει καὶ τὸ μηδὲ κωλυόμενον ὑπό τινος· ἔνια γὰρ τῶν προσόντων τῷ προσδιορισμῷ, οἷον τὸ
5ἔχει ἢ τὸ ὡδί πως ἔχει, συμπεριειλημμένον ἔχει ἐν ἑαυτοῖς τό τε μηδενὸς κωλύοντος μηδὲ ἐμποδίζοντος, καὶ ἀφαιρεῖται ταῦτα, λέγω δὴ τὸ μὴ κω‐ λύειν μηδὲ ἐμποδίζειν, καὶ οὐκ ἐᾷ κεῖσθαι ἐν τῷ προσδιορισμῷ. καὶ ἐπεὶ τὸ ποιοῦν οὕτω ποιεῖ ὡς ἔχει καὶ ὡς δύναται, οὐ ποιήσει ἅμα νόσον καὶ ὑγίειαν ὁ ἰατρός· οὐ γὰρ οὕτως ἔχει τὴν δύναμιν ὥστε ἅμα ταῦτα ποιεῖν,
10ἀλλὰ ἀνὰ μέρος, ἐπεὶ ὧν ἐστι, τουτέστιν ἐπεὶ ὧν ἔχει δύναμιν ὥστε ἅμα ποιεῖν αὐτά, οὕτω ποιήσει, ἤτοι ἅμα καὶ ὡς ἔχει τὴν τοῦ ποιεῖν αὐτὰ δύναμιν. p. 1048a25 Ἐπεὶ δὲ περὶ τῆς κατὰ κίνησιν λεγομένης δυνάμεως εἴρηται, περὶ ἐνεργείας διορίσωμεν.
15 Εἰπὼν περὶ τῆς κατὰ κίνησιν δυνάμεως (αὕτη δὲ ἦν ἡ πρώτη καὶ ἀνείδεος ὕλη), νῦν διορίζει καὶ περὶ ἐνεργείας τί τέ ἐστι καὶ ποῖόν τι. διορίζοντες δέ, φησί, περὶ τοῦ ἐνεργείᾳ ἅμα δῆλον ἔσται καὶ περὶ τοῦ δυ‐ νατοῦ ὅτι οὐ μόνον τοῦτο λέγομεν δυνατὸν ὃ πέφυκε κινεῖν ἄλλο· τὸ γὰρ πῦρ (εἰλήφθω δὲ τοῦτο εἰς ὑπόδειγμα) πέφυκε θερμαίνειν, τὸ δὲ ὕδωρ
20πέφυκε κινεῖσθαι καὶ θερμαίνεσθαι ὑπὸ τοῦ πυρὸς ἢ ὑπ’ ἄλλου του θερ‐ μαντικοῦ. τὸ δὲ ἢ ἁπλῶς ἢ τρόπον τινὰ πρόσκειται ὅτι εἴρηκεν ἐν τῷ Δ τῆσδε τῆς πραγματείας, ὅτε περὶ τοῦ δυνατοῦ διώριζεν ὁσαχῶς λέ‐ γεται, ὅτι τὰ δυνατὰ κινεῖσθαι ἢ ὅταν ἁπλῶς καὶ ὡς ἔτυχεν εἴτε ἐπὶ τὸ χεῖρον καὶ τὴν φθορὰν εἴτε ἐπὶ τὸ κρεῖττον, λέγεται δυνατά, ἢ ὅταν μὲν
25ἐπὶ τὸ χεῖρον κινῇ, οὐ λέγεται δυνατά, ὅταν δὲ ἐπὶ τὸ κρεῖττον, λέγεται. τὸ οὖν ἁπλῶς εἴρηται ἀντὶ τοῦ ὡς ἔτυχε καὶ ἀδιορίστως, τὸ δὲ τρόπον τινὰ διωρισμένως, εἴτε καὶ ἄλλως. διορίζοντες δή, φησί, περὶ τοῦ ἐνερ‐ γείᾳ δῆλον ἔσται ὅτι οὐ μόνον τοῦτο λέγομεν δυνατὸν ὃ πέφυκε κινεῖν ἄλλο ἢ κινεῖσθαι ὑπ’ ἄλλου, ἀλλ ὅτι τὸ δυνατὸν λέγεται καὶ
30ἑτέρως. διὸ ζητοῦντες, φησί, περὶ τοῦ τοιούτου τοῦ καὶ ἑτέρως δυνατοῦ λεγομένου διήλθομεν καὶ περὶ τούτων τῶν δυνατῶν τῶν πεφυκότων κινεῖν ἢ κινεῖσθαι, ὡς ἐντεῦθεν ἐσομένου κἀκείνου δήλου. ταῦτα εἰπὼν τὰ περὶ τῆς ἐνεργείας διορίζεται, ἔστι, λέγων, ἐνέργεια ὅταν ὑπάρχῃ τὸ πρᾶγμα οὐχ ὥστε μὴ ἐνεργεῖν, δυνάμενον δὲ ἐνεργῆσαι, τὸ δὲ ἐνεργεί, τουτ‐
35έστιν ἀλλ’ ἐκεῖνό ἐστιν ἐνέργεια τὸ οὕτως ἐνεργείᾳ ὂν καὶ ἐνεργοῦν, καθ’
ὃ πρότερον μὴ ἐνεργοῦν, δυνάμενον δὲ ἐνεργῆσαι, ἤδη ἐνεργεῖ. οὕτω μὲν578
in Metaph
.

579

οὖν τὸ ἑξῆς ἐστι τῶν λεγομένων καὶ οὕτως ἀναγνωστέον. εἶτα τὸ λέ‐ γομεν δὲ δυνάμει οἷον ἐν τῷ ξύλῳ Ἑρμῆν· καὶ εἰσὶ ταῦτα ἐξηγη‐ τικὰ τοῦ μὴ οὕτως ὥσπερ λέγομεν δυνάμει· πῶς δὲ λέγομεν τὸ δυνάμει ἐπάγει, οἷον ἐν τῷ ξύλῳ τῷ μὴ ἔχοντι τὸ τοῦ Ἑρμοῦ εἶδός φαμεν
5ὅτι ἔστιν ἐν αὐτῷ Ἑρμῆς, διότι δύναται δέξασθαι τὸ τοῦ Ἑρμοῦ εἶδος· καὶ ἐν τῇ διαμέτρῳ λέγομεν εἶναι τὴν ἡμίσειαν, ὅτι δύναται ἀπ’ αὐτῆς ἀφαιρεθῆναι καὶ εἶναι καθ’ ἑαυτὴν ἐνεργείᾳ· καὶ ἐπιστήμονα τὸν μὴ θεω‐ ροῦντα, δυνάμενον δὲ θεωρῆσαι. εἰπὼν δὴ ὅτι ἔστιν ἐνέργεια τὸ ὑπάρχειν τὸ πρᾶγμα μὴ οὕτως ὥσπερ λέγομεν δυνάμει καὶ μὴ ἐνεργεῖν, τὸ δὲ
10ἐνεργείᾳ ὂν καὶ ἤδη ἐνεργοῦν, λέγει ὅτι δῆλον δέ ἐστιν ὃ βουλόμεθα ἐνέργειαν λέγειν ἐπὶ τῶν καθ’ ἕκαστα τῇ ἐπαγωγ, καὶ οὐ χρὴ παντὸς πράγ‐ ματος ὅρον ζητεῖν· οὐ γὰρ πάντα τοῖς ὅροις γινώσκομεν, ἐπεὶ μηδὲ πάν‐ των εἰσὶν ὅροι, ὡς δέδεικται ἐν τῷ Ζ τῆσδε τῆς πραγματείας, ἀλλ’ ἔνια καὶ δι’ ἐπαγωγῆς καὶ δι’ ἀναλογίας συνορῶμεν καὶ γινώσκομεν. εἰ δὲ
15τοῦτο, καὶ τὴν ἐνέργειαν ἐκ τῶν καθ’ ἕκαστα καὶ τῆς ἐπαγωγῆς δεῖ γινώ‐ σκειν ἀλλ’ οὐ δι’ ὅρου. ἔστω δὴ σαφηνείας ἕνεκεν ὅτι βουλόμεθα δηλῶσαι τὴν ἐνέργειαν καὶ τὸ ἐνεργεῖν τὸν Σωκράτην περὶ τὸ γράφειν. δηλώσομεν δὴ τοῦτο δι’ ἀναλογίας καὶ τῶν κατὰ μέρος οὕτως· ὡς ἔχει τὸ οἰκοδομοῦν καὶ τὸ ἐνεργοῦν ἤδη πρὸς τὸ οἰκοδομικὸν καὶ μὴ ἐνεργοῦν δυνάμενον δὲ
20οἰκοδομῆσαι, καὶ τὸ ἐγρηγορὸς πρὸς τὸ καθεῦδον καὶ δυνάμενον ἐγρηγορῆ‐ σαι, καὶ τὸ ὁρῶν πρὸς τὸ μύον μὲν ὄψιν δὲ ἔχον, καὶ τὸ ἀποκεκρι‐ μένον ἐκ τῆς ὕλης πρὸς τὴν ὕλην. ὃ δὴ ἀσαφῶς εἴρηται· δοκεῖ γὰρ λέγειν ὅτι καὶ τὸ χωρισθὲν εἶδος ἐκ τῆς ὕλης, οὐ τοῦτο δέ φησιν· οὐ γὰρ βούλεται οὗτος εἶδος εἶναί ποτε φυσικὸν χωρὶς ὕλης· ἀλλ’ ἀποκεκριμένον
25λέγοι ἂν τὸν ἀνδριάντα, ὡς τύπῳ εἰπεῖν, πρὸς τὸν χαλκὸν τὸν μήπω τὸ τοῦ ἀνδριάντος εἶδος ἔχοντα, δυνάμενον δὲ δέξασθαι τὸ τοῦ ἀνδριάντος εἶδος. καὶ πάλιν ὡς ἔχει τὸ ἀπειργασμένον κιβώτιον πρὸς τὸ ἀνέργαστον ξύλον, δυνάμενον δὲ ἐργασθῆναι καὶ γενέσθαι κιβώτιον. ὡς δὴ ταῦτα ἔχει, ἔστι τέ τι, τουτέστιν οὕτως ἔστι καὶ ὁ Σωκράτης ὁ γράφων πρὸς τὸν μὴ
30γράφοντα. τοῦτο δὴ εἰπόντες φανερόν ἐστιν ὡς δεδήλωται ἡ ἐνέργεια τοῦ Σωκράτους, ἣν ἐνεργεῖ, λέγω δὴ τὸ γράφειν. ταύτης δὲ τῆς διαφορᾶς (διαφορὰν λέγων τὴν ἐξ ἀναλογίας συζυγίαν, οἷον ὡς τὸ ὁρῶν πρὸς τὸ μύον καὶ τὸ ἐγρηγορὸς πρὸς τὸ καθεῦδον), ταύτης δὴ τῆς διαφορᾶς θά‐ τερον μόριον ἔστω ἡ ἐνέργεια, τό τε ὁρᾶν καὶ τὸ ἐγρηγορέναι, θάτερον
35δὲ τὸ δυνατόν, τό τε μύον καὶ τὸ καθεῦδον, ὅτι δύναται τὸ μὲν ἀναβλέψαι τὸ δὲ ἐγρηγορέναι. εἰπὼν δὴ ὅτι τῆς ἐνεργείας οὐ δεῖ ὁρισμὸν ζητεῖν, ἀλλ’ ἐξ ἀναλογίας αὐτὴν οἵα ἂν καὶ εἴη δηλοῦν δεῖ, καὶ εἰπὼν ὅπως τοῦτο
ποιητέον, λέγει, εἰ καὶ πάντα τὰ ἐνεργείᾳ κατ’ ἀναλογίαν λέγειν προσήκει,579
in Metaph
.

580

πλὴν οὐχ ὁμοίως πάντα λέγεται, ἀλλὰ τὰ μὲν γὰρ ὡς κίνησις πρὸς δύναμιν λέγεται, τὰ δ’ ὡς οὐσία πρὸς τὴν ὕλην, οἷον εἰ λέγοι τις, ὡς ὁ βαδίζων πρὸς τὸν καθήμενον, οὕτως Ἀλέξανδρος πρὸς τὸ καταμήνιον. τὸ μὲν γὰρ βαδίζον λέγεται ὡς κίνησις πρὸς δύναμιν, τουτέστιν ὡς πάθος
5πρὸς πάθος, ὁ δ’ Ἀλέξανδρος πρὸς τὸ καταμήνιον ὡς οὐσία πρὸς ὕλην· ὕλη γὰρ τοῦ ἀνθρώπου τὸ καταμήνιον. τὸ δὲ μεταξὺ ἐμβληθὲν τὸ ἀλλ’ ἢ τῷ ἀνάλογον ὡς τοῦτο ἐν τούτῳ ἢ πρὸς τοῦτο τόδε ἐν τῷδε ἢ πρὸς τόδε ὑπόμνησίς ἐστι τῆς ἀναλογίας, ὡς εἰ ἔλεγεν ὅτι τὰ ἀνάλογον λεγόμενα (πῶς δὲ λεγόμενα; ὅτι ὡς τοῦτο ἐν τούτῳ, οἷον ὡς ὄψις ἐν
10ὀφθαλμῷ νοῦς ἐν ψυχῇ, καὶ ὡς ὁ οἰκοδομῶν πρὸς τὸ οἰκοδομούμενον ὁ γράφων πρὸς τὸ γραφόμενον, ἢ πρὸς τοῦτο, οὕτω τοῦτο ἐν τούτῳ ἢ πρὸς τοῦτο) οὐ πάντα ὁμοίως λέγεται, ἀλλὰ τὰ μὲν ὡς κίνησις πρὸς δύναμιν, τὰ δ’ ὡς οὐσία πρὸς ὕλην. p. 1048b9 Ἄλλως δὲ τὸ ἄπειρον καὶ τὸ κενὸν καὶ ὅσα τοιαῦτα,
15λέγεται. Ἐπειδὴ οἱ τὸ ἄπειρον εἶναι λέγοντες ἔν τισι δυνάμει ἔλεγον εἶναι (ἐν μὲν γὰρ τοῖς κούφοις σώμασιν ἐνεργείᾳ, ἐν δὲ τοῖς βαρέσι δυνάμει), λέγει ὅτι τὸ δυνάμει καὶ ἐνεργείᾳ ἄλλως λέγεται ὑπάρχειν πολλοῖς τῶν ὄντων, οἷον τῷ ὁρῶντι καὶ βαδίζοντι καὶ μὴ ὁρῶντι καὶ μὴ βαδίζοντι ἄλλως λέ‐
20γεται ὑπάρχειν τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ. λέγεται γὰρ ὁρᾶν ὁ μὴ ὁρῶν, ὅτι δύναται ἐνεργῆσαι καὶ γενέσθαι ἐνεργείᾳ ὁρῶν· ὁμοίως καὶ ὁρῶν λέ‐ γεται μὴ ὁρᾶν, ὅτι δύναται ἐνεργείᾳ γενέσθαι μὴ ὁρῶν. ἄλλως οὖν τὸ δυνάμει ἐν τούτοις λέγεται καὶ ἄλλως ἐν τῷ ἀπείρῳ καὶ κενῷ· λέγεται γὰρ δυνάμει ἄπειρον μέγεθος οὐχ ὅτι δύναται καὶ ἐνεργείᾳ γενέσθαι, ἀλλ’ ὅτι
25δύναται ἐπ’ ἄπειρον τέμνεσθαι. δέδεικται γὰρ ἐν τῇ Φυσικῇ ὡς οὔτε ἄπειρόν ἐστιν ἐν τοῖς οὖσιν οὔτε κενόν. τὸ μὲν γὰρ ὁρώμενον, φησίν, ὅτι ὁρᾶται, τὸ δ’ ὅτι ὁρᾶσθαι δυνατόν, τουτέστι τὸ μὲν γὰρ ὁρώ‐ μενον λέγεται μὴ ὁρᾶσθαι, ὅτι ὁρώμενον δύναται μὴ ὁρᾶσθαι (οὕτω γὰρ δεῖ τοῦ ῥητοῦ ἀκούειν)· τὸ δὲ μὴ ὁρώμενον λέγεται ὁρᾶσθαι, ὅτι δυνατόν
30ἐστιν ὁρᾶσθαι. τὸ δ’ ἄπειρον οὐχ οὕτως, ὥστε καὶ ἐσόμενον χωριστόν, ἤτοι ἐνεργείᾳ καὶ καθ’ αὑτό, ἀλλὰ τῇ γνώσει· νοοῦμεν γὰρ ἐπ’ ἄπειρον αὐξόμενον τὸν ἀριθμὸν καὶ τὸ μέγεθος τεμνόμενον, ἐνεργείᾳ δὲ οὐδέποτέ ἐστιν. καὶ τὴν αἰτίαν τοῦ πῶς δυνάμει μὲν ἀεὶ ἔστιν ἐπ’ ἄπειρον τέμνε‐ σθαι ἐπάγει λέγων τὸ γὰρ μὴ ὑπολείπειν τὴν διαίρεσιν ἀποδίδωσι
35τὸ εἶναι δυνάμει ταύτην τὴν ἐνέργειαν, τουτέστι τὸ δύνασθαι ἐνερ‐
γεῖν κατὰ τὴν ἐπ’ ἄπειρον τομὴν τὰ μεγέθη δίδωσι. τί δέ ἐστι τὸ διδόν;580
in Metaph
.

581

τὸ μὴ ὑπολείπειν τὴν διαίρεσιν. ἐπειδὴ γὰρ οὐχ ὑπολείπει ἐν τοῖς μεγέ‐ θεσιν ἡ διαίρεσις, ἀλλ’ ὃ ἂν δοθείη δύναται δίχα τέμνεσθαι, ἐπὶ τούτῳ ἡ χορηγία καὶ ἡ πηγὴ τοῦ δύνασθαι ἐπ’ ἄπειρον τέμνεσθαι ἐν τοῖς μεγέθεσι. διὸ οὐχ ὑπολείπει τὸ εἶναι δυνάμει ταύτην τὴν ἐνέργειαν, τουτέστι τὸ δύ‐
5ναμιν ἔχειν τὰ μεγέθη ἐνεργεῖν κατὰ τὸ ἐπ’ ἄπειρον τέμνεσθαι δίδωσιν οὐδὲν ἄλλο ἢ τὸ τὴν διαίρεσιν μὴ ὑπολείπειν. εἰ μὲν γὰρ ἡ διαίρεσις καὶ τὸ δίχα τέμνεσθαι τὰ μεγέθη ὑπελείπετο, οὐκ ἂν ἐπ’ ἄπειρον ἐτέμνετο οὐδ’ εἶχε τούτου δύναμιν· ἐπειδὴ δὲ οὐχ ὑπολείπει, διὰ τοῦτο ἐπ’ ἄπειρον ἔχει δύναμιν τοῦ τέμνεσθαι. καὶ τοῦτο μέν, φημὶ δὴ τὸ ἐπ’ ἄπειρον
10τέμνεσθαι, δίδωσι τὸ μὴ ὑπολείπειν τὴν διαίρεσιν ἀλλ’ ἀεὶ εἶναι διαίρεσιν, τὸ δὲ χωρίζεσθαι καὶ ἐνεργείᾳ εἶναι τὸ ἄπειρον οὐ δίδωσιν. p. 1048b35 Τὸ μὲν οὖν ἐνεργείᾳ τί τέ ἐστι καὶ ποῖον, ἐκ τούτων καὶ τῶν τοιούτων δῆλον ἡμῖν ἔστω. Ἐν τῷ Δ λέγων τὰ σημαινόμενα τῆς δυνάμεως καὶ ἐνεργείας, εἰρη‐
15κὼς ὅτι πότε δὴ τὰ τοιαῦτα καὶ δυνάμει καὶ ἐνεργείᾳ λέγεται καὶ πότε οὔ, ἐν ἄλλοις διοριστέον, νῦν τὰ περὶ τοῦ ἐνεργείᾳ συμπερανάμενος καὶ εἰπὼν τὸ μὲν οὖν ἐνεργείᾳ τί τέ ἐστι καὶ ποῖον, δῆλον ἡμῖν ἐκ τῶν τοιούτων ἔστω, ὅπερ ἐκεῖσε ἐπηγγείλατο εἰπεῖν, νῦν λέγει, ὅτι πότε δυνάμει ἐστὶν ἕκαστον καὶ πότε ο, διοριστέον· οὐ γὰρ τὰ
20τυχόντα λέγεται. καὶ τάχα, εἴ τι συνίημι, τὴν ἑκάστῳ προσεχῆ ὕλην βούλεται δυνάμει λέγειν ἐκεῖνο εἶναι ὃ δύναται, τὴν δὲ πόρρω οὐδαμῶς. ἐρωτᾷ δή, ἆρα ἡ γῆ ἐστι δυνάμει ἄνθρωπος; καὶ ἐρωτήσας ἐπικρίνει λέ‐ γων ἢ ο, ἤτοι οὐκ ἔστιν, ἀλλὰ μᾶλλον ὅταν γένηται σπέρμα. καὶ οὐδὲ τότε ἐστὶ δυνάμει ἄνθρωπος, ἀλλ’ ὅταν ἐν τῷ θήλει καταβληθῇ. καὶ ἴσως
25οὐδὲ τοῦτο, εἰ μὴ ἐπιτήδειον εἴη τὸ δεξάμενον. ὥσπερ γὰρ οὐ πᾶν ὑπὸ ἰατρικῆς ὑγιασθείη ἂν οὐδὲ ἀπὸ τύχης (οὐ γὰρ δὴ καὶ ξύλα καὶ λίθοι,
καὶ διὰ τοῦτο οὔ φαμεν τὰ ξύλα δυνάμει ὑγιαντά), οὕτως οὐδὲ τὴν γῆν581
in Metaph
.

582

φαμεν. ταῦτα εἰπὼν ἐπειδὴ τινὰ μὲν τῶν δυνάμει ἀπὸ διανοίας εἰς ἐνέρ‐ γειαν ἄγεται ὡς τὰ τεχνητά, τινὰ δὲ καὶ ἀπὸ τύχης (τὸ γὰρ δυνάμενον ὑγιᾶναι ὑγιάναι ἂν καὶ ἀπὸ τύχης), ὑποτίθεται ἡμῖν ὅπως ὁρίζεσθαι χρὴ οὐ μόνον τὸ ἀπὸ διανοίας εἰς ἐνέργειαν ἄγον τὸ δυνάμενον ἀχθῆναι, ἀλλὰ
5καὶ τὸ γινόμενον. λέγει οὖν ὅτι ὅρος μὲν τοῦ μὲν ἀπὸ διανοίας [ν] ἐντελεχείᾳ γινομένου ἐκ τοῦ δυνάμει ὄντος, τουτέστιν ὁρισθείη ἂν τὸ ἐκ δυνάμεως εἰς ἐνέργειαν ἰόν, ἐλθὸν δὲ οὐκ ἀπὸ τύχης ἀλλ’ ἀπὸ διανοίας, οὑτωσί. καὶ τοῦτο θεὶς ἐπάγει τὸν ὁρισμὸν ὅταν βουληθέντος γίνηται μηδενὸς κωλύοντος τῶν ἐκτός· ὥστε εἴποι τις ὅτι τὸ ἀγό‐
10μενον ἀπὸ διανοίας ἐκ τοῦ δυνάμει εἰς ἐντελέχειαν ἐκεῖνό ἐστιν, ὅπερ εἰς ἐνέργειαν ἄγεται, ὅτε καὶ ἡνίκα βουληθῇ τὸ ἄγον μηδενὸς κωλύοντος τῶν ἐκτός. οἷον ὁ ἰατρὸς ἐκ τοῦ δυνάμει εἰς ὑγίειαν ἄγει τὸν νοσοῦντα, ὅταν βουληθεὶς οὐδὲν κωλύῃ τῶν ἐκτός, ἢ τόπος ἢ χρόνος ἢ ἄλλο τι. ὅταν μὲν οὖν ὁρίζηταί τις τὴν ἐνέργειαν τοῦ ποιοῦντος ἀπὸ διανοίας οὕτως ὁρί‐
15σαιτο ἄν· ὅταν δὲ τοῦ παθόντος, οὕτως ὅταν μηδὲν κωλύῃ τῶν ἐν αὐτ. ἐρεῖ γάρ τις ὅτι ἀπὸ διανοίας ὁ νοσῶν ὑγιάζεται, ὅταν οὐθὲν τῶν ἐν αὐτῷ κωλύῃ ὑγιασθῆναι, ἀλλ’ ἐπιτηδείως πάντα τὰ ἐν αὐτῷ μέρη ἔχῃ δέξασθαι τὴν ὑγίειαν. ὁμοίως δυνάμει οἰκία λέγεται τὰ ξύλα καὶ οἱ λίθοι, ὅταν μηδὲν κωλύῃ τῶν ἐν τούτ. τί δὲ σημαίνει τοῦτο, ἐπήγαγε
20καὶ τῇ ὕλ, ἴσον λέγων τῷ ὅτι τότε ταδὶ λέγεται οἰκία δυνάμει, ὅταν μηδὲν κωλύῃ τῶν ἐν τῇ ὕλῃ, οὐδ’ ἔστι τῶν ἐν τῇ ὕλῃ, ὃ δεῖ προσγενέσθαι ἢ μεταβαλεῖν. εἰ γὰρ δεῖ προσγενέσθαι ξύλα ἢ λίθους ἢ εἴπερ πλεονάζει ἀπογε‐ νέσθαι ἢ μεταβαλεῖν ὥστε ὄντα ἀργὰ δεῖσθαι τοῦ πρισθῆναι ἢ λεανθῆναι, οὐ λέγεται οἰκία· εἰ δὲ μηδὲν δεῖ ἐν τῇ ὕλῃ ἢ προσγενέσθαι ἢ ἀπογενέσθαι ἢ
25μεταβαλεῖν, τότε εἰσί τε καὶ λέγονται δυνάμει οἰκία· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ὅσων ἔξωθεν ἡ ἀρχὴ τῆς γενέσεως, ὡς ἐπὶ τῶν τεχνητῶν ἔχει, καὶ ὅσων ἐν αὐτῷ τῷ ἔχοντι ταύτην τὴν ἀρχήν, ὡς τὰ φυσικὰ δυνάμει λέγεται, ὅταν μηδενὸς τῶν ἔξωθεν ἐμποδίζοντος ἔσται δι’ αὑτο, τουτέστιν ἐνεργεῖ ἀφ’ ἑαυτοῦ, εἰ φυσικὸν εἴη, ὃ ἐδύνατο ἐνεργῆσαι·
30τὸ γὰρ δι’ αὑτοῦ οὐ πρὸς ἄμφω ἀπεδόθη καὶ τὰ τεχνητὰ καὶ τὰ φυσικά, ἀλλὰ πρὸς μόνα τὰ φυσικά. οἷον τὸ σπέρμα (ἔστω δὲ ὁ σῖτος) ὅταν ἐν τῷ ἀγγείῳ εἴη, οὐ λέγεται δυνάμει στάχυς· δεῖ γὰρ ἐν ἄλλῳ ἤτοι ἐν τῇ γῇ πεσεῖν καὶ μεταβάλλειν. ὅταν δὲ ἐν τῇ γῇ πέσῃ καὶ ἤδη διὰ τῆς ἐν αὐτῷ φυσικῆς ἀρχῆς ᾖ τοιοῦτον, τουτέστι δυνάμενον βλαστάνειν, τότε
35λέγεται δυνάμει στάχυς. ἐκεῖνο δέ, λέγω δὴ ὁ ἐν τῷ ἀγγείῳ σῖτος, οὐ λέγεται δυνάμει ἄσταχυς, ὅτι ἑτέρας ἀρχῆς δεῖται οἷον τῆς γῆς, καὶ ἡ γῆ οὐ λέγεται δυνάμει ἀνδριάς, ὅτι μεταβάλλουσα οὐ γίνεται ἀνδριὰς ἀλλὰ
χαλκός, ὁ δὲ χαλκὸς λέγεται, ὅτι μεταβάλλων γίνεται ἀνδριάς.582
in Metaph
.

583

p. 1049a18 Ἔοικε δ’ ὃ λέγομεν οὐ τόδε ἀλλ’ ἐκείνινον, οἷον τὸ κιβώτιον οὐ ξύλον ἀλλὰ ξύλινον. Ἐπειδὴ ἡ ὕλη δυνάμει ἐστὶ τὰ εἴδη καὶ ἑτέρα ἐστὶ τοῦ εἴδους, διὰ τοῦτο οὔ φαμεν τὸ σύνθετον τὴν ὕλην· οὐ γὰρ λέγομεν τὸ κιβώτιον ξύλον,
5ἀλλὰ παρωνυμιάζοντές φαμεν αὐτὸ ἐκείνινον, οἷον ξύλινον. ἢ οὐ τοῦτο ἂν διὰ τούτου λέγοι, ἀλλ’ ὅτι δῆλον ἐκ τούτου ἐστὶν ὡς ἡ πόρρω ὕλη οὐ λέ‐ γεται δυνάμει. τί δή ποτε; ὅτι οὐ παρωνυμιάζομεν τὰ πράγματα ἐκ τῆς πόρρω ἀλλ’ ἐκ τῆς προσεχοῦς· λέγομεν γὰρ τὸ κιβώτιον ξύλινον ἐκ τῆς προσεχοῦς, ἀλλ’ οὐ γήινον ἐκ τῆς πόρρω. ἢ οὐδὲ τοῦτο ἂν εἴη τὸ λεγό‐
10μενον, ἀλλ’ οἶμαι κανόνα ἡμῖν παραδίδωσιν ὅπως τὴν ἐσχάτην ὕλην γνω‐ ριοῦμεν, καὶ ἧς οὐκ ἔστιν ἄλλη προτέρα, δυνάμει λέγων ὅτι ὅσα μὲν ἐξ ἄλλων παρωνυμιάζονται ἐκεῖνα προσεχεῖς εἰσιν ὗλαι, καὶ οὐκ ἔστιν οὐδεμία τούτων ἐσχάτη· εἰς ἣν δὲ καταντήσομεν, ἥτις οὐκ ἐξ ἄλλης παρωνυμιάζε‐ ται, αὕτη ἐστὶν ἡ ἐσχάτη. καὶ ὅ τι βούλεται διὰ τούτων λέγειν, δῆλον
15πεποίηκεν εἰπὼν πάλιν ἡ γῆ εἰ οὕτω μὴ ἄλλο. τουτέστιν πάλιν ἡ γῆ εἰ οὕτως, τουτέστιν εἰ παρωνύμως λέγεται, οἷον ἀέρινος, καὶ οὐ λέγεται ἄλλο, οἷον γῆ ἁπλῶς, ὃ ἄλλο λέγεται καὶ οὐκ ἐκείνινον, τὸ ὕστερον ἁπλῶς καὶ κυρίως ἐκεῖνό ἐστιν. οἷον πρῶτον μὲν ὡς πρὸς τὸ κιβώτιον τὸ ξύλον, ὕστερον δὲ ἡ γῆ· ἀλλ’ οὐχὶ καὶ τὸ ἁπλῶς ὕστερον αὕτη ἐστίν, ἀλλ’ ἡ
20ἐσχάτη ὕλη. εἰ δή, ὥσπερ εἴρηται, ἔστι τι πρῶτον (ὃ γὰρ πρότερον ὕστερον εἶπε, τοῦτο νῦν πρῶτον ἐκάλεσεν ἄλλον τρόπον· κάτωθεν γὰρ ἀρχομένοις πρῶτόν ἐστιν), εἰ ἔστιν οὖν πρῶτόν τι καὶ οὐ κατ’ ἄλλο λέγε‐ ται οὐδ’ ἀπό τινος παρονομάζεται, τοῦτό ἐστιν ἡ πρώτη ὕλη· οἷον ἡ γῆ ἀερίνη, οὗτος δὲ πύρινος, τὸ δὲ πῦρ μὴ κατ’ ἄλλο, τὸ πῦρ ἔσται ἡ πρώτη
25ὕλη τόδε τι οὖσα καὶ μὴ ἀπό τινος λεγομένη. καὶ κατὰ τοῦτο διαφέρει τὸ καθόλου καὶ τὸ ὑποκείμενον (καθόλου λέγων νῦν ἁπλῶς πᾶν τὸ κατηγορούμενον, ἄντε οὐσία ᾖ ἄντε συμβεβηκός, ὑποκείμενον δὲ τὴν οὐσίαν) κατὰ δὴ τοῦτο διαφέρει τὸ καθόλου καὶ τὸ ὑποκείμενον τῷ τὸ μὲν ὑπο‐ κείμενον εἶναι τόδε τι καὶ λέγεσθαι παρωνύμως ἀπὸ τῶν παθῶν, τὰ δὲ
30πάθη ἐξ αὐτῶν οὐκέτι. καὶ λέγεται τῆς μουσικῆς γεγονυίας τῇ ψυχῇ ἡ ψυχὴ οὐ μουσικὴ ἀλλὰ μουσικόν, καὶ ὁ ἄνθρωπος οὐ λευκότης ἀλλὰ λευ‐ κόν, οὐδὲ βάδισις ἢ κίνησις ἀλλὰ βαδίζον ἢ κινούμενον, καὶ ἁπλῶς ὥσπερ λέγεται τὸ ἐκείνινον, οὕτω δὴ καὶ τὸ λευκὸν κατὰ ταύτην τὴν ἔννοιαν· κἀκεῖνο γὰρ καὶ τοῦτο παρωνύμως λέγεται· τὸ γὰρ λευκὸν ἴσον δύναται
35τῷ ξύλινον, οἱονεὶ λεύκινον. καὶ ὅσα μὲν οὕτω οἷον λευκὸν ἢ μουσικὸν καὶ ὅλως ὡς τὰ κατὰ πάθος λέγεται, τὸ ἔσχατον καὶ τὸ ὑποκείμενον αὐτοῖς ἐστιν οὐσία. ὅσα δὲ μὴ οὕτως ἀλλ’ εἶδος καὶ τόδε τι τὸ κατηγο‐ ρούμενον. εἰ γὰρ λέγοιμι λευκόν, οὔ φημι εἶδός τι καὶ τόδε τι, εἰ δὲ
φαίην ἀνδριάντα, τὸ ἀνδριὰς εἶδός τί ἐστι καὶ τόδε τι, ὁμοίως δὲ καὶ583
in Metaph
.

584

〈εἰ〉 εἰκόνα καὶ οἰκίαν. τὰ δ’ ὑποκείμενα τῷ ἀνδριάντι ἢ τῇ οἰκίᾳ ἢ τῇ εἰκόνι οὐχ ὡς εἴδη ὑπόκειται αὐτοῖς ἀλλ’ ὡς ὕλη καὶ ὑλικὴ οὐσία. καὶ ὅρα δὴ τὴν διαφορὰν τῶν ὡς εἴδη λεγομένων πρὸς τὴν τῶν ὡς πάθη, ὅτι ἐπὶ μὲν τῶν παθῶν λέγεται τὰ ὑποκείμενα ἀπ’ αὐτῶν (ἀπὸ γὰρ τῆς μουσικῆς
5μουσικὸς καὶ ἀπὸ τοῦ λευκοῦ λευκός), τὰ δὲ πάθη ἀπὸ τῶν ὑποκειμένων οὐ λέγεται εἰ μὴ κατὰ συμβεβηκός· φαμὲν γάρ ποτε τὸ λευκὸν ἄνθρωπον εἶναι κατὰ συμβεβηκός, καθ’ αὑτὸ δ’ οὔ· ἀνάπαλιν δὲ ἐπὶ τῶν ὡς εἴδη λεγομένων τὰ μὲν εἴδη λέγεται ἀπὸ τῆς ὕλης καὶ τοῦ ὑποκειμένου· φαμὲν γὰρ τὸν ἀνδριάντα χαλκοῦν, ἀλλ’ οὐ τὸν χαλκὸν ἀνδριάντα, καὶ τὸ κιβώτιον
10ξύλινον, ἀλλ’ οὐ τὸ ξύλον κιβώτιον. ταῦτα εἰπὼν ἐπιφέρει ὅτι ὀρθῶς τὸ ἐκεί‐ νινον λέγεται κατὰ τὴν ὕλην καὶ τὰ πάθη· ἐπειδὴ γὰρ καὶ τὰ πάθη ὑπὸ τοῦ ὑποκειμένου ὁρίζεται (καθ’ αὑτὸ γὰρ τὸ λευκὸν ἀόριστόν ἐστιν· οὐδὲ γὰρ ὅλως δύναται χωρίς τινος ὑποκειμένου εἶναι), ὁμοίως δὲ καὶ ἡ ὕλη ὑπὸ τοῦ εἴδους, εὐλόγως κατὰ θατέρου λεγόμενον τὸ ἐκείνινον λέγεται καὶ κατὰ θατέρου.
15p. 1049b4 Ἐπεὶ δὲ τὸ πρότερον διώρισται ποσαχῶς λέγεται. Τὸ προκείμενόν ἐστι δεῖξαι ὡς ἡ ἐνέργεια τῆς δυνάμεως προτέρα ἐστὶ καὶ λόγῳ (λόγον λέγων τὴν γνῶσιν) καὶ χρόνῳ καὶ φύσει. καὶ λέγει ὅτι ἐπειδὴ διώρισται πρότερον (ἐν τῷ Δ γὰρ τοῦτο διώρισται ταύτης τῆς πραγματείας), ὁσαχῶς λέγεται τὸ πρότερον, φανερὸν ὅτι ἡ ἐνέργεια τῆς
20δυνάμεως προτέρα ἐστίν, οὐ μόνον τῆς ὁρισθείσης δυνάμεως πρὸ ὀλίγου, ἥ τις ἐλέγετο ὅτι δύναμίς ἐστιν ἀρχὴ μεταβλητικὴ ἐν ἄλλῳ ᾗ ἄλλο, ἀλλ’ ὅλως ἡ ἐνέργεια πάσης ἀρχῆς κινητικῆς ἢ στατικῆς προτέρα ἐστίν. ἀρχὴν δὲ κινητικὴν καὶ στατικὴν τὴν φύσιν λέγει· οὕτω γὰρ αὐτὴν ἐν τῇ Φυσικῇ ὡρίσατο, ὅτι ἀρχὴ κινήσεως καὶ ἠρεμίας, ἐν ᾧ πρώτῳ καθ’ αὑτὸ πέφυκε
25καὶ μὴ κατὰ συμβεβηκός. εἰπὼν δὲ τὴν φύσιν ἀρχὴν κινητικήν, καὶ πρότερον τὴν δύναμιν ἀρχὴν κινητικήν, ἐπήγαγε καὶ γὰρ ἡ φύσις ἐν ταὐτῷ γένει τῇ δυνάμει, ὡς εἰ ἔλεγε ‘καὶ γὰρ ἡ φύσις καὶ ἡ δύναμις ἀρχαὶ κινητικαί.‘ ἔδει δὲ εἰπεῖν ὅτι ἡ ἐνέργεια καὶ τῆς φύσεώς ἐστι προτέρα· ἀλλ’ ἐπειδὴ καὶ ἡ δύναμις καὶ ἡ φύσις ὡς ἐν γένει εἰσί, καὶ γένος ἐστὶν
30ἡ ἀρχὴ ἡ κινητικὴ τῆς τε δυνάμεως καὶ τῆς φύσεως, ἀντὶ τοῦ φάναι φύσεως εἴρηται ἀρχῆς κινητικῆς. διαφέρει δὲ δυνάμεως ἡ φύσις, ὅτι ἡ δύναμις ἐν ἄλλῳ οὖσα ᾗ ἄλλο ἐν ἐκείνῳ ἐστίν, ἡ δὲ φύσις ἐν ᾧ ἐστιν οὐχ ᾗ ἄλλο ἐν ἐκείνῳ ἐστίν, ἀλλ’ ᾗ αὐτὸ καὶ καθ’ αὑτό· ἡ γὰρ Δίωνος φύσις ᾗ τοιοῦτός ἐστιν ὑπάρχει ἐν αὐτῷ καὶ καθ’ αὑτό. ἔστιν οὖν, φησί,
35πάσης δυνάμεως τῆς τε ὁρισθείσης καὶ τῆς φύσεως (δύναμιν λέγων καὶ τὴν φύσιν διὰ τὸ ἐν τῷ αὐτῷ γένει εἶναι τῆς δυνάμεως, ὥσπερ εἴρηται) ἡ
ἐνέργεια προτέρα καὶ λόγῳ καὶ φύσει. τῷ δὲ χρόνῳ τρόπον μέν τινά ἐστι584
in Metaph
.

585

προτέρα, τρόπον δέ τινα ὑστέρα. καὶ τέως ὅτι τῷ λόγῳ προτέρα ἐστὶ δείκνυσιν ὧδε. τὸ πρώτως, φησί, δυνατόν, τουτέστιν ἡ προσεχὴς δύναμις ἤτοι ἡ προσεχὴς ὕλη, δυνατὴ λέγεται διὰ τὸ ἐνδέχεσθαι ἐνεργῆσαι· δυ‐ νατὸν γάρ φαμεν τὸν χαλκὸν γενέσθαι ἀνδριάντα, ὅτι δύναται ἐνεργείᾳ γε‐
5νέσθαι ἀνδριάς· ὁμοίως οἰκοδομικὸν λέγεται τὸ δυνάμενον οἰκοδομεῖν καὶ ἐνεργεῖν περὶ τοῦτο, καὶ ὁρατικὸν τὸ ἐνεργεῖν δυνάμενον περὶ τὸ ὁρᾶν καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. εἰ οὖν ἡ δύναμις τῇ ἐνεργείᾳ γινώσκεται, ἀνάγκη τὸν λόγον καὶ τὴν γνῶσιν προϋπάρχειν τῆς ἐνεργείας τοῦ λόγου καὶ τῆς γνώσεως τῆς δυνάμεως. τὸ γὰρ δι’ οὗ τι διδάσκεται πρότερόν ἐστι τοῦ
10διδασκομένου, ὡς τὸ αἴτιον τοῦ αἰτιατοῦ. ὅτι δὲ πρότερον φανερόν· ἐπειδὴ γάρ φαμεν ὅτι δυνατόν ἐστι τὸ δυνάμενον ἐνεργῆσαι, καὶ διὰ τῆς ἐνεργείας τὴν δύναμιν σαφῆ ποιεῖν σπεύδομεν, δῆλον ὡς γνωριμωτέραν καὶ προτέ‐ ραν οὖσαν τῆς δυνάμεως λαμβάνομεν τὴν ἐνέργειαν εἰς τὴν γνῶσιν τῆς δυνάμεως, ὅτι πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις διανοητικὴ ἐκ προϋπαρ‐
15χούσης γίνεται γνώσεως, ὡς ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς ἐμάθομεν. p. 1049b17 Τῷ δὲ χρόνῳ πρότερον ὧδε· τὸ τῷ εἴδει τὸ αὐτὸ ἐνεργοῦν πρότερον. Δείξας ὅτι τῷ λόγῳ προτέρα ἐνέργεια δυνάμεως δείκνυσιν ὅτι τῷ χρόνω τρόπον μέν τινά ἐστιν ἐνέργεια δυνάμεως προτέρα, τρόπον δέ τινα
20οὐκ ἔστιν. λαμβάνει δὲ εἰς τὴν τούτου δεῖξιν λίαν ὁμολογούμενον καὶ ἐναργὲς ἀξίωμα ἢ λῆμμα, ὅτι τὸ τῷ εἴδει τὸ αὐτὸ ἐνεργοῦν πρότερόν ἐστιν. ὁ γὰρ Σωφρονίσκος ὁ τὸν Σωκράτην ἐνεργήσας, τουτέστι ποιήσας, τῷ εἴδει ὄντα τὸν αὐτὸν τῷ Σωφρονίσκῳ ἀλλ’ οὐ τῷ ἀριθμῷ, πρότερός ἐστι Σωκράτους· ὁ γὰρ Σωφρονίσκος καὶ ὁ Σωκράτης τῷ μὲν εἴδει οἱ
25αὐτοί εἰσι, τῷ δ’ ἀριθμῷ οὔ. τὸ μὲν οὖν τῷ εἴδει τὸ αὐτὸ ἐνεργοῦν, ὥσπερ εἴρηται, πρότερον, τὸ δὲ γεγονός, ἓν ὂν καὶ ταὐτὸν τῷ ἀριθμῷ, ὕστερον. ἀλλὰ καὶ ὁ σῖτος ὁ καταβληθεὶς ἐν τῇ γῇ καὶ ποιήσας ἕτερον σῖτον τῷ εἴδει ὄντα τὸν αὐτὸν τῷ ποιήσαντι πρότερός ἐστι τοῦ ποιηθέν‐ τος, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. τοῦτο προληφθὲν λέγει ὅτι εἰ μὲν ὡς
30πρὸς τὸ γεγονὸς καὶ τὸ ποιηθὲν ἀποβλέψειέ τις, ἐστὶ τὸ σπέρμα καὶ ἡ ὕλη καὶ ὅλως ἡ δύναμις (δύναμιν γὰρ τὴν ὕλην λέγει) προτέρα τῷ χρόνῳ τοῦ εἴδους καὶ τῆς ἐνεργείας. τὸ γὰρ σπέρμα καὶ τὸ καταμήνιον, ἅπερ δυνάμει ἦσαν Σωκράτης, ἐνεργείᾳ δὲ οὔπω, πρότερά εἰσι τῷ χρόνῳ τοῦ Σωκράτους, καὶ τουδὶ τοῦ σίτου ἡ ὕλη, ἥτις ἦν δυνάμει ὅδε ὁ σῖτος, προτέρα ἦν τῷ
35χρόνῳ αὐτοῦ. εἰ μὲν οὖν, ὡς εἴρηται, πρὸς τὴν ὕλην ἐπιβλέψειέ τις καὶ τὴν δύναμιν, εὑρήσει τὴν δύναμιν ἐνεργείας προτέραν. ἐπεὶ δὲ τὸ σπέρμα ἐξ ἐνεργείᾳ ὄντος ἀνθρώπου γέγονε καὶ τὸ ὁρατικὸν ἐκ τοῦ ἐνεργείᾳ ὁρῶντος καὶ τὰ λοιπὰ ὡσαύτως, ἐστὶν ἡ ἐνέργεια δυνάμεως προτέρα τῷ χρόνῳ.
ἀλλὰ τούτων, φησί, λέγων τούτων τῶν ὑλῶν καὶ δυνάμεων, ἐστὶ προτέρα585
in Metaph
.

586

τῷ χρόνῳ ἑτέρα ἐνέργεια, ἐξ ὧν ἐνεργειῶν γεγόνασιν αἱ δυνάμεις. ἀεὶ γὰρ ἐκ τοῦ σπέρματος καὶ τοῦ καταμηνίου, ὄντων δυνάμει ἄνθρωπος, γί‐ νεται ὁ ἐνεργείᾳ ἄνθρωπος, ἀλλὰ πάλιν τὸ σπέρμα καὶ τὸ καταμήνιον ὑπὸ ἐνεργείᾳ ἀνθρώπων γίνεται· ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου ἐνεργείᾳ γίνεται
5καὶ μουσικὸς ὑπὸ μουσικοῦ, καὶ ἀεὶ τὰ γινόμενα ἐκ κινοῦντός τινος πρώτου γίνεται. εἴρηται δὲ ἐν τῷ Ζ (ἐκεῖσε γὰρ περὶ οὐσίας εἶπεν) ὅτι πᾶν τὸ γινόμενον ἔκ τινος γίνεταί τι, καὶ τοῦτο τὸ γινόμενον φυσικῶς ἀλλ’ οὐ τεχνητῶς τῷ εἴδει ἐστὶ τὸ αὐτὸ τῷ κινοῦντι· ὥστε καὶ προτέρα ἐνέρ‐ γεια δυνάμεως. εἰ δὲ πᾶν τὸ γινόμενον τὶ γίνεται καὶ ὑπό τινος πρώτου
10κινοῦντος, ἀδύνατόν ἐστιν οἰκοδόμον εἶναι μὴ οἰκοδομήσαντα μηδὲν ἢ κιθαριστὴν μὴ κιθαρίσαντα· ὁ γὰρ μανθάνων κιθαρίζειν κιθαρίζων μανθάνει κιθαρίζειν. ἐξ οὗ, λέγω δὴ ἐκ τοῦ πᾶν τὸ γινόμενον ἐκ κινοῦντος πρώτου καὶ ἐνεργείᾳ ὄντος γίνεσθαι, οἱ σοφιστικοὶ ἔλεγχοι ἐγί‐ νοντο. ἠρώτων γὰρ οἱ σοφισταί, μᾶλλον δὲ καὶ νῦν ἐρωτῶσιν, ἆρά γε
15ὁ μὴ ἔχων ἐπιστήμην τινὸς ποιήσει τὴν ἐπιστήμην; καὶ τὸ μὲν πρότερον σημαινόμενον τῆς ἐπιστήμης ἐλάμβανον ἐπ’ αὐτῆς τῆς ἐν τῇ ψυχῇ ἕξεως, τὸ δὲ ‘ποιήσει τὴν ἐπιστήμην,‘ ἐπιστήμην ἐνταῦθα τὸ ἐπιστητὸν λέγοντες τὸ κατὰ τὴν ἐπιστήμην λεγόμενον. κοινότερον δὲ νῦν καὶ τὰς τέχνας ἐπιστήμας εἴρηκεν. ἠρώτων οὖν οὕτως, καὶ ἀπεκρίναντο οἱ προσδιαλεγό‐
20μενοι ὅτι οὐ ποιήσει· ὁ γὰρ μὴ ἔχων τὴν τοῦ ποιεῖν ἀνδριάντα ἐπιστήμην οὐκ ἂν ποιήσειεν ἀνδριάντα. οὕτω δὴ τὸν λόγον ἐρωτῶντες οἱ σοφισταὶ καὶ λαμβάνοντες παρὰ τῶν προσδιαλεγομένων ὅτι οὐ ποιήσει τὸ τῆς ἐπι‐ στήμης ὁ μὴ ἔχων τὴν ἐπιστήμην, ἐπῆγον ὅτι ὁ μανθάνων κιθαρίζειν μὴ ἔχων τὴν τοῦ κιθαρίζειν ἐπιστήμην κιθαρίζει· εἰ γὰρ εἶχεν, οὐκ ἂν ἐμάν‐
25θανεν· ὁ ἄρα μὴ ἔχων τινὸς ἐπιστήμην καὶ ποιήσει καὶ οὐ ποιήσει τὸ τῆς ἐπιστήμης· ὅπερ ἄτοπον. καὶ λύει τὸ σόφισμα λέγων ὅτι ἀλλὰ διὰ τὸ τοῦ γινομένου γεγενῆσθαί τι καὶ ὅλως τοῦ κινουμένου κεκινῆσθαι, καὶ προσυπακουστέον τοῦ δεῖξαι ἡμᾶς, ἵν’ ᾖ τὸ πᾶν τοιοῦτον· ἀλλὰ διὰ τὸ δεῖξαι ἡμᾶς ὅτι παντὸς τοῦ γινομένου καὶ κινου‐
30μένου γεγενῆσθαί τι καὶ κεκινῆσθαι λύεται τὸ σόφισμα. ἔδειξε γὰρ ἐν τοῖς τελευταίοις τῆς Φυσικῆς ἀκροάσεως βιβλίοις (ἐκεῖνα γὰρ Περὶ κινή‐ σεως λέγει) ὅτι πᾶν τὸ κινούμενον πρότερον κεκίνηται καὶ πᾶν τὸ κεκινη‐ μένον πρότερον ἐκινήθη. εἰ δὲ τοῦτο, καὶ ὁ μανθάνων κιθαρίζειν κιθαρίζων πρότερον κεκιθάρικεν· τὸ δὲ κεκιθαρικέναι τὸ ἠρεμῆσαί ἐστιν ἔν τινι μέρει
35τῆς κιθαρίσεως, ὥστε ἔχων τι πρότερον εἰ καὶ μὴ τὸ πᾶν τῆς ἐπιστήμης κιθαρίζει, καὶ ὅλως ἐκεῖνο ὃ ποιεῖ ἔχει εἰ καὶ ἄρρυθμόν ἐστιν. οὐκ ἄρα ὃ οὐκ ἔχει ποιεῖ ἀλλ’ ὅπερ ἔχει. ὥστε, φησί, δῆλον καὶ ἐκ τούτων ὅτι ἡ ἐνέργεια προτέρα δυνάμεως κατὰ γένεσιν καὶ χρόνον. ἐν γὰρ τῷ γίνε‐
σθαι προηγεῖται τὸ γεγενῆσθαι, ὅπερ ἐστὶ τέλος τινὸς γενέσεως.586
in Metaph
.

587

p. 1050a4 Ἀλλὰ μὴν καὶ οὐσίᾳ γε, πρῶτον μὲν ὅτι τὰ τῇ γενέσει ὕστερα τῷ εἴδει καὶ τῇ οὐσίᾳ πρότερα. Δείκνυσιν ὅτι ἡ ἐνέργεια καὶ τῇ φύσει καὶ τῷ τέλει προτέρα ἐστὶ δυνάμεως. δείκνυσι δὲ τοῦτο κατηγορικῶς ἐν πρώτῳ σχήματι ὧδε· ἡ
5ἐνέργεια γενέσει ὑστέρα ἐστί, τὰ τῇ γενέσει ὕστερα τῇ φύσει καὶ τῷ τέλει πρότερα· ἡ ἐνέργεια ἄρα τῷ εἴδει καὶ τῇ οὐσίᾳ καὶ τῷ τέλει προτέρα ἐστίν. ὅτι δὲ τὰ τῇ γενέσει ὕστερα τῇ φύσει πρότερα φανερόν. ὡς γὰρ ὁ οἰκοδόμος πρότερον τὸ τῆς οἰκίας εἶδος ἀνατυποῖ παρ’ ἑαυτῷ καὶ οὕτω καταβάλλεται θεμέλιον καὶ τοίχους καὶ ὄροφον, οὕτω καὶ ἡ φύσις σκοπὸν
10ἔχουσα ἄνδρα, εἰ τύχοι, ποιῆσαι (ἕνεκα γάρ του ποιεῖ, ὡς ἐν τῷ Γ τῆς Φυσικῆς ἀκροάσεως δέδεικται) πρότερον μὲν σπέρμα καὶ καταμήνιον, εἶτα καρδίαν, εἶτα ἧπαρ, εἶτα σάρκας, νεῦρα, ὀστᾶ, εἶτα βρέφος, εἶτα παῖδα, εἶτα ἔφηβον, εἶτα ἄνδρα ποιεῖ· ὥστε τὰ τῇ γενέσει ὕστερα τῇ φύσει πρότερα, τὰ δὲ τῇ φύσει ὕστερα, σπέρμα καὶ καταμήνιον, ἡμῖν πρότερα.
15ἔστιν οὖν τῇ φύσει ὁ μὲν ἀνὴρ πρότερος παιδὸς καὶ παῖς σπέρματος. ἀλλ’ ὁ μὲν παῖς ἤδη ἔχει τὸ εἶδος καὶ τὴν ἐνέργειαν, καὶ τὸ σπέρμα οὐκ ἔχει ἀλλὰ δύναται. δείκνυσι δὲ τὸ αὐτὸ τοῦτο καὶ ἄλλως, λέγων, οὗ ἕνεκα πάντα γίνεται, τοῦτο τέλος ἐστίν, 〈καὶ〉 ὡς ἐπ’ ἀρχὴν καὶ πρότερον πρὸς τοῦτο τὰ γινόμενα βαδίζει· πάντα δὲ ἕνεκα τῆς ἐνεργείας γίνεται· ἡ ἐνέργεια
20ἄρα καὶ τέλος καὶ προτέρα δυνάμεως. εἰ οὖν ἡ γένεσις ὁδός ἐστιν ἀπὸ τοῦ δυνάμει εἰς ἐνέργειαν καὶ ἕνεκα τῆς ἐνεργείας ἐστίν, ἡ δ’ ἐνέργεια τὸ οὗ ἕνεκα καὶ τέλος, τὸ δὲ τέλος ἀρχὴ καὶ πρότερον (διὰ γὰρ τὴν ἐνέργειαν ἡ δύναμις καὶ ἡ γένεσις), δῆλον ἄρα ὅτι ἡ ἐνέργεια καὶ τῷ τελείῳ δυνά‐ μεώς ἐστι προτέρα. ὅτι δὲ ἕνεκα τῆς ἐνεργείας ἡ δύναμίς ἐστι, καὶ ἐπὶ
25τούτῳ ἡ ἐνέργεια δυνάμεως προτέρα (τὸ γὰρ οὗ ἕνεκα ὡς τέλειον πρότερον τοῦ ἕνεκά του), δῆλον. ἔχουσι γὰρ τὰ ζῷα τὴν ὄψιν ἤτοι τὴν ὀπτικὴν δύναμιν ἕνεκα τοῦ ὁρᾶν καὶ ἐνεργεῖν, οὐ μὴν ὁρῶσι καὶ ἐνεργοῦσιν, ἵνα ὄψιν ἤτοι δύναμιν ἔχωσιν. ὁμοίως δὲ τὴν δύναμιν τοῦ οἰκοδομεῖν (αὕτη δ’ ἐστὶν ἡ οἰκοδομική) ἔχουσιν, ἵνα οἰκοδομῶσιν, ἀλλ’ οὐκ οἰκοδομοῦσιν
30καὶ τὴν ἐνέργειαν ἔχουσιν, ἵνα οἰκοδομικὴν ἔχωσιν· καὶ τὴν θεωρητικήν, ἵνα θεωρῶσιν, ἀλλ’ οὐ θεωροῦσιν, ἵνα θεωρητικὴν ἔχωσιν. ἐπειδὴ δὲ οἱ μελετῶντες θεωροῦσιν ἵνα δυνηθῶσι θεωρεῖν, ἔμελλέ τις λέγειν ὡς αὕτη ἡ περὶ τὸ μελετᾶν ἐνέργεια ἕνεκα τῆς περὶ τὸ δύνασθαι θεωρεῖν δυνάμεώς ἐστι· ψεῦδος ἄρα ὡς αἱ δυνάμεις ἕνεκα τῶν ἐνεργειῶν εἰσιν, ἀλλ’ αὗται
35μᾶλλον διὰ τὰς δυνάμεις, καὶ εἰ τοῦτο, προτέρα ἡ δύναμις τῆς ἐνεργείας· τὸ γὰρ οὗ ἕνεκα πρότερον τοῦ ἕνεκά του. ἐπειδὴ οὖν ταῦτα πρὸς τὰ
λεγόμενα ἀντέπιπτε, λύων φησίν, ὡς οἱ μελετῶντες οὐ θεωροῦσιν· εἰ μὲν587
in Metaph
.

588

γὰρ ἐθεώρουν, δυνατὸν ἦν λέγειν ὅτι θεωροῦσιν, ἵνα τὴν τοῦ δύνασθαι θεωρεῖν δύναμιν σχήσουσιν, ἐπειδὴ δὲ οὐ θεωροῦσιν, οὐκ ἔστι τοῦτο λέ‐ γειν. λύσας οὖν αὐτὴν κατὰ ἔνστασιν λύει αὐτὴν καὶ κατὰ ἀντιπαράστασιν, λέγων ἀλλ’ ἢ ὡδ, τουτέστιν οἱ μελετῶντες ἢ τρόπον τινὰ θεωροῦσιν,
5ὅτι οὐ δέονται τοῦ θεωρεῖν· ὃ ἴσον ἂν εἴη τῷ ἢ οὐ δέονται τῆς κατὰ μελέτην θεωρίας, ἀλλὰ καὶ αὕτη ἡ κατὰ τὴν μελέτην θεωρία, ἀτελὴς οὖσα καὶ σχεδὸν μηδέν, ἕνεκα τῆς τελειοτάτης καὶ κυριωτάτης γίνεται θεωρίας. ἔτι ἡ ὕλη δυνάμει ἐστὶ καὶ λέγεται, ὅτι δύναται εἰς τὸ εἶδος ἐλθεῖν· ὅταν δὲ ἔλθῃ καὶ ἐνεργείᾳ ᾖ, ἐν τῷ εἴδει ἵσταται, ὥστε κἂν τούτῳ
10προτέρα ὡς ἐφετὸν καὶ τάσσον καὶ εἰς κόσμον ἄγον δυνάμεως. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, φησί, καὶ ὧν τὸ τέλος κίνησις· τῆς γὰρ ὀρχηστικῆς τὸ τέλος οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ τοιωσδὶ κινεῖσθαι· καὶ ἐπὶ τούτων δὴ ἐνέργεια δυνάμεως προτέρα. διόπερ ὥσπερ οἱ διδάσκοντες τὸν μανθάνοντα τότε οἴονται εἰς τέλος τῆς ἐπιστήμης ἐλθεῖν καὶ τέλος ἀποδε‐
15δωκέναι, ὅταν αὐτὸν κατὰ τὴν ἐπιστήμην ἐνεργοῦντα ἀποδείξωσιν (ἡ γὰρ ἐνέργεια τὸ ἔργον, τὸ δὲ ἔργον τὸ τέλος, ἡ ἐνέργεια ἄρα τὸ τέλος· ὥστε ὅταν ἐνεργῇ, τότε οἴονται τὸ τέλος ἔχειν· οὕτω γάρ ἐστι τὸ ἑξῆς τῆς λέξεως), οὕτω καὶ ἡ φύσις τότε οἴεται τὸ γενόμενον τέλος ἀπειληφέναι, ὅταν εἰς τὴν ἐνέργειαν ἔλθῃ. τὸ δὲ εἰ γὰρ μὴ οὕτω γένηται, ὁ Πάσωνος
20ἔσται Ἑρμῆς, συνεχές ἐστι τῷ διὸ ὥσπερ οἱ διδάσκοντες ἐνερ‐ γοῦντα ἐπιδείξαντες. καὶ εἴη ἂν ὃ λέγει τοιοῦτον. εἰ γὰρ μὴ οὕτω γένηται, τουτέστιν, εἰ μὴ οἱ διδάσκοντες ἐνεργοῦντα ἐπιδείξωσι τὸν μαν‐ θάνοντα, ἀλλὰ φάσκωσιν ὡς ἐδιδάχθη παρ’ αὐτῶν, κἂν μὴ ἐνεργῇ, ἄδη‐ λόν ἐστιν εἴτε ἔχει τὴν ἐπιστήμην εἴτε καὶ μή· ἐκ γὰρ τῶν ἔργων κρίνο‐
25μεν πάντα τεχνίτην καὶ ἐπιστήμονα· εἰ γὰρ μὴ ἐνεργεῖ, πόθεν δῆλον ὅτι ἔχει τὴν ἐπιστήμην; ἄδηλον γὰρ εἴτε ἐντὸς ἔχει αὐτὴν εἴτε ἐκτός, τουτέστιν εἴτε ἔχει εἴτε μὴ ἔχει, ὡς καὶ ὁ Πάσωνος Ἑρμῆς· ἄδηλον γὰρ εἴτε ἐντός ἐστι τοῦ λίθου εἴτε ἐκτός. ἡ δὲ κατὰ τὸν Πάσωνα ἱστορία, ὅτῳ φίλον καὶ ταύτην εἰδέναι, τοιαύτη τίς ἐστιν. οὗτος ὁ Πάσων ἑρμογλύφος ὢν
30πεποίηκεν ἔν τινι λίθῳ τὸ τοῦ Ἑρμοῦ εἶδος, καὶ ἑωρᾶτο ἐν τῷ λίθῳ ὁ Ἑρμῆς· εἴτε δὲ ἐκτὸς ἦν τοῦ λίθου εἴτε ἐντός, οὐ δῆλον ἦν. ἐκτὸς μὲν εἶναι λέγειν οὐχ οἷόν τε ἦν· εἰ γὰρ ἦν ἐκτός, ἔδει τὸν λίθον ἐγκεκολαμ‐ μένον εἶναι καὶ ἔχειν ἀνωμαλίας, οὗτος δὲ ἅπας λειότατος ἦν, ὥσπερ τὰ κάτοπτρα. διὰ τοῦτο μὲν οὖν ἐκτὸς εἶναι οὐκ ἦν δυνατὸν λέγειν. ἀλλὰ
35μὴν οὐδ’ ἐντός· εἰ μὲν γὰρ εἶχεν ἁρμονίας ἢ ὅλως ἐφαρμογάς τινας ὁ λίθος ἐν ᾧ ἦν τὸ τοῦ Ἑρμοῦ εἶδος, πρόχειρον ἦν λέγειν ὅτι ἐν ἑτέρῳ λίθῳ τὸν Ἑρμῆν πεποιηκὼς ἐκτὸς ἐπέθηκε τοὺς λειοτάτους λίθους καὶ ἀπέκλεισε τὸν Ἑρμῆν ἐντός, ὁρᾶται δὲ διὰ τὸ λαμπροὺς καὶ διαφανεστά‐ τους, ὁμοίως δὲ καὶ λείους τοὺς ἐπικειμένους λίθους εἶναι, ὥσπερ εἴ τις
40ἐν κηρῷ πλάσας εἶδός τι κήρινον καὶ ἐκτὸς ἐπιθεὶς ὕελον ἢ ἄλλο τι τῶν588
in Metaph
.

589

διαφανῶν, ὁρᾶται τὸ ἐντὸς αὐτῆς κήρινον εἶδος. εἰ μὲν οὖν τοῦτο ἦν, εἰκὸς ἦν ταῦτα λέγειν· ἐπειδὴ δὲ πάντῃ συνεχὴς ἦν ὁ λίθος καὶ εἷς καὶ οὐδε‐ μίαν ἔχων ἁρμονίαν καὶ ἐφαρμογήν, οὐκ ἐνῆν τοῦτο λέγειν. ὥστε ἄδηλος ἦν ὁ Ἑρμῆς κἂν ἐντὸς κἂν ἐκτὸς ὑπῆρχεν, ἐκτὸς μὲν ὅτι ἀνωμαλίαν οὐ‐
5δεμίαν ὁ λίθος, ὥσπερ εἴρηται, εἶχεν, ἐντὸς δὲ ὅτι οὐχ οἷόν τε ἦν ὑπο‐ νοῆσαι πῶς ἐντὸς τοῦ λίθου πεποίηκε τὸν Ἑρμῆν, συνεχοῦς ὄντος. p. 1050a23 Ἐπεὶ δὲ τῶν μὲν ἔσχατον ἡ χρῆσις, οἷον ὄψεως ἡ ὅρασις. Πρὸ τῆς τῶν λεγομένων σαφηνείας ἀνάγκη ἐστὶν ὑπομνησθῆναι ἡμᾶς
10τινων, ἵν’ ἐκ τούτων εὐπαρακολούθητοι τοῖς ὑπ’ αὐτοῦ λεγομένοις γενώμεθα. ἰστέον δὲ ὅτι ἡ ὄψις, καθ’ ἣν ὁρῶμεν, καὶ δύναμίς ἐστι καὶ ἐνέργεια, δύ‐ ναμις μὲν ὡς πρὸς τὴν ὅρασιν (ἡ γὰρ ὄψις δύναμίς ἐστι καθ’ ἣν ὁρᾶν δυνάμεθα, ἐνέργεια δὲ ἡ ὅρασις), ἐστὶ μὲν δὴ ὡς πρὸς τὴν ὅρασιν δύναμις, ὡς πρὸς δὲ τὸ μὴ ὄψιν ἔχον, δυνάμενον δὲ λαβεῖν, ἐστὶν ἐνέργεια καὶ ἕξις.
15ἐπειδὴ γὰρ τὸν μὴ ἔχοντα ὄψιν καὶ δυνάμενον σχεῖν φαμεν δύνασθαι ὄψιν ἔχειν, ὅταν δὲ ἕξει, οὔ φαμεν δύνασθαι ὄψιν ἔχειν, φανερὸν ὡς ἡ ὄψις ἐνέργειά ἐστιν. ἀλλὰ καὶ ἡ οἰκοδομικὴ καὶ ἐνέργειά ἐστι καὶ δύναμις, δύ‐ ναμις μὲν πρὸς τὴν οἰκοδόμησιν, ἐνέργεια δὲ πρὸς τὴν στέρησιν ἣν ὁ οἰκοδόμος εἶχε πρὸ τοῦ τὴν οἰκοδομικὴν ἐσχηκέναι· ἐκ γὰρ τοῦ δυνάμει
20οἰκοδόμου γέγονεν ἐνεργείᾳ οἰκοδόμος. οὐ μόνον δ’ οὕτω περὶ τῶν ἕξεων λέγεται, ἀλλὰ καὶ περὶ αὐτῶν τῶν ἐχόντων ταύτας· ὁ γὰρ γεωμέτρης ὁ μὴ ἐνεργῶν πρὸς τὸν ἐνεργοῦντα δυνάμει ἐστὶ γεωμέτρης, πρὸς δὲ τὸ παι‐ δίον τὸ δυνάμενον γενέσθαι γεωμετρικὸν ἐνεργείᾳ. ἀλλὰ περὶ μὲν τούτων πάνυ πλατύτερόν μοι ἐν τῇ Περὶ ψυχῆς εἴρηται, καὶ νῦν ἕνεκα τῶν λεγο‐
25μένων μετρίως ὑπέμνησται. ὁ δ’ Ἀριστοτέλης διὰ τῶν προκειμένων τόδε φησίν· ἐπειδὴ τῶν μὲν ἔσχατον καὶ τέλος ἐστὶν αὐτὴ ἡ χρῆσις, λέγων χρῆσιν τὴν ἐνέργειαν, καὶ οὐδὲν γίνεται παρὰ τὴν ἐνέργειαν ἕτερόν τι (ὄψεως γὰρ χρῆσις καὶ ἐνέργεια τὸ ὁρᾶν ἐστι καὶ οὐδὲν ἕτερον γίνεται παρὰ τὴν ὅρασιν οὐδὲ παρὰ τὴν ὄρχησιν), ἐπ’ ἐνίων δὲ γίνεται (οἰκοδομι‐
30κῆς γὰρ χρῆσις καὶ ἐνέργεια ἡ οἰκοδόμησις, ἀλλὰ καὶ γίνεται ἕτερόν τι παρὰ τὴν οἰκοδομικὴν ἡ οἰκία)· ἐπειδὴ οὖν, φησί, ταῦτα οὕτως ἔχει, οὐδὲν ἧττον καὶ ἐπὶ τούτων ὧν μηδέν ἐστι παρὰ τὴν ἐνέργειαν, ἔστι τι τέλος, ἀλλ’ ὥσπερ ἔστι τέλος ὧν ἔστι τι παρὰ τὴν ἐνέργειαν, οὕτως ἔστι τέλος καὶ τῶν μὴ ὧν ἔστι τι παρὰ τὴν χρῆσιν. ἔστι μὲν οὖν, φησί, καὶ
35ἔνθα οἷον ἐπὶ τῆς οἰκοδομικῆς τέλος, ἀλλ’ ἔνθα οἷον ἐπὶ τῆς ὄψεως μᾶλλον τέλος τῆς δυνάμεώς ἐστι, δύναμιν λέγων τὴν ὀπτικὴν δύναμιν, αὐτήν φημι τὴν ὄψιν, τέλος δὲ καὶ ἐνέργειαν τὴν ὅρασιν. ὅπως δὲ ταῦτα λέγεται,
εἴρηται προσεχῶς. καὶ ἔστιν ἴσον τὸ ἔνθα δὲ μᾶλλον τέλος τῆς δυ‐589
in Metaph
.

590

νάμεώς ἐστιν τῷ ἔστι μὲν καὶ ἡ ὄψις τέλος, ἀλλὰ μᾶλλον τέλος ἐστὶν ἡ ὅρασις τῆς δυνάμεως, τουτέστι τῆς ὄψεως. πῶς δὲ μᾶλλον τέλος ἐστὶν ἡ ὅρασις τῆς ὄψεως δείκνυσιν ἐξ ἀναλογίας τῆς οἰκοδομικῆς, λέγων ἡ γὰρ οἰκοδόμησις ἐν τῷ οἰκοδομουμέν, καὶ ἅμα γίνεται καὶ ἔστι τῇ
5οἰκί, δυνάμει λέγων, ὡς ἡ οἰκοδόμησις πρὸς τὴν οἰκοδομικήν, ἡ ὅρασις πρὸς τὴν ὄψιν. ἀλλὰ μὴν ἡ οἰκοδόμησις μᾶλλον τέλος τῆς οἰκοδομικῆς, καὶ ἡ ὅρασις ἄρα τῆς ὄψεως. καὶ ἔστι τῆς προσλήψεως τῆς ‘ἀλλὰ μὴν ἡ οἰκοδόμησις μᾶλλόν ἐστι τέλος τῆς οἰκοδομικῆσ‘ κατασκευὴ τὸ ἡ γὰρ οἰκοδόμησις ἐν τῷ οἰκοδομουμένῳ καὶ ἅμα γίνεται καὶ ἔστι τῇ
10οἰκί. ἐπειδὴ γὰρ ἔργον τῆς οἰκοδομήσεως ἡ οἰκία ἐστίν, ἅμα δὲ τῷ γί‐ νεσθαι τὴν οἰκίαν γίνεται καὶ ἡ οἰκοδόμησις καὶ ἔστι (καὶ γὰρ μὴ γινο‐ μένης οἰκίας οὐδὲ οἰκοδόμησις γίνεται, καὶ ἔμπαλιν μὴ οἰκοδομήσεως οὐδὲ οἰκία), εἰ δὴ τὸ ἔργον κρεῖττόν ἐστι τῶν δυνάμεων (διὰ γὰρ τὸ ἔργον καὶ τὴν δύναμιν ἔχομεν· ἅμα γὰρ τῷ ἔργῳ ἔστι καὶ ἡ ἐνέργεια· ἡ δὲ δύναμις
15οἷον ἡ οἰκοδομικὴ καὶ οἰκίας μὴ γινομένης ἔστι), φανερὸν ὡς ἡ ἐνέργεια δυνάμεως προτέρα καὶ μᾶλλον τέλος· εἰ δὲ τοῦτο, καὶ ἡ ὅρασις τῆς ὄψεως. εἴρηται γὰρ ὡς ἡ οἰκοδόμησις πρὸς τὴν οἰκοδομικὴν ἡ ὅρασις πρὸς τὴν ὄψιν. p. 1050a30 Ὅσων μὲν οὖν ἕτερόν τί ἐστι παρὰ τὴν χρῆσιν τὸ γι‐
20νόμενον, τούτων μὲν ἡ ἐνέργεια ἐν τῷ ποιουμένῳ ἐστ. Δείξας ὅτι καὶ ὧν μὴ ἔστι τι τέλος παρὰ τὴν χρῆσιν, καὶ τούτων τὰ τέλη καὶ αἱ ἐνέργειαι μᾶλλόν εἰσι τῶν δυνάμεων καὶ κρείττω, νῦν λέγει καὶ τίνων μὲν αἱ ἐνέργειαι ἐν τῷ ποιουμένῳ εἰσί, τίνων δὲ ἐν τῷ ποιοῦντι, καί φησιν ὅτι ἐπειδὴ ἅμα τῷ οἰκοδομουμένῳ καὶ ὑφαινομένῳ ἡ οἰκοδόμη‐
25σις καὶ ἡ ὕφανσίς ἐστι, φανερὸν ὅτι ἐν αὐτοῖς ἐστιν ἡ οἰκοδόμησις καὶ ἡ ὕφανσις. εἰ γὰρ ἐν τῷ οἰκοδομοῦντι ἦν ἡ οἰκοδόμησις ἀλλὰ μὴ ἐν τῷ οἰκοδομουμένῳ, ἦν ἂν ἡ οἰκοδόμησις μὴ ὄντος τοῦ οἰκοδομουμένου· τοῦτο δὲ ἀδύνατον· ἐν ἄρα τῷ οἰκοδομουμένῳ ἐστὶν ἡ οἰκοδόμησις καὶ τῷ ὑφαινομένῳ ἡ ὕφανσις. ὥστε καὶ ἐντεῦθεν δῆλον ὅτι ἐπειδὴ ἡ οἰκοδόμησις
30ἐν τῷ οἰκοδομουμένῳ ἐστί, κρεῖττον δ’ ἐστὶ τῆς οἰκοδομικῆς τὸ οἰκοδομού‐ μενον, κρείττων ἄρα καὶ ἡ οἰκοδόμησις τῆς οἰκοδομικῆς, καὶ ἡ ὅρασις τῆς ὄψεως. ὅσων μὲν οὖν ἔστι τι παρὰ τὴν χρῆσιν, τούτων ἡ ἐνέργεια ἐν τῷ ποιουμένῳ ἐστίν. ὅσων δὲ μὴ ἔστι παρὰ τὴν ἐνέργειαν ἄλλο τι, ἐν αὐτοῖς ἐστιν ἡ ἐνέργεια· ἡ γὰρ ὅρασις ἐν τῷ ὁρῶντι ἀλλ’ οὐκ ἐν τῷ
35ὁρωμένῳ, καὶ ἡ ζωὴ ἐν τῇ ψυχῇ· ἐνέργεια γὰρ ψυχῆς ἡ ζωὴ ὡς ὅρασις ὄψεως. διὸ καὶ ἡ εὐδαιμονία ἐν τῇ ψυχῇ ἐστι· ζωὴ γὰρ ποιά τίς ἐστιν. ὥστε ἐκ πάντων τῶν λεχθέντων ἐκδηλότατόν ἐστιν, ὅτι ἡ οὐσία
καὶ τὸ εἶδος ἐνέργειά ἐστιν. εἰ γὰρ τότε λέγομεν ἐνεργῆσαι τὸν εὐδαίμονα,590
in Metaph
.

591

ὅταν τὸ εἶδος τῆς εὐδαιμονίας, αὐτήν φημι τὴν εὐδαιμονίαν, ἀπολάβῃ μα‐ καρίως, καὶ τὸ καταμήνιον τὸ τοῦ ἀνθρώπου, τί χρὴ ἄλλο τι μαντεύεσθαι ἢ ὅτι τὸ εἶδός ἐστιν ἡ ἐνέργεια; καὶ συμπεραίνεται τὸν σύμπαντα λόγον λέγων κατά τε δὴ τοῦτον τὸν λόγον φανερὸν ὅτι πρότερον τῇ
5οὐσίᾳ ἡ ἐνέργεια δυνάμεως· καὶ ὥσπερ εἴρηται, τοῦ χρόνου ἀεὶ προλαμβάνει ἡ ἐνέργεια ἑτέρα πρὸ ἑτέρας. ἐνεργείᾳ γὰρ ὄντος τοῦ Σωκράτους πρὸ αὐτοῦ ἦν ἐνεργείᾳ ὁ Σωφρονίσκος· καὶ ἀεὶ οὕτως ἕως τῆς τοῦ ἀεὶ κινοῦντος· ἐκείνης γὰρ τῆς ἐνεργείας οὐ προηγεῖται ἐνέργεια, ἀλλὰ πρώτη πάντων καὶ αἰτία τοῦ εἶναί ἐστιν.
10p. 1050b6 Ἀλλὰ μὴν καὶ κυριωτέρως· τὰ μὲν γὰρ ἀίδια πρότερα τῇ οὐσίᾳ τῶν φθαρτῶν. Δείξας ὅτι ἡ ἐνέργεια δυνάμεως προτέρα ἐστὶ καὶ λόγῳ καὶ χρόνῳ καὶ οὐσίᾳ, νῦν δείκνυσιν ὡς οὐχ ἁπλῶς οὕτως ἐστὶ προτέρα ἀλλὰ καὶ κυ‐ ριωτέρως ἤτοι τιμιωτέρως. ἡ δὲ δεῖξις πρόεισι διά τινος τῶν ἐν τοῖς
15Τόποις παραδιδομένων τόπων τόπου, λέγοντος ὅτι τὰ τοῖς κυριωτέροις καὶ κρείττοσιν ὑπάρχοντα κυριώτερά ἐστι καὶ κρείττονα. εἰ δὲ τοῦτο, εἴπερ ἐστὶν ἡ ἐνέργεια ἐν τοῖς ἀιδίοις, ἡ δὲ δύναμις ἐν τοῖς μὴ ἀιδίοις, κρείττω δὲ τὰ ἀίδια καὶ κυριώτερα, κρείττων ἄρα καὶ ἡ ἐνέργεια ἐν τοῖς ἀιδίοις οὖσα δυνάμεως οὔσης ἐν τοῖς μὴ ἀιδίοις. τὰ μὲν οὖν ἀίδια, φησί, τῶν
20φθαρτῶν πρότερα τῇ οὐσίᾳ, ἔστι δ’ οὐδὲν δυνάμει τῶν ἀιδίων, ἀλλ’ ἐνέρ‐ γειαι, ὡς ἐν τῷ Περὶ ἑρμηνείας εἴρηται· ὥστε εἴπερ εἰσὶν ἐνέργειαι τὰ ἀίδια, κρείττων ἡ ἐνέργεια ἡ ἐν τοῖς κρείττοσιν οὖσα δυνάμεως. εἰπὼν δὲ ὅτι ἐν τοῖς ἀιδίοις οὐκ ἔστι δύναμις, δείκνυσιν αὐτὸ λέγων λόγος δὲ καὶ αἰτία τοῦ μὴ εἶναι δύναμιν ἐν τοῖς ἀιδίοις ἀλλ’ εἰσὶν ἐνέργειαι ὅδε·
25πᾶσα δύναμις τῆς ἀντιφάσεώς ἐστι. καὶ τοῦτο πᾶσιν ὡμολογημένον ἐστί. ὁ γὰρ ἔχων δύναμιν τοῦ ὑγιάζειν, ὁ αὐτὸς καὶ τοῦ μὴ ὑγιάζειν, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. εἰ δὴ πᾶσα δύναμις τῆς ἀντιφάσεώς ἐστι, καὶ τὸ μὴ δυνατὸν ὑπάρχειν οὐκ ἂν ὑπάρξειεν οὐδενί, πᾶν δὲ τὸ δυνατὸν ἐνδέ‐ χεται μὴ ἐνεργεῖν (οὐ γὰρ ἀεὶ ὁ ὑγιάζειν δυνάμενος ὑγιάζει), δῆλον ὡς
30ἐνδέχεται καὶ εἶναι καὶ μὴ εἶναι. τὸ δὲ ἐνδεχόμενον μὴ εἶναι δύναται καὶ εἶναι καὶ μὴ εἶναι. τὸ δὲ δυνάμενον καὶ εἶναι καὶ μὴ εἶναι φθαρτόν ἐστιν ἢ ἁπλῶς, ὥσπερ τὸ ὕδωρ καὶ πάντα τὰ ἐν γενέσει (φθείρεται γὰρ τὸ ὕδωρ ἀέρος γινομένου καὶ οὗτος ὕδατος), ἢ οὐκ ἔστιν ἁπλῶς φθαρτόν, ἀλλὰ τοῦτο αὐτὸ ὃ λέγεται ἐνδέχεσθαι μὴ εἶναι ἢ κατὰ τόπον ἢ κατὰ
35ποσὸν ἢ κατὰ ποιόν. ὁ γὰρ ἥλιος ἁπλῶς μὲν φθαρτὸς οὐκ ἔστιν, ἐν591
in Metaph
.

592

αἰγοκέρωτι δὲ ὢν δύναται ἐν κριῷ γενέσθαι καὶ ἔστι κατά γε τοῦτο μὴ ὢν καὶ φθαρτός, ἀλλ’ οὐχ ἁπλῶς, ὡς εἴρηται, ἀλλὰ καθὸ δυνάμενος ἐν κριῷ εἶναι οὐκ ἔστιν. ἀλλὰ καὶ τὸ δίπηχυ φυτὸν δυνάμενον ἑξάπηχυ εἶναι φθαρτὸν λέγεται, οὐχ ἁπλῶς δὲ οὐδὲ τοῦτο, ἀλλὰ ὅτι ὃ δύναται τοῦτο οὐκ
5ἔστιν· τὸ γὰρ δυνάμενον εἶναι μήπω δὲ ὂν ἐφθαρμένον τρόπον τινα φα‐ μεν. καὶ τὸ δυνάμενον λευκὸν εἶναι καὶ μὴ ὂν οὐχ ἁπλῶς ἐστι φθαρτὸν ἀλλὰ τῷ ποιῷ· ἁπλῶς δὲ φθαρτόν ἐστι τὸ κατὰ οὐσίαν δυνάμενον φθαρῆναι. ὥστε εἴπερ δυνατά φαμεν ἢ τὰ ἁπλῶς δυνάμενα φθαρῆναι ἢ τὰ πῇ, οὐδὲν τῶν ἀιδίων καὶ ἁπλῶς ἀφθάρτων δυνάμει ἐστὶν ἁπλῶς, ὡς δύνασθαι τὴν
10φύσιν αὐτοῦ καὶ τὴν οὐσίαν φθαρῆναι. καὶ τὰ μὲν ὑπερκόσμια πάντα οὔτε ἁπλῶς εἰσι δυνάμει οὔτε κατά τι, τὰ δὲ κυκλοφορητικὰ καὶ θεῖα σώματα κατά τι εἶναι δυνατὰ οὐδὲν κωλύει, οἷον ποιὸν ἢ ποῦ, ποιὸν μὲν ὅτι ἡ σελήνη διχοτόμος οὖσα δύναται γενέσθαι πλησιφαής, ποῦ δὲ ὅτι ἐν διδύμοις ὢν ὁ ἥλιος δύναται γενέσθαι ἐν ταύρῳ. δῆλον ἄρα ὅτι ἐνεργείᾳ εἰσὶ τὰ
15ἁπλῶς ἄφθαρτα καὶ οὐ δυνάμει. οὔτε δὴ οὐδὲν τῶν ἁπλῶς ἀιδίων ἐστὶ δυνάμει οὔτε τῶν ἐξ ἀνάγκης ὄντων. εἰ γὰρ τὰ δυνατὰ καὶ εἶναι καὶ μὴ εἶναι ἐνδέχεται, τὰ δ’ ἀναγκαῖα ἀεὶ ὡσαύτως ἔχει, οὐδὲν τῶν ἀναγκαίων ἂν εἴη δυνάμει. τὸ δὲ καίτοι ταῦτα πρῶτα, λέγων ταῦτα τὰ ἀίδια, ἴσον τῷ ἀλλὰ μὴν ταῦτα πρῶτα εἴρηται. καὶ ἤρτηται τοῖς ἄνω· εἰπὼν γὰρ
20ὅτι ἐν τοῖς πρώτοις καὶ ἀφθάρτοις τὸ δυνάμει οὐκ ἔστι καὶ δείξας αὐτὸ ἐπήγαγε τὸ καίτοι ταῦτα πρῶτα, ὡς εἰ ἔλεγεν ‘ὅσα μὲν οὖν εἰσι πρῶτα, ἐν τούτοις τὸ δυνάμει οὐκ ἔστιν· ἀλλὰ μὴν τὰ ἀίδια πρῶτα· ἐν αὐτοῖς ἄρα τὸ δυνάμει οὐκ ἔστι.‘ καὶ τοῦ ὅτι πρῶτα τὰ ἀίδια αἰτίαν ἐπήγαγεν εἰπὼν εἰ γὰρ αὐτὰ μὴ ἦν, οὐδὲν ἂν ἦν. εἰ γὰρ μὴ ἦν τὰ ἀίδια, οὐδὲν
25ἂν τῶν μὴ ἀιδίων ἦν. οὐ μόνον δὲ ἐν ταῖς ἀιδίοις οὐσίαις τὸ δυνάμει οὐκ ἔστιν, ἀλλ’ οὐδὲ εἴ τις ἔστιν ἀίδιος κίνησις, οὐδ’ εἴ τι κινούμενον ἀίδιον, δύναμιν ἔχει τοῦ μὴ εἶναι, ἀλλὰ μόνην τὴν πόθεν ποῖ. ὁ γὰρ ἥλιος, ὡς καὶ ἔναγχος εἴρηται, ἀπὸ κριοῦ γίνεται εἰς ταῦρον, καὶ οὐδὲν κωλύει ἀίδιον αὐτὸν ὄντα ἔχειν δύναμιν τούτου, λέγω δὴ τοῦ κινεῖσθαι πόθεν ποῖ.
30καὶ διὰ τὸ μὴ ἔχειν δύναμιν τὴν ἁπλῶς, ἀλλὰ μόνον τὴν πόθεν ποῖ, ἀεὶ ἐνεργεῖ καὶ ἥλιος καὶ σελήνη, καὶ οὐ φοβητέον, ὡς Ἐμπεδοκλῆς καὶ οἱ περὶ αὐτὸν οἴονται, μή ποτε στῇ. οὐ γὰρ κάμνει ὁ ἥλιος καὶ ὁ οὐ‐ ρανὸς κινούμενος. οὐ γάρ ἐστιν ἡ κίνησις αὐτοῖς περὶ δύναμιν τῆς ἀντι‐ φάσεως· οὐ γὰρ δυνάμενοι κινεῖσθαι δύνανται καὶ μὴ κινεῖσθαι, ὥσπερ τὰ
35φθαρτά· τούτων μὲν γὰρ ἡ κίνησις ἐπίπονός ἐστι, τοῦ δὲ οὐρανοῦ καὶ τοῦ ἡλίου ἡ συνεχὴς κίνησις οὐδαμῶς. ἡ γὰρ οὐσία ὕλη καὶ δύναμις οὖσα οὐδ’ ἐνέργεια αἰτία τούτου, τουτέστιν ἡ ὑλικὴ οὐσία ἤτοι ἡ ὕλη ἐστὶν αἰτία τούτου, λέγω δὴ τοῦ κάμνειν καὶ τοῦ δύναμιν ἔχειν τῆς ἀντι‐ φάσεως. τὰ δὲ κυκλοφορητικὰ καὶ θεῖα σώματα ὕλην δυναμένην τἀναντία
40οὐκ ἔχει, ὥστε οὐδὲ κάμνει κινούμενα.592
in Metaph
.

593

p. 1050b28 Μιμεῖται δὲ τὰ φθαρτὰ καὶ τὰ ἐν μεταβολῇ ὄντα, οἷον γῆ καὶ πῦρ. Εἰπὼν ὅτι ἐν τοῖς ἀιδίοις τὸ ἁπλῶς δυνάμει οὔκ ἐστιν, ἀλλ’, εἰ ἄρα, τὸ πῇ, λέγει ὅτι εἰ καὶ ἐν τοῖς φθαρτοῖς ἐστι τὸ δυνάμει, ἀλλ’ οὖν τὰ
5φθαρτὰ καὶ τὰ ἐν μεταβολῇ ὄντα μιμεῖται τὰ ἄφθαρτα. καὶ ποῖά ἐστι τὰ φθαρτὰ τὰ ἀίδια μιμούμενα ἐπάγει οἷον γῆ καὶ πῦρ. καὶ πῶς μιμεῖται ταῦτα ἥ τε γῆ καὶ τὸ πῦρ τὰ ἀίδια λέγει· ὡς γὰρ τὰ κυκλοφορητικὰ σώματα ἐν κινήσει εἰσὶ καὶ ἐνεργείᾳ, οὕτω καὶ ταῦτα ἀεὶ κινεῖται καὶ ἔχει καθ’ αὑτὰ κίνησίν τινα ἀεί· τὸ μὲν γὰρ πῦρ συμπεριφέρεται ἀεὶ τῇ σελη‐
10νιακῇ, ἢ τῇ τοῦ παντὸς φορᾷ, ἡ δὲ γῆ ἢ μανοῦται ἢ πυκνοῦται ἢ ὅλως πάσχει, ὥστε κατὰ τὴν συνεχῆ ταύτην κίνησιν μιμεῖται τὰ ἀίδια. οὐ μόνον δὲ κατὰ τὴν συνεχῆ κίνησιν μιμεῖται τὰ φθαρτὰ τὰ ἀίδια, ἀλλὰ καὶ κατὰ τὸ ἄφθαρτον· αἱ γὰρ ὁλότητες τῶν ὑπὸ σελήνην σωμάτων, πυρὸς ἀέρος ὕδατος καὶ γῆς, ἄφθαρτοί εἰσιν. ἀλλὰ τὰ μὲν οὐράνια σώματα,
15ὥσπερ εἴρηται, οὐκ ἔχει δύναμιν τῆς ἀντιφάσεως, αἱ δ’ ἄλλαι δυνάμεις ἐξ ὧν διώρισται τῆς ἀντιφάσεώς εἰσι, τουτέστι περὶ ὧν διώρισται. ἡ γὰρ ἰατρικὴ τοῦ ὑγιάζειν καὶ νοσάζειν καὶ αἱ ἄλλαι ὡσαύτως αἱ μετὰ λόγου· διαφέρουσι δὲ τῶν ἄνευ λόγου, ὅτι αἱ μετὰ λόγου οὐκ ἀνάγκη ἅμα τῷ παρεῖναι τό τε δυνάμενον ποιεῖν καὶ πάσχειν τὸ μὲν ποιεῖν τὸ δὲ
20πάσχειν, αἱ δ’ ἄλογοι δύνανται ἅμα τῷ παρεῖναι ποιεῖν καὶ τῷ μὴ παρεῖναι μὴ ποιεῖν. τὸ γὰρ θερμαντικὸν ἅμα τῷ πλησιάσαι τῷ θερμαντῷ τὸ μὲν θερμαίνει τὸ δὲ θερμαίνεται. ἐπειδὴ δὲ ὁ Πλάτων ἰδέας μὲν ἐτίθετο ἀν‐ θρώπων καὶ ἵππων καὶ ἐπιστημῶν (αὐτοεπιστήμην γὰρ λέγει ὥσπερ καὶ αὐτοάνθρωπον), ἰδέαν δὲ ἐπιστημόνων ἀνθρώπων καὶ λευκῶν ἀνθρώπων καὶ
25ὅλως τῶν κατὰ συμβεβηκὸς ὄντων οὐκ εἶναι ἐβούλετο, ἐκ τῶν εἰρημένων πρὸς ταύτην τὴν δόξαν ἀντιλογίαν πορίζεται καί φησιν εἴπερ εἰσὶ φύσεις τοιαῦται ἢ οὐσίαι οἵας λέγουσιν οἱ ἐν τοῖς λόγοις ἤτοι τοῖς μαθήμασιν ἐντετραφότες, πολὺ μᾶλλον ἐπιστῆμον εἴη ἄν τι ζῷον ἤπερ αὐτοεπιστήμη· ταῦτα γὰρ τὸ κινούμενον καὶ τὸ ἐπιστῆμόν εἰσιν οὐσίαι καὶ
30ἐνέργειαι, ἐκεῖνα δέ, ἡ ἐπιστήμη καὶ ἡ κίνησις, δυνάμεις εἰσὶ τοῦ τ’ ἐπι‐ στήμονος καὶ τοῦ κινουμένου, μὴ δυνάμεναι καθ’ αὑτὰς εἶναι. p. 1051a4 Ὅτι δὲ βελτίων καὶ τιμιωτέρα τῆς σπουδαίας δυνά‐ μεως ἡ ἐνέργεια, ἐκ τῶνδε δῆλον. Δείξας ὅτι ἡ ἐνέργεια τῆς δυνάμεως προτέρα καὶ συμπεραινόμενος
35εἰπὼν “ὅτι μὲν οὖν πρότερον ἐνέργεια δυνάμεως καὶ πάσης ἀρχῆς μετα‐ βλητικῆς” ἤτοι καὶ πάσης δυνάμεως καὶ φύσεως, “φανερόν,” τοῦτο δείξας πάλιν δείκνυσιν ὅτι οὐ μόνον τῆς μὴ σπουδαίας δυνάμεως ἡ ἐνέργεια προτέρα ἀλλὰ καὶ τῆς σπουδαίας. ὅτι δέ εἰσι δυνάμεις καὶ σπουδαῖαι καὶ
μὴ σπουδαῖαι πᾶσι δῆλον· ὧν γὰρ δυνάμεων αἱ ἐνέργειαι σπουδαῖαι, καὶ593
in Metaph
.

594

αἱ δυνάμεις καθ’ ἃς δύνανται ταύτας ἐνεργεῖν σπουδαῖαί εἰσι. τέως δέ, φησί, φανερόν ἐστιν ὅτι ὅσα κατὰ τὸ δύνασθαι λέγεται, ταὐτόν ἐστι δυνατὸν τἀναντία. ὃ γὰρ δύναται ὑγιαίνειν, τοῦτο καὶ νοσεῖν ἅμα. καὶ οὐ τοῦτό φησιν ὅτι ἅμα νοσεῖ καὶ ὑγιαίνει, ἀλλ’ ὅτι ἅμα ἔχει τὴν τοῦ
5νοσεῖν καὶ ὑγιαίνειν δύναμιν· ἡ αὐτὴ γὰρ δύναμις τοῦ ὑγιαίνειν καὶ κάμνειν καὶ τοῦ ἠρεμεῖν καὶ κινεῖσθαι, καὶ ὥσπερ εἴρηται, ἡ μὲν τῶν ἐναντίων δύναμις ἅμα ὑπάρχει, τὰ δ’ ἐναντία ἅμα καὶ τὰς ἐνεργείας ἀδύνατον ὑπάρ‐ χειν· ἀδύνατον γὰρ ἅμα ὑγιαίνειν καὶ νοσεῖν. ὥστε ἀνάγκη θάτερον τῶν ἐναντίων εἶναι τἀγαθόν. οἷον τὸ μὲν θερμὸν φέρε εἰπεῖν ἀγαθόν, τὸ δὲ
10ψυχρὸν φαῦλον, καὶ ὑγίεια μὲν ἀγαθόν, νόσος δὲ φαῦλον, καὶ ὅλως ὅσα εἴδει καὶ ἕξει ἀναλογεῖ ἀγαθά ἐστιν, ὅσα δὲ στερήσει καὶ ἀποφάσει φαῦλα. εἰπὼν δὴ ὅτι τῶν ἐναντίων ἀνάγκη θάτερον εἶναι ἀγαθόν, ἐπάγει τὸ δὲ δύνασθαι ὁμοίως ἀμφότερον ἢ οὐδέτερον· ἡ ἄρα ἐνέργεια βελ‐ τίων. καὶ ἔστιν οἶμαι κατασκευὴ τοῦ ὅτι ἡ ἐνέργεια καὶ τῆς σπουδαίας
15δυνάμεως βελτίων ἐστίν. ἀσαφῶς δὲ ὄντως ἐπήγγελται καὶ μαντείας δεό‐ μενον. ἔστι δὲ τὸ μὲν διὰ τοῦ τὸ δὲ δύνασθαι ὁμοίως ἀμφότερον ἢ οὐδέτερον λεγόμενον τοιοῦτον. τὸ τὴν δύναμιν ἔχον τοῦ ὑγιαίνειν (ἔστω δὴ τοῦτο εἰς ὑπόδειγμα), τὸ οὖν τὴν δύναμιν ἔχον τοῦ ὑγιαίνειν ὁμοίως ἔχει καὶ τοῦ νοσεῖν· εἰ δὲ μή, οὐδετέρου· διὰ τίνα γάρ ποτε
20αἰτίαν ἔχει μὲν δύναμιν τοῦ ὑγιαίνειν, μὴ ἐπίσης δ’ ἔχει καὶ τοῦ νοσεῖν; καὶ οὕτω δείξας ὅτι ἀμφοτέρων τὴν δύναμιν ὁμοίως ἔχει, ὅπως διὰ τούτου συνήγαγε τὸ τὴν ἐνέργειαν βελτίω εἶναι καὶ τῆς σπουδαίας δυνάμεως, λίαν ἐστὶ μεμελανωμένον. συνάγεται δὲ οἶμαι οὑτωσί. τόπος παρεδόθη αὐτῷ ἐν τοῖς Τοπικοῖς λέγων ‘τὸ ἄμικτον τοῦ χείρονος κρεῖττον καὶ βέλτιόν
25ἐστι τοῦ μεμιγμένου μετὰ τοῦ χείρονος.‘ εἰ δὲ τοῦτο ἀληθές, καὶ ἡ σπουδαία δύναμις μέμικται τῇ τοῦ χείρονος δυνάμει (ὁ γὰρ ἔχων τὴν σπου‐ δαίαν δύναμιν καὶ κατ’ ἐκείνην πράττων καὶ ἐνεργῶν περὶ τὰ σπουδαῖα, οὗτος οὐκ ἀπώλεσε τὴν τοῦ χείρονος δύναμιν ἀλλ’ ἔχει αὐτήν, ὥστε τῇ σπουδαίᾳ δυνάμει ἐπιμέμικται ἡ τοῦ χείρονος δύναμις), εἰ δὴ ἡ σπουδαία
30δύναμις ἐπιμέμικται τῇ τοῦ χείρονος δυνάμει, ἡ δὲ ἐνέργεια τοῦ κρείττονος οὐ σύνεστι τῇ τοῦ χείρονος ἐνεργείᾳ, ἀλλ’ ἔστιν εἰλικρινὴς καὶ ἄμικτος, κρείττων ἄρα ἐστὶ τῆς σπουδαίας δυνάμεως διὰ τὸ τὰ ἄμικτα, ὡς ὁ τόπος διορίζεται, τῶν μεμιγμένων κρείττονα εἶναι. ἔμπαλιν δὲ ἐπὶ τῶν κακῶν ἡ ἐνέργεια τοῦ κακοῦ χείρων ἐστὶ τῆς δυνάμεως, διότι ἡ δύναμις τοῦ κακοῦ
35ἐπιμέμικται τῇ τοῦ ἀγαθοῦ δυνάμει, ἡ δὲ τοῦ κακοῦ ἐνέργεια ἄμικτός ἐστι τῇ τοῦ ἀγαθοῦ ἐνεργείᾳ. p. 1051a17 Δῆλον ἄρα ὅτι οὐκ ἔστι τὸ κακὸν παρὰ τὰ πράγματα. Τοῦ Πλάτωνος λέγοντος ὅτι τοῦ ἀγαθοῦ ὄντος φύσεώς τινος, ὥσπερ
ὁ καθόλου ἄνθρωπος ὁ κατηγορούμενος κατὰ τῶν μερικῶν ἀνθρώπων594
in Metaph
.

595

ἕτερος ὢν αὐτῶν, οὕτως καὶ τὸ ἀγαθὸν ἕτερόν ἐστι τῶν καθ’ ἕκαστα ἀγαθῶν καὶ λέγεται κατ’ αὐτῶν, τῶν δ’ ἐναντίων ἂν θάτερον ᾖ, καὶ θάτερόν ἐστιν, ἔστιν ἄρα καὶ τὸ κακὸν ἕτερόν τι παρὰ τὰ καθ’ ἕκαστα κατ’ αὐτῶν λεγόμενον, λέγει ὁ Ἀριστοτέλης ὅτι δῆλόν ἐστιν ἐκ τῶν δειχ‐
5θέντων (δέδεικται δὲ ὅτι κακὸν χεῖρόν ἐστι τῆς δυνάμεως), ἐκ τῶν οὖν δειχθέντων, φησί, δῆλόν ἐστιν ὅτι οὐκ ἔστι τὸ κακὸν παρὰ τὰ πράγματα. ἐκείνων γάρ φαμεν εἶναί τι παρὰ τὰ καθ’ ἕκαστα ὅσα εἰσὶν ἐνέργειαι, τὸ δὲ κακὸν τοσοῦτον δέει τοῦ ἐνέργεια εἶναι ὅσον ὅτι καὶ χεῖρόν ἐστι δυνά‐ μεως. ὅτι δὲ ἐπὶ τῶν ἐνεργειῶν λαμβάνεται τὸ κοινὸν δῆλον· λέγομεν
10γὰρ καθόλου ἄνθρωπον τῶν καθ’ ἕκαστα ἀνθρώπων ἐνεργείᾳ ὄντων καὶ καθόλου ἵππον καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως καθόλου δὲ μὴ ἄνθρωπον ἢ μὴ ἵππον οὔ φαμεν διὰ τὸ στερήσεις εἶναι τὸν μὴ ἄνθρωπον τοῦ ἀνθρώ‐ που καὶ τὸν μὴ ἵππον τοῦ ἵππου. εἰ δὲ καὶ τὸ κακὸν στέρησίς ἐστι τοῦ ἀγαθοῦ καὶ τῆς ἐνεργείας, καὶ παρυφίσταται τοῖς πράγμασι διὰ τὴν τῆς
15ὕλης ἀνεπιτηδειότητα (αὕτη γὰρ τὴν ἐνέργειαν καὶ τὸ ἀγαθὸν σκοπὸν ἔχουσα δέξασθαι καὶ μὴ δυνηθεῖσα ἔσχηκε τὸ κακὸν καὶ τὴν στέρησιν), οὐκ ἂν εἴη τι κακὸν παρὰ τὰ πράγματα. εἰ δὲ τὸ κακὸν διὰ τὴν ὕλην καὶ τὴν δύναμιν παρυφίσταται τοῖς πράγμασι, καὶ ἔστιν ἁμαρτήματα τῆς δυνάμεως, ἐν δὲ τοῖς ἀιδίοις δέδεικται ὅτι δύναμις οὐκ ἔστιν (ἐνέργειαι
20γάρ εἰσιν), οὐκ ἔστιν ἄρα ἐν ἐκείνοις οὔτε κακὸν οὔτε ἁμάρτημα οὔτε διεφθαρμένον. ἡ γὰρ διαφθορὰ τῶν κακῶν ἐστιν. p. 1051a21 Εὑρίσκεται γὰρ καὶ τὰ διαγράμματα ἐνεργεί· διαι‐ ροῦντες γὰρ εὑρίσκουσιν. Ἀντιλέγει πρὸς τοὺς τὰ μαθήματα ἐνεργείας λέγοντας καὶ οὐσίας,
25λέγων μὴ εἶναι ἐνεργείας ἀλλὰ δυνάμεις· τὰ δὲ δυνάμει οὐκ οὐσίαι. καὶ λέγει ὅτι τὰ διαγράμματα ἐνεργείᾳ διαιροῦντες εὑρίσκονται, τουτέστιν ἐνεργήσας ὁ νοῦς καὶ διαίρεσιν ποιησάμενος εὑρίσκει αὐτὰ καὶ τὸ εἶναι αὐτοῖς δίδωσι. πρὸ δὲ τοῦ ἐνεργῆσαι δυνάμει εἰσίν· εἰ δὲ ἦσαν ἐνερ‐ γείᾳ (τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ διῃρημένα), ἅμα τῷ θεάσασθαί
30τινα τὴν ἐν τῷ ἡμικυκλίῳ γωνίαν δήλη ἂν ἦν αὐτῷ ὅτι ὀρθή ἐστιν. ὥσπερ γὰρ οἰκίας οὔσης ἐνεργείᾳ ἅμα τῷ ἰδεῖν αὐτὴν δῆλόν ἐστιν ἡμῖν ὅτι οἰκία ἐστὶ καὶ οὐ δεόμεθα διαιρέσεώς τινος ἢ ἀποδείξεως, οὕτω καὶ τὰ μαθήματα εἰ ἦσαν ἐνεργείᾳ, ἅμα τῷ ἰδεῖν δύο στερεὰ παραλληλεπίπεδα ἔγνωστο ἂν ἡμῖν ὅτι ἀντιπεπόνθασιν αἱ βάσεις πρὸς τὸ ὕψος, καὶ ὡς τὸ
35ὕψος ἔμπαλιν πρὸς τὸ ὕψος, ἡ βάσις πρὸς τὴν βάσιν. νῦν δὲ οὐκ ἔστιν, ἀλλὰ διαιροῦμεν καί φαμεν ὅτι ἔστωσαν αἱ ἐφεστηκυῖαι εὐθεῖαι πρὸς ὀρθὰς ταῖς βάσεσι, καὶ ἔστω ἥδε ἡ εὐθεῖα τῇδε ἴση, καὶ ἄλλα ἄττα διαι‐
ροῦμεν καὶ λέγομεν, καὶ οὕτως ἐκ τῆς κατ’ ὀλίγον διαιρέσεως καὶ ἐκ τῶν595
in Metaph
.

596

δείξεων τῶν κατὰ τὰς διαιρέσεις γινομένων δῆλα ἡμῖν καὶ φανερὰ τὰ δια‐ γράμματα γίνεται· ὥστε οὔκ εἰσιν ἐνεργείᾳ ἀλλὰ δυνάμει. εἰ δὲ τοῦτο ἀληθές, οὔκ εἰσιν οὐσίαι. αἱ γὰρ οὐσίαι καί τινος περὶ αὐτὰς μὴ ἐνερ‐ γοῦντος μηδὲ δεικνύντος εἰσί, ταῦτα δὲ τοῦ νοὸς περὶ αὐτὰ μὴ ἐνηργηκότος
5καὶ ὅλως μὴ εὑρηκότος καὶ τὸ εἶναι αὐτοῖς δεδωκότος οὐ δύνανται εἶναι. καὶ ὁ μὲν ὅλος τῶν λεγομένων νοῦς τοιοῦτος, ἐπισκεπτέον δ’ ἡμῖν πῶς τὰ καθ’ ἕκαστα λέγεται καὶ ὅπως ἑκάστη λέξις ἔχει. διὰ τ, φησί, δύο ὀρθαὶ τρίγωνον, τουτέστι διὰ τί τοῦ τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, ἐρωτηθέντες φαμὲν διότι αἱ περὶ μίαν στιγμὴν γωνίαι δύο ὀρθαῖς
10ἴσαι εἰσίν. ἔστω δὴ τρίγωνον τὸ αβγ. εἴ τις ἔροιτο διὰ τί αἱ τρεῖς δύο ὀρθαῖς ἴσαι, φαμὲν ὅτι αἱ δύο αἱ περὶ μίαν στιγμὴν δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, ταύταις δὲ ἴσαι εἰσὶν αἱ τρεῖς τοῦ τριγώνου γωνίαι. εἰ δὴ ἐκεῖνος τοῦτο προῄδει ὅτι αἱ περὶ μίαν στιγμὴν ἤτοι τὸ γ γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσί, καὶ ἀγάγωμεν τὴν βγ ἐπὶ τὸ δ (τούτου γάρ ἐστι δηλωτικὸν τὸ
15εἰ οὖν ἀνῆκτο ἡ παρὰ τὴν πλευράν), καὶ δείξομεν ὅτι αἱ ὑπὸ βαγ, αγβ, γβα, ἴσαι εἰσὶ ταῖς ὑπὸ αγβ, αγδ, δῆλον εὐθύς ἐστιν ἐκείνῳ τοῦτο ἰδόντι ὅτι αἱ τρεῖς τοῦ τριγώνου δύο ὀρθαῖς ἴσαι. ὥστε οὔκ εἰσιν ἐνεργείᾳ τὰ διαγράμματα. εἰ γὰρ ἦσαν, δῆλον ἂν ἦν εὐθὺς ἰδόντι τρί‐ γωνον ὅτι αἱ τρεῖς δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, ὥσπερ τὴν οἰκίαν θεασαμένοις
20εὐθὺς δῆλόν ἐστιν ὅτι οἰκία ἐστίν· οὐκ ἔστι δὲ εἰ μὴ δειχθῶσιν ὅτι αἱ περὶ μίαν στιγμὴν ἴσαι εἰσί. πάλιν ἐρωτώμενοι ὅτι διὰ τί ἐν ἡμικυκλίῳ ὀρθή ἐστι καὶ καθόλου διὰ τί ὀρθή ἐστιν, ὡς εἰ ἔλεγεν ὅτι ἢ οὕτως ἐρω‐ τηθείημεν ‘διὰ τί ἐν ἡμικυκλίῳ ὀρθὴ‘ ἢ οὕτω ‘καθόλου διὰ τί ἡ ἐν ἡμι‐ κυκλίῳ ὀρθή‘, ἐρωτώμενοι δὴ τοῦτό φαμεν ὅτι ἐὰν ἴσαι αἱ τρεῖς, ἥ τε
25βάσις δύο καὶ ἡ ἐκ μέσου σταθεῖσα ὀρθ, ἰδόντι δῆλον τῷ ἐκεῖνο εἰδότι· τουτέστι τῷ προεγνωκότι ὅτι ἐὰν αἱ τρεῖς εὐθεῖαι ἥ τε ἐπιστα‐ θεῖσα καὶ 〈αἱ〉 ἐκ μέσου δύο ἴσαι εἰσίν, ἐξ ἀνάγκης ἐκ τούτου δείκνυται ὅτι ὀρθή ἐστιν ἡ ἐν ἡμικυκλίῳ. εἰ γὰρ διαίρεσιν ποιήσομεν καὶ δείξομεν αὐτῷ ὅτι εὐθεῖαί εἰσι, δῆλον αὐτῷ γίνεται ὅτι ὀρθή ἐστιν. ἐπεὶ δὲ ἀσαφῶς καὶ
30αἰνιγματωδῶς τὸ παράδειγμα ἐπῆκται διὰ τὴν συνήθη βραχυλογίαν αὐτῷ, ῥητέον ὅπως δείκνυται ἐν τῷ τρίτῳ τῶν Εὐκλείδου Στοιχειώσεων βιβλίῳ ὅτι ἡ ἐν ἡμικυκλίῳ γωνία ὀρθή ἐστιν, ἵνα ἐκ τούτου σαφὲς τὸ ἐνταῦθα λεγόμενον γένηται. ἔστω κύκλος ὁ αβγ, κέντρον δὲ αὐτοῦ τὸ ε, διάμετρος ἡ βγ, καὶ ἐπεζεύχθω ἡ βα γα, ἤχθω δὲ πρὸς ὀρθὰς τῇ βγ ἡ αε καὶ
35διήχθω ἡ βα ἐπὶ τὸ ζ. ἐπεὶ οὖν ἴση ἐστὶν ἡ εβ τῇ εα (ἐκ γὰρ τοῦ κέντρου) τῶν δὲ ἰσοσκελῶν τριγώνων αἱ πρὸς τῇ βάσει γωνίαι ἴσαι ἀλλή‐ λαις εἰσίν, ἴση ἄρα ἐστὶν ἡ ὑπὸ εαβ γωνία τῇ ὑπὸ αβε. διὰ τὰ αὐτὰ δὴ
καὶ ἡ ὑπὸ εγα τῇ ὑπὸ εαγ. ὅλη ἄρα ἡ ὑπὸ βαγ ἴση ἐστὶ ταῖς ὑπὸ αβγ596
in Metaph
.

597

βγα. ἐστὶ δὲ καὶ ἡ ὑπὸ ζαγ ἐκτὸς τοῦ τριγώνου τοῦ αβγ δυσὶ ταῖς ὑπὸ αβγ αγβ ἴση, τὰ δὲ τῷ αὐτῷ ἴσα ἀλλήλοις ἐστὶν ἴσα· ἴση ἄρα καὶ ἡ ὑπὸ βαγ τῇ ὑπὸ ζαγ. ἐὰν δὲ εὐθεῖα ἐπ’ εὐθεῖαν σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἴσας ποιῇ, ὀρθαί εἰσιν αἱ γωνίαι. ὀρθὴ ἄρα ἐστὶ καὶ ἡ ὑπὸ βαγ καὶ ἡ
5ὑπὸ ζαγ· ἴσαι γὰρ ἐδείχθησαν. οὕτω μὲν οὖν ἐκεῖσε δείκνυται ὅτι ἡ ἐν ἡμικυκλίῳ ὀρθή ἐστιν. αὐτὸς δὲ εἶπεν ὅτι ἐὰν ἴσαι αἱ τρεῖς, καὶ τίνες αὗται ἐπάγει, ἥ τε βάσις δύο, τουτέστιν ἡ βγ τοῦ αβγ τριγώνου (διῄ‐ ρηται γὰρ εἰς δύο ἴσας τήν τε εβ καὶ εγ· κέντρον γάρ ἐστι τὸ ε) καὶ ἡ ἐκ τοῦ μέσου ἐπισταθεῖσα ὀρθ, τουτέστι καὶ ἐὰν ἡ αε εὐθεῖα ἐκ
10μέσου ἢ ἐν τῷ μέσῳ ἤτοι ἐν τῷ κέντρῳ ἐπισταθῇ πρὸς ὀρθάς, ἰδόντι δῆλον τῷ ἐκεῖνο εἰδότι, ἤτοι φανερὸν γίνεται τῷ προειδότι ὅτι ἐὰν οὕτως αἱ εὐθεῖαι ἔχωσι, δειχθήσεται ἡ ἐν ἡμικυκλίῳ ὀρθή. φανερὸν ἄρα ὅτι δυνάμει ὄντα καὶ ἐνεργήσας περὶ αὐτὰ ὁ νοῦς εὑρίσκεται· αὐτὸς γάρ ἐστιν ὁ αἴτιος ὁ ἄγων αὐτὰ εἰς ἐνέργειαν. ὥστε ἐξ ἐνεργείας ἡ
15δύναμις, ἤτοι ἐκ τοῦ ἐνεργεῖν ἡ δύναμις τῶν μαθημάτων εἰς ἐνέργειαν ἄγεται, καὶ ἐπὶ τούτῳ ποιοῦντες γινώσκουσιν. δῆλον ἄρα καὶ ἐκ τούτων ὅτι ἡ ἐνέργεια τῶν τὰ αὐτὰ ποιουσῶν δυνάμεων προτέρα· ἡ δὲ κατ’ ἀριθμὸν ἐνέργεια δυνάμεως ὑστέρα· εἴρηται γὰρ ἔναγχος ὅτι τῶν τὸ αὐτὸ εἶδος ποιουσῶν ἡ ἐνέργεια δυνάμεως προτέρα, ὡς ἐπὶ τοῦ Σωφρονίσκου καὶ τοῦ
20Σωκράτους ἐλέγομεν, τῷ δ’ ἀριθμῷ ὑστέρα. p. 1051a34 Ἐπειδὴ δὲ τὸ ὂν λέγομεν καὶ τὸ μὴ ὂν τὸ μὲν κατὰ τὰ σχήματα τῶν κατηγοριῶν. Τῶν πραγμάτων τῶν μὲν ὄντων τοιούτων ὥστε ἐνδέχεσθαι περὶ αὐτὰ καὶ ἀληθεύειν καὶ ψεύδεσθαι, τῶν δὲ ὡς ἀεὶ ἀληθεύειν, τῶν δὲ ὡς ἀεὶ
25ψεύδεσθαι, πρόκειται αὐτῷ περὶ τοιούτων διορίσαι, τίνα ἐστὶ τὰ ἐν οἷς ἀεὶ ἀληθεύομεν, καὶ τίνα τὰ ποτὲ μὲν ποτὲ δὲ μή, καὶ τίνα τὰ ἐν οἷς ἀεὶ ψευδόμεθα. πρῶτον δὲ διδάσκει ἁπλῶς καὶ καθόλου πότε γίνεται ἡ ἀλή‐ θεια καὶ πότε τὸ ψεῦδος· καὶ οὕτω λέγει περὶ ὧν εἴπομεν προκεῖσθαι αὐ‐ τῷ εἰπεῖν. λέγει οὖν ὅτι ἐπεὶ τὸ ὂν λέγεται καὶ τὸ μὴ ὂν τὰ μὲν
30κατὰ τὰ σχήματα τῶν κατηγοριῶν, οἷον ὂν λέγεται ἡ οὐσία καὶ τὸ ποσὸν καὶ τὸ ποιὸν καὶ αἱ ἄλλαι κατηγορίαι, τὰ δὲ λέγεται ὄντα κατὰ δύναμιν ἢ ἐνέργειαν τούτων· λέγεται γὰρ ὂν καὶ λευκὸν καὶ τὸ μὴ ὂν λευκὸν δυνάμενον δὲ γενέσθαι λευκόν, ἀλλὰ λέγεται λευκὸν καὶ τὸ ἤδη ἐνεργείᾳ ὂν λευκόν, λέγεται δὲ πάλιν ἀὴρ καὶ τὸ μήπω ὂν ἀὴρ δυνάμενον
35δὲ γενέσθαι, ἀλλὰ λέγεται καὶ ὁ ὢν ἤδη. οὐ μόνον δὲ ὄντα λέγεται τὸ μὴ ὂν λευκὸν μηδ’ ἀήρ, δυνάμενα δὲ γενέσθαι, ἀλλὰ καὶ τἀναντία, τουτ‐
έστιν ἀλλὰ λέγεται καὶ μὴ ὄντα· τὸ γὰρ μὴ ὂν λευκὸν δυνάμενον δὲ γενέ‐597
in Metaph
.

598

σθαι λέγεται καὶ μὴ ὄν. κυριώτατα δὲ ὄν ἐστι τὸ ἀληθές, μὴ ὂν δὲ τὸ ψεῦδος· τὸ μὲν γὰρ καθημένου Σωκράτους λέγειν αὐτὸν καθῆσθαι ἀληθὲς ὂν κυριώτατόν ἐστιν ὄν, καθημένου δὲ λέγειν αὐτὸν μὴ καθῆσθαι ψεῦδος καὶ μὴ ὄν. ἄλλως δὲ ἐπὶ τῶν πραγμάτων ἐστὶ τὸ ὡς ἀληθῶς ὂν καὶ
5ἄλλως ἐπὶ τοῦ λόγου. ὅταν γὰρ ὑπάρχῃ τὸ καθῆσθαι τῷ Σωκράτει, ἔστι τὸ τοιοῦτον ἀληθὲς καὶ ὂν ἐπὶ τοῦ πράγματος· ἐπὶ τοῦ λόγου δέ ἐστιν, ὅταν ἐγὼ τὸ ὑπάρχον περὶ αὐτὸν λέγω ὅτι ὑπάρχει αὐτῷ, οἷον ὅταν φῶ ὅτι Σωκράτης κάθηται, ὑπάρχοντος αὐτῷ τοῦ καθῆσθαι· ὥστε ἀληθεύω μέν, ὅταν τὸ διῃρημένον καὶ μὴ ὑπάρχον τῷ Σωκράτει οἴωμαι μὴ
10ὑπάρχειν, ψεύδομαι δὲ οἰόμενος ὑπάρχειν. ἐπειδὴ οὖν ταῦθ’ οὕτως ἔχει, πότε ἔστιν ἢ οὐκ ἔστι τὸ ἀληθὲς λεγόμενον ἢ ψεῦδος; τουτέστι πότε ἐστὶν ἡ κατάφασις ἢ ἡ ἀπόφασις ἀληθὴς καὶ πότε οὐκ ἔστιν; οὐ γὰρ διὰ τὸ ἡμᾶς οἴεσθαι καὶ λέγειν ὅτι Σωκράτης κάθηται ἢ λευκός ἐστιν, ὑπάρχειν ἀληθὲς αὐτῷ ταῦτα, ἀλλ’ ἔμπαλιν διὰ τὸ ὑπάρχειν αὐτῷ ταῦτα ἡμεῖς ἀλη‐
15θεύομεν. οὐ γὰρ διὰ τοὺς λόγους, ὡς ἐν τῷ δευτέρῳ τμήματι τοῦ Περὶ ἑρμηνείας δέδεικται, τὰ πράγματά ἐστιν, ἀλλὰ διὰ τὰ πράγματα οἱ λόγοι ἀληθεύουσιν ἢ ψεύδονται. οὕτω δὴ περὶ τούτων διορισάμενος λέγει ὅτι εἰ δὴ τὰ μὲν ἀεὶ σύγκειται καὶ ἀδύνατα διαιρεθῆναι (ἀεὶ γὰρ σύγ‐ κειται τὸ σφαιροειδὲς τῷ ἡλίῳ καὶ τὸ ἀσύμμετρον τῇ διαμέτρῳ καὶ ἀδύ‐
20νατόν ἐστιν αὐτοῖν ταῦτα διαιρεθῆναι), τὰ δ’ ἀεὶ διῄρηται καὶ ἀδύ‐ νατα συντεθῆναι (ἀεὶ γὰρ διῄρηται ἀνθρώπου τὸ ἄψυχον καὶ ἀδύνατόν ἐστιν αὐτῷ τοῦτο συντεθῆναι), τὰ δ’ ἐνδέχεται τἀναντία (συγκειμένου γὰρ τοῦ καθῆσθαι τῷ Σωκράτει ἐνδέχεται διαιρεθῆναι αὐτοῦ), ἐστὶ δὲ τὸ μὲν εἶναι καὶ τὸ ἀληθές, ἵνα πάλιν τοῦτο ὑπομνησθεῖμεν, τὸ συγκεῖσθαι
25τὸν κατηγορούμενον τῷ ὑποκειμένῳ καὶ ἓν εἶναι, τὸ δὲ μὴ εἶναι καὶ τὸ ψεῦδός ἐστι τὸ μὴ συγκεῖσθαι ἀλλὰ πλείω εἶναι καὶ κεχωρισμένα ἀπ’ ἀλλήλων· εἰ δή, ὥσπερ εἴρηται, τὰ μὲν ἀεὶ σύγκειται τὰ δὲ ἀεὶ διῄρηται τὰ δ’ ἐνδέχεται τἀναντία, περὶ μὲν τὰ ἐνδεχόμενα τἀναντία ἡ αὐτὴ γίνεται ψευδὴς καὶ ἀληθὴς δόξα, καὶ ἐνδέχεται ὁτὲ μὲν ἀληθεύειν ὁτὲ δὲ ψεύδε‐
30σθαι, οἷον εἰ σοῦ καθημένου δοξάζω ὅτι κάθησαι ἀληθεύω, εἰ δ’ ἀνα‐ στάντος σου ἔτι τὴν αὐτὴν ἔχω δόξαν τὴν ὅτι κάθησαι, ἡ αὐτὴ δόξα γέ‐ γονε καὶ ἀληθὴς καὶ ψευδής, ἀληθὴς μὲν πρότερον ὅτε σοῦ καθημένου τοῦτο αὐτὸ ἐδόξαζον, ὕστερον δὲ ψευδής. περὶ δὲ τὰ ἀδύνατα ἄλλως ἔχειν οὐκ ἐνδέχεται ὁτὲ μὲν ἀληθεύειν ὁτὲ δὲ ψεύδεσθαι, ἀλλ’ εἰ μὲν δοξάζω
35ὅτι ὁ ἥλιος σφαῖρά ἐστιν ἀεὶ ἀληθεύσω· οὐ γὰρ ἐνδέχεται χωρισθῆναι αὐτοῦ τοῦτο τὸ σχῆμα, ὥστε δοξάζων αὐτὸν σφαῖραν ψεύδεσθαι, ὥσπερ ἀπό σου χωρισθὲν τὸ καθῆσθαι ψεύδομαι δοξάζων σε καθῆσθαι, ἀλλ’ ἀεί ἐστιν ὁ ἥλιος σφαῖρα· ὥστε καὶ ἐγὼ ἀεὶ δοξάζων τοῦτο ἀεὶ ἀληθεύσω, ἀλλ’ οὐ ποτὲ μὲν ποτὲ δ’ οὔ. πάλιν ὁ δοξάζων σύμμετρον τὴν πλευρὰν
40τῇ διαμέτρῳ ἀεὶ ψεύδεται· οὐ γὰρ δύναται σύμμετρος γενέσθαι, ὥστε οὐκ
ἂν ἀληθεύσειέ ποτε ἀλλ’ ἀεὶ ψεύσεται.598
in Metaph
.

599

p. 1051b17 Περὶ δὲ δὴ τὰ ἀσύνθετα τί τὸ εἶναι ἢ μὴ εἶναι καὶ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. Περὶ μὲν τῶν συνθέτων πῶς τὸ εἶναι καὶ τὸ ἀληθές ἐστι καὶ τὸ μὴ εἶναι καὶ τὸ ψεῦδος, εἴρηται, περὶ δὲ τῶν ἁπλῶν καὶ ἀσυνθέτων καὶ ὧν
5οὐδέν τι κατηγορεῖται (εἰ γὰρ κατηγορεῖται, σύνθετον ἔσται πάντως), πῶς, φησί, τὸ εἶναι καὶ τὸ μὴ εἶναι, τουτέστι πῶς ἐν αὐτοῖς τὸ εἶναί ἐστι καὶ μὴ εἶναι, ἤτοι πῶς ἔχουσι κατὰ τὸ εἶναι καὶ μὴ εἶναι καὶ πῶς συμβαίνει ἐπ’ αὐτοῖς τὸ ἀληθὲς καὶ τὸ ψεῦδος; οὐ γάρ ἐστι τὰ ἁπλᾶ σύνθετα, ἵνα λέγωμεν ὡς ὅταν συγκέηται ὁ κατηγορούμενος καὶ ὑποκείμενος καὶ φῶμεν
10αὐτὸν συγκεῖσθαι ἀληθεύομεν, μὴ συγκειμένου δὲ καὶ λεγομένου συγκεῖσθαι ψευδόμεθα, ὥσπερ ἐπὶ τοῦ λευκοῦ ξύλου ἔχει καὶ ἐπὶ πάντων τῶν συνθέ‐ των· ἐπὶ τούτων μὲν γὰρ λέγοντες περὶ τοῦ λευκοῦ ξύλου ὅτι τὸ ξύλον λευκόν ἐστιν ἀληθεύομεν, μὴ λευκὸν δὲ ψευδόμεθα· ἐπὶ δὲ τῶν ἁπλῶν καὶ ἀσυνθέτων τοῦτο οὐ συμβαίνει, οὐδὲ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ὁμοίως
15ὑπάρξει ἐπὶ τούτων τε καὶ ἐπ’ ἐκείνων ἤτοι τῶν συνθέτων, ἀλλὰ κατ’ ἄλλον δηλαδὴ τρόπον. εἰ γὰρ ὁμοίως ἐπ’ ἀμφοῖν ὑπάρξει, ἀδιάφορα ἔσται, ὅπερ ἄλογον· πολλὴ γὰρ πάνυ τῶν συνθέτων ἡ διαφορὰ πρὸς τὰ ἀσύνθετα. οὕτω δὴ τὸν λόγον ἐρωτήσας ἀποκρίνεται λέγων ἢ ὥσπερ οὐδὲ τὸ ἀλη‐ θὲς ἐπὶ τούτων τὸ αὐτ, οὕτως οὐδὲ τὸ εἶναι, ὃ ἴσον ἂν εἴη τῷ
20ὥσπερ ἐπὶ τῶν ἀσυνθέτων ἄλλως ἀληθεύομεν καὶ οὐχ ὥσπερ ἐπὶ τῶν συνθέτων, οὕτω καὶ τὸ εἶναι ἄλλως ἐστὶ τοῖς ἀσυνθέτοις καὶ ἑτέρως τοῖς συνθέτοις. ἐπειδὴ γὰρ ὡς τὸ πρᾶγμα ἔχει, οὕτω καὶ ὁ περὶ αὐτὸ λόγος καὶ ἡ ἀλήθεια, ὡς δ’ ἂν ἕξει τὰ ἁπλᾶ, οὕτως ἕξει καὶ ἡ περὶ αὐτὰ ἀλή‐ θεια, καὶ ἔμπαλιν ὡς ἡ περὶ αὐτὰ ἀλήθεια, καὶ αὐτά· καὶ ἔσται τὸ μὲν
25ἀληθές, ὅταν αὐτοῦ θιγγάνῃ ὁ νοῦς, τὸ δὲ ψεῦδος, ὅταν μὴ θιγγάνῃ, τουτ‐ έστιν ἄγνοια· καταχρηστικώτερον γὰρ ἀντὶ τοῦ ἄγνοια εἶπε τὸ ψεῦδος. ὅτι δὲ ἐν τῇ λέξει τῇ ἀλλ’ ἔστι τὸ μὲν ἀληθὲς τὸ δὲ ψεῦδος τὸ ψεῦδος καταχρηστικώτερον καὶ κοινότερον ἀντὶ τῆς ἀγνοίας ἔλαβε, δῆλον πεποίηκεν εἰπὼν τὸ μὲν θιγεῖν καὶ φάναι ἀληθές, ἤτοι τὸ θιγεῖν καὶ φάσιν
30ἔχειν, ἀλλ’ οὐ κατάφασιν ἢ ἀπόφασιν, ἀληθές, τὸ δ’ ἀγνοεῖν ἐστι τὸ μὴ θιγγάνειν, ὥστε τὸ ψεῦδος ἀντὶ τοῦ ἀγνοεῖν εἴληπται. ἐπὶ μὲν οὖν τῶν ἁπλῶν, ὥσπερ εἴρηται, ἢ θιγγάνει ὁ νοῦς αὐτῶν καὶ καθάπερ εἰσὶν ἅπτεται τῆς φύσεως αὐτῶν καὶ ἁπλῇ ἐπιβολῇ, ὥσπερ καὶ ἡ ὄψις τῶν χρωμάτων· καὶ ἀληθεύει οὐχ ὡς καταφάσκων αὐτῶν τι ἀλλ’ οἷον ὁρῶν
35αὐτά, ὡς καὶ ἡ ὄψις τὰ χρώματα· οὐδὲ γὰρ αὕτη τι καταφάσκει αὐτῶν ἀλλὰ μόνον ὁρᾷ. ὅταν οὖν ταῦτα οἷον ὁρᾷ ὁ νοῦς, φάσιν αὐτῶν ἔχει ἀλλ’ οὐ κατάφασιν· ἡ γὰρ κατάφασις ἐπὶ συνθέτου λέγεται ὑποκειμένου καὶ κατη‐
γορουμένου. ἢ οὖν θιγγάνει καὶ ἅπτεται αὐτῶν καὶ ἀληθεύει, ἢ οὐ θιγ‐599
in Metaph
.

600

γάνει οὐδ’ οἷον ὁρᾷ αὐτὰ οὐδ’ ὅλως ἐννοεῖ τι περὶ αὐτῶν, καὶ λέγεται ἔχειν περὶ αὐτῶν ἄγνοιαν, οὐ μὴν ψεύδεσθαι, ἐπεὶ οὐδ’ ἡ ὄψις ὅταν ἐν νυκτὶ μὴ ὁρᾷ τὰ χρώματα, λέγεται ψεύδεσθαι ἀλλ’ ἀγνοεῖν αὐτά. τὸ γὰρ ψεύδεσθαι ἐπὶ συνθέτων λέγεται, ὅταν τὸ μὴ ὂν τόδε τι λέγῃ εἶναι
5αὐτό, οἷον τὸ μὴ ὂν λευκὸν ξύλον λέγῃ αὐτὸ λευκόν, ἢ τὸ ὂν λέγῃ μὴ ὄν, οἷον τὸ ἄνθρωπον μὴ εἶναι ζῷον. ὥστε ἀληθεύει μὲν περὶ τὰ ἁπλᾶ ὁ νοῦς, ὅταν καθάπερ εἰσὶ καὶ ἁπλαῖς ἐπιβολαῖς ἅπτηται αὐτῶν. ἔστι μὲν οὖν περὶ τὰ ἁπλᾶ ἀληθεύεσθαι, ὅταν αὐτῶν θιγγάνῃ ὁ νοῦς, καὶ οἷον φάσιν ἔχειν ἀλλ’ οὐ κατάφασιν, ἀπατηθῆναι δὲ ἢ ψεύδεσθαι περὶ αὐτὰ οὐκ ἐν‐
10δέχεται· ἡ γὰρ ἀπάτη καὶ τὸ ψεῦδος περὶ τὰ σύνθετα ὑφίσταται, ὅταν τὸ μὴ κατά τινος ὑπάρχον ὑπάρχειν λέγηται ἢ τὸ ὑπάρχον μὴ ὑπάρχειν. εἰ‐ πὼν δὲ ὅτι ἀπατηθῆναι περὶ τὸ τί ἐστι καὶ τοὺς ὁρισμοὺς οὐκ ἔστιν (οὐ γὰρ χωρίζονται τῶν ὧν εἰσιν ὁρισμοί, ὡς τὸ καθῆσθαι καὶ γράφειν τῶν καθημένων καὶ γραφόντων), λέγει ὅτι οὐδὲ περὶ τὰς μὴ συνθέτους
15καὶ ἁπλᾶς ἔστιν ἀπατηθῆναι οὐσίας, περὶ ὧν ἤδη πεπαύμεθα λέγοντες· κατὰ συμβεβηκὸς δὲ ἔστιν ἀπατηθῆναι, εἴ τις τὸ μὴ θιγγάνειν ἀπάτην βούλεται λέγειν. εἰσὶ δὲ πᾶσαι αἱ ἁπλαῖ οὐσίαι ἐνέργειαι, ἀλλ’ οὐ δυνά‐ μει· πρῶτον μὲν ὡς εἴπερ ἦσαν δυνάμει, ἐγίνοντο ἂν περὶ αὐτὰς ἀπάται. εἰ γὰρ εἶχον ἔννοιαν περὶ τῆς ἁπλῆς οὐσίας ὡς ἔστι τοδί, αὕτη δὲ δυνάμει
20οὖσα τόδε τι κεκίνητο εἰς ὃ ἐδύνατο, ἠπατήθησαν ἄν· ὥσπερ γὰρ ὁ καθή‐ μενος ὅταν σταίη, ὁ καθήμενον ἔτι αὐτὸν ὑπολαμβάνων ἀπατᾶται καὶ ψεύ‐ δεται, οὕτω δὴ συνέπεσεν ἂν καὶ ἐπ’ αὐτῆς. ἔπειτα εἰ ἦσαν δυνάμει, ἐγίνοντο ἂν καὶ ἐφθείροντο· τὸ γὰρ δυνάμενον τόδε τι γενέσθαι γί‐ νεται ἐκεῖνο ὅπως δύναται· καὶ εἰ ἐγίνοντο, ἔκ τινος ἂν ἐγίνοντο καὶ τοῦτο
25εἰς ἄπειρον. νῦν δὲ τὸ ὂν αὐτὸ οὐ γίνεται. καὶ εἴη ἂν λέγων ὅτι τὸ κυρίως ὂν καὶ ἡ ἁπλῆ ὑπερούσιος οὐσία καὶ ἀκινήτως κινοῦσα, ὁ πολυτί‐ μητος θεός, οὐ γίνεται οὐδὲ φθείρεται. ἢ τὸ νῦν δὲ τὸ ὂν αὐτὸ οὐ γί‐ νεται οὐδὲ φθείρεται ἴσον ἂν εἴη τῷ νῦν δὲ τὸ ὂν καὶ ἡ οὐσία τοῦ ἁπλοῦ, ὁποῖον ἄν ποτε εἴη, οὐ γίνεται οὐδὲ φθείρεται· πᾶν γὰρ τὸ γινό‐
30μενον σύνθετόν ἐστιν. ὅσα δ, φησί, τῶν ὄντων ἐστὶν ὅπερ εἶναί τι καὶ ἐνεργεί, τουτέστιν ὅσα ἐστὶν ὅπερ ὄντα καὶ ἐνεργείᾳ, τουτέστιν ὅσα εἰσὶν ἐνέργειαι καὶ εἴδη, περὶ ταῦτα οὐκ ἔστιν ἀπατηθῆναι, ἀλλ’ ἢ ἅπτεσθαι αὐτῶν τὸν νοῦν καὶ ἀληθεύειν ἢ μὴ ἅπτεσθαι, καὶ οὐκ ἔστι τοῦτο ἀπάτη. καὶ ζητεῖται τὸ τί ἐστι περὶ αὐτῶν οὐχ ὡς κατηγοροῦντες
35αὐτῶν τι, ἀλλὰ μόνον νοοῦντες καὶ οἱονεὶ ὁρῶντες. τὸ δὲ ταῦτα οἷον ὁρᾶν ἐγγίνεται τοῖς εἰς ἄκρον ἐπιστήμης ἐλθοῦσι καὶ εὖ ζήσασιν. p. 1051b33 Τὸ δὲ εἶναι ὡς τὸ ἀληθὲς καὶ τὸ μὴ εἶναι ὡς τὸ ψεῦδος, ἓν μέν ἐστιν, εἰ σύγκειται, ἀληθές.
Τὸ ὂν τὸ ὡς ἀληθές, φησί, καὶ τὸ μὴ ὂν τὸ ὡς τὸ ψεῦδος, ἕνα μέν600
in Metaph
.

601

ἐστι τρόπον, εἰ σύγκειται ὁ κατηγορούμενος τῷ ὑποκειμένῳ καί φαμεν αὐ‐ τὸν συγκεῖσθαι, τοῦτό ἐστιν ὂν τὸ ὡς ἀληθές· εἰ δὲ μὴ σύγκειται, λέγεται δὲ συγκεῖσθαι, μὴ ὂν τὸ ὡς ψεῦδος. τὸ δὲ ἕν, τουτέστιν ἄλλον δὲ τρό‐ πον, εἴπερ ὂν οὕτως ἐστ, ἤτοι ἄνπερ ἐστὶν ἁπλοῦν, οὕτως ἐστὶν ἡ
5περὶ αὐτὸ ἀλήθεια, οὐχ ὥστε καταφάσκειν τι αὐτοῦ ἀλλὰ κατά τινα φάσιν αὐτὸ νοεῖν καὶ οἷον ὀρᾶν. εἰ δὲ μὴ οὕτως, δηλονότι εἰ δὲ μή ἐστιν ἁπλοῦν, οὐκ ἔστι περὶ αὐτὸ τὸ ἀληθεύειν μόνον θιγγάνοντα. καὶ σαφηνίζει αὐτὸ λέγων τὸ δὲ ἀληθὲς τὸ νοεῖν ταῦτα, ἀπάτη δὲ περὶ αὐτὰ οὐκ ἔστιν ἀλλ’ ἄγνοια, ἄγνοια δ’ οὐχ οἵα ἡ τυφλότης ὡς μὴ δυνηθῆναί
10ποτε νοῆσαι, ἀλλὰ τοιαύτη οἵα ὑπάρχει, ὅταν τις μὴ περί τινος λογίζηται· ἡ δὲ τυφλότης τοιοῦτόν ἐστιν, ὁποία ἐστὶν ἡ ἄγνοια ὅταν τὸ νοητικὸν μη‐ δαμῶς τις ἔχῃ· ὁ γὰρ τούτου ἐστερημένος οὐδέποτε ἄν τι νοήσειεν, ὥσπερ οὐδὲ ὁ ἐστερημένος τῶν ὀφθαλμῶν βλέψειέ ποτε. p. 1052a4 Φανερὸν δὲ καὶ ὅτι καὶ περὶ τῶν ἀκινήτων οὐκ ἔστιν
15ἀπάτη κατὰ τὸ ποτ, εἴ τις ὑπολαμβάνει ἀκίνητα. Εἰ ἡ κατὰ τὸ ποτὲ ἀπάτη περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν ἐστί, τὰ δὲ ἀκίνητα καὶ ἀίδια οὐκ ἐνδέχεται ἄλλως ἔχειν, οὐκ ἂν εἴη περὶ αὐτὰ ἀπάτη ἡ κατὰ τὸ ποτέ, ἀλλ’ ἢ ὥσπερ εἴρηται πρὸ ὀλίγου, ἢ ἀεὶ ἀπατη‐ θήσεται ἢ ἀεὶ ἀληθεύσει. εἰ γάρ τις καὶ μὴ οἴοιτο μεταβάλλειν τὸ τρί‐
20γωνον ἀλλ’ ἀκίνητον αὐτὸ ὑπολαμβάνοι, οὐκ ἂν ὑπολάβοι ὡς αἱ τρεῖς αὐ‐ τοῦ γωνίαι ποτὲ μὲν δυσὶν ὀρθαῖς ἴσαι εἰσὶ ποτὲ δὲ οὔ. εἰ γὰρ τοῦτο νοήσοι, ὑπολήψοιτο ἂν αὐτὸ καὶ μεταβάλλειν· ἀλλ’ ὑπόκειται ὑπολαμβάνειν αὐτὸ ἀμετάβλητον. ἀλλὰ τοῦτο μὲν ὑπολαβεῖν οὐκ ἐνδέχεται, ἀλλὰ τὶ μὲν τὶ δ’ ο, τουτέστιν ἄρτιον μὲν ἀριθμὸν πρῶτον ὑπολαμβάνειν μηδένα
25εἶναι ἐνδέχεται, ἢ τινὰς μὲν εἶναι ἀρτίους πρώτους τινὰς δὲ οὔ, καὶ τοῦτο ἐνδέχεται· τὸ δὲ τὸν δύο λαβεῖν αὐτὸν καθ’ αὑτὸν καὶ ὑπολαμβάνειν αὐτὸν ποτὲ μὲν ἄρτιον πρῶτον ποτὲ δὲ οὐ πρῶτον, οὐκ ἐνδέχεται. τὸ δὲ οὐ γὰρ ἔτι τινὰ μὲν τινὰ δὲ οὐκ οἰήσεται τοιοῦτον ἂν εἴη· οὐ γὰρ οἰήσε‐ ται ὁ τοὺς ἀριθμούς, ὥσπερ τὸ τρίγωνον, ἀκινήτους οἰόμενος ὅτι τὶς μὲν
30ἀριθμὸς πρῶτος ὢν ποτὲ ἔσται καὶ μὴ πρῶτος, ὁ δὲ κινουμένους αὐτοὺς οἰόμενος οὗτος τοῦτο πείσεται· ὥστε ἢ ἀληθεύσει, εἰ τὸν δύο ἄρτιον ὑπο‐ λαμβάνει, ἢ ἀεὶ ψεύσεται, εἰ μὴ οὕτως αὐτὸν ἔχειν ὑπολήψεται. μέχρι
τῶν ὧδε πεπλήρωνται αἱ εἰς τὸ Θ τῶν Μετὰ τὰ φυσικὰ σχολαί.601
in Metaph
.

602

(t)

ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ Ι ΤΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ 574
2 Ἐπεὶ οἱ τὰς ἰδέας τιθέμενοι καὶ αὐτοὲν ἐδόξαζον, τοῦτο αὐτὸ λέγοντες εἶναι τὴν φύσιν αὐτοῦ καὶ ἐν τούτῳ οὐσιῶσθαι ἐν τῷ ἓν εἶναι (οὐδὲ γὰρ ὥσπερ ὁ Σωκράτης ἓν ὂν ὑπόκειται αὐτός, κατηγορεῖται δὲ αὐτοῦ τὸ ἕν,
5οὕτως ἔλεγον καὶ ὡς αὐτοενὶ ὑποκεῖσθαί τινα φύσιν, λέγεσθαι δὲ κατ’ αὐ‐ τῆς τὸ αὐτοέν, οὔτε ὡς οἱ φυσικοὶ μίαν λέγοντες τὴν ἀρχὴν ὑπετίθουν αὐτῇ πῦρ ἢ ὕδωρ ἢ ἀέρα, ἀλλ’ οὐσιῶσθαι αὐτὸ ἐν τῷ ἓν εἶναι, καὶ εἶναι αὐτοῦ φύσιν τὸ ἕν, μηδὲ ὂν αὐτὸ λέγοντες ἀλλὰ μόνον ἕν· καὶ ὅτῳ φίλον πῶς ταῦτα λέγουσι μαθεῖν, ἐντυγχανέτω τὸν ἐπιγραφόμενον Παρμενίδην
10ἢ Περὶ ἰδεῶν τοῦ Πλάτωνος διάλογον)—ἐπειδὴ οὖν ταύτην εἶχον περὶ τοῦ ἑνὸς τὴν ἔννοιαν, ζητῆσαι ἐν τῷ παρόντι βιβλίῳ προτίθεται εἰ ἔστι τι τοιοῦτον ἓν ἢ μή. πρότερον δὲ διαίρεσιν ποιεῖται τοῦ ἑνὸς καὶ λέγει τίνα ἐστὶ τὰ κυρίως σημαινόμενα τοῦ ἑνὸς καὶ πῶς τὸ ἓν τέως ἐν τοῖς αἰσθη‐ τοῖς εἶναι ὑπολαμβάνομεν. λέγει δὲ ὅτι τῷ ἑνὶ πανταχοῦ ὡς ἀρχῇ μέτρου
15χρώμεθα καὶ ἐν ἀριθμοῖς καὶ ἐν μεγέθεσι καὶ ἐν μέλεσι· τὴν γὰρ δίεσιν ἀρχὴν τῶν μελῶν ποιούμεθα. περὶ δὴ τούτων καὶ ἄλλων τοιούτων πρό‐ τερον τὸν λόγον ποιεῖται, καὶ οὕτω ζητεῖ εἰ δύναται εἶναί τι τοῦτο αὐτὸ ἔχον φύσιν τὸ ἕν, εἶτα ζητεῖ καὶ περὶ τῶν ἐναντίων τίνα ἐστὶ καὶ ὅλως περὶ τῶν ἀντικειμένων καὶ πῶς εἰσι. τὰ μὲν οὖν ἐνταῦθα λεχθησόμενα
20τοιαῦτα, ἰτέον δὲ ἡμῖν ἐπὶ τὴν τῶν λεγομένων σαφήνειαν. p. 1052a15 Τὸ ἓν ὅτι μὲν λέγεται πλεοναχῶς, ἐν τοῖς περὶ τοῦ ποσαχῶς διῃρημένοις εἴρηται πρότερον. Ἐν τῷ Δ τῆσδε τῆς πραγματείας εἴρηκε περὶ τῶν τοῦ ἑνὸς σημαι‐ νομένων, ὅτε καὶ περὶ τῶν ἄλλων ἁπάντων ὧν ἐκεῖσε ἐμνήσθη ἐπεσκέπ‐
25τετο ποσαχῶς ἕκαστον λέγεται. καὶ νῦν πάλιν ὑπομιμνήσκει λέγων τὸ ἓν602
in Metaph
.

603

ὅτι μὲν λέγεται πλεοναχῶς εἴρηται ἐν ἐκείνοις· οἱ συγκεφαλαιού‐ μενοι δὲ τρόποι τῶν πρώτων καὶ καθ’ αὑτὰ λεγομένων ἕν, τουτ‐ έστιν οἱ πρῶτοι τῶν τοῦ ἑνὸς σημαινομένων τρόποι, ἀλλὰ μὴ οἱ κατὰ συμβεβηκὸς λεγόμενοι (οὗτοι γὰρ πάμπολλοί εἰσιν), οἱ πρῶτοι δὴ τέσ‐
5σαρές εἰσι, καὶ τίνες οὗτοι καταλέγει. τό τε γὰρ συνεχές, φησίν, ἓν λέγεται· τὸ δὲ συνεχὲς ἢ ἁπλῶς καὶ καθόλου λέγεται (ἁπλῶς συνεχὲς καὶ οὐ κυρίως λέγεται τὸ ἁφῇ καὶ δεσμῷ ἢ κόλλῃ), τὸ δὴ συνεχὲς ἓν λέγε‐ ται ἢ τὸ ἁπλῶς ὂν συνεχές, ἢ τὸ μάλιστά γε τῇ φύσει συνεχὲς ἕν ἐστιν· φύσει δὲ συνεχῆ τά τε ζῷα καὶ τὰ φυτὰ καὶ ὅλως τὰ ἐκ φύσεως γινό‐
10μενα ἀλλὰ μὴ ἀπὸ τέχνης. καὶ τούτων πάλιν τῶν φύσει συνεχῶν μάλιστα καὶ κυριώτατα ἓν λέγεται οὗ ἡ κίνησις ἀδιαιρετωτέρα καὶ μᾶλλον ἁπλ. τοιοῦτον δ’ ἂν εἴη τὸ κυκλοφορητικὸν σῶμα· τῶν μὲν γὰρ ζῴων αἱ κινήσεις οὔκ εἰσιν ἁπλαῖ, οὐδ’ ἀδιαίρετοι. ᾗ μὲν γὰρ στάσει διαλαμ‐ βάνονται (ἐν γὰρ ταῖς τῶν ποδῶν ἀντερείσεσιν, ὅτε κινοῦνται, στάσεις γί‐
15νονται) οὔκ εἰσιν ἁπλαῖ· ᾗ δὲ οὐ πᾶν ἅμα τὸ ζῷον κινεῖται ἀλλ’ οὐδὲ τὰ μόρια αὐτοῦ (κινουμένου γὰρ τοῦ δεξιοῦ ποδὸς καὶ προηγουμένου ὁ λαιὸς ἵσταται, πάλιν τούτου προηγεῖσθαι μέλλοντος ἵσταται ὁ δεξιός) εἰσὶ διαι‐ ρεταί· διαιροῦνται γὰρ ἐν ταῖς στάσεσι. τοῦ δ’ οὐρανοῦ ἅτε ἄρθρα μὴ ἔχοντος ἀλλ’ ἑνὸς ὄντος καὶ συνεχοῦς, οὐ δυνατόν ἐστι τὸ μὲν αὐτοῦ κι‐
20νεῖσθαι τὸ δὲ μή, ἀλλ’ ἅπαντα τὰ μόρια αὐτοῦ ἅμα κινοῦνται· ὥστε κυ‐ ριώτερον ἓν τῶν ἐνταῦθα τὸ κυκλοφορητικόν ἐστιν. ὅτι δὲ τοῦτο λέγει κυρίως ἕν, μετ’ ὀλίγον καὶ αὐτὸς δηλώσει. ἔτι, φησί, τοιοῦτον καὶ μᾶλλον, τουτέστιν ἔτι ἓν λέγεται καὶ μᾶλλον ἓν τὸ ὅλον καὶ ἔχον τινὰ μορφὴν καὶ εἶδος. καὶ συμπεριείληφε διὰ τούτου τοῦ τρόπου πάντα τὰ
25φυσικὰ μεγέθη τά τε κυκλοφορητικὰ καὶ τὰ ὑπὸ σελήνην. ἐπειδὴ δὲ εἶδός τί ἐστι καὶ ἡ ναῦς καὶ ἡ οἰκία, λέγει μάλιστα δὲ εἴ τι φύσει τοιοῦ‐ τόν ἐστι καὶ μὴ βί, ὥσπερ ὅσα κόλλῃ ἢ γόμφῳ ἢ συνδέσμ. γόμφῳ μέν ἐστιν ἓν ἡ ναῦς, κιβώτιον, συνδέσμῳ ὁ φάκελος, κόλλῃ δὲ βιβλίον. ὅσα δὴ ἔχει μορφὴν καὶ εἶδος φύσει ἀλλὰ μὴ βίᾳ, ὥσπερ ὅσα
30γόμφῳ ἐστὶν ὡς ἡ ναῦς, ἀλλ’ ἔχει ἐν ἑαυτοῖς τὸ αἴτιον τοῦ συνεχῆ εἶναι, ἓν λέγεται. ταῦτα δ’ ἐστὶ τὰ ἐν ἑαυτοῖς ἔχοντα τὸ αἴτιον τοῦ συνεχῆ εἶναι, ὧν ἡ κίνησις μία καὶ ἀδιαίρετος τόπῳ καὶ χρόνῳ. εἰ γὰρ ἐν ἄλλῳ μὲν τόπῳ κινεῖταί τι, ἐν ἄλλῳ δὲ ἕτερον, ἐξ ἀνάγκης διαιρετή ἐστιν ἡ κίνησις, ὥσπερ ἔχει ἡ τῶν ζῴων βάδισις· ἐν ἄλλῳ μὲν γὰρ χρόνῳ κινεῖ‐
35ται ὁ δεξιὸς ποὺς καὶ ἐν ἄλλῳ ὁ λαιός. εἰ δὴ ταῦθ’ οὕτως ἔχει, ἔκ‐ δηλον ὅτι εἴ τι φύσει κινήσεως ἀρχὴν ἔχει τῆς πρώτης τὴν πρώ‐ την, ὅτι τοῦτο πρῶτον μέγεθος ἕν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. δέ‐ δεικται ἐν τῷ Θ τῆς Φυσικῆς ἀκροάσεως ὡς ἡ κατὰ τόπον κίνησις προ‐
τέρα ἐστὶ τῶν ἄλλων κινήσεων, αὐξήσεως φθίσεως καὶ τῶν ἄλλων, τῆς603
in Metaph
.

604

δὲ κατὰ τόπον πάλιν δέδεικται ἐκεῖσε προτέρα ἡ κύκλῳ. τούτων ἐκεῖσε δειχθέντων λέγει, ἐπειδὴ τὸ κυκλοφορητικὸν σῶμα ἀρχὴν ἔχει ἐν ἑαυτῷ κινήσεως, ἡ δὲ κύκλῳ κίνησις πρώτη ἐστὶ τῆς κατὰ τόπον, ἥτις πάλιν ἡ κατὰ τόπον πρώτη τῶν ἄλλων, τὸ κυκλοφορητικὸν σῶμα δῆλον ὅτι πρῶ‐
5τόν ἐστι μέγεθος· ἡ γὰρ τῶν μορίων αὐτοῦ κίνησις οὐκ ἐν ἄλλῳ καὶ ἄλλῳ χρόνῳ γίνεται, ἀλλ’ ἅμα πάντα ἐν τῷ αὐτῷ χρόνῳ κινοῦνται. ἔστιν οὖν, ὥσπερ εἴρηται, ἡ κυκλοφορία πρώτη τῆς φορᾶς. καὶ τὸ ἔχον ἄρα ταύτην τὴν ἀρχὴν πρῶτόν ἐστι μέγεθος τοῦ ἔχοντος τὴν τῆς φορᾶς ἀρ‐ χήν. τὰ μὲν δὴ οὕτως ἓν λέγεται ἢ τὸ συνεχὲς ἢ τὸ ὅλον (ὅλον
10δὲ ποῖον λέγεται εἴρηται ἐν τῷ Δ), τὰ δὲ λέγεται ἓν ὧν ἂν ὁ λόγος εἷς ᾖ. καὶ τίνων ὁ λόγος εἷς ἐστιν ἐπάγει· ὧν ἡ νόησις μία καὶ ἡ ἐπι‐ στήμη. τίνων δὲ πάλιν ἡ νόησίς ἐστι μία ἐπιφέρει, ὧν ἀδιαίρετος ἡ νόησις. ἡ δὲ τοῦ ἀδιαιρέτου καὶ κυρίως ἑνὸς ἡ ἀδιαίρετος νόησίς ἐστιν ἢ εἴδει ἢ ἀριθμῷ. ὥστε ἐξ ὧν λέγει ὁ μὲν καθόλου ἄνθρωπος καὶ ἵππος
15καὶ ὅλως τὰ εἰδικώτατα εἴδη, καὶ ὁ Σωκράτης καὶ ὁ Πλάτων καὶ ἁπλῶς τὰ ἄτομά εἰσιν ἕν, τὸ δὲ ζῷον τὸ καθόλου ἓν οὐκ ἔστιν, ὅτι διαιρεῖται εἴς τε τὸ ζῷον πτηνὸν καὶ εἰς τὸ ζῷον πεζὸν καὶ εἰς τὸ ζῷον ἔνυδρον, ὧν αἱ νοήσεις καὶ ἐπιστῆμαι διάφοροι· ἄλλη γὰρ νόησις καὶ ἐπιστήμη ζῴου πτηνοῦ καὶ ἄλλη ζῴου πεζοῦ. ὁ δὲ ἄνθρωπος οὐ διαιρεῖται εἰς ἕτερα εἴδη
20εἰδικώτατον ὂν εἶδος, οὐδὲ οἱ κατὰ μέρος πολλῷ μᾶλλον ἄνθρωποι διαι‐ ροῦνται εἰς ἀνθρώπους. εἰ δὴ ἓν λέγομεν ὧν ἡ κίνησις μία καὶ ὧν ἡ νόησις καὶ ἡ ἐπιστήμη ἡ αὐτή, ταῦτα δὲ διὰ τὸ εἶδος συμβαίνει, ἓν ἂν εἴη πρῶτον τὸ ταῖς οὐσίαις αἴτιον τοῦ ἑνός· τοῦτο δ’ ἐστὶ τὸ εἶδος. καὶ ἐπανακεφαλαιοῦται διὰ βραχέων τὰ λεχθέντα λέγων λέγεται μὲν οὖν
25τὸ ἓν τοσαυταχῶς, τό τε συνεχὲς φύσει καὶ τὸ ὅλον (ὁ γὰρ μο‐ νόχειρ συνεχὴς μέν ἐστιν, ἀλλ’ οὐ καὶ ὅλος, ὥστε διαφέρει), καὶ τὸ καθ’ ἕκαστον καὶ ἄτομον, καὶ τὸ καθόλου καὶ τὸ εἶδος. λέγεται δ’ ἓν πάντα ταῦτα ἐν τῷ ἢ τὴν κίνησιν εἶναι ἀδιαίρετον ἢ τὴν νόησιν ἢ τὸν λόγον καὶ τὸ εἶδος.
30p. 1052b1 Δεῖ δὲ κατανοεῖν ὅτι οὐχ ὡσαύτως ληπτέον λέγεσθαι ποῖά τε ἓν λέγεται καὶ τί ἐστι τὸ ἑνὶ εἶναι καὶ τίς αὐτοῦ λόγος. Ἐπειδὴ ἑτέρα ἐστὶν ἡ φύσις τοῦ ἑνὸς καὶ ἕτερα τὰ καθ’ ὧν κατη‐ γορεῖται (ἄλλο γὰρ Σωκράτης καὶ ἄλλο τὸ ἓν τὸ κατὰ τοῦ Σωκράτους κατηγορούμενον), λέγει ὅτι δεῖ κατανοεῖν ὅτι ἑτέρα ἐστὶν ἡ ζητοῦσα ζή‐
35τησις ποῖά τε τῶν φυσικῶν πραγμάτων ἓν λέγεται καὶ ἑτέρα ἡ τὸ ἑνὶ εἶναι καὶ τὸν λόγον καὶ τὴν φύσιν τοῦ ἑνὸς ζητοῦσα. τοῦτο δὴ θεὶς ἐπάγει ὅτι τὸ μὲν ἓν λέγεται τοσαυταχῶς ὁσαχῶς διωρίσθη (διωρίσθη δὲ τετραχῶς),
καὶ ἕκαστον τῶν ὄντων ἓν λέγεται ᾧ ἄν τις τῶν τοῦ ἑνὸς διορισθέντων604
in Metaph
.

605

τρόπων ὑπάρξῃ. τὸ δὲ ἑνὶ εἶναι καὶ ἡ φύσις τοῦ ἑνὸς ὁτὲ μὲν τούτων τινὶ ὑπάρξει, λέγων τούτων, τὸ συνεχὲς φύσει, τὸ ὅλον, τὸ ἔχον μορφὴν καὶ εἶδος καὶ ὅσα ἄλλα εἴρηται, ὁτὲ δὲ ἡ φύσις τοῦ ἑνὸς ὑπάρξει ἄλλῳ τινὶ ἑτέρῳ ὄντι τῶν ἀπηριθμημένων, ὅπερ ἕτερον ἐγγὺς τῷ ὀνόματί ἐστι,
5τουτέστι μᾶλλον τῶν ἄλλων τῷ ἑνὶ ἐγγίζει καὶ πλησιαίτερον ἐκείνων τῇ τοῦ ἑνός ἐστι φύσει καὶ κυριωτέρως τὸ ἓν κατὰ τούτου λέγεται, καὶ ἔστι μεταξὺ τῆς τοῦ ἑνὸς φύσεως καὶ τοῦ συνεχοῦς καὶ τοῦ ὅλου καὶ τῶν τοι‐ ούτων. τοῦτο δὲ τὸ μᾶλλον ἐγγίζον τῷ ἑνὶ ὁποῖόν ἐστι μετ’ ὀλίγον εἰσό‐ μεθα, ὅταν καὶ αὐτὸς περὶ αὐτοῦ λέγῃ, ὅταν λέγῃ οὑτωσί μάλιστα δὲ τὸ
10μέτρον εἶναι πρῶτον ἑκάστου γένους καὶ κυριώτατα τοῦ ποσο. ἔστιν οὖν ἄλλο ὃ καὶ μᾶλλον ἐγγὺς τῷ ὀνόματί ἐστιν, ἐκεῖνα δὲ τὰ ἀπη‐ ριθμημένα ἓν δυνάμει εἰσὶν ἕν, ἤτοι φύσεις τινὲς καὶ κατ’ αὐτῶν λέγεται τὸ ἕν. ἀλλὰ μὴν καὶ ἐκεῖνο τὸ παρὰ τὰ ἄλλα, ὃ καὶ μᾶλλον ἐγγὺς τοῦ ὀνόματός ἐστι, φύσις τίς ἐστι καὶ κατηγορεῖται κατ’ ἐκείνου τὸ ἕν· οὐ γὰρ
15οὐσίωται ἐν τῷ ἑνὶ εἶναι. καὶ οἶμαι τὸ δυνάμει ἐκεῖνα ἴσον ἐστὶ τῷ ἐκεῖνα, τό τε συνεχὲς καὶ τὰ λοιπά, ὡς πρὸς τὸ ἄλλο, ὃ καὶ μᾶλλον ἐγ‐ γύς ἐστι τῷ ὀνόματι, ἐξεταζόμενα δυνάμει εἰσὶν ἕν, καθ’ αὑτὸ δὲ τοῦτο. μή ποτε δὴ ἐπειδή, ὡς ἐρεῖ, τὸ ἕν, ὅπερ ἐγγὺς τῷ ὀνόματί ἐστιν, οὐδὲν ἄλλο τυγχάνει ὂν ἢ τὸ μέτρον καὶ ἀρχὴ τοῦ ποσοῦ ᾗ ποσόν, καὶ τούτου
20μάλιστα τὸ μέτρον τοῦ διωρισμένου ποσοῦ, ὅπερ ἐστὶν ἡ μονάς, δι’ ἣν λέγεται καὶ ἡ δίεσις ἓν καὶ μέτρον καὶ ἀρχὴ τῶν φθόγγων καὶ τοῦ βάρους ἡ λίτρα, μήποτε οὖν διὰ ταῦτα πόρρω ᾐνίξατο τοῦτο, λέγων, ὅτι ἡ μονὰς ἐγγύς ἐστι τῷ ὀνόματι, τὰ ἄλλα ἥ τε δίεσις καὶ ἡ λίτρα καὶ ἡ ποδιαία γραμμὴ καὶ τὰ ἄλλα ὧν ἐκεῖσε μνημονεύσει δυνάμει εἰσὶν ἓν καὶ οὐ καθ’
25αὑτό. τὸ δὲ ὥσπερ περὶ στοιχείου καὶ αἰτίου εἰ δέοι λέγειν ἐπί τε τοῖς πράγμασι διορίζοντα καὶ τὰ ἑξῆς συνεχές ἐστι τοῖς ἄνω τοῖς δεῖ δὲ κατανοεῖν ὅτι οὐχ ὡσαύτως ληπτέον λέγεσθαι ποῖά τε ἓν λέγεται. καὶ ἔστιν ἡ πᾶσα τοῦ λόγου συνέχεια τοιαύτη· δεῖ κατανοεῖν ὅτι ἑτέρα ἐστὶν ἡ ζητοῦσα ζήτησις τὰ ὑποκείμενα, καθ’ ὧν τὸ ἓν λέγεται,
30καὶ ἑτέρα ἡ τὸ ἑνὶ εἶναι καὶ τὴν φύσιν καὶ τὴν οὐσίαν τοῦ ἑνὸς ζητοῦσα, ὥσπερ καὶ περὶ στοιχείου καὶ αἰτίου· διαφέρει γὰρ τὸ ζητεῖν τίς φύσις καὶ λόγος τοῦ στοιχείου, ὅτι ἐξ οὗ πρώτου φέρε εἰπεῖν ἐλαχίστου καὶ εἰς ὃ ἔσχατον ἐλάχιστον τὰ ἐκ τούτου ἀναλύεται, τῆς ζητήσεως, ἥπερ ζητεῖ τίνων τὸ στοιχεῖον καὶ ἡ τοιαύτη φύσις κατηγορεῖται, καὶ τίνι συνέβη
35στοιχείῳ εἶναι, πότερον τῷ πυρὶ ἢ ἄλλῳ τινί. ὅτι δὲ διάφοροι αἱ τοιαῦται ζητήσεις δῆλον· ἄλλον γὰρ ἀποδίδομεν τοῦ πράγματος, λέγω δὴ τοῦ πυρός, ὅρον καὶ ἄλλον τοῦ ὀνόματος, ὄνομα λέγων αὐτὸ τὸ κατηγόρημα ἤτοι τὸ στοιχεῖον. κατηγορεῖται γὰρ τὸ στοιχεῖον κατὰ τοῦ πυρός· φαμὲν γὰρ τὸ πῦρ στοιχεῖον. καὶ ἔστι, φησί, τὸ πῦρ τρόπον μέν τινα στοιχεῖον, τρόπον
40δέ τινα οὐκ ἔστιν· ὅταν μὲν γὰρ ὡς πῦρ ἐξετάζῃ τις αὐτὸ καὶ τὴν φύσιν
αὐτοῦ τίς ἐστιν, ὅτι ξηρὰ καὶ θερμή, μὴ πολυπραγμονῶν εἴτε γίνεταί τι605
in Metaph
.

606

ἐξ αὐτοῦ εἴτε καὶ μή, οὐκ ἔστι στοιχεῖον· ὅταν δὲ ὡς πρᾶγμα καὶ φύσιν τινά, ὅτι ἐξ αὐτοῦ γίνεται τὰ ἄλλα καὶ εἰς αὐτὸ ἀναλύεται, ἐστὶ στοιχεῖον. ἢ τὸ ἔστι τὸ πῦρ τρόπον μέν τινα στοιχεῖον, τρόπον δέ τινα οὐκ ἔστι λέγοι ἂν ὅτι ἐπειδὴ κυρίως καὶ πρώτη ἀρχὴ πάντων καὶ στοιχεῖον ἡ ἀνείδεός
5ἐστιν ὕλη, τρόπον μέν τινα τὸ πῦρ ὡς πρὸς αὐτὴν συγκρινόμενον οὐκ ἔστι στοιχεῖον, τρόπον δέ τινά ἐστιν· τὰ γὰρ σύνθετα πάντα προσεχῶς ἐξ αὐ‐ τοῦ καὶ γῆς καὶ ἀέρος καὶ ὕδατος συνίσταται. τὸ δὲ ὄνομα οἷον τὸ στοι‐ χεῖον, ὃ κατὰ τοῦ πυρὸς λέγεται, σημαντικόν ἐστιν τοῦ ἔστι τι ὃ γέγονεν ἐκ τούτου πρώτου τοῦ πυρός, ἐνυπάρχοντος τοῦ πυρὸς τῷ γεγονότι ἐξ αὐ‐
10τοῦ ἤτοι τῷ στοιχειωτῷ, διὰ τὸ συμβεβηκέναι τῷ πυρὶ τοδ, τουτέστι τὸ ἐξ αὐτοῦ ὡς πρώτου ἐνυπάρχοντος εἶναι τὰ ἄλλα. ὅτι γὰρ συμβέβηκε τῷ πυρὶ ἐξ αὐτοῦ πρώτου γίνεσθαί τινα, ἐνυπάρχοντι τοῖς ἐξ αὐτοῦ γινομένοις, διὰ τοῦτο λέγεται στοιχεῖον. τὸ δ’ ἔστιν ἴσως καθ’ αὑτὸ καὶ τὸ ἄπειρον πρόσκειται, ἐπειδὴ οἱ ἓν τὸ στοιχεῖον λέγοντες καὶ ἄπειρον αὐτὸ
15ὑπετίθεντο· λέγοι δ’ ἂν ὅτι ἴσως ἐστὶ καὶ τὸ ἄπειρον στοιχεῖον, ὡς εἰ ἔλεγε ‘τοῦτο γὰρ πάνυ πολλὰς εὐθύνας δεδωκὸς λεγέσθω νῦν κατὰ πολλὴν ἄδειαν στοιχεῖον‘. ὡς οὖν ἐπὶ τοῦ στοιχείου ἔχει, οὕτω καὶ ἐπὶ τοῦ αἰ‐ τίου καὶ τοῦ ἑνὸς καὶ τῶν τοιούτων ἁπάντων. τὸ δὲ διὸ καὶ τὸ ἑνὶ εἶναι τὸ ἀδιαιρέτῳ ἐστὶν εἶναι, εἴ τι συνίημι, οὐδεμίαν πρὸς τὰ προσ‐
20εχῶς λεχθέντα ἀκολουθίαν ἔχει, ἀλλ’ οἶμαι ἐπανάληψίς ἐστι τῶν περὶ τοῦ ἑνός, ἵνα ἀκολούθως εἴποι καὶ ποῖόν ἐστιν ἐκεῖνο τὸ ἕν, ὅπερ μάλιστα ἐγγὺς τῷ ὀνόματί ἐστιν. καὶ εἴη ἂν λέγων διὰ τούτου ὅτι τὸ ἑνὶ εἶναι ἤτοι ἡ φύσις τοῦ ἑνός, τοῦτό ἐστι τὸ ἀδιαίρετον εἶναι· ὅπερ ἓν οὐ καθ’ αὑτό ἐστιν ἀλλὰ τόδε τι, ἄνθρωπος, εἰ τύχοι, μονὰς ἢ λίθος ἤ τι ἄλλο
25ἰδίᾳ χωριστὸν ὄν, ἤτοι ἀδιαίρετον ἢ τόπῳ ἢ εἴδει ἢ διανοίᾳ ἢ τῷ ὅλῳ καὶ ἀδιαιρέτῳ. τίνα δέ ἐστι ταῦτα, εἴρηται πολλάκις. p. 1052b18 Μάλιστα δὲ τὸ μέτρον εἶναι πρῶτον ἑκάστου γένους καὶ κυριώτατα τοῦ ποσο. Εἰπὼν ὅτι τὸ ἑνὶ εἶναί ἐστι τὸ ἀδιαιρέτῳ εἶναι ἢ τόπῳ ἢ εἴδει καὶ
30τὰ λοιπὰ ὅσα κατελεξάμην, μάλιστα δέ, φησί, τὸ ἑνὶ εἶναι καὶ ἡ φύσις τοῦ ἑνός ἐστι τὸ μέτρον εἶναι πρῶτον ἑκάστου γένους καὶ ὑποκειμένου, κυριώ‐ τατα δὲ ἕν ἐστι τὸ πρῶτον μέτρον τοῦ ποσοῦ· ἔστι γὰρ καὶ ψόφων καὶ μελῶν μέτρον, ἀλλὰ κυριώτατα ἓν καὶ μέτρον τοῦ ποσοῦ ἐστι, καὶ τοῦτό ἐστι τὸ ἕν, ὅπερ πρὸ ὀλίγου ἔλεγεν ὅτι μάλιστα ἐγγίζει τῷ ὀνόματι, τὸ
35πρῶτον μέτρον τοῦ ποσοῦ. ἐντεῦθεν γὰρ καὶ ἐπὶ τὰ ἄλλα ἐλήλυθε,606
in Metaph
.

607

καὶ λέγεται ἓν καὶ μέτρον τὸ στάδιον τῶν ἑκατὸν σταδίων καὶ ἡ δίεσις τῶν φθόγγων καὶ ἡ λίτρα τοῦ βάρους. ἔστιν οὖν μέτρον καὶ κυρίως ἓν ᾧ τὸ ποσὸν γινώσκεται· γινώσκεται δὲ τὸ ποσὸν ᾗ ποσὸν ἢ ἑνί, ὡς ὁ δέκα ἀριθμὸς τῇ μονάδι, ἢ ἀριθμῷ, ὡς ὁ ἑκατὸν τῷ δέκα ἀριθμῷ· μονὰς
5γάρ ἐστιν ὁ δέκα ἀριθμὸς ὡς πρὸς τὸν ἑκατόν. κυριώτερον δὲ πᾶς ἀριθ‐ μὸς τῷ ἑνὶ γινώσκεται· εἰ μὲν οὖν τῇ μονάδι, αὐτόθεν δῆλον ὅτι τῷ ἑνί, εἰ δ’ ἀριθμῷ ὡς ὁ ἑκατὸν ὑπὸ τοῦ δέκα, τῇ δεκάδι ὡς ἑνὶ πάλιν χρώ‐ μεθα· ὥστε δῆλον ὅτι πᾶν ποσὸν ᾗ ποσὸν τῷ ἑνὶ γινώσκεται, καὶ ᾧ πρώτῳ πόσα ἐστὶ τὰ ἀπηριθμημένα, εἴτε εἴκοσιν εἴτε ἑκατὸν εἴτε ἄλλος
10ὁστισοῦν ἀριθμός, γινώσκεται, τοῦτο ἕν ἐστιν ἢ ἀνάλογόν γε ἑνί. ὥστε καὶ τὸ στάδιον, εἰ ὑπ’ αὐτοῦ πρώτου τὰ ἑκατὸν ἔγνωμεν στάδια, ἕν ἐστι. καὶ διὰ τοῦτο τὸ ἓν ἀριθμοῦ ἀρχὴ ᾗ ἀριθμός. ἐντεῦθεν δὲ ἀπὸ τοῦ ἀριθμοῦ καὶ τοῖς ἄλλοις μέτρον λέγεται ᾧ πρώτῳ ἕκαστον γινώ‐ σκεται, καὶ ἔστιν ἐν ἑκάστῳ τὸ μέτρον ἓν καὶ χρώμεθα ὡς ἑνί. ἐν γὰρ
15τοῖς μήκεσιν ᾧ πρώτῳ γινώσκεται τὸ μετρηθὲν μῆκος ὡς ἑνὶ χρώμεθα, ὡσαύτως καὶ ἐν πλάτει καὶ ἐν βάρει καὶ ἐν τάχει. εἰπὼν δὲ ὅτι ἐν μή‐ κει, ἐν πλάτει καὶ ἐν βάθει, καὶ προσθεὶς ἐν βάρει, ἐν τάχει, τὴν αἰτίαν τίθησιν τοῦ ὅπως τὰς μὲν τρεῖς διαστάσεις εἴρηκεν, μῆκος πλάτος βάθος, ἐπὶ δὲ τοῦ βάρους εἰπὼν βάρος οὐκ εἶπε καὶ κοῦφον, ὁμοίως εἰπὼν
20τάχος οὐκ εἶπε καὶ βραδυτῆτα. φησὶ δὴ ὅτι τὸ γὰρ βάρος καὶ τάχος κοινὸν ἐν τοῖς ἐναντίοις, ὡς εἰ ἔλεγε ‘διὰ τοῦτο εἰπὼν βάρος οὐκ εἶπον καὶ κουφότητα, καὶ τάχος οὐ βραδυτῆτα, ὅτι τὸ βάρος δύναται δη‐ λοῦν καὶ τὸ κοῦφον, καὶ ἔστι κοινὸν ἀμφοῖν τοῦ τε βάρους καὶ τοῦ κούφου· ὡσαύτως καὶ τὸ τάχος τὴν βραδυτῆτα.‘ καὶ λέγει ὅπως δηλωτικόν ἐστι
25τὸ βάρος αὐτοῦ τε τοῦ βάρους καὶ τοῦ κούφου. διττὸν γάρ ἐστιν ἑκά‐ τερον· βαρὺ γὰρ λέγεται καὶ τό τινος βαρύτερον, λέγεται δὲ βαρὺ καὶ τὸ ὁποιανοῦν ἔχον βαρύτητα. ἀλλὰ καὶ ταχὺ λέγεται καὶ τό τινος ταχύτερον, λέγεται δὲ καὶ τὸ ὁποσηνοῦν ἔχον ταχυτῆτα. εἰ δὴ ταῦθ’ οὕτως ἔχει, τὸ βαρὺ δηλοῖ καὶ τὴν γῆν, ἥπερ ἐστὶν ἁπλῶς βαρύ, δηλοῖ καὶ τὸν ἀέρα,
30ὃς ὡς μὲν πρὸς τὸ ὕδωρ κοῦφος, ὡς δὲ πρὸς τὸ πῦρ βαρύς ἐστι. δηλοῖ ἄρα ἀμφότερα τὸ βαρύ, τήν τε γῆν ἁπλῶς οὖσαν βαρεῖαν καὶ τὸν ἀέρα κοῦφον ὄντα ὡς πρὸς αὐτήν. ἀλλὰ καὶ τὸ τάχος δηλοῖ μὲν καὶ τὴν τῆς ἀπλανοῦς κίνησιν, δηλοῖ δὲ καὶ τὴν τοῦ Σωκράτους, ἥτις τοῦ Σωκράτους εἰ καὶ πάνυ λίαν ἐστὶ βραδεῖα καὶ σχεδὸν οὐδὲ κίνησις ὡς πρὸς τὴν τῆς
35ἀπλανοῦς ἐξεταζομένη, ὅμως ἐστὶν ἄλλης τινὸς ταχυτέρα, οἷον τῆς κινή‐ σεως τῆς χελώνης. δῆλον ἄρα ὡς καὶ τὸ τάχος σημαντικόν ἐστι τῆς βρα‐ δυτῆτος. λέγεται δὴ βάρος καὶ τὸ ὁποσηνοῦν ἔχον ῥοπὴν καὶ βαρύ‐ τητα καὶ τὸ ἔχον ὑπεροχὴν καί τινος ὂν βαρύτερον, καὶ τάχος καὶ τὸ
ὁπηλικηνοῦν κίνησιν καὶ ταχυτῆτα καὶ τὸ ὑπεροχὴν κινήσεως καὶ τὸ ταχύ‐607
in Metaph
.

608

τερον ὄν τινος. ἔστι γάρ τι τάχος καὶ τοῦ βραδέος, οἷον τοῦ Σω‐ κράτους, καὶ βάρος τοῦ κουφοτέρου, οἷον τοῦ ἀέρος. p. 1052b31 Ἐν πᾶσι δὴ τούτοις μέτρον καὶ ἀρχὴ ἕν τι καὶ ἀδιαί‐ ρετον.
5 Εἰπὼν ὅτι ἀρχὴ μέν ἐστι καὶ μέτρον ἐν πλάτει ἐν βάθει ἐν βάρει, καὶ τὴν αἰτίαν θεὶς τοῦ τίνος ἕνεκεν ἐν βάρει εἰπὼν καὶ ἐν τάχει οὐκ εἶπε καὶ ἐν κουφότητι καὶ βραδυτῆτι, λέγει ὅτι ἐν ἅπασι τούτοις τῷ τε βάρει καὶ τοῖς λοιποῖς μέτρον καὶ ἀρχὴ τὸ ἕν ἐστι καὶ ἀδιαίρετον, καὶ πιστοῦται τὸ ὡς ἀδιαιρέτῳ τῷ μέτρῳ καὶ τῇ ἀρχῇ ἐν ἅπασι κεχρῆσθαι τῇ τῆς πο‐
10διαίας παραθέσει· ἐπεὶ γάρ, φησί, καὶ ἐν ταῖς γραμμαῖς χρῶνται ὡς ἀτόμῳ τῇ ποδιαίᾳ γραμμ. καὶ οὐ τοῦτο λέγει ὅτι ἄτομός ἐστι, (πᾶσα γὰρ γραμμὴ διαιρετή· οὐδὲ γὰρ σύγκειται ἐκ στιγμῶν), ἀλλ’ ὅτι ὡς πρὸς τὸ μέγεθος τῆς μετρουμένης ὑπὸ τῆς ποδιαίας ἄτομον αὐτὴν ὑπολογίζεσθαι χρή. ὡς γὰρ ἡ δεκὰς μονάδι ἔοικε πρὸς τὴν ἑκατοντάδα, οὕτως εἰ καὶ
15τὴν Ἀθήνηθεν ὡς Αἴγυπτον γραμμὴν ἡ ποδιαία μετρεῖ, ἀδιαίρετός ἐστι καὶ σημείου λόγον ἔχει πρὸς αὐτήν, ὥσπερ καὶ τὴν ὅλην γῆν τηλικαύτην οὖσαν τὸ μέγεθος σημεῖον πρὸς τὴν ἀπλανῆ πιστεύομεν. ὥστε πανταχοῦ τὸ μέτρον ὥσπερ ἕν τι ζητοῦσι καὶ ἀδιαίρετον· τοῦτο δ, φησί, τὸ ἁπλοῦν, τουτέστι τοῦτο δὲ τὸ μέτρον ὅπερ ὡς ἀδιαίρετον ζητοῦσιν, ἁπλοῦν
20ἐστιν ἢ τῷ ποιῷ ἢ τῷ ποσ, τῷ μὲν ποσῷ ἁπλοῦν ἡ μονάς, τῷ δὲ ποιῷ, ἐπειδὴ καὶ ὑγρῶν καὶ ξηρῶν καὶ λευκῶν φύσεις μετροῦμεν, τούτων τὸ μέτρον ἁπλοῦν ἐστι τῷ ποιῷ ἀλλ’ οὐ τῷ ποσῷ· τὸ γὰρ ἁπλοῦν τῷ ποσῷ ἀδιαίρετον, ξηρὰ δὲ καὶ ὑγρὰ διαιρετά. ἀλλὰ καὶ τὸ λευκὸν διαιρετὸν κατὰ συμβεβηκός, τῷ τὸ ἐν ᾧ ἐστι διαιρετὸν εἶναι. ταῦτα εἰπὼν λέγει
25καὶ ποῖόν ἐστι κυρίως καὶ ἀκριβέστατα ἓν ὡς ἀδιαίρετον καὶ ὁποῖον οὐκ ἔστι, καί φησιν ὅπου μὲν οὖν δοκεῖ μὴ εἶναι ἀφελεῖν ἢ προσθεῖ‐ ναι τοῦτο ἀκριβὲς τὸ μέτρον καὶ ἁπλῶς ἓν καὶ ἀδιαίρετον. διὰ τοῦτο δὴ ἀκριβέστατον μέτρον τὸ τοῦ ἀριθμοῦ ἡ μονάς· οὐκ ἔστι γὰρ προσθεῖναι τῇ μονάδι ἢ ἀφελεῖν· ἀδιαίρετον γὰρ αὐτὴν τίθεται. ἀπὸ σταδίου δὲ καὶ
30ταλάντου καὶ ἀεὶ τοῦ μείζονος μᾶλλον ἂν ἀφέλοι τις ἢ τοῦ ἐλάττονος· μᾶλλον γὰρ ἀπὸ τοῦ μείζονος ἀφελεῖν τις δύναται ἢ ἀπὸ τοῦ βραχυτάτου· εἰ δὲ μᾶλλον ἀφελεῖν δυνατὸν ἀπὸ τοῦ μείζονος, δῆλον ὡς καὶ μᾶλλον προσθεῖναι· τὸ γὰρ ἀφαιρεθὲν δυνάμεθα πάντως προσθεῖναι. τὸ δὲ ἐν δὲ τοῖς ἄλλοις μιμοῦνται τὸ τοιοῦτον μεταξὺ παρεμβέβληται. λέγοι δ’
35ἂν δι’ αὐτοῦ ὅτι ἀπὸ τοῦ μέτρου τοῦ ἀριθμοῦ, τοῦτο δ’ ἐστὶν ἡ μονάς, κατὰ μίμησιν δὴ τοῦ μέτρου τοῦ ἀριθμοῦ καὶ τὰ ἄλλα ἀδιαίρετά φασι καὶ μέτρα, τὴν ποδιαίαν λέγων τἆλλα καὶ τὸ στάδιον. καὶ εἴρηται ὅπως ἀδιαί‐
ρετον τὸ στάδιον λέγεται, ὅτι πρὸς τὸ μῆκος ὃ μετρεῖ ἕκαστον τούτων608
in Metaph
.

609

ἀδιαίρετον εἶναι νομίζομεν, ὥσπερ καὶ τὴν ἅπασαν γῆν ὡς πρὸς τὴν ἀπλανῆ. ὥστε ἀφ’ οὗ πρώτου κατὰ τὴν αἴσθησιν μὴ ἐνδέχεται, τουτέστιν ὅπερ πρῶτον ἀναίσθητον καὶ ἀμερὲς καὶ ἀδιαίρετον καὶ ὅλως μὴ ἐνδεχό‐ μενον διαιρεθῆναι νομίζουσι, τοῦτο μέτρον ἐστί. καὶ ἐλέχθη πῶς ἀδιαί‐
5ρετα λέγεται, ὅτι ὡς πρὸς τὰ μετρούμενα. πρὸς γὰρ τὸν ἐν Ῥόδῳ κολοσ‐ σὸν ἢ τὸν Καύκασον τὸ ὄρος ἡ λίτρα οὐδενὸς βάρους αἴσθησιν ἐμποιεῖ, ἀλλ’ ἀναίσθητος πάντῃ πάντως δοκεῖ· καὶ τότε δὴ ἴσασι τὸ ποσὸν τῆς ξηρότητος ἢ τοῦ βάρους, ὅταν εἰδῶσι διὰ τούτου τοῦ μέτρου τοῦ ἀμεροῦς καὶ ἀναισθήτου δοκοῦντος ὁπόσον ἐστὶ τὸ μετρηθέν. καὶ δὴ τὴν κίνησιν
10τῇ ἁπλῇ καὶ ταχυτάτῃ καὶ βραχείᾳ κρίνουσιν. ἐν γὰρ τῇ ἀστρολογίᾳ ἓν καὶ ἀρχὴ καὶ μέτρον ἡ τοιαύτη κίνησίς ἐστιν· ἔστι δὲ κίνησις ἁπλῆ καὶ ταχυτάτη καὶ διὰ τοῦτο βραχεῖα ἡ τῆς ἀπλανοῦς, αὕτη ἄρα μέτρον καὶ ἕν. καὶ ἐν μουσικῇ ἡ δίεσις· ἔστι δὲ ἡ δίεσις ὁ λίαν σμικρότατος φθόγγος τῆς χορδῆς, οὗ δὴ καὶ πρῶτον αἰσθανόμεθα καὶ ἀναίσθητοι τοῦ βραχυ‐
15τέρου καὶ σμικροτέρου ἐκείνου ἐσμέν, εἰ τέως ἔστι σμικρότερος ἐκείνου. ἀλλὰ καὶ ἐν φωνῇ μέτρον τὸ στοιχεῖον. καὶ ἔστι ταῦτα πάντα ἓν οὕτως ὡς ἀδιαίρετα, οὐχ ὡς κοινὸν δέ τι καὶ γένος τὸ ἓν κατ’ αὐτῶν λέγεται, ἀλλ’ ὡς ὁμώνυμος φωνή, ὥσπερ εἴρηται, ἢ μᾶλλον ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν.
20p. 1053a14 Οὐκ ἀεὶ δὲ τῷ ἀριθμῷ ἓν τὸ μέτρον, ἀλλ’ ἐνίοτε πλείω, οἷον ἡ δίεσις μὴ κατὰ τὴν ἀκοὴν ἀλλ’ ἐν τοῖς λόγοις. Ἐπειδὴ τὸ μέτρον διττόν, ὅ τε λόγος αὐτοῦ καὶ αὐτό, οἷον ὅ τε λόγος τοῦ πήχεος καὶ τὸ εἶδος αὐτοῦ τὸ ἐν τῇ ψυχῇ ἡμῶν καὶ αὐτὸς ὁ ξύλινος πῆχυς, καὶ ἡ δίεσις ὁμοίως διττή, ὅ τε λόγος αὐτῆς καὶ τὸ εἶδος καὶ
25αὐτὸς ὁ αἰσθητὸς τοῖς ὠσὶ φθόγγος, καὶ ἡ διάμετρος, τό τε εἶδος αὐτῆς καὶ αὐτὴ ἡ γραμμὴ ἡ ἐν τῷδε τῷ τετραγώνῳ οὖσα, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως, λέγει ὅτι τὸ μέτρον οὐκ ἀεὶ τῷ ἀριθμῷ ἕν ἐστιν, ἀλλ’ ἐνίοτε πλείω. αἱ διέσεις γάρ, φησί, δύο, ἀλλ’ οὐχὶ κατὰ τὴν ἀκοήν· αὕτη γὰρ μία τῷ ἀριθμῷ ἐστιν· ἀλλὰ μία μὲν αὕτη, ἑτέρα δὲ ἡ κατὰ τὸν λόγον
30καὶ τὸ εἶδος. καὶ αἱ φωναί (λέγων φωνὰς νῦν τὰ στοιχεῖα τῶν φωνῶν, τό τε ἄλφα καὶ τὸ βῆτα καὶ τὰ λοιπά) πλείονές εἰσιν, αὐτό τε τὸ ἄλφα καὶ τὸ ἐν τῷδε τῷ χάρτῃ γεγραμμένον. ὅτι δὲ ταῖς φωναῖς τῶν στοι‐ χείων ὡς ἀρχαῖς καὶ μέτροις χρώμεθα διὰ τὸ ἐλαχίστοις εἶναι δῆλον. ἡ γὰρ Σωκράτης περιπατεῖ φωνὴ διαιρεῖται εἴς τε τὴν Σωκράτης καὶ εἰς τὴν
35περιπατεῖ· ἔστι δὲ ἡ Σωκράτης φωνὴ ἑτέρα τῆς [Σωκράτης] περιπατεῖ. ἀλλὰ καὶ ἡ Σωκράτης φωνὴ πάλιν διαιρεῖται εἴς τε τὴν σω καὶ κρα καὶ της συλλαβήν, καί εἰσιν ἕτεραι· καὶ ἡ σω συλλαβὴ εἴς τε τὸ ς καὶ ω, καὶ
ἔστιν ὁ ὑπὸ τοῦ ω ἀποτελούμενος φθόγγος ἕτερος τοῦ ὑπὸ τοῦ ς. ὁ δὲ609
in Metaph
.

610

ὑπὸ τοῦ ω φθόγγος εἰς ἕτερον οὐ διαιρεῖται. ὥστε [ἐν] τούτοις τὰς φωνὰς μετροῦμεν ἐλαχίστοις τε οὖσι καὶ σημείοις ἐοικόσιν· ὡς γὰρ τὰ σημεῖα ἀδιαίρετα, οὕτω καὶ οἱ ὑπὸ τούτων φθόγγοι. καὶ ἡ διάμετρος δὲ δυσὶ μετρεῖται. εἰ γὰρ μετρεῖται φέρε εἰπεῖν δακτύλῳ, ὁ δάκτυλος διττὸς τό
5τε τοῦ δακτύλου τί ἦν εἶναι καὶ τὸ εἶδος καὶ αὐτὸς οὑτοσὶ ὁ μετρῶν αὐτήν· ὁμοίως καὶ ἡ πλευρὰ δυσὶ μετρεῖται μέγεθος οὖσα, εἴτε δάκτυλος εἴη τὸ μετροῦν εἴτε ἄλλο τι· διττὸν γὰρ κἀκεῖνο ἔσται. δῆλον δὴ γέγονεν ἐκ πάντων ὅτι μέτρον πάντων τὸ ἕν ἐστιν· δέδεικται γὰρ ὅτι πᾶν ᾧπερ ἂν ὡς μέτρῳ τις χρῷτο ὡς ἑνὶ τούτῳ χρῆται, ὅτι τὸ μετρούμενον διαιροῦντες
10εἰς αὐτό, οἷον τὸ δεκάπηχυ μέγεθος διαιροῦντες εἰς δέκα πήχεις, γνωρί‐ ζομεν τοὺς ἐξ ὧν ἐστι πήχεις ὁπόσοι εἰσίν. διαιρεῖται δὲ τὸ δεκάπηχυ ἢ κατὰ τὸ εἶδος ἢ κατὰ τὸ ποσόν, κατὰ μὲν τὸ εἶδος, ὅταν διέλωμεν αὐτὸ εἰς τὰ ἐξ ὧν συνίσταται, πυρὸς γῆς καὶ τοῖν μεταξύ, ἢ εἰς τὸ μέγεθος τὸ τοιονδί· κατὰ μέγεθος δέ, ὅταν διαιρεθῇ εἰς δέκα πήχεις. οὕτω μὲν οὖν
15ὁ ἡμέτερος καθηγεμὼν ἐξηγήσατο. μήποτε δὲ ἐπειδὴ, ὡς εἴρηται, ὁ πῆχυς διττὸς λέγεται, τό τε εἶδος αὐτοῦ καὶ ὁ λόγος καὶ οὑτοσὶ ὁ μερικὸς καὶ αἰσθητός, λέγει ὅτι τὸ δεκάπηχυ ἢ εἰς τοὺς λόγους τῶν ἐν αὐτῷ δέκα πηχῶν διαιρεῖται ἄτμητον ὂν κατὰ μέγεθος καὶ ἕν, ἢ οὐκ εἰς τοὺς λόγους ἀλλὰ κατὰ μέγεθος διαιρεθὲν οὐκέτι ἕν ἐστι καὶ συνεχὲς ἀλλὰ πλείω,
20ὥσπερ ἂν εἰ τὸν Σωκράτην διέλοιμεν εἴς τε τὸ ζῷον καὶ τὸ πεζὸν δίπουν, ἕνα καὶ συνεχῆ αὐτὸν διατηροῦμεν, εἰ δὲ εἰς κεφαλὴν καὶ χεῖρας διέλοιμεν, οὐ τῇ ἐπινοίᾳ ἀλλὰ κατ’ ἀλήθειαν οὐκέτι εἷς ἐστιν· οὕτως καὶ ἐπὶ τοῦ δεκαπήχεος ἔχει. δῆλον ἄρα ὅτι τὸ ἓν ἀδιαίρετον, ὅτι τὸ πρῶτον καὶ μέτρον ἕκαστον ἀδιαίρετον λαμβάνουσιν. οὐχ ὁμοίως δὲ τὴν ποδιαίαν
25γραμμὴν καὶ τὴν μονάδα ἀδιαίρετον λαμβάνομεν, ἀλλὰ τὴν μὲν μονάδα πάντῃ πάντως ἀδιαίρετον, τὴν δὲ ποδιαίαν ὡς πρὸς ὃ μετρεῖ μέγεθος καὶ πρὸς τὴν αἴσθησιν· ἀναίσθητος γὰρ καὶ ἀμερὴς δοκεῖ πρὸς τὸ ὑπ’ αὐτῆς μετρούμενον, καθάπερ εἴρηται καὶ πρότερον, ἐπεὶ καθ’ αὑτὴν ἡ ποδιαία ὡς μέγεθος ἐπ’ ἄπειρόν ἐστι διαιρετή. τὸ δὲ ἴσως πρόσκειται ἢ διὰ τοὺς
30λέγοντας ἐξ ἀτόμων συγκεῖσθαι τὰ μεγέθη, ἢ διὰ τὴν ἀσθένειαν τοῦ τε ὀργάνου, ᾧ χρῆται εἰς τὴν τμῆσιν, καὶ τοῦ τέμνοντος ζῴου, ἐπεὶ τῇ οἰκείᾳ φύσει πᾶν μέγεθος τμητόν ἐστιν. τὸ δὲ μέτρον, φησίν, ἀεὶ συγγενές ἐστι τῷ μετρουμένῳ· οὐ γὰρ μετροῦμεν μέγεθος γλυκύτητι ἀλλὰ μεγέθει καὶ φωνὴν φωνῇ καὶ βάρος βάρει καὶ μονάδας μονάδι. οὕτω γὰρ εἰκός ἐστι
35λέγειν ἀλλ’ οὐχὶ ὅτι τὸ τῶν ἀριθμῶν μέτρον ἀριθμός ἐστι· συμβήσεται γὰρ λέγειν τὴν μονάδα ἀριθμὸν μέτρον οὖσαν. ὁ δ’ ἀξιῶν τοῦτο, λέγω δὴ τὸ λέγειν ὅτι ὥσπερ τὸ μέτρον τῶν φωνῶν φωνή ἐστιν, οὕτω καὶ τὸ μέτρον τῶν ἀριθμῶν ἀριθμός, οὐχ ὁμοίως ἀξιοῖ. ἀλλ’ ὥσπερ ἂν εἴπερ ἠξίου ὅτι
τὸ τῶν μονάδων μέτρον ἔστω μονάδες ἀλλὰ μὴ μονάς, ψεῦδος ἂν ἠξίου,610
in Metaph
.

611

οὕτως καὶ ὁ τὸ τῶν ἀριθμῶν μέτρον ἀξιῶν ἀριθμὸν εἶναι ψεῦδος ἀξιοῖ. οἱ γὰρ ἀριθμοὶ μονάδες εἰσίν, τῶν δὲ μονάδων οὐκ ἂν εἴη μέτρον ὁ ἀριθμός, ἀλλ’ ἡ μονάς. ἐπειδὴ δὲ μέτρον ἐκεῖνό φαμεν τὸ ποιοῦν ἡμᾶς γνωρίζειν τὸ πρᾶγμα, ποιεῖ δὲ ἡμᾶς καὶ ἡ ἐπιστήμη γνωρίζειν τὰ πράγ‐
5ματα ὥσπερ καὶ ἡ αἴσθησις, φαμὲν καὶ αὐτὰς μέτρον, ἐπεὶ κατὰ ἀλήθειαν ἥ τε ἐπιστήμη καὶ ἡ αἴσθησις μετροῦνται ὑπὸ τῶν πραγμάτων ἀλλ’ οὐ μετροῦσιν αὐτά· ὅπου γὰρ ἂν ὁρίσῃ ἤτοι περιορίσῃ καὶ περικλείσῃ τὰ αἰσθητὰ καὶ ἐπιστητά, ἐκεῖσε ἵστανται καὶ περαιτέρω προβαίνειν οὐ δύναν‐ ται· δυσκόλων γάρ τινων ὄντων πραγμάτων ἄχρι τινὸς αὐτοῖς πρόσεισιν ἡ
10ἐπιστήμη εἴκουσι καὶ δίοδον διδοῦσιν, εἶτα ὡσπερεὶ ἀποφράττουσιν αὐτὴν καὶ περαιτέρω προβαίνειν οὐκ ἐῶσιν· ὥστε ἐμέτρησαν τὴν δύναμιν αὐτῆς, καὶ ὅσον μὲν ἠδύναντο χωρῆσαι, συνεχώρησαν τούτου ἐφάψασθαι, ὅσον δὲ μή, ἐκώλυσαν. τοῦτο δὴ συμβαίνει καὶ ἐπὶ τῆς αἰσθήσεως· ὥστε με‐ τροῦνται ἀλλ’ οὐ μετροῦσιν. ἀλλὰ συμβαίνει ὥσπερ ἂν εἴ τινος ἐμὲ με‐
15τροῦντος ἔγνων τυχὸν ὅτι δίπηχύς εἰμι, διὰ τὸ δὶς τὸν πῆχυν ἐμοὶ ἐπι‐ βαλεῖν, εἶτα ἔλεγον ὅτι ἐμὲ ἐμέτρησα· καταχρηστικώτερον γὰρ ἂν εἶπον τοῦτο· διότι γὰρ ἔγνων ὁπόσος εἰμί, τοῦτο ἔμελλον λέγειν, ἐπεὶ τῇ ἀλη‐ θείᾳ ἐμετρήθην· οὕτω καὶ τὴν ἐπιστήμην φαμὲν μετρεῖν, ὅτι ποιεῖ ἡμᾶς εἰδέναι, ἐπεὶ μετρεῖται ὑπὸ τῶν πραγμάτων. ὁ δὲ Πρωταγόρας μέτρον
20πάντων τὸν ἄνθρωπόν φησιν, ὥσπερ εἰ τὸν ἐπιστήμονα εἰπὼν ἢ τὸν αἰσθα‐ νόμενον μέτρον. τοῦτο εἰπεῖν αὐτῷ συνέβη, ὅτι ἔχουσιν ὁ μὲν αἴσθησιν ὁ δὲ ἐπιστήμην, ἅ φαμεν μέτρα τῶν ὑποκειμένων· ὥστε τὸν ἄνθρωπον μέτρον λέγων ὁ Πρωταγόρας, τὴν ἐπιστήμην φησὶ μέτρον καὶ τὴν αἴσθησιν. οὐδὲν οὖν λέγων περιττὸν καὶ σοφὸν δοκεῖ σοφόν τι λέγειν. τίς οὖν
25ἀνάγκη ἦν εἰπεῖν ὅτι ὁ ἄνθρωπος μέτρον, ἀλλὰ μὴ ὅτι ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις; p. 1053b4 Ὅτι μὲν οὖν τὸ ἓν εἶναι μάλιστά ἐστι κατὰ τὸ ὄνομα ἀφορίζοντι μέτρον τι, καὶ κυριώτατα τοῦ ποσο, φανερόν. Δείξας ὅτι τῷ ἑνὶ πάντες ὡς μέτρῳ χρῶνται καὶ μάλιστα τῷ ἐν τῷ
30ποσῷ, ὃ καὶ μᾶλλον τῷ τοῦ ἑνὸς ὀνόματι ἐγγίζειν ἔφησεν, συμπεραίνεται τὸν λόγον λέγων ὅτι μὲν οὖν τὸ ἓν εἶναι μάλιστά ἐστι μέτρον, καὶ κυριώτατα μέτρον τὸ ἐν τῷ ποσῷ ἕν, δῆλον· ὅπερ μέτρον ἀφορίζουσιν ἤτοι ὀνομάζουσιν, ἢ ἀφορίζουσιν ἀντὶ τοῦ γινώσκουσι κατὰ τὸ ὄνομα τοῦ ἑνός. ἢ τὸ ἀφορίζουσιν ἀντὶ τοῦ χωρίζουσιν ἀπὸ τῶν ὑπ’ αὐτοῦ μετρου‐
35μένων κατὰ τὸ ὄνομα τοῦ ἑνός· τὰ γὰρ μεμετρημένα ἢ διπήχη κατὰ τὴν δυάδα λέγεται ἢ τριπήχη κατὰ τὴν τριάδα ἢ κατὰ ἄλλον ὁντιναοῦν ἀριθμόν, μόνον δὲ τὸ μετροῦν, αὐτὸ δὴ τὸ μέτρον, κατὰ τὴν μονάδα ὠνόμασται ἐν
ἅπασι τοῖς μετρουμένοις. μέτρον δὲ τὸ μὲν ἔσται, ἐὰν ᾖ διαιρετὸν κατὰ611
in Metaph
.

612

τὸ ποσόν, ὡς ἡ ποδιαία, τὸ δὲ κατὰ τὸ ποιόν, ὡς τὸ λευκόν· τὸ γὰρ λευ‐ κὸν κατὰ ποιὸν διαιρεῖται. ἐπεὶ οὖν τὸ μὲν μέτρον πῶς μέν ἐστι διαιρετὸν πῶς δὲ ἀδιαίρετον, ἡ μὲν μονὰς πάντῃ πάντως καὶ ἁπλῶς ἐστιν ἀδιαίρετος· τὰ δὲ λοιπὰ ᾗ ἓν ἀδιαίρετα, ᾗ δὲ μεγέθη διαιρετά. ἐγὼ γὰρ ᾗ ἕν εἰμι
5ἀδιαίρετός εἰμι· οὐ γάρ εἰμι εἷς καὶ πολλοὶ ὡς ὁ καθόλου ἄνθρωπος, ὥστε καὶ διαιρεῖσθαί με εἰς ἑτέρους ἀνθρώπους· ὡς δὲ ποσὸν πάντῃ εἰμὶ διαιρετός. οὕτως οὖν τὰ περὶ τοῦ ἑνὸς διορίσας p. 1053b9 Ζητητέον, φησ, ποτέρως ἔχει, καθάπερ ἐν τοῖς διαπορή‐ μασιν ἐπήλθομεν, τί ἐστι τὸ ἓν καὶ πῶς δεῖ περὶ αὐτοῦ λαβεῖν.
10 Πότερον οὖν οὐσία τίς ἐστι καὶ ἐν τῷ ἓν εἶναι οὐσίωται, καθάπερ οἵ τε Πυθαγόρειοί φασι πρότερον καὶ ὁ Πλάτων ὕστερον, ἢ μᾶλλον ὑπόκειται τῷ ἑνὶ φύσις τις, καὶ πῶς δεῖ γνωριμωτέρως λεχθῆναι, ἆρα ὥσπερ οἱ περὶ φύσεώς φασιν· ἐκείνων γὰρ ὁ μὲν Ἐμπε‐ δοκλῆς ἓν τὴν φιλίαν εἴρηκεν, Ἀναξιμένης δὲ τὸν ἀέρα, ἄλλοι δὲ τὸ
15ἄπειρον, ὥστε τούτων ἕκαστος τῷ ἑνὶ φύσιν τινὰ ὑπετίθετο. ταῦτα θεὶς εὐθύνει τὸν λόγον δεικνὺς μὴ εἶναί τι ἓν αὐτὸ καθ’ αὑτὸ καὶ οὐσιωμένον ἐν τούτῳ, συλλογιζόμενος ὧδε· τὸ ἓν καθόλου ἐστίν· οὐδὲν τῶν καθόλου οὐσία τυγχάνει, τὸ ἓν ἄρα οὐκ ἔστιν οὐσία. καὶ ὅτι μὲν τὸ ἓν καθόλου ἐστί πώς φησι· κατὰ πάντων γὰρ τῶν ὄντων κατηγορεῖται. ὅτι δὲ καὶ τὰ
20καθόλου οὔκ εἰσιν οὐσίαι, δέδεικται ἐν τῷ Ζ τῆσδε τῆς πραγματείας, ὅτε ἔλεγε περὶ ὅρου καὶ τῆς οὐσίας. εἰ δὴ ὥσπερ ἐκεῖσε δέδεικται μηθὲν τῶν καθόλου οὐσία ἐστίν, οὐδ’ αὐτὸ τοῦτο τὸ ὡς ἓν καὶ παρὰ τὰ πολλὰ ὑπάρχον οὐσία ἐστί· κοινὸν γάρ ἐστι τὸ παρὰ τὰ πολλὰ καὶ κατὰ τῶν πολλῶν λεγόμενον καὶ μόνον κατηγόρημα καὶ ὄνομα ἀλλ’ οὐ φύσις τις· εἰ
25δὴ ταῦθ’ οὕτως ἔχει, δῆλον ὅτι οὐδὲ τὸ ἓν οὐσία τίς ἐστιν. εἰ γὰρ τὰ καθόλου οὐκ οὐσίαι, τὸ ἓν καὶ τὸ ὄν, ὅσῳ τῶν ἄλλων ἐστὶ καθολικώτερα (κατὰ γὰρ τῶν δέκα γενικωτάτων γενῶν κατηγορεῖται), τοσούτῳ οὐκ ἔσον‐ ται οὐσίαι· ὥστε οὔτε τὰ γένη (λέγων γένη ἢ τὰ δέκα γενικώτατα γένη ἢ ἁπλῶς πᾶν ὃ ἂν εἴη καθόλου) εἰσὶ φύσεις τινὲς καὶ οὐσίαι χωρισταὶ
30τῶν κατὰ μέρος, οὔτε τὸ ἓν γένος ἐνδέχεται εἶναι καὶ φύσις τις αὐτὴ καθ’ αὑτήν, δι’ ἅσπερ αἰτίας οὐδὲ τὸ ὂν οὐδ’ ἡ καθόλου οὐσία δύναται εἶναι. αἱ δ’ αἰτίαι εἴρηνται ἐν τῷ Ζ ταύτης τῆς πραγματείας. p. 1053b24 Ἔτι δ’ ὁμοίως ἐπὶ πάντων ἀναγκαῖον ἔχειν. λέγεται δ’ ἰσαχῶς τὸ ὂν καὶ τὸ ἕν.
35Καὶ τοῦτο ἐπιχείρημα δεικτικόν ἐστι τοῦ μὴ ἂν εἶναι τὸ ἓν οὐσίαν,612
in Metaph
.

613

λέγων ὅτι ἐὰν ἐπὶ τῶν ἐννέα κατηγοριῶν τῶν παρὰ τὴν οὐσίαν οὐδέν τι δύναται ἓν εἶναι καὶ καθ’ αὑτὸ ὑφεστὼς ἀλλ’ ἑκάστῳ ἑνὶ ὑπόκειται ἢ λευ‐ κὸν ἢ ψόφος ἢ ἄλλο τι, εἰκότως οὐδὲ ἐν τῇ οὐσίᾳ ἔσται τι ἕν, ᾧ μὴ ὑπόκειται ἢ Σωκράτης ἢ θεὸς ἢ ἄλλο τι. ὁμοίως δὴ ἐπὶ πάντων ἀναγ‐
5καῖον ἔχειν. τίς γὰρ ἡ αἰτία τοῦ τοῖς μὲν ποιοῖς ἢ ποσοῖς ἢ τοῖς ἄλλοις λέγειν ὡς ὑπόκειταί τις φύσις τῷ ἑνί, τῷ δὲ ἐν τῇ οὐσίᾳ ἑνὶ οὐχ ὑποκεί‐ σεταί τι, ἀλλ’ αὐτὸ ἔσται οὐσία. λέγεται δὲ τὸ ἓν καὶ τὸ ὂν ἰσαχῶς, ὅτι καὶ ἀντιστρέφει, ὡς ἐδείχθη ἐν ταύτῃ τῇ πραγματείᾳ· ὥστε εἴπερ ἐν τοῖς ποιοῖς ἐστί τι τὸ ἓν καί τις φύσις ἑτέρα παρὰ τὸ ἕν, ὁμοίως δὲ καὶ ἐν
10τοῖς ποσοῖς, ζητητέον τί τὸ ἓν ὥσπερ καὶ τὸ ὄν· οὐ γὰρ ἱκανὸν τὸ λέγειν ὅτι τοῦτο αὐτὸ τὸ ἓν εἶναι καὶ ἡ φύσις ἐστὶν αὐτοῦ. ὅτι δὲ ἐν ταῖς παρὰ τὴν οὐσίαν κατηγορίαις ὑπόκειταί τις φύσις τῷ ἑνὶ δῆλον. ἔστι γὰρ ἐν χρώμασί τι τὸ ἓν οἷον τὸ λευκόν, τὰ δ’ ἄλλα ὥσπερ τὸ φαιὸν καὶ ἐρυ‐ θρὸν ἐκ τούτου τέ εἰσι καὶ τοῦ μέλανος. τὸ δὲ μέλαν ἐστὶ στέρησις λευ‐
15κοῦ ὥσπερ καὶ τὸ σκότος φωτός· στέρησις γὰρ φωτὸς τὸ σκότος ἐστίν. ταῦτα δὲ παρέλκοντά ἐστι, τό τε ὅτι ἐκ τοῦ λευκοῦ καὶ τοῦ μέλανός ἐστι τὰ ἄλλα, καὶ τὸ ὅτι τὸ μέλαν στέρησίς ἐστι τοῦ λευκοῦ ὥσπερ καὶ τὸ σκότος φωτός· οὐδεμίαν γὰρ κατ’ ἐμὲ ἀκολουθίαν ἔχει πρὸς τὰ λεγόμενα. ἔστι μὲν οὖν, ὡς εἴρηται, ἐν χρώμασί τι τὸ ἓν οἷον λευκόν· ὥστε εἰ πάντα
20τὰ ὄντα χρώματα ἦν καὶ μηδὲν ἦν τῶν ἄλλων, ἦν ἂν ἀριθμός τις τὰ ὄντα, τουτέστιν ἦν ἂν ἀριθμός τις τῶν χρωμάτων. αὐτὸς δὲ εἶπεν ἦν ἂν ἀριθμός, εἶτα ἐπήγαγεν ἀλλὰ τίνων; καὶ ἐρωτήσας διὰ τοῦ ἀλλὰ τίνων; ἀποκρίνεται λέγων δῆλον ὅτι χρωμάτων, ὡς εἰ ἔλεγεν ὅτι οὐκ αὐτὸ τοῦτο ἀριθμὸς ἦν ἄν, ἀλλ’ ἀριθμὸς χρωμάτων. ὅτι δὲ ἀριθμὸς ἂν
25ἦν τῶν χρωμάτων, δῆλον. ἢ γὰρ δέκα ἦν ἂν ἢ χίλια ἢ δεκάκις μύρια ἢ ἄλλος ὁστισοῦν ἀριθμός· ὥστε καὶ τὸ ἓν τὸ μέτρον τοῦ τοιούτου ἀριθμοῦ ἦν ἄν τι, οἷον τὸ λευκὸν τὸ μετροῦν τὰ λευκὰ τοῦ τῶν λευκῶν ἀριθμοῦ ἦν ἄν τι, καὶ ἦν ἂν ὡς ἡ μονὰς πρὸς τοὺς ἀριθμοὺς οὕτω τὸ ἐν τῷ λευκῷ ἓν πρὸς τὸν ἐν τοῖς λευκοῖς ἀριθμόν. καὶ εἰ μέλη τὰ ὄντα ἦν,
30ἀριθμὸς ἄν τις ἦν τῶν μελῶν, καὶ τὸ ἓν ἡ δίεσις μέτρον αὐτῶν, καὶ οὐκ ἂν ἦν ὁ τῶν μελῶν ἀριθμὸς οὐσία καὶ ἐν αὐτῷ τούτῳ, ἐν τῷ ἀριθμὸς εἶναι, οὐσίωτο, ἀλλ’ ἀριθμὸς μελῶν. ἀλλὰ καὶ εἰ πάντα τὰ ὄντα φθόγγοι ἦσαν, ἦν ἂν ἀριθμὸς τῶν στοιχείων, ὧν εἰσιν οἱ φθόγγοι, καὶ τὸ ἓν μέ‐ τρον τῶν στοιχείων ἦν ἂν στοιχεῖον φωνῆεν δηλαδὴ ἢ σύμφωνον. καὶ εἰ
35σχήματα ἦν τὰ ὄντα, ἦν ἂν ἀριθμὸς τῶν σχημάτων, καὶ τὸ ἓν τρίγωνον. ὥστε εἴπερ καὶ ἐν τοῖς πάθεσι καὶ ἐν τοῖς ποσοῖς καὶ ποιοῖς καὶ ἐν κινήσει ἀριθμῶν ὄντων, καὶ ἐν ἅπασιν ἑνός τινος, καὶ ἔστιν ἐπὶ πάντων τῶν τοιούτων ἀριθμὸς καὶ τὸ ἓν τινὸς ἀριθμὸς καὶ τινὸς ἕν, καὶ οὐκ ἐν τούτῳ αὐτῷ ἐν τῷ ἑνὶ εἶναι οὐσίωται, δεδειγμένον ἂν εἴη ἐκ
40τούτων ὅτι καὶ ἐπὶ τῶν οὐσιῶν οὕτως ἔχειν ἀνάγκη πᾶσα· ὥσπερ γὰρ ἐπὶ
τῶν ἄλλων οὕτω καὶ ἐπὶ τῆς οὐσίας. οὕτως οὖν δείξας ἐκ τῆς ἐπαγωγῆς613
in Metaph
.

614

ὅτι τὸ ἓν κατηγόρημά ἐστιν ἀλλ’ οὐκ οὐσία, συμπεραίνεται λέγων ὅτι μὲν οὖν τὸ ἓν ἐν ἅπαντι γένει ἐστί τις φύσις καὶ ὑπόκειταί τι αὐτῷ, ἀλλ’ οὐδενός ἐστι φύσις αὐτὸ τοῦτο τὸ ἓν εἶναι, τουτέστιν οὐκ ἔστι τις φύσις αὐτὸ τὸ ἓν καθ’ αὑτὴν οὖσα, φανερόν, καὶ ὥσπερ ἐν χρώμασιν ἓν
5ἀκούσαντες τὸ ἓν χρῶμά τι ζητοῦμεν, λευκὸν φέρε ἢ μέλαν, οὕτω καὶ ἐν οὐσίᾳ τὸ ἓν ἢ ἄνθρωπον ἢ ἄλλο τι ζητητέον. ἐπειδὴ δὲ ἀνωτέρω εἴρηκεν ὅτι τὸ ἓν καὶ τὸ ὂν ἰσαχῶς λέγεται, λέγει ὅτι δὲ τὸ αὐτὸ ὅπερ ἐστὶν ἓν καὶ ὄν ἐστι καὶ πάλιν, δῆλον τῷ τε παρακολουθεῖν ἰσαχῶς ταῖς κατηγορίαις καὶ μὴ εἶναι ἐν μηδεμι, μήτε ἐν τῇ τί ἐστι, λέγων
10τί ἐστι τὴν οὐσίαν, μήτε ἐν τῇ ποιόν, ὅπερ ἓν ὑπάρχον οὐ καὶ ὄν ἐστιν ἢ ὂν οὐ καὶ ἕν, ἀλλ’ ὁμοίως ἔχει, καὶ ὥσπερ τὸ ὂν ἐν πᾶσίν ἐστιν οὕτω καὶ τὸ ἕν. p. 1054a16 Καὶ οὐ τῷ προσκατηγορεῖσθαι ἕτερόν τι τὸ εἷς ἄν‐ θρωπος τοῦ ἄνθρωπος.
15 Οἶμαι δ’ ἔνστασίν τινα δυναμένην φέρεσθαι πρὸς τὸν δεικνύντα λόγον ὅτι τὸ ἓν οὐκ ἔστιν αὐτὸ καθ’ αὑτὸ οὐδ’ οὐσία τις, διὰ τούτου λύει. ἡ δὲ ἔνστασις τοιαύτη τις ἂν εἴη. εἰ μή ἐστι τὸ ἓν φύσις τις ἀλλ’ ὄνομα μόνον, πῶς φαμεν ὅτι τὸ ζῷον ἕν ἐστι καὶ κατηγόρηται μὲν τὸ ἔστι κατὰ τοῦ ζῴου, προσκεκατηγόρηται δὲ τῷ ἔστι τὸ ἕν; ὁμοίως φαμὲν ὅτι ἔστιν
20ὁ ἄνθρωπος εἷς καὶ γέγονε· κἀνταῦθα τρίτον προσκατηγορούμενον τὸ εἷς. ὥστε ἔστι τὸ ἕν, ὃ κατὰ τοῦ ζῴου ἢ τοῦ ἀνθρώπου ἐκατηγορήθη, ἕτερον αὐτῶν ὂν καὶ φύσις τις καὶ οὐσία. λύει οὖν ταύτην τὴν ἔνστασιν, λέγων οὐ διὰ τὸ προσκατηγορεῖσθαι τὸ εἷς τοῦ ἀνθρώπου δυνατὸν λέγειν ὅτι τὸ εἰπεῖν ἄνθρωπος ἕτερόν ἐστι τοῦ λέγειν εἷς ἄνθρωπος καὶ διὰ τοῦτο τὸ ἓν
25ἔστι τι· ὥσπερ γὰρ οὐ τὸ ἔστι φύσις τίς ἐστιν αὐτὴ καθ’ αὑτὴν καὶ οὕτω κατηγορεῖται τοῦ ἀνθρώπου, οὕτως οὐδὲ τὸ ἕν. καὶ διὰ τοῦτο τὸ ἄνθρω‐ πος ταὐτόν ἐστι τῷ εἷς ἄνθρωπος, καὶ τὸ ἑνὶ εἶναι ταὐτόν ἐστι τῷ ἑκάστῳ εἶναι· τὸ γὰρ ἑνὶ εἶναι ταὐτόν ἐστι τῷ ἑνὶ ἵππῳ. p. 1054a20 Ἀντίκειται δὲ τὸ ἓν καὶ πολλὰ κατὰ πλείους τρόπους.
30 Καὶ ταῦτα δείκνυσιν ὅτι οὐκ ἔστι τὸ ἓν οὐσία, εἴπερ τῇ οὐσίᾳ οὐδὲν ἀντίκειται· ἅμα τε οὖν τοῦτο δείκνυσι καὶ ἅμα τὰ τῷ ἑνὶ πάντα παρα‐ κολουθοῦντα διορίζει, ὧν πρῶτόν ἐστι τὸ ἀντικεῖσθαι αὐτῷ τὰ πολλὰ κατὰ πλείους τρόπους, ὧν, φησί, τρόπων καθ’ ἕνα μὲν ἀντίκειται τὸ ἓν καὶ τὰ πολλὰ ὡς ἀδιαίρετον καὶ διαιρετόν, τὸ μὲν ἓν ὡς ἀδιαίρετον, τὰ δὲ πολλὰ
35ὡς διαιρετόν· τὸ μὲν γὰρ ἢ διαιρεθὲν ἢ μὴ διαιρεθὲν μὲν διῃρημένον δὲ
ὑπονοούμενον πλῆθός τι καὶ πολλὰ λέγεται, τὸ δ’ ἀδιαίρετον, ὡς τὸ ση‐614
in Metaph
.

615

μεῖον καὶ ἡ μονάς, καὶ διαιρετὸν μὲν ὡς ἡ ποδιαία γραμμὴ μὴ διαιρεθὲν δέ, ἓν λέγεται. ἐπεὶ δὲ αἱ ἀντιθέσεις τετραχῶς, τὸ ἓν καὶ τὰ πολλὰ ὡς τὰ ἐναντία ἀντίκειται, καὶ οὔτε ὡς τὰ πρός τι οὔτε ὡς ἕξις καὶ στέρησις οὔτε ὡς κατάφασις καὶ ἀπόφασις. εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη τὸ ἓν οὐσία,
5εἴπερ μηδέν ἐστι τῇ οὐσίᾳ ἐναντίον. λέγεται δὲ τὸ ἓν τὸ ἀδιαίρετον ἐκ τοῦ ἐναντίου καὶ δηλοῦται τὸ ἓν τὸ ἀδιαίρετον ἐκ τοῦ ἐναντίου αὐτοῦ τοῦ διαιρετοῦ· δηλοῦται δὲ ἐξ αὐτοῦ διὰ τὸ τὸ διαιρετὸν καὶ τὸ πλῆθος μᾶλλον αἰσθητὸν εἶναι· ἐκ γὰρ τοῦ ταῦτα διαιρεῖν ἡμᾶς καὶ καταντᾶν εἰς βραχύ‐ τατόν τι ὃ μὴ δυνάμεθα τεμεῖν, εἰς ἔννοιαν ἥκομεν τοῦ ἑνὸς καὶ ἀδιαιρέ‐
10του, ὥστε τῷ λόγῳ καὶ τῇ γνώσει διὰ τὴν αἴσθησιν πρότερον τὸ πλῆθος τοῦ ἑνός, τῇ δὲ φύσει τὸ ἓν τοῦ πλήθους. p. 1054a29 Ἔστι δὲ τοῦ μὲν ἑνός, φησίν, ὥσπερ καὶ ἐν τῇ διαι‐ ρέσει διεγράψαμεν. Πεποίηκε γὰρ διαίρεσιν ἐν τοῖς Περὶ τἀγαθοῦ, ὡς καὶ ἐν ἄλλοις εἴ‐
15πομεν, δι’ ἧς ἅπαντα τὰ ἐναντία εἴς τε τὸ πλῆθος καὶ τὸ ἓν ἀνήγαγεν. ἔστι δὴ τοῦ μὲν ἑνὸς τὸ ταὐτὸν καὶ ὅμοιον καὶ ἴσον, τοῦ δὲ πλήθους τὸ ἕτερον καὶ ἀνόμοιον καὶ ἄνισον. p. 1054a32 Λεγομένου δὲ τοῦ ταὐτοῦ πολλαχῶς, ἕνα μὲν τρόπον κατ’ ἀριθμόν.
20 Ἐπειδή, φησί, τὸ ταὐτὸν πολλαχῶς λέγεται, δῆλον ὅτι καὶ τὸ ἕτερον καὶ τὸ ἀνόμοιον πολλαχῶς λεχθήσεται. ὅτι δὲ τὸ ταὐτὸν πολλαχῶς λέ‐ γεται λέγει· ἕνα μὲν τρόπον ταὐτὸν λέγεται τὸ κατ’ ἀριθμόν, ὃ λέγομεν ἐνίοτε ταὐτὸ τοῦτο· λέγομεν γάρ ποτε ὅτι τὸ μουσικὸν ταὐτόν ἐστι τῷ λευκῷ διὰ τὸ τὸν Σωκράτην, ἐν ᾧ εἰσι, τὸν αὐτὸν εἶναι καὶ ἕνα τῷ
25ἀριθμῷ. ἄλλον δὲ τρόπον τὸ ταὐτὸν λέγεται, ἂν καὶ λόγῳ καὶ ἀριθμῷ ᾖ· σὺ γὰρ σαυτῷ καὶ τῷ εἴδει καὶ τῷ ἀριθμῷ (τούτου γὰρ δηλωτικόν ἐστι τὸ καὶ τῇ ὕλῃ ταὐτόν) ὁ αὐτὸς καὶ εἷς εἶ. ἔτι ταὐτὰ λέγεται ὧν ὁ λόγος τῆς πρώτης οὐσίας (λέγων πρώτην οὐσίαν τὴν προσεχῆ οὐσίαν) εἷς ᾖ, οἷον αἱ ἴσαι γραμμαὶ εὐθεῖαι αἱ αὐταὶ λέγονται διὰ τὸ ἴσον. ὁμοίως ταὐτὰ
30λέγονται τὰ ἴσα καὶ ἰσογώνια τετράγωνα, καίτοι πλείω· ἀλλ’ ἡ ἰσότης ἑνότης τις ἐν τούτοις ἐστὶ καὶ ἑνοῖ αὐτὰ καὶ ταὐτὰ ἀπεργάζεταί τε καὶ ποιεῖ. ὅμοια δὲ λέγονται ἂν ὦσι ταὐτὰ καὶ οὐκ ὦσι· τὸ γὰρ μεῖζον τετρά‐ γωνον τῷ ἐλάττονι τετραγώνῳ ἐστὶ ταὐτὸν καὶ οὐκ ἔστιν· ᾗ μὲν γὰρ ὁ λόγος αὐτῶν καὶ τὸ εἶδος οὐ διαφέρει ἀλλὰ τὸ αὐτό ἐστιν, εἰσὶ ταὐτά, ᾗ
35δὲ τὸ μέν ἐστι μεῖζον τὸ δὲ ἔλαττον, οὔκ εἰσι ταὐτά· κατὰ δὴ τὸ μεῖζον
καὶ ἔλαττον οὐ λέγονται ταὐτὰ ἀλλ’ ὅμοια. ὅμοια οὖν, φησί, λέγονται ἂν615
in Metaph
.

616

μὴ ταὐτὰ ἁπλῶς ὄντα ἀλλὰ κατά τι διαφέροντα, τυγχάνοντα δὲ μὴ διά‐ φορα κατὰ τὴν οὐσίαν καὶ τὸ εἶδος, ἀλλὰ τὸ αὐτὸ μὲν ἔχοντα εἶδος, κατὰ δὲ τὰ σύνθετα διαφέροντα· καὶ γὰρ Σωκράτης καὶ Πλάτων ὡς ἄνθρωποι ἀδιάφοροι, ὡς δὲ ἄτομοι διάφοροι. τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ μηδὲ
5κατὰ τὴν οὐσίαν ἀδιάφορα τὴν συγκειμένην, κατὰ τὸ εἶδος ταὐτ, ὥσπερ εἴπομεν ἐπὶ τῶν τετραγώνων. ἀλλὰ καὶ αἱ ἄνισοι εὐθεῖαι ὅμοιαι λέγονται, διότι ἁπλῶς οὔκ εἰσιν αἱ αὐταὶ ἀλλὰ διαφέρουσι κατὰ τὸ ἄνισον, κατὰ δὲ τὸν λόγον καὶ τὴν οὐσίαν οὐ διαφέρουσιν· εὐθεῖαι γάρ εἰσι. τὰ δὲ ὅμοια λέγεται, ἂν τὸ αὐτὸ εἶδος ἔχοντα, ἐν οἷς τὸ
10μᾶλλον καὶ τὸ ἧττον ἐγγίνεται, μήτε μᾶλλον μήτε ἧττον ᾖ. οἷον ἐν τῷ λευκῷ ἐγγίνεται τὸ μᾶλλον καὶ ἧττον· ἔστι γὰρ λευκὸν λευκοῦ μᾶλλον καὶ ἧττον· ἂν οὖν δύο τινὰ ἔχοντα λευκόν, ἐν ᾧ τὸ μᾶλλον καὶ ἧττον ἐγγίνεται, μή ἐστι τὰ ἐν αὐτοῖς λευκὰ τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον ἀλλ’ ὁμοίως ἀμφοῖν ἡ λευκότης ὑπάρχει, λέγεται ὅμοια. ὅμοια οὖν ταῦτα
15λέγεται, ὅτι τὸ ἐν αὐτοῖς λευκὸν οὐκ ἔστι τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον, καίτοι δυνατοῦ ὄντος τοῦ τὸ μὲν εἶναι μᾶλλον λευκὸν τὸ δὲ ἧττον. τὰ δὲ ὅμοια λέγεται ἐναντίως τοῖς προσεχῶς λεχθεῖσιν, οἷον εἴ τινα δύο εἴη, ἀμ‐ φότερα δὲ λευκά, ἐστὶ δὲ τοῦ μὲν τὸ λευκὸν μᾶλλον τοῦ δὲ ἧττον, ὅμοια λέγεται, ὅτι τὸ αὐτὸ εἶδος ἔχουσι· λευκὰ γὰρ ἀμφότερα. τοῦτο γὰρ ἐσή‐
20μανε διὰ τοῦ τὰ δὲ ἂν ᾖ τὸ αὐτὸ πάθος καὶ ἓν τὸ εἶδος καὶ διὰ τῶν ἑξῆς. τὰ δ’ ὅμοια λέγεται ἢ ἂν τὰ πλείω ἔχῃ τὰ αὐτὰ ἢ ἂν τὰ πρόχειρα, λέγων πρόχειρα τὰ μᾶλλον τῇ αἰσθήσει ὑποπίπτοντα. ἀλλ’ ἐπὶ τῶν παραδειγμάτων ἔστω σαφὲς τὸ λεγόμενον. ἔστω δὴ τὸ α καὶ β καὶ γ, καὶ τὸ μὲν α ἔστω λευκὸν καὶ βαρὺ καὶ σκληρόν, τὸ δὲ β λευκὸν καὶ
25βαρὺ καὶ μαλακόν, τὸ δὲ γ λευκὸν καὶ μαλακόν· μᾶλλον δὴ τὸ β ἐστὶν ὅμοιον τῷ α ἤπερ τὸ γ, διότι τὸ μὲν γ ἓν μόνον ἔχει τοῦ α τὸ λευκόν, τὸ δὲ β δύο τό τε λευκὸν καὶ τὸ βαρύ. τὸ μὲν οὖν β τῷ α ὅμοιον λέ‐ γεται καθὸ τὰ πλείω ἔχει· ὁ δὲ καττίτερος τῷ ἀργύρῳ κατὰ τὸ πρόχειρον, οἷον τὸ λευκόν· μᾶλλον γὰρ τὸ ἐν αὐτοῖς λευκὸν ὑποπίπτει τῇ αἰσθήσει
30ἢ τὸ βαρύ. καὶ ὁ χρυσὸς τῷ πυρὶ κατὰ τὸ ξανθὸν ἢ πυρρόν. ὥστε ἐπεὶ τὸ ταὐτὸν καὶ ὅμοιον πολλαχῶς λέγεται, καὶ τὸ ἕτερον καὶ τὸ ἀνόμοιον πολλαχῶς λεχθήσεται. p. 1054b14 Καὶ τὸ μὲν ἄλλο ἀντικειμένως καὶ τὸ αὐτ. Διὰ τούτων πρόκειται δεῖξαι ὅπως τὸ ἄλλο καὶ τὸ ἕτερον ἔχει πρὸς
35τὸ ταὐτόν, καὶ ἐρεῖ ὅτι τὸ μὲν ἄλλο ἀντίκειται τῷ ταὐτῷ, καὶ διὰ τοῦτο ἐπὶ πάντων καὶ ὄντων καὶ μὴ ὄντων λέγονται, καὶ διαιροῦσι τὸ ψεῦδος καὶ τὴν ἀλήθειαν. τοῦτο δέ, λέγω δὴ τὸ ἐπὶ πάντων διαιρεῖν τὸ ἀληθὲς
καὶ τὸ ψεῦδος, ἴδιόν ἐστι τῶν ἀντιφατικῶς ἀντικειμένων. τὸ δὲ ἕτερον616
in Metaph
.

617

καὶ ταὐτὸν οὐ διαιροῦσιν ἐπὶ πάντων τῶν ὄντων καὶ μὴ ὄντων τὸ ἀληθὲς καὶ ψεῦδος, ἀλλ’ ἐπὶ μόνων τῶν ὄντων· εἰ δὲ τοῦτο, οὐκ ἀντιφατικῶς ἀντίκεινται. τὸ μὲν οὖν ἄλλο, φησί, καὶ τὸ ταὐτὸ ἀντίκειται, καὶ ἐπὶ τούτῳ ἅπαν πρὸς ἅπαν ἢ ταὐτὸν ἢ ἄλλο· πᾶν γὰρ καὶ ὂν καὶ μὴ ὂν πρὸς ἅπαν
5ἢ ταὐτόν ἐστιν ἢ ἄλλο· εὐθὺς τὸ μὴ ὂν πρὸς τὸ ὂν ἄλλο ἐστίν. εἰπὼν δὲ ὅτι τὸ ἄλλο καὶ τὸ ταὐτὸν ἀντίκειται, πρὸ τοῦ εἰπεῖν πῶς τὸ ἕτερον ἔχει πρὸς τὸ ταὐτό, μεταξὺ πάλιν περὶ τοῦ ὁμοίου λέγει, λέγων τὸ δὲ ἂν μὴ καὶ ἡ ὕλη καὶ ὁ λόγος ἴδιος, λέγων ἴδιον τὸ ἕτερον, ὥσπερ ἂν εἴ τις εἴποι ἴδιον εἶναι τὸ τρίγωνον τοῦ κύκλου ἀντὶ τοῦ ἕτερον. καὶ εἴη
10ἂν λέγων ὅτι εἰ μὴ καὶ ἡ ὕλη καὶ ὁ λόγος, τουτέστιν εἰ μὴ διάφορός ἐστιν ἢ ὁ λόγος ἢ ἡ ὕλη, οὐ λέγεται ὅμοιον. ἂν γὰρ καὶ ὁ λόγος καὶ ἡ ὕλη εἰσὶ τὰ αὐτά, οὐ λέγονται ὅμοια ἀλλὰ ταὐτά. ταὐτοὶ γὰρ λέγονται οἱ χαλκοῖ ἀνδριάντες, ἀλλ’ οὐχ ὅμοιοι, ἐπεὶ καὶ τὸ εἶδος καὶ τὴν ὕλην τὰ αὐτὰ ἔχουσιν. ἂν δὲ ὁ μὲν ᾖ χαλκοῦς ὁ δὲ χρυσοῦς, λέγονται ὅμοιοι·
15διαφέρουσι γὰρ κατὰ τὴν ὕλην. πάλιν εἰ εἴη τρίπους καὶ λέβης ἀμφότεροι ἐκ χαλκοῦ, λέγονται καὶ οὗτοι ὅμοιοι, ὅτι τῷ εἴδει διαφέροντες τῇ ὕλῃ ἀδιάφοροί εἰσιν. λέγεται δὲ ὅμοιον καὶ τὸ πλησιαίτερον· λέγεται γὰρ ὅμοιον τὸ πράσινον χρῶμα τῷ φοινικῷ· πλησιαίτερον γάρ ἐστιν ἤπερ τὸ ἁλουργόν. πάλιν ἡ ῥητὴ εὐθεῖα πρὸς ῥητὴν ὁμοία λέγεται, ὡς ἐν τοῖς
20μαθηματικοῖς. ταῦτα μεταξὺ περὶ τοῦ ὁμοίου παρεμβαλών, λέγει περὶ τοῦ ἑτέρου καὶ τοῦ ταὐτοῦ. ἢ τὸ μὲν ἕτερον ἢ ταὐτὸν πᾶν πρὸς ἅπαν λέγεται, ὅσα καὶ ἓν καὶ ὄν, τουτέστιν ὅσα εἰσὶ καὶ ἓν καὶ ὄντα, ἢ ταὐτὰ λέγεται ἢ ἕτερα, ἐπὶ δὲ τῶν μὴ ὄντων οὐ λέγεται. καὶ τὴν αἰτίαν συντόμως ἐπήγαγεν εἰπὼν οὐ γὰρ ἀντίφασίς ἐστι τοῦ ταὐτο, ἴσον
25λέγων τῷ οὐ γὰρ ἀντιφατικῶς ἀντίκειται τὸ ταὐτὸν καὶ ἕτερον, ἵνα λέγη‐ ται καὶ ἐπὶ τῶν μὴ ὄντων, ἀλλ’ ἐπὶ μόνων τῶν ὄντων, τὸ δὲ μὴ ταὐτὸ λέγεται καὶ ἐπὶ τῶν μὴ ὄντων. ὥστε τὸ ταὐτὸν καὶ ἕτερον ἢ ἓν θέλει εἶναι ἢ οὐχ ἕν, ὑπάρχον καὶ ἓν καὶ ὄν. καὶ συμπεραίνεται λέγων τὸ μὲν οὖν ἕτερον καὶ ταὐτὸν οὕτως ἀντίκεινται ὡς ἐπὶ μόνων τῶν ὄντων
30τὸ μὲν ἀληθεύεσθαι λεγόμενον τὸ δὲ μή. p. 1054b23 Διαφορὰ δὲ καὶ ἑτερότης ἄλλο. Διακρίνει καὶ τὴν διαφορὰν ἀπὸ τῆς ἑτερότητος, ἄλλο λέγων εἶναι διαφορὰν καὶ ἄλλο ἑτερότητα. τὸ μὲν γὰρ ἕτερον, φησίν, οὐκ ἀνάγκη κατά τι κοινωνεῖν· ἡ γὰρ οὐσία ἑτέρα οὖσα τοῦ ποιοῦ οὐ κοινωνοῦσιν ἀλλήλοις
35κατά τι· τέως δὲ πᾶν ὃ ἂν ᾖ ὂν ἢ ταὐτόν ἐστιν ἢ ἕτερον· τὸ δὲ διά‐ φορόν τινος τινὶ διάφορον. ὃ δὲ λέγει, οἶμαι, τοιοῦτόν ἐστιν· τὸ δὲ
διάφορόν τινος τινὶ κατά τι κοινωνεῖ· ὁ γὰρ ἵππος τοῦ ἀνθρώπου διαφέρει,617
in Metaph
.

618

καὶ ὅμως κοινωνοῦσι κατὰ τὸ ζῷον, ὥστε ἀνάγκη ταὐτό τι εἶναι, ᾧ κοι‐ νωνοῦσι διαφέροντα ὄντα. τοῦτο δὲ τὸ ταὐτ, τουτέστι τοῦτο δὲ καθ’ ὃ κοινωνοῦσι διάφορα ὄντα, ἢ γένος ἢ εἶδός ἐστιν. ὁ μὲν γὰρ Σωκρά‐ της καὶ Πλάτων διάφοροι ὄντες τῷ εἴδει καὶ τῷ γένει κοινωνοῦσιν, ἵππος
5δὲ καὶ ἄνθρωπος τῷ γένει μόνῳ. αὐτὸς δέ φησιν ὅτι γένει μὲν ὧν μή ἐστι κοινὴ ἡ ὕλη, ὡς ἔχει ἡ οὐσία καὶ τὸ ποσόν· τούτοιν γὰρ οὐκ ἔστι κοινὴ ὕλη. σημεῖον δὲ ὅτι οὐκ ἔστι γένεσις εἰς ἄλληλα· οὔτε γὰρ ἡ οὐσία ποσὸν γίνεται οὔτε τὸ ποσὸν οὐσία, ὥσπερ ὁ ἀὴρ ὕδωρ καὶ τὸ ὕδωρ ἀήρ. εἴδει δὲ διαφέρουσι, φησίν, ὧν τὸ αὐτὸ γένος. γένος δέ ἐστι, φησίν,
10ἐν ᾧ ἀμφότερα τὰ διάφορα κατὰ τὴν οὐσίαν ταὐτόν εἰσιν· ἵππος γὰρ καὶ ἄνθρωπος κατὰ τὴν τοῦ ζῴου οὐσίαν οἱ αὐτοί. ὥστε καὶ τἀναντία διά‐ φορα· κοινὸν γὰρ ἔχουσι τὸ ὑποκείμενον τὴν οὐσίαν, ὥσπερ ἄνθρωπος καὶ ἵππος τὸ ζῷον, πορρωτέρω δὲ τὴν οὐσίαν. p. 1054b32 Ὅτι δὲ καλῶς τοῦτο ὑποτιθέμεθα, δῆλον ἐκ τῆς ἐπα‐
15γωγῆς. Ὅτι, φησί, καλῶς ὑποτιθέμεθα, διάφορα λέγοντες εἶναι τὰ τινὶ κοινω‐ νοῦντα, ἐκ τῶν καθ’ ἕκαστα δῆλον· πάντα γὰρ τὰ διαφέροντα οὐ μόνον ἐστὶν ἕτερα ἀλλὰ καὶ ταὐτά, ὡς ὁ ἵππος καὶ ὁ ἄνθρωπος. ὥστε τὰ μὲν διάφορα καὶ ἕτερα, τὰ δὲ ἕτερα οὐ διάφορα· ἡ γὰρ ἐν Σωκράτει καὶ Πλά‐
20τωνι, οὐχ ἡ προσεχὴς ἀλλ’ ἡ πόρρω καὶ ἀνείδεος ὕλη ἕτεραι μέν εἰσι, διάφοροι δὲ οὔκ εἰσι· κατὰ τί γὰρ ἂν διαφέροιεν ἀνείδεοι οὖσαι; ἀλλὰ τὰ μὲν τὸ γένος ἕτερα, λέγων τὰ μὲν τὰ ἕτερα, τὰ μὲν οὖν ἕτερα κατὰ τὸ γένος ἐστὶν ἕτερα, τὰ δ’ ἐν τῇ αὐτῇ συστοιχί, τουτέστι τὰ δὲ ὅμοια ἐν τῇ αὐτῇ τυγχάνουσι σειρᾷ, ὥστε ἐν τῷ αὐτῷ γένει καὶ τὰ
25αὐτὰ τῷ γένει. εἴρηται δ’ ἐν τῷ Δ ποῖά φαμεν ταὐτὰ τῷ γένει. Ἐπεὶ δὲ τῶν διαφερόντων τὰ μὲν πλεῖον διαφέρει τὰ δ’ ἔλαττον (πλεῖον γὰρ διαφέρει τὸ ἁλουργὸν τοῦ ἐρυθροῦ, ἔλαττον δὲ τοῦ πρασίνου), ἔστι τις καὶ μεγίστη διαφορ, καὶ αὕτη ἡ μεγίστη διαφορά ἐστιν ἡ ἐναντίωσις. μεγίστη δὲ διαφορά ἐστιν ἡ τοῦ λευκοῦ πρὸς τὸ μέλαν. ὥστε
30κατὰ τοῦτο εἴη ἂν τῇ οὐσίᾳ ἐναντίον τὸ ποσόν· πλεῖστον γὰρ ἀλλήλων διεστήκασιν· ἐναντία δὲ οὐχ ὥστε καὶ μεταβάλλειν εἰς ἄλληλα ἢ εἶναι ἀναιρετικὰ ἀλλήλων, ἀλλ’ ἢ μόνον κατὰ τὴν πλείστην ἀπ’ ἀλλήλων διά‐ στασιν. εἰπὼν δὲ ὅτι ‘τὴν μεγίστην διαφορὰν λέγω ἐναντιότητα‘ λέγει ὅτι δ’ ἡ μεγίστη διαφορὰ ἡ ἐναντιότης ἐστὶ δῆλον ἐκ τῆς ἐπαγωγῆς.
35p. 1055a6 Τὰ μὲν γὰρ γένει διαφέροντα. Οἶμαι δὲ γένος νῦν λέγει τὴν ὕλην, καὶ εἴη ἂν λέγων ὅτι τὰ γένει
διαφέροντα, ἀντὶ τοῦ τὰ μὴ τὴν αὐτὴν ἔχοντα ὕλην, ὡς ἡ οὐσία καὶ618
in Metaph
.

619

τὸ ποσόν, οὐκ ἔχει ὁδὸν εἰς ἄλληλα οὐδὲ γίνονται ἐξ ἀλλήλων, ἀλλ’ ἀπέχει πλεῖστον, καὶ οὐ συμβλητά, τουτέστιν οὐδὲν αὐτοῖς κοινόν· συμ‐ βλητὰ γὰρ ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς ἔλεγε τὰ ἔχοντα κοινόν τι. τοῖς δὲ διαφέρουσι τῷ εἴδει αἱ γενέσεις ἐκ τῶν ἐναντίων εἰσὶν
5ὡς ἐσχάτων. γίνεται μὲν γὰρ ἐκ φαιοῦ λευκόν, ἀλλ’ οὐκ ἔστι τὸ φαιὸν καὶ τὸ λευκὸν ἡ ἐσχάτη καὶ πλεῖστον ἀπέχουσα ἐναντιότης, ἀλλὰ τὸ λευ‐ κὸν καὶ μέλαν· ἀλλ’ ὅμως τὸ λευκὸν ἐκ τοῦ φαιοῦ ὡς ἐξ ἐσχάτου γί‐ νεται. ὥστε τῶν κυρίως ἐσχάτων ἐστὶ τὸ διάστημα μέγιστον. εἰ δὴ τὰ ἐναντία ἔσχατα, τὸ δὲ τῶν ἐσχάτων διάστημα μέγιστον, τῶν ἐναντίων ἄρα
10τὸ διάστημα μέγιστον. καλῶς ἄρα ἐλέγετο, ὅτι ἡ μεγίστη διαφορά ἐστιν ἡ ἐναντίωσις. οὕτως οὖν δείξας ὅτι ἡ μεγίστη διαφορά ἐστιν ἡ ἐναντίωσις, δείκνυσι καὶ ὅτι ἡ μεγίστη διαφορὰ τέλειος, ὥστε ἂν ἡ ἐναντιότης μεγίστη διαφορά, αὕτη δὲ τέλειος, ἡ ἐναντιότης ἄρα τέλειος. ἀλλ’ εἰ τοῦτο, καὶ ἓν ἑνὶ ἐναντίον· τῷ γὰρ τελείῳ δῆλον ὡς ἓν τέλειον ἀντικείσεται. δεί‐
15κνυσιν οὖν ὅτι ἡ μεγίστη διαφορὰ τέλειος. τὸ μέγιστον γάρ, φησίν, ἐν ἑκάστῳ γένει καὶ ὑποκειμένῳ τέλειον· μέγιστον γάρ φαμεν, οὗ μὴ ἔστιν ὑπερβολή· μέγιστος γὰρ ὁ κόσμος, ὅτι οὐκ ἔστι τι τὸ ὑπερβάλλον αὐτοῦ. ἀλλὰ καὶ τέλειόν φαμεν οὗ μή ἐστιν ἔξω δυνατόν τι λαβεῖν. ἀλλὰ μὴν καὶ ἡ τελεία διαφορὰ τέλος ἔχει, τοῦ δὲ τέλους οὐδὲν ἔστιν ἔξω λαβεῖν·
20ἐν παντὶ γὰρ τὸ τέλος ἔσχατον καὶ περιέχει τὸ οὗ ἐστι τέλος· διὸ οὐδέν ἐστιν ἔξω αὐτοῦ οὐδὲ προσδεῖται οὐδενὸς τὸ τέλειον. ὥστε εἰ καὶ τὰ ἄλλα τῷ ἔχειν τέλος λέγεται τέλεια, ἡ δὲ μεγίστη διαφορὰ τέλος ἔχει, καὶ αὕτη ἄρα τέλειός ἐστιν. ἐπειδὴ δὲ πολλαχῶς λέγεται τὰ ἐναντία (εἴρηται γὰρ ὅτι τὰ ἐναντία λέγεται τὰ ἐν τῷ αὐτῷ γένει ὄντα καὶ τὰ ἐν τῷ αὐτῷ
25ὑποκειμένῳ καὶ τὰ ὑπὸ τὴν αὐτὴν δύναμιν, καὶ ὅσα ἄλλα εἴρηται ἐν τῷ Δ, ὅτε περὶ τούτων ἔλεγεν), ἐπεὶ οὖν πολλαχῶς λέγεται, ἀκολουθήσει αὐτοῖς τὸ τελείως οὕτως, ὡς ἂν καὶ τὸ ἐναντίοις εἶναι ὑπάρχῃ αὐτοῖς· εἰ γὰρ ὑπάρχει αὐτοῖς τὸ ἐναντίοις εἶναι διὰ τὸ ἐν τῇ αὐτῇ δυ‐ νάμει εἶναι, καὶ τὸ τέλειον οὕτως ὑπάρξει. οἷον τοῖς μὲν ἐναντίοις καὶ
30ἐν τῷ αὐτῷ γένει οὖσιν ἀκολουθήσει τὸ τέλειον ὡδί· τέλειος δὲ ἐναντιότης τῶν ἐν τῷ αὐτῷ γένει ὄντων ἐστίν, ἧς μηδὲν ἔστιν ἔξω λαβεῖν. τοῖς δ’ ὑπὸ τὴν αὐτὴν δύναμιν ὡδί· ἔστι γὰρ τέλειος ἐναντιότης τῶν ὑπὸ τὴν αὐ‐ τὴν δύναμιν, ἧς μηδὲν ἔστιν ἔξω τι λαβεῖν. πάλιν τέλειος ἐναντιότης ἐστὶ τῶν ὑπὸ διάφορα γένη ὄντων, ἧς μηδὲν ἔστιν ἔξω λαβεῖν τι. καὶ ἐπὶ τῶν
35ἄλλων ὁμοίως. p. 1055a19 Τούτων δὲ ὄντων φανερὸν ὅτι οὐκ ἐνδέχεται ἑνὶ πλείω ἐναντία εἶναι.
Εἴπερ ἐναντιότης ἐστὶν ἡ μεγίστη διαφορὰ καὶ ἧς μηδὲν ἔστιν ἔξω619
in Metaph
.

620

τι λαβεῖν, φανερὸν ὡς ἓν ἑνὶ ἐναντίον. τοῦ γὰρ ἐσχάτου ἐσχατώτερόν τι οὐκ ἔστι, τὰ δὲ ἐναντία τὰ ἔσχατα, ὥστε οὐκ ἂν εἴη πλείω δυοῖν τὰ ἔσχατα. ἄλλως τε πᾶσα ἐναντιότης ἕν ἐστι διάστημα, παντὸς δὲ ἑνὸς διαστήματος δύο τὰ ἔσχατα, ὥστε καὶ πάσης ἐναντιότητος δύο τὰ ἔσχατα.
5ὅλως δὲ εἰ ἔστιν ἐναντιότης διαφορ, ἡ δὲ διαφορὰ δυοῖν, καὶ ἡ τέλειος, τουτέστιν ἡ διαφορὰ δυοῖν ἔσται. p. 1055a23 Ἀνάγκη δὲ καὶ τοὺς ἄλλους ὅρους ἀληθεῖς εἶναι τῶν ἐναντίων. Ὅπερ ἡμεῖς προείπομεν, αὐτὸς νῦν λέγει. φησὶ γὰρ ὅτι ὁ ὁρισμὸς
10τῶν ἐν τῷ αὐτῷ γένει ἐναντίων ἀληθεύσει καὶ ἐν τοῖς ὑπὸ τὴν αὐτὴν δύναμιν καὶ ἐν τοῖς ἄλλοις· καὶ γὰρ ἡ ἐν αὐτοῖς τέλειος διαφορὰ πλεῖστον διαφέρει. ὥστε ῥητέον ὡς τέλειος διαφορὰ τῶν ὑπὸ τὴν αὐτὴν δύναμίν ἐστιν, ἧς μηδὲν ἔστιν ἔξω τι λαβεῖν· καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. τὸ δὲ δέδεικται γὰρ ὅτι πρὸς τὰ ἔξω τοῦ γένους οὐκ ἔστι διαφορ,
15οἶμαι, λύσις ἐστὶν ἐνστάσεως δυναμένης φέρεσθαι πρὸς τὸν ἓν ἑνὶ ἐναντίον λέγοντα λόγον. εἴποι γὰρ ἄν τις ὡς εἰ διὰ τοῦτο ἓν ἑνὶ ἐναντίον, ὅτι τὰ πλεῖστον ἀλλήλων διεστηκότα δύο εἰσίν, ἰδοὺ πλεῖστον ἀφέστηκε τοῦ λευ‐ κοῦ τὸ μέλαν, ἀλλ’ ἔτι μᾶλλον ἡ γραμμή· τί γὰρ κοινὸν γραμμῆς καὶ λευ‐ κοῦ; ὥστε δύο κατὰ πολὺ ἀφεστηκότα ἐστὶ τοῦ λευκοῦ, τό τε μέλαν καὶ
20ἡ γραμμή· εἰ δὲ τοῦτο, καὶ δύο ἐναντία ἐστὸν αὐτῷ. πρὸς ταύτην οὖν οἶμαι τὴν ἔνστασιν τοῦτο ἐπῆκται τὸ λέγον δέδεικται γὰρ ὅτι πρὸς τὰ ἔξω τοῦ γένους οὐκ ἔστι διαφορ, τουτέστι τὰ ὑπὸ ἕτερα γένη καὶ μὴ ὑπάλληλα ὄντα οὐ χρὴ ἀντιτιθέναι, ἀλλὰ τὰ ὑπὸ τὸ αὐτό. ἀλλὰ πῶς αὐτὸς εἴρηκεν ὅτι ἡ οὐσία καὶ τὸ ποσὸν πλεῖστον ἀφεστήκασι γένη ὄντα
25ἕτερα; ἢ τὰ μὲν γενικώτατα γένη ἀντιτεθήσονται ὥσπερ εἴπομεν, τὰ δὲ ὑπ’ αὐτὰ οὐδαμῶς. οὐ γὰρ ἀντίκειται ζῷον λευκῷ ἢ τοῦτο γραμμῇ· δέ‐ δεικται γὰρ ὅτι πρὸς τὰ ἔξω καὶ ὑπ’ ἀλλότρια γένη ὄντα οὐκ ἔστι δια‐ φορὰ ἤτοι ἐναντιότης. τούτων δὲ αὕτη μεγίστη, τουτέστι τῶν δ’ ἐν τῷ αὐτῷ γένει αὕτη ἡ ἐναντιότης ἡ μεγίστη ἐστὶ διαφορὰ καὶ ἐναντία τὰ
30ἐν τῷ αὐτῷ γένει πλεῖστον διαφέροντα· ἡ γὰρ τούτων διαφορὰ μεγίστη καὶ τέλειός ἐστιν. ὡσαύτως καὶ τὰ πλεῖστον ἐν τῷ αὐτῷ δεκτικῷ δια‐ φέροντα ἐναντία· ἡ γὰρ ὕλη καὶ τὸ ὑποκείμενον αὐτοῖς τὸ αὐτό. καὶ τὰ ὑπὸ τὴν αὐτὴν δύναμιν· ἡ γὰρ νόσος καὶ ἡ ὑγίεια πλεῖστον ἀφεστήκασιν ἀλλήλων ὄντα ὑπὸ τὴν αὐτὴν δύναμιν τὴν ἰατρικήν· ἡ γὰρ ἰτρικὴ περὶ
35ἕν τι γένος ἐστὶ τὰ σώματα, περὶ δὲ τὰ σώματά ἐστι τἀναντία ὑγίεια καὶ
νόσος· ἡ αὐτὴ ἄρα δύναμίς ἐστι τῶν ἐναντίων.620
in Metaph
.

621

p. 1055a33 Πρώτη δ’ ἐναντιότης ἐστὶν ἕξις καὶ στέρησις, οὐ πᾶσα δ. Τὸ γὰρ φαιὸν στέρησίς ἐστι λευκοῦ, καὶ οὐ δήπου τὸ φαιὸν καὶ τὸ λευκὸν πρώτη ἐναντιότης, ἀλλ’ ἡ τέλειος ἐναντιότης αὕτη ἐστὶ πρώτη. τὰ
5δ’ ἄλλα κατὰ ταῦτα λεχθήσονται ἐναντία. τὸ γὰρ λευκὸν σῶμα ἐναντίον λέγεται τῷ μέλανι σώματι διὰ τὸ λευκὸν καὶ τὸ μέλαν, καὶ ἡ ὑγίανσις δὲ λῆψις οὖσα ὑγιείας ἐναντία λέγεται τῇ νοσάνσει ἀποβολῇ οὔσῃ ὑγιείας λήψει δὲ νόσου. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. p. 1055a38 Εἰ δὴ ἀντίκειται μὲν ἀντίφασις καὶ στέρησις καὶ ἐν‐
10αντιότης. Τὸ προκείμενόν ἐστι δεῖξαι ὅτι ἡ στέρησις καὶ τὰ ἐναντία ὑπὸ τὴν ἀντίφασίν ἐστι, καὶ τρόπον τινά, ὡς ἐρεῖ, ἀντιφάσεις εἰσὶν ἥ τε στέρησις καὶ τὰ ἐναντία. ἀλλ’ εἰ τοῦτο, μᾶλλόν ἐστιν ἀντίθεσις ἡ ἀντίφασις καὶ στερήσεως καὶ τῶν ἐναντίων· καὶ εἰ τοῦτο, πῶς λέγουσιν ὅτι ἐν τῷ πέμ‐
15πτῳ τμήματι τοῦ Περὶ ἑρμηνείας γυμνάζων τοὺς ἀκροατὰς λέγει ὅτι μᾶλ‐ λον ἡ ἀντίφασις ἀντίκειται ἤπερ τὰ ἐναντία, ἐπεὶ αὐτὸς τὴν ἐναντιότητα μᾶλλον ἀντικεῖσθαι τῆς ἀντιφάσεως βούλεται, δείκνυσιν οὖν, ὡς εἴρηται, ὅτι ὑπὸ τὴν ἀντίφασίν εἰσιν ἥ τε στέρησις καὶ τἀναντία· τέως δὲ πρῶτον δείκνυσιν ὅτι τὰ ἐναντία οὐκ ἀντίκειται ὡς τὰ ἀντιφατικῶς ἀντικείμενα, ὃ
20ταὐτόν ἐστι τῷ ὡς κατάφασις καὶ ἀπόφασις, συλλογιζόμενος ἐν τῷ β σχή‐ ματι ὧδε· ἀντιφάσεως οὐδέν ἐστι μεταξύ, τῶν δὲ ἐναντίων ἔστι τι μεταξύ, τὰ ἐναντία ἄρα οὐκ ἀντίκειται ὡς τὰ ἀντιφατικῶς ἀντικείμενα. εἰ οὖν, φησίν, ἀντίκεινται μὲν ἀντίφασις καὶ στέρησις καὶ ἐναντιότης καὶ τὰ πρός τι, τῶν δὲ τριῶν πρώτη ἡ ἀντίφασις, μεταξὺ δὲ ἀντιφάσεως οὐκ ἔστι τι,
25ἐπί τινων δὲ ἐναντίων ἐνδέχεται εἶναί τι μεταξύ, δῆλον ὡς οὐ ταὐτὸν ἀντί‐ φασις καὶ τὰ ἐναντία. p. 1055b3 Ἡ δὲ στέρησις ἀντίφασίς τίς ἐστιν. Καὶ τοῦτο θεὶς πρὸ τοῦ πῶς ἐστιν ἀντίφασις εἰπεῖν διαίρεσιν ποιεῖται τῆς στερήσεως λέγων ἢ γὰρ τὸ ἀδύνατον ὅλως ἔχειν λέγεται ἐστερῆ‐
30σθαι ἢ ὃ ἂν πεφυκὸς ἔχειν μὴ ἔχ, ἢ ὅλως ἢ πῶς ἀφορισθέν. ἀδύνατον μὲν γὰρ ὅλως ἔχειν τὸν λίθον ὄψιν καὶ λέγεται καὶ αὐτὸς ἐστε‐ ρῆσθαι ὄψεως. πέφυκε δὲ ἔχειν τὸ παιδίον ἐν τῇ διετίᾳ ὀδόντας, καὶ εἰ μὴ ἔχει, λέγεται ὀδόντων ἐστερῆσθαι. τὸ δὲ ἢ ὅλως ἢ πῶς ἀφορισθὲν
ἐπανάληψίς ἐστιν· καὶ ἔστι τὸ μὲν ἢ ὅλως ἴσον τῷ μηδαμῶς ἔχον ἢ μὴ621
in Metaph
.

622

πεφυκὸς ἔχειν, λεγόμενον δὲ ἐστερῆσθαι· τὸ δὲ ἢ πῶς πρόσκειται, ὅτι ἐλέγετο ἐν τῷ Δ τῆσδε τῆς πραγματείας ὅτι καὶ τὸ ἔχον φαύλους πόδας ἐστερῆσθαι ποδῶν λέγεται, καὶ ἀπύρηνα ὁμοίως τὰ πυρῆνας ἔχοντα βραχυ‐ τάτους. ὅτι δὲ τὸ ἐστερῆσθαι πολλαχῶς λέγεται, ὑπομιμνήσκει ἡμᾶς διὰ
5τῶν ἐν τῷ Δ ῥηθέντων, λέγων πολλαχῶς γὰρ τοῦτο λέγεται, ὥσπερ διῄρηται ἡμῖν ἐν ἄλλοις. εἴπερ οὖν ἡ τὸ ἀδύνατον ἔχειν λέγουσα στέρησις τὸ μὴ δυνατὸν δηλοῖ, τὸ δὲ μὴ δυνατὸν ἀπόφασίς ἐστι τοῦ δυ‐ νατοῦ, ὁμοίως δὲ καὶ τὸ μὴ ἔχειν τοῦ ἔχειν, εἰκότως ἄρα ἐλέγετο ὅτι ἡ στέρησις ἀντίφασίς τίς ἐστιν ἢ ἀδυναμία διορισθεῖσα ἢ συνει‐
10λημμένη τῷ δεκτικ. ὅταν μὲν γὰρ φῶ τυφλότης, αὐτὴν διωρισάμην καὶ ἐδήλωσα τὴν ἀδυναμίαν ἤτοι αὐτὴν τὴν στέρησιν μόνην· ἂν δὲ τυφλὸν εἴπω, τὴν τυφλότητα μετὰ τοῦ ὑποκειμένου αὐτῇ ἐσήμανα· τὸ γὰρ τυ‐ φλὸν αὐτή ἐστιν ἡ στέρησις μετὰ τοῦ ὑποκειμένου, ὥσπερ καὶ ὅταν εἴποι τις λευκότητα, δηλοῖ τὸ εἶδος τῆς λευκότητος καὶ τὴν φύσιν αὐτῆς, ὅταν
15δὲ λευκόν, τὸ σῶμα τὸ λελευκασμένον. ἀλλὰ πῶς μεταξὺ στερήσεώς τινος ἔστι τι; ὅταν γὰρ λέγω ὅτι οὔτε ἴσον οὔτε ἄνισόν ἐστιν, ἐμφαίνω ὅτι ἔστι τι μεταξύ· ἀντιφάσεως δὲ ὅτι οὐκ ἔστι τι μεταξὺ δέδεικται, ὅτε ἐδείκνυεν ὡς οὐ συναληθεύει ἡ ἀντίφασις. ἢ ὅτι ἡ μὲν ἀντίφασις ἀορισταίνει· λέ‐ γοντες γὰρ ὅτι ἴσον ἐστίν, ἴσον οὐκ ἔστιν, ἡ ἀπόφασις τὸ ἴσον μόνον ἀναι‐
20ρεῖ, οὐδὲν δὲ τίθησιν· ἡ δὲ στέρησις, οἷον τὸ ἄνισον, καὶ τὸ ἴσον ἀναιρεῖ καὶ τίθησί τινα καὶ ἐναντιότητα. μεταξὺ δὲ ἐναντίων τινῶν εἶναί τι οὐδὲν κωλύει, εἰ μὴ καὶ ἀνάγκη. διὰ δὴ τοῦτο ἀντιφάσεως μὲν οὐκ ἔστι μεταξύ τι, καὶ ὅτι, ὃ καὶ μᾶλλον ἀληθές, ἡ μὲν ἀντίφασις ἐπὶ πάντων καὶ ὄντων καὶ μὴ ὄντων διαιρεῖ τὸ ψεῦδος καὶ τὴν ἀλήθειαν, διὰ τὸ ὡς εἴρηται τὴν
25ἀπόφασιν μόνον τὸ ὑπὸ τῆς καταφάσεως δηλωθὲν ἀποφάσκειν, ἡ δὲ στέ‐ ρησις ἐπὶ τῶν παρὰ τὸ ποσὸν κατηγοριῶν συμψεύδεται· ὡς γὰρ ἡ κατά‐ φασις ἡ ὅτι ἡ ψυχὴ ἢ τὸ λευκὸν ἴσα ἐστὶ λέγουσα ψεύδεται, οὕτω καὶ ἡ στέρησις ἡ ὅτι ἡ ψυχὴ ἄνισός ἐστιν ἀποφαινομένη ἢ ὅτι τὸ λευκόν. διὰ οὖν τὸ συμψεύδεσθαι αὐτὰς ἔχει χώραν ἡ μεσότης ἡ λέγουσα ὅτι ἡ ψυχὴ
30οὔτε ἴση ἐστὶν οὔτε ἄνισος, ὁμοίως δὲ καὶ ἐπὶ πάντων τῶν συμψευδο‐ μένων· ἐπὶ δὲ τῆς ἀντιφάσεως οὐδαμῶς. τῆς γὰρ καταφάσεως τῆς ὅτι ἡ ψυχὴ ἴση ἐστὶ λεγούσης ψευδομένης, ἡ ἀπόφασις ἡ ὅτι ἡ ψυχὴ ἴση οὐκ ἔστι λέγουσα ἀληθεύει, διὰ τὸ μόνον, ὡς εἴρηται, ἀναιρεῖν τὸ ἴσον, μηθὲν δὲ ἕτερον τιθέναι. διὰ ταῦτα δὴ ἀντιφάσεως μὲν οὐκ ἔστι μεταξύ
35τι, στερήσεως δέ τινος ἔστι. καὶ τὴν αἰτίαν τοῦ τῆς στερήσεως εἶναί τι μεταξύ, τῆς δ’ ἀντιφάσεως μὴ εἶναι συντόμως ἐπήγαγεν εἰπὼν ἴσον μὲν γὰρ ἢ οὐκ ἴσον πᾶν, ἴσον δὲ ἢ ἄνισον οὐ πᾶν, ὃ ταὐτόν ἐστι τῷ ἡ μὲν ἀντίφασις ἡ λέγουσα ὅτι πᾶν ἢ ἴσον ἐστὶν ἢ οὐκ ἴσον ἐπὶ πάν‐ των διαιρεῖ τὸ ψεῦδος καὶ τὴν ἀλήθειαν, ἡ δὲ στέρησις, ὡς ἐπὶ τῆς ψυ‐
40χῆς εἴρηται, συμψεύδεται τῇ ἕξει, καὶ διὰ τοῦτο ἔχει χώραν ἐπὶ ταύταιν622
in Metaph
.

623

ἡ μεσότης. οὐκ ἐπὶ πάντων δὲ συμψεύδεται ἡ στέρησις τῇ ἕξει καὶ αὕτη τῇ στερήσει· ἐπὶ γὰρ τοῦ δεκτικοῦ καὶ ὑποκειμένου αὐταῖν διαιροῦσι τὸ ψεῦδος ἀπὸ τῆς ἀληθείας. ἐπὶ γὰρ τοῦ ποσοῦ τῆς ἕξεως ψευδομένης ἀλη‐ θεύει ἡ στέρησις. πᾶν γὰρ ποσὸν ἢ ἴσον ἐστὶν ἢ ἄνισον.
5p. 1055b11 Εἰ δὴ αἱ μὲν γενέσεις τῇ ὕλῃ ἐκ τῶν ἐναντίων. Δείξας ὅτι ἡ στέρησις ἀντίφασίς τίς ἐστι δείκνυσιν ὅτι καὶ ἡ ἐναντιό‐ της. τοῦτο δὲ δείκνυσι διὰ τοῦ δεῖξαι ὅτι αἱ ἐναντιότητες στερήσεις εἰσίν· εἰ οὖν αἱ ἐναντιότητες στερήσεις, αἱ δὲ στερήσεις ἀντιφάσεις τινές, καὶ αἱ ἐναντιότητες ἄρα ἀντιφάσεις εἰσί. δείκνυσι δ’ ὑποθετικῶς τὸ
10προκείμενον ὧδε. εἰ οὖν αἱ γενέσεις τῶν ἐναντίων, γίνονται δὲ διὰ τὴν ὑποκειμένην αὐτοῖς ὕλην, εἰ οὖν αἱ γενέσεις ἐν τῇ ὕλῃ τῇ ὑποκειμένῃ ἐκ τῶν ἐναντίων εἰσ, πᾶσα δὲ γένεσις ἢ ἐκ τοῦ εἴδους ἐστὶ καὶ τῆς τοῦ εἴδους ἕξεως (τοῦτο δ’ ἐκ παραλλήλου κεῖται) ἢ ἐκ τῆς τοῦ εἴ‐ δους στερήσεως, ἐκδηλότατόν ἐστιν ὅτι ἡ ἐναντιότης στέρησίς ἐστιν. εἰ
15γὰρ τὸ μουσικὸν ἐκ τοῦ ἀμούσου, ὅπερ ἐστὶ στέρησις, γίνεται, πᾶσα δὲ γένεσις ἐκ τοῦ ἐναντίου, τὸ μουσικὸν ἄρα καὶ τὸ ἄμουσον καὶ ἐναντιότης καὶ στέρησίς ἐστι. τοῦτο δὴ καὶ ἐπὶ τῶν ἄλλων οὕτως εὕροις ἄν. ὅτι δὲ πᾶσα γένεσις ἢ ἐκ τοῦ εἴδους καὶ τῆς ἕξεως ἢ ἐκ τῆς στερήσεώς ἐστι, δέδεικται ἐν τῇ Περὶ γενέσεως, ἀλλὰ καὶ νῦν ὑπομνηστέον. ὅταν γὰρ ἐκ
20τοῦ μουσικοῦ ἢ τοῦ λευκοῦ γένηται ἄμουσον ἢ μέλαν, ἐξ εἴδους γέγονεν ἡ γένεσις καὶ ἕξεως· διώρισται γὰρ ἐν τῇ Περὶ γενέσεως ὡς τὰ κρείττονα τῶν εἰδῶν καὶ ἕξεις εἰσὶ καὶ μᾶλλον εἴδη, τὰ δὲ χείρονα στερήσεις· ὅταν δὲ ἐξ ἀμούσου ἢ μέλανος γένηται μουσικὸν ἢ λευκόν, ἐκ στερήσεώς ἐστιν αὕτη ἡ γένεσις. ὥστε εἰ τὸ μέλαν καὶ τὸ λευκὸν ἐναντία, τὸ δὲ μέλαν
25στέρησίς ἐστι λευκοῦ καὶ τὸ ἄμουσον μουσικοῦ, φανερὸν ὅτι πᾶσα ἐναντιό‐ της στέρησίς ἐστι καὶ ἕξις. οὐ πᾶσα δὲ στέρησις ἐναντιότης. αἴτιον δὲ τοῦ μὴ πᾶσαν στέρησιν ἐναντιότητα λέγεσθαι ὅτι πολλαχῶς ἡ στέρησις λέγεται· στέρησις γὰρ καὶ τὸ φαιὸν λέγεται τοῦ λευκοῦ, ἐναντίον δ’ οὐκ ἔστι κυρίως· ἐναντία γάρ ἐστιν ἐξ ὧν ἐσχάτων, ὡς ἡ λευκοῦ καὶ μέλανος
30ἐξ ἀλλήλων ἔχει γένεσις, καὶ ὥσπερ εἴρηται ἔναγχος, ἐναντία ἐστὶν ὧν τὸ διάστημα μέγιστόν ἐστιν, ἡ δὲ τοῦ λευκοῦ καὶ φαιοῦ ἀπ’ ἀλλήλων διά‐ στασις οὐ μεγίστη. ὥστε τὸ φαιὸν στέρησις μέν ἐστι λευκοῦ, ἐναντιότης δὲ τὸ φαιὸν καὶ λευκὸν οὐκ ἔστιν. οὐκ ἄρα πᾶσα στέρησις ἐναντιότης. ὅτι δὲ πᾶσα ἐναντιότης στέρησίς ἐστι, φανερόν, φησίν, ἐκ τῆς ἐπαγωγῆς.
35πᾶσα γὰρ ἐναντιότης ἔχει στέρησιν· εὐθὺς γὰρ ἡ ψυχρότης στέρησιν ἔχει θερμοῦ, καὶ ἡ μελανία λευκοῦ, καὶ ἡ ἀνισότης ἰσότητος, καὶ ἡ ἀνομοιότης ὁμοιότητος, καὶ ἡ κακία ἀρετῆς. ἐκ τούτου δὲ ποριζόμεθα ὡς ἡ στέρησις
οὐχ ἕτερόν τί ἐστιν ἢ θάτερον τῶν ἐναντίων, ἤτοι τὸ ἓν μόριον τῆς ἐν‐623
in Metaph
.

624

αντιότητος· τὸ γὰρ μέλαν τὸ ἓν τῆς ἐναντιώσεώς ἐστιν. εἰ γὰρ ὅλη ἡ ἐναντιότης τὰ δύο ἐστὶ τὸ λευκὸν καὶ μέλαν, τὸ μέλαν ἄρα τὸ ἕτερόν ἐστι τῶν ἐναντίων. πᾶσα δὴ ἐναντιότης στέρησιν ἔχει καὶ ἔστιν ἡ στέρησις τὸ ἕτερον τῶν ἐναντίων. οὐχ ὁμοίως δὲ πάντα ἐστερῆσθαι λέγεται, ἀλλὰ
5διαφέρει, ὥσπερ εἴρηται. καὶ εἴρηται ὅτι τὸ μὲν ἐστερῆσθαι λέγεται, ἂν μόνον ᾖ ἐστερημένον. ὁ γὰρ λίθος ἐστερῆσθαι ὄψεως λέγεται οὐχ ὡς τὰ πεφυκότα μὲν ἔχειν καὶ μὴ ἔχοντα, ἀλλ’ ὅτι μόνον οὐκ ἔχει. τὸ δὲ ἐὰν ἢ ποτὲ πεφυκὸς ἔχειν μὴ ἔχῃ ὅτε πέφυκεν ἔχειν, ἢ εἰ ἐπεφύκει ἔν τινι μορίῳ ἔχειν, ὡς ἐν τῷ ὀφθαλμῷ ὄψιν, μὴ ἔχῃ, ἢ τῷ κυρί.
10ὁ γὰρ τῆς δεξιᾶς χειρὸς στερηθεὶς ἄχειρ λέγεται ὅτι τοῦ κυριωτέρου μέρους ἐστέρηται· κυριώτερον γὰρ ἡ δεξιὰ τῆς λαιᾶς· πάντῃ δὲ ἄχειρ λέγεται ὁ ἀμφοῖν ταῖν χεροῖν στερηθείς. διὸ ὅσων μὲν ἐναντίων ἐστὶ τὸ ὑποκείμενον ὡρισμένον, οἷον περιττοῦ καὶ ἀρτίου ὁ ἀριθμός, τούτων οὐδέν ἐστι μεταξύ· ὅσων δὲ οὐχ ὡρισμένον, τούτων ἔστιν. οὐχ ὡρισμένον δὲ τὸ ὑποκείμενόν
15ἐστιν ἀγαθῷ καὶ κακῷ· ἐν ἁπάσαις γὰρ ταῖς κατηγορίαις ἐστὶ καὶ ἀγαθὸν καὶ κακόν, ὥστε ἀόριστον αὐτῶν τὸ ὑποκείμενον, καὶ διὰ τοῦτό εἰσί τινα οὔτε ἀγαθὰ οὔτε κακά· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. φανερὸν τοίνυν γέγονε διὰ τῆς ἐπαγωγῆς ὅτι ἀεὶ θάτερον τῶν ἐναντίων λέγεται κατὰ στέρησιν καὶ ἔστι πᾶσα ἐναντιότης στέρησις. συλλογιστέον δή· τὰ ἐναντία στερήσεις,
20πᾶσαι αἱ στερήσεις ἀντιφάσεις εἰσί τινες, καὶ τὰ ἐναντία ἄρα ὑπὸ τὴν ἀντί‐ φασίν εἰσιν ὥσπερ καὶ αἱ στερήσεις. τὸ δὲ ἀπόχρη δὲ κἂν τὰ πρῶτα καὶ τὰ γένη τῶν ἐναντίων, οἷον τὸ ἓν καὶ πολλὰ τοιοῦτον ἂν εἴη. εἰ πάντα τὰ ἐναντία ὑπὸ τὸ ἓν καὶ τὰ πολλὰ ἀνάγεται (καὶ εἴρηταί μοι πολλάκις ὅτι διαίρεσιν πεποίηκε, καθ’ ἣν πάντα τὰ ἐναντία ὑπὸ τὸ ἓν
25ἀνήγαγε καὶ τὰ πολλά), τὸ δὲ ἓν καὶ τὰ πολλὰ ἀντίφασίς τίς ἐστιν, ὡς δειχθήσεται, πάντα ἄρα τὰ ἐναντία ὑπ’ αὐτὴν ἀνάγεται. p. 1055b30 Ἐπεὶ δὲ ἓν ἑνὶ ἐναντίον, ἀπορήσειεν ἄν τις πῶς ἀντί‐ κειται τὸ ἓν καὶ τὰ πολλ. Ζητεῖ πῶς ἀντίκειται τὸ ἓν καὶ τὰ πολλά, πότερον ὡς τἀναντία, ὡς
30στέρησις καὶ ἕξις, ὡς τὰ πρός τι, ἢ ὡς κατάφασις καὶ ἀπόφασις. ὁμοίως δὴ τὸ ἴσον τῷ μεγάλῳ καὶ τῷ μικρῷ κατὰ ποῖον τουτωνὶ τῶν τρόπων ἀντίκειται; καὶ τέως ὅτι τὸ ἓν καὶ τὰ πολλὰ ἀντικείμενά ἐστι δείκνυσι λέ‐ γων ‘εἰ γὰρ τὸ πότερον ἐν τοῖς ἀντικειμένοις εἰώθαμεν λέγειν, λέγεται δὲ τὸ πότερον καὶ ἐπὶ τοῦ ἑνὸς καὶ τῶν πολλῶν, δῆλον ὅτι ἀντικείμενά ἐστιν.‘
35ἀλλὰ καὶ ὅτι τὸ πότερον ἐπὶ τῶν ἀντικειμένων λέγεται δῆλον· λέγομεν γὰρ πότερον λευκόν ἐστιν ἢ μέλαν καὶ πότερον λευκὸν ἢ οὐ λευκόν. πότερον δὲ τὸ προκείμενον ἄνθρωπός ἐστιν ἢ [οὐ] λευκόν, οὔ φαμεν διὰ τὸ μὴ
ἀντικεῖσθαι τὸν ἄνθρωπον καὶ τὸ λευκόν, εἰ μὴ ἐξ ὑποθέσεως· εἰ γὰρ624
in Metaph
.

625

ὑποθοῖτό τις μηδέν τι ἄλλο εἶναι τῶν ἁπάντων εἰ μὴ μόνον ἄνθρωπον καὶ λευκόν, δυνησόμεθα λέγειν τούτου ὑποκειμένου, πότερον τὸ προκείμενον ἄνθρωπός ἐστιν ἢ λευκόν; καὶ πάλιν εἰ θείημεν ὡς ἔστιν ἐν τῇδε τῇ οἰκίᾳ σήμερον ἐξ ἀνάγκης ἢ ἐλεύσεσθαι Κλέωνα ἢ Καλλίαν, μηδένα δὲ ἕτερον,
5ἐροῦμεν διὰ τὴν ὑπόθεσιν, πότερον Κλέων ἐστὶν ἢ Καλλίας ὁ ἐληλυθώς; εἰ δὲ καὶ ἄλλοι τινὲς ἤμελλον ἐλεύσεσθαι, οὐκ ἐροῦμεν τὸ πότερον Καλ‐ λίας ἐστὶν ὁ ἐληλυθὼς ἢ Κλέων, διὰ τὸ ἐνδέχεσθαι μηδέτερον εἶναι τού‐ των τὸν ἐλθόντα, ἀλλ’ ἕτερον οἷον τὸν Σωκράτην. p. 1055b36 Ἀλλ’ οὐκ ἀνάγκη.
10 Ἐν οὐδενὶ γένει καὶ ὑποκειμένῳ δυνατόν ἐστι τὸ πότερον ἐρωτᾶν ἀλλ’ ἐξ ὑποθέσεως, ἐπὶ δὲ τῶν ἀντικειμένων ἐξ ἀνάγκης. ἀλλὰ καὶ τοῦτο τὸ ἐξ ὑποθέσεως ἐκ τῶν κυρίως ἀντικειμένων ἐλήλυθεν· διὰ γὰρ τὸ μὴ δύ‐ νασθαι ἅμα τὰ ἀντικείμενα ὑπάρχειν, ὑπόκειται δὲ καὶ ἐνταῦθα μὴ δύ‐ νασθαι ἅμα αὐτοὺς ἐληλυθέναι ἀλλὰ τὸν μὲν πρότερον τὸν δὲ ὕστερον
15(ἀλλὰ καὶ οὗτος ὁποῖος ἂν τύχῃ εἴτε Κλέων εἴτε Καλλίας) διὰ οὖν τὸ μὴ δύνασθαι τὰ ἀντικείμενα ὑπάρχειν, ὑπόκειται δὲ καὶ ἐνταῦθα μὴ ἅμα αὐτοὺς ἐληλυθέναι, λέγεται τὸ πότερος ἦλθεν· εἰ γὰρ ἐνεδέχετο ἅμα αὐ‐ τοὺς ἐλθεῖν, γελοῖον τὸ ἐρωτᾶν πότερος ἦλθεν. εἰ δὲ καὶ ἅμα ἐνδεχομέ‐ νων ἐλθεῖν ἐρωτᾷ τις τὸ πότερος ἦλθεν, εὐθὺς εἰς τὸ ἓν καὶ τὰ πολλὰ
20ἐμπίπτει, τουτέστιν εἰς τὴν ἀντίφασιν, οἷον ἀμφότεροι ἦλθον ἢ ὁ εἷς. καὶ οὕτω πάλιν τὸ πότερον ἐπὶ ἀντιφάσεως λέγεται. εἰ δὴ ἐν τοῖς ἀντικει‐ μένοις, ὥσπερ εἴρηται, ἡ τοῦ ποτέρου ζήτησις, λέγομεν δὲ καὶ πότερον μεῖζον ἢ ἴσον ἢ ἔλασσον, τίς ἔσται ἡ ἀντίθεσις τοῦ ἴσου πρὸς τὸ μεῖζον καὶ ἔλασσον καὶ κατὰ τίνα τῶν τοῦ ἀντικειμένου τρόπων ἀντίκεινται; οὔτε
25γὰρ τὸ ἴσον ἑνὶ μόνῳ οἷον τῷ μείζονι ἢ τῷ ἐλάσσονι ἀντίκειται. τίς γάρ ἐστι λόγος τοῦ τῷ μείζονι μὲν ἀντικεῖσθαι τὸ ἴσον τῷ ἐλάττονι δὲ μή, ἢ ἔμπαλιν τῷ ἐλάττονι μὲν ἀλλ’ οὐ καὶ τῷ μείζονι; ἀλλὰ μὴν εἴπερ ἀντι‐ κείσονται τῷ ἴσῳ καὶ τὸ μεῖζον καὶ τὸ ἔλασσον, ἔσονται δύο ἑνὶ ἐναντία, δέδεικται δὲ ὅτι ἓν ἑνὶ ἐναντίον.
30p. 1056a7 Ἔτι τῷ ἀνίσῳ ἐναντίον τὸ ἴσον. Ἀλλὰ μὴν τὸ ἄνισον δηλωτικόν ἐστι τοῦ μείζονος καὶ ἐλάσσονος· ὥστε εἰ ἐναντίον τῷ ἴσῳ τὸ ἄνισον, καὶ οὕτως δύο εἰσὶν ἐναντία. εἰ δὲ τὸ ἄνισον ἀμφότερα δηλοῖ, τὸ μεῖζον καὶ ἔλασσον, οὐκ εἰκός ἐστι λέγειν ὅτι τὸ ἄνισον χρὴ ὡς ἕν τι ὄνομα λαμβάνειν καὶ ἀντιτιθέναι τῷ ἴσῳ, καὶ οὕ‐
35τως ἐπάγειν ὅτι ἓν τὸ ἄνισον ἑνὶ τῷ ἴσῳ ἐναντίον. τοῦτο γὰρ τοῖς ὑπὸ
τὴν δυάδα τὸ ἄνισον ἀνάγουσι βοηθεῖ· ἐπειδὴ γὰρ τὸ ἄνισον δυοῖν ἐστι625
in Metaph
.

626

δηλωτικόν, εὐλόγως αὐτὸ ὑπὸ τὴν δυάδα ἀνάγουσι. τῷ δὲ λέγοντι ὡς ἐπειδὴ τὸ ἄνισον ἕν ἐστιν ὄνομα καὶ ἀντιτιθέμενον τῷ ἴσῳ, ὡς ἓν ἑνὶ ἀν‐ τιτίθεται, οὐδαμῶς βοηθεῖ· οὐ γὰρ τὰ ὀνόματά εἰσι τὰ ἀντικείμενα, ἀλλὰ τὰ ὑπὸ τῶν ὀνομάτων σημαινόμενα πράγματα. ὥστε εἰ καὶ ἕν ἐστι τὸ
5ἄνισον ὄνομα, ἀλλ’ ἐπειδὴ δυοῖν ἐστι δηλωτικόν, ὁ τοῦτο τῷ ἴσῳ ἀντιτι‐ θεὶς δύο ἑνὶ ἀντέθηκεν· ὥστε ἔσονται τῷ ἑνὶ δύο ἐναντία, ὅπερ ἀδύνατον. ἔτι τὸ μὲν ἴσον μεταξὺ φαίνεται τοῦ τε μεγάλου καὶ τοῦ μικροῦ, ἐναν‐ τίωσις δὲ μεταξὺ οὐκ ἔστι, τὸ ἴσον ἄρα οὐκ ἔστιν αὐτοῖς ἐναντίον. ἄλλως τε εἰ ἐναντιότητα λέγομεν τὴν μεγίστην καὶ τελείαν διάστασιν, οὐκ ἂν εἴη
10μεταξύ τινος· μεταξὺ γάρ τινος οὖσα συμβαίνει αὐτὴν μὴ εἶναι τελείαν. καὶ ἡ μὲν ἐναντιότης μεταξύ τινος, ὡς εἴρηται, οὐκ ἔστιν, αὕτη δὲ μᾶλλον ἔχει ἑαυτῆς τι μεταξύ, ὡς τὸ φαιὸν ἡ λευκότης καὶ μελανία. δέδεικται ἄρα ὅτι τὸ ἴσον τῷ μείζονι καὶ ἐλάττονι οὐκ ἀντίκειται ὡς τὰ ἐναντία· συμβαίνει γὰρ δύο ἑνὶ εἶναι ἐναντία καὶ τὰ λοιπὰ ὡς εἴρηται.
15p. 1056a15 Λείπεται δὴ ἢ ὡς ἀπόφασιν ἀντικεῖσθαι ἢ 〈ὡσ〉 στέρησιν. Δείξας τὴν τοῦ ἴσου πρὸς τὸ μεῖζον καὶ ἔλασσον ἀντίθεσιν μὴ οὖσαν ὡς τὰ ἐναντία, λέγει λειπόμενον εἶναι ἀντικεῖσθαι αὐτὰ ἢ ὡς ἀπόφασιν ἢ ὡς στέρησιν. τέως δὲ τὸ λέγειν ὅτι καθ’ ἕνα τῶν δύο τούτων τρόπων ἢ τῷ μείζονι μόνῳ ἀντίκειται τῷ δὲ ἐλάσσονι μή, ἢ τῷ ἐλάσσονι μὲν μόνῳ
20τῷ μείζονι δὲ μή, οὐκ ἐνδέχεται. διὰ τί γὰρ ἑνὶ ὁτῳοῦν αὐτοῖν καὶ οὐκ ἀμφοῖν ἀντικείσεται; ἀπορήσας οὖν λύει λέγων ἀμφοῖν ἄρα ἀπόφασις στερητικ, τουτέστιν ἀντίκειται ἄρα τὸ ἴσον τῷ μείζονι καὶ ἐλάσσονι ὡς ἀπόφασις στερητική. τὸ γὰρ ἴσον ἀπόφασίς ἐστι τοῦ μείζονος καὶ ἐλάσ‐ σονος· ἴσον γάρ ἐστι τὸ μήτε μεῖζον μήτε ἔλασσον, καὶ ἐπὶ τούτῳ ἀντι‐
25κεῖσθαι αὐτοῖς ὡς ἀπόφασις στερητικὴ πρὸς ἀμφότερα λέγεται, οἷον πό‐ τερον ἴσον ἢ μεῖζον ἢ ἔλασσον. πρὸς θάτερον δὲ οὐ λέγεται μόνον τὸ πότερον· οὐ γὰρ λέγομεν πότερον ἴσον ἢ μεῖζον ἢ ἔμπαλιν πότερον ἴσον ἢ ἔλασσον, ἀλλ’ ἀεὶ τρία, τουτέστιν ἀλλ’ ἀεὶ τὸ πότερον πρὸς τὰ τρία λέγεται, ἀλλ’ οὐ πρὸς τὰ δύο, ἀλλὰ πότερον ἴσον ἢ μεῖζον ἢ ἔλασσον. εἰ‐
30πὼν δὲ ὅτι τὸ ἴσον ἀπόφασίς ἐστι στερητικὴ τοῦ μείζονος καὶ ἐλάττονος ἐπάγει οὐ στέρησις δὲ ἐξ ἀνάγκης· οὐ γὰρ πᾶν ἴσον ἢ μεῖζον ἢ ἔλασσον, ἀπόφασιν στερητικὴν λέγων τὴν ἐπὶ μιᾶς κατηγορίας διαιροῦσαν τὸ ψεῦδος καὶ τὴν ἀλήθειαν, ἐπὶ δὲ τῶν ἄλλων συμψευδομένην τῇ κατα‐ φάσει, ὥσπερ τὸ ἴσον ἐπὶ μόνου τοῦ ποσοῦ. πᾶν γὰρ ποσὸν ἢ ἴσον ἐστὶν
35ἢ μεῖζον ἢ ἔλασσον· ἐπὶ δὲ τῶν ἄλλων ψεύδεται· τὸ γὰρ λευκὸν οὔτε ἴσον ἐστὶν οὔτε μεῖζον ἢ ἔλασσον. ἔστιν οὖν στερητικὴ ἀπόφασις ἢ στερητικὴ στέρησις (ἀμφοτέρως γὰρ γράφεται) αὕτη ἡ ἐπὶ μιᾶς κατη‐ γορίας μετὰ τῆς οἰκείας καταφάσεως τὸ ψεῦδος διαιροῦσα καὶ τὴν ἀλή‐
θειαν. ἀναγκαία δὲ στέρησίς ἐστιν ἢ ἀπόφασις ἡ ἐπὶ πάντων καὶ ὄντων626
in Metaph
.

627

καὶ μὴ ὄντων διαιροῦσα τὸ ψεῦδος καὶ τὴν ἀλήθειαν· αὕτη δέ ἐστιν ἡ κυρίως ἀπόφασις. ἡ γὰρ ἴσον οὐκ ἔστιν ἀπόφασις μετὰ τῆς ἴσον ἐστὶ καταφάσεως διαιρεῖ ἐπὶ πάντων τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. τῆς γὰρ ὅτι ἡ ψυχὴ ἴση ἐστὶ καταφάσεως ψευδομένης ἡ ἀπόφασις ἡ ὅτι ἡ ψυχὴ οὐκ
5ἔστιν ἴση ἀληθής ἐστιν. οὐκ ἔστιν οὖν τὸ ἴσον στέρησις ἀναγκαία· οὐ γὰρ ἐπὶ πάντων διαιρεῖ τὸ ψεῦδος καὶ τὴν ἀλήθειαν· οὐ γὰρ πᾶν ἢ ἴσον ἢ μεῖζον ἢ ἔλασσόν ἐστιν (οὐδὲν γὰρ τούτων ἡ ψυχὴ ἢ τὸ λευκόν), ἀλλ’ ἐν οἷς πέφυκε τὸ ἴσον εἶναι (πέφυκε δ’ ἐν τῷ ποσῷ· ἴδιον γὰρ ποσοῦ τὸ ἴσον καὶ ἄνισον), ἐν τούτοις διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. ἔστι δὴ
10τὸ ἴσον τὸ μήτε μέγα μήτε μικρόν, ὥστε τὸ ἴσον στέρησίς ἐστι μεγάλου καὶ μικροῦ. τὸ δὲ πεφυκὸς μέγα ἢ μικρὸν εἶναι πρόσκειται αὐτῷ ὡς εἰ ἔλεγεν ‘οὐ πᾶν λέγω ἴσον ἀλλὰ τὸ πεφυκὸς μέγα εἶναι ἢ μικρόν‘. τὴν γὰρ ψυχὴν ἴσην οὔ φαμεν· οὐδὲ γὰρ πέφυκε μεγάλη εἶναι ἢ μικρά· ἀμε‐ ρὴς γὰρ καὶ ἄποσος· τὸν δὲ πῆχύν φαμεν, διότι ἴσος μέν ἐστιν ἑτέρῳ
15πήχει, μείζων δὲ τοῦ ἡμίσεος, ἐλάσσων δὲ τῶν δύο πήχεων. ἔστιν οὖν τὸ ἴσον τὸ μήτε μέγα μήτε μικρόν, καὶ ἀντίκειται ἀμφοῖν ὡς ἀπόφασις στερητική· διὸ καὶ μεταξύ ἐστι τοῦ μείζονος καὶ ἐλάσσονος. καὶ τὸ μήτε ἀγαθὸν μήτε κακὸν τῷ τε ἀγαθῷ καὶ τῷ κακῷ ἀντίκειται· ἀνώνυμον δέ ἐστι τὸ μήτε ἀγαθὸν μήτε κακόν. καὶ τὴν αἰτίαν τοῦ ἀνώνυμον εἶναι
20ἐπήνεγκεν, εἰπὼν πολλαχῶς γὰρ λέγεται ἑκάτερον τό τε ἀγαθὸν καὶ τὸ κακόν. ἐπὶ γὰρ τῶν δέκα κατηγοριῶν ἐστι καὶ ἀγαθὸν καὶ κακόν· καὶ γὰρ καὶ ἐν οὐσίᾳ ἐστὶ καὶ ἀγαθὸν καὶ κακόν, καὶ ἐν ποσῷ καὶ ἐν ποιῷ καὶ ταῖς ἄλλαις. εἰ δὲ τοῦτο, ἀόριστον ἄρα τὸ μεταξύ, ὥστε καὶ ἀνώ‐ νυμον· τὰ γὰρ ἀόριστα καὶ ἀνώνυμα. ἀλλὰ μᾶλλον ὠνομασμένον ἐστὶ τὸ
25μήτε λευκὸν μήτε μέλαν· ὅμως οὐδὲ τοῦτο λέγεται ἕν, ἀλλὰ μήτε λευκὸν μήτε μέλαν ἐστὶ καὶ τὸ φαιὸν καὶ τὸ ἁλουργὸν καὶ τὸ πράσινον καὶ τὰ λοιπά. ὅμως ὡρισμένα εἰσὶ τὰ χρώματα καὶ μέτρῳ οὐ πάνυ πολλῷ ἀλλὰ βραχεῖ ὑποπίπτουσιν, φ’ ὧν λέγεται στερητικῶς ἡ ἀπόφασις αὕτη, λέγων ἀπόφασιν ταύτην τὸ μήτε λευκὸν μήτε μέλαν. ταύτην δέ,
30φησί, τὴν ἀπόφασιν ἀνάγκη ἢ φαιὸν εἶναι ἢ ὠχρὸν ἢ τοιοῦτόν τι ἄλλο. ὥστε ἐπειδὴ ἡ τοιαύτη ἀπόφασις ἐν τοῖς ἐν τῷ αὐτῷ γένει ἢ τῇ αὐτῇ κατηγορίᾳ οὖσι λέγεται τοῖς λέγουσιν ὅτι μεταξὺ χειρὸς καὶ ὑποδήματος οὐκ ἔστι τὸ μήτε χεὶρ μήτε ὑπόδημα ὄν, οὐκ ὀρθῶς αὐτοῖς ἐπιτιμῶσιν οἱ λέγοντες ὅτι ἔστι μεταξὺ χειρὸς καὶ ὑποδήματος τὸ μήτε χεὶρ μήτε ὑπό‐
35δημα διὰ τὸ καὶ μεταξὺ ἀγαθοῦ καὶ κακοῦ εἶναι τὸ μήτε ἀγαθὸν μήτε κακόν. οὐκ ὀρθῶς οὖν ἐκείνοις οὗτοι ἐπιτιμῶσιν· οὐ γάρ ἐστι πάντων μεταξύ, οὐδ’ ἀνάγκη τοῦτο συμβαίνειν. ἡ μὲν γὰρ συναπόφασις (λέγων συναπόφασιν τὸ μήτε ἀγαθὸν μήτε κακὸν διὰ τὸ συναποφάσκειν ἀμφότερα, καὶ τὸ ἀγαθὸν καὶ τὸ κακόν), ἡ μὲν δὴ συναπόφασις τῶν ὁμολογουμένως
40ἀντικειμένων ἐστί, καὶ ὧν ἐστί τι μεταξὺ καὶ διάστημα, δι’ οὗ γίνεται ἡ627
in Metaph
.

628

μεταβολὴ ἐκ τοῦδε εἰς τόδε, οἷον ἐκ τοῦ κακοῦ εἰς τὸ ἀγαθὸν καὶ ἔμ‐ παλιν. ἡ δὲ χεὶρ καὶ τὸ ὑπόδημα ὁμολογουμένως μὴ ὄντα ἀντικείμενα· πῶς ἂν εἴη τούτων συναπόφασις; οὔτε γὰρ ἀντικείμενά εἰσιν, οὔτε ἔστιν αὐτῶν διαφορά· ἐν ἄλλῳ γὰρ γένει· ὧν δ’ ἐστὶ συναπόφασις, ταῦτα ὁμο‐
5γενῆ ἐστιν. οὕτω γὰρ τοῦ ῥητοῦ τοῦ ἐν ἄλλῳ γὰρ γένει, ὧν αἱ συν‐ αποφάσεις εἰσ, χρὴ ἀκούειν· εἰ γὰρ μὴ οὕτως, ἀδιανόητον ἔσται τὸ λεγόμενον καὶ ἐναντίον τοῖς λεγομένοις. δύναται καὶ ὡς ἐλλιπὲς εἰρῆσθαι τὸ ἐν ἄλλῳ γὰρ γένει ὧν αἱ συναποφάσεις εἰσ, καὶ εἰ προστεθείη τῷ γένει τὸ οὔκ εἰσιν, ἵν’ ᾖ τὸ πᾶν τοιοῦτον ‘ἐν ἄλλῳ γὰρ γένει οὔκ
10εἰσιν ὧν αἱ συναποφάσεις εἰσί‘, σαφὲς ἂν εἴη τὸ λεγόμενον. τὸ δὲ ‘οὔτε γὰρ ἀντικείμενά ἐστιν οὔτε ἔστιν αὐτῶν διαφορὰ‘ λέγοι ἂν διαφορὰν τὴν διαιρετικὴν τοῦ γένους, οἷόν ἐστιν ἐπὶ χρώματος μὲν τὸ διακριτικὸν καὶ συγκριτικόν, ἐπὶ ζῴου δὲ λογικοῦ τὸ θνητὸν καὶ ἀθάνατον. καὶ εἴη ἂν λέγων ὅτι τοῦ ὑποδήματος καὶ τῆς χειρὸς οὐκ ἔστι συναπόφασις, ὅτι οὐδὲ
15ἔστιν αὐτῶν διαφορά. καὶ τὴν αἰτίαν τοῦ μὴ εἶναι ἀντιδιῃρημένας ἐν αὐ‐ τοῖς διαφορὰς προσέθηκεν, εἰπὼν ἐν ἄλλῳ γὰρ γένει εἰσίν· ὧν δὲ ἔστι συναπόφασις, ἐν τῷ αὐτῷ εἰσι γένει. καὶ ἄλλως, ὧν εἰσιν αἱ συναπο‐ φάσεις, ἕν ἐστι τὸ ὑποκείμενον καὶ τὸ αὐτό, τοῦ δὲ ὑποδήματος καὶ τῆς χειρὸς προσεχὲς οὐδέν ἐστιν ὑποκείμενον.
20p. 1056b3 Ὁμοίως δὲ καὶ περὶ τοῦ ἑνὸς καὶ τῶν πολλῶν ἀπο‐ ρήσειεν ἄν τις. Ζητήσας ὅτι τὸ ἓν καὶ τὰ πολλὰ πῶς ἀντίκειται καὶ μνησθεὶς τοῦ ἴσου καὶ μείζονος καὶ ἐλάσσονος μεταξὺ καὶ εἰπὼν ὅπως ἀντίκεινται, ἀνα‐ τρέχει ἐπὶ τὸ ἓν καὶ τὰ πολλά, λέγων ‘ὁμοίως τῷ ἴσῳ καὶ μείζονι καὶ
25ἐλάττονι ἀπορήσειεν ἄν τις πῶς ἀντίκειται τὸ ἓν καὶ τὰ πολλά‘, λέγων ‘εἰ γὰρ ἁπλῶς καὶ ὡς ἔτυχέ τις ἀντικεῖσθαι ταῦτα νομίσειε, συμβαίνει ἔνια ἀδύνατα.‘ τὸ γὰρ ἕν, φησίν, ὀλίγον ἢ ὀλίγα ἔσται, τὸ δὲ ὀλίγον ἢ τὰ ὀλίγα πλῆθός εἰσιν· λέγεται γὰρ καὶ ὀλίγον πλῆθος καὶ ὀλίγα πλήθη. τὸ δὲ πλῆθος διαιρετόν· τὸ ἓν ἄρα ἐστὶ διαιρετόν, ὅπερ ἄτοπον. πῶς δὲ τὸ
30ἓν ὀλίγον ἐστίν, ἐντεῦθεν δῆλον. τὰ πολλὰ ἀντίκεινται τοῖς ὀλίγοις, τὰ δὲ δύο πολλά· εἰ δὲ τὰ δύο πολλά, τίνι μᾶλλον τοῦ ἑνὸς ὀλίγῳ ἀντικείσονται; οὐδενὶ δηλονότι ἄλλῳ ἀλλ’ αὐτῷ τῷ ἑνί. τὰ δύο ἄρα πολλὰ ὄντα τῷ ἑνὶ ὡς ὀλίγῳ ἀντίκεινται. ἀλλὰ μὴν τὸ ὀλίγον πλῆθος, τοῦτο δὲ διαιρετόν· τὸ ἓν ἄρα διαιρετόν. ὅτι δὲ τὰ δύο πολλά ἐστι, δῆλον· εἰ γὰρ τὸ δι‐
35πλάσιον πολλαπλάσιον, τὸ δὲ διπλάσιον ἐκ τοῦ δύο ἔσχε τὸ διπλάσιον λέ‐ γεσθαι, καὶ τὰ δύο ἄρα πολλαπλάσιον. ἀλλὰ τὸ πολλαπλάσιον πολλά ἐστι, καὶ τὰ δύο ἄρα πολλά· εἰ δὲ τὰ δύο πολλά, τὸ ἓν ἔσται ὀλίγον. πρὸς τί γὰρ ἄλλο τὰ δύο πολλὰ λεχθήσεται, εἰ μὴ πρὸς τὸ ἓν καὶ τὸ ὀλίγον; τοῦ
γὰρ 〈ἑνὸσ〉 οὐκ ἔστιν οὐδὲν ἔλαττον καὶ ὀλιγώτερον· ὥστε εἰ τὰ δύο πολλά,628
in Metaph
.

629

καὶ τὸ ἓν ὀλίγον. ἔτι ὥσπερ ἐν μήκει τὸ μακρὸν καὶ τὸ βραχ, οὕτως ἐν πλήθει τὸ πολὺ καὶ ὀλίγον, καὶ ὃ ἂν ᾖ πολὺ καὶ πολλά (τὸ γὰρ πολὺ πλῆθος πολλά ἐστι), καὶ τὰ πολλὰ πολ· τὰ γὰρ πολλὰ δένδρα λέγονται πολὺ πλῆθος. εἰ μή τι ἄρα, φησί, διαφέρει ἐπὶ συν‐
5εχεῖ ἀορίστ, συνεχὲς λέγων ἀόριστον, εἴ τί περ ὑγρόν, ὡς τὸ ὕδωρ καὶ ὁ ἀήρ. ἀόριστα γὰρ οἰκείῳ ὄντα ὅρῳ, ἀλλοτρίῳ εὐόριστά ἐστι, λέγω δὴ τῷ ἐν ᾧ εἰσιν ἀγγείῳ. ὑγρὸν γὰρ ἐν τῇ Περὶ γενέσεως ἐλέγετο, ὃ δυσόριστον ὂν οἰκείῳ ὅρῳ εὐόριστόν ἐστιν ἀλλοτρίῳ. τὸ οὖν ὕδωρ συνεχὲς ἀόριστον ὂν πολὺ λέγεται, πολλὰ δὲ οὔ. εἰ οὖν τὸ ὀλίγον λέγεται ὀλίγα,
10τὸ ὀλίγον πλῆθός τί ἐστιν· ἀλλ’ εἰ τοῦτο, καὶ ἡ μονὰς πλῆθός τί ἐστιν, ἐπειδὴ καὶ ὀλίγον. ταῦτα εἰπὼν λέγει πῶς τὸ ἓν καὶ τὰ πολλὰ ἀντίκει‐ ται, ἅμα δὲ λύει καὶ τὸν παραλογισμόν, ἐξ οὗ συνάγεται ὅτι τὸ ἓν πλῆθός τί ἐστιν. ψευδὴς γάρ ἐστιν ἡ πρότασις ἡ πᾶν πολὺ καὶ πολλὰ λέγουσα, ἐξ ἧς ὁμοιότητος συνήγετο καὶ πᾶν τὸ ὀλίγον ὀλίγα. λέγει οὖν ὅτι ἴσως
15τὰ πολλὰ λέγεται καὶ πολύ, καὶ ἔμπαλιν, οὐκ ἐπὶ πάντων δέ, ἀλλὰ δια‐ φέρει· τὸ γὰρ ὕδωρ πολὺ μὲν λέγεται, πολλὰ δὲ οὐδαμῶς, ἀλλ’ ὅσα διαι‐ ρετά ἐστι λέγεται πολλά, λέγων νῦν διαιρετὰ οὐ τὰ ἀδιαίρετα δυνάμενα δὲ διαιρεθῆναι, ἀλλὰ τὰ ἤδη κατ’ ἐνέργειαν διῃρημένα. ὅσα δὴ οὖν, φησί, διῃρημένα εἰσὶν ἐνεργείᾳ, ἐν τούτοις λέγεται τὰ πολλά· ὥστε ἕνα μὲν τρό‐
20πον λέγεται, ἐὰν ᾖ πλῆθος ἔχον ὑπεροχὴν ἢ ἁπλῶς ἢ πρός τι· τοὺς γὰρ ἑκατὸν ἄνδρας πολλούς φαμεν οὐχ ἁπλῶς ἀλλὰ πρὸς τοὺς δέκα, ἁπλῶς δὲ πολλοὶ οἱ ἑκατὸν λέγονται, ὅταν αὐτοὶ καθ’ αὑτοὺς θεωρῶνται μὴ προσ‐ λογιζομένων τῶν δέκα. ὁμοίως δὲ καὶ τὸ ὀλίγον κατὰ τὸν αὐτὸν τρόπον λέγεται, ἐὰν ᾖ πλῆθος ἔχον ἔλλειψιν· οἱ γὰρ δέκα ἄνδρες πλῆθός τί εἰσιν
25ἔχοντες ἔλλειψιν πρὸς τοὺς ἑκατόν. ἄλλον δὲ τρόπον πολλὰ λέγεται, ὅταν ᾖ πλῆθος ὡς ἀριθμός· αἱ γὰρ ἑκατὸν μονάδες πρὸς τὰς δέκα πολλαὶ λέ‐ γονται, ὅπερ πολύ, λέγω δὴ τὸ ὡς ἀριθμὸς πολύ, ἀντίκειται τῷ ἑνὶ ὡς μέτρον μετρητῷ· ἑκατοντάκις γὰρ ἡ μονὰς πολλαπλασιασθεῖσα τὸν ἑκατὸν πεποίηκεν. οὕτως γὰρ λέγομεν ἓν καὶ πολλὰ ἐπὶ τοῦ ἀριθμοῦ, ὥσπερ εἴ
30τις εἴποι ἓν καὶ τὰ ἕνα· ὁ γὰρ δέκα ἀριθμὸς δεκάκις ἐστὶ τὸ ἕν, ὥσπερ καὶ τὰ δέκα λευκὰ δεκάκις τὸ ἓν λευκόν. ἔστιν οὖν τὰ πολλὰ καὶ τὸ ἓν ἐν ἀριθμοῖς ὡς τὰ μεμετρημένα καὶ τὸ μέτρον καὶ τὸ μετρητόν (τὸ δὲ μέτρον καὶ τὸ μετρητὸν ἐκ παραλλήλου κεῖται)· ὥστε τὰ πολλὰ καὶ τὸ ἓν ὡς τὰ πρός τι ἀντίκεινται, λέγω δὴ ὡς τὸ μέτρον καὶ τὸ μεμετρημένον.
35οὕτω καὶ τὰ πολλαπλάσια λέγεται· ἕκαστος γὰρ ἀριθμὸς πολλά ἐστιν, ὅτι πολλὰ ἕνα· ὁ γὰρ δέκα δέκα ἕνα ἐστίν· μετρητὸς γάρ ἐστι τῷ ἑνί, καὶ ἔστιν ἕκαστος ἀριθμὸς ἢ τὸ ἐν ἀριθμῷ πολλαπλάσιον ὡς τὸ ἀντικεί‐
μενον τῷ ἑνί, οὐχ ὡς τῷ ὀλίγῳ· τῷ γὰρ ὀλίγῳ τὸ μὴ ἐν ἀριθμῷ πολὺ629
in Metaph
.

630

ἀντίκειται. οὕτω μὲν οὖν ἐστι καὶ τὰ δύο πολλὰ ὡς μετρηθέντα ὑπὸ τῆς μονάδος, ὡς δὲ πλῆθος ἔχον ὑπεροχὴν ἢ ἁπλῶς ἢ πρός τι οὐκ ἔστιν, ἀλλ’ ἔστι τῶν τοῦ ἀριθμοῦ πολλῶν πρῶτον πολὺ τὸ δύο· καὶ τὰ τρία γὰρ καὶ τὰ πέντε καὶ τὰ εἴκοσι καὶ τὰ λοιπὰ πολλά ἐστιν, ἀλλὰ πρῶτον τὸ δύο
5ἐν ἀριθμοῖς πολύ ἐστιν. πολὺ μὲν οὖν ἐστι πρῶτον, ὀλίγα δὲ ἁπλῶς· ὀλιγώτερος γὰρ ἀριθμός, εἰ δεῖ τέως ἀριθμὸν τὸν δύο λέγειν, οὐκ ἔστιν· ἡ γὰρ μονὰς οὐδ’ ὅλως ἐστὶν ἀριθμός. εἰ οὖν ἁπλῶς ἡ δυὰς ὀλίγον (πλῆθος γάρ ἐστιν ἔλλειψιν ἔχον πρῶτον) ἡ μονὰς ἄρα οὐκ ἔστιν ὀλίγον· τὸ γὰρ ὀλίγον καὶ πλῆθος. εἰ δὲ μή ἐστιν ὀλίγον, ψεύδεται ἄρα
10ἡ λέγουσα πρότασις ὅτι τὰ ὀλίγα καὶ ὀλίγον καὶ τὸ ὀλίγον ὀλίγα, ἐξ ἧς συνήγετο ὅτι τὸ ἓν πλῆθός ἐστιν. p. 1056b28 Διὸ οὐκ ὀρθῶς ἀπέστη Ἀναξαγόρας εἰπὼν ὅτι ὁμοῦ πάντα χρήματα ἦν. Ἐπειδὴ τοῖς πολλοῖς τὸ ὀλίγον δέδεικται ὅτι ἀντίκειται καὶ τὰ πολλὰ
15τῷ ὀλίγῳ, ἐστὶ δὲ ἁπλῶς ὀλίγον ἡ δυάς, ἔδει, φησί, τὸν Ἀναξαγόραν μὴ οὕτως εἰπόντα ἀπηλλάχθαι ὅτι ἦν ὁμοῦ πάντα χρήματα ἄπειρα καὶ πλήθει καὶ σμικρότητι, ἀλλ’ εἰπεῖν ὅτι καὶ ὀλιγότητι. καὶ τοῦτο εἰπὼν οὐκ ἂν αὐτὰ ἄπειρα ἔφασκε· τὸ γὰρ ὀλίγον ἁπλῶς τὰ δύο ἐστί, τὰ δὲ δύο οὐκ ἄπειρα. τὸ δὴ ὀλίγον ἁπλῶς διὰ τὰ δύο ἐστὶν ἀλλ’ οὐχὶ διὰ τὴν μονάδα,
20ὥσπερ φασί τινες· ἡ γὰρ μονὰς ἐλάσσων μὲν λέγεται τῆς δυάδος, ὀλίγη δὲ οὐ λέγεται διὰ τὸ ὀλίγον ἐν πλήθει θεωρεῖσθαι. τοῦτο δὲ μεταξὺ τῷ Ἀναξαγόρᾳ ἐγκαλέσας πάλιν ἐπὶ τὸ ἓν καὶ τὰ πολλὰ ἀνατρέχει, λέγων ἀντίκειται δὴ τὸ ἓν καὶ τὸ πολὺ τὰ ἐν ἀριθμοῖς ὡς μέτρον με‐ τρητ· ταῦτα δ, οἷον τὸ μέτρον καὶ τὸ μετρητόν, ἀντίκειται ὡς τὰ
25πρός τι, οὐ τὰ καθ’ αὑτὰ πρός τι, ἀλλ’ ὡς τὰ πρός τι τὰ μὴ καθ’ αὑτά· εἴρηκε γὰρ ἐν τῷ Δ ὅτι τῶν πρός τι τὰ μέν εἰσι καθ’ αὑτά, τὰ δὲ οὐ καθ’ αὑτά, καὶ καθ’ αὑτὰ μὲν ὡς τὸ διπλάσιον καὶ τὸ ἥμισυ, μὴ καθ’ αὑτὰ δὲ ὄψις καὶ διάνοια. λέγεται γὰρ ἡ ὄψις τῶν πρός τι, οὐχ ὅτι αὐτὴ ἄλλου λέγεται οἷον τοῦ ὀφθαλμοῦ, ἀλλ’ ὅτι ἄλλο πρὸς αὐ‐
30τὴν οἷον τὸ ὁρατόν, καὶ ἡ διάνοια λέγεται τῶν πρός τι, οὐχ ὅτι αὕτη ψυχῆς λέγεται διάνοια ἀλλ’ ὅτι πρὸς αὐτὴν λέγεται τὸ διανοητόν. καὶ εἴ‐ ρηταί μοι περὶ τούτων ἐκεῖσε ἀκριβέστερον. ἀντίκειται οὖν τὸ τοιοῦτον ἓν καὶ τὰ πολλὰ ὡς τὰ μὴ καθ’ αὑτὰ πρός τι. εἴρηται δέ, φησίν, ἐν ἄλ‐ λοις, λέγων καὶ αἰνιττόμενος τὸ Δ, ὅτι τὰ πρός τι διχῶς λέγεται, τὰ μὲν
35ὡς ἐναντία, ὡς τὸ διπλάσιον φέρε καὶ ἥμισυ, τὰ δὲ ὡς ἐπιστήμη πρὸς ἐπιστητόν. ἡ γὰρ ἐπιστήμη τῶν πρός τι λέγεται, οὐχ ὅτι ἄλλου
λέγεται οἷον τοῦ ἐπιστήμονος, ἀλλ’ ὅτι τὸ ἐπιστητὸν λέγεται πρὸς αὐτήν.630
in Metaph
.

631

τὸ δὲ ἕν, φησίν, ἔλαττον μὲν τῶν δύο λέγεσθαι οὐδὲν κωλύει. ὀλίγον δ’ οὐ λέγεται· οὐ γὰρ πᾶν ἔλαττον καὶ ὀλίγον. τὸ δὲ πλῆθος οἷον ὡς γένος ἐστὶ τοῦ ἀριθμοῦ· κατηγορεῖται γὰρ καὶ τῶν ἐν τῷ ἀριθμῷ πολλῶν καὶ τῶν μὴ ἐν τῷ ἀριθμῷ. πῶς δὲ οἷον γένος ἐστὶ τοῦ ἀριθμοῦ ἐπάγει. ἐστὶ
5γὰρ ὁ ἀριθμὸς πλῆθος ἑνὶ μετρητόν· ὁ γὰρ δέκα πλῆθός τι ὢν τῷ ἑνὶ μετρεῖται. καὶ ἀντίκειται τὸ ἓν καὶ ὁ ἀριθμὸς οὐχ ὡς τὰ ἐναντία ἀλλ’ ὡς τὰ μὴ καθ’ αὑτὰ πρός τι, ὥσπερ εἴρηται· ᾗ γάρ ἐστι τὸ ἓν μέτρον ὁ δὲ ἀριθμὸς μετρητόν, ταύτῃ ἀντίκεινται. καὶ ἐπὶ τούτῳ οὐ πᾶν, ὃ ἂν ᾖ ἓν καὶ ἀδιαίρετον, ἀριθμός ἐστιν, ἀλλ’ εἰσὶ πολλὰ ἓν καὶ ἀδιαίρετα τὰ
10ἐν ταῖς ἀκτῖσι τοῦ ἡλίου ὁρώμενα ξύσματα, καὶ οὔκ εἰσιν ἀριθμός, εἰ τάχα καὶ ἔστιν ἀριθμὸς αὐτῶν. ἢ ἴσον ἂν εἴη τὸ διὸ οὐ πᾶν ὃ ἂν ᾖ ἓν ἀριθμός ἐστιν, οἷον εἴ τι ἀδιαίρετον, τῷ οὐκ εἴ τι ἓν ὂν καὶ ἀδιαίρετον, ἀριθμός ἐστιν. ὁ γὰρ δέκα ὡς δέκα ἀριθμὸς ἕν ἐστιν, ἀλλὰ διαιρεῖται εἰς μονάδας· ὥστε τὸ ἓν καὶ ἀδιαίρετον οὐκ ἔστιν ἀριθμός. καλ‐
15λίων δέ, οἶμαι, ἡ προτέρα ἐξήγησις. ἰστέον δὲ ὅτι ἐν ἀριθμῷ πολλὰ λέγει αὐτὰς καθ’ αὑτὰς τὰς μονάδας νοουμένας, μὴ ἐν ἀριθμῷ δὲ πολλὰ τὰ παρωνύμως ἀπὸ τῶν μονάδων λεγόμενα, οἷον δέκα ἄνδρας καὶ τὰ ὅμοια. p. 1057a7 Ὁμοίως δὲ λεγομένη ἡ ἐπιστήμη πρὸς τὸ ἐπιστητὸν οὐχ ὁμοίως ἀποδίδωσιν.
20 Ὥσπερ τὸ ἓν πρὸς τὰ πολλὰ λέγεται (λέγεται δὲ ὡς μέτρον πρὸς με‐ τρητόν), οὕτω καὶ ἡ ἐπιστήμη, φησί, πρὸς τὸ ἐπιστητὸν ὡς μέτρον πρὸς μετρητόν, πλὴν οὐχ ὁμοίως· δοκεῖ γὰρ ὅτι ὡς τὸ ἕν ἐστι μέτρον, οὕτω καὶ ἡ ἐπιστήμη· οὐκ ἔστι δέ, ἀλλὰ μᾶλλον μετρεῖται ὑπὸ τοῦ ἐπιστητοῦ. δόξειε μὲν γὰρ ἄν, φησί, μέτρον ἡ ἐπιστήμη εἶναι, τὸ δὲ ἐπιστητὸν τὸ
25μετρούμενον, συμβαίνει δὲ πᾶσαν ἐπιστήμην τὸ ἐπιστητὸν εἶναι (ὅταν γὰρ ἡ ἐπιστήμη καταλήψηται καὶ γνῷ τὸ ἐπιστητόν. τρόπον τινὰ ἐπι‐ στητὸν γίνεται· ὅπερ γὰρ τὸ ἐπιστητόν, ὥσπερ καὶ ὁ νοῦς τὸ νοητόν· ὑπὸ γὰρ τῶν ἐπιστητῶν ἥ τε ἐπιστήμη καὶ ὁ νοῦς ὑπὸ τῶν νοητῶν τελειοῦνται, ὡς ἐν τῇ Περὶ ψυχῆς δέδεικται)· τὸ δὲ ἐπιστητὸν ἐπιστήμη οὐκ ἔστιν. καὶ
30διὰ τοῦτο τρόπον τινὰ μετρεῖται ἡ ἐπιστήμη τῷ ἐπιστητῷ. περὶ τούτου δὲ εἴρηκε καὶ πρότερον· ἔνθα δὴ ἔδει καὶ ταῦτα τετάχθαι, καὶ ἡμεῖς περὶ τούτων ἐκεῖσε εἴπομεν. τὸ δὲ πλῆθος, φησίν, οὔτε τῷ ὀλίγῳ ἐναντίον οὔτε τῷ ἑνί· οἷον γὰρ γένος ἐστὶ τοῦτο· ἀλλὰ τούτῳ μέν (λέγων τούτῳ τῷ ὀλίγῳ) τῷ ὀλίγῳ, φησίν, ἀντίκειται τὸ πολὺ ὡς ὑπερέχον πλῆθος
35ὑπερεχομένῳ πλήθει. τὸ δὲ ἕν, ὥσπερ εἴρηται, τὸ μέν ἐστι διαιρετόν (τὸ
γὰρ πηχυαῖον μέγεθος ὂν διαιρετόν ἐστιν), τὸ δέ ἐστιν ἓν τὸ ὡς πρός τι,631
in Metaph
.

632

ὡς ἡ μονάς· μέτρον γάρ ἐστι τοῦ ἀριθμοῦ, τὸ δὲ μέτρον τῶν πρός τι· ὥστε τὸ τοιοῦτον ἓν τῶν πρός τί ἐστιν. τῷ οὖν ἑνὶ τῷ διαιρετῷ ἀντί‐ κειται τὸ πολὺ ὡς ὀλίγῳ, τῷ δὲ ἀδιαιρέτῳ οὐκ ἀντίκειται. τὸ δὲ ἕτερον ἕν ἐστι τὸ ἀδιαίρετον τὸ ὡς πρός τι. καὶ σαφηνίζει ἐπὶ παραδείγματος
5ὅπως τὸ ἓν τῶν πρός τί ἐστι, λέγων ὥσπερ ἡ ἐπιστήμη ἐπιστητ, ἂν ᾖ ἀριθμὸς τὸ δὲ ἓν μέτρον, τουτέστιν ὥσπερ ἡ ἐπιστήμη καὶ τὸ ἐπιστητὸν τῶν πρός τί ἐστιν, οὕτω καὶ ἐπὶ τοῦ ἀριθμοῦ ὑποληπτέον· ἔστω γὰρ ἡ ἐπιστήμη ἀριθμός, τὸ δὲ ἐπιστητὸν ἓν καὶ μέτρον· ἡ ἐπιστήμη ἄρα
ἤτοι ὁ ἀριθμὸς καὶ τὸ ἐπιστητὸν τὸ ἓν τῶν πρός τί εἰσιν.632
in Metaph
.

633

(t)

ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ Κ ΤΩΝ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ.
2 Ἐν τῷ παρόντι βιβλίῳ δεκάτῳ ὄντι τῆς ὅλης πραγματείας, κάππα δὲ ἐπιγραφομένῳ, ἐπαναλαμβάνει τὰ ἀποδειχθέντα αὐτῷ καὶ ἀναγνωρίζει ἡμῖν ὡς ἡ τοιαύτη πραγματεία ἑτέρα ἐστὶ τῆς φυσικῆς καὶ τῆς μαθηματικῆς
5καὶ μόνη ἀξία καλεῖσθαι σοφία. ἀλλ’ ἡ μὲν πρόθεσις τοῦ παρόντος βι‐ βλίου αὕτη ἐστίν, ἄνωθεν δὲ πάλιν ῥητέον. ζητήσας ἐν τοῖς πρώτοις λό‐ γοις περὶ τῆς πασῶν κρείττονος ἐπιστήμης πότερον τῶν πρακτικῶν τίς ἐστιν ἢ τῶν θεωρητικῶν, ἔδειξεν ὅτι πάσης πρακτικῆς ἡ ὁποιαοῦν θεω‐ ρητικὴ κρείττων ἐστί, πάλιν δὲ τῶν θεωρητικῶν πασῶν ἡ σοφία, ἣν ἐν‐
10ταῦθα ζητοῦμεν, διὰ τὸ κρείττους εἶναι τὰς τῆς σοφίας ἀρχὰς τῶν τῶν ἄλλων ἐπιστημῶν ἀρχῶν. ἐπεὶ δὲ ἄδηλον ἦν εἰ ὅλως εἰσὶν ἀρχαὶ τῆς προκειμένης ἐπιστήμης, ἐτράπετο εἰς τοῦτο καὶ ἔδειξεν ὅτι εἰσὶν ἀρχαὶ τῆς προκειμένης ἐπιστήμης καὶ χρῆται ἀρχαῖς. εἶτα μέλλων δεῖξαι τίνες εἰσὶν αἱ τῆς σοφίας ἀρχαί, καὶ ὅτι κρείττους τῶν ταῖς ἄλλαις ὑποβεβλημένων
15ἐπιστήμαις ἀρχῶν, ἱστόρησε τὰς τῶν παλαιοτέρων ἃς εἶχον περὶ ἀρχῶν δόξας, καὶ ἀποσεισάμενος εἴ τι τούτοις περὶ αὐτῶν μὴ καλῶς εἴρηται, ἀκό‐ λουθον ἔγνω εἰπεῖν τὴν περὶ τῶν ζητουμένων ἀρχῶν αὐτῷ βούλησίν τε καὶ δόξαν. ἐπεὶ δὲ πᾶσα γνῶσις καὶ μάθησις ἐκ τῶν σαφεστέρων γίνεται, εἶπεν ὅτι “ἀνάγκη πρὸς τὴν ἐπιζητουμένην ἐπιστήμην ἐπελθεῖν ἡμᾶς πρῶ‐
20τον περὶ ὧν ἀπορῆσαι δεῖ πρῶτον· ἔστι γὰρ τοῖς εὐπορεῖν βουλομένοις προύργου τὸ διαπορῆσαι καλῶς.” καὶ ἀπορήσας ἐν τῷ Β ταύτης τῆς πραγ‐ ματείας ὅσα ἐκεῖσε αὐτῷ ἠπόρηται, ἐν τοῖς μετὰ τὸ Β ἄχρι τοῦ παρόντος, ὃ κάππα τοῖς Περιπατητικοῖς ἔθος καλεῖν, λέγων τὰ δοκοῦντα αὐτῷ τε καὶ τῇ ἀληθείᾳ εἶναι ἐχόμενα τῆς πραγματείας ταύτης, ἔλυσε τῶν ἐκεῖ ἀπο‐
25ρηθέντων ὅσα τοῖς λεγομένοις ἀκολούθως καὶ οἰκείως παρενέπιπτε. μέλ‐ λων δὲ καὶ τὰ λοιπὰ λῦσαι διά τε τοῦ παρόντος βιβλίου καὶ τῶν ἐφεξῆς, πάλιν ὑπομιμνήσκει ἀπὸ τῶν ἐκεῖσε ἀπορηθέντων ὅσα ἢ ὅλως οὐ τετύχηκε λύσεως ἢ οὐκ αὐτάρκως. καὶ πρότερόν φησιν ὅτι μὲν ἡ προκειμένη ἡμῖν
σοφία ἐπιστήμη τίς ἐστιν ἀρχὰς ἔχουσα δῆλον ἡμῖν ἐκ τῶν πρώτων λό‐633
in Metaph
.

634

γων γέγονεν, ἐν οἷς διηποροῦμέν τε πρὸς τὰ ὑπὸ τῶν ἄλλων περὶ ἀρχῶν εἰρημένα καὶ ἐζητοῦμεν εἴτε καλῶς λέγουσιν εἴτε μὴ καλῶς. τὰ περὶ ἐκείνων γὰρ σκοποῦντες ἅμα ἀπεδείκνυμεν ὅτι ἡ ζητουμένη σοφία ἀρχαῖς χρῆται.
5p. 1059a20 Ἀπορήσειε δ’ ἄν τις, πότερον μίαν ὑπολαβεῖν εἶναι δεῖ τὴν σοφίαν. Ἀνάμνησιν, ὥς μοι εἴρηται, τῶν ἐν τῷ Β ταύτης τῆς πραγματείας ἀπορηθέντων ποιεῖται, καί φησιν ἀπορήσειεν ἄν τις πότερον ἡ σοφία μία τίς ἐστιν ἐπιστήμη ἢ πλείους, μία δὲ οὐχ οὕτως ὥς φαμεν τὴν ἀριθμη‐
10τικὴν καὶ γεωμετρίαν καὶ φυσικὴν καὶ ἀστρονομίαν ἁπάσας μίαν, ὅτι πᾶσαι ἐν μιᾷ τυγχάνουσιν οὖσαι τῇ τοῦ Σωκράτους ψυχῇ (λέγονται γὰρ καὶ αὗ‐ ται μία τις, ὅτι ἅπασαι ἐν μιᾷ ψυχῇ συναθροισθεῖσαι ἀπετέλεσαν μίαν τινὰ καθολικωτέραν ἑκάστης ὁποιασοῦν τούτων), οὐχ οὕτω δὴ ζητοῦμεν εἰ ἔστιν ἡ σοφία μία, ἀλλ’ εἰ μία ἐστὶ τῷ ἀριθμῷ ἢ οὐκ ἔστι μία τῷ ἀριθμῷ
15ἀλλὰ πλείους. καὶ εἰπὼν πρῶτον συλλογίζεται ὅτι οὐ μία, λέγων τῆς μιᾶς ἐπιστήμης τῷ ἀριθμῷ αἱ ἀρχαὶ ἐναντίαι εἰσί· τῶν γὰρ ἐναντίων μία ἡ ἐπιστήμη καὶ ἡ μία τῶν ἐναντίων· τῆς δὲ σοφίας αἱ ἀρχαὶ οὔκ εἰσιν ἐν‐ αντίαι· καὶ συμπεραίνει, ἡ προκειμένη ἄρα ἐπιστήμη, ἡ σοφία, οὐκ ἔστι μία. ἀλλὰ καὶ ὅτι αἱ τῆς σοφίας ἀρχαὶ οὔκ εἰσιν ἐναντίαι δείκνυσιν
20οὕτω. τῆς σοφίας αἱ ἀρχαὶ αἱ πρώτισται οὐσίαι καὶ ἀίδιοί εἰσι· τῇ οὐσίᾳ οὐδέν ἐστιν ἐναντίον· τῆς σοφίας ἄρα αἱ ἀρχαὶ οὔκ εἰσιν ἐναντίαι. εἰ γὰρ ταῖς μερικαῖς ταύταις καὶ αἰσθηταῖς οὐσίαις οὐδέν ἐστιν ἐναντίον, ταῖς νοη‐ ταῖς καὶ ἀιδίοις, εἰπεῖν δὲ καὶ ὑπερουσίοις τί ἂν εἴη ἐναντίον; τοῦτο καὶ ἐπινοηθῆναι φαυλότατον. τοιαύτη μὲν ἡ ἐπιχείρησις, καθ’ ἣν ἐνέστη ὅτι
25ἡ σοφία οὐκ ἔστι μία. ἐπιχειρεῖ δὲ καὶ εἰς τοὐναντίον λέγων ‘εἰ δὲ μὴ ἔστι μία ἀλλὰ πλείους, τίνες αὗται, πότερον ἀριθμητικὴ ἢ ἄλλη τις, καὶ πότερον ἑπτὰ ἢ πέντε ἢ ἄλλος τις ἀριθμός, ἔχει οἷον ἂν ῥηθείη πολλὴν ἀπορίαν.‘ ἀλλὰ καὶ τὰς ἀποδεικτικὰς ἀρχάς (εἰσὶ δὲ τὸ ἐπὶ παντὸς ἡ κατάφασις ἢ ἡ ἀπόφασις, καὶ τὸ εἰ τῷ αὐτῷ ἴσα, καὶ ἀλλήλοις ἴσα,
30καὶ τὰ ὅμοια), τὸ περὶ τούτων θεωρῆσαι μιᾶς ἐστιν ἢ πλειόνων; εἰ μὲν γὰρ μιᾶς, οἷον φέρε τῆς ἀριθμητικῆς, διὰ τίνα λόγον ταύτης ἐστὶ τοῦτο καὶ οὐ τῆς γεωμετρίας, ἢ διὰ τί ταύτης καὶ οὐκ ἄλλης ὁποιασοῦν; εἰ δὲ μὴ μιᾶς ἐστι τὸ τὰς ἀποδεικτικὰς ἀρχὰς ἐπισκέπτεσθαι ἀλλὰ πλειόνων, ποίας δεῖ ταύτας τιθέναι, πρακτικὰς ἢ θεωρητικάς; καὶ τῶν θεωρητικῶν
35φυσικὴν ἢ ἄλλην τινά; ἔτι πασῶν τῶν οὐσιῶν μία ἐστὶν ἐπιστήμη ἢ οὔ; εἰ μὲν γὰρ μή ἐστι μία πασῶν τῶν οὐσιῶν, ποίων οὐσιῶν ποία ἐστὶ χα‐ λεπὸν ἀποδοῦναι. εἰ δὲ πάλιν τις θήσει πασῶν τῶν οὐσιῶν μίαν εἶναι ἐπιστήμην, ἄδηλον πῶς πλειόνων ἐνδέχεται μίαν εἶναι· ἡ γὰρ μία τῶν ἐν‐
αντίων, αἱ δὲ οὐσίαι οὐκ ἐναντίαι. ἔτι ζητήσειεν ἄν τις εἰ ἡ ἀπόδειξις634
in Metaph
.

635

περὶ τὰς οὐσίας ἐστὶν ἢ περὶ τὰ καθ’ αὑτὸ συμβεβηκότα ταῖς οὐσίαις. ἢ εἰ ἔστιν ἡ ἀπόδειξις περὶ τὰ καθ’ αὑτὸ συμβεβηκότα, τῶν δὲ οὐσιῶν καὶ τοῦ τί ἦν εἶναι ἀπόδειξις οὐκ ἔστιν, ὡς δέδεικται ἐν τῷ δευτέρῳ τῶν Ὑστέρων ἀναλυτικῶν, οὐκ ἂν εἴη τῶν οὐσιῶν ἡ ἀπόδειξις, ἀλλ’ ἑτέρα τις.
5ἀλλ’ ἐὰν ἡ τῶν οὐσιῶν ἑτέρα τῆς τῶν συμβεβηκότων, τίς ἐστιν ἑκατέρα αὐτῶν, καὶ ποία τούτων ἡ σοφία, ἡ τῶν συμβεβηκότων ἢ ἡ τῶν οὐσιῶν; καί φησιν ὅτι ἐπεὶ ἡ ἀποδεικτικὴ σοφία περὶ τὰ συμβεβηκότα ἐστίν, ἡ περὶ τὰ πρῶτα, τουτέστιν ἡ περὶ τὰς πρώτας ἀρχὰς οἷαι ἂν καὶ εἶεν, ἐκείνη ἐστὶν ἡ τῶν οὐσιῶν. οὔτε οὖν ἐν οὐδενὶ τούτων τὴν ἐπιζητου‐
10μένην σοφίαν θετέον, οὔτε περὶ τὰς ἐν τοῖς Φυσικοῖς εἰρημένας αἰ‐ τίας, ὕλην, εἶδος, ποιητικὸν καὶ τελικόν. καὶ ὅτι περὶ ὕλην καὶ εἶδος καὶ ποιητικὸν οὐκ ἔστιν, εἴρηται ἐν τοῖς πρώτοις ταύτης τῆς πραγματείας βιβλίοις. ἄυλος γὰρ ἦν ἣν ἐνταῦθα ζητοῦμεν ἀρχήν, ἀλλ’ οὐδέ ἐστί τι ταύτης ποιητικόν (αὕτη γάρ ἐστι τὸ πάντων πρῶτον καὶ πάντων αἴτιον),
15ἀλλὰ καὶ ὑπὲρ εἶδος αὕτη· εἰδῶν γὰρ ποιητική. ὅτι δὲ οὐδὲ περὶ τελικόν ἐστιν ἡ σοφία, δείκνυσι λέγων οὔτε γὰρ περὶ τὸ ἕνεκά τινος· ἕνεκα γάρ τινος τὸ τελικόν φησιν, αὐτὸ δὲ εἶπε καὶ τἀγαθόν. εἰπὼν δὲ οὔτε γὰρ περὶ τὸ ἕνεκά τινος δέδωκεν ἡμῖν προσυπακούειν ὅτι οὔτε περὶ τὰ λοιπὰ τρία, εἶδος ὕλην ποιητικόν· ὁ γὰρ σύνδεσμος ὁ γάρ ἐλλείποντός
20ἐστιν ἀποδοτικός. δείκνυσιν οὖν τὸ προκείμενον οὕτως. ἡ σοφία περὶ τὰ ἀκίνητα· τὸ ἀγαθὸν καὶ τὸ ἕνεκά τινος ἐν τοῖς ἀκινήτοις οὐκ ἔστι· παν‐ τέλεια γὰρ ἐκεῖνα καὶ ἀνενδεῆ καὶ οὐδενὸς ἐφιέμενα· καὶ συμπεραίνει ἡ σοφία ἄρα οὐκ ἔστι περὶ τὸ ἕνεκά του. εἰπὼν δὲ ὅτι ἡ σοφία περὶ τὸ ἕνεκά του οὐκ ἔστι, λέγει ἐν τίσιν ἔστι τὸ ἕνεκά του. τὸ ἕνεκά του, φησί,
25τοιοῦτον δ’ ἐστὶ τἀγαθόν, ἐν τοῖς πρακτοῖς ὑπάρχει· ὃ γάρ τις πράττει, ἕνεκεν ἀγαθοῦ ἢ φαινομένου ἀγαθοῦ πράττει. ἐν τοῖς πρακτοῖς οὖν τἀγα‐ θὸν καὶ ἐν τοῖς οὖσιν ἐν κινήσει, ἤτοι τοῖς φυσικοῖς καὶ τεχνητοῖς. καὶ τοῦτο πρῶτον κινεῖ· τὸ γὰρ ἀγαθὸν ἢ τὸ φαινόμενον ὀφθὲν ἐκίνησε τὴν ὄψιν καὶ αὕτη τὴν φαντασίαν καὶ αὕτη τὴν ὄρεξιν καὶ αὕτη τὸ ζῷον, ὥστε
30τὸ πρῶτον κινοῦν τὸ ἕνεκά του καὶ τὸ ἀγαθόν ἐστιν. εἰ δὴ ἡ σοφία περὶ τὰ ἀκίνητα, ἐν δὲ τοῖς ἀκινήτοις τὸ ἕνεκά τινος οὐκ ἔστιν, ἡ σοφία ἄρα οὐκ ἔστι περὶ τὸ ἕνεκά του. p. 1059a38 Ὅλως δ’ ἀπορίαν ἔχει, πότερόν ποτε περὶ τὰς αἰσθη‐ τὰς οὐσίας ἐστίν.
35 Τὸ λεγόμενόν ἐστιν· ἡ ζητουμένη ἐπιστήμη περὶ αἰσθητάς ἐστιν οὐ‐ σίας ἢ οὐ περὶ αἰσθητὰς ἀλλὰ περί τινας ἑτέρας. ἀλλ’ εἰ περὶ ἑτέρας καὶ οὐ περὶ τὰς αἰσθητάς, τίνες οὖσαι τυγχάνουσιν αἵπερ εἰσὶ παρὰ τὰς
αἰσθητάς, περὶ ἅς ἐστιν ἡ σοφία, πότερον τὰ εἴδη, τουτέστιν αἱ ἰδέαι, ἢ635
in Metaph
.

636

τὰ μαθηματικά; ἀλλ’ ὅτι μὲν οὖν οὔκ εἰσιν ἰδέαι δέδεικται διὰ πλειόνων· κἂν δῶμεν εἶναι τὰ εἴδη, διὰ τ, φησίν, ὥσπερ ἐπὶ τῶν μαθηματι‐ κῶν οὐχ οὕτως ἔχει καὶ ἐπὶ τῶν ἄλλων ὧν ἔστιν εἴδη, τουτέστι διὰ τί, ὥσπερ μεταξὺ τοῦ αὐτοτριγώνου καὶ τῶν αἰσθητῶν τριγώνων εἶναί
5φασι τὰ μαθηματικὰ τρίγωνα ἐν ὑπάρξει καὶ καθ’ αὑτὰ ὄντα, ἀλλ’ οὐ τῇ ἐπινοίᾳ τὸ εἶναι ἔχοντα, οὐχ οὕτως ἐστὶ μεταξὺ τοῦ αὐτοανθρώπου καὶ τῶν καθ’ ἕκαστα ἀνθρώπων τρίτος ἄνθρωπος ἐν ὑπάρξει καὶ καθ’ αὑτὸν ὤν; τὸν γὰρ αὐτοάνθρωπον εἶπε παρ’ αὐτόν, τουτέστι παρὰ τὸν αὐτο‐ άνθρωπον. ἐνστὰς οὖν οὕτω πρὸς τὰς ἰδέας ἐπιχειρεῖ καὶ εἰς τοὐναντίον,
10λέγων εἰ δ’ αὖ μή ἐστιν ὡς λέγουσι, τουτέστιν εἰ δὲ μὴ δῶμεν μηδὲ συγχωρήσομεν εἶναι ἰδέας, περὶ ποῖα πραγματεύεσθαι φήσομεν τὸν μα‐ θηματικόν; οὐ γὰρ δὴ περὶ τὰ καθ’ ἕκαστα καὶ αἰσθητά· οὐδὲν γὰρ τῶν ἐνταῦθα μῆκος ἀπλατὲς ἢ εὐθὺ ἢ σφαῖρα κατὰ σημεῖον ἁπτομένη τοῦ ἐπι‐ πέδου. περὶ γὰρ τοιαῦτα ὁ μαθηματικὸς πραγματεύεται καὶ ταῦτα ζητεῖ.
15εἰ οὖν ἐνταῦθα οὐδέν ἐστι τοιοῦτον, εἰ μὴ δῶμεν εἶναι αὐτομῆκος καὶ αὐτοσφαῖραν, ἔσται ὁ μαθηματικὸς περὶ τὰ μὴ ὄντα, οὐδεμία δὲ ἐπιστήμη περὶ τὸ μὴ ὄν ἐστι. ταῦτα εἰπὼν οὐδὲν πρὸς τοῦτο λέγει ὡς πολλάκις εὐθύνας ταύτην τὴν δόξαν, λέγει δὲ ὅτι οὐδὲ περὶ τὰ μαθηματικά ἐστιν ἡ σοφία· οὐδὲν γὰρ αὐτῶν ἐστι χωριστὸν καὶ καθ’ αὑτὸ ὑπάρχον, ἀλλ’ ἐν
20μόνῃ τῇ ἐπινοίᾳ ἔχει τὸ εἶναι, ἡ δὲ σοφία περὶ τὰ καθ’ αὑτὸ ὄντα καὶ ὄντως ὄντα ἐστίν. οὔτε δὴ τῶν μαθηματικῶν ἐστιν ἡ σοφία οὔτε τῶν αἰσθητῶν καὶ μερικῶν οὐσιῶν· ταῦτα γὰρ φθαρτά ἐστιν, ἡ δὲ σοφία τῶν ἀφθάρτων καὶ ἀιδίων. p. 1059b14 Ὅλως δ’ ἀπορήσειεν ἄν τις, ποίας ἐστὶν ἐπιστήμης
25τὸ διαπορῆσαι περὶ τῆς τῶν μαθηματικῶν ὕλης. Καὶ τοῦτο ζητήσειεν ἄν τις, φησί, ποίας ἐπιστήμης ἐστὶ τὸ ζητεῖν τὴν ὑποκειμένην τοῖς μαθηματικοῖς ὕλην. τῆς φυσικῆς προφανῶς οὐκ ἔστιν· αὕτη γὰρ περὶ τῶν ἐχόντων ἀρχὴν κινήσεως καὶ στάσεως ἐν αὑ‐ τοῖς [τοῦ κινεῖσθαι καὶ ἵστασθαι] ἐστὶ καὶ περὶ τὴν ὑποκειμένην τούτοις
30ὕλην, τὰ δὲ μαθηματικὰ ἀκίνητα. ἀλλ’ οὐδὲ τῆς ἀποδεικτικῆς· ἡ γὰρ ἀποδεικτικὴ τὸ γένος καὶ τὸ ὑποκείμενον τοῖς μαθηματικοῖς λαβοῦσα ὡς ὁμολογούμενον, οἷον ὅτι ἔστω τὸ μέγεθος, ζητεῖ τὰ καθ’ αὑτὰ συμβεβη‐ κότα αὐτῷ, τί τὸ εὐθὺ καὶ τί τὸ συμπίπτειν τὰς εὐθείας ἢ μὴ συμπίπ‐ τειν, οὐ μὴν τὴν τοῦ μεγέθους ἢ ὅ τί ποτ’ ἂν εἴη τὸ τοῖς μαθηματικοῖς
35ὑποκείμενον φύσιν ζητεῖ. τὸ δὲ περὶ γὰρ αὐτὸ τοῦτο τὸ γένος τὴν ζήτησιν ποιεῖται ἐλλιπῶς καὶ λίαν ἀρχαιοπρεπῶς εἴρηται· εἴη δ’ ἂν ἴσον τῷ αὐτὸ τοῦτο τὸ γένος καὶ τὴν ὑποκειμένην τοῖς μαθηματικοῖς ὕλην
ὁμολογούμενον λαβὼν ὅτι ἔστι τοδί, τὴν ζήτησιν καὶ τὴν σκέψιν ποιεῖται636
in Metaph
.

637

τῶν συμβεβηκότων αὐτῷ καθ’ αὑτό· τοῦτο γὰρ δεῖ προσυπακούειν. εἰ οὖν μήτε τῆς φυσικῆς ἐστι μήτε τῆς ἀποδεικτικῆς τὸ ζητεῖν τὴν τῶν μα‐ θηματικῶν ὕλην, τὸ λειπόμενόν ἐστι τὴν σοφίαν περὶ αὐτῆς ζητεῖν. Ταῦτα εἰπὼν ἔτι, φησίν, ἀπορήσειεν ἄν τις εἰ ἡ ζητουμένη σοφία
5περὶ τὰς ἀρχάς ἐστι καὶ τὰ καλούμενα ὑπό τινων στοιχεῖα (λέγει δὲ πῦρ καὶ γῆν καὶ τὰ τούτων μεταξύ) ἢ οὔ. καὶ ἐρωτήσας ἀποκρίνεται λέγων ταῦτα δὲ πάντες ἐνυπάρχοντα τοῖς συνθέτοις τιθέασι, δυνάμει λέγων ‘ἢ οὐκ ἔστι περὶ τὰς τοιαύτας ἀρχὰς ἡ ζητουμένη σοφία· αἱ μὲν γὰρ τοιαῦται ἀρχαί, τὸ πῦρ καὶ ἡ γῆ καὶ ὁ ἀὴρ καὶ τὸ ὕδωρ, ἐνυπάρ‐
10χουσι τοῖς συνθέτοις ζῴοις καὶ φυτοῖς καὶ τοῖς τοιούτοις, καὶ ὅτι τού‐ τοις ἐνυπάρχουσι, πάντες ὁμολογοῦσιν· ἡ δὲ σοφία τῶν χωριστῶν ἐστι καὶ παντελῶς ἀμεθέκτων.‘ τῶν μὲν οὖν τοιούτων ἀρχῶν καὶ στοιχείων οὐκ ἔστιν ἡ σοφία, μάλιστα δὲ δόξειεν ἂν εἶναι τῶν καθόλου· πᾶς γὰρ λόγος καὶ πᾶσα ἐπιστήμη τῶν καθόλου, αὕτη δὲ ὅσῳ τῶν ἄλλων μᾶλλον τιμιω‐
15τέρα καὶ καθολικωτέρα, τοσούτῳ μᾶλλον τῶν καθολικωτάτων ἔσται, καθο‐ λικώτατα δὲ πάντων τὸ ἓν καὶ τὸ ὄν. ταῦτα γὰρ τῶν πάντων περιεκ‐ τικά· ἅπαν γὰρ οὐσίαν τινὰ καὶ φύσιν ἔχον καὶ ὕπαρξιν καὶ ὄν ἐστι καὶ ἕν. διὰ τὸ καθολικώτατα δὴ εἶναι καὶ διὰ τὸ συναναιρεῖν, μὴ συναναι‐ ρεῖσθαι δέ, ἔσονται τὸ ὂν καὶ τὸ ἓν ἀρχαί. τοῦτο γὰρ τῆς ἀρχῆς οἰκει‐
20ότατον τὸ συναναιρεῖν καὶ μὴ συναναιρεῖσθαι. ὅτι δὲ συναναιρεῖ δῆλον· μὴ γὰρ ὄντος τοῦ ἑνὸς ἢ τοῦ ὄντος οὐδὲν ἔσται τῶν ἀπὸ τούτων λεγο‐ μένων. οὕτω ἐπιχειρήσας ὅτι μάλιστα τὸ ὂν καὶ τὸ ἓν ἔσονται ἀρχαί, ἐνίσταται πρὸς τοῦτο λέγων ᾗ δὲ τὰς διαφορὰς αὐτῶν ἀνάγκη μετέ‐ χειν. ἔστι δὲ ὃ λέγει δυνάμει τοιοῦτον. ὡς μὲν καθολικώτατα τὸ ὂν
25καὶ τὸ ἓν δόξειεν ἂν εἶναι ἀρχαί· καθὸ δὲ συμβαίνει ταῦτα κατηγορεῖ‐ σθαι τῶν διαφορῶν (ἡ γὰρ λογικότης καὶ ὄν ἐστι καὶ ἕν, καὶ ἡ θνητότης καὶ αἱ λοιπαί), τὰ δὲ γένη τῶν διαφορῶν ὅτι οὐ κατηγορεῖται ἀπειράκις εἴρηται, ταύτῃ οὐκ ἔσονται τὸ ὂν καὶ ἓν γένη καὶ ἀρχαὶ ἀλλ’ ὀνόματα μόνον. καθὸ οὖν, φησίν, εἴ τις τὸ ὂν καὶ τὸ ἓν ἀρχὰς θήσει, συμβαίνει
30τούτων μετέχειν τὰς διαφοράς, τουτέστι κατηγορεῖσθαι ταῦτα τῶν διαφορῶν, κατὰ τοῦτο οὐκ ἂν δόξειε τιθέναι αὐτὰ γένη καὶ ἀρχάς. p. 1059b34 Ἔτι δ’ εἰ μᾶλλον ἀρχὴ τὸ ἁπλούστερον τοῦ ἧττον τοι‐ ούτου. Κἀνταῦθα λείπει τὸ ἔτι ζητήσειεν ἄν τις πότερον τὰ γένη εἰσὶν ἀρ‐
35χαὶ ἢ τὰ εἴδη. καὶ ἔστι τὸ μὲν ἔτι δ’ εἰ μᾶλλον ἀρχὴ τὸ ἁπλού‐ στερον τοῦ ἧττον τοιούτου κατασκευαστικὸν τοῦ ὅτι μᾶλλον ἀρχαὶ τὰ εἴδη τῶν γενῶν. πρόεισι δὲ ἡ ἐπιχείρησις ἐπὶ ἀξιώματι τῷ τὰ συνθετώ‐
τερα ἧττόν εἰσιν ἀρχαὶ τῶν ἁπλουστέρων· οἰκεῖον γὰρ ἀρχῇ τὸ ἁπλοῦν.637
in Metaph
.

638

ἐπεὶ οὖν τὰ συνθετώτερα ἧττόν εἰσιν ἀρχαὶ ἤπερ τὰ ἁπλούστερα, τὰ δὲ γένη συνθετώτερα καθὸ πλειόνων περιεκτικά, τὰ δὲ εἴδη ἁπλούστερα ᾗ πάλιν ταῦτα ἐλαττόνων περιεκτικά, τὰ εἴδη ἂν εἴη μᾶλλον ἀρχαὶ ἤπερ τὰ γένη. ἔσχατα δὲ τῶν ἐκ τοῦ γένους εἶπε τὰ εἰδικώτατα εἴδη. ἔνδοξος
5δὲ ἡ ἐπιχείρησις καὶ προφανῆ μᾶλλον τῶν ἄλλων ἔχουσα τὸν παραλογι‐ σμόν. οὕτω μὲν οὖν δόξειεν ἂν τὰ εἴδη μᾶλλον εἶναι ἀρχὰς ἤπερ τὰ γένη. ᾗ δὲ πάλιν τὰ γένη συναναιρεῖ τὰ εἴδη, οὐ συναναιρεῖται δὲ τοῖς εἴδεσι, δόξει ὅτι τὰ γένη εἰσὶν ἀρχαί. καὶ τοῦτο γὰρ ἀρχῆς ἀρετὴ τὸ συναναιρεῖν καὶ μὴ συναναιρεῖσθαι.
10p. 1060a1 Τὰ μὲν οὖν τὴν ἀπορίαν ἔχοντα ταῦτα καὶ τοιαῦτά ἐστιν. Εἰπὼν ὅτι τὰ τὴν ἀπορίαν ἔχοντα ταῦτα καὶ προσθεὶς τὸ καὶ τοι‐ αῦτα, ὡς μηνυτικὸν τοῦ εἶναι καὶ ἄλλας ἀπορίας παρὰ τὰς εἰρημένας εὐθὺς ἐπάγει ἀπορίαν λέγων ἔτι δεῖ θεῖναί τι παρὰ τὰ καθ’ ἕκαστα,
15ἐν οἷς ἔσται ἡ σοφία, ἢ ο, ἀλλὰ τῶν καθ’ ἕκαστά ἐστιν ἡ σοφία, διὰ τὸ μηθὲν εἶναί τι παρὰ τὰ καθ’ ἕκαστα; καὶ λύει λέγων ὅτι τὰ καθ’ ἕκαστα φθαρτά ἐστιν, ἡ δὲ σοφία τῶν ἀφθάρτων καὶ ἀιδίων. ἀλλ’ οὐδὲ τῶν παρὰ τὰ καθ’ ἕκαστά ἐστιν ἡ σοφία. τὰ γὰρ παρὰ τὰ καθ’ ἕκαστα ἢ γένη ἢ εἴδη. ταῦτα δὲ ἐν τοῖς καθ’ ἕκαστα, καὶ εἰσὶν ὁμοιώματα τῶν
20ἐν οἷς ὑπάρχουσιν, ἡ δὲ σοφία περὶ τὰ ὄντως ὄντα καὶ ἀμέθεκτα. αἰνιξά‐ μενος δὲ διὰ τοῦ εἰπεῖν ὅτι διότι γὰρ τοῦτο ἀδύνατον εἴρηται, ὅτι περὶ ἄλλα τινά ἐστιν ἡ σοφία καὶ οὐ περὶ τὰ γένη ἢ τὰ εἴδη, ἐπάγει καὶ γὰρ ὅλως ἀπορίαν ἔχει πότερον δεῖ ὑπολαβεῖν οὐσίαν εἶναι χω‐ ριστήν, ἴσον λέγων εἰ μὴ ἔστιν ἕτερά τινα περὶ ἃ ἔσται ἡ σοφία, ἀπο‐
25ρίαν ἔχει πότερον ἔστι τινὰ χωριστὰ παρὰ τὰς δεῦρο οὐσίας ἢ οὐκ ἔστιν, ἀλλὰ τὰ αἰσθητά ἐστι τὰ ὄντα, ἐν οἷς καὶ περὶ ἃ ἀνάγκη ὑπάρχειν τὴν σοφίαν. ἐοίκαμεν γὰρ ζητεῖν ἄλλην οὐσίαν παρὰ ταύτας καὶ σκοποῦμεν ἰδεῖν εἴ τί ἐστι χωριστὸν καὶ καθ’ αὑτὸ καὶ μηδὲν ὂν τῶν αἰσθητῶν. p. 1060a13 Ἔτι δ’ εἰ παρὰ τὰς αἰσθητὰς οὐσίας ἑτέρα οὐσία.
30 Τὸ ἀπορούμενον τοιοῦτον· εἰ ἔστι παρὰ τὰς αἰσθητὰς οὐσίας τις ἑτέρα, οἷόν φασί τινες τὸν αὐτοάνθρωπον, παρὰ ποίας τῶν αἰσθητῶν δεῖ τιθέναι ταύτην εἶναι, τουτέστι τίνων εἰσὶν ἰδέαι καὶ τίνων οὔ; εἰ γὰρ ἔστιν ἀν‐ θρώπου ἰδέα καὶ ἵππου, διὰ τί οὐ καὶ φυτοῦ; εἰ δὲ ἔστι καὶ φυτοῦ, καὶ οἰκίας καὶ ὅλως τῶν ἀψύχων διὰ τί οὐκ ἔσται; τῶν γὰρ τεχνητῶν οὔ φασιν
35ἰδέας οἱ ταύτας τιθέμενοι. εἰ δέ εἰσιν ἰδέαι καὶ τῶν φυσικῶν καὶ τῶν
τεχνητῶν καὶ ἁπλῶς ἁπάντων τῶν αἰσθητῶν, ἄλογον τὸ ἰσαρίθμους τοῖς638
in Metaph
.

639

τῇδε κατασκευάζειν ἰδέας. ὁ γὰρ τῶν δύο γνῶσιν σχεῖν μὴ δυνηθεὶς πολλῷ μᾶλλον τῶν τεττάρων οὐχ ἕξει· ἡ γὰρ γνῶσις τῶν ἐλαττόνων μᾶλ‐ λόν ἐστι καὶ πεπερασμενωτέρων. οὗτοι δὲ τὰς ἰδέας διὰ συστολὴν τῶν τῇδε πεποιηκότες λελήθασιν ἑαυτοὺς διπλασίονα λαμβάνοντες. εἴρηται δὲ
5περὶ τούτου ἐν τῷ μείζονι Α αὐτάρκως. εἰ μὲν οὖν χωριστάς τις ἀρχὰς τὰ εἴδη λέγει, ταῦτα συμβαίνει· εἰ δὲ μὴ χωριστὴν τῶν σωμάτων λέγει τὴν ζητουμένην ἀρχήν, τίνα ταύτην φήσειεν εἶναι εἰ μὴ τὴν ἀνείδεον ὕλην; αὕτη γὰρ ἐνεργείᾳ μὲν οὐδέν ἐστιν οὐδὲ ἔχει οἰκεῖόν τι εἶδος, δυνάμει δέ ἐστι πάντα, πλὴν οὐδέποτε χωρὶς εἴδους. εἰ οὖν τὴν ἀνείδεον ὕλην λέγει
10τις εἶναι τὴν ζητουμένην ἀρχήν, μᾶλλον ἔσται τὸ εἶδος ἀρχὴ τὸ ταύτην ὁρίζον καὶ κοσμοῦν, καὶ οὐχὶ αὕτη. ἀλλ’ οὐδὲ τὸ εἶδος δυνατὸν λέγειν εἶναι τὴν ζητουμένην ἀρχήν· ἡ γὰρ ζητουμένη ἀρχὴ ἀίδιος, πᾶν δὲ ἔνυλον εἶδος φθαρτόν. εἰ οὖν τις θείη τὴν ζητουμένην ἀρχὴν τὸ ἔνυλον εἶναι εἶδος, πᾶν δὲ ἔνυλον εἶδος φθαρτόν (ἔνυλα δὲ λέγω τὰ μετὰ τὴν σεληνια‐
15κὴν σφαῖραν), ὅλως οὐκ ἔσται ἀίδιος ἀρχὴ καὶ καθ’ αὑτὴν καὶ χωριστή. ἀλλ’ ἄτοπον· ἔστι γὰρ καὶ ζητεῖται ὑπὸ τῶν χαριεστάτων καὶ σοφωτάτων. ἄλλως τε εἰ μὴ ἔστι τοιαύτη ἀρχή, πῶς ἔσται τάξις, μηδενὸς ὄντος ἀιδίου καὶ μένοντος καὶ τάττοντος ἅπαντα ὥσπερ ἔχει; εἰ δὲ ἔστι τις οὐσία καὶ ἀρχὴ οἵαν ζητοῦμεν ἀίδιος καὶ χωριστή, καὶ μία καὶ ἡ αὐτὴ τῶν ἀιδίων
20ἐστὶν ἀρχὴ καὶ φθαρτῶν, ἀπορία πολλή, διὰ τί πάντων ἀπὸ μιᾶς ὄντων ἀρχῆς τὰ μέν ἐστι φθαρτὰ τὰ δὲ ἄφθαρτα· ἄτοπον γάρ. εἰ δὲ ἄλλη μὲν ἡ τῶν φθαρτῶν ἄλλη δὲ ἡ τῶν ἀφθάρτων ἀρχή, ἡ τῶν φθαρτῶν ἀρχὴ φθαρτή ἐστιν ἢ ἄφθαρτος. εἰ μὲν ἄφθαρτος, διὰ τί τὰ ἀπ’ αὐτῆς μὲν φθαρτά, τὰ δὲ ἀπὸ τῆς ἑτέρας ἄφθαρτα, ἀφθάρτων ἀμφοῖν οὐσῶν; εἰ δὲ
25φθαρτὴ ἡ τῶν φθαρτῶν ἀρχή, ἔσται τις ἄλλη εἰς ἣν φθαρήσεται, ἐκείνη δὲ φθαρτή ἐστιν ἢ ἄφθαρτος. εἰ μὲν ἄφθαρτος, διὰ τί τὰ ἀπ’ αὐτῆς φθαρτά; καὶ τοῦτο ὁμοίως ἐπὶ πάντων· εἰ δὲ πᾶσαι φθαρταί, εἰς ἄπειρον ἥξει· τοῦτο δὲ ὅτι ἀδύνατον δέδεικται ἐν τῷ ἐλάττονι α. εἰ δὲ δεῖ τὴν ζητουμένην ἀρχὴν ἀκίνητον εἶναι, τὸ δὲ ἓν καὶ ὂν ἀκίνητα δοκεῖ εἶναι,
30ταῦτα ἔσονται ἀρχαί. ἢ εἴ τις, φησί, ταῦτα ἀρχὰς θήσει, πρῶτον μέν, εἰ δέδεικται πολλάκις καὶ ἔτι δειχθήσεται ὅτι τὸ ὂν καὶ ἓν οὐ σημαίνει τόδε τι (καὶ τί δύναται τὸ τόδε τι ἐπήγαγεν οὐσίαν), εἰ οὖν μὴ σημαίνει ἑκά‐ τερον αὐτῶν οὐσίαν οὐδ’ ἔστιν οὐδέτερον τούτων οὐσία, οὐκ ἔσονται χω‐ ριστὰ καὶ καθ’ αὑτά. οὐδὲν γὰρ τῶν παρὰ τὴν οὐσίαν χωριστὸν καὶ καθ’
35αὑτό, ἀλλ’ ἐν τῇ οὐσίᾳ πᾶν τὸ τοιοῦτον τὸ εἶναι ἔχει· τὰς δὲ ἀιδίους καὶ πρώτας ἀρχὰς τοιαύτας ζητοῦμεν χωριστάς τε καὶ καθ’ αὑτάς. εἰ δέ ἐστιν οὐσία καὶ τὸ ὂν καὶ τὸ ἕν, καὶ διὰ τοῦτο καὶ ἀρχαί, πάντα ἔσονται ἀρχαί· ὡς γὰρ ὧν τὸ ζῷον κατηγορεῖται πάντα ἔμψυχα αἰσθητικά ἐστιν,
οὕτως εἴπερ εἰσὶν οὐσίαι τὸ ὂν καὶ τὸ ἕν, πάντα ὧν ταῦτα κατηγορεῖται639
in Metaph
.

640

οὐσίαι ἔσονται, καὶ ἔσται καὶ τὸ ποιὸν καὶ τὸ ποσὸν καὶ αἱ λοιπαὶ κατη‐ γορίαι οὐσία· ψεῦδος δὲ τὸ εἶναι πάντα οὐσίαν. τὸ δὲ π’ ἐνίων γὰρ καὶ τὸ ἓν κατηγορεῖται οὐ παρέργως πρόσκειται, ἀλλὰ διὰ τοὺς ἀριθμοὺς καὶ τὰ πλήθη. εἰ γὰρ καὶ μονάδες εἰσίν, ἐξ ὧν οἱ ἀριθμοὶ καὶ ἐξ ὧν τὰ
5πλήθη, ᾗ τοσάσδε ἐν ἑαυτῷ ὁ ἀριθμὸς ἔχει μονάδας, οὐκ ἔστιν εἷς· ὁμοίως καὶ ἐπὶ τοῦ πλήθους. ἔτι, φησί, τοῖς λέγουσι τὸ αὐτοὲν οὐσίαν, ἐκ δὲ τούτου καὶ τῆς ὕλης γεννῶσι τοὺς ἀριθμοὺς πρῶτον, φάσκουσί τε καὶ αὐτοὺς οὐσίας, ἐκ δὲ τῶν ἀριθμῶν πάλιν τἆλλα γεννῶσι, πῶς ἔσται τὸ λεγόμενον ἀληθές; ἐξ ὧν γὰρ λέγουσι, συμβαίνει τὴν δυάδα καὶ τοὺς λοι‐
10ποὺς ἀριθμοὺς ἓν εἶναι καὶ κατηγορεῖσθαι κατ’ αὐτῶν τὸ ἕν· ὡς γὰρ τὰ ἐξ ὕλης καὶ τοῦ ἀνθρωπείου εἴδους ὄντα ἄνθρωποί εἰσιν, οὕτως καὶ τὰ ἐκ τοῦ ἑνὸς καὶ τῆς ὕλης ἕν. πῶς δὲ ἐκ τοῦ ἑνὸς καὶ τῆς δυάδος ἤτοι τῆς ὕλης πρῶτον τοὺς ἀριθμοὺς ἐποίουν, ἐκ δὲ τῶν ἀριθμῶν τὰ ἄλλα, εἴρηται ἐν τῷ μείζονι Α. ἀλλὰ μὴν οὐδὲ γραμμὰς οὐδὲ ἐπιφανείας θετέον τὰς
15ζητουμένας ἀρχάς· οὐδὲν γὰρ τούτων χωριστὸν καὶ οὐσία ἐστίν, ἀλλὰ το‐ μαὶ μόνον, στιγμὴ γραμμῆς καὶ αὕτη ἐπιφανείας. ἄλλως τε καὶ πῶς ἄν τις τὴν στιγμὴν ἢ τὸ ταύτῃ ἰσοδυναμοῦν ἓν οὐσίαν ὑπολάβοι; πάσης γὰρ φυσικῆς οὐσίας ἐστὶ γένεσις, καὶ διὰ χρονικῆς παρατάσεως ἡ ὕπαρξις αὐ‐ τῆς γίνεται, τῆς δὲ στιγμῆς γένεσις οὐκ ἔστιν, ὡς πολλάκις δέδεικται ἐν
20τῇδε τῇ πραγματείᾳ. ἔτι, φησίν, ἔχει ἀπορίαν εἰ πᾶσα ἐπιστήμη περὶ τὰ καθόλου, ταὐτὸν δὲ εἰπεῖν περὶ ἀρχάς, οὐδὲν δὲ τῶν καθόλου ἐστὶν οὐσία, ὡς δέδεικται ἐν τῷ Ζ ταύτης τῆς πραγματείας, πῶς ἂν αἱ ἀρχαὶ οὐσίαι εἶεν. ζητοῦμεν δὲ τοιαύτας ἀρχὰς αἵτινες ἔσονται οὐσίαι καὶ αἱ κυρίως οὐσίαι. εἰ δὲ τοῦτο, οὐκ ἄρα εἰσὶν αἱ ζητούμεναι ἀρχαὶ τὰ καθόλου. ἡ
25μὲν οὖν διάνοια τοῦ παρέχει δ’ ἀπορίαν καὶ τὸ πᾶσαν μὲν ἐπιστή‐ μην εἶναι τῶν καθόλου καὶ τῶν ἑξῆς αὕτη, ἡ δὲ κατὰ μέρος αὐτῶν σαφήνεια τοιαύτη. πᾶσα ἐπιστήμη τῶν καθόλου ἐστὶ καὶ τοῦ τοιουδί, τουτέστι τοῦ ὁμοιώματος τῶν κατὰ μέρος (τὰ γὰρ καθόλου ὁμοιώματα καὶ ἀπομάξεις τῶν μερικῶν), ἡ δὲ οὐσία, ὡς δέδεικται ἐν τῷ Ζ, οὐκ ἔστι τῶν
30καθόλου, ἀλλὰ μερική. μᾶλλον γάρ, ἤτοι κυρίως γὰρ οὐσία τόδε τι, τουτέστι μερική ἐστι καὶ χωριστὴ καὶ καθ’ αὑτὸ ἀλλ’ οὐ τοιόνδε καὶ ὁμοίωμα. πανταχῇ γὰρ τὸ τόδε τι ἐπὶ τῆς οὐσίας τῷ Ἀριστοτέλει λαμ‐ βάνεται, ὥσπερ τὸ τοιόνδε ἐπὶ τῶν ποιοτήτων. τὰ δὲ ὁμοιώματα ποιότη‐ τες, τὸ δὲ καθόλου ὁμοίωμα· τὸ καθόλου ἄρα ὁμοίωμα καὶ ποιότης καὶ
35τοιόνδε. εἰ οὖν ἡ ἐπιστήμη περὶ ἀρχάς, αἱ δὲ ἀρχαὶ καθόλου, τὰ δὲ καθό‐ λου οὐκ οὐσίαι, αἱ ἀρχαὶ ἄρα οὐκ οὐσίαι. ἔτι, φησίν, ἔστι τι παρὰ τὸ σύνολον, λέγων σύνολον τὸ ἐξ ὕλης καὶ εἴδους, ἢ ο; εἰ γὰρ μὴ ἔστι τι παρὰ τὰ σύνολα, ταῦτα δὲ πάντα φθαρτά, ἄτοπον τὸ τὴν σοφίαν φθαρ‐ τῶν εἶναι· δεῖ γὰρ εἶναί τινων. εἰ δὲ ἔστι τι παρὰ τὸ σύνολον, τὸ εἶδος
40ἂν εἴη καὶ ἡ μορφή. τοῦτο δὲ ἐπὶ τίνων μὲν χωρίζεται, ἐπὶ τίνων δ’ οὔ,640
in Metaph
.

641

οὐ ῥᾴδιον συνιδεῖν· ἐπ’ ἐνίων γὰρ δῆλον ὡς οὐκ ἔστι χωριστὸν τὸ εἶδος, οἷον ἐπὶ οἰκίας. ἐπεὶ δὲ αἱ λογικαὶ ψυχαὶ εἴδη εἰσὶ τῶν ἐχόντων αὐτάς, ὥσπερ καὶ αἱ ἄλογοι τῶν ἀλόγων, οὐ δέδεικται δέ που ἐν ταύτῃ τῇ πραγματείᾳ εἰ χωρίζονται, προσέθηκε τὸ π’ ἐνίων, ἴσον λέγων ὡς εἰ μὴ
5ἐπὶ πάντων ἐστὶ φανερὸν εἴτε χωρίζονται τὰ εἴδη εἴτε μή, ἐπ’ ἐνίων δ’ οὖν φανερὸν ὥς εἰσιν ἀχώριστα. ἔτι, φησίν, αἱ ἀρχαὶ τῷ εἴδει εἰσὶν αἱ αὐταὶ ἢ τῷ ἀριθμ. εἰ μὲν γὰρ ἀριθμῷ, ἓν ἔσται πάντα, τουτ‐ έστιν οὐκ ἔσται πλῆθος· ἐπειδὴ γὰρ τὰ ἄλφα τῷ μὲν εἴδει ἐστὶν ἓν τῷ δὲ ἀριθμῷ πολλά, διὰ τοῦτό εἰσι καὶ πολλαὶ συλλαβαὶ ἔχουσαι τὸ α, ὡς
10τὸ Ἀρίσταρχος, Ἀριστοτέλης· εἰ δὲ ἓν ἦν τῷ ἀριθμῷ τὸ α, μία ἂν ἦν συλλαβὴ ἢ ἓν ὄνομα ἢ εἷς λόγος, ἐν ᾧ ἂν τὸ α ηὑρίσκετο. ἀλλὰ περὶ τούτου εἴρηταί μοι ἐν τῷ Β πλατύτερον· ἐμνήσθη γὰρ τούτου καὶ ἐκεῖσε. p. 1060b31 Ἐπεὶ δέ ἐστιν ἡ τοῦ φιλοσόφου ἐπιστήμη τοῦ ὄντος ᾗ ὂν καθόλου καὶ οὐ κατὰ μέρος.
15 Θεὶς τὰς ἀπορίας ἐντεῦθεν ἐπάγει τὰς λύσεις τούτων, καὶ πρῶτον τῆς λεγούσης πότερον τῆς μιᾶς ἐστιν ἐπιστήμης θεωρῆσαι τὴν τοῦ ὄντος ᾗ ὂν φύσιν ἢ οὔ. καὶ δείκνυσιν ὅτι μιᾶς ἐστι, λέγων ὅτι τὸ ὂν οὐχ ὁμωνύμως καθ’ ὧν λέγεται κατηγορεῖται, οὔτε μὴν συνωνύμως, ἀλλ’ ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ἅπερ εἰσὶ μεταξὺ τῶν συνωνύμων καὶ ὁμωνύμων. τὰ μὲν γὰρ
20ὁμώνυμα μόνου τοῦ ὀνόματος κοινωνεῖ, τὰ δὲ συνώνυμα καὶ ὀνόματος καὶ πράγματος· τὰ δὲ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν οὔτε ταὐτά εἰσι τοῖς συνωνύμοις (ἐκοινώνει γὰρ ἂν καὶ τῆς φύσεως σὺν τῷ ὀνόματι) οὔτε μὴν τοῖς ὁμω‐ νύμοις· μόνου γὰρ ἂν τοῦ ὀνόματος ἐκοινώνουν. αἱ οὖν δέκα κατηγορίαι ὧν τὸ ὂν κατηγορεῖται οὔτε συνώνυμοί εἰσιν (αἱ αὐταὶ γὰρ ἂν ἦσαν καὶ
25οὐκ ἂν διέφερεν ἡ οὐσία τοῦ ποσοῦ οὔτε αὖ τὸ ποσὸν τῆς οὐσίας, οὐδὲ αἱ λοιπαὶ ἀλλήλων)· ἀλλὰ μὴν οὐδὲ ὁμωνύμως αὐτῶν τὸ ὂν κατηγορεῖται· μετέχουσι γὰρ ὀντότητος καί εἰσιν ἐν ὑπάρξει καὶ τῆς τοῦ ὄντος οὐ πάντῃ ἐστέρηνται φύσεως, ἀλλ’ οὐ πρώτως, ἀλλὰ πρώτως μὲν ἡ οὐσία, δευτέρως δὲ καὶ αἱ λοιπαὶ ἐννέα κατηγορίαι. ὥστε ᾗ μὲν μετέχουσι τοῦ ὄντος καὶ
30ᾗ εἰσι, ταύτῃ ἀφεστήκασι τῶν ὁμωνύμων, ᾗ δὲ οὔκ εἰσιν αἱ αὐταὶ τῇ οὐσίᾳ ἀλλ’ ἕτεραι καὶ χωρὶς αὐτῆς ἢ εἶναι ἢ ὑφίστασθαι οὐ δύνανται, ταύτῃ ἠλλοτρίωνται τῆς τῶν συνωνύμων φύσεως. ἐπεὶ οὖν τὰ ὄντα καὶ τοῦ ὀνόματος ὡς εἴρηται κοινωνοῦσι καὶ τῆς φύσεως αὐτοῦ, οὐδὲν κωλύει μίαν αὐτῶν εἶναι ἐπιστήμην. ὅτι δὲ τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἓν μίαν εἶναι
35ἐπιστήμην δυνατόν ἐστιν, ἔδειξεν ἐν τῷ Β ταύτης τῆς πραγματείας. ἀλλ’ ἡ μὲν τῶν λεγομένων ἔννοια τοιαύτη ἂν εἴη· τὰ δὲ κατὰ τὴν λέξιν τοι‐ αῦτα. ἐπειδὴ ἡ σοφία τοῦ ἁπλῶς ὄντος ἐστὶν ᾗ ὂν καὶ οὐ τινὸς ὄντος
(περὶ γὰρ τὸ τὶ ὂν γεωμετρία ἐστὶ καὶ φυσικὴ καὶ αἱ λοιπαὶ αἱ κατὰ641
in Metaph
.

642

μέρος), ἐπεὶ οὖν ἡ πρώτη φιλοσοφία τοῦ ὄντος ᾗ ὄν ἐστι θεωρητική (οὐ γὰρ ᾗ βαρύτητα ἔχει ἢ καθὸ θερμότητα ἢ ἄλλην τινὰ τῶν αἰσθητῶν ἐν‐ αντιώσεων τοῦτο θεωρεῖ, ἀλλ’ ᾗ μόνον ὄν ἐστι καὶ ὀντότητος καὶ ὑπάρξεως μετέχει), τὸ δὲ ὂν λέγεται πολλαχῶς καὶ οὐ καθ’ ἕνα τρόπον, τουτέστιν
5οὐ λέγεται συνωνύμως καθ’ ὧν λέγεται· εἰ μὲν οὖν τὸ ὄν, φησίν, ὁμω‐ νύμως καθ’ ὧν λέγεται ἐκατηγορεῖτο καὶ κατὰ μηδὲν κοινόν, τουτέστιν εἰ μὲν τὰ ὄντα μόνου τοῦ ὀνόματος τοῦ ὄντος μετεῖχον, τῆς δὲ φύσεως τοῦ ὄντος πάντῃ πάντως ἠλλοτρίωντο, ὥστε μὴ ἐν ὑπάρξει εἶναι μηδὲ ὀντό‐ τητος μετέχειν ἀλλ’ εἶναι ταύτης ἐστερημένα, εὔλογον τὸ λέγειν μὴ εἶναι
10αὐτῶν μίαν ἐπιστήμην, ἅτε ὁμώνυμα ὄντα καὶ μὴ κοινωνοῦντα γένους τινὸς καὶ ὑποκειμένου· ὧν γὰρ οὐχ ἓν τὸ γένος καὶ τὸ ὑποκείμενον, τού‐ των οὐκ ἔστι μία ἐπιστήμη. ἐπεὶ δὲ οὐκ ἔστιν ὁμώνυμα ἀλλὰ σὺν τῷ ὀνόματι καὶ κατὰ κοινόν τί εἰσιν ὄντα, κατ’ αὐτὸ δὴ καθ’ ὃ μετέχουσιν ὑπάρξεώς τινος εἴη ἂν ὑπὸ μίαν ἐπιστήμην καὶ ἔσται αὐτῶν μία ἐπιστήμη
15ἡ σοφία. ταῦτα εἰπὼν διὰ παραδείγματος σαφηνίζει πῶς ἐνδέχεται τοῦ ὄντος εἶναι μίαν ἐπιστήμην καὶ πῶς ὅλως ὄντα λέγεται, λέγων ‘ὡς γὰρ ἰατρικὸν λέγεται ὄργανον καὶ ἰατρικὸν θεώρημα καὶ ὑγιεινὸν οὖρον καὶ ὑγιεινὸν φάρμακον καὶ ὑγιεινὸν σιτίον, καὶ ἕκαστος τῶν τρόπων τούτων ὁ μὲν λέγεται ἀπὸ τοῦ ἰατρικοῦ ἔργου τοῦ ἐν τῷ νοσοῦντος σώματι γεγονό‐
20τος ὑπὸ τοῦ ἰατροῦ (ἀπ’ αὐτοῦ γὰρ καὶ τὸ φάρμακον καὶ τὰ λοιπὰ λέγεται ἰατρικά), ὁ δὲ ἀπὸ τῆς ὑγιείας (ἀπὸ ταύτης γὰρ ὑγιεινὸν ὠνόμασται σιτίον καὶ οὖρον), οὕτω καὶ τὰ ὄντα ἀπὸ ἑνός τινος, τῆς οὐσίας, ἥπερ κυρίως ὄν ἐστι, τὴν προσηγορίαν ταύτην εἴληφε· διὰ γὰρ τὸ ἕξεις εἶναι αὐτῆς ἢ πάθη λέγεται ὄντα.‘ ἐστὶ δὲ πάθος μὲν ὅταν θερμαίνηταί τι ἐπιπολαίως,
25διάθεσις δὲ ὅταν διατεθῇ κατὰ τὴν θερμότητα ὡς καὶ λέγεσθαι θερμόν, ἕξις δὲ ὅταν μόνιμος ἡ διάθεσις γένηται. p. 1061a10 Ἐπεὶ δὲ παντὸς τοῦ ὄντος πρὸς ἕν τι καὶ κοινὴ ἀνα‐ γωγὴ γίνεται. Τὸ λεγόμενον τοιοῦτον ἂν εἴη. ὥσπερ τὰ παρὰ τὴν οὐσίαν (εἰσὶ δὲ
30ταῦτα ποσὸν ποιὸν ποῦ καὶ αἱ λοιπαὶ κατηγορίαι) διὰ τὸ πάθη ἢ ἕξεις εἶναι τῆς οὐσίας πρὸς ταύτην τε ἀνάγεται καὶ διὰ ταύτην ὄντα λέγεται, οὕτω καὶ ἑκάστη πασῶν τῶν ἐναντιώσεων, θερμότης ψυχρότης ξηρότης ὑγρότης ἰσότης ἀνισότης καὶ αἱ λοιπαί, πρὸς τὰς πρώτας διαφορὰς καὶ πρώ‐ τας τοῦ ὄντος ἐναντιώσεις ἀναχθήσονται καὶ ἀπὸ τούτων ἐναντιώσεις ῥη‐
35θήσονται· ὡς γὰρ τὰ ὄντα πρὸς τὴν οὐσίαν, οὕτως αἱ ἐναντιώσεις πρὸς τὴν πρώτην τοῦ ὄντος ἐναντίωσιν. τὰ δὲ ὄντα διὰ τὴν οὐσίαν καὶ λέγεται καὶ ἔστιν ὄντα· καὶ αἱ ἐναντιώσεις ἄρα διὰ τὴν αὐτῆς πρώτην ἐναντίωσιν
ῥηθήσονται ἐναντιώσεις. αὗται δέ, φησίν, αἱ πρῶται τοῦ ὄντος ἐναντιώσεις642
in Metaph
.

643

εἴτε τὸ πλῆθος καὶ ἕν εἰσιν εἴτε ἡ ὁμοιότης καὶ ἡ ἀνομοιότης εἴτε ἄλλαι τινές, ἔστωσαν τεθεωρημέναι. εἴρηκε γὰρ τίνες αὗταί εἰσιν ἐν τῷ Περὶ τἀγαθοῦ ἐπιγραφομένῳ αὐτοῦ βιβλίῳ. ἐπεὶ δὲ τὰ ὄντα οὐ μόνον πρὸς τὸ κυρίως ὄν, τὴν οὐσίαν, ἀνάγεται καὶ ἀπ’ αὐτῆς ὄντα λέγεται, ἀλλὰ καὶ
5πρὸς τὸ κυρίως ἕν, ὅπερ καὶ αὐτὸ ἡ οὐσία ἐστίν, οὐδέν, φησί, διαφέρει εἴτε πρὸς τὸ ὂν τὴν τοῦ ὄντος ἤτοι τῶν ὄντων ἀναγωγὴν ποιούμεθα εἴτε πρὸς τὸ ἕν· καὶ γὰρ καὶ ἀπὸ τοῦ ὄντος ἕνα λεχθήσεται καὶ ἀπὸ τοῦ ἑνὸς ὄντα. εἰ γὰρ καὶ ὡς ἓν καὶ ὡς ὄντα λεγόμενα ἕτερά εἰσι κατ’ αὐτὴν τὴν προφορὰν τοῦ λόγου καὶ οὐ ταὐτά, ἀλλὰ τῇ γε φύσει ταὐτόν ἐστι τὸ ὂν
10καὶ ἕν. καὶ ἐπεὶ καὶ ὁ βροτὸς καὶ ὁ ἄνθρωπος ἕτερα μὲν ἂν δόξαιεν κατ’ αὐτὴν τὴν τῶν δι’ ὧν δηλοῦνται στοιχείων ἐκφώνησιν (ἐστὶ γὰρ ἀρκτικὸν μὲν τοῦ βροτὸς τὸ βῆτα, τοῦ δὲ ἄνθρωπος τὸ ἄλφα), ἀλλ’ οὐ διὰ τοῦτο καὶ ἕτερά εἰσιν· οὕτως οὐδὲ τὸ ὂν καὶ τὸ ἓν ἕτερα ἔσται, διότι ὑπ’ ἄλ‐ λων μὲν τὸ ὂν δηλοῦται στοιχείων ὑπ’ ἄλλων δὲ τὸ ἕν, ἀλλ’ ἔσονται τὰ
15αὐτά· ὃ γὰρ ὄν ἐστι τοῦτο καὶ ἓν καὶ ὅπερ ἓν καὶ ὄν. κατὰ δὲ τὴν λέξιν τὴν εἰ γὰρ καὶ μὴ ταὐτόν ἐστι τὸ ὂν καὶ ἓν ἐλλείποι ἂν τὸ τῇ ἐκφω‐ νήσει καὶ τοῖς δι’ ὧν δηλοῦνται στοιχείοις, ἀλλ’ ἕτερα, ὅμως ἀντιστρέφει καὶ εἴ τι ὄν ἐστι καὶ ἕν ἐστι καὶ εἴ τι ἓν καὶ ὄν. p. 1061a18 Ἐπεὶ δ’ ἐστὶ τὰ ἐναντία πάντα τῆς αὐτῆς καὶ μιᾶς
20ἐπιστήμης θεωρῆσαι· λέγεται γὰρ ἕκαστον αὐτῶν κατὰ στέρησιν· καίτοι γε ἔνια ἀπορήσειέ τις ἄν. Ἀσάφειαν πεποίηκε τὸ καίτοι γε κείμενον· ἔσται δὲ σαφὲς τὸ λεγό‐ μενον, εἰ τὸ καίτοι γε ἀφέλωμεν, ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον ἐπεὶ δέ ἐστι τὰ ἐναντία πάντα τῆς αὐτῆς καὶ μιᾶς ἐπιστήμης θεω‐
25ρῆσαι, λέγεται δ’ ἕκαστον αὐτῶν κατὰ στέρησιν, ἀπορήσειέ τις ἂν πῶς λέγεται κατὰ στέρησιν καὶ τὰ ἑξῆς. ὃ δὲ ζητεῖ τοιοῦτον ἂν εἴη. ἐπειδὴ τὰ ἐναντία λέγεται κατὰ στέρησιν (ἐπὶ πάσης γὰρ ἐναντιώ‐ σεως τὸ χεῖρον αὐτῶν στέρησιν καλεῖ· ἐπὶ μὲν γὰρ τῆς τοῦ λευκοῦ καὶ μέλανος ἐναντιώσεως τὸ μὲν μέλαν στέρησιν τὸ δὲ λευκὸν εἶδος καὶ ἕξιν,
30καὶ τὸ μὲν φῶς ἕξιν τὸ δὲ σκότος στέρησίν φαμεν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως), ἐπεὶ οὖν πάσης ἐναντιώσεως τὸ ἕτερον λέγεται κατὰ στέρησιν, φαμὲν δὲ καὶ τὸ φαιὸν ἐναντίον τῷ λευκῷ, καὶ ἁπλῶς τὰ μεταξὺ ἐναντία τοῖς ἄκροις, ἔσται καὶ τὸ φαιὸν στέρησις καὶ πᾶν μεταξύ. εἰ οὖν καὶ τὸ μέλαν στέρησίς ἐστι τοῦ λευκοῦ, ἔστι δὲ τοῦ λευκοῦ στέρησις καὶ τὸ φαιόν,
35ἔσται τὸ μέλαν καὶ τὸ φαιὸν ταὐτόν· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἀπο‐ ρήσειέ τις ἂν πῶς λέγεται κατὰ στέρησιν, ὧν ἐστιν ἀνὰ μέσον, τουτέστιν, ὧν ἐναντίων ἔστι τι μεταξύ, πῶς τὸ μεταξὺ στέρησις τοῦ κρείτ‐
τονος τῆς ἐναντιώσεως λεχθήσεται; ἀνάγκη γάρ, εἰ ἐναντίον τὸ μέσον λέ‐643
in Metaph
.

644

γεται, καὶ στέρησιν λέγεσθαι. ταύτην τὴν ζήτησιν λύων λέγει ὅτι καὶ τὸ φαιὸν στέρησίς ἐστι τοῦ λευκοῦ, ἀλλ’ οὐχ ὥσπερ τὸ μέλαν· τὸ γὰρ μέλαν παντελῶς στέρησιν ἔχει τοῦ λευκοῦ, τὸ δὲ φαιὸν πῇ ἐστέρηται τοῦ λευκοῦ. ἀσαφῶς δὲ καὶ περινενοημένως ἀπήγγελται τὸ περὶ πάντα δὴ τὰ τοι‐
5αῦτα τὴν στέρησιν δεῖ τιθέναι, μὴ τοῦ ὅλου λόγου, τοῦ τελευ‐ ταίου δὲ εἴδους· καὶ εἴη ἂν τὸ λεγόμενον, περὶ πάντα τὰ τοιαῦτα, λέ‐ γων τὰ τοιαῦτα τὰ ἔμμεσα ἐναντία, περὶ δὴ τὰ ἔμμεσα ἐναντία τὴν στέ‐ ρησιν δεῖ τιθέναι, λέγων ἐνταῦθα στέρησιν τὸ φαιὸν ἢ ὅ τι ἂν εἴη τὸ μεταξύ· περὶ οὖν τὰ ἔμμεσα ἐναντία τὸ μεταξὺ αὐτῶν οὕτως δεῖ στέρησιν
10λέγειν, μὴ ὥστε δύνασθαι τὸν ὅλον λόγον τοῦ τελευταίου εἴδους ἤτοι τοῦ μέλανος ἀναδέξασθαι, ὥστε λέγεσθαι τὸ φαιὸν χρῶμα συγκριτικὸν ὄψεως καὶ διὰ τοῦτο ἀμέτοχον εἶναι παντελῶς τοῦ ὁρισμοῦ τοῦ λευκοῦ, οὐχ οὕτω ταῦτα χρὴ στερήσεις λέγειν, ἀλλ’ οὕτως· γινέσθω δὲ ἡμῖν ὁ λόγος ἐπὶ τοῦ λευκοῦ καὶ μέλανος· οὐχ οὕτω λεκτέον τὸ φαιὸν στέρησιν, ὥστε μηδ’
15ὅλως ἐπιδέχεσθαι τὸν τοῦ λευκοῦ ὁρισμόν, ἀλλὰ δύνασθαι μὲν τὸν τοῦ λευκοῦ ἐπιδέχεσθαι ὁρισμόν, οὐχ ὅλον δέ (ἦν γὰρ ταὐτὸν τὸ φαιὸν τῷ λευκῷ) ἀλλὰ πῇ. τοῦ τελευταίου οὖν εἴδους, λέγω δὴ τοῦ μέλανος, ἐστὶν ὅλος ὁ λόγος ὁ χρῶμα συγκριτικὸν ὄψεως λέγων, τοῦ δὲ φαιοῦ οὐδαμῶς· καὶ διὰ τοῦτο δύναται τὸ φαιόν πῃ δέξασθαι τὸν τοῦ λευκοῦ ὁρισμόν· καὶ εἴη
20ἂν ὁ τοῦ φαιοῦ ὁρισμὸς χρῶμά πῃ διακριτικὸν ὄψεως. ὥστε οὐκ ἔστι τὸ φαιὸν οὕτω στέρησις λευκοῦ, ὥσπερ τὸ μέλαν, οὐδὲ ἐστέρηται ὅλου τοῦ ὁρισμοῦ τῆς λευκότητος. τελευταῖον δὲ εἶδος εἶπε τὸ μέλαν ἢ ὅτι μετὰ τὸ φαιὸν τὸ μέλαν ἐστίν, ἢ τελευταῖον ἀντὶ τοῦ ἔσχατον· ἔσχατον γὰρ καὶ τέλος μελάνσεως τὸ μέλαν, ὥσπερ καὶ λευκάνσεως τὸ λευκόν. ὃ μὲν οὖν
25διὰ τούτων εἰπεῖν βούλεται, τοιοῦτον ἂν εἴη· αὐτὸς δὲ τὸν λόγον ἐπὶ τοῦ δικαίου καὶ ἀδίκου πεποίηκε λέγων οἷον εἰ ἔστιν ὁ δίκαιος ὁ καθ’ ἕξιν τινὰ πειθαρχικὸς τοῖς νόμοις, τουτέστιν, εἰ ἔστι δικαίου ὁρισμὸς τὸ καθ’ ἕξιν τινὰ πειθαρχεῖν τοῖς νόμοις, οὐ πάντως ὁ ἄδικος (λέγων ἄδικον τὸν μήτε δίκαιον μήτε ἄδικον, ἀλλὰ τὸν μέσον ὄντα δικαίου καὶ ἀδίκου), οὐ
30πάντως οὖν, φησίν, ὁ μεταξὺ δικαίου καὶ ἀδίκου ἐστερημένος ἔσται ὅλου τοῦ λόγου καὶ ὁρισμοῦ τοῦ δικαίου, ὥσπερ οὐδὲ τὸ φαιὸν τοῦ τῆς λευκότητος, ἀλλ’ ἔσται ὁ μεταξὺ δικαίου καὶ ἀδίκου ὁ ἐκλείπων πῃ περὶ τὸ πειθαρ‐ χεῖν τοῖς νόμοις· ὥστε ᾗ μὲν ὅλως πειθαρχεῖ ἀφέστηκε τοῦ μηδ’ ὅλως πειθαρχοῦντος ἀδίκου, ᾗ δὲ ἐκλείπει καὶ οὐ πάντῃ ὡς ὁ δίκαιος πειθαρχεῖ
35οὐκ ἔστιν ὁ αὐτὸς τῷ δικαίῳ. καὶ κατὰ τοῦτο καθ’ ὃ ἐκλείπει πῃ περὶ τὸ πειθαρχεῖν τοῖς νόμοις, ὑπάρξει αὐτῷ ἡ στέρησις τοῦ δικαίου. πρόσ‐ κειται δ’ ἐν τῷ τοῦ δικαίου ὁρισμῷ τὸ καθ’ ἕξιν, ὅτι πράξειεν ἄν τις τὰ δικαίου καὶ ἄκων βιαζόμενος· ἀλλ’ οὐχ οὗτος ὁ δίκαιος ἀλλ’ ὁ ἀπὸ
ἕξεώς τινος ταῦτα πράττων. τὸ δὲ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν644
in Metaph
.

645

ἄλλων εἴρηται ἀντὶ τοῦ καὶ ἐπὶ τῶν λοιπῶν τῶν μεταξύ τινων ὄντων, οἷον φαιοῦ χλιαροῦ καὶ τῶν ὁμοίων· οὕτω γὰρ καὶ αὐτὰ στερήσεις δεῖ λέ‐ γειν ὥσπερ εἴρηται. p. 1061a28 Καθάπερ δὲ ὁ μαθηματικὸς περὶ τὰ ἐξ ἀφαιρέσεως
5τὴν θεωρίαν ποιεῖται. Διὰ τούτων δύο τινὰ ὁμοῦ διδάσκει, πῶς ὁ φιλόσοφος τό τε ὂν σκο‐ πεῖ καὶ τὴν περὶ τούτου θεωρίαν ποιεῖται, καὶ πῶς ἐπιστήμης ἐστὶ μιᾶς θεωρῆσαι τὸ ὂν ᾗ ὄν, λέγων καθάπερ ὁ μαθηματικὸς ἀφελὼν τῷ λόγῳ ἀπὸ τῶν σωμάτων σκληρότητας βαρύτητας μαλακότητας θερμότητας καὶ
10ὅλως τὰ αἰσθητά, ἤτοι τὰς αἰσθητὰς ἐναντιώσεις, μόνον καταλείπει τὸ συνεχὲς μέγεθος, τοῦτο δ’ ἐστὶ γραμμαὶ ἐπίπεδα στερεά (τούτων γάρ ἐστι δηλωτικὸν τὸ τῶν μὲν ἐφ’ ἓν τῶν δ’ ἐπὶ δύο τῶν δ’ ἐπὶ τρία) καὶ τὰ τούτοις ᾗ ποσά ἐστι καὶ συνεχῆ καθ’ αὑτὰ ὑπάρχοντα σκοπεῖ (ᾗ γὰρ ποσὸν ἕκαστον τούτων καὶ ᾗ συνεχές, ἀλλ’ οὐχ ᾗ βαρὺ οὐδ’ ᾗ λευκὸν τὰ
15τούτοις συμβεβηκότα σκοπεῖ), ὥσπερ οὖν ὁ μαθηματικός, οὕτω καὶ ὁ φι‐ λόσοφος, τὰ συμβεβηκότα καθ’ αὑτὸ τῷ ὄντι θεωρῶν, οὐχ ᾗ κινούμενόν ἐστιν οὐδ’ ᾗ ἄλλο τι τοῦτό τε καὶ τὰ τούτῳ ὑπάρχοντα θεωρεῖ, ἀλλ’ ᾗ ὄντα καὶ ᾗ ὀντότητος μετέχει· ὥστε τὰ τῷ ὄντι ᾗ ὂν συμβεβηκότα καὶ τὰς τούτου ἐναντιώσεις, εἴτε τὸ ἕν εἰσι καὶ τὸ πλῆθος εἴτε ἄλλο τι, θεω‐
20ρεῖν οὐκ ἄλλης τινός ἐστι πλὴν τῆς σοφίας. ἡ μὲν γὰρ φυσικὴ οὐχ ᾗ ὄντα ταῦτα θεωρεῖ, ἀλλ’ ᾗ ἔχει ἐν ἑαυτοῖς ἀρχὴν καθ’ ἣν δύναται κινεῖ‐ σθαι· ἥ τε διαλεκτικὴ καὶ ἡ σοφιστικὴ περὶ τὰ συμβεβηκότα τοῖς οὖσίν ἐστιν, οὐχ ᾗ δὲ ὄντα ταῦτα θεωρεῖ, ἀλλ’ εἴτε συμβέβηκε τῳδὶ τῷ ὑπο‐ κειμένῳ εἴτε μὴ τὴν θεωρίαν ποιεῖται· ὥστε λείπεται τὸν φιλόσοφον εἶναι
25θεωρητικὸν τοῦ ὄντος καὶ τῶν τοιούτων ἐναντιώσεων ᾗ ὄντα εἰσίν. ἀλλ’ ἡ μὲν τῶν λεγομένων διάνοια τοιαύτη τις ἂν εἴη. κατὰ δὲ τὴν λέξιν ὅταν λέγῃ τῶν μὲν γὰρ τὰς πρὸς ἄλληλα θέσεις σκοπεῖ καὶ τὰ ταύ‐ ταις ὑπάρχοντα, τῶν μὲν λέγοι ἂν τῶν γραμμῶν· σκοπεῖ γὰρ ὁ μαθη‐ ματικὸς τὴν τῶν κύκλων θέσιν, πότερον οὕτω κεῖνται ὥστε καθ’ ἓν ση‐
30μεῖον ἀλλήλων ἅπτεσθαι ἢ ὥστε ἀλλήλους τέμνειν· ἀλλὰ καὶ αἱ εὐθεῖαι οὕτω κεῖνται ὡς ἀμβλεῖαν φέρε εἰπεῖν περιέχειν γωνίαν ἢ οὔ, καὶ πότερον αἱ εὐθεῖαι αἵδε σύμμετροί εἰσιν ἢ οὔκ εἰσι, πότερον οἱ ἐκκείμενοι ἀριθμοὶ ἡμιόλιον ἔχουσι πρὸς ἀλλήλους λόγον ἢ ἐπίτριτον ἢ ἄλλον ποιόν. ὥσπερ δὲ ἐπὶ τῶν ποσῶν ἑτέρου ὄντος τοῦ ἐφ’ ἑνὸς συνεχοῦς τῶν ἐπὶ δύο συνε‐
35χῶν, καὶ ταῦτα τῶν ἐπὶ τρία, μιᾶς ἐστι τῆς γεωμετρίας περὶ αὐτῶν θεω‐ ρεῖν (καὶ σημειωτέον ὅπως ἣν οἱ νεώτεροι στερεομετρίαν φασί, γεωμετρίαν
αὐτὸς φάσκει), οὕτω καὶ ἐπὶ τοῦ ὄντος, καίτοι ἑτέρων οὐσῶν τῶν ἐννέα645
in Metaph
.

646

κατηγοριῶν τοῦ ποιοῦ καὶ τοῦ ποσοῦ καὶ τῶν λοιπῶν τῆς τε οὐσίας καὶ ἀλλήλων, οὐδὲν κωλύει μιᾶς εἶναι τὸ περὶ αὐτῶν θεωρεῖν. p. 1061b17 Ἐπεὶ δὲ καὶ ὁ μαθηματικὸς χρῆται τοῖς κοινοῖς ἰδίοις. Κοινὰ λέγει τὰ ἀξιώματα, τό τε ἀπὸ ἴσων ἴσα ἂν ἀφαιρεθῇ, τὰ κατα‐
5λειπόμενα ἴσα ἐστί, καὶ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις, καὶ τὰ λοιπά. ἰδίοις δὲ λέγοι ἄν, ἐπειδὴ τὰ τῷ αὐτῷ ἴσα ὁ γεωμέτρης ἰδίως ἐπὶ γραμ‐ μῶν λαμβάνει, καὶ ὡς ἐπὶ αὐταῖς μόναις ἀληθεῦον· εἰ δὲ ἐπὶ ἀριθμοῖς, οὐδὲν ὅλως προσλογίζεται. ὁμοίως καὶ ὁ ἀριθμητικὸς ὡς ἐπὶ μόνοις τοῖς ἀριθμοῖς ἀληθεῦον τοῦτο θεωρεῖ, εἰ δὲ ἐπὶ γραμμαῖς, οὐ φροντίζει. καὶ
10ταῦτα μὲν πρὸς τὴν λέξιν. ἡ δὲ τῶν λεγομένων διάνοια σαφής. ἔστι δὲ τὰ λεγόμενα· ἐπεὶ γὰρ καὶ ὁ μαθηματικὸς πρὸς τῷ φυσικῷ καὶ τοῖς λοι‐ ποῖς ἐπιστήμοσι χρῆται ταῖς ἀρχαῖς ὡς ἀληθέσιν ἀναποδείκτως, ὁ φιλό‐ σοφος οὐ ποιήσει τοῦτο, ἀλλ’ ἐπισκέψεται καὶ δείξει τὰς τοιαύτας ἀρχάς, ὡς ἐνδέχεται δειχθῆναι. τὸ μὲν οὖν ἀπὸ τῶν ἴσων ἴσα ἂν ἀφαιρεθῇ, ἴσα
15τὰ λειπόμενα, κοινὸν μέν ἐστιν, ὥσπερ εἴπομεν, ἐπὶ πάντων καὶ χρῶνται αὐτῷ πᾶσαι αἱ ἐπιστῆμαι, ὁ δὲ μαθηματικὸς ποιεῖται τὴν τούτων θεωρίαν ὡς χρησίμων ὄντων εἰς μόνην τὴν ὑποκειμένην τοῖς μαθήμασιν ὕλην καὶ τῶν ταύτῃ καθ’ αὑτὰ ὑπαρχόντων, οὐχ ᾗ δὲ ὄντα ἐστὶ σκοπεῖ τὰς γραμ‐ μὰς καὶ γωνίας καὶ ἐπίπεδα, αἵπερ εἰσὶν ὕλη τῇ μαθηματικῇ, ἀλλ’ ᾗ
20συνεχὲς ἕκαστον αὐτῶν ἐστιν, εἴτε φ’ ἓν ὡς ἡ γραμμή, εἴτε ἐπὶ δύο ὡς ἡ ἐπιφάνεια, εἴτε ἐπὶ τρία ὡς τὸ στερεόν. ἀλλ’ ἡ μὲν μαθηματικὴ καὶ αἱ λοιπαὶ περὶ τὰ μερικά εἰσι, καὶ οὕτως εἰσὶ περὶ αὐτά, ὥσπερ εἴρη‐ ται, ἡ δὲ φιλοσοφία τὰ μερικὰ οὐ θεωρεῖ, οὐδὲ σκοπεῖ εἰ ἑκάστῳ τούτων συμβέβηκέ τι· εἰ δὲ καὶ σκοπεῖ τὰ καθ’ ἕκαστα, ἀλλὰ περὶ ἕκαστον τῶν
25τοιούτων θεωρεῖ ᾗ ὄντα ἐστί. καὶ ὥσπερ ἡ μαθηματικὴ τὰ οἰκεῖα αὐτῇ θεωρεῖ οὐχ ᾗ ὄντα ἀλλ’ ᾗ ἐφ’ ἕν εἰσι συνεχῆ ἢ καθὸ ἐπὶ δύο ἢ ἐπὶ τρία, οὕτω καὶ ἡ φυσικὴ τὰ συμβεβηκότα τοῖς φυσικοῖς καὶ τὰς ἀρχὰς τῶν φυσικῶν (ταῦτα γὰρ εἶπεν ὄντα· οὐ γὰρ μὴ ὄντα τὰ φυσικά) θεωρεῖ οὐχ ᾗ ὄντα, ἀλλ’ ᾗ κινούμενα καὶ ᾗ ἀρχὴν ἔχει τοῦ κινεῖσθαι. ἡ δὲ
30πρώτη ἐπιστήμη τὰ φυσικά πως θεωρεῖ οὐχ ᾗ κινεῖται οὐδὲ ᾗ ἀρχὴν ἔχει τοῦ κινεῖσθαι ἀλλ’ ᾗ ὄντα εἰσίν. εἰ τάχα δὲ ἡ μὲν μαθηματικὴ τὰ ὄντα, γραμμάς φημι καὶ τὰ ὅμοια, ὡς συνεχῆ θεωρεῖ, ἡ δὲ φυσικὴ ὡς κινούμενα, καὶ οὐδετέρα τούτων ὡς ὄντα ᾗ ὄντα θεωρεῖ, ἀλλ’ οὖν ἐπειδὴ ἀποδείκνυσι καὶ ὁ μαθηματικὸς καὶ ὁ φυσικός, καὶ οὐδέποτε ψεύδονται,
35ὥσπερ ὁ διαλεκτικὸς καὶ ὁ σοφιστής (ὁ μὲν γὰρ διὰ τὸ βούλεσθαι πάντως πεῖσαι ἐνίοτε λαμβάνει καὶ ψευδῆ, ὁ δὲ σοφιστὴς ἀεί), ἐπεὶ οὖν ἀποδει‐
κνύουσι καὶ οὐ ψεύδονται, ὅπερ τῆς πρώτης καὶ μᾶλλον καὶ μάλιστά ἐστι646
in Metaph
.

647

σοφίας, ἔσονται δι’ αὐτὸ τοῦτο καὶ ἡ μαθηματικὴ καὶ ἡ φυσικὴ μέρη τῆς φιλοσοφίας. p. 1061b34 Ἔστι δέ τις ἐν τοῖς οὖσιν ἀρχ, περὶ ἣν οὐκ ἔστι διε‐ ψεῦσθαι.
5 Τὸ προκείμενόν ἐστι δεῖξαι ὅτι οὐ συναληθεύει ἡ ἀντίφασις· οὐχ ἁπλῶς δὲ καὶ κυρίως τοῦτο δείκνυσιν (ἐκ προϋπαρχουσῶν γὰρ ἂν καὶ γνω‐ ριμωτέρων τοῦτο ἐπεποιήκει, οὐδὲν δὲ τῆς ἀντιφάσεως γνωριμώτερον), ἀλλ’ ἐλέγχει καὶ δείκνυσι ψευδομένους τοὺς τὴν ἀντίφασιν συναληθεύειν λέγον‐ τας· καὶ τοῦτό ἐστι τὸ δεῖξαι μὴ συναληθεύειν τὴν ἀντίφασιν τὸ τοὺς τοῦτο
10φάσκοντας ἐλέγξαι. καὶ ἡ μὲν πρόθεσις αὕτη. λέγει δ’ ὅτι ἔστιν ἐν τοῖς οὖσιν ἀρχή, λέγων ἀρχὴν τὴν ἀντίφασιν, περὶ ἣν οὐ διαψευδόμεθα, ἔστι δὲ μάλιστα ἀναγκαῖον ποιεῖν ἡμᾶς τοὐναντίον, καὶ ἑρμηνεύων ὅπερ ἀναγ‐ καῖον ἡμᾶς ποιεῖν τί ἐστιν ἐπήγαγε λέγων λέγω δὲ ἀληθεύειν. καὶ τοῦτο πάλιν σαφηνίζων ἐπιφέρει οἷον οὐκ ἐνδέχεται τὸ αὐτὸ καθ’ ἕνα καὶ
15τὸν αὐτὸν χρόνον εἶναι καὶ μὴ εἶναι. καὶ εἴη ἂν τὸ λεγόμενον δυ‐ νάμει τοιοῦτον· τοσοῦτον ἀποδέω λέγειν ὅτι ἔστι περὶ τὴν ἀντίφασιν τὸ ψεύδεσθαι ὥστε καὶ ἀνάγκη ἀληθεύειν ἀλλ’ οὐκ ἐνδεχόμενον· ἀληθεύειν δέ φημι οὐχ ὥστε τὴν ἀντίφασιν ἀληθεύειν, ἀλλὰ θάτερον μόριον τῆς ἀντι‐ φάσεως· ἢ γὰρ ἡ κατάφασις ἢ 〈ἡ〉 ἀπόφασις. οὐ γὰρ ἐγχωρεῖ κατὰ τὸν αὐ‐
20τὸν χρόνον τὸ αὐτὸ καὶ ἓν πρᾶγμα καὶ εἶναι καὶ μὴ εἶναι, οἷον καθήμενον καὶ μὴ καθήμενον, ἢ εἶναι ἄνθρωπον καὶ μὴ εἶναι ἄνθρωπον. τὸ δὲ καὶ τὰ ἄλλα τὰ τοῦτον αὑτοῖς ἀντικείμενα τὸν τρόπον εἴρηκε διὰ τὰς ἕξεις καὶ στερήσεις· ἀδύνατον γὰρ ἅμα τὸ αὐτὸ καὶ ἓν ζῷον καὶ ὄψιν ἔχειν καὶ τυφλὸν εἶναι. καὶ περὶ μὲν τούτων, τῆς τε ἀντιφάσεως καὶ τῶν καθ’
25ἕξιν καὶ στέρησιν ἀντικειμένων, ὥσπερ εἴρηται, κυρίως μὲν οὐκ ἔστιν ἀπό‐ δειξις, ἀλλὰ πρὸς τὸν λέγοντα ὡς συναληθεύει ἡ ἀντίφασις ἔστιν ἀπόδειξις ἤτοι ἔλεγχος καὶ δεῖξις τοῦ ὅτι ψεύδεται· ὥστε οὐ προηγουμένως τὴν ἀντί‐ φασιν δείκνυμεν, ἀλλὰ τὸν ταύτην ἀναιροῦντα ἐλέγχοντες ἐκείνην βεβαιο‐ τάτην εἶναι ἀποφαινόμεθα. εἰπὼν δὲ ὅτι τῆς ἀντιφάσεως ἀπόδειξις οὐκ
30ἔστι, τοῦ πῶς οὐκ ἔστι τὴν αἰτίαν ἐπήγαγεν εἰπὼν οὐ γὰρ ἔστιν ἐκ πι‐ στοτέρας ἀρχῆς αὐτοῦ τούτου συλλογισμὸν ποιήσασθαι. ἐπειδὴ γὰρ πᾶσα ἀπόδειξις καὶ πᾶς ἀποδεικτικὸς συλλογισμὸς ἐκ προτέρων καὶ γνωριμωτέρων γίνεται, τῆς δ’ ἀντιφάσεως οὐδέν ἐστι γνωριμώτερον, οὐκ ἂν εἴη ταύτης συλλογισμὸς καὶ ἀπόδειξις· ὥστε εἰ μέλλει εἶναι ταύτης
35συλλογισμὸς καὶ ἀπόδειξις, δεῖ εἶναι ταύτης γνωριμώτερόν τι καὶ πιστότερον·
οὐκ ἔστι δέ, οὐδ’ ἄρα ἀπόδειξις.647
in Metaph
.

648

p. 1062a5 Πρὸς δὲ τὸν λέγοντα τὰς ἀντικειμένας φάσεις τῷ δεικνύντι διότι ψεύδεται ληπτέον τι τοιοῦτον. Εἰπὼν ὅτι τῆς ἀντιφάσεως ἀπόδειξις οὔκ ἐστιν, ἀλλ’ εἴπερ ἄρα, πρὸς τὸν λέγοντα τὴν ἀντίφασιν συναληθεύειν, ὑποτίθησιν ἡμῖν καὶ κανόνας τινὰς
5καὶ παραγγέλματα παραδίδωσι, πῶς ἂν δι’ αὐτῶν τὸν οὕτω λέγοντα ἐλέγξαιμεν. τῷ μέλλοντι καὶ διὰ φροντίδος ἔχοντι δεῖξαι ψευδόμενον τὸν ἀναιροῦντα τὴν ἀντίφασιν δεῖ λαβεῖν τοιοῦτόν τι πρᾶγμα, λίθον ἢ ξύλον ἢ ἄνθρωπον, ὅστις λίθος ἢ τὸ ξύλον κατ’ ἀλήθειαν τὸ αὐτὸ ἔσται καὶ νῦν καὶ ὕστερον, κἂν μὴ τοῦτο δοκῇ τῷ τὴν ἀντίφασιν ἀναιροῦντι. οὕτω γὰρ
10μόνως, ἤτοι λαβόντι τι πρᾶγμα ὃ ταὐτὸ ἔσται καὶ νῦν καὶ ὕστερον, κἂν μὴ τῷ ταύτην ἀναιροῦντι δοκῇ, ἐλεγχθήσεται ὁ λέγων συναληθεύειν, ἤτοι ὁ ἀναιρῶν τὴν ἀντίφασιν. ἓν μὲν οὖν τοῦτο καὶ τοιοῦτο παράγγελμα. ἄλλο δὲ δεῖ ἡμᾶς λέγειν πρὸς αὐτόν· ἆρα συνίης καὶ αἰσθάνῃ ἔχεις τε ἔννοιάν τινα καὶ γνῶσιν τῶν ὑφ’ ἡμῶν σοι λεγομένων ἢ οὔ; δεῖ γὰρ αὐτὸν καὶ
15αἴσθησιν ἔχειν καὶ γνῶσιν· εἰ γὰρ οὐδὲν τούτων ἔχει, ἔοικε φυτῷ, πρὸς δὲ τὸ πεφυτευμένον οὐδεὶς φρονῶν διαλέγοιτ’ ἄν. τρίτον παράγγελμα τοιοῦτον· λεκτέον πρὸς αὐτὸν ὅτι ἕκαστον τῶν ὀνομάτων ἔστω γνώριμον ἐπὶ τίνος λέγεται καὶ δηλοῦν τι· οὐ γάρ ἐστι τὸ ἄνθρωπος ὄνομα ἀσή‐ μαντον οὐδὲ ἐπὶ τοῦ τυχόντος λέγεται, ἀλλὰ καὶ σημαίνει καὶ δηλωτικόν
20ἐστι τοῦ ζῴου δίποδος· ὁμοίως δὴ καὶ τὰ ἄλλα ὀνόματα οὕτως ἔχει. τέταρτον ὅτι ἓν ἕκαστον τῶν ὀνομάτων ἑνὸς ἔστω δηλωτικὸν καὶ μὴ πολλῶν· εἰ δὲ ἔστι τι ὄνομα πλείω σημαῖνον ἀλλὰ μὴ ἕν, ὥσπερ τὸ κύων, διαιρετέον καὶ ὁριστέον ἐπὶ τίνος τῶν ὑπὸ τοῦ κύων ὀνόματος ση‐ μαινομένων τὸν λόγον ποιεῖται. πότερον ἐπὶ τοῦ χερσαίου ἢ τοῦ ἀστέρος.
25τούτων γὰρ προληφθέντων τε καὶ τεθέντων, ῥᾳδίως τὸν τοιοῦτον ἐξελέγξο‐ μεν. ὥστε τέτταρα ἢ πέντε (δυνατὸν γάρ ἐστιν αὐτὰ πέντε ποιεῖν) εἰσὶ τὰ παραγγελθέντα, ἓν μὲν καὶ πρῶτον τὸ λαβεῖν τι ὅπερ ἔσται τὸ αὐτὸ καὶ νῦν καὶ ὕστερον· δεύτερον δὲ τὸ συνιέναι ἀλλήλων καὶ γινώσκειν τὰ ὑφ’ ἑκατέρων λεγόμενα· τρίτον τὸ ἕκαστον τῶν ὀνομάτων εἶναι
30γνώριμον, οἷον τὸ ἄνθρωπος ὄνομα λέγεται ἐπὶ τοῦ ζῴου δίποδος, τὸ ἵππος ἐπὶ τοῦ ζῴου τετράποδος χρεμετιστικοῦ· τέταρτον τὸ δηλωτικὰ εἶναι καὶ σημαντικά τινων πραγμάτων τὰ ὀνόματα ἀλλὰ μὴ ἀσήμαντα· πέμπτον τὸ ἑνὸς πράγματος ἕκαστον ὄνομα δηλωτικὸν εἶναι καὶ μὴ πολλῶν· εἰ δὲ καὶ πολλῶν ἐστι σημαντικόν, διορίζειν ἐπὶ τίνος τού‐
35των τὸν λόγον ποιεῖται. ἀλλ’ ἡ μὲν τῶν προκειμένων ἔννοια τοιαύτη τις ἂν εἴη, τὰ δὲ κατὰ τὴν λέξιν ὧδε ἂν ἔχοι. πρὸς δὲ τὸν λέ‐ γοντα τὰς ἀντικειμένας φάσεις τῷ δεικνύντι, τουτέστι τῷ δεικ‐
νύντι ἀνθρώπῳ καὶ ἐλέγχοντι τὸν λέγοντα τὰς ἀντικειμένας ἅμα εἶναι648
in Metaph
.

649

φάσεις· τῷ οὖν τοιούτῳ ἀνθρώπῳ πρὸ τῶν ἐλέγχων ἀναγκαῖόν ἐστι λαβεῖν τοιοῦτόν τι πρᾶγμα, ὅπερ κατὰ μὲν τὴν ἀλήθειαν τὸ αὐτὸ καὶ τῆς αὐτῆς φύσεως ἔσται· καὶ προσυπακουστέον τοῦ καὶ νῦν καὶ ὕστερον. ὁ δὴ τὸν ἀναιροῦντα τὴν ἀντίφασιν ἐλέγξαι βουλόμενος λαβέτω πρᾶγμά τι, ὅπερ νῦν
5τε καὶ ἐς ὕστερον κατὰ τὸ ἀληθὲς τὸ αὐτὸ ἔσται. καὶ τὴν αἰτίαν τοῦ ὅτι τὸ αὐτὸ ἔσται ἐπήγαγε διὰ τοῦ τῷ μὴ ἐνδέχεσθαι τὸ αὐτὸ εἶναι καὶ μὴ εἶναι, τουτέστι διὰ τὸ μὴ ἐνδέχεσθαι τὸν ὄντα νῦν ἄνθρωπον μὴ εἶναι καὶ ἐς ὕστερον ἄνθρωπον, εἴπερ ζῇ ἀλλὰ μὴ τέθνηκεν· εἰ γὰρ ὥσπερ τήμερον ἄνθρωπός ἐστι, καὶ αὔριον εἰ ζῇ ἄνθρωπος ἔσται. τὸ δὲ
10μὴ δόξει δ’ εἶναι τὸ αὐτὸ συντακτέον τῷ ὃ ταὐτὸν μὲν ἔσται· τούτῳ γάρ ἐστι συνεχές. τοιοῦτον γάρ, φησί, ληπτέον ὃ τὸ αὐτὸ μὲν ἔσται, κἂν μὴ δόξῃ τοῦτο τῷ ἀναιροῦντι τὴν ἀντίφασιν. οὕτω μὲν οὖν κατὰ τὸν ὑφηγημένον τρόπον δεῖ ἡμᾶς ποιεῖν· οὕτω γὰρ ἂν μόνως ἀπο‐ δειχθείη τὸ προκείμενον ἡμῖν πρὸς τὸν φάσκοντα συναληθεύειν τὴν ἀντί‐
15φασιν ἐπὶ τοῦ αὐτοῦ. καὶ πρὸς τούτοις τοὺς μέλλοντας κοινωνήσειν λόγου ἤτοι διαλεχθῆναι δεῖ συνιέναι αὑτῶν, τουτέστιν ἀλλήλων. καὶ τὴν αἰτίαν δι’ ἣν δεῖ συνιέναι ἀλλήλων προσέθηκεν εἰπὼν μὴ γινομένου γὰρ τού‐ του, ἤτοι μὴ συνιέντων γὰρ ἀλλήλων μηδὲ ὅλως νοούντων τὰ ὑπ’ ἀλλήλων λεγόμενα, πῶς ἂν κοινωνήσαιεν λόγου; καὶ πρὸς τούτοις δεῖ ἕκαστον τῶν
20ὀνομάτων, οἷς χρώμεθα διαλεγόμενοι, γνώριμον εἶναι καὶ ἑνὸς δηλωτικόν· εἰ δὲ πλειόνων, φανερὸν ποιεῖν ἐπὶ τίνων τῶν ὑπὸ τοῦ ὀνόματος σημαινο‐ μένων τὸν λόγον ποιεῖται. p. 1062a16 Ὁ δὴ λέγων εἶναι τοῦτο καὶ μὴ εἶναι, ὅ φησιν οὔ φησιν.
25 Εἰπὼν ὅσα προειλῆφθαι δεῖ πρὸς ἔλεγχον τῶν ἀναιρούντων τὴν ἀπό‐ φασιν, ἐντεῦθεν τοὺς ἐλέγχους ἐπάγει δυνάμει λέγων· ἐπεὶ κεῖται ἡμῖν ὡς τὰ ὀνόματα ἑνός εἰσι δηλωτικὰ καὶ ὅτι ἕκαστον τῶν ὀνομάτων γνώ‐ ριμόν ἐστιν ἐπὶ τίνος λέγεται καὶ ἐπὶ τίνος οὔ, εἰ συναληθεύει ἡ ἀντί‐ φασις, ἀναιρεῖται τὰ κείμενα. εἰ γὰρ τὸ ἄνθρωπος ὄνομα ἑνός ἐστι δηλω‐
30τικόν, ἔστι δὲ γνώριμον καὶ τίνος δηλωτικόν (τοῦ ζῴου γὰρ δίποδος), εἰ οὖν τὸ ἄνθρωπος τὸ ζῷον δίπουν δηλοῖ, εἴπερ ἀληθεύει ἐπ’ αὐτοῦ καὶ τὸ μὴ ἄνθρωπος, οὐκ ἦν τὸ ἄνθρωπος ἑνὸς δηλωτικὸν οὐδὲ τοῦ ζῴου δίποδος μόνου ἀλλὰ καὶ ἄλλου, καθ’ οὗ τὸ οὐκ ἄνθρωπος λεχθήσεται. οὐκ ἄρα δυνατόν ἐστιν, εἰ τὸ ἄνθρωπος ἑνός ἐστι δηλωτικόν, ἐφ’ οὗ λέ‐
35γεται ἐπὶ τούτου ἀληθεύειν καὶ τὸ μὴ ἄνθρωπος. αὐτὸς δὲ εἶπεν ὁ δὴ
λέγων εἶναι τοῦτο καὶ μὴ εἶναι, ὅ φησιν οὔ φησιν, τουτέστιν ὁ649
in Metaph
.

650

λέγων τόδε τὸ προκείμενον φέρε εἰπεῖν ἄνθρωπον, εἰ ἀληθεύει ἐπ’ αὐτοῦ καὶ τὸ μὴ ἄνθρωπος, ὅ φησιν ἄνθρωπον οὐκ ἦν ἄνθρωπος, ἀλλ’ ἕτερόν τι ἦν παρὰ τὸν ἄνθρωπον, καὶ διὰ τοῦτο ἀληθεύει ἐπ’ αὐτοῦ τὸ μὴ ἄνθρω‐ πος. εἰ γὰρ ζῷον δίπουν ἐστὶν ὅ φησιν ἄνθρωπον, εἰ ἀληθεύει ἐπ’ αὐτοῦ
5καὶ τὸ μὴ ἄνθρωπος, οὐδὲν ἄλλο φησὶν ἢ ὅτι τὸ ἄνθρωπος ὄνομα σημαῖνον τὸ ζῷον δίπουν οὐ σημαίνει τὸ ζῷον δίπουν. τοῦτο δὲ ἀδύνατον· κεῖται γὰρ τὰ ὀνόματα εἶναι ἑνὸς δηλωτικά· ὥστε εἰ τοῦ ζῴου δίποδος σημαν‐ τικόν ἐστι τὸ ἄνθρωπος, ψεῦδος τὸ κατ’ αὐτοῦ λέγειν καὶ τὸν μὴ ἄνθρωπον. ἀλλ’ εἰ τοῦτο, δῆλον ὡς ἀδύνατόν ἐστι συναληθεύειν τὴν ἀντίφασιν. ἔτι,
10φησίν, εἰ σημαίνει τι τὸ ὄνομα καὶ δηλωτικόν ἐστί τινος καὶ ἀληθῶς καθ’ οὗ κατηγορεῖται λέγεται, ἀνάγκη τοῦτο εἶναι. εἰ γὰρ τὸ πῦρ δηλωτικὸν θερμῆς καὶ ξηρᾶς φύσεως, ἀνάγκη ταύτην τὴν φύσιν θερμὴν εἶναι καὶ ξηράν. ὃ δὲ ἀνάγκη εἶναι, τοῦτο οὐκ ἐνδέχεται μὴ εἶναι· ὥστε οὐκ ἂν ἐπ’ αὐτοῦ ἀληθεύσοι καὶ τὸ πῦρ καὶ τὸ μὴ πῦρ, ἤτοι τὸ μὴ θερμὸν μηδὲ
15ξηρόν. ψεῦδος ἄρα τὸ λέγειν ὡς συναληθεύει ἡ ἀντίφασις ἐπὶ τοῦ αὐτοῦ. p. 1062a23 Ἔτι δ’ εἰ μηδὲν μᾶλλον ἡ φάσις ἢ ἡ ἀπόφασις ἀληθεύεται. Πληκτικώτατον τοῦτο τὸ γενναιότατον. ὃ δέ φησι τοιοῦτόν ἐστιν. εἰ μηθὲν μᾶλλον ἡ κατάφασις ἐφ’ ἑνὸς καὶ τοῦ αὐτοῦ ἀληθεύεται ἤπερ ἡ
20ἀπόφασις, ἀλλ’ ἐπίσης ἀμφότεραι ἐπ’ αὐτοῦ λέγονται, ὁ λέγων τὸν Σω‐ κράτην ἄνθρωπον οὐδὲν μᾶλλον ἀληθεύσει τοῦ λέγοντος αὐτὸν οὐκ ἄν‐ θρωπον· εἰ δὲ ὁ λέγων αὐτὸν οὐκ ἄνθρωπον ἀληθεύει, πολλῷ μᾶλλον ὁ λέγων αὐτὸν οὐχ ἵππον ἀληθεύσει· οὐκ ἔστι γὰρ ἵππος ὁ Σωκράτης. εἰ δὲ ἀληθεύοι ἐπὶ Σωκράτους τὸ οὐχ ἵππος, ἀληθεύσει ἐπ’ αὐτοῦ καὶ τὸ
25ἵππος, ἐπεὶ κατ’ αὐτοὺς συναληθεύει ἡ ἀντίφασις. ἔσται ἄρα ὁ Σωκράτης, ἢ κάλλιον εἰπεῖν ὁ Πρωταγόρας, καὶ ἄνθρωπος καὶ ἵππος. πάλιν ἐπεὶ ἐπὶ τοῦ Πρωταγόρου ἀληθεύει τὸ μὴ βοῦς, ἀληθεύσει καὶ ὁ βοῦς. ἔσται ἄρα ὁ Πρωταγόρας ἄνθρωπος ἵππος βοῦς καὶ τἆλλα πάντα. καὶ ἡ μὲν διά‐ νοια τῶν λεγομένων αὕτη. τὸ δὲ κατὰ τὴν λέξιν τὴν δόξειε δὲ κἂν
30οὐχ ἵππον εἶναι φάσκων τὸν ἄνθρωπον ἢ μᾶλλον ἢ οὐχ ἧττον ἀληθεύειν ἢ οὐκ ἄνθρωπον τοιοῦτόν ἐστιν· εἰπὼν γὰρ ὅτι ὁ λέγων ἄνθρωπον, εἰ συναληθεύει ἡ ἀντίφασις, οὐδὲν μᾶλλον ἀληθεύει τοῦ λέγον‐ τος οὐκ ἄνθρωπον, ἐπήγαγε τὸ δόξειε δὲ κἂν οὐχ ἵππον λέγων, τουτ‐ έστι καὶ ὁ λέγων τὸν ἄνθρωπον οὐχ ἵππον μᾶλλον ἀληθεύει τοῦ λέγοντος
35αὐτὸν μὴ ἄνθρωπον· οἰκειότερον γάρ ἐστι τὸν ἄνθρωπον λέγειν μὴ ἵππον, ἤπερ μὴ ἄνθρωπον. ὁ δὴ λέγων τὸν ἄνθρωπον μὴ ἵππον μᾶλλον ἀλη‐ θεύει ἤπερ ὁ λέγων μὴ ἄνθρωπον· ἤ, φησίν, εἰ μὴ μᾶλλον, ἀλλ’ οὐδὲ
ἧττον. ταῦτα εἰπὼν ἐπάγει τούτων τῶν ἐπιχειρήσεων οὐδεμία ἐστὶν650
in Metaph
.

651

ἁπλῶς καὶ κυρίως ἀπόδειξις, ἀλλὰ πρὸς τὸν τιθέμενον συναληθεύειν τὴν ἀντίφασίν ἐστιν ἀπόδειξις ἤτοι ἔλεγχος. οὕτως ἀντειπὼν πρὸς ταύτην τὴν δόξαν λέγει ὅτι ἐάν τις οὕτω τε καὶ τοιαῦτα ἠρώτα τὸν Ἡράκλειτον, ταχέως ἂν ἐπεπείκει αὐτὸν μὴ λέγειν τὸ αὐτὸ καὶ ἓν καὶ
5ἀγαθὸν καὶ οὐκ ἀγαθὸν καὶ λευκὸν καὶ οὐ λευκόν. ἀλλ’ ἐκεῖνον μὲν εἴ τις ταῦτα ἠρώτα ταχέως ἂν μετέπεισεν, αὐτὸς δὲ μὴ συνιεὶς ἑαυτοῦ μηδὲ ἐπιστήσας τοῖς ὑπ’ αὐτοῦ λεγομένοις ταύτην ἔλαβε τὴν δόξαν. εἰ γὰρ ἐπέστησεν ὡς οὐκ ἐνδέχεται τὸ αὐτὸ καὶ ἀληθὲς καὶ μὴ ἀληθὲς καὶ ἀγαθὸν καὶ μὴ ἀγαθὸν εἶναι, οὐκ ἂν ἔφασκε συναληθεύειν τὴν ἀντίφασιν.
10p. 1062a36 Ὅλως δ’ εἰ τὸ λεγόμενον ὑπ’ αὐτοῦ ἐστιν ἀληθές, οὐδ’ ἂν αὐτὸ τοῦτο εἴη ἀληθές. Εἰ τὸ λεγόμενον, φησίν, ὑπὸ τοῦ Ἡρακλείτου ἐστὶν ἀληθές (τί δ’ ἐστὶ τὸ ὑπ’ αὐτοῦ λεγόμενον ἐπάγει, λέγω δὲ τὸ ἐνδέχεσθαι τὸ αὐτὸ καθ’ ἕνα καὶ τὸν αὐτὸν χρόνον εἶναί τε καὶ μὴ εἶναι), εἰ οὖν
15κατὰ τὴν Ἡρακλείτειον δόξαν ἀληθές ἐστι τὸ συναληθεύειν τὴν ἀντίφασιν, αὐτὸ τοῦτο, τουτέστι τὸ λέγον τοῦτο ῥητόν, ψεῦδος ἔσται. εἰ γάρ ἐστιν ἀληθὲς τὸ λέγειν ὡς συναληθεύει ἡ ἀντίφασις, ἔσται ἀληθὲς τὸ λέγειν καὶ ὅτι οὐ συναληθεύει· εἰ δὲ ἀληθὲς τὸ λέγειν ὅτι οὐ συναληθεύει, ψεῦδος τὸ ἀποφαίνεσθαι ὡς συναληθεύει. ψευδὴς ἄρα ὁ Ἡρακλείτειος λόγος.
20p. 1062b2 Καθάπερ γὰρ καὶ διῃρημένων αὐτῶν οὐδὲν μᾶλλον ἡ κατάφασις ἢ ἡ ἀπόφασις ἀληθεύεται. Ἔτι πρὸς Ἡράκλειτον ὁ λόγος. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὥσπερ γὰρ καθ’ Ἡράκλειτον τὸ λέγειν ἰδίως καὶ χωρὶς ὅτι ὁ Σωκράτης ἄνθρωπός ἐστιν ἀληθές ἐστι καὶ πάλιν χωρὶς ὅτι ὁ Σωκράτης ἄνθρωπος οὐκ ἔστιν
25ἀληθὲς καὶ τοῦτο (ταῦτα δὲ εἶπε διῃρημένα), οὕτω καὶ συνῃρημένα καὶ ἡνωμένα καὶ ὡς μία κατάφασις λεγόμενα ἔσονται ἀληθῆ· ὥστε ἀληθές ἐστι λέγειν ἅμα ὅτι ὁ Σωκράτης ἄνθρωπος καὶ οὐκ ἄνθρωπος. ἀλλ’ εἰ τοῦτο, ἔσται ἐπ’ αὐτοῦ καὶ ἡ ἀπόφασις ἡ ὁ Σωκράτης οὔτε ἄνθρωπός ἐστιν οὔτε οὐκ ἄνθρωπος. τοῦτο δὲ ἀλογώτατον τὸ τὸν Σωκράτην εἶναι
30καὶ ἄνθρωπον καὶ οὐκ ἄνθρωπον καὶ οὔτε ἄνθρωπον οὔτε οὐκ ἄν‐ θρωπον. διῃρημένα δέ, ὥσπερ εἶπον, λέγει τὸ χωρὶς μὲν τὴν κατά‐ φασιν χωρὶς δὲ τὴν ἀπόφασιν λέγεσθαι· συναμφότερα δὲ καὶ συμπεπλεγ‐ μένα τὸ λέγειν αὐτὰ ὡς μίαν κατάφασιν. τὸ δὲ οὐθὲν μᾶλλον ἡ ἀπό‐ φασις ἢ τὸ ὅλον ὡς ἐν καταφάσει τιθέμενον ἀληθεύεται ἴσον
35ἐστὶ τῷ ὥσπερ γὰρ καθ’ Ἡράκλειτον ἐν ᾧ ἂν ἡ κατάφασις ἀληθεύηται,
ἐπὶ τούτου καὶ ἡ ἀπόφασις, οὕτω καὶ ἡ κατάφασις καὶ ἡ ἀπόφασις ἅμα651
in Metaph
.

652

ὡς μία κατάφασις λεγόμεναι ἀληθεῖς ἔσονται, οἷον ὅτι τὸ ἀγαθὸν οὐκ ἀγαθόν. εἰ δὲ τοῦτο ἀληθές, ἀληθὴς καὶ ἡ τούτου ἀπόφασις ἡ οὔτε ἀγαθὸν οὔτε οὐκ ἀγαθὸν λέγουσα. ἔτι δ’ εἰ μηθέν ἐστιν ἀληθὲς καταφῆσαι, κἂν αὐτὸ τοῦτο ψεῦδος εἴη. τὸ εἰ μηθέν ἐστιν ἀλη‐
5θὲς καταφῆσαι ἴσον ἐστὶ τῷ εἰ πᾶσα κατάφασις ψευδής ἐστι (πᾶν γὰρ τὸ μὴ ἀληθὲς ψεῦδος), εἰ οὖν πᾶσα κατάφασις ψευδής ἐστι, καὶ αὐτὸ τοῦτο τὸ λέγειν ὅτι πᾶσα κατάφασις ψευδής ἐστι (τούτου γάρ ἐστι δηλωτικὸν τὸ φάναι μηδεμίαν ἀληθῆ κατάφασιν ὑπάρχειν), αὐτὸ δὴ τοῦτο ψεῦδος ἔσται. εἰ γὰρ πᾶσα κατάφασις ψευδής ἐστιν, αὐτὸ δὲ τὸ λέγειν ὅτι πᾶσα κατά‐
10φασις ψευδὴς κατάφασίς ἐστι, ψεῦδος ἄρα τὸ λέγειν ὅτι πᾶσα κατάφασις ψευδής. εἰ δ’ ἔστι τι, τουτέστιν εἰ δὲ λέγοιεν ὅτι πᾶσα κατάφασις ψευδὴς πλὴν αὐτῆς τῆς λεγούσης ὅτι πᾶσα κατάφασις ψευδής ἐστιν (αὕτη γὰρ μόνη ἐστὶν ἁπασῶν τῶν καταφάσεων ἀληθής), καὶ οὕτω ψεῦδος τὸ πᾶσαν λέγειν ψευδῆ. ὥσπερ γὰρ εἴ τις λέγει πάντα ἄνθρωπον λευκόν,
15εἴπερ εὑρεθῇ εἷς μὴ λευκός, ψευδὴς ἡ λέγουσα πάντα λευκόν, οὕτω καὶ ἐπὶ τούτων. ὥστε λύοιτ’ ἂν τὸ λεγόμενον ὑπὸ τῶν τὰ τοιαῦτα ἐνισταμένων καὶ ἀναιρούντων τὸ διαλέγεσθαι. εἰ γάρ ἐστι ταὐτὸν ἡ κατάφασις τῇ ἀποφάσει, οὐκ ἔσται διαλέγεσθαι. Παραπλήσιον δὲ τοῖς ὑπὸ τοῦ Ἡρακλείτου λεγομένοις, φησίν,
20ἐστὶ καὶ τὸ ὑπὸ τοῦ Πρωταγόρου λεγόμενον· κἀκεῖνος γὰρ ἔλεγεν ὅτι πάντων τῶν πραγμάτων μέτρον ἐστὶν ὁ ἄνθρωπος, οὐδὲν ἄλλο λέγων ἢ ὅτι εἰ τοισδὶ μὲν δοκεῖ τὸ μέλι γλυκὺ τοισδὶ δὲ πικρόν, ἔστι τὸ μέλι καὶ γλυκὺ καὶ πικρὸν βεβαίως καὶ ἀμετακίνητως μένον ἐν τῷ εἶναι γλυκὺ καὶ πικρόν.
25p. 1062b20 Λύοιτο δ’ ἂν αὕτη ἡ ἀπορία θεωρήσασι πόθεν ἡ ἀρχὴ τῆς ὑπολήψεως ταύτης. Μέλλων λύειν καὶ τὸν Πρωταγόρου λόγον λέγει ὅτι ῥητέον πρῶτον τὴν αἰτίαν ἐξ ἧς ταῦτα λέγειν αὐτός τε καὶ οἱ λοιποὶ ὥρμηνται· καί φησιν ὅτι ἔνιοι μὲν ἐκ τῆς τῶν φυσιολόγων δόξης ταῦτα λέγειν ὡρμήθησαν, καὶ
30τίς ἐστιν ἡ τῶν φυσιολόγων δόξα, ἐπάγει. τὸ γὰρ μηδὲν ἐκ μὴ ὄντος γίνεσθαι (τοῦτο δὲ ταὐτόν ἐστι τῷ τὸ γὰρ μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι, ἀλλὰ πᾶν ἐξ ὄντος τινὸς καὶ ὑποκειμένου) σχεδὸν πάντων ἐστὶ τῶν φυσικῶν δόγμα κοινόν· οὕτω γὰρ τὸ τῆς λέξεως ἀκό‐ λουθόν ἐστιν. εἶτα τὸ τοῖς δ’ ἐκ τοῦ μὴ ταὐτὰ περὶ τῶν αὐτῶν
35ἅπαντας γινώσκειν, τουτέστι τοῖς δὲ συνέβη τοιαῦτα περί τε τῶν πραγμάτων καὶ τῆς ἀντιφάσεως ἀποφαίνεσθαι ἐκ τοῦ μὴ τὰ αὐτὰ περὶ τῶν αὐτῶν ἅπαντας γινώσκειν· ὃ γὰρ τοῖσδε δοκεῖ ἡδύ, τοῦτο ἄλλοις
πικρόν, ὥστε οὐχ ἅπαντες τὸ αὐτὸ ἡδὺ γινώσκουσιν, οὐδ’ αὖ πάλιν πικρόν.652
in Metaph
.

653

εἰπὼν δὲ ὅτι οἱ μὲν ἐκ τῆς κοινῆς τῶν φυσιολόγων δόξης ταῦτ’ ἔλεγον, οἱ δὲ ἐκ τοῦ μὴ πᾶσι τὰ αὐτὰ φαίνεσθαι, πρότερον τὴν αἰτίαν λέγει δι’ ἣν ἐκ τῆς τῶν φυσιολόγων δόξης ὥρμηνται λέγειν, ὅτι τὸ λευκὸν καὶ οὐ λευκόν ἐστιν, ὁμοίως καὶ τὸ γλυκὺ οὐ γλυκύ. ἀσαφῶς δὲ πάνυ καὶ μεμε‐
5λανωμένως ἑρμηνεύει ταῦτα. ἐπεὶ οὖν, φησίν, οὐ λευκὸν γίνεται ἐκ λευκοῦ τελέως ὄντος καὶ μηδαμῇ μὴ λευκο, τουτέστιν ἐπεὶ κατ’ ἐμέ τε τὸν Ἀριστοτέλην καὶ τὴν ἀληθείαν τὸ μὴ λευκὸν γίνεται ἐκ λευκοῦ τελέως ὄντος ἤτοι καθαρῶς λευκοῦ καὶ μηδαμῇ μὴ λευκοῦ, τουτέστι καὶ οὐ τῇ μὲν λευκοῦ τῇ δὲ μὴ λευκοῦ, ἀλλ’ ἐκ τελειοτάτου λευκοῦ (εἰ γὰρ
10γίνεται μὴ λευκὸν ἐκ λευκοῦ πάντως γενήσεται), ἐπεὶ οὖν μὴ λευκόν, ὡς εἴρηται, ἐκ λευκοῦ γίνεται, νῦν δὲ γεγενημένον μὴ λευκόν, τουτέστι κατὰ δὲ τοὺς λέγοντας συναληθεύειν τὴν ἀντίφασιν τὸ γινόμενον μὴ λευκὸν οὐ γίνεται ἐκ λευκοῦ, ὡς ἡμεῖς φαμεν, ἀλλ’ ἐκ μὴ λευκοῦ (τὸ γὰρ μὴ λευκὸν ἐκ μὴ λευκοῦ γεννῶσι), κατ’ ἐκείνους δή, εἰ γίνεταί τι μὴ λευκόν,
15οὐδὲν ἄλλο συμβήσεται ἢ τὸ γινόμενον μὴ λευκὸν γίνεσθαι ἐκ μὴ λευκοῦ. ἔδει δὲ ἐκ λευκοῦ. εἰ δὲ γίνεται μὴ λευκὸν ἐκ μὴ λευκοῦ, γενήσεται τὸ μὴ λευκὸν κατ’ ἐκείνους ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος, εἰ μὴ ὑπῆρχε τὸ λευκὸν τὸ αὐτὸ καὶ μὴ λευκόν, τουτέστιν εἰ μὴ ὑπῆρχε τὸ μὴ λευκὸν τὸ αὐτὸ καὶ λευκόν· ὑπερβατῶς γὰρ ἀναγνωστέον. καὶ τὰ μὲν
20κατὰ τὴν λέξιν τοιαῦτα, ἡ δὲ τῶν προκειμένων ἔννοια τοιαύτη τις ἂν οἶμαι εἴη· οἱ ἐκ τῆς τῶν φυσιολόγων δόξης ὁρμηθέντες τοιαῦτα οἷα εἴπομεν λέγουσι, λαμβάνοντες πρότασιν ἐξ ἐπαγωγῆς ψευδῆ· ὥσπερ γάρ, φασίν, ἄνθρωπος ἐξ ἀνθρώπου καὶ ἵππος ἐξ ἵππου γίνεται, οὕτω καὶ τὸ μὴ λευκὸν ἐκ μὴ λευκοῦ γενήσεται, ἀλλ’ οὐκ ἐκ λευκοῦ. ψευδὴς δὲ ἡ πρότασις
25αὕτη. εἰ γὰρ καὶ ὅτι μάλιστα ὁ ἄνθρωπος ἐξ ἀνθρώπου γίνεται, ἀλλὰ προσεχῶς ἐκ σπέρματος καὶ καταμηνίου, ἅπερ οὔκ εἰσιν ἄνθρωποι. ταύτην δὴ τὴν ψευδῆ πρότασιν τὴν ὅτι τὸ μὴ λευκὸν οὐκ ἐκ λευκοῦ ἀλλ’ ἐκ μὴ λευκοῦ γίνεται λαμβάνοντες, καὶ ἑτέραν, ψευδῆ καὶ ταύτην, ὅτι αἱ ἀπο‐ φάσεις μὴ ὄντα καὶ μὴ ὄντων δηλωτικαί εἰσι, συνελογίζοντο οὑτωσί· εἰ
30τὸ μὴ λευκὸν γίνοιτο, ἐκ μὴ λευκοῦ ἂν γίνοιτο, τὸ δὲ μὴ λευκὸν μὴ ὄν ἐστι, τὸ μὴ λευκὸν ἄρα γενήσεται ἐκ μὴ ὄντος. οὐδὲν δὲ ἐκ μὴ ὄντος κατὰ τὴν τῶν φυσιολόγων δόξαν γίνεται. οὐκ ἄρα τὸ μὴ λευκὸν ἐκ μὴ λευκοῦ ἤτοι ἐκ μὴ ὄντος γενήσεται· ἐξ ὄντος ἄρα. ἀλλ’ εἰ τὸ μὴ λευκὸν μὴ ὂν ἔσται, δηλονότι τὸ λευκὸν ὄν· ὥστε ἐπειδὴ δεῖ τὸ γινόμενον ἐξ
35ὄντος γίνεσθαι, ἔσται ἐξ οὗ τὸ μὴ λευκὸν γίνεται λευκόν, ταὐτὸν δὲ εἰπεῖν ὄν· καθὸ δὲ πάλιν τὸ μὴ λευκὸν ἐκ μὴ λευκοῦ γίνεται κατ’ ἐκείνους, ἔσται τὸ ἐξ οὗ γενήσεται τὸ μὴ λευκὸν μὴ λευκόν· τὸ ἄρα ἐξ οὗ τὸ μὴ λευκὸν γίνεται ἔστι καὶ λευκὸν καὶ οὐ λευκόν, καὶ τὸ ἐξ οὗ τὸ γλυκὺ καὶ γλυκὺ καὶ μὴ γλυκύ· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. εἰ δὲ τοῦτο, συναληθεύει ἡ
40ἀντίφασις. ταύτην δὴ λύων τὴν ἀπορίαν λέγει ὅτι ἀληθές ἐστι τὸ λέγειν653
in Metaph
.

654

ὅτι τὸ μὴ λευκὸν ἐκ τοῦ μὴ ὄντος γίνεται, ἀλλ’ οὐκ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος ἀλλ’ ἐκ τοῦ τὶ μὲν ὄντος τὶ δὲ μὴ ὄντος. εἴρηται δὲ περὶ τούτων ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως. ἀπορήσειε δ’ ἄν τις πρὸς τὰ ἐν ἀρχῇ τῆς λέξεως λεγόμενα, πῶς φησι τὸ μὴ λευκὸν ἐκ τοῦ τελείως λευκοῦ γί‐
5νεσθαι· γίνεται γὰρ μὴ λευκόν τι, οἷον τὸ φαιόν, ἐκ μὴ λευκοῦ, οἷον τοῦ μέλανος. ἤ, οἶμαι, πρὸς τὴν ἡμετέραν φαντασίαν ἀποβλέψας τοῦτο εἴρηκεν· ἐπειδὴ γὰρ πᾶν τὸ γινόμενον ἐκ τῆς ἀποφάσεως αὐτοῦ γίνεται, ἅμα τῷ ἀκοῦσαι ὅτι γίνεται μὴ λευκόν, εὐθὺ τὴν ἀπόφασιν αὐτοῦ τὸ λευκὸν φανταζόμεθα.
10p. 1062b33 Τό γε μὴν ὁμοίως προσέχειν ταῖς δόξαις καὶ ταῖς φαντασίαις τῶν πρὸς αὑτοὺς ἀμφισβητούντων εὔηθες. Τὸ πρὸς αὑτοὺς σημαίνει τὸ πρὸς ἀλλήλους. τὸ δὲ λεγόμενόν ἐστι λύσις τοῦ λέγοντος λόγου τὸ αὐτὸ καὶ ἀγαθὸν καὶ οὐκ ἀγαθόν, καὶ λευκὸν καὶ μὴ λευκόν, διὰ τὸ μὴ τὰ αὐτὰ περὶ τῶν αὐτῶν ἅπαντας γι‐
15νώσκειν. φησὶ δὴ ὅτι τὸ προσέχειν ταῖς δόξαις τῶν πρὸς ἀλλήλους ἀμφισβητούντων * * παντελῶς γὰρ ἀλόγιστον τὸ λέγειν τὸ αὐτὸ γλυκὺ καὶ οὐ γλυκὺ διὰ τὸ τῷ μὲν ὑγιαίνοντι δοκεῖν γλυκὺ τῷ δὲ νοσοῦντι μὴ γλυκύ. δῆλον γὰρ ὡς οἱ νοσοῦντες ψεύδονται· ὅτε γὰρ καὶ ὑγίαινον, οὐκ ἐδόκει αὐτοῖς μὴ γλυκὺ ἀλλὰ γλυκύ. δοκεῖ δὲ αὐτοῖς, ἐπειδὰν νοσήσωσι,
20πικρὸν διὰ τὸ λωβηθῆναι αὐτῶν τὸ αἰσθητήριον καὶ κριτήριον τῶν τοιούτων χυμῶν. τούτου δ’ οὕτως ἔχοντος τοὺς μὲν ὑγιαίνοντας, ἅτε τὸ αἰσθητήριον ἔχοντας ὑγιές, νομιστέον μέτρον τῶν πραγμάτων, καὶ τοιαῦτα λεκτέον τὰ πράγματα, οἷα ἂν αὐτοὶ εἶναι φῶσι, τοῖς δὲ νοσοῦσι μὴ πει‐ στέον. ὁμοίως καὶ ἐπὶ ἀγαθοῦ καὶ κακοῦ καὶ καλοῦ καὶ αἰσχροῦ· ὅσα
25γὰρ ἂν εἴπωσιν ἀγαθὰ οἱ σπουδαῖοι, ταῦτα καὶ λεκτέον ἀγαθά, ὅσα δ’ ἂν οἱ φαῦλοι, οὐ ῥητέον· ὡς γὰρ ἔχουσιν οἱ ὑγιαίνοντες πρὸς τοὺς νοσοῦντας, οὕτως οἱ σπουδαῖοι πρὸς τοὺς φαύλους. p. 1063a6 Οὐδὲν γὰρ διαφέρει τοῦτο ἀξιοῦν ἢ τὰ φαινόμενα τοῖς ὑπὸ τὴν ὄψιν ὑποβάλλουσι.
30 Τὸ λεγόμενόν ἐστιν ὅτι τὸ λέγειν ὡς, ἐπειδὴ τῷ ὑγιαίνοντι φαίνεται γλυκὺ τὸ μέλι, τῷ νοσοῦντι δὲ πικρόν, ἔστι τὸ αὐτὸ καὶ γλυκὺ καὶ πικρόν, τοῦτο οὐδὲν διαφέρει τοῦ λέγειν ὡς, ἐπειδὴ τὸν δάκτυλον ὑποβαλὼν καὶ κινήσας τὴν ὄψιν, τὸ ἓν δύο μοι φαίνεται, ἂν δὲ μὴ κινῶ, πάλιν ἕν ἐστι,
τὸ αὐτὸ καὶ ἓν καὶ οὐχ ἕν· ἄτοπον γὰρ τὸ λέγειν ὅτι τὸ ἓν δύο ἐστίν,654
in Metaph
.

655

ἐπειδὴ ἠρεμοῦσα ἡ ὄψις ἓν αὐτὸ ὁρᾷ, κινουμένη δὲ καὶ παραφερομένη δύο. ὡς οὖν τοῦτο γελοῖον, οὕτω καὶ τὸ λέγειν ὅτι τὸ αὐτὸ καὶ γλυκύ ἐστι καὶ οὐ γλυκὺ διὰ τὸ τῷδε μὲν φαίνεσθαι γλυκὺ τῷδε δὲ οὐ γλυκύ. ταῦτα εἰπὼν λέγει ὅλως δὲ ἄτοπον διὰ τὸ ὁρᾶν ὅτι τὰ δεῦρο καὶ περὶ τὴν γῆν
5ἐν ῥοῇ ἐστιν, ἀπὸ τούτων τοιαῦτα ἀποφαίνεσθαι κατὰ τῆς ἀληθείας. ἔδει δὲ μᾶλλον ἐκ τῶν ἀεὶ ὡσαύτως ἐχόντων καὶ μηδεμίαν μεταβολὴν ποιουμένων πλὴν τὴν κατὰ τόπον, ἐκ τούτων τἀληθῆ θηρεύειν. κόσμον δὲ λέγοι ἂν τὰς σφαίρας καὶ τοὺς ἐν αὐταῖς ἀστέρας. p. 1063a17 Ἔτι δ’ εἰ κίνησίς ἐστι καὶ κινούμενόν τι, κινεῖται δὲ
10πᾶν ἔκ τινος. Καὶ τοῦτο κατὰ τῶν λεγόντων συναληθεύειν τὴν ἀντίφασιν. λέγει δὲ ἐπειδὴ κινήσεως οὔσης ἀνάγκη εἶναι καὶ κινούμενόν τι, πᾶν δὲ τὸ κινού‐ μενον ἔκ τινος εἴς τι κινεῖται, ἐπειδὴ ταῦθ’ οὕτως ἔχει, δεῖ ἄρα τὸ κινούμενον εἶναι ἐν ἐκείν, τουτέστι συμβαίνει ἄρα κατὰ τοὺς
15φάσκοντας συναληθεύειν τὴν ἀντίφασιν, εἶναι τὸ κινούμενον εἰς ὃ κινεῖται καὶ μὴ εἶναι, ὁμοίως εἶναι ἐν ᾧ ἐκινήθη καὶ μὴ εἶναι. πῶς δὲ τοῦτο συμβαίνει, οὕτως ἔσται δῆλον. ἐπεὶ γὰρ τὸ ἔκ τινος κινηθῆναι μέλλον ἠρεμοῦν ἐν ἐκείνῳ ἐξ ἐκείνου κινεῖται, καθὸ ἐν ἐκείνῳ ἠρεμεῖ, ἔστιν ἐν ἐκείνῳ καὶ οὐκ ἔστι, διὰ τὸ συναληθεύειν τὴν ἀντίφασιν. εἰ γὰρ μέλλει
20τι κινεῖσθαι ἐκ λευκοῦ, ἔστιν ἐν τῷ λευκῷ καὶ ἠρεμεῖ ἐν αὐτῷ. ἀλλ’ ἐπεὶ κατ’ αὐτοὺς ἐπὶ τοῦ λευκοῦ ἀληθεύει καὶ τὸ μὴ λευκόν, οὐκ ἔσται ἐν τῷ λευκῷ· ἔστιν ἄρα ἐν τῷ λευκῷ καὶ οὐκ ἔστιν. πάλιν ἐπεὶ κινεῖ‐ ται εἰς τὸ μέλαν, οὐκ ἔστι μέλαν· ἀλλ’ ἐπεὶ τὸ μὴ μέλαν κατ’ αὐτοὺς καὶ μέλαν ἐστί, κινεῖται εἰς τὸ μέλαν καὶ γίνεται ἐν τούτῳ, τουτέστι καὶ
25ἔστιν ἐν τῷ μέλανι· τὸ γὰρ γίνεται ἀντὶ τοῦ ἔστιν εἴληπται αὐτῷ νῦν. τὸ δὲ ἐπαχθὲν τούτοις τὸ τὸ δὲ κατὰ τὴν ἀντίφασιν μὴ ἀληθεύε‐ σθαι κατ’ αὐτοὺς πάνυ πολλὴν ἀσάφειαν ἐνεποίησεν. κεῖται γὰρ τὸ τό ἄρθρον καὶ ὁ δέ σύνδεσμος ἀντὶ τοῦ ἢ συνδέσμου· ἔδει γὰρ ἀντὶ τοῦ τὸ δὲ κατὰ τὴν ἀντίφασιν εἶναι ἢ κατὰ τὴν ἀντίφασιν μὴ συναληθεύε‐
30σθαι. καὶ εἴη ἂν τὸ κατάλληλον τῆς λέξεως τοιοῦτον· εἰ ἔστι κίνησις καὶ κινούμενόν τι, κινεῖται δὲ πᾶν ἔκ τινος εἴς τι, ἢ ἔσται διὰ τὰ ὑπ’ αὐτῶν λεγόμενα τὸ κινούμενον, ἐξ οὗ κινεῖται, καὶ οὐκ ἔσται, ἢ μὴ συναληθεύεσθαι τὴν ἀντίφασιν. εἰ οὖν ἐκεῖνα ἀδύνατα, ἀληθὲς ἂν εἴη τὸ μὴ συναληθεύεσθαι τὴν ἀντίφασιν.
35p. 1063a22 Καὶ εἰ κατὰ τὸ ποσὸν συνεχῶς τὰ δεῦρο ῥεῖ καὶ κινεῖται.
Ἐπειδὴ τὰ πράγματα διὰ μὲν τὸ εἶδος ἔχουσι καὶ τὸ εἶναι καὶ τὸ655
in Metaph
.

656

λέγεσθαι ὃ λέγονται, διὰ δὲ τὴν ὕλην (ταύτην γὰρ εἶπε ποσόν, ὥσπερ μετ’ ὀλίγον εἴποι ἂν τὸ εἶδος ποιόν) διὰ οὖν τὴν ὕλην ἔχουσι τὸ συνεχῶς ῥεῖν, λέγει ὡς εἴ τις συγχωρήσει τὰ δεῦρο συνεχῶς κατὰ τὴν ὕλην ῥεῖν καίπερ οὐκ ὂν ἀληθές (οὔτε γὰρ τὰ αὐξόμενα καὶ εἰς ἐπίδοσιν ἀγόμενα συνεχῶς
5ῥεῖ, οὔτε μὴν λίθοι καὶ ἄλλα πάμπολλα), διὰ τί κατὰ τὸ ποιὸν καὶ τὸ εἶδος οὐκ ἂν μένοι; τὸ γὰρ ποιὸν ἤτοι τὸ εἶδος καὶ ἡ οὐσία οὐ ῥεῖ, ἀλλὰ τὸ αὐτὸ μένει. εἰ οὖν φαίνονται οὗτοι κατηγοροῦντες κατὰ τοῦ αὐτοῦ καὶ ἑνὸς τὰ κατὰ τὰς ἀντιφάσεις, τουτέστι τὰς ἀντιφάσεις, ἐκ τοῦ ὑπειληφέναι τὸ ποσὸν καὶ τὴν ὕλην μὴ μένειν, μένει δὲ τὸ ποιὸν καὶ τὸ εἶδος καὶ
10ὡρισμένον τυγχάνει, δι’ οὗ καὶ τὸ εἶναι τοῖς πράγμασι δίδοται, διὰ τοῦτο μᾶλλον οὐκ ἂν λεχθείη ἐπ’ αὐτῶν ἡ ἀντίφασις. εἰ γὰρ διὰ τὸ ὑπολαμ‐ βάνειν αὐτὰ συνεχῶς ῥεῖν φασι συναληθεύειν τὴν ἀντίφασιν, εἰ μὴ ῥεῖ, οὐ συναληθεύσει. ἔτι, φησίν, εἰ συναληθεύει ἡ ἀντίφασις, ἔσται ὁ ἄρτος καὶ μὴ ἄρτος. ὅταν οὖν προστάξῃ αὐτοῖς ὁ ἰατρὸς φαγεῖν ἄρτον καὶ
15προσενέγκωσιν αὐτοῖς ἄρτον, διὰ τί οὔ φασιν ὅτι τουτὶ ἄρτος οὐκ ἔστι καὶ ἀπόφερε τοῦτον, ἀλλὰ προσίενται ὡς ἄρτον καὶ ἐσθίουσιν; ἐξ αὐτῶν δὴ τῶν ἔργων δεικνύουσιν ὅτι οὐχ ὡς λέγουσιν οὕτω καὶ φρονοῦσιν. τὸ δὲ οὐδὲν ἂν διέχοι φαγεῖν τὸ διέχοι ἀντὶ τοῦ διαφέροι. οὐδὲν ἂν οὖν διαφέροι φαγεῖν καὶ μὴ φαγεῖν, εἴ γε τὸ φαγεῖν ταὐτὸν τῷ μὴ φαγεῖν.
20τὸ δὲ καίτοι οὐκ ἔδει μὴ διαμενούσης παγίως μηδεμιᾶς φύσεως ἀντὶ τοῦ οὐκ ἔδει ὃ προσφέρονται ὡς ἄρτον εἶναι ἄρτον μηδὲν κατ’ αὐτοὺς ἐν ταυτότητι μένον ἐν οὐδενὶ χρόνῳ. ἔτι, φησίν, ἐπεὶ συνεχῶς κατ’ αὐτοὺς ἀλλοιούμεθα καὶ μηδέποτε διαμένομεν οἱ αὐτοί, διὰ τοῦτο οὐδέποτε ἡμῖν τὰ αὐτὰ φαίνεται καὶ οὐ διὰ τὸ τὰ πράγματα εἶναι καὶ ἡδέα καὶ μὴ ἡδέα
25καὶ ἀγαθὰ καὶ μὴ ἀγαθά. ὡς γὰρ τοῖς κάμνουσι διὰ τὸ μὴ ὁμοίαν ἔχειν τὴν ἕξιν νῦν τε κάμνουσι καὶ πρότερον ὅτε ὑγίαινον οὐχ ὁμοίως φαί‐ νονται τὰ κατὰ τὰς αἰσθήσεις ἀπὸ τῶν αἰσθητῶν ἐγγινόμενα αἰσθήματα, τὸν αὐτὸν δὴ τρόπον ἀναγκαῖόν ἐστιν ἔχειν, καὶ προσυπακουστέον τοῦ καὶ ἐφ’ ἡμῖν· ὥστε τὰ μὲν πράγματα τὰ αὐτά ἐστιν, ἡμῖν δ’ ἄλλοτε
30ἄλλα φαίνεται τῆς εἰρημένης, λέγω δὴ συνεχοῦς, μεταβολῆς γινο‐ μένης ἐν ἡμῖν. εἰ δὴ συνεχῶς ἡμᾶς λέγει τις μεταβάλλειν, τὰ εἰρημένα ἕψεται. εἰ δὲ μὴ μεταβάλλομεν ἀλλ’ οἱ αὐτοὶ διατελοῦμεν ὄντες καὶ ἐν ταυτότητι ὑπάρχοντες, εἰσὶν ἄρα τινὰ μένοντα καὶ μὴ ῥέοντα, περὶ ἃ οὐκ ἂν συναληθεύοι ἡ ἀντίφασις.
35p. 1063b7 Πρὸς μὲν οὖν τοὺς ἐκ λόγου τὰς ἀπορίας ἔχοντας οὐ ῥᾴδιον διαλῦσαι μὴ τιθέντων τι. Διδάσκει ἡμᾶς διὰ τούτων τίνες τῶν ταῦτα λεγόντων εὐίατοί τέ εἰσι
καὶ ταύτης ἀποσχέσθαι τῆς δόξης δύνανται, τίνες δὲ οὔ. ὅσοι μὲν οὖν,656
in Metaph
.

657

φησίν, οὕτω διετέθησαν ὑπὸ τῶν πεισάντων αὐτοὺς λόγων ὥστε μὴ μόνον λέγειν ὅτι ὁ δεικνὺς λόγος ὅτι τὸ αὐτὸ καὶ λευκὸν καὶ οὐ λευκόν ἐστιν ἀληθὴς καὶ ἀναντίρρητός ἐστιν, ἀλλὰ λέγειν ὅτι καὶ τουτὶ ὅπερ ὁρῶ καὶ ὡς ἄνθρωπον ὁρῶ καὶ ὡς μὴ ἄνθρωπον, πρὸς τούτους οὐ ῥᾴδιον ἢ καὶ
5ὅλως ἀδύνατον διαλῦσαι τοὺς δι’ ὧν ἀνεπείσθησαν ταῦτά τε λέγειν καὶ φρονεῖν λόγους, μὴ τιθέντων αὐτῶν μηδὲ συγχωρούντων τι, μήτε μὴν ἀπαι‐ τούντων λόγον ὃς ἂν λῦσαι δυνηθείη τοὺς δι’ ὧν ἀνεπείσθησαν λόγους. εἰ γὰρ τοσοῦτον αὐτοὺς ἠσπάσαντο ὥστε μηδὲ τῇ ἑαυτῶν αἰσθήσει πιστεύειν, ἀλλὰ λέγειν ὅτι ὃν ὁρῶ Σωκράτην καὶ ὡς ἄνθρωπον αὐτὸν ὁρῶ καὶ ὡς
10μὴ ἄνθρωπον, πῶς ἂν οὗτοι ἀνέξονται ἀκοῦσαί τινος τἀναντία κατασκευ‐ άζοντος ἢ ὅλως συγχωρήσαιέν τι; εἰ δὲ μὴ τίθενται μηδὲ συγχωροῦσί τι, πῶς ἂν αὐτοὺς λύσομεν; πᾶς γὰρ λόγος καὶ πᾶσα ἀπόδειξις ἐκ τοῦ τιθέναι τι καὶ ὁμολογεῖν γίνεται. ἐλλιπῶς δὲ πάνυ εἴρηται ἐν ἀρχῇ ἡ λέξις ἡ λέγουσα πρὸς μὲν οὖν τοὺς ἐκ λόγου τὰς ἀπορίας ἔχοντας οὐ ῥᾴ‐
15διον διαλῦσαι μὴ τιθέντων τι· ἐλλείποι δὲ ἂν τὸ καὶ λέγοντας αὐ‐ τοῖς φαίνεσθαι καὶ τὰ πράγματα τοιαῦτα. ὥστε ἔσται τὸ πλῆρες τοιοῦτον· πρὸς μὲν οὖν τοὺς ἔχοντας ἀπορίας ἐκ λόγου τινὸς γενομένου πρὸς αὐτούς, καὶ πείσαντος αὐτοὺς λέγειν ὅτι καὶ τὰ πράγματα αὐτοῖς τοιαῦτα φαίνεται οἷα καὶ λέγουσι, πρὸς δὴ τοὺς τοιούτους λόγος καὶ ἔλεγχος οὐκ ἔστι. πρὸς
20δὲ τοὺς ἀποροῦντας καὶ λέγοντας ὅτι τουτὶ μὲν ἄνθρωπός ἐστιν, οὐ φαίνε‐ ται δὲ ἡμῖν καὶ μὴ ἄνθρωπος, ἀλλὰ διὰ τοὺς πεπεικότας ἡμᾶς λόγους λέ‐ γομεν αὐτὸ καὶ ἄνθρωπον καὶ μὴ ἄνθρωπον, πρὸς τούτους ῥᾴδιον ἀπαντᾶν καὶ λύειν τὰ τούτων ἄπορα ἐκ τῶν προειρημένων· οὗτοι γὰρ διὰ τὸ πι‐ στεύειν τῇ αἰσθήσει διψῶσιν ἀκοῦσαι καὶ λόγου σύμφωνα τοῖς φαινομένοις
25φθεγγομένου. ὥστε φανερὸν ἐκ πάντων τῶν εἰρημένων ὅτι οὐκ ἐν‐ δέχεται τὰς ἀντικειμένας φάσεις περὶ τοῦ αὐτοῦ καθ’ ἕνα χρό‐ νον ἀληθεύειν, οὐδὲ τὰ ἐναντία, διὰ τὸ λέγεσθαι κατὰ στέρησιν καὶ ἕξιν· στέρησιν δὲ καὶ ἕξιν τοῦ αὐτοῦ ἅμα εἶναι οὐκ ἐνδέχεται. ὅτι δὲ τἀναντία κατὰ στέρησιν λέγεται, δῆλον, φησίν, π’ ἀρχὴν τοὺς λό‐
30γους ἀναλύουσι τοὺς τῶν ἐναντίων, τουτέστι τοὺς λόγους λαμβάνουσι τῶν ἐναντίων· εἰ γάρ ἐστιν ὑγίεια συμμετρία θερμῶν καὶ ξηρῶν, ἔσται ἡ νόσος ἀσυμμετρία τούτων, ἡ δ’ ἀσυμμετρία στέρησίς ἐστι συμμετρίας. οὔτε δὴ τὰ ὡς στέρησις καὶ ἕξις ἐναντία ἅμα κατηγορεῖσθαι κατὰ τοῦ αὐτοῦ ἐνδέχεται, οὔτε μὴν τῶν ἀνὰ μέσον οὐδὲν ἐναντίων (λέγει δὲ τὸ φαιὸν
35καὶ τὰ τοιαῦτα) οἷόν τε κατηγορεῖσθαι ἅμα καθ’ ἑνὸς καὶ τοῦ αὐ‐ το. εἰ γάρ ἐστι τόδε λευκόν, οὐχ οἷόν τε λέγειν αὐτὸ οὔτε μέλαν οὔτε λευκόν, τουτέστιν εἰ ἔστι λευκόν, οὐχ οἷόν τε λέγειν αὐτὸ καὶ φαιόν· συμ‐ βήσεται γὰρ εἶναι τὸ αὐτὸ λευκὸν καὶ μὴ λευκόν. ἐπεὶ δὲ συνέπλεξε τὸ μέλαν καὶ λευκὸν καὶ εἶπεν οὔτε μέλαν οὔτε λευκόν, εἶτα εἰπὼν ὅτι ψεῦδος
40τὸ λευκὸν οὔτε μέλαν οὔτε λευκὸν λέγειν ἐπήγαγε θάτερον γὰρ τῶν657
in Metaph
.

658

συμπεπλεγμένων ἀληθεύεται κατ’ αὐτο, ἤτοι τὸ ἕτερον, τουτέστι τὸ λευκόν, ἀληθεύεται κατὰ τοῦ λευκοῦ, καὶ οὐ τὸ ἀνὰ μέσον ἤτοι τὸ φαιόν. τὸ δὲ τοῦτο δ’ ἐστὶν ἀντίφασις τοῦ λευκοῦ εἴρηκε διὰ τὸ οὐ λευκόν, καὶ εἰ ἔστι τὸ οὐ λευκὸν ἀντίφασις τοῦ λευκοῦ, οὐκ ἂν ἀλη‐
5θεύσοι κατὰ τοῦ λευκοῦ· δέδεικται γὰρ ὡς ἀδύνατον τὰς ἀντιφάσεις ἀλη‐ θεύειν. ἀληθεύσει ἄρα κατὰ τοῦ λευκοῦ αὐτὸ τὸ λευκόν· ἀληθὲς γὰρ τὸ τὸ λευκὸν λέγειν λευκόν. καὶ συμπεραίνεται λέγων οὔτε δὴ καθ’ Ἡρά‐ κλειτον λέγοντας ἐνδέχεται ἀληθεύειν (καὶ εἴη ἂν τὸ λεγόμενον, οὔτε δὴ εἰ τὸ αὐτὸ λέγομεν ἀγαθὸν καὶ οὐκ ἀγαθόν, ὥσπερ Ἡράκλειτος,
10ἀληθεύσομεν), οὔτε κατὰ Ἀναξαγόραν. εἰ δὲ οὕτω λέγοντες ὡς ἐκεῖνοι ἔλεγον ἀληθῆ λέγειν ὑπολάβοιμεν, συμβήσεται τἀναντία τοῦ αὐτοῦ κατη‐ γορεῖν, ὅπερ ἐδείχθη ἀδύνατον. πῶς δὲ καὶ κατὰ Ἀναξαγόραν τὰ ἐναντία ἐν τῷ αὐτῷ ἅμα εἶναι συμβαίνει, λέγει. ὅταν γὰρ ἐν παντὶ καὶ τῷ τυ‐ χόντι πράγματι λέγῃ ὁ Ἀναξαγόρας εἶναι πάντα καὶ γλυκὺ καὶ πικρὸν καὶ
15λευκὸν καὶ μέλαν καὶ ἁπλῶς πάντα (πάντα γὰρ ἐν πᾶσι καὶ οὐ δυνάμει, ἀλλ’ ἐνεργείᾳ καὶ ἀποκεκριμένα καὶ καθ’ αὑτά), οὐδὲν ἕτερον λέγει ἢ τὰ ἐναντία ἐν τῷ αὐτῷ εἶναι. p. 1063b30 Ὁμοίως δὲ οὐδὲ πάσας ψευδεῖς οὐδὲ ἀληθεῖς τὰς φά‐ σεις δυνατόν.
20 Καὶ οἱ πάντα ἀληθῆ λέγοντες ψεύδονται καὶ οἱ πάντα ψευδῆ· φάσεις γὰρ τὰς περὶ τὰ πράγματα ὑπολήψεις φησίν. εἰ γὰρ πᾶσα φάσις ψευδής, δῆλον ὡς καὶ ἡ λέγουσα ὅτι πᾶσα φάσις ψευδὴς ψευδής ἐστιν· ὥστε ψεῦδος τὸ λέγειν πᾶσαν κατάφασιν ψευδῆ. εἰ δὲ πᾶσα κατάφασις ἀληθής, καὶ ἡ λέγουσα ὅτι πᾶσα κατάφασις ψευδὴς ἀληθὴς ἔσται. εἰ δὲ ἀληθὲς τὸ
25πᾶσαν κατάφασιν ψευδῆ εἶναι, ψεῦδος τὸ πᾶσαν κατάφασιν ἀληθῆ εἶναι. ὥστε καὶ τὸ λέγειν πᾶσαν ψευδῆ ψεῦδος καὶ τὸ λέγειν πᾶσαν ἀληθῆ. p. 1063b36 Πᾶσα δ’ ἐπιστήμη ζητεῖ τινας ἀρχὰς καὶ αἴτια. Τὸ προκείμενόν ἐστι δεῖξαι τίνι διαφέρει ἡ σοφία τῶν ἄλλων ἐπιστη‐ μῶν. δείκνυσι δὲ τὴν διαφορὰν αὐτῆς πρὸς τὰς ἄλλας διὰ τοῦ δεῖξαι ὅτι
30αἱ μὲν ἄλλαι ἐπιστῆμαι λαβοῦσαι μέρος τι τοῦ ὄντος ὡς ὑπάρχον καὶ ὀν‐ τότητος μετέχον δεικνύουσι τὰ καθ’ αὑτὸ συμβαίνοντα αὐτῷ ᾗ τοιοῦτόν ἐστιν καὶ οὐχ ᾗ ὄν. ἡ γὰρ γεωμετρία λαβοῦσα γραμμὰς σκοπεῖ τὰ συμ‐ βαίνοντα αὐταῖς ᾗ τοιαίδε εἰσίν, οἷον ᾗ ποσαὶ καὶ ᾗ συνεχεῖς ἀλλ’ οὐχ ᾗ ὄντα· καὶ ἡ φυσικὴ δὲ τὰ ὧν ἐστι θεωρητικὴ οὐχ ᾗ ὄντα θεωρεῖ, ἀλλ’
35ᾗ ἔχει ἐν ἑαυτοῖς ἀρχὴν κινήσεως· καὶ αἱ ἄλλαι ὁμοίως. ὥστε τοῦτο δια‐
φέρει ἡ σοφία τῶν ἄλλων ὅτι ἐκείνων ἡ μὲν τὰ ὑπ’ αὐτὴν θεωρεῖ ὡς658
in Metaph
.

659

ποσὰ καὶ ὡς συνεχῆ, ἡ δὲ ὡς κινούμενα, ἄλλη δὲ ἄλλως, οὐδεμία δὲ σκο‐ πεῖ ἢ δείκνυσι τίς φύσις συνεχοῦς καὶ τίς γραμμῆς, ἡ δὲ σοφία τὸ εἶναι καὶ τὴν φύσιν αὐτῶν θεωρεῖ καὶ ὅλως ᾗ ὄντα· ἡ γὰρ ἑκάστου φύσις τὸ εἶναι αὐτοῦ ἐστι. πᾶσα δή, φησίν, ἐπιστήμη ζητεῖ καὶ λαμβάνει ἀρχάς,
5ἀλλ’ οὐδεμία τούτων οὔτε τὰς ἀρχὰς οὔτε τὰ ἐκ τῶν ἀρχῶν ᾗ ὄντα ἐστὶ θεωρεῖ, ὥσπερ εἴπομεν, ἀλλ’ ἑτέρα τίς ἐστι, τουτέστιν ἡ σοφία, ἡ θεωροῦσα τὰς φύσεις καὶ τοὺς ὁρισμοὺς καὶ ὅλως τὸ εἶναι αὐτῶν τί ποτέ ἐστι. τῶν δὲ λεχθεισῶν ἐπιστημῶν, ἰατρικῆς καὶ φυσικῆς καὶ μαθηματικῆς καὶ τῶν λοιπῶν, τούτων ἑκάστη λαβοῦσα τὸ τί ἐστιν ἤτοι τὸν ὁρισμὸν ἑκάστου γέ‐
10νους ὡς προφανῶς ὄντα αὐτοῦ (τὸ γὰρ μῆκος ἀπλατὲς ὅτι ὁρισμός ἐστι τῆς γραμμῆς οὐκ ἀποδείκνυσιν ὁ μαθηματικὸς ἀλλ’ ὁμολογούμενον λαμ‐ βάνει ὅτι τῆς γραμμῆς ἐστι), τούτων δὴ ἑκάστη ὁμολογούμενον λαβοῦσα ὅτι ὅδε ὁ ὁρισμὸς ἢ ἡ ὑπογραφὴ τῆσδε τῆς ἀρχῆς ἐστι, δείκνυσι τὰ ὑπὸ τὰς ἀρχάς, ἡ μὲν μαλακώτερον ὡς ἡ ἀστρονομία, ἡ δ’ ἀκριβέστερον
15ὡς ἡ γεωμετρία. ἀλλ’ οὐδὲ πᾶσαι ὁμοίως τὰς ἀρχὰς λαμβάνουσιν, ἀλλ’ ἡ μὲν φυσικὴ φέρε εἰπεῖν δι’ αἰσθήσεως λαβοῦσα ὅτι τὸ πῦρ θερμὸν καὶ ξηρόν, τὸ δ’ ὕδωρ ψυχρὸν καὶ ὑγρόν, σκοπεῖ τὰ ἔργα αὐτῶν καὶ τὰ πάθη, ἡ δὲ γεωμετρία οὐκ ἀπὸ αἰσθήσεως, ἀλλ’ ὑπέθετο ὅτι ἔστω σημεῖον οὗ μέρος οὐθέν. καὶ ἐπεὶ πᾶσαι αἱ ἐπιστῆμαι, ὡς εἴρηται, οὔτε τοὺς τῶν
20οἰκείων ἀρχῶν ὁρισμοὺς ἀποδεικνύουσιν, ἀλλ’ ὁμολογούμενον λαμβάνουσιν ὅτι ὅδε ὁ ὁρισμὸς τοῦδέ ἐστιν, οὔτε μὴν τοὺς ἐκ τῶν ἀρχῶν (καὶ αὐτοὺς γὰρ ὁμολογουμένους λαμβάνουσι), φανερόν ἐστιν ἐκ τῆς τοιαύτης ἐπαγωγῆς ὅτι τῆς οὐσίας καὶ τοῦ τί ἐστιν ἤτοι τοῦ ὁρισμοῦ οὐκ ἔστιν ἀπόδειξις. τοῦτο δὲ ἦν ἓν τῶν ζητουμένων· ἐζητεῖτο γὰρ πότερον ἔστιν ἀπόδειξις τοῦ
25τί ἔστιν ἢ οὔ. ἀλλ’ ἡ μὲν τῶν προκειμένων διάνοια οἶμαι τοιαύτη. ποι‐ ητικὴν δὲ λέγει ἐπιστήμην οἰκοδομικὴν τεκτονικὴν καὶ ἁπλῶς πάσας ὧν μετὰ τὴν πρᾶξίν ἐστιν ἔργον τι καὶ ποίημα μένον· πρακτικὴ δέ ἐστιν ἧς μετὰ τὴν πρᾶξιν οὐδέν ἐστιν, ὁποία ἐστὶν ἥ τε ὀρχηστικὴ καὶ ἡ κιθαρι‐ στική, περὶ ὧν ἐν τοῖς ἠθικοῖς τοῖς ἐπιγραφομένοις Νικομαχείοις εἴρηται
30ἀκριβῶς. τοῦ δὲ ἑκάστη γὰρ τούτων περιγραψαμένη τι γένος αὐτὴ περὶ τοῦτο πραγματεύεται ὡς ὑπάρχον καὶ ὂν τὸ ὡς ὑπάρχον καὶ ὂν οὐ τοῦτό φησιν ὅτι ὃ περιεγράψατο καὶ ἔλαβεν οἷον ἡ γεωμετρία ᾗ ὂν τοῦτο σκοπεῖ, ἀλλὰ λέγοι ἂν ὅτι ὃ περιεγράψατο ὡς ὑπάρχον λα‐ βοῦσα καὶ ὀντότητος μετέχον, ἀλλ’ οὐχ ὡς ἀνύπαρκτον, σκοπεῖ τὰ τούτῳ
35συμβεβηκότα καθ’ αὑτό, ἡ δὲ πρώτη φιλοσοφία ᾗ ὄντα αὐτὰ θεωρεῖ. p. 1064a10 Ἐπεὶ δὲ ἔστι τις ἡ περὶ φύσεως ἐπιστήμη, δῆλον ὅτι καὶ πρακτικῆς ἑτέρα καὶ ποιητικῆς ἔσται.
Εἰπὼν τίνι διαφέρει ἡ σοφία τῶν ἄλλων ἐπιστημῶν λέγει καὶ τὴν659
in Metaph
.

660

διαφορὰν τῆς φυσικῆς πρὸς τὰς πρακτικὰς καὶ ποιητικάς. εἴπομεν δὲ προσεχῶς τίνες αἱ πρακτικαὶ καὶ τίνες αἱ ποιητικαί. συλλογίζεται δὴ οὕ‐ τως. πάσης πρακτικῆς καὶ ποιητικῆς ἡ ἀρχὴ τῆς κινήσεως καθ’ ἣν ποι‐ εῖται καὶ πράττεται τὰ ποιούμενα καὶ πραττόμενα ἐν ἄλλοις, ἤτοι τῷ ποι‐
5οῦντι καὶ τῷ πράττοντί ἐστι. τῆς φυσικῆς ἡ ἀρχὴ οὐκ ἐν ἄλλῳ ἀλλ’ ἐν τοῖς ὑπὸ φύσεως γενομένοις ἐστίν. ἡ φυσικὴ ἄρα οὔτε πρακτικὴ οὔτε ποιητική ἐστι. καὶ ὅτι μὲν τῆς ποιητικῆς ἡ ἀρχὴ καὶ πρακτικῆς οὐκ ἔστιν ἐν τῷ ποιουμένῳ καὶ πραττομένῳ, δῆλον· οὐ γάρ ἐστιν ἡ τοῦ οἰκοδομεῖ‐ σθαι τὴν οἰκίαν ἀρχὴ ἐν τῇ οἰκίᾳ ἀλλ’ ἐν τῷ οἰκοδόμῳ, οὐδὲ τῆς ὀρχή‐
10σεως ἐν τῇ ὀρχήσει ἀλλ’ ἐν τῷ ὀρχουμένῳ, οὐδὲ τῆς κιθαρίσεως ἐν τῇ κιθάρᾳ ἀλλ’ ἐν τῷ κιθαρίζοντι. ὅτι δὲ καὶ ἡ τῆς φυσικῆς ἀρχὴ καθ’ ἣν τὰ φυσικῶς γινόμενα γίνεται ἐν τοῖς γινομένοις ἐστίν, οὐδεὶς τῶν καὶ μετρίως ἡμμένων λόγου ἀγνοεῖ· ἔστι γὰρ ἡ φύσις ἀρχὴ κινήσεως καὶ ἠρε‐ μίας, ἐν ᾧ πρώτως καθ’ αὑτὸ πέφυκε καὶ μὴ κατὰ συμβεβηκός. κατὰ
15δὲ τὴν λέξιν τὴν καὶ τοῦτό ἐστιν εἴτε τέχνη τις εἴτε ἄλλη τις δύ‐ ναμις τέχνη μὲν ἡ οἰκοδομική, ἄλλην δέ τινα δύναμιν λέγοι ἂν τὴν τῶν ἀλόγων ζῴων φυσικὴν ὁρμήν, καθ’ ἣν ὁ ἀράχνης ἐργάζεται τὸ ἀράχνιον καὶ ἡ χελιδὼν τὰς νεοττιάς· ταῦτα γὰρ οὐ τέχνῃ ἐργάζεται ἀλλὰ φυσικῇ τινι ὁρμῇ. ἐπεὶ δὲ πᾶσα ἐπιστήμη ἢ θεωρητική ἐστιν ἢ πρακτικὴ ἢ ποι‐
20ητική, ἡ δὲ φυσικὴ ἐπιστήμη οὖσα οὔτε πρακτική ἐστιν οὔτε ποιητική, ἔστιν ἄρα θεωρητική. τὸ γὰρ εἰς ἓν τούτων τῶν γενῶν ἀνάγκη πί‐ πτειν δηλωτικόν ἐστι τοῦ ἀνάγκη ἢ θεωρητικὴν ἢ πρακτικὴν ἢ ποιητικὴν τὴν φυσικὴν εἶναι. ταῦτα εἰπὼν ὡς θεολόγος καὶ ὑπεραναβεβηκὼς πάν‐ των τῶν ἐπιστημόνων λέγει καὶ πῶς ὁ φυσικὸς τρόπον τινά (οὐ γὰρ ὡς
25θεολόγος) ὀφείλει ὁρίζεσθαι. ἐπειδὴ γάρ, φησί, τὸ τί ἐστιν ἀναγκαῖον ἑκάστῃ πως τῶν ἐπιστημῶν εἰδέναι (τὸ δὲ πῶς προσκείμενον μη‐ νυτικόν ἐστι τοῦ ἀναποδείκτως), ἐπεὶ οὖν ἀναγκαῖον ἑκάστῃ τῶν ἐπιστη‐ μῶν εἰδέναι τὸ τί ἐστι, δεῖ μὴ λανθάνειν ὅπως ὁ φυσικὸς ὁριεῖται καὶ πῶς τὸν τῆς οὐσίας ὁρισμὸν λήψεται, πότερον ὡς τὸ σιμὸν ἢ ὡς τὸ κοῖ‐
30λον. ἤ, φησίν, ὡς τὸ σιμόν· τὸ μὲν γὰρ σιμὸν ἀεὶ μετὰ τῆς ἐν αὐτῷ ὑποκειμένης ὕλης τῆς ῥινὸς ὁριζόμεθα· φαμὲν γὰρ ὅτι σιμότης ἐστὶ κοιλό‐ της ἐν ῥινί. καὶ τοῦτο ποιοῦμεν διὰ τὸ ὡρισμένον εἶναι τὸ τῆς σιμότητος ὑποκείμενον· ἡ γὰρ σιμότης ἀεὶ ἐν ῥινί ἐστι. τὸ δὲ κοῖλον ἐπειδὴ καὶ ἐν χαλκῷ καὶ ξύλῳ καὶ γῇ καὶ οὐρανῷ καὶ κύκλῳ καὶ σχεδὸν ἐν ἅπασιν
35εὑρίσκεται, διὰ τὸ μὴ ἔχειν ὡρισμένον ὑποκείμενον χωρὶς ὕλης αὐτὸ ὁρι‐ ζόμεθα. ὡς οὖν τὸν ὁριζόμενον τὸ σιμὸν ἀνάγκη εἰς τὸν ὁρισμὸν αὐτοῦ συμπεριλαβεῖν καὶ τὴν ὑποκειμένην αὐτῷ ὕλην, λέγω δὴ τὴν ῥῖνα, οὕτω καὶ τῷ φυσικῷ, εἴτε τὸ τῆς σαρκὸς εἶδος ὁρίζεται εἴτε τὸ τοῦ ὀφθαλμοῦ εἴτε ἄλλου τινὸς φυσικοῦ εἴδους, ἀναγκαῖόν ἐστι λαβεῖν καὶ τὴν ὑποκει‐
40μένην αὐτοῖς ὕλην. ταῦτα εἰπὼν λέγει ‘ἐπεὶ δέδεικται ὡς ἔστι τις ἐπι‐
στήμη τοῦ ὄντος ᾗ ὄν, τὸ δὲ κυρίως ὂν καὶ χωριστόν ἐστι καὶ πάντῃ660
in Metaph
.

661

ἄυλον, πότερον ταύτην τὴν ἀρχὴν ὁ φυσικὸς ἐπισκέψεται καὶ ζητήσει ἢ ὁ μαθηματικός;‘ καὶ λέγει ὅτι οὔτε ὁ φυσικὸς οὔτε ὁ μαθηματικός. ἡ μὲν γὰρ φυσικὴ ἤτοι ὁ φυσικὸς περὶ τὰ κινήσεως ἔχοντα ἀρχὴν ἐν ἑαυτοῖς ἐστι, τὸ δὲ κυρίως ὄν, ἡ πρώτη καὶ ἄυλος ἀρχή, πάντῃ καὶ πάντως ἐστὶν
5ἀκίνητος. ἡ δὲ μαθηματικὴ θεωρητικὴ μέν ἐστιν ἀκινήτων καὶ μενόντων, ἀλλὰ μόνῃ τῇ ἐπινοίᾳ χωριστῶν, ἐν ὕλῃ δὲ ὄντων· ὥστε οὐδὲ ταύτης ἂν εἴη τὸ περὶ τῆς πρώτης ἀρχῆς θεωρεῖν. ἑτέρα ἄρα τίς ἐστι τῆς τε φυ‐ σικῆς καὶ μαθηματικῆς ἡ τὸ ἀκίνητον καὶ πάντῃ χωριστὸν θεωρεῖν σπεύ‐ δουσα. καὶ εἴπερ ἔστι, φησί, φύσις τις τοιαύτη χωριστὴ καὶ ἀκίνη‐
10τος, ἐνταῦθα ἂν εἴη που καὶ τὸ θεῖον, τουτέστιν αὕτη ἂν εἴη ὁ θεός, ὅς ἐστιν ἡ πρώτη καὶ κυριωτάτη ἀρχή. ἐκ δὴ τῶν εἰρημένων ὥσπερ πόρισμα ἡμῖν ἀνεφάνη ὅτι τρία ἐστὶ τὰ γένη τῶν θεωρητικῶν ἐπιστημῶν, μαθηματικὴ φυσικὴ θεολογική. καὶ τῶν μὲν πρακτικῶν καὶ ποιητικῶν ἐπιστημῶν ἢ τεχνῶν βέλτιστον τὸ τῶν θεωρητικῶν γένος, τῶν δ’ αὖ
15θεωρητικῶν βελτίστη πάλιν ἡ βελτίοσιν ἀρχαῖς χρωμένη, βελτίοσι δὲ ἀρ‐ χαῖς χρῆται ἡ τελευταία ῥηθεῖσα, τουτέστιν ἡ θεολογική. πρὸς τούτοις οὐκ ἀνοίκειον ἀλλ’ οἰκειότατόν τι ἀπορεῖ λέγων, πότερον ἐπεὶ ἡ μαθημα‐ τικὴ μέρος τι τοῦ ὄντος λαβοῦσα καὶ ἡ φυσικὴ καὶ αἱ λοιπαὶ τὰ συμβε‐ βηκότα τούτοις σκοποῦσιν, ἡ δὲ καθόλου, τουτέστι τοῦ ὄντος, οὐ μέρος
20τι τοῦ ὄντος σκοποῦσα ἀλλὰ τὸ ὂν ᾗ ὄν, ἆρα καθόλου ἐστὶν αὕτη ἡ ἐπι‐ στήμη καὶ γένος τῆς τε μαθηματικῆς τῆς τε φυσικῆς καὶ τῶν λοιπῶν ἢ οὔ; εἰ μὲν γάρ, φησίν, ἦσαν αἱ φυσικαὶ οὐσίαι πρῶται τῶν ἄλλων, ἦν ἂν ἡ φυσικὴ ἡ πρώτη καὶ καθόλου ἐπιστήμη· εἰ δ’ ἐστὶν ἑτέρα τις φύσις προτέρα τῶν φυσικῶν οὐσιῶν καὶ χωριστὴ καὶ ἄυλος, ἑτέραν ἀνάγκη καὶ
25τὴν ἐπιστήμην αὐτῆς εἶναι καὶ προτέραν καὶ καθόλου. καὶ πῶς ταύτην εἶπε καθόλου, σαφηνίζων ἐπήγαγε τὸ τῷ προτέραν, δυνάμει λέγων ‘οὕ‐ τως τὴν προκειμένην ἐπιστήμην φημὶ καθόλου, οὐχ ὡς κατηγορουμένην κατὰ τῶν λοιπῶν, ἀλλ’ ὡς προτέραν καὶ συναναιροῦσαν τὰς ἄλλας· ἀναι‐ ρεθείσης γὰρ τῆς θεολογίας δῆλον ὅτι ἀναιροῦνται καὶ αἱ ἀρχαὶ αὐτῆς·
30τῶν γὰρ ἀρχῶν μενουσῶν μένοι ἂν καὶ αὐτή. ἀλλὰ μὴν τῶν ἀρχῶν τῶν τῆς θεολογίας ἀναιρουμένων ἀναιροῦνται καὶ τὰ λοιπὰ ἅπαντα.‘ ἐπίστησον οὖν ὅτι ἐπεὶ τὴν θεολογίαν οὐχ ὡς κατὰ πλειόνων λεγομένην λέγει καθ‐ όλου, ἀλλ’ ὡς προτέραν καὶ συναναιροῦσαν τὰς ἄλλας, δῆλον ὅτι καὶ ὅτε τὸ ὂν καὶ κυρίως ὄν, τὴν πρώτην ἀρχήν φημι, καθόλου ἔλεγεν, οὐχ ὡς
35κατὰ πλειόνων λεγομένην οὕτως αὐτὴν ἔφασκεν ἀλλ’ ὡς συναναιροῦσαν τὰς ἄλλας ἀρχάς. ἀλλὰ διὰ τίνα αἰτίαν ὅλως καθόλου τὴν παροῦσαν λέγει ἐπιστήμην καὶ τὴν ἀρχὴν αὐτῆς; ἢ ἐπειδὴ τὰ συναναιροῦντα καθολικώτερα λέγειν εἰώθαμεν τῶν συναναιρουμένων, συναναιρεῖ δὲ καὶ ταῦτα, τῇ συν‐
ηθείᾳ κατακολουθῶν εἶπεν αὐτὰ καθόλου.661
in Metaph
.

662

p. 1064b15 Ἐπεὶ δὲ τὸ ἁπλῶς ὂν κατὰ πλείους λέγεται τρόπους, ὧν εἷς ἐστιν ὁ κατὰ συμβεβηκὸς εἶναι λεγόμενος. Ἁπλῶς ὂν νῦν τὸ καθόλου λέγει· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. ἐπειδὴ τὸ καθόλου ὂν κατὰ πλείονας λέγεται τρόπους, τῶν δὲ τοιούτων τρόπων
5εἷς ἐστιν ὁ κατὰ συμβεβηκὸς εἶναι λεγόμενος, σκεπτέον περὶ τοῦ κατὰ συμβεβηκὸς ὄντος· τούτου γὰρ μηνυτικὸν τὸ σκεπτέον πρῶτον περὶ τοῦ οὕτως ὄντος. ἐλλείποι δ’ ἂν τῇ λέξει τὸ πότερον ζητεῖ τοῦτό τις τῶν ἐπιστημῶν ἢ τεχνῶν ἢ οὔ. πρὸς τοῦτο γὰρ τείνει τὸ ἐπαχθὲν τὸ ὅτι μὲν οὐδεμία τῶν παραδεδομένων ἐπιστημῶν πραγματεύεται
10περὶ τοῦ συμβεβηκότος, δῆλον. καὶ εἴη ἂν τὸ ὅτι μὲν οὐδεμία πραγματεύεται τῶν παραδεδομένων ἐπιστημῶν λύσις τοῦ ἐλλεί‐ ποντος τοῦ πότερον ζητεῖ τοῦτό τις τῶν ἐπιστημῶν ἢ τεχνῶν. λύων οὖν ὅτι οὐκ ἔστι τοῦ κατὰ συμβεβηκὸς ὄντος ἐπιστήμη ἢ τέχνη λέγει οὔτε γὰρ ἡ οἰκοδομικὴ σκοπεῖ εἰ λυπηρῶς οἰκήσουσιν οἱ ἐν αὐτῇ οἰκοῦντες, οὔθ’
15ἡ ὑφαντικὴ εἰ ὑγιεινῶς ἢ νοσωδῶς οἱ τὸ ἱμάτιον φοροῦντες διάξουσιν, οὔτ’ ἄλλη τις οὐδεμία, ἀλλ’ ἑκάστη τούτων μόνον τὸ καθ’ ἑαυτὴν ἴδιον σκο‐ πεῖ. ἔστι δὲ οἰκοδομικῆς ἴδιον τὸ ποιῆσαι τοιονδὶ εἶδος, οἷον σκέπασμα κωλυτικὸν ὄμβρων καὶ χρημάτων φυλακτικόν, καὶ τοῦτο μόνον σκοπεῖ ὅπως ἂν γένηται εἶδος δυνάμενον κωλύειν τοὺς ὄμβρους καὶ φυλάττειν τὰ χρή‐
20ματα, οὐδαμῶς δὲ προσλογίζεται εἰ λυπηρῶς ἢ ἡδέως διάξουσιν οἱ ἐν αὐ‐ τῷ οἰκήσοντες· τὸ γὰρ λυπηρὰν εἶναι τὴν οἰκίαν τοῖς οἰκοῦσι συμβέβηκε τῇ οἰκίᾳ καὶ ἔστι τοῦτο κατὰ συμβεβηκὸς ὄν. ὥσπερ οὖν ἡ οἰκοδομικὴ οὐ σκοπεῖ τὸ τῇ οἰκίᾳ συμβησόμενον, οὕτως οὐδ’ ἄλλη τις τῶν ἐπιστημῶν ἢ τεχνῶν θεωρεῖ τὸ κατὰ συμβεβηκὸς ὄν.
25p. 1064b23 Οὐδὲ τὸν ὄντα μουσικὸν ὅτι γενόμενος γραμματικὸς τὰ ἀμφότερα ἅμα ἔσται πρότερον οὐκ ὤν. Ὃ νῦν παρατίθεται σόφισμα ὑπὸ τῶν σοφιστῶν λεγόμενον, τοιοῦτόν ἐστι καὶ οὕτως ὑπ’ αὐτῶν ἐπεραίνετο. ὑπετίθεντο ἄνθρωπον, οἷον τὸν Καλλίαν, πρότερον μουσικὸν ὄντα χωρὶς τοῦ εἶναι γραμματικόν, ὕστερον
30γεγονότα καὶ γραμματικόν, καὶ ἔλεγον ‘οὑτοσὶ ὁ Καλλίας νῦν ἅμα ἐστὶ μου‐ σικὸς καὶ γραμματικός. εἰ δὲ τοῦτο, καὶ ὅτε ἐγένετο γραμματικός, ἐγένετο καὶ μουσικός· ἅμα γὰρ ὢν γραμματικὸς νῦν καὶ μουσικὸς ἅμα καὶ ἐγίνετο γραμματικὸς καὶ μουσικός. ὅτε ἄρα ἐγίνετο γραμματικός, οὐκ ἦν μουσικός. ἀλλὰ μὴν καὶ ἦν μουσικὸς πρὸ τοῦ γενέσθαι γραμματικός (τοῦτο γὰρ ὑπό‐
35κειται)· ἦν ἄρα πρὸ τοῦ ἄρξασθαι γίνεσθαι γραμματικὸς μουσικὸς καὶ οὐκ
ἦν.‘ ὁ δὲ παραλογισμὸς συμβαίνει ἐπὶ ἀξιώματι λίαν ἐναργῶς ψευδεῖ, τῷ662
in Metaph
.

663

λέγοντι, ὧν ἡ ὕπαρξις ἅμα, τούτων καὶ ἡ γένεσις· οὐ γὰρ εἰ τήμερόν ἐστι Σωσιγένης καὶ Ἀλέξανδρος, ἀληθὲς τὸ λέγειν ὅτι, ὅτε ἐγίνετο ὁ Σωσιγένης, ἐγίνετο καὶ ὁ Ἀλέξανδρος. ὕστερος γὰρ Σωσιγένης Ἀλεξάνδρου τῷ χρόνῳ, εἰ καὶ συνέβη, ὅτε ἦν Ἀλέξανδρος, εἶναι καὶ τὸν Σωσιγένην. τὸ μὲν οὖν
5σόφισμα τοιοῦτον, καὶ τὸ τὸν Καλλίαν μουσικὸν ὄντα εἶναι καὶ γραμματι‐ κὸν ὂν μέν ἐστι, κατὰ συμβεβηκὸς δὲ ὄν· συμβέβηκε γὰρ ὄντα μουσικὸν γενέσθαι γραμματικόν. εἰπὼν δὲ ὁ Ἀριστοτέλης ὅτι οὐδεμία ἐπιστήμη τὸ κατὰ συμβεβηκὸς ὂν ζητεῖ, οὔτε ἡ οἰκοδομικὴ οὔτε ἄλλη τις, λέγει ὅτι ἐπειδὴ ἐκ τῶν κατὰ συμβεβηκὸς ὄντων ἐστὶ τὸ τὸν Καλλίαν νῦν ἅμα μου‐
10σικὸν ὄντα καὶ γραμματικὸν εἶναι, οὐδεμία τῶν ἐπιστημῶν ζητεῖ εἰ ὅτε ἐγίνετο γραμματικὸς ἅμα καὶ μουσικὸς ἐγίνετο. αἱ γὰρ ἐπιστῆμαι τῶν ὄν‐ των, τὸ δὲ κατὰ συμβεβηκὸς ὂν σχεδὸν μὴ ὄν ἐστι, περὶ ὃ ἡ σοφιστικὴ διατρίβει· διὸ πάνυ καλῶς ὁ Πλάτων ἔφησε τὸν σοφιστὴν περὶ τὸ μὴ ὂν διατρίβειν. ἔστι δὲ ἀκατάλληλος καὶ πάνυ ἀσαφὴς ἡ λέξις ἡ οὐδὲ τὸν
15ὄντα μουσικὸν ὅτι γενόμενος γραμματικὸς καὶ τὰ ἑξῆς. οὕτω δέ, ὡς οἶμαι, ταύτην ὑπερβιβάζειν χρή. ὃ δὲ μὴ ἀεὶ ὂν ἔστιν, ἐγένετο τοῦτο, ὥσθ’ ἅμα μουσικὸς ἐγένετο καὶ γραμματικός. εἶτα τού‐ τῳ συναπτέον τὸ οὐδὲ τὸν ὄντα μουσικὸν ὅτι γενόμενος γραμμα‐ τικὸς ἅμα ἔσται τὰ ἀμφότερα, πρότερον οὐκ ὤν· καὶ οὕτως ἀνα‐
20γνωστέον τὸ τοῦτο οὐδεμία ζητεῖ τῶν ὁμολογουμένως οὐσῶν ἐπι‐ στημῶν καὶ τὰ ἑξῆς, ἵν’ ᾖ τὸ ὅλον καὶ τὸ τοῦ λόγου συνεχὲς τοιοῦτον. ὃ δὲ μὴ ἀεὶ ὂν ἔστιν, ἐγένετο τοῦτο, ὥσθ’ ἅμα μουσικὸς ἐγένετο καὶ γραμματικός· τὸ οὖν τὸν ὄντα μουσικὸν ὅτι γραμματικὸς ἔσται, πρότερον οὐκ ὤν, τοῦτο οὐδεμία ζητεῖ τῶν ὁμολογουμένως ἐπιστημῶν, καὶ
25τὰ ἑξῆς. ἔστι δὲ τὸ ὃ δὲ μὴ ἀεὶ ὂν ἔστιν, ἐγένετο τοῦτο, ὥσθ’ ἅμα μουσικὸς ἐγένετο καὶ γραμματικός, κατασκευή, δι’ ἧς κατεσκεύαζον οἱ σοφισταὶ ὅτι ὁ Καλλίας, ὅτε ἦν μουσικός, οὐκ ἦν μουσικός. εἴη δ’ ἂν ὡς ἀπὸ τῶν σοφιστῶν λεγόμενον τὸ ὃ δὲ μὴ ἀεὶ ὂν ἔστιν, ἐγένετο τοῦτο. ἔστι δὲ τοιοῦτον· ὅπερ μὴ ἀεὶ ὂν μηδὲ πρότερον ὂν νῦν ἔστι,
30τοῦτο ἐγένετο, ὁ δὲ Καλλίας νῦν ὢν ἅμα μουσικὸς καὶ γραμματικός, πρό‐ τερον δὲ μὴ ὢν ἀμφότερα (δηλονότι γραμματικὸς καὶ μουσικός· μουσικὸς γὰρ μόνον ἦν), ἅμα γινόμενος γραμματικὸς ἐγίνετο καὶ μουσικός· τὸ δὲ γινόμενον οὐκ ἔστιν· ὁ Καλλίας ἄρα γινόμενος μουσικὸς οὐκ ἦν μουσικός. ἀλλὰ καὶ ἦν. αὐτὸς δὲ τὸ ὥσθ’ ἅμα μουσικὸς ἐγένετο καὶ γραμμα‐
35τικὸς θείς, τὸ ‘τὸ δὲ γινόμενον‘ καὶ τὸ ‘ὁ Καλλίας ἄρα ἦν μουσικὸς καὶ οὐκ ἦν‘ οὐκ ἔθηκε διὰ τὴν συνήθη βραχυλογίαν. ἀλλὰ ταῦτα μὲν ὡς ἀπὸ τῶν σοφιστῶν λεγόμενα ἡμᾶς λαμβάνειν χρή· τὸ δὲ οὐδὲ τὸν
ὄντα μουσικὸν ὅτι γενόμενος γραμματικὸς τὰ ἀμφότερα ἅμα663
in Metaph
.

664

ἔσται, πρότερον οὐκ ὤν, τοῦτο οὐδεμία ζητεῖ τῶν ὁμολογουμέ‐ νως οὐσῶν ἐπιστημῶν, τοῦτο ὡς ἀπὸ Ἀριστοτέλους λεγόμενον νομι‐ στέον. εἴη δ’ ἂν τὸ λεγόμενον, ὅτι οὐδὲ τὸν ὄντα μὲν πρότερον μουσικὸν νῦν δὲ ὄντα ἀμφότερα, καὶ μουσικὸν καὶ γραμματικόν, πρότερον δηλονότι
5μὴ ὄντα μουσικὸν καὶ γραμματικὸν ἅμα, ἀλλὰ μόνον μουσικόν (καὶ προσ‐ υπακουστέον τοῦ εἰ ἅμα τῷ γίνεσθαι γραμματικὸς ἐγίνετο καὶ μουσικός) οὐδεμία τῶν ὁμολογουμένως ἐπιστημῶν ζητεῖ. p. 1064b30 Ὅτι δὲ οὐδ’ ἐνδεχόμενόν ἐστιν εἶναι τοῦ συμβεβη‐ κότος τὴν ἐπιστήμην.
10 Λαβὼν ἐξ ἐπαγωγῆς ὅτι τοῦ συμβεβηκότος οὐκ ἔστιν ἐπιστήμη, ὅτι, φησί, τοῦτο ἀληθές ἐστι δῆλον ἡμῖν γενήσεται ὁρισαμένοις τί ποτέ ἐστι τὸ συμβεβηκός· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ πειραθεῖσιν ἰδεῖν τί ποτέ ἐστι τὸ συμβεβηκός. μέλλων δὲ ὁρίσασθαι τὸ συμβεβηκὸς ποιεῖται δι‐ αίρεσιν τῶν ὄντων συντελοῦσαν αὐτῷ εἰς τὴν τοῦ ὁρισμοῦ τοῦ συμβεβη‐
15κότος ἀπόδοσιν, λέγων τῶν ὄντων τὰ μὲν ἀεί ἐστι καὶ ἐξ ἀνάγκης. ἐπεὶ δὲ τὸ ἀναγκαῖον πολλαχῶς λέγεται, ὡς ἐν τῷ Δ ταύτης τῆς πραγ‐ ματείας ἐμάθομεν, ὧν ἓν ἦν τὸ βίᾳ, ἐπάγει ἀνάγκης δὲ λέγω οὐ τῆς κατὰ βίαν, ἀλλ’ ᾗ χρώμεθα ἐν ταῖς ἀποδείξεσιν. ἀεὶ γὰρ καὶ ἐξ ἀνάγ‐ κης τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις εἰσὶν ἴσα, καὶ τὰ λοιπὰ ἀξιώματα
20ὁμοίως. τὰ μὲν οὖν ἀεί ἐστι καὶ ἐξ ἀνάγκης, τὰ δ’ ὡς ἐπὶ τὸ πολ· ὡς ἐπὶ τὸ πολὺ γὰρ οἱ ἄνθρωποι πενταδάκτυλοι· τὰ δὲ οὔθ’ ὡς ἐπὶ τὸ πολὺ οὔτε ἐξ ἀνάγκης ἀλλ’ ὅπως ἔτυχε, τουτέστιν ἐπ’ ἔλαττον. καὶ ὅτι τὸ ὅπως ἔτυχεν ἀντὶ τοῦ ὡς ἐπ’ ἔλαττον ἔλαβε, δῆλον πεποίηκε διὰ τοῦ ἐπαχθέντος αὐτῷ παραδείγματος· ἐπ’ ἔλαττον γὰρ καὶ σπανίως ἐπὶ
25κυνὸς ἀνατολῇ γίνεται ψῦχος· ποτὲ γὰρ ἴσως τοῦτο συμβήσεται. τὸ οὖν συμβεβηκός ἐστιν οὔτε τῶν ὡς ἐπὶ τὸ πολὺ οὔτε τῶν ἐξ ἀνάγκης καὶ ἀεί, ἀλλὰ τῶν ὡς ἐπ’ ἔλαττον. διελὼν οὖν οὕτω τὰ ὄντα ὁρίζεται τὸ συμβε‐ βηκὸς λέγων συμβεβηκός ἐστιν ὃ γίνεται μέν, οὐκ ἀεὶ δὲ οὐδὲ ἐξ ἀνάγκης οὐδ’ ὡς ἐπὶ τὸ πολ· ὥστε τὸ ἐν τῷ κόρακι μέλαν οὐχ
30ἁπλῶς συμβεβηκὸς λεχθήσεται ἀλλὰ μετὰ προσθήκης ἐπὶ πολὺ συμβεβη‐ κός· τὸ δὲ ἐπ’ ἔλαττον γινόμενον συμβεβηκὸς ἁπλῶς χωρίς τινος προσ‐ θήκης. εἰ δὴ πᾶσα ἐπιστήμη ἢ τῶν ἀναγκαίων ἐστὶν ἢ τῶν ὡς ἐπὶ τὸ πολύ, τὸ δὲ συμβεβηκὸς οὐ τοιοῦτον, τοῦ συμβεβηκότος ἄρα οὐκ ἔστιν ἐπι‐ στήμη. δείκνυσι δὲ καὶ ἄλλως ὅτι τοῦ συμβεβηκότος οὐκ ἔστιν ἐπιστήμη,
35δυνάμει συλλογιζόμενος οὕτως. ὧν ἐστιν ἐπιστήμη, τούτων εἰσὶν ἀρχαὶ καὶ αἴτια ὡρισμένα· τοῦ κατὰ συμβεβηκὸς ὄντος ἀρχαὶ καὶ αἴτια ὡρισμένα οὔκ εἰσι· τοῦ συμβεβηκότος ἄρα οὐκ ἔστιν ἐπιστήμη. τούτων τῶν δύο
προτάσεων τὴν μείζονα τὴν ὧν εἰσιν ἐπιστῆμαι τούτων ἀρχαί εἰσι καὶ αἴ‐664
in Metaph
.

665

τια ὡς πολλάκις δειχθεῖσαν οὐ κατασκευάζει, τὴν δὲ ἐλάττονα τὴν λέ‐ γουσαν ὅτι τοῦ συμβεβηκότος οὐκ ἔστιν ὡρισμένα αἴτια δείκνυσι δι’ ἀδυ‐ νάτου, ὑποθέμενος τὸ ἀντικείμενον ὅτι ἔστωσαν τοῦ κατὰ συμβεβηκὸς ὄντος αἴτια [καὶ] ὡρισμένα, καὶ συλλογίζεται πάλιν δυνάμει ὧδε. τὸ συμβεβη‐
5κὸς ὡρισμένα αἴτια ἔχει, ὡς ὑπόκειται· ὧν ἐστιν ὡρισμένα αἴτια, ταῦτα ἀναγκαῖά ἐστι· τὸ συμβεβηκὸς ἄρα ἀναγκαῖόν ἐστι. τούτῳ προσληφθείσης ἑτέρας προτάσεως τῆς τὸ δὲ ἀναγκαῖον ἀεί ἐστι, συνάγεται ὅτι τὸ συμβε‐ βηκὸς ὂν ἀεί ἐστι. τοῦτο δὲ ἀδύνατον· ἀδύνατον ἄρα καὶ δι’ οὗ τοῦτο συνῆκται· ἔστι δὲ τὸ τοῦ κατὰ συμβεβηκὸς ὄντος αἱ ἀρχαὶ ὡρισμέναι εἰσίν.
10εἰ δ’ οὔκ εἰσιν αἱ ἀρχαὶ αὐτοῦ ὡρισμέναι, οὐδ’ ἔστιν αὐτοῦ ἐπιστήμη. καὶ ἡ μὲν ἀγωγὴ τῶν λεγομένων τοιαύτη τις ἂν εἴη, τὰ δὲ κατὰ τὴν λέξιν οὕτως ἂν ἔχοι. ὅτι δὲ τοῦ κατὰ συμβεβηκὸς ὄντος οὔκ εἰσιν ἀρ‐ χαὶ τοιαῦται, τουτέστιν ὡρισμέναι, δῆλον. εἰ γάρ εἰσιν αὐτοῦ τὰ αἴτια ὡρισμένα, ἔσται ἀναγκαῖον, ὥσπερ καὶ τὰ λοιπὰ ὧν ἐστι τὰ αἴτια ὡρισμένα·
15εἰ δὲ τοῦτο, ἔσται πάντα ἐξ ἀνάγκης· εἰ δὲ τοῦτο, ἀναιροῖτ’ ἂν ἡ τοῦ ἐνδεχομένου φύσις. ὅτι δὲ ἔστιν ἡ τοῦ ἐνδεχομένου φύσις καὶ ἀδύνατόν ἐστιν αὐτὴν μὴ εἶναι, δέδεικται ἐν τῷ Περὶ ἑρμηνείας. εἰπὼν δὲ ὅτι πάντα ἐξ ἀνάγκης πως ἔσται, τοῦτο κατασκευάζει λέγων· εἰ γὰρ τοῦδε ὄν‐ τος ἔστι τόδε καὶ τοῦδε τόδε, τοῦτο δὲ γίνεται οὐκ ἐπὶ τῶν τυχόντων ἀλλ’
20ἐπὶ τῶν ἀναγκαίων, εἰ οὖν καὶ ἐπὶ τοῦ κατὰ συμβεβηκὸς ὄντος τοῦδε μὲν ὄντος ἔστι τόδε, τοῦδε δὲ ὄντος ἔστι τὸ συμβεβηκός, ἔσται τὸ συμβεβηκὸς ἀναγκαῖον. ὥσπερ γὰρ οἰκίας οὔσης ἐξ ἀνάγκης εἰσὶ τοῖχοι, τούτων δὲ ὄντων θεμέλιοι, καὶ τούτων ἐξ ἀνάγκης λίθοι, οὕτω καὶ τὸ συμβεβηκὸς ἐξ ἀνάγκης ἂν ἦν, εἴπερ ἦσαν αὐτοῦ τὰ αἴτια ὡρισμένα. οἷον σαφηνείας
25ἕνεκεν τοῦ ἡλίου κατὰ κάθετον γινομένου τῇ σελήνῃ ἐξ ἀνάγκης γίνεται ἔκλειψις, ἐκλείψεως δὲ γενομένης δεδόσθω ὡς συνέβη εὑρεθῆναι θησαυρόν· εἰ οὖν τῆς τοῦ θησαυροῦ εὑρέσεως τὰ αἴτια ὡρισμένα ἐστίν, ἔστωσαν αὐ‐ τοῦ αἴτια ἥ τε ἔκλειψις καὶ τὸ τῆς ἐκλείψεως αἴτιον· ὥστε ἐπεὶ τοῦ ἡλίου κατὰ κάθετον τῇ σελήνῃ γινομένου ἐξ ἀνάγκης γίνεται ἔκλειψις, ἡ δὲ ἔκ‐
30λειψις αἰτία ἐστὶ τῆς τοῦ θησαυροῦ εὑρέσεως, ἐξ ἀνάγκης ἔσται ἡ τοῦ θησαυροῦ εὕρεσις, ἧς εὑρέσεώς ἐστιν αἰτία ἡ ἔκλειψις. τοῦτο δέ, ἤτοι ἡ τοῦ θησαυροῦ εὕρεσις, ἦν συμβεβηκός· ἔστι γὰρ τῶν ἐπ’ ἔλαττον· νῦν δὲ ἐκ τοῦ λέγειν ὅτι ὡρισμένα ἐστὶν αὐτοῦ τὰ αἴτια συνάγεται ὅτι τῶν ἀναγ‐ καίων ἐστίν. ἅπαντα ἄρα ἀναγκαῖά ἐστι καὶ οὐδέν ἐστιν ἐνδεχόμενον. τε‐
35λευταῖον δὲ εἶδος εἶπε τὸ ἔσχατον αἰτιατόν. αἴτιον μὲν γὰρ πρῶτον ἡ κατὰ κάθετον τοῦ ἡλίου ἀπόστασις, αἰτιατὸν δὲ ἡ ἔκλειψις. πάλιν αἴτιον μὲν δεύτερον ἡ ἔκλειψις, αἰτιατὸν δὲ ἔσχατον ἡ τοῦ θησαυροῦ εὕρεσις· εἰ δὲ ἦν αὕτη ἡ εὕρεσις αἰτία τινός, ἦν ἂν ἐκεῖνο τὸ ἔσχατον αἰτιατόν. εἰ
μὲν οὖν ὂν ὑποθώμεθα τὸ τοῦ συμβεβηκότος αἴτιον, συμβήσεται καὶ τὸ665
in Metaph
.

666

συμβεβηκὸς ἐξ ἀνάγκης εἶναι. εἰ δὲ μὴ ὄν, φησίν, ὑποθώμεθα ἀλλὰ γινό‐ μενον, ἐξ ἀνάγκης γενήσεται καὶ τὸ συμβεβηκός. εἰ γὰρ αὔριον γενήσεται θησαυροῦ εὕρεσις ἐκλείψεως γινομένης, ἔκλειψις δὲ γενήσεται εἰ ἀντίφραξις γένηται ὑπὸ τῆς γῆς, αὕτη δὲ εἰ κατὰ κάθετον ὁ ἥλιος γίνηται, καὶ τοῦτο
5πάλιν εἰ γίνεται βροχή, καὶ τοῦτο εἰ βροντᾷ, ἡ δὲ βροντὴ ἔστω τελευταῖον, ἀναποδιστέον ‘ἐπεὶ βροντὴ γίνεται, βρέξει ἐξ ἀνάγκης, βροχῆς γινομένης ἐξ ἀνάγκης ὁ ἥλιος κατὰ κάθετον γίνεται, τούτου γινομένου ἐξ ἀνάγκης ἀντί‐ φραξις γίνεται, ταύτης γινομένης ἐξ ἀνάγκης ἔκλειψις, καὶ ταύτης ἐξ ἀνάγ‐ κης ἡ τοῦ θησαυροῦ εὕρεσις.‘ ἅπαντα ἄρα ἐξ ἀνάγκης. ἐὰν οὖν, φησίν,
10ἀπὸ τοῦ ἐνεστῶτος νῦν ἀρξάμενοι λέγωμεν ὅτι αὔριον γίνεται ἔκλειψις, ἐπειδὴ πᾶν τὸ γεγονὸς ἐν πεπερασμένῳ χρόνῳ γίνεται, καταντήσομεν εἰς τὸ ὄν. ἔστω γὰρ ὅτι ἡ τοῦ θησαυροῦ εὕρεσις γίνεται ἅμα τῷ παυθῆναι τὴν ἔκλειψιν, καὶ αὕτη ἅμα τῷ παῦσαι τοῦ βρέχειν, καὶ τοῦτο ἅμα τῷ παῦσαι τοῦ βροντᾶν· ἐπειδὴ ὁ πᾶς χρόνος πεπερασμένος ἐστίν, ἐὰν ἀφέ‐
15λωμεν τὸν τῆς ἐκλείψεως χρόνον, εἶτα τὸν τῆς βροχῆς, κἂν ἑκατονταμη‐ ναῖοί εἰσι κἂν χιλιονταμηναῖοι, ὅμως πεπερασμένοι, ἥξομέν ποτε εἰς τὸ ὂν ἤτοι τὴν βροντήν. ἐκεῖθεν οὖν ἀρξάμενοι εὑρήσομεν πάντα τὰ μετὰ τὴν βροντὴν ἐξ ἀνάγκης γινόμενα. p. 1065a21 Τὸ δ’ ὡς ἀληθῶς ὂν καὶ μὴ κατὰ συμβεβηκός.
20 Ὡς ἀληθῶς ὂν ἔλεγεν, ὅτε περὶ τούτου τὸν λόγον ἐν ταύτῃ ἐποιεῖτο τῇ πραγματείᾳ, τὴν ἀληθῆ κατάφασιν ἢ τὴν ἀληθῆ ἀπόφασιν, ὥσπερ καὶ ὡς ψεῦδος μὴ ὂν τὴν ψευδῆ κατάφασιν καὶ ἀπόφασιν. τὸ οὖν ὡς ἀλη‐ θῶς, φησίν, ὂν ἀλλ’ οὐ τὸ κατὰ συμβεβηκὸς ὄν, τὸ δὴ ὡς ἀληθῶς ὂν ἐν συμπλοκῇ ἐστι διανοίας καὶ πάθος διανοίας. ὅταν γὰρ ἀληθῶς συνάψῃ τὸν
25κατηγορούμενον τῷ ὑποκειμένῳ ἡ διάνοια, λέγεται τοῦτο ὄν, οὐχ ἁπλῶς δὲ ὂν ἀλλ’ ὡς ἀληθῶς ὄν· οἷον εἰ γράφοντος Σωκράτους εἴπῃ ἡ διάνοια ὡς ὁ Σωκράτης γράφει, τοῦτο ὂν μέν ἐστιν, ἀλλ’ οὐχ ἁπλῶς ὂν ἀλλ’ ὡς ἀληθὲς ὄν. τούτου οὖν τοῦ ὡς ἀληθῶς ὄντος αἰτία οὐ ζητεῖται· οὐθεὶς γὰρ ζητεῖ διὰ τί ἡ διάνοια συνέπλεξε τῷ Σωκράτει τὸ γράφειν· ἀλλὰ περὶ
30τὸ ἔξω ὂν καὶ χωριστὸν ἤτοι καθ’ αὑτὸ ὑπάρχον, περὶ τοῦτο ζητοῦμεν τὰ αἴτια. ἔξω δὲ ὂν λέγει τὸν Σωκράτην καὶ τὴν ἐνέργειαν αὐτοῦ, λέγω δὴ τὸ γράφειν· οὐ γάρ ἐστιν ὁ Σωκράτης καὶ ἡ ἐνέργεια αὐτοῦ ἐν τῇ λε‐ γούσῃ διανοίᾳ ὅτι ὁ Σωκράτης γράφει, ἀλλ’ ἐκτὸς αὐτῆς καὶ ἐν τῳδὶ τῷ τόπῳ. περὶ δὴ τὸ ἔξω ὂν ζητοῦμεν τὰ αἴτια· ζητοῦμεν γὰρ τὴν αἰτίαν
35δι’ ἣν ὁ Σωκράτης γράφει. οὐ παρέργως δὲ τούτων ἐμνήσθη, ἀλλ’ ἐπειδὴ ἔδειξεν ὅτι τοῦ κατὰ συμβεβηκὸς ὄντος οὔκ εἰσιν αἴτια, ἀκολούθως εἴρηκεν
ὅτι οὐδὲ τοῦ ὡς ἀληθῶς ὄντος εἰσὶν αἴτια. εἰπὼν δὴ ὅτι τοῦ ἔξω ὄντος666
in Metaph
.

667

τὰ αἴτια ζητοῦμεν, λέγει ὅτι τοῦ δὲ οὐκ ἀναγκαίου ἀλλ’ ἀορίστου καὶ ἐπ’ ἔλαττον ὄντος τὰ αἴτια ἀόριστα καὶ ἄτακτα, καὶ διὰ τοῦτο οὐ ζητεῖται· τοῦ γὰρ ἐντυχεῖν ὃν μὲν ἐβούλετό τις ἰδεῖν, μὴ ᾤετο δέ, ἄπειρα τὰ αἴτια, ὡς ἐν τοῖς Περὶ φύσεως εἴρηκεν. οὔτε οὖν αἴτιά εἰσι τοῦ κατὰ συμβε‐
5βηκὸς ὄντος, οὔτε ἔστιν ἐν αὐτῷ τὸ ἕνεκά του, ἀλλ’ ἔστι τὸ ἕνεκά του ἢ ἐν τοῖς φύσει γινομένοις ἢ τοῖς ἀπὸ διανοίας. Μέχρι δὴ τῶν ἐνταῦθα ἡμῖν ἐξηγητέον τὰ τοῦ παρόντος βιβλίου· τὰ γὰρ ἀπὸ τοῦ τύχη δέ ἐστιν, ὅταν τι τούτων γένηται κατὰ συμβε‐ βηκὸς ἕως τοῦ τέλους τοῦ βιβλίου τὰ αὐτά εἰσιν ἀπαραλλάκτως τοῖς ἐν
10τῇ Φυσικῇ ἀκροάσει λεγομένοις, καὶ δεῖ τούτων τὴν σαφήνειαν ἐκ τῶν εἰς ἐκεῖνα ὑπομνημάτων πορίζεσθαι, ἡμῖν δὲ ἡ τοῦ Λ σαφήνεια προχει‐
ριζέσθω.667
in Metaph
.

668

(t)

ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ Λ ΤΩΝ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ ΑΡΙΣΤΟΤΕΛΟΥΣ
2 Ἐν τῷ παρόντι βιβλίῳ τῆς Μετὰ τὰ Φυσικά, ὃ λάμβδα τοῖς Περι‐ πατητικοῖς ἐπιγράφειν σύνηθες, περὶ τῆς πρώτης καὶ ἀκινήτου ἀρχῆς τὸν λόγον ποιεῖται, δι’ ἣν καὶ ἅπασα αὕτη ἐκδέδοται ἡ πραγματεία. ἀλλ’ ἐπεὶ
5τὸ τῆς ἀρχῆς ὄνομα πολλαχῶς λέγεται (λέγεται γὰρ ἀρχὴ καὶ ἡ ὕλη καὶ τὸ εἶδος καὶ ἡ στέρησις), πρῶτον κεφαλαιωδῶς καὶ συντόμως τὰ περὶ αὐ‐ τῶν διαρθροῖ, ἵνα ἔναυλον ἔχοντες τὸν περὶ τούτων λόγον εὐμαρῶς γνῶμεν τὴν τῆς ζητουμένης ἀρχῆς πρὸς τὰς ἄλλας διαφοράν. ἄλλως τε ἐπειδὴ ἐν ταῖς ἀπορίαις πρὸς τοῖς ἄλλοις καὶ τὸ πότερον πάντων αἱ αὐταί εἰσιν
10ἀρχαὶ ἢ ἄλλων ἄλλαι ἐζητεῖτο, οὐ τετύχηκε δέ πω λύσεως, διὰ τοῦτο πάλιν τὸν περὶ τῶν αἰτίων προχειρίζεται λόγον, ἵνα δείξῃ ὅτι τρόπον μέν τινά εἰσι πάντων αἱ αὐταὶ ἀρχαί, τρόπον δέ τινα οὔκ εἰσιν. p. 1069a18 Περὶ τῆς οὐσίας ἡ θεωρία. Ἐπεὶ δέδεικται ὅτι ἡ προκειμένη ἐπιστήμη πρώτη πασῶν ἐστι τῶν
15ἄλλων, τῆς δὲ πρώτης καὶ τὸ ὑποκείμενον πρῶτον, ἔστι δὲ ἡ οὐσία πρώτη τῶν ἄλλων κατηγοριῶν, ἡ οὐσία ἂν εἴη τὸ ὑποκείμενον τῇ σοφίᾳ· καὶ ἐπεὶ πάλιν τῶν οὐσιῶν ἡ μέν ἐστι πρώτη ἡ δὲ δευτέρα, ἡ πρωτίστη ἂν εἴη τὸ ὑποκείμενον αὐτῇ. εἰπὼν δὲ ὅτι περὶ τῆς οὐσίας ἡ θεωρία, συντόμως τὴν αἰτίαν τούτου ἐπήγαγεν εἰπὼν τῶν γὰρ οὐσιῶν αἱ ἀρχαὶ καὶ τὰ
20αἴτια ζητοῦνται. ὁ γὰρ τὰς ἀρχὰς καὶ τὰ αἴτια τῆς οὐσίας ζητῶν αὐ‐ τὴν ζητεῖ τὴν οὐσίαν, ὥσπερ καὶ ὁ τὴν τῆς ἐκλείψεως αἰτίαν ζητῶν αὐ‐ τὴν ζητεῖ τὴν ἔκλειψιν. ἡ γὰρ αἰτία τῆς ἐκλείψεως, ὡς ἐν τῷ δευτέρῳ τῶν Ὑστέρων ἀναλυτικῶν εἴρηται, ὁ ὅρος τῆς ἐκλείψεώς ἐστιν, οὗτος δὲ αὐτή ἐστιν ἡ ἔκλειψις. ἔχων οὖν δεδειγμένον ὅτι ἡ προκειμένη ἐπιστήμη
25ἐστὶν ἡ πρώτη καὶ ὅτι ἡ πρώτη τῶν πρώτων, δείκνυσιν ὅτι ἡ οὐσία τῶν ἄλλων κατηγοριῶν πρώτη ἐστίν· ὥστε εἰ ἡ σοφία πρώτη, ἡ δὲ πρώτη
τῶν πρώτων, εἰ δειχθήσεται ὅτι ἡ οὐσία πρώτη, ἡ παροῦσα σοφία τῆς668
in Metaph
.

669

οὐσίας ἂν εἴη θεωρητική. πρῶτον δὲ προσδιορίζεται τοὺς τρόπους, καθ’ οὓς δυνατόν ἐστιν ἐννοεῖν τὴν οὐσίαν μετὰ τῶν δέκα κατηγοριῶν, λέγων καὶ γὰρ εἰ ὡς ὅλον τι τὸ πᾶν, ἡ οὐσία πρῶτον μέρος, τουτέστιν εἴτε ξύμπασαν τὴν αἰσθητὴν οὐσίαν μετὰ τῶν συμβεβηκότων ὡς ἕν τι
5λαμβάνομεν, ἡ οὐσία πρῶτον μέρος, εἴτε ἀπολελυμένας καὶ κεχωρισμένας ἀπ’ ἀλλήλων καὶ ἐφεξῆς κειμένας τὰς δέκα νοήσομεν κατηγορίας, οἷον πρῶ‐ τον φέρε εἰπεῖν τὸ ποσόν, εἶτα τὸ ποιόν, εἶτα τὴν οὐσίαν, εἶτα τὰς λοι‐ πάς, καὶ οὕτως ἡ οὐσία πρώτη τῶν ἄλλων ἐστίν, εἶτα τὸ ποιόν, εἶτα τὸ ποσόν, καὶ αἱ λοιπαὶ ὁμοίως· τούτου γάρ ἐστι δηλωτικὸν τὸ εἰ καὶ τῷ
10ἐφεξῆς, τουτέστιν εἰ καὶ μὴ ὡς ἓν ἀλλ’ ἐφεξῆς οὔσας τὰς κατηγορίας νοοῦμεν καὶ μὴ ἐν τῇ οὐσίᾳ οὔσας. ἀλλ’ ἐπεὶ ἀσαφέστερόν πως ἔτι ἐστὶ τὸ λεγόμενον, γινέσθω σαφέστερον ἐπὶ ὑποδείγματος. ὁ Σωκράτης ἐστὶ μὲν καὶ οὐσία, ἀλλὰ καὶ λευκός, ἀλλὰ καὶ φιλόσοφος, ἀλλὰ καὶ μουσικός. τῆς οὖν ὁλότητος τῆς ἐκ τῆς τοῦ Σωκράτους οὐσίας καὶ τοῦ λευκοῦ καὶ
15φιλοσόφου καὶ μουσικοῦ ἀποτελεσθείσης μέρος ἐστὶ τὸ μουσικόν· ὁμοίως καὶ ὁ Σωκράτης μέρος ἐστὶ τοῦ συνόλου τοῦ ἐκ λευκοῦ καὶ μουσικοῦ καὶ φιλοσόφου καὶ Σωκράτους ἀποτελεσθέντος. ὡς δὲ ἐπὶ τούτων, καὶ ἐπὶ τῆς ξυμπάσης αἰσθητῆς οὐσίας καὶ τῶν ἐννέα κατηγοριῶν. καὶ γὰρ ἐπὶ τού‐ των τῆς ἀπὸ τῆς αἰσθητῆς οὐσίας καὶ τοῦ ποσοῦ καὶ τοῦ ποιοῦ καὶ τῶν
20λοιπῶν ὁλότητος μέρος ἔσται ἡ οὐσία· ὁμοίως δὲ καὶ τὸ ποσὸν μέρος τοῦ ἐκ τῆς οὐσίας καὶ τοῦ ποσοῦ καὶ τῶν ἄλλων ἀπογεννήματος. εἰπὼν δὴ ὅτι εἴτε ὡς ἕν τι καὶ μίαν τινὰ φύσιν ἑτέραν παρὰ ταύτας γινομένην τὰς δέκα φαντασθῶμεν κατηγορίας, εἴτε ἐφεξῆς, ἀμφοτέρως ἡ οὐσία πρώτη τῶν ἄλλων ἐστί, καὶ προσαποδείκνυσι λέγων ἅμα δ’ οὐδ’ ὄντα ἁπλῶς
25ὡς εἰπεῖν ταῦτα, λέγων ταῦτα τὰς παρὰ τὴν οὐσίαν κατηγορίας. αὐτὸς δὲ καὶ δηλῶσαι βουληθείς, τίνα ἐστὶ τὰ παρὰ τὴν οὐσίαν, ἐπήγαγεν, οἷον ποιότητες κινήσεις. ἔστι δὲ τὸ λεγόμενον δυνάμει· ὅλως γὰρ πῶς ἂν αἱ ἄλλαι κατηγορίαι πρῶται τῆς οὐσίας ὑπονοηθεῖεν, αἵτινες καθ’ αὑτὰ μὴ ὄντα εἰσί, λέγεται δὲ ὄντα καὶ ὀντότητος μετέχουσιν, ὅτι τῆς οὐσίας
30εἰσὶ πάθη. εἰ οὖν διὰ ταύτην εἰσὶν ὄντα καὶ τὸ εἶναι αὐταῖς αὐτὴ δίδωσι, φανερὸν ὅτι ἡ οὐσία πρώτη πασῶν αὐτῶν ἐστι. τὸ δὲ ἢ καὶ τὸ οὐ λευκὸν καὶ τὸ οὐκ εὐθὺ ἴσον ἐστὶ τῷ ἀλλὰ καὶ τὸ οὐ λευκὸν καὶ τὸ οὐκ εὐθὺ ὄντα λέγεται διὰ τὸ λευκὸν καὶ τὸ εὐθύ· φαμὲν γὰρ ὅτι ἔστιν οὐ λευκὸν καὶ ἔστιν οὐκ εὐθύ. ἐπεὶ οὖν τὸ λευκὸν καθ’ αὑτὸ μὴ ὂν ἀπὸ
35τῆς οὐσίας τὸ εἶναι ἔχει, τὸ δὲ μὴ λευκὸν στέρησις ὂν λευκοῦ διὰ τὴν ἕξιν ἤτοι τὸ λευκὸν ὂν καὶ ἔστι καὶ λέγεται, τοῦτο δεῖγμα λαμπρὸν τοῦ πρώτην εἶναι τῶν ἄλλων τὴν οὐσίαν. δι’ αὐτὴν γὰρ αἱ ἕξεις, οἷον λευ‐ κότητες θερμότητες, διὰ δὲ τὰς ἕξεις αἱ μὴ λευκότητες, μὴ θερμότητες
ὄντα καὶ εἰσὶ καὶ προσαγορεύονται. ἔτι, φησίν, οὐδὲν τῶν ἄλλων χω‐669
in Metaph
.

670

ριστόν ἐστι τῆς οὐσίας, ἀλλ’ ἐν αὐτῇ τὸ εἶναι ἔχει καὶ αὐτῆς δεῖται εἰς τὸ εἶναι. τὸ οὖν οὗ χωρὶς τὰ ἄλλα οὐκ ἔστιν, ἐκεῖνο δὲ τῶν ἄλλων, ἐκεῖνο πρότερόν ἐστιν ἐκείνων. ὅτι δὲ ἡ οὐσία προτέρα ἐστὶ τῶν ἄλλων συνίστησι καὶ ἐκ τῆς τῶν παλαιῶν μαρτυρίας. καὶ ἐκεῖνοι γάρ, φησί, τῆς
5οὐσίας τὰς ἀρχὰς ἐζήτουν οὐδενὸς δὲ ἄλλου, ὡς οὔσης τῶν ἄλλων προ‐ τέρας· οὐδεὶς γὰρ τῶν πρώτων καὶ κυρίως ὄντων τὰς ἀρχὰς καταλιπὼν ζητεῖ τὰς τῶν ὑστέρων. p. 1069a26 Οἱ μὲν οὖν νῦν τὸ καθόλου οὐσίας μᾶλλον τιθέασι. Δείξας ὅτι ἡ οὐσία προτέρα τῶν ἄλλων ἐστὶ καὶ ἐπὶ τούτῳ ἡ σοφία
10ὡς πρώτη τῶν ἄλλων ἁπασῶν τὰς τῶν οὐσιῶν ἀρχὰς καὶ αἴτια ζητεῖ, λέγει ἀκολούθως τίνες τίνα τῶν ὄντων οὐσίας εἶναι ὑπελάμβανον, καί φησιν οἱ μὲν οὖν νῦν ὄντες μᾶλλον εἶναι οὐσίας φασὶ τὰ καθόλου, καὶ τίνα ἐστὶ τὰ καθόλου ἐπάγει· τὰ γὰρ γένη, φησί, καθόλου, ἃ καὶ ἀρχὰς καὶ οὐσίας ἀποφαίνονται, διὰ τὸ λογικῶς καὶ κενῶς ζητεῖν· καταλελοιπότες
15γὰρ τὰ πράγματα καὶ τὰ κυρίως ὄντα τὴν ζήτησιν ἐποιοῦντο περὶ τὰ μὴ ὄντα· τὰ γὰρ καθόλου μὴ ὄντα· τῇ ἐπινοίᾳ γὰρ ἔχει τὸ εἶναι. οἱ μὲν δὴ νῦν οὐσίας τὰ καθόλου φασίν. καὶ οὐκ ἂν διὰ τούτων αἰνίττοιτο τὸν Πλάτωνα (οὐκ ἔστι γὰρ αὕτη τοῦ Πλάτωνος ἡ δόξα), ἀλλὰ λέγοι ἂν ἄλ‐ λους περὶ τοὺς αὐτοὺς αὐτῷ ὄντας χρόνους. οἱ δὲ πάλαι τοὐναντίον οὐσίας
20ἔλεγον τὰ καθ’ ἕκαστα· ὁ μὲν Ἡράκλειτος οὐσίαν καὶ ἀρχὴν ἐτίθετο τὸ πῦρ, Παρμενίδης δὲ ἐν τοῖς πρὸς δόξαν πῦρ καὶ γῆν, Θαλῆς ὕδωρ, καὶ ἄλλος ἄλλο. τὸ δὲ κοινὸν καθόλου σῶμα τὸ κατὰ παντὸς σώματος κατη‐ γορούμενον οὐδεὶς εἶπεν ἀρχήν. Ταῦτα εἰπὼν λέγει ὅτι αἱ οὐσίαι τρεῖς εἰσι, κἂν ἄλλοι ἄλλως περὶ
25αὐτῶν ἐδόξασαν, καὶ τίνες αὗται καταλέγει. μία μέν, φησίν, οὐσία ἐστὶν ἡ αἰσθητή, ἣν ἅπαντες εἶναι ὁμολογοῦσι· τὴν γὰρ νοητὴν καὶ θείαν πολλοὶ μὴ εἶναι ἀνοήτως ἀπεφήναντο, ὧν εἷς ἦν Ἵππων ὁ ἄθεος ἐπικληθείς· οὗ‐ τος γὰρ παρὰ τὴν αἰσθητὴν φύσιν οὐδὲν ἔφασκεν εἶναι. μία μὲν οὖν ἐστιν οὐσία ἡ αἰσθητή, ἣν ἅπαντες ὁμολογοῦσι· ταύτης δὲ τῆς αἰσθητῆς ἡ μέν
30ἐστι φθαρτή, οἷον τὰ φυτὰ καὶ τὰ ζῷα, ἡ δέ ἐστιν ἀίδιος, οἷον αἱ σφαῖραι καὶ οἱ ἐν αὐταῖς ἀστέρες. τὸ δὲ ἧς ἀνάγκη τὰ στοιχεῖα λαβεῖν, εἴτε ἓν εἴτε πολλὰ οὐ τῆς ἀιδίου οὐσίας λέγει, ἀλλὰ τῆς οὐσίας τῆς αἰσθη‐ τῆς, ἥτις καὶ κατὰ τῶν φθαρτῶν καὶ κατὰ τῶν ἀφθάρτων κατηγορεῖται σωμάτων. ταύτης δὴ τὰ στοιχεῖα ζητητέον· ὥσπερ γὰρ τῶν ζῴων ἐστὶ
35στοιχεῖα καὶ τῶν φυτῶν ἡ ὑποκειμένη αὐτοῖς ὕλη, οὕτω καὶ τῶν σφαιρῶν καὶ τῶν ἐν αὐταῖς ἀστέρων ἐστὶ στοιχεῖον τὸ ὑποκείμενον αὐτοῖς, αὐτὸ δὴ τὸ πέμπτον σῶμα. δύο μὲν οὖν οὐσίαι αὗταί εἰσι, τρίτη δὲ ἡ νοητὴ
ἀίδιος οὖσα καὶ ἀκίνητος, ἣν καί φασί τινες χωριστὴν καὶ ἑτέραν τῶν670
in Metaph
.

671

τῇδε. ἀλλὰ καὶ ταύτην οἱ μέν, ὥσπερ Πλάτων, εἰς δύο διαιροῦσιν, εἴς τε τὰ μαθηματικά (χωριστὰ γὰρ καὶ καθ’ αὑτὰ εἶναι τὰ μαθηματικὰ ὁ Πλά‐ των ἔλεγε) καὶ τὰ εἴδη ἤτοι τὰς ἰδέας· τινὲς δὲ τῶν Πυθαγορείων τὰ μαθηματικὰ καὶ τὰ εἴδη εἰς μίαν φύσιν ἐτίθεντο, μηδὲν διαφέρειν λέγοντες
5τὰ μαθηματικὰ τῶν ἰδεῶν· ἄλλοι δὲ τούτων ἤτοι τῶν Πυθαγορείων (οὐ γὰρ πάντες οἱ Πυθαγόρειοι τῆς αὐτῆς γεγόνασιν αἱρέσεως) τὰ μαθηματικὰ μόνον εἶναι ἔλεγον, τὰς ἰδέας μὴ προσηκάμενοι. εἰπὼν οὖν ὅτι τρεῖς εἰσιν αἱ οὐσίαι ἐπάγει, ἐκεῖναι μέν (λέγων ἐκείνας τήν τε αἰσθητὴν καὶ φθαρ‐ τὴν οὐσίαν καὶ τὴν αἰσθητὴν καὶ ἄφθαρτον) τῇ φυσικῇ ὑπόκεινται, καὶ
10τὴν αἰτίαν συντόμως ἐπῆξε· μετὰ κινήσεως γάρ, φησίν, εἰσίν· ἐν οἷς γάρ ἐστιν ἀρχὴ κινήσεως καὶ ἠρεμίας, τῆς φυσικῆς ἐστι τὸ περὶ αὐτῶν σκοπεῖν. ἡ δὲ νοητὴ καὶ θεία οὐσία οὐ τῆς φυσικῆς ἀλλὰ τῆς προκει‐ μένης φιλοσοφίας. καὶ τοῦ μὴ τῆς φυσικῆς εἶναι τὸ περὶ αὐτῆς θεωρεῖν τὴν αἰτίαν τέθεικε διὰ τοῦ εἰ μηδεμία αὐτοῖς ἀρχὴ κοιν, ὅπερ ἴσον
15ἐστὶ τῷ ἐπειδὴ οὐδαμῶς κατ’ οὐδὲν ἡ αἰσθητὴ οὐσία κοινωνεῖ τῇ νοητῇ, οὐδέ ἐστί τις αὐταῖς ἀρχὴ κοινή, οὐκ ἂν εἴη τῆς φυσικῆς τὸ περὶ αὐτῆς θεωρεῖν. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια οἶμαι ὅτι τοιαύτη τίς ἐστιν· τὸ δὲ ἐν ἀρχῇ τῆς λέξεως συνεχὲς τοιοῦτον· οὐσίαι δὲ τρεῖς, μία μὲν αἰσθητ, ἣν πάντες ὁμολογοῦσιν, ἧς καὶ ἀναγκαῖον τὰ στοιχεῖα
20λαβεῖν, εἴτε ἓν εἴτε πολλ· εἶτα τὸ ἧς, δηλονότι αἰσθητῆς, ἡ μέν ἐστι φθαρτὴ ἡ δὲ ἀίδιος. p. 1069b3 δ’ αἰσθητὴ οὐσία μεταβλητ. Ἦν ἂν τὰ λεγόμενα σαφέστερα, εἰ ἀντὶ τοῦ ἡ δὲ αἰσθητὴ οὐσία μεταβλητὴ γεγραμμένον ἦν ἐπειδὴ δὲ ἡ αἰσθητὴ οὐσία μεταβλητή. εἰ‐
25πὼν γὰρ ἀνωτέρω ὅτι αἱ οὐσίαι τρεῖς εἰσιν, ὧν ἡ μέν ἐστιν αἰσθητή, ἧς ἀνάγκη τὰ στοιχεῖα λαβεῖν, ἐντεῦθεν ζητεῖ τίνα ἐστὶ τὰ στοιχεῖα τῶν τε αἰσθητῶν καὶ φθαρτῶν καὶ τῶν αἰσθητῶν καὶ ἀφθάρτων οὐσιῶν. λέγει οὖν ὅτι ἐπειδὴ ἡ αἱσθητὴ οὐσία μεταβλητή ἐστι, πᾶσα δὲ μεταβολὴ ἐκ τῶν ἀντικειμένων καὶ τῶν μεταξύ, οὐκ ἐκ τῶν τυχόντων δὲ ἀντικειμένων
30ἀλλ’ ἐκ τῆς οἰκείας ἀποφάσεως, ὡς ἐν τῷ Α τῆς Φυσικῆς παραδέδωκεν ἀκροάσεως (γίνεται γὰρ τὸ λευκὸν χρῶμα ἐκ μὴ λευκοῦ ἀλλ’ οὐκ ἐκ τοῦ τυχόντος· λέγεται γὰρ καὶ ἡ φωνὴ μὴ λευκή, ἀλλ’ οὐκ ἐξ αὐτῆς γίνεται τὸ λευκὸν χρῶμα, ἀλλ’ ἐκ τοῦ μὴ λευκοῦ χρώματος, ὅπερ ἐστὶν ἀπόφασις τοῦ λευκοῦ· καὶ ὁ μουσικὸς γίνεται ἐκ μὴ μουσικοῦ, ἀλλ’ οὐκ ἐκ τῆς οἰ‐
35κίας· μὴ μουσικὸν γὰρ καὶ ἡ οἰκία· ἀλλ’ ἐκ τῆς οἰκείας ἀποφάσεως· καὶ ὁ ἄνθρωπος ἐκ μὴ ἀνθρώπου, ἀλλ’ οὐκ ἐξ ἅπαντος, ἀλλ’ ἐκ τῆς οἰ‐
κείας στερήσεως· ὁμοίως τούτοις καὶ τὰ ἄλλα πάντα ὅσα γίνεται), ἐπεὶ671
in Metaph
.

672

οὖν πᾶσα μεταβολὴ ἢ ἐκ τῶν ἀντικειμένων γίνεται ἢ τῶν μεταξύ (γίνεται γὰρ καὶ ἐκ φαιοῦ λευκόν), τὸ δὲ ἀντικείμενον τῇ τοῦ ἀντικειμένου παρ‐ ουσίᾳ οὐχ ὑπομένει οὐδὲ γίνεται αὐτῷ ὑποκείμενον (οὐδαμῶς γὰρ ὑπόκει‐ ται ἡ θερμότης τῇ ψυχρότητι, ἀλλὰ τῇ τοῦ ψυχροῦ παρουσίᾳ φθείρεταί
5γε καὶ οὐκ ἔστι τὸ θερμόν)· εἰ δὴ ταῦθ’ οὕτως ἔχει, ἀνάγκη εἶναι τρίτον τι, καὶ τοῦτό ἐστιν ἡ ὕλη, ἣ μεταβάλλει ἐκ θερμοῦ εἰς ψυχρὸν καὶ ἐκ ψυχροῦ εἰς θερμόν. ἐπειδὴ δὲ ἡ μὲν κίνησις ἐν τρισὶ κατηγορίαις οὖσα ἐδείχθη ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς ἀκροάσεως, ποιῷ, ποσῷ, ποῦ, ἡ δὲ μεταβολὴ καὶ ἐν ταύταις καὶ ἐν τῇ οὐσίᾳ (τὸ γὰρ κατὰ τὸ τί τοῦ φυ‐
10σικοῦ καὶ οὐσιώδους εἴδους ἐστὶ δηλωτικόν), καὶ γένεσις μὲν ἁπλῆ καὶ φθορά ἐστι κατὰ τόδε, τουτέστι μεταβολὴ κατὰ οὐσίαν (ἁπλῆν γὰρ γένεσιν τὴν τῶν οὐσιῶν ἐλέγομεν ἐν τῇ Περὶ γενέσεως), αὔξησις δὲ καὶ φθίσις ἡ κατὰ τὸ ποσόν, φορὰ δὲ μεταβολὴ ἡ κατὰ τόπον, ἀλλοίωσις δὲ μετα‐ βολὴ κατὰ πάθος, οἷον θερμότητος, λευκότητος· ἐπεὶ οὖν ταῦθ’ οὕτως ἔχει,
15εἰς ἐναντιώσεις ἄρα καθ’ ἕκαστόν ἐστι πᾶσα μεταβολή, ἡ μὲν κατὰ ποσὸν μεταβολὴ εἰς τὴν κατὰ ποσὸν ἐναντίωσιν (αὕτη δ’ ἐστὶ τὸ μέγα καὶ μικρόν, ἢ τὸ τέλειον καὶ ἀτελές), ἡ δὲ κατ’ οὐσίαν μεταβολὴ εἰς τὴν κατ’ οὐσίαν ἐναντίωσιν (ἔστι δὲ αὕτη τὸ εἶδος καὶ ἡ στέρησις), καὶ αἱ λοιπαὶ μετα‐ βολαὶ ὁμοίως. εἰ δὲ τοῦτο, ἀνάγκη εἶναι τρίτον τι τὴν ὕλην τὴν δυνα‐
20μένην ἐξ εἴδους εἰς στέρησιν καὶ ἐκ στερήσεως εἰς εἶδος μεταβάλλειν· ὁμοίως καὶ ἐκ μεγάλου ἢ τελείου εἰς μικρὸν ἢ ἀτελές. p. 1069b15 Ἐπεὶ δὲ διττὸν ὂν μεταβάλλει πᾶν ἐκ τοῦ δυνάμει ὄντος. Ταῦτα πάντα ἅ τε προερρήθη καὶ τὰ λεχθησόμενα ἀκριβῶς ἐν τῇ
25Φυσικῇ εἴρηται ἀκροάσει, μέμνηται δὲ τούτων ἐνταῦθα δι’ ἃς εἴπομεν ἀρχόμενοι τοῦ βιβλίου αἰτίας. ἐπεὶ τὸ ὂν διττὸν δυνάμει καὶ ἐνεργείᾳ (τὸ γὰρ ὕδωρ ἐνεργείᾳ ὂν ὕδωρ δυνάμει ἐστὶν ἀήρ), μεταβάλλει πᾶν ἐκ τοῦ δυνάμει ὄντος εἰς τὸ ἐνεργεί· καὶ οὔτε ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεται τὰ γινόμενα οὔτε πάλιν τὸ ὂν γίνεται, ἀλλ’ ἐκ τοῦ πῇ μὲν ὄντος
30πῇ δὲ μὴ ὄντος. ἡ γὰρ ὕλη ὂν μέν ἐστι καθ’ αὑτήν, μὴ ὂν δὲ διὰ τὴν ἐν αὐτῇ στέρησιν, καὶ ὁ Σωκράτης ἐστὶ μὲν ὄν, ἀλλὰ καὶ μὴ ὂν διὰ τὴν ἐν αὐτῷ ἑτερότητα· ἕτερος γὰρ ὢν ἵππου ἐστὶ μὴ ὄν· οὐ γάρ ἐστιν ἵππος. ὥστε πάντα τὰ γινόμενα καθ’ αὑτὸ μὲν γίνεται ἐξ ὄντος, κατὰ συμβεβηκὸς δὲ ἐκ μὴ ὄντος· τὸ γὰρ λευκὸν γίνεται ἐκ μὴ λευκοῦ, ὅπερ μὴ λευκὸν
35καθ’ αὑτὸ μέν ἐστιν ὄν, κατὰ συμβεβηκὸς δὲ μὴ ὄν· συμβέβηκε γὰρ αὐ‐ τῷ μὴ εἶναι λευκῷ. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· τῷ γὰρ ὕδατι συμβέβηκε
μὴ εἶναι ἀέρι καὶ τῷ Καλλίᾳ μὴ εἶναι ἵππῳ. οὐ μόνον δέ, φησίν, ἐξ672
in Metaph
.

673

ὄντος μὲν γίνεται τὰ γινόμενα, κατὰ συμβεβηκὸς δὲ μὴ ὄντος, ἀλλὰ καὶ ἀναστρέψαντι ἔστι λέγειν, ἐξ ὄντος μὲν δυνάμει, ἐνεργείᾳ δὲ μὴ ὄντος· τὸ γὰρ ὕδωρ ἐξ οὗ ὁ ἀὴρ γίνεται, ἐνεργείᾳ μὴ ὄν ἐστιν· οὔπω γάρ ἐστιν ἀήρ. ὥστε ἐνεργείᾳ ἐστὶ μὴ ἀὴρ ἤτοι μὴ ὄν, δυνάμει δὲ ἀὴρ ἤτοι ὄν. οὕτως
5οὖν ἀναπτύξας ἡμῖν τί ποτέ ἐστι τὸ γινόμενον καὶ μεταβάλλον ἐξ εἴδους εἰς στέρησιν καὶ ἐκ ταύτης εἰς ἐκεῖνο, ὅτι ἡ ὕλη ἐστίν, ἐπήγαγε καὶ τοῦτό ἐστι τὸ Ἀναξαγόρου ἕν, δυνάμει λέγων ὅτι ὅταν ὁ Ἀναξαγόρας λέγῃ ὡς ἦν ὁμοῦ πάντα χρήματα καὶ ἓν ἦν τὸ πᾶν, ὁ δὲ νοῦς ἤρξατο ἀπὸ ἀρχῆς τινος ταῦτα διαχωρίζειν, ἐνδείκνυται ὡς ὠνείρωττε μὲν τὴν
10ὕλην, οὐ κατέλαβε δέ, καὶ ἐπὶ τούτῳ οὐδὲ σαφῶς ἡμᾶς ταύτην ἐδίδαξε. βέλτιον οὖν, φησί, λέγειν ὅτι ἐξ ἑνὸς μὲν γίνεται πάντα, δυναμένου τοῦ ἑνὸς εἰς πάντα μεταβάλλειν, εἶτα καὶ σαφηνίζειν ὅτι τοῦτο τὸ ἓν ἡ ὕλη ἐστίν, ἤπερ λέγειν ὅτι ἦν ὁμοῦ πάντα χρήματα· τίς γὰρ ἀκούων ὅτι ἦν ὁμοῦ πάντα, δύναται νοεῖν ὅτι αὕτη ἡ φωνὴ τῆς ὕλης ἐστὶ δηλωτικὴ τῆς
15δυνάμει πάντα οὔσης; ὡς οὖν Ἀναξαγόρας διὰ τοῦ λέγειν ὡς ἦν ὁμοῦ πάντα τὴν ὕλην ἐφαντάσθη μέν, οὐκ ἔγνω δέ, οὕτω καὶ Ἐμπεδοκλῆς ἐκ τοῦ μίγματος λέγων γενέσθαι τὰ τῇδε (λέγοι δ’ ἂν μῖγμα τὸν σφαῖρον) τὴν ὕλην ἐφαντάζετο· μὴ δυνηθεὶς δὲ ἅψασθαι αὐτῆς, ἀντὶ τοῦ λέγειν ἐξ ὕλης, ἔλεγεν ὅτι ἐκ τοῦ μίγματος ἔστι τὰ τῇδε. ἀλλὰ καὶ ὁ Δημόκριτος
20διὰ τοῦ “ἦν ὁμοῦ πάντα δυνάμει” ἐμφαίνει ὡς ἔσχεν ἀμυδρῶς ἔννοιαν τῆς ὕλης· τὸ γὰρ ἦν ὁμοῦ πάντα δυνάμει ἴσον ἐστὶ τῷ ἔστιν ἐν ἡμῖν, ὃ δύναται πάντα. p. 1069b24 Πάντα δ’ ὕλην ἔχει ὅσα μεταβάλλει, ἀλλ’ ἑτέραν. Ζητήσας ἐν ταῖς ἀπορίαις πότερον μία ἐστὶ πάντων ἀρχὴ καὶ ἓν στοι‐
25χεῖον ἢ πλείω, διὰ τῶν λεγομένων τε καὶ παραδιδομένων ἐνταῦθα δείκνυσιν ὅτι οὐ μία, δείξει δὲ πάλιν ὅτι καὶ μία, ὥστε ἔσται πάντων καὶ μία ἀρχὴ καὶ οὐ μία. πῶς δέ, τὴν λέξιν ἐπερχόμενοι δείξομεν. πάντα οὖν τὰ αἰ‐ σθητὰ καὶ φθαρτὰ καὶ τὰ αἰσθητὰ καὶ ἄφθαρτα ὕλην ἔχει ἀλλ’ ἑτέραν. ἡ μὲν γὰρ τῶν φθαρτῶν ὕλη δύναται μεταβάλλειν ἐξ ἄλλου εἴδους εἰς
30ἄλλο, διὸ καὶ καλέσοι ἄν τις αὐτὴν φθαρτήν· ἡ δὲ τῶν ἀγενήτων ὕλη οὐ τοιαύτη, ἀλλὰ μόνον κινητή ἐστι κατὰ φοράν· ὁ γὰρ ἥλιος νῦν ἐν ὑδροχόῳ ὢν ἔσται μετ’ ὀλίγον ἐν τοῖς ἰχθύσιν. p. 1069b26 Ἀπορήσειε δ’ ἄν τις ἐκ ποίου μὴ ὄντος ἡ γένεσις. Πάνυ τεταραγμένως καὶ φύρδην καὶ οὐ τεταγμένως οὐδ’ ἀκολούθως
35ἐπάγει τὰ ἐν τῷ βιβλίῳ τούτῳ λεγόμενα, δι’ οὐδὲν ἕτερον ἢ δι’ ἣν
ἀρχῆθεν ἐπετήδευσεν ἀσάφειαν. εἰπὼν γὰρ ἄνωθεν ὅτι τὰ γινόμενα οὐ673
in Metaph
.

674

μόνον ἐξ ὄντος γίνεται ἀλλὰ καὶ ἐκ μὴ ὄντος, καὶ μεταξὺ πολλὰ παρεμ‐ βαλών, ἐνταῦθα τὴν αἰτίαν δι’ ἣν ἐκείνων ἐκεῖσε ἐμνήσθη τίθησι, δυνάμει λέγων ‘ὡς ἐν παρέργῳ οὐδεμίαν ἐκείνων ἐκεῖσε μνήμην πεποίημαι ἀλλὰ καὶ ἀναγκαίως.‘ ἀπορήσειε γὰρ ἄν τις, ἐπειδὴ τὸ μὴ ὂν τριχῶς λέγεται,
5ἕνα μὲν τρόπον τὸ ψεῦδος, ὥσπερ ὂν τὸ ἀληθές, ἄλλον δὲ τὸ μηδαμῇ μηδαμῶς ὄν, ἄλλον τὸ δυνάμει ὄν, ἐκ τίνος τούτων ἡ γένεσίς ἐστιν. καὶ ἐρωτήσας ἀπορητικῶς ἀποκρίνεται λέγων, εἰ δὴ ἔστι τὸ δυνάμει, τουτέστιν, εἰ ἔστι τι δυνάμει μὴ ὄν, ἐξ ἐκείνου ἔσται ἡ γένεσις. ἐλλιπῶς δὲ τοῦτο ἀπηγγέλθη, καὶ οἶμαι διὰ τὸ σαφῶς περὶ τούτου πρὸ ὀλίγου εἰπεῖν. δεῖ
10δέ, ὡς οἶμαι, προσυπακούειν τοῦ ἐνεργείᾳ μὲν μὴ ὄν, δυνάμει δὲ ὄν· ἵν’ ᾖ τὸ ὅλον τοιοῦτον ‘εἰ δὴ ἔστιν ἐνεργείᾳ μὲν μὴ ὄν, δυνάμει δὲ ὄν, ἐκ τούτου ἂν ἡ γένεσις εἴη.‘ ἔστω δὲ σαφὲς τὸ λεγόμενον ἐπὶ ὑποδείγματος· τὸ ὕδωρ ἐνεργείᾳ μὴ ὂν ἀὴρ δυνάμει ἐστὶν ἀήρ. ὅμως οὐκ ἐκ τοῦ τυχόν‐ τος ἐνεργείᾳ μὴ ὄντος δυνάμει δὲ ὄντος πάντα γίνεται, ἀλλ’ ὁ μὲν ἄν‐
15θρωπος ἐκ τοῦ ἀνθρωπείου σπέρματος καὶ τοῦ καταμηνίου, ἐλαία δὲ ἐξ ἄλλου καὶ ἄμπελος ἐξ ἑτέρου. καὶ ἐπεί, ὡς λέγομεν, ἄλλα ἐξ ἄλλων γί‐ νεται, οὐχ ἱκανῶς εἴρηκεν Ἀναξαγόρας εἰπὼν ‘ἦν ὁμοῦ πάντα‘, τουτέστιν ἦν ἡ ὕλη ἐξ ἧς τὰ πάντα, ἀλλ’ ἔδει αὐτὸν εἰπεῖν ὁποῖα πράγματα ἐξ ὁποίας ὕλης γίνεται. διαφέρουσι γὰρ οὐ τῷ εἴδει μόνον ἀλλὰ καὶ τῇ ὕλῃ.
20ἀνθρώποις μὲν γὰρ ὕλη σάρκες καὶ ὀστᾶ, ἀνδριάντι δὲ χαλκὸς καὶ χαλκῷ ὕδωρ καὶ ἄλλῳ ἄλλη. εἰ γὰρ μὴ ἦσαν αἱ προσεχεῖς ἑκάστῳ ὗλαι σχεδὸν ἄπειροι (οὐδὲν γὰρ ἐκ τῆς ἀνειδέου γίνεται, εἰ μὴ μόνα τὰ ἁπλᾶ), ἓν ἂν ἦν τὸ πᾶν· ἐπειδὴ γὰρ τὸ ποιητικὸν ὁ νοῦς ἕν ἐστιν, εἰ καὶ ἡ προσεχὴς ἑκάστῳ ὕλη μία ἦν, ἓν ἂν ἦν τὸ γεγονός. τὸ γὰρ ἐκεῖνο ἐγένετο ἐνερ‐
25γεί, οὗ ἡ ὕλη ἦν δυνάμει, δηλωτικόν ἐστι τοῦ ἓν ἂν ἐγεγόνει, ὃ ἠδύ‐ νατο γενέσθαι ἡ ὕλη, ἀλλ’ οὐ πολλά. ὡς γὰρ ὁ σῖτος δυνάμει ὢν ἄστα‐ χυς ἐξ αὐτοῦ μόνος ὁ ἄσταχυς γίνεται, οὐκέτι δὲ καὶ ἄμπελος ἢ ἐλαία, οὕτως εἰ ἦν ἡ ὕλη μία, ἓν ἂν ἦν τὸ γεγονός, καὶ οὐ τὸ τυχὸν ἀλλ’ ὃ ἦν δυνάμει. ταῦτα εἰπὼν ὥσπερ συμπέρασμα τῶν λεχθέντων ἐπήγαγε τὸ τρία
30δὴ τὰ αἴτια καὶ αἱ ἀρχαί, ὕλη εἶδος στέρησις. p. 1069b35 Μετὰ ταῦτα ὅτι οὐ γίνεται οὔτε ὕλη οὔτε εἶδος. Ἐλλείπει τῇ λέξει τὸ δεῖ δεῖξαι, ἵνα ᾖ τὸ ὅλον τοιοῦτον ‘μετὰ ταῦτα δεῖ δεῖξαι ὅτι οὐ γίνεται οὔτε ὕλη οὔτε εἶδος.‘ καὶ ὅτι μὲν ἡ πρώτη καὶ ἀνείδεος ὕλη οὐ γέγονε, δέδειχεν ἐν τῷ τέλει τοῦ Α τῆς
35Φυσικῆς ἀκροάσεως· ὅτι δὲ οὐδὲ τὸ εἶδος, ἔδειξεν ἐν τῷ Ζ ταύτης τῆς
πραγματείας. καὶ τάχα ἐπειδὴ εἶπεν ὅτι τρεῖς εἰσιν αἱ ἀρχαί, ὕλη εἶδος674
in Metaph
.

675

στέρησις, ἐξ ἀκολουθίας τοῦτο ζητεῖ, πότερον γίνονται ἢ οὔ. δείκνυσι δὲ αὐτὸ πάνυ διὰ βραχέων, διὰ τὸ ἐν τῷ Ζ διεξοδικῶς αὐτὸ δεῖξαι. δεῖ οὖν, φησί, δεῖξαι ὅτι οὐ γίνεται ἡ ὕλη καὶ τὸ εἶδος τὰ ἔσχατα· τὸ δὲ ἔσχατα πρόσκειται ὅτι οἱ τέσσαρες χυμοὶ ὕλη ὄντες Σωκράτους γεγόνασιν, ἀλλ’
5οὔκ εἰσιν ἡ ἐσχάτη καὶ ἀνείδεος ὕλη. πάλιν ἐστὶν ἡ σὰρξ εἶδός τι ἀλλ’ οὐ τὸ ἔσχατον, ἀλλ’ ὁ Σωκράτης ἐστὶ τὸ ἔσχατον. οὕτως οὖν προσδιορι‐ σάμενος ποίαν ὕλην καὶ ποῖον εἶδος οὔ φησι γενέσθαι, δείκνυσι τὸ προκεί‐ μενον, λέγων, εἰ οὐ μόνον ὁ χαλκὸς γίνεται στρογγύλος ἀλλὰ καὶ τὸ στρογγύλον ἤτοι τὸ εἶδος, εἰς ἄπειρον ἔσται ἡ ἄνοδος· ἔσται γάρ τι ὑπο‐
10κείμενον τῇ στρογγυλότητι· πᾶν γὰρ ἐξ ὑποκειμένου τινὸς γίνεται. καὶ πάλιν περὶ τοῦ ὑποκειμένου τῇ στρογγυλότητι ὁ αὐτὸς λόγος, πότερον γί‐ νεται ἢ οὔ. εἰ μὲν γὰρ γίνεται, ἔσται κἀκείνῳ ὑποκείμενόν τι, καὶ τοῦτο εἰς ἄπειρον. πάλιν εἰ γίνεται ὁ χαλκὸς ἐξ ὑγρᾶς ἀναθυμιάσεως καὶ αὕτη ἐξ ὕδατος καὶ τοῦτο ἐκ τῆς ἀνειδέου ὕλης κἀκείνη ἐξ ἄλλου, εἰς ἄπειρον
15ἔσται ἡ ὁδός, ὅπερ ἀδύνατον· δέδεικται γὰρ ἐν τῷ ἐλάττονι Α τῆς προ‐ κειμένης πραγματείας. p. 1070a4 Μετὰ ταῦτα ὅτι ἑκάστη ἐκ συνωνύμου γίνεται οὐσία. Καὶ ἐνταῦθα προσυπακουστέον τοῦ εἰπεῖν δεῖ. μετὰ τὰ ῥηθέντα, φησίν, εἰπεῖν δεῖ καὶ ὅτι ἑκάστη οὐσία ἐκ συνωνύμου ἑαυτῇ γίνεται· ἢ
20γὰρ τέχνῃ, φησί, γίνεται τὰ γινόμενα ἢ φύσει, ἀμφότερα δὲ ἐκ συνω‐ νύμου ἑαυτοῖς. καὶ ὅτι μὲν τὰ ἀπὸ τέχνης γινόμενα ἐκ συνωνύμου ἑαυτοῖς γίνεται δῆλον. ἡ γὰρ οἰκία ἐκ τοῦ εἴδους τῆς οἰκίας τοῦ ἐν τῇ ψυχῇ τοῦ οἰκοδόμου ὄντος γίνεται, καὶ ἡ ἐν τῷδε τῷ σώματι ὑγίεια ἐκ τοῦ εἴδους καὶ τοῦ λόγου τῆς ὑγιείας τοῦ ἐν τῇ ψυχῇ τοῦ ἰατροῦ γίνεται.
25ὅτι δὲ καὶ τὰ φυσικὰ ἐκ συνωνύμου φανερώτατον· ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου καὶ ἵππος ἐξ ἵππου. τὰ δὲ ἐξ αὐτομάτου καὶ ἀπὸ τύχης γινό‐ μενα ἀποτυχίαι εἰσὶ τῆς τε φύσεως καὶ τῆς τέχνης. εἰπὼν δὲ ὅτι ἢ τέχνῃ ἢ φύσει γίνεται τὰ γινόμενα, τί διαφέρει τέχνη φύσεως λέγει, ὅτι ἡ τέχνη ἀρχή ἐστιν ἐν τῷ ποιοῦντι καὶ οὐ τῷ ποιουμένῳ, ἡ δὲ φύσις
30ἀρχὴ ἐν αὐτῷ τῷ γινομένῳ οὖσα. ἄνθρωπος γὰρ ἄνθρωπον γενν· τοῦτο δὲ συνεχές ἐστι τῷ μετὰ ταῦτα ῥητέον ὅτι ἑκάστη ἐκ συνωνύμου γίνεται οὐσία· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ. τὸ δὲ πρὸ τούτου παρεμ‐ βληθὲν τὸ τὰ γὰρ φύσει οὐσίαι καὶ τἆλλα ἴσον τῷ οὐ μόνον τὰ φύσει γινόμενά εἰσιν οὐσίαι, ἀλλὰ καὶ τὰ ἄλλα ἤτοι τὰ ὑποκείμενα ταῖς
35τέχναις οὐσίαι εἰσίν. ἢ τὸ τὰ γὰρ φύσει οὐσίαι καὶ τὰ ἄλλα ἴσον ἂν εἴη τῷ τὰ γὰρ φύσει γινόμενα ἐξ οὐσιῶν ἤτοι ἐκ συνωνύμων ἑαυτοῖς γίνεται, ὁμοίως καὶ τὰ ἄλλα ἤτοι τὰ τέχνῃ γινόμενα. καὶ ἔσται τὸ σύνολον
τοιοῦτον· μετὰ ταῦτα ῥητέον ὅτι ἐκ συνωνύμου ἑκάστη γίνεται οὐσία·675
in Metaph
.

676

τὰ γὰρ φύσει οὐσίαι καὶ τὰ ἄλλα. σημεῖον δὲ τούτου· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ. αἱ δὲ λοιπαὶ αἰτίαι, ἤτοι ἡ τύχη καὶ τὸ αὐτόματον, στερήσεις καὶ ἀποτυχίαι καὶ ἁμαρτήματά εἰσι τῶν ὑπὸ φύσεως καὶ τέχνης γινομένων.
5 Εἰπὼν δὲ πρότερον ὅτι ἡ οὐσία τριχῶς λέγεται, ἥ τε αἰσθητὴ διχῶς ἡ μὲν φθαρτὴ ἡ δὲ ἀγέννητος καὶ τρίτη ἡ νοητή, ἐπάγει ἄλλην τριάδα οὐσίας τὴν ὕλην τὸ εἶδος καὶ τὸ ἐξ ὕλης καὶ εἴδους. οὐσίαι γάρ, φησί, τρεῖς, ἡ μὲν ὕλη τόδε τι οὖσα τῷ φαίνεσθαι. ὃ δὲ λέγει τοιοῦτον ἂν εἴη. ἐπειδὴ Σωκράτους ὕλη ἐστὶ σάρκες νεῦρα ὀστᾶ χεῖρες πόδες
10κεφαλὴ καὶ τὰ λοιπά, ὅταν αὐτὰ σωρηδὸν καὶ ὡς ἔτυχε νοῶμεν κείμενα καὶ οὐ συμπεφυκότα καὶ ἡνωμένα ἀλλήλοις, ἀλλὰ μόνον ἁπτόμενα ἀλλήλων ὥσπερ οἱ σῖτοι ἐν τῷ σωρῷ, ὡς εἶναι, φέρε εἰπεῖν, τὰς μὲν χεῖρας καὶ τὸν σπλῆνα καὶ τὸ ἧπαρ ἐν τῷ ἐδάφει κείμενα, ἐπάνω δὲ τούτων τὴν κεφαλὴν καὶ τὴν κοιλίαν, καὶ ἐπάνω τούτων τοὺς πόδας καὶ τὰ ἔντερα·
15ὅταν οὖν ταῦτα ὕλην ὄντα Σωκράτους οὕτως ἔχοντα καὶ οὕτω κείμενα νοῶμεν, τότε εἰσὶ τόδε τι τῷ φαίνεσθαι, τόδε τι λέγων τὸν Σωκράτην ἢ ὅλως τὸ ζῷον, ὅπερ ἂν ἀποτελέσαιεν εἰ λάβοι τάξιν τε καὶ ἕνωσιν καὶ σύμφυσιν ὑπὸ φύσεως. εἰσὶν οὖν αἱ χεῖρες καὶ οἱ πόδες καὶ ἡ κεφαλὴ καὶ τὰ λοιπὰ ἀτάκτως καὶ ὡς ἔτυχε κείμενα ὁ Σωκράτης τῷ φαίνεσθαι,
20τουτέστι κατὰ φαντασίαν· φανταζόμεθα γὰρ ὅτι, εἰ λάβοι δύναμιν ἡ φύσις ὥστε τάξαι καὶ ἑνῶσαι τὴν προκειμένην ὕλην, γενήσεται ὁ Σωκράτης· ὅταν δὲ ἑνωθῶσι καὶ συνεχισθῶσι καὶ τάξιν λάβωσι, τότε οὐ κατὰ φαντασίαν ἐστὶν ἡ τοιαύτη ὕλη ὁ Σωκράτης, ἀλλ’ ἤδη ἐστὶ Σωκράτης, καὶ ἀληθὲς εἰπεῖν ὅτι ταῦτα Σωκράτης ἐστίν. ὅσα οὖν ὑλικὰ ἁφῇ εἰσιν
25ἓν ἀλλὰ μὴ συμφύσει καὶ ἑνώσει, κατὰ φαντασίαν εἰσὶ τόδε τι. ὁμοίως καὶ ἐπὶ πυρὸς καὶ ἀέρος καὶ ὕδατος καὶ γῆς. ὅταν μὲν γὰρ κατὰ ἁφήν εἰσιν ἕν, κατὰ φαντασίαν εἰσὶν ὁ Σωκράτης· ὅταν δὲ ὑπὸ τῆς φύσεως κραθέντα ἀλλοιωθῶσι καὶ γένωνται Σωκράτης, τότε εἰσὶ κατ’ ἀλήθειαν ὁ Σωκράτης. μία μὲν οὖν οὐσία ἐστὶν ἡ ὕλη, ἄλλη δὲ πάλιν
30οὐσία ἐστὶ φύσις τόδε τι οὖσα καὶ ἕξις τις εἰς ἥν. λέγει δὲ φύσιν καὶ τόδε τι καὶ ἕξιν τὸ εἶδος· ἐκ παραλλήλου γὰρ ταῦτα κεῖται. τὸ δὲ εἰς ἥν ἀντὶ τοῦ εἰς ἣν φύσιν καὶ εἶδος ἡ γένεσίς ἐστιν· πᾶσα γὰρ γένεσις ὁδός ἐστιν εἰς εἶδός τι. ἄλλη δὲ πάλιν οὐσία ἐστὶ τὸ ἐξ ὕλης καὶ εἴδους, οἷον Σωκράτης Καλλίας. εἰπὼν δὲ ὅτι τρίτη δὲ οὐσία ἐστὶ τὸ καθ’
35ἕκαστον Σωκράτης Καλλίας, λέγει ὅτι ἐπί τινων μὲν φανερόν ἐστιν ὅτι οὐκ ἔστιν εἴδη ἤτοι ἰδέαι αὐτῶν τῶν καθ’ ἕκαστα, καὶ τοῦτο ἀρέσκει καὶ αὐτοῖς τοῖς τὰς ἰδέας θεμένοις· τῶν γὰρ ὑπὸ τέχνης γινομένων ἰδέας εἶναι οὐκ ἔλεγον, ἀλλὰ τῶν ὑπὸ φύσεως. ἐπί τινων οὖν οὔκ εἰσιν ἰδέαι· τῆς γὰρ οἰκίας καὶ πρίονος καὶ ἀνδριάντος οὐκ ἔστιν εἶδος ἤτοι ἰδέα, εἰ
40μή τις, φησί, καὶ ἐπὶ τούτων λέγει ἰδέας τὰς τέχνας, δι’ ὧν ταῦτα γίνε‐676
in Metaph
.

677

ται. εἴδη μὲν οὖν τῶν τεχνητῶν ἐν ὑποστάσει οὔκ εἰσιν ἀλλὰ μόνῃ τῇ ἐπινοίᾳ· καὶ ἐπὶ τούτῳ οὔτε διὰ γενέσεως καὶ χρονικῆς παρατάσεως καὶ ὅλως μεταβολῆς τινος ὑποκειμένου τὸ εἶναι αὐτοῖς οὔτε διὰ φθορᾶς τὸ μὴ εἶναι. τούτου γάρ ἐστι δηλωτικὸν τὸ οὐδ’ ἔστι γένεσις καὶ φθορὰ
5τούτων, ἀλλ’ ἄλλον τρόπον εἰσὶ καὶ οὔκ εἰσι, τουτέστιν ἄνευ γενέ‐ σεώς εἰσι καὶ ἄνευ φθορᾶς οὔκ εἰσιν, ὥσπερ αἱ ἁφαί. ὅταν γὰρ φαντά‐ ζωμαι εἶδος οἰκίας, ἔστι τὸ τοιοῦτον εἶδος οὐ διὰ γενέσεως· οὐδὲν γὰρ ἀλλοιωθὲν τὸ τοιοῦτον γέγονεν εἶδος, ἀλλ’ ἀχρόνως καὶ ἐν τῷ νῦν. καὶ γὰρ καὶ ἡ φαντασία αὐτοῦ ἐν τῷ νῦν μοι γέγονεν. ὅταν δὲ μὴ φαν‐
10τάζωμαι, οὐκ ἔστιν· καὶ γὰρ καὶ τὸ μὴ φαντάζεσθαι ἐν τῷ νῦν ἀπογίνε‐ ται. ἄνευ δὲ ὕλης οἰκίαν καὶ ὑγίειαν αὐτὸ τὸ εἶδος τὸ ἐν τῇ ἡμετέρᾳ φαντασίᾳ τῆς οἰκίας καὶ τῆς ὑγιείας εἶπε. διό, φησίν, οὐ κακῶς εἶπε Πλάτων ὅτι τῶν τεχνητῶν εἴδη οὐκ ἔστιν ἀλλὰ τῶν φύσει. εἰ γὰρ ἔστιν ὅλως εἴδη, τῶν φύσει ἂν εἶεν ἀλλ’ οὐ τῶν ἀπὸ τέχνης γινομένων. τὸ
15γὰρ ἄλλα τούτων μηνυτικόν ἐστι τοῦ τῶν φύσει ἔσονται εἴδη, ἄλλα ὄντα τούτων, ἤτοι τῶν δεῦρο καὶ αἰσθητῶν. τὸ δὲ οἷον πῦρ σὰρξ κεφαλ· ἅπαντα γὰρ ὕλη ἐστ, καὶ τῆς μάλιστα οὐσίας ἡ τελευταία οὐ‐ δεμίαν ἔχει ἀκολουθίαν τοῖς προσεχῶς λεχθεῖσιν, οὐδέ ἐστι συνῳδὰ τού‐ τοις, ἀλλὰ συνᾴδοι ἂν τῷ ὅσα γὰρ ἁφῇ καὶ μὴ συμφύσει, ὕλη καὶ
20ὑποκείμενον. καὶ ἔστι τὸ συνεχὲς τῶν λεγομένων τοιοῦτον ὅσα γὰρ ἁφῇ καὶ μὴ συμφύσει, ὕλη καὶ ὑποκείμενον, οἷον πῦρ σὰρξ κεφαλ· ἅπαντα γὰρ ὕλη ἐστὶ καὶ τῆς μάλιστα οὐσίας ἡ τελευ‐ ταία· εἶτα τὸ ἡ δὲ φύσις τόδε τι εἰς ἣν καὶ ἕξις καὶ τὰ λοιπά. λέγει δὲ μάλιστα οὐσίαν τὴν ἄτομον Σωκράτην Καλλίαν. ἔστι γὰρ τῆς
25τοιαύτης οὐσίας ὕλη τὸ πῦρ, μάλιστα δέ ἐστιν ὕλη αὐτῆς ἡ τελευταία ἤτοι ἡ προσεχής, οἷον σὰρξ νεῦρα ὀστᾶ. p. 1070a21 Τὰ μὲν οὖν κινοῦντα ὡς προγεγενημένα ὄντα. Καὶ τοῦτο οἰκεῖόν ἐστι τῷ περὶ τῶν αἰτίων λόγῳ. ἔστι δὲ τὸ λεγό‐ μενον ὅτι τὰ κινοῦντα, τουτέστι τὰ ποιητικὰ αἴτια, πρότερά ἐστι τῶν
30ποιουμένων τῷ χρόνῳ. πρότερος γὰρ Σωφρονίσκος Σωκράτους καὶ οἰκο‐ δόμος οἰκίας. ἔχει δέ τινα ἀσάφειαν ἡ λέξις. τὰ μὲν οὖν κινοῦντά φησιν ὡς προγεγενημένα ὄντα, τὸ ὄντα ἀντὶ τοῦ ὑπάρχοντα, ἵν’ ᾖ τὸ λεγόμενον ‘τὰ ποιητικὰ ὑπάρχουσι καὶ λόγον ἔχουσι πρὸς τὰ ποιούμενα τὸν πρότερον κατὰ χρόνον· τὰ δὲ εἰδικὰ αἴτια ἅμα.‘ ἅμα γὰρ τῷ εἶναι
35χαλκῆν σφαῖραν ἔστι καὶ τὸ στρογγύλον, ὅπερ ἐστὶ τὸ εἶδος τῆς σφαίρας· ὁμοίως ἅμα τῷ εἶναι τὸν ὑγιαίνοντα ἔστιν ἡ ὑγίεια ἕξις τις οὖσα καὶ
εἶδος. ὅτι μὲν οὖν τὰ εἰδικὰ αἴτια ἅμα ἐστὶ τοῖς ὧν εἰσιν αἴτια δῆλον·677
in Metaph
.

678

εἰ δὲ καὶ χωριζόμενα τὰ εἴδη μετὰ τὸν χωρισμὸν μένει καὶ ἔστιν, ἀλλὰ μὴ εἰς τὸ μὴ εἶναι ἀπέρχεται, τοῦτο δεῖται πολλῆς τῆς σκέψεως. ὅμως, φησίν, ἐπί τινων οὐδὲν κωλύει, οἷον ἐπεὶ ἡ ψυχὴ εἶδός ἐστι τῶν ἐμψύχων, οὐδὲν κωλύει τινὰ ψυχήν, οἷον τὸν νοῦν ἤτοι τὴν λογικὴν ψυχήν, μένειν·
5αἱ γὰρ ἄλογοι θνηταί εἰσιν. καὶ διὰ τοῦτο πρόσκειται τὸ ἴσως. καὶ ἐπεὶ ἁπάντων τὰ αἴτια δῆλά ἐστιν, οὐδεμία χρεία τῶν ἰδεῶν εἰς τὴν τούτων γένεσιν. γίνεται γὰρ Σωκράτης ἐκ Σωφρονίσκου καὶ Πλάτων ἐξ Ἀρίστωνος· ὁμοίως καὶ ἐπὶ τῶν τεχνητῶν· ἐκ γὰρ τῆς ἰατρικῆς τέχνης, ἥτις λόγος ἐστὶ καὶ εἶδος τῆς ὑγιείας, γίνεται ἡ ὑγίεια.
10p. 1070a31 Τὰ δὲ αἴτια καὶ αἱ ἀρχαὶ ἄλλαι ἄλλων ἔστιν ὥς. Ἐντεῦθεν ἡ λύσις τῆς λεγούσης ἀπορίας πότερον τὰ αἴτια καὶ αἱ ἀρχαὶ αἱ αὐταί εἰσι πάντων ἢ οὔ. λέγει οὖν ὅτι τρόπον μέν τινά εἰσιν αἱ αὐταί, τρόπον δέ τινα ἕτεραι. καθόλου μὲν οὖν, φησί, καὶ τί δηλοῖ τὸ καθόλου σαφηνίζων ἐπήγαγε καὶ κατὰ ἀναλογίαν εἰσὶν αἱ αὐταί.
15ἐπεὶ γὰρ πάντων τῶν γινομένων ἐστὶν ὕλη καὶ εἶδος καὶ στέρησις, καὶ πάντα τὰ γινόμενα ὑπὸ ὕλην καὶ εἶδος καὶ στέρησίν εἰσιν, εἰσὶ κατὰ τὸ καθόλου πάντων αἱ αὐταὶ ἀρχαί· παντὸς γὰρ αἴτια ὕλη εἶδος καὶ στέρησίς ἐστιν. τοῦ μὲν γὰρ ἀνδριάντος ὕλη ὁ χαλκός, εἶδος τὸ τοιονδὶ σχῆμα, στέρησις οὗ ἐστέρηται εἴδους οἷον ἱππείου· καὶ θύρας ὕλη ξύλον, εἶδος τὸ
20τοιονδὶ σχῆμα, στέρησις δὲ φέρε εἰπεῖν κιβωτίου. ὥστε καθόλου μὲν καὶ κατὰ ἀναλογίαν (ὡς γὰρ χαλκὸς πρὸς ἀνδριάντα, ξύλον πρὸς θύραν) πάν‐ των αἱ αὐταί εἰσιν ἀρχαί, ὕλη εἶδος στέρησις· κατὰ δὲ τὰ προσεχῆ καὶ συντεταγμένα ἕτεραι· ἄλλη γὰρ ὕλη ἀνδριάντος, ἄλλη θύρας, ἄλλη Σωκρά‐ τους. ὁμοίως καὶ ἐπὶ εἴδους καὶ στερήσεως· ἄλλο εἶδος ἀνδριάντος καὶ
25ἄλλη στέρησις, καὶ ἄλλο θύρας καὶ ἄλλο Σωκράτους. καὶ ἐπὶ τοῦ ποιη‐ τικοῦ ὁμοίως· κατὰ γὰρ τὸ καθόλου πάντων τὸ ὡς κινοῦν αἴτιον τὸ ποιη‐ τικόν ἐστι, τὰ δὲ προσεχῆ ἕτερα· τοῦ μὲν γὰρ Σωκράτους ποιητικὸν ὁ Σωφρονίσκος, τοῦ δὲ ἀνδριάντος ὁ ἀνδριαντοποιός. ὥστε ἐρωτώμενοι πό‐ τερον πάντων αἱ ἀρχαὶ καὶ τὰ αἴτια τὰ αὐτὰ ἢ ἕτερα, ῥητέον ὅτι τρό‐
30πον μέν τινα τὰ αὐτὰ τρόπον δέ τινα ἕτερα, κατὰ μὲν τὸ καθόλου τὰ αὐτά, κατὰ δὲ τὰ προσεχῆ ἕτερα. εἰπὼν δὲ ὅτι τὰ αἴτια καὶ αἱ ἀρχαὶ ἄλλαι ἄλλων, τὸ εὔλογον τοῦ μνησθῆναι τοῦ λόγου τούτου δεικνὺς ἐπήγαγεν ‘ἀπορήσειε γὰρ ἄν τις πότερον τὰ στοιχεῖα καὶ αἱ ἀρχαὶ τῆς οὐσίας τοῦ ποσοῦ τοῦ ποιοῦ τοῦ πρός τι καὶ τῶν λοιπῶν κατηγοριῶν ἕτερά εἰσιν ἢ
35τὰ αὐτά.‘ καὶ δείκνυσιν ὅτι κυρίως μὲν καὶ κατὰ τὰ προσεχῆ οὔκ εἰσι τὰ αὐτά. ἄτοπον γάρ, φησί, τὸ λέγειν πάντων τὸ αὐτὸ στοιχεῖον. δείκνυσι δὲ τοῦτο ἐκ διαιρέσεως. εἰ γάρ ἐστιν ἓν πάντων στοιχεῖον, ἢ ἕτερόν ἐστι
πασῶν τῶν κατηγοριῶν, ἢ μία αὐτῶν ἔσται τῶν λοιπῶν στοιχεῖον. καὶ678
in Metaph
.

679

ὅτι μὲν ἕτερον τῶν δέκα κατηγοριῶν οὐκ ἔστι, δῆλον· ἐπεὶ γὰρ τὰ στοι‐ χεῖα πρότερά ἐστι τῶν ὧν ἐστι στοιχεῖα ἤτοι τῶν στοιχειωτῶν, εἴπερ ἐστὶ τῶν δέκα γενικωτάτων γενῶν, οὐσίας ποσοῦ ποιοῦ καὶ τῶν λοιπῶν, τὸ αὐτὸ στοιχεῖον, ἔσται πρότερον αὐτῶν· οὐδὲν δὲ πρότερον οὐσίας καὶ τῶν λοιπῶν
5κατηγοριῶν, οὐδὲ ὅλως οὐδέν ἐστι παρ’ αὐτάς· οὐκ ἄρα ἐστὶ πάντων ἓν στοιχεῖον. ἀλλὰ μὴν οὐδὲ ἡ οὐσία στοιχεῖόν ἐστι τῶν πρός τι καὶ τῶν λοιπῶν κατηγοριῶν· πῶς γὰρ ἐκ τῆς οὐσίας γενήσεται μὴ οὐσία; ἐξ οὐσίας γὰρ ἀεὶ οὐσία γίνεται. οὐδὲ δὴ τὰ πρός τι ἔσται τῆς οὐσίας στοιχεῖα. πῶς γὰρ ἐκ συμβεβηκότος γενήσεται οὐσία; τὸ δὲ ἔτι πῶς ἐνδέχεται
10πάντων εἶναι ταὐτὰ στοιχεῖα; οὐδὲν γὰρ οἷόν τ’ εἶναι τῶν στοι‐ χείων τῷ ἐκ στοιχείων συγκειμένῳ τὸ αὐτ, τοῦτο τὸ ἐπιχείρημα τὸ αὐτό ἐστι τῷ πρὸ αὐτοῦ, ἄλλως δὲ ἐφοδευθέν· ἐκεῖ μὲν γὰρ ἔλεγεν ὅτι τὸ στοιχεῖον πρότερόν ἐστιν ὧν ἐστι στοιχεῖον, ἐνταῦθα δὲ λέγει ὅτι τὸ στοιχεῖον ἕτερόν ἐστιν ὧν ἐστι στοιχεῖον· οὐκ ἔστι γὰρ ὁ συγκείμενος Σω‐
15κράτης ἐκ πυρὸς καὶ γῆς καὶ τῶν μεταξὺ ὁ αὐτὸς τῷ πυρὶ καὶ τῇ γῇ, ἀλλ’ ἕτερος. εἰ δὴ τὰ στοιχεῖα ἕτερά ἐστι τῶν ὧν ἐστι στοιχεῖα, εἴπερ ἐστὶν ἕν τι καὶ τὸ αὐτὸ στοιχεῖον τῶν δέκα κατηγοριῶν, ἕτερον ἔσται πασῶν τῶν κατηγοριῶν. οὐκ ἔστι δέ τι παρὰ ταύτας· οὐκ ἄρα ἐστὶ πάντων ἓν στοιχεῖον. ὅτι δὲ τὰ στοιχεῖα ἕτερά ἐστι τῶν συγκειμένων ἐξ αὐτῶν δεί‐
20κνυσιν ἐκ τῆς ἐπαγωγῆς· τὸ γὰρ βῆτα, φησί, στοιχεῖον ὂν τῆς βα συλλα‐ βῆς, ἕτερόν ἐστιν αὐτῆς. p. 1070b7 Οὐδὲ δὴ τῶν νοητῶν στοιχείων, οἷον τὸ ὂν καὶ τὸ ἕν. Τίνα λέγει νοητὰ στοιχεῖα αὐτὸς ἐδήλωσεν, ὅτι τὸ ἓν καὶ τὸ ὄν. οὐ δὴ τὸ ὄν, φησί, καὶ τὸ ἓν δυνατόν ἐστι πάντων εἶναι στοιχεῖα. δείκνυσι
25δὲ τοῦτο ἐπὶ τῷ προαξιωθέντι τῷ ὅτι τὰ στοιχεῖα ἕτερά εἰσι τῶν ἐξ αὐ‐ τῶν γεγονότων. εἰ οὖν τὸ ἓν καὶ τὸ ὂν στοιχεῖά εἰσι πάντων, τὰ πάντα ἕτερα ἔσται τοῦ ἑνὸς καὶ τοῦ ὄντος. ἀλλ’ ὥσπερ τὸ ἐκ πυρὸς καὶ γῆς οὔτε πῦρ ἐστιν οὔτε γῆ, οὕτως οὐδὲ τὸ ἐξ ἑνὸς καὶ ὄντος οὔτε ἓν ἔσται οὔτε ὄν, ὥστε ἔσται καὶ ἡ οὐσία τὸ ποσὸν τὸ ποιὸν καὶ αἱ λοιπαὶ μὴ
30ὄντα καὶ μὴ ἕνα, ὅπερ ἀδύνατον. εἰ δὲ τοῦτο ἀδύνατον, ψεῦδος δι’ οὗ τοῦτο συνῆκται· ἦν δὲ τὸ ὅτι τὸ ἓν καὶ τὸ ὂν στοιχεῖά ἐστι πάντων. ἐπὶ δὲ τοῦ ὑπάρχει γὰρ ταῦτα ἐν ἑκάστῳ καὶ τῶν συνθέτων προσυπα‐ κουστέον τοῦ τῶν ἁπλῶν, ἵν’ ᾖ ‘ταῦτα γάρ, τὸ ὂν καὶ τὸ ἕν, ἐνυπάρχει ἑκάστῳ τῶν ἁπλῶν καὶ τῶν συνθέτων.‘ τὸ δὲ οὐδὲν ἄρα ἔσται αὐτῶν
35οὔτε οὐσία οὔτε πρός τι τοιοῦτον ἂν εἴη· αὐτῶν, ἤτοι τῶν ὡς ἐκ στοιχείου τοῦ ὄντος καὶ τοῦ ἑνὸς γεγονότων, οὐδὲν ἔσται ἤτοι οὐδαμῶς
ἔσται οὐδὲ ἕξει ὕπαρξίν τινα· ὥσπερ γάρ, ὡς εἴρηται, τὸ ἐκ πυρὸς καὶ γῆς679
in Metaph
.

680

οὐ πῦρ οὐδὲ γῆ, οὕτως οὐδὲ τὸ ἐξ ἑνὸς καὶ ὄντος ἔσται ἓν καὶ ὄν, ἀλλ’ ἔσται οὐχ ἓν καὶ οὐκ ὄν. τὸ δὲ οὔτ’ οὐσία οὔτε πρός τι δύναταί τις ἀκούειν ὡς ἴσον τῷ ὡς οὔτε ἡ οὐσία ἔσται ὂν οὔτε τὸ πρός τι. δύναται δὲ καὶ οὕτως αὐτοῦ ἀκούειν. εἰ μὲν οὖν τὸ ὂν ἐρεῖ τις στοιχεῖον, ἐπειδὴ
5ἕτερόν ἐστι τὸ στοιχεῖον τῶν ἐξ αὐτοῦ, ἢ αὐτὸ ἔσται μὴ ὂν ἢ τὰ ἐξ αὐ‐ τοῦ· οὐ γὰρ δυνατὸν καὶ τὸ ὂν ἤτοι τὸ στοιχεῖον εἶναι ὂν καὶ τὰ ἐξ αὐ‐ τοῦ ὄντα. εἰ δὲ τὴν οὐσίαν λέγει τις στοιχεῖον, ἢ αὐτὴ οὐκ ἔσται οὐσία ἢ τὰ ἐξ αὐτῆς, οἷον ὁ Σωκράτης ὁ Πλάτων καὶ τὰ λοιπά. ὁμοίως εἰ ἔστι τὸ πρός τι στοιχεῖον, ἔσται τὸ πρός τι οὐ πρός τι. καὶ συμπεραί‐
10νεται λέγων οὐκ ἔστιν ἄρα πάντων τὰ αὐτὰ στοιχεῖα καὶ αἴτια, ἀλλὰ τρόπον μέν τινα τὰ αὐτὰ τρόπον δέ τινα ἕτερα. ᾗ μὲν γὰρ πάντων ἐστὶ στοιχεῖα ὕλη εἶδος στέρησις ποιητικὸν καὶ πάντα ὑπ’ αὐτά εἰσι, κατὰ δὴ τοῦτό εἰσιν αἱ αὐταὶ πάντων ἀρχαί· ᾗ δὲ ἄλλη μὲν ἀνδριάντος ὕλη ἑτέρα δὲ ζῴου, ὁμοίως καὶ ἄλλο μὲν εἶδος καὶ ποιητικὸν ἀνδριάντος ἕτερον δὲ
15ἑτέρου, ταύτῃ εἰσὶν ἕτεραι αἱ ἀρχαὶ καὶ οὐχ αἱ αὐταὶ πάντων. κατὰ μὲν οὖν τὰ καθόλου, εἶδός φημι καὶ ὕλην καὶ τὰ λοιπά, πάντων εἰσὶν αἱ αὐταὶ ἀρχαί, κατὰ δὲ τὰ συντεταγμένα ἕτεραι καὶ οὐχ αἱ αὐταί. ὅτι δὴ πάντα ὑπὸ ὕλην εἶδος στέρησιν καὶ ποιητικόν εἰσι, δείκνυσιν ἐξ ἐπαγωγῆς. τῶν μὲν γὰρ αἰσθητῶν, φησί, σωμάτων ἴσως, τουτέστι λόγου χάριν, ὡς μὲν
20εἶδός ἐστι τὸ θερμόν, ὡς δὲ στέρησις τὸ ψυχρόν, ὕλη δὲ τὸ δυνάμενον γενέσθαι θερμὸν ἢ ψυχρόν. τὸ δὲ καθ’ αὑτὸ πρόσκειται, ἐπεί φαμεν ὡς τὸ λευκὸν γέγονεν ψυχρόν, ἀλλ’ οὐ καθ’ αὑτό· καθ’ αὑτὸ δὲ γίνεται ψυχρὸν τὸ ὑποκείμενον τῷ λευκῷ. εἶδος μὲν οὖν τὸ θερμόν, στέρησις τὸ ψυχρόν, ὕλη τὸ δυνάμει ταῦτα. οὐσίαι δέ εἰσι τὸ θερμόν (εἶδος γὰρ καὶ οὐσία
25πυρὸς τὸ θερμόν) καὶ ἡ ὕλη. καὶ οὐ μόνον εἰσὶ ταῦτα οὐσίαι, ἀλλὰ καὶ τὸ ἐκ θερμοῦ καὶ ψυχροῦ, τουτέστιν ἐκ πυρὸς καὶ ὕδατος· εἴτε γὰρ σάρξ ἐστι τοῦτο εἴτε ὀστοῦν εἴτε ὁτιοῦν ἕτερον. τὸ δὲ ἕτερον γὰρ ἀνάγκη ἐκείνων εἶναι τὸ γενόμενον οὐδαμῶς συνᾴδει τοῖς προσεχῶς ῥηθεῖσιν· εἴη δ’ ἂν συνεχὲς τῷ πρὸ ὀλίγου ῥηθέντι τῷ οὐδὲν ἄρα ἔσται αὐτῶν
30οὔτε οὐσία οὔτε πρός τι. καὶ εἴη ἂν τοῦτο κατασκευὴ τοῦ μὴ εἶναι τὴν οὐσίαν οὐσίαν, μηδὲ τὸ πρός τι πρός τι· ἕτερον γὰρ ἀνάγκη ἐκείνων εἶναι τὸ γενόμενον· ὡς γὰρ εἴρηται, ἕτερόν ἐστι τὸ ἐκ στοιχείου γεγονὸς τῶν στοιχείων. τούτων μὲν οὖν τῶν προσεχῶς ῥηθέντων τὸ μὲν θερμόν ἐστιν εἶδος, τὸ δὲ ψυχρὸν ὡς στέρησις, τὸ δὲ δυνάμενον αὐτὰ ὡς ὕλη, καὶ τὸ
35μὲν φῶς ὡς εἶδος, τὸ δὲ σκότος ὡς στέρησις. καὶ ἐκ μὲν ἀέρος καὶ φω‐ τός, ἤτοι ἐξ ὕλης καὶ εἴδους, ἡμέρα, ἐκ δὲ ἀέρος καὶ σκότους, τουτέστιν ὕλης καὶ στερήσεως, νύξ. ὥστε πάντων μὲν οὕτω, τουτέστι κατ’ ἀναλογίαν μὲν πάντων εἰσὶν αἱ αὐταὶ ἀρχαί, ὥσπερ εἴπομεν, κυρίως δὲ οὔ. καὶ
ἐπεί, φησίν, οὐ μόνον τὰ κατασυντεταγμένα ἡμῖν εἰσιν αἴτια, ἀλλὰ καὶ680
in Metaph
.

681

τὸ ἐκτός, οἷον τὸ κινοῦν ἤτοι τὸ ποιητικόν, ἕτερον ἀρχὴ καὶ στοιχεῖον· καθολικώτερον γὰρ ἡ ἀρχὴ τοῦ στοιχείου. τὸ μὲν γὰρ στοιχεῖον καὶ ἀρχή, οὐ πᾶσα δὲ ἀρχὴ στοιχεῖον· ὁ γὰρ πατὴρ ἀρχὴ μέν, στοιχεῖον δὲ οὔ. καὶ διαιρεῖται ἡ ἀρχὴ ὡς καθολικώτερον ὡς εἰς μερικώτερα ταῦτα, λέγω δὴ
5τὴν ὕλην τὸ εἶδος τὴν στέρησιν τὸ ποιητικόν. εἰ δὴ εἰς ταῦτα διαιρεῖται ἡ ἀρχή, δῆλον ὅτι τὸ κινοῦν καὶ ἱστῶν ἤτοι τὸ ποιητικὸν ἀρχή τίς ἐστιν· ὥστε τὰ κατὰ ἀναλογίαν πανταχοῦ εὑρισκόμενα στοιχεῖα τρία ἐστίν, ὕλη εἶδος στέρησις, ἀρχαὶ δὲ καὶ αἴτια τέτταρα, ὕλη εἶδος στέρησις καὶ ποιη‐ τικόν. ταῦτα δὲ τὰ τέτταρα ἄλλα ἐν ἄλλοις, οἷον ἐπὶ μὲν τῶν ζῴων ὡς
10μὲν ὕλη τὸ τῶν ζῴων σῶμα, ὡς δὲ εἶδος ἡ ὑγίεια, ὡς στέρησις ἡ νόσος, ὡς ποιητικὸν ἡ ἰατρική. πάλιν ὡς μὲν εἶδος ἡ οἰκία, ὡς στέρησις ἡ τοι‐ αδὶ ἀταξία, ὡς ὕλη οἱ πλίνθοι, ὡς ποιητικὸν ὁ οἰκοδόμος. ὥστε πάντων αἴτιά ἐστιν ὕλη εἶδος στέρησις ποιητικόν, ἄλλα δὲ ἄλλων. p. 1070b30 Ἐπεὶ δὲ τὸ κινοῦν ἐν μὲν τοῖς φυσικοῖς ἀνθρώποις
15ἄνθρωπος. Φυσικοὺς ἀνθρώπους εἶπε διὰ τὸν αὐτοάνθρωπον· ἐκεῖνος γὰρ οὐ φυσικός. ὃ δὲ νῦν λέγει, εἴρηκε καὶ ἐν τῇ Φυσικῇ, ὅτι τὸ ποιητικὸν καὶ τὸ εἰδικὸν πολλάκις τὸ αὐτό ἐστιν. Σωφρονίσκος γὰρ καὶ Σωκράτης ἀριθμῷ μὲν ἕτεροι εἴδει δὲ οἱ αὐτοί, καὶ ἡ ἐν τῷ σώματι ὑγίεια καὶ τὸ ποιητικὸν
20αὐτῆς ἡ ἰατρικὴ τῷ εἴδει τὰ αὐτά ἐστιν (ἡ γὰρ ἰατρικὴ ὁ λόγος ἐστὶ τῆς ὑγιείας), ὁμοίως καὶ ἡ οἰκία καὶ ἡ οἰκοδομική· ὥστε τὸ ποιητικὸν καὶ τὸ εἰδικόν, οὐ πᾶν ἀλλά τι, τῷ ἀριθμῷ μέν ἐστι δύο τῷ εἴδει δὲ ἕν. καὶ ἐπὶ τούτῳ τρόπον μέν τινα τὰ αἴτιά ἐστι τρία, τρόπον δέ τινα τέτταρα. ἔτι παρὰ ταῦτα τὰ αἴτιά ἐστι τὸ πάντων πρῶτον, ὅπερ ἐστὶν ἡ ζητουμένη
25ἐνταῦθα ἀρχή. p. 1070b36 Ἐπεὶ δέ ἐστι τὰ μὲν χωριστὰ τὰ δ’ οὐ χωριστ, οὐσίαι ἐκεῖνα. Διὰ τούτων δείκνυσιν ὅτι αἱ τῶν οὐσιῶν ἀρχαὶ καὶ τῶν συμβεβηκότων εἰσὶν ἀρχαὶ καὶ αἴτια τοῦ εἶναι. ἐπεὶ γάρ, φησί, τῶν ὄντων τὰ μέν ἐστι
30χωριστὰ καὶ καθ’ αὑτὰ ὑπάρχοντα ὥσπερ αἱ οὐσίαι, τὰ δὲ ἀχώριστα καὶ μὴ δυνάμενα καθ’ αὑτὰ εἶναι ἀλλ’ ἐν ἄλλοις τὸ εἶναι ἔχοντα οἷον τὰ συμβεβηκότα, διὰ τοῦτό εἰσιν οὐσίαι ἐκεῖνα ἤτοι τὰ χωριστὰ καὶ καθ’ αὑτὰ ὑπάρχοντα, καὶ διὰ τοῦτο ταῦτα ἤτοι αἱ τῶν οὐσιῶν ἀρχαὶ καὶ τῶν ἄλλων ἁπάντων αἴτια τοῦ εἶναι. καὶ τὴν αἰτίαν γοργῶς ἐπήγαγεν εἰπὼν
35ὅτι τῶν οὐσιῶν ἄνευ οὐκ ἔστι τὰ πάθη καὶ αἱ κινήσεις. ἐπεὶ γὰρ αἱ τῶν οὐσιῶν ἀρχαὶ αἴτιαί εἰσι τοῦ τὰς οὐσίας εἶναι, οὐσίαι δὲ αἴτιαι πάλιν εἰσὶ
τοῦ καὶ τὰ συμβεβηκότα εἶναι, εὔδηλον ὅτι αἱ τῶν οὐσιῶν ἀρχαὶ αἴτιαί681
in Metaph
.

682

εἰσι τοῦ καὶ τὰ συμβεβηκότα εἶναι. εἶτα λέγει καὶ τίνα εἰσὶ τὰ λίαν προσ‐ εχέστατα τοῦ τὰ ἔμψυχα εἶναι αἴτια· ταῦτα γάρ, φησίν, ἔστι ψυχὴ ἴσως καὶ σῶμα, ὥσπερ ἐπὶ φυτῶν, ἢ νοῦς καὶ σῶμα καὶ ὄρεξις, ὡς ἐπὶ ἀν‐ θρώπων, ἢ σῶμα καὶ ὄρεξις, ὡς ἐπὶ τῶν ἀλόγων ἔστιν ἰδεῖν.
5p. 1071a3 Ἔτι δὲ ἄλλον τρόπον τῷ ἀνάλογον ἀρχαὶ αἱ αὐτα. Εἰπὼν ὅτι πάντων ἀρχαί εἰσιν ὕλη εἶδος στέρησις ποιητικόν, καὶ τῷ μὲν ἀνάλογόν εἰσιν αἱ αὐταί, κυρίως δὲ οὐχ αἱ αὐταὶ ἀλλ’ ἕτεραι, ἐπειδὴ καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια ἀρχαί εἰσιν (ἐκ γὰρ τοῦ ἐνεργείᾳ μὲν τουδὶ δυνάμει δὲ τουδὶ τὰ γινόμενα γίνεται, καὶ ὡς αὐτὸς ἐν τῇ Φυσικῇ
10εἴρηκεν, ‘αὕτη γὰρ ἂν ἡ φύσις ὀφθεῖσα πᾶσαν ἔλυσεν ἀπορίαν‘), λέγει ὅτι ὥσπερ ἐν ἅπαντι ὁρῶντες ὕλην εἶδος ποιητικὸν στέρησιν ἐλέγομεν ὅτι πάν‐ των αἱ ἀρχαὶ αἱ αὐταί εἰσιν, οὕτως ἐπειδὴ ἐν παντὶ ὁρᾶται τὸ δυνάμει καὶ ἐνεργείᾳ, κατὰ τὸ καθόλου δυνάμει καὶ καθόλου ἐνεργείᾳ, ὕφ’ ἃ πάντα τὰ ἐν γενέσει, εἴποιμεν ἂν τὰς αὐτὰς εἶναι πάντων ἀρχάς, κατὰ δὲ τὴν
15ἑκάστῳ ἐνοῦσαν δύναμιν καὶ ἐνέργειαν ἑτέρας καὶ οὐ τὰς αὐτάς. ὥστε ποτὲ μὲν εἰς τὴν ὕλην καὶ τὸ εἶδος καὶ τὰ λοιπὰ ἀποβλέποντες ἢ τὰς αὐτὰς ἢ ἑτέρας εἶναι τῶν ἁπάντων ἀρχὰς ἐροῦμεν, ποτὲ δὲ εἰς τὴν δύναμιν καὶ τὴν ἐνέργειαν. ἔτι οὖν, φησίν, ἄλλον τρόπον καὶ κατ’ ἄλλην ἀναλογίαν (οὐ γὰρ κατὰ τὴν πρὸς τὸ εἶδος καὶ ὕλην καὶ τὰ λοιπὰ ἀναλογίαν, ἀλλὰ
20κατὰ τὴν πρὸς τὸ δυνάμει καὶ ἐνεργείᾳ) αἱ ἀρχαὶ αἱ αὐταί εἰσιν. ὅμως καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια ἄλλοτε ἄλλοις καὶ ἄλλως. ἐνίοις μὲν γὰρ τὸ αὐτὸ ὁτὲ μὲν ἐνεργείᾳ ἐστίν, ὁτὲ δὲ δυνάμει. τῷ γὰρ Σω‐ κράτει ἡ ὑγίεια ποτὲ μὲν ἐνεργείᾳ ἐστὶ ποτὲ δὲ δυνάμει· ὑγιαίνοντος γὰρ Σωκράτους ὑπάρχει αὐτῷ ἡ μὲν ὑγίεια ἐνεργείᾳ ἡ δὲ νόσος δυνάμει, νο‐
25σοῦντος δὲ ἔμπαλιν. ὥστε ἡ ὑγίεια ποτὲ μὲν τούτοις ὑπάρχει οἷον Σω‐ κράτει καὶ Πλάτωνι, ποτὲ δὲ ἄλλοις οἷον Ἀχιλλεῖ καὶ Ἀλκιβιάδῃ. ἀλλὰ καὶ ἄλλως· ὁτὲ μὲν γὰρ δυνάμει ὁτὲ δὲ ἐνεργείᾳ. τὸ δὲ οἷον οἶνος ἢ σὰρξ ἢ ἄνθρωπος παραδείγματά ἐστι τοῦ ὁτὲ μὲν ἐνεργείᾳ ὁτὲ δὲ δυνάμει. ἡ γὰρ ὑγρότης, ἥπερ νῦν ἐστιν ἐνεργείᾳ οἶνος, δυνάμει ἐστὶν
30ὄξος· ὡσαύτως καὶ ἥτις νῦν ἐστιν ἐνεργείᾳ ὄξος, δυνάμει ἐστὶν οἶνος· ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν δύο. ὡς δὲ ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ πάν‐ των. ἀλλὰ καὶ ἡ δύναμις, φησί, καὶ ἡ ἐνέργεια καὶ τὸ ὑποκείμενον αὐ‐ ταῖς εἰς τὰ εἰρημένα πίπτει ἤτοι ἀνάγεται αἴτια, εἰς ὕλην εἶδος στέρησιν· ἡ μὲν γὰρ ἐνέργεια ἔοικε τῷ εἴδει καὶ τὸ εἶδος τῇ ἐνεργείᾳ, ἡ δὲ δύναμις
35τῇ στερήσει καὶ ἡ στέρησις τῇ δυνάμει, τὸ δὲ ὑποκείμενον αὐταῖς τῇ ὕλῃ. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια οἶμαι τοιαύτη· κατὰ δὲ τὴν λέξιν τὸ
μὲν ἐνεργείᾳ μὲν τὸ εἶδος ἀντὶ τοῦ ἡ ἐνέργεια ἀναλογεῖ εἴδει καὶ τὸ682
in Metaph
.

683

εἶδος τῇ ἐνεργείᾳ, τὸ δὲ ἂν ᾖ χωριστὸν ἀντὶ τοῦ τὸ τῇ ἐπινοίᾳ χω‐ ριστόν. τὰ γὰρ ἔνυλα εἴδη τῇ ἐπινοίᾳ μόνον χωρίζεται τῆς ὕλης. τὸ δὲ καὶ τὸ ἐξ ἀμφοῖν ἀντὶ τοῦ οὐ μόνον τὸ εἶδός ἐστιν ἐνέργεια, ἀλλὰ καὶ τὸ ἐξ ὕλης καὶ εἴδους. ἢ τὸ ἐνεργείᾳ μὲν γὰρ τὸ εἶδος, ἐὰν ᾖ χω‐
5ριστόν, ἀντὶ τοῦ τὸ φῶς εἴρηκεν, ἵν’ ᾖ ὅτι ἡ ἐνέργεια ἤτοι τὸ φῶς τὸ χωριστόν· χωρίζεται γὰρ ἀπὸ τοῦ ἐν τῷ ἀέρι διαφανοῦς καθ’ ἑκάστην. ἐξ ἀμφοῖν δὲ λέγει τὴν ἡμέραν, ἐκ τοῦ φωτὸς καὶ τοῦ πεφωτισμένου δια‐ φανοῦς. καὶ ὅτι ἐνέργειαν τὸ φῶς, ὃ καὶ χωριστὸν λέγει, εἴρηκε, τεκμαί‐ ρομαι ἐκ τοῦ εἰπεῖν στέρησις δὲ τὸ σκότος.
10p. 1071a11 Ἄλλως δὲ ἐνεργείᾳ καὶ δυνάμει διαφέρει, ὧν μή ἐστιν ἡ αὐτὴ ὕλη, ὧν οὐκ ἔστι τὸ αὐτὸ εἶδος. Ἐπειδὴ ἄνθρωπος ἄνθρωπον γεννᾷ καὶ ἥλιος, εἰσὶ δὲ ἀμφότεροι ὅ τε ἥλιος καὶ ὁ Σωφρονίσκος ποιητικὰ Σωκράτους, ἡ μὲν οὖν τοῦ Σωφρονί‐ σκου ὕλη αἱ σάρκες καὶ τὰ ὀστᾶ καὶ νεῦρα, ὁμοίως καὶ τὸ εἶδος καὶ ἡ
15ἐνέργεια αὐτοῦ οὐδὲν διαφέρει τῷ λόγῳ τῆς τοῦ Σωκράτους ὕλης καὶ τοῦ εἴδους· σάρκες γὰρ καὶ νεῦρα αἱ ἀμφοτέρων ὗλαι. ὁμοίως δὴ καὶ τὰ εἴδη τὰ αὐτά, μόνῳ δὲ τῷ προτέρῳ καὶ ὑστέρῳ διαφέρει. προτέρα γὰρ ἡ Σω‐ φρονίσκου ὕλη καὶ τὸ εἶδος τῆς τοῦ Σωκράτους φύσεως. ἡ δὲ τοῦ ἡλίου ὕλη καὶ τὸ εἶδος οὐ τῷ χρόνῳ μόνῳ προτέρα τῆς τοῦ Σωφρονίσκου ὕλης
20καὶ τοῦ εἴδους, ἀλλὰ καὶ τῷ λόγῳ. ἡ μὲν γὰρ τοῦ Σωφρονίσκου ὕλη σάρκες, ἡ δὲ τοῦ ἡλίου οὐ τοιαύτη, ἀλλὰ πέμπτον τι σῶμα. ὅτι δὲ καὶ τὸ τοῦ ἡλίου εἶδος ἕτερόν ἐστι τοῦ Σωφρονίσκου εἴδους, οὐ δεῖ με λέγειν. ταῦτα δὴ αἰνίττεται διὰ τοῦ ἄλλως ἐνεργείᾳ καὶ δυνάμει διαφέρει ὧν μή ἐστιν ἡ αὐτὴ ὕλη, ὧν οὐκ ἔστι τὸ αὐτὸ εἶδος. ἐλλιπὴς δέ
25ἐστιν ἡ λέξις· εἴη δ’ ἂν πλήρης, εἰ οὕτως εἶχεν ‘ἄλλως δὲ ἐνεργείᾳ καὶ δυνάμει, ὧν μή ἐστιν ἡ αὐτὴ ὕλη μηδὲ τὸ αὐτὸ εἶδος, ὧν οὐκ ἔστι τὸ αὐτὸ εἶδος μηδὲ ἡ αὐτὴ ὕλη.‘ εἴη δ’ ἂν τὸ λεγόμενον, ἐπειδὴ καὶ ὁ Σωφρονίσκος ποιητικός ἐστι Σωκράτους, ἀλλὰ καὶ ὁ ἥλιος καὶ ὁ λοξὸς κύ‐ κλος, διαφέρει ἡ ἐνέργεια καὶ τὸ εἶδος τοῦ ἡλίου καὶ τοῦ λοξοῦ κύκλου
30τῆς ἐνεργείας καὶ τοῦ εἴδους τοῦ Σωφρονίσκου καὶ τοῦ Σωκράτους· ὁμοίως δὴ καὶ αἱ δυνάμεις αὐτῶν ἤτοι αἱ ὗλαι. καὶ τὴν αἰτίαν τούτου ἐπήγαγεν εἰπὼν οὔτε ὕλη ὄντα οὔτε εἶδος οὔτε στέρησις, ὃ ἴσον ἐστὶ τῷ ἡ μὲν γὰρ ὕλη τοῦ Σωφρονίσκου καὶ τὸ εἶδος τὰ αὐτά εἰσι τῇ τοῦ Σωκρά‐ τους ὕλῃ καὶ τῷ εἴδει, ὁμοίως καὶ ἡ στέρησις· ἀμφότεροι γὰρ στέρησιν
35ἔχουσι τὴν ἀντικειμένην τῷ ἀνθρωπείῳ εἴδει· τὸ δὲ τοῦ ἡλίου καὶ τοῦ λοξοῦ κύκλου εἶδος καὶ ἡ ὕλη οὔκ εἰσι τὰ αὐτὰ τῇ τοῦ Σωφρονίσκου καὶ Σωκράτους ὕλῃ καὶ τῷ εἴδει. ὧν οὖν, ἡλίου καὶ λοξοῦ κύκλου, ἡ ἐνέρ‐ γεια καὶ ἡ δύναμις διαφέρει τῆς τοῦ Σωφρονίσκου καὶ Σωκράτους ὕλης
καὶ ἐνεργείας, ταῦτα, ὁ ἥλιος καὶ ὁ λοξὸς κύκλος, ἕτερά ἐστι Σωφρονίσκου683
in Metaph
.

684

καὶ Σωκράτους, ὧν τὸ εἶδος καὶ ἡ ὕλη οὐκ ἔστιν ἡ αὐτὴ τῇ τοῦ ἡλίου καὶ λοξοῦ κύκλου ὕλῃ καὶ τῷ εἴδει. εἰ δὲ ὁ ἥλιος καὶ ὁ λοξὸς κύκλος διαφέρει Σωφρονίσκου καὶ Σωκράτους, καὶ ἀναστρέψαντι ἡ τοῦ ἡλίου καὶ τοῦ λοξοῦ κύκλου ἐνέργεια καὶ δύναμις διαφέρει τῆς τοῦ Σωφρονίσκου καὶ
5Σωκράτους ἐνεργείας καὶ δυνάμεως. p. 1071a17 Ἔτι δὲ ὁρᾶν δεῖ ὅτι τὰ μὲν καθόλου ἔστιν εἰπεῖν τὰ δ’ ο. Τὸ δὲ λεγόμενον τοιοῦτον, ὅτι τῶν αἰτίων τὰ μὲν δυνάμεθα λέγειν καθόλου, τὰ δ’ οὔ. τοῦ μὲν γὰρ καθόλου ἀνδριάντος ἐροῦμεν αἴτιον τὸν
10καθόλου ἀνδριαντοποιόν, τουδὶ δὲ τοῦ ἀνδριάντος τόνδε τὸν ἀνδριαντοποιόν. τοῦτο θεὶς λέγει πάντων δὲ ἀρχαὶ πρῶται ἤτοι προσεχεῖς πρῶτον τοδ, τουτέστι τὸ μερικόν· τοῦ γὰρ Σωκράτους ἀρχὴ καὶ αἴτιον ὅδε ὁ Σω‐ φρονίσκος. ἔστιν οὖν πάντων ἀρχὴ ἥδε ἡ ἐνέργεια καὶ τόδε τὸ μερικὸν δυνάμει, τουτέστιν αὕτη ἡ μερικὴ ὕλη. τῶν γὰρ καθ’ ἕκαστον αἴτιον
15καθ’ ἕκαστον· Ἀχιλλέως γὰρ Πηλεύς, καὶ τοδὶ τὸ β τῆσδε τῆς βα συλλα‐ βῆς. τὰ γὰρ καθόλου οὔκ εἰσι, κἂν εἰ ἦν τὰ καθόλου ἐν ὑπάρξει καὶ καθ’ αὑτά, καὶ τὰ αἴτια αὐτῶν καθόλου ἂν ἦν· εἰ γὰρ ἦν ἄνθρωπος καθ‐ όλου, ἦν ἂν καὶ τὸ αἴτιον αὐτοῦ τῶν καθόλου, καὶ τῆς ὅλως ἤτοι τῆς βα συλλαβῆς τὸ καθόλου βῆτα· οὐκ ἔστι δέ. πρὸς τοῖς εἰρημένοις αἰτίοις εἰσὶ
20καὶ ἄλλα αἴτια καὶ ἄλλαι ἀρχαί· ταῦτα δέ ἐστι τὰ εἴδη τῶν οὐσιῶν· ἄλλα δὲ ἄλλων, ὥσπερ εἴρηται· ἄλλα γὰρ ἵππων καὶ ἄλλα ἀνθρώπων. οὐ μόνον δὲ τῶν ἑτέρων γενῶν ἕτερα τὰ αἴτια, ἀλλὰ καὶ τῶν ὁμοειδῶν ἕτερα, τῷ ἀριθμῷ δέ· ἄλλη γὰρ ἡ σὴ ὕλη καὶ ἄλλη ἡ ἐμὴ τῷ ἀριθμῷ, ὁμοίως καὶ τὸ εἶδος καὶ τὸ ποιητικόν, τῷ καθόλου δὲ λόγῳ τὰ αὐτ· τουτ‐
25έστι καθὸ γὰρ ἅπαντα ὑπὸ ὕλην εἶδος στέρησιν καὶ ποιητικόν εἰσιν, εἰσὶ πάντων τὰ αἴτια τὰ αὐτά, ᾗ δὲ τὰ ἐμὰ αἴτια ἕτερα τῶν σῶν αἰτίων, οὐ τὰ αὐτά. p. 1071a29 Τὸ δὴ ζητεῖν τίνες ἀρχαὶ ἢ στοιχεῖα τῶν οὐσιῶν καὶ πρός τι καὶ ποιῶν.
30 Διὰ τούτων διδάσκει ἡμᾶς, εἴπερ ἐρωτώμεθα πότερον πάντων αἱ ἀρ‐ χαὶ αἱ αὐταὶ ἢ ἕτεραι, τί ὀφείλομεν ἀποκρίνασθαι· καί φησιν ὅτι πολ‐ λαχῶς τε λεγομένων, τουτέστι καθόλου ἤτοι ὡς καθόλου ὕλη καὶ ὡς καθόλου εἶδος καὶ ποιητικόν, καὶ ὅλως τῷ ἀνάλογον καὶ μὴ ὡς τοῦδε ἢ τοῦδε λαμβανόμενα, ἐστὶν ἑκάστου, τουτέστι πάντων εἰσὶν αἱ αὐταὶ ἀρ‐
35χαί· διαιρεθέντων δὲ τοῦ τε καθόλου εἴδους καὶ τῆς καθόλου ὕλης καὶ684
in Metaph
.

685

τῶν λοιπῶν εἴς τε τὰ Σωκράτους καὶ Πλάτωνος καὶ τῶν ἄλλων αἴτια, οὔκ εἰσι τὰ αὐτὰ ἀλλ’ ἕτερα, πλὴν ὡδ, ἤτοι τῷ ἀνάλογον δέ εἰσι τὰ αὐτά. καὶ τοῦτο φανερώτερον ποιῶν πάλιν ἐπανείληφε τὸν λόγον, καί φησιν ὅτι ὡδὶ μὲν τὰ αὐτὰ ἢ τῷ ἀνάλογον, ὅτι ὕλη εἶδος στέρησις, ἴσον
5λέγων, ἐπεὶ πάντα ὑπὸ ὕλην εἶδος στέρησίν εἰσιν, ἔσονται πάντων αἱ αὐ‐ ταὶ ἀρχαὶ τῷ ἀνάλογον. τὸ δὲ καὶ ὡδὶ τὰ τῶν οὐσιῶν αἴτια ὡς αἴ‐ τια πάντων δυνάμει τοιοῦτόν ἐστιν. ὅταν δὲ ἐρωτώμενοι πότερον τὰ τῶν οὐσιῶν αἴτια καὶ τῶν συμβεβηκότων εἰσὶν αἴτια, λεκτέον ὅτι ναί, καὶ τὴν αἰτίαν προσθετέον ὅτι ἀναιρουμένων γὰρ τῶν οὐσιῶν ἀναιρεῖται
10καὶ τὰ λοιπά· αἴτιον δὲ τὸ συναναιροῦν τοῦ συναναιρουμένου. ἀλλὰ περὶ τούτων εἴρηται πρὸ ὀλίγου ἀκριβῶς. ἔτι τὸ πρῶτον ἐντελεχεί. ἔτι, φησίν, ἐρωτώμενοι πότερον τὸ πορρώτερόν ἐστιν αἴτιον ἢ τὸ προσεχές, ῥητέον ὅτι τὸ πρῶτον, τουτέστι τὸ προσεχές. προσεχὲς δὲ αἴτιον καὶ ἐν‐ τελεχείᾳ, ὡς πολλάκις εἴρηται, ὁ Σωφρονίσκος τοῦ Σωκράτους. ὡδὶ δὲ
15ἕτερα πρῶτα ὅσα τὰ ἐναντία, τουτέστιν ἄλλον δὲ τρόπον λεκτέον πρῶτα αἴτια τὰ ἐναντία, ἤτοι τὸ εἶδος καὶ τὴν στέρησιν· ὥστε τὸ λεγόμενόν ἐστιν ὅτι ποτὲ μὲν λεκτέον πρῶτον αἴτιον τὸ ἐντελεχείᾳ ἤτοι τὸ ποιητικόν, ποτὲ δὲ τὰ ἐναντία ἤτοι τὸ εἶδος καὶ τὴν στέρησιν, ἅπερ ἐναντία, φησίν, οὔτε ὡς γένη λέγεται, τουτέστιν ὡς ὕλη, οὔτε πολλαχῶς, τουτέστιν οὔτε
20ὡς καθόλου, ἀλλ’ ὡς συγκατατεταγμένα. ἐν δὲ τῇ λέξει τῇ ὡδὶ δὲ πρῶτα ὅσα τὰ ἐναντία τὸ ὅσα παρέλκον ἐστίν. ἔτι, φησίν, ἄλλον τρόπον αἴτια λεχθήσονται αἱ ὗλαι. καὶ συμπεραίνεται λέγων, τίνες μὲν ἀρχαὶ τῶν αἰ‐ σθητῶν, ὅτι ὕλη εἶδος καὶ τὰ λοιπά, καὶ πόσαι, ὅτι τρόπον μέν τινα τρεῖς τρόπον δέ τινα τέσσαρες, καὶ πῶς αἱ αὐταί, ὅτι τῷ ἀνάλογον, καὶ πῶς
25ἕτεραι, ὅτι ὡς προσεχεῖς, εἴρηται. p. 1071b3 Ἐπεὶ δ’ ἦσαν τρεῖς αἱ οὐσίαι, δύο μὲν αἱ φυσικα. Ἐντεῦθεν περὶ τοῦ πρώτου αἰτίου καὶ τῆς πρώτης οὐσίας, ὃν καὶ θεὸν ἐνταῦθα καλεῖ, διαλέγεται. συνίστησι δὲ πρῶτον ὅτι ἔστι τις τοιαύτη οὐσία ἀίδιος οὕτως. λαβὼν ὅτι ἡ οὐσία πρώτη τῶν ἄλλων (τοῦτο γὰρ
30δέδεικται) λέγει ὅτι εἰ μὴ ἔστιν οὐσία ἀίδιος ἀλλὰ πᾶσαι φθαρταί, φθαρτὰ πάντα ἔσται· ἀχώριστα γὰρ τὰ ἄλλα τῆς οὐσίας καὶ χωρὶς αὐτῆς εἶναι οὐ δύνανται. οὐκ ἔστι δὲ πάντα φθαρτά, οὐδ’ αἱ οὐσίαι πᾶσαι φθαρταί. ὅτι δὲ οὐ πάντα τὰ παρὰ τὴν οὐσίαν ἐστὶ φθαρτὰ δῆλον· ἡ γὰρ κίνησις δέ‐ δεικται ὅτι ἀίδιος καὶ ἄφθαρτος· εἰ γὰρ εἴη γενητή, ἐπεὶ πᾶν τὸ γινόμενον
35ὑπό τινος καὶ ἔκ τινος γίνεται, εἴη ἂν καὶ τὰ ἐξ ὧν ἡ κίνησις. ἃ εἰ μὲν οὕτως εἶχεν ὥστε μήτε τὸ ποιοῦν μήτε τὸ πάσχον πρὸς τὸ δύνασθαι τὸ μὲν πάσχειν τὸ δὲ ποιεῖν δεῖσθαί τινος μεταβολῆς, ἦν ἂν καὶ ἡ κίνησις ἤδη ἀλλ’ οὐκ ἐγίνετο. εἰ δέ τι ἦν ἐμποδὼν ἐκείνοις, ἔδει τινὰ κίνησιν γε‐
νέσθαι, ὥστε τὸ μὲν ποιῆσαι τὸ δὲ παθεῖν καὶ γενέσθαι τὴν κίνησιν ἐξ685
in Metaph
.

686

αὐτῶν· οὕτω δὲ ἀνάγκη ἔσται πρὸ τοῦ γενέσθαι τὴν κίνησιν κίνησιν εἶναι οὐ γενητήν. ἐπεὶ οὖν ἀίδιος ἡ κίνησις, ἡ δὲ κίνησις ἐν τῷ κινουμένῳ τὸ εἶναι ἔχει, καὶ τὸ κινούμενον ἄρα τὴν ἀίδιον κίνησιν ἀίδιόν ἐστιν· οὐ γὰρ οἷόν τε ἀίδιόν τι κίνησιν κινεῖσθαι μὴ ἀίδιον ὄν. εἰ γάρ τις λέγοι ἀίδιον εἶναι
5κίνησιν τῷ ἄλλο ἐξ ἄλλου σῶμα διαδέχεσθαι αὐτήν, πρῶτον μὲν οὐ συνεχῆ τὴν κίνησιν ποιήσει καὶ μίαν· ἡ γὰρ συνεχὴς ἑνὸς ὄντος τοῦ κινουμένου αὐτήν ἐστιν. ἔπειτα ἐνδεχόμενον ἔσται ἀπολιπεῖν τὴν κίνησιν, εἰ μή τι ἄλλο ἀίδιον τῆς εὐτάκτου καὶ ὡρισμένης τῶν κινουμένων διαδοχῆς αἴτιον εἴη. ἓν ἄρα καὶ ἀίδιόν ἐστι τὸ τὴν ἀίδιον κίνησιν κινούμενον σῶμα. ἀλλὰ
10μὴν ἀίδιος καὶ συνεχὴς μόνη τῶν κινήσεων ἡ κυκλοφορία· τὸ ἄρα ταύτην κινούμενον τὴν κίνησιν σῶμα ἀίδιον. καὶ ἄριστον δὴ τῶν σωμάτων τοῦτο· τὸ γὰρ ἀίδιον τῶν οὐκ ἀιδίων ἄμεινον. καὶ τὸ τὴν πρώτην τῶν κινήσεων ἁπασῶν κινούμενον καὶ ἔμψυχον δὴ τοῦτο. τὸ γὰρ ἄριστον τῶν σωμάτων ἔμψυχον· ἄμεινον γὰρ σῶμα τὸ ἔμψυχον τοῦ ἀψύχου· τὸ δὲ κυκλοφορητι‐
15κὸν σῶμα ἄριστον, ὥστε καὶ ἔμψυχον· τὸ γὰρ τῶν σωμάτων ἁπάντων ἄρι‐ στον ἔμψυχον, τὸ δὲ κυκλοφορητικὸν σῶμα τοιοῦτον. ἀλλὰ μὴν πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται. καὶ διὰ τοῦτο οὖν καὶ τὸ κατὰ ψυχὴν κι‐ νούμενον πᾶν ὑπό τινος, εἴ γε τὸ κατὰ τὴν ψυχὴν κινούμενον καθ’ ὁρμὴν κινεῖται, ἡ δὲ ὁρμὴ κατ’ ἔφεσίν τινος· ὥστε εἴη ἂν καὶ τὸ ἀίδιον σῶμα
20καθ’ ὁρμὴν καὶ κατ’ ἔφεσίν τινος κινούμενον. τὸ δὲ καθ’ ὁρμὴν καὶ κατ’ ἔφεσιν κινούμενον δεῖ εἶναί τι οὗ ἐφιέμενον τοῦτο κινεῖται τὴν ἀίδιον κί‐ νησιν, ἀίδιον καὶ αὐτὸ ὂν καὶ ἐνεργείᾳ· πᾶν γὰρ τὸ κινητικόν τινος ἐνερ‐ γείᾳ τι ὂν κινεῖ, καὶ τὸ ἀεὶ ἄρα καὶ συνεχῶς κινοῦν ἀεὶ τὸ αὐτὸ ἔσται ἐνεργείᾳ, ἄμοιρον παντάπασι δυνάμεως. εἰ γὰρ ἔσται δυνάμει, οὐδεμία
25δὲ δύναμις, ὡς ἐν τῇ Περὶ οὐρανοῦ δέδεικται, ἐπ’ ἄπειρόν ἐστιν, εἰ οὖν ἔχει δύναμιν τοῦ μὴ εἶναι, ἔσται ποτὲ ἐνεργείᾳ μὴ ὄν· ὥστε οἷόν τε ἔσται καὶ τὴν κίνησιν φθαρῆναι μὴ ὄντος ἐνεργείᾳ τοῦ κινήσοντος αὐτήν. ἄμοιρον ἄρα παντάπασίν ἐστι δυνάμεως. ἀλλὰ καὶ ἀκίνητον ἔσται· εἰ γὰρ καὶ τοῦτο κινήσει κινούμενον, δεήσει καὶ τούτῳ πάλιν ἄλλου κινοῦντός τινος καὶ τοῦτο
30εἰς ἄπειρον. ἀλλ’ εἰ ἀκίνητον, ἔστι καὶ ἀσώματον· πᾶν γὰρ σῶμα καθὸ σῶμα κινητόν. ἔσται ἄρα ἀίδιός τις οὐσία ἁπλῆ καὶ ἀκίνητος ἐνεργείᾳ αἰτία οὖσα τῆς τοῦ κυκλοφορητικοῦ σώματος ἀιδίου τε καὶ συνεχοῦς κινή‐ σεως. κινηθήσεται δ’ ὑπ’ αὐτοῦ τὸ κυκλοφορητικὸν σῶμα τῷ νοεῖν τε αὐτὸ καὶ ἔφεσιν καὶ ὄρεξιν ἔχειν τῆς οἰκειώσεως αὐτοῦ· πᾶν γὰρ τὸ κινού‐
35μενον ὑπ’ ἀκινήτου τινὸς κεχωρισμένον τοῦτον κινεῖται τὸν τρόπον. ἡ δὲ δεῖξις κατὰ ἀνάλυσιν γέγονεν· οὐ γὰρ οἷόν τε τῆς πρώτης ἀρχῆς ἀπόδειξιν
εἶναι, ἀλλὰ δεῖ ἀπὸ τῶν ὑστέρων καὶ φανερῶν ἀρξαμένους κατὰ τὴν πρὸς686
in Metaph
.

687

ταῦτα συμφωνίαν ἀναλύσει χρωμένους συστῆσαι τὴν ἐκείνου φύσιν. ὅτι δὲ καὶ πρῶτον νοητὸν καὶ μάλιστα καὶ πρῶτον ὀρεκτὸν καὶ μάλιστα τὸ κινητικὸν τῆς κύκλῳ κινήσεως εἶδος, ἐντεῦθεν ἂν δεικνύοιτο. κυρίως νοη‐ τὸν τὸ εἶδος· ἡ γὰρ ὕλη οὐδὲν οὖσα τῶν ὄντων ἐνεργείᾳ κατὰ ἀναλογίαν
5ἐστὶ νοητὴ καὶ ὡς ὁ Πλάτων φησὶ νόθῳ λογισμῷ· τὸ δὲ εἶδος νοητόν, ἐνέργειά τις ὄν, καὶ τῶν εἰδῶν μᾶλλον νοητὸν τὸ ἐν οὐσίᾳ καὶ καθ’ αὑτὸ ὂν ἢ τὸ ἐν ἄλλῳ τινὶ ὄν, ὅτι καὶ μᾶλλον ἔστι, καὶ τῶν ἐν τῇ οὐσίᾳ τὸ μάλιστα ἁπλοῦν καὶ ἀεὶ ὂν ἐνεργείᾳ· μάλιστα γὰρ νοητὸν τοῦτο τῷ τε μάλιστα εἶναι ἀεὶ ὂν ἐνεργείᾳ καὶ τῷ τῇ αὑτοῦ φύσει ἁπλοῦν καὶ νοητὸν
10εἶναι. καὶ γὰρ τὰ ἐν τοῖς συνθέτοις τότε εἰσὶ νοητά, ὅταν ὁ νοῦς αὐτὰ χωρίσῃ τῶν ἐν οἷς εἰσι καὶ ὥσπερ ἁπλᾶ αὐτὰ θεωρῇ. τοιαύτη δὲ ἡ κι‐ νητικὴ τοῦ παντὸς οὐσία, λέγω δὴ χωριστὴ καὶ ἁπλῆ καὶ ἐνεργείᾳ. αὕτη ἄρα μάλιστά ἐστι νοητή. ἀλλὰ μὴν καὶ μάλιστα ὀρεκτή· μάλιστα γὰρ ὀρεκτὸν τῇ ἑαυτοῦ φύσει τὸ τῇ αὑτοῦ φύσει καλὸν μάλιστα, τοιοῦτον δὲ
15τοῦτο. τὸ γὰρ καλὸν ἐν τῷ εἴδει μᾶλλον ἢ ἐν τῇ ὕλῃ· ἐν γὰρ τῷ ποι‐ οῦντι μᾶλλον ἢ ἐν τῷ [εὖ] πάσχοντι· καὶ ἔστι πάσχον τὸ δυνάμει τι ὄν, ποιοῦν δὲ τὸ ἐνεργείᾳ ὄν· καὶ ἐν τῷ ὡρισμένῳ μᾶλλον ἢ ἐν τῷ ἀορίστῳ. ἐν τῷ εἴδει ἄρα τὸ καλὸν μᾶλλον ἢ ἐν τῇ ὕλῃ, καὶ ἐν εἴδει τῷ ἐν οὐσίᾳ μᾶλλον ἢ ἔν τινι ἄλλῳ τῶν γενῶν· διὰ γὰρ τοῦτο καὶ τὰ ἄλλα ἔστι· καὶ
20τῶν ἐν οὐσίᾳ τὸ μάλιστα ὂν καὶ ἁπλοῦν καὶ ἄμοιρον τοῦ δυνάμει καλὸν μάλιστα· τοιαύτη δὲ οὖσα δέδεικται ἡ προειρημένη φύσις· κυρίως ἄρα καὶ πρώτως αὕτη ὀρεκτή τε καὶ νοητή. p. 1071b3 Ἐπεὶ δ’ ἦσαν τρεῖς οὐσίαι, δύο μὲν αἱ φυσικα, μία δὲ ἡ ἀκίνητος.
25 Περὶ τῆς πρώτης ἀρχῆς, ὡς προείπομεν, ἐντεῦθεν διαλέγεται τίς τε ἡ φύσις αὐτῆς καὶ ἡ διαγωγή. πρῶτον δὲ συνίστησιν ὡς ἔστιν ἀρχὴ τοι‐ αύτη, καὶ οὕτω τίς λέγει. ἐπεὶ γάρ, φησίν, ἦσαν ὡς ἐλέγομεν τρεῖς αἱ οὐσίαι, δύο μὲν αἱ φυσικαί, ἃς καὶ πάντες εἶναι ὁμολογοῦσιν, καὶ τούτων ἡ μὲν μία ἀγένητος καὶ ἄφθαρτος, ἡ δὲ λοιπὴ κατὰ μὲν τὰς ὁλότητας
30καὶ αὐτὴ ἀγένητος καὶ ἄφθαρτος, εἴπερ καὶ ὁ κόσμος, κατὰ δὲ τὰ μέρη γενητὴ καὶ φθαρτή, ἦν δὲ καὶ ἄλλη ἡ ἀκίνητος, περὶ τῆς ἀκινήτου, φησί, λεκτέον καὶ δεικτέον ὅτι ἀνάγκη εἶναί τινα οὐσίαν ἀκίνητον καὶ ἀίδιον. ἔχων οὖν δεδειγμένον, ὅτι αἱ οὐσίαι πρῶται τῶν ἄλλων ποσοῦ ποιοῦ καὶ τῶν λοιπῶν, τούτῳ χρώμενος δείκνυσι τὸ προκείμενον, δυνάμει συλλογιζό‐
35μενος ὧδε. εἰ πᾶσά ἐστιν οὐσία φθαρτή, οὐδὲν ἔσται ἀίδιον τῶν ἄλλων τῶν παρὰ τὴν οὐσίαν ὄντων· πάντα γὰρ ἐν αὐτῇ τὸ εἶναι ἔχει. ἀλλὰ μὴν ἔστι τι τῶν παρὰ τὴν οὐσίαν ἀίδιον καὶ ἄφθαρτον, ἥ τε κίνησις καὶ
ὁ χρόνος· ἔστιν ἄρα καὶ οὐσία τις ἀίδιος, ἥτις τὴν ἀίδιον κίνησιν κινεῖται·687
in Metaph
.

688

πᾶσα γὰρ κίνησίς τινος. καὶ ὅτι μὲν ἡ κίνησις ἀίδιος, δέδεικται ἐν τῷ Θ τῆς Φυσικῆς ἀκροάσεως· ὅτι δὲ καὶ ὁ χρόνος ἀίδιος, παραμυθίας ἀξιοῖ, λέγων, εἰ ἔστιν ὁ χρόνος γενητὸς καὶ φθαρτός, πρότερον οὐκ ἦν οὐδ’ ὕστερον ἔσται· ἀλλὰ μὴν τὸ πρότερον καὶ ὕστερον χρόνου τί εἰσιν· ἦν ἄρα
5πρὸ τοῦ γενέσθαι τὸν χρόνον χρόνος, εἴπερ πρὸ χρόνου ἐστὶ τὸ πρότερον, καὶ ἔσται πάλιν μεθ’ ὕπαρξιν χρόνου χρόνος, εἴπερ μετὰ τὴν τοῦ χρόνου φθοράν ἐστι τὸ ὕστερον. δείξας δὲ ὅτι ἔστι τις οὐσία ἥτις ἀιδίως κινεῖ‐ ται, προσαποδείκνυσιν πρότερον καὶ τίς ἐστιν αὕτη οὕτως. ἡ ἀίδιος κίνησις μία ἐστίν, ἡ μία συνεχής ἐστιν, ὥσπερ καὶ ὁ χρόνος· ἢ γὰρ ὁ αὐτός
10ἐστι τῇ κινήσει ἤ τι τῆς κινήσεως· κίνησις δὲ συνεχὴς οὐκ ἔστιν ἄλλη ἢ ἡ κατὰ τόπον, καὶ ταύτης ἡ κύκλῳ. ἡ ἀίδιος ἄρα κίνησίς ἐστιν ἡ κύ‐ κλῳ· ὥστε ἡ ἀίδιος οὐσία ἐστὶν ἡ ταύτην κινουμένη τὴν κίνησιν. δείξας οὖν οὕτως ὅτι ἔστι τις οὐσία ἀίδιος, ἥτις τὴν κύκλῳ καὶ ἀίδιον κίνησιν κινεῖται, ἔχων δὲ δεδειγμένον ἐν τῇ Φυσικῇ καὶ ὅτι πᾶν τὸ κινούμενον
15ὑπό τινος κινεῖται, συνάγει ὅτι ἔστιν ἄρα τι κινητικὸν καὶ ποιητικὸν τὸ τὴν ἀίδιον κίνησιν κινοῦν, ἀκίνητον ὂν καὶ ἀίδιον, εἶδος ὂν καὶ ἐνέργεια πάντῃ πάντως ἀμοιροῦσα δυνάμεως. ἐν δὲ τῇ λέξει τῇ ἀλλὰ μὴν εἰ ἔστι κι‐ νητικὸν ἢ ποιητικόν, μὴ ἐνεργοῦν δέ τι τὸ μὴ ἐνεργοῦν ἀντὶ τοῦ μὴ εἴη δὲ ἐνέργεια πάντῃ ἀμοιροῦσα δυνάμεως, ἔσται ὅτε οὐκ ἔσται
20κίνησις· τὸ γὰρ δυνάμενον μὴ ἐνεργῆσαι ἔσται ποτὲ μὴ ἐνεργοῦν. δέδεικ‐ ται δὲ ὅτι ἀδύνατόν ἐστι μὴ εἶναι κίνησιν· ἀδύνατον ἄρα καὶ τῷ κινοῦντι τὴν ἀίδιον κίνησιν δύναμίν τινα ἐνυπάρχειν. ἀλλ’ εἰ καὶ τὰ κυκλοφορητικὰ σώματα ἀπήλλακται τοῦ δυνάμει, ἀίδια ὄντα, τί ἂν τῆς πρώτης ἀρχῆς διαφέροιεν; ἢ οὐ πάντῃ ἀπήλλακται τοῦ δυνάμει· τῆς μὲν γὰρ καθ’ ἣν
25τὰ γινόμενα καὶ φθειρόμενα γίνεται καὶ φθείρεται δυνάμεως ἀπήλλακται, τῆς δὲ τοῦ κινεῖσθαι οὐδαμῶς· τὸ γὰρ ὑπὲρ γῆν ἐνεργείᾳ ὂν ἡμισφαίριον δυνάμει ἐστὶν ὑπὸ γῆν. εἰπὼν οὖν ὅτι ἡ πρώτη καὶ ἀίδιος ἀρχὴ ἐνέρ‐ γειά ἐστι πάντῃ δυνάμεως ἀμοιροῦσα ἐπάγει οὐδὲν ἄρα ὄφελος οὐδ’ ἂν οὐσίας ποιήσωμεν ἀιδίους καὶ τὰ ἑξῆς, ἴσον λέγων τῷ εἴτε ἰδέας
30ὑποθώμεθα εἶναι τὰς πρώτας ἀρχὰς εἴτε ἀριθμούς, οὐδὲν ὠφελήσει πρὸς τὸ εἶναι ἀεὶ τὰ ὄντα ὡς ἔχει, εἰ μὴ ἔσται τι εἶδος καί τις φύσις αὐτὸ τοῦτο ἐνέργεια οὖσα δυναμένη μεταβάλλειν καὶ κινεῖν τὴν ἀίδιον κίνησιν· οὐδ’ ἂν ἄλλη τις φύσις καὶ οὐσία ὑποτεθῇ ἑτέρα παρὰ τὰ εἴδη μὴ οὖσα δὲ ἐνέργεια, οὐδ’ αὐτὴ ἔσται ἱκανὴ τὴν ἀίδιον κίνησιν κινεῖν. τὸ δὲ εἰ
35γὰρ μὴ ἐνεργήσει, οὐκ ἔσται κίνησις ταὐτόν ἐστι τῷ εἰ γὰρ μὴ ἐνερ‐ γεῖ ἡ παρὰ τὰ εἴδη οὐσία ἀλλὰ μένει μὴ ἐνεργοῦσα, ὡς οἱ τὰ εἴδη τιθέ‐ μενοι ἀπεφαίνοντο (λέγοντες γὰρ τὰς ἰδέας καὶ ἀκινήτους καὶ μηδὲν ὅλως ἐνεργούσας, ἐκπίπτειν ἐξ αὐτῶν ἔφασκον ἀπορροίας τινὰς καὶ τῇδε τῇ ὕλῃ συμπιπτούσας οὕτω γίγνεσθαι πάντα τὰ ἄτομα), εἰ οὖν οὕτως, ὥσπερ αἱ
40ἰδέαι, ἔχει ἣν ἂν ὑποθῆταί τις οὐσίαν, οὐκ ἔσται κίνησις. κίνησις γὰρ688
in Metaph
.

689

ἄνευ τοῦ ἐνεργοῦντος καὶ κινοῦντος οὐκ ἔστι. τὸ δὲ ἔτι οὐδ’ εἰ ἐνερ‐ γήσει ἴσον ἐστὶ τῷ ἀλλὰ μὴν οὐδ’ εἰ ἐνεργεῖ καὶ κινεῖ ἡ παρὰ τὰ εἴδη οὐσία, ἔστι δὲ ἡ οὐσία καὶ ἡ φύσις αὐτῆς δύναμίς τις, τουτέστιν εἰ συν‐ έζευκται αὐτῇ δύναμίς τις, καὶ μὴ εἴη ἄμοιρος πάντῃ δυνάμεως, οὐδ’ οὕ‐
5τως ἔσται ἡ κίνησις ἀίδιος. ἀνάγκη γὰρ τὸ δυνάμει ὄν, ἤτοι τὸ δύναμιν ἔχον μὴ ἐνεργῆσαι, ποτὲ μὴ ἐνεργεῖν. δεῖ ἄρα εἶναι ἀρχὴν τοιαύτην ἧς ἡ οὐσία ἐστὶν ἐνέργεια ὅλως ἀμοιροῦσα τοῦ δυνάμει. τὸ δὲ ἔτι τοίνυν ταύτας δεῖ τὰς οὐσίας εἶναι ἄνευ ὕλης τὸ ταύτας, οἶμαι, ἀντὶ τοῦ τὰς λοιπὰς εἴληπται, καὶ εἴη ἂν λέγων ὅτι οὐ μόνον τὸ κινητικὸν τῆς
10ἀπλανοῦς δεῖ τοιοῦτον εἶναι οἷον εἴπομεν, ἀλλὰ καὶ τὰς λοιπὰς ἀρχὰς τὰς κινούσας τὴν Κρονιακὴν καὶ τὴν Δίιον καὶ τὰς λοιπὰς σφαίρας, αἵτινες ἀρ‐ χαὶ ὑπὸ τὴν πρώτην εἰσί, καὶ ταύτας οὖν δεῖ ἀύλους εἶναι καὶ ἀιδίους, εἴπερ γε καὶ ἄλλο τι ἀίδιον· ἐπεὶ γάρ ἐστι καὶ ἄλλο τι, οἷον τὸ τῆς ἀπλα‐ νοῦς κινητικὸν ἀίδιον, δεῖ καὶ ταύτας ἀιδίους εἶναι. ἢ τὸ εἴπερ γε καὶ
15ἄλλο τι ἀίδιον λέγοι ἄν, ἐπειδὴ ἡ τῶν ἑπτὰ σφαιρῶν ἑνὰς ἀίδιός ἐστι, δεῖ καὶ τὰ τούτων κινητικὰ ἀίδια εἶναι. p. 1071b22 Καίτοι ἀπορία· δοκεῖ γὰρ τὸ μὲν ἐνεργοῦν πᾶν δύ‐ νασθαι. Δείξας ὅτι ἡ ζητουμένη ἀρχὴ ἐνέργειά ἐστι πάντῃ ἀμοιροῦσα δυνά‐
20μεως, ἀπορία, φησί, τοῖς δειχθεῖσιν ἀναφαίνεται. ἀπορήσειε γὰρ ἄν τις πρὸς ταῦτα· εἰ ἡ δύναμις προτέρα τῆς ἐνεργείας (καὶ τούτου πίστις ἐκ τῆς ἐπαγωγῆς), ἔστι δὲ ἡ πρώτη ἀρχὴ ἐνέργεια, ἦν πρὸ αὐτῆς ἡ δύναμις· ἔστιν ἄρα τῆς πρώτης ἀρχῆς ἄλλη ἀρχή, ἡ δύναμις, ἐξ ἧς γέγονεν ἡ ἐνέργεια. αὐτὸς δὲ καὶ ἐπιχειρεῖ δεικνύναι ὅτι ἡ δύναμις προτέρα ἐστὶ τῆς ἐνεργείας·
25δοκεῖ γάρ, φησί, τὸ μὲν ἐνεργοῦν πᾶν δύνασθαι· ὥσπερ γὰρ διὰ τὸ πάντα ἄνθρωπον ζῷον εἶναι, οὐ πᾶν δὲ ζῷον ἄνθρωπον, φαμὲν τὸ ζῷον πρότερον τοῦ ἀνθρώπου, οὕτω καὶ ἐπεὶ πᾶν τὸ ἐνεργοῦν δύναται, τὸ δὲ δυνά‐ μενον οὐ πᾶν ἐνεργεῖ, εἴη ἂν ἡ δύναμις προτέρα ἐνεργείας. ἀλλὰ μὴν εἰ ἔστι προτέρα ἡ δύναμις τῆς ἐνεργείας, οὐδὲν ἔσται τῶν ὄντων, ὃ ἴσον
30ἂν εἴη τῷ ἦν ἄρα ὅτε οὐδὲν ἦν τῶν ὄντων· ἐνδέχεται γὰρ τὸ δυνάμενον εἶναι μήπω εἶναι. καὶ οἶμαι ἐν τῇ λέξει τῇ δοκεῖ γὰρ τὸ μὲν ἐνερ‐ γοῦν τὸ δοκεῖ ἐμφαντικὸν εἶναι τοῦ μὴ ἀρέσκειν αὐτῷ τὴν ὅτι πᾶν τὸ ἐνεργοῦν δύναται λέγουσαν πρότασιν, ἵν’ ᾖ τὸ λεγόμενον ὅτι δοκεῖ ἄλλοις. τὸ δὲ ἀλλὰ μὴν εἰ τοῦτο, οὐδὲν ἔσται τῶν ὄντων· ἐνδέχεται γὰρ
35δύνασθαι μὲν εἶναι μήπω δ’ εἶναι, οἶμαι ὅτι ὡς λύσις ἐπῆκται τοῦ λέγοντος λόγου ὅτι ἡ δύναμις προτέρα τῆς ἐνεργείας· εἰ γὰρ ἐκ τοῦ λέγειν ὅτι πᾶσα δύναμις προτέρα πάσης ἐνεργείας ἐστί, συνάγεται τὸ ἦν ὅτε οὐ‐
δὲν ἦν τῶν ὄντων, τοῦτο δὲ ἀδύνατον δέδεικται ἐν τῇ Περὶ οὐρανοῦ,689
in Metaph
.

690

ψεῦδος ἄρα τὸ λέγειν ὅτι πάσης ἐνεργείας προηγεῖται δύναμις. ἀλλ’ εἰ, ὡς ἔφαμεν, ταῦτα λύσις εἰσὶ τῆς ἀπορίας, πῶς κατιὼν πάλιν αὐτὴν λύει; ἢ οὐκ ἔστι τοῦτο ἀλλότριον τῆς Ἀριστοτελικῆς ἀγχινοίας· πρὸς παράστασιν γὰρ τῆς ἀληθείας πανταχοῦ, καὶ μάλιστα ἐν ταύτῃ τῇ πραγματείᾳ, δὶς τῶν
5αὐτῶν μέμνηται καὶ τοσαυτάκις τὰ περὶ αὐτῶν διαρθροῖ. δείξας οὖν ὅτι ἡ ἐνέργεια προτέρα δυνάμεως ἤτοι τὸ εἶδος τῆς ὕλης (πᾶσα γὰρ δύναμις ὡς ὕλη· ὁ γὰρ Σωκράτης δύναμις καὶ ὕλη τοῦ γράφειν ἐστίν), αἰτιᾶται τοὺς θεολόγους προτέραν ποιοῦντας τὴν δύναμιν καὶ τὴν ὕλην τῆς ἐνερ‐ γείας. ὅταν γὰρ Ἡσίοδος λέγῃ “ἤτοι μὲν πρώτιστα Χάος γένετ’, αὐτὰρ
10ἔπειτα Γαῖ’ εὐρύστερνος·” καὶ “τὴν δ’ ἑτέρην προτέρην μὲν ἐγείνατο Νὺξ ἐρεβεννή,” διὰ τοῦ Χάους καὶ τῆς Νυκτὸς τὴν ὕλην ᾐνίττετο· σκότος γὰρ καὶ Νὺξ κατὰ τὸ ἄληπτον αὐτῆς ἡ ὕλη Χάος δὲ διὰ τὸ χωρητικὸν καὶ δεκτικὸν αὐτῆς τῶν εἰδῶν. καὶ ὁ Ἀναξαγόρας διὰ τοῦ “ἦν ὁμοῦ πάντα χρήματα” τὴν ὕλην ᾐνίττετο. αἰτιᾶται δὲ οὐ τοὺς φυσικούς, τόν τε
15Ἐμπεδοκλέα καὶ Ἀναξαγόραν (οὗτοι γὰρ προτέραν τὴν ἐνέργειαν ἔλεγον δυνάμεως, ὡς ἐρεῖ· ὁ μὲν γὰρ αὐτῶν φιλίαν καὶ νεῖκος ἐτίθετο τὴν ἐνέρ‐ γειαν, ὁ δὲ Ἀναξαγόρας τὸν νοῦν), ἀλλὰ τοὺς θεολόγους. τὸ γὰρ τὸ αὐ‐ τὸ αἴτιον οὐ τοῦτο σημαίνοι ἄν, ὅτι τὰ αὐτὰ ἄτοπα ἕπεται τοῖς τε θεο‐ λόγοις καὶ τοῖς φυσικοῖς, ἀλλὰ τὸ αἴτιον ἴσον ἐστὶ τῷ τὸ αὐτὸ ἄτοπον
20ἕπεται πᾶσι τοῖς θεολόγοις, ὅσοι προτέραν τὴν δύναμιν τῆς ἐνεργείας ποι‐ οῦσιν. ἢ λέγοι ἂν ὅτι τὸ αὐτὸ ἄτοπον ἕψεται καὶ τοῖς θεολόγοις καὶ τοῖς φυσικοῖς, οὐ πᾶσιν ἀλλ’ ὅσοις τῶν τε φυσικῶν τῶν τε θεολόγων ἐπῆλθε ποιεῖν προτέραν τὴν δύναμιν τῆς ἐνεργείας. εἰ γάρ ἐστιν ἡ δύναμις, φησί, κατ’ αὐτοὺς προτέρα τῆς ἐνεργείας, πῶς ἐξ αὐτῆς κινηθήσεται ἡ ὕλη μὴ
25οὔσης τῆς ἐνεργείας τῆς κινούσης; οὐ γὰρ τὰ ξύλα κινεῖ αὐτὰ ἑαυτὰ εἰς τὸ γενέσθαι κιβώτιον, ἀλλ’ ἡ τεκτονικὴ ἥτις ἐστὶν ἐνέργεια, οὐδὲ τὰ κατα‐ μήνια πάλιν κινεῖ ἑαυτὰ εἰς τὸ γενέσθαι ζῷον ἀλλ’ ἡ γονή, οὐδὲ ἡ γῆ εἰς τὸ γενέσθαι φυτὸν ἀλλὰ τὸ σπέρμα. διὸ φεύγοντές τινες ταῦτα τὰ ἄτοπα ποιοῦσι προτέραν τὴν ἐνέργειαν τῆς δυνάμεως, οἷον Λεύκιππος καὶ Πλάτων,
30τὴν δὲ ἐνέργειαν ταύτην εἶναι τὴν κίνησιν· ἀεὶ γὰρ εἶναι κίνησιν καὶ Λεύ‐ κιππος καὶ Πλάτων ἔλεγον. ‘παραλαβὼν γάρ‘, φησὶν ὁ Πλάτων, ‘τὴν ὕλην πλημμελῶς καὶ ἀτάκτως φερομένην.‘ καὶ Λεύκιππος δὲ ἐν τῷ κενῷ τὰς ἀτόμους κινεῖσθαι τὸν ἄπειρον χρόνον ἔφασκεν. καὶ ὅτι ἡ μὲν κίνησις ἐνέργειά ἐστιν ἀπεφαίνοντο· ἀλλὰ διὰ τί ἐστιν ἐνέργεια ἡ κίνησις, καὶ τίς
35ἐστιν αὕτη ἡ κίνησις, πότερον ἡ κύκλῳ ἢ ἄλλη τις, καὶ διὰ τί ὡδὶ μὲν τάδε κινοῦνται ὡδὶ δὲ τάδε, τούτων τὴν αἰτίαν οὐ λέγουσιν. ἐπεὶ γὰρ δεῖ εἶναί τι ἀεί, ὡς δέδεικται, ἔδει τὴν αἰτίαν λέγειν δι’ ἣν ἡ μὲν ἀπλανὴς
ἀπὸ ἀνατολῆς ἐπὶ δυσμὰς κινεῖται, αἱ δὲ πλανώμεναι ἀνάπαλιν. οὐ γὰρ690
in Metaph
.

691

ὡς ἔτυχε πᾶν ὃ κινεῖται τὴν κίνησιν ποιεῖται, ἀλλὰ φύσει μὲν ὁ λίθος ὡδί, οἷον κάτω, καὶ τὸ πῦρ ἄνω, βίᾳ δὲ ὡδί, ὁ λίθος ἄνω καὶ τὸ πῦρ κάτω. φύσει μὲν οὖν ὁ λίθος κινεῖται κάτω, ὑπὸ νοῦ δὲ οἱ ἄνθρωποι· ἐφιέμενοι γάρ τινος κινοῦνται, βιαζόμενοι τὸ σῶμα φέρεσθαι ἐν ὑπερῴῳ
5ἢ δένδρῳ, ᾗ οὐ πέφυκε φέρεσθαι· κάτω γὰρ ἡ τοῦ ἡμετέρου σώματος κατὰ φύσιν φορά. π’ ἄλλου δὲ κινοῦνται βίᾳ οἷον τῆς φαντασίας τὰ ἄλογα ζῷα. ἔδει οὖν τούτων τὴν αἰτίαν λέγειν καὶ πρὸς τούτοις ποία τῶν κινή‐ σεών ἐστιν ἡ πρώτη· πολὺ γὰρ διαφέρει τὸ κατὰ φύσιν τοῦ παρὰ φύσιν κινεῖσθαι, καὶ ἡ πρώτη κίνησις τῶν ἄλλων. αἰτιᾶται δὲ καὶ ἄλλο τῷ Πλά‐
10τωνι· εἰπὼν γὰρ ὁ Πλάτων ὅτι ἡ κίνησις ἦν καὶ πρὸ τοῦ τὸν κόσμον γε‐ νέσθαι, εἴπερ ἀτάκτως ἐκινεῖτο ἡ ὕλη, πάλιν λέγει ὅτι ἡ ψυχὴ ἡ ἅμα τῷ οὐρανῷ γεγονυῖα καὶ αὐτὴ ἑαυτὴν κινοῦσά ἐστι πηγὴ καὶ αἰτία τοῦ κίνησιν εἶναι· ὥστε πρὸ τοῦ τὸν οὐρανὸν καὶ τὴν σὺν αὐτῷ γεγονυῖαν ψυχὴν γενέσθαι εἶναι κίνησίν φησιν. εἰ οὖν πρὸ τοῦ γενέσθαι τὸν οὐρανὸν καὶ τὴν
15σὺν αὐτῷ γεγονυῖαν ψυχὴν ἦν ἡ κίνησις, ψεῦδος ὅτι ἡ ψυχὴ ἡ αὐτὴ ἑαυτὴν κινοῦσά ἐστιν ἡ πηγὴ τῆς κινήσεως. ταῦτα εἰπὼν πάλιν ὡς λύσιν τινὰ τῆς προαπορηθείσης ἀπορίας τῆς λεγούσης ὅτι εἴπερ ἐστὶν ἡ δύναμις προτέρα ἐνεργείας οὐκ ἔσται ἡ ἀρχὴ ἐνέργεια, ἐπάγει τὸ τὸ μὲν οὖν τὴν δύναμιν οἴεσθαι ἐνεργείας προτέραν τρόπον μέν τινα καλῶς λέγεται, τρόπον δὲ
20ἄλλον οὐ καλῶς. ἐπὶ μὲν γὰρ τοῦ αὐτοῦ καὶ ἑνὸς ἀληθὲς ὅτι ἡ δύναμις προτέρα τῆς ἐνεργείας· ὁ γὰρ Σωκράτης δυνάμει ἦν πρότερον μουσικὸς καὶ οὕτω γέγονε καὶ ἐνεργείᾳ· ὅμως ἦν ἄλλο τι πρότερον ἐνεργείᾳ μουσικὸν τὸ εἰς ἐνέργειαν τὸν Σωκράτην ἄξαν· ὥστε πρὸς μὲν τὸν αὐτὸν καὶ ἕνα ἐπὶ τῶν γενητῶν καὶ φθαρτῶν προτέρα ἐστὶν ἡ δύναμις τῆς ἐνεργείας,
25πρὸς δὲ τὸ χῦμα πάντων τῶν ἀνθρώπων οὐδαμῶς ἐστιν ἡ ἐνέργεια ὑστέρα τῆς δυνάμεως. εἰ δὲ ἐπὶ τούτων οὐ προηγεῖται ἡ δύναμις, πολλῷ μᾶλλον ἐπὶ τῆς κυρίως ἐνεργείας ὑστερήσει. ἀλλὰ περὶ μὲν τούτων εἴρηται ἐν τῇ Περὶ ψυχῆς.
29p. 1072a4 Ὅτι δ’ ἐνέργεια πρότερον, μαρτυρεῖ Ἀναξαγόρας.
30 Μετὰ τὰς ἀποδείξεις εἴωθεν ὁ Ἀριστοτέλης καὶ τὰς τῶν ἄλλων εἰς πίστιν τῶν ὑπ’ αὐτοῦ λεγομένων ἐπάγειν ὑπολήψεις. δείξας γὰρ ὅτι ἡ ἐνέργεια προτέρα ἐστὶ δυνάμεως μαρτύρεται καὶ τὸν Ἀναξαγόραν καὶ Ἐμ‐ πεδοκλῆν. ὁ μὲν γὰρ ἦν τοῦ μίγματος προτέραν ποιῶν τὴν ἐνέργειαν ἤτοι τὸν νοῦν, ὁ δὲ Ἐμπεδοκλῆς τὴν φιλίαν καὶ τὸ νεῖκος. ἀλλὰ καὶ οἱ ἀεὶ
35λέγοντες εἶναι κίνησιν προτέραν ἐτίθεντο τὴν ἐνέργειαν, ἤτοι τὴν κίνησιν, τῆς δυνάμεως· ὥστε εἰ προτέρα δυνάμεως ἐνέργεια, οὐκ ἦν ἄπειρον χρόνον χάος καὶ νύξ, τουτέστιν οὐκ ἦν ἡ δύναμις προτέρα τῆς ἐνερ‐
γείας, ἀλλὰ τὰ αὐτὰ ἅπερ ἔστι νῦν, οἷον ἦν ἀεὶ ὁ κόσμος, ἢ περιόδ,691
in Metaph
.

692

ὡς Ἐμπεδοκλῆς ἔφασκεν, ἢ ἄλλως, ὡς Ἀριστοτέλης βούλεται. εἰ δὴ τὸ αὐτὸ ἀεὶ περιόδ. ἐλλίποι ἂν τῇ λέξει τὸ ἢ ἄλλως, ἵν’ ᾖ τὸ πᾶν ‘εἰ δὴ ὁ κόσμος οὗτος ἀεί ἐστιν, ἢ περιόδῳ, ὡς Ἐμπεδοκλῆς λέγει, ἢ ἄλλως, ὥσπερ ἡμεῖς, δεῖ τι ἀεὶ μένειν ὡσαύτως ἐνεργοῦν καὶ εἶναι τὴν
5φύσιν αὐτοῦ ἐνέργειαν.‘ εἰ δὲ ἀνάγκη καὶ γένεσιν ἀεὶ εἶναι, δεῖ εἶναί τι ἐνεργοῦν ἄλλως, ἤτοι λοξῶς κινεῖσθαι, ἵνα προσάγῃ καὶ ἀπάγῃ τὸ γεν‐ νητικόν, ὅπερ ἐστὶν ὁ ἥλιος. ἀνάγκη ἄρα τὸ λοξῶς κινούμενον καθ’ αὑ‐ τὸ μὲν ὡδὶ ἐνεργεῖν, ἤτοι λοξῶς κινεῖσθαι καὶ προσάγειν καὶ ἀπά‐ γειν τὸν ἥλιον, ὡδὶ δὲ κατ’ ἄλλο, τουτέστι τὸ γίνεσθαι δὲ καὶ καθ’
10ἑκάστην τὸν ἥλιον ὑπὸ γῆν καὶ ὑπὲρ γῆν κατ’ ἄλλο. ἤτοι δὲ καθ’ ἕτερον τοῦτο πάσχει ὁ ἥλιος, οἷον φέρε εἰπεῖν διὰ τὴν Κρονιακήν, ἢ κατὰ τὸ πρῶτον, οἷον κατὰ τὴν ἀπλανῆ. καὶ διαρθρῶν τὸν λόγον λέγει ‘ἀνάγκη ἄρα κατὰ τὴν τῆς ἀπλανοῦς κίνησιν γίνεσθαι ὑπὸ γῆν καὶ ὑπὲρ γῆν τὸν ἥλιον παρὸ κατὰ τὴν Κρονιακήν.‘ καὶ τὴν αἰτίαν τοῦ ἀνάγκη κατὰ
15τὴν ἀπλανῆ τὴν τοῦ ἡλίου ὑπὲρ γῆν καὶ ὑπὸ γῆν γίνεσθαι καθ’ ἑκάστην φοράν, ἐπήγαγεν εἰπὼν πάλιν γὰρ ἐκεῖνο αὐτῷ τε αἴτιον κἀκείν, τουτέστι πάλιν γὰρ τὸ τῆς ἀπλανοῦς σῶμα αἴτιον ἔσται τῷ ἐν τῇ Κρονιακῇ σφαίρᾳ ἀστέρι ὑπὲρ γῆν καθ’ ἑκάστην γίνεσθαι καὶ ὑπὸ γῆν κἀκείνῳ, ἤτοι τῷ ἡλίῳ· ἡ ἀπλανὴς γάρ ἐστιν αἰτία τοῦ καθ’ ἑκάστην καὶ τὸν Κρόνον
20καὶ τὸν ἥλιον δύνειν καὶ πάλιν ἀνατέλλειν. ὥστε κάλλιόν ἐστι τὴν ἀπλανῆ λέγειν αἰτίαν εἶναι τοῦ τὸν ἥλιον ἀνατέλλειν καὶ δύνειν ἤπερ τὴν τοῦ Κρό‐ νου σφαῖραν· ἐκεῖνο γάρ, ἤτοι ἡ ἀπλανής, ἦν αἰτία τῷ ἡλίῳ τοῦ ἀεὶ ὡσ‐ αύτως ἤτοι ὑπὸ γῆν καὶ ὑπὲρ γῆν φέρεσθαι, τοῦ δὲ ἄλλως, ἤτοι ποτὲ μὲν ἐν τῷ σκορπίῳ γίνεσθαι ποτὲ δὲ ἐν αἰγοκέρωτι, ἡ λόξωσις τοῦ ζῳδιακοῦ,
25καθ’ ἣν φέρεται. τὸ δὲ τοῦ δ’ ἀεὶ ἄλλως, ἄμφω δηλονότι (καὶ ὑπο‐ στικτέον εἰς τὸ ἄλλως) δηλωτικὸν ἂν εἴη τοῦ δ’ ἀεὶ μέν, τουτέστιν εὐ‐ τάκτως καὶ ἀνὰ μέρος γίνεσθαι νύκτα καὶ ἡμέραν καὶ γένεσιν καὶ φθοράν, αἴτιά εἰσιν ἀμφότερα, ἥ τε ἀπλανὴς καὶ ἡ λοξῶς φερομένη τοῦ ἡλίου σφαῖρα, ἡ μὲν οὖν ἀπλανὴς τοῦ νύκτας γίνεσθαι καὶ ἡμέρας, ἡ δὲ ἡλιακὴ
30σφαῖρα καὶ ὁ ἥλιος τοῦ γένεσιν καὶ φθοράν. ταῦτα εἰπὼν ἐπιφέρει οὐκ‐ οῦν οὕτω καὶ ἔχουσιν αἱ κινήσεις, ἴσον λέγων τῷ οὐ μόνον ἡμεῖς ταῦτα περὶ τῶν τῆς ἀπλανοῦς καὶ τῆς ἡλιακῆς σφαίρας κινήσεων οὕτω λέγομεν, ἀλλὰ καὶ οὕτως ἔχουσιν. εἰ οὖν αὗται αἱ κινήσεις αἴτιαι τοῦ τὰ γινόμενα ἔχειν ὡς γίνεται, τί δεῖ ζητεῖν ἄλλας ἀρχὰς οἵας φασὶν οἱ τὰς
35ἰδέας τιθέμενοι; Ταῦτα εἰπὼν λέγει ἐπεὶ δ’ οὕτω τε ἐνδέχεται, λύοιτ’ ἂν ταῦτα· καὶ εἰ μὴ οὕτως (καὶ ὑποστικτέον εἰς τὸ οὕτως), ἐκ νυκτὸς ἔσται καὶ ὁμοῦ πάντων καὶ ἐκ μὴ ὄντος. οὕτω γάρ ἐστι τὸ συνεχὲς τῆς λέξεως. ἔστι δὲ τὸ λεγόμενον· ἐπεί, ὡς δέδεικται, προτέρα ἐστὶν ἡ ἐνέργεια τῆς
40δυνάμεως, καὶ ὅτι ἡ τῆς ἀπλανοῦς καὶ τῆς ἡλιακῆς σφαίρας κίνησις, αἵ‐
τινες σφαῖραι καὶ αὐταὶ ἐνέργειαί εἰσιν, εἰ καὶ μὴ ὡς ἡ κυρίως λεγομένη,692
in Metaph
.

693

αἴτιαί εἰσιν ἡμερῶν καὶ νυκτῶν καὶ γενέσεως καὶ φθορᾶς, λύοιτ’ ἂν πᾶσα ἀπορία, ἥ τε ἀποροῦσα εἰ ἔστι προτέρα ἡ δύναμις τῆς ἐνεργείας, καὶ ἡ λέγουσα διὰ τί ὡδὶ κινεῖται ἡ ἀπλανὴς καὶ ὡδὶ ἡ τοῦ ἡλίου σφαῖρα, καὶ ἡ ζητοῦσα ποία τῶν κινήσεών ἐστιν ἡ πρώτη· περὶ τούτων γὰρ ἁπάντων
5εἴρηται ὅτι ἡ τὰς ἄλλας ἑαυτῇ συγκινοῦσα, ἥπερ ἐστὶν ἡ τῆς ἀπλανοῦς, ἐστὶν ἡ πρώτη τῶν κινήσεων, κινεῖται δὲ ὡς κινεῖται διὰ τὸ γίνεσθαι νύκ‐ τας καὶ ἡμέρας, ἡ δὲ ἡλιακὴ σφαῖρα ἀνάπαλιν, διότι δεῖ γένεσιν εἶναι καὶ φθοράν, γένεσις δέ ἐστιν ἀεὶ καὶ φθορά, ὅτι δεῖ τι ἀεὶ εἶναι. εἰ οὖν οὕ‐ τως ἔχειν ἐνδέχεται, ὥσπερ φαμέν, λύοιτ’ ἂν πάντα· καὶ εἰ μὴ οὕτως,
10τουτέστιν εἰ δὲ λέγοι τις μὴ οὕτως ἔχειν, ἐκ νυκτὸς ἔσται καὶ ἐξ ὁμοῦ πάντων καὶ μὴ ὄντος, τουτέστιν ἔσται ἡ δύναμις προτέρα ἐνεργείας, καὶ ἔσται πάντα ἐκ δυνάμεως, ὅπερ δέδεικται ἀδύνατον. ταῦτα εἰπὼν πάλιν λέγει ἐξ ἀναλύσεως περὶ τῆς πρώτης ἀρχῆς. ἔστι γάρ, φησί, τὶ ἀεὶ κινούμενον ἄπαυστον κίνησιν, καὶ αὕτη ἐστὶν ἡ κύκλῳ. καὶ τὸ ἀίδιον
15εἶναι τὴν κύκλῳ κίνησιν οὐ μόνον ἐστὶ τῷ λόγῳ δῆλον καὶ τῇ ἀποδείξει, ἀλλὰ καὶ ἔργῳ καὶ τῇ παραδόσει τῶν προγόνων. ἔστιν οὖν ὁ πρῶτος οὐ‐ ρανός, ἡ ἀπλανής, ὃς κινεῖται τὴν ἀίδιον κίνησιν, ἔστι δὲ καὶ ὃ κινε, τὸ πλανώμενον πᾶν σῶμα· τὸ γὰρ πλανώμενον ὑπὸ τοῦ πρώτου τοῦ ἀπλα‐ νοῦς κινεῖται. δεῖ οὖν εἶναι καὶ τὸ μόνως κινοῦν. ἐπεὶ γὰρ ἔστι τὸ κι‐
20νούμενον μόνως ὅπερ ἐστὶ τὸ πλανώμενον, ἔστι δὲ καὶ μέσον τὸ κινού‐ μενον ἅμα καὶ κινοῦν οἵα ἐστὶν ἡ ἀπλανής, δεῖ εἶναι καὶ τρίτον τὸ κινοῦν μόνως. καὶ ἔστιν ὃ οὐ κινούμενον κινεῖ ἀίδιον οὐσία καὶ ἐνέργεια ὄν. ἡ μὲν οὖν τῶν λεγομένων πάντων διάνοια εἴρηται. ἐν δὲ τῇ λέξει τῇ ἐπεὶ δὲ κινούμενον καὶ κινοῦν καὶ μέσον, τοίνυν ἐστὶν ὃ οὐ κινού‐
25μενον κινεῖ πρῶτον ὑποστικτέον εἰς τὸ καὶ μέσον· εἶτα προσυπακου‐ στέον τοῦ ἔστι δὲ καὶ τὸ κινούμενον μόνως· εἶτα ἐπακτέον τὸ τοίνυν ἔστι τι ὃ οὐ κινούμενον κινε, καὶ τὰ ἑξῆς, ἵν’ ᾖ τὸ πᾶν τοιοῦτον ‘ἐπεὶ δέ ἐστι τοῦ κινουμένου μόνως καὶ τοῦ κινοῦντος μόνως μέσον τὸ κινοῦν ἅμα καὶ κινούμενον, εἰσὶ δὲ τὰ δύο, τό τε κινούμενον μόνως καὶ τὸ κινοῦν
30ἅμα καὶ κινούμενον, δεῖ εἶναι καὶ τὸ ἀκίνητον.‘ p. 1072a26 Κινεῖ δὲ ὧδε τὸ ὀρεκτὸν καὶ τὸ νοητόν. Εἰπὼν ὅτι τὸ ὀρεκτὸν καὶ τὸ νοητὸν οὕτω κινεῖ, συντόμως τὸν τρόπον τοῦ πῶς κινεῖ ἐπήγαγεν εἰπὼν οὐ κινούμενα. οὕτω γάρ, φησί, πᾶν ὀρεκτὸν καὶ πᾶν νοητὸν κινεῖ ὥστε μὴ κινεῖσθαι ἀλλ’ ἀκίνητα μένοντα κινεῖν τὰ
35ἄλλα, ὡς ὁ χόρτος τὸν ὄνον καὶ ἡ εἰκὼν τὸν ἐραστήν. ἐπειδὴ δὲ πᾶν ὀρεκτὸν καὶ πᾶν νοητὸν ἀπὸ τοῦ πρώτου καὶ καθ’ αὑτὸ νοητοῦ καὶ ὀρεκτοῦ λέγεται, καὶ εἰσί τινα μὲν ὀρεκτά, μὴ νοητὰ δέ, ὡς ὁ ἄρτος, καὶ ἔμπαλιν νοητὰ μὴ ὀρεκτά, ὡς τὰ κακά, δείκνυσιν ὅτι τὸ πρώτως καὶ κυρίως νοητὸν καὶ κυρίως ὀρεκτὸν ταὐτόν ἐστιν. πρῶτον δὲ διδάσκει ἡμᾶς τὴν διαφορὰν
40τοῦ ἐπιθυμητοῦ καὶ τοῦ βουλητοῦ, λέγων ἐπιθυμητὸν μέν ἐστι τὸ693
in Metaph
.

694

φαινόμενον καλόν· τὸ γὰρ κυρίως καλὸν οὐκ ἐπιθυμητὸν ἀλλ’ ἐφετὸν καὶ ὀρεκτόν· ἕτερον γὰρ ἐπιθυμία ἐφέσεως· ἡ μὲν γὰρ ἐπιθυμία ἐν τῷ ἐπιθυμητικῷ καὶ ἀλόγῳ μέρει τῆς ψυχῆς ἐστιν, ἡ δὲ ἔφεσις ἐν τῷ λο‐ γιστικῷ· βουλητὸν δὲ πρῶτον καὶ κυρίως οὐ τὸ φαινόμενον καλόν, ἀλλὰ
5τὸ ὂν ἐν τῇ ἑαυτοῦ φύσει καλόν. ὀρεγόμεθα δὲ διότι ἔδοξε μᾶλλον, ἢ καὶ ἔμπαλιν δοκεῖ διότι ὀρεγόμεθα. οὕτως οὖν περὶ τούτων εἰπὼν συνάγει ὅτι τὸ πρῶτον νοητὸν καὶ τὸ πρῶτον ὀρεκτὸν τὸ αὐτό ἐστι, λέγων ἀρχὴ γὰρ ἡ νόησις, τουτέστιν ἀρχὴ τῆς κινήσεώς ἐστι τὸ ὀρεκτόν (προσυπακουστέον γὰρ τῷ ἀρχὴ γὰρ νοήσεως τοῦ τὸ ὀρεκτόν)· τοῦτο γὰρ κινεῖ τὸν νοῦν,
10κίνησις δὲ νοῦ νόησις· κινεῖ γὰρ τὸν νοῦν τὸ ὀρεκτὸν εἰς τὸ νοῆσαι εἴτε ὀρεκτόν ἐστιν εἴτε οὐκ ἔστιν. ἀλλὰ μὴν κινεῖται ὁ νοῦς καὶ ὑπὸ τοῦ νοητοῦ. εἰ οὖν αὐτὸν κινεῖ καὶ τὸ νοητὸν καὶ ποιεῖ κατ’ ἐνέργειαν νοῦν, κινεῖ δὲ αὐτὸν καὶ τὸ ὀρεκτόν, τὸ νοητὸν ἄρα καὶ τὸ ὀρεκτὸν ταὐτόν ἐστι. νοητὸν δὲ κυρίως καὶ νοῦς τῇ ἑαυτοῦ φύσει ἐστὶ τὸ πρῶτον αἴτιον. ἐκεῖνο ἄρα
15ἐστὶ καὶ κυρίως νοητὸν καὶ κυρίως νοῦς καὶ κυρίως ὀρεκτόν. εἰπὼν δὲ ὅτι νοῦς δὲ ὑπὸ τοῦ νοητοῦ κινεῖται, ἐπάγει νοητὴ δὲ καὶ καθ’ ἑαυ‐ τὴν νοητὴ ἡ ἑτέρα συστοιχία. τίνα δὲ τὰ καθ’ αὑτὰ νοητὰ καὶ τίνα τὰ μὴ καθ’ αὑτὰ μετ’ ὀλίγον εἰσόμεθα. ἑτέραν δὲ συστοιχίαν λέγει τὴν τοῦ καλοῦ, ὑφ’ ἥν ἐστι κατὰ τοὺς Πυθαγορείους οὐσία φῶς τρίγωνον
20περιττὸν καὶ ὅσα ἐκεῖσε κατηρίθμηνται. εἰσὶν οὖν πάντα νοητὰ τὰ ὑπὸ τὴν τοῦ ἀγαθοῦ συστοιχίαν, ἀλλὰ μάλιστα τούτων ἐστὶ νοητὴ ἡ οὐσία, καὶ τῆς οὐσίας πάλιν μάλιστά ἐστι νοητὴ ἡ ἁπλῆ καὶ κατ’ ἐνέργειαν, ἥτις καὶ κυρίως νοητὴ καὶ κυρίως ὀρεκτή ἐστιν. ἐπεὶ δὲ εἴρηκε καθ’ αὑτὴν νοητὴν οὐσίαν καὶ κατ’ ἐνέργειαν πρὸς ἀντιδιαστολὴν πάντως τινῶν νοητῶν,
25μὴ καθ’ αὑτὸ δὲ νοητῶν μηδὲ ἐνεργείᾳ, ἄξιόν ἐστι μᾶλλον δ’ ἀναγκαῖον εἰπεῖν, τίνα τὰ καθ’ αὑτὸ καὶ ἐνεργείᾳ νοητὰ καὶ τίνα τὰ μὴ τοιαῦτα. ὅσα τῶν εἰδῶν ἔνυλά ἐστι καὶ ἐν ὕλῃ τὸ εἶναι ἔχει, ταῦτα ὑπὸ τοῦ νοῦ γίνεται νοητά, δυνάμει ὄντα νοητὰ καὶ μὴ καθ’ αὑτὰ μηδὲ ἐνεργείᾳ. χω‐ ρίζων γὰρ αὐτὰ τῆς ὕλης ὁ νοῦς, μεθ’ ἧς ἐστιν αὐτοῖς τὸ εἶναι, ἐνερ‐
30γείᾳ νοητὰ αὐτὸς αὐτὰ ποιεῖ, καὶ τότε ἕκαστον αὐτῶν, ὅταν νοῆται, ἐνερ‐ γείᾳ τε νοητόν ἐστι καὶ νοῦς γίνεται, οὐ πρότερον οὐδὲ τῇ ἑαυτῶν φύσει ὄντα τοιαῦτα. ὁ γὰρ κατ’ ἐνέργειαν νοῦς οὐδὲν ἄλλο ἢ τὸ νοούμενον εἶδός ἐστιν, ὥστε καὶ τούτων ἕκαστον τῶν οὐκ ὄντων ἁπλῶς νοητῶν, ὅταν νοῆται, νοῦς γίνεται. ὡς γὰρ ἡ κατ’ ἐνέργειαν αἴσθησις ἡ αὐτή ἐστι τῷ
35κατ’ ἐνέργειαν αἰσθητῷ καὶ τὸ κατ’ ἐνέργειαν αἰσθητὸν τῇ κατ’ ἐνέργειαν αἰσθήσει, οὕτως ὁ κατ’ ἐνέργειαν νοῦς ὁ αὐτός ἐστι τῷ κατ’ ἐνέργειαν νοητῷ καὶ τὸ κατ’ ἐνέργειαν νοητὸν τῷ κατ’ ἐνέργειαν νῷ· ὁ γὰρ νοῦς τὸ εἶδος τοῦ νοουμένου λαβὼν καὶ τῆς ὕλης αὐτὸ χωρίζων κατ’ ἐνέργειαν ἐκεῖνό τε νοητὸν ποιεῖ καὶ αὐτὸς κατ’ ἐνέργειαν νοῦς γίνεται. εἰ δ’ ἔστι
40τῶν ὄντων, ὥσπερ δέδεικται, ἀσώματον καὶ καθ’ αὑτὸ ὂν καὶ ἄυλον, τοῦτό694
in Metaph
.

695

ἐστιν ἐνεργείᾳ νοητὸν τῇ τε ἑαυτοῦ φύσει, καὶ ἐξ αὑτοῦ τὸ εἶναι ἐνεργείᾳ νοητὸν ἔχει, καὶ οὐ παρὰ τοῦ χωρίζοντος αὐτὸ τῆς ὕλης νοῦ (ἄυλον γὰρ νοῦς καὶ νοητόν ἐστιν), ἀλλ’ ἔστιν ἐνεργείᾳ νοῦς καὶ ἐνεργείᾳ νοητόν, ὡς μετ’ ὀλίγον ἐρεῖ. ὥστε ὅσα μὲν τῶν εἰδῶν ὁ νοῦς χωρίζει τῆς ὕλης καὶ
5νοητὰ αὐτὰ ποιεῖ, ταῦτα οὐκ ἔστι κυρίως νοητὰ καὶ καθ’ αὑτά (σημεῖον δέ· καὶ γὰρ χωρισθέντα τοῦ νοοῦντος αὐτὰ νοῦ καὶ χωρίσαντος ἀπὸ τῆς ὕλης καὶ ἐκ μερικῶν ποιήσαντος καθόλου, φθείρεται καὶ οὐκ ἔστιν)· ὅσα δὲ ἐξ ἑαυτῶν τὸ εἶναι καθ’ αὑτὰ ἔχει, ταῦτα κυρίως νοῖ καὶ κυρίως νοητά. p. 1072a32 Ἔστι δὲ τὸ ἓν καὶ ἁπλοῦν οὐ τὸ αὐτ.
10 Ἔνστασίν τινα διὰ τούτων λύει δυναμένην πρὸς τὰ λεγόμενα φέρεσθαι τοιαύτην· εἰ ἡ πρώτη οὐσία καὶ ἀκίνητος ἁπλῆ ἐστι, τὸ δὲ ἁπλοῦν ἕν ἐστιν, ἡ ἄρα ἀκίνητος οὐσία μία ἐστίν. δείξει δὲ αὐτὸς ὅτι εἰσὶ καὶ ἄλλαι ἀκίνητοι οὐσίαι ἐν τούτῳ τῷ βιβλίῳ. λύει δὴ ταύτην λέγων, ὅτι οὐκ ἔστι τὸ ἁπλοῦν καὶ ἓν ταὐτόν. τὸ μὲν γὰρ ἓν μέτρον σημαίνει· ἕνα γὰρ ἄν‐
15θρωπον καὶ ἕνα ἵππον λέγομεν δι’ οὗ τοὺς ἀνθρώπους καὶ ἵππους μετροῦ‐ μεν. τὸ δὲ ἁπλοῦν οὐ σημαίνει μέτρον ἀλλὰ πῶς ἔχον ἐστὶ τὸ ἁπλοῦν, ὅτι οὐ σύνθετον. τὸ δὲ ἀλλὰ μὴν καὶ τὸ καλὸν καὶ τὸ αἱρετὸν ἐν τῇ αὐτῇ συστοιχί, ἤτοι ἐν ᾗ ἐστι τὸ καθ’ αὑτὸ νοητόν, ὥστε τὸ πρῶτον αἴτιον καὶ καθ’ αὑτὸ νοητὸν καὶ καλόν ἐστι καὶ καθ’ αὑτὸ καὶ
20δι’ αὑτὸ αἱρετὸν καὶ ἄριστον. κατ’ ἀναλογίαν δὲ καὶ ὃ ἂν εἴη πρῶτον λεχθήσεται ἄριστον. οὕτως ἄριστον ἂν φήσαιμεν τὸν ἐνεργείᾳ νοῦν ὡς πρότερον τῷ ἀξιώματι καὶ τῷ καλῷ τοῦ καθ’ ἕξιν, καὶ τὴν κύκλῳ κίνησιν πάλιν εἴποιμεν ἄριστον τῆς κατ’ εὐθεῖαν. ταῦτα εἰπὼν λέγει ὅτι δὲ ἔστι πρὸς οἷς εἴπομεν ἐν τοῖς ἀκινήτοις καὶ τὸ οὗ ἕνεκα, δηλοῖ ἡ διαί‐
25ρεσις, λέγων διαίρεσιν ἐν ᾗ πολλάκις εἴρηκε τὴν τῶν ἐναντίων πεποιηκέναι ἀναγωγήν· ταύτην δὲ πεποίηκεν ἐν τῷ Περὶ τἀγαθοῦ ἐπιγραφομένῳ βιβλίῳ. ἐν δὲ τῇ λέξει τῇ ἔστι γάρ τινι τὸ οὗ ἕνεκα, τὸ γάρ ἀντὶ τοῦ δέ συν‐ δέσμου ἐκληπτέον, ἵν’ ᾖ ‘τὸ δὲ οὗ ἕνεκά τινί ἐστι·‘ τὰ γὰρ γινόμενα καὶ πραττόμενα ἕνεκά τινός τινι καὶ γίνεται καὶ πράττεται· τὰ γὰρ γινόμενα
30καὶ πραττόμενα ἕνεκα τῆς εὐδαιμονίας τινὶ πράττεται, οἷον τῷ Σωκράτει. τοῦ δὲ ὧν τὸ μὲν ἔστι τὸ δ’ οὐκ ἔστι ὧν‘ λέγοι ἂν τὰ ὧν ἕνεκα ἡ πρᾶξις, τὸ δὲ τὸ δ’ οὐκ ἔστι τὸ πρᾶττον. εἴη δ’ ἂν τὸ λεγόμενον· τὸ οὗ ἕνεκα, ὅπερ ἔστι, τοῦτό ἐστιν· τὸ δὲ τούτου ἕνεκα οὐκ ἔστιν ὅπερ ἐκεῖνο. τὸ γὰρ κινούμενον ἕνεκα τοῦ ἀγαθοῦ οὐκ ἔστιν ἀγαθόν, τὸ δὲ
35ἀγαθόν, ὅπερ ἐστὶν οὗ ἕνεκα, ἀγαθόν ἐστιν. κινεῖται δὲ ἕως οὗ καταλάβοι τὸ ἀγαθόν· καταλαβὸν δὲ ἵσταται. εἰ δὲ τὸ πρῶτον αἴτιον, ὅπερ καὶ πρῶ‐ τον ἀγαθόν ἐστιν, ἄπειρόν ἐστιν, οὐδέποτε ἂν τὴν ὁλότητα τῆς ἀγαθότητος αὐτοῦ, ὥσπερ ἐπὶ τῶν μερικῶν ἀγαθῶν ἔχει, τὸ ἐφιέμενον αὐτοῦ κατα‐
λήψεται· διὰ τοῦτο ἀεὶ κινήσει ὡς ἐρώμενον ἀκατάληπτον. ταῦτα εἰπὼν695
in Metaph
.

696

λέγει καὶ πῶς κινεῖ τὸ πρῶτον αἴτιον πάντα, ὅτι κινεῖ μὲν τὸ κυκλοφορη‐ τικὸν σῶμα ὡς ἐρώμενον καὶ ἐφετόν. κινούμενος δὲ ὑπ’ αὐτοῦ προσεχῶς ὁ οὐρανὸς αὐτὸς τὰ ἄλλα κινεῖ. ἐπεὶ δὲ πᾶσα κίνησις δοκεῖ ἐξιστᾶν τὸ πρᾶγμα ἀφ’ οὗ ἐστιν, εἶπε δὲ ὅτι ὁ οὐρανὸς κινεῖται, ἵνα μή τις ὑπολάβῃ
5ὅτι τῆς ἑαυτοῦ φύσεως ἐξίσταται, λέγει εἰ μὲν οὖν τι κινεῖται, ἐνδέ‐ χεται ἄλλως ἔχειν, τουτέστιν ἐπεὶ κινεῖται ὁ οὐρανός, ἐνδέχεται αὐτὸν ἄλλως ἔχειν. καὶ πῶς ἐνδέχεται κινούμενον ἄλλως ἔχειν [κινούμενος] ἐπάγει ὥστε εἰ φορὰ ἡ πρώτη καὶ ἐνέργειά ἐστιν ᾗ κινεῖται, ταύτῃ δὲ ἐνδέχεται. καὶ ὑποστικτέον εἰς τὸ κινεῖται. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν.
10ἐάν ἐστιν ἡ ἐνέργεια τοῦ οὐρανοῦ ἡ πρώτη φορά, διότι κινεῖται καὶ καθὸ ὅλως κίνησιν ἔχει, ταύτῃ λεχθήσεται ὡς ἐνδέχεται ἄλλως ἔχειν, ἤτοι κατὰ τόπον φέρεσθαι ἤτοι κύκλῳ κινεῖσθαι. τὸ δὲ καὶ εἰ μὴ κατ’ οὐσίαν ἀντὶ τοῦ εἰ καὶ μὴ κατὰ τὴν ἑαυτοῦ φύσιν κινεῖται, μηδὲ ἐξίσταται αὐτῆς (ἀίδιος γάρ ἐστι), κατὰ τὸ κύκλῳ φέρεσθαι οὐδὲν κωλύει, εἰ μὴ καὶ ἀναγ‐
15καῖον, κινεῖσθαι. ταῦτα εἰπὼν λέγει ἐπεὶ δὲ ἔστι τι κινοῦν ἐνεργείᾳ ὄν, ὡς εἴρηται, καὶ ἀκίνητον, τοῦτο οὐκ ἐνδέχεται ἄλλως ἔχειν ἢ ὅλως κινεῖσθαι. καὶ δείκνυσι τοῦτο δυνάμει λέγων, ὡς εἴπερ ὅλως δυνατὸν ἦν κινεῖσθαι, τὴν πρώτην ἂν ἐκινεῖτο τῶν κινήσεων. πρώτη δὲ τῶν κινή‐ σεων ἡ κύκλῳ· ταύτην δὲ δέδεικται ὅτι κινεῖ· εἰ δὲ τὴν κύκλῳ κινεῖ, οὐκ
20ἂν αὐτὴν καὶ κινηθείη διὰ τὸ τὴν μίαν κίνησιν ἑνὸς εἶναι. εἰ δὲ ἡ κύκλῳ κίνησις ἐξ ἀνάγκης ἐστίν, ἐξ ἀνάγκης ἄρα καὶ τὸ κινοῦν αὐτήν ἐστιν ὄν. καὶ ᾗ ἀνάγκη, καλῶς, καὶ οὕτως ἀρχ. ὑποστικτέον εἰς τὸ ἀνάγκη. τὸ δὲ λεγόμενόν ἐστιν ὅτι ἐπεὶ τὸ ἀναγκαῖον ἕνα μὲν τρόπον λέγεται τὸ βίᾳ, ἄλλον δὲ οὗ οὐκ ἄνευ τὸ εὖ (ἄνευ γὰρ μαθήσεως ἐπιστήμη οὐ παρα‐
25γίνεται), ἄλλον δὲ τρόπον λέγεται ἀναγκαῖον τὸ μὴ ἐνδεχόμενον ἄλλως ἔχειν, οἷαί εἰσιν αἱ ἀποδεικτικαὶ ἀρχαί, λέγει ὅτι ἐπειδὴ ἐξ ἀνάγκης ἐστὶ τὸ πρῶτον αἴτιον, καθὸ ἐξ ἀνάγκης ἐστί, καλῶς, καὶ οὕτω, τουτέστιν ὡς τὸ οὗ οὐκ ἄνευ λέγεται, ἀρχ. ὥστε ἐρωτώμενοι ὅτι τὸ πρῶτον αἴτιον ἀναγκαῖον ὂν πῶς ἐστιν ἀναγκαῖον, ῥητέον ὅτι οὕτως ἐστὶν ἀναγκαῖον ὅτι
30ἄνευ αὐτοῦ οὐκ ἔστι τὸ εὖ. καὶ συμπεραίνεται λέγων ὁ οὐρανὸς ἄρα καὶ ἡ φύσις πᾶσα ἐκ τοιαύτης ἤρτηται ἀρχῆς. p. 1072b14 Διαγωγὴ δέ ἐστιν οἵα ἡ ἀρίστη μικρὸν χρόνον ἡμῖν. Ὁ ἡμέτερος νοῦς δυνάμει ὢν τὰ νοητὰ ὅταν ἐκ τῆς ἄκρας ἐπιστήμης καὶ τῆς ἄγαν εὐζωΐας ἐνεργείᾳ γένηται τὰ νοητά, τότε ζῶμεν τὴν ἀρίστην
35καὶ μακαριωτάτην καὶ πάσης ἡδονῆς ἐπέκεινα ζωήν, ἥτις λόγῳ μέν ἐστιν ἀνερμήνευτος, γινώσκεται δὲ τοῖς τὸ μακάριον τουτὶ παθοῦσι πάθος. λέγει
οὖν ὅτι οἵα ἐστὶν ἡ ἀρίστη ἡμῖν διαγωγὴ ἐπὶ μικρὸν χρόνον (οὐ γὰρ ἀεί,696
in Metaph
.

697

ἀλλ’ ὅταν ἐνεργείᾳ γένηται ὁ ἡμέτερος νοῦς τὰ νοητά), ταύτην τὴν ζωὴν ἀεὶ ἔχει τὸ πρῶτον αἴτιον. ἡμῖν μὲν γὰρ ἀδύνατον τοιαύτην ζωὴν ζῆν ἀεὶ ἀλλὰ ποτέ, τῷ δὲ πρώτῳ αἰτίῳ, ὡς μικρὸν ὕστερον εἰσόμεθα, δυνατόν. ἐπεὶ γὰρ ἡ ἐνέργεια αὐτοῦ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ νοεῖν ἑαυτόν, ἡ δὲ ἐνέρ‐
5γεια αὐτοῦ ἡδονὴ αὐτοῦ ἐστιν, ἐπὶ τούτῳ ἄρα ταύτην ἀεὶ ζῇ τὴν ζωήν, λέγω δὴ τὸ νοεῖν ἑαυτόν. ἥτις οὖν ἡμῖν ποτε ζωὴ καὶ διαγωγὴ γίνεται, ταύτην ἀεί ἐστι τὸ πρῶτον αἴτιον, τουτέστιν αὐτός ἐστιν ἀεὶ ἡ ἀρίστη ζωή. καὶ διὰ τοῦτο, φησί, καὶ τὴν αἴσθησιν καὶ τὴν ἐγρήγορσιν καὶ τὴν νόησιν ἥδιστά φαμεν, ὅτι ἐνέργειαί τινες οὖσαι ἰνδάλματά τινα καὶ σκιαί εἰσιν τῆς
10ἣν ἐνεργοῦμεν ἐνεργείας καὶ ἣν ζῶμεν ζωήν, ὅταν ὁ ἡμέτερος νοῦς γένηταί πως τὰ νοητά. τὰς δὲ ἐλπίδας πάλιν καὶ μνήμας φιλοῦμεν διὰ τὰς ἐνερ‐ γείας· μεμνημένοι γάρ τινος ἐνεργείας ἢ ἐλπίζοντες ἐνεργῆσαι φιλοῦμεν τὴν ἐλπίδα καὶ τὴν μνήμην. εἰ οὖν ἐλπίδας καὶ μνήμας ἀγαπῶμεν διὰ τὰς ἐνεργείας, ταύτας δ’ οὕτως ἀσπαζόμεθα διὰ τὴν γινομένην ἡμῖν ποτε ἐνέρ‐
15γειαν, θαυμαστή τις ἂν αὕτη εἴη. καὶ ἔστι, φησίν, ἡ καθ’ αὑτὴν νόησις τοῦ καθ’ αὑτὸ ἀρίστου. λέγοι δ’ ἂν καθ’ αὑτὴν νόησιν τὸν κατ’ ἐνέρ‐ γειαν νοῦν, ὅστις διαφέρει τοῦ καθ’ ἕξιν, ὅστις πάλιν καθ’ ἕξιν διαφέρει τοῦ δυνάμει. ἔστι γὰρ ὁ καθ’ ἕξιν νοῦς εἶδος καὶ δύναμις καὶ τελειότης τοῦ δυνάμει νοῦ, ἥτις ἕξις ἐν αὐτῷ γίνεται ἔκ τε τῆς τοῦ καθόλου περι‐
20λήψεως καὶ ἐκ τοῦ τὰ εἴδη χωρίζειν ἀπὸ τῆς ὕλης δύνασθαι, ἃ τρόπον τινὰ ταὐτά ἐστιν ἀλλήλοις. ὅ τε γὰρ τὸ εἶδός τινος χωρὶς τῆς ὕλης λαβὼν ἔχει τὸ κοινόν τε καὶ καθόλου (ὁ γὰρ τὸ εἶδος τοῦ ἀνθρώπου λαβὼν χωρὶς τῶν ὑλικῶν περιστάσεων ἔχει τὸν κοινὸν ἄνθρωπον· ἡ γὰρ τῶν καθ’ ἕκαστα πρὸς ἀλλήλους διαφορὰ παρὰ τῆς ὕλης λαμβάνεται· τοῦτο
25γὰρ ἐν αὐτῇ γίνεται, ἐπεὶ τά γε εἴδη αὐτῶν, καθ’ ἅ εἰσιν ἄνθρωποι, οὐδε‐ μίαν ἔχει διαφοράν), ὅ τε τὸ κοινὸν τὸ ἐπὶ τοῖς καθ’ ἕκαστα συνιδὼν τὸ εἶδος πάλιν χωρὶς τῆς ὕλης λαμβάνει· τοῦτο γὰρ ἐν αὐτοῖς τὸ κοινόν τε καὶ ταὐτόν. ἐγγίνεται δὲ ἡ τοιάδε ἕξις τῷ νῷ τὴν ἀρχὴν κατὰ μετάβασιν ἀπὸ τῆς περὶ τὰ αἰσθητὰ συνεχοῦς ἐνεργείας, ὥσπερ ὄψιν τινὰ ἀπ’ αὐτῶν
30λαμβάνοντος τοῦ καθόλου θεωρητικήν, ὃ κατ’ ἀρχὰς μὲν νόημα καὶ ἔννοια καλεῖται, πλεονάσαν δὲ καὶ ποικίλον καὶ πολύτροπον γινόμενον ὡς δύνασθαι καὶ χωρὶς τῆς αἰσθητικῆς ὑποβάθρας ποιεῖν τοῦτο, νοῦς ἤδη. ὅταν γὰρ ἐν ἕξει γένηται διὰ τὰς συνεχεῖς ἐνεργείας τοιαύτῃ, ὡς δι’ ἑαυτοῦ λοιπὸν ἐνεργεῖν δύνασθαι, τότε ὁ ὡς ἕξις καλούμενος νοῦς γίνεται, ἀνάλογος ὢν
35τῷ ἐπιστήμονι, ὃς τοῦ τε κατὰ δύναμιν ἐπιστήμονος λεγομένου καὶ τοῦ κατ’ ἐπιστήμην ἐνεργοῦντός ἐστι μεταξύ· ὃς ὅσον ἀπολείπεσθαι δοκεῖ τοῦ κατ’ ἐπιστήμην ἐνεργοῦντος, τοσοῦτον πλεονεκτεῖ τὸν κατὰ δύναμιν ἐπιστή‐ μονα. ἐνεργοῦσα δὲ ἥδε ἡ ἕξις ὁ κατ’ ἐνέργειαν γίνεται νοῦς· ὁ γὰρ κατὰ
ἕξιν νοῦς ἀποκείμενά πώς ἐστιν ἀθρόα καὶ ἠρεμοῦντα τὰ νοήματα. καὶ697
in Metaph
.

698

ἐπεί ἐστιν ὁ κατ’ ἐνέργειαν νοῦς οὐδὲν ἄλλο ἢ τὸ εἶδος τὸ νοούμενον, ὥσπερ ἡ κατ’ ἐνέργειαν αἴσθησις τὸ κατ’ ἐνέργειαν αἰσθητόν, ὁ ἐν ἕξει νοῦς (οὗτος δέ ἐστιν ὁ ὑφ’ αὑτοῦ νοεῖν δυνάμενος καὶ τὰ τῶν νοητῶν εἴδη λαμβάνειν καθ’ αὑτά), οὗτος ἤδη δύναται καὶ ἑαυτὸν νοεῖν· ἐπεὶ γὰρ
5τὸ νοούμενον εἶδος αὐτός ἐστιν, εἴ γε νοῶν ὃ νοεῖ γίνεται. ὁ ἄρα ἕξιν ἔχων τοῦ τὰ εἴδη νοεῖν, οὗτος ἕξιν καὶ δύναμιν ἔχει τοῦ νοεῖν ἑαυτόν· ὃ γὰρ δύναται νοεῖν, τοῦτο αὐτὸ νοῶν γίνεται, καὶ ἔστιν, ὅταν νοῇ, προηγου‐ μένως μὲν καὶ καθ’ αὑτὸ νοῶν τὸ νοητὸν εἶδος, κατὰ συμβεβηκὸς δὲ ἑαυτόν, τῷ συμβεβηκέναι αὐτῷ, ὅταν νοῇ, γίνεσθαι ἐκεῖνο ὃ νοεῖ. πρὸ μὲν
10οὖν τοῦ κατ’ ἐνέργειαν τὸν νοῦν νοεῖν πρὸς ἄλληλά ἐστι τὸ νοοῦν καὶ τὸ νοούμενον καὶ ἀντικείμενα ἀλλήλοις ὡς τὰ πρός τι· ὅταν δὲ ἐνεργῶσιν, ἓν γινόμενα παύεται τῆς ἀντιθέσεως· οὐδὲ γὰρ ὑφαρμόζειν αὐτοῖς οἷόν τέ ἐστι τὸν τοῦ πρός τι λόγον. διὸ ὁ κατ’ ἐνέργειαν νοῦς ὁ αὐτὸς γινόμενος τῷ νοητῷ, εὐλόγως ἑαυτὸν λέγεται νοεῖν. ὁ δὴ νοῦς ὁ κατ’ ἐνέργειαν ἑαυτὸν
15νοεῖ· ὃ γὰρ νοεῖ, τοῦτο αὐτὸ γίνεται· τὰ γὰρ εἴδη χωρὶς ὕλης νοεῖ· οὐ γὰρ τόδε ἀλλὰ τὸ τῷδε εἶναι νοεῖ, ὡς προείρηται. ἐπεὶ οὖν ὁ κατ’ ἐνέρ‐ γειαν νοῦς καθ’ αὑτὸ ἄριστός ἐστιν, ἡ τούτου νόησις, ἣν αὐτὸς ἑαυτὸν νοεῖ, ἡ καθ’ αὑτὸ νόησις καὶ τοῦ καθ’ αὑτὸ ἀρίστου ἐστίν. ἔστι δ’ ὁ κατ’ ἐνέργειαν νοῦς ἄριστον, οὐχ ὅτι τὰ εἴδη χωρὶς ὕλης νοῶν ἐκεῖνα
20γίνεται, ἀλλ’ ὅτι καὶ τὸν πρῶτον νοῦν ὡς δυνατὸν νοῶν ἐκεῖνός πως γίνεται. εἰ οὖν ἡ καθ’ αὑτὸ νόησις τοῦ καθ’ αὑτὸ ἀρίστου ἐστί, καὶ ἡ καθ’ αὑτὸ μάλιστα νόησις ἔσται τοῦ καθ’ αὑτὸ μάλιστα ἀρίστου. αὕτη δ’ ἐστὶν ἡ τοῦ πρώτου νοῦ, καθ’ ἣν αὐτὸς ἑαυτὸν νοεῖ καὶ καθ’ ἣν αὐτός ἐστι τὸ νοοῦν, αὐτὸς τὸ νοούμενον. ἑαυτὸν οὖν νοεῖ ὁ ἐνεργείᾳ νοῦς κατὰ μετά‐
25ληψιν τοῦ νοητο· ἕξιν γὰρ ἔχων, ὥσπερ εἴρηται, τοῦ τὰ εἴδη νοεῖν θιγγάνων αὐτῶν. ἔστι δὲ καὶ ὁ ἐνεργείᾳ νοῦς οἷον εἶδος τοῦ δυνάμει νοῦ· ἔχει ἄρα ἕξιν καὶ τοῦ ἑαυτὸν νοεῖν· ὥστε ὅταν ἑαυτὸν νοῇ, ταὐτὸν γίνεται ὁ νοῦς καὶ τὸ νοητόν· τὸ γὰρ δεκτικὸν τοῦ νοητοῦ καὶ τῆς οὐσίας, ἤτοι τοῦ νοός, αὐτός ἐστιν ὁ νοῦς. ἐνεργεῖ δὲ ὁ τοιοῦτος νοῦς ἔχων
30ἐν ἑαυτῷ τὰ νοητὰ χωρίσας· ἐχώρισε γὰρ τῆς ὕλης καὶ παρ’ ἑαυτῷ ἔχει καὶ νοεῖ. p. 1072b23 Ὥστε ἐκεῖνο μᾶλλον τούτου ὃ δοκεῖ ὁ νοῦς θεῖον ἔχειν. Πάντων τῶν τοῦ νοὸς θειότατόν ἐστιν ἡ θεωρία. ὃ οὖν θεῖον ἔχει
35ὁ ἐνεργείᾳ νοῦς (ἔχει δὲ θεῖον τὸ νοεῖν ἑαυτόν), τοῦτο μᾶλλον ἐκείνου, τουτέστι τοῦ πρώτου νοός ἐστιν· ἐκεῖνο οὖν φησιν, ὅπερ δοκεῖ τοῦ ἐνερ‐ γείᾳ νοῦ θειότατον καὶ τιμιώτατον, τοῦτο δ’ ἐστὶ τὸ νοεῖν ἑαυτόν, τοῦτο μᾶλλον ἐκείνου τοῦ πρώτου νοός ἐστιν· μᾶλλον γὰρ καὶ ἀκριβέστατα νοεῖ ἑαυτὸν ὁ πρῶτος νοῦς, ἤπερ ὁ ἐνεργείᾳ νοῦς ἑαυτόν. οὔτε οὖν ὁ ἐνεργείᾳ
40νοῦς ἑαυτὸν νοεῖ, ὥσπερ ὁ πρῶτος νοῦς ἑαυτόν, οὔτε ἀεί, ἀλλὰ ποτὲ καὶ698
in Metaph
.

699

ὀλιγάκις· ὁ δὲ πρῶτος νοῦς ἑαυτὸν ἀεὶ νοεῖ. οὐδὲν γὰρ ὁ πρῶτος νοῦς ἄλλο νοεῖ ἢ ἑαυτόν· τῷ μὲν γὰρ εἶναι νοητὸς νοεῖται πρὸς ἑαυτοῦ, καὶ τῷ ἐνεργείᾳ καὶ φύσει τῇ ἑαυτοῦ νοητὸς εἶναι ἀεὶ νοούμενος ἔσται, δηλο‐ νότι ὑπὸ τοῦ ἐνεργείᾳ νοοῦντος· ἀεὶ δὲ ἐνεργείᾳ νοῶν ἐστι νοῦς αὐτὸς
5μόνος· ἀεὶ ἄρα ἑαυτὸν νοήσει. μᾶλλον δὲ καθ’ ὅσον ἐστὶν ἁπλοῦς· ὁ γὰρ ἁπλοῦς νοῦς ἁπλοῦν τι νοεῖ, οὐδὲν δὲ ἄλλο ἁπλοῦν ἐστι νοητὸν πλὴν αὐτός· ἀμιγὴς γὰρ οὗτος καὶ ἄυλος καὶ οὐδὲν ἔχων ἐν ἑαυτῷ δυνάμει· ἑαυτὸν ἄρα μόνον νοήσει. καθὸ μὲν γὰρ νοῦς ἐστιν, ἑαυτὸν ὡς νοητὸν νοήσει· καθὸ δὲ ἐνεργείᾳ καὶ νοῦς ἐστι καὶ νοητόν, ἑαυτὸν νοήσει ἀεί· καθὸ δὲ
10ἁπλοῦς μόνος, ἑαυτὸν μόνον νοήσει· αὐτός τε γὰρ μόνος ἁπλοῦς ὢν ἁπλοῦ τινος νοητικός ἐστι, καὶ μόνος ἁπλοῦς τῶν νοητῶν ἐστι [τινός]. καὶ ἔστιν ἡ θεωρία, ἐν ᾗ ἑαυτὸν νοεῖ, τὸ ἥδιστον καὶ ἄριστον. εἰ οὖν ὁ θεὸς ἀεὶ οὕτως εὖ ἔχει ὥσπερ ἡμεῖς ποτε εὖ ἔχομεν, θαυμαστὸν ἂν εἴη τὸ θεῖον. εἰ δὲ μᾶλλον καὶ πλέον ὅσον οὐδὲ εἰπεῖν ἔχει τοῦ ἐνεργείᾳ νοῦ, τοσοῦτον
15ἔσται θαυμασιώτερον ὅσον καὶ πλεονεκτεῖ. ἀλλὰ μὴν ἔχει οὕτω· θαυμασιώ‐ τατον ἄρα καὶ πολυτίμητον τὸ θεῖον. ἀλλὰ μὴν καὶ ζωὴ ὑπάρχει τῷ πρώτῳ νῷ· ἡ γὰρ νοῦ ἐνέργεια ζω, ἐκεῖνο δέ ἐστιν ἡ ἐνέργεια, ἐκεῖνο ἄρα ἡ ζωή. ἡ ἐνέργεια οὖν ἐκείνου, ἥτις καὶ καθ’ αὑτήν ἐστιν ἐνέρ‐ γεια, ζωή ἐστιν ἀρίστη καὶ ἀίδιος. εἶτα ἐκ τῶν δειχθέντων ὑπάρχειν τῷ
20πρώτῳ νῷ ὁρίζεται αὐτόν, λέγων ὅτι ἐστὶν ὁ πρῶτος νοῦς ζῷον ἀίδιον ἄριστον· εἰσὶ γὰρ καὶ ἄλλα ζῷα ἀίδια, ἀλλὰ τὸ ἄριστον αὐτός ἐστι μόνος ὁ πρῶτος νοῦς. ὥστε εἰ ζῷον ἀίδιόν ἐστιν ὁ θεός, πᾶν δὲ ἀίδιον ἐν συνεχείᾳ θεωρεῖται (εἰ γὰρ διαλιμπάνει, οὐκ ἀίδιον), ζωὴ καὶ αἰὼν συνε‐ χής (αἰὼν γάρ ἐστιν ἡ ἑκάστῳ συμπαρεκτεινομένη ζωή) ὑπάρχει τῷ
25θε. τοῦτο γάρ ἐστιν ὁ θεός, ἡ αἰώνιος καὶ ἀρίστη ζωή. p. 1072b30 Ὅσοι δ’ ὑπολαμβάνουσιν ὥσπερ οἱ Πυθαγόρειοι καὶ Σπεύσιππος. Δείξας ὅτι ὁ θεὸς ἡ πρώτη ἀρχὴ ζῷον ἀίδιον ἄριστόν ἐστιν, αἰτιᾶται τοὺς Πυθαγορείους καὶ Σπεύσιππον εἰπόντας ὅτι τὸ κάλλιστον καὶ ἄριστον
30οὐκ ἔστιν ἐν ἀρχῇ, οὐδὲ δυνατὸν λέγειν τὴν ἀρχὴν ἄριστον, διότι τὸ σπέρμα καὶ τὸ καταμήνιον ἀρχαὶ μέν εἰσι τῶν ζῴων καὶ οὔκ εἰσιν ἄριστα, ἀλλ’ ἔστι μᾶλλον ἄριστον τὸ ἐκ τοῦ σπέρματος καὶ τοῦ καταμηνίου γεγονός. οὐκ ὀρθῶς οὖν, φησίν, οἴονται ὅτι τὸ σπέρμα τὸ ἀτελὲς καὶ τὸ καταμήνιόν εἰσιν ἀρχαί, ἀλλ’ ὁ πατὴρ καὶ ἡ μήτηρ, οἵτινες πρὸς τῷ τέλειοι εἶναι καὶ
35πρότεροί εἰσι τοῦ σπέρματος καὶ τοῦ καταμηνίου. ὥστε πρότερός ἐστιν ὁ ἄνθρωπος τοῦ σπέρματος, οὐχ ὁ ἐκ τοῦ σπέρματος γεγονώς, ἀλλ’ ὁ πατὴρ ἐξ οὗ τὸ σπέρμα. καὶ συμπεραίνεται λέγων ὅτι μὲν οὖν ἔστιν οὐσία
ἀίδιος καὶ κεχωρισμένη καὶ ἄλλη τῶν αἰσθητῶν, δῆλον. δέ‐699
in Metaph
.

700

δεικται δὲ καὶ ἐν τῷ Θ τῆς Φυσικῆς ἀκροάσεως ὅτι καὶ ἀσώματος καὶ ἀμερής ἐστιν ἡ τοιαύτη οὐσία. καὶ ὑπομιμνήσκει τῶν ἐκεῖ ῥηθέντων ὅτι ἡ τοιαύτη ἀρχὴ κινεῖ ἀίδιον κίνησιν, τὸ δὲ ἀίδιον κινοῦν κίνησιν ἀπειρο‐ δύναμον εἶναι ἀνάγκη· δέδεικται γὰρ καὶ τοῦτο ἐκεῖσε. ἡ δὲ ἄπειρος δύ‐
5ναμις ἐν πεπερασμένῳ σώματι εἶναι οὐ δύναται· δέδεικται γὰρ καὶ τοῦτο ἐκεῖσε. ἄπειρον δὲ σῶμα ὅτι οὐκ ἔστιν ὅλως, δέδεικται καὶ ἐν τῷ Γ τῆς Φυσικῆς ἀκροάσεως, δέδεικται δὲ καὶ ἐν τῷ πρώτῳ τῆς Περὶ οὐρανοῦ. ἀσώματον ἄρα τὸ ἀπειροδύναμόν ἐστιν. ἀλλὰ μὴν καὶ ἀπαθές ἐστι τὸ πρῶτον αἴτιον καὶ ἀναλλοίωτον· εἰ γὰρ ὅλως ἐκινεῖτο, τὴν πρώτην ἂν
10ἐκινεῖτο τῶν κινήσεων τὴν κατὰ τόπον, ταύτην δὲ δέδεικται ὅτι οὐ κινεῖται· εἰ δὲ μὴ ταύτην, σχολῇ γε τὰς ἄλλας. p. 1073a14 Πότερον δὲ μίαν θετέον τὴν τοιαύτην οὐσίαν ἢ πλείους. Δείξας ὅτι ἡ πρώτη ἀρχὴ μία ἐστὶν ἀσώματος οὖσα καὶ μήτε καθ’ αὑτὸ μήτε κατὰ συμβεβηκὸς κινουμένη, ἀλλ’ ἔστι πάντῃ ἀκίνητος, ζητεῖ
15πότερον μία ἐστὶν ἡ τοιαύτη οὐσία ἢ πλείους, καὶ εἰ μή ἐστι μία ἀλλὰ πλείους, πόσας δεῖ ταύτας τιθέναι; δεῖ δὲ μὴ λανθάνειν ἀλλὰ μεμνῆ‐ σθαι καὶ ἐνθυμεῖσθαι καὶ τὰς τῶν ἄλλων ἀποφάσεις καὶ γνώμας. καὶ τίνος χάριν δεῖ μεμνῆσθαι ἐπάγει, ὅτι σαφὲς οὐδέν τι περὶ τοῦ πλή‐ θους τῶν τοιούτων αἰτίων εἰρήκασι, πότερον τὰ τοιαῦτα αἴτια τρία εἰσὶν
20ἢ εἴκοσιν ἢ ἄλλος τις ἀριθμός. οἱ μὲν γὰρ τὰς ἰδέας αἰτίας τῶν τῇδε τιθέμενοι πότερον καὶ τῶν κινήσεων αἰτίας ἐτίθεντο οὐδὲν λέγουσιν. ὅμως ἐπεὶ ὅλως αἰτίας αὐτὰς τίθενται, οὐδὲν περὶ τοῦ πλήθους αὐτῶν ἐσκεμ‐ μένως λέγουσι· καίτοι ἔδει περὶ τοῦ τῶν αἰτίων ἀριθμοῦ εἰρηκέναι· ἀλλὰ μόνον τὰς ἰδέας ἀριθμοὺς λέγοντες, τὸν δὲ ἀριθμὸν ὁτὲ μὲν ἄχρι τῆς δε‐
25κάδος ὁρίζοντες καὶ εἰς αὐτὴν ἀποπερατοῦντες, ὁτὲ δὲ ἄπειρον αὐτὸν λέ‐ γοντες φαίνονται ὅτι ποτὲ μὲν ἀπείρους αὐτάς φασιν, ὁτὲ δὲ πεπερασμένας. εἰ γὰρ αἱ ἰδέαι ἀριθμοί, ὁ δ’ ἀριθμὸς ἄχρι τῆς δεκάδος ἵσταται, αἱ ἰδέαι ἄρα δέκα. πάλιν εἰ αἱ ἰδέαι ἀριθμός, ὁ δ’ ἀριθμὸς ἄπειρος, αἱ ἰδέαι ἄρα ἄπειροι. ὥστε οὐδαμῶς ἰδίᾳ περὶ τούτων ἀπεφήναντο, εἴτε μόνως ἀπεί‐
30ρους αὐτὰς δεῖ λέγειν εἴτε μόνως πεπερασμένας, ἀλλὰ ἄνευ ἀποδεικτικῆς σπουδῆς τὰ περὶ τῶν ἰδεῶν αὐτοῖς λέγεται. αἰτιασάμενος δὲ αὐτοὺς διὰ τὸ μηδὲν ἀποδεικτικῶς εἰρηκέναι περὶ τοῦ τῶν ἰδεῶν πλήθους, καὶ ταῦτα αὐτὰς αἰτίας εἶναι τῶν τῇδε λέγοντας, αὐτὸς περὶ τοῦ ἀριθμοῦ τῶν κινη‐ τικῶν αἰτίων ὁπόσα ἐστὶν εἰπεῖν προτίθεται. πρῶτον δὲ συνίστησιν ὅτι εἰσὶ
35καὶ ἄλλα αἴτια κινητικὰ τοῦ Κρόνου καὶ Διὸς καὶ τῶν λοιπῶν πλανήτων ἀστέρων· ὡς γὰρ ἐρεῖ, καὶ αἱ σφαῖραι διὰ τοὺς ἀστέρας γεγόνασιν· εἶτα εὑρὼν ὁπόσαι αἱ σφαῖραι, ἀποφανεῖται ὅτι καὶ τὸ πλῆθος τῶν κινούντων
αἰτίων τοσοῦτόν ἐστιν ὅσον τὸ τῶν σφαιρῶν· ἓν γὰρ ἑνός ἐστι κινητικόν.700
in Metaph
.

701

ταῦτα δὲ πάλιν πάντα ἀνάξει ὑπὸ τὸ πρῶτον αἴτιον, λέγω δὴ τὸ ζῷον ἀίδιον ἄριστον, ὃ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκὸς εἶναι ἀκίνητον ἀπέδειξεν, ὁμοίως καὶ τὰ τῶν ἄλλων σφαιρῶν κινητικά· καὶ αὐτὰ γὰρ καθ’ αὑτά ἐστιν ἀκίνητα καὶ κατὰ συμβεβηκός. τί δὲ ἡ πρώτη καὶ ἀπλανὴς οὐχ
5ὑπὸ τῆς οἰκείας ψυχῆς κινηθήσεται; ἢ κινεῖται μὲν καὶ ἡ ἀπλανὴς καὶ αἱ λοιπαὶ σφαῖραι ὑπὸ τῶν οἰκείων ψυχῶν, ἀλλ’ οὐχ ὡς τὰ ζῷα (τούτων γὰρ αἱ ψυχαὶ ῥιπτοῦσι καὶ βιάζονται τὰ ἐν οἷς εἰσι σώματα), ἀλλ’ οὕτως ὥσπερ ἐν τῷ Β τῆς Περὶ οὐρανοῦ εἴρηται, ὑπὸ δὲ τοῦ πρώτου κινοῦνται ὡς ἐφε‐ τοῦ καὶ ὀρεκτοῦ. ἀλλὰ ταῦτα μὲν προδιωρίσθω, ἡμῖν δ, φησὶν ὁ Ἀρι‐
10στοτέλης, ἐκ τῶν ὑποκειμένων καὶ δεδειγμένων ῥητέον ὅτι ἡ πρώτη ἀρχὴ τὸ πρῶτον πάντων τῶν ὄντων ἀκίνητόν ἐστι καὶ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός, κινοῦν δὲ ὡς ἐφετὸν δηλονότι τὴν πρώτην καὶ ἀίδιον καὶ μίαν κίνησιν. Ἐπεὶ δὲ τὸ κινούμενον ἀνάγκη ὑπό τινος κινεῖσθαι, καὶ τὸ
15πρῶτον κινοῦν ἀκίνητον εἶναι καὶ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός (αἱ γὰρ ψυχαὶ εἰ καὶ πρῶτα κινητικά ἐστι τῶν ζῴων, ὅμως κινοῦνται καὶ κατὰ συμβεβηκός), καὶ ἐπεὶ ἀνάγκη τὴν ἀίδιον κίνησιν ὑπὸ ἀιδίου κινητικοῦ γίνεσθαι καὶ τὴν μίαν καὶ συνεχῆ φ’ ἑνός (δέδεικται γὰρ καὶ τοῦτο ἐν τῇ Φυσικῇ ἀκροάσει), εἰ μὲν ἦν μία κίνησις, ἐπειδή, ὡς δέ‐
20δεικται, ἡ μία ὑφ’ ἑνὸς κινητικοῦ γίνεται, ἀναγκαῖον ἦν λέγειν καὶ τὸ κι‐ νοῦν ἕν. ἐπεὶ δὲ ὁρῶμεν παρὰ τὴν τοῦ παντὸς ἁπλῆν κίνησιν (λέγει δὲ πᾶν τὴν ἀπλανῆ, ἥν φαμεν κινεῖν ὡς ἐφετὸν τὴν πρώτην καὶ ἀκίνητον οὐσίαν) ἄλλας φορὰς τὰς τῶν πλανητῶν ἀιδίους καὶ αὐτάς (ἀίδιον γὰρ καὶ ἄστατον τὸ κύκλῳ σῶμα καὶ οὐδέποτε ἠρεμοῦν δέδεικται ἐν τῇ Περὶ οὐρα‐
25νοῦ), ἐπειδὴ οὖν τοῦθ’ ὁρῶμεν, ἀνάγκη καὶ τῶν πλανωμένων ἑκάστην φορὰν ὑπὸ ἀκινήτου τε κινεῖσθαι καὶ καθ’ αὑτὴν ἀκινήτου οὐσίας. εἰ δὲ εἴη γεγραμμένον ὑπὸ ἀκινήτου τε κινεῖσθαι καθ’ αὑτ, καὶ διὰ ταύ‐ της τῆς γραφῆς τὸ αὐτὸ δηλοῖ. καὶ οὐ μόνον ὑπὸ ἀκινήτου καθ’ αὑτὸ οὐσίας ἀνάγκη αὐτὴν κινεῖσθαι, ἀλλὰ καὶ ὑπὸ ἀιδίου. καὶ τὴν αἰτίαν τοῦ
30καὶ ἀίδια καὶ οὐσίας ἀναγκαῖον εἶναι τὰ κινητικὰ τῶν σφαιρῶν τῶν πλανη‐ τῶν ἐπήγαγεν εἰπὼν ἥ τε γὰρ τῶν ἄστρων φύσις ἀίδιος, ἴσον λέγων τῷ ἐπεὶ τὰ ὑπ’ αὐτῶν κινούμενα ἄστρα ἀεί ἐστιν, ἀνάγκη καὶ τὸ κινοῦν, ἐπειδὴ πρότερόν ἐστι τοῦ κινουμένου, ἀίδιον εἶναι· ἀλλ’ εἰ πρότερον, ἀνάγκη οὐσίαν αὐτὸ εἶναι· τὸ γὰρ τῶν οὐσιῶν πρότερον οὐσία διὰ τὸ μὴ δύνασθαι
35χωρὶς οὐσίας τῶν ἄλλων τι εἶναι. εἰ οὖν τὸ ἁπλοῦν αἴτιον μιᾶς καὶ ἁπλῆς ἐστι κινήσεως κινητικόν, ὡς δέδεικται, καὶ ἡ μία καὶ ἁπλῆ κίνησις ὑφ’ ἑνὸς καὶ ἁπλοῦ αἰτίου γίνεται, φανερὸν ὅτι ὅσαι εἰσὶν αἱ κινήσεις, ἤτοι τὰ κινούμενα, καὶ τὰ κινοῦντα τοσαῦτα ἔσται, τήν τε φύσιν ἀίδια καὶ ἀκίνητα
καθ’ αὑτά. καὶ τούτων τὸ μὲν πρῶτον ἔσται, τὸ δὲ δεύτερον, τὸ δὲ τρί‐701
in Metaph
.

702

τον· ὡς γὰρ ἔχει τὰ ὑπ’ αὐτῶν κινούμενα, οὕτως ἕξει καὶ τὰ κινοῦντα. ἀλλ’ ἡ μὲν τῶν λεγομένων διάνοια εἴρηται, ἡ δὲ λέξις ἡ ὅτι περὶ πλή‐ θους οὐδὲν εἰρήκασιν ὅ τι καὶ σαφὲς εἰπεῖν, περιπέφρασται· ἔστι γὰρ τὸ λεγόμενον ἴσον τῷ περὶ πλήθους οὐδὲν σαφὲς εἰρήκασι. ταῦτα εἰ‐
5πὼν καὶ μέλλων λέγειν ὅσον ἐστὶ τὸ πλῆθος τῶν σφαιρῶν, ἐπειδὴ ἁπλῶς οὕτως καὶ χωρὶς ἀποδείξεως ἐρεῖ ὅτι πεντήκοντα καὶ πέντε εἰσί (τὴν γὰρ αἰτίαν τοῦ τοσαύτας εἶναι ἐν ἄλλοις εἴρηκε), λέγει ὅτι τὸ δὲ πλῆθος ἤδη τῶν σφαιρῶν ἐκ τῆς οἰκειοτάτης φιλοσοφίᾳ τῶν μαθηματι‐ κῶν ἐπιστημῶν δεῖ σκοπεῖν ἴσον λέγων τῷ ἡμεῖς μὲν νῦν χωρὶς ἀπο‐
10δείξεως λέγομεν ὅτι πεντήκοντα καὶ πέντε εἰσίν, ἵν’ ἐκ τούτων εὕροιμεν καὶ τὸ τῶν κινούντων πλῆθος· οὐ γὰρ νῦν ἡμῖν πρόκειται περὶ τῶν σφαι‐ ρῶν δεικνύναι ὅσαι τυγχάνουσιν οὖσαι· εἰ δέ τις καὶ τὴν ἀπόδειξιν τούτου ζητεῖ, μετερχέσθω ἀστρονομίαν. εἰπὼν δὲ ὅτι ἐκ τῆς ἀστρολογίας τῆς οἰκειοτάτης τῇ φιλοσοφίᾳ δεῖ θεωρεῖν ὅσον ἐστὶ τὸ πλῆθος τῶν σφαιρῶν,
15τοῦ πῶς ἡ ἀστρολογία οἰκειοτάτη παρὰ τὰς ἄλλας μαθηματικὰς ἐπιστήμας, γεωμετρίαν ἀριθμητικήν, ἐστὶ τῇ φιλοσοφίᾳ τὴν αἰτίαν ἐπήγαγεν εἰπὼν ὅτι αὕτη περὶ οὐσίας αἰσθητῆς μὲν ἀιδίου δὲ τὴν θεωρίαν ποιεῖται, ἡ δὲ γεωμετρία καὶ ἡ ἀριθμητικὴ ἡ μὲν τὰ τοῖς μεγέθεσι συμβεβηκότα, ἡ δὲ ἀριθμητικὴ περὶ τὰ τοῖς ἀριθμοῖς. ἐπεὶ δὲ ἀνωτέρω εἴρηκεν ὅτι
20πλείους εἰσὶν αἱ φοραί, ἐπάγει ὅτι μὲν οὖν πλείους εἰσὶν αἱ φοραὶ φανερόν ἐστι τῷ καὶ μετρίως ἡμμένῳ μαθημάτων. καὶ ὅτι μὲν πλείους εἰσὶ δῆλον. πόσαι δὲ τυγχάνουσιν αἱ φοραί, ἤτοι αἱ σφαῖραι, ἡμεῖς λέ‐ γομεν ἅ φασι τῶν μαθηματικῶν τινες (λέγει δὲ τὸν Εὔδοξον καὶ τὸν Κάλλιππον) χάριν ἐννοίας καὶ τοῦ ὁρίσαι πόσον αὐτῶν τὸ πλῆθός ἐστιν,
25ἵν’ ἐκ τούτων ὁδηγηθείημεν πρὸς τὴν τῶν κινητικῶν αἰτίων εὕρεσιν. δεῖ δέ, φησίν, ἡμᾶς μὴ ἐμμένειν τοῖς πρὸ ἡμῶν ῥηθεῖσι περὶ τοῦ πλήθους τῶν σφαιρῶν, ἀλλὰ ζητεῖν καὶ ἡμᾶς καὶ εὑρίσκειν τι, πυνθάνεσθαι δὲ καὶ τοὺς λοιπούς, ὅσοι περὶ τούτων ζητοῦσι, καὶ ὅ τι φαίνεται λεγόμενον τοῖς περὶ ταῦτα πραγματευομένοις παρὰ τὰ νῦν ὑφ’ ἡμῶν λεγόμενα, φιλεῖν
30τοὺς ἐς ὕστερον καὶ ἡμᾶς καὶ τοὺς πρὸ ἡμῶν ὡς εὑρηκότας τι, πείθεσθαι δὲ τοῖς ἀκριβεστέροις. τοῦτο εἰπὼν εὐθὺς ἱστορεῖ ἅ τε Εὔδοξος περὶ τῶν σφαιρῶν ἔλεγε καὶ τοῦ πλήθους αὐτῶν καὶ ἃ ὁ Κάλλιππος· καὶ δεξά‐ μενος τὴν προσθήκην τῶν σφαιρῶν, ἣν ὁ Κάλλιππος προσέθηκεν (ὁ γὰρ Εὔδοξος εἴκοσι καὶ ἓξ τὰς πάσας ἐτίθετο, Κάλλιππος δὲ τριάκοντα καὶ τρεῖς),
35οὕτως αὐτὸς ταῖς τριάκοντα καὶ τρισὶν ἄλλας εἴκοσι καὶ δύο προστίθησιν. p. 1073b17 Εὔδοξος μὲν οὖν ἡλίου καὶ σελήνης τὴν φορὰν ἐν τρισὶν ἐτίθετο εἶναι.
Ὅσας μὲν οὖν τὰς σφαίρας καὶ οἵως κινεῖσθαι καὶ διὰ τίνα αἰτίαν702
in Metaph
.

703

Εὔδοξος καὶ Κάλλιππος καὶ ὕστερον Ἀριστοτέλης ἔλεγον, ἐν τῷ δευτέρῳ τῆς Περὶ οὐρανοῦ κατὰ τὴν τῆς λέξεως ἐξήγησιν τὴν “καὶ ἔτι διὰ τοῦτο δὲ ἓν ἔχουσι σῶμα καὶ αἱ ἄλλαι φοραί,” ἕως τοῦ “παντὸς δὲ πεπερασμένου σώματος πρὸς πεπερασμένον ἡ δύναμίς ἐστι,” μετὰ πολλῆς εἴρηται τῆς
5ἐπιμελείας, σχεδὸν καὶ τὸ ἐνεστὼς χωρίον τὸ Εὔδοξος μὲν οὖν ἡλίου καὶ σελήνης τὴν φορὰν ἐν τρισὶν ἐτίθετο εἶναι ἕως τοῦ τὸ μὲν οὖν πλῆθος τῶν σφαιρῶν ἔστω τοσοῦτον ἐκεῖσε ἐξηγησάμενοι. διὸ ἐκεῖθεν τὴν τούτου σαφήνειαν ὁ βουλόμενος ποριζέσθω. ἐπεὶ δέ τινες τῶν λέξεων ἐκεῖσε οὐκ ἐσαφηνίσθησαν, νῦν ἄξιόν ἐστιν αὐτὰς ἐπισκέψα‐
10σθαι. ὧν διὰ τῆς πρώτης τῆς ὧν τὴν μὲν πρώτην τὴν τῶν ἀπλανῶν ἄστρων εἶναι οὐ τοῦτό φησιν, ὡς ἄν τῳ δόξειεν, ὅτι ἡ ἀπλανὴς πρώτη ἐστί, καίτοι καὶ οὔσης πρώτης, ἀλλ’ ὅ φησι τοῦτό ἐστιν, ὅτι τριῶν οὐσῶν σφαιρῶν κατὰ Εὔδοξον τῶν φερουσῶν τὸν ἥλιον, ἡ μὲν πρώτη καὶ περι‐ έχουσα τὰς λοιπὰς δύο καὶ τὴν αὐτὴν τῇ ἀπλανεῖ κινουμένη κίνησιν (ἀπὸ
15ἀνατολῆς γὰρ ἐπὶ δύσιν ἔλεγον αὐτὴν κινεῖσθαι, καὶ δι’ ἣν αἰτίαν εἴπομεν ἐν τῇ Περὶ οὐρανοῦ), αὕτη οὖν ἡ πρώτη ὡς ἀπλανὴς ἐνομίζετο τῷ Εὐ‐ δόξῳ πρὸς τὰς λοιπὰς δύο τὰς ὑπ’ αὐτῆς περιεχομένας. καὶ οὐ μόνον τὴν τοῦ ἡλίου πρώτην σφαῖραν ἀπλανῆ ἔλεγεν, ἀλλὰ καὶ τὴν τοῦ Κρόνου καὶ τὴν τοῦ Διὸς καὶ τὰς ἑκάστου τῶν ἄλλων ἀστέρων πρώτας καὶ μεί‐
20ζονας ἀπλανεῖς ἔλεγεν, ὡς εἶναι μίαν μὲν ἀπλανῆ τὴν πρώτην, ἐν ᾗ τὸ χῦμα τῶν τὰ ζῴδια ἀναπληρούντων ἀστέρων εἰσίν, ἑτέραν δὲ τὴν τοῦ Κρόνου, καὶ ἄλλην τὴν τοῦ Διός, καὶ ἐφεξῆς ἃς ἀνάστρους Θεόφραστος ἔλεγεν. τὸ δὲ τὴν δὲ τρίτην κατὰ τὸν λελοξωμένον ἐν τῷ πλάτει τῶν ζῳδίων λελοξωμένον κύκλον ἐν τῷ πλάτει τῶν ζῳδίων ἔλεγεν, ὡς
25ἐν τῇ Περὶ οὐρανοῦ εἴρηται, ὃν δοκεῖ ὁ ἥλιος τῷ ἑαυτοῦ κέντρῳ γράφειν φερόμενος ὑπὸ τῆς ἐν ᾗ δέδεται σφαίρας, ὃς καὶ δοκεῖ ἐκπίπτειν τὰ τρο‐ πικὰ σημεῖα διὰ τὸ μὴ ἀεί, ὅταν τὰς τροπὰς ὁ ἥλιος ποιῆται, ὁρᾶσθαι ἀπὸ τῶν αὐτῶν τόπων ἀνατέλλων. τὸ δὲ ἐν μείζονι δὲ πλάτει λελο‐ ξῶσθαι καθ’ ὃν ἡ σελήνη φέρεται ἢ καθ’ ὃν ὁ ἥλιος ἴσον ἐστὶ τῷ
30τὸ δὲ πλάτος τῆς λοξώσεως τοῦ κύκλου, ὃν ἡ σελήνη τῷ ἑαυτῆς κέντρῳ γράφειν δοκεῖ, μεῖζόν ἐστι τοῦ πλάτους τῆς λοξώσεως τοῦ κύκλου, ὃν ὁ ἥλιος τῷ οἰκείῳ κέντρῳ γράφειν δοκεῖ· κατείληπτο γὰρ καὶ τοῦτο ἐκ τοῦ μὴ ἐκ τῶν αὐτῶν τόπων τὰς ἀνατολὰς ἐν ταῖς τροπαῖς τὸν ἥλιον καὶ τὴν σελήνην ποιεῖσθαι. ἔστω γὰρ ὁ ὁρίζων κύκλος ὁ αηβμγδ, ἰσημερινὸς δὲ
35ὁ δεβ, ὁ λελοξωμένος δὲ ἐν τῷ πλάτει τῶν ζῳδίων, ὃν ὁ ἥλιος τῷ ἑαυ‐ τοῦ κέντρῳ δοκεῖ γράφειν, ἔστω ὁ αεγ, ὃν δὲ πάλιν ἡ σελήνη τῷ ἑαυτῆς κέντρῳ γράφειν δοκεῖ ἔστω ὁ ηεμ· καὶ ἀνατελλέτω ὁ ἥλιος καθ’ ἣν ὥραν ποιεῖται τὴν θερινὴν τροπὴν ἀπὸ τοῦ α σημείου, καθ’ ἣν δὲ τὴν ἰσημερίαν,
ἀπὸ τῆς δ σημείου. δῆλον δ’ ὅτι τὸ μεῖζον πλάτος τῆς λοξώσεως ἡ δα703
in Metaph
.

704

περιφέρειά ἐστιν. ἡ δὲ σελήνη ὅταν τὴν πρὸς τὸ βόρειον τροπὴν ποιῆται, ἀνατελλέτω ἀπὸ τοῦ η σημείου· φανερὸν δὴ ὅτι τὸ μεῖζον πλάτος τῆς λοξώσεως αὐτῆς ἡ δη περιφέρειά ἐστι, καὶ ἔστι μεῖζον τῆς δα περιφερείας, ἥτις ἦν τὸ μεῖζον πλάτος τῆς ἡλίου λοξώσεως. τούτου οὖν ἐστι δηλωτικὸν
5τὸ ἐν μείζονι πλάτει λελοξῶσθαι καθ’ ὃν ἡ σελήνη φέρεται ἢ καθ’ ὃν ὁ ἥλιος. τὸ δὲ τῆς δὲ τρίτης ἁπάντων τοὺς πόλους ἐν τῷ διὰ μέσων τῶν ζῳδίων εἶναι ἀντὶ τοῦ πᾶσαι αἱ τρίται σφαῖραι τοὺς πόλους ἔχουσιν ἐν τοῖς κύκλοις τοῖς γραφομένοις διὰ μέσων τῶν ζῳ‐ δίων ὑπὸ τῶν κέντρων τῶν ἄστρων. τὸ δὲ τὴν αὐτὴν ἐτίθετο τάξιν,
10τουτέστι τῶν ἀποστημάτων, ἀντὶ τοῦ ὁποίας ἔλεγεν Εὔδοξος πρώτας καὶ δευτέρας σφαίρας, ταύτας καὶ ὁ Κάλλιππος πρώτας ἔφασκεν· καὶ ὅσον ἂν φέρε εἰπεῖν ἀφεστηκέναι τὴν Κρονιακὴν τῆς Ἑρμαϊκῆς σφαίρας ἔλεγεν ὁ Εὔδοξος, τοσοῦτον καὶ ὁ Κάλλιππος ἔφασκεν αὐτὴν ἀφεστηκέναι. τὸ δὲ καθ’ ἕκαστον τῶν πλανωμένων ἑτέρας σφαίρας μιᾷ ἐλάττονας
15εἶναι τὰς ἀνελιττούσας, ἀντὶ τοῦ ἐπειδὴ αἱ τὸν Κρόνον φέρουσαι σφαῖραι τέσσαρές εἰσιν, αἱ ἀνελίττουσαι τρεῖς ἔστωσαν· αἱ γὰρ τρεῖς μιᾷ ἐλάττονές εἰσι τῶν τεσσάρων. πάλιν ἐπεὶ αἱ τὸν Ἄρεα κατὰ Κάλλιππον φέρουσαι πέντε εἰσί, προσκείσθωσαν αὐταῖς ἀνελίττουσαι τέσσαρες· αἱ γὰρ τέσσαρες μιᾷ ἐλάττους εἰσὶ τῶν πέντε· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. τίνα δὲ χρείαν
20τῷ Ἀριστοτέλει παρέσχεν ἡ τῶν ἀνελιττουσῶν προσθήκη, εἴρηται ἐν τῇ Περὶ οὐρανοῦ. τὸ δὲ εἰς τὸ αὐτὸ ἀποκαθιστάσας τῇ θέσει τὴν πρώ‐ την σφαῖραν ἀεὶ τοῦ ὑποκάτω τεταγμένου ἄστρου δῆλον ἔσται γράψασι κύκλους τινάς. ἔστωσαν γὰρ τρεῖς κύκλοι, ὁ αβ καὶ ὁ δε καὶ ὁ ζη. ἐν δὲ τῷ ζη ἔστω ὁ ἀστήρ, οἷον ὁ Ζεύς, καὶ ἔστω τὸ κ σημεῖον.
25τὸ δὲ α ἔστω σημεῖόν τι καὶ τὸ δ καὶ τὸ ζ καὶ τὸ βεη· μὴ ἔστωσαν δὲ ἀστέρες, ἀλλὰ νενοήσθωσαν μόνον σημεῖά τινα, καὶ τὸ α καὶ τὸ δ καὶ τὸ ζ ἐπὶ τῆς αὐτῆς εὐθείας· ὁμοίως καὶ τὰ βεη· καὶ κεκινήσθω ἡ μὲν αβ σφαῖρα ὡς ἐπὶ τὸ β σημεῖον, ὥστε ἐλθεῖν τὸ α ἐν ᾧ τὸ β ἐστίν· ἡ δὲ δε καὶ ἡ ζη κεκινήσθωσαν ἰσοταχῶς ὡς ἐπὶ τὰ δζ, ὥστε ἔρχεσθαι τὰ εη
30ἐπὶ τὰ δζ. ἐπεὶ οὖν ἐπὶ τὰ αὐτὰ κινοῦνται ἡ εδ καὶ ἡ ηζ σφαῖραι ἰσο‐ ταχεῖς οὖσαι, δῆλον ὅτι ἡ τῆς ηζ σφαίρας κίνησις διπλασίων ἐστὶ τῆς εδ σφαίρας κινήσεως· ὅση γάρ ἐστιν ἡ τῆς ηζ σφαίρας κίνησις, τοσαύτην αὐ‐ τῇ ἐνδίδωσι καὶ ἡ τῆς εδ σφαίρας κίνησις, ἐπειδὴ ἐπὶ τὰ αὐτὰ φέρονται· ὥστε ἐν ᾧ χρόνῳ τὸ ε ἐπὶ τὸ δ ἦλθεν, ἐν τῷ αὐτῷ χρόνῳ τὸ η τὸν ηζ
35κύκλον ὅλον διελθὸν ἦλθεν ἂν πάλιν ἐπὶ τὸ η, εἰ μὴ ἡ αβ σφαῖρα ἀντι‐ φερομένη τῇ δε καὶ ὡς ἐπὶ τὸ β αὐτὴν ἕλκουσα οὐκ εἴα αὐτὴν ἐνδιδόναι τῇ ζη σφαίρᾳ ἄλλην τοσαύτην κίνησιν ὅσην αὐτὴν κινεῖται· ὥστε ἡ αβ ἐμποδίζουσα τὴν δε καὶ ὡς ἐπὶ τὸ β ἕλκουσα, καὶ ἡ δε ἐμποδίζει τὴν ζη, καὶ ἐπὶ τούτῳ ἀεὶ τὴν αὐτὴν θέσιν ἡ ζη περιφέρεια φυλάξει τῇ θέσει τῆς
40αβ· ὥστε ὅταν τὸ η ἐπὶ τὸ ζ ἔλθῃ, καὶ τὸ ζ ὅπου νῦν τὸ η ἐστί, τότε704
in Metaph
.

705

καὶ τὸ α ἐλεύσεται ὅπου νῦν τὸ β ἐστί, τὸ δὲ β ὅπου τὸ α, καί εἰσι πάντοτε ἐν τῇ αὐτῇ εὐθείᾳ τὰ αζ καὶ βη σημεῖα, καὶ ὅταν μὲν ἀνατέλλῃ τὸ α, ἀνατέλλει καὶ τὸ ζ, καὶ πάλιν ὅταν δύνῃ τὸ β, τότε καὶ τὸ η, καὶ οὐδέποτε οὔτε προανατέλλουσιν οὔτε προδύνουσι τοῦ αζ. κἂν ἡ αβ καὶ ἡ
5ηζ ἐπὶ τὰ αὐτὰ φέρωνται, τὸ αὐτὸ συμβήσεται. ἡ δὲ δε σφαῖρα νενοήσθω ἀνελίττουσα. τοῦτο οὖν ἐστιν ὅ φησι καὶ εἰς τὸ αὐτὸ ἀποκαθιστάσας τῇ θέσει τὴν πρώτην σφαῖραν ἀεὶ τοῦ ὑποκάτω τεταγμένου ἄστρου. καὶ εἴη ἂν τὸ λεγόμενον ‘οὕτω κινεῖσθαι νενοήσθωσαν αἱ ἀνε‐ λίττουσαι, ὥστε ποιεῖν τὴν πρώτην καὶ ἐξωτάτην τῶν σφαιρῶν τῶν φερου‐
10σῶν τὸν Δία σφαῖραν ἀεὶ τὴν αὐτὴν θέσιν φυλάττειν πρὸς τὴν σφαῖραν ἐν ᾗ ἐνδέδεται ὁ ἀστήρ, καὶ μηδέποτε ἡγεῖσθαι τὰ λαμβανόμενα ἐν τῇ πρώτῃ σφαίρᾳ σημεῖα τῶν λαμβανομένων ἐν τῇ σφαίρᾳ ἐν ᾗ ὁ ἀστὴρ ἐνδέδεται σημείων, ἀλλ’ ἀεὶ συνανατέλλειν καὶ συνδύνειν.‘ τὸ δὲ ὥστε ἐν αἷς μὲν αὐτὰ φέρεται σφαίραις αἱ μὲν ὀκτὼ αἱ δὲ πέντε καὶ εἴκοσίν εἰσιν,
15ἴσον ἐστὶ τῷ ὥστε κατὰ τὸν Κάλλιππον ὀκτὼ μὲν εἶναι τὰς τοῦ ἡλίου καὶ τῆς σελήνης, εἴκοσι δὲ καὶ πέντε τὰς τῶν ἄλλων, Κρόνου Διὸς καὶ τῶν λοιπῶν. τὸ γὰρ πρὸ ὀλίγου ῥηθὲν τὸ τῷ δ’ ἡλίῳ καὶ τῇ σελήνῃ δύο ᾤετο προσθετέας εἶναι ἴσον ἐστὶ τῷ ἀνὰ μίαν· ἐπεὶ γὰρ ὁ Εὔ‐ δοξος ἓξ ἐτίθετο τὰς τοῦ ἡλίου καὶ τῆς σελήνης, ὁ δὲ Κάλλιππος ὀκτὼ
20αὐτάς φησι, δῆλον ὅτι ἀνὰ μίαν αὐταῖς προσέθηκεν. ὁμοίως καὶ ταῖς λοι‐ παῖς τῶν πέντε ἀστέρων σφαίραις ἀνὰ μίαν προσέθηκε· τοῦ γὰρ Εὐδόξου τέτταρας λέγοντος εἶναι ἑκάστου τῶν λοιπῶν πέντε ἀστέρων, οὗτος πέντε αὐτὰς πεποίηκεν. τὸ δὲ τούτων δὲ μόνας ἀνελιχθῆναι οὐ δε, ἐν αἷς τὸ κάτω φέρεται, ἀντὶ τοῦ μόνας τὰς τὴν σελήνην (αὕτη γάρ ἐστι
25κατωτάτω πάντων τῶν ἀστέρων) φερούσας οὐ δεῖ ἔχειν ἀνελιττούσας. τὸ δὲ αἱ μὲν τὰς τῶν πρώτων δύο ἀνελίττουσαι ἓξ ἔσονται, ἀντὶ τοῦ αἱ τοῦ Κρόνου καὶ Διὸς ἀνελίττουσαι ἓξ ἔσονται· ἐπεὶ γὰρ τέτταρές εἰσιν αἱ τὸν Κρόνον φέρουσαι καὶ τέτταρες αἱ τὸν Δία, δεῖ δὲ καθ’ ἕκαστον ἀστέρα τὰς ἀνελιττούσας μιᾷ ἐλάττους εἶναι, ἓξ ἔσονται αἱ τοῦ Κρόνου καὶ
30Διὸς ἀνελίττουσαι, ἐπὶ δὲ τῶν λοιπῶν τεττάρων, Ἄρεος Ἀφροδίτης Ἑρμοῦ ἡλίου, πέντε καθ’ ἕκαστον οὐσῶν τῶν φερουσῶν, τέτταρες. γίνονται οὖν αἱ πᾶσαι ἀνελίττουσαι δὶς μὲν τρεῖς αἱ Κρόνου καὶ Διός, τετράκις δὲ τέτ‐ ταρες Ἄρεος Ἀφροδίτης Ἑρμοῦ ἡλίου· ὥστε πᾶσαι δύο καὶ εἴκοσιν· ἦσαν δὲ αἱ φέρουσαι ὀκτὼ μὲν αἱ Κρόνου καὶ Διός, πέντε δὲ καὶ εἴκοσι τῶν
35λοιπῶν πέντε· τριῶν οὖν τούτων καὶ τριάκοντα ταῖς δύο καὶ εἴκοσι συν‐ τεθεισῶν ἀνελιττούσαις, αἱ πᾶσαί εἰσι πέντε καὶ πεντήκοντα. ταῖς γὰρ τὴν σελήνην φερούσαις, ὡς εἴρηται, οὐδὲν δεῖ ἀνελιττουσῶν, ἐσχάτης οὔσης· οὕτω γὰρ Ἀριστοτέλης εἴρηκεν, ὅτι μόνας οὐ δεῖ ἀνελιχθῆναι ἐν αἷς φέ‐ ρεται τὸ κάτω τεταγμένον ἄστρον. τὸ δὲ ἐπαχθὲν εἰ δὲ τῇ σελήνῃ τε
40καὶ τῷ ἡλίῳ μὴ προσθείη τις ἃς εἴπομεν κινήσεις, ἑπτὰ καὶ τετ‐
ταράκοντα ἔσονται πᾶσαι, τοῦτο ταραχὴν ποιεῖ. ἐὰν γὰρ ἀφέλωμεν705
in Metaph
.

706

τὰς τοῦ ἡλίου δύο καὶ τὰς τῆς σελήνης δύο, ἃς προσέθηκε Κάλλιππος, καὶ δηλονότι δύο ἄλλας ἀπὸ τοῦ ἡλίου τὰς ἀνελιττούσας ἐκείνας (ἀφῃρημένων γὰρ ἐκείνων δεῖ συναφαιρεῖν καὶ τὰς μελλούσας αὐτὰς ἀνελίττειν), ἓξ μὲν ἔσονται ἀφῃρημέναι, δύο αἱ φέρουσαι τὸν ἥλιον καὶ δύο αἱ ταύτας ἀνελίτ‐
5τουσαι πρὸς ταῖς δύο ταῖς τῇ σελήνῃ προστεθείσαις ὑπὸ Καλλίππου· οὐκέτι δὲ συμβαίνει τούτων ἀφαιρεθεισῶν ἀπὸ τῶν πέντε καὶ πεντήκοντα λοιπὰς εἶναι πάσας ἑπτὰ καὶ τετταράκοντα, ἀλλὰ ἐννέα καὶ τετταράκοντα καταλιμ‐ πάνεσθαι· ἢ ὡς ἐπιλελησμένος ὅτι τῆς σελήνης οὐ τέτταρας ἀλλὰ δύο μόνας ἀφεῖλεν, εἰ μὴ ἄρα δεῖ λέγειν ὅτι τοῦ μὲν ἡλίου τὰς τέτταρας ἀφεῖλεν,
10ἃς αὐτὸς προστέθεικεν ἀνελιττούσας, καὶ ἀμφοτέρων, ἃς ὁ Κάλλιππος, καὶ οὕτως ὀκτὼ τῶν ἀφαιρεθεισῶν οὐσῶν ἀπὸ τῶν πεντήκοντα καὶ πέντε, αἱ λοιπαί εἰσιν ἑπτὰ καὶ τετταράκοντα, καὶ οὕτω συμβαίνει εἶναι ὃν Ἀριστο‐ τέλης φησὶν ἀριθμόν· ἢ ὥς φησιν ὁ Σωσιγένης ἐπιστήσας, βέλτιον εἶναί φησι λέγειν τοῦ ἀριθμοῦ παρόραμα νομίζειν τοῖς γράφουσι γεγονέναι, ἢ
15τὰς αὐτὰς ἑβδόμας καὶ ὀγδόας σφαίρας ποιεῖν. p. 1074a14 Τὸ μὲν οὖν πλῆθος τῶν σφαιρῶν ἔστω τοσοῦτον, ὥστε καὶ τὰς οὐσίας καὶ τὰς ἀρχὰς τὰς ἀκινήτους. Ἱστορήσας τὸ πλῆθος τῶν σφαιρῶν καὶ εἰπὼν ὡς κατὰ μὲν τὸν Εὔ‐ δοξόν εἰσιν αἱ πᾶσαι σφαῖραι εἴκοσι καὶ ἕξ, κατὰ δὲ Κάλλιππον τριάκοντα
20καὶ τρεῖς, κατὰ δὲ τὴν αὐτοῦ παρατήρησιν πεντήκοντα καὶ πέντε, ἔχων δὲ καὶ δεδειγμένον ὅτι ἡ μία καὶ ἁπλῆ καὶ ἀίδιος κίνησις ὑφ’ ἑνὸς καὶ ἁπλοῦ καὶ ἀμεροῦς κινητικοῦ γίνεται, θαρρούντως ἀποφαίνεται ὅτι ὅσον τυγχάνει ὂν τὸ τῶν σφαιρῶν καὶ αἰσθητῶν οὐσιῶν πλῆθος, τοσαύτας εὔλογον ὑπολαβεῖν καὶ τὰς οὐσίας καὶ τὰς ἀρχὰς τὰς ἀκινήτους. ἐπεὶ δὲ
25ἱστόρησε μόνον, οὐ μὴν καὶ ἀπέδειξεν ὅτι αἱ σφαῖραι πεντήκοντα καὶ πέντε εἰσὶ καὶ εἶπεν ὅτι εὔλογον τὸ τὰς ἀκινήτους οὐσίας τοσαύτας ὑπολαβεῖν, ἐπάγει τὸ γὰρ ἀναγκαῖον ἀφείσθω τοῖς ἰσχυροτέροις λέγειν, ὡς ἂν εἰ ἔλεγεν ‘ἡμεῖς μὲν τὰς σφαίρας πεντήκοντα καὶ πέντε ἱστορήσαντες οὔ φαμεν ὅτι ἀναγκαῖον τοσαύτας εἶναι· εἰ δέ τινες ἰσχυρότερον καὶ κρεῖτ‐
30τον ἡμῶν εἴποιεν, ἐκεῖνοι τὸ ἀναγκαῖον προσθέτωσαν, ἀλλ’ οὐ τὸ εὔλογον ὡς ἡμεῖσ‘, φιλοσόφως πάντως ταῦτα λέγων. ἀλλὰ τίνα τὰ τῶν σφαιρῶν ποιητικὰ αἴτια, ἃ νῦν παραδίδωσι; πότερον αἱ ψυχαὶ καὶ τὰ εἴδη αὐτῶν; ἢ οὐ τὰς τούτων ψυχάς φησιν, ἐπεὶ οὐχ αὗται θεοί; αὗται γὰρ εἴδη οὖ‐ σαι τῶν σφαιρῶν ἐν αὐταῖς εἰσι, καὶ κινοῦσιν αὐτὰς κύκλῳ διὰ μέσης τῆς
35φύσεως μιᾶς οὔσης καὶ τῆς αὐτῆς κινήσεως (οὐ γὰρ ἄλλη ἡ τῆς ψυχῆς καὶ ἄλλη ἡ τῆς φύσεως κίνησις), καὶ ἔχουσιν ἀπὸ μὲν τῆς φύσεως αἱ σφαῖραι τὴν αὐτοφυᾶ καὶ ἀβίαστον καὶ κατ’ αὐτὸ τὸ εἶδος ἐπιτηδειότητα
πρὸς τὸ κινεῖσθαι, ἀπὸ δὲ τῆς ψυχῆς τὴν μεταβατικὴν ἐνέργειαν, πρὸς ἣν706
in Metaph
.

707

πεφύκασι διὰ τὴν φύσιν. οὐ τὰς τούτων οὖν ψυχὰς λέγει, ἀλλ’ ἑτέρας οὐσίας ἀσωμάτους καὶ χωρὶς σώματος, ὑφειμένας μὲν τοῦ πρώτου νοῦ ὅσον αἱ σφαῖραι, εἰ χρὴ λέγειν, τῆς ἀπλανοῦς, ὑπερτέρας δὲ τῶν ψυχῶν τῶν σφαιρῶν· ὥστε αἱ σφαῖραι ὑπὸ μὲν τῶν οἰκείων ψυχῶν κινοῦνται,
5ὥσπερ εἴρηται, ὑπὸ δὲ τῶν τοιούτων θεῶν, ὡς ἡ ἀπλανὴς ὑπὸ τοῦ πρώ‐ του νοός. κινεῖται δὲ ἡ ἀπλανὴς ὑπὸ τοῦ πρώτου κινητικοῦ τὴν ἐπ’ ἄπειρον κίνησιν· οὐ γάρ ἐστιν ἡ ψυχὴ τῆς ἀπλανοῦς αἰτία τοῦ ἐπ’ ἄπει‐ ρον κινεῖσθαι, οὐδ’ ὑπ’ αὐτῆς τοῦτο ἔχει, ἀλλ’ ὑπὸ τοῦ πρώτου κινητικοῦ. ὥσπερ γὰρ τὴν κίνησιν ἀπὸ ψυχῆς ἔχει, ὥσπερ εἴρηται, οὕτω τὸ ἐπ’
10ἄπειρον καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως καὶ περὶ τὰ αὐτὰ καὶ ἐν τῷ αὐτῷ καὶ ὅσα τοιαῦτα ἀπὸ τῆς ἀκινήτου νοερᾶς αἰτίας ἐφήκει τῷ οὐρανῷ. ὡς οὖν ὁ οὐρανὸς ὑπὸ τοῦ πρώτου κινεῖται κινητικοῦ, οὕτω καὶ αἱ πλανώ‐ μεναι σφαῖραι ὑπὸ τῶν οἰκείων κινητικῶν, τελειουμένων καθ’ ἑκάστην καὶ ἀγαθυνομένων ὑπὸ τοῦ πρώτου κινητικοῦ, ἄλλα μὲν μᾶλλον ἄλλα δὲ ἧττον,
15τὰ μὲν τῆς Κρονιακῆς σφαίρας μᾶλλον, τὰ δὲ τῆς ἡλίου ἧττον, καὶ τὰ λοιπὰ ὁμοίως. λέγονται δὲ καὶ τὰ τοιαῦτα κινητικὰ αἴτια ἄριστα, οὐχ ὡς τὸ πρῶτον καὶ οὗ ταῦτα ἐξήρτηται (ἐκεῖνο μὲν γὰρ ἀνενδεὲς τῶν ἑαυτοῦ καλῶν ὑπέρπληρες, ταῦτα δὲ ἐπιστρέφεται πρὸς ἐκεῖνο καὶ τῆς ἐκείνου πλη‐ ροῦται ἀγαθοδοσίας), ἀλλὰ λέγεται ἄριστα ὡς πρὸς τὰς σφαίρας ἃς κινοῦ‐
20σιν· ὡς γὰρ ἀρίστων τούτων ἐφίενται· οὗ γάρ τι ἐφίεται, ὡς ἀρίστου τού‐ του ἐρᾷ. ὥστε ὁ πολυτίμητος νοῦς ἁπλῶς λέγεται ἄριστον, ὡς καὶ ὁ πρῶ‐ τος οὐρανὸς ἁπλῶς μέγας· ταῦτα δὲ λέγεται ἄριστα ὡς πρὸς τὰς ὑπ’ αὐτῶν κινουμένας σφαίρας, ὥσπερ καὶ τοδὶ τὸ μέγεθος λέγεται μέγα ἢ μεῖζον, οἷον φέρε τὸ δεκάπηχυ οὐχ ἁπλῶς ἀλλὰ πρὸς τοδὶ τὸ δίπηχυ ἢ πεντά‐
25πηχυ. p. 1074a17 Εἰ δὲ μηδεμίαν οἷόν τε εἶναι φορὰν μὴ συντείνουσαν πρὸς ἄστρου φοράν. Εἰπὼν ὅτι ὅσα ἐστὶ τὰ κινούμενα, τοσαῦτα καὶ τὰ κινοῦντα εἶναι εὔ‐ λογον ὑπολαβεῖν, ἐπειδή τις ἔμελλε λέγειν ὅτι ‘καὶ τί κωλύει εἶναί τινας
30οὐσίας ἀσωμάτους καὶ καθ’ αὑτάς, μηδὲν δὲ κινούσας; εἰ δὲ τοῦτο ἐν‐ δέχεται, οὐκ εὔλογον, ὅσα ἐστὶ τὰ κινούμενα, τοσαύτας εἶναι καὶ τὰς ἀσω‐ μάτους οὐσίας, καὶ οὔτε πλείους οὔτε ἐλάττουσ‘, ταύτην δυναμένην τὴν ἔνστασιν πρὸς τὸν λόγον φέρεσθαι λύει λέγων· εἰ δὴ πᾶν τὸ τετευχὸς τοῦ ἀρίστου τέλος καὶ αὐτὸ τοῦτο ἄριστον καὶ ἐφετὸν ὄν (πᾶς γὰρ θεὸς ἄρι‐
35στος καὶ εἰ μὴ ὡς ὁ πρῶτος), τούτου ἀνάγκη τι ἐφίεσθαι· πᾶν γὰρ ἐφε‐ τὸν ἐφιεμένου τινός ἐστιν ἐφετόν. εἴπερ οὖν εἰσι καὶ ἄλλαι τινὲς οὐσίαι ἄρισται, πᾶν δὲ ἄριστον ἐφετόν, ἐφετὰς ἀνάγκη αὐτὰς εἶναι· εἰ δὲ τοῦτο,
ἀνάγκη καὶ τὰ ἐφιέμενα αὐτῶν εἶναι καὶ κινεῖσθαι δι’ αὐτάς. ἀλλ’ εἴπερ707
in Metaph
.

708

εἰσὶ τὰ κινούμενα, ἔσονται καὶ κινήσεις· οὐδὲν γὰρ κινούμενον ἄνευ κινή‐ σεως. ἀλλὰ μὴν κινήσεις παρὰ τὰς πεντήκοντα καὶ πέντε οὔκ εἰσιν, οὐδὲ κινούμενα ἄρα παρὰ ταῦτα, οὐδὲ κινητικὰ ἄρα. προάγει δὲ τὸν λόγον ὑπο‐ θετικῶς λέγων εἰ δὲ μηδεμίαν οἷόν τ’ εἶναι φορὰν μὴ συντείνουσαν
5πρὸς ἄστρου φοράν, καὶ προσυπακουστέον τοῦ οὐκ ἂν εἴη κίνησις ἄλλη· εἰ γὰρ ἔσται, μάτην ἔσται. καὶ ἔστι τὸ λεγόμενον κατασκευαστικὸν τοῦ οὐκ ἔστιν ἄλλη κίνησις παρὰ τὰς εἰρημένας· εἰ δὲ τοῦτο, οὐδὲ κινούμενα, ὥστε οὐδὲ κινοῦντα. εἰ οὖν μὴ ἔστι τις φορὰ μὴ συντείνουσα πρὸς ἄστρου φοράν (καὶ γὰρ καὶ αἱ τῶν φερουσῶν τοὺς ἀστέρας σφαιρῶν φοραὶ καὶ αἱ
10τῶν ἀνελιττουσῶν πρὸς τὰς τῶν ἄστρων φορὰς συντελοῦσι), πᾶσαι δὲ αἱ συντείνουσαι κινήσεις πρὸς τὰς τῶν ἄστρων φοράς εἰσι καὶ οὐδεμία λείπει, οὐκ ἔστιν ἄλλη κίνησις παρ’ αὐτάς. εἰ γὰρ ἔστι, μάτην ἔσται, οὐδὲν δὲ μάτην οὔθ’ ὁ θεὸς οὔθ’ ἡ φύσις ποιεῖ. εἰ δὲ μὴ κίνησίς ἐστιν ἄλλη, οὐδὲ κινούμενον οὐδὲ κινοῦν· ὥστε τὸ μὲν τοιοῦτον ἐπιχείρημα ἐκ τοῦ μὴ
15εἶναι ἄλλην κίνησιν δεῖξαι συναπέδειξεν ὅτι οὐδὲ ἄλλη οὐσία. τὸ δὲ ἔτι δὲ πᾶσαν φύσιν καὶ πᾶσαν οὐσίαν ἀπαθῆ καὶ καθ’ αὑτὴν προη‐ γουμένως ἐστὶ δεικτικὸν τοῦ μὴ εἶναι ἄλλας οὐσίας. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. ἔτι εἰ πᾶσαν φύσιν καὶ οὐσίαν ἀπαθῆ καὶ καθ’ αὑτὴν ἤτοι ἀσώ‐ ματον τοιαύτην εἶναι χρὴ ἡμᾶς νομίζειν, ἤτοι ἀρίστην καὶ ἐφετὴν καὶ τε‐
20λικὴν αἰτίαν, οὐδεμία ἂν εἴη παρὰ τὰς εἰρημένας κινητικὰς αἰτίας ἑτέρα φύσις, ἀλλ’ ἀνάγκη πεντήκοντα εἶναι καὶ πέντε μὴ συναριθμουμένου καὶ τοῦ πρώτου αἰτίου· εἰ γάρ εἰσιν ἕτεραι οὐσίαι παρὰ ταύτας, κινοῖεν ἄν, ἐπειδὴ ἀνάγκη τελικὰ αἴτια καὶ ἐφετὰ εἶναι αὐτάς· τούτου γάρ ἐστι δεικ‐ τικὸν τὸ ὡς τέλος οὖσαι φορᾶς. τὸ γὰρ ἐφετὸν τέλος ἐστὶ τῆς δι’
25αὐτὸ γινομένης φορᾶς ἢ ὅλως κινήσεως. ἀλλ’ ἀδύνατον ἄλλας εἶναι φορὰς παρὰ τὰς εἰρημένας. καὶ τοῦ ἀδύνατον καὶ ἄλλας εἶναι τὴν αἰτίαν ἐπάγει. εἰ γὰρ ἔστι καὶ ἄλλη φορά, ἢ χάριν φερομένου σώματος ἔσται ἢ ἕνεκεν ἄλλης φορᾶς. ἀλλ’ εἴπερ ἐστὶν ἡ φορὰ χάριν φορᾶς, ἢ χάριν ἑαυτῆς ἔσται, οἷον ἡ βάδισις χάριν βαδίσεως, ὅπερ καταγέλαστον, ἢ χάριν ἄλλης, οἷον
30ἡ λεύκανσις χάριν γλυκάνσεως· εἰ δὲ τοῦτο, ἔσται καὶ ἡ γλύκανσις χάριν ἄλλης καὶ τοῦτο εἰς ἄπειρον. λείπεται δὴ εἰ ἔστι παρὰ τὰς εἰρημένας περιφορὰς ἄλλη, χάριν φερομένου σώματος εἶναι. ἀλλ’ αἱ συντελοῦσαι πρὸς τὰς τῶν φερομένων σωμάτων φορὰς πᾶσαί εἰσιν. οὐκ ἄρα ἔστιν ἑτέρα φορὰ παρὰ ταύτας, ὥστε οὐδὲ οὐσία ἄλλη τις ἀκίνητος καὶ ἀσώ‐
35ματος πλὴν ὅσας εἴπομεν. καὶ τὰ μὲν λεγόμενα οἶμαι τοιαῦτα. τὸ δὲ κατὰ τὴν λέξιν τὴν τέλος ἔσται πάσης φορᾶς τῶν φερομένων τι θείων σωμάτων κατὰ τὸν οὐρανόν, ἴσον ἐστὶ τῷ πᾶσα ἐγκύκλιος φορὰ τέλος ἔχει ἄστρον τι καὶ ἕνεκεν ἐκείνου γίνεται· οὗ γὰρ ἕνεκά τι
γίνεται, ἐκεῖνο τέλος ἐστὶ τοῦ δι’ ἐκεῖνο γινομένου.708
in Metaph
.

709

Ταῦτα εἰπὼν δείκνυσιν ὅτι ὁ οὐρανὸς καὶ ὁ κόσμος εἷς ἐστιν. ἀναγ‐ καῖον γὰρ ἦν τῷ δεδειχότι ὅτι τὸ πρῶτον αἴτιον ἕν ἐστι ζητεῖν, πότερον καὶ ἡ ὑπ’ αὐτοῦ παραγομένη καὶ ἀιδίως κινουμένη οὐσία μία ἐστὶν ἢ πολ‐ λαί. λέγει οὖν ὅτι εἰ μή ἐστιν εἷς ὁ κόσμος ἀλλὰ πλείους μὲν τῷ ἀριθ‐
5μῷ, ὡς Σωκράτης Πλάτων Καλλίας, εἷς δὲ τῷ εἴδει, ἔσονται καὶ ἄριστα καθ’ αὑτὰ καὶ κυρίως ἄριστα ὅσοι καὶ οἱ κόσμοι· τοῦ γὰρ ἑνὸς καὶ συν‐ εχῶς καὶ ἀιδίως κινουμένου δέδεικται ὅτι ἓν τὸ κινητικόν· ὥστε ἔσονται αἱ πρῶται ἀρχαὶ καὶ τὰ κυρίως ἄριστα πλείω μὲν τῷ ἀριθμῷ εἴδει δὲ τὰ αὐτά. καθὸ γὰρ ζῷα καὶ καθὸ ἀίδια καὶ καθὸ ἄριστα οὐδὲν ἂν δια‐
10φέροιεν, ὥσπερ οὐδὲ ὁ Σωκράτης καὶ ὁ Πλάτων καθὸ ἄνθρωποι· ὥστε ἔσονται ζῷα ἀίδια ἄριστα τῷ μὲν ἀριθμῷ πολλὰ τῷ δὲ εἴδει τὰ αὐτά. ἀλλὰ τὰ μὲν τῷ εἴδει τὰ αὐτὰ τῷ ἀριθμῷ δὲ ἕτερα παρὰ τῆς ὕλης τοῦτο ἔχει· ἡ γὰρ τῶν καθ’ ἕκαστα ἀνθρώπων πρὸς ἀλλήλους διαφορὰ παρὰ τῆς ὕλης τοῦτο ἔχει, ἐπεὶ τά γε εἴδη αὐτῶν καθ’ ἅ εἰσιν ἄνθρωποι ἢ ἵπποι
15οὐδεμίαν ἔχει διαφοράν. ἀλλὰ μὴν τὸ πρῶτον καὶ ἄριστον ἄυλον καὶ ἐνέρ‐ γεια ὂν ἐδείχθη· οὐκ ἄρα εἰσὶ πολλὰ ζῷα ἀίδια ἄριστα· ὥστε οὐδὲ κόσμοι πλείους. κατὰ δὲ τὴν λέξιν τὴν εἷς γὰρ λόγος καὶ ὁ αὐτὸς πολλῶν, οἷον ἀνθρώπου, τὸ εἷς ἀντὶ τοῦ ἕτερος γὰρ ὁ λόγος τοῦ ἀνθρώπου καθὸ ἄνθρωπος· ὁ δὲ Σωκράτης εἷς, ἤτοι καὶ ὁ Σωκράτους καθὸ Σωκράτης
20ἕτερος. εἰ δὲ τοῦτο, εἴπερ εἰσὶ τὰ πρῶτα αἴτια πολλά, ἕτερος ἔσται ἑνὸς ἑκάστου αὐτῶν ὁ λόγος καθὸ ἄτομα καὶ μερικά· ὥστε καὶ σύνθετα ἔσται καὶ ἔνυλα, καὶ ἕτερος ὁ λόγος τοῦ κοινῶς κατηγορουμένου αὐτῶν εἴδους, ὅπερ ἀδύνατον. τὸ δὲ τὸ δὲ τί ἦν εἶναι οὐκ ἔχει ὕλην τὸ πρῶτον ἀντὶ τοῦ τὸ δὲ πρῶτον τί ἦν εἶναι, ἤτοι τὸ πρῶτον εἶδος καὶ ὁ λόγος καὶ
25ἡ ἐνέργεια, αὐτό φημι τὸ ζῷον ἀίδιον ἄριστον, οὐκ ἔχει ὕλην. p. 1074a38 Παραδέδοται δὲ παρὰ τῶν ἀρχαίων καὶ παμπαλαίων ἐν μύθου σχήματι. Δείξας ὅτι εἰσὶ θεοὶ καὶ τοσοῦτοι ὅσαι αἱ σφαῖραι, ἐξηρτημένοι τῆς θειοτάτης καὶ ἀρίστης οὐσίας καὶ ὑπ’ ἐκείνην ὄντες καὶ ἐκεῖθεν τὸ ἄριστοι
30εἶναί τε καὶ λέγεσθαι ἔχοντες, λέγει ὅτι οὐ μόνον ἡμεῖς ταύτην περὶ τού‐ των τὴν ἔννοιαν ἔχομεν, ἀλλὰ παρὰ τῶν ἀρχαίων καὶ παμπαλαίων παρειλήφαμεν ἐν μύθου σχήματι ὅτι εἰσὶ θεοί, οὐχ ἑτέρους τινὰς διὰ τῶν μύθων αἰνιττόμενοι, ἀλλὰ τούτους οὓς ἡμεῖς φαμεν. εἰσὶν οὖν θεοὶ καὶ θεῖον πλῆθος περιέχον τὴν ὅλην φύσιν καὶ τὸν ἅπαντα κόσμον· οὐ σωμα‐
35τικῶς δὲ περιέχει ὡς ὁ μέδιμνος τοὺς ἐν αὐτῷ πυρούς (ἀμερὲς γὰρ πᾶν τὸ θεῖον), ἀλλ’ ὡς κυβερνῶν καὶ ἀγαθῦνον καὶ τὴν ὡς ἔχει τάξιν καὶ εὐ‐ κοσμίαν ἀεὶ παράγον. εἰπὼν δὲ ὅτι ἐν μύθου σχήματι καταλελειμμένα, τὴν αἰτίαν τοῦ πῶς μυθικῶς περὶ θεῶν ἔλεγον ἐπάγει τὰ λοιπὰ μυθι‐
κῶς προῆκται πρὸς τὴν πειθὼ τῶν πολλῶν, δυνάμει λέγων ὅτι μόνον709
in Metaph
.

710

τοῦτο σαφῶς ἀποφηνάμενοι, ὥς εἰσι θεοί, τὰ λοιπὰ ὅσα περὶ αὐτῶν εἶπον, οἷον ὅτι ὁ Κρόνος καὶ ἡ Ῥέα ἐγέννησε τὸν Δία καὶ τὰ λοιπά, μυθικῶς εἰρήκασι πρὸς τὸ πεῖσαι τοὺς πολλοὺς καὶ πρὸς τὸ χρῆσθαι νόμοις, καὶ ὅλως πρὸς τὸ συμφέρον τοῦ ἀνθρωπείου βίου μυθικῶς ταῦτα ἀπεφήναντο.
5σοφοὶ γὰρ ὄντες καὶ γινώσκοντες ὅτι αἱ πανηγύρεις καὶ τὰ συμπόσια ἐξη‐ μεροῖ τοὺς ἀνθρώπους καὶ ἑνοῖ καὶ φιλεῖν ἀλλήλους καὶ ὑπὲρ ἀλλήλων ἀποθνήσκειν ποιεῖ, ταῦτα δὲ συνίστησι τὰς πόλεις, τὸ δὲ μονοῦσθαι ἀπο‐ θηριοῖ καὶ διασχίζει καὶ ἀναιρεῖν ἀλλήλους παρασκευάζει, καὶ διὰ τοῦτο βουληθέντες συστῆσαι τὰς πανηγύρεις καὶ τὰ συμπόσια, μύθους ἐπλάσαντο,
10οἷον ὅτι τήμερον ὁ Ζεὺς ἐκ τῆς Ῥέας ἐγεννήθη, καὶ διὰ τοῦτο δεῖ πάντας ἀθροισθῆναι καὶ ἑορτάσαι τὴν γενέθλιον ἡμέραν τοῦ θεοῦ καὶ συνεστια‐ θῆναι. ἀλλὰ καὶ ἀνθρωποειδεῖς αὐτοὺς ποιήσαντες οὐδὲ τοῦτο μάτην πε‐ ποιήκεσαν ἀλλὰ πρὸς τὸ συμφέρον τῶν πολλῶν· βουλόμενοι γὰρ ἀποτρέψαι τοὺς ἀνθρώπους ἀπὸ τοῦ τύπτειν ἀλλήλους πεποιήκασι τοὺς θεοὺς ἀνθρω‐
15ποειδεῖς, αἰνιττόμενοι διὰ τούτου ὅτι ὁ τύπτων ἄνθρωπον τὸ θεῖον εἶδος τύπτει καὶ περιυβρίζει. καὶ οὐ μόνον ἀνθρωποειδεῖς αὐτοὺς ποιοῦσιν, ἀλλὰ πρὸς περισσοτέραν ὠφέλειαν τοῦ ἀνθρωπείου γένους ποιοῦσι τοὺς θεοὺς ὁμοίους καὶ τῶν ἄλλων ζῴων τισίν. ἐπειδὴ γὰρ ἡ τῶν Αἰγυπτίων χώρα πάνυ πολὺ πλῆθος ὄφεων ἀναδίδωσιν ὡς οὐδεμία ἄλλη βλάβη βλάπτον τοὺς
20ἐκεῖσε οἰκοῦντας, ὧν ἡ φύσις καὶ ὁ θεὸς προνοουμένη ἀνῆκε τὰς καλου‐ μένας ἴβεις φονευτρίας τῶν ὄφεων, βουλόμενοι οἱ ἐκεῖσε σοφοὶ ἀποτρέψαι τοὺς Αἰγυπτίους τοῦ φονεύειν τὰς ἴβεις (ἐφόνευον γὰρ αὐτάς τινες, καὶ ταῦτα σωτείρας οὔσας τοῦ τῶν Αἰγυπτίων γένους) τεθείκασι νόμον παρα‐ κελευόμενον μηδενὶ ἐξεῖναι Αἰγυπτίων φονεύειν ἶβιν. διὰ τί, φησίν· ὅτι οἱ
25θεοὶ οἷς ἂν φανεῖεν ἐν εἴδει ἴβεων φαίνονται. ν, φησὶν ὁ Ἀριστοτέλης, τούτων πάντων τῶν περὶ θεῶν μυθικῶς λεγομένων εἴ τις χωρίσας τὸ πρῶτον ῥηθὲν λάβοι, ὅτι ἃς ἡμεῖς πρώτας οὐσίας καὶ θεούς φαμεν, ταύτας καὶ ἐκεῖνοι θεοὺς ἐνόμιζον, θείως ἂν εἰρῆσθαι νομίσειεν. καὶ ὥσπερ κατὰ τὸ εἰκὸς πολλάκις ὑπὸ κατακλυσμῶν τεχνῶν καὶ ἐπιστημῶν
30φθαρεισῶν λείψανά τινα κατελείπετο, ἐξ ὧν πάλιν ὡς δυνατὸν αἱ τέχναι καὶ ἐπιστῆμαι εὕρηνται, οὕτω καὶ τῆς δόξης, ἣν εἶχον περὶ τῶν θεῶν οἱ παμπάλαιοι ἄνθρωποι (εἶχον δὲ δόξαν ὅτι εἰσὶ θεοί), ταύτης δὴ τῆς δόξης μέχρι τοῦ νῦν περισώζεται λείψανά τινα. ἀλλ’ ἀπὸ τῶν τοιούτων, φησί, λειψάνων καὶ τῆς πατρίου ὑπολήψεως τοῦτο μόνον ἐστὶν ἡμῖν δῆλον, ὅτι
35καὶ ἐκεῖνοι θεοὺς εἶναι ᾤοντο. Τὰ δὲ περὶ τὸν πολυτίμητον καὶ πρῶτον νοῦν ἔχει, φησί, τινὰς ἀπορίας. ὅτι μὲν γὰρ ὁ τοιοῦτος νοῦς τὸ θειότατον πάντων ἐστὶ καὶ τὸ ἄριστον φανερόν· πῶς δὲ ἔχον καὶ διάγον ἄριστόν ἐστιν ἔχει τινὰς δυ‐ σκολίας. καὶ δείκνυσιν ἐκ διαιρέσεως τὴν δυσκολίαν. πότερον, φησί,
40νοεῖ ἢ οὐ νοεῖ; εἰ γὰρ μὴ νοεῖ ἀλλ’ ἔχει ὡς ὁ καθεύδων, τί ἂν ἄλλο710
in Metaph
.

711

σεμνότερον ἔχοι; εἰ δὲ νοεῖ, πότερον ὅλος ὁ νοῦς καὶ καθ’ ὅλον ἑαυτὸν νοεῖ, ἢ μέρος τι αὐτοῦ νοεῖ μέρος δὲ οὐ νοεῖ; ὥσπερ ἐπὶ τῆς τοῦ ἀνθρώ‐ που ἔχει ψυχῆς· αὕτη γὰρ οὐχ ὅλη νοεῖ ἀλλὰ μέρος αὐτῆς ὁ καλούμενος νοῦς. εἰ οὖν οὕτω νοεῖ, οὐκ ἔστιν ὅλη ἡ οὐσία αὐτοῦ ἀρίστη, ἀλλ’ ἐκεῖνο
5καθ’ ὃ νοεῖ, ὥσπερ οὐδὲ ἡ τοῦ ἀνθρώπου πᾶσα ψυχὴ τιμία, ἀλλ’ ὁ νοῦς καὶ τὸ λογικὸν μέρος καθ’ ὃ καὶ νοοῦμεν. ἀλλ’ ἄτοπον τὸ μὴ πᾶσαν αὐ‐ τοῦ τὴν οὐσίαν ἀρίστην εἶναι. εἴτε νοε, φησί, τούτου δὲ ἄλλο κύ‐ ριον, τουτέστιν, εἴτε νοεῖ, μὴ ὅλη δὲ ἡ οὐσία αὐτοῦ νοῦς ἐστιν, ἀλλὰ τούτου ἤτοι τοῦ νοεῖν ἄλλο ἐστὶ κύριον, ὥσπερ καὶ ἐφ’ ἡμῖν (οὐ γὰρ ἡ
10ψυχὴ αἰτία καὶ κυρία τοῦ νοεῖν ἡμᾶς ἀλλ’ ὁ νοῦς), εἰ δὴ ἄλλο ἐστὶ τὸ κύριον τοῦ νοεῖν τὸν νοῦν (οὐ γάρ ἐστι τοῦτο αὐτοῦ ἡ οὐσία ἡ νόησις, τουτέστιν οὐ γὰρ ἐνδέχεται εἶναι τὴν οὐσίαν αὐτοῦ νόησιν καὶ νοῦν, εἴπερ μὴ ὅλη ἡ οὐσία αὐτοῦ νοεῖ, ἀλλὰ μέρος τι), οὐκ ἂν εἴη ἡ οὐσία αὐτοῦ ἡ ἀρίστη, ἀλλ’ ἐκεῖνο ἔσται τὸ ἄριστον καθ’ ὃ νοεῖ. καὶ ἔστιν ἡ συνα‐
15γωγὴ τοῦ λόγου τοιαύτη. εἰ μηθὲν νοεῖ ὁ νοῦς, τί ἂν ἄλλο σεμνότερον ἔχοι· οὐθὲν γάρ ἐστι σεμνότερον νοήσεως καὶ θεωρίας. εἰ δὲ νοεῖ μέν, μὴ ἔστι δὲ ἡ ὅλη οὐσία αὐτοῦ νόησις καὶ νοῦς, ἀλλὰ τοῦ νοεῖν αὐτὸν ἄλλο ἐστὶ κύριον (οὐδὲ γὰρ ἐνδέχεται πᾶσαν τὴν οὐσίαν αὐτοῦ νοῦν εἶναι, εἴπερ μὴ ὅλος νοεῖ ἀλλὰ κατά τι), εἰ δὴ ταῦθ’ οὕτως ἔχει, οὐκ ἂν εἴη
20ὁ πρῶτος νοῦς ἡ ἀρίστη οὐσία, ὅπερ ἀδύνατον. ἀδύνατον ἄρα καὶ ᾧ τοῦτο ἠκολούθησε, τοῦτο δὲ ἦν τὸ μὴ ὅλον νοεῖν καὶ ὅλην τὴν οὐσίαν αὐτοῦ νοῦν εἶναι. ἔτι, φησίν, εἰ ὅλη αὐτοῦ ἡ οὐσία, ὡς δέδεικται, νοεῖ καὶ ἔστιν ἢ νοῦς ἢ νόησις, τί νοεῖ; ἢ γὰρ αὐτὸς ἑαυτὸν νοεῖ ἢ ἕτερόν τι. καὶ εἰ ἕτερον, ἢ ἀεὶ τὸ αὐτὸ νοεῖ, ἢ νῦν μὲν ἕτερον ἄλλοτε δὲ ἄλλο· καὶ
25εἰ ἄλλοτε ἄλλο, πότερον πάντα ἀγαθά ἐστιν ἃ κατ’ ἄλλους καὶ ἄλλους χρόνους νοεῖ, ἢ δεῖ τίθεσθαι ὅτι καὶ τὰ τυχόντα καὶ φαῦλα νοεῖ, καὶ οὐ‐ δὲν διαφέρει εἴτε φαῦλα νοεῖ εἴτε καὶ τἀναντία τούτοις; δεῖ οὖν ταῦτα τί‐ θεσθαι, ἢ χρὴ λέγειν ὅτι ὥσπερ ἐφ’ ἡμῖν ἄτοπόν ἐστι καὶ οὐθεὶς εὖ ζῶν ἀνέξεται διανοεῖσθαι περί τινων, οἷον περὶ τρόπου πορνείας πῶς ἂν
30εὖ πορνεύσειεν, οὕτως ἀσεβέστατόν ἐστι τὸ λέγειν ὅτι διανοεῖται ἡ θειο‐ τάτη καὶ ἀρίστη οὐσία φαῦλα καὶ τὰ τυχόντα. δῆλον οὖν ὅτι οὐδὲν φαῦ‐ λον νοεῖ, ἀλλὰ τὸ θειότατον καὶ τιμιώτατον νοεῖ. θειότατον δὲ καὶ τιμιώ‐ τατον αὐτός ἐστιν ὁ νοῦς· ἑαυτὸν ἄρα νοεῖ, καὶ οὐ μεταβάλλει ἐκ τοῦ ἑαυτὸν νοεῖν εἰς τὸ καὶ ἕτερόν τι νοῆσαι. εἰ γὰρ μεταβάλῃ ἐκ τῆς ἑαυ‐
35τοῦ περιωπῆς, ἢ κρεῖττόν τι πάντως νοήσει ἢ χεῖρον· οὐκ ἔστι δὲ κρεῖτ‐ τον αὐτοῦ τι· λείπεται δὴ τὸ χεῖρον. κίνησις δὲ τοῦτο καὶ ἔκστασις τῆς ἑαυτοῦ ἀρίστης διαγωγῆς. πίστις δὲ τούτου ἐκ τῶν τοῖς ἀνθρώποις συμ‐ βαινόντων. οἱ γὰρ ἀγαθοὶ ἄνθρωποι ὅταν φαῦλα νοῶσι, χείρονες ἑαυ‐ τῶν ἐκ τῆς τοιαύτης νοήσεως γίνονται· τούτου δὲ πίστις ὅτι μεταμέλονται,
40μεταμέλεται δέ τις ὅταν κακὸς γένηται. εἰπὼν δὲ ἀνωτέρω ὅτι ἡ οὐσία711
in Metaph
.

712

αὐτοῦ νοῦς ἐστι καὶ νόησις, νῦν αὐτὸ κατασκευάζει λέγων πρῶτον μὲν οὖν εἰ μὴ νόησις καὶ νοῦς ἐστιν ἡ οὐσία αὐτοῦ καὶ ἐν τούτῳ οὐσίωται, ἐν τῷ νοῦς καὶ νόησις εἶναι, ἀλλὰ δύναμις νοὸς καθ’ ἣν ὁ νοῦς δύναται νοεῖν (ἄλλο γὰρ νοῦς καὶ ἄλλο ἡ δύναμις αὐτοῦ, ὥσπερ ἄλλο μὲν τὸ χρῶμα
5καὶ ἄλλο ἡ δύναμις αὐτοῦ, καθ’ ἣν ὁρᾶσθαι δύναται), εἰ οὖν ἐστι δύναμις νοός, δέδεικται δὲ ὅτι συνεχῶς καὶ ἀεὶ νοεῖ, ἐπίπονον ἔσται τὸ συν‐ εχὲς τῆς νοήσεως αὐτ. εἰ μὲν γὰρ ἐν τῷ εἶναι νοῦς καὶ νόησις οὐσίωται, οὐκ ἔσται ἐπίπονον τὸ συνεχὲς τῆς νοήσεως αὐτῷ, ὥσπερ οὐδὲ τῷ ἀνθρώπῳ ἐπίπονόν ἐστι τὸ εἶναι ἄνθρωπον, ὅτι ἐν τῷ εἶναι ἄνθρωπος
10οὐσίωται· ἀλλ’ ἔστιν ἐπίπονον τῷ ἀνθρώπῳ τὸ συνεχῶς βαδίζειν διὰ τὸ μὴ ἐν τῷ βαδίζειν οὐσιῶσθαι. ὡς οὖν ἐπὶ τοῦ ἀνθρώπου, οὕτω καὶ ἐπὶ τοῦ πρώτου νοῦ ἕξει, καὶ οὐκ ἔσται ἐπίπονον αὐτῷ τὸ συνεχὲς τῆς νοή‐ σεως, εἰ νοῦς ἐστι καὶ νόησις. ἀλλὰ πῶς τῷ ἡμετέρῳ νῷ οὐσιωμένῳ ὄντι ἐν τῷ νοῦς εἶναι ἐπίπονόν ἐστι τὸ συνεχὲς τῆς νοήσεως; ἢ οὐκ ἔστιν
15ὁ ἡμέτερος νοῦς ἐνεργείᾳ νοῦς καὶ ἐνεργείᾳ ὡς ἐκεῖνος, ἀλλὰ δυνάμει. πρῶτον μὲν οὖν, φησίν, εἰ μὴ νοῦς ἐστιν ἀλλὰ δύναμις, ἐπίπονον ἕξει τὸ συνεχὲς τῆς νοήσεως. ἔπειτα οὐκ ἔσται αὐτὸς τὸ τίμιον, ἀλλ’ ἐκεῖνο ὃ νοῶν εἰς ἐνέργειαν ἀνάγεται δύναμις ὤν. τὸ γὰρ τελειοῦν καὶ εἰς ἐνέρ‐ γειαν ἀνάγον τὸ δυνάμει τιμιώτερον τοῦ τελειουμένου. τὸ δὲ καὶ γὰρ νο‐
20εῖν καὶ νόησις ὑπάρξει καὶ τὸ χείριστον νοοῦντι οἶμαι ἐλλιπῶς ἀπηγγέλθαι ὥστε λείπειν τὸ ἔτι, ἵν’ ᾖ ἀρχὴ ἄλλου ἐπιχειρήματος, ὅτι τὸ πρῶτον αἴτιον οὐκ ἔστι δύναμις. ὥστε τὸ καὶ γὰρ κατ’ ἐμὴν γνώμην ἴσον ἐστὶ τῷ ἔτι, ὡς εἶναι τὸ πᾶν τοιοῦτον. ἔτι νοεῖν καὶ ἡ νόησις ὑπάρξει καὶ τὸ χείριστον νοοῦντι. πρόεισι δὲ ἡ δεῖξις ἐπὶ ἀξιώματι
25τῷ τῶν ἐναντίων ἡ αὐτὴ δύναμις. εἴη ἂν οὖν λέγων ‘ἔτι εἰ μή ἐστιν ἡ οὐσία αὐτοῦ νόησις καὶ νοῦς ἀλλὰ δύναμις, ἡ δὲ αὐτὴ καὶ μία δύναμίς ἐστι τῶν ἐναντίων, τῷ πρώτῳ αἰτίῳ νοοῦντι τὰ κάλλιστα ὑπάρξει αὐτῷ ἡ νόησις ἤτοι καὶ τὸ νοεῖν τὰ χείριστα, ὅπερ ἄτοπον. ὥστε εἰ τὸ νοεῖν τὰ χείριστα φευκτόν (κρεῖττον γὰρ τὸ μὴ νοεῖν αὐτά, ὥσπερ καὶ τὸ μὴ ὁρᾶν
30τὰ αἰσχρότατα κρεῖττον τοῦ ὁρᾶν), ἐπεὶ οὖν ἐκ τοῦ λέγειν τὸ πρῶτον αἴτιον δύναμιν συνάγεται τὸ νοεῖν αὐτὸ τὰ φαῦλα, τοῦτο δὲ ἀσεβές, οὐκ ἂν εἴη ἡ πρώτη καὶ θειοτάτη καὶ ἀρίστη οὐσία δύναμις.‘ τὸ γὰρ οὐκ ἂν εἴη τὸ θειότατον καὶ ἄριστον ἡ νόησις τὸ ἡ νόησις ἀντὶ τοῦ δύναμις νῦν εἴληπται. νοῦς ἄρα ἐστὶ καὶ οὐ δύναμις, καὶ νοεῖ ἑαυτὸν ὡς ἄριστον. εἰ
35δὴ νόησις ὢν ἑαυτόν, ἤτοι τὴν νόησιν, νοεῖ, καὶ ἔστιν ἡ νόησις νοήσεως, ἤτοι αὐτὸς τὸ νοοῦν αὐτὸς τὸ νοούμενον. p. 1074b35 Φαίνεται δ’ ἀεὶ ἄλλου ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις καὶ ἡ δόξα καὶ ἡ διάνοια, ἑαυτῆς δὲ ἐν παρέργ.
Εἰπὼν ὅτι τὸ ἄριστον καὶ θειότατον νόησίς ἐστιν, ἐπειδὴ ὡς ἔχει ἡ712
in Metaph
.

713

αἴσθησις καὶ ἡ ἐπιστήμη πρὸς τὰ αἰσθητὰ καὶ ἐπιστητά, οὕτως ἀνάγκη ἔχειν καὶ τὴν νόησιν πρὸς τὰ νοητά, συνεῖδεν ἐκ τούτου ἔνστασιν δυνα‐ μένην λέγεσθαι πρὸς τὰ ῥηθέντα τοιαύτην. εἴπερ ἡ ἐπιστήμη ἑτέρου ἐστὶ καὶ οὐχ ἑαυτῆς (ἡ γὰρ ἰατρικὴ ὑγιείας ἐστὶ καὶ οὐχ ἑαυτῆς· ἀεὶ γὰρ τὴν
5ὑγίειαν θεωρεῖ τίς ἐστι καὶ πῶς ἂν γένοιτο, κατὰ συμβεβηκὸς δὲ καὶ ποτὲ ἑαυτὴν θεωρεῖ, οἷον ὅτι ἰατρική ἐστι τέχνη ὑγιεινῶν καὶ νοσωδῶν καὶ οὐδετέρων), ὁμοίως καὶ ἡ αἴσθησις τῶν αἰσθητῶν ἐστι καὶ ἡ δόξα τῶν δοξαστῶν· ὡς οὖν ἐπὶ τούτων, εἰ ἔστι καὶ τὸ θειότατον καὶ ἄριστον αἴτιον νόησις, ἑτέρου ἂν εἴη καὶ οὐχ ἑαυτοῦ. ταύτῃ τῇ ἀπορίᾳ ἐπισυνάπτει καὶ
10ἄλλην καὶ διὰ τῆς προτέρας λύει τὴν δευτέραν. ἔστι δὲ ἡ δευτέρα ἀπορία τοιαύτη. εἰ ἄλλο ἐστὶ τὸ νοεῖν καὶ ἄλλο τὸ νοεῖσθαι (νοεῖν μὲν γάρ ἐστι κατάληψις ἄπταιστος τοῦ νοητοῦ, νοεῖσθαι δὲ τὸ καταλαμβάνεσθαι τὸ νοούμενον ὑπὸ τοῦ νοοῦντος), ὁ δὲ πρῶτος νοῦς αὐτός ἐστι τὸ νοοῦν, αὐτὸς τὸ νοούμενον, κατὰ πότερον αὐτῷ τὸ εὖ καὶ τὸ ἄριστον, κατὰ
15τὸ νοεῖν ἢ κατὰ τὸ νοεῖσθαι; οὐ γάρ ἐστι ταὐτὸν τὸ εἶναι νοήσει καὶ νοουμέν, τουτέστιν οὐκ ἔστι ταὐτὸν τὸ νοεῖν καὶ νοεῖσθαι, ὥστε συμ‐ βαίνει εἶναι εὔλογον τὴν ζήτησιν. ταῦτα εἰπὼν λύει τὴν προτέραν ἀπορίαν λέγων π’ ἐνίων ἡ ἐπιστήμη καὶ τὸ ἐπιστητὸν ταὐτόν ἐστιν. ἡ γὰρ οἰ‐ κοδομικὴ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ τῆς οἰκίας εἶδος, καὶ ἡ ἰατρικὴ ὁμοίως τὸ
20τῆς ὑγείας εἶδος. εἰ δὲ τοῦτο, καὶ τὸ θειότατον καὶ ἄριστον εἰ ἔστι νόησις, ἡ αὐτὴ ἔσται τῷ νοουμένῳ. τὸ δὲ π’ ἐνίων πρόσκειται διὰ τὰ σύνθετα· οὐ γάρ ἐστιν ἡ οἰκοδομικὴ ἡ αὐτὴ πάσῃ οἰκίᾳ, οἷον τῇδε τῇ μερικῇ τῇ ἐκ λίθων καὶ ξύλων, ἀλλὰ τῷ εἴδει αὐτῆς τῷ χωρὶς ὕλης νοουμένῳ. ὥστε ἐκ τούτου λύεται καὶ ἡ δευτέρα ἀπορία, ἣν καὶ σιγῇ
25παρῆλθεν ὡς προφανοῦς οὔσης τῆς λύσεως αὐτῆς. εἰ γὰρ ἡ νόησις καὶ τὸ νοούμενον αὐτός ἐστιν ὁ πρῶτος νοῦς, κατ’ ἄμφω ὑπάρξει αὐτῷ τὸ εὖ, κατὰ τὸ νοεῖν καὶ κατὰ τὸ νοεῖσθαι. π’ ἐνίων οὖν, φησίν, ἡ ἐπιστήμη ἐστὶ τὸ πρᾶγμα καὶ τὸ ἐπιστητόν· καὶ ποῖόν ἐστι τὸ ἐπιστητὸν τὸ τῇ ἐπιστήμῃ ταὐτὸν ἐπάγει ἐπὶ μὲν τῶν ποιητικῶν ἄνευ ὕλης ἡ οὐσία,
30τουτέστιν ἡ οὐσία καὶ τὸ εἶδος τὸ ἄνευ ὕλης ταὐτόν ἐστι τῇ ἐπιστήμῃ. ποιητικὰς δὲ ἐπιστήμας καταχρώμενος τῷ τῆς ἐπιστήμης ὀνόματι λέγει οἰκοδομικὴν καὶ τὰς ὁμοίας. ἐπὶ δὲ τῶν θεωρητικῶν, οἷον γεωμετρίας ἀριθμητικῆς καὶ τῶν τοιούτων, ὁ λόγος, καὶ τίς ἐστιν ὁ λόγος ἐπάγει, τὸ πρᾶγμα καὶ ἡ νόησις ταὐτόν ἐστιν. ἡ γὰρ νόησις τοῦ ὅτι ἐκλείπει
35ἡ σελήνη ἡ αὐτή ἐστι τῷ αἰτίῳ καθ’ ὃ ἡ ἔκλειψις γίνεται, τὸ δὲ αἴτιον τῆς ἐκλείψεως αὐτὴ ἡ ἔκλειψίς ἐστιν· ὥστε ἡ νόησις τῆς ἐκλείψεως ἡ αὐτή ἐστι τῇ ἐκλείψει. ταῦτα εἰπὼν ὥσπερ συμπέρασμα ἐπάγει τὸ οὐχ ἑτέρου οὖν ὄντος τοῦ νοουμένου καὶ τοῦ νο, ὅσα μὴ ὕλην ἔχει, ταὐτὸν ἔσται. ἴσον λέγων τῷ ἐπὶ τῶν κυρίως νοητῶν, τῶν ἀύλων καὶ
40καθ’ αὑτὰ ὄντων, ὁ νοῦς καὶ τὸ νοούμενον οὐχ ἕτερά ἐστιν ἀλλὰ ταὐτά·
τὰ γὰρ κυρίως νοητά, ὡς ἐν τῇ Περὶ ψυχῆς εἴρηται, νοῖ εἰσι καὶ οἱ νοῖ713
in Metaph
.

714

νοητά. εἰ δὲ τοῦτο, καὶ ἡ νόησις τῷ νοουμένῳ μία, τουτέστιν ἡ αὐτή. τούτοις ἐπάγει καὶ ἄλλην ἀπορίαν λέγων p. 1075a5 Ἔτι δὴ λείπεται ζητῆσαι εἰ τὸ νοούμενον σύνθετόν ἐστι· μεταβάλοι γὰρ ἂν ἐν τοῖς μέρεσι τοῦ ὅλου.
5 Καὶ εἴη ἂν λέγων, εἰ ἔστι τὸ νοούμενον πᾶν (καθόλου γὰρ ἐπὶ παν‐ τὸς νοουμένου ἀκουστέον τοῦ λεγομένου) σύνθετον, οὐκ ἐν τῷ νῦν οὐδ’ ἐν ἀκαρεῖ χρόνου ὁ νοῦς νοήσει τὸ νοούμενον, ἀλλὰ μεταβάλοι ἂν ἐκ τοῦ νοεῖν τόδε εἰς τὸ νοεῖν τόδε τὸ μέρος αὐτοῦ, τοῦτο δὲ γενήσεται διὰ χρο‐ νικῆς παρατάσεως· ἐν ἄλλῳ γὰρ χρόνῳ τόδε τὸ μέρος νοήσει καὶ ἐν
10ἄλλῳ τόδε. καὶ λύει λέγων ὅτι πᾶν τὸ μὴ ἔχον ὕλην, οἷά ἐστι τὰ νοητά, ἀδιαίρετον καὶ ἀμερὲς καὶ οὐδέν ἐστιν αὐτῶν σύνθετον. πρὸς τούτοις λέγει καὶ πῶς ἑαυτὸν ὁ πρῶτος νοῦς νοεῖ, καὶ λέγει ὅτι οὐ διὰ χρόνου, ὡς φέρε εἰπεῖν ὅτι ἐν τῷδε μὲν τοῦ χρόνου μέρει τόδε τὸ μέρος αὐτοῦ νοεῖ. ἐν τῷδε δὲ τόδε (μεριστὸν γὰρ ἂν ἦν), ἀλλ’ ἀμερὴς ὢν ἐν
15ἀμερεῖ, εἰ θέμις λέγειν, τῷ νῦν τῷ ἀτόμῳ ἑαυτὸν νοεῖ· ὥσπερ γάρ, φησίν, ὁ ἀνθρώπινος νοῦς (ἢ εἴ τις μὴ βούλοιτο λέγειν ὅτι ὁ ἀνθρώπινος νοῦς, λεγέτω καθολικώτερον ὅτι ὁ τῶν συνθέτων νοῦς), ὥσπερ οὖν ὁ ἀν‐ θρώπινος ἢ ὁ τῶν συνθέτων νοῦς ἔχει ἔν τινι χρόν, οἷον ὅταν ἐνεργήσῃ καὶ τὸ τρισμακάριστον πάθος πάθῃ (τότε γὰρ ὁ ἀνθρώπινος νοῦς
20οὐκ ἐν τῳδὶ τοῦ χρόνου μέρει ἢ ἐν τῳδὶ τόδε τοῦ ἀρίστου νοεῖ καὶ ἐφάπτεται αὐτοῦ ὡς δυνατὸν ἐφάψασθαι αὐτοῦ· μεριστὸν γὰρ ἂν καὶ οὕτως ἦν τὸ πρῶτον αἴτιον· ἀλλὰ νοεῖ αὐτὸ ἐν ὅλῳ τιν, οἷον τῷ ἀμερεῖ καὶ ἀτόμῳ νῦν), οὕτω τὸν ἅπαντα αἰῶνα ὁ πρῶτος νοῦς αὐτὸς ἑαυτὸν νοεῖ ἀμερῶς καὶ ἀχρόνως. εἴρηται δὲ διαρκῶς ἐν τῷ τρίτῳ τῆς Περὶ
25ψυχῆς πραγματείας πῶς ὁ κατ’ ἐνέργειαν νοῦς τὸ κυρίως νοεῖ νοητόν. οὐκ ἔχει οὖν, φησίν, ὁ ἀνθρώπινος νοῦς τὸ εὖ ἤτοι τὴν ἀρίστην διαγωγὴν ἤτοι τὴν νόησιν ἤτοι τὴν ἁφὴν καὶ θεωρίαν τοῦ ἀρίστου καὶ πρώτου νοῦ, ὑπάρ‐ χοντος δηλαδὴ τοῦ πρώτου νοῦ ἑτέρου παρὰ τὸν ἀνθρώπινον νοῦν, ταύτην δὴ τὴν ἀρίστην διαγωγὴν οὐκ ἔχει ὁ ἀνθρώπινος νοῦς ἐν χρόνῳ καὶ διὰ
30χρόνου, ἀλλ’ ἐν ὅλῳ τιν. λέγει δὲ ὅλον τι τὸ ἄτομον νῦν, ὃ πέρας μέν ἐστι χρόνου, οὐ χρόνος δέ. ἐπειδὴ γὰρ οἷον εἶδός ἐστι τοῦ ἀνθρωπίνου νοῦ ὁ θεῖος νοῦς, ὅταν αὐτοῦ ἅψασθαι δυνηθῇ, πᾶν δὲ εἶδος ἐν τῷ ἀτόμῳ νῦν ἐπιγίνεται, δῆλον ὅτι καὶ τῷ ἀνθρωπίνῳ νῷ ἐν τῷ αὐτῷ νῦν ἡ τοῦ πρώτου νοῦ γνῶσις καὶ ἁφὴ ἐπιγίνεται.
35p. 1075a11 Ἐπισκεπτέον δὲ καὶ ποτέρως ἔχει ἡ τοῦ ὅλου φύσις τὸ ἀγαθὸν καὶ τὸ ἄριστον.
Ὃ ζητεῖ τοιοῦτόν ἐστιν. ἐπειδὴ ἡ τοῦ ὅλου (λέγων ὅλον τὸν κόσμον714
in Metaph
.

715

τοῦτον τὸν αἰσθητόν) φύσις ἀγαθὴ καὶ ἀρίστη ἐστί, πότερον τὸ αἴτιον, καθ’ ὃ ὅδε ὁ κόσμος ἀγαθὸς καὶ ἄριστός ἐστιν, ἕτερόν τι καὶ οὐσίαν τινὰ καὶ φύσιν καθ’ αὑτὴν οὖσαν χρὴ λέγειν, ἢ αὐτὴν τὴν τάξιν καθ’ ἣν τέ‐ τακται, ὥστε εἶναι τὸ ἀγαθὸν καὶ τὸ ἄριστον τοῦδε τοῦ κόσμου τὴν τάξιν
5αὐτοῦ. καὶ ἀποκρίνεται λέγων ἢ ἀμφοτέρως. δεῖ γὰρ λέγειν ὅτι τὸ ἀγαθὸν καὶ τὸ ἄριστον τοῦ παντὸς διττόν ἐστιν, ἥ τε τάξις αὐτοῦ (ἔχει γὰρ καὶ δι’ αὐτὴν τὸ ἀγαθὸν καὶ τὸ ἄριστον) καὶ ὁ πρῶτος νοῦς· ἔχει γὰρ καὶ δι’ αὐτὸν καὶ μάλιστα τὸ καλὸν καὶ ἄριστον. καὶ σαφηνίζει προθύ‐ μως δι’ ὑποδείγματος τὸ λεγόμενον. ὥσπερ γάρ, φησί, τὸ στράτευμα ἔχει
10καὶ ἐν τῇ τάξει τὸ εὖ καὶ ἔστιν αὐτῷ ἀγαθὸν καὶ ἄριστον ἡ τοιάδε τάξις, ἔστι δὲ τῷ στρατεύματι εὖ καὶ ἀγαθὸν καὶ ὁ στρατηγός, καὶ μᾶλλον οὗτός ἐστι τὸ εὖ (διὰ γὰρ τὸν στρατηγόν ἐστι καὶ ἡ τοῦ στρατεύματος τάξις, ἀλλ’ οὐ διὰ τὴν τάξιν ὁ στρατηγός) οὕτως ἐστὶ τῷ παντὶ τὸ εὖ καὶ τὸ ἀγαθὸν καὶ ἄριστον καὶ διὰ τὴν τάξιν, ἔστι δὲ καὶ διὰ τὸν πρῶτον
15νοῦν, δι’ ὅν ἐστι καὶ ἡ τάξις τοῦ παντός. ταῦτα εἰπὼν θεοφιλῶς καὶ φιλοσόφως λέγει ὅτι οὐδὲν τῶν ὄντων μάτην ἐστὶν ἀλλὰ πάντα συντέ‐ τακται καὶ συντελεῖ, εἰ καὶ ἡμῖν πολλὰ ἀγνοεῖται, πρὸς ἑνὸς κόσμου συμπλήρωσιν καὶ ἀπαρτισμὸν καὶ τὸ καλὸν αὐτοῦ καὶ ἄριστον καὶ εὖ. καὶ τίνα ἐστὶ τὰ συντεταγμένα πρὸς τὴν τοῦ ὅλου συμπλήρωσιν, καταλέγει,
20πτηνὰ πλωτὰ φυτὰ καὶ τὰ λοιπά. ἀλλ’ εἰ καὶ πάντα πάντως συντελεῖ, ἀλλ’ οὐχ ὁμοίως ἅπαντα, ἀλλὰ τὰ μὲν μᾶλλον τὰ δὲ ἧττον. τάχα δὲ εἰ καὶ τὰ μὲν αὐτῶν μέγιστα συμβάλλεται τὰ δ’ ὀλίγον εἰς τὴν τοῦ ὅλου συμπλήρωσιν, ἀλλ’ οὐχ οὕτως ἔχει ὥστε μὴ εἶναι θατέρου πρὸς θά‐ τερον κοινωνίαν, ἀλλ’ ἔστι πᾶσι κοινόν τι, ἢ καὶ τὸ ὑποκείμενον καὶ τὸ
25σχῆμα ἢ τὸ ὑποκείμενον μόνον ἢ οὔτε τὸ ὑποκείμενον οὔτε τὸ σχῆμα ἀλλὰ τὸ χρῶμα. τὰ μὲν γὰρ ἄφθαρτα καὶ θεῖα σώματα τοῖς ἐν γενέσει οὔτε κατὰ τὸ ὑποκείμενον οὔτε κατὰ τὸ σχῆμα ἢ τὸ εἶδος κοινωνεῖ, ἀλλ’ ἴσως κατὰ τὸ λαμπρόν, εἰ καὶ μὴ παντελῶς ὅμοιον τὸ ἐκείνων λαμπρὸν τοῖς ἐν γενέσει εὑρισκομένοις λαμπροῖς· ἀλλήλοις δὲ κοινωνεῖ καὶ τῷ εἴδει
30καὶ τῷ ὑποκειμένῳ. τὰ δὲ ἐν γενέσει τινὰ μέν τισι καὶ κατὰ τὴν προσεχῆ αὐτοῖς ὕλην κοινωνεῖ, πάντα δὲ πᾶσι κατὰ τὴν ἀνείδεον. ταῦτα οὖν, ὡς εἴρηται, πρὸς ἕν τι καὶ μίαν τὴν τοῦ ὅλου φύσιν τε καὶ συμπλήρωσιν συντέτακται, ἀλλ’ οὐχ ὁμοίως πάντα· ἀλλ’ ὥσπερ ἐν οἰκίᾳ ἤτοι ἐν πολιτείᾳ τοῖς μὲν ἐλευθέροις οὐδαμῶς ἔξεστι καὶ ἐφεῖται καὶ δέ‐
35δοται τόδε μὲν πράττειν τόδε δὲ μή, ἀλλ’ ἔξεστιν αὐτοῖς καὶ ἰατρεύειν καὶ στρατεύεσθαι καὶ ἁπλῶς πάντα πράττειν, ὅσα κυρίως εἰς τὴν τῆς πόλεως σύστασιν συμβάλλεται, ἢ εἰ καὶ μὴ πάντα (εἰσὶ γάρ τινα οἷον καθάρσεις στενωπῶν καὶ τὰ τοιαῦτα, ἃ οὐκ ἂν πράξαιεν οἱ ἐλεύθεροι), ἀλλ’ οὖν τά γε πλεῖστα ἔξεστιν αὐτοῖς ποιεῖν, τοῖς δὲ ἀνδραπόδοις καὶ τοῖς θηρίοις
40ἤτοι τοῖς ἀλόγοις ζῴοις καὶ μικρὰ τὰ ὑπ’ αὐτῶν πραττόμενα καὶ μικρὰ
συντελεῖ πρὸς τὴν τῆς πόλεως σύστασιν, τὸν δὲ πλείονα χρόνον ὅ τι ἔτυχε715
in Metaph
.

716

πράττουσι, τουτέστιν ὀλίγον χρόνον καὶ ὀλίγον συντελεῖ πρὸς τὴν τῆς πό‐ λεως σύστασιν τὰ ὑπ’ αὐτῶν πραττόμενα, τὸν δὲ πλείονα χρόνον πράττουσι μέν, ἀλλ’ οὐδὲν ὧν πράττουσι πρὸς πόλεως σύστασιν ὠφελεῖ (οὐ γὰρ ἐξῆν τότε τοῖς δούλοις ἢ στρατεύεσθαι ἢ νόμους μετέρχεσθαι ἢ φιλοσοφεῖν ἢ
5ἄλλο τι τῶν μεγάλως πρὸς πολιτείας σύστασιν συντεινόντων πράττειν, ἀλλ’ ἢ ξυλοτομεῖν ἢ μαγειρεύειν ἢ ἄλλο τι τοιοῦτον ποιεῖν), ὡς οὖν ἐπὶ τού‐ των, οὕτω καὶ ἐπὶ τῶν εἰς τὴν τοῦ ὅλου φύσιν συντεινόντων ἔχει, καὶ τινὰ μὲν πρὸς τὴν τοῦ ὅλου φύσιν τε καὶ σύστασιν συντείνει μέγιστα, τινὰ δ’ ἧττον. λαβὼν οὖν εἰς ὑπόδειγμα τὴν πολιτείαν ἀπὸ ταύτης μετάγει τὸν
10λόγον ἐπὶ τὴν τοῦ ὅλου φύσιν καὶ λέγει τοιαύτη γὰρ ἑκάστου ἀρχὴ αὐτῶν ἡ φύσις ἐστ, τουτέστιν ἡ φύσις καὶ ἡ ἀρχὴ τῶν εἰς τὴν τοῦ ὅλου φύσιν συντελούντων. καὶ οὐ λέγει περὶ πάντων ἁπλῶς νῦν, ἀλλὰ περὶ τῶν ἐν γενέσει ὄντων καὶ φθορᾷ. ἡ φύσις οὖν καὶ ἡ ἀρχὴ τούτων τοιαύτη· καὶ ποδαπή, ἐπάγει, λέγω δ’ οἷον εἴς γε τὸ διακριθῆναι
15ἀνάγκη ἅπασιν ἐλθεῖν, τουτέστιν ἀνάγκη ἅπασι τοῖς ἐν γενέσει (περὶ γὰρ τούτων νῦν, ὡς εἴρηται, λέγει) ἐλθεῖν εἰς τὸ διακριθῆναι, ἤτοι ἄλλο ἐξ ἄλλου γενέσθαι· εἰς τοῦτο γὰρ συνῆλθεν ἡ φύσις τῶν ἐν γενέσει, καὶ τοῦτο αὐτοῖς κοινόν, τὸ γίνεσθαι πάντα ἐκ πάντων, ἐκ στοιχείων σύνθετα καὶ ἐκ συνθέτων στοιχεῖα ἄλλον τρόπον· ὥστε δῆλον ὅτι τὰ ἐν γενέσει
20ἅπαντα κοινὸν ἔχουσι τὸ ἐξ ἀλλήλων γίνεσθαι. εἰπὼν δὲ ὅτι τὰ ἐν γενέσει πάντα κοινωνεῖ κατὰ τὴν ὕλην καὶ τὸ γίνεσθαι ἐξ ἀλλήλων, ἐπάγει καὶ ἄλλα οὕτως ἐστὶν ὧν κοινωνεῖ ἅπαντα εἰς τὸ ὅλον, τουτέστιν οὐ μόνον κατὰ τὸ γίνεσθαι ἐξ ἀλλήλων κοινωνεῖ εἰς συμπλήρωσιν τοῦ ὅλου, ἀλλὰ καὶ κατὰ ἄλλα, οἷον χρώματα σχήματα μεγέθη. ταῦτα γὰρ πάντα
25συντελεῖ εἰς τὴν τοῦ ὅλου φύσιν· οὐδὲν γὰρ αἰσθητὸν χωρὶς μεγέθους καὶ σχήματός ἐστιν. οὕτω μὲν οὖν ὁ ἡμέτερος καθηγεμὼν τὸ παρὸν ἐξηγεῖτο χωρίον. μήποτε δὲ τὸ εἴς γε τὸ διακριθῆναι ἀνάγκη ἅπασιν ἐλθεῖν, τὸ ἅπασιν οὐκ ἐπὶ τῶν ἐν γενέσει μόνον ἀκούειν δεῖ, ἀλλ’ ἐπὶ πάντων, καὶ αὐτῶν φημι τῶν κυκλοφορητικῶν καὶ θείων σωμάτων, ἵν’ ᾖ τὸ λεγό‐
30μενον ‘ἀνάγκη ἅπασι καὶ τοῖς ἐν γενέσει καὶ τοῖς κυκλοφορητικοῖς ἐλθεῖν εἰς τὸ διακριθῆναι ἤτοι συστῆναι τὸν ὅλον κόσμον‘, ἵν’ ᾖ τὸ διακριθῆναι ἀντὶ τοῦ συστῆναι. οὕτως γὰρ Ἀναξαγόρας ἔλεγεν ὅτι διακρίνας ὁ νοῦς ἀπ’ ἀλλήλων τὰς ὁμοιομερείας συνέστησε τὸ πᾶν. τὸ δὲ καὶ ἄλλα οὕτως ἐστὶν ὧν κοινωνεῖ ἅπαντα εἰς τὸ ὅλον συνεχὲς ἂν εἴη τῷ περὶ τῆς
35πολιτείας ὑποδείγματι, ὡς εἰ ἔλεγεν ‘ὥσπερ ἐπὶ τῇ τῆς πολιτείας συστάσει πάντα κοινωνεῖ ἀλλήλοις, οὕτως εἰσὶ καὶ ἄλλα τινὰ κοινωνοῦντα καὶ βοη‐ θοῦντα ἀλλήλοις εἰς τὴν τοῦ ὅλου συμπλήρωσιν, οἷον ἐπὶ τῆς οἰκίας οἱ μὲν οἰκοδομοῦσιν, οἱ δὲ διακομίζουσι τὸν πηλόν, οἱ δὲ λεαίνουσι τὰ ξύλα,
πάντες δὲ πάντα ταῦτα διὰ τὴν τῆς οἰκίας ποιοῦσιν ὁλότητα.‘716
in Metaph
.

717

p. 1075a25 Ὅσα δὲ ἀδύνατα ἢ ἄτοπα συμβαίνει τοῖς ἄλλως λέ‐ γουσιν ἕως τοῦ δεῖ μὴ λανθάνειν. Εἰπὼν τὰ δοκοῦντα αὐτῷ νῦν ἃ ἐν ταῖς ἄλλαις ἁπάσαις αὐτοῦ πραγ‐ ματείαις εἴρηκε τοὺς ἄλλους λέγειν συντόμως ἐκτίθεται, λέγων δεῖ μὴ
5λανθάνειν ὅσα ἄτοπα καὶ ἀδύνατα συμβαίνει τοῖς ἄλλως ἢ ὡς ἡμεῖς λέ‐ γομεν εἰποῦσι. καὶ τίνα τὰ ὑπ’ ἐκείνων λεγόμενα ἐκτίθεται. πάντες γάρ, φησίν, ἐξ ἐναντίων ποιοῦσι πάντα, οὔτε τὸ πάντα γεγενῆσθαι λέγοντες ὀρθῶς (οὐ γὰρ πάντα γέγονεν) οὔτε τὸ ἐξ ἐναντίων (οὐ γάρ εἰσι πᾶσιν ἐναντία· τῷ γὰρ κυκλοφορητικῷ σώματι οὐδέν ἐστιν ἐναντίον)·
10ὥστε, ᾗ μὲν τινὰ γέγονε τινὰ δὲ οὐ γέγονεν, οὗτοι δὲ πάντα γενέσθαι ἔλεγον, οὐκ ὀρθῶς ὑπελάμβανον· ὁμοίως ἐπεὶ τισὶ μέν εἰσιν ἐναντία τισὶ δὲ οὐκ ἔστι, πᾶσι δ’ ἀπεφαίνοντο ὡς ἔστιν ἐναντιότης, ἐσφάλλοντο. ἀλλὰ καὶ ὅσοις ἐστὶν ἐναντίον πῶς ἐκ τοῦ ἐναντίου τὰ ἐναντία γίνεται οὐ λέ‐ γουσιν· οὐ γὰρ γίνεται ἡ λευκότης μελανία, οὐδὲ πάσχει ὅλως ἡ λευκότης
15ὑπὸ τῆς μελανίας. ἡμῖν δ, φησί, λύεται αὕτη ἡ ζήτησις ὑποθεμένοις τρίτον ὑποκείμενον τὴν ὕλην. οἱ δ, ὥσπερ ὁ Πλάτων, τὸ ἕτερον τῶν ἐναντίων ἐποίουν ὑποκείμενον τῷ ἑτέρῳ· τὸ γὰρ κακὸν καὶ τὸ ἄνισον (ἔλεγε δὲ διὰ τοῦ κακοῦ καὶ ἀνίσου τὴν ὕλην) ὑποκείμενον ἐποίει τῷ ἑτέρῳ τῶν ἐναντίων τῷ ἀγαθῷ καὶ ἴσῳ, διὰ τοῦ ἀγαθοῦ καὶ ἴσου πάλιν τὸ εἶδος
20αἰνιττόμενος. ἐπεὶ δὲ ὁ Πλάτων τὴν ὕλην ποτὲ μὲν κακὸν ἐκάλει ποτὲ δὲ ἄνισον καὶ ἄλλοτε πολλά, ὁμοίως καὶ τὸ εἶδος ὁτὲ μὲν ἀγαθὸν ὁτὲ δὲ ἴσον καὶ ἄλλοτε ἕν, εἰπὼν ὅτι τὸ ἄνισον ὑποκείμενον ποιοῦσι τῷ ἴσῳ, ἐπή‐ γαγεν ἢ τῷ ἑνὶ τὰ πολλ. ἀλλ’ οὐδὲ οὗτοι, φησίν, εἰρήκασι τὸν τρό‐ πον, καθ’ ὃν τὸ ἐναντίον τῷ ἐναντίῳ ὑπόκειται. ἐγκαλεῖ δὲ αὐτοῖς ὅτι
25τὴν ὕλην ἔλεγον ἐναντίον· οὐ γάρ ἐστιν ἡ ὕλη ἐναντίον τῷ εἴδει, ἥτις καὶ συνυπάρχει αὐτῷ, ἀλλ’ ἡ στέρησις. ὥστε τὸ μὲν τὴν ὕλην λέγειν ὑποκεί‐ μενον τῷ εἴδει καλῶς λέγεται αὐτοῖς, τὸ δὲ λέγειν ἐναντίον τῷ εἴδει, οὐ καλῶς· τὰ γὰρ ἐναντία οὐδέποτε συνυπάρχειν δύναται. ἐπειδὴ δὲ καὶ ὁ Ἀριστοτέλης καὶ μᾶλλον καὶ μάλιστα τὴν ὕλην ὑποκείμενόν φησιν, ὥσπερ
30ἀπολογούμενος ὑπὲρ ἑαυτοῦ λέγει, ἀλλ’ ἡμῖν λύεται τὸ τοιοῦτον ἄτοπον· εἰ γὰρ καὶ ὑποκείμενον λέγομεν τὴν ὕλην, ἀλλ’ οὐδενὶ αὐτήν φαμεν ἐναν‐ τίαν, ἀλλὰ τὰ χάριν αὐτῆς μαχόμενα τὸ εἶδος καὶ τὴν στέρησιν. φέρεται δὲ καὶ ἄλλη γραφὴ ἔχουσα ὧδε καὶ γὰρ ἡ ὕλη ἡ μία· καὶ εἴη ἂν λέγων ‘καὶ γὰρ ἡ ὕλη ἡ πρώτη οὐδενί ἐστιν ἐναντία (ἄποιος γάρ ἐστιν),
35ἡ γῆ δὲ καὶ τὸ πῦρ καὶ τὰ μεταξύ, ἅπερ εἰσὶ προσεχεστέρα ὕλη, ἔχει πρὸς ἄλληλα ἐναντίωσιν.‘ Ἔτι, φησίν, εἰ ὑπόκειται τὸ κακὸν καὶ πάντα ἐστὶν ἐκ τοῦ κακοῦ, πάντα μεθέξει τοῦ κακοῦ καὶ οὐδὲν ἔσται ἀγαθὸν πλὴν τοῦ ἑνός, ὃ καθ’
αὑτὸ εἶναι ἔλεγον. ἀλλ’ οἱ μὲν περὶ Πλάτωνα ἀρχὰς τὸ ἀγαθὸν καὶ τὸ717
in Metaph
.

718

κακὸν ἐτίθεντο, οἱ δὲ ἄλλοι, οἷον οἱ Πυθαγόρειοι, ἐνίστανται φάσκοντες ὅτι τὸ ἀγαθὸν οὐκ ἔστιν ἀρχή· καὶ πῶς οἱ Πυθαγόρειοι τὸ ἀγαθὸν καὶ ἄριστον ἀρχὴν εἶναι οὐκ ἐβούλοντο, εἴρηται ἐν τῷ παρόντι βιβλίῳ ἐξη‐ γουμένοις τὴν λέξιν τὴν “ὅσοι δὲ ὑπολαμβάνουσιν ὥσπερ οἱ Πυθαγόρειοι
5καὶ Σπεύσιππος τὸ κάλλιστον καὶ ἄριστον μὴ ἐν ἀρχῇ εἶναι.” ἄλλοι δέ, φησί, τὸ ἀγαθὸν λέγοντες ἀρχὴν ὀρθῶς λέγουσιν, ἀλλ’ ἀρχὴν λέγοντες τὸ ἀγαθὸν οὐ διορίζουσιν εἴτε ὡς τελικὸν εἴτε ὡς ποιητικὸν εἴτε ὡς εἰδικὸν αὐτό φασιν. ἐγκαλεῖ δὲ καὶ τῷ Ἐμπεδοκλεῖ ἀτόπως τὴν φιλίαν ἀρχὴν τιθεμένῳ. συναγωγὸν γὰρ λέγων τὴν φιλίαν καὶ ποιητικὸν τοῦ σφαίρου
10φαίνεται ὅτι ποιητικὸν εἶναι αἴτιον αὐτὴν βούλεται· πάλιν δὲ μέρος αὐτὴν ποιῶν τοῦ μίγματος καὶ τοῦ σφαίρου ἐμφαίνει ὅτι ὑλικὸν εἶναι αὐτὴν αἴτιον ἀποδέχεται. τοῦτο θεὶς λέγει, εἰ καὶ συγχωρήσομεν τὴν φιλίαν τῷ ὑπο‐ κειμένῳ εἶναι καὶ ὡς ὕλην καὶ ὡς κινοῦν, ἀλλὰ τῷ γε λόγῳ διαφέροι ἂν πάντως. εἰ δὲ τοῦτο, πότερον διότι κινεῖ ἐστι φιλία ἢ διότι ἐστὶν ὕλη;
15ἔδει οὖν λέγειν κατὰ τί αὐτῇ τὸ φιλίᾳ εἶναί ἐστιν. ἄλλως τε εἰ ἔστιν ἡ φιλία, ὡς Ἐμπεδοκλῆς βούλεται, τὸ ἀγαθόν, τὸ νεῖκος ἔσται κακόν· εἰ γὰρ τὸ ἐναντίον τῷ ἐναντίῳ, καὶ τὸ ἐναντίον τῷ ἐναντίῳ· εἰ δὲ τοῦτο, πῶς οἷόν τε λέγειν ἄφθαρτον τὸ νεῖκος; ὅταν γὰρ ἡ φιλία συνελθοῦσα μετὰ τῶν πάντων ποιήσῃ τὸν σφαῖρον, ἀναγκαῖον τὸ νεῖκος φθείρεσθαι.
20οὐ γὰρ ἅμα ἔσται τὸ νεῖκος καὶ ἡ φιλία. ψεῦδος ἄρα ὅτι τὸ νεῖκος ἄφθαρτόν ἐστιν ὡς Ἐμπεδοκλῆς ἀποδέχεται. Ἀναξαγόρας δὲ ἀρχὴν κινη‐ τικὴν τὸ ἀγαθὸν ἤτοι τὸν νοῦν ἐτίθετο. ἀλλ’ ἐπεὶ τὸ κινοῦν ἕνεκά τινος κινεῖ, ἔσται τι οὗ ἕνεκα ὁ νοῦς κινεῖ, καὶ τί ἐστι τοῦτο λεγέτωσαν. πλήν, φησίν, ἐὰν λέγῃ ὁ Ἀναξαγόρας, ὥσπερ καὶ ἡμεῖς φαμεν. ἡμεῖς μὲν λέ‐
25γομεν ὅτι ἡ ἰατρικὴ τὸ εἶδός πως οὖσα τῆς ὑγιείας, ὅταν τι κινῇ ἕνεκεν τῆς ὑγιείας, ἕνεκεν ἑαυτῆς τοῦτο κινεῖ. εἰ οὖν καὶ ὁ Ἀναξαγόρας περὶ τοῦ νοῦ οὕτω λέγει ὅτι τὸ κινοῦν καὶ οὗ ἕνεκεν κινεῖ αὐτός ἐστι, καὶ διὰ τοῦτο πᾶν ὃ ἂν κινῇ ἕνεκεν αὐτοῦ τὸ κινούμενον κινεῖται, λέγοι ἂν οὕτω λέγων εὔλογα. ἐγκαλεῖ δὲ τῷ Ἀναξαγόρᾳ καὶ ἕτερον λέγων ἄτοπον δὲ
30τὸν νοῦν ἀγαθὸν λέγοντα μὴ ποιῆσαι αὐτῷ ἐναντίον τὸ κακόν· τῶν γὰρ ἐναντίων θατέρου ὄντος ἐν ὑπάρξει, ἀνάγκη καὶ θάτερον εἶναι. τοῖς δὲ κατὰ μέρος τούτοις καὶ ἕτερον ἐπάγει κοινὸν πᾶσιν ἔγκλημα λέγων, εἴ τις μὴ ῥᾳθυμήσῃ μηδ’ ἀποκνήσῃ τὰ αὐτῶν μετελθεῖν, ἀλλὰ ἀκριβῶς μετέλθῃ, εὑρήσει πάντας ἐξ ὧν λέγουσιν ἀρχὰς ποιοῦντας τὰ ἐναντία, μὴ χρωμένους
35δὲ ἐν τῇ τῶν πραγμάτων γενέσει, ἀλλὰ τρεπομένους εἰς ἕτερον. τοῦτο δὲ πολλαχῶς αὐτοῖς ἐνεκάλεσε καὶ πολλαχοῦ τῆς προσηκούσης τετύχηκε σαφη‐ νείας. ἀλλὰ καὶ ὅσοι ἀρχὰς λέγουσι πάντα ἐκ τῆς ὑποτεθείσης αὐτοῖς ἀρχῆς γεννῶντες, οἷον οἱ τὸ ὕδωρ ἀρχὴν τιθέμενοι ἐξ αὐτοῦ καὶ οὐρανὸν καὶ γῆν καὶ πάντα γενέσθαι λέγοντες, τὴν αἰτίαν τοῦ διὰ τί τὰ μὲν
40αὐτῶν ἐστι φθαρτὰ τὰ δὲ ἄφθαρτα, λέγειν ἐρρᾳθύμησαν. ἀναγκαῖον718
in Metaph
.

719

γὰρ ἦν εἰπεῖν διὰ τί ἐκ τῶν αὐτῶν ὄντα ἀρχῶν τὰ μὲν αὐτῶν φθαρτά ἐστι τὰ δὲ ἄφθαρτα. ὁ μὲν γὰρ Ἀριστοτέλης ἐξ ἄλλου μὲν ποιῶν (ἐκ γὰρ τοῦ πέμπτου σώματος) τὰ οὐράνια, ἐξ ἄλλων δὲ τὰ ἐν γενέσει, ἔσχε λέ‐ γειν καὶ διὰ τί τὰ μὲν αὐτῶν ἐστι φθαρτὰ τὰ δὲ ἄφθαρτα· ἐκεῖνοι δὲ οὐχ
5ἕξουσι, τὸ αὐτὸ πᾶσιν ὑποκείμενον ποιοῦντες. Ἔτι, φησίν, ἄλλοι μέν, ὡς οἱ περὶ Ἡσίοδον, ἐκ τοῦ μὴ ὄντος πάντα γεννῶσι, καὶ λεγέτωσαν διὰ τί· οἱ δ’ ὥσπερ οἱ περὶ Παρμενίδην, ἵνα μὴ τοῦτο πάθωσι (κοινὴ γὰρ δόξα τῶν φυσικῶν πάντων τὸ μηδὲν ἐκ τοῦ μη‐ δαμῇ ὄντος γίνεσθαι), ἕν φασι τὸ ὂν καὶ ἀγέννητον. ἀλλὰ καὶ διὰ τί ἐστι
10γένεσις καὶ τί τὸ αἴτιον τοῦ ἀεὶ γένεσιν εἶναι οὐδεὶς λέγει. ταῦτα εἰπὼν λέγει ὅτι καὶ τοῖς δύο ἀρχὰς ποιοῦσιν, οἷον τὰ ἐναντία, καὶ τοῖς τὰ εἴδη, οὐκ ἀρκεῖ ταῦτα πρὸς τὸ τὰ ὄντα ἔχειν ὥσπερ ἔχει, ἀλλ’ ἀνάγκη ἄλλην ἀρχὴν κυριωτέραν τούτων ὑποθέσθαι, ἣν οὗτος εἶπε τὸν πολυτίμητον νοῦν. ἐξ αὐτοῦ γὰρ πάντα καὶ εἰς αὐτὸν ἐπιστρέφει. καὶ τὴν
15αἰτίαν τοῦ ἀναγκαῖον εἶναι ἄλλην ἀρχὴν ὑποθέσθαι κυριωτέραν τίθησι λέγων ‘ἐπεὶ γὰρ τῇ μεθέξει κατὰ τοὺς λέγοντας τῶν εἰδῶν τὰ τῇδε γίνε‐ ται, πῶς, φησί, μεθέξει τούτων ἡ ὕλη, εἰ μὴ ἔστιν ἄλλο κυριώτερον τὸ κινῆσον ἀμφότερα, τήν τε ὕλην καὶ τὴν ἀπὸ τοῦ εἴδους ἐν τῇ ὕλῃ γινο‐ μένην, ὡς αὐτοί φασιν, ἀπόρροιαν‘; εἰ γὰρ ἀπόρροιαί τινες ἐκ τῶν εἰδῶν
20ἀπορρέουσαι καὶ συντιθέμεναι τῇ ὕλῃ τὰ τῇδε γίνεται, ἀνάγκη πάντως εἶναι τὸ κινοῦν καὶ τὴν ὕλην πρὸς τὸ δέξασθαι τὴν ἀπόρροιαν καὶ τὴν ἀπόρροιαν πρὸς τὸ συγγενέσθαι τῇ ὕλῃ. καὶ τοῖς μὲν ἄλλοις θεολόγοις τοῖς ἀρχὰς τὰ ἐναντία λέγουσιν ἀνάγκη κατ’ αὐτοὺς τῇ φιλοσοφίᾳ καὶ τιμιωτάτῃ καὶ βεβαιοτάτῃ ἐπιστήμῃ εἶναί τι ἐναντίον. εἰ γὰρ ἡ
25ἐπιστήμη ταὐτόν ἐστιν, ὥσπερ πρὸ ὀλίγου εἴρηται, τῷ ἐπιστητῷ, εἰ ἔστι τῇ ἀρχῇ τῷ κυρίως ἐπιστητῷ ἐναντίον, ἔσται καὶ τῇ ἐπιστήμῃ. ἀλλ’ ἐκείνοις μὲ συμβαίνει τοῦτο τὸ ἄτοπον τὸ εἶναί τι ἐναντίον τῇ σοφίᾳ, ἡμῖν δέ, φησίν, οὐδαμῶς. οὐδὲν γάρ ἐστιν ἐναντίον τῷ πρώτῳ αἰτίῳ τῷ πολυτιμήτῳ νῷ, ὥστε οὐδὲ τῇ περὶ αὐτὸ ἐπιστήμῃ. καὶ τὴν αἰτίαν τοῦ
30μηδὲν εἶναι ἐναντίον τῷ πρώτῳ αἰτίῳ συντόμως τέθεικεν εἰπὼν πάντα γὰρ τὰ ἐναντία ὕλην ἔχει καὶ ἐν ὕλῃ ἔστι καὶ δυνάμει ἐστὶ τὸ ἐναν‐ τίον· τὸ γὰρ λευκὸν δυνάμει τὸ μέλαν ἐστίν. ὥστε εἴπερ ἐστὶ τῇ πρώτῃ ἀρχῇ ἐναντίον, οὐδὲν δὲ ἐναντίον καθ’ αὑτό ἐστιν, ἀλλ’ ἐν ὑποκειμένῳ καὶ ἐν ὕλῃ, ἡ δὲ πρώτη ἀρχὴ ἀυλοτάτη καὶ ἐνέργεια οὖσα καὶ πάντῃ τοῦ
35δυνάμει ἀμοιροῦσά ἐστιν, οὐκ ἂν εἴη αὐτῇ ἐναντίον τι. ὥστε οὐδὲ τῇ περὶ αὐτὴν ἐπιστήμῃ ἔσται ἐναντία ἡ ἄγνοια· εἰ γάρ ἐστιν ἡ ἄγνοια ἐναν‐ τίον τῇ τοιαύτῃ ἐπιστήμῃ, ἔσται καὶ τὸ περὶ ὃ ἡ ἄγνοια ἐναντίον τῇ
πρώτῃ ἀρχῇ.719
in Metaph
.

720

p. 1075b24 Ἔτι εἰ μὴ ἔσται παρὰ τὰ αἰσθητὰ ἄλλα, οὐκ ἔσται ἀρχὴ καὶ τάξις. Οὐ παρέργως νῦν τοῦτο τίθησιν, ἀλλ’ ἐπεὶ μέλλει ἀντιλέγειν τοῖς Πυθαγορείοις καὶ Πλάτωνι, συνίστησι πρῶτον ὅτι εἰσὶν οὐσίαι νοηταί, καὶ
5οὕτως ἀκολούθως ζητεῖ ὅ τι καὶ τίνες αὗταί εἰσιν αἱ τοῦ Πλάτωνος ἰδέαι ἢ οἱ Πυθαγόρειοι ἀριθμοί. εἰ οὖν μή ἐστι, φησί, νοητὴ ἀρχὴ καὶ ἀσώ‐ ματος καὶ καθ’ αὑτήν, οὐκ ἔσται τάξις καὶ γένεσις. καὶ τί φημι ὡς οὐκ ἔσται γένεσις; οὐδ’ αὐτὰ τὰ οὐράνια ἔσται, ἅπερ ἐν τῇ Περὶ οὐρανοῦ ἀγένητα δέδεικται καὶ ἄφθαρτα. ἀλλ’ εἰ μέλλει ἀεί τι εἶναι, ἔσται ἀρχῆς
10ἀρχὴ καὶ ταύτης ἑτέρα καὶ τοῦτο εἰς ἄπειρον, ὥσπερ οἱ θεολόγοι φασίν. εἰ γάρ ἐστι τοῦ Ἡρακλέος ἀρχὴ ὁ Ζεὺς καὶ τούτου ὁ Κρόνος καὶ τούτου ἑτέρα, ἢ πάλιν εἰ ἔσονται τῶν τῇδε ἀρχαὶ τὰ εἴδη καὶ τούτων οἱ ἀριθμοὶ καὶ τούτων ἡ δυὰς καὶ τὸ ἕν, ἐπ’ ἄπειρον ἡ πρόοδος ἥξει. ἄλλως τε εἴ εἰσιν ἀρχαὶ αἱ ἰδέαι, ὡς ὁ Πλάτων λέγει, ἢ οἱ ἀριθμοί, ὡς οἱ Πυθαγό‐
15ρειοί φασιν, οὐδενὸς ἔσται αἴτια, ὥσπερ ἐν τῷ μείζονι Α δέδεικται καὶ ἐν τοῖς ἐφεξῆς δύο δειχθήσεται βιβλίοις. εἰ δὲ μ, τουτέστιν εἰ δὲ λέγοι τις ὅτι ‘ψεῦδος τὸ μὴ εἶναι τὰ εἴδη καὶ τοὺς ἀριθμούς τινων αἴτια· εἰσὶ γάρ‘, συγχωρητέον αὐτῷ τοῦτο νῦν, ἀλλὰ κινήσεως αἴτια οὐδαμῶς ἔσον‐ ται τὰ εἴδη καὶ οἱ ἀριθμοί. συγχωρήσας οὖν ὅτι εἰσὶν οἱ ἀριθμοὶ αἴτια,
20ἐρωτᾷ, πῶς ἐξ ἀμεγεθῶν τῶν ἀριθμῶν καὶ διωρισμένων ἀπ’ ἀλλήλων ἔσται μέγεθος καὶ συνεχές. ὁ γὰρ ἀριθμὸς οὐ ποιήσει συνεχές· ἀδύνατον γὰρ μονάδα μονάδι συσχεθῆναι. τὸ δὲ οὔτε ὡς κινοῦν οὔτε ὡς εἶδος ἀντὶ τοῦ ἀλλὰ μὴν οὔτε ὡς κινητικὸν αἴτιον οὔτε ὡς εἰδικὸν ὁ ἀριθμὸς ἔσται. εἰπὼν δὲ ὅτι οὔτε τὰ εἴδη οὔτε οἱ ἀριθμοί εἰσι κινητικά,
25λέγει ὅτι οὐδὲ τῶν ἐναντίων οὐδὲν ἔσται ποιητικὸν καὶ κινητικόν, οἷον φέρε τὸ κακὸν ἢ τὸ ἄνισον. τὸ γὰρ ἐναντίον δύναμίς ἐστι καὶ δύναται ἐνεργῆσαι, ὥστε ἦν ὅτε μὴ ἐνήργει· πᾶσα γὰρ ἐνέργεια δυνάμεως ὑστέρα. ὅτε οὖν οὐκ ἐνήργει καὶ οὐκ ἐποίει, οὐδὲν ἦν τῶν ὄντων, ὅπερ ἀδύνατον· δέδεικται γὰρ ὅτι ἀίδια τὰ ὄντα. ἀναιρετέον ἄρα τὸ λέγειν ὅτι τὸ ἕτερον
30τῶν ἐναντίων ἐστὶ ποιητικόν· δύναμις γὰρ ὂν τὸ ἐναντίον, ὡς εἴρηται, ὕστερον ἐκβαίνει εἰς ἐνέργειαν. ὅτι δέ, φησίν, ἡ δύναμις τρόπον τινὰ προ‐ τέρα ἐστὶν ἐνεργείας, εἴρηται· εἴρηται γὰρ ὅτι ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνός, οἷον τοῦ Σωκράτους, ἐστὶν ἡ δύναμις προτέρα τῆς ἐνεργείας, πρὸς δὲ τὸ πᾶν οὐδαμῶς. ἔτι, φησί, τίνι οἱ ἀριθμοὶ ἕν εἰσιν, ἢ τί τὸ ἑνῶσαν τὰς τρεῖς
35μονάδας καὶ ποιῆσαν τὸν τρία ἀριθμὸν ἢ τὰς ἑπτὰ τὸν ἑπτά, καὶ τῶν ἄλλων ὁμοίως. ἀλλὰ καὶ τὴν ψυχὴν τί τὸ ἑνῶσαν μετὰ τοῦ σώματος καὶ
ποιῆσαν ἕν τι, καὶ ὅλως, φησί, τὸ εἶδος καὶ τὸ πρᾶγμα, οἶμαι720
in Metaph
.

721

πρᾶγμα λέγων τὴν ὕλην, τὸ δὴ εἶδος καὶ ἡ ὕλη πῶς ἓν γίνεται, οὐδεὶς λέγει, οὐδὲ ἐνδέχεται εἰπεῖν ἐνεργείᾳ ποιοῦντας καὶ καθ’ αὑτὰ τὰ εἴδη, ἐὰν μὴ εἴπωσιν ὡς ἡμεῖς λέγομεν, ὅτι τὸ εἶδος μὴ ὂν καθ’ αὑτὸ ἐν ὑπάρξει ἀλλὰ δυνάμενον τῇ τοιᾷδε τῆς ὕλης κινήσει ἐπιγενέσθαι αὐτῇ, ὅταν ὑπὸ
5τοῦ κινοῦντος αὐτὴν κινηθῇ, ἀπολαμβάνει αὐτό· καὶ οὐ χρὴ ζητεῖν πῶς ἡ στρογγυλότης μετὰ τοῦ κηροῦ ἕν ἐστιν· οὐ γὰρ ὑπάρχουσα ἡ στρογγυ‐ λότης καθ’ αὑτὴν συνῆλθε τῷ κηρῷ, ἀλλ’ ἐπιγέγονε τῇ τοιᾳδὶ τοῦ κηροῦ κινήσει μὴ οὖσα καθ’ αὑτήν. τοῖς δὲ ποιοῦσιν ἐν ὑπάρξει καὶ καθ’ αὑτὰ τὰ εἴδη οὐκ ἐνδέχεται λέγειν, πῶς ἡ ὕλη ἀλλαχοῦ οὖσα καὶ τὸ εἶδος καὶ
10ἀπ’ ἀλλήλων κεχωρισμένα ἐν ὑπάρξει δὲ συνῆλθον, καὶ ἕν τι ἐξ αὐτῶν γέγονε. ἀλλὰ καὶ οἱ Πυθαγόρειοι, φησίν, ἢ καὶ ὁ Πλάτων, οἱ λέγοντες ὅτι ἐκ μὲν τοῦ τρία ἀριθμοῦ γέγονε τὸ ἐπίπεδον καὶ ἐξ αὐτοῦ τὰ τρίγωνα καὶ ἐξ αὐτῶν αἱ πυραμίδες καὶ ἐξ αὐτῶν τὸ πῦρ, καὶ πάλιν ἐκ μὲν τῆς πεντάδος ἡ δικαιοσύνη ἐκ δὲ τῆς μονάδος ὁ οὐρανὸς καὶ ἄλλο ἐξ ἄλλου,
15ἐπεισοδιώδη τὴν τῶν ὄντων φύσιν ποιοῦσι, τουτέστιν οὐδὲν κοινὸν ἕτερον ἑτέρῳ ἔχειν φασὶν ἀλλ’ ἠλλοτριωμένα· ὥστε εἴπερ ἐστὶ φέρε εἰπεῖν τὸ πῦρ πάντῃ ἀλλότριον τῇ γῇ καὶ μηδέν ἐστι κοινὸν αὐτοῖς, εἴτε ἔστι τὸ πῦρ εἴτε μὴ ἔστιν, οὐδὲν συμβαλεῖται πρὸς τὸ εἶναι τῇ γῇ· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. ἡμεῖς γὰρ πάντα πᾶσι κοινωνεῖν κατά τι λέγοντες καὶ συμ‐
20βάλλεσθαι καὶ συνεργεῖν ἄλλην οὐσίαν ἄλλῃ εἰς τὸ εἶναί φαμεν. τὸ δὲ ἐκ πάντῃ ἄλλης, οἷον τῆς μονάδος, ἀρχῆς ὂν τί συμβαλεῖται τῷ ἐξ ἄλλης ἀρχῆς, οἷον τοῦ τριγώνου ἢ τοῦ κύβου, ὄντι· οὐδὲν γὰρ μονάδι καὶ κύβῳ κοινόν. ὥστε ἐπεὶ καὶ ἐν τοῖς ἐφ’ ἡμῖν ὅταν μὴ συνεργῇ ἕτερος ἑτέρῳ κακῶς πάσχομεν, καὶ ἐν τῷ παντὶ τοῦτο γενήσεται· ὥστε καὶ διὰ τοῦτο
25τὰ ὄντα κακῶς πολιτεύσεται καὶ διὰ τὸ πολλὰς ποιεῖν τοὺς Πυθαγορείους καὶ τοὺς ὁμοίους ἀρχάς. ὅπου γὰρ πλῆθος ἀρχῶν, ἀταξία· ἡ γὰρ πο‐ λυαρχία αὐτὸ τοῦτο ἀταξία ἐστίν. ἀλλὰ μὴν τὰ ὄντα οὐ πολιτεύεται κακῶς ἀλλὰ τεταγμένως καὶ ἀρίστως. εἰ δὴ ἡ πολυαρχία ἀταξία καὶ τοῦ κακῶς τὰ ὄντα πολιτεύεσθαι αἰτία ἐστίν, ἐπειδὴ τὰ ἐφ’ ἡμῖν ὑπ’ ἀλλήλων συνερ‐
30γούμενα οὐ κακῶς πολιτεύεται ἀλλ’ ἀρίστως, οὐκ ἂν εἶεν ἀρχαὶ πολλαί· οὐ γὰρ ἀγαθὸν πολυκοιρανίη, ἀλλ’ εἷς κοίρανος, μία ἀρχή, εἷς θεός ἐστι. τὰ γὰρ τῶν πλανωμένων αἴτια θεοὶ μέν, ἀλλὰ μεθέξει καὶ τῷ βουλήματι
τοῦ πρώτου καὶ μακαριωτάτου ἐξήρτηνται νοός.721
in Metaph
.

722

(t)

ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ Μ ΤΩΝ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ
2 Ἐν τῷ Λ τῆς προκειμένης πραγματείας, ἣν καὶ Μετὰ τὰ Φυσικὰ ἐπιγράφει, εἰπὼν περὶ τῆς πρώτης καὶ θείας καὶ ἀκινήτου ἀρχῆς ὅτι νοῦς ἐστι καὶ ἐνέργεια πάντῃ πάντως ἀμοιροῦσα τοῦ δυνάμει, εὑρὼν δὲ καὶ ἀπὸ
5τοῦ πλήθους τῶν φερομένων σφαιρῶν ὁπόσαι εἰσὶν αἱ ὑφειμέναι μὲν τῆς πρώτης ἀρχῆς κινητικαὶ δὲ τοῦ πλανωμένου παντὸς σώματος, ἀσώματοι καὶ αὗται καὶ ἀκίνητοι οὖσαι, ἐν τῷ παρόντι βιβλίῳ, ὃ Μ ἐπιγράφεται, καὶ τῷ ἐφεξῆς τῷ Ν, ὃ τέλος ἐστὶ τῆς ὅλης πραγματείας, ἐπισκέπτεται τάς τε τῶν Πυθαγορείων περὶ ἀρχῶν δόξας καὶ τὰς τοῦ Πλάτωνος, ζητῶν
10πάνυ ἐντρεχέστατα εἰ ἔστι τὰ μαθήματα καὶ πῶς ἐστιν, εἴ εἰσιν αἱ ἰδέαι καὶ ὁ τῶν ἰδεῶν ἀριθμός, καὶ τρίτον εἰ τῶν ὄντων ἀρχαί εἰσιν αἱ ἰδέαι καὶ οἱ ἀριθμοί. καὶ ἐν μὲν τῷ Μ διαλέγεται περὶ τῶν προτέρων δύο, ἐν δὲ τῷ Ν περὶ τοῦ τρίτου. Λέγει οὖν ὅτι περὶ μὲν τῆς τῶν αἰσθητῶν ὑλικῆς οὐσίας εἴρη‐
15ται ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως, ὕστερον δ, τουτέστιν ἐν τῷ Β τῆς πραγματείας ἐκείνης, περὶ τῆς κατ’ ἐνέργειαν καὶ εἰδικῆς οὐσίας. ἀλλὰ περὶ μὲν ὕλης καὶ εἴδους εἴρηται ἐν ἐκείνοις· ἐπεὶ δέ, φησίν, ἡ σκέψις ἡμῖν ἐστιν ἐν τῇ παρούσῃ πραγματείᾳ ἰδεῖν εἰ ἔστι τις παρὰ τὰς αἰσθητὰς οὐσίας ἀκίνητος καὶ ἀίδιος καὶ ἀσώματος, ἢ οὐκ
20ἔστι, καὶ εἰ ἔστι, τίς ἐστιν, εἴρηται δὲ ἡμῖν τὰ δοκοῦντα περὶ τῆς τοιαύτης οὐσίας, μετὰ ταῦτα τὰ παρὰ τῶν ἄλλων λεγόμενα θεωρη‐ τέον (οὐ γὰρ ἐνδεικτικόν ἐστι τὸ πρῶτον τοῦ μετὰ τὸ τὰ παρὰ τῶν ἄλλων ἐπισκέψασθαι ἐρεῖν αὐτὸν περὶ ἐκείνης· εἴρηκε γάρ· εἰ μὴ ἄρα τὸ πρῶτον ἀντὶ τοῦ προηγουμένως καὶ ἐπιμελῶς τὰ παρὰ τῶν ἄλλων λεγό‐
25μενα θεωρητέον εἴληπται)· καὶ τὴν αἰτίαν, δι’ ἣν τὰ παρὰ τῶν ἄλλων λεγόμενα τεθεωρηκέναι βούλεται, ἐπήγαγεν εἰπὼν ὅπως εἴτε τι μὴ καλῶς λέγουσι, μὴ τοῖς αὐτοῖς ἔνοχοι ὦμεν. εἴη δ’ ἂν λέγων ὅτι τὸ ἀντι‐
λέγειν τε τοῖς ὑπ’ αὐτῶν λεγομένοις, καὶ εὐθύνειν εἴ τι μὴ καλῶς λέγουσιν,722
in Metaph
.

723

ἅμα τε δείξει ἡμᾶς μὴ ἀρεσκομένους τοῖς τούτων δόγμασι, καὶ σὺν αὐτοῖς εἰς εὐθύνας ὑποπεσεῖν οὐκ ἐάσει. ὡς γὰρ ὁ μὴ προδοὺς πόλιν οὐ συγκο‐ λασθησόμενος ἄγεται τῷ προδεδωκότι, οὕτως οὐδὲ ἡμεῖς σὺν αὐτοῖς εὐ‐ θυνθησόμεθα ὑπὸ τῶν ἐλέγχειν αὐτοὺς βουλομένων, δείξαντες ἐκ τοῦ ἀντει‐
5πεῖν πρὸς αὐτοὺς ὅτι οὐ συγκοινωνοὶ τοῖς ὑπ’ αὐτῶν λεγομένοις ἐσμέν. εἴ τι οὖν, φησίν, ὑπὸ τούτων λέγεται μὴ καλῶς, οὐ σὺν αὐτοῖς καὶ ἡμεῖς ὡς ἀρεσκόμενοι αὐτῷ κατακριθησόμεθα· ἐκ γὰρ τοῦ ἐνίστασθαι πρὸς αὐτὸ δείκνυμεν ὡς οὔτε ἀρεσκόμεθα τούτῳ καὶ ἑαυτοὺς ἐλευθεροῦμεν τῶν ἐλέγ‐ χων, οἷς ὑποπεσεῖσθαι μέλλουσιν οἱ τούτοις ἀρεσκόμενοι. εἰ δέ τι κοινὸν
10ἡμῖν τε καὶ ἐκείνοις ἐστὶ δόγμα, βουληθείη δέ τις κατ’ αὐτοῦ τοῦ δόγματος καὶ δι’ αὐτοῦ καθ’ ἡμῶν ἐνίστασθαι, οὐ δυσχερανοῦμεν ὡς καθ’ ἡμῶν μόνων ἰδίᾳ ἐνισταμένου. ὥσπερ γὰρ ὅταν τις μόνος ζημίᾳ περιπέσῃ ἀφορήτως λυπεῖται, ὅταν δὲ καὶ ἄλλους τὸ αὐτὸ πάσχοντας ὁρᾷ μετρίως φέρει διὰ τὸ ὁρᾶν καὶ ἄλλους αὑτῷ συμπάσχοντας, οὕτω καὶ περὶ τοὺς
15λόγους. ὅταν γάρ τις μόνος ἐλέγχηται περί τινος δόγματος, δυσχεραίνει ἀμέτρως καὶ ἑαυτὸν πάνυ ταλανίζει ὡς αὐτὸς μόνος ἀπατηθείς· εἰ δὲ καὶ ἄλλους τούτῳ περιπεπτωκότας ἴδῃ, οὐ δυσχεραίνει τοσοῦτον, ὅσον ὅταν μόνος αὐτὸς ηὐθύνετο. ὥστε εἴ τι, φησίν, ἐστὶ κοινὸν ἡμῖν τε καὶ ἐκεί‐ νοις, τοῦτ’ ἰδίᾳ μὴ καθ’ ἡμῶν δυσχεραίνωμεν, τουτέστιν οὐ δυσχε‐
20ρανοῦμεν ὡς καθ’ ἡμῶν μόνον ὂν τὸ ἔγκλημα (ἀφορήτως γὰρ ἂν ἡμῶν ἥψατο τὸ πάθος), ἀλλ’ ἕξομεν μετρίως διὰ τὸ καὶ ἄλλους ἔχειν ἡμῖν τοῦ τοιούτου συγκοινωνούς. τὸ δὲ ἀγαπητὸν γὰρ εἴ τις τὰ μὲν κάλλιον λέγει τὰ δὲ μὴ χεῖρον ἀντὶ τοῦ ἀγαπητὸν γὰρ καὶ φίλιον ἡμῖν ἔσται, ἐὰν τῶν ὑφ’ ἡμῶν λεχθησομένων τὰ μὲν κάλλιον ἔσται τῶν ὑπ’ ἐκείνων
25λεγομένων, τὰ δὲ μὴ χεῖρον. ὅσα γὰρ ἂν πρὸς ἔλεγχον ῥηθείη τῆς τῶν Πυθαγορείων καὶ Πλάτωνος δόξης, καλλίονα ἔσται τῶν τοῦ Πυθαγόρου καὶ Πλάτωνος δογμάτων, ὅσα δὲ τοῖς τούτων δόγμασι συνᾴσεται, οὐ χείρονα. p. 1076a16 Δύο δ’ εἰσὶ δόξαι περὶ τούτων. τά τε γὰρ μαθημα‐ τικά φασιν οὐσίας εἶναί τινες.
30 Δύο θεὶς αἰτίας δι’ ἃς τὰ ὑπὸ τῶν Πυθαγορείων καὶ Πλάτωνος λεγό‐ μενα ἐπισκέψασθαι τὴν πρόθεσιν ποιεῖται, πρῶτον ἐκτίθεται τὰς τούτων δόξας καὶ οὕτως ἐπισκέπτεται αὐτάς. λέγει οὖν ὅτι δύο εἰσὶν αἱ δόξαι περὶ τούτων, τουτέστι δύο εἰσὶν αἱ τούτων δόξαι, μία μὲν ἡ τῶν ἀριθμῶν καὶ γραμμῶν καὶ τῶν συγγενῶν τούτοις ἐπιπέδων καὶ στιγμῶν, ἄλλη δὲ ἡ
35τῶν ἰδεῶν· ἀμφότεροι δὲ οὐσίας αὐτὰ ἔλεγον, ἤτοι ἐνεργείᾳ καὶ καθ’ αὑτά, οἱ μὲν τὰς γραμμὰς καὶ τὰ ἐπίπεδα καὶ τοὺς ἀριθμούς, οἱ δὲ τὰ εἴδη. καὶ ἐπεὶ οἱ μὲν τῶν Πυθαγορείων δύο γένη καὶ δύο φύσεις ποιοῦσι
τὰ μαθηματικὰ καὶ τὰς ἰδέας, ἄλλην μὲν τὴν τῶν μαθηματικῶν καὶ723
in Metaph
.

724

ἄλλην τὴν τῶν ἰδεῶν, ἄλλοι δὲ τοὺς ἀριθμοὺς καὶ τὰς ἰδέας τῆς αὐτῆς ποιοῦσι φύσεως, μηδὲν διαφέρειν ἀλλήλων λέγοντες, ἕτεροι δὲ καὶ αὐτοὶ Πυθαγόρειοι τὰς μὲν ἰδέας ἀποδοκιμάζουσι καὶ οὐδαμῶς προσίενται, μόνας δὲ τὰς μαθηματικὰς οὐσίας εἶναί φασι, σκεπτέον, φησί, πρῶτον
5περὶ τῶν μαθηματικῶν, μηδεμίαν προστιθέντας αὐτοῖς φύσιν, μηδὲ θεωροῦντας ἢ ὅλως ἀναλογιζομένους εἴτε ἰδέαι τὰ μαθηματικὰ τυγ‐ χάνουσι καὶ τὰ αὐτά ἐστιν ἐκείναις εἴτε μή. οὔτε οὖν τοῦτο σκοπητέον οὔτε πολλῷ τέως τὸ νῦν πολυπραγμονητέον εἴ εἰσιν ἀρχαὶ τὰ μαθηματικὰ πάντων τῶν ὄντων, ἀλλὰ μόνον τοῦτο ἐξεταστέον εἰ ὅλως εἰσὶν ἐν ὑπάρξει,
10καὶ ἂν ὦσι, πῶς εἰσι, πότερον ἐνεργείᾳ καὶ καθ’ αὑτά, ὡς οἱ ταῦτα τιθέμενοι βούλονται, ἢ ἐξ ἀφαιρέσεως παρ’ ἡμῶν γεννῶνται καὶ τοῦ εἶναι τυγχάνουσιν, ὡς αὐτῷ τε τῷ Ἀριστοτέλει καὶ τῇ φίλῃ δοκεῖ ἀληθείᾳ. εἶτα μετὰ τὴν τῶν μαθηματικῶν ἐπίσκεψιν ζητητέον, φησί, καὶ περὶ τῶν ἰδεῶν χάριν νόμου. ἐπεὶ γὰρ νόμος καὶ ἔθος ἐστίν, ὅταν τις περί τινων ἀπο‐
15φαίνηται, ἐπισκέπτεσθαι καὶ τὰς τῶν ἄλλων περὶ τῶν τοιούτων δόξας, ἵνα μὴ μένουσαι ἀνεξέταστοι ταράττωσι τοὺς ἐντυγχάνοντας, εἴρηκε δὲ αὐτὸς περὶ τῶν πρώτων καὶ ἀκινήτων ἀρχῶν τίνες καὶ πόσαι εἰσί, διὰ τὸν νόμον, φησί, τοῦτον καὶ τὸ ἔθος ἐπισκέψασθαι τὰ περὶ τῶν ἰδεῶν βούλομαι. ἐπεὶ ὅτι οὔκ εἰσιν ἰδέαι, δέδεικται μὲν πολλαχοῦ, τεθρύληται δὲ καὶ εἰς ἐξέ‐
20τασιν τὰ περὶ αὐτῶν ἤχθη καὶ ἐν τοῖς ἐξωτερικοῖς λόγοις, καὶ οὐκ ἔδει πάλιν τὸν περὶ αὐτῶν ἀνακινεῖν λόγον· ἀλλὰ διὰ τὸν νόμον καὶ τὸ ἔθος πάλιν ἐπισκεπτέον περὶ αὐτῶν μετὰ τὰ περὶ τῶν μαθηματικῶν σκέμματα. ἔτι δ, φησίν, ὅταν ἐπισκοπῶμεν τὰ περὶ τῶν εἰδῶν, τοῦτο ζητεῖν ἡμᾶς ὑποληπτέον, ὡς ἄρα οὐσίαι καὶ ἀρχαί εἰσιν αἱ ἰδέαι τῶν ὄντων
25ἢ οὔ· μετὰ γὰρ τὴν τῶν ἰδεῶν ζήτησιν τοῦτο λοιπόν ἐστιν ἰδεῖν ἡμᾶς, εἴτε εἰσὶν ἀρχαὶ καὶ οὐσίαι τῶν ὄντων αἱ ἰδέαι εἴτε μή. ἢ τὸ μετὰ γὰρ τὰς ἰδέας αὕτη λείπεται τρίτη σκέψις ἴσον ἐστὶ τῷ μετὰ γὰρ τὸ δεῖξαι ὡς οὔκ εἰσιν αἱ ἰδέαι, λοιπόν ἐστι λέγειν ὅτι ὅλως ἀνύ‐ παρκτοι οὖσαι πῶς ἂν εἶεν ἀρχαὶ τῶν ὄντων; τὸ γὰρ ἁπλῶς μὴ ὂν οὐδε‐
30νός ἐστιν ἀρχή. ταῦτα εἰπὼν καὶ ἤδη χωρῆσαι βουλόμενος πρὸς ἔλεγχον τῶν μαθηματικῶν, διαιρέσει χρῆται τοιαύτῃ. ἀνάγκη, εἴπερ εἰσὶ τὰ μαθη‐ ματικὰ οὐσίαι τινὲς καὶ φύσεις καὶ ἐνεργείᾳ ἀλλὰ μὴ δυνάμει, ἢ ἐν τοῖς αἰσθητοῖς εἶναι, ὥσπερ τινὲς τῶν Πυθαγορείων λέγουσι (λέγουσι γάρ τινες τούτων ὅτι ὥσπερ ἡ λογικὴ ψυχή, οἷον φέρε τοῦ Σωκράτους ἢ τοῦ οὐρα‐
35νοῦ, εἰ καὶ ἐν ὑπάρξει ἐστὶ καὶ ὀντότητος μετέχει καὶ καθ’ αὑτήν ἐστιν, ὅμως ἐν σώματι ἔστιν, ἡ μὲν οὐρανία τοῦ παντός, ἡ δὲ τοῦ Σωκράτους ἐν τῷ τοῦ Σωκράτους σώματι, οὕτω καὶ τὰ μαθηματικὰ ἐνεργείᾳ καὶ
καθ’ αὑτὰ ὄντα ἐν τοῖς αἰσθητοῖς εἰσιν)· ἢ οὖν ἐν τοῖς αἰσθητοῖς εἰσι τὰ724
in Metaph
.

725

μαθηματικά, ἢ οὐκ ἐν τούτοις ἀλλὰ καθ’ αὑτά, ἔν τινι μὴ ὄντα, ὥσπερ οὐδὲ αἱ ἀσώματοι καὶ ἀκίνητοι καὶ θεῖαι οὐσίαι. ἢ εἰ μήτε ἐν τοῖς αἰσθη‐ τοῖς μήτε καθ’ αὑτά, ἢ ὅλως οὔκ εἰσι, καὶ ἔσονται αἱ μαθηματικαὶ περὶ μὴ ὄντα, ἢ εἰσὶ μέν, ἀλλ’ ἄλλον τρόπον, ὡς οὗτος βούλεται, ἐξ ἀφαιρέ‐
5σεως. ὥστε, φησίν, ἡ ἀμφισβήτησις ἡμῖν ἐστιν οὐ περὶ τοῦ εἰ ἔστι τὰ μαθηματικά (εἶναι γὰρ καὶ ἡμεῖς φαμεν), ἀλλὰ περὶ τοῦ τρό‐ που τῆς ὑπάρξεως πῶς τὸ εἶναι ἔχουσι, πότερόν εἰσιν ἐνεργείᾳ καὶ καθ’ αὑτὰ ἢ ἐν τοῖς αἰσθητοῖς εἰσιν ἢ ἐξ ἀφαιρέσεως. p. 1076a38 Ὅτι μὲν οὖν ἔν γε τοῖς αἰσθητοῖς ἀδύνατον εἶναι καὶ
10ἅμα πλασματίας ὁ λόγος, εἴρηται μὲν καὶ ἐν τοῖς ἀπορήμασιν. Ἐντεῦθεν ἄρχεται τῶν ἐλέγχων δεικνὺς ὅτι τὰ μαθηματικὰ οὔκ εἰσιν ἐν τοῖς αἰσθητοῖς ἄλλα ὄντα τῶν αἰσθητῶν. καί φησιν ὅτι μὲν οὖν οὔκ εἰσι τὰ μαθηματικὰ ἐν τοῖς αἰσθητοῖς, εἴρηται καὶ ἐν τῷ Β ταύτης τῆς πραγματείας· ἐκεῖ γὰρ περὶ τούτων ἠπόρησε, λέγων εἰ τὸ μαθηματι‐
15κὸν σῶμα τριχῇ ἐστι διαστατόν, ἐστὶ δὲ καὶ τὸ αἰσθητὸν καὶ φυσικὸν σῶμα τριχῇ διαστατόν, ἔστι δὲ τὸ μαθηματικὸν σῶμα ἐν τῷ φυσικῷ σώ‐ ματι, ἐχώρησαν αἱ τοῦ μαθηματικοῦ διαστάσεις ἐν ταῖς τοῦ αἰσθητοῦ δια‐ στάσεσιν, ὥστε ἐχώρησε σῶμα διὰ σώματος· ἀλλ’ ἀδύνατον. δι’ οὗ οὖν λόγου δείκνυται ὅτι ἀδύνατον τὰ μαθηματικὰ στερεὰ ἄλλα ὄντα παρὰ τὰ
20φυσικὰ ἐν τούτοις εἶναι, διὰ τοῦ αὐτοῦ δειχθήσεται ὅτι οὐδὲ τὰς ἄλλας δυνάμεις καὶ φύσεις (λέγοι δ’ ἂν δυνάμεις καὶ φύσεις τὰ πέρατα τούτων, τὰ ἐπίπεδα καὶ τὰς γραμμάς, εἰ μὴ ἄρα καὶ τὰ τῇ ὀπτικῇ καὶ τῇ ἁρμο‐ νικῇ καὶ ταῖς συστοίχοις ἐπιστήμαις ὑποβεβλημένα περιλαμβάνει), οὐδὲ τὰς ἄλλας οὖν δυνάμεις οἷόν τε ἄλλας οὔσας τῶν αἰσθητῶν ἐν αὐτοῖς εἶναι·
25ἀλλὰ ἔσονται μὲν ἐν τοῖς αἰσθητοῖς, ἀλλὰ δυνάμει καὶ ἐξ ἀφαιρέσεως αὐ‐ τοῖς τὸ εἶναι ἔσται. ἀλλὰ ταῦτα μὲν εἰρῆσθαι καὶ πρότερόν φησι, προσ‐ άπτει δὲ αὐτοῖς καὶ ἕτερον ἄτοπον, λέγων ἀλλὰ πρὸς τούτοις φανερὸν ὅτι ἀδύνατον διαιρεθῆναι ὁτιοῦν σῶμα. ὃ δὲ λέγει δυνάμει τοιοῦ‐ τόν ἐστιν. εἰ γὰρ τὰ μαθηματικὰ μεγέθη ἄλλα ὄντα τῶν αἰσθητῶν ἐν
30αὐτοῖς ἐστιν, οὐ διαιρεθήσεται τὰ σώματα· εἰ γὰρ διαιρεθῇ, διαιρεθήσε‐ ται ἡ στιγμή· εἰ δὲ ἀδύνατον διαιρεθῆναι τὴν στιγμήν, ἀδύνατον καὶ ᾧ εἵπετο τὸ διαιρεθῆναι αὐτήν· τοῦτο δὲ ἦν τὸ τὰ μαθηματικὰ ἄλλα ὄντα τῶν αἰσθητῶν ἐν αὐτοῖς εἶναι. ὅτι δὲ τῶν μαθηματικῶν ἐνεργείᾳ καὶ καθ’ αὑτὰ φύσεών τινων ὄντων καὶ οὐσῶν ἐν τοῖς αἰσθητοῖς, διαιρουμένων τῶν
35αἰσθητῶν διαιρεθήσεται ἡ στιγμὴ δῆλον. ἐπεὶ γὰρ τὸ μαθηματικὸν στερεὸν ἐνεργείᾳ ἔχει ἐν ἑαυτῷ καὶ ἐπίπεδα καὶ γραμμὰς ἀλλ’ οὐ δυνάμει ὡς τὰ φυσικά (ταῦτα γὰρ ὅταν διαιρεθῇ, τότε ἐν αὐτοῖς γίνεται ἐνεργείᾳ
καὶ τὸ ἐπίπεδον καὶ ἡ γραμμή, ὁμοίως δὲ καὶ ἡ στιγμή, πρὶν δὲ διαιρε‐725
in Metaph
.

726

θῆναι δυνάμει εἰσὶν ἐν αὐτοῖς ταῦτα), ἐπεὶ οὖν, ὡς εἴρηται, ἐνεργείᾳ εἰσὶν ἐν τῷ μαθηματικῷ σώματι τὰ ἐπίπεδα καὶ αἱ γραμμαί, ἐχώρησε δὲ δι’ ὅλου τοῦ φυσικοῦ σώματος, διαιρουμένου τοῦ αἰσθητοῦ σώματος διαιρεθή‐ σεται καὶ τὸ ἐν αὐτῷ ὂν μαθηματικὸν σῶμα· πάντως δὲ ἐπιπέδῳ· οὐκ‐
5οῦν καὶ τὸ ἐπίπεδον γραμμῇ, καὶ γραμμὴ στιγμῇ· ὥστε ἐπεὶ ἐνεργείᾳ εἰσὶ καὶ αἱ γραμμαὶ καὶ αἱ στιγμαί, διαιρεθήσεται ἡ στιγμή. ἡμεῖς μὲν γὰρ δυνάμει λέγοντες εἶναι τὰς στιγμὰς ἐν ταῖς γραμμαῖς καὶ αὐτὰς ἐν τοῖς ἐπιπέδοις καὶ ταῦτα ἐν τοῖς σώμασιν, ὅταν διαιρεθῇ ἡ γραμμὴ λέγομεν γίνεσθαι τὴν δυναμένην ἐν αὐτῇ γίνεσθαι στιγμὴν ἐνεργείᾳ· οὗτοι δὲ συν‐
10εχῆ μὲν τὰ μεγέθη λέγοντες, ἐνεργείᾳ δὲ εἶναι ἐν αὐτοῖς τὰ ἐπίπεδα καὶ τὰς γραμμὰς καὶ στιγμάς, ὑποθέμενοι δὲ καὶ ἐν τοῖς αἰσθητοῖς εἶναι, κινου‐ μένης τῆς γραμμῆς καὶ τεινομένης κατὰ τὴν διαίρεσιν ὥσπερ τριχός, ἀν‐ άγκη συνεπεκτείνεσθαι καὶ τὰς ἐν αὐτῇ στιγμάς, ἐνεργείᾳ μὲν οὔσας, μὴ ἁπτομένας δέ· εἰ γὰρ ἥπτοντο, οὐκ ἂν ἦν ἡ γραμμὴ συνεχής· ὥστε διαι‐
15ρεθήσεται ἡ στιγμή. εἰ μὲν γὰρ ἥπτοντο αἱ στιγμαί, δυνατὸν ἦν λέγειν ὅτι ἀπολυόμεναι ἀπ’ ἀλλήλων διαιρεῖται ἡ γραμμή· ἐπεὶ δὲ οὐχ ἅπτονται (συνεχὴς γὰρ ἡ γραμμή), ἀνάγκη τεμνομένης τῆς στιγμῆς διαιρεῖσθαι τὴν γραμμήν, ὁμοίως σχιζομένης τῆς γραμμῆς διαιρεῖσθαι τὸ ἐπίπεδον, καὶ τού‐ του τὸ σῶμα. ταῦτα εἰπὼν ἐπάγει τί οὖν διαφέρει ἢ ταύτας εἶναι
20τοιαύτας φύσεις, ἢ αὐτὰς μὲν μ, καὶ τὰ ἑξῆς. λέγει δὲ ὅτι οὐδὲν διαφέρει εἴτε τὰς φυσικὰς στιγμὰς λέγοι τις τοιαύτας φύσεις, τουτέστιν ἀδιαιρέτους, ἢ αὐτὰς μὲν μὴ λέγειν ἀδιαιρέτους εἶναι, εἶναι δὲ ὡς ἐν ὑπο‐ κειμέναις αὐταῖς τοιαύτας φύσεις, ἤτοι μαθηματικὰς στιγμὰς καὶ ἀδιαιρέ‐ τους· διαιρουμένων γὰρ τῶν αἰσθητῶν καὶ φυσικῶν στιγμῶν, ἤτοι
25γινομένων γὰρ τῶν διαιρέσεων κατ’ αὐτάς, αἱ ἐν αὐταῖς ὡς ὑποκειμέναις οὖσαι μαθηματικαὶ στιγμαὶ διαιρεθήσονται. ἐν δὲ τῇ λέξει τῇ τί οὖν διαφέρει ἢ ταύτας εἶναι ἢ ταύτας μὲν μ, εἶναι δ’ ἐν αὐταῖς ὑπο‐ στικτέον εἰς τὸ μ, εἶτα δὲ ἐπακτέον τὸ εἶναι δὲ ἐν αὐταῖς τοιαύτας φύσεις, ἵν’ ᾖ ‘τί διαφέρει τὰς φυσικὰς στιγμὰς ἀδιαιρέτους λέγειν, ἢ
30ταύτας μὲν μὴ λέγειν, ἐπεὶ μηδ’ ὅλως εἰσὶν ἐνεργείᾳ ἀλλὰ δυνάμει, εἶναι δ’ ἐν αὐταῖς ταῖς δυνάμει στιγμαῖς τὰς μαθηματικάς, αἵ τινες ἐνεργείᾳ εἰσίν;‘ p. 1076b11 Ἀλλὰ μὴν οὐδὲ κεχωρισμένας γε εἶναι τοιαύτας φύ‐ σεις δυνατόν.
35 Δείξας ὅτι ἀδύνατον τὰ μαθηματικὰ σώματα καὶ μεγέθη, ἄλλα ὄντα τῶν αἰσθητῶν, ἐν αὐτοῖς εἶναι, δείκνυσιν ὅτι οὐδὲ κεχωρισμένας καὶ αὐ‐ τὰς καθ’ αὑτὰς εἶναι τοιαύτας οὐσίας δυνατόν, ὥσπερ τὰς θείας οὐσίας καὶ ἀσωμάτους ἡμεῖς εἶναί φαμεν. εἰ γάρ εἰσι, φησί, στερεὰ ἢ σώ‐
ματα (ταὐτὸν γάρ ἐστι τὸ σῶμα στερεὸν καὶ τὸ στερεὸν σῶμα), εἰ οὖν εἰσι726
in Metaph
.

727

σώματα μαθηματικὰ παρὰ τὰ αἰσθητὰ καὶ φυσικὰ κεχωρισμένα καὶ καθ’ αὑτὰ καὶ πρότερα ὡς ἁπλούστερα (τὸ γὰρ ἁπλούστερον πρότερον τοῦ συνθετωτέρου), δῆλον ὅτι καὶ παρὰ τὰ ἐπίπεδα τὰ ἐν τοῖς σώμασι τοῖς φυσικοῖς ὄντα ἔσονται ἄλλα ἐπίπεδα πρότερα· τοῦ γὰρ αὐτοῦ λόγου
5καὶ τῆς αὐτῆς αἰτίας. εἰ ἄρα εἰσὶ σώματα παρὰ τὰ αἰσθητὰ καὶ φυσικά, ἔσονται καὶ ἐπίπεδα παρὰ τὰ φυσικὰ ἐπίπεδα, ἁπλούστερα τῶν φυσικῶν ἐπιπέδων καὶ καθ’ αὑτὰ ὄντα καὶ οὐκ ἐν σώμασιν. ἀλλὰ μὴν εἰ τὰ μαθη‐ ματικὰ σώματα ἔχει ἐπίπεδα, ἔσονται τῶν τοιούτων ἐπιπέδων ἄλλα ἐπί‐ πεδα ἁπλούστερα καὶ καθ’ αὑτά, ἐξ ὧν ὡς ἀπὸ ἁπλουστέρων γίνεται τὰ
10μαθηματικὰ σώματα. πάλιν ἐπεὶ ἐν τοῖς ἐπιπέδοις τοῖς οὖσι μετὰ τῶν μαθηματικῶν σωμάτων εἰσὶ γραμμαὶ καὶ ἐν αὐταῖς στιγμαί, ἔσονται καὶ παρὰ τὰς τοιαύτας γραμμὰς ἄλλαι ἁπλούστεραι γραμμαὶ καθ’ αὑτὰς οὖσαι καὶ μὴ ἐν ἐπιπέδοις τισί. πάλιν ἐπεὶ αἱ τοιαῦται γραμμαὶ αἱ καθ’ αὑτὰς οὖσαι καὶ μὴ ἐν ἐπιπέδοις τὸ εἶναι ἔχουσαι ἔχουσι στιγμάς, ἔσονται τῶν
15τοιούτων στιγμῶν ἄλλαι πρότεραι στιγμαὶ μὴ ἐν γραμμαῖς οὖσαι ἀλλ’ αὐ‐ ταὶ καθ’ αὑτάς. τούτων δὲ τῶν στιγμῶν οὐκ ἔσονται ἄλλαι πρότεραι στιγ‐ μαί· ἁπλούσταται γάρ εἰσι διὰ τὸ μὴ κεῖσθαι ἐν γραμμαῖς. ὥστε, φησί, συμβαίνει εἶναι παρὰ τὰ αἰσθητὰ στερεὰ ἄλλα στερεὰ μοναχῶς, τουτέστιν ἓν γένος καὶ μίαν φύσιν στερεῶν, ἐπιπέδων δὲ παρὰ τὰ αἰσθητὰ καὶ τὰ
20φυσικὰ ἐπίπεδα γένη τριττά, τά τε παρὰ τὰ φυσικὰ ἐπίπεδα καὶ τὰ ἐν τοῖς μαθηματικοῖς σώμασι καὶ τὰ παρὰ τὰ ἐν τοῖς μαθηματικοῖς, ἃ καθ’ αὑτὰ ὑπάρχει. γραμμαὶ δ, φησίν, ἔσονται τετραξαὶ καὶ στιγμαὶ πεντα‐ ξα, τουτέστι γένη δὲ καὶ φύσεις γραμμῶν ἔσονται τετραπλαῖ, στιγμῶν δὲ πενταπλαῖ. τοῦτο δὲ ὧδέ ἐστι δῆλον. ἓν μὲν γένος γραμμῶν ἔσται τὸ
25ὂν μετὰ τῶν ἐπιπέδων, ἅπερ ἐπίπεδα ἄλλα μὲν τῶν φυσικῶν ἐπιπέδων καθ’ αὑτὰ δὲ εἶναι ὁ λόγος ἠνάγκασεν· ἄλλο δὲ γένος γραμμῶν ἔσται τὸ ὂν μετὰ τῶν ἐπιπέδων τῶν ἐν τοῖς μαθηματικοῖς σώμασιν ὄντων· τρίτον δὲ γένος γραμμῶν ἔσται τὸ συνὸν τοῖς καθ’ αὑτὰ οὖσιν ἐπιπέδοις, ἀφ’ ὧν ὡς ἁπλουστέρων τὰ μαθηματικὰ ἐπίπεδα ἢ καὶ σώματα γίνεται· τέ‐
30ταρτον δὲ γένος γραμμῶν ἔσται τὸ ὂν παρὰ τὰς γραμμὰς τὰς ἐν τοῖς καθ’ αὑτὰ ἐπιπέδοις ὑπάρχουσιν οὔσας, λέγω δὴ αὐτὰς τὰς καθ’ αὑτὰς οὔσας γραμμὰς καὶ οὐκ ἐν ἐπιπέδοις ὅλως ὑπάρχουσιν οὔσας. στιγμῶν δὲ γένη εἰσὶ ταῦτα, πρῶτον μὲν τὸ συνὸν ταῖς γραμμαῖς ταῖς οὔσαις ἐν τοῖς ἐπι‐ πέδοις τοῖς παρὰ τὰ φυσικὰ ἐπίπεδα οὖσι, δεύτερον δὲ τὸ συνὸν ταῖς γραμ‐
35μαῖς ταῖς οὔσαις ἐν τοῖς ἐπιπέδοις τοῖς συνοῦσι τοῖς μαθηματικοῖς σώ‐ μασι· τρίτον γένος στιγμῶν ἔσται τὸ συνὸν ταῖς γραμμαῖς ταῖς συνούσαις τοῖς καθ’ αὑτὰ οὖσιν ἐπιπέδοις, ἀφ’ ὧν ὡς ἁπλουστέρων τὰ μαθηματικὰ ἐπίπεδα ἢ καὶ σώματα γίνεται· τέταρτον γένος τὸ συνὸν ταῖς καθ’ αὑτὰς οὔσαις γραμμαῖς καὶ μὴ ἐν ἐπιπέδοις οὔσαις· πέμπτον γένος στιγμῶν ἔσται
40αὐτὸ καθ’ αὑτὸ ὂν καὶ μὴ ἐν γραμμαῖς τὸ εἶναι ἔχον. ὥστε, φησί, ποίων727
in Metaph
.

728

γραμμῶν ἢ ποίων ἐπιπέδων ἔσονται αἱ ἐπιστῆμαι; πότερον τῶν μετὰ τῶν ἀκινήτων στερεῶν ὄντων; ἀλλ’ ἄτοπον· αἱ ἐπιστῆμαι γὰρ ἀεὶ τῶν προ‐ τέρων καὶ ἁπλουστέρων εἰσί. τούτοις καὶ ἄλλο προστίθησι λέγων δ’ αὐ‐ τὸς λόγος καὶ περὶ τῶν ἀριθμῶν· παρ’ ἑκάστας γὰρ τὰς στιγμὰς
5ἕτεραι ἔσονται μονάδες. λέγοι δ’ ἂν ‘ἐπειδὴ πάλιν αἱ μονάδες ἁπλού‐ στεραί εἰσι τῶν στιγμῶν, καθὸ αὗται μὲν ἄθετοί εἰσιν αἱ δὲ στιγμαὶ θέσιν ἔχουσιν καὶ κεῖνταί που, ἔσται ἄλλο γένος μονάδων, ἀφ’ ὧν ὡς ἀπὸ ἁπλου‐ στέρων εἰσὶν αἱ στιγμαί· ὥστε ἄλλο μὲν γένος ἔσται μονάδων τὸ ὂν παρὰ τὰς στιγμὰς τὰς συνούσας ταῖς γραμμαῖς ταῖς συνούσαις τοῖς ἐπιπέδοις τοῖς
10οὖσι παρὰ τὰ φυσικὰ ἐπίπεδα, ἄλλο δὲ πάλιν γένος μονάδων ἔσται τὸ ὂν παρὰ τὰς στιγμὰς τὰς συνούσας ταῖς γραμμαῖς αἵτινες σύνεισι τοῖς ἐν τοῖς μαθηματικοῖς σώμασιν οὖσιν ἐπιπέδοις· καὶ ὅλως ὅσα γένη τῶν στιγμῶν, τοσαῦτα καὶ μονάδων καὶ ἔτι πλείω.‘ τὸ δὲ ἔτι πλείω προσέθηκα ἐγὼ διὰ τὸ μέλλον ὑπ’ αὐτοῦ εὐθὺς λέγεσθαι· ἔστι δὲ τόδε. ἐπεὶ ὁ Σωκράτης
15καθὸ ἄνθρωπος ἕν ἐστι καὶ ὁ Πλάτων καὶ ἁπλῶς πάντα τὰ αἰσθητὰ καθὸ τόδε τί ἐστιν ἕν εἰσιν, ἔσται ἄλλη μὲν μονὰς παρὰ τὸ ἐν τῷ Σωκράτει ἕν, καὶ ἄλλη παρὰ τὸ ἐν Πλάτωνι, καὶ ἄλλη παρὰ τὸ ἐν ἐμοί, καὶ οὕτως ἐπὶ πάντων τῶν αἰσθητῶν. ἀλλ’ ἐπεὶ καὶ τὰ νοητὰ ἕκαστον αὐτῶν ἕν ἐστι καὶ μᾶλλον ἕν (τούτου γὰρ δηλωτικόν ἐστι τὸ εἶτα τὰ νοητά), ἔσονται
20καὶ παρὰ τὸ ἐν ἑκάστῳ τῶν νοητῶν ἓν ἄλλαι ἁπλούστεραι μονάδες καὶ καθ’ αὑτάς· τὸ γὰρ ἐν ἑκάστῳ ἕν, ἐπειδὴ ἐν ἐκείνῳ καθ’ οὗ λέγεταί ἐστιν, οὐχ ἁπλοῦν ἐστιν ἀλλὰ σύνθετον· ὥστε ἔσονται ἄπειρα γένη τῶν μαθηματικῶν μονάδων καὶ ἀριθμῶν. ἡ μὲν οὖν σύμπασα διάνοια τῶν λεγομένων αὕτη, τὰ δὲ κατὰ τὴν λέξιν ὧδέ πῃ ἔχει. εἰ γάρ εἰσι, φησί,
25παρὰ τὰ αἰσθητὰ στερεὰ ἕτερα καὶ πρότερα τῶν αἰσθητῶν, δῆλον ὅτι καὶ παρὰ τὰ ἐπίπεδα τὰ φυσικά (τούτου γὰρ δεῖ προσυπακούειν) ἔσον‐ ται ἄλλα ἐπίπεδα κεχωρισμένα παντὸς σώματος καὶ καθ’ αὑτά· ὁμοίως καὶ γραμμαί· αἱ γὰρ ἐν τοῖς τοιούτοις ἐπιπέδοις γραμμαὶ καὶ στιγμαὶ δῆλον ὡς ἕτεραι ἔσονται τῶν φυσικῶν γραμμῶν καὶ στιγμῶν. τὸ δὲ τοῦ γὰρ
30αὐτοῦ λόγου ἴσον ἐστὶ τῷ τίς γὰρ ἡ ἀποκλήρωσις τοῦ στερεὰ μὲν εἶναι παρὰ τὰ αἰσθητά, ἐπίπεδα δὲ καὶ γραμμὰς μὴ εἶναι ἑτέρας τῶν φυσικῶν γραμμῶν καὶ ἐπιπέδων καθ’ αὑτὰ ὄντα. ἀλλὰ καὶ παρὰ τὰ τοῦ ἀκινήτου καὶ μαθηματικοῦ σώματος ἐπίπεδα ἔσονται ἄλλα πρότερα ἐπίπεδα. καὶ τὴν αἰτίαν ἐπήγαγεν εἰπὼν πρότερα γὰρ τῶν συγκειμένων ἐστὶ τὰ
35ἀσύνθετα· ὥστε ἔστιν ἄλλο τι γένος ἐπιπέδων ἁπλούστατον, ἐξ ὧν συν‐ τεθειμένων ταῦτα τὰ ἀκίνητα καὶ μαθηματικὰ ἀποτελεῖται στερεά· τούτων δὲ τῶν ἐν τοῖς ἀκινήτοις στερεοῖς ὄντων ἐπιπέδων ἔσονται τὰ πέρατα γραμ‐
μαί, ὧν γραμμῶν δεήσει ἑτέρας εἶναι προτέρας γραμμάς.728
in Metaph
.

729

p. 1076b39 Ἔτι ἅπερ καὶ ἐν τοῖς διαπορήμασιν ἐπήλθομεν πῶς ἐνδέχεται λύειν; Ἀπορῶν ἐν τῷ Β τῆς προκειμένης πραγματείας ἐζήτησε καὶ τοῦτο, ὅτι εἰ αἱ μαθηματικαὶ ἐπιστῆμαι περὶ ἄλλας φύσεις εἰσὶ μεταξὺ οὔσας τῶν
5αἰσθητῶν καὶ νοητῶν, ἔστι δὲ ἡ ἀστρολογία μία τῶν μαθηματικῶν ἐπι‐ στημῶν, ἔσται παρὰ τὸν αἰσθητὸν οὐρανὸν ἄλλος οὐρανὸς μαθηματικὸς καθ’ αὑτὸν ὢν καὶ ἐνεργείᾳ ἀλλ’ οὐκ ἐπινοίᾳ τὸ εἶναι ἔχων· ὡς γὰρ περὶ ἃ ἡ γεωμετρία ἐστὶ μεταξύ εἰσι κατ’ αὐτοὺς τοῦ αὐτομεγέθους καὶ τῶν αἰσθη‐ τῶν μεγεθῶν, οὕτως ἕξει καὶ περὶ ἃ ἡ ἀστρολογία. τοῦτον οὖν τὸν λόγον
10τὸν ἀποροῦντα καὶ λέγοντα ὅτι εἰ ἔστι τις μαθηματικὸς οὐρανός, ἀνάγκη αὐτὸν ἀκίνητον εἶναι καὶ τὰ μόρια αὐτοῦ ἤτοι τοὺς ἀστέρας, οὐρανὸν δὲ ἀκίνητον ἀδύνατον εἶναι (πᾶς γὰρ οὐρανὸς ἐν τῷ εἶναι ἐν κινήσει τοιᾳδὶ ἔχει τὸ οὐρανὸς εἶναι), ὁμοίως κἂν ἄλλο τι ἐν κινήσει ὂν καὶ ἐν αὐτῇ τὸ εἶναι ἔχον οὐκ ἐνδέχεται ἀκίνητον εἶναι, τοῦτον δὴ τὸν λόγον πῶς ἐνδέχε‐
15ται αὐτοὺς λύειν; ὁμοίως δὲ τῇ ἀστρολογίᾳ ἕξει καὶ ἡ ὀπτικὴ καὶ ἡ ἁρ‐ μονική· ἡ μὲν γὰρ ἔσται περὶ ὄψεις ἄλλας παρὰ τὰς αἰσθητάς, καὶ ἡ ἁρ‐ μονικὴ περὶ φωνάς· ὥστε ἔσονται καὶ αἱ ἄλλαι αἰσθήσεις. διὰ τί γὰρ ὄψεις μὲν ἔσονται παρὰ τὰς αἰσθητάς, παρὰ δὲ τὰς λοιπὰς αἰσθήσεις οὐκ ἔσονται ἄλλαι; εἰ δὲ τοῦτο, ἔσονται καὶ ζῷα μαθηματικά.
20p. 1077a9 Ἔτι γράφεται ἔνια καθόλου ὑπὸ τῶν μαθηματικῶν. Τὸ γράφεται ἀντὶ τοῦ δείκνυται νῦν εἴληπται. λέγει δὲ ὅτι ἐπεὶ δείκνυταί τινα παρὰ τοῖς μαθηματικοῖς διὰ τῶν καθόλου λόγων καὶ διά τινων ἀξιωμάτων (οἷον διὰ τοῦ ἀπὸ ἴσων ἴσα ἂν ἀφέλῃς, τὰ καταλειπό‐ μενα ἴσα ἐστί, καὶ διὰ τοῦ ἂν τέσσαρά τινα ᾖ ἀνάλογον, τὸ ὑπὸ τῶν ἄκρων
25ἴσον ἐστὶ τῷ ὑπὸ τῶν μέσων, καὶ ἄλλων πολλῶν τοιούτων), ἀνάγκη, φη‐ σίν, ὄντων χωριστῶν μεγεθῶν καὶ ἀριθμῶν, καὶ τὰ ὑπὸ τῶν ἀξιωμάτων δηλούμενα, οἷον τὰ τινά, εἶναι χωριστὰ καὶ καθ’ αὑτά, αὐτὸ τοῦτο τινὰ ὄντα, οὔτε γραμμαὶ οὔτε ἐπίπεδα οὔτε χρόνοι οὔτε ἄλλο τι· ἕτερον γὰρ τούτων ἁπάντων ἔσται καθολικώτερον ὂν καὶ τῶν γραμμῶν καὶ τῶν ἐπι‐
30πέδων καὶ χρόνων καὶ στερεῶν καὶ τῶν ἄλλων ἁπάντων. ὥστε ἔσται τις φύσις μεταξὺ τοῦ αὐτομεγέθους καὶ τοῦ μαθηματικοῦ παντὸς μεγέθους τοῦ χωριστοῦ καὶ καθ’ αὑτὸ ὄντος, οὔτε γραμμὴ οὖσα ἡ φύσις αὕτη οὔτε χρόνος, οὐ σῶμα, οὐκ ἄλλο τι, ὃ ἂν εἴη ἐκείνοις μὲν ἴσως δῆλον τοῖς
ταῦτα τιθεμένοις, ἡμῖν δὲ ἄδηλον. ὡς γὰρ κατ’ αὐτούς εἰσι παρὰ τὰ αἰ‐729
in Metaph
.

730

σθητὰ τρίγωνα καὶ τὰς αἰσθητὰς γραμμὰς καὶ τὰ σώματα ἄλλα τρίγωνα καὶ γραμμαὶ καὶ σώματα, ἃ μαθηματικά φασιν, ἐπειδὴ ταῦτα τὰ μαθημα‐ τικὰ λέγεται τινά, ἀνάγκη εἶναι ἄλλην τούτων καθολικωτέραν φύσιν τὴν δηλουμένην ὑπὸ τῆς τινὰ φωνῆς. ἔχει δέ τινα βραχεῖαν ἀσάφειαν ἡ λέξις
5ἔσται οὖν καὶ αὕτη τις ἄλλη οὐσία μεταξὺ κεχωρισμένη τῶν τε ἰδεῶν καὶ τῶν μεταξ· λέγει δὲ ἰδέας μὲν τὸ αὐτοποσὸν καὶ τὰ τοι‐ αῦτα, μεταξὺ δὲ τὰ μαθηματικά· μεταξὺ γὰρ τῶν τε ἰδεῶν καὶ τῶν αἰ‐ σθητῶν ἐτίθεντο τὰ μαθηματικά. λέγει οὖν ὅτι ἔσται τις ἄλλη φύσις καθ’ αὑτὴν οὖσα μεταξὺ τῶν τε ἰδεῶν καὶ τῶν μεταξύ, τουτέστι τῶν μαθημα‐
10τικῶν, ὡς εἶναι κάτωθεν ἀρχομένοις πρῶτα τὰ μαθηματικά, δευτέρα ἡ φύσις αὕτη καὶ ἡ οὐσία, καὶ τρίται αἱ ἰδέαι. εἰ δὲ πρὸς τὰ αἰσθητὰ ἀπί‐ δοις, ἔσονται πρῶτα μὲν τὰ αἰσθητά, δεύτερα δὲ τὰ μαθηματικά, τρίτη ἡ φύσις αὕτη καὶ τέταρτον αἱ ἰδέαι. ἀλλ’ εἰ ἀδύνατον, φησίν, εἶναι οὐσίαν καθ’ αὑτὴν μὴ χρόνον μὴ ἐπίπεδον μὴ ἄλλο τι οὖσαν, ἀδύνατον καὶ τὰ
15μαθηματικὰ εἶναι καθ’ αὑτά· εἰ γὰρ αὐτά, κἀκείνη, εἰ δὲ μὴ ἐκείνη, οὐδ’ αὐτά. p. 1077a14 Ὅλως δὲ τοὐναντίον συμβαίνει καὶ τοῦ ἀληθοῦς καὶ τοῦ εἰωθότος ὑπολαμβάνεσθαι. Καὶ ἡ ἀλήθεια, φησί, βοᾷ καὶ πάντες οἱ σοφοὶ εἰώθασιν ὑπολαμβάνειν
20ὅτι τὸ ἀτελὲς τῷ μὲν χρόνῳ πρότερόν ἐστι τοῦ τελείου, τῇ δὲ φύσει ἤτοι τῷ τελείῳ ὕστερον. ἐξ ὧν δ’ οὗτοι λέγουσι (λέγουσι δὲ ὅτι τὰ μαθήματα ἄλλα ἐστὶ τῶν αἰσθητῶν καὶ καθ’ αὑτὰ ὄντα καὶ χωριστά), συμβαίνει τοὐναντίον τοῦ εἰωθότος ὑπολαμβάνεσθαι καὶ τῆς ἀληθείας· τοῦτο δ’ ἐστὶ τὸ τὰ μαθηματικὰ ἀτελέστερα τῶν φυσικῶν ὄντα πρότερα εἶναι οὐ τῷ
25χρόνῳ ἀλλὰ καὶ τῇ φύσει· ὁμοίως δὲ καὶ ὕστερα· οὐδὲν δέ ἐστι καὶ πρό‐ τερον καὶ ὕστερον τῇ φύσει. καθὸ μὲν γὰρ αἱ μαθηματικαὶ οὐσίαι χω‐ ρισταί εἰσι καὶ καθ’ αὑτὰς καὶ τέλειαι κατ’ αὐτοὺς καὶ ἁπλούσταται, ἀν‐ άγκη προτέρας εἶναι τῇ φύσει καὶ τῇ οὐσίᾳ τῶν αἰσθητῶν μεγεθῶν, κατὰ δὲ τὸ ἀληθὲς ὑστέρας. καὶ τὴν αἰτίαν ἐπήγαγεν εἰπὼν τὸ γὰρ
30ἀτελὲς μέγεθος τῷ χρόνῳ μὲν ἀεὶ πρότερόν ἐστι τῇ οὐσίᾳ δὲ ὕστε‐ ρον, οἷον ἄψυχον ἐμψύχου. ὥσπερ γὰρ πρότερον μὲν γίνεται τὸ ἄψυχον σῶμα καὶ οὕτως ἐμψυχοῦται καὶ τελειοῦται, οὕτω καὶ ἐπὶ τῶν ἄλλων· πρότερον μὲν ὁ λόγος ὑπονοεῖ τὸ τριχῇ διαστατὸν γινόμενον, ὅπερ ἀναλογεῖ τῷ μαθηματικῷ σώματι, καὶ οὕτως ὅτι εἰσῆλθον ἐν αὐτῷ ὑπὸ
35τῆς φύσεως θερμότητες κουφότητες ἢ ἄλλη τις ποιότης, καὶ ἀπετέλεσαν τὸ φυσικὸν τέλος. ὡς οὖν τὸ ἄψυχον πρότερον ὂν τῇ γενέσει (πρότερον γὰρ αὐτὸ γίνεται) ἀτελέστερόν ἐστι τοῦ ἐμψύχου, οὕτω καὶ τὰ μαθηματικὰ τῇ μὲν γενέσει πρότερά ἐστι τῶν φυσικῶν σωμάτων, τῇ δὲ φύσει καὶ τῷ τελείῳ ὕστερα· ὥστε κατὰ μὲν τὴν ἀλήθειαν καὶ ἀτελέστερά ἐστι τὰ μα‐
40θηματικὰ τῶν φυσικῶν, καὶ διὰ τοῦτο καὶ ὕστερα τῇ φύσει· ἀλλὰ καὶ πρό‐730
in Metaph
.

731

τερα κατὰ τοὺς χωρίζοντας αὐτὰ καὶ ἄλλα τῶν φυσικῶν εἶναι λέγοντας. ταῦτα εἰπὼν διὰ μέσου ζητεῖ τινα ζήτησιν καὶ οὕτως πάλιν ἐπάνεισιν ἐπὶ τὸ προκείμενον. ὃ δὲ ζητεῖ τοιοῦτόν ἐστιν· ἐπεὶ τὰ μαθηματικὰ σώματα ἐξ ἐπιπέδων εἰσί, τί τὸ αἴτιον αὐτοῖς τῆς ἑνώσεως; τοῖς μὲν γὰρ φυσικοῖς
5σώμασιν ἢ ἡ ψυχὴ ὡς εἶδός ἐστιν αἰτία τοῦ ἓν εἶναι, ὡς ἐπὶ τῶν τελείων ζῴων, ἢ μέρος ψυχῆς, ὡς ἐπὶ τῶν ἐχόντων ἁφὴν μόνην, ἢ ἄλλο τι εὔ‐ λογον, κόλλα δηλαδὴ ἢ δεσμός. εἰ δὲ μή ἐστι τὸ δεσμοῦν ἀλλὰ ἐξέλθοι ἀπ’ αὐτῶν, εὐθὺς πολλά τε γίνεται καὶ διαλύεται. τοῖς δὲ μαθηματικοῖς καὶ δυναμένοις διαιρεῖσθαι διὰ τὸ ποσὰ εἶναι τί τὸ αἴτιον τῆς αὐτῶν ἑνώ‐
10σεως; τοῦτο διὰ μέσου εἰπὼν ἄνεισι πάλιν ἐπὶ τὸ ἐξ ἀρχῆς, ἐν ᾧ τὸ αἰ‐ σθητὸν πρότερον ἐδείκνυ τοῦ μαθηματικοῦ τῇ οὐσίᾳ, καὶ δείκνυσι καθόλου, ὅτι πᾶν σῶμα τῇ οὐσίᾳ πρότερόν ἐστι καὶ γραμμῆς καὶ ἐπιπέδου. ἐκ τού‐ του δὲ ἔχει ὅτι καὶ τῶν σωμάτων τὸ τελειότερον πρότερόν ἐστι τῶν ἀτε‐ λεστέρων· τελειότερον δὲ τὸ φυσικὸν τοῦ μαθηματικοῦ. λέγει δὴ ὅτι αἱ
15γενέσεις δηλοῦσιν ὅτι τὰ σώματα πρότερά ἐστι καὶ ἐπιπέδων καὶ γραμ‐ μῶν τῇ οὐσίᾳ· πρότερον γὰρ ἐπὶ μῆκος γίνεται ἡ αὔξησις ἢ ὅλως ἡ κίνησις, ἔπειτα εἰς πλάτος, εἶτα εἰς βάθος, καὶ τελειοῦται ὡς σῶμα ἁπλῶς, ὕστερον δὲ προσλαβὸν καὶ ποιότητα τελειοῦται ὡς φυσικὸν σῶμα. ὥστε εἰ τὰ τῇ γενέσει ὕστερα τῇ φύσει πρότερα, πρότερον ἂν εἴη τὸ σῶμα
20καὶ ἐπιπέδου καὶ γραμμῆς, καὶ τοῦ σώματος πάλιν τὸ αἰσθητὸν σῶμα, καὶ τούτου τὸ ἔμψυχον, καὶ ἐφεξῆς ἀκολούθως. ἔτι, φησί, καὶ διὰ τὸ τὸ μὲν σῶμα ἔμψυχον δύνασθαι γενέσθαι, τὴν δὲ γραμμὴν καὶ τὸ ἐπίπεδον οὐ‐ δαμῶς (οὐδεὶς γὰρ ἑώρακέ ποτε γραμμὴν ἔμψυχον), καὶ διὰ τοῦτο πρό‐ τερον ἂν εἴη τὸ σῶμα τῆς ἐπιφανείας καὶ τῆς γραμμῆς. πῶς δὲ ἀδύνα‐
25τον, δῆλον. τὰ μὲν γὰρ εἴδη τῶν ἐμψύχων οἷς ἂν παρῇ ἔμψυχα καὶ ζῆν αὐτὰ ποιεῖ· οὐδεμία δὲ γραμμὴ ἢ ἐπίπεδον αἴτιον ζωῆς οὐδενί ἐστιν· οὐκ ἄρα εἰσὶν ὡς εἴδη ἐμψύχων οὐσίαι. ἀλλὰ μὴν οὐδ’ ὡς ἀψύχων. τὰ γὰρ τῶν ἀψύχων εἴδη αἴτια αὐτοῖς ἐστι τοῦ ὡδὶ κινεῖσθαι, εἴ γε ἡ φύσις ἀρχὴ κινήσεως καὶ ἠρεμίας· αἱ δὲ γραμμαὶ καὶ τὰ ἐπίπεδα οὐδεμιᾶς ἠρεμίας
30οὐδὲ κινήσεώς ἐστιν αἴτια· οὐκ ἄρα εἰσὶν ὡς εἴδη οὐσίαι. ἀλλὰ μὴν οὐδ’ ὡς ὕλη, εἴ γε ἡ μὲν ὕλη τοιωσδὶ ἀλλοιοῦσθαι δύναται καὶ βαρεῖα καὶ κούφη γίνεσθαι καὶ μανοῦσθαι καὶ πυκνοῦσθαι, οὐδεμία δὲ γραμμὴ ἢ ἐπί‐ πεδον οὐδὲν τούτων πάσχειν δύναται. p. 1077a31 Ἔτι τὸ μὲν σῶμα οὐσία τις· ἤδη γὰρ ἔχει πως τὸ τέ‐
35λειον. Καὶ τοῦτο κατασκευαστικόν ἐστι τοῦ δευτέρας εἶναι τὰς γραμμὰς καὶ τὰ ἐπίπεδα τῶν σωμάτων. δείκνυσι δὲ τοῦτο διὰ τοῦ δεῖξαι ὅτι αἱ γραμ‐ μαὶ καὶ τὰ ἐπίπεδα οὔκ εἰσιν οὐσίαι, τὸ δὲ σῶμα οὐσία, ὥστε εἰ τὸ σῶμα
οὐσία αἱ δὲ γραμμαὶ καὶ τὰ ἐπίπεδα οὐκ οὐσίαι, πᾶσα δὲ οὐσία προτέρα731
in Metaph
.

732

τῶν μὴ οὐσιῶν (τοῦτο γὰρ δέδεικται), τὸ σῶμα ἄρα ὡς οὐσία πρότερον ἂν εἴη τῶν γραμμῶν καὶ ἐπιπέδων ὡς μὴ ὄντων οὐσιῶν. λέγει δὲ αὐτὸς ὅτι τὸ μὲν σῶμα οὐσία τίς ἐστι· σημεῖον δὲ ὅτι ἔχει πως τὸ τέλειον. καὶ ὅτι μὲν τὸ σῶμα τέλειον, δέδεικται εὐθὺς ἐν ἀρχῇ τῆς Περὶ οὐρανοῦ
5πραγματείας. τὸ δὲ πῶς πρόσκειται διὰ τὰ μαθηματικά· οὐ γάρ εἰσιν ἁπλῶς τέλεια ὡς τὰ φυσικά, ἀλλὰ καθὸ μὲν ἔχει τὰς τρεῖς διαστάσεις, εἰσὶ τέλεια, ὡς ἐν τῇ Περὶ οὐρανοῦ λέγεται, ᾗ δὲ ἐλλείπει αὐτοῖς τὰ πάθη, καθ’ ἃ τὰ φυσικὰ εἰδοποιεῖται, ἐστὶν ἀτελῆ. καὶ ὅτι μὲν τὰ σώματα οὐ‐ σίαι, δέδεικται, ὡς εἴρηται· τὰ δὲ ἐπίπεδα καὶ αἱ γραμμαὶ ἐπειδὴ ἁπλᾶ
10εἰσιν, εἰ ἔσονται οὐσίαι, ἢ ὡς εἶδος ἔσονται ἢ ὡς ὕλη, ὥσπερ ἡ μὲν ψυχὴ οὐσία ἐστὶν ὡς εἶδος, τὸ δὲ σῶμα ὡς ὕλη. οὐδεμία δὲ οὐσία φαίνεται ἐκ γραμμῶν ἢ ἐξ ἐπιπέδων μαθηματικῶν συνίστασθαι δυναμένη· ἢ γὰρ ὡς ἐξ ὕλης τῆς γραμμῆς καὶ τοῦ ἐπιπέδου συσταίη ἂν ἡ οὐσία, ἢ ὡς ἐξ εἴ‐ δους· ἀδύνατον δὲ τούτων ἑκάτερον, ὥστε ἀνούσιοι αἱ γραμμαὶ καὶ αἱ στιγ‐
15μαί, εἰ δὲ τοῦτο, δεύτεραι τῶν οὐσιῶν. κατὰ δὲ τὴν λέξιν τὸ εἰ δ’ ἦν οὐσία τις ὑλικ, τοῦτ’ ἂν ἐφαίνετο πάσχειν ἴσον ἐστὶ τῷ ‘εἰ δ’ ἦσαν αἱ γραμμαὶ καὶ τὰ ἐπίπεδα ὑλικαὶ οὐσίαι, τοῦτ’ ἄν, τουτέστι τὸ ἀλ‐ λοιουμένων αὐτῶν ἕτερον ἐξ αὐτῶν συνίστασθαι, ἐφαίνοντο πάσχουσαι.‘ ταῦτα εἰπὼν λέγει ὅτι τῷ μὲν λόγῳ ἔστωσαν πρότερα τὰ μαθηματικὰ τῶν
20αἰσθητῶν, ἐπειδή τις τὸ αἰσθητὸν ὁριζόμενος δεῖται τῶν διαστάσεων, αἳ ὁρίζουσι τὸ μαθηματικόν· ὥστε ἐπεὶ ὁ τοῦ αἰσθητοῦ σώματος λόγος προσδεῖται τῶν διαστάσεων καὶ τῶν λόγων αὐτῶν, ὥσπερ καὶ ὁ προσδεό‐ μενος τοῦ ζῴου τοῦ λόγου αὐτοῦ προσδεῖται (τὸ γὰρ πρᾶγμα καὶ ὁ λόγος αὐτοῦ ταὐτόν), ὥστε ἐπεὶ ὁ τοῦ αἰσθητοῦ σώματος λόγος προσδεῖται τῶν
25διαστάσεων καὶ τῶν λόγων αὐτῶν, ἔσονται πρότερα τὰ διαστήματα τῷ λόγῳ· οὐκέτι δὲ καὶ τῇ οὐσίᾳ. εἶτα ἵνα μή τις νομίσῃ ὅτι τὰ τῷ λόγῳ πρότερα καὶ τῇ οὐσίᾳ πρότερα εὐθύς ἐστι, δείκνυσι τὴν τοιαύτην ὑπόνοιαν ψευδῆ. οὐ πάντα γάρ, φησίν, ὅσα τῷ λόγῳ πρότερα καὶ τῇ οὐσίᾳ πρότερα. καὶ τέως πρότερον διαρθροῖ τίνα ἐστὶ τὰ τῇ οὐσίᾳ πρότερα
30καὶ τίνα τὰ τῷ λόγῳ, καὶ οὕτω δείκνυσιν ὅτι οὐ πάντα τὰ τῷ λόγῳ πρό‐ τερα καὶ τῇ οὐσίᾳ πρότερά ἐστιν. ἔστιν οὖν, φησί, τῇ οὐσίᾳ πρότερα ὅσα χωριζόμενα τῷ εἶναι ὑπερβάλλει, τουτέστιν ὅσα χωριζόμενα τῶν ἐν οἷς εἰσιν, αὐτὰ μὲν εἶναι δύναται, ἐκεῖνα δὲ μή, ὥσπερ ἐπὶ τῆς μονάδος καὶ ἐπ’ ἄλλων πολλῶν. οὔσης μὲν γὰρ δυάδος ἔστι καὶ μονάς, καὶ μὴ
35οὔσης δυάδος καὶ οὕτως ἔστι μονάς· ὥστε ἐπεὶ ἡ μονὰς καὶ συνυπάρχει καὶ μεθυπάρχει τῇ δυάδι, ἐπὶ πλέον ἐστὶ τὸ εἶναι αὐτῆς, ἀντὶ τοῦ μᾶλλον εἶναι δύναται τῆς δυάδος· ἡ γὰρ ὕλη εἰς τὸ εἶναι συντείνει, αἱ δὲ δια‐ φοραὶ εἰς τὸ τοιοῖσδε εἶναι. ἐκδηλότερόν γε μὴν ἐπὶ τοῦ ζῴου τοῦτό ἐστιν· ἐπὶ τούτῳ γὰρ λέγομεν τὸ τοῦ ζῴου εἶναι ἐπὶ πλέον τῆς τοῦ ἀνθρώπου
40ὑπάρξεως εἶναι, ὅτι καὶ συνεῖναι τῷ ἀνθρώπῳ δύναται, καὶ μὴ ὄντος τοῦ732
in Metaph
.

733

ἀνθρώπου καὶ οὕτως εἶναι δύναται. ὅσα μὲν οὖν χωριζόμενα καὶ χωρὶς τῶν ἀφ’ ὧν κεχώρισται δύναται εἶναι, εἰσὶ τῇ οὐσίᾳ πρότερα. τῷ δὲ λόγῳ, φησί, πρότερά ἐστιν ὅσων οἱ λόγοι ἐκ τῶν λόγων. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον. ἐπεὶ ὁ τοῦ λευκοῦ ἀνθρώπου λόγος ὁ λέγων ζῷον
5πεζὸν δίπουν ἔχον χρῶμα διακριτικὸν ὄψεως ἐκ τοῦ λόγου ἐστὶ τοῦ λευ‐ κοῦ καὶ τοῦ ἀνθρώπου, ὁ ἄνθρωπος καὶ τὸ λευκὸν πρότερά ἐστι τῷ λόγῳ τοῦ λευκοῦ ἀνθρώπου· ἐκ γὰρ τῶν λόγων αὐτῶν ὁ τοῦ λευκοῦ ἀνθρώπου λόγος. τὸ δὲ ταῦτα δὲ οὐχ ἅμα ὑπάρχει ἀντὶ τοῦ οὐ συνδυάζεται οὐδὲ εὑρίσκεται ἅμα, ὥστε τὰ τῷ λόγῳ πρότερα εὐθὺς καὶ τῇ οὐσίᾳ πρότερα
10εἶναι, ἀλλὰ κεχώρισται καὶ εἰσί τινα τῷ λόγῳ πρότερα τῇ δὲ οὐσίᾳ οὐκ‐ έτι. εἰπὼν οὖν τίνα ἐστὶ τὰ τῇ φύσει πρότερα καὶ τίνα τὰ τῷ λόγῳ, ἄνεισιν ἐπὶ τὸ προκείμενον, δεικνὺς ὅτι οὐ τὰ τῷ λόγῳ πρότερα ἀνάγκη καὶ τῇ φύσει καὶ τῇ οὐσίᾳ πρότερα εἶναι. εἰ γὰρ μὴ ἔστι, φησί, τὰ πάθη, οἷον λευκὸν καὶ κινούμενον, τουτέστι κίνησις, παρὰ τὰς οὐσίας,
15ἀλλ’ ἐν αὐταῖς τὸ εἶναι ἔχει, τοῦ λευκοῦ ἀνθρώπου ἔσται πρότερον τὸ λευκὸν κατὰ τὸν λόγον, ὅτι ὁ λόγος αὐτοῦ ἐν τῷ τοῦ λευκοῦ ἀν‐ θρώπου λόγῳ εἴληπται, κατὰ δὲ τὴν οὐσίαν καὶ τὸ εἶναι οὐκέτι· εἰ γάρ ἐστι τὸ λευκὸν καὶ κατὰ τὴν οὐσίαν καὶ κατὰ τὸ εἶναι πρότερον τοῦ λευ‐ κοῦ ἀνθρώπου, ἔσται τὸ λευκὸν χωρὶς τῆς οὐσίας καὶ καθ’ αὑτό· ἀλλ’
20οὐκ ἐνδέχεται τὸ λευκὸν καθ’ αὑτὸ εἶναι ἀλλ’ ἀεὶ μετὰ τοῦ συνόλου ἐστίν. τί δ’ ἐστὶ τὸ σύνολον, αὐτὸς ἐσαφήνισεν εἰπὼν σύνολον δὲ λέγω τὸν ἄνθρωπον καὶ τὸ λευκόν, τουτέστι τὸ ἐξ ἀνθρώπου καὶ λευκοῦ συγκεί‐ μενον. ὥστε φανερόν, φησίν, ὅτι οὔτε τὸ ἐξ ἀφαιρέσεως (λέγοι δ’ ἂν ἐξ ἀφαιρέσεως τὸ μαθηματικόν) πρότερον τῇ οὐσίᾳ, ἐπεὶ καὶ τὸ λευ‐
25κὸν ἐξ ἀφαιρέσεώς ἐστιν (ἐχώρισε γὰρ αὐτὸ ὁ λόγος τοῦ ὑποκειμένου) καὶ ὅμως οὐ πρότερον τοῦ ἀνθρώπου, οὔτε πάλιν τὸ ἐκ προσθέσεως, τουτ‐ έστι τὸ μαθηματικὸν σῶμα μετὰ τῶν ποιοτήτων, ὕστερον τοῦ μαθημα‐ τικοῦ σώματος, ἀλλὰ τῷ μὲν λόγῳ ὕστερον τῇ δὲ οὐσίᾳ πρότερον. ἢ ἐξ ἀφαιρέσεως λέγοι ἄν (δύναται γάρ τις καὶ οὕτως ἀκούειν) τὸ λευκόν·
30τοῦτο γὰρ ὁ λόγος ἀφαιρεῖται καὶ χωρίζει τοῦ ὑποκειμένου, καὶ οὐκ ἔστι τὸ λευκὸν τῆς οὐσίας πρότερον τῇ οὐσίᾳ ἀλλὰ τῷ λόγῳ· ἐκ προσθέσεως δὲ τὸ ἐκ λευκοῦ καὶ ἀνθρώπου. καὶ οὐκ ἔστι τοῦτο πάντῃ ὕστερον, ἀλλὰ τῷ μὲν λόγῳ ὕστερον τῇ δὲ φύσει πρότερον. τὸ δὲ ἐκ προσθέσεως γὰρ τῷ λευκῷ ὁ λευκὸς ἄνθρωπος λέγεται ἀντὶ τοῦ προσθέσει γὰρ τοῦ
35λευκοῦ ὁ λευκὸς ἄνθρωπος λέγεται ἐκ προσθέσεως. καὶ συμπεραίνεται λοιπὸν λέγων ὅτι μὲν οὔτε οὐσία τὰ μαθηματικὰ μᾶλλον τῶν σωμά‐ των εἰσὶ τῶν φυσικῶν, οὔτε πρότερα τῷ εἶναι καὶ τῇ οὐσίᾳ ἀλλὰ τῷ λόγῳ μόν, οὔτε δὲ κεχωρισμένα που καὶ καθ’ αὑτὰ εἶναι δυ‐
νατόν, εἴρηται αὐτάρκως.733
in Metaph
.

734

p. 1077b14 Ἐπεὶ δ’ οὐδ’ ἐν τοῖς αἰσθητοῖς ἐνεδέχετο αὐτὰ εἶναι, φανερὸν ὅτι ἢ ὅλως οὐκ ἔστιν ἢ τρόπον τιν. Δείξας ὅτι τὰ μαθηματικὰ οὔτε κεχωρισμένα εἰσὶ καὶ καθ’ αὑτά, οὔτε αἰσθητὰ ἄλλα ὄντα παρὰ τὰ αἰσθητά εἰσι, λέγει ποία ἐστὶν αὐτῶν ἡ
5ὑπόστασις, καὶ τάχα ἀρέσκει αὐτῷ καὶ τῇ ἀληθείᾳ μήτε καθ’ αὑτὰ ὑφε‐ στηκέναι τὰ μαθηματικὰ μεγέθη, μήτε ἐν τοῖς αἰσθητοῖς εἶναι ἄλλα ὄντα παρὰ τὰ αἰσθητά, ἀλλὰ ἀπὸ τῶν αἰσθητῶν κατὰ ἀφαίρεσιν τῶν ἐν τοῖς παθητικοῖς ποιοτήτων ἐπινοεῖσθαι. κατὰ ἀφαίρεσιν γὰρ τῆς ἐν τῷ αἰσθη‐ τῷ κύβῳ βαρύτητος σκληρότητος λευκότητος καὶ τῶν ὁμοίων ἐπινοεῖται ὁ
10μαθηματικὸς κύβος, καὶ οὔτε ἄλλος ὢν παρὰ τὸν αἰσθητὸν ἐν αὐτῷ ἐστιν (οὕτω γὰρ ἂν συνέβαινε δύο σώματα εἶναι ἐν τῷ αὐτῷ), οὔτε ἔστιν αὐτὸς καθ’ αὑτόν. ἀλλὰ ταῦτα μὲν προϊοῦσιν ἔτι μᾶλλον ἔσται δῆλα· αὐτὸς δέ φησιν ‘ἐπεὶ δέδεικται ὅτι καθ’ αὑτὰ τὰ μαθηματικὰ σώματα οὔκ εἰσιν, ἐνεδέχετο δὲ ἢ καθ’ αὑτὰ εἶναι ἢ ἐν τοῖς αἰσθητοῖς, ἐδείχθη δὲ καὶ τοῦτο
15ἀδύνατον, φανερὸν ὅτι ἢ ὅλως οὔκ εἰσιν ἢ τρόπον τιν, καὶ διὰ τοῦτο ἁπλῶς μέν, οἷον Σωκράτης ἢ αἱ θεῖαι καὶ ἀσώματοι οὐσίαι, οὔκ εἰσιν, ἀφαιρέσει δέ· πολλοὶ γὰρ τρόποι ὑπάρξεως. ὥστε κἂν μὴ ἁπλῶς εἶναι [οὐ] δύνωνται, ἀλλ’ ἐξ ἀφαιρέσεως ἔσονται, ἄλλως δὲ οὐκέτι.‘ Ὥσπερ γάρ, φησί, καὶ τὸ καθόλου (λέγει δὲ καθόλου τό τε ἂν
20πρῶτον πρὸς δεύτερον καὶ τρίτον πρὸς τέταρτον τὸν αὐτὸν ἔχῃ λόγον, καὶ ἐναλλὰξ ληφθέντων σωθήσεται τὸ ἅμα τὸν αὐτὸν ἔχειν λόγον, καὶ τὸ ἂν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, τὰ καταλειπόμενα ἴσα ἐστί, καὶ τὰ ὅμοια), ὥσπερ οὖν, φησί, καὶ τὸ καθόλου ἐν τοῖς μαθήμασιν οὐ περὶ κεχωρισμέ‐ νων ἐστί τινων καὶ καθ’ αὑτὰ ὄντων καὶ ἑτέρων παρὰ τὰ αἰσθητὰ με‐
25γέθη καὶ ἀριθμούς, ἀλλὰ περὶ τούτων μὲν ποιεῖται τοὺς λόγους, οὐχ ᾗ δὲ αἰσθητὰ οὐδὲ ᾗ δυνάμενα ἔχειν μέγεθος καὶ διαιρεῖσθαι, ἀλλ’ αὐτὸ τοῦτο μόνον ὁρᾷ ὅτι δύνανται τὸν τῆς ἀναλογίας λόγον φυλάσσειν ἐναλλὰξ ληφθέντα, οὕτω καὶ ὁ γεωμέτρης ποιήσεται λόγον καὶ ἀπόδειξιν ἀκριβῆ περὶ τὸ αἰσθητὸν στερεόν, οὐχ ᾗ δὲ ἔχον ἀντιτυπίαν ἢ βάρος ἢ λευκόν,
30ἀλλ’ ᾗ τοιόνδε, τουτέστιν ᾗ μέγεθος καὶ ᾗ τριχῇ διαστατόν, ὅλως μὴ προσεννοῶν τὴν ἐν αὐτῷ λευκότητα ἢ θερμότητα ἢ βαρύτητα ἢ ἄλλην τινὰ ποιότητα· ἐχώρισε γὰρ αὐτὰ λόγῳ καὶ καθ’ αὑτὴν μόνην ὁρᾷ τὴν τοιανδὶ διάστασιν. πρὸς τούτῳ καὶ δι’ ἄλλου ὑποδείγματος σαφηνίζει τὸ λεγόμενον λέγων ὥσπερ γὰρ καὶ ᾗ κινούμενα μόνον πολλοὶ λόγοι
35εἰσ, τουτέστιν ὥσπερ γὰρ πολλοὶ λόγοι καὶ ἀποδείξεις εἰσὶ τῶν κινου‐ μένων (λέγομεν γὰρ καὶ δεικνύομεν ὅτι τὰ ἰσοταχῶς κινούμενα ἐν ἴσῳ
χρόνῳ τὸ αὐτὸ διάστημα διέξεισιν, οὐδὲν ἁπτόμενοι τῶν ὑποκειμένων πραγ‐734
in Metaph
.

735

μάτων, ἀλλὰ περὶ τῆς κινήσεως αὐτῶν μόνης διαλεγόμεθα, καὶ ὅμως οὐ διὰ τὸ μὴ ἅπτεσθαι τῶν ὑποκειμένων ὑπολαμβάνομεν εἶναι κίνησιν κεχω‐ ρισμένην· ἀλλὰ καὶ οἱ φυσικοὶ δεικνύουσι πάντα τὰ καθ’ αὑτὰ ταῖς κινή‐ σεσι μὴ θεωροῦντες μηδὲ πολυπραγμονοῦντες τὰ ὑποκείμενα τίνα ἐστί, πό‐
5τερον ἄνθρωποι ἢ οὐρανός, ἀλλ’ οὐδὲ τί συμβέβηκε τῷ ἀνθρώπῳ ἢ τῷ οὐρανῷ θεωροῦσιν, ἀλλ’ αὐτὴν καθ’ αὑτὴν τὴν τῆς κινήσεως φύσιν καὶ τὰ καθ’ αὑτὰ ὑπάρχοντα αὐταῖς ἀνιχνεύουσί τε καὶ ἀποδεικνύουσι, καὶ οὐ‐ δεμία ἀνάγκη διὰ τὸ μὴ τὸν φυσικὸν ὁρᾶν τὸ κινούμενον, αὐτὸ δὴ τὸ τῇ κινήσει ὑποκείμενον, τί ἐστιν, εἶναί τι παρὰ τὰ αἰσθητὰ κινούμενον καὶ
10κεχωρισμένον καὶ καθ’ αὑτό· ἀλλ’ οὐδὲ πάλιν ἀνάγκη εἶναί τι κινούμενον παρὰ τὰ αἰσθητὰ καὶ ἄλλην τινὰ φύσιν, εἶναι δὲ ἐν αὐτοῖς), ὥσπερ οὖν ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τῶν κινουμένων καὶ αἰσθητῶν (κινούμενα γὰρ τὰ αἰσθητά), φησίν, ἕξει, καὶ ἔσονται λόγοι αὐτῶν καὶ ἐπιστῆμαι, ἀλλ’ οὐχ ᾗ κινούμενά ἐστιν οὐδὲ ᾗ βαρύτητα ἢ κουφότητα ἔχει, ἀλλὰ καθὸ
15σῶμα μόνον, οὐδαμῶς θεωροῦντες εἴτε βαρύ ἐστι τὸ τοιοῦτον μέγεθος ἢ σῶμα εἴτε καὶ μή· ὁμοίως καὶ τῶν ἐπιπέδων καὶ μηκῶν ἔσονται λόγοι καὶ ἀποδείξεις, καθὸ μόνον ἐπίπεδά ἐστι καὶ καθὸ μήκη, τοῦ ἐν αὐτοῖς λευκοῦ ἢ βαρέος ἢ θερμοῦ κατορχούμενοι. ἀλλὰ κἂν περὶ διαιρετῶν θεωρῶσιν, οὕτω καὶ αὐτοὶ ἐπισκέπτονται ὡς μόνον δυνάμενα διαιρεῖσθαι· εἰ δὲ βαρέα
20ταῦτα οὐδὲ εἷς αὐτοῖς λόγος. ἀλλὰ καὶ τὰς στιγμὰς ὡς ἀδιαιρέτους μόνον ἐπισκέπτονται, ἄλλο τι μὴ προσθεωροῦντες. p. 1077b31 Ὥστ’ ἐπεὶ ἁπλῶς λέγειν ἀληθὲς μὴ μόνον τὰ χωριστὰ εἶναι ἀλλὰ καὶ τὰ μὴ χωριστ. Ἔνστασίν τινα δυναμένην φέρεσθαι πρὸς τὰ λεγόμενα διὰ τούτων λύει.
25ἔστι δὲ ἡ ἔνστασις τοιαύτη. εἰ τὰ μαθηματικὰ ἐξ ἀφαιρέσεως τὸ εἶναι ἔχει, πῶς αὐτά φαμεν ὅτι εἰσίν; ταύτην λύων λέγει ‘ἐπεὶ οὐ μόνον τὰς οὐσίας (ταύτας γὰρ λέγει χωριστάς) ἁπλῶς φαμεν εἶναι, ἀλλὰ καὶ τὰ μὴ χωριστὰ ἤτοι τὰ συμβεβηκότα καὶ μὴ καθ’ αὑτὰ δυνάμενα εἶναι (κατη‐ γοροῦμεν γὰρ καὶ κατὰ τούτων τὸ εἶναι ἁπλῶς, φημὶ δὴ τοῦ τε λευκοῦ
30καὶ τοῦ κινουμένου ἤτοι τῆς κινήσεως), ὡς οὖν οὐ μόνον τὰς οὐσίας εἶναί φαμεν, ἀλλὰ καὶ τὰς κινήσεις καὶ ὅλως τὰ πάθη, ἃ οὐ δύναται καθ’ αὑτὰ εἶναι ἀλλ’ ἐν ἄλλοις, οὕτω καὶ τὰ μαθηματικὰ ἕξουσι μὲν ἐξ ἀφαιρέσεως τὸ εἶναι, ἕξουσι δὲ καὶ τὸ κατ’ αὐτῶν ἁπλῶς τὸ εἶναι λέγεσθαι, καὶ οὐ μόνον θαρρούντως ἐροῦμεν ὡς εἰσίν, ἀλλὰ καὶ ἀποφανούμεθα ὅτι τοιαῦτά
35εἰσιν οἷα λέγουσιν, οἷον ὅτι ἡ γραμμὴ ἀπλατὴς καὶ ἡ ἐπιφάνεια ἀβαθὴς καὶ τὰ ἄλλα ὁμοίως· ὁ γὰρ λόγος ὁ χωρίσας τὴν γραμμὴν δύναται αὐτὴν τοιαύτην εἶναι νοεῖν οἵαν ἐχώρισε.‘ καὶ ὥσπερ, φησίν, ἀληθές ἐστιν εἰπεῖν
καὶ τὰς ἄλλας ἐπιστήμας τούτων μόνων ὧν εἰσιν ἐπιστῆμαι εἶναι καὶ οὐ735
in Metaph
.

736

τοῦ συμβεβηκότος, οἷον ὅτι ἡ ἰατρικὴ τοῦ ὑγιεινοῦ ἐστιν οὗ καὶ ἔστιν ἐπι‐ στήμη, καὶ οὐ τοῦ συμβεβηκότος τῷ ὑγιεινῷ, οἷον τοῦ λευκοῦ, εἴ γε τῷ ὑγιεινῷ συμβέβηκε λευκῷ εἶναι, οὕτω καὶ τὴν γεωμετρίαν ἀληθὲς εἰπεῖν ὅτι τοῦ μεγέθους καὶ σχήματός ἐστι καὶ οὐ τοῦ βαρέος ἢ τοῦ θερμοῦ ἢ
5ὅλως τοῦ αἰσθητοῦ. ταῦτα γὰρ τῷ σώματι ὡς μὲν φυσικῷ καθ’ αὑτὰ ὑπάρχει, ὡς δὲ μαθηματικῷ κατὰ συμβεβηκός. ὥστε οὔτε τῶν αἰσθητῶν ἁπλῶς ὡς αἰσθητῶν εἰσιν αἱ μαθηματικαί, οὔτε παντάπασιν ἑτέρων ἄλλων ὄντων παρὰ τὰ αἰσθητά, ἀλλὰ τῶν αἰσθητῶν μέν, οὐχ ᾗ δὲ αἰσθητὰ ἀλλ’ ᾗ μόνον μεγέθη εἰσὶ καὶ γραμμαὶ καὶ ἐπιφάνειαι. ἡ μὲν οὖν τῶν λεγο‐
10μένων διάνοια αὕτη. κατὰ δὲ τὴν λέξιν πολλὴν ἀσάφειαν ἐποίησε τὸ οὐχὶ τοῦ συμβεβηκότος, οἷον ὅτι λευκοῦ εἰ τὸ ὑγιεινὸν λευκόν, ᾗ δ’ ἐστὶν ὑγιεινο. λέγει δὲ ὅτι ὥσπερ αἱ ἄλλαι ἐπιστῆμαι τούτων εἰσὶν ὧν εἰσιν ἐπιστῆμαι καὶ πρὸς ἃ λέγονται ἀλλ’ οὐ τῶν συμβεβηκότων αὐτοῖς, καὶ σαφηνίζει τοῦτο ἐπὶ τῆς ἰατρικῆς καὶ τοῦ ὑγιεινοῦ, πρὸς ὃ αὕτη λέ‐
15γεται, λέγων ὅτι οὐ τοῦ συμβεβηκότος ἐστὶν ἡ ἰατρική, οἷον τοῦ λευκοῦ, εἰ τὸ ὑγιεινὸν περὶ ὅ ἐστιν ἡ ἰατρικὴ λευκόν ἐστιν· οὐκ ἔστιν οὖν ἡ ἰατρικὴ τοῦ λευκοῦ, δ’ ἐστὶν ὑγιεινο, τουτέστιν ἀλλὰ καθό ἐστιν ὑγιεινόν, ἐστὶν αὐτοῦ ἡ ἰατρική, καὶ οὐ καθὸ λευκόν. ἢ οὖν οὕτως ἢ ὑπερβατῶς ἀναγνωστέον τὸ οὐχὶ τοῦ συμβεβηκότος, οἷον ὅτι λευκο, εἰ τὸ
20ὑγιεινὸν λευκόν, ᾗ δ’ ἐστὶν ὑγιεινο, οὕτως ‘οὐχὶ τοῦ συμβεβηκότος ἐστὶν ἡ ἰατρική, καθὸ ὑγιεινοῦ ἐστιν· οὖσα γὰρ καθ’ αὑτὸ τοῦ ὑγιεινοῦ ὡς ὑγιεινοῦ, οὐκ ἔστι καὶ τοῦ συμβεβηκότος, οἷον τοῦ λευκοῦ, εἰ τὸ ὑγιεινὸν λευκόν ἐστιν.‘ τὸ δὲ ἀλλ’ ἐκείνου οὗ ἐστιν ἑκάστη, εἰ ὑγιεινὸν ὑγιεινο, τὸ ἀλλ’ ἐκείνου ἀντὶ τοῦ ὅλως· ἵν’ ᾖ τὸ λεγόμενον καὶ
25ὅλως ἑκάστη ἐπιστήμη ἐκείνου ἐστὶν οὗ ἐστι καὶ οὗ λέγεται εἶναι.‘ καὶ δέον δι’ ἄλλου ὑποδείγματος σαφηνίσαι τὸν λόγον, οὐ ποιεῖ τοῦτο, ἀλλὰ πάλιν διὰ τοῦ ὑγιεινοῦ λέγων εἰ ὑγιεινόν, ἐκείνου, τουτέστιν εἰ ἔστι τὸ τῇ ἰατρικῇ ἐπιστήμῃ ὑποκείμενον ὑγιεινόν, ἐκείνου ἔσται καὶ οὐ τοῦ λευκοῦ ἢ ἄλλου τινός. εἰ δ’ ἐστὶ τὸ ἐπιστητὸν ἄνθρωπος καὶ ἡ τούτου
30ἐπιστήμη ἀνθρώπου ἔσται, ἢ εἰ ἔστι τὸ ὑγιεινὸν ἄνθρωπος ἀνθρώπου ἔσται. ὡς οὖν ἐπὶ τούτων οὕτως, φησί, καὶ τὴν γεωμετρίαν· οὐκ εἰ συμβέ‐ βηκεν αἰσθητὰ εἶναι ὧν ἐστι, μή ἐστι δ’ ᾗ αἰσθητ. καὶ παρέλκει γε ἐν τῇ λέξει τῇ οὐκ εἰ συμβέβηκεν αἰσθητὰ εἶναι ἡ οὔ ἀπόφασις. ἔστι δὲ τὸ κατάλληλον τῆς λέξεως τοιοῦτον ‘οὕτω καὶ τὴν γεωμετρίαν, εἰ
35συμβέβηκεν αἰσθητὰ εἶναι ὧν ἐστι θεωρητική, οὐκ ἔστι δὲ τούτων θεωρη‐ τικὴ ᾗ ἐστιν αἰσθητά, οὐδὲ θεωρεῖ αὐτὰ καθὸ θερμὰ ἢ βαρέα ἐστὶν ἀλλὰ καθὸ μόνον μεγέθη, εἰ δὴ τοῦθ’ οὕτως ἔχει, οὔθ’ ἡ γεωμετρία οὔτ’ ἄλλη τις τῶν μαθηματικῶν ἐπιστημῶν ἔσται τῶν αἰσθητῶν ἁπλῶς, ἀλλὰ τούτων
μὲν οὐχ ᾗ δὲ αἰσθητά ἐστιν.‘736
in Metaph
.

737

p. 1078a5 Πολλὰ δὲ συμβέβηκε καθ’ αὑτὰ τοῖς πράγμασιν, ᾗ ἕκαστον ὑπάρχει τῶν τοιούτων. Ὃ λέγει τοιοῦτόν ἐστιν. ὥσπερ γὰρ πολλὰ πολλοῖς ὑπάρχει καθ’ αὑτά, καὶ ἔστι τούτων, λέγω δὴ τῶν ἐνυπαρχόντων, ἀπόδειξις ἀκριβής,
5ὄντων καὶ τῶν ὑποκειμένων αὐτοῖς ἐν ἄλλοις, καὶ ὅμως οὔκ εἰσι χωρὶς τῶν ἐν οἷς ὑπάρχουσι διὰ τὸ εἶναι ἀκριβεῖς ἀποδείξεις τῶν ἐν τούτοις ὑπαρχόντων (οἷον τὸ θῆλυ καὶ τὸ ἄρρεν ἀχώριστά εἰσι πάθη τῶν ζῴων καὶ ἐν τοῖς ζῴοις τὸ εἶναι ἔχει, εἰσὶ δὲ πάλιν τοῦ θήλεος καὶ τοῦ ἄρρενος ᾗ θῆλυ καὶ ᾗ ἄρρεν πάθη, τοῦ μὲν θήλεος τὸ θρεπτικὸν καὶ ὑποδεκτι‐
10κὸν τῶν σπερμάτων, τοῦ δὲ ἄρρενος τὸ γεννητικόν, καί εἰσιν ἀποδείξεις τοῦ θρεπτικοῦ καὶ δεκτικοῦ, ὁμοίως δὲ καὶ τοῦ γεννητικοῦ), ὥσπερ οὖν τοῦ θρεπτικοῦ καὶ ὑποδεκτικοῦ ἀλλὰ καὶ τοῦ γεννητικοῦ παθῶν ὄντων τοῦ ἄρρενος καὶ τοῦ θήλεός εἰσιν ἐπιστῆμαι, καὶ οὐ δήπου εἰσὶ τὰ ὑποκείμενα αὐτοῖς, φημὶ δὴ τὸ θῆλυ καὶ ἄρρεν, χωρὶς τοῦ ζῴου καὶ καθ’ αὑτὰ ἀλλ’
15ἐν τῷ ζῴῳ τὸ εἶναι ἔχει, οὕτω καὶ τῶν καθ’ αὑτὰ ὑπαρχόντων τοῖς μα‐ θήμασιν ἔσται ἐπιστήμη, ἀλλ’ οὐ διὰ τοῦτο χωρὶς τῶν αἰσθητῶν ἔσται τὰ μαθηματικά. εἰ γὰρ διὰ τὸ ἀποδείξεις καὶ ἐπιστήμας εἶναι τῶν καθ’ αὑ‐ τὰ ὑπαρχόντων τοῖς μαθηματικοῖς ἀνάγκη τὰ μαθηματικὰ καὶ χωρὶς τῶν αἰσθητῶν εἶναι ἔσται καὶ τὸ θῆλυ καὶ τὸ ἄρρεν χωρὶς τοῦ ζῴου, ὅτι καὶ
20τῶν ἐν τούτοις ὄντων, τοῦ γεννητικοῦ καὶ θρεπτικοῦ καὶ ὑποδεκτικοῦ, εἰσὶν ἐπιστῆμαι. ἐν δὲ τῇ λέξει τῇ ὥστε καὶ ᾗ μὴ κινούμενον καὶ ᾗ ἐπί‐ πεδα, ἀντὶ τοῦ ὥστε καθὸ ἀκίνητα ἔσται αὐτῶν ἐπιστήμη καὶ καθὸ ἐπί‐ πεδα, μὴ φυσικά· τούτου γὰρ δεῖ προσυπακούειν. εἰ δὲ τὸ ἀκριβὲς ἔχει ἡ γεωμετρία διὰ τὸ ὡς ἁπλᾶ καὶ χωρὶς ποιοτήτων θεωρεῖν τὰ μεγέθη καὶ
25τὰ τούτοις καθ’ αὑτὰ ὑπάρχοντα, ἡ ἐπιστήμη ἡ ποιουμένη τὴν θεωρίαν οἵα ἂν εἴη περὶ τῶν πραγμάτων τῶν τῷ λόγῳ προτέρων καὶ μᾶλλον ἁπλου‐ στέρων μᾶλλον ἕξει τὸ ἀκριβὲς τῆς περὶ ἧττον ἁπλᾶ καταγινομένης. τὸ δὲ τοῦτο δὲ τὸ ἁπλοῦν ἐστιν ἴσον ἐστὶ τῷ τὸ δέ ἐστιν ἁπλούστερον τὸ μᾶλλον τὴν ἀκρίβειαν ἔχον. εἰ δέ τις πάλιν ἐπιστήμη ἐξετάζει τι ἀμέ‐
30γεθες, ἐν μεγέθει δὲ τὸ εἶναι ἔχον, ὡς αἱ ποιότητες (ἀμεγέθεις γὰρ οὖσαι ἐν μεγέθεσίν εἰσι), μᾶλλον ἐπιστήσεται θεωρῶν αὐτὸ χωρὶς τοῦ ἐν ᾧ ἐστι μεγέθους· εἰ δὲ καὶ ἐν κινήσει ὂν ὡς ἀκίνητον αὐτὸ θεωροίη, μᾶλλον ἐπι‐ στήσεται αὐτὸ χωρὶς τῆς κινήσεως ἐνορῶν· ἁπλούστερον γὰρ τὸ μὴ κινού‐ μενον τοῦ κινουμένου, ὥσπερ καὶ τὸ ἀχρωμάτιστον τοῦ κεχρωσμένου. ἀλλὰ
35κἂν μὴ περὶ κινουμένου τὴν ζήτησιν ποιῆται, ἀλλὰ περὶ αὐτῆς τῆς κινή‐
σεως, μᾶλλον ἐπιστήσεται τοὺς λόγους περὶ τῆς ἁπλουστέρας ποιούμενος·737
in Metaph
.

738

αὕτη δέ ἐστιν ἡ ὁμαλής. ὁμοίως δέ, φησί, καὶ περὶ ἁρμονικῆς καὶ ὀπτικῆς· οὔτε γὰρ ἡ ὀπτικὴ τὴν ὄψιν ᾗ ὄψις καὶ ὅλως τὸ τῆς ὄψεως εἶδος ἐπισκέπτεται, οὔτε ὁ ἁρμονικὸς τὸ εἶδος τῆς φωνῆς, ἀλλ’ ὁ ὀπτικὸς περὶ ἀκτίνων καὶ οἱονεὶ περὶ γραμμῶν τὸν λόγον ποιεῖται καὶ περὶ γωνιῶν,
5οἷον ὅτι τὰ ὑπὸ μειζόνων γωνιῶν ὁρώμενα ἢ ὑπὸ πλειόνων ἀκτίνων ἢ γραμμῶν μείζονα ὁρᾶται· τίς δὲ ἡ φύσις τῶν τοιούτων ἀκτίνων ἢ γραμ‐ μῶν καὶ τί τὸ εἶδος αὐτῶν, οὐ προσθεωρεῖ· καὶ ὁ ἁρμονικὸς δὲ περὶ τῶν πρός τι ἀριθμῶν· ἅπερ, αἱ ἀκτῖνές τε καὶ οἱ πρός τι ἀριθμοί, καθ’ αὑ‐ τό εἰσι πάθη αἱ μὲν τῶν ὄψεων, οἱ δὲ τοιοῦτοι ἀριθμοὶ τῶν φωνῶν.
10παραπλησίως δὲ ταύταις καὶ ἡ μηχανικὴ ποιεῖ. ὥστε καὶ ἡ γεωμετρία καὶ πᾶσαι αἱ μαθηματικαὶ τὰ πάθη ὁρῶσι καὶ τὰ συμβεβηκότα καθ’ αὑτά, τῶν δὲ ἄλλων ἀποστρέφονται. ὥστε, φησίν, εἰ καὶ μή εἰσι τὰ μεγέθη καὶ τὰ σώματα χωριστὰ τῶν παθητικῶν ποιοτήτων, χωρίσει δέ τις αὐτὰ τὰ σώματα ἀλλὰ καὶ τὰ ἐπίπεδα καὶ τὰς γραμμὰς τῶν τοιούτων παθῶν
15τῷ λόγῳ, καὶ ἐπιβλέπει τίνα τούτοις ὑπάρχει ᾗ τοιαῦτά ἐστι, τουτέστιν ᾗ χωριστὰ καὶ πάντῃ ἐστερημένα θερμοτήτων καὶ βαρυτήτων καὶ τῶν ὁμοίων, οὐδὲν ἂν ψεύδοιτο, ἐπεὶ οὐδ’ ὁ ἐν τῷ ἐδαφίῳ τὴν μὴ ποδιαίαν ὡς ποδιαίαν γράφων ψεύδεται· οὐ γὰρ ἐν τῇ προτάσει τὸ ψεῦδος, ἀλλ’ ἐν τῇ καταγραφῇ. εἰ γὰρ καὶ μή ἐστιν ἐν τῇ γῇ ἢ ὅλως ἐν τῷ ἐδαφίῳ
20γεγραμμένη γραμμὴ ποδιαία, ἀλλ’ ἐν τῇ προτάσει ὡς ποδιαίαν καὶ λαμ‐ βάνει καὶ νοεῖ. p. 1078a21 Ἄριστα δ’ ἂν οὕτω θεωρηθείη ἕκαστον, εἴ τις τὸ μὴ κεχωρισμένον θείη χωρίσας. Ἔνστασιν ἐνταῦθα κομιζομένην πρὸς τὴν ἑαυτοῦ δόξαν διαλύει. ἡ δὲ
25ἔνστασις τοιαύτη. εἰ γάρ, φασί, μὴ συγχωρεῖς εἶναι χωριστοὺς ἀριθμοὺς μηδὲ σχήματα, περὶ μὴ ὄντων οἱ μαθηματικοὶ διαλέγονται· οὔτε γὰρ περὶ τῶν ἐν τοῖς σώμασι τοῖς αἰσθητοῖς διαλέξονται (ἔνυλα γὰρ τὰ τοιαῦτα, οἱ δὲ μαθηματικοὶ περὶ ἄυλα ἀναστρέφονται) οὔτε περὶ χωριστῶν, ἐπεὶ μηδ’ ὅλως δίδως εἶναι χωριστά. λύων οὖν ταύτην τὴν ἔνστασιν λέγει ὅτι περὶ
30μὴ ὄντων μὲν ἐνεργείᾳ δυνάμει δὲ ὄντων τὴν θεωρίαν ποιοῦνται. ἄριστα οὖν, φησί, τοῦτο θεωρηθείη, ἤτοι τὸ περὶ ὄντων μὲν δυνάμει, ἐνεργείᾳ δὲ μὴ ὄντων τὴν σκέψιν ποιεῖσθαι τόν τε γεωμέτρην καὶ τὸν ἀριθμητικόν, εἴ τις τὰ μὴ κεχωρισμένα μηδὲ ἐνεργείᾳ ὄντα καθ’ αὑτὰ χωρίσει τῇ ἐπινοίᾳ· ὄψεται γὰρ ὅτι πρότερον μὴ ὄν τι ὕστερον γέγονεν· ἀχώριστα γὰρ ὄντα
35πρότερον τῶν ποιοτήτων ὕστερον ἐχωρίσθη τῇ ἐπινοίᾳ, ὥστε δυνάμει εἰσὶ χωρὶς παθῶν· δύνανται γὰρ τούτων χωρισθῆναι τῇ ἐπινοίᾳ. πῶς δὲ δυ‐ νάμει εἰσὶ ταῦτα καὶ οὐκ ἐνεργείᾳ διδάσκων τῷ ἀνθρώπῳ χρῆται παρα‐
δείγματι καί φησιν ὅτι ἓν μὲν ὁ ἄνθρωπος καὶ ἀδιαίρετος καθὸ ἄνθρωπος738
in Metaph
.

739

ἐνεργείᾳ, τουτέστιν ἓν τῷ ὑποκειμένῳ· δ’ ἔθετο ἓν ἀδιαίρετον, τουτ‐ έστιν ὁ δὲ ἀριθμητικὸς προσελθὼν αὐτῷ ἔθετο καὶ ἔλαβε τὸ ἐν αὐτῷ ἓν ἀδιαίρετον, ἤτοι τὸ μοναδικὸν αὐτοῦ καὶ τὸ ἄτομον, καὶ θεωρεῖ τί τούτῳ ᾗ ἀδιαίρετος συμβαίνει. ὁ δὲ γεωμέτρης τὸ στερεὸν αὐτοῦ καὶ τὸ πάντῃ
5διαστατὸν ἐπισκέπτεται· οὐ γὰρ ᾗ ἄνθρωπον αὐτὸν θεωρεῖ οὐδ’ ᾗ ἀδιαί‐ ρετον, ἀλλ’ ᾗ στερεὸν καὶ πάντῃ διαστατόν. ὑπάρχει γὰρ τῷ ἀνθρώπῳ οὐ μόνον τὸ μοναδικὸν καὶ ἄτομον, ἀλλὰ καὶ τὸ πάντῃ διαστατόν. οὐ προσποιεῖται οὖν αὐτοῦ ὁ γεωμέτρης τὸ ἀδιαίρετον, ἀλλὰ ταῦτα ἃ ὑπάρ‐ χει αὐτῷ μετὰ τοῦ ἀδιαιρέτου, δυνάμενα δὲ ὑπάρχειν κἂν εἰ μὴ ἦν ἀδι‐
10αίρετος. καὶ γὰρ ἀδιαιρέτῳ ὄντι ὑπάρχει αὐτῷ τὸ τριχῇ διαστατόν, τὸ ἐπ’ ἄπειρον διαιρετὸν καὶ ὅσα ὅλως περὶ τῶν στερεῶν ὁ γεωμέτρης τε λέγει καὶ δείκνυσιν, [ἃ] κἂν εἰ μὴ ἦν ἀδιαίρετος ὑπῆρξεν αὐτῷ ταῦτα, δυνάμενα αὐτῷ καὶ ἀδιαιρέτῳ ὄντι ὑπάρχειν. τούτου γάρ ἐστι δηλωτικὸν τὸ κἂν εἰ μή που ἦν ἀδιαίρετος ὑπῆρχεν αὐτ, δηλονότι καὶ ἄνευ
15τούτου, ἤτοι τοῦ ἀδιαιρέτου, ἐνδέχεται ὑπάρχειν αὐτῷ τὸ δυνατόν, ἤτοι τὸ τριχῇ διαστατόν, τὸ ἐπ’ ἄπειρον διαιρετόν· ὥστε ὀρθῶς ὁ γεωμέτρης περὶ τούτων διαλέγεται ὡς περὶ ὄντων· ὄντα γάρ εἰσιν, οὐχ ὡς ἔνυλα δέ, ἀλλ’ ὡς ἄυλα καὶ εἴδη. p. 1078a31 Ἐπεὶ δὲ τὸ ἀγαθὸν καὶ τὸ καλὸν ἕτερον· τὸ μὲν γὰρ
20ἀεὶ ἐν πράξει, τὸ δὲ καλὸν καὶ ἐν τοῖς ἀκινήτοις. Ἐν τούτοις ἀποτείνεται πρὸς Ἀρίστιππον καὶ εἴ τις ἄλλος ἀπεσκορά‐ κιζε τὰ μαθήματα. εἰ γὰρ πᾶν, φησὶν ὁ Ἀρίστιππος, ὂν ἀγαθοῦ ἢ καλοῦ ἕνεκεν ἐργάζεται, τὰ δὲ μαθηματικὰ οὔτε καλοῦ οὔτε ἀγαθοῦ στοχάζεται, τὰ μαθηματικὰ ἄρα οὔκ εἰσιν. καί φησι τοῦ χρησίμου μὲν οὖν καὶ συμ‐
25φέροντος τοῦ ἐν τοῖς πρακτοῖς (τοῦτο γὰρ νῦν ἀγαθὸν καλεῖ) μὴ μετεῖναι τοῖς μαθήμασιν, ἐπεὶ μηδὲ τὴν ἀρχὴν πολιτική τις ἕξις ἦν ἡ μαθηματική· περὶ γὰρ τὴν πολιτικὴν ἕξιν τὸ ὡς πρακτὸν καὶ ὡς συμφέρον ἀγαθόν ἐστιν· τοῦ μέντοι καλοῦ μάλιστα ἔχεται ἡ μαθηματική, περὶ τὰ σύμμετρα καὶ εὔτακτα καὶ ὡρισμένα διατρίβουσα. κἂν γὰρ μὴ ὀνόματα τῶν μαθηματι‐
30κῶν ἐν τοῖς συμπεράσμασι λαμβάνουσιν (οὐ γὰρ λέγουσιν ὅτι παντὸς ἄρα τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, ὅτι τοῦτο καλόν), ἀλλ’ οὖν δήλη ἐστὶν αὐτῶν πᾶσα ἡ πραγματεία συμμετριῶν καὶ ὁμοιοτήτων καὶ ἀναλογιῶν καὶ τάξεων στοχαζομένη. ἀλλὰ καὶ ἐπ’ ἄλλων πολλῶν αἴτια
φαίνεται ἡ τάξις καὶ τὸ ὡρισμένον· πολλὰ γὰρ ἐν τῇ φύσει τέλος ποιεῖται739
in Metaph
.

740

τὸ καλὸν καὶ τὸ εὔτακτον καὶ τὸ ὡρισμένον. ἐν δὲ τῇ λέξει τῇ τὸ δὲ καλὸν καὶ ἐν τοῖς ἀκινήτοις ἀκίνητά φησι τὰ μαθηματικά. τὸ καλὸν οὖν φησι καὶ ἐν τοῖς πρακτοῖς, ἔστι δὲ καὶ ἐν τοῖς ἀκινήτοις ἤτοι τοῖς μαθήμασι. τὸ δὲ εἰ γὰρ καὶ μὴ ὀνομάζουσι, τὰ δ’ ἔργα καὶ τοὺς
5λόγους δεικνύουσι ἀντὶ τοῦ εἰ μὴ λέγουσιν ἐν τοῖς συμπεράσμασι τὸ καλόν, δεικνύουσι δὲ τοῦ καλοῦ ἔργα (ἔργον γὰρ καλοῦ τὸ σύμμετρον καὶ τὰ ὅμοια), οὐ διὰ τοῦτο δὴ ὑποληπτέον ὡς οὐ λέγουσι περὶ τοῦ καλοῦ. καὶ συμπεραίνεται λέγων περὶ μὲν οὖν τῶν μαθηματικῶν, ὅτι τε ὄντα ἐστὶ καὶ πῶς ὄντα, ὅτι δυνάμει καὶ ἐξ ἀφαιρέσεως, καὶ πῶς πρό‐
10τερα, ὅτι τῷ λόγῳ, τοσαῦτα εἰρήσθω. p. 1078b9 Περὶ δὲ τῶν ἰδεῶν πρῶτον αὐτὴν τὴν κατὰ τὴν ἰδέαν δόξαν ἐπισκεπτέον. Δείξας ὅτι τὰ μαθήματα ἐνεργείᾳ μὲν καὶ καθ’ αὑτὰ οὔκ εἰσι, δυνάμει δὲ καὶ ἐξ ἀφαιρέσεως, νῦν ἐξετάζει τὰ περὶ τῶν ἰδεῶν. καὶ ἐπεὶ ὁ Πλά‐
15των ἀριθμοὺς εἰδητικοὺς ἐκάλει τὰς ἰδέας ἑπόμενος τοῖς Πυθαγορείοις, πρό‐ τερον, φησίν, ὡς ἰδέας αὐτὰς ἐξετάσωμεν μὴ συνάπτοντες μηδὲ μεμνη‐ μένοι μηδ’ ὅλως ἀναλογιζόμενοι εἴτε εἰσὶν ἀριθμοὶ τὰ εἴδη εἴτε καὶ μή, ἀλλ’ εἰς αὐτὴν τὴν ἔννοιαν ἀνελθόντες καθ’ ἣν ἰδέας εἶναι ὑπέλαβεν, ἐπι‐ σκεπτέον εἰ δυνατὸν εἶναι ἰδέας. ζητήσει γὰρ μετὰ ταῦτα εἰ καὶ ἀριθμοὶ
20εἶναι εἰδητικοὶ δύνανται. τοῦτο θεὶς εὐθὺς λέγει τὴν αἰτίαν ἐξ ἧς εἴδη εἶναι λέγειν ὡρμήθησαν. ἔχοντες γὰρ ὁμολογούμενον ὥς εἰσιν ἐπιστῆμαι καὶ φρόνησις, πεισθέντες δὲ καὶ τοῖς Ἡρακλειτείοις λόγοις ὡς ἀλη‐ θέσι τοῖς λέγουσιν ὅτι πάντα τὰ αἰσθητὰ ἐν συνεχεῖ ἐστι ῥύσει καὶ οὐδὲν οὐδέποτε αὐτῶν ἐν ταυτότητί ἐστιν, ἐταράχθησαν καὶ ἠπόρουν τίνων ἔσον‐
25ται αἱ ἐπιστῆμαι. τῶν γὰρ αἰσθητῶν ἀδύνατον· ῥεῖ γὰρ καὶ καθ’ ὁμω‐ νυμίαν μέν εἰσιν ὄντα, κυρίως δὲ μὴ ὄντα, αἱ δὲ ἐπιστῆμαι τῶν κυρίως ὄντων καὶ τῶν ἀεὶ ὡσαύτως ἐχόντων εἰσί. λείπεται δὴ εἶναι ἄλλας τινὰς ἑτέρας παρὰ τὰ αἰσθητὰ φύσεις, αἵτινες καὶ μένουσαί εἰσι καὶ ἀεὶ ὡσαύτως ἔχουσαι, ὧν ἔσονται αἱ ἐπιστῆμαι· ταύτας δὲ ἐκάλουν ἰδέας. ἀλλ’ οὗτοι
30μὲν τὰς ἰδέας διὰ ταύτην εἶναι τὴν αἰτίαν λέγουσιν, ὁ δὲ Σωκράτης ἰδέας μὲν εἶναι οὐκ ἔλεγε, περὶ μόνας δὲ τὰς ἠθικὰς ἀρετὰς διατρίβει. καὶ οὗτος πρῶτος ἐζήτησεν ὁρισμοὺς λαμβάνειν τῶν καθόλου, οἷον τῆς καθ‐ όλου σωφροσύνης, τῆς καθόλου δικαιοσύνης καὶ τῶν ἄλλων ἁπασῶν. εἰ‐ πὼν δὲ ὅτι πρῶτος ὁ Σωκράτης ὁρισμοὺς τῶν καθόλου λαμβάνειν ἐζή‐
35τησεν, ἐπειδὴ πρὸ τοῦ Σωκράτους Δημόκριτος καὶ πρὸ τοῦ Δημοκρίτου οἱ Πυθαγόρειοι, ὁ μὲν τὸ θερμὸν καὶ τὸ ψυχρόν, οἱ δὲ Πυθαγόρειοι τὸν και‐ ρὸν καὶ τὸ δίκαιον καὶ τὸν γάμον ὡρίζοντο καὶ τὰ τοιαῦτα, ἐπήγαγε τῶν
μὲν φυσικῶν ἐπὶ μικρὸν Δημόκριτος ἥψατο μόνον, δυνάμει λέγων740
in Metaph
.

741

ὅτι ὁ μὲν Σωκράτης τὰς ἀρετὰς ὁρίζεσθαι ἐζήτει τῶν φυσικῶν μηδένα λόγον ποιούμενος, Δημόκριτος δὲ ἥψατο μὲν τῶν φυσικῶν, ἀλλ’ ὡρίσατο τὸ θερμὸν καὶ τὸ ψυχρόν πως, τουτέστι μαλακῶς καὶ ὡς ἔτυχε. καὶ πρὸ τούτου, ὡς εἴρηται, οἱ Πυθαγόρειοί τινων ὀλίγων ὁρισμοὺς ἀπέδωκαν, οὓς
5ὁρισμοὺς εἰς τοὺς ἀριθμοὺς ἀνῆγον· δικαιοσύνη γάρ, φασίν, ἐστὶν ἀριθ‐ μὸς ὁ διαιρῶν τὴν δεκάδα δίχα, καὶ τὰ λοιπὰ ὁμοίως. ἀλλ’ οὗτοι μὲν οὕτως· ὁ δὲ Σωκράτης, φησίν, εὐλόγως ἐζήτει τὸ τί ἐστι καὶ τοὺς ὁρισμούς. ἐπειδὴ γὰρ ὁ ὁρισμὸς ἀρχὴ συλλογισμοῦ καὶ ἀποδείξεώς ἐστιν, ὡς ἐν τῇ Ἀποδεικτικῇ δείκνυται, ὁ δὲ Σωκράτης συλλογίζεσθαι ἐζήτει,
10εἰκότως τὸ τί ἐστι καὶ τοὺς ὁρισμοὺς ἐζήτει. ἐπειδὴ δὲ καί εἰσι συλλο‐ γισμοὶ χωρὶς ὁρισμοῦ (οἱ γὰρ διαλεκτικοὶ ἅπαντες τοιοῦτοι, τῶν δ’ ἀπο‐ δεικτικῶς δεικνύντων ἐστὶ τὸ ὁρισμοὺς λαμβάνειν, ὡς οἱ γεωμέτραι καὶ οἱ λοιποί), ἐπήγαγεν ὅτι διαλεκτικὴ ἰσχὺς οὔπω τότ’ ἦν, ὥστε δύνα‐ σθαι καὶ χωρὶς τοῦ τί ἐστι καὶ τοῦ ὁρισμοῦ τἀναντία περὶ τὸ αὐτὸ
15συλλογίζεσθαι, οἷον ὅτι ἡ ἡδονὴ ἀγαθόν ἐστι καὶ πάλιν ὅτι ἡ ἡδονὴ κα‐ κόν ἐστι, καὶ ὅτι τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη. διὰ δὴ τὸ μὴ εἶναι ἰσχὺν διαλεκτικῆς ἐζήτει πάντων ὁρισμοὺς λαμβάνειν. ὥστε, φησί, δύο ἄν τις ἀποδώσοι καὶ ἀναθήσοι τῷ Σωκράτει δικαίως, τούς τε ἐπακτι‐ κοὺς λόγους καὶ τὸ ὁρίζεσθαι τὰ καθόλου· ἀρχὴ γὰρ συλλογισμοῦ
20καὶ ἡ ἐπαγωγὴ καὶ ὁ ὁρισμός. ἀλλ’ ὁ μὲν Σωκράτης τὰ καθόλου, ὧν καὶ τοὺς ὁρισμοὺς ἐζήτει, οὐ χωριστὰ ἐποίει τῶν αἰσθητῶν, οὐδὲ τοὺς ὁρισμοὺς χωριστῶν φύσεων εἶναι ἔλεγεν, οἱ δὲ περὶ Πλάτωνα ἐχώρισαν καὶ τὰ τοιαῦτα ἰδέας κατωνόμασαν· ὥστε συμβαίνει αὐ‐ τοῖς πάντων καὶ ὅλως ὧν οὐ βούλονται ἰδέας εἶναι. εἰ γὰρ κατ’ αὐτοὺς
25ὅπου ἓν ἐπὶ πολλῶν καὶ καθόλου ἕτερον τῶν μερικῶν νοεῖται, τούτων εἰσὶν ἰδέαι, ἔσται καὶ τῶν πρός τι καὶ τῶν οἰκιῶν καὶ ἄλλων πολλῶν ἰδέαι, ὧν ἰδέας εἶναι οὐ βούλονται. Ταῦτα μὲν δὴ μέχρι τῆς λέξεως ταύτης κατὰ τὴν ἐμὴν σεσαφήνισται δύναμιν· ἀπὸ δὲ τῆς λέξεως τῆς καὶ παραπλήσιον ὥσπερ ἂν εἴ τις
30ἀριθμῆσαι βουλόμενος ἕως τοῦ ἀλλὰ περὶ μὲν τῶν ἰδεῶν καὶ τοῦτον τὸν τρόπον καὶ διὰ λογικωτέρων καὶ ἀκριβεστέρων λόγων ἔσται πολλὰ συναγαγεῖν ὅμοια τοῖς τεθεωρημένοις τὰ αὐτά ἐστιν ἀπαραλλάκτως τοῖς ἐν τῷ μείζονι Α λεγομένοις, πλὴν τῆς λέξεως τῆς εἰ δὲ τὰ μὲν ἄλλα τοὺς κοινοὺς λόγους ἐφαρμόττειν θήσομεν ἕως
35τοῦ ἣ πᾶσιν ὑπάρξει τοῖς εἴδεσιν ὡς γένος· διὸ ταύτην μὲν σαφη‐ νιοῦμεν, ἐκείνων δὲ τὴν σαφήνειαν ἐκ τῶν ἐν τῷ μείζονι Α σχολῶν θηρᾶ‐
σθαι χρή.741
in Metaph
.

742

p. 1079b3 Εἰ δὲ τὰ μὲν ἄλλα τοὺς κοινοὺς λόγους ἐφαρμόττειν θήσομεν τοῖς εἴδεσιν. Εἰπὼν ὅτι εἰ τὸ αὐτὸ εἶδος καὶ ἡ αὐτὴ φύσις ἐστὶ τῆς αὐτοδυάδος καὶ τῆς αἰσθητῆς δυάδος καὶ τοῦ αὐτοανθρώπου καὶ τοῦ αἰσθητοῦ ἀνθρώ‐
5που, ἔσται καὶ τρίτη δυὰς καὶ τρίτος ἄνθρωπος, εἰ δὲ μὴ τὸ αὐτό, ὁμώ‐ νυμον ἂν εἴη, λέγει ὅτι εἰ δὲ τὰ μὲν ἄλλα τὰ λεγόμενα κατὰ τῶν αἰσθη‐ τῶν κύκλων, οἷον τὸ σχῆμα, τὸ ἐπίπεδον καὶ τὰ λοιπὰ μέρη τοῦ λόγου, ἐφαρμόζειν θήσομεν καὶ τῷ αὐτοκύκλῳ (τοῦτον γὰρ εἶπεν αὐτὸν τὸν κύκλον), εἰ δὴ κατὰ τὰ μέρη τοῦ ὁρισμοῦ μηδὲν διαφέρειν τὰ αἰσθητὰ
10καὶ τὰς ἰδέας αὐτῶν φήσομεν, τὸ δ’ οὗ ἐστι προστεθήσεται, τουτέστι παράδειγμα ὂν τῶν αἰσθητῶν, ἵν’ ᾖ τοῦ μὲν αἰσθητοῦ κύκλου ὁρισμὸς σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, πρὸς ἣν ἀφ’ ἑνὸς τῶν ἐντὸς τοῦ κύκλου σημείων πᾶσαι αἱ προσπίπτουσαι ἴσαι ἀλλήλαις εἰσίν, τοῦ δὲ αὐτοκύκλου σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, πρὸς ἣν ἀφ’
15ἑνὸς τῶν ἐντὸς τοῦ κύκλου σημείων πᾶσαι αἱ προσπίπτουσαι ἴσαι ἀλλήλαις εἰσίν, παράδειγμα ὂν τῶν αἰσθητῶν κύκλων, καὶ πάλιν τοῦ μὲν αἰσθητοῦ ἀνθρώπου τὸ ζῷον πεζὸν δίπουν, τοῦ δὲ αὐτοανθρώπου τὸ ζῷον πεζὸν δίπουν παράδειγμα ὂν τῶν αἰσθητῶν ἀνθρώπων, —εἰ οὖν τοῦτο φήσουσι τὸ δεῖν ταῖς ἰδέαις προστεθῆναι τὸ οὗ ἐστι παράδειγμα, οἷον ἀνθρώπου ἢ
20ἵππου ἢ οὗ ἂν εἴη, καὶ κατὰ τοῦτο μόνον διαφέρειν αὐτὰς τῶν αἰσθητῶν εἴπωσι, σκοπεῖν, φησί, δεῖ μὴ κενὸν ᾖ τὸ λεγόμενον. τίνι γὰρ ἡ προσθήκη αὕτη προστεθήσεται, τῷ σχήματι, τῇ γραμμῇ, τῷ ἐπιπέδῳ, τῷ μέσῳ (λέγων μέσον τὸ σημεῖον ἀφ’ οὗ πᾶσαι αἱ προσπίπτουσαι ἴσαι ἀλλήλαις εἰσίν) ἢ πᾶσι; πάντα γὰρ τὰ ἐν τῇ ἰδέᾳ κατ’ αὐτοὺς οὐσίαι καὶ
25ἰδέαι, οἷον τὸ αὐτοσχῆμα, τὸ αὐτοεπίπεδον· ὁμοίως καὶ τὸ ἐν τῷ αὐτο‐ ανθρώπῳ ζῷον οὐσία καὶ ἰδέα, ἀλλὰ καὶ τὸ πεζόν, ἀλλὰ καὶ τὸ δίπουν· ὥστε εἰ ταῖς ἰδέαις δεῖ προσκεῖσθαι τὸ ‘παράδειγμα ὂν τῶν αἰσθητῶν,‘ προστεθήσεται καὶ τῷ ἐν τῷ αὐτοανθρώπῳ ζῴῳ ἰδέᾳ ὄντι καὶ τῷ δίποδι· ἰδέα γὰρ καὶ αὐτό. συμβαίνει οὖν ἐρωτωμένους τί ἐστιν αὐτοάνθρωπος
30λέγειν ὅτι ζῷον παράδειγμα ὂν τῶν αἰσθητῶν, πεζὸν παράδειγμα ὂν τῶν αἰσθητῶν, δίπουν παράδειγμα ὂν τῶν αἰσθητῶν. ἔτι, φησίν, ὥσπερ τὰ ἐνυπάρχοντα τῷ αὐτοανθρώπῳ οἷον τὸ ζῷον καὶ τὰ λοιπά, ὁμοίως καὶ τῷ αὐτοκύκλῳ, τὸ σχῆμα τὸ ἐπίπεδον τὰ ὅμοια, φύσεις εἰσί τινες κατ’ αὐ‐ τούς, ἀνάγκη καὶ τὸ προσκείμενον αὐτοῖς τὸ ‘παράδειγμα ὂν τῶν αἰσθη‐
35τῶν‘ εἶναι φύσιν τινὰ καὶ οὐσίαν καθ’ αὑτὴν καὶ ἰδέαν, ἵν’ ὡς γένος ὑπάρχῃ πάσαις ταῖς ἰδέαις. ὡς γὰρ τὸ ζῷον πεζὸν τῷ αὐτοανθρώπῳ ὡς γένος ὑπάρχει, οὕτω καὶ τὸ ‘παράδειγμα ὂν τῶν αἰσθητῶν‘ ὡς γένος αὐ‐
τῷ τε καὶ ταῖς ἄλλαις ὑπάρξει ἰδέαις. διὰ τί γὰρ τὸ ζῷον ὑπάρχον τῷ742
in Metaph
.

743

αὐτοανθρώπῳ φύσις τις καὶ οὐσία ἐστί, τὸ δὲ ‘παράδειγμα ὂν τῶν αἰσθη‐ τῶν‘, ὑπάρχον αὐτῷ, οὐκ ἔσται φύσις τις καὶ οὐσία; ἀλλὰ καὶ τοῦτο, λέγω δὴ τὸ φύσιν εἶναι καὶ οὐσίαν τὸ τοιοῦτον, ἀλογώτατον. p. 1080a12 Ἐπεὶ δὲ διώρισται περὶ τούτων, καλῶς ἔχει πάλιν
5τὰ περὶ τοὺς ἀριθμοὺς ἰδεῖν συμβαίνοντα. Ἐνστὰς πρὸς τὰς ἰδέας μεταβαίνει καὶ ἐπὶ τὴν τῶν ἀριθμῶν ὑπόθεσιν τὴν τοῖς ἀριθμοῖς οὐσίαν ἀπονέμουσαν νοητήν· ἐκ διαιρέσεως δὲ αὐτὴν τί‐ θησι καὶ καθ’ ἕκαστον τῶν τῆς διαιρέσεως τμημάτων ἐνίσταται. λέγει οὖν ὅτι ἐπειδὴ τὰ περὶ τῶν ἰδεῶν διώρισται, καλῶς ἔχει λοιπὸν θεω‐
10ρῆσαι καὶ τὰ συμβαίνοντα τοῖς τοὺς ἀριθμοὺς θεμένοις χωριστάς τινας φύσεις καὶ τῶν ὄντων πάντων αἰτίας πρώτας. τοῦτο εἰπὼν ἐκτίθε‐ ται τοὺς τρόπους, καθ’ οὓς ἄν τις εἶναι ἀριθμοὺς χωριστοὺς ὑπονοήσειε, λέγων ἀνάγκη γὰρ εἴπερ ἔστιν αὐτοαριθμός (τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἀνάγκη δ’ εἴπερ ἔστιν ὁ ἀριθμὸς φύσις τις, καὶ μὴ ἄλλη τίς
15ἐστι φύσις καὶ οὐσία ὁ ἀριθμός, οἷον φέρε ξύλον ἢ ἄνθρωποι ἢ ἵπποι ἢ ἄλλο ὁτιοῦν, ἀλλ’ αὐτὸ τοῦτο ἀριθμός), ὥς φασιν οἱ τοῦτο βουλό‐ μενοι, ἤτοι εἶναι τὸν ἐχόμενον τοῦ προτέρου διαφέροντα κατ’ οὐσιώδεις καὶ εἰδοποιοὺς διαφοράς, ὥσπερ ἄν τις εἴποι τὸν ἄνθρωπον τοῦ ἵππου πρό‐ τερον διὰ τὴν τοῦ λογικοῦ διαφοράν· τὸ γὰρ λογικὸν τοῦ ἀλόγου τῇ τι‐
20μιότητι καὶ τῷ ἀρίστῳ πρότερον· καὶ τοῦτο πάλιν, λέγω δὴ τὸ διαφόρους εἶναι καὶ προτέρους καὶ ὑστέρους τῷ εἴδει τοὺς ἀριθμούς, ἢ εὐθὺς ἐπὶ τῶν μονάδων ὑπάρχει, καὶ ἔστιν ἀσύμβλητος καὶ ἑτεροειδὴς ὁποια‐ οῦν μονὰς ὁποιᾳοῦν μονάδι, ἤτοι πᾶσα μονὰς πάσῃ μονάδι· ἢ οὔκ εἰσιν ἑτεροειδεῖς αἱ μονάδες ἀλλὰ μόνον ἐφεξῆς (ὥς φαμεν ἄνωθεν κάτω
25ἐρχόμενοι πρώτην τὴν ἀπλανῆ σφαῖραν, ἐφεξῆς δὲ τὴν Κρονίαν καὶ ἐφεξῆς τὴν Δίιον, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως), καὶ ὁμοειδεῖς πᾶσαι πάσαις, οἷόν φασι τὸν μαθηματικὸν ἀριθμόν· ἐν γὰρ τῷ μαθηματικῷ ἀριθμῷ πᾶσαι αἱ μονάδες ἀδιάφοροί εἰσιν· ἢ οὖν ἀσύμβλητοί εἰσι πᾶσαι αἱ μονάδες, ἢ συμβληταὶ πᾶσαι, ἢ αἱ μὲν συμβληταὶ αἱ δὲ ἀσύμβλητοι, οἷον εἰ ἔστι πρῶ‐
30τον τὸ ἓν ἤτοι τὸ αὐτοέν, δευτέρα ἡ αὐτοδυάς, τρίτη ἡ αὐτοτριάς, λέγοιμεν ἂν ὅτι αἱ ἐν τῇ δυάδι τῇ πρώτῃ ἤτοι τῇ αὐτοδυάδι μονάδες εἰσὶ συμβλη‐ ταὶ πρὸς ἑαυτὰς καὶ ὁμοειδεῖς, ὁμοίως καὶ ἐν τῇ αὐτοτριάδι (πάλιν γὰρ τὴν αὐτοτριάδα πρώτην εἴρηκε τριάδα) καὶ αὗται συμβληταὶ καὶ ὁμοειδεῖς πρὸς ἑαυτάς, πρὸς δὲ τὰς ἐν τῇ αὐτοδυάδι οὔσας ἀσύμβλητοι καὶ ἀνομο‐
35ειδεῖς, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως, ὥσπερ καὶ οἱ τοὺς εἰδητικοὺς ἀριθ‐
μοὺς τιθέμενοι βούλονται. δι, τουτέστι καὶ διὰ τὸ τὰς εἰδητικὰς μονάδας743
in Metaph
.

744

τὰς ἐνούσας τῇ αὐτοδυάδι ἀσυμβλήτους εἶναι καὶ ἀνομοειδεῖς κατὰ τοὺς λέγοντας πρὸς τὰς ἐν τῇ αὐτοτριάδι οὔσας μονάδας, τὰς δὲ μαθηματικὰς πάσας πάσαις συμβλητάς, διὰ δὴ τοῦτο ὁ μὲν μαθηματικὸς ἀριθμὸς ἀριθμεῖται καὶ τῇ προληφθείσῃ μονάδι προσληφθεῖσα ἑτέρα μονὰς γίνεται
5δυάς, ταῖς δὲ δύο ταύταις μονάσι συντεθεῖσα ἄλλη μονὰς συνίσταται ἡ τριάς, καὶ ταύταις ταῖς τρισὶ μονάσιν ἑτέρα μονὰς συναφθεῖσα ἀπογεννᾶται ἡ τετρὰς καὶ ἐπὶ τῶν λοιπῶν ἀριθμῶν ὁμοίως. ὁ δὲ εἰδητικὸς ἀριθμὸς ἀσύμβλητος ὤν, ὡς αὐτοῖς λέγεται, μετὰ τὸ αὐτοέν ἐστιν ἡ αὐτοδυάς, ὥς φασιν, οὐ προστεθέντος τῷ αὐτοενὶ ἄλλου ἑνὸς καὶ ἀποτελέσαντος τὴν αὐτο‐
10δυάδα, ἀλλ’ εὐθὺς τὰ ἐν τῇ αὐτοδυάδι δύο ἕτερα, φασί, καὶ ἀνομοειδῆ τῷ πρώτῳ ἑνί (λέγων πάλιν πρῶτον ἓν τὸ αὐτοέν), καὶ γεννᾷ τὴν αὐτοδυάδα ἄνευ τοῦ πρώτου ἑνός, ὁμοίως καὶ τὴν αὐτοτριάδα ἄνευ τῆς αὐτοδυάδος· οὐ γὰρ προστεθέντος τῇ αὐτοδυάδι ἄλλου ἑνὸς γίνεσθαι λέγουσι τὴν αὐτο‐ τριάδα, ἀλλ’ εὐθὺς τὰς ἐν τῇ αὐτοτριάδι μονάδας ἄλλας καὶ ἀνομοειδεῖς
15εἶναι λέγουσι ταῖς ἐν τῇ αὐτοδυάδι μονάσι· παραπλήσια δὲ τούτοις καὶ ἐπὶ τῶν ἄλλων ἀποφαίνονται ἀριθμῶν. ἢ οὖν οὕτως ἄν, ὡς εἴρηται, ἔχοιεν οἱ εἰδητικοὶ ἀριθμοί, ἤ, φησίν, ἀνάγκη τινὰς μὲν τῶν ἀριθμῶν, οἷον εἰπεῖν τὸν τρία, τὸν τέσσαρα, τὸν πέντε εἶναι οἷος ὁ πρῶτος ἐλέχθη τρόπος, ἤτοι ἀσυμβλήτους (τοῦτο γὰρ ἔλεγε τὸ πρῶτον τῆς διαιρέσεως τμῆμα), τι‐
20νὰς δὲ οἷον πάλιν τὸν ἑπτά, τὸν ὀκτώ, τὸν ἐννέα εἶναι οἷος ὁ μαθηματι‐ κός, ἤτοι συμβλητοὺς καὶ ὁμοειδεῖς, ἄλλους δέ, οἷον τὸν εἴκοσι, τὸν τριά‐ κοντα, τοὺς ὁμοίους εἶναι οἷος ὁ τρίτος ἔλεγε τρόπος· οὗτος δὲ ἦν ὁ τι‐ θεὶς τὰς μὲν ἐν τῷ εἴκοσιν ἀριθμῷ μονάδας εἶναι πρὸς ἑαυτὰς συμβλητὰς καὶ ὁμοειδεῖς, πρὸς δὲ τὰς ἐνούσας τῷ τριάκοντα ἀριθμῷ ἀσυμβλήτους καὶ
25ἀνομοειδεῖς· τούτου γὰρ ἦν μηνυτικὸν τὸ αἱ δὲ ἐν ἄλλῳ καὶ ἄλλῳ διά‐ φοροι καὶ ἀσύμβλητοι. καὶ πάλιν ἢ πάντες καὶ οἱ συμβλητοὶ καὶ οἱ ἀσύμ‐ βλητοι χωριστοί εἰσι τῶν αἰσθητῶν ἢ ἀχώριστοι καὶ ἐν τοῖς αἰσθητοῖς. οὐχ οὕτω δέ, φησίν, ἐν τοῖς αἰσθητοῖς εἶναί φημι τοὺς ἀριθμοὺς ἐξ ἀφαι‐ ρέσεως καὶ τῇ ἐπινοίᾳ, ὡς πρότερον ἐπὶ τῶν μαθηματικῶν ἐσκοποῦμεν,
30οὐ τοῦτο δὴ ζητητέον, ἀλλ’ εἰ δυνατὸν εἶναι τοὺς ἀριθμοὺς ἐν τοῖς αἰ‐ σθητοῖς ὡς στοιχεῖα, ἵνα ὡς ἐκ στοιχείων τῶν ἀριθμῶν ἡ φύσις εἴη τῶν αἰσθητῶν, ὥς φασί τινες τῶν Πυθαγορείων. ἢ δὴ οὕτως ἀναγκαῖόν ἐστι λέγειν, ἢ τινὰς μὲν αὐτῶν ὡς στοιχεῖα ὄντας τῶν αἰσθητῶν ἐνυπάρχειν τοῖς αἰσθητοῖς τινὰς δὲ μὴ ἐνυπάρχειν, ἢ πάντας ὑπάρχειν, ἢ πάντας μὴ
35ὑπάρχειν. Ταῦτα εἰπὼν λέγει οἱ μὲν οὖν τρόποι καθ’ οὓς ἐνδέχεται τοὺς ἀριθμοὺς εἶναι οὗτοί εἰσιν ἐξ ἀνάγκης μόνοι. καὶ οἱ ἐκ τοῦ ἑνὸς τοῦ πρώτου ὡς ἀρχῆς καὶ στοιχείου καὶ ἄλλου τινός, τῆς ἀορίστου δη‐ λαδὴ δυάδος, τοὺς ἑκασταχοῦ γεννῶντες ἀριθμοὺς τινὶ τῶν ῥηθέντων τρό‐
40πων κέχρηνται. οἱ μὲν γὰρ αὐτῶν περὶ τῶν ἀχωρίστων μόνων τὸν πολὺν744
in Metaph
.

745

ποιοῦνται λόγον καὶ πάντας ἀχωρίστους εἶναί φασιν, οἱ δὲ πάντας χωρί‐ ζουσιν, οἱ δὲ περὶ ἀμφοῖν λέγουσι, τοὺς μὲν αὐτῶν χωρίζοντες τοὺς δὲ οὐδαμῶς. τὸ δὲ σχεδὸν πρόσκειται διὰ τὸ εὐθὺς ὑπ’ αὐτοῦ ἐπενεχθὲν τὸ πλὴν τοῦ πάσας τὰς μονάδας ἀσυμβλήτους εἶναι, ὃ ἴσον ἐστὶ
5τῷ οὐδεὶς τῶν περὶ ἀριθμοὺς εἰπόντων πάσας τὰς μονάδας ἀσυμβλήτους εἴρηκε. διὸ καὶ τὸ σχεδὸν δὲ καὶ οἱ λέγοντες τὸ ἓν ἀρχὴν καὶ τὰ ἑξῆς ἴσον ἐστὶ τῷ καὶ ἕκαστος τῶν λεγόντων τὸ ἓν καὶ τὴν ἀόριστον δυάδα ἀρχὴν τινὶ τῶν εἰρημένων τρόπων χρῆται πλὴν ἑνὸς τρόπου τοῦ πάσας τὰς μονάδας ἀσυμβλήτους λέγοντος· τούτῳ γὰρ τῷ τρόπῳ οὐδεὶς ἐχρήσατο.
10καὶ ἔστι τὸ πλὴν ἐφερμηνευτικὸν τοῦ σχεδόν. τὸ δὲ καὶ τοῦτο συμ‐ βέβηκεν εὐλόγως· οὐ γὰρ ἐνδέχεται ἔτι ἄλλον τρόπον εἶναι παρὰ τοὺς εἰρημένους οὕτως ἐπῆκται ὡς εἰ ἔλεγεν ‘εἰ γὰρ μὴ τελείαν τὴν διαίρεσιν ἐποιησάμην, εἰκός, μᾶλλον δ’ ἀναγκαῖον ἦν τοὺς εἰπόντας περὶ ἀριθμῶν μή τινι τῶν ῥηθέντων χρήσασθαι τρόπων· ἐπειδὴ δὲ τελείαν καὶ
15ἀπαράλειπτον αὐτὴν τέθεικα καὶ οὐδένα ἐνδέχεται ἄλλον ἐπινοῆσαι παρὰ τοὺς ῥηθέντας τρόπον, εὐλόγως τοῦτο συμβέβηκε, λέγω δὴ τὸ κατά τινα τῶν εἰρημένων τρόπων αὐτοὺς περὶ τῶν ἀριθμῶν ἀποφήνασθαι.‘ p. 1080b11 Οἱ μὲν οὖν ἀμφοτέρους φασὶν εἶναι τοὺς ἀριθμούς, τὸν μὲν ἔχοντα τὸ πρότερον καὶ τὸ ὕστερον τὰς ἰδέας.
20 Θεὶς τοὺς τρόπους καθ’ οὓς ἐνεδέχετο τοὺς ἀριθμοὺς εἶναι νῦν ἐκτί‐ θεται τῶν περὶ ἀριθμῶν εἰπόντων τίνες τίνι τῶν εἰρημένων τρόπων ἐχρή‐ σαντο, καί φησιν ὅτι οἱ μὲν γὰρ αὐτῶν, ὥσπερ ὁ Πλάτων, ἀμφοτέρους φασὶν εἶναι τοὺς ἀριθμοὺς καὶ τὸν εἰδητικὸν καὶ τὸν μαθηματικόν. τὸν μὲν γὰρ ἔχοντα τὸ πρότερον καὶ ὕστερον ἔλεγεν εἶναι τὰς
25ἰδέας καὶ τὸν εἰδητικὸν ἀριθμόν, τὸν δὲ μὴ τὸ πρότερον καὶ ὕστερον ἔχοντα μηδὲ κατ’ εἶδος διαφέροντα τὸν μαθηματικὸν εἶναι ἐτίθετο, πρε‐ σβύτερον μὲν αὐτὸν λέγων τοῦ φυσικοῦ καὶ δι’ οὗ ἀριθμοῦμεν ἀριθμοῦ, καταδεέστερον δὲ τοῦ εἰδητικοῦ. καὶ χωριστοὺς ἀμφοτέρους καὶ τὸν εἰδητικὸν καὶ τὸν μαθηματικὸν τῶν αἰσθητῶν εἶναι βούλεται. διὰ μὲν
30οὖν τοῦ οἱ μὲν οὖν ἀμφοτέρους εἶναι τοὺς ἀριθμοὺς ᾐνίξατο τὸν Πλάτωνα, διὰ δὲ τοῦ οἱ δὲ τὸν μαθηματικὸν μόνον ἀριθμὸν εἶναι τὸν πρῶτον τῶν ὄντων τοὺς περὶ Ξενοκράτην· οὗτοι γὰρ καὶ χωρίζουσι τὸν μαθηματικὸν τῶν αἰσθητῶν καὶ μόνον αὐτὸν εἶναί φασι καὶ πρῶτον πάντων, τοῦ εἰδητικοῦ κατορχούμενοι. καὶ οἱ περὶ Ξενοκράτην οὖν ἕνα
35μόνον ἀριθμὸν νομίζουσι καὶ οἱ Πυθαγόρειοι· διὸ καὶ ὑποστικτέον εἰς τὸ ἕνα, εἶτα ἐπακτέον τὸ τὸν μαθηματικόν, ἵν’ ᾖ τὸ τῆς λέξεως τοιοῦτον· καὶ οἱ Πυθαγόρειοι δὲ ἕνα ἀριθμὸν εἶναι νομίζουσι· καὶ τίνα τοῦτον;
τὸν μαθηματικόν, πλὴν οὐ κεχωρισμένον τῶν αἰσθητῶν, ὡς οἱ περὶ745
in Metaph
.

746

Ξενοκράτην, οὐδὲ μοναδικόν, τουτέστιν ἀμερῆ καὶ ἀσώματον (μοναδικὸν γὰρ τὸ ἀμερὲς καὶ ἀσώματον ἐνταῦθα δηλοῖ), ἀλλὰ τὰς μονάδας καὶ δηλονότι καὶ τοὺς ἀριθμοὺς ὑπολαμβάνοντες οἱ Πυθαγόρειοι μέγεθος ἔχειν ἐκ τού‐ των τὰς αἰσθητὰς οὐσίας καὶ τὸν ἅπαντα οὐρανὸν εἶναι λέγουσιν. ἔχειν
5δὲ τὰς μονάδας μέγεθος κατεσκεύαζον οἱ Πυθαγόρειοι διὰ τοιούτου τινὸς λόγου. ἔλεγον οὖν ὅτι ἐπειδὴ ἐκ τοῦ πρώτου ἑνὸς αὗται συνέστησαν, τὸ δὲ πρῶτον ἓν μέγεθος ἔχει, ἀνάγκη καὶ αὐτὰς μεμεγεθυσμένας εἶναι· τὸ γὰρ ἐκ μεμεγεθυσμένου γεγονὸς καὶ αὐτὸ μέγεθος ἔχειν ἐπάναγκες. ἐρω‐ τώμενοι δὲ καὶ τί τὸ συστῆσαν τὸ πρῶτον ἓν καὶ διὰ τί, καὶ πῶς τὸ μέ‐
10γεθος ἔσχε καὶ πῶς ἐξ αὐτοῦ αἱ μονάδες γεννῶνται, οὐδὲν ἔλεγον σπου‐ δαῖον. ἄλλος δὲ πάλιν, φησί, Πυθαγόρειος τὸν μαθηματικὸν ἀριθμὸν οὐ προσίετο, ἀλλ’ ἕνα καὶ πρῶτον ἀριθμὸν τὸν τῶν εἰδῶν εἶναι ἔλεγεν. ἔνιοι δὲ καὶ τὸν μαθηματικὸν τὸν αὐτὸν τοῦτον, τουτέστι τινὲς δὲ τῶν Πυθαγορείων τὸν μὲν συνεγνωσμένον μαθηματικὸν ἀνῄρουν, ἕνα δὲ ποι‐
15οῦντες ἀριθμόν, τὸν εἰδητικόν, τὸν αὐτὸν τοῦτον ἐκάλουν καὶ μαθηματικόν. p. 1080b23 Ὁμοίως δὴ καὶ περὶ τὰ μήκη καὶ τὰ ἐπίπεδα καὶ περὶ τὰ στερε· οἱ μὲν γὰρ ἕτερα τὰ μαθηματικὰ καὶ τὰ μετὰ τὰς ἰδέας. Καὶ περὶ τῶν ἐπιπέδων, φησί, καὶ τῶν στερεῶν ὁμοίως τοῖς ἀριθμοῖς
20ἀπεφήναντο. οἱ μὲν γὰρ αὐτῶν ἕτερα λέγουσι τὰ μαθηματικὰ ἐπίπεδα καὶ τὰ στερεὰ καὶ ἕτερα τὰ εἰδητικά· ἄλλο γὰρ ἔλεγον εἶναι τὸ μαθηματικὸν ἐπίπεδον, περὶ ὃ ὁ γεωμέτρης πραγματεύεται, καὶ ἄλλο τὸ αὐτοεπίπεδον. τῶν δὲ ἄλλως λεγόντων, φησίν, ἤτοι τῶν εἰδητικοὺς ἀριθμοὺς καὶ εἰ‐ δητικὰ ἐπίπεδα καὶ στερεὰ μὴ λεγόντων· ἢ εἰπὼν τῶν δὲ ἄλλως λε‐
25γόντων ἐξηγητικὸν οἶμαι ἐπήγαγε τὸ ὅσοι μὴ ποιοῦσι τὰς ἰδέας ἀριθ‐ μούς, ὡς εἰ ἔλεγε ‘τῶν δὲ ἄλλως λεγόντων, τίνας δὲ ἄλλως λέγειν φημί; τοὺς ὅσοι δηλονότι μὴ ποιοῦσι τὰς ἰδέας ἀριθμούς, μηδὲ ὅλως εἶναι εἰδη‐ τικοὺς ἀριθμοὺς νομίζοντασ‘· οὗτοι τὰ μαθηματικὰ στερεά τε καὶ ἐπίπεδα καὶ μαθηματικῶς λέγουσι, τουτέστι πᾶν μέγεθος εἰς μεγέθη λέγουσιν εἶναι
30διαιρετόν· τοῦτο δὲ ταὐτόν ἐστι τῷ μὴ συγκεῖσθαι τὴν γραμμὴν ἐκ στιγ‐ μῶν ἢ τὸ ἐπίπεδον ἐκ γραμμῶν. πᾶν οὖν μέγεθος εἰς μεγέθη εἶναι διαι‐ ρετὸν οὗτοί φασιν καὶ ὁποιασοῦν μονάδας συντεθειμένας ποιεῖν δυάδα ἀπο‐ δέχονται. οἱ δὲ λέγουσι μὲν τὰ μαθηματικὰ ἐπίπεδα, οἱ καὶ εἰδητικοὺς ἀριθμοὺς εἶναι λέγοντες, οὐ μαθηματικῶς δέ. οὐ γὰρ τέμνεσθαι πᾶν μέ‐
35γεθος εἰς μεγέθη, οὐδὲ τὰς τυχούσας μονάδας δυάδα ποιεῖν, ἀλλά φασιν ὅτι αἱ πρώτως γεγονυῖαι δύο μονάδες ὡς ἐξ ὕλης μὲν τῆς ἀορίστου δυ‐ άδος, εἴδους δὲ τοῦ ἀρχικοῦ ἑνός, τοῦ αὐτοενὸς δηλονότι, αὗται πεποιήκασι
τὴν πρώτην δυάδα ἤτοι τὴν εἰδητικὴν δυάδα ἤτοι τὴν αὐτοδυάδα· αἱ δὲ746
in Metaph
.

747

πάλιν δευτέρως γεγονυῖαι τρεῖς μονάδες ὡς ἐξ ὕλης μὲν καὶ αὗται τῆς ἀορίστου δυάδος, εἴδους δὲ τοῦ αὐτοενὸς πεποιήκασι τὴν αὐτοτριάδα. ὁμοίως καὶ ἐπὶ τῆς αὐτοτετράδος καὶ τῶν λοιπῶν ἀποφαίνονται, καὶ οὔ φασιν ὅτι ὁμοειδεῖς εἰσιν αἱ ἐν τῇ αὐτοδυάδι μονάδες ταῖς ἐν τῇ αὐτο‐
5τριάδι καὶ αὗται ταῖς ἐν τῇ αὐτοτετράδι (ἦ γὰρ ἂν καὶ συντιθέμεναι αἱ ἐν τῇ αὐτοδυάδι ταῖς ἐν τῇ αὐτοτριάδι ἀπεγέννων ἄν τινα ἀριθμόν), ἀλλ’ ἀνομοειδεῖς τὰς ἐν τῇ αὐτοδυάδι καὶ ἄλλας τῶν ἐν τῇ αὐτοτριάδι οὐσῶν ἔλεγον. ταῦτα εἰπὼν λέγει πάντες μὲν τοὺς ἀριθμοὺς μοναδικοὺς καὶ ἀμεγέθεις καὶ ἀμερεῖς εἶναι λέγουσι, πλὴν τῶν Πυθαγορείων τῶν τὸ ἓν
10ἀρχὴν καὶ στοιχεῖον τῶν ὄντων καὶ μέγεθος ἔχειν λεγόντων. οὗτοι γὰρ μεμεγεθυσμένας τὰς μονάδας καὶ δηλονότι καὶ τοὺς ἀριθμοὺς ἀπεφαίνοντο, ὡς πρὸ ὀλίγου εἴρηται. καὶ συμπεραίνεται λέγων ὁσαχῶς μὲν οὖν ἐνδέ‐ χεται ὑπολαβεῖν εἶναι τοὺς ἀριθμοὺς καὶ ὅτι οἱ εἰρημένοι ὑφ’ ἡμῶν τρόποι ἅπαντές εἰσι, καὶ οὔτε πλείονας οὔτε ἐλάττονας αὐτοὺς εἶναι δυνατόν ἐστι,
15φανερὸν ἐκ τούτων. εἰσὶ δέ, φησί, πάντα τὰ περὶ τῶν ἀριθμῶν ἀδύνατα, ἀλλὰ τὰ μὲν αὐτῶν εὐφορητότερά ἐστι καὶ ἥττονα ἔχει τὰ ἀδύνατα τὰ δὲ μείζονα. p. 1080b37 Πρῶτον μὲν οὖν σκεπτέον εἰ συμβληταὶ αἱ μονάδες ἢ ἀσύμβλητοι.
20 Ἐπεξέρχεται πάντα τὰ τῆς διαιρέσεως τμήματα ἐπιμελῶς καὶ δείκνυσιν ὅτι κατ’ οὐδένα τρόπον δύνανται οἱ εἰδητικοὶ εἶναι ἀριθμοί, καὶ εἴπερ ἀν‐ αγκαῖόν ἐστιν, εἴ εἰσιν οἱ εἰδητικοὶ ἀριθμοί, καθ’ ἕνα τῶν τῆς διαιρέσεως εἶναι αὐτοὺς τρόπων, εἰ δειχθείη ὅτι κατ’ οὐδένα δύνανται εἶναι, ὅλως οὔκ εἰσι. πρῶτον δέ, φησί, τοῦτο σκεπτέον, πότερον συμβληταί εἰσι
25πᾶσαι αἱ μονάδες ἢ ἀσύμβλητοι, καὶ εἰ ἀσύμβλητοι, κατὰ ποῖον τῶν ῥηθέντων τρόπων. ἐλέγετο γὰρ ἀνωτέρω πότερον πᾶσαι αἱ μονάδες ἀσύμβλητοί εἰσιν, ἢ αἱ ἐν τῇ δυάδι μονάδες πρὸς ἑαυτὰς μέν εἰσι συμβλη‐ ταὶ πρὸς δὲ τὰς ἐν τῇ τριάδι ἀσύμβλητοι, ὁμοίως καὶ αἱ ἐν τῇ τριάδι πρὸς ἑαυτὰς μὲν συμβληταὶ πρὸς δὲ τὰς ἐν τῇ δυάδι ἀσύμβλητοι. τούτου
30γάρ ἐστι δηλωτικὸν καὶ νῦν τὸ ἔστι μὲν γὰρ ὁποιανοῦν εἶναι ὁποιᾳ‐ οῦν μονάδι ἀσύμβλητον, ἔστι δὲ τὰς ἐν αὐτῇ τῇ δυάδι πρὸς τὰς ἐν αὐτῇ τῇ τριάδι. λέγοι δ’ ἂν αὐτὴν τὴν δυάδα καὶ αὐτὴν τὴν τρι‐ άδα τὴν αὐτοδυάδα καὶ αὐτοτριάδα. ἔστι μὲν γάρ, φησίν, τουτέστι δυνατὸν γὰρ λέγειν ὁποιανοῦν μονάδα ἤτοι πᾶσαν μονάδα πρὸς πᾶσαν μο‐
35νάδα ἀσύμβλητον, δυνατὸν δὲ μὴ πᾶσαν πρὸς πᾶσαν λέγειν, ἀλλὰ τὰς ἐν
τῇ αὐτοδυάδι πρὸς τὰς ἐν τῇ αὐτοτριάδι καὶ οὕτω πάσας τὰς ἐν ἑκάστῳ747
in Metaph
.

748

εἰδητικῷ ἀριθμῷ πρὸς ἀλλήλας ἀσυμβλήτους. περὶ δὴ τούτων πάλιν ἡμᾶς ὑπομνήσας λέγει εἰ μὲν γὰρ πᾶσαι αἱ μονάδες συμβληταί εἰσι καὶ ὁμο‐ ειδεῖς καὶ ἀδιάφοροι, ὁ μαθηματικὸς γίνεται ἀριθμὸς καὶ εἷς μόνος αὐτός, καὶ τοὺς εἰδητικοὺς εἶναι ἀριθμοὺς οὐκ ἐνδέχεται. τοῦτο γὰρ ἐδήλωσε
5διὰ τοῦ καὶ τὰς ἰδέας οὐκ ἐνδέχεται εἶναι τοὺς ἀριθμούς. ποῖος γὰρ ἔσται ἀριθμὸς ὁ αὐτοάνθρωπος ἢ τὸ αὐτοζῷον ἢ ὁ αὐτοΐππος ἢ ἄλλο ὁτιοῦν τῶν εἰδῶν; ἑκάστου μὲν γὰρ κατὰ τοὺς τιθεμένους τὰς ἰδέας ἡ ἰδέα μία· εἷς γὰρ ὁ αὐτοάνθρωπος καὶ ἓν τὸ αὐτοζῷον· εἰ δὲ ἀδιαφόρων οὐσῶν τῶν μονάδων εἶναί τις λέγοι τὸν αὐτοάνθρωπον τὴν τριάδα, ἐπειδὴ
10ἐν τῇ ἐννεάδι πρώτη καὶ μέση καὶ τελευταία ἐστὶ τριάς, ἔσονται τρεῖς αὐτο‐ άνθρωποι. διὰ τί γάρ, εἰ τύχοι, ἡ πρώτη τριὰς ἔσται αὐτοάνθρωπος καὶ οὐχ ἡ δευτέρα ἢ ἡ τελευταία; ἢ οὖν οὐδεμία τῶν τριάδων ἐστὶν ἰδέα, ἢ πᾶσαι. εἰ δὲ ἀδύνατον πάσας (οὕτω γὰρ συμβήσεται, ἐπειδὴ ἄπειροί εἰσι τριάδες, ἀπείρους εἶναι καὶ αὐτοανθρώπους), οὐδεμία αὐτῶν ἐστιν ἰδέα. οὐκ
15ἄρα μοναδικὸς ἀριθμὸς ἡ ἰδέα, εἴπερ ἀδιάφοροί εἰσιν αἱ μονάδες. ἀλλὰ μὴν εἰ μή εἰσιν αἱ ἰδέαι ἀριθμοί, ἀδύνατον αὐτὰς εἶναι. καὶ κατασκευάζει τοῦτο, λέγω δὴ τὸ μὴ οἷόν τε ἰδέας εἶναι, εἰ μὴ καὶ ἀριθμοί εἰσι, διὰ τοῦ ἐκ τίνων γὰρ ἔσονται ἀρχῶν αἱ ἰδέαι; ὃ ἴσον ἐστὶ τῷ ἀδύνατον γὰρ ἐξ ἄλλων τινῶν ἀρχῶν εἶναι τὰς ἰδέας, ἢ ἐξ ὧν οἱ ταύτας θέμενοι
20κατασκευάζουσι. συλλογίζεται οὖν δυνάμει οὕτως. αἱ ἰδέαι ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος παρ’ αὐτοῖς ὑφίστανται· τὰ ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος ὑφιστάμενα ἀριθμοί εἰσιν· αἱ ἰδέαι ἄρα ἀριθμοί εἰσιν. αὐτὸς δὲ τὴν μείζονα πρότασιν μόνον, τὴν τὰ ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορί‐ στου δυάδος ὑφιστάμενα ἀριθμοί εἰσι, τέθεικε διὰ τοῦ ὁ γὰρ ἀριθμός
25ἐστιν ἐκ τοῦ ἑνὸς καὶ τῆς δυάδος τῆς ἀορίστου, τὴν ἐλάττω παρείς. τὸ δὲ καὶ αἱ ἀρχαὶ καὶ τὰ στοιχεῖα λέγονται τοῦ ἀριθμοῦ εἶναι ἀντὶ τοῦ καὶ αἱ ἀρχαὶ καὶ τὰ στοιχεῖα τῶν ἀριθμῶν παρ’ αὐτοῖς ταῦτα εἶναι λέγονται, τό τε ἓν καὶ ἡ ἀόριστος δυάς. τὸ δὲ τάξαι τε οὔτε προτέρας ἐνδέχεται τῶν ἀριθμῶν αὐτὰς οὔτε ὑστέρας εὐλόγως
30εἴρηται· εἰ γάρ ἐστιν οἷον φέρε ἡ αὐτοτριὰς ὁ αὐτοάνθρωπος, πῶς οἷόν τε ἢ πρότερον ἢ ὕστερον αὐτὸν λέγειν τῆς αὐτοτριάδος; εἰ δὴ οὐσῶν τῶν ἰδεῶν ἀνάγκη αὐτὰς ἀριθμοὺς εἶναι, εἰ μή εἰσιν ἀριθμοὶ αἱ ἰδέαι, ὡς δέ‐ δεικται, ὅλως οὔκ εἰσιν. p. 1081a17 Εἰ δὲ ἀσύμβλητοι αἱ μονάδες, καὶ οὕτως ἀσύμβλητοι
35ὥστε ἡτισοῦν ᾑτινιοῦν. Ὑποθέμενος πρῶτον πάσας συμβλητὰς καὶ δείξας ὅτι ἀδύνατον τὰς
ἰδέας ἀριθμοὺς εἶναι, ᾧ συναπεδείχθη καὶ τὸ μὴ εἶναι αὐτὰς ὅλως, νῦν748
in Metaph
.

749

ὑποτίθεται πάσας ἀσυμβλήτους· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ ὥστε ἡτισ‐ οῦν ᾑτινιοῦν. εἰ οὖν πᾶσαι αἱ μονάδες ἀσύμβλητοί εἰσι καὶ διάφοροι, οὔτε τὸν μαθηματικὸν ἐνδέχεται εἶναι τοῦτον τὸν ἀριθμόν (ὁ γὰρ μαθηματικὸς ἐκ συμβλητῶν καὶ ἀδιαφόρων καὶ αἱ διαιρέσεις καὶ αἱ
5συνθέσεις καὶ οἱ πολλαπλασιασμοὶ καὶ πάντα ἁπλῶς τὰ δεικνύμενα κατὰ τοῦ μαθηματικοῦ ὡς ἐπὶ ἀδιαφόρων δείκνυται), οὔτε δὴ τὸν μαθηματικὸν εἶναι τοῦτον δυνατὸν οὔτε τὸν τῶν εἰδῶν. καὶ ὅτι μὲν ὁ μαθηματικὸς ἀριθμὸς οὐκ ἔστιν ἀσύμβλητος οὐδὲ διάφορος, πάντες φασίν. ὅτι δὲ οὐδὲ πάσας τὰς εἰδητικὰς μονάδας διαφόρους εἶναι καὶ ἀσυμβλήτους δυνατόν
10ἐστι, προτίθεται δεῖξαι. εἰ δὴ τοῦτό τε δειχθείη καὶ πρὸς τούτῳ ὅτι οὐδὲ αἱ ἐν τῇ δυάδι ἀσύμβλητοί εἰσι πρὸς τὰς ἐν τῇ τριάδι, ἀδύνατον ὅλως ἰδέας εἶναι. εἰ γὰρ οὐσῶν τῶν εἰδητικῶν μονάδων ἀνάγκη ἢ πάσας εἶναι συμβλητὰς ἢ πάσας εἶναι ἀσυμβλήτους ἢ τὰς ἐν τῇ δυάδι πρὸς τὰς ἐν τῇ τριάδι καὶ ταύτας πρὸς τὰς ἐν τῇ τετράδι καὶ ἐφεξῆς, κατ’ οὐδένα δὲ τού‐
15των τῶν τρόπων εἶναι δύνανται, πάντῃ πάντως μὴ ὄντα εἰσίν. εἴπερ οὖν, φησίν, ἐστὶν ὁ εἰδητικὸς ἀριθμὸς ἐξ ἀσυμβλήτων μονάδων, οὐκ ἔσται ἡ δυὰς πρώτη γεγονυῖα ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος κατ’ αὐτούς, ἔπειτα ἡ τριὰς καὶ τρίτον ἡ τετρὰς καὶ ἑξῆς οἱ λοιποὶ ἀριθμοί, ἀλλ’ ἅμα πᾶσαι ἔσονται. εἰ γὰρ τὸ πρότερον καὶ τὸ δεύτερον κατ’ οὐ‐
20σιώδη καὶ συστατικὴν διαφορὰν καὶ ὅλως εἰδοποιὸν γίνεται (διὰ τοῦτο γάρ φαμεν τὸν ἄνθρωπον πρότερον τοῦ ἵππου. ὅτι ἡ τοῦ λογικοῦ διαφορὰ προ‐ τέρα τῆς τοῦ ἀλόγου τῷ ἀξιώματι καὶ τῷ ἀρίστῳ), εἰ δειχθῶσιν αἱ μο‐ νάδες πᾶσαι ἀδιάφοροι καὶ ὁμοειδεῖς, οὐκ ἂν εἴη ἡ δυὰς πρότερον, εἶτα ἡ τριάς, ὥς φασιν. ὥστε ἐὰν οὐσῶν τῶν εἰδητικῶν μονάδων ἢ ἀριθμῶν
25ἀνάγκη καὶ τὴν δυάδα προτέραν εἶναι τῆς τριάδος καὶ τὴν τριάδα τῆς τε‐ τράδος καὶ ἐφεξῆς, τούτων δὲ τῶν μὲν οὐσῶν πρώτων τῶν δὲ δευτέρων καὶ τρίτων ἀνάγκη ἀσυμβλήτους ἢ πάσας εἶναι τὰς μονάδας ἢ τὰς ἐν τῇ δυάδι ταῖς ἐν τῇ τριάδι καὶ οὕτως ἐπὶ τῶν λοιπῶν· εἰ δειχθείη ὅτι πᾶσαι συμβληταί εἰσιν, οὐκ ἔσται ἡ δυὰς προτέρα τῆς τριάδος καὶ αὕτη τῆς τε‐
30τράδος, τούτων δὲ τὸ πρότερον καὶ δεύτερον μὴ ἐχουσῶν ἀδύνατον εἶναι τὰς εἰδητικὰς μονάδας. τὸ δὲ ἅμα γὰρ αἱ ἐν τῇ δυάδι τῇ πρώτῃ μονάδες γεννῶνται οὐκ ἔστι κατασκευαστικόν, ὡς ἄν τῳ δόξειε διὰ τὸν γάρ σύνδεσμον, τοῦ ὅτι οὐκ ἔσται ἡ δυὰς πρώτη ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορί‐ στου δυάδος, εἶτα ἡ τριάς, ἀλλὰ πρῶτόν ἐστιν ἐπιχείρημα τῶν δεικνύντων
35μὴ εἶναι πάσας τὰς ἐν τοῖς εἰδητικοῖς ἀριθμοῖς μονάδας ἀσυμβλήτους. ἐκ διαιρέσεως δὲ δείκνυσι τοιαύτης ὅτι οὔκ εἰσιν αἱ πᾶσαι μονάδες ἀσύμβλη‐ τοι· εἰ γάρ εἰσιν ἀσύμβλητοι, ἢ ἅμα γίγνονται ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορί‐ στου δυάδος αἱ ἐν τῇ αὐτοδυάδι μονάδες καὶ αἱ ἐν τῇ αὐτοτριάδι καὶ αἱ
τῶν ἄλλων ἀριθμῶν ὁμοίως, ἢ πρῶτον μὲν γίνεται ἡ μία μονάς, εἶτα ἡ749
in Metaph
.

750

ἑτέρα, καὶ τότε συντίθενται καὶ ἀποτελοῦσι τὴν αὐτοδυάδα. ἀλλ’ ἐὰν ἅμα γεννῶνται αἱ ἐν τῇ δυάδι τῇ πρώτῃ ἤτοι τῇ αὐτοδυάδι μονάδες καὶ αἱ ἐν τῇ αὐτοτριάδι καὶ αἱ ἐν τοῖς ἄλλοις ἀριθμοῖς, οὐκ ἔσονται ἀσύμβλητοι ἀλλὰ συμβληταὶ καὶ ἀδιάφοροι· τὰ γὰρ ἅμα ἐκ τῶν ἀρχῶν γεννώμενα, ὡς καὶ
5αὐτοί φασιν, ἀδιάφορά ἐστιν. ψεῦδος ἄρα τὸ πάσας λέγειν ἀσυμβλήτους· εἰ γὰρ καὶ τὰς ἐν τῇ δυάδι λέγοι τις μονάδας ἀσυμβλήτους εἶναι πρὸς τὰς ἐν τῇ τριάδι, ὅπερ καὶ αὐτὸ ἀδύνατον δείξει, ἀλλὰ πρὸς ἑαυτὰς αἱ ἐν τῇ δυάδι οὐκ ἔσονται ἀσύμβλητοι· ὁμοίως οὐδὲ αἱ ἐν τῇ αὐτοτριάδι. ὥστε δεῖ πρὸ τῆς λέξεως τῆς ἅμα γὰρ αἱ ἐν τῇ δυάδι τῇ πρώτῃ μονάδες
10γεννῶνται ἔξωθεν προσυπακούειν τοῦ ἀδύνατον δὲ πάσας εἶναι τὰς μο‐ νάδας ἀσυμβλήτους· εἶτα ὡς προσκατασκευαστικὸν τοῦ ἀδύνατον πάσας εἶναι τὰς μονάδας ἀσυμβλήτους ἐπάγειν τὸ ἅμα γὰρ αἱ ἐν τῇ δυάδι τῇ πρώτῃ μονάδες γεννῶνται. ἀλλὰ κἀν ταύτῃ τῇ λέξει ἐλλείπει ὁ ἤ σύνδεσμος· ἔδει γὰρ οὕτως εἶναι γεγραμμένον ἢ γὰρ ἅμα αἱ ἐν τῇ δυ‐
15άδι τῇ πρώτῃ μονάδες γεννῶνται· ἐρεῖ γὰρ προϊὼν ‘ἢ οὐχ ἅμα.‘ ὥστε σαφεστάτη ἂν ἦν ἡ λέξις, εἰ οὕτω πως εἶχεν ‘ἀδύνατον δὲ πάσας εἶναι τὰς μονάδας ἀσυμβλήτους· ἢ γὰρ αἱ ἐν τῇ δυάδι τῇ πρώτῃ μονάδες γεννῶνται ἅμα ἢ οὐχ ἅμα.‘ ἀλλὰ τὰ μὲν τῆς λέξεως οὕτως ἐχρῆν ἔχειν οἶμαι τοιαῦτα· αὐτὸς δὲ μέμνηται καὶ ῥημάτων τοῦ Πλάτωνος λέγων εἴτε
20ὥσπερ ὁ πρῶτος εἰπών· ἐξ ἀνίσων γὰρ ἰσασθέντων ἐγένοντο, δεικνὺς ὅτι κατ’ ἐκεῖνον ἕκαστος τῶν ἀριθμῶν ἅμα πᾶς γεννᾶται ὑπὸ τῶν ἀρχῶν, καὶ οὐχὶ πρῶτον μὲν ἡ μία μονὰς ὕστερον δὲ ἡ ἄλλη· αὐτὸς δὲ διὰ τὸ πλῆρες τῆς διαιρέσεως ἐπισκέπτεται καὶ τὸ λοιπὸν τὸ λέγον ‘ἢ οὐχ ἅμα.‘ τὸ δὲ ἐξ ἀνίσων ἰσασθέντων τοιοῦτόν ἐστιν. δοκεῖ ὁ Πλάτων
25λέγειν ὅτι ἐπειδὴ ἐκ τῆς ἀορίστου δυάδος, ἥτις καθὸ ἀόριστος ἄνισός ἐστιν, οἱ ἀριθμοὶ γίνονται, ἄνισοί εἰσιν, ἰσάζονται δὲ ὑπὸ τοῦ ἀρχικοῦ ἑνός· ὥστε ἐπειδὴ ἅμα γεννῶνται, δῆλον ὡς ἀδιάφοροί εἰσιν. εἰ δὲ ἀσυμ‐ βλήτων οὐσῶν τῶν ἐν τῇ δυάδι μονάδων ἐστὶν αὐτῶν ἡ μὲν προτέρα ἡ δὲ δευτέρα (οὐ γὰρ δὴ ἅμα διάφοροι καὶ ἀσύμβλητοι οὖσαι ἀπὸ τῶν ἀρ‐
30χῶν προΐασι), καὶ ἡ αὐτοδυὰς προτέρα μὲν ἔσται τῆς νεωτέρας μονάδος, νεωτέρα δὲ τῆς προτέρας· μῖξις γάρ ἐστι τῶν δύο μονάδων. ὥσπερ γὰρ τὸ οἰνόμελι τοῦ μὲν οἴνου γλυκύτερον τοῦ δὲ μέλιτος ἀγλευκέστερόν ἐστιν, οὕτω καὶ ἡ δυὰς ὑστέρα μὲν τοῦ προτέρου μέρους ἑαυτῆς πρεσβυτέρα δὲ τοῦ δευτέρου. εἰ δὲ τοῦτο, συμβαίνει τῆς πρώτης δυάδος εἶναι τὴν προ‐
35γεγονυῖαν αὐτῆς μονάδα πρεσβυτέραν αὐτῆς. ἀλλ’ οὐδὲν κατ’ αὐτοὺς πρό‐
τερον τῆς αὐτοδυάδος, εἰ μὴ τὸ ἀρχικὸν ἓν καὶ ἡ ἀόριστος δυάς.750
in Metaph
.

751

p. 1081a29 Ἔτι ἐπειδή ἐστι πρῶτον μὲν αὐτὸ τὸ ἕν, ἔπειτα τῶν ἄλλων ἐστί τι πρῶτον ἕν, δεύτερον δὲ μετ’ ἐκεῖνο. Τὸ λεγόμενον τοιοῦτόν ἐστιν. ἐὰν αἱ τῆς αὐτοδυάδος μονάδες καὶ τῆς αὐτοτριάδος καὶ τῶν λοιπῶν οὐχ ἅμα γεννῶνται ἀλλ’ ἡ μὲν πρότερον ἡ
5δ’ ὕστερον γεννᾶται ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος, θετέον ὅτι ἡ μὲν μία μονὰς τῆς μελλούσης γενέσθαι αὐτοδυάδος γέγονεν, ἡ δὲ λοιπὴ οὔπω. ἀλλ’ εἰ τοῦτο, συμβαίνει μονάδας μὲν εἶναι δύο, τό τε ἀρχικὸν ἓν καὶ αὐτὴν τὴν ἤδη γεγονυῖαν μονάδα καὶ μέρος γενέσθαι μέλλουσαν τῆς γενησομένης αὐτοδυάδος, δυάδα δὲ μὴ εἶναι. οὔπω γάρ, ὡς ἡ ὑπόθεσις,
10γέγονεν ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος καὶ ἡ ἑτέρα μονάς, ἵνα συν‐ τεθεῖσα μετὰ τῆς προγεγονυίας ἀποτελέσωσι τὴν αὐτοδυάδα. ἀλλὰ κἂν τῆς λοιπῆς γεγονυίας μονάδος καὶ τῆς αὐτοδυάδος ἀπαρτισθείσης εἶναι μὲν τρεῖς μονάδας ἀναγκαῖον, τό τε πρῶτον ἓν καὶ τὰς λοιπὰς δύο, αἳ μέρος εἰσὶ τῆς αὐτοδυάδος, αὐτοτριάδα δὲ μὴ εἶναι· οὔπω γὰρ κἀνταῦθα ἐκ τοῦ
15πρώτου ἑνὸς καὶ τῆς ἀορίστου δυάδος ἕτεραι τρεῖς μονάδες γεγόνασιν, ἀσύμ‐ βλητοι μὲν οὖσαι διὰ τὴν ὑπόθεσιν πρὸς τὰς τῆς αὐτοδυάδος μονάδας, γεν‐ νητικαὶ δὲ τῆς αὐτοτριάδος. ἀλλ’ ἄτοπον καὶ ἀδύνατον τὸ τρία μὲν εἶναι λέγειν, τριάδα δὲ μὴ εἶναι. τὰ αὐτὰ δὲ συμβήσεται καὶ ἐπὶ τῶν λοιπῶν ἀριθμῶν. ἀλλ’ ἡ μὲν τῶν λεγομένων διάνοια τοιαύτη τίς ἐστι· τὰ δὲ κατὰ
20τὴν λέξιν ὧδε ἂν ἔχοι. ἐπειδή ἐστι πρῶτον μὲν αὐτὸ τὸ ἕν (λέγει δὲ αὐτὸ τὸ ἓν τὸ ἀρχικὸν ἕν, μεθ’ οὗ καὶ τῆς ἀορίστου δυάδος γεννᾶται κατ’ αὐτοὺς ἡ αὐτοδυὰς καὶ οἱ λοιποὶ ἀριθμοί), μετὰ τὸ ἕν, ὃ πρῶτον καλεῖ, ἔσται καὶ δεύτερον ἕν, ὃ δεύτερον τοῦ πρώτου καὶ ἀρχικοῦ ἑνὸς λέγει, τὴν τῆς αὐτοδυάδος, ὡς ἡ ὑπόθεσις, προγεγονυῖαν μονάδα· αὕτη
25γὰρ τοῦ μὲν ἀρχικοῦ καὶ πρώτου ἑνός ἐστι δευτέρα, τῆς δὲ μελλούσης γε‐ νέσθαι μονάδος, μεθ’ ἧς ἂν καὶ ἀπαρτίσοι τὴν αὐτοδυάδα, πρώτη· τρίτον δὲ ἓν τὸ δεύτερον μὲν μετὰ τὸ δεύτερον, τρίτον δὲ μετὰ τὸ πρῶ‐ τον, λέγει τὴν μήπω γεγονυῖαν τῆς γενησομένης αὐτοδυάδος μονάδα. ταύ‐ της γὰρ τῆς αὐτοδυάδος τὸ μὲν προγεγονὸς ἕν ἐστι δεύτερον τοῦ ἀρχικοῦ
30ἑνός, τὸ δὲ δεύτερον αὐτῆς ἓν τοῦ μὲν προγεγονότος τῆς αὐτοδυάδος ἑνός ἐστι δεύτερον, τοῦ δὲ πρώτου καὶ ἀρχικοῦ ἑνὸς τρίτον. ὥστε ἔσονται τρεῖς μονάδες, τρία δὲ οὐκ ἔσται ἐξ ὧν ἡ τριὰς συμπλέκεται καὶ συνίσταται· ὅπου γὰρ τρία, εὐθὺς κατὰ τὸ ἀληθὲς καὶ τριάς. ἀλλὰ κἂν πάλιν τῶν τῆς αὐτο‐ δυάδος δύο μονάδων καὶ τοῦ πρώτου ἑνὸς οὐσῶν ὑπονοήσωμεν ὅτι ἐκ τοῦ
35πρώτου ἑνὸς καὶ τῆς ἀορίστου δυάδος γέγονε καὶ ἕτερον, μεθ’ οὗ καὶ τῶν ὑπονοουμένων λοιπῶν τριῶν μονάδων ἡ αὐτοτριὰς γενέσθαι ὀφείλει, ἔσον‐ ται μὲν τέτταρες μονάδες, τό τε πρῶτον καὶ ἀρχικὸν ἓν καὶ αἱ δύο τῆς
αὐτοδυάδος καὶ ἡ ἤδη γεγονυῖα, ἥτις μέρος ὀφείλει γενέσθαι τῆς γενησο‐751
in Metaph
.

752

μένης αὐτοτετράδος· εἰ δὴ τοῦτο ὑπονοήσομεν, τέτταρα μὲν ἔσται, τετρὰς δὲ οὐδαμῶς· οὔπω γὰρ γεγόνασι καὶ αἱ λοιπαὶ τρεῖς μονάδες τῆς γενέσθαι μελλούσης αὐτοτετράδος. καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. ταῦτα εἰπὼν ἐπάγει οὐδεὶς τῶν περὶ ἀριθμοὺς εἰρηκότων ἀσυμβλήτους τὰς μονάδας εἴρη‐
5κεν· ὅμως δὲ κατὰ μὲν τὰς ἐκείνων ὑποθέσεις εὔλογον ἀσυμβλήτους εἶναι τὰς μονάδας, κατὰ δὲ τὴν ἀλήθειαν ἀδύνατον. τίς γὰρ διαφορὰ μονάος πρὸς μονάδα; καὶ δείκνυσιν ὅπως εὔλογόν ἐστι κατὰ τὰς ἐκείνων ὑποθέσεις ἀσυμ‐ βλήτους εἶναι τὰς μονάδας τοῦτον τὸν τρόπον· εἰ γὰρ ἔστιν ἓν πρῶτον κατ’ αὐτοὺς καὶ πρώτη μονάς, ἐξ ἧς μονάδος καὶ ἄλλης, ὡς εἴρηται, γί‐
10νεται ἡ αὐτοδυάς, ἔστι δὲ κατ’ αὐτοὺς καὶ πρώτη δυάς, πᾶσα ἀνάγκη καὶ δεύτερον ἓν εἶναι καὶ δευτέραν μονάδα καὶ δευτέραν δυάδα· εἰ γὰρ πρώτη, ἀνάγκη καὶ δευτέραν· τὰ γὰρ πρῶτα δευτέρων ἐστὶ πρῶτα, καὶ ταῦτα τρί‐ των. ἀλλὰ μὴν εἰ ταῦθ’ οὕτως ἔχει, ἀνάγκη καὶ τὰς μονάδας διαφόρους εἶναι καὶ ἀσυμβλήτους· ἄλλη γὰρ ἡ τρίτη καὶ ἄλλη ἡ δευτέρα καὶ αἱ λοι‐
15παὶ ὁμοίως. εἰ γάρ εἰσιν ἀδιάφοροι καὶ συμβληταί, τί μᾶλλον αὕτη πρώτη ἐστὶν ἀλλ’ οὐχ αὕτη τοῦ πρωτείου τετύχηκε, καὶ διὰ τί αὕτη μὲν ἀτυχής ἐστι τοῦ πρώτου ἐκείνη δὲ τούτου τετύχηκε; τὸ δὲ ἅμα δὲ ἀμφότερα λέγειν, μονάδα τε μετὰ τὸ ἓν πρώτην εἶναι καὶ τὰ ἑξῆς διὰ μέσου παρέρριπται σκωπτικὸν ὂν ὡς καὶ τῶν περὶ τὰς ἀρχὰς ἀνακολούθως ἑαυ‐
20τοῖς γινομένων. εἰ γάρ ἐστιν ἡ μονὰς πρώτη, πῶς ἔσται καὶ ἡ δυὰς πρώτη κατὰ τὸν αὐτὸν λόγον; εἰ γὰρ τὴν πρώτην τάξιν καὶ τὸ κυρίως πρῶτον ἡ μονὰς ἐκληρώσατο, πῶς καὶ ἡ δυὰς τοῦ αὐτοῦ ἂν μετάσχοι πρώτου; ἢ γὰρ τοῦ κυρίως πρώτου τὸ ἓν εὐμοίρηκε καὶ ἐστέρηται τούτου ἡ δυὰς καὶ οἱ λοιποὶ ἀριθμοί, ἢ ἡ δυὰς τούτου τέτευχε καὶ τὸ ἓν οὐκ
25ἔσται πρῶτον. τὸ δὲ οἱ δὲ ποιοῦσι μονάδα μὲν καὶ ἓν πρῶτον, δεύτερον δὲ καὶ τρίτον οὐκέτι συνεχές ἐστι τῷ ἐστὶ δὲ κατὰ μὲν τὰς ἐκείνων ἀρχὰς εὔλογον καὶ οὕτω, καὶ εἴη ἂν λέγων ὅτι κατὰ μὲν τὰς ἐκείνων ἀρχὰς εὔλογον δεύτερόν τι εἶναι καὶ τρίτον, οἱ δὲ μονάδα μὲν καὶ ἓν πρῶτον ποιοῦσι, δεύτερον δὲ καὶ τρίτον οὐκέτι, καὶ δυάδα πρώ‐
30την, δευτέραν δὲ καὶ τρίτην οὐκέτι. p. 1081b10 Φανερὸν δὲ ὅτι οὐκ ἐνδέχεται, εἰ ἀσύμβλητοι πᾶσαι αἱ μονάδες, δυάδα εἶναι αὐτὴν καὶ τριάδα. Οὐ δύναται, φησίν, εἶναι ὁ εἰδητικὸς ἀριθμός, τουτέστιν ἡ αὐτοδυὰς καὶ ἡ αὐτοτριάς, ἀσυμβλήτων ὑποτεθεισῶν τῶν μονάδων· ᾧ ἕπεται τὸ μὴ
35εἶναι τὸν εἰδητικὸν ἀριθμόν. ἀλλὰ τοῦτο μὲν ἀφῆκεν, ἐπήνεγκε δὲ ὅτι κἄν τε συμβληταὶ ὦσι κἄντε ἀσύμβλητοι αἱ μονάδες, δεῖ μὴ εἶναι τὴν αὐτο‐
τριάδα, τῷ πάντα μὲν ἀριθμὸν κατὰ πρόσθεσιν ἀριθμεῖσθαι καὶ ἀποτελεῖ‐752
in Metaph
.

753

σθαι, οἷον τὴν δυάδα προσλαβοῦσαν μονάδα τριάδα γενέσθαι· τούτων δὲ ὄντων ἀδύνατον τὴν τῶν ἀριθμῶν γένεσιν εἶναι, ὥς φασιν, ἐκ τῆς ἀορίστου δυάδος καὶ τοῦ ἑνός, ἀλλὰ κατὰ πρόσθεσιν· ὥστε ἀναγκαῖον πολ‐ λάς τε διὰ τοῦτο εἶναι δυάδας ἔν τε τῇ ἑξάδι καὶ ὀκτάδι καὶ δωδεκάδι,
5μόριόν τε εἶναι τὴν δυάδα, τριάδος μὲν τὸ δίμοιρον, τετράδος δὲ τὸ ἥμισυ· τοῦ δὲ εἰδητικοῦ ἀριθμοῦ μηδὲν εἶναι τοιοῦτον· γεννᾶται γὰρ κατ’ αὐτοὺς ἐκ τῆς μονάδος καὶ τῆς ἀορίστου δυάδος, καὶ ἕκαστος αὐτῶν εἷς ἐστι καὶ οὐδεὶς αὐτῶν κατ’ αὐτοὺς ἄλλου μόριον γίνεται, οὔτε ἡ αὐτοδυὰς τῆς αὐτο‐ τριάδος, οὔτε ἄλλη ὁποιαοῦν ἄλλης ὁποιασοῦν. ταῦτα εἰπὼν ἔνστασίν τινα
10πρὸς ἑαυτὸν ἐπάγει διὰ τοῦ ἀλλ’ ἐκ τῆς δυάδος τῆς πρώτης καὶ τῆς ἀορίστου δυάδος ἐγίνετο ἡ τετράς. ὃ δέ φησι τοιοῦτόν ἐστιν. ἀλλ’ ἐκεῖνοι ἐκ τῆς αὐτοδυάδος (ταύτην γὰρ καλεῖ πρώτην δυάδα) καὶ τῆς ἀρ‐ χικῆς δυάδος, ἣν ἀόριστον καλεῖ δυάδα, ἀπετέλουν τὴν τετράδα, οὐ συντι‐ θέντες αὐτὰς οὐδὲ κατὰ πρόσθεσιν αὔξοντες, ἀλλὰ τῆς ἀορίστου δυάδος
15διπλασιασάσης τὴν αὐτοδυάδα καὶ οὕτως ἀποτεκούσης τὴν τετράδα, ὥστε οὐκ ἂν τὸν ἐκεῖ ἀριθμὸν κατὰ πρόσθεσιν ἀποτελοῖεν. ταῦτα ἑαυτῷ ὥσπερ ἔνστασιν κομίσας λύει τὴν ἔνστασιν γοργῶς καὶ ἀσαφῶς διὰ τοῦ δύο δυ‐ άδες παρ’ αὐτὴν τὴν δυάδα. λέγει δ’ αὐτὴν τὴν δυάδα τὴν αὐτο‐ δυάδα. δύο οὖν, φησίν, εὑρίσκονται ἐν τῇ αὐτοτετράδι δυάδες παρ’ αὐτὴν
20τὴν δυάδα, τουτέστι παρὰ τὴν αὐτοδυάδα. ἀλλὰ τὸ μὲν τῆς λέξεως τοι‐ οῦτον· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. ἀλλὰ χρὴ προσυπακούειν τοῦ ἀλλ’ εἰ καὶ μὴ κατὰ πρόσθεσιν αἱροῦνται τὸν ἀριθμὸν ἀποτελεῖν, ἀλλ’ οὖν ἐν τῇ αὐτοτετράδι δύο δυάδας ὁμολογήσουσιν εἶναι παρὰ τὴν αὐτοδυάδα· ὥστε ἔσονται τρεῖς εἰδητικαὶ δυάδες καὶ οὐ μία· μία μὲν ἡ αὐτοδυὰς καὶ αἱ
25ἕτεραι δύο αἱ ἐν τῇ αὐτοτετράδι. εἰ δὲ μ, μόριον ἔσται αὕτη ἡ δυάς, τουτέστιν εἰ δὲ τοῦτο φεύγοιεν καὶ οὐχ ὁμολογοῖεν ἄλλας εἶναι τὰς ἐν τῇ αὐτοτετράδι δυάδας παρὰ τὴν αὐτοδυάδα, ἐπειδὴ ὅλως δυάδες εὑρί‐ σκονται ἐν τῇ αὐτοτετράδι, ἔσται μόριον ἡ αὐτοδυὰς τῆς αὐτοτετράδος, καὶ κατὰ πρόσθεσιν ἔσται ὁ ἀριθμὸς ἑτέρας δυάδος τῇ αὐτοδυάδι προστεθείσης
30καὶ οὕτως ἀποτελεσάσης τὴν αὐτοτετράδα. εἰ δὲ ἡ αὐτοτετράς ἐστιν ἐκ τῆς αὐτοδυάδος καὶ ἄλλης δυάδος, κατὰ τὴν αὐτὴν ἀναλογίαν καὶ ἡ αὐτο‐ δυὰς ὑποστήσεται ἐκ τοῦ ἀρχικοῦ ἑνὸς καὶ ἄλλου ἑνός· τούτου γάρ ἐστι δηλωτικὸν τὸ καὶ ἡ δυὰς ἔσται ἐκ τοῦ ἑνὸς αὐτοῦ καὶ ἄλλου ἑνός. εἰ δὲ τοῦτο, οὐχ οἷόν τε τὴν ἑτέραν ἀρχὴν ἀόριστον εἶναι δυάδα· τὸ γὰρ
35γεννώμενον ὑπὸ τῆς ἀορίστου δυάδος δυὰς ὤφειλεν εἶναι· νῦν δὲ οὐ δυὰς γεννᾶται ἀλλὰ μονάς, ἥτις σὺν τῷ ἑνὶ τὴν ὡρισμένην ἀποτελεῖ δυάδα, τουτ‐ έστι τὴν αὐτοδυάδα. εἰ οὖν μὴ δέξονται ἐν τῇ αὐτοτετράδι δύο εἶναι δυ‐
άδας παρὰ τὴν αὐτοδυάδα, ἕπεται αὐτοῖς κατὰ πρόσθεσιν εἶναι τὸν ἀριθμὸν753
in Metaph
.

754

καὶ ἀνῃρῆσθαι τὴν ἑτέραν τῶν ἀρχῶν. ἐν δὲ τῇ λέξει τῇ μονάδα γὰρ μίαν γεννᾷ ἀλλ’ οὐ δυάδα ὡρισμένην ὑπερβατῶς ἀναγνωστέον οὕτως· ‘μονάδα γὰρ ὡρισμένην γεννᾷ ἀλλ’ οὐ δυάδα‘. Ταῦτα εἰπὼν λέγει ἔτι παρὰ τὴν αὐτοτριάδα καὶ τὴν αὐτοδυάδα πῶς
5ἔσονται ἄλλαι τριάδες καὶ δυάδες; εἴτε οὖν εἰσιν ἄλλαι τριάδες αἱ ἐν τῇ ἑξάδι παρὰ τὴν αὐτοτριάδα, οὐκ ἔσται μία ἡ εἰδητικὴ τριὰς ἀλλὰ πλείους, εἴτε οὖν αἱ αὐταί εἰσί πως καὶ ὁμοειδεῖς ταῖς ἐν τῇ αὐτοτριάδι, κατὰ πρόσθεσιν ἔσονται οἱ ἀριθμοὶ καὶ ἀναιρεῖται ἡ ἀόριστος δυάς. ἀλλὰ καὶ τίνα τρόπον δυνατὸν ἐκ προτέρων μονάδων καὶ ὑστέρων συγκεῖσθαι
10τοὺς ἀριθμούς; τὸ γὰρ πρότερον καὶ ὕστερον κατὰ εἰδοποιούς, ὡς πολλάκις εἴρηται, ὁρᾶται διαφοράς· μονὰς δὲ μονάδος τίνι ἂν διαφέροι; ἴσως αὐτοὶ ἂν ἴδοιεν, ἡμεῖς γὰρ οὐχ ὁρῶμεν. ὥστε εἰ πάντα ταῦτα ἀδύνατα καὶ πλασματώδη, ἀδύνατον εἶναι πρώτην τὴν αὐτοδυάδα, εἶτα τὴν αὐτοτριάδα. ἀλλὰ κατὰ μὲν τὴν ἀλήθειαν ἀδύνατον τοῦτο· ἀναγκαῖον
15δὲ πάλιν πρώτην εἶναι τὴν αὐτοδυάδα, καὶ εἶτα τὴν τριάδα καὶ ἐφεξῆς, εἴπερ εἰσὶν ἀρχαὶ καὶ στοιχεῖα τὸ ἓν καὶ ἡ ἀόριστος δυάς. ἐπεὶ δὲ πάλιν ἀδύνατα πολλὰ συμβαίνει τούτων ὑποκειμένων ὡς ἀρχῶν καὶ στοιχείων, ἀδύνατον ἀρχὰς εἶναι αὐτάς. καὶ συμπεραίνεται λέγων εἰ μὲν οὖν διάφοροι αἱ μονάδες ὁποιαισοῦν, τοιαῦθ’ ἕτερα συμβαίνει ἐξ
20ἀνάγκης. p. 1081b35 Εἰ δὲ αἱ μὲν ἐν ἄλλῳ διάφοροι, αἱ δ’ ἐν τῷ αὐτῷ ἀριθμῷ ἀδιάφοροι ἀλλήλαις μόναι, καὶ οὕτως οὐθὲν ἐλάττω συμ‐ βαίνει τὰ δυσχερ. Δείξας ὅτι οὔτε πᾶσαι αἱ ἐν τοῖς εἰδητικοῖς ἀριθμοῖς μονάδες ἀσύμ‐
25βλητοί εἰσιν οὔτε πάλιν πᾶσαι συμβληταί, ἐνίσταται πρὸς τὸ λοιπὸν καὶ τρίτον τῆς διαιρέσεως τμῆμα, τὸ λέγον ὡς αἱ μὲν ἐν τῇ αὐτοτριάδι μο‐ νάδες ἔσονται συμβληταὶ πρὸς ἑαυτάς, ὁμοίως καὶ αἱ ἐν τῇ αὐτοδυάδι καὶ αὐτοτετράδι καὶ ἐν τοῖς λοιποῖς ἀριθμοῖς, αἱ δὲ ἐν τῇ αὐτοδυάδι πρὸς τὰς ἐν τῇ αὐτοτριάδι καὶ αὗται πρὸς τὰς ἐν τῇ αὐτοτετράδι καὶ ἐπὶ τῶν ἄλ‐
30λων ὁμοίως ἀσύμβλητοι καὶ ἀνομοειδεῖς. εἰ δὴ οὖν, φησίν, αἱ μονάδες αἱ ἐν ἄλλῳ ἀριθμῷ, οἷον φέρε εἰπεῖν τῇ αὐτοτριάδι, ἀσύμβλητοί εἰσι καὶ ἀνο‐ μοειδεῖς πρὸς τὰς ἐν ἄλλῳ (τούτου γὰρ ὑπακουστέον) ἀριθμῷ μονάδας, οἷον τὰς ἐν τῇ αὐτοτετράδι, αἱ δὲ ἐν τῷ αὐτῷ καὶ ἑνὶ ἀριθμῷ οὖσαι μονάδες τῇ αὐτοτετράδι ὁμοειδεῖς καὶ ἀδιάφοροι, πολλὰ ἕψεται ταύτῃ τῇ
35ὑποθέσει ἀδύνατα καὶ δυσχερῆ. εἰ γὰρ δυνατὸν τὰς ἐν ἑκάστῳ ἀριθμῷ συγκατατεταγμένας εἶναι ὁμοειδεῖς, τὰς δ’ ἐν ἄλλῳ πρὸς τὰς ἐν ἄλλῳ ἀνο‐
μοειδεῖς, ἐπειδὴ ἐν τῇ αὐτοδεκάδι (ταύτην γὰρ εἶπεν αὐτὴν δεκάδα) ἔνεισι754
in Metaph
.

755

δέκα μονάδες, καὶ σύγκειται καὶ ἡ αὐτοδεκὰς ἐκ τῶν δέκα μονάδων, ἀλλὰ καὶ ἐκ δυοῖν πεντάδοιν (δὶς γὰρ τὰ πέντε δέκα), καὶ οὐχ ὁ τυχὼν ἀριθ‐ μὸς οὐδ’ αἱ τυχοῦσαι κατ’ αὐτοὺς μονάδες ποιοῦσι τὴν αὐτοδεκάδα, ἀλλ’ αἱ ἐκ τῆς ἀορίστου δυάδος καὶ τοῦ ἑνὸς γινόμεναι· εἰ δὴ οὖν ταῦθ’ οὕτως
5ἔχει, συμβήσεται τὰς ἐν τῇ αὐτοδεκάδι δέκα μονάδας καὶ συμβλητὰς εἶναι καὶ ἀσυμβλήτους. εἰ δὲ τοῦτο ἀδύνατον, ἀδύνατον καὶ ᾧ τοῦτο ἠκολού‐ θηκε. πῶς δὲ τὸ καὶ συμβλητὰς εἶναι καὶ ἀσυμβλήτους συμβαίνει, ὧδε ἔσται δῆλον. ἐπειδὴ γὰρ ὑπόκειται ὅτι αἱ ἐν τῷ αὐτῷ καὶ ἑνὶ ἀριθμῷ οὖσαι μονάδες ἀδιάφοροί εἰσι καὶ ὁμοειδεῖς, πρὸς δὲ τὰς ἐν ἄλλῳ ἀνομο‐
10ειδεῖς, καὶ οὐ μόνον ὑπόκειται ἀλλὰ καὶ ὡμολόγηται τοῖς τὰς ἰδέας τιθε‐ μένοις, κατὰ δὴ τοῦτο ἔσονται ὁμοειδεῖς αἱ ἐν τῇ αὐτοδεκάδι μονάδες. ἐπειδὴ δὲ πάλιν ἐν αὐτῇ εἰσι καὶ δύο πεντάδες, ἔτι δὲ καὶ δυάς ἐστι καὶ τριάς ἐστι καὶ ἑξὰς καὶ ἑπτὰς καὶ ὀκτὰς καὶ ἐννάς, ὑπόκειται δὲ ὅτι αἱ ἐν τῇ ὀκτάδι διάφοροί εἰσι πρὸς τὰς ἐν τῇ ἐννάδι καὶ αὗται πρὸς τὰς ἐν
15τῇ ἑπτάδι καὶ αἱ ἄλλαι ὁμοίως, κατὰ δὴ τοῦτο πάλιν ἔσονται ἀνομοειδεῖς καὶ ἀσύμβλητοι αἱ ἐν τῇ αὐτοδεκάδι μονάδες. ὥστε ὡς μὲν εἷς ἀριθμὸς ἡ δεκὰς ἕξει πάσας ὁμοειδεῖς, ὡς δὲ ἄλλης μὲν τῆς ἐν αὐτῇ πρώτης πεν‐ τάδος καὶ ἄλλης τῆς δευτέρας, ὁμοίως καὶ ἄλλης τῆς ἑξάδος καὶ ἄλλης τῆς ἐννάδος καὶ τῶν λοιπῶν, ἔσονται ἀνομοειδεῖς. τὸ δὲ τὰς αὐτὰς καὶ
20ὁμοειδεῖς εἶναι καὶ ὁμοφυεῖς, καὶ πάλιν ἀνομοειδεῖς, ἀδύνατον. καὶ ᾗ ἄρα τοῦτο ὑποθέσει ἠκολουθήκει ἀδύνατός ἐστιν. ἀλλ’ ἡ μὲν τῶν λεγομένων διάνοια οἶμαι αὕτη ἐστὶν, τὰ δὲ κατὰ τὴν λέξιν τοιαῦτα. ἀνάγκη, φησί, τὰς ἐν τῇ αὐτοδεκάδι μονάδας διαφέρειν, καὶ προσυπακουστέον τοῦ τοῦτο δὲ ἀδύνατον δειχθήσεται. καὶ εἰπὼν ὅτι ἀνάγκη διαφέρειν, τὴν αἰτίαν τῆς
25ἀνάγκης ἐπάγει λέγων εἰ γὰρ μὴ διαφέρουσιν, οὐδ’ αἱ δύο πεντάδες διοίσουσιν, ἐξ ὧν ἡ αὐτοδεκάς. τῶν γὰρ ἐν αὐταῖς μονάδων ἀδιαφόρων οὐσῶν πῶς ἂν αὗται διαφέροιεν; ἀλλ’ εἰ μὴ αἱ τῶν πεντάδων, ἐξ ὧν ἡ δεκάς, μονάδες διαφέροιεν, οὐδὲ αἱ ἐν τῇ ἑξάδι καὶ τετράδι καὶ τριάδι καὶ ἑπτάδι, ἐξ ὧν ἡ δεκάς. ὡς γὰρ ἐκ τοῦ δὶς πέντε δέκα, οὕτω καὶ ἐκ τοῦ
30τρία καὶ ἑπτὰ καὶ ἓξ καὶ τέτταρα. ἀλλὰ μὴν τὸ τὰς ἐν τοῖς ἄλλοις ἀριθ‐ μοῖς μονάδας πρὸς τὰς ἐν τοῖς ἄλλοις διαφέρειν, μᾶλλον παντὸς ἄλλου ἥγηνται. ἀνάγκη μὲν οὖν διαφέρειν τὰς πεντάδας· εἰ δὲ τοῦτο, καὶ τὰς μονάδας. ἀλλὰ μὴν ὑπόκειται μὴ διαφέρειν. αὐτὸς δὲ πρὸς τοῦτο καὶ ἄλλο τι ἐρωτᾷ λέγων εἰ δὲ διαφέρουσιν αἱ πεντάδες (ἀνάγκη γάρ, ὡς
35δέδεικται, διαφέρειν), πότερον οὐκ ἔσονται καὶ ἄλλαι πεντάδες, εἰ μὴ αὗται μόναι αἱ δύο ἐξ ὧν ἡ αὐτοδεκάς, ἢ ἔσονται καὶ ἄλλαι; εἴτε δὴ μὴ ἔσονται, ἀδύνατον· δῆλον γὰρ ὅτι καὶ ἐν τῇ αὐτοεξάδι καὶ αὐτο‐
εννάδι καὶ αὐτοοκτάδι εἰσὶ πεντάδες, εἴτε δὲ ἔσονται πολλαὶ πεντάδες755
in Metaph
.

756

ἕτεραι τῶν ἐν τῇ αὐτοδεκάδι, ὥσπερ καὶ εἰσί, καὶ διάφοροι καὶ ἀνομοειδεῖς, πρῶτον ἔσονται πολλαὶ δεκάδες καὶ οὐ μία ὡς αὐτοὶ βούλονται· οὗτοι γὰρ μίαν φασὶν εἶναι δεκάδα. ἔπειτα ἐρωτητέον ποία δεκὰς ἐκ τῶν πεντά‐ δων τῶν τε ἐν τῇ αὐτοεξάδι καὶ αὐτοεπτάδι καὶ αὐτοεννάδι καὶ τῶν λοι‐
5πῶν εὑρισκομένων ἔσται· εἰ γὰρ δύο πεντάδες, ἀνάγκη καὶ δεκάδα εὑρί‐ σκεσθαί τε καὶ λέγεσθαι· τῆς μὲν γὰρ αὐτοδεκάδος οὐκ ἔστιν ἄλλη τις ἐντὸς δεκάς. ἑξὰς μὲν γὰρ καὶ τετρὰς καὶ ἑπτὰς καὶ οἱ λοιποὶ ἀριθμοί εἰσι, δεκὰς δὲ οὐκ ἔστιν, ὥστε δύνασθαι λέγειν ὅτι ἡ ἐντὸς τῆς αὐτοδε‐ κάδος δεκάς ἐστιν ἐκ τῶν ἐν τῇ αὐτοεξάδι καὶ αὐτοεπτάδι εὑρισκομένων
10πεντάδων. ἀλλὰ μὴν οὐδὲ βούλονται ἄλλην δεκάδα εἶναι πλὴν αὐτὴν τὴν αὐτοδεκάδα. ὥστε ἢ ἔσονται δύο πεντάδες αἱ ἐν τῇ αὐτοεξάδι καὶ αὐτο‐ επτάδι καὶ ἄλλαι δύο αἱ ἐν τῇ αὐτοοκτάδι καὶ αὐτοεννάδι, καὶ δεκὰς ἄλλη οὐκ ἔσται πλὴν τῆς αὐτοδεκάδος, ἢ εἴπερ πεντάδων οὐσῶν ἀνάγκη εἶναι καὶ δεκάδας, οὐκ ἔσται μία ἡ εἰδητικὴ δεκάς, ὡς αὐτοί φασιν, ἀλλὰ
15πλείους. τὸ δὲ ἐν τῇ λέξει τῇ οὐ γάρ ἐστιν ἑτέρα δεκὰς ἐν τῇ δε‐ κάδι παρ’ αὐτὴν τοιοῦτόν ἐστιν· οὐκ ἔστιν ἐντὸς τῆς αὐτοδεκάδος ἑτέρα δεκὰς παρ’ αὐτὴν τὴν αὐτοδεκάδα, ἵνα αὕτη εἴη ἐκ τῶν ἐν τῇ αὐτοεξάδι καὶ αὐτοεπτάδι καὶ ταῖς λοιπαῖς εὑρισκομένων ἀριθμῶν. ἐπειδὴ δὲ ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος πρῶτον ἔλεγον γίνεσθαι τὴν αὐτοδυάδα, εἶτα
20πάλιν τὴν ἀόριστον δυάδα παραλαβοῦσαν τὴν αὐτοδυάδα ποιεῖν ἄλλας δύο δυάδας εὐθύς, ἐξ ὧν τὴν αὐτοτετράδα εἶναι λέγουσιν, ὁμοίως πάλιν τὴν ἀόριστον δυάδα παραλαβοῦσαν τὴν αὐτοτετράδα ποιεῖν ἄλλας δύο τετράδας ἐξ ὧν ἡ αὐτοοκτάς (τοῦ γὰρ ληφθέντος παντὸς ταύτην εἶναι δυοποιόν, τουτ‐ έστι διπλασιαστικὴν ἔλεγον εἶναι τὴν ἀόριστον δυάδα· ὃ γὰρ ἄν, φασίν, ἡ
25ἀόριστος δυὰς λάβοι, διπλασιάζει), ἐπεὶ οὖν ταῦτ’ εἴωθε παρ’ αὐτοῖς λέγε‐ σθαι, λέγει ὁ Ἀριστοτέλης ὅτι ἡ αὐτοτετρὰς οὐκ ἐκ τῶν τυχουσῶν δυ‐ άδων συγκείσεται, ἀλλ’ ἐκ τῶν ἃς ἡ ἀόριστος δυὰς παραλαβοῦσα τὴν αὐτοδυάδα καὶ διπλασιάσασα πεποίηκε. τοῦτο εἰπὼν τὰ συμβαίνοντα ἐν‐ αντιώματα τῇ δόξῃ αὐτῶν οὐκ ἐπήγαγεν. ἐστὶ δ’ ἓν μὲν τὸ πολλὰς εἶναι
30εἰδητικὰς δυάδας, ἄλλο δὲ ὅτι οὐκ ἔσται, ὡς οὗτοι βούλονται, πρώτη ἡ αὐτο‐ δυὰς καὶ δευτέρα ἡ αὐτοτριὰς καὶ τρίτη ἡ αὐτοτετρὰς καὶ ἐφεξῆς, ἀλλὰ πρῶτον ἡ αὐτοδυάς, εἶτα ἡ αὐτοτετρὰς καὶ οὕτως ἡ αὐτοτριάς. ἐπειδὴ γάρ, ὥς φασιν, ἡ ἀόριστος δυὰς μετὰ τῆς αὐτοδυάδος ἅτε δυοποιὸς οὖσα τοὺς εἰς δύο ἴσα διαιρουμένους ἀριθμοὺς πρῶτον ποιεῖ καὶ οὕτω τὸ ἓν
35προστιθέμενον αὐτοῖς ποιεῖ τοὺς περιττούς, ἔσονται κατὰ τὴν τοιαύτην αὐ‐ τῶν ἀπόφασιν πρῶτοι οἱ ἄρτιοι, καὶ οὕτως οἱ περιττοί, ὥστε καὶ ἡ αὐτο‐ τετρὰς προτέρα τῆς αὐτοτριάδος. καθὸ δὲ πάλιν πρώτην λέγουσι τὴν αὐτο‐ δυάδα, δευτέραν τὴν αὐτοτριάδα, τρίτην τὴν αὐτοτετράδα καὶ ἐφεξῆς, ἔσται ἡ αὐτοτριὰς πρώτη τῆς αὐτοτετράδος.
40Ἔτι, φησί, τὸ λέγειν ὅτι ἡ αὐτοδυὰς καὶ ἡ αὐτοτριὰς φύσις τίς ἐστιν
ἑτέρα, ἡ μὲν παρὰ τὰς δύο μονάδας ἡ δὲ τριὰς παρὰ τὰς τρεῖς, ἄτοπον.756
in Metaph
.

757

ἢ γὰρ ὡς ὁ λευκὸς ἄνθρωπος ἐξ οὐσίας μὲν τοῦ ἀνθρώπου καὶ συμβεβη‐ κότος τοῦ λευκοῦ ὢν ἕτερός ἐστι τοῦ ἀνθρώπου τῷ λόγῳ, ἀλλ’ οὐ τῷ ὑποκειμένῳ, οὕτως ἔσται καὶ ἡ δυὰς ἑτέρα οὖσα τῶν δύο μονάδων, ὡς εἶναι οὐσίαν καὶ ὑποκείμενον τὰς μονάδας, συμβεβηκὸς δὲ τὴν δυάδα, ἢ
5ἔμπαλιν ὑποκείμενον μὲν τὴν δυάδα συμβεβηκότα δὲ τὰς μονάδας· ἢ οὖν οὕτως, ἢ ὅτι ὡς ὁ ἄνθρωπος ἐκ ζῴου καὶ δίποδος, τοῦ μὲν ὡς ἐκ γένους, τοῦ δὲ δίποδος ὡς ἐκ διαφορᾶς, ὢν ἀμφοτέρων ἕτερος καὶ τοῦ ζῴου καὶ τοῦ δίποδος, οὕτως ἀνάγκη λέγειν ὅτι καὶ ἡ δυὰς ἑτέρα ἐστὶ τῶν μονά‐ δων, τῆς μὲν οὔσης γένους τῆς δὲ διαφορᾶς· ὅπερ ἐστὶ καταγέλαστον.
10οὔτε γὰρ ἡ δυὰς συμβέβηκε ταῖς μονάσιν (ἠδύνατο γὰρ ἂν καὶ μὴ οὐσῶν δύο μονάδων εἶναι) οὔτε αὗται τῇ δυάδι, οὔτε τὸ μὲν γένος εἶναι τὴν δὲ διαφοράν· ἀδιάφοροι γὰρ ὑπόκεινται αἱ ἐν τῇ αὐτοδυάδι μονάδες, τὸ δὲ γένος τῆς διαφορᾶς κατὰ πολλὰ διαφέρει. ἔτι, φησίν, ἐπειδὴ ἡ δυὰς καθὸ δυὰς ἕν τί ἐστιν, εἴ τι δὲ ἕν, ἢ τῇ ἁφῇ ἐστιν ἓν ὡς ἡ δέσμη τῶν ξύλων,
15ἢ τῇ μίξει ὡς τὸ οἰνόμελι (μῖξιν δὲ εἶπε νῦν τὴν κρᾶσιν), ἢ τῇ θέσει ὡς οἱ λίθοι ἐξ ὧν ἡ οἰκία· ὧν τριῶν τρόπων κατ’ οὐδένα ἐνδέχεται τὴν δυ‐ άδα ἓν εἶναι ἢ τὴν τριάδα. οὔτε γὰρ ἅπτεσθαι δύνανται αἱ εἰδητικαὶ μο‐ νάδες ἀσώματοι οὖσαι κατ’ αὐτοὺς καὶ ἀμερεῖς, τὰ δὲ ἁπτόμενα πάντα σώματα (ὅτι δὲ τὰ ἀμερῆ οὐχ ἅπτεται δέδεικται ἐν τῇ Φυσικῇ)· ἀλλὰ
20μὴν οὐδὲ μίγνυσθαι δύνανται αἱ μονάδες καὶ κεράννυσθαι (τῆς ὑγρᾶς γὰρ τοῦτο φύσεως) οὔτε παρακεῖσθαι· οὐδὲ γὰρ αὐτοὶ βούλονται κατὰ παρά‐ θεσιν καὶ σωρηδὸν κειμένων τῶν μονάδων εἶναι τὴν αὐτοδυάδα καὶ τοὺς λοιποὺς εἰδητικοὺς ἀριθμούς· ἀλλ’ ὥσπερ, φησίν, ἐκ τῶν δύο ἀνθρώπων, τῶν μονάσιν ἀναλογούντων, οὐ γίνεται εἷς τις ἄνθρωπος, ἕτερος ὢν αὐτῶν
25καὶ δυάδος λόγον ἐπέχων πρὸς αὐτούς (καὶ γὰρ ἡ δυὰς ᾗ δυὰς ἕν ἐστιν, ὡς εἴρηται), ἀλλ’ ἡ δυὰς αὐτοὶ οἱ δύο ἄνθρωποί εἰσιν, οὕτως ἀνάγκη καὶ τὴν δυάδα αὐτὰς εἶναι τὰς μονάδας καὶ οὐκ ἄλλην τινὰ παρ’ αὐτὰς φύσιν. εἰ δέ τις λέγοι ὅτι παρὰ μὲν τοὺς δύο ἀνθρώπους οὐ δύναται ἄλλη τις εἶναι φύσις δυάδος πρὸς αὐτοὺς ἐπέχουσα λόγον, διότι διαιρετοί εἰσι, παρὰ
30δὲ τὰς δυάδας δύναται (ἀμερεῖς γάρ εἰσι καὶ ἀσώματοι), εἴ τις τοῦτο λέ‐ γει, ψεῦδος ἐρεῖ· οὐ γὰρ διότι ἀδιαίρετοί εἰσιν αἱ μονάδες τῆς δυάδος, καὶ αὕτη τῶν μονάδων· οὕτω γὰρ ἂν καὶ ἡ τῶν στιγμῶν δυὰς ἑτέρα ἂν ἦν τῶν στιγμῶν· ἀμερεῖς γὰρ καὶ αὗται· ἀλλ’ ὅμως οὐκ ἔστιν ἡ τῶν στιγμῶν δυὰς ἑτέρα παρ’ αὐτάς, ὡς καὶ αὐτοὶ λέγουσιν, ἀλλ’ ἡ τῶν στιγμῶν δυὰς
35αὐταὶ αἱ στιγμαί εἰσιν.757
in Metaph
.

758

p. 1082a26 Ἀλλὰ μὴν οὐδὲ τοῦτο λανθάνειν δεῖ ὅτι συμβαίνει προτέρας καὶ ὑστέρας εἶναι δυάδας. Ἐλλιπῶς εἴρηται διὰ βραχυλογίαν, ἐστὶ δὲ τὸ τέλειον τοῦ λόγου τοι‐ οῦτον. ἀλλὰ μὴν οὐδὲ τοῦτο δεῖ λανθάνειν ὅτι συμβαίνει κατὰ
5ταύτην τὴν ὑπόθεσιν δυάδας δυάδων προτέρας εἶναι (τούτου γάρ ἐστι δη‐ λωτικὸν τὸ προτέρας καὶ ὑστέρας εἶναι δυάδας), καὶ ἄλλους πάλιν ἀριθμοὺς ἄλλων, οἷον τριάδας τριάδων προτέρας φαίνεσθαι, ὅπερ οὗτοι οὐ βούλονται· μίαν γὰρ δυάδα φασὶ καὶ μίαν τριάδα καὶ ἐπὶ τῶν ἄλλων οὕ‐ τως. εἰπὼν δὲ ὅτι συμβαίνει δυάδας δυάδων εἶναι προτέρας δείκνυσιν αὐ‐
10τὸ διὰ τοῦ αἱ μὲν γὰρ ἐν τῇ τετράδι δυάδες ἔστωσαν ἀλλήλαις ἅμα. τὸ δὲ λεγόμενον τοιοῦτον. ἐπειδὴ γὰρ ἡ ἀόριστος δυὰς δυοποιὸς οὖσα καὶ παραλαβοῦσα τὴν αὐτοδυάδα καὶ διπλασιάσασα αὐτὴν πεποίηκε τὰς ἐν τῇ αὐτοτετράδι δυάδας, αἱ τῆς αὐτοτετράδος ἔστωσαν ἅμα. ἀλλὰ τῶν ἐν τῇ αὐτοοκτάδι εὑρισκομένων δυάδων πάντως πρότεραί εἰσιν· ὡς
15γὰρ ἡ δυὰς ταύτας, ἤτοι ὥσπερ γὰρ ἡ ἀόριστος δυὰς μετὰ τῆς αὐτο‐ δυάδος ταύτας τὰς ἐν τῇ αὐτοτετράδι ἐγέννησε δυάδας, οὕτως αὕτη ἡ ἀό‐ ριστος δυὰς διπλασιάσασα τὰς ἐν τῇ αὐτοτετράδι δυάδας πεποίηκε τὰς ἐν τῇ ὀκτάδι τετράδας καὶ τὰς συστατικὰς τῶν τοιούτων τετράδων δυάδας· ὥστε καὶ ἡ αὐτοτετρὰς προτέρα ἔσται τῶν τῆς ὀκτάδος τετράδων, ὁμοίως
20δὲ καὶ αἱ δυάδες αὐτῆς τῶν ἐν τῇ ὀκτάδι δυάδων. καὶ πρὸς τούτοις ἐπειδὴ τὰ ἀπὸ τῶν ἀρχῶν γενόμενα, ὡς αὐτοί φασιν, ἰδέαι εἰσί, πεποίηκε δὲ τὰς τετράδας ταύτας καὶ τὰς δυάδας ἡ ἑτέρα τῶν ἀρχῶν, ἡ ἀόριστος δυάς, ἔσονται καὶ αἱ τῆς αὐτοτετράδος δυάδες ἰδέαι καὶ αἱ τῆς αὐτοοκ‐ τάδος τετράδες, καὶ συγκείσεται ἡ ἰδέα ἐξ ἰδεῶν. διὰ τί γὰρ ἡ πρώτη
25δυὰς ἤτοι ἡ αὐτοδυὰς ἐκ τῆς ἀρχῆς τῆς ἀορίστου γεγονυῖα δυάδος ἰδέα ἐστίν, αἱ δὲ ἄλλαι οὐκ ἔσονται; δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῶν μο‐ νάδων. ἐπειδὴ γὰρ αἱ ἐν τῇ πρώτῃ δυάδι μονάδες μετὰ τῆς ἀορίστου δυάδος ἐγέννησαν τὰς ἐν τῇ αὐτοτετράδι μονάδας καὶ αὗται πάλιν μετὰ τῆς ἀρχῆς τῆς εἰρημένης τὰς ἐν τῇ αὐτοοκτάδι, ἔσονται πᾶσαι αἱ μονάδες
30ἰδέαι καὶ συγκείσεται ἡ ἰδέα ἐξ ἰδεῶν, ὥστε εἰ ἔσται ἡ αὐτοδυὰς αὐτοάνθρωπος, ἡ δὲ αὐτοτριὰς ὁ αὐτοΐππος, ἡ δὲ αὐτοτετρὰς αὐτοβοῦς, ἔσται ἡ αὐτοοκτὰς συγκειμένη ἐξ ἀνθρώπου καὶ ἵππου καὶ βοός. καὶ ἐπεὶ αἱ ἰδέαι παραδείγματά ἐστι τῶν ἐνταῦθα ζῴων, ἔσται κἀνταῦθα ζῷον ἐξ ἀνθρώπου καὶ ἵππου καὶ βοὸς συγκείμενον· τούτου γάρ ἐστι δηλωτικὸν τὸ
35ὥστε δῆλον ὅτι κακεῖνα, ὧν ἰδέαι αὗται τυγχάνουσιν οὖσαι, συγ‐ κείμενα ἔσται, οἷον εἰ τὰ ζῷα φαίη τις συγκεῖσθαι ἐκ ζῴων.
ἀλλ’ ἐπειδὴ ἔχει τινὰ ἀσάφειαν ἡ λέξις, σαφηνιστέον καὶ ἔτι αὐτήν. οἶ‐758
in Metaph
.

759

μαι δὴ χρῆναι ὑποστίζειν εἰς τὸ τὰ ζῷα, εἶτα ἐπάγειν τὸ φαίη τις συγ‐ κεῖσθαι ἐκ ζῴων. καὶ εἴη ἂν τὸ λεγόμενον τοιοῦτον· ὥστε εἰ ἰδέαι ἐξ ἰδεῶν σύγκεινται, καὶ τὰ ἐνταῦθα πράγματα, ὧν φασιν εἶναι τὰς ἰδέας, συγκείμενα ἔσται. οἷον εἰ τῶν ζῴων εἰσὶν αἱ ἰδέαι, ἐστὶ δὲ σύνθετος ἡ
5ἰδέα, ὁ τοῦτο ἀκούσας φαίη ἂν ὅτι καὶ ἐνταῦθα ζῷον ἔσται σύνθετον ἐκ ζῴων. διὰ τί γὰρ ἰδέας οὔσης συνθέτου καὶ συνωνύμου τοῖς ὧν ἐστιν ἰδέα, οὐκ ἔσται καὶ ζῷον ἐνταῦθα σύνθετον; εἰ γὰρ ὁ αὐτοΐππος σύγκειται ἐκ τῆς τοῦ ἀνθρώπου καὶ κυνὸς ἰδέας, ἔσται καὶ ὁ ἐνταῦθα ἵππος ἐκ τῶν τῇδε ἀνομοίων φύσεων τοῦ ἀνθρώπου καὶ κυνὸς συγκείμενος.
10p. 1082b1 Ὅλως δ, φησ, τὸ ποιεῖν τὰς μονάδας διαφόρους ὁπωσ‐ οῦν, εἴτε τῷ ποιῷ εἴτε τῷ ποσῷ, πλασματῶδες. Καὶ ὁρίζεται τὸ πλασματῶδες τί ποτέ ἐστι λέγων πλασματῶδές ἐστι τὸ πρὸς ὑπόθεσιν βεβιασμένον. εἰ γάρ τις λέγοι ὅτι ὁ ἄνθρωπος ᾠοτοκεῖ ἐπεὶ ἵπταται, συμβήσεται τὸ τὸν ἄνθρωπον ᾠοτοκεῖν, ἐὰν ἵπταται·
15ἀλλ’ ἡ ὑπόθεσις, ἐξ ἧς συμβαίνει τὸ ᾠοτοκεῖν τὸν ἄνθρωπον (ἐστὶ δὲ τὸ ἵπτασθαι αὐτόν) βεβιασμένη, ἤτοι ἀδύνατος καὶ ψευδής ἐστιν. ὡς οὖν ἐπὶ τούτου, οὕτω καὶ ἐπὶ τῶν ἀριθμῶν, ἂν δοίη τις ἐκ τῆς ἀορίστου δυ‐ άδος καὶ τοῦ ἑνὸς γίνεσθαι τοὺς ἀριθμούς, καὶ ἄλλην μὲν εἶναι τὴν αὐτο‐ δυάδα, ἄλλην δὲ τὴν αὐτοτριάδα, διὰ τὸ μὴ κατὰ πρόσθεσιν γίνεσθαι τοὺς
20ἀριθμοὺς ἀλλ’ ἐκ τῶν ἀρχῶν τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος, εἴ τις δὴ ταῦτα θήσει, συμβήσεται τὰ ὑπ’ αὐτῶν λεγόμενα καὶ ἔσονται ἀριθμοὶ εἰ‐ δητικοί· ἀλλ’ ἡ τοιαύτη ὑπόθεσις πλασματώδης καὶ βεβιασμένη καὶ ἀδύ‐ νατός ἐστι. τίς γὰρ ἂν ὑπονοήσειεν ὡς διαφέρει μονὰς μονάδος, ἐξ οὗ καὶ τῶν προρρηθέντων ὑποθέσεων ἃ λέγουσι συνάγουσιν. εἰ γὰρ διαφέρει
25μονὰς μονάδος, ἢ τῷ ποσῷ ἢ τῷ ποιῷ διαφέροι ἄν· κατ’ οὐδένα δὲ τρό‐ πον ἐνδέχεται τοῦτο· ἄποσοι γάρ εἰσι καὶ ἀσώματοι καὶ διὰ τοῦτο καὶ ἄποιοι. εἰπὼν δὲ ὅτι πῶς οἷόν τε διαφόρους τὰς μονάδας λέγειν, δείκνυσιν ὅτι ἀδιάφοροί εἰσι καὶ συμβληταί, καίτοι ἀνωτέρω γενναίως ἐκ διαιρέσεως τοῦτο δείξας. δείκνυσιν οὖν τοῦτο λέγων· ἀνάγκη γάρ, φησίν, ἢ ἴσον
30εἶναι ἢ ἄνισον πάντα ἀριθμὸν καὶ μάλιστα τὸν μοναδικὸν καὶ ἀσώ‐ ματον· τὸν γὰρ φυσικὸν οὐκ ἀνάγκη, οἷον εἰ εἶεν τρία καὶ τρία ξύλα, οὐκ ἀνάγκη ἴσα εἶναι. ὡς μὲν οὖν τρία καὶ ὅλως ἀριθμητὰ ἴσα εἰσὶν ἐξ ἀν‐ άγκης, ὡς δὲ ποσὰ οὐκ ἀνάγκη. ἐνδέχεται γὰρ τῶν ἐν τῇ ἑτέρᾳ τριάδι διπήχεων ὄντων τὰ ἐν τῇ ἑτέρᾳ εἶναι τριπήχη. ἀνάγκη δὴ ἴσον εἶναι
35τὸν μοναδικὸν ἀριθμὸν ἢ ἄνισον. εἰ μὲν γὰρ μήτε πλείων μήτε ἐλάτ‐ των ἐστὶ θάτερος θατέρου, ὡς ὁ τέσσαρα καὶ τέσσαρα, οὗτοι ἐξ ἀνάγκης
εἰσὶν ἴσοι· εἰ δὲ θάτερος θατέρου πλείων ἐστὶν ἢ ἐλάττων, οὗτοι τοὐναν‐759
in Metaph
.

760

τίον ἄνισοί εἰσιν. ἀλλὰ μὴν τὰ ἴσα καὶ ἀδιάφορα τὰ αὐτὰ καὶ συμ‐ βλητὰ καὶ μηδεμίαν ἐν αὐτοῖς διαφορὰν εἶναι ὑπολαμβάνομεν ἐν τοῖς ἀριθμοῖς· ὥστε εἰ ὁ τέσσαρα ἀριθμὸς ὁ μοναδικὸς τοῦ τοιούτου τέσσαρα οὔτε πλείων ἐστὶν οὔτε ἐλάττων, δῆλον ὅτι ἴσος αὐτῷ ἐστιν. ἀλλ’ εἰ ἴσος,
5καὶ ὁ αὐτὸς καὶ ἀδιάφορος. εἰ δ’ οὗτοι ἀδιάφοροι, καὶ αἱ ἐν αὐτοῖς μονάδες, ὥστε δῆλον ὅτι καὶ τῶν ἄλλων ἁπάντων. δύο γὰρ ἀριθμῶν, τοῦ τέσσαρα καὶ τέσσαρα, ἑτέρων ὄντων τῷ ἀριθμῷ, τῷ δὲ εἴδει τῶν αὐτῶν, συμβλητὰς ἐχόντων τὰς μονάδας, καὶ οἱ ἄλλοι πάντες οὕτως αὐτὰς ἕξουσιν. εἰ δέ, φησί, λέγοι τις ὅτι τὰ ἴσα καὶ διάφορα καὶ ἕτερά ἐστιν ἀλλ’ οὐ τὰ
10αὐτά, οὐδὲ αἱ ἐν τῇ δεκάδι δυάδες ἴσαι οὖσαι ἀδιάφοροι ἔσονται, ἀλλὰ διάφοροι καὶ ἀνομοειδεῖς, ὅπερ οὐ βούλονται οἱ τὰς ἰδέας τιθέμενοι· τὸ γὰρ σύνταγμα τῶν ἐν τῷ ἑνὶ ἀριθμῷ μονάδων ἀδιάφορόν φασι. τίνα γάρ, φησίν, αἰτίαν ἕξει λέγειν ὁ φάσκων ἀδιαφόρους εἶναι, τουτ‐ έστιν ἂν οἱ ἴσοι ἀριθμοὶ οὔκ εἰσιν οἱ αὐτοὶ καὶ ἀδιάφοροι, ὡς ἡμεῖς φα‐
15μεν, ἀλλὰ διάφοροι καὶ ἕτεροι, ἔσονται καὶ αἱ ἐν τῇ δεκάδι δυάδες ἴσαι οὖσαι διάφοροι. εἰ δέ τις εἴποι ὅτι αἱ ἐν τῇ αὐτοδεκάδι δυάδες εἰσὶ μὲν ἴσαι καὶ ἀδιάφοροι, αἱ δὲ ἄλλαι, οἷον αἱ ἐν τῇ τριάδι καὶ πεντάδι (ἔνεισι γὰρ καὶ ταύταις δυάδες) ἴσαι μέν, διάφοροι δὲ καὶ ἀσύμβλητοι, ὁ τοῦτο λέγων τίνα αἰτίαν ἕξει λέγειν δι’ ἣν αἱ μὲν ἐν τῇ δεκάδι δυάδες
20ἴσαι οὖσαι ἀδιάφοροί εἰσιν, αἱ δὲ ἄλλαι ἴσαι μὲν διάφοροι δέ. ὥστε τὸ τίνα γὰρ αἰτίαν ἕξει λέγειν ὁ φάσκων ἀδιαφόρους εἶναι περὶ τῶν ἐν τῇ δεκάδι δυάδων εἴρηται, ἐλλιπῶς δέ, καὶ εἴη ἂν τὸ πλῆρες τοιοῦτον ‘τίνα γὰρ αἰτίαν ἕξει λέγειν ὁ φάσκων ἀδιαφόρους εἶναι τὰς ἐν τῇ αὐτο‐ δεκάδι δυάδας ἴσας οὔσας ἀλλήλαισ‘; καὶ τότε προσυπακουστέον τοῦ ‘τὰς δὲ
25ἐν τοῖς ἄλλοις ἀριθμοῖς ἴσας μὲν διαφόρους δέ‘. p. 1082b11 Ἔτι εἰ ἅπασα μονὰς καὶ μονὰς ἄλλη δύο. Ὃ λέγει τοιοῦτόν ἐστιν. ἐπειδὴ πᾶσα μονὰς μετὰ τῆς ἄλλης μονάδος δυάδα ποιεῖ, ἂν ἐκ τῆς δυάδος αὐτῆς καὶ τῆς τριάδος αὐτῆς, τουτ‐ έστιν ἂν ἐκ τῆς αὐτοδυάδος καὶ τῆς αὐτοτριάδος ἀφέλῃ τις ἀνὰ μίαν μο‐
30νάδα καὶ συνθεὶς ποιήσει δυάδα, πρῶτον μὲν ποιήσει δυάδα ἐκ διαφε‐ ρουσῶν μονάδων· αἱ γὰρ τῆς αὐτοδυάδος μονάδες πρὸς τὰς ἐν τῇ αὐτο‐ τριάδι διάφοροι κατ’ αὐτούς· πρῶτον μὲν οὖν ἔσται δυὰς ἐκ διαφε‐ ρουσῶν μονάδων, ὅπερ οὐ βούλονται. ὅτι δὲ δύο οὐσῶν μονάδων ἀν‐ άγκη δυάδα εἶναι, οὐ χρὴ καὶ λέγειν. ἔπειτα οὐ μόνον τοῦτο ἔσται, ἀλλὰ
35καὶ ἕτερον ἕψεται, ὅπερ διὰ τοῦ τέ συνδέσμου ᾐνίξατο. καὶ τί τὸ ἑπό‐ μενον ἐπάγει λέγων καὶ πότερον προτέρα τῆς τριάδος ἢ ὑστέρα;
ἤτοι ἡ ἐκ τῶν τῆς αὐτοτριάδος καὶ αὐτοδυάδος μονάδων γεγονυῖα δυὰς760
in Metaph
.

761

πότερον προτέρα ἐστὶ τῆς αὐτοτριάδος ἢ ὑστέρα; ᾗ μὲν γὰρ φύσει προτέρα ἡ δυὰς τῆς τριάδος, ταύτῃ προτέρα· ᾗ δὲ πάλιν ἐκ τῶν μονάδων τῶν ἅμα τῇ αὐτοτριάδι καὶ τῇ αὐτοδυάδι συνόντων γέγονε, ταύτῃ δὴ πάλιν ὑστέρα ἔσται τῆς αὐτοτριάδος· ἐκ γὰρ τοῦ μέρους αὐτῆς ἐγεγόνει. καὶ
5ἡμεῖς μέν, φησίν, ἂν λάβωμεν οἷον φέρε ξύλον ἓν καὶ ἕν, εἴτε ἴσα εἴτε ἄνισα ὄντα, δυάδα εἶναί φαμεν (αὐτὸς δὲ τὸ ἀγαθὸν καὶ κακὸν καὶ ἄν‐ θρωπον καὶ ἵππον ἔλαβεν εἰς ὑπόδειγμα)· καὶ ἡμεῖς μὲν οὕτως· οὗτοι δ’ οὐδὲ τὰς μονάδας τὰς ἀμερεῖς φασι δυάδα ποιεῖν, ἀλλὰ μόνας ἃς ἡ ἀόρι‐ στος δυὰς καὶ τὸ ἀρχικὸν ἓν γεγεννήκασι.
10 Τοῦτο εἰπὼν πάλιν ἐρωτᾷ πότερον ὁ τῆς αὐτοτριάδος ἀριθμὸς πλείων ἐστὶ τῆς αὐτοδυάδος ἢ οὐκ ἔστι πλείων. εἴτε γὰρ μή ἐστι πλείων ἡ τριὰς τῆς δυάδος, θαυμαστὸν καὶ παντελῶς ἄλογον· εἴτε ἐστὶ πλείων, δῆλον ὅτι ἐστὶν ἐν αὐτῇ καὶ ἴσον· ἀπὸ γὰρ τοῦ πλείονος δυνάμεθα τῷ ἐλάττονι ἴσον ἀφελεῖν· ὥστε ἴση ἔσται ἡ αὐτοδυὰς τῇ ἐν τῇ αὐτοτριάδι δυάδι. τὰ δὲ
15ἴσα δέδεικται ἀδιάφορα· ἀδιάφορος ἄρα καὶ ἡ αὐτοδυὰς πρὸς τὴν ἐν τῇ αὐτοτριάδι δυάδα· ὥστε κατὰ τοῦτο ἀνάγκη ἀδιαφόρους αὐτὰς εἶναι καὶ συμβλητάς. πάλιν δὲ οὐκ ἐνδέχεται τοιαύτας εἶναι αὐτάς, ἀλλὰ διαφόρους καὶ ἀσυμβλήτους, εἴπερ ἐστίν, ὡς αὐτοὶ βούλονται, πρῶτός τις ἀριθμὸς καὶ δεύτερος. οὐδὲ ἔσται, φησίν, ἰδέα, εἰ ἀδιάφοροι οἱ ἀριθμοί· τὴν
20γὰρ τῶν ἰδεῶν ὕπαρξιν κατὰ τὰς διαφορὰς τῶν ἀριθμῶν συνιστῶσι. καὶ τοῦτο μὲν ὀρθῶς καὶ ἀκολούθως ἑαυτοῖς φασιν οἱ τὸν ἀριθμὸν τῶν ἰδεῶν ἐκ διαφερουσῶν μονάδων συνεστάναι λέγοντες, ἵνα μὴ ἐκ διαφόρων ἰδεῶν τὴν ἰδέαν ποιεῖν ἀναγκασθῶσιν. ἕκαστον γὰρ εἶδος ἕν ἐστι κατ’ αὐτοὺς καὶ ἁπλοῦν· εἰ δ’ ἦσαν αἱ μονάδες ἀδιάφοροι, τῆς αὐτῆς ἐννοίας καὶ ἀκο‐
25λουθίας καὶ τοῦ αὐτοῦ λόγου εἶναι καὶ τὰς δυάδας καὶ τὰς τριάδας ἀδια‐ φόρους· ὥστε εἰ ἦν ὁ αὐτοάνθρωπος ἡ αὐτοτετράς, ὁ δὲ αὐτοΐππος ἡ αὐτο‐ δυάς, καὶ ἀδιάφορος ἡ τοῦ ἵππου δυὰς πρὸς τὴν τοῦ ἀνθρώπου, συνέβαινεν εἶναι τὸν αὐτοάνθρωπον ἐξ ἵππου καὶ ἀνθρώπου· καὶ πάντα τὰ ἐντὸς τῆς αὐτοδεκάδος εἴδη, ἥ τε αὐτοδυὰς καὶ ἡ αὐτοτριὰς καὶ τὰ λοιπά, ὑπάρχειν
30μέρη τῆς αὐτοδεκάδος· ὥστε εἰ ἦν ἡ αὐτοδεκὰς ὁ αὐτοελέφας, ἦν ἂν ὁ αὐτοελέφας ἐξ ἵππου καὶ ἀνθρώπου καὶ τῶν λοιπῶν. τοσοῦτον δὲ ἑτεροι‐ οῦσι τὰς μονάδας καὶ διαφόρους ποιοῦσιν, ὥστε οὐδὲ προστιθέντες τῇ δυάδι μονάδα τὴν τριάδα ποιοῦσιν καὶ ταύτῃ ἄλλην μονάδα τὴν τετράδα· τοῦτο γὰρ ἄν, φασίν, ἐγίνετο, εἰ ἀδιάφοροι ἦσαν αἱ μονάδες καὶ συμβληταί. οὐ
35κατὰ πρόσθεσιν οὖν τὸ μέτρον ποιοῦνται, ἀλλὰ χωρίζουσιν ἕκαστον τῶν ἀριθμῶν καὶ μετὰ τὸ ἓν ὡς ἀπ’ ἄλλης ἀρχῆς μεταβαίνουσιν ἐπὶ τὰ δύο μὴ προστιθέντες τῷ προτέρῳ ἑνὶ ἄλλο ἕν. οὐ γὰρ ἡ γένεσις τῶν ἀριθ‐ μῶν ἐκ τῆς ἀορίστου δυάδος ἦν, εἰ τῷ ἑνὶ προστεθὲν ἄλλο ἓν ὁ δύο ἐγέ‐
νετο καὶ τούτῳ ἄλλο ἓν ὁ τρία καὶ ἐφεξῆς. ἀλλὰ μὴν οὐδὲ ἰδέαν ἐνδέχε‐761
in Metaph
.

762

ται εἶναι· ἐνυπάρξει γὰρ ἡ ἑτέρα ἰδέα οἷον ἡ αὐτοδυὰς ἐν τῇ ἑτέρᾳ ἰδέᾳ τῇ αὐτοτριάδι, εἴπερ οἱ ἀριθμοὶ ἀδιάφοροι ὄντες κατὰ πρόσθεσιν μετρού‐ μενοι εἰδητικοί εἰσιν. εἰ οὖν οἱ ἀριθμοὶ ἰδέαι, αἱ δὲ ἰδέαι οὐ περιέχονται ὑπ’ ἄλλων ἰδεῶν ὥστε μέρος εἶναι τῶν περιεχουσῶν, οὐδ’ ἂν οἱ ἀριθμοὶ
5μέρη εἶεν ἄλλων ἀριθμῶν. ὑπάρξει δὲ αὐτοῖς τὸ μὴ μέρη εἶναι ἄλλων ἀριθμῶν, εἰ διάφοροί εἰσιν αἱ ἐν αὐτοῖς μονάδες. ταῦτα οὖν, φησίν, εἰ καὶ σώζει τὴν αὐτῶν ὑπόθεσιν, ἀλλ’ ἀνατρέπει πολλὰ τῶν ἀριθμητικῶν θεωρημάτων· οὔτε γὰρ σωρεία ἔσται κατὰ τοῦτο τῶν τυχουσῶν μονάδων ὁ ἀριθμός, οὔτε οὖν διαιρεθήσεται εἰς τὰς τυχούσας, οὔτε πρὸς ἀλλήλας
10λόγον ἕξουσι τὸν ἡμιόλιον τὸν ἐπίτριτον ἢ ἄλλον τινά. ἀλλὰ πρὸς μὲν τὴν ἑαυτῶν ὑπόθεσιν ὀρθῶς λέγουσιν, ἁπλῶς δὲ οὐκ ὀρθῶς. τὸ δὲ διὸ καὶ τὸ ἀριθμεῖσθαι οὕτως ὑπερβατῶς ἀναγνωστέον ὧδε· διὸ καὶ τὸ ἀριθ‐ μεῖσθαι ἀναγκαῖον αὐτοῖς οὕτω λέγειν ἓν δύο, μὴ προσλαμβανο‐ μένου πρὸς τῷ ὑπάρχοντι ἑνὶ ἢ ἀριθμῷ ἄλλου ἑνός· καὶ γὰρ καὶ τοῦτο
15δεῖ προσυπακούειν. p. 1082b34 Ἐπεὶ τοῦτό γ’ αὐτὸ ἔχειν τινὰ φήσουσιν ἀπορίαν. Τοῦτο ἴσον ἐστὶ τῷ εἰώθασιν ἀπορεῖν πρὸς ἑαυτοὺς οἱ διαφόρους τὰς μονάδας λέγοντες· τὸ δ’ ἀπορούμενον τοιοῦτον, πότερον ἀπὸ τοῦ δύο ἐπὶ τὸν τρία δεῖ μεταβαίνειν καὶ τέσσαρα καὶ πέντε καὶ ὅλως κατὰ σύνθεσιν
20ἀριθμεῖν, ἢ κατὰ μερίδας, τουτέστι κατὰ διαίρεσιν ἀπὸ τῆς δεκάδος λαμ‐ βάνειν καὶ λέγειν ὅτι τόδε μὲν τὸ μέρος αὐτῆς ἐστι δύο, τόδε δὲ τρία, καὶ οὕτως ἐπὶ τῶν ἄλλων. οὐδέτερον δὲ τούτων αὐτοῖς ἤρεσκεν, ἀλλ’ εἴτε κατὰ πρόσθεσιν, φασίν, ἀριθμεῖν φήσομεν, ἔσονται αἱ μονάδες ἀδιάφοροι καὶ συμβληταί, εἴτε κατὰ διαίρεσιν, ἔσται ἡ δεκὰς ἐκ τῆς αὐτοδυάδος, αὐτο‐
25τριάδος καὶ τῶν λοιπῶν. εἰ δὴ δεῖ, φασίν, ἀμφότερα φυγεῖν τὰ ἄτοπα, θετέον οὐσιώδεις τοὺς τοιούτους ἀριθμοὺς καὶ εἰδητικούς· ἓν γὰρ ὢν ἕκα‐ στος αὐτῶν καὶ ἄλλο οὔτε προστεθήσονται ἀλλήλοις οὔτε διαίρεσιν ὑποστή‐ σονται· ταῦτα γὰρ τῷ μαθηματικῷ ἁρμόζει. ἀλλ’ ἐκεῖνοι μὲν οὕτως· ἡμεῖς δέ, φησίν, ἀμφοτέρως ποιοῦμεν· ὡρισμένου γὰρ ὄντος τοῦ ἀριθ‐
30μοῦ, οἷον τοῦ ὀκτὼ ἢ τοῦ ἓξ ἢ ἄλλου οὑτινοσοῦν, διαιροῦμεν αὐτοὺς εἰς τὰ οἰκεῖα μέρη· ἀορίστου δὲ προστίθεμεν ταῖς μονάσι μονάδας, ἕως ἂν καταντήσωμεν εἰς τὸν ἀριθμόν, ὃν ὁρίσαι καὶ περατῶσαι βουλόμεθα. ἀλλὰ πῶς ἀόριστον εἶπε τὸν ἀριθμόν; ἢ ἐπειδὴ καὶ ὁ δύο καὶ ὁ τρία καὶ οἱ λοιποὶ ὕλη εἰσὶ τοῦ εἴκοσιν, εἰ εἰς τοῦτον βουλόμεθα καταντῆσαι, πρὸς τὸ
35τοῦ εἴκοσιν εἶδος ἀόριστοι οἱ ἐντὸς ἅπαντές εἰσι καὶ ὗλαι. δι, φησί, γε‐762
in Metaph
.

763

λοῖον ταύτην εἰς τηλικαύτην τῆς οὐσίας ἀνάγειν διαφοράν, τουτ‐ έστι γελοῖόν ἐστιν ἐκ τῆς οὕτως ἐπιπολαίου αὐτῶν ἀπορίας ἕκαστον τῶν ἀριθμῶν ποιεῖν ἰδέαν καὶ οὐσίαν καθ’ αὑτήν. Τοῦτο εἰπὼν ἐπάγει ‘πρὸ πάντων δὲ τῶν ῥηθησομένων καλῶς ἔχει
5διαπορῆσαι καὶ ζητῆσαι, εἰ αἱ μονάδες διάφοροί εἰσι κατ’ αὐτοὺς τῶν εἰ‐ δητικῶν ἀριθμῶν, πότερον τῷ ποσῷ διαφέρουσιν ὥστε τὴν μὲν τούτων εἶναι μείζονα τὴν δὲ ἐλάττονα, ἢ τῷ ποιῷ‘ καὶ δείκνυσιν ὅτι κατ’ οὐδέ‐ τερον τούτων ἐνδεχόμενόν ἐστι λέγειν τὰς μονάδας διαφέρειν· οὐδέτερον γάρ, φησί, τούτων ἐνδεχόμενον ὑπάρχειν φαίνεται ταῖς μονάσιν ἢ τοῖς ἀριθ‐
10μοῖς. ἀλλ’ ὁ μὲν ἀριθμὸς καθὸ ἀριθμὸς τοιοσδί, οἷον μείζων ἢ ἐλάττων, διαφέρει κατὰ τὸ ποσόν· εἰ δὲ καὶ αἱ μονάδες κατὰ τὸ ποσὸν διαφέρουσι, καὶ ἀριθμὸς ἀριθμοῦ διαφέροι ἂν ὁ ἴσος τοῦ ἴσου τῷ πλήθει, τουτέστι τῷ μεγέθει τῶν μονάδων. ἀντὶ γὰρ τοῦ εἰπεῖν τῷ μεγέθει εἶπε τῷ πλήθει· εἰ γὰρ κατὰ τὸ πλῆθος διέφερον, πῶς ἂν ἴσοι ἦσαν; ὥστε τῷ
15πλήθει ἀντὶ τοῦ μεγέθους ἐχρήσατο. ἀλλ’ εἰ τοῦτο, ἔστωσαν δύο τετρά‐ δες· πότερον αἱ τῆς πρώτης τετράδος πρῶται δύο μονάδες εἰσὶ μείζους καὶ αἱ δεύτεραι ἐλάττους καὶ τῆς δευτέρας τετράδος ὁμοίως, ἢ ἀνάπαλιν, ἢ ἄλλως πως; καὶ πότερον ἅμα τῷ γενέσθαι σμικρόταταί εἰσιν, ὕστερον δὲ αὔξονται καὶ εἰς μείζονα ὄγκον καὶ μέγεθος ἐπιδιδόασιν, ὥσπερ τὰ ζῷα
20καὶ τὰ φυτὰ καὶ πᾶν τὸ αὐξόμενον, ἢ τοὐναντίον πρότερον μέν εἰσι με‐ γάλαι ὕστερον δὲ μειοῦνται καὶ σμικρύνονται; ταῦτα δὴ πάντα ἄλογα καὶ ἀδύνατά ἐστι· τὰ γὰρ αὐξανόμενα τρέφεται, αἱ δὲ μονάδες εἰ τρέφεσθαι λέγονται, τίς οὐκ ἂν γελάσοι; οὕτω μὲν οὖν δείξας τὸ ἀδύνατον τῆς κατὰ τὸ ποσὸν διαφέρειν τὰς μονάδας λεγούσης ὑποθέσεως εὐθύνει καὶ τὴν τῇ
25ποιότητι τὸ διάφορον αὐταῖς ἀπορρίπτουσαν. οὐδὲν γάρ, φησίν, οἷόν τε ταῖς μονάσιν ὑπάρχειν πάθος ἀμερέσιν οὔσαις, ὅπερ, φημὶ δὴ τὸ τὰ ἀμερῆ μὴ ἔχειν πάθος, κάλλιστα ἐν τῷ τρίτῳ τῆς Περὶ οὐρανοῦ δέδεικ‐ ται πραγματείας· ἐν γὰρ ταῖς μονάσι ποιότητα οὐχ οἷόν τε εἶναι, ἐν δὲ τοῖς ἀριθμοῖς ὑπάρχει μὲν ποιόν, ἀλλ’ ὕστερον τοῦ ποσοῦ. πρότερον γὰρ
30ἡ τοσήδε τῶν μονάδων συντίθεται ποσότης, καὶ οὕτως ἐπιγίνεται τὸ ποιόν, ἤτοι αὐτὸ τὸ τοῦ ἀριθμοῦ εἶδος· ὥστε ἀριθμὸς ἀριθμοῦ τῷ εἴδει καὶ τῷ ποιῷ διαφέρει, μονὰς δὲ μονάδος οὐδαμῶς. ἔτι, φησίν, οὔτε ἀπὸ τοῦ ἀρ‐ χικοῦ ἑνὸς οὔτε ἀπὸ τῆς ἀρχικῆς δυάδος (αὕτη δέ ἐστιν ἡ ἀόριστος) ταῖς μονάσι τὸ κατὰ ποιότητα διαφέρειν γένοιτο· τὸ μὲν γὰρ ἓν ἄποιον, ἡ δὲ
35ἅμα ποσοῦ καὶ ποιοῦ αἰτία. ἐπειδὴ γὰρ ὃ ἂν λάβοι διπλασιάζει, δῆλον763
in Metaph
.

764

ὡς καὶ ποσὸν καὶ ποιὸν περιτίθησι τῷ ἐκ τῆς διπλασιάσεως ἀποτελεσθέντι· αἱ δὲ μονάδες ἄποσοι. ὥστε εἰ ἡ μονὰς ἄποσος, ἡ δὲ ἀόριστος δυὰς τῷ ἐξ αὐτῆς ἅμα τῷ ποιῷ καὶ τὸ ποσὸν περιτίθησιν, οὐκ ἂν σχοῖεν ἐκ τῆς ἀρχικῆς δυάδος τὸ ποιόν· εἴρηται δὲ ὅτι οὐδὲ ἐκ τοῦ ἑνός. ἄποιον ἄρα
5ὅλως αἱ μονάδες. ὅτι δὲ ἡ δυὰς τῷ διπλασιασθέντι σὺν τῷ ποσῷ καὶ ποιὸν περιτίθησι καὶ ἔμπαλιν σὺν τῷ ποιῷ καὶ ποσόν, δῆλον. διπλασιά‐ σασα γὰρ τὴν αὐτοδυάδα πεποίηκε τὴν αὐτοτετράδα, ἡ δὲ τετρὰς καὶ πο‐ σότης τις καὶ ποιότης καὶ εἶδος ἕτερον τῆς δυάδος· τὴν δὲ τετράδα δι‐ πλασιάσασα πεποίηκε τὴν ὀκτάδα, ποσὸν ἅμα καὶ ποιὸν ἕτερον ὂν τοῦ τῆς
10τετράδος ποιοῦ καὶ ποσοῦ· ὥστε τοῖς μὲν ἀριθμοῖς τὸ ποιὸν καὶ τὸ τοιονδὶ εἶδος ἡ ἀόριστος ἐπιτίθησι δυάς, ταῖς δὲ μονάσιν οὐδαμῶς. εἰ γάρ, φησί, μὴ σὺν τῷ ποσῷ καὶ ποιότητα καὶ εἶδος ἐπετίθει, οὐκ ἂν ἦσαν πολλὰ τὰ ὄντα. τὰ γὰρ πράγματα κατὰ τὸ εἶδος ἔχει τὴν διαφορὰν ἀλλ’ οὐ κατὰ τὴν ὕλην· ὥστε εἰ μὴ τὸ τῆς τετράδος εἶδος καὶ ἡ τοιαδὶ ποιότης ἑτέρα
15ἦν τοῦ τῆς πεντάδος εἴδους καὶ ποιότητος καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ἡ αὐτὴ ἂν ἦν ἡ τετρὰς τῇ πεντάδι καὶ αἱ ἄλλαι ὁμοίως καὶ οὐκ ἂν εἶεν πολλὰ τὰ ὄντα. ὄντα δὲ εἶπε τὰς ἰδέας· ὄντα γὰρ κυρίως τὰς ἰδέας εἶναι ἔλεγον οἱ τῶν ἰδεῶν προστάται· τὰ γὰρ ἐνταῦθα ὁμωνύμως ὄντα καὶ κατὰ συμβεβηκὸς ὄντα καλέσειεν ἄν τις, φασίν. ταῦτα εἰπὼν ἐπιφέρει εἰ δὲ
20ἄλλως πως ἔχει τὰ περὶ τὰς μονάδας καὶ μὴ ὡς ἡμεῖς φαμεν (λέγομεν δ’ αὐτὰς ἀδιαφόρους), λεκτέον ἐν ἀρχῇ καὶ πρώτως καὶ μάλιστα τοῦτο. καὶ σαφηνίζων τί ποτέ ἐστιν ὅπερ εἰπεῖν αὐτοὺς ἀπαιτεῖ, ἐπάγει καὶ διοριστέον περὶ τῆς τῶν μονάδων διαφορᾶς τίς ἐστιν αὕτη· εἰ γὰρ ἡμεῖς ἀδιαφόρους λέγοντες αὐτὰς ἄλλως ἔχειν αὐτὰς λέγει τις, δῆλον
25ὡς διαφόρους ἐρεῖ. ῥητέον οὖν αὐτῷ τίς ἡ τῶν μονάδων διαφορὰ καὶ οὐχ ἁπλῶς οὕτως καὶ ἀναιτίως βοάτω ὡς διαφέρουσιν, ἀλλὰ καὶ τὴν αἰ‐ τίαν, δι’ ἣν αὐτὰς ἀνάγκη διαφέρειν, λεγέτω· εἰ δὲ μὴ τὴν αἰτίαν τῆς διαφορᾶς εἰπεῖν δύνανται, ἁπλῶς καὶ ἀναιτίως εἰπάτωσαν τίνα λέγουσιν εἶναι τὴν τῶν μονάδων διαφοράν. καὶ συμπεραίνεται λέγων ὅτι μὲν οὖν,
30εἴπερ εἰσὶν ἀριθμοὶ αἱ ἰδέαι οὔτε συμβλητὰς πάσας ἐνδέχεται τὰς μονάδας εἶναι, οὔτε πάσας ἀσυμβλήτους, οὔτε τὰς μὲν συμβλη‐ τὰς τὰς δ’ ἀσυμβλήτους, φανερόν. p. 1083a20 Ἀλλὰ μὴν οὐδ’ ὡς ἕτεροι λέγουσι περὶ τῶν ἀριθμῶν λέγεται καλῶς.
35 Ἐλέγξας τοὺς τὰς ἰδέας ἀριθμοὺς λέγοντας μέτεισι καὶ ἐπὶ τοὺς μήτε τὰς ἰδέας ἀριθμοὺς λέγοντας μήτε ὅλως ἰδέας εἶναι βουλομένους, ἀλλὰ
μόνον τὸν μαθηματικὸν ἀριθμόν, ὃν καὶ οὗτοι χωριστόν φασι καὶ πρῶτον764
in Metaph
.

765

πάντων τῶν ὄντων. λέγουσι δὲ καὶ οὗτοι τοῦ μαθηματικοῦ καὶ χωριστοῦ κατ’ αὐτοὺς ἀρχὴν τὸ ἕν, οὐχὶ τὸ ἀρχικὸν ὅπερ οἱ τὰς ἰδέας εἶναι βουλό‐ μενοι λέγουσιν, ἀλλ’ ἄλλο τι. ἡμεῖς γὰρ τὸ τυχὸν ἓν ἀρχήν φαμεν, καὶ δεύτερον τὸ ἐφεξῆς· ἐπὶ γὰρ τῆς τριάδος οὐδὲν διαφέρει τὴν πρώτην
5αὐτῆς μονάδα ἀρχὴν ποιῆσαι ἢ τὴν ἐσχάτην ἢ τὴν μέσην· ἐκεῖνοι δὲ οὐχ οὕτως, ἀλλά τι ὑπετίθεντο ἀρχικὸν ἓν καὶ τοῦτο ἀρχὴν καὶ πρώτην τῶν ἄλλων ἔλεγον μονάδων. ὥστε καθὸ μὲν καὶ οὗτοι ἀρχικὸν ἓν λέγουσι, συνῳδὰ φθέγγονται τοῖς τὰς ἰδέας τιθεμένοις, καθὸ δὲ οὐ τὸ αὐτὸ ὅπερ ἐκεῖνοι ἀλλ’ ἕτερον, διαφέρουσι· καὶ οὐ μόνον κατὰ τοῦτο, ἀλλ’ ὅτι καὶ
10οἱ τὰς ἰδέας λέγοντες καὶ πρώτην δυάδα καὶ πρώτην τριάδα καὶ τετράδα καὶ ἑξῆς ἐδόξαζον, οὗτοι δὲ πρώτην δυάδα καὶ πρώτην τριάδα ἢ ἄλλον τινὰ ἀριθμὸν οὔ φασιν, ἀλλ’ ἓν πρῶτον καὶ μίαν ἀρχὴν τὸ πρῶτον παρ’ αὐτοῖς ἓν εἶναι ἀποφαίνονται. διὸ καὶ ἐγκαλεῖ αὐτοῖς λέγων ἄτοπον γὰρ τὸ ἓν μὲν εἶναι πρῶτον τῶν ἑνῶν, τουτέστι τῶν μονάδων (τὸ γὰρ
15ἑνῶν ἐκ τοῦ ἕν, ἑνός, ἡ εὐθεῖα τῶν πληθυντικῶν τὰ ἕνα καὶ ἡ γενικὴ τῶν πληθυντικῶν τῶν ἑνῶν εἴληπται), ἄτοπον μὲν οὖν, φησίν, ἓν μὲν εἶναι πρῶτον τῶν ἑνῶν, δυάδα δὲ πρώτην τῶν δυάδων καὶ τριάδα τῶν τριάδων μὴ εἶναι. τίς γὰρ ἡ αἰτία τοῦ ἓν μὲν εἶναι πρῶτον, δυάδα δὲ καὶ τριάδα καὶ ἑξῆς πρώτας μὴ εἶναι; εἰ μὲν γὰρ ὡς οὗτοι λέγουσι,
20φησίν, ἔχοι τὰ περὶ τοὺς ἀριθμούς, ὡς μόνον τὸν μαθηματικὸν εἶναι, οὐκ ἔσται τὸ ἓν ἀρχ. εἰ γάρ ἐστιν ἀρχή, ἀνάγκη διαφέρειν τῶν ἄλλων μονάδων· πᾶσα γὰρ ἀρχὴ διαφέρει τῶν μετὰ τὴν ἀρχήν· εἰ δὲ ἔστιν ἕν, ἀνάγκη καὶ δυάδα εἶναι πρώτην καὶ τριάδα καὶ τοὺς ἄλλους ἀριθμούς· ὥστε εἰ ἔσται τὸ ἓν ἀρχή, καὶ ἕτερον τῶν μονάδων ἀνάγκη,
25καὶ μᾶλλον ἀνάγκη ὥσπερ ὁ Πλάτων ἔλεγεν ἔχειν τὰ περὶ τοὺς ἀριθμούς, καὶ εἶναι πρώτην δυάδα καὶ τριάδα καὶ ἀσυμβλήτους τὰς ἐν αὐτοῖς μονάδας πρὸς ἀλλήλας. διὰ τί γὰρ ὄντος πρώτου ἑνὸς οὐκ ἔσται καὶ πρώτη δυὰς καὶ ὅλως πᾶς ὁ εἰδητικὸς ἀριθμός; εἰ δὲ πάλιν θείη τις καὶ ὁμολογήσει ὡς ἀληθῆ τὰ ὑπὸ τῶν τὰς ἰδέας τιθεμένων λεγό‐
30μενα, εἴρηται καὶ δέδεικται ὅτι πολλὰ τούτοις συμβαίνει ἀδύνατα, ὥστε εἰ, εἴπερ ἔστιν ἀριθμὸς χωριστός, ἀνάγκη ἢ ὡς Πλάτων λέγει ἔχειν, ἢ ὡς οἱ τὸν μαθηματικὸν μόνον, κατ’ οὐδέτερον δὲ τρόπον εἶναι δύναται, οὐκ ἔστιν οὖν ὅλως χωριστὸς ἀριθμός. καὶ ἔστιν ἡ συναγωγὴ τοῦ λόγου τοιαύτη· εἰ ὁ μαθηματικὸς μόνος ἐστὶν ἀριθμός, οὐκ ἂν εἴη τὸ ἓν ἀρχὴ
35πάντων· εἰ δέ ἐστι τὸ ἓν ἀρχή, κρατεῖ ὁ Πλάτων καὶ ἔστιν ὁ εἰδητικὸς ἀριθμός, καὶ διαφέρει ἕτερος ἑτέρου τῇ οὐσίᾳ· ἀλλὰ μὴν δέδεικται καὶ
τοῦτο ἀδύνατον· οὐκ ἄρα ἔστιν ἀριθμὸς χωριστός.765
in Metaph
.

766

p. 1083b1 Φανερὸν δ’ ἐκ τούτων καὶ ὅτι χείριστα λέγεται ὁ τρίτος τρόπος τὸ εἶναι τὸν αὐτὸν ἀριθμὸν τὸν τῶν εἰδῶν καὶ τὸν μαθηματικόν. Τῶν περὶ ἀριθμοὺς εἰπόντων οἱ μὲν δύο ἐποίουν αὐτοὺς καὶ διέκρινον,
5ὥσπερ ὁ Πλάτων (σαφῶς γὰρ οὗτος τὸν μαθηματικὸν ἕτερον εἶναι λέγει τοῦ εἰδητικοῦ), οἱ δὲ ἕνα τὸν μαθηματικόν, ὥσπερ τινὲς τῶν Πυθαγορείων· οἱ δὲ ἐγίνωσκον μὲν ἀμφοτέρους καὶ τὸν εἰδητικὸν καὶ τὸν μαθηματικόν, ἕνα δὲ ἐποίουν, ὥσπερ Σπεύσιππος καὶ Ξενοκράτης. τούτων οὕτως περὶ τοῦ ἀριθμοῦ λεγόντων χείριστόν φησιν εἶναι τὸν τρίτον τρόπον τὸν τὸν
10μαθηματικὸν καὶ εἰδητικὸν ἀριθμὸν συναιροῦντα καὶ ἕνα ἀποφαινόμενον τοῦ δόγματος τοῦ Πλατωνικοῦ καὶ τῆς τῶν Πυθαγορείων δόξης· καὶ τὴν αἰτίαν ἐπάγει λέγων ἀνάγκη γὰρ εἰς μίαν δόξαν δύο συμβαίνειν ἁμαρτίας. ὅσα γὰρ ἰδίως ἑκατέρᾳ δόξῃ, τῇ τε τοῦ Πλάτωνος καὶ τῇ τῶν Πυθαγορείων, ταῦτα πάντα τῇ τοῦ Ξενοκράτους καὶ Σπευσίππου ἕπε‐
15ται δόξῃ· ὥστε διπλασίονά ἐστι τὰ συμβαίνοντα ἄτοπα ταύτῃ τῇ δόξῃ· ᾗ δὲ πλείονα ἐπακολουθεῖ τὰ ἄτοπα, ἐκείνη χειρίστη ἐστὶ τῆς ᾗ τὰ ἐλάττονα ἕπεται. οὔτε γὰρ μαθηματικὸν ἀριθμὸν ἐνδέχεται εἶναι τὸν τρό‐ πον τοῦτον, καθ’ ὃν Ξενοκράτης καὶ Σπεύσιππος λέγουσιν (εἴρηται δὲ ὅτε καὶ οὗτος τοὺς τρόπους, καθ’ οὓς δυνατὸν εἶναι τὸν ἀριθμόν, ἱστόρει
20ἐν τῷ παρόντι βιβλίῳ, ὅπως τὰ περὶ τοὺς ἀριθμοὺς τώδε τὼ ἄνδρε ἐλε‐ γέτην), οὔτε οὖν τὸν μαθηματικὸν ἐνδέχεται εἶναι, ἀλλ’ ἰδίας ὑποθέ‐ σεις πλασματώδεις ὑποθέμενοι μηκύνουσι τὰ περὶ τοὺς ἀριθμούς, καὶ ὅσα τοῖς ὡς εἴδη τοὺς ἀριθμοὺς λέγουσιν ἕπεται, ἀνάγκη λέγειν ὡς καὶ αὐτοῖς ἕπεται.
25 Ὁ δὲ τῶν Πυθαγορείων, φησί, τρόπος τῇ μὲν ἐλάττους ἔχει τὰς δυσχερείας, τῇ δὲ ἰδίας. ᾗ μὲν γὰρ τοὺς ἀριθμοὺς οὐ χωρίζου‐ σιν, ἀλλ’ ἐν τοῖς αἰσθητοῖς εἶναι λέγουσι, ταύτῃ ἥττονα τὰ ἑπόμενα αὐτοῖς δυσχερῆ· καθὸ δέ φασι συγκεῖσθαι καὶ δημιουργεῖσθαι τὰ σώματα ἐξ ἀριθμῶν μαθηματικῶν, ταύτῃ πολλὰ τὰ ἑπόμενα αὐτοῖς ἀδύνατα. ἢ γὰρ
30ἀδιαίρετα μεγέθη εἰσὶν αἱ μονάδες, ἐξ ὧν φασι τὰ σώματα συγκεῖσθαι καὶ δημιουργεῖσθαι, ἢ αὐτὸ τοῦτο μονάδες. ἀλλὰ τὸ λέγειν ἄτομα μεγέθη ψεῦδος· πολλὰς γὰρ εὐθύνας δέδωκεν ἡ τὰ ἄτομα μεγέθη εἰσάγουσα δόξα. ἀλλὰ καὶ ἡ Ξενοκράτους ἀπόφασις ἡ τὰς ἀτόμους εἰσάγουσα γραμμὰς αὐτάρκως καὶ αὕτη τῷ Ἀριστοτέλει ἤλεγκται. κἂν δῶμεν, φησίν, εἶναι
35ἄτομα μεγέθη (τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ εἴ τε ὅτι μάλιστα τοῦτον ἔχει τὸν τρόπον), ἀλλ’ οὐχ αἵ γε μονάδες μέγεθος ἕξουσι· τουτέστι καὶ εἰ σωμάτιά τινα μέγεθος μὲν ἕξει ἄτομα δὲ ἔσται, ἀλλ’ οὐχ αἵ γε
μονάδες ἕξουσι μέγεθος, οὐδὲ δυνατὸν ὅλως αὐτὰς μονάδας μεμεγεθυσμένας766
in Metaph
.

767

λέγειν. εἰ οὖν ἀδύνατον τὸ μονάδας μέγεθος ἔχειν (ἀδιαίρετοι γὰρ καὶ ἀμεγέθεις εἰσίν), οὐχ οἷόν τε ἐξ ἀδιαιρέτων καὶ ἀμεγεθῶν μέγεθος εἶναι. ὅτι δὲ ὁ μαθηματικὸς ἀριθμὸς μοναδικὸς καὶ ἀσώματος καὶ ἀμεγέθης ἐστί, δέδεικται. τούτου γάρ ἐστι μηνυτικὸν τὸ ἀλλὰ μὴν ὅ γε ἀριθμητικὸς
5ἀριθμὸς μοναδικός ἐστι, καὶ προσυπακουστέον ἐν τῷ ἀλλὰ μὴν τοῦ δέδεικται· τὸ δὲ ἀριθμητικὸς ἀντὶ τοῦ μαθηματικός. εἰπὼν δὲ ἀνωτέρω ὅτι τὸν ἀριθμὸν αἴτιον τῶν αἰσθητῶν φασι, πάλιν μνείαν τούτου ποιεῖται καὶ δείκνυσι τοῦτο λέγων ἐκεῖνοι δὲ τὸν ἀριθμὸν τὰ ὄντα λέγουσι. πίστις δὲ τούτου· τὰ γὰρ θεωρήματα καὶ τὰ συμβαίνοντα τοῖς ἀριθμοῖς
10προσάπτουσι τοῖς σώμασιν, ὡς ἐκ τῶν ἀριθμῶν ὄντων τῶν σωμάτων· ὑπολαμβάνοντες γὰρ ὅτι ἐκ τῶν ἀριθμῶν εἰσιν (ἐκ γὰρ τοῦ βωμίσκου τοῦ διακόσια δέκα τὸ ἁπλῶς σῶμα εἶναι ἔλεγον, ἐκ δὲ τοῦ ἕνδεκα τὸ πῦρ, ἐκ δὲ τοῦ τρισκαίδεκα τὸν ἀέρα καὶ ἐκ τοῦ ἐννέα τὸ ὕδωρ), ὑπολαμβάνοντες δὴ τοῦτο οὐδὲν ἔφασκον διαφέρειν τὰ τῷ βωμίσκῳ καθ’ αὑτὸ ὑπάρχοντα
15ἐπ’ αὐτοῦ θεωρεῖν ἢ ἐπὶ τοῦ ἐξ αὐτοῦ σώματος· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. εἰ γάρ, φασί, συνέβη τῷ ἐννέα ἀριθμὸν εἶναι τετράγωνον πρῶτον μέσον ἔχοντα (τὸ δὲ μέσον ἔχοντα πρόσκειται διὰ τὴν τῆς μονάδος μεσι‐ τείαν τὴν ἐν παντὶ περισσῷ εὑρισκομένην), εἰ δὴ ὁ ἐννέα τετράγωνός ἐστι πρῶτος ἔχων μέσον, καὶ τὸ ὕδωρ τοιοῦτόν ἐστι, καὶ μᾶλλον ἐπὶ τοῦ ὕδα‐
20τος τοῦτο χρὴ θεωρεῖν ἢ ἐπὶ τοῦ ἐννέα· ὥστε δέδεικται ὅτι ἐξ ἀριθμῶν τὰ αἰσθητὰ ἐποίουν. δείξας οὖν τοῦτο, λέγω δὴ ὅτι ἐξ ἀριθμῶν τὰ αἰσθητὰ ἐποίουν, λέγει, εἰ ὄντος ἀριθμοῦ χωριστοῦ ἀνάγκη τινὰ τούτων τῶν εἰρημένων εἶναι τρόπων, κατ’ οὐδένα δὲ τούτων εἶναι δύναται, φανερὸν ὅτι οὐκ ἔστι τις φύσις ἀριθμοῦ οἵαν κατασκευάζουσιν
25οἱ τιθέντες αὐτὸν χωριστόν· οὔτε γὰρ ὡς εἰδητικὸς οὔτε ὡς μαθηματικὸς εἶναι δύναται. p. 1083b23 Ἔτι πότερον ἑκάστη μονὰς ἐκ τοῦ μεγάλου καὶ μι‐ κροῦ ἰσασθέντων ἐστὶ καὶ τὰ ἑξῆς. Τὴν ἀρχικὴν δυάδα ποτὲ μὲν ἀόριστον δυάδα λέγοντες [ἐλέγξας] ποτὲ
30δὲ μέγα καὶ μικρόν (ἐν αὐτῇ γὰρ εἶναι τὸ μέγα καὶ μικρὸν ἀνευφήμουν), ἀπορεῖ λέγων ‘ἐπειδὴ ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος ἤτοι τοῦ με‐ γάλου καὶ μικροῦ αἱ μονάδες γίνονται, πότερον ἑκάστη μονὰς τῶν ἐν τῇ αὐτοτριάδι (ἐρωτάσθω γὰρ ἐπ’ αὐτῆς) ἐξ ἀμφοῖν ἐγένετο τῶν ἐν τῇ ἀορίστῳ δυάδι, λέγω δὴ τοῦ μεγάλου καὶ μικροῦ, ἢ αἱ μὲν ἐκ τοῦ μεγάλου αἱ δὲ
35ἐκ τοῦ μικροῦ.‘ εἰ μὲν γὰρ δὴ οὕτω, τουτέστιν εἰ μὲν γὰρ αἱ μὲν ἐκ τοῦ μεγάλου αἱ δὲ ἐκ τοῦ μικροῦ, οὐκ ἀπὸ πάντων ἑκάστη τῶν στοιχείων
ἐστίν, ἀλλ’ ἡ μὲν ἐκ τοῦ μεγάλου ἡ δὲ ἐκ τοῦ μικροῦ· ὥστε οὔτε ἴσαι767
in Metaph
.

768

ἔσονται οὔτε συμβληταί, ἀλλὰ πρὸς τῷ διάφοροι εἶναι καὶ ἐναντιώσεις ἕξουσι πρὸς ἀλλήλας, εἴ γε αἱ μὲν μεγάλαι ἔσονται διὰ τὸ ἐκ τοῦ μεγά‐ λου εἶναι, αἱ δὲ μικραὶ διὰ τὸ ἐκ μικροῦ. τούτου γάρ ἐστι δηλωτικὸν τὸ οὔτε ἀδιάφοροι αἱ μονάδες· ἐν τῇ μὲν γὰρ τὸ μέγα ἐν τῇ δὲ τὸ
5μικρὸν ὑπάρχει, ἐναντίον τῇ φύσει ὄν. ἀλλὰ καὶ ἐν τῇ τριάδι αὐτ, φησί, πῶς; μία γάρ ἐστι περιττ. ἐστὶ δὲ οἶμαι τὸ λεγόμενον τοιοῦτον. ἥ τε τριὰς ἐὰν τὴν πρώτην τυχὸν ἔχῃ μονάδα ἐκ τοῦ μεγάλου, τὴν δὲ δευτέραν ἐκ τοῦ μικροῦ, τὴν τρίτην (ταύτην γὰρ εἶπε περιττήν) πόθεν ἕξει; ἀπὸ τοῦ μεγάλου ἢ ἀπὸ τοῦ μικροῦ; τοῦτο ἐρωτήσας ὑπερα‐
10πολογεῖται τούτων λέγων· ἀλλ’ ὡς ἔοικε, φησί, συνεωρακότες ταύτην τὴν ἀπορίαν τὸ ἓν μέσον ποιοῦσι τοῦ τρία καὶ ἁπλῶς παντὸς ἀριθμοῦ, ἵνα ἴσαι ὦσιν αἵ τε ἐκ τοῦ μεγάλου γινόμεναι καὶ μικροῦ μονάδες· τὸ γὰρ ἕν, φασί, μέσον κείμενον τὴν ὑπερβολὴν τῆς μιᾶς μονάδος, ἣν ἔχει πρὸς τὴν λοιπήν, ἀφαιρεῖται καὶ ἐν τῇ δεούσῃ προστεθὲν ἰσάζει αὐτάς. ταῦτα δὲ
15ὅτι πλασματώδη καὶ ψευδῆ δῆλον. ἀλλ’ εἰ μέν, ὡς εἴρηται, αἱ μέν εἰσιν ἐκ τοῦ μεγάλου αἱ δὲ ἐκ τοῦ μικροῦ, ταῦτα· εἰ δ’ ἑκατέρα τῶν μονά‐ δων ἐξ ἀμφοτέρων ἐστὶν ἰσασθέντων, τουτέστιν εἰ δὲ ἑκάστη μονὰς ἐκ τοῦ μεγάλου καὶ μικροῦ ἐστιν ἴσων ἀλλήλοις γινομένων ἐν τῇ κράσει (κραθῆναι γὰρ ἀνάγκη τὸ μέγα καὶ τὸ μικρόν, εἰ ἐξ ἀμφοτέρων αὐτῶν
20εἰσιν αἱ μονάδες), πρῶτον μὲν ἡ αὐτοδυὰς πῶς ἔσται μία καὶ ἁπλῆ φύσις ἐκ δυοῖν οὖσα τοῦ μεγάλου καὶ μικροῦ; δῆλον γὰρ ὅτι εἰ καὶ ἡνώθη τὸ μέγα καὶ τὸ μικρὸν ὕστερον ὑπὸ τοῦ ἑνὸς ἰσασθέντα, ἀλλὰ πρὸ τῆς ἑνώσεως δύο ἦν, ὥσπερ καὶ τὰ ἐν ἡμῖν στοιχεῖα πρὸ τῆς ἑνώσεως τέτταρα. ἔπειτα τί διοίσει ἡ δυὰς τῆς μονάδος; ἐπεὶ γὰρ καὶ ἐν
25ἑκάστῃ μονάδι δυάς ἐστιν ἰσασθεῖσα, καὶ ἡ δυὰς αὐτὸ τοῦτο δυὰς εἶναι λέγεται, τί διοίσουσιν ἀλλήλων; ἀλλὰ καὶ ὅτι, φησίν, ἡ μονὰς προτέρα τῆς δυάδος δῆλον· ἀναιρουμένης γὰρ τῆς μονάδος ἀναιρεῖται καὶ ἡ δυάς· τὸ δὲ συναναιροῦν πρότερον τοῦ συναναιρουμένου. ὥστε ἐὰν ἡ μονὰς προ‐ τέρα τῆς αὐτοδυάδος, ἡ δὲ αὐτοδυὰς ἰδέα, καὶ ἡ πρεσβυτέρα αὐτῆς, ἡ
30μονάς, ἰδέα ἐστίν. καὶ γὰρ καὶ οὗτοι τὴν αὐτοτριάδα ἰδέαν λέγοντες τὴν πρεσβυτέραν αὐτῆς, τὴν αὐτοδυάδα, ἰδέαν εἶναι οὐκ ἀποδοκιμάζουσιν, ἀλλὰ καὶ μᾶλλον οὕτως ἔχειν αὐτὴν προσκυνοῦσιν· ἐστὶν οὖν καὶ ἡ μονὰς ἰδέα. ἀλλ’ εἰ τοῦτο, ἐκ τίνος προῆλθεν; οὐ γὰρ δὴ ἐκ τῆς ἀορίστου δυάδος· ἐκείνη γὰρ δυοποιὸς οὖσα καὶ τὰ ἁπλᾶ διπλασιάζει.
35p. 1083b36 Ἔτι ἀνάγκη ἤτοι ἄπειρον τὸν ἀριθμὸν εἶναι ἢ πεπε‐ ρασμένον.
Ἄφυκτος ἡ διαίρεσις· ἀνάγκη γὰρ τὸν εἰδητικὸν ἀριθμὸν ἢ ἄπειρον768
in Metaph
.

769

ἢ πεπερασμένον εἶναι. ἐπειδὴ γὰρ οὐ κατὰ τὴν ἐπ’ ἄπειρον τῆς γενέσεως πρόοδον ὁ ἀριθμὸς ὡς οἱ ἄνθρωποι καὶ τὰ λοιπὰ ζῷα τὰ ἐν γενέσει τὸ εἶναι ἔχει, ἀλλ’ ἅπαξ ἀπὸ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος προελθών, ὡς οὗτοί φασιν, ἐν στάσει καὶ μονῇ καὶ παντελεῖ ἀκινησίᾳ ἵδρυται, ἀναγ‐
5καῖον ἢ ἄπειρον ἐνεργείᾳ εἶναι ἢ πεπερασμένον. εἰ τοίνυν δειχθείη ὡς οὐδέτερον τμῆμα τῆς διαιρέσεως ὑγιαίνει, δῆλον ὅτι ἀριθμὸς εἰδητικὸς ὅλως οὐκ ἔστιν. καὶ ὅτι μὲν ἄπειρος εἶναι οὐκ ἐνδέχεται δείκνυσι συλλογιζό‐ μενος ὧδε. πᾶς ἀριθμὸς ἢ ἄρτιός ἐστιν ἢ περιττός, ὥστε καὶ ὁ εἰδητι‐ κός, εἴπερ ἀριθμός ἐστιν· οὐδὲν ἄπειρον ἢ ἄρτιόν ἐστιν ἢ περιττόν· οὐδεὶς
10ἄρα ἀριθμὸς ἄπειρός ἐστιν. ἐν δευτέρῳ σχήματι ὁ συλλογισμός. τούτων τῶν προτάσεων ἡ μὲν μία ἡ λέγουσα ὅτι οὐδὲν ἄπειρον ἢ ἄρτιόν ἐστιν ἢ περιττὸν δήλη· εἰ γὰρ ἄρτιον ἢ περιττόν ἐστι, πεπερασμένον. τὴν δὲ λοιπὴν τὴν λέγουσαν ὅτι πᾶς ἀριθμὸς ἢ ἄρτιός ἐστιν ἢ περιττός, δείκνυσι λέγων, πᾶσα γένεσις ἀριθμοῦ ἢ ἀρτιάκις ἐστὶν ἀρτία, ἢ ἀρτιοπέρισσος ἢ
15περισσάρτιος, ἢ πρώτη καὶ ἀσύνθετος, ἢ δευτέρα καὶ σύνθετος, ἢ καθ’ ἑαυτὴν μὲν δευτέρα καὶ σύνθετος πρὸς ἄλλον δὲ πρώτη καὶ ἀσύνθετος. πᾶς δὲ τοιοῦτος ἀριθμὸς ἢ ἄρτιος ἢ περισσός. ὁ μὲν γὰρ ἀρτιάκις ἄρτιος καὶ ὁ ἀρτιοπέρισσος καὶ ὁ περισσάρτιος ἄρτιοι· οἱ δὲ λοιποὶ τρεῖς περιττοί. καὶ τὸ συμπέρασμα δῆλον· πᾶς ἄρα ἀριθμὸς ἢ ἄρτιός ἐστιν ἢ περιττός.
20αὐτὸς δὲ τοῦ ἀρτιάκις ἀρτίου μνησθεὶς καὶ τοῦ ἀρτιοπερίσσου καὶ τοῦ πρώ‐ του καὶ ἀσυνθέτου, τοὺς λοιποὺς διὰ βραχυλογίαν παρείασε. καταλέγει οὖν τὴν γένεσιν τοῦ ἀριθμοῦ καὶ πῶς οἱ προειρημένοι γίνονται λέγων ὡδὶ μὲν τοῦ ἑνὸς εἰς τὸν ἄρτιον πίπτοντος, τουτέστι τοῦ μὲν ἑνὸς ἐμπεσόντος τῇ δυάδι γίνεται ὁ τρία, οὗτος δὲ πρῶτός ἐστι καὶ ἀσύνθετος. ὥστε διὰ
25τοῦ ὡδὶ μὲν τοῦ ἑνὸς εἰς τὸν ἄρτιον πίπτοντος τὴν τοῦ πρώτου καὶ ἀσυνθέτου γένεσιν ᾐνίξατο· διὰ δὲ τοῦ ὡδὶ δὲ τῆς μὲν δυάδος ἐμ‐ πιπτούσης ὁ ἀφ’ ἑνὸς διπλασιαζόμενος τῆς τοῦ ἀρτιάκις ἀρτίου γενέσεως μέμνηται. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον. τῆς δυάδος ἐπὶ τὸ ἓν πολλαπλασιασθείσης γίνεται πάλιν ὁ δύο (δὶς γὰρ μία δύο), τῆς δὲ
30δυάδος εἰς ἑαυτὴν ὁ τέτταρα· πάλιν δὲ τῆς αὐτῆς δυάδος εἰς τὸν τέτταρα ὁ ὀκτώ, εἰς δὲ τὸν ὀκτὼ ὁ ἑκκαίδεκα· καὶ ὁμοίως ὁδεύουσα τὸν ἀρτιάκις ἄρτιον γεννᾷ· τοῦτον γὰρ εἶπεν ἀφ’ ἑνὸς διπλασιαζόμενον. πάντες γάρ, ἡ δυάς, ἡ τετράς, ὁ ὀκτώ, ὁ ἑκκαίδεκα, ὁ τριάκοντα δύο καὶ οἱ λοιποὶ εἰς ἕνα τὴν δυάδα διπλασιαζόμενοι τοὺς ἐφεξῆς καὶ συνεχεῖς ἀρτιάκις ἀρτίους
35γεννῶσι. διὰ δὲ τοῦ ὡδὶ δὲ τῶν περιττῶν ὁ ἄλλος ἄρτιος τοῦ ἀρ‐ τιοπερίσσου τὴν γένεσιν ὑπεμφαίνει· λέγει δὲ τῷ δὲ τρία καὶ τοῖς ἄλλοις
ἀπὸ μονάδος περιττοῖς πολλαπλασιαζομένη ἡ δυὰς τὸν ἀρτιοπέρισσον ἀπο‐769
in Metaph
.

770

γεννᾷ. ὥστε εἰ πᾶσα γένεσις ἀριθμοῦ ἢ ἀρτιοπέρισσος ἢ ἄλλη τις τῶν ἀπηριθμημένων οὖσα ἢ ἀρτία ἢ περισσή ἐστιν, οὗτοι δὲ πεπερασμένοι, γεγόνασι δὲ καὶ οἱ εἰδητικοὶ ἀριθμοί, ἀνάγκη πᾶσα κἀκείνους ἢ ἀρτίους εἶναι ἢ περισσούς, ταὐτὸν δὲ εἰπεῖν πεπερασμένους. ἄλλως τε, φησίν, εἰ
5οἱ ἀριθμοὶ ἰδέαι, πᾶσα δὲ ἰδέα τινός ἐστιν, εἰ ἔστιν ὁ εἰδητικὸς ἀριθμὸς ἄπειρος, ἔσται καὶ ἄπειρόν τι, ἵν’ ἐκείνου εἴη τὸ εἰδητικὸν ἄπειρον ἰδέα, καὶ τοῦτο ἢ αἰσθητὸν ἢ ἄλλο τι. καίτοι οὔτε κατὰ λόγον ἐνδέχεται ἄπει‐ ρόν τι εἶναι, ὡς πολλαχοῦ δέδεικται, οὔτε κατὰ τὴν αὐτῶν θέσιν τε καὶ δόξαν. μέχρι γὰρ δεκάδος αὐτοῖς ἡ τῶν εἰδῶν πρόοδος· τοῦτο γὰρ ἐμή‐
10νυσε διὰ τοῦ τάττουσι δὲ οὕτω τὰς ἰδέας. p. 1084a10 Εἰ δὲ πεπερασμένος, μέχρι πόσου· τοῦτο γὰρ δεῖ λέγεσθαι. Δείξας ὅτι ἀδύνατον ἄπειρον εἶναι τὸν εἰδητικὸν ἀριθμόν, δείκνυσιν ὅτι οὐδὲ πεπερασμένον οἷόν τε αὐτὸν εἶναι, ὥστε ὅλως οὐκ ἔστιν. εἰ γάρ ἐστι
15πεπερασμένος, λεγέτωσαν μὴ μόνον οὕτως ἁπλῶς καὶ χωρὶς αἰτίας ὅτι πεντήκοντα ἢ ἑκατὸν ἢ ἄλλος ὁστισοῦν ἀριθμός, ἀλλὰ καὶ τὴν αἰτίαν προστιθέτωσαν διὰ τί τοσοῦτοι καὶ οὐ πλείονες ἢ ἐλάττονες. εἰ δὲ μέχρι τῆς δεκάδος καὶ ὁ εἰδητικὸς καὶ ὁ μαθηματικός (μέχρι γὰρ αὐτῆς ἀνιόντες, φασί, πάλιν ἀνακάμπτομεν ἐπὶ τὸ ἓν καὶ τὰ δύο, ἕνδεκα λέγοντες καὶ δυο‐
20καίδεκα καὶ ἑξῆς), εἰ δὴ μέχρι τῆς δεκάδος ὁ ἀριθμός, ἐπιλείψουσι τὰ εἴδη καὶ ἔσονται ζῷα ὧν εἴδη οὐκ ἔσται. εἰ γάρ ἐστιν ἡ αὐτοτριὰς εἶδος τὸ ἀνθρώπου, ὁ αὐτοΐππος ἔσται τις τῶν ἐντὸς τῆς δεκάδος ἀριθμῶν ἢ αὐτοτετρὰς ἢ ἄλλος τις. ἐπεὶ γὰρ αὐτοέκαστος ἀριθμός, τουτέστιν ὁ εἰδητικὸς ἀριθμός, μέχρι δεκάδος, ἔστι δὲ ὁ αὐτοάνθρωπος ἡ αὐτο‐
25τριάς, ἀνάγκη δὴ τὸν αὐτοΐππον τινὰ εἶναι τῶν ἐν τούτοις ἀριθμῶν, τουτ‐ έστι τινὰ τῶν ἐν τούτοις τοῖς εἰδητικοῖς ἀριθμοῖς συγκατατεταγμένων ἀριθμῶν, οἵτινες ἐντός εἰσι τῆς δεκάδος· ἅπαντες γὰρ οἱ ἐντὸς τῆς δεκά‐ δος οὐσίαι κατ’ αὐτοὺς καὶ ἰδέαι. ὥστε ἐπιλείψουσιν αἱ ἰδέαι καὶ πολλῷ ἐλάττους ἔσονται τῶν ἐνταῦθα ζῴων, ὅσῳ τὰ ἐνταῦθα ζῷα ὑπερεκπίπτει
30τὴν δεκάδα. ἄλλως τε εἰ ἔστιν ἡ αὐτοτριὰς ὁ αὐτοάνθρωπος καὶ αἱ ἄλλαι τριάδες τῆς αὐτοεξάδος καὶ τῶν λοιπῶν αὐτοάνθρωποι ἔσονται· ὅμοιαι γὰρ αἱ ἐν τῇ αὐτοεξάδι τριάδες ἀλλήλαις. ὥστε ἄπειροι ἔσονται ἄνθρω‐ ποι, καὶ εἰ μὲν πᾶσαι αἱ τριάδες ἰδέαι, αὐτοάνθρωποι ἄπειροι, εἰ δὲ ἡ μὲν αὐτοτριὰς ἰδέα, αἱ δὲ ἐν τῇ αὐτοεξάδι καὶ αἱ ἄλλαι οὐκ ἰδέαι, αὐτο‐
35άνθρωποι μὲν πολλοὶ οὐκ ἔσονται, ἄνθρωποι δὲ ἕτεροι παρὰ τὸν αὐτο‐ άνθρωπον καὶ τοὺς αἰσθητοὺς ἀνθρώπους. ἀλλὰ κἂν εἰ ἔστιν ὁ ἐλάττων ἀριθμὸς μέρος τοῦ μείζονος ἀριθμοῦ, συμβληταὶ δὲ καὶ αἱ ἐν τῷ αὐτῷ
ἀριθμῷ μονάδες, ἐπειδὴ ἐν τῇ αὐτοτετράδι τέσσαρές εἰσι μονάδες καὶ συμ‐770
in Metaph
.

771

βληταὶ ἀλλήλαις, εἰ ἔστιν ἡ αὐτοτετρὰς ὁ αὐτοΐππος ἢ τὸ αὐτολευκόν, ὁ δὲ αὐτοάνθρωπος ἡ αὐτοδυάς, ἐστὶ δὲ ἐν τῇ αὐτοτετράδι τῷ αὐτοΐππῳ δυάς, ἔσται ὁ αὐτοάνθρωπος μέρος τοῦ ἵππου, εἰ δυὰς ὁ ἄνθρωπος. Ταῦτα εἰπὼν ἐπάγει ἄτοπον δὲ καὶ τὸ τῆς μὲν δεκάδος εἶναι
5ἰδέαν, ἑνδεκάδος δὲ μ, μηδὲ τῶν ἐχομένων ἀριθμῶν, ὃ ἴσον ἐστὶ τῷ ἄτοπον μὲν αὐτοδεκάδα εἶναι, αὐτοενδεκάδα δὲ καὶ αὐτοδωδεκάδα καὶ ἐφεξῆς μὴ εἶναι. ὅλως δὲ ἐπειδὴ πολλὰ ἔστι καὶ γίνεται ὧν εἴδη οὔκ εἰσιν, ὡς αὐτοί φασιν, γενήσεται καὶ ἄνθρωπος καὶ ἰδέας αὐτοῦ μὴ οὔσης καὶ ἵππος καὶ βοῦς καὶ τἆλλα πάντα, καὶ οὐκ ἔστι τὰ εἴδη αἴτια.
10p. 1084a29 Ἔτι ἄτοπον εἰ ὁ ἀριθμὸς μέχρι τῆς δεκάδος μᾶλλόν τι ὂν καὶ εἶδος αὐτῆς τῆς δεκάδος. Ἐλλιπῶς ἀπήγγελται· ἦν δ’ ἂν τὸ τῆς λέξεως τέλειον, εἰ οὕτω πως ἦν γεγραμμένον ‘ἔτι ἄτοπον εἰ ὁ ἀριθμὸς μέχρι τῆς δεκάδος, καὶ ταῦτα τὸ ἓν κατ’ αὐτοὺς μᾶλλόν τι ὂν καὶ εἶδος τῆς δεκάδοσ‘· ὥστε λείπει τὸ
15καὶ ταῦτα ἓν κατ’ αὐτοὺς καὶ ἀγέννητον. τὸ γὰρ ἓν ᾗ ἓν οὗτοί φασιν ἀγέννητον, ἡ δὲ δεκὰς γέγονεν· ὥστε εἰ τὸ ἓν καὶ εἶδος τῆς δεκάδος ἐστὶ καὶ ἀγέννητον, ἡ δὲ δεκὰς γέγονεν, ἔσται καὶ ἑνδεκὰς ὡς ἐξ εἴδους μὲν τοῦ ἑνός, ὕλης δὲ τῆς δεκάδος. εὐλόγως δὲ τὸ ἓν μᾶλλόν τι εἴρηκε· τὸ γὰρ εἶδος μᾶλλον τι καὶ τόδε τί ἐστιν ἤπερ ἡ ὕλη. ἀλλ’ οὗτοι, φησί,
20μέχρι τῆς δεκάδος πειρῶνται τὴν γένεσιν τοῖς ἀριθμοῖς ποιεῖν, ὡς ὑστάτης τελειότητος οὔσης τῆς δεκάδος, τὰ δ’ ἄλλα ἐντὸς αὐτῆς γεννῶσι καὶ θεω‐ ροῦσι καὶ τίθενται, οἷον παράδειγμα κενοῦ, παράδειγμα ἀναλογιῶν, παρά‐ δειγμα περιττοῦ. τὴν μὲν γὰρ μεταξὺ τῶν ἀρτίων χώραν τετράδος ἑξάδος καὶ τῶν ὁμοίων, ὁμοίως καὶ τὴν τῶν περιττῶν, εἰκόνα φέρειν ἔλεγον καὶ
25παράδειγμα τοῦ κενοῦ. εἶναι γὰρ κενὸν ἐτίθεντο ἔξω τοῦ οὐρανοῦ οἱ Πυθα‐ γόρειοι καὶ ἀναπνεόμενον ὑπὸ τοῦ παντὸς ἐπεισιέναι καὶ διακρίνειν ἀπ’ ἀλλήλων τὰ τῇδε, ὡς ἐν τῇ Φυσικῇ εἴρηται ἀκροάσει. ἀλλὰ ῥητέον ὅπως τὰς μεταξὺ τῶν ἀρτίων χώρας κενὰς καὶ μὴ ἀναπεπληρωμένας ὑπὸ τῶν περιττῶν ἔλεγον. ἐπειδὴ γάρ, φασίν, ἡ ἀόριστος δυὰς ὡς δυοποιὸς
30μετὰ τῆς αὐτοδυάδος τοὺς ἀρτίους γεγέννηκεν, ἀναγκαῖον αὐτοὺς καθ’ αὑ‐ τοὺς εἶναι χωρὶς τῶν περιττῶν, καὶ ἀμήχανον ὅλως ἐστὶ διὰ τοῦτο περιττὸν εὑρεθῆναι μεταξὺ δύο ἀρτίων κείμενον. εἰ δὲ τοῦτο, ἀναγκαῖον κενὰς εἶναι τὰς μεταξὺ χώρας αὐτῶν. πάλιν ἐπεὶ τὸ ἀρχικὸν ἓν μετὰ τῆς ἀορίστου δυάδος πεποίηκε τοὺς περιττούς, τὸν τρία τὸν πέντε τὸν ἑπτὰ τοὺς ὁμοίους,
35ἔσονται καὶ οὗτοι καθ’ αὑτοὺς χωρὶς τῶν ἀρτίων, κενὰς καὶ οὗτοι ἔχοντες τὰς μεταξὺ χώρας αὐτῶν. καὶ ἐπεὶ οὐδὲν ἐν ἐκείνοις μάτην ἐστὶν ὅπου οὐδ’ ἐνταῦθα, ἔνθα ὁ τῆς κακίας ἐστὶ πόντος, οὐκ ἂν εἴη τὸ ἐν ἐκείνοις
κενὸν μάτην, ἀλλ’ εἰκὼν ἔσται καὶ παράδειγμα κενοῦ. τὴν μὲν οὖν μεταξὺ771
in Metaph
.

772

τῶν εἰδητικῶν ἀριθμῶν τῶν τε ἀρτίων τῶν τε περιττῶν χώραν οὕτως ἔλεγον καὶ διὰ ταῦτα κενὴν καὶ φέρειν εἰκόνα ἄλλου κενοῦ. τὴν δὲ δυάδα καὶ τετράδα καὶ ὀκτάδα παράδειγμα φέρειν τῆς ἀριθμητικῆς ἀναλογίας, δυάδα δὲ καὶ τριάδα καὶ ἑξάδα καὶ ἐννάδα τῆς γεωμετρικῆς, καὶ αὐτὰς
5τετράδας καὶ αὐτὰς ἑξάδας ἔλεγον ἀναλογίας. ἀλλὰ τὴν μὲν τετράδα φέρε εἰπεῖν αὐτοΐππον ἔλεγον καὶ τὴν ἑξάδα αὐτοβοῦν, τὸν δὲ λόγον τῆς ἑξάδος πρὸς τὴν τετράδα εἰκόνα καὶ παράδειγμα εἶναι τῆς ἀναλογίας. ταῦτα μὲν οὕτως. τὸ δὲ ἐντὸς τῆς δεκάδος ἓν εἰκόνα φέρειν τοῦ περιττοῦ λέγοντες ἔφασκον, ὅτι τὸ ἕν ἐστι τὸ περιττὸν ἤτοι ἡ εἰκὼν τοῦ περιττοῦ, καὶ τὸ
10εἰδοποιοῦν αὐτὸ τὸ ἕν ἐστιν. ἀλλὰ ταῦτα μὲν τούτοις, τὰ δ’ ἄλλα πάντα, οἷον κίνησιν στάσιν ἀγαθὸν κακὸν τὰ ὅμοια ταῖς ἀρχαῖς ἀπεδίδοσαν τῇ μονάδι καὶ δυάδι, στάσιν μὲν καὶ τὸ ἀγαθὸν τῇ μονάδι, κίνησιν δὲ καὶ τὸ κακὸν τῇ δυάδι. τὸ δὲ εἰ γὰρ ἐν τῇ τριάδι, πῶς ἡ πεντὰς περιττόν; πάνυ βραχέως καὶ ἐλλιπῶς καὶ διὰ τοῦτο λίαν ἀσαφῶς εἴρηται.
15ἀναγνωστέον δὲ αὐτὸ ὑπερβατῶς οὕτως ‘εἰ γὰρ ἐν τῇ τριάδι τὸ περιττόν, πῶς ἡ πεντάσ‘; καὶ εἴη ἂν τὸ λεγόμενον τοιοῦτον· εἰ γὰρ ἐν τῇ τριάδι τὸ ἓν τὸ περιττόν, ἤτοι εἰ διὰ τὸ ἓν ἡ τριὰς τὸ εἶναι τριὰς ἔχει, καὶ αὐτό ἐστι τὸ εἰδοποιοῦν αὐτήν, εἰ οὖν τῇ τριάδι τὸ εἶναι τριάδι τὸ ἕν ἐστι τὸ διδόν, πῶς οὐχὶ καὶ διὰ τὴν τριάδα ἡ πεντὰς καὶ πᾶς ὁ περιττὸς ἀριθμὸς τὸ εἶναι πεντὰς
20ἕξει καὶ ἑπτὰς καὶ οἱ λοιποί, ὥσπερ ὁ ἄρτιος πᾶς διὰ τὴν δυάδα; ἀναγ‐ καῖον γὰρ τὴν δυάδα ἀρχὴν οὖσαν τῶν ἀρτίων καὶ τὴν τριάδα εἶναι τῶν περιττῶν. ἔτι τὰ μεγέθη καὶ ὅσα τοιαῦτα μέχρι πόσου. ἔτι, φησί, καὶ ἐκ τῶν μεγεθῶν δεικνύειν ἐπειρῶντο ὅτι μέχρι τῆς δεκάδος (ταύτης γάρ ἐστι δηλωτικὸν τὸ μέχρι πόσου) προάγειν χρὴ τὸν ἀριθμόν· ἔλεγον
25γὰρ ὅτι ἡ μονὰς ποιεῖ τὸ σημεῖον, ὅπερ οὗτος ἄτομον καλεῖ γραμμήν, ἡ δυὰς τὴν γραμμήν, ἡ τριὰς τὸ ἐπίπεδον, ἡ τετρὰς τὸ σῶμα, καὶ τούτοις ἀρκεῖται τὸ πᾶν· ὥστε εἰ ταῦτα τῆς δεκάδος οὐσία (συντεθέντα γὰρ ἀπο‐ τελεῖ τὴν δεκάδα), τὸ πᾶν ἀρκεῖται τῇ δεκάδι. p. 1084b2 Ἔτι εἰ ἔστι χωριστὸς ὁ ἀριθμός, ἀπορήσειεν ἄν τις.
30 Ὃ διὰ τούτων ζητεῖ καὶ λύει τοιοῦτόν τί ἐστιν. εἰ ἔστιν, ὥς φασιν, ὁ ἀριθμὸς χωριστὸς καὶ καθ’ αὑτόν, ἀπορήσειεν ἄν τις πότερον τὸ ἕν ἐστι πρότερον ἢ ἡ τριὰς καὶ ἡ δυάς· καὶ λύει λέγων ὅτι καθὸ μὲν ἐκ μονάδων ἐστὶ πᾶς ἀριθμός, ἡ μονάς ἐστι πρότερον, ὥσπερ καὶ τὰ τέτταρα στοιχεῖα πῦρ ἀὴρ καὶ τὰ ἐφεξῆς τῶν ἐξ αὐτῶν σωμάτων· καθὸ
35δὲ πάλιν τὸ καθόλου καὶ τὸ εἶδος πρότερόν ἐστι τῶν ὑπὸ τὸ εἶδος, καὶ ἔστιν ὁ ἀριθμὸς εἶδος, ἡ δὲ μονὰς ὕλη, ὑστέρα τοῦ ἀριθμοῦ. καὶ
σαφηνίζει ὅπως ἡ μονὰς τῇ μὲν γενέσει προτέρα τῆς τριάδος καὶ ὅλως772
in Metaph
.

773

τοῦ ἀριθμοῦ, τῷ λόγῳ δὲ καὶ τῇ οὐσίᾳ ὑστέρα δι’ ὑποδείγματος. ἡ γὰρ ὀρθ, φησί, προτέρα τῆς ὀξείας ὅτι ὥρισται· τῇ γὰρ ὑπερβολῇ αὐτῆς καὶ τῇ ἐλλείψει ἡ ἀμβλεῖα καὶ ἡ ὀξεῖα κρίνεται· ἐστὶ γὰρ ἡ ἀμβλεῖα γωνία ἡ μείζων ὀρθῆς καὶ ὀξεῖα ἡ ἐλάττων ὀρθῆς, ὥστε ὅρος καὶ κανὼν
5καὶ μέτρον τῆς τε ἀμβλείας καὶ τῆς ὀξείας. ἄλλως τε δὲ ἐπεὶ ἀμβλεῖαν ἀμβλείας μείζονα καὶ ἐλάττονα δυνάμεθα λαβεῖν καὶ ὀξεῖαν ὀξείας, ὀρθὴν δὲ ἥττονα καὶ ἐλάττονα οὐδαμῶς (ἡ γὰρ ὀρθὴ ᾗ ὀρθὴ ἀνεπίδεκτός ἐστιν ὑπερβολῆς τινος καὶ ἐλλείψεως), κἂν οὕτως ὥρισται ἡ ὀρθή. οὐ μόνον οὖν ἡ ὀρθὴ τῆς ὀξείας τῷ ὡρισμένῳ ἐστὶ προτέρα, ἀλλὰ καὶ τῷ λόγ,
10φησίν· ἔνεστι γὰρ ἐν τῷ τῆς ὀξείας λόγῳ ἡ ὀρθή· ὀξεῖα γάρ ἐστι γωνία ἡ ἐλάττων ὀρθῆς. οὕτω μὲν οὖν καὶ διὰ ταῦτα προτέρα ἡ ὀρθὴ τῆς ὀξείας, τρόπον δέ τινα ἄλλον ἡ ὀξεῖα τῆς ὀρθῆς, τῇ γενέσει. τὰ γὰρ μέρη τῇ γενέσει πρότερα τῶν ὅλων, ἡ δ’ ὀξεῖα μέρος τῆς ὀρθῆς· διαιρεῖται γὰρ εἰς αὐτήν. ὅτι δὲ τὰ μέρη πρότερα τοῦ ὅλου τῇ γενέσει δῆλον. τούτων γὰρ
15πρότερον γενομένων ἐπιγίνεται αὐτοῖς τὸ εἶδος, καὶ ἔνεισιν ἐν τῷ ὅλῳ, ὡς δυναμένῳ τῷ ὅλῳ εἰς αὐτὰ διαιρεθῆναι· ὥστε, φησίν, ὡς μὲν ὕλη ἡ ὀξεῖα τῆς ὀρθῆς· τὰ γὰρ μέρη ὕλη τοῦ ὅλου καὶ προγίνονται τοῦ ὅλου, ἐπιγίνεται δ’ αὐτοῖς αὐτό. ἀλλὰ καὶ τὸ στοιχεῖον τοῦ ἐξ αὐτοῦ ὕλη καὶ ἡ μονὰς τοῦ ἀριθμοῦ. ὡς μὲν δὴ ὗλαι προτέρα καὶ ἡ ὀξεῖα τῆς
20ὀρθῆς καὶ τὸ στοιχεῖον τοῦ ἐξ αὐτοῦ καὶ ἡ μονὰς τοῦ ἀριθμοῦ, τῷ εἴδει δὲ καὶ τῷ λόγῳ καὶ τῇ φύσει προτέρα ἡ ὀρθὴ τῆς ὀξείας· ἡ γὰρ φύσις τοῦ ὅλου στοχαζομένη καὶ τοῦτο οἷον σκοπὸν ἔχουσα πρὸς αὐτὸ πάντα ὅσα ποιεῖ, δημιουργεῖ. ὡς οὖν ἡ ὀρθὴ τῷ εἴδει καὶ τῇ φύσει προ‐ τέρα τῆς ὀξείας, οὕτω καὶ ὁ ἀριθμὸς τῆς μονάδος· διὰ γὰρ τὸν ἀριθμὸν
25καὶ αἱ μονάδες. ἀλλὰ καὶ τὸ ὅλον, φησί, τὸ ἐξ ὕλης καὶ εἴδους πρότερον τῷ λόγῳ τῆς οἰκείας ὕλης. καὶ κατασκευάζει τοῦτο λέγων ἐγγύ‐ τερον τοῦ εἴδους καὶ οὗ ὁ λόγος τὸ ἄμφω, τουτέστι μᾶλλον ἐγγίζει καὶ πλησιαίτερόν ἐστι τῷ εἴδει τὸ σύνθετον ἤπερ ἡ ὕλη· μακρότερον γὰρ ἀφίσταται ἡ ὕλη ὡς ἄκοσμος τοῦ εἴδους ἤπερ τὸ σύνθετον, τὸ δὲ μᾶλλον
30ἐγγίζον καὶ πλησιάζον τῷ προτέρῳ πρότερον. τὸ ἄμφω οὖν, ἤτοι τὸ συναμφότερον τὸ ἐξ ὕλης καὶ εἴδους, ἐγγύτερόν ἐστι τοῦ εἴδους καὶ οὗ ὁ λόγος· τοῦ γὰρ εἴδους ἐστὶν ὁ λόγος καὶ ὁ ὁρισμὸς ἀλλ’ οὐ τῆς ὕλης, οὐδὲ τοῦ συναμφοτέρου. ὡς μὲν δὴ ἐγγύτερον τὸ σύνθετον τῷ εἴδει πρότερον τῆς ὕλης, τῇ δὲ γενέσει ὕστερον. προϋπαρχούσης γὰρ τῆς
35ὕλης ἐξ αὐτῆς καὶ τοῦ ἐπιγινομένου αὐτῇ εἴδους γίνεται τὸ σύνθετον. δεί‐ ξας οὖν πῶς ἡ ὀξεῖα καὶ ἡ μονὰς ἡ μὲν τῆς ὀρθῆς προτέρα καὶ ὑστέρα ἡ δὲ μονὰς τοῦ ἀριθμοῦ, ἐρωτᾷ κατὰ ποῖον δὴ τῶν εἰρημένων τρόπων τὸ ἀρχικὸν ἓν ἀρχὴ καὶ πρότερόν ἐστι, καὶ ἐρωτήσας ἀποκρίνεται λέγων διότι
οὐ διαιρετόν. ἀλλ’ ἀδιαίρετον καὶ τὸ καθόλου ἕν, ἤτοι τὸ περι‐773
in Metaph
.

774

ληπτικὸν πολλῶν καὶ ὡς εἶδος ὄν, καὶ τὸ συγκατατεταγμένον τοῖς καθ’ ἕκαστα· τοῦτο γὰρ ἐπὶ μέρους ἓν εἶπεν. διότι οὖν ἀδιαίρετόν ἐστιν ἀρχὴν αὐτό φασι· τὸ δὲ ἀλλὰ τρόπον ἄλλον αὐτὸς ἐπήγαγεν, οὐχ ὡς ἐκείνων τοῦτο λεγόντων, ἀλλ’ ἑρμηνεύων ὅπως τὸ καθόλου καὶ τὸ ἐπὶ μέ‐
5ρους ἀδιαίρετον, δυνάμει λέγων ὅτι ἐκεῖνοι μὲν οὐκ εἶπον ὅπως ἀδιαί‐ ρετον καὶ τὸ καθόλου καὶ τὸ ἐπὶ μέρους, ἐγὼ δέ φημι ὅτι ἄλλον μὲν τρόπον τὸ καθόλου ἐστὶν ἀδιαίρετον καὶ ἄλλον τὸ ἐπὶ μέρους. τὸ μὲν γὰρ καθόλου κατὰ λόγον ἐστὶν ἀδιαίρετον· οὐ γὰρ διαιρεῖται τὸ ζῷον πεζὸν δίπουν εἰς ἄλλους λόγους καὶ εἴδη, ὡς τὸ ζῷον εἰς ἄνθρωπον καὶ ἵππον·
10τὸ δὲ ἐπὶ μέρους κατὰ χρόνον ἀδιαίρετον· οὐ γὰρ πρότερον τὸ ἐν ἐμοὶ εἶδος τῷ χρόνῳ ἐμοῦ, ἵνα διαιρῆται ὁ χρόνος εἰς πρότερον μέν, καθ’ ὃν τὸ ἐμὸν εἶδος ἦν μήπω ἐμοῦ ὄντος, καὶ ὕστερον, καθ’ ὃν ἐγώ, ἀλλ’ ἅμα τῷ γενέσθαι τὸ ἐμὸν εἶδος (γέγονε δ’ ἐν ἀτόμῳ νῦν) κἀγὼ ἦν. ὥστε ἐν ἀδιαιρέτῳ τῷ νῦν ἐγώ τε καὶ τὸ ἐμὸν εἶδος· οὐδὲν γὰρ ἄλλο εἰμὶ ἐγὼ ἢ
15τὸ ἐμὸν εἶδος γέγονα. σαφηνίσας οὖν οὕτως ὅπως τὸ καθόλου ἐστὶν ἀδιαί‐ ρετον καὶ τὸ ἐκ μέρους, πάλιν ἐρωτᾷ ποτέρως οὖν τὸ ἓν ἀρχὴ καὶ πρότερον; ἆρα ὡς ἡ ὀξεῖα ἢ ἡ ὀρθή; καὶ ἐρωτήσας πάλιν ὑπομιμνήσκει ἡμᾶς τῶν περὶ τῆς ὀρθῆς καὶ ὀξείας λέγων· ὥσπερ γάρ, φησίν, εἴρηται ὅτι ἡ ὀρθή, ἡ αὐτὴ καὶ μία, καὶ προτέρα καὶ ὑστέρα ἐστὶ τῆς ὀξείας,
20ὁμοίως καὶ ἡ ὀξεῖα, ἡ αὐτὴ καὶ μία (τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἑκα‐ τέρα μία), προτέρα καὶ ὑστέρα τῆς ὀρθῆς, τῷ μὲν λόγῳ ὑστέρα τῇ δὲ γενέσει προτέρα (πρότερα γὰρ τὰ μέρη τῇ γενέσει τοῦ ὅλου), ὥσπερ οὖν ἐπὶ τούτων εἴρηται, καὶ προσυπακουστέον τοῦ ἀνάγκη καὶ ἐπὶ τῶν ἀριθμῶν οὕτως ἔχειν· εἰ δὲ τοῦτο, συμβαίνει αὐτοῖς ἀμφοτέρως τὸ ἓν ἀρχὴν ποιεῖν
25καὶ πρῶτον, καὶ ὡς ὕλην καὶ ὡς εἶδος. ἐπειδὴ γὰρ αὐτὸ πρότερον πάν‐ των φασὶ καὶ εἰδικὴν ἀρχήν, κατὰ τοῦτο πρότερον ἔσται, ᾗ δὲ εἶδος μὲν ἡ δυὰς ἡ τριὰς καὶ ἁπλῶς πᾶς ἀριθμός, ὕλη δὲ αὐτῶν αἱ ἑνάδες, ταύτῃ ὕστερον τὸ ἓν τοῦ ἀριθμοῦ. ἀλλ’ ἀδύνατον τὸ αὐτὸ ἓν τοῦ αὐτοῦ καὶ ἑνὸς καὶ ὕλην εἶναι καὶ εἶδος.
30p. 1084b20 Ἔστι γάρ πως ἓν ἑκάτερον τῇ μὲν ἀληθείᾳ δυνάμει. Ἀσαφῶς καὶ τὰ προρρηθέντα καὶ τὰ νῦν λεγόμενα ἀπήγγελται· δοκεῖ γὰρ τὸ ἔστι γάρ πως ἓν ἑκάτερον διὰ τὸν γάρ σύνδεσμον ὅτι κατα‐ σκευαστικόν ἐστί τινος τῶν πρὸ αὐτοῦ· οὐκ ἔστι δὲ ἀλλὰ μηνυτικὸν τοῦ πῶς ἔχουσιν αἱ μονάδες ἐν τοῖς ἀριθμοῖς τὸ εἶναι. καὶ ἦν ἂν σαφὴς ἡ
35λέξις εἰ οὕτω πῶς ἦν γεγραμμένη ‘δεῖ δὲ μὴ λανθάνειν ὅπως ἑκάτερον ἓν καὶ ἑκατέρα μονὰς ἔχουσιν ἐν τῇ δυάδι καὶ ἐν τῇ τριάδι καὶ ἐν τοῖς λοι‐
ποῖς ἀριθμοῖσ‘. καὶ τὸ μὲν ἑκάτερον ἓν ἐπὶ τῶν τῆς δυάδος λέγει μονά‐774
in Metaph
.

775

δων, τὸ δὲ λεγόμενον τοιοῦτον ἂν εἴη· καθ’ ἑαυτὴν ἀποληφθεῖσα τούτων τῶν τῆς δυάδος μονάδων ἑκατέρα δυνάμει μέν ἐστι κατὰ ἀλήθειαν, ἀλλ’ οὐκ ἐνεργείᾳ· εἰ γὰρ μή ἐστι σωρὸς μονάδων ὁ ἀριθμός, ἀλλ’ ἕκαστος ἐξ ὑποκειμένων μέν ἐστι τῶν τοσῶνδε μονάδων, ἐξ ἄλλων μέντοι καὶ ἄλλων
5(ἀσύμβλητοι γὰρ αἱ τῆς δυάδος πρὸς τὰς τῆς τριάδος κατ’ αὐτοὺς μονάδες μονάδας), κατὰ τὸ εἶδος δὲ συνέστηκε τὸ ἑαυτοῦ, οὐκ ἂν εἴη ἡ ἐν τῇ δυάδι μονὰς ἐνεργείᾳ, ὡς οὗτοι βούλονται, ἀλλὰ δυνάμει (δυνάμει γὰρ τὰ μόρια), πρὶν ἂν κοσμηθῇ τῷ εἴδει τῷ οἰκείῳ. αἰνίττεται δὲ διὰ τούτων ὅτι τὸ δυνάμει οὐ γενέσει μόνῃ καὶ χρόνῳ τοῦ ἐνεργείᾳ καὶ εἰδοπεποιημένου προ‐
10τιθέασιν, ἀλλὰ καὶ λόγῳ καὶ οὐσίᾳ. p. 1084b23 Αἴτιον δὲ τῆς συμβαινούσης ἁμαρτίας ὅτι ἅμα ἐκ τῶν μαθημάτων ἐθήρευον καὶ τῶν λόγων τῶν καθόλου. Τοῦ τὰ τοιαῦτα ἁμαρτάνειν καὶ εἶδος τοῦ αὐτοῦ καὶ ἑνὸς ἀριθμοῦ λέγειν τὴν μονάδα καὶ ὕλην, καὶ προτέραν καὶ ὑστέραν, καὶ τὰ λοιπὰ ὅσα
15ἁμαρτάνειν αὐτοὺς ἔδειξεν, αἴτιον, φησίν, ἐστὶ τὸ ἐκ τῶν μαθημάτων καὶ τῶν καθόλου λόγων ζητεῖν καὶ θηρεύειν τὰ πράγματα. καθόλου δὲ λόγους εἶπε τὰ μαθήματα, ὅτι οὐ τοῦ μερικοῦ τριγώνου τὰ συμπτώ‐ ματα ὁ μαθηματικὸς θεωρεῖ, οὐδὲ τοῦ μερικοῦ κύβου ἢ τοῦδε τοῦ ἀριθμοῦ, ἀλλὰ τῶν καθόλου· παντὸς γάρ, φησί, τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν
20ὀρθαῖς ἴσαι εἰσίν, καὶ πᾶς ἄρτιος ἀριθμὸς εἰς δύο ἴσα καὶ εἰς δύο ἄνισα διαιρεῖται, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. καθόλου μὲν οὖν διὰ τοῦτο εἶπε τὰ μαθήματα. ἀλλὰ καὶ λόγους δι’ αὐτὸ τοῦτο· οὐδὲν γὰρ τῶν καθόλου ἐν ὑπάρξει ἐστὶ καὶ πρᾶγμά τι, ἀλλὰ λόγος. ἐκ τῶν τοιούτων οὖν τὰς τῶν πραγμάτων ἐθήρευον ἀρχάς· διὰ γὰρ τὸ τὴν μονάδα ἀρχὴν εἶναι τῶν
25μαθηματικῶν ἀριθμῶν, ὅθεν τὸ αὐτοὲν καὶ εἰδητικοὺς ἀριθμοὺς καὶ τἆλλα πάντα ὅσα λέγειν αὐτοῖς συνέβη, ἐκάλουν τὴν ἀρχικὴν οὗτοι μονάδα οἷον στιγμήν· τὴν γὰρ μονάδα μηδενὶ ἄλλῳ διαφέρειν στιγμῆς ἢ τῷ μὴ κεῖ‐ σθαί που ἔλεγον. ὥσπερ οὖν, φησίν, οἱ περὶ Δημόκριτον ἐκ τῶν ἐλαχί‐ στων καὶ ἀτόμων σωμάτων τὰ πράγματα συνετίθουν, οὕτως καὶ οὗτοι ἐκ
30τῆς ἀμεροῦς μονάδος καὶ τῆς ἀορίστου δυάδος ἢ τῆς στιγμῆς καὶ τοῦ πλήθους. ὥστε συμβαίνει αὐτοῖς ἐξ ὧν λέγουσι τὴν μονάδα ὕλην εἶναι τῶν ἀριθμῶν, εἴ γε ἐκ μονάδων ὡς ἐξ ὕλης ὁ ἀριθμός, καὶ προτέραν τῆς δυάδος καὶ πάλιν ὑστέραν. ᾗ μὲν γὰρ ἀρχικὴ καὶ εἰδοποιὸς κατ’ αὐτοὺς ἡ μονάς, ταύτῃ προτέραν αὐτὴν ἀνάγκη τῆς δυάδος εἶναι· ᾗ δὲ πάλιν
35ὅλον τι καὶ εἶδός ἐστιν ἡ δυάς, ὕλη δὲ αὐτῆς ἡ μονάς, ταύτῃ ὑστέρα τῆς δυάδος. τὸ δὲ διὰ τὸ καθόλου ζητεῖν τὸ κατηγορούμενον ἓν
καὶ οὕτως ὡς μέρος ἔλεγον ἴσον ἐστὶ τῷ συμβαίνει αὐτοῖς τὸ ἓν καθό‐775
in Metaph
.

776

λου τε λέγειν καὶ μέρος· καθὸ μὲν γὰρ τὸ ἓν περιληπτικὸν ἔλεγον πάν‐ των τῶν ἀριθμῶν, ταύτῃ καὶ καθόλου αὐτὸ ἀπεφαίνοντο· ᾗ δὲ πάλιν μέ‐ ρος ἐστὶ τῆς δυάδος, οὐκ ἔστι καθόλου ἀλλὰ μέρος. ἀλλ’ ἀδύνατον τὴν αὐτὴν καὶ μίαν μονάδα πάντων τε τῶν ἀριθμῶν εἶναι περιληπτικὴν καὶ
5διὰ τοῦτο καθόλου, καὶ μόριον τῆς δυάδος καὶ τριάδος καὶ ἑκάστου τῶν ἀριθμῶν τὸ ἐλάχιστον. p. 1084b32 Εἰ δὲ τὸ ἓν αὐτὸ δεῖ μόνον ἄθετον εἶναι· οὐθενὶ γὰρ διαφέρει ἢ ὅτι ἀρχ. Ἓν αὐτὸ λέγει τὸ ἀρχικὸν ἕν. ὃ δέ φησι τοιοῦτον ἂν εἴη. εἰ δεῖ
10τὸ ἓν αὐτὸ ἄθετον εἶναι (οὐδενὶ γὰρ τῆς στιγμῆς διαφέρει εἰ μὴ δυσί, τῷ τε ἄθετον εἶναι καὶ τῷ ἀρχήν), ἀθέτου δὴ ὄντος αὐτοῦ ἐπειδὴ αὐτῷ τῷ ἑνί (ταὐτὸν δὲ εἰπεῖν τῇ ἀρχικῇ μονάδι) ὁμοιοτέρα ἐστὶν ἡ ἐν τῇ δυάδι μονὰς ἤπερ ἡ δυάς (ἡ μὲν γὰρ δυὰς διαιρετή, ἡ δὲ μονὰς ἡ ἐν αὐτῇ ἀδιαίρετος, τὸ δὲ ἀδιαίρετον τῷ ἀδιαιρέτῳ ὁμοιότερον ἤπερ τὸ διαιρετόν),
15ἐπεὶ οὖν ὁμοιοτέρα ἡ ἐν τῇ δυάδι μονὰς τῇ ἀρχικῇ μονάδι, τὸ δὲ τῇ ἀρχῇ ὁμοιότερον πρότερον, προτέρα ἂν εἴη ἡ μονὰς ἡ ἐν τῇ δυάδι τῆς δυάδος. οὔ φασι δὲ τοῦτο ἐκεῖνοι, ἀλλ’ εὐθὺς μετὰ τὴν ἀρχικὴν μονάδα τὴν δυάδα τάττουσιν. ἔτι, φησίν, ἐπειδὴ ἡ αὐτοδυὰς ἕν τι ἐστὶν ὥσπερ ὁ Σωκράτης καὶ ἡ αὐτοτριὰς ὁμοίως ἕν τι, ἔσονται ἀμφότεραι δυάς. ὅπου
20γὰρ δύο ἕνα, δυὰς ἐκεῖσε ἐξ ἀνάγκης. ἐκ τίνος οὖν ἔσται αὕτη ἡ δυάς; οὐ γὰρ δὴ ἐκ τοῦ ἀρχικοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος· ἐξ αὐτῶν γὰρ ἡ αὐτοδυὰς ἦν καὶ ἡ αὐτοτριάς. p. 1085a3 Ἀπορήσειε δ’ ἄν τις καὶ ἐπεὶ ἁφὴ μὲν οὐκ ἔστιν ἐν τοῖς ἀριθμοῖς, τὸ δ’ ἐφεξῆς.
25 Ὅτι μὲν ἐν τοῖς ἀριθμοῖς ἁφὴ οὐκ ἔστιν, οὐδ’ ἅπτεται μονὰς μονάδος οὐδ’ ὅλως ἀμερὲς ἀμεροῦς, μόνον δ’ ἐφεξῆς εἰσι, δέδεικται ἐν τῇ Φυσικῇ ἀκροάσει. ὃ δὲ ἐνταῦθα λέγει τοιοῦτόν ἐστιν. ἐπειδὴ αἱ μονάδες τῆς δυάδος οὐχ ἅπτονται, οὐδὲ ἔστι μεταξὺ τῶν τοιούτων δύο μονάδων οὐδὲν ἀλλ’ ἐφεξῆς εἰσιν, ὁμοίως ἐπὶ τῶν ἐν τῇ αὐτοτριάδι, πότερον, φησίν,
30ἐφεξῆς τῷ ἑνὶ αὐτῷ ἢ ο; ὃ βραχέως μὲν καὶ διὰ τοῦτο ἀσαφῶς εἴ‐ ρηται, ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον· πότερον τῷ ἑνὶ τῷ πρώτῳ καὶ ἀρ‐ χικῷ τὴν πρώτην τῆς αὐτοδυάδος μονάδα τακτέον ἐφεξῆς ἢ οὔ; εἴτε γὰρ τάξαιμεν, ἔσται ἐκ τοῦ πρώτου ἑνὸς καὶ τῆς ἐφεξῆς αὐτῷ μονάδος δυὰς
πρὸ τῆς αὐτοδυάδος, καὶ πρώτη αὐτῆς, ὅπερ οὗτοι οὐ βούλονται· εἴτε776
in Metaph
.

777

μὴ τάξαιμεν, τίς ἂν εἴη τούτου αἰτία; καὶ πότερον ἡ δυὰς προτέρα τῷ ἐφεξῆς; τουτέστι καὶ πότερον τὴν δυάδα φήσομεν αὐτὴν ἐφεξῆς εἶναι τῷ πρώτῳ ἑνί, ἢ τὴν ἐν τῇ δυάδι μονάδα ὡς ὁμοιοτέραν οὖσαν τῷ ἑνί; εἰ μὲν δὴ τὴν δυάδα, ἔσται ἐκ τοῦ ἀρχικοῦ ἑνὸς καὶ τῆς δυάδος αὐτῆς
5τριὰς πρὸ τῆς αὐτοτριάδος καὶ πρώτη αὐτῆς· εἰ δὲ τὴν μονάδα, ὁ πρό‐ τερος ἥξει λόγος· δυὰς γὰρ ἔσται πρὸ δυάδος αὐτῆς. p. 1085a7 Ὁμοίως δὲ καὶ περὶ τῶν ὑστέρων γενῶν τοῦ ἀριθμοῦ συμβαίνει τὰ δυσχερ. Τίνα ἐστὶ τὰ ὕστερα γένη τοῦ ἀριθμοῦ, αὐτὸς ἐκτίθεται, τὸ μακρὸν
10λέγων καὶ βραχύ, καὶ πλατὺ καὶ στενόν, καὶ βαθὺ καὶ ταπεινόν. λέγει δὲ ὅτι βουλόμενοι καὶ τὰ μεγέθη παράγειν ἀπὸ τῶν δύο ἀρχῶν, τοῦ τε ἑνὸς καὶ τῆς ἀορίστου δυάδος, ἐκ μὲν τῆς δυάδος φασὶ τήν τε γραμμὴν τὸ μακρὸν καὶ βραχὺ λαβεῖν, τό τε ἐπίπεδον τὸ πλατὺ καὶ στενόν, τό τε στερεὸν τὸ βαθὺ καὶ ταπεινόν· ταῦτα γὰρ τὸ μακρὸν καὶ βραχὺ καὶ τὰ
15λοιπὰ εἴδη ἐκάλουν τοῦ μεγάλου καὶ μικροῦ τοῦ ἐν τῇ ἀορίστῳ δυάδι. τὴν δὲ κατὰ τὸ ἕν, φησίν, ἀρχὴν οὐχ ὁμοίως εἰσῆγον ἅπαντες, ἀλλ’ οἱ μὲν αὐτοὺς τοὺς ἀριθμοὺς τὰ εἴδη τοῖς μεγέθεσιν ἔλεγον ἐπιφέρειν, οἷον δυάδα μὲν γραμμῇ, τριάδα δὲ ἐπιπέδῳ, τετράδα δὲ στερεῷ (τοιαῦτα γὰρ ἐν τοῖς Περὶ φιλοσοφίας ἱστορεῖ περὶ Πλάτωνος, δι’ ὃ καὶ ἐνταῦθα βραχέως
20καὶ συντόμως τὴν τούτων ἐξέθετο διάνοιαν), οἱ δὲ μεθέξει τοῦ ἑνὸς τὸ εἶδος ἀπετέλουν τῶν μεγεθῶν. ἀλλὰ καὶ ἐν τούτοις, φησί, μυρία ἕπε‐ ται τὰ ἀδύνατα καὶ πλασματώδη. καὶ ἐπάγει ἐκ τῶν πολλῶν ὀλίγα λέγων, εἰ μὴ σύνεισιν ἀλλήλαις αἱ ἀρχαὶ μηδὲ συνακολουθεῖ ἐν τῷ μακρῷ καὶ βραχεῖ τὸ πλατὺ καὶ στενὸν καὶ βαθὺ καὶ ταπεινόν, καὶ πάλιν τῷ
25πλατεῖ καὶ στενῷ τὸ βαθὺ καὶ ταπεινὸν καὶ μακρὸν καὶ βραχύ, ὁμοίως καὶ τῷ βαθεῖ καὶ ταπεινῷ ἐκεῖνα· εἰ οὖν μὴ ἀκολουθοῖεν ἀλλήλοις ἀλλὰ κεχωρισμένα ἐστὶν ἀπ’ ἀλλήλων καὶ πάντῃ ἀκοινώνητα, καὶ αἱ ἐξ αὐτῶν γινόμεναι διαστάσεις ἥ τε γραμμὴ καὶ τὸ ἐπίπεδον καὶ τὸ στερεὸν ἀπο‐ λελυμέναι καὶ κεχωρισμέναι ἔσονται (τὰ γὰρ ἐκ διαφόρων ἀρχῶν ὑπο‐
30στάντα οὐκ ἀναγκάζεται ἅμα εἶναι), ὥστε ἔσται ἐπίπεδον ἄνευ γραμμῆς καὶ στερεὸν χωρὶς ἐπιπέδου, ὅπερ ἐστὶν ἀδυνατώτατον. εἴτε σύνεισιν ἀλλήλοις τὸ μακρὸν καὶ τὸ πλατὺ καὶ τὰ λοιπά, ταὐτὸν ἔσται τῇ γραμμῇ καὶ τῷ στερεῷ τὸ ἐπίπεδον καὶ ταῦτα ἐκείνῳ, ὥστε ἔσται τὸ ἐπίπεδον γραμμὴ καὶ τὸ στερεὸν ἐπίπεδον καὶ γραμμή. ἑπομένων γὰρ τῶν ἀρχῶν καὶ
35συνουσῶν ἀλλήλαις καὶ μηδὲν διαφερουσῶν καὶ τὰ ἐξ αὐτῶν οὕτως ἕξει.
ἀλλ’ ἡ μὲν τῶν λεγομένων διάνοια εἴρηται. κατὰ δὲ τὴν λέξιν ὧδε777
in Metaph
.

778

ἔχει· ἀπολελυμένα τε γὰρ συμβαίνει, εἰ μὴ συνακολουθοῦσι καὶ αἱ ἀρχα, τουτέστιν εἰ μὴ συνακολουθοῦσιν ἀλλήλαις αἱ ἀρχαὶ οὕ‐ τως ὥστε εἶναι τὸ πλατὺ καὶ στενὸν καὶ μακρόν, ἤτοι ὥστε συν‐ εῖναι καὶ ταὐτὸν ὑπάρχειν τὸ στενὸν τῷ μακρῷ καὶ πλατεῖ, ἀπολελυμένα
5καὶ κεχωρισμένα ἀπ’ ἀλλήλων ἔσται καὶ τὰ μεγέθη, καὶ οὐκ ἔσται ἐν τῷ ἐπιπέδῳ γραμμή. τὸ δὲ εἰ δὲ τοῦτο ἀντὶ τοῦ εἰ δὲ σύνεισιν ἀλλήλαις αἱ ἀρχαί, συμβαίνει τὰ εἰρημένα. ἔτι δ, φησίν, αἱ γωνίαι καὶ τὰ σχήματα καὶ τὰ τοιαῦτα πῶς ἀποδοθήσεται κατὰ λόγον καὶ πῶς ἐκ τῶν πολυθρυλήτων αὐτῶν ἀρχῶν δυνήσονται ποιεῖν; τί γὰρ ἐν τούτοις
10τὸ ὑπερέχον καὶ τί τὸ ἐλλεῖπον; τὴν μὲν γὰρ ὀρθὴν γωνίαν ἔλεγον εἶναι κατὰ τὴν μονάδα, ὀξεῖαν δὲ καὶ ἀμβλεῖαν κατὰ τὴν ἀόριστον δυάδα, ἀφ’ ἧς αὐταῖς τό θ’ ὑπερέχειν καὶ ὑπερέχεσθαι. ἀλλὰ καὶ τῶν σχημάτων τὰ μὲν ἐν ἰσότητι καὶ ταυτότητι θεωρούμενα, ὡς τὰ τετράγωνα καὶ τοὺς κύ‐ βους, ἐκ τῆς μονάδος ἔλεγον, τὰ δὲ ἀνισότητι καὶ ἑτερότητι κατεχόμενα
15ἐκ τῆς δυάδος. ταῦτα δὲ πάντα πλασματώδη καὶ ἀδύνατα. ταῦτα εἰπὼν λέγει ὅτι ὥσπερ τὸ περιττὸν καὶ ἄρτιον πάθη εἰσὶν ἀριθμοῦ, ταὐτὸ τοῦτο συμβαίνει καὶ ἐπὶ τούτων, καί εἰσι μήκους μὲν πάθη τὸ περιφερὲς καὶ εὐθύ, πλάτους δὲ τὸ στενὸν καὶ πλατύ, βάθους δὲ τὸ ταπεινὸν καὶ ὑψηλόν· οὐ μὴν ἐκ τούτων, τῆς τε ἀορίστου φημὶ δυάδος καὶ τοῦ ἑνός, ἔστι τὸ
20μέγεθος, ὥσπερ οὐδὲ ἐξ εὐθέος καὶ καμπύλου τὸ μῆκος καὶ τὰ λοιπὰ ἃ σαφῶς αὐτὸς καταλέγει. p. 1085a23 Πάντων δὲ κοινὸν τούτων ὅπερ ἐπὶ τῶν εἰδῶν τῶν ὡς γένους συμβαίνει διαπορεῖν καὶ τὰ ἑξῆς. Πᾶσι τούτοις, φησί, τοῖς χωριστοὺς τιθεμένοις τοὺς ἀριθμοὺς καὶ πρὸς
25τούτοις καὶ τὰ μεγέθη κοινὸν ἕπεται ἁμάρτημα, ὅπερ ἂν εἵπετο καὶ τοῖς τὸ καθόλου ζῷον χωριστὸν καὶ καθ’ αὑτὸ ὑποτιθεῖσιν, ἀλλὰ μὴ ἐννοημα‐ τικὸν καὶ μόνῳ τῷ νοεῖσθαι τὸ εἶναι ἔχον. ὥσπερ γὰρ ἐπὶ τῶν εἰδῶν τῶν ὡς γένους, ἤτοι τῶν ἅμα καὶ γενῶν καὶ εἰδῶν ὄντων πρὸς ἄλλο μέντοι καὶ ἄλλο, συμβαίνει διαπορεῖν εἴ τις αὐτὰ χωριστὰ θείη, τὸ
30ἆρα τὸ καθόλου καὶ χωριστὸν καὶ καθ’ αὑτὸ ὂν ζῷόν ἐστι τὸ ἐν τοῖς καθ’ ἕκαστα ζῴοις εὑρισκόμενόν τε καὶ συγκατατεταγμένον αὐτοῖς, ἢ ἄλλο μὲν αὐτὸ ἄλλο δὲ τὸ συνὸν τοῖς καθ’ ἕκαστα. τοῦτο γὰρ οὐδεμίαν ποιή‐ σει ἀπορίαν μὴ χωριστοῦ ὄντος τοῦ καθόλου ἀλλὰ ψιλῆς ἐπινοίας ὄντος. εἰ μὲν γὰρ ἦν καθ’ αὑτὸ τὸ ζῷον, ὥσπερ ἐγώ, τότ’ ἂν ἦν ἄλυ‐
35τος ἡ ἀπορία, εἴτε ταὐτὸν τῷ συνόντι τοῖς καθ’ ἕκαστα εἴτε ἕτερον ἔλεγον.
εἰ μὲν γὰρ ταὐτὸν ἔφησαν, εἰκὸς ἦν ζητεῖν, πῶς ἡ μία φύσις εἰς ἄπειρα778
in Metaph
.

779

κατακερματισθεῖσα ἀπαράλειπτός ἐστι καὶ ὅλη καὶ ἐν ἐμοὶ καὶ ἐν Σωκράτει καὶ ἐν ἵππῳ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν· ὥσπερ γὰρ ὁ Σωκράτης ἐν πλείο‐ σιν οἰκίαις ὅλος ἅμα εἶναι οὐ δύναται, ἀλλ’ εἴπερ ἄρα, ἡ μὲν χεὶρ αὐ‐ τοῦ ἐν τῇδε τῇ οἰκίᾳ καὶ ὁ ποὺς αὐτοῦ ἐν ἄλλῃ καὶ τὰ ἄλλα, οὕτως οὐδὲ
5ἡ τοῦ ζῴου φύσις καὶ οὐσία εἰ καθ’ αὑτὴν ἦν, ἐν ἐμοὶ τελεία καὶ ἀπαρά‐ λειπτος εἶναι ἠδύνατο. ἀλλ’ εἰ μὲν ταὐτόν τις τοῦτο τῷ συνόντι τοῖς καθ’ ἕκαστα ἔλεγε, ταῦτα καὶ ἄλλα μυρία· εἰ δὲ ἕτερον, ἐπειδὴ τὸ συνὸν ἡμῖν οὐσία ἐστὶν ἔμψυχος αἰσθητική, τίς ἡ φύσις αὐτοῦ ἐστιν ἠναγκάσθη ἂν λέγειν. ἀχωρίστου δὲ καὶ ψιλῇ ἐπινοίᾳ τὸ εἶναι ἔχοντος (τὰ δὲ ἐν ἐπι‐
10νοίᾳ τὸ εἶναι ἔχοντα μὴ ὄντα ἐστίν) οὐδεμίαν ἕξει χώραν ἡ ἀπορία. ὕπαρξιν γὰρ μὴ ἔχοντος τοῦ καθόλου καὶ μὴ ὄντος ὑπάρχοντος, πῶς ἂν ζητοῖμεν εἰ ταὐτόν ἐστι τῷ συνόντι τοῖς καθ’ ἕκαστα; ὡς οὖν ἐπὶ τοῦ ζῴου, οὕτω καὶ ἐπὶ τοῦ ἑνὸς καὶ τῶν ἀριθμῶν καὶ τῶν διαστάσεων ἀχω‐ ρίστων μὲν ὄντων οὐχ ἕξει ἀπορίαν, χωριστῶν δ, ὡς οἱ ταῦτα λέ‐
15γοντες λέγουσιν, οὐ ῥᾴδιον διαλῦσαι τὰς ἐπαχθησομένας αὐτοῖς ἀπο‐ ρίας, εἰ μὴ ῥᾴδιον δεῖ λέγειν τὸ ἀδύνατον, τουτέστιν εἰ δεῖ οὐ ῥᾴδιον λέγειν ἀλλὰ μὴ ἀδύνατον, τουτέστι κρεῖττόν ἐστι λέγειν ὅτι ἀδύνατόν ἐστι λῦσαι αὐτὰς ἤπερ λέγειν μὴ ῥᾴδιον. τὸ γὰρ μὴ ῥᾴδιον κἂν γενήσεται, τὸ δ’ ἀδύνατον οὐδαμῶς. τοῦτ’ εἰπὼν πάλιν ἐρωτᾷ λέγων ὅταν γὰρ ἐν‐
20νοῇ τις ἐν τῇ αὐτοδυάδι καὶ ὅλως ἐν ἀριθμοῖς τὸ ἕν, πότερον αὐτὸ νοεῖ τι, τουτέστι τὸ ἀρχικὸν ἓν ἐν αὐτῇ νοεῖ, ἢ ἄλλο τι; εἰ μὲν γὰρ τὸ ἀρχικόν, ἔσται μέρος, ὡς πρὸ ὀλίγου εἴρηται, ὡς ἐν αὐτῇ ὄν, ἀλλὰ καὶ καθόλου, ὡς πολλῶν περιληπτικόν· εἰ δὲ ἕτερον, πότερον αὐτὸ θή‐ σομεν ἐφεξῆς τῷ ἀρχικῷ ἑνί, ἢ τὴν δυάδα ἐν ᾗ ἐστι καὶ πάλιν ἥξουσιν
25οἱ προρρηθέντες λόγοι. Ταῦτα εἰπὼν ἐπάγει οἱ μὲν οὖν αὐτῶν τὰ μεγέθη γεννῶντες ἦσαν, ὥσπερ εἴρηται, ἐκ τοιαύτης ὕλης, ἤτοι τῆς ἀορίστου δυάδος, τὸ μακρὸν καὶ βραχύ, καὶ πλατὺ καὶ στενόν, καὶ ταπεινὸν καὶ ὑψηλόν, ἐκ δὲ τούτων γραμμήν, ἐπίπεδον, στερεόν· ἕτεροι δὲ οὐ τὰς ἀριθμητικὰς ἀρχὰς καὶ τῶν
30μεγεθῶν ἀρχὰς ἔλεγον, ἀλλ’ ἀνάλογον ταῖς ἀριθμητικαῖς ἀρχαῖς ἵστασαν τὰς γεωμετρικάς, στιγμὴν ἀντὶ τοῦ ἑνὸς παραλαμβάνοντες, οὐκ οὖσαν μὲν ὅπερ τὸ ἓν ἀλλ’ ἀνάλογον τῷ ἑνὶ ταττομένην, καὶ ἄλλο τι οὐκ ὂν μὲν ὅπερ ἡ δυάς, ἀνάλογον δὲ τῇ ἀρχῇ ταύτῃ παραλαμβανόμενον ὑπ’ αὐ‐ τῶν, ὅπερ οἷον πλῆθος ἐκάλουν. ἡ δὲ λέξις ἡ καὶ ἄλλης ὕλης οἵας
35τὸ πλῆθος, ἀλλ’ οὐ πλήθους σαφεστέρα ἂν ἦν, εἰ οὕτως εἶχεν ‘καὶ ἄλλης ὕλης οἷον τὸ πλῆθος, ἀλλ’ οὐ πλῆθοσ‘, ἵν’ ἦν ἀντὶ μὲν τοῦ οἵας
τὸ οἷον, ἀντὶ δὲ τοῦ πλήθους, ὅπερ ἐστὶ γενικὴ τῶν ἑνικῶν, πλῆθος εὐ‐779
in Metaph
.

780

θεῖα τῶν ἑνικῶν. ἐκ μὲν οὖν τῆς στιγμῆς καὶ τοῦ οἷον πλήθους οὗτοι ταῦτα γεννῶντες οὐδὲν ἧττον τοῖς ἐκ τῆς δυάδος καὶ τοῦ ἑνὸς γεννῶσιν εἰσῆγον αὐτοὶ δυσχερῆ ὅτι μὴ καὶ μᾶλλον. καὶ τίνα τὰ δυσχερῆ, λέγει· εἰ μὲν γὰρ μία, φησίν, ὕλη ἐστὶ τῆς γραμμῆς καὶ ἐπιπέδου καὶ στερεοῦ
5καὶ ἀδιάφορος, ἐπειδὴ καὶ τὸ εἰδητικὸν ἡ στιγμὴ ἓν καὶ τὸ αὐτό, ἔσται καὶ ἡ γραμμὴ ἡ αὐτὴ τῷ ἐπιπέδῳ, καὶ ἔσται τὸ ἐπίπεδον γραμμὴ καὶ ἡ γραμμὴ ἐπίπεδον· τὰ δὲ αὐτὰ καὶ ἐπὶ τοῦ στερεοῦ λέγειν ἀνάγκη. εἰ δὲ πλείους αἱ ὗλαι καὶ ἑτέρα μὲν ἡ τῆς γραμμῆς ἑτέρα δὲ ἡ τοῦ ἐπι‐ πέδου καὶ ἑτέρα ἡ τοῦ στερεοῦ, ἤτοι ἀκολουθοῦσι καὶ σύνεισιν ἀλλήλαις
10ἢ οὔ. εἰ μὲν οὖν σύνεισι, ταὐτὸν ἔσται τὸ ἐπίπεδον τῇ γραμμῇ καὶ τῷ στερεῷ, εἰ δὲ μὴ σύνεισιν, οὐχ ἕξει τὸ ἐπίπεδον γραμμήν. Ἔτι, φησί, πῶς δυνατὸν ἐκ τοῦ πλήθους καὶ τοῦ ἑνὸς εἶναι τὸν ἀριθ‐ μόν; οἱ δὲ ἐκ τοῦ πλήθους καὶ τοῦ ἑνὸς κἂν δὴ ἐπιχειρήσωσι, φησίν, εἰ‐ πεῖν ὁπωσοῦν, τὰ αὐτὰ αὐτοῖς ἕψεται δυσχερῆ, ἅπερ καὶ τοῖς ἐκ τοῦ ἑνὸς
15καὶ τῆς ἀορίστου δυάδος εἶναι λέγουσιν εἵπετο. καὶ ἄλλος μέν τις, φησί, τῶν Πυθαγορείων ἐκ τοῦ κατηγορουμένου καθόλου ἤτοι τοῦ καθόλου πλήθους, ἀλλ’ οὐ τινὸς πλήθους, καὶ τοῦ ἑνὸς γεννᾷ τὸν ἀριθμόν, ὁ δὲ Πλάτων ἐκ τοῦ τινὸς πλήθους τοῦ πρώτου δὲ καὶ τοῦ ἑνός. λέγει δὲ τὶ πλῆθος καὶ πρῶτον τὴν ἀόριστον δυάδα· πρώτη γὰρ τοῦ ἐν
20τρισὶ καὶ τέτρασι καὶ τοῖς ἐφεξῆς θεωρουμένου πλήθους αὕτη. ὥστε, φησίν, οὐδὲν διαφέρει, ἀλλ’ αἱ ἐκείνοις ἑπόμεναι ἀπορίαι καὶ τούτοις ἕψονται. καὶ ἐπάγει ἀπορίαν λέγων μῖξις ἢ κρᾶσις ἢ θέσις ἢ γένεσις, τουτέστι μίξει ἢ κράσει ἢ γενέσει τὴν συνέχειαν οἱ ἀριθμοὶ ἔχουσι. κατ’ οὐδένα γὰρ τούτων τῶν τρόπων, ὡς πολλάκις εἴρηται, ἐνδέχεται συνεχῆ
25εἶναι τὸν ἀριθμόν. p. 1085b12 Μάλιστα δ’ ἄν τις ἐπιζητήσειεν, εἰ μία ἑκάστη μονάς, ἐκ τίνος ἐστίν. Ὃ ζητεῖ τοιοῦτόν ἐστιν. ἐπειδὴ ἑκάστη μονὰς τῆς αὐτοδυάδος καὶ αὐτοτριάδος καὶ τῶν λοιπῶν μία καὶ ἀμερὴς καὶ ἀδιαίρετός ἐστιν, ἐκ τίνος
30γέγονεν; οὐ γὰρ δὴ ἡ ὑλικὴ μονὰς ἡ ἐν τῇ δυάδι ἡ ἀρχικὴ μονάς ἐστι κατ’ αὐτούς, ἵνα φῶσιν ὡς οὐκ ἔκ τινος γέγονεν. ἀντὶ δὲ τοῦ εἰπεῖν ἀρχικὴν μονάδα εἶπεν αὐτὸ τὸ ἕν. ἐπειδὴ οὖν ἡ ὑλικὴ μονὰς οὐκ ἔστιν ἡ ἀρχική, ἐκ τίνος αὕτη γέγονεν; ἢ ἂν ἐκ τοῦ καθόλου πλήθους καὶ τοῦ ἑνός, ἢ μορίου τοῦ πλήθους ἤτοι τῆς ἀορίστου δυάδος καὶ τοῦ ἑνός.
35ἀλλὰ τὸ μὲν πλῆθός τι εἶναι τὴν ὑλικὴν μονάδα καὶ ὅλως ἐκ τῆς ἀορί‐
στου δυάδος αὐτὴν γεννᾶν ἄτοπον· ἡ μὲν γὰρ ὑλικὴ μονάς, ὡς καὶ αὐτοί780
in Metaph
.

781

φασιν, ἀδιαίρετος, ἡ δὲ ἀόριστος δυὰς δυοποιός (καὶ τοῦτο γὰρ προσκυ‐ νοῦσι) καὶ δυναμένων διαιρεῖσθαι γεννητική. οὔτε οὖν ἐκ τῆς ἀορίστου δυάδος δυνατὸν αὐτὴν εἶναι, οὔτε ἐκ μορίου τῆς ἀορίστου δυάδος· τὸ γὰρ ἐκ μορίου τῆς ἀορίστου δυάδος τὴν τῆς αὐτοδυάδος λέγειν μονάδα ἄλλας
5πάλιν ἔχει δυσχερείας. καὶ ἐπάγει αὐτὰς λέγων ‘ἕκαστον γὰρ τῶν μορίων τοῦ ἀριθμοῦ, τοῦτο δ’ ἐστὶν ἡ μονάς, ἀνάγκη ἀδιαίρετον εἶναι ἢ πλῆθος, τουτέστι διαιρετόν.‘ ἐπειδὴ γὰρ πᾶν πλῆθος διαιρετόν ἐστιν ἀντὶ τοῦ εἰ‐ πεῖν διαιρετὸν εἶπε πλῆθος, καὶ σαφηνίζων ἐπήγαγε καὶ τὴν μονάδα δι‐ αιρετήν. καὶ εἴη ἂν τὸ τῆς λέξεως καὶ πᾶν καὶ σαφὲς τοιοῦτον· ἕκα‐
10στον γὰρ τῶν μορίων τοῦ ἀριθμοῦ ἢ ἀδιαίρετον ἀναγκαῖον εἶναι ἢ πλῆθος καὶ διαιρετὴν εἶναι τὴν μονάδα, ἤτοι ἢ πλῆθος εἶναι τὴν μονάδα· τί δὲ τοῦτό ἐστι; διαιρετήν. ἀλλὰ τὸ μὲν διαιρετὴν αὐτὴν εἶναι ἀδύνατον· ἀδι‐ αίρετον δ’ οὖσαν οὐκ ἂν εἴη τὸ στοιχεῖον τῶν μονάδων καὶ ὅλως τῶν ἀριθμῶν, ὡς αὐτοί φασι, τὸ πλῆθος καὶ τὸ ἕν, οὐδὲ ἔσται ἐκ πλήθους καὶ
15ἑνὸς ἡ μονάς· τὸ γὰρ ἐκ πλήθους καὶ ἑνὸς πλῆθος καὶ διαιρετόν, ἀλλ’ οὐκ ἀμερὲς καὶ ἀδιαίρετον. p. 1085b23 Ἔτι ζητητέον καὶ περὶ τοὺς οὕτω λέγοντας. Καὶ τοὺς ἐκ τοῦ πλήθους καὶ τοῦ ἑνός, φησί, τοὺς ἀριθμοὺς ποιοῦν‐ τας ζητεῖν ἄξιον ὥσπερ καὶ τοὺς ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος γεν‐
20νῶντας, πότερον ὁ ἀριθμὸς ἄπειρός ἐστιν ἢ πεπερασμένος. οὐ περὶ τοῦ ἀριθμοῦ δὲ ζητεῖ νῦν εἴτε ἄπειρός ἐστιν εἴτε πεπεράτωται (τοῦτο γὰρ προὔτεινε πρότερον), ἀλλὰ περὶ τοῦ πλήθους τοῦ ἐν τῇ δυάδι, ὃ καὶ τὶ πλῆθος εἴρηκεν, οὗ τῷ μερισμῷ γεννᾶσθαι τὰς μονάδας ὑπέθετο. καὶ εἴη ἂν τὸ πότερον ἄπειρος ὁ ἀριθμὸς ἢ πεπερασμένος ἴσον τῷ πότερον
25ἄπειρόν τι πλῆθος τὸ ἐν τῇ δυάδι ἢ πεπερασμένον. καὶ ὅτι μὲν ἄπειρον οὐκ ἂν εἴη πρόδηλον. ἔσται γὰρ καὶ σῶμά τι ἄπειρον, οὗ ἔσται τὸ ἄπειρον πλῆθος ἰδέα. ὅτι δὲ πεπερασμένον, εἴπερ ἔστιν, ἐνδέχεται εἶναι, συνίστησι λέγων ὑπῆρχε γάρ, ὡς ἔοικε, καὶ πεπερασμένον πλῆθος, ὃ ἴσον ἐστὶ τῷ ἐπειδὴ γὰρ ἐκ τοῦ πλήθους καὶ τοῦ ἑνός εἰσιν αἱ μονάδες, πεπερασ‐
30μένον ἂν εἴη τὸ πλῆθος· καὶ γὰρ καὶ αἱ ἐξ αὐτοῦ μονάδες καὶ τοῦ ἑνὸς πεπερασμέναι ἤτοι ἀμερεῖς εἰσιν, ἐκ τοῦ ἀπείρου δὲ ἀμερὲς γενέσθαι οὐκ ἐνδέχεται. ἀλλὰ μὴν οὐδὲ τοῦτο δυνατὸν τὸ ἐκ πλήθους ὁποιουοῦν γίνεσθαι μονάδα. ἔτι τε, φησίν, ἕτερόν ἐστι τὸ πλῆθος καὶ τὸ ἄπειρον πλῆθος, ὥσπερ καὶ τὸ ζῷον καὶ τὸ ἄλογον ζῷον. ὡς γὰρ τὸ ζῷον διαι‐
35ρεῖται εἰς λογικὸν ζῷον καὶ ἄλογον ζῷον, οὕτω καὶ τὸ πλῆθος εἰς ἄπειρον
καὶ πεπερασμένον πλῆθος. ἐπεὶ οὖν ἕτερον τὸ πλῆθος καὶ τὸ ἄπειρον781
in Metaph
.

782

πλῆθος, ποῖον πλῆθος στοιχεῖόν ἐστι τῶν μονάδων καὶ ποῖον ν, τὸ ἀρχικὸν ἢ ἡ στιγμή; οὐδὲν γὰρ ἐκ τούτων στοιχεῖον τῶν μονάδων εἶναι δύναται, ὡς δέδεικται. p. 1085b27 Ὁμοίως δὲ καὶ περὶ τῆς στιγμῆς ζητήσειεν ἄν τις
5〈καὶ〉 τοῦ στοιχείου ἐξ οὗ ποιοῦσι τὰ μεγέθη. Ἡ στιγμὴ καὶ τὸ στοιχεῖον ἐκ παραλλήλου κεῖται, καὶ ἔστιν ἴσον τῷ ὁμοίως δὲ καὶ περὶ στιγμῆς, ἣν στοιχεῖον ποιοῦσι τῶν μεγεθῶν, ζη‐ τήσειεν ἄν τις πότερον αὕτη μόνη ἐστὶν ἢ καὶ ἄλλαι χωρισταὶ στιγμαί. ἀλλ’ ὅτι μὲν καὶ ἄλλαι εἰσὶ στιγμαὶ παρὰ τὴν πρώτην χωριστὴν στιγμὴν
10καὶ οὗτοι βοῶσι· λεγέτωσαν οὖν ἐκ τίνος αὗται καὶ πόθεν. οὐ γὰρ δὴ ἀμερεῖς οὖσαι ἐκ τῆς ἀρχικῆς στιγμῆς ἔσονται καὶ διαστήματος ἤτοι πλή‐ θους τινός, ὥσπερ οὐδὲ αἱ μονάδες. ἀλλὰ μὴν οὐδὲ τὰ μόρια τοῦ δια‐ στήματος, ἀφ’ ὧν καὶ τῆς πρώτης στιγμῆς γεγονέναι τις φήσει τὰς στιγ‐ μάς, ἀδιαίρετα δυνατὸν λέγειν, ἵνα εἰ ἐξ αὐτῶν καὶ τῆς πρώτης λέγοι τις
15γενέσθαι τὰς στιγμάς, μηδὲν κωλύῃ διὰ τοῦτο ἀδιαιρέτους εἶναι. οὐ δυ‐ νατὸν οὖν τὰ τοῦ διαστήματος μόρια ἀδιαίρετα λέγειν ὥσπερ τὰ τοῦ ἀριθ‐ μοῦ. τὰ μὲν γὰρ τοῦ ἀριθμοῦ μόρια ἀδιαίρετα (μονάδες γάρ), τὰ δὲ τοῦ διαστήματος οὐκ ἀδιαίρετα, ὡς ἐν τῇ Φυσικῇ εἴρηται καὶ δέδεικται ἀκροάσει.
20 Καὶ συμπεραίνεται λέγων πάντα δὴ τὰ ῥηθέντα καὶ πρὸς τούτοις καὶ ἄλλα τοιαῦτα φανερὸν ποιεῖ καὶ δεικνύει ὡς οὐκ ἔστιν ἀριθμὸς καὶ μεγέθη χωριστά. καὶ πρὸς τούτοις φησὶ τὸ διαφωνεῖν τοὺς τρόπουσπρώτουσ. καὶ εἰ μὲν εἴη γεγραμμένον τρόπους, λέγοι ἂν τοὺς τῆς διαιρέσεως, οὓς ἐξέθετό τε καὶ ἐγύμνασεν· εἰ δὲ πρώτους, ὃ καὶ μᾶλλον,
25λέγοι ἂν τοὺς ἐνδοξοτέρους τῶν τὰς ἰδέας δοξασάντων. πρὸς τοῖς ἄλλοις οὖν ἅπασι καὶ τὸ διαφωνεῖν αὐτοὺς περὶ τὴν τῶν ἀριθμῶν θέσιν καὶ μὴ τὰ αὐτὰ πάντας λέγειν ἀλλὰ ἄλλους ἄλλα καὶ ἐναντία καὶ ἀσύμφωνα ἀλ‐ λήλοις τεκμήριον ἱκανόν, ὅτι τὰ πράγματα καὶ οἱ ἀριθμοὶ μὴ ὄντα ἀληθῆ τὴν ἀπορίαν αὐτοῖς παρέχει. εἰ μὲν γὰρ ἦσαν ἀληθῆ, οὐκ ἂν
30ἕκαστος αὐτῶν ἐναντία ἑαυτῷ καὶ ἀνακόλουθα καὶ ἀσύμφωνα τοῖς ἄλλοις ἔλεγεν. ταῦτα εἰπὼν λέγει ὅτι οἱ μὲν τοὺς μαθηματικοὺς ἀριθμοὺς μόνους ποιοῦντες, ὡς οἱ περὶ Ξενοκράτην καὶ Σπεύσιππον, χωριστοὺς δὲ τῶν αἰ‐ σθητῶν καὶ ἄλλους παρὰ τὰ αἰσθητά, ἰδόντες τὴν περὶ τὰς ἰδέας δυσχέ‐ ρειαν καὶ τὴν ἑπομένην ἅπασιν αὐτοῖς ἀτοπίαν καὶ πλάσματα, μόνον δια‐
35νοίας ἀλλ’ οὐ πράγματα αὐτὰς εἶναι ὑπειληφότες ἀπέστησαν τοῦ λέγειν
εἰδητικοὺς ἀριθμοὺς καὶ τὸν μαθηματικὸν μόνον ἐποίησαν. τινὲς δὲ τῶν782
in Metaph
.

783

περὶ Πλάτωνα τιθέμενοι τὰς ἰδέας καὶ πρὸς τῷ ἰδέας εἶναι ὁμολογεῖν καὶ ἀριθμοὺς αὐτὰς λέγοντες, ἐζήτουν ὡς εἴπερ εἰσὶν αἱ ἰδέαι καὶ ἀριθμοὶ καὶ ἀρχαὶ τῶν αἰσθητῶν πάντων, καὶ τοῦτό τις θήσει, λέγω δὴ τὸ καὶ ἀρχὰς καὶ ἀριθμοὺς εἶναι ἢ μᾶλλον τὸ ἀριθμοὺς αὐτὰς εἶναι, πῶς ἔσται ὁ μα‐
5θηματικὸς ἀριθμὸς παρὰ τὸν εἰδητικόν, καὶ τίνι ἂν διαφέροιεν οἱ εἰδητικοὶ ἀριθμοὶ τῶν μαθηματικῶν· τοῦτο οὖν ζητοῦντες καὶ διαφοράν τινα πρὸς τὸν εἰδητικὸν τοῦ μαθηματικοῦ συνιδεῖν μὴ δυνηθέντες, τὸν αὐτὸν εἰδητικὸν καὶ μαθηματικὸν ἐποίησαν ἀριθμόν· καὶ ὥσπερ ὁ βρο‐ τὸς καὶ ὁ ἄνθρωπος οἱ αὐτοί εἰσιν, οὕτω καὶ ὁ εἰδητικὸς καὶ ὁ μαθημα‐
10τικὸς ἀριθμός. ἀλλὰ τῷ λόγ, φησί, καὶ τῇ ἀποφάσει καὶ ταῖς οἰκείαις ἀρχαῖς, αἷς χρῶνται, συμβαίνει τὸν εἰδητικὸν καὶ τὸν μαθηματικὸν ἀριθ‐ μὸν τὸν αὐτὸν εἶναι, ἐπεὶ ἔργῳ καὶ τῇ ἀληθείᾳ ἀνῄρηται ὁ εἰδητι‐ κὸς ἀριθμός, καὶ δέδεικται ὅτι οὐδὲν τῶν ὄντων ἐστὶν οὐδὲ μετέχει ὀντό‐ τητός τινος. εἰ δή, ὡς δέδεικται, ὁ εἰδητικὸς ἀριθμὸς οὐκ ἔστιν, ὁ δὲ
15μαθηματικὸς ἔστιν, οὐκ ἂν εἴη ὁ μαθηματικὸς ὁ αὐτὸς τῷ εἰδητικῷ, ὥσπερ οὐδὲ τὸ ὂν τῷ ὅλως μὴ ὄντι. εἰπὼν δὲ ὅτι τὸν μαθηματικὸν τὸν αὐτὸν ἐποίησαν τῷ εἰδητικῷ τῷ λόγῳ καὶ τῇ οἰκείᾳ αὐτῶν ὑποθέσει, τὴν αἰτίαν ἐπήγαγεν ἰδίας γὰρ καὶ οὐ μαθηματικὰς ὑποθέσεις λέγουσιν, ὃ ἴσον ἐστὶ τῷ τῇ οἰκείᾳ αὐτῶν ὑποθέσει συμβαίνει τὸν μαθηματικὸν τὸν
20αὐτὸν εἶναι τῷ εἰδητικῷ, κατὰ δὲ τὰς μαθηματικὰς ὑποθέσεις οὐδαμῶς. ἀλλὰ τινὲς μέν, ὥσπερ εἴρηται, τῶν Πλατωνικῶν τὸν μαθηματικὸν καὶ τὸν εἰδητικὸν τὸν αὐτὸν λέγουσιν· ὁ δὲ Πλάτων ὁ πρῶτος εἶναι εἴδη θέμενος καὶ ἀριθμοὺς αὐτοὺς λέγων, θέμενος δὲ εἶναι καὶ τὰ μαθηματικά, ἐχώ‐ ρισεν εὐλόγως, καὶ ἄλλους μὲν ἔλεγε τοὺς εἰδητικοὺς ἀριθμοὺς ἄλλους δὲ
25τοὺς μαθηματικούς. καὶ πάντες, φησί, κατά τι λέγουσιν ὀρθῶς. οἱ μὲν γὰρ χωρίζοντες τὸν εἰδητικὸν τοῦ μαθηματικοῦ καὶ ἄλλην τὴν ἑκατέρων τούτων φύσιν λέγοντες ὀρθολεκτοῦσι κατ’ αὐτὸ τοῦτο τὸ χωρίζειν· ἀδύνα‐ τον γὰρ τὸν μαθηματικόν, ὡς δέδεικται, τὸν αὐτὸν εἶναι τῷ εἰδητικῷ. ἀλλὰ καὶ οἱ τὸν μαθηματικὸν μόνον τιθέμενοι καὶ οὗτοι κατά τι ὀρθῶς
30λέγουσιν· εἰδητικὸς γὰρ ἀριθμὸς οὐκ ἔστι· πάντως δὲ ἁμαρτάνουσι, καθὸ ὅλως χωρίζειν τολμῶσι τὸν ἀριθμὸν ἀπὸ τῶν αἰσθητῶν. ἀλλὰ καὶ αὐτοί, φησίν, ὁμολογοῦσιν ὡς οὐ καλῶς λέγουσι διὰ τὸ μὴ τὰ αὐτὰ λέγειν, ἀλλ’ ἐναντία ἀλλήλοις, ὥστ’ εἰ καλῶς ἔλεγον, οὐκ ἂν τοσαῦτα ἀλλήλοις τε καὶ ἑαυτοῖς ἠναντιώθησαν. αἴτιον δὲ τοῦ ἐναντιολογεῖν ἑαυτοῖς καὶ ἀλλήλοις
35τὸ ψευδεῖς ἀρχὰς καὶ ὑποθέσεις λαμβάνειν· χαλεπὸν δ’ ἐκ ψευδῶν καὶ μὴ καλῶς ἐχόντων, κατ’ Ἐπίχαρμον, λέγειν ἀληθῶς καὶ καλῶς. ‘ἀρτίως
τε γὰρ λέλεκται‘, τουτέστιν ἅμα γὰρ τῷ ῥηθῆναί τι βοήθειαν ἐπάγον ταῖς783
in Metaph
.

784

ἰδέαις εὐθὺς φαίνεται μὴ καλῶς ἔχον· τοσοῦτον γὰρ ἔχει περιφανὲς τὸ ψεῦδος ἡ τῶν ἰδεῶν ὑπόθεσις, ὥστε μηδὲ χρόνου δεῖσθαι τὰς ὑπὲρ αὐτῶν ἐπιφερομένας βοηθείας πρὸς τὸ φωραθῆναι ὅτι ψευδεῖς εἰσιν. p. 1086a18 Ἀλλὰ περὶ μὲν τῶν ἀριθμῶν ἱκανὰ τὰ διηπορημένα
5καὶ διωρισμένα· μᾶλλον γὰρ ἐκ πλειόνων πεισθείη τις πεπεισ‐ μένος, πρὸς δὲ τὸ πεισθῆναι μὴ πεπεισμένος οὐδὲν μᾶλλον. Δύο τινῶν προσδιαλεγομένων οἷον φέρε εἰπεῖν περὶ τοῦ ἡλίου, τοῦ μὲν λέγοντος ὅτι μείζων ἐστὶν ὁ ἥλιος τῆς γῆς, τοῦ δὲ ὅτι ἐλάττων, καὶ δυνηθέντος τοῦ προϊσταμένου τοῦ ὅτι ὁ ἥλιος μείζων ἐστὶ τῆς γῆς παντα‐
10χόθεν περιφράξαι τε καὶ στενῶσαι τοῖς ἐπιχειρήμασι τὸν προσδιαλεγόμενον ὥστε μηδὲ δύνασθαι φθέγγεσθαι, ἀλλὰ ἄφωνον ὥσπερ ἰχθὺν πάντῃ ἵστα‐ σθαι· εἰ μὲν ὁ τοιοῦτος πρὸς τὸ μὴ δύνασθαι ἀντιλέγειν μηδ’ ὅλως φθέγ‐ γεσθαι πιστεύσει ὅτι μείζων ἐστὶ τῆς γῆς ὁ ἥλιος, λέγεται πεπεισμένος, ἤτοι ὅτι πεπίστευκεν οὕτως ἔχειν τὸν ἥλιον πρὸς τὴν γῆν ὡς ὁ δεικνύων
15ἀπέδειξεν. εἰ δὲ ἀντιλέγειν μὲν μὴ δύναται, οὐ πιστεύει δέ (πολλοὶ γὰρ θέσεις φυλάττοντες ὡς οἱ λέγοντες μὴ εἶναι κίνησιν καὶ οἱ τὴν ἀντίφασιν συναληθεύειν λέγοντες ἀντειπεῖν πρὸς τοὺς ἀναιροῦντας αὐτοὺς λόγους οὐ δύνανται, καὶ ὅμως οὐ πιστεύουσιν ὅτι τὸ μὴ συναληθεύειν καὶ εἶναι κί‐ νησιν ἀληθές ἐστιν, ἀλλὰ καταφρονοῦσι τῆς ἀποδείξεως καὶ ἐμμένουσι τῇ
20ὑφ’ ἧς κεκράτηνται προλήψει), ὁ οὖν μήτε ἀντιλέγειν δυνάμενος μήτε πι‐ στεύων, πεπεισμένος ἅμα καὶ μὴ πεπεισμένος ἂν λέγοιτο δικαίως, ὡς μὲν μὴ δυνάμενος ἀντιλέγειν πεπεισμένος, ὡς δὲ μὴ πιστεύσας ὅτι μείζων ὁ ἥλιος τῆς γῆς μὴ πεπεισμένος. τούτων οὕτως ἐχόντων λέγει ὁ Ἀριστο‐ τέλης ὅτι τὰ ῥηθέντα καὶ διορισθέντα περὶ τῶν ἀριθμῶν τῶν τε εἰδητι‐
25κῶν καὶ τῶν ὡς χωριστῶν μαθηματικῶν ἱκανὰ πεῖσαι τὸν πεπεισμένον καὶ πιστεύσαντα τοῖς ἡμῶν λόγοις, καὶ ἔτι ἐκ πλειόνων ἄλλων, ὧν ἐν τῷ ἐφεξῆς μέλλομεν λέγειν βιβλίῳ, πεισθείη ἄν. ὁ δὲ πεπεισμένος μὲν καθὸ μὴ δύναται ἀντιλέγειν, μὴ πεπεισμένος δὲ καθὸ οὐχ ἥλω οὐδὲ πεπίστευκε τοῖς λεγομένοις, πρὸς δὴ τὸ τοῦτον πεισθῆναί τε καὶ πιστεῦσαι καὶ συν‐
30θέσθαι τοῖς ὑφ’ ἡμῶν λεγομένοις καὶ τῇ ἀληθείᾳ οὐθὲν μᾶλλον, τουτ‐ έστιν οὐδαμῶς τὰ ῥηθέντα καὶ ῥηθησόμενα ἰσχύσαιεν ἂν αὐτὸν πεῖσαι καὶ ἐξελέσθαι τῆς ὑφ’ ἧς κεκράτηται προλήψεως ἐκτετυφλωμένον ὄντα τὰς τῆς διανοίας κόρας. p. 1086a21 Περὶ δὲ τῶν πρώτων ἀρχῶν καὶ τῶν πρώτων αἰτίων
35καὶ στοιχείων καὶ τὰ ἑξῆς.
Εἰπὼν ὅτι δεῖ θεωρῆσαι εἴτε εἰσὶν ἀριθμοὶ χωριστοὶ εἴτε καὶ μή,784
in Metaph
.

785

καὶ δείξας τότε ἐκ διαιρέσεως ὅτι οὔκ εἰσι, μηδαμῶς προσλογιζόμενος εἴτε στοιχεῖον τῶν ὄντων εἰσὶν εἴτε καὶ μή, δείκνυσι νῦν ὅτι οὐδὲ ὡς στοιχεῖον τῶν ὄντων εἶναι δύνανται· ὥστε πρότερον μὲν ἐζήτει εἰ ὅλως εἰσί, νῦν δὲ θεωρεῖ, εἰ ἐάν τις καὶ συγχωρήσῃ αὐτοὺς εἶναι, δύνανται στοιχεῖον εἶναι
5τῶν ὄντων. λέγει οὖν ὅτι περὶ μὲν τῶν πρώτων ἀρχῶν καὶ πρώτων αἰτίων καὶ στοιχείων ὅσα μὲν λέγουσιν οἱ περὶ μόνης τῆς 〈αἰ‐ σθητῆσ〉 οὐσίας διορίζοντες καὶ τὰς ἀρχὰς αὐτῆς ζητοῦντες τὰ μὲν ἐν τοῖς Περὶ φύσεως εἴρηται. ἐν γὰρ τῇ Φυσικῇ ἀκροάσει εἴρηκε περὶ τῶν πρώτων ἀρχῶν, ὑλικοῦ εἰδικοῦ ποιητικοῦ καὶ τελικοῦ· ἀλλὰ καὶ
10περὶ στοιχείων ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς, ὅτι τέσσαρά ἐστι καὶ ὅτι γίνονται ἐξ ἀλλήλων καὶ φθείρονται εἰς ἄλληλα. περὶ μὲν οὖν τούτων ἐν τοῖς Περὶ φύσεως εἴρηται. τὰ δὲ περὶ τῶν ἠθικῶν ἀρχῶν ἢ λογικῶν οὐ τῆς παρούσης ἐστί, φησίν, εἰπεῖν προθέσεως. ὅσα δὲ αἴτια λέγουσι καὶ τίνα (εἴρηται δὲ ὅτι δύο· τὸ γὰρ ἀρχικὸν ἓν καὶ τὴν ἀόριστον δυάδα
15λέγουσιν), οἵ φασιν οὐσίας εἶναι χωριστὰς ἑτέρας παρὰ τὰς αἰσθητάς, ἐχόμενόν ἐστι καὶ οἰκειότατον τῶν εἰρημένων εἰπεῖν. ἐπεὶ δὲ τὰς χωριστὰς οὐσίας καὶ ἑτέρας τῶν αἰσθητῶν τὰς ἰδέας εἶναι λέγουσι καὶ τοὺς ἀριθμούς, ἀλλὰ καὶ τὰ τῶν ἰδεῶν καὶ ἀριθμῶν στοιχεῖα καὶ τῶν ὄντων πάντων εἶναι στοιχεῖα προσφιλονεικοῦσι, σκεπτέον, φησί, τί περὶ τούτων λέγουσι
20καὶ πῶς λέγουσι. καὶ τοὺς μὲν ἀριθμοὺς μόνους ποιοῦντας καὶ τούτους μαθηματικοὺς ὕστερον ἐπισκεπτέον, φησί· περὶ δὲ τῶν τὰς ἰδέας λεγόντων ἅμα τῷ θεάσασθαί τινα τὸν τρόπον καθ’ ὃν αὐτὰς εἶναι λέγουσιν, εὐθὺς ἔστι καὶ τὴν συμβαίνουσαν αὐτοῖς ἀπορίαν εὑρεῖν. καὶ τίθησι τὴν ἑπομένην αὐτοῖς ἀπορίαν, μᾶλλον δὲ εἰπεῖν ἀτοπίαν, διὰ τοῦ ἅμα τε γὰρ καθόλου
25ὡς οὐσίας ποιοῦσι, τουτέστιν ἅμα γὰρ καθόλου οὐσίας τὰς ἰδέας ποιοῦσι καὶ χωριστὰς ἤτοι μερικάς· καθόλου μὲν διότι καὶ οἱ τὰς ἰδέας τιθέμενοι καθόλου λέγουσι διὰ τὸ περιεκτικὰς εἶναι πλειόνων καὶ ἐν πλείοσιν εὑρίσ‐ κεσθαι, τὸν μὲν αὐτοάνθρωπον ἐν τοῖς καθ’ ἕκαστα ἀνθρώποις, τὸν δὲ αὐτοΐππον ἐν τοῖς καθ’ ἕκαστα ἵπποις καὶ τὰς ἄλλας ὁμοίως· μεθέξει γὰρ
30τοῦ αὐτοανθρώπου οἱ τῇδε ἄνθρωποι καὶ τοῦ αὐτοΐππου οἱ ἵπποι, ὡς οὗτοι λέγουσι. καθόλου μὲν οὖν διὰ τοῦτο· μερικὰς δὲ ὡς χωριστὰς καὶ καθ’ αὑτὰς οὔσας· τοῦτο γὰρ ἴδιον τῶν ἀτόμων. οὐδὲν γὰρ μὴ ἄτομον ὂν καὶ μερικὸν δύναται χωριστὸν καὶ καθ’ αὑτὸ εἶναι, ἀλλ’ ἐν ἄλλῳ τὸ εἶναι ἔχει. ὅτι δὲ τὰ αὐτὰ καὶ καθόλου εἶναι καὶ μερικὰ οὐκ ἐνδέχεται, δέδεικται
35πρότερον διὰ πλειόνων ἐν τῇ παρούσῃ πραγματείᾳ. αἴτιον δὲ γέγονεν αὐ‐ τοῖς τοῦ καθόλου καὶ μερικὰς γίνεσθαι τὰς ἰδέας τὸ μὴ ποιεῖν τὰς τοιαύ‐
τας οὐσίας, λέγω δὴ τὰς ἰδέας, τὰς αὐτὰς τοῖς αἰσθητοῖς ἤτοι αἰσθητάς,785
in Metaph
.

786

μηδὲ ἐν τούτοις λέγειν ἔχειν τὸ εἶναι, ὡς ἡμεῖς τὰ καθόλου, ἀλλὰ χω‐ ριστὰς καὶ καθ’ αὑτάς. καὶ ταῦτα μὲν οὕτως ἔχειν οἶμαι, ἡ δὲ λέξις ἡ αἴτιον δὲ τοῦ συνάψαι ταῦτα εἰς ταὐτὸν τοῖς λέγουσι τὰς ἰδέας καθόλου καὶ τὰ ἑξῆς οὕτως ἂν ἀναγινώσκοιτο καὶ νοοῖτο· τοῖς λέγουσι
5τὰς ἰδέας καθόλου οὐσίας αἴτιον γέγονε τοῦ συνάψαι ταῦτα ἤτοι ἅμα καὶ καθόλου καὶ μερικὰ τὰ εἴδη ποιεῖν, τὸ μὴ ποιεῖν τὰς τοιαύτας οὐσίας, λέγω δὴ τὰς εἰδητικάς, τὰς αὐτὰς τοῖς αἰσθητοῖς. p. 1086a37 Τὰ μὲν οὖν ἐν τοῖς αἰσθητοῖς καθ’ ἕκαστα ῥεῖν ἐνό‐ μιζον.
10 Τὴν αἰτίαν λέγει ἐξ ἧς ὡρμήθησαν χωρίσαι τὰ εἴδη, καὶ λέγει ὅτι διὰ τὸ νομίζειν τὰ καθ’ ἕκαστα καὶ τὰ αἰσθητά, ὥσπερ Ἡράκλειτος, πο‐ ταμὸν εἶναι καὶ ἐν συνεχεῖ ῥοῇ καὶ διὰ τοῦτο μὴ ὄντα, τὰς δὲ ἐπιστήμας ὄντων τε καὶ ἐν ταυτότητι ὑπαρχόντων, τὰ καθόλου παρὰ ταῦτα τὰ αἰσθητὰ καὶ εἶναι καὶ ἕτερα τούτων εἶναι ἐνόμισαν, ὧν καὶ τὰς ἐπι‐
15στήμας εἶναί φασιν. ἀλλὰ τὸ μὲν εἶναι καθόλου καὶ ἕτερον τῶν καθ’ ἕκαστα ἐκίνησε μὲν καὶ εἰς φῶς ἤγαγεν ὁ Σωκράτης, ὡς πρότερον εἴρη‐ ται, διὰ τὸ ζητεῖν ὁρίζεσθαι, τοὺς ὁρισμοὺς δ’ εἶναι τῶν καθόλου· οὐ μὴν ἐχώρισεν αὐτὸ ἀπὸ τῶν καθ’ ἕκαστα. καὶ τοῦτο ὀρθῶς ἐνόησε μὴ χωρίσας, τουτέστι καὶ τὸ καθόλου μὲν εἰπεῖν καὶ ἕτερον
20ἑνὸς ἑκάστου τῶν καθ’ ἕκαστα, μὴ χωρίσαι δὲ ἀπὸ τῶν καθ’ ἕκαστα ὀρθῶς ἐνόησε. καὶ ὅτι, φησί, καλῶς ἔλεγε καθόλου λέγων, μὴ χωρίζων δὲ ἀπὸ τῶν καθ’ ἕκαστα, δῆλον ἐξ αὐτοῦ τοῦ ἔργου καὶ τῆς ἀληθείας. ᾗ μὲν γὰρ ἄνευ τῶν καθόλου οὐκ ἔστιν ἐπιστήμη, ταύτῃ καλῶς λέγει ποιή‐ σας τὸ καθόλου· ᾗ δὲ τοῖς χωρίζουσι τὸ καθόλου καὶ ἰδέαν ποιοῦσιν ἕπε‐
25ται πάμπολλα τὰ δυσχερῆ, καὶ ταύτῃ κάλλιστα λέγει λέγων τὸ καθόλου ἀχώριστον. ὥστε δῆλός ἐστιν ὡς καὶ ἡ ἐπιστήμη ἐστὶ λέγειν καθόλου λέγων καὶ ὅτι τὰ ἑπόμενα τοῖς τὰς ἰδέας λέγουσι δυσχερῆ ἐκφεύγει μὴ χωρίζων, ὡς εἴρηται, τὰ καθόλου ἀπὸ τῶν αἰσθητῶν. οἱ δὲ περὶ Πλά‐ τωνα, φησίν, ὥσπερ ἀναγκαῖον ὂν ὡς, εἴπερ εἰσὶν οὐσίαι τινὲς παρὰ
30τὰς αἰσθητὰς καὶ ῥεούσας, ἀνάγκη αὐτὰς χωριστὰς εἶναι καὶ καθ’ αὑτάς, ἀλλ’ οὐκ ἐν τοῖς αἰσθητοῖς, ἄλλας μὲν παρὰ τὰς ἃς ὁ Σωκράτης εἶπεν εἰπεῖν οὐκ εἶχον, ταύτας δὲ ἃς ὁ Σωκράτης ἔλεγέ τε καὶ οὐκ ἐχώριζεν ἐξέθεσαν, ἤτοι μερικὰς ἐποίησαν· τοιαύτη γὰρ ἡ ἔκθεσις. εἰ γὰρ πᾶν χωριστὸν καὶ καθ’ αὑτὸ καὶ οὐκ ἐν ἄλλῳ τὸ εἶναι ἔχον μερικόν,
35τοιαύτας δὲ τὰς ἰδέας εἶναι λέγουσι, φανερὸν ὅτι μερικὰς αὐτὰς ποιοῦσιν· ὥστε συμβαίνει τὰς αὐτὰς φύσεις εἶναι καθόλου τε καὶ μερικάς.
καὶ αὕτη μὲν ἡ δυσχέρεια καὶ τοῦτο τὸ ἄτοπον, τὸ τὰ αὐτὰ καθόλου καὶ786
in Metaph
.

787

μερικὰ εἶναι, καθ’ αὑτὴν ἂν εἴη καὶ μόνοις ἑπομένη τοῖς τὰς ἰδέας λέ‐ γουσιν. p. 1086b14 Ὃ δὲ καὶ τοῖς λέγουσι τὰς ἰδέας ἔχει τινὰ ἀπορίαν καὶ τοῖς μὴ λέγουσιν.
5 Ἡ μὲν ῥηθεῖσα δυσχέρεια καθ’ αὑτὴν ἂν εἴη, φησί, καὶ μόνοις ἑπο‐ μένη τοῖς τὰ εἴδη τιθεμένοις· ὃ δὲ καὶ τοῖς τὰς ἰδέας λέγουσι καὶ ἡμῖν τοῖς μὴ τιθεμένοις αὐτὰς ἀπορήσειεν ἄν τις καὶ νῦν λέγωμεν, καίτοι περὶ τούτου εἰπόντες καὶ ἐν τοῖς ἀπορήμασιν. αἰνίττεται δὲ τὸ Β ταύτης τῆς πραγματείας· διαπορητικὸν γὰρ ἐκεῖνο ἅπαν τὸ βιβλίον. καὶ τίθησιν ὃ ἄν
10τις ἀπορήσειε λέγων εἰ μὲν γὰρ μὴ θήσει τις τὰς οὐσίας εἶναι κε‐ χωρισμένας, καὶ σαφηνίζων ὅπως ἄν τις αὐτὰς χωριστὰς θήσει ἐπάγει καὶ τοῦτον τὸν τρόπον ὡς λέγεται τὰ καθ’ ἕκαστα· τουτέστιν εἰ μή τις τὰς εἰδητικὰς οὐσίας χωριστὰς θήσει ὥσπερ καὶ τὰ καθ’ ἕκαστα καὶ ἄτομα (χωριστὰ δὲ καὶ καθ’ αὑτὰ τὰ καθ’ ἕκαστά φαμεν, διότι οὐκ
15ἐν ἄλλοις ἔχει τὸ εἶναι ὡς τὰ καθόλου καὶ κοινά), εἰ δὴ τὰς εἰδητικὰς οὐσίας μὴ θῇ τις κεχωρισμένας ὡς τὰ ἄτομα, ἀλλ’ ἐν ἄλλοις φήσει, ὡς τὰ καθόλου καὶ κοινά, ἀναιρήσει τὴν οὐσίαν τῶν ὄντων, καὶ οὐδὲν ἔσται οὐσία ἀλλὰ πάντα συμβεβηκότα. εἰ γὰρ τὰ καθόλου, ὡς ἐν τῷ Ζ τῆς παρούσης δέδεικται πραγματείας, ὁμοιώματά εἰσι τῶν καθ’ ἕκαστα καὶ
20οὐκ οὐσίαι, εἰ καὶ αἱ ἰδέαι καθόλου, ἔσονται μὴ οὐσίαι καὶ συμβεβηκότα· ὥστε εἰ αὗται συμβεβηκότα, καὶ τὰ τῇδε, ὧν αὗταί εἰσιν ἰδέαι, συμβεβη‐ κότα ἔσονται. εἰ γὰρ τῇ τοῦ αὐτοανθρώπου μεθέξει οἱ καθ’ ἕκαστα καὶ αἰσθητοὶ ἄνθρωποι τὸ εἶναι ἄνθρωποι ἔχουσιν, εἰ μὴ εἴη ὁ αὐτοάνθρωπος οὐσία, οὐδὲ τὰ κατὰ μέθεξιν ὄντα εἶεν ἂν οὐσίαι· ὥστε ἀναιρεῖται τῶν
25ὄντων ἡ οὐσία, ὅπερ οὐ βουλόμεθα. εἰ μὲν οὖν μὴ θῇ τις τὰς εἰδη‐ τικὰς οὐσίας χωριστάς, ταὐτὸν δὲ εἰπεῖν μερικάς, ἀλλὰ καθόλου, ταῦτα συμβαίνει. ἂν δέ τις πάλιν θῇ τοιαύτας οὐσίας χωριστάς, πῶς θήσει τὰ στοιχεῖα καὶ τὰς ἀρχὰς αὐτῶν, τό τε ἀρχικὸν ἓν καὶ τὴν ἀόρισ‐ τον δυάδα; πότερον χωριστόν ἐστι τὸ ἀρχικὸν ἓν καὶ ἡ ἀόριστος δυὰς ἢ
30καθόλου τινὲς φύσεις; εἰ μὲν οὖν καθ’ ἕκαστον καὶ μὴ καθόλου, πᾶν δὲ καθ’ ἕκαστον ἐν πλείοσιν εἶναι οὐ δύναται οὐδὲ ἐνταῦθά τε καὶ ἄλλοθι (Σωκράτης γὰρ ἐν Λυκείῳ ὢν ἐν στοᾷ οὐκ ἔστι), συμβαίνει ὅσα ἂν εἴη τὰ στοιχεῖα, τοσαῦτα εἶναι καὶ τὰ ὄντα, δύο δηλονότι. καὶ πρὸς τούτοις οὐδὲ ἐπιστητὰ ἔσται τὰ στοιχεῖα· τῶν γὰρ καθ’ ἕκαστα οὐκ ἔστιν ἐπι‐
35στήμη. πῶς δὲ μερικῶν ὄντων τῶν στοιχείων συμβαίνει τὰ ὄντα τοσαῦτα εἶναι, ὅσα καὶ τὰ στοιχεῖα, σαφηνίζει ἐπὶ τῶν στοιχείων τῆς φωνῆς. ἔστω
γάρ, φησίν, ὑποθέσεως χάριν αἱ ἐν τῇ φωνῇ συλλαβαὶ οὐσίαι καὶ787
in Metaph
.

788

ἰδέαι, τὰ δὲ τῶν συλλαβῶν στοιχεῖα τό τε ἄλφα καὶ βῆτα καὶ τὰ λοιπὰ στοιχεῖα ἀναλογοῦντα τοῖς τῶν ἰδεῶν στοιχείοις τῷ αὐτοενὶ καὶ τῇ ἀορίστῳ δυάδι, καὶ ἔστω τὸ ἄλφα μὴ καθόλου τις φύσις ἐν πλείοσι θεωρουμένη ἄλφα, ἀλλὰ μερικὴ καὶ ἄτομος. εἰ οὖν τὸ α μετὰ τοῦ β συντεθὲν ποιήσει
5τὴν βα συλλαβήν, μία μόνη ἔσται βα συλλαβὴ καὶ οὐ πολλαί. ὥσπερ γὰρ εἰ ἦσαν ἐν τῷ παντὶ κόσμῳ μόνοι δύο ἄνθρωποι καὶ οὐ πλείους, οἷον ὅ τε Σωκράτης καὶ ὁ Πλάτων, μία ἂν ἦν ἀνθρώπειος δυὰς ἡ ἐκ τοῦ Σω‐ κράτους καὶ Πλάτωνος, οὕτω καὶ ἐπὶ τῆς βα συλλαβῆς συνέπεσεν ἂν εἰ ἦν ἓν βῆτα καὶ ἓν ἄλφα. αὐτὸς μέντοι οὐκ ἀπὸ τῶν στοιχείων κατασκευ‐
10άζει τὰς συλλαβάς, ἀλλ’ ἔμπαλιν ἀπὸ τῶν συλλαβῶν καὶ τὰ περὶ τῶν στοιχείων σαφηνίζει λέγων ‘ἀνάγκη τὴν βα συλλαβὴν καὶ ἑκάστην τῶν ἄλλων μίαν εἶναι, εἴπερ μὴ καθόλου ἐστὶν ἥ τε βα καὶ ἡ δε συλλαβή, ἀλλὰ χωριστὴ καὶ καθ’ αὑτὴν καὶ τόδε τι‘, ἤτοι αἰσθητὴ καὶ εἰς δεῖξιν πίπτουσα· τὰ γὰρ καθόλου οὐκ αἰσθητὰ οὐδὲ ἔστι δεῖξαι αὐτὰ τῷ δακτύλῳ.
15τὸ δὲ ὁμώνυμον ἀντὶ τοῦ συνωνύμως κατηγορούμενον. ὃ γὰρ μήτε συνωνύμως μήτε μὴν ὁμωνύμως κατὰ πολλῶν λέγεται, μερικὸν καὶ ἄτομον. τὸ δὲ εἴπερ μὴ καθόλου καὶ τῷ εἴδει αἱ αὐταὶ ἴσον ἐστὶ τῷ εἴπερ μὴ καθόλου αἱ συλλαβαί, ὥστε τὰς ὑπ’ αὐτὰς ἀπείρους εἶναι τῷ ἀριθμῷ, τῷ δὲ εἴδει τὰς αὐτάς. ἀλλὰ καὶ τὸ ἔτι δ’ αὐτὸ ὅ ἐστιν ἓν ἕκαστον
20τιθέασιν οὕτως ἐπῆκται ὡς εἰ ἔλεγεν ‘οὐκ ἐγὼ τοῦτο ὑποτίθεμαι ὡς ἡ βα συλλαβή, εἴπερ ἀναλογεῖ τινι τῶν ἰδεῶν, μία ἔσται τῷ ἀριθμῷ, ἀλλὰ ταῖς ἐκείνων ἕπεται τοῦτο ὑποθέσεσι· χωριστὸν γὰρ καὶ καθ’ αὑτὸ λέ‐ γοντες αὐτὸ ὅ ἐστι, τουτέστι τὸν αὐτοάνθρωπον καὶ αὐτοΐππον, ἐξ ἀνάγκης καὶ ἕνα τῷ ἀριθμῷ λέγουσι‘. πᾶν γάρ, ὡς ἀπειράκις εἴρηται, τὸ καθ’
25αὑτὸ ὂν ἄτομον καὶ μερικόν. ὥστε καὶ ἡ βα συλλαβή, εἰ ἦν ἰδέα, ἄτο‐ μος ἂν ἦν καὶ μία τῷ ἀριθμῷ. τὴν δὲ λέξιν ὑπερβατῶς ἀναγνωστέον ὧδε· ἕκαστον αὐτὸ ὅ ἐστιν ἓν τιθέασι τῷ ἀριθμῷ. δείξας δὲ ὅτι ἀνάγκη ἑκάστην τῶν συλλαβῶν μίαν εἶναι καὶ ἄτομον ἐπάγει εἰ δὲ αἱ συλλαβαὶ οὕτω, τουτέστιν εἰ δὲ αἱ συλλαβαὶ ἄτομοι καὶ μία ἑκάστη τῷ ἀριθμῷ,
30ἀνάγκη καὶ τὸ ἄλφα καὶ βῆτα καὶ τὰ λοιπὰ στοιχεῖα, ἐξ ὧν αἱ συλλαβαί, ἄτομα εἶναι καὶ ἓν τῷ ἀριθμῷ· ὥστε οὐκ ἔσονται πολλὰ ἄλφα ἀλλ’ ἓν μόνον, ὁμοίως οὐδὲ πολλὰ βῆτα οὐδὲ ἄλλο οὐδὲ ἓν τῶν λοιπῶν στοιχείων κατὰ τὸν αὐτὸν λόγον, ὥσπερ οὐδὲ τῶν συλλαβῶν ἡ αὐτὴ καὶ μία, οἷον ἡ βα, ἄλλη καὶ ἄλλη ἤτοι πολλαὶ δύνανται εἶναι. ἀλλ’ εἰ τοῦτο, φησίν,
35οὐκ ἔσται παρὰ τὰ στοιχεῖα ἄλλα τινά, ἀλλ’ αὐτὰ μόνον τὰ κδʹ στοιχεῖα. ἡμεῖς μὲν γὰρ τέσσαρα λέγοντες τὰ στοιχεῖα κρᾶσίν τε αὐτῶν καὶ ἀλλοίω‐ σιν δυνάμεθα λέγειν, ὡς ἐκ τῆς κράσεως αὐτῶν καὶ ἀλλοιώσεως δύνασθαι γίνεσθαι ἄλλα τινὰ παρὰ ταῦτα. ἐπὶ δὲ τῶν στοιχείων τῶν συλλαβῶν
ἀσωμάτων ὄντων καὶ μήτε μίγνυσθαι δυναμένων μήτε πολλῷ μᾶλλον788
in Metaph
.

789

ἀλλοιοῦσθαι, οὐκ ἔσται τι παρ’ αὐτὰ ἄλλο οὐδέν. τὸ γὰρ β ἓν ὂν τῷ ἀριθμῷ, ὡς ἡ ὑπόθεσις, συντεθὲν μετὰ τοῦ ἄλφα οὐκ ἠλλοίωται (ἀσώμα‐ τον γάρ), ἀλλὰ καὶ τὸ βῆτα, ὥσπερ πρὸ τῆς συνθέσεως ἦν βῆτα, οὕτω καὶ μετὰ τὴν σύνθεσιν, καὶ τὸ ἄλφα ὁμοίως. ἓν οὖν ὂν τὸ βῆτα τῷ
5ἀριθμῷ καὶ συνὸν τῷ ἄλφα οὐκ ἂν καὶ μετὰ τοῦ ἰῶτα συντεθείη. εἰ γὰρ μέλλει συντεθῆναι τὸ βῆτα τῷ ἰῶτα ἄτομον ὄν, πᾶσα ἀνάγκη ἀποστῆναι τοῦ α· ὥστε ἡ γένεσις τῆς βι συλλαβῆς ἔσται φθορὰ τῆς βα, καὶ οὔσης τῆς βα οὐκ ἔσται ἡ βι συλλαβή, ταύτης δὲ οὔσης οὐκ ἔσται ἡ βα. ὥστε εἰ τὸ βῆτα μετὰ τοῦ α πεποίηκε τὴν βα συλλαβήν, τὸ γάμμα μετὰ τοῦ ε
10ποιείτω τὴν γε καὶ τὸ δέλτα μετὰ τοῦ η ποιείτω τὴν δη, καὶ τὸ ζ μετὰ τοῦ ἰῶτα τὴν ζι καὶ τὸ θῆτα μετὰ τοῦ ο τὴν θο, τὸ κάππα μετὰ τοῦ ω τὴν κω, τὸ λάβδα μετὰ τοῦ υ τὴν λυ, καὶ οὐκ ἔσται ἄλλη τις συλ‐ λαβὴ πλὴν τῆς βα καὶ γε καὶ δη καὶ ζι καὶ θο καὶ κω καὶ λυ. ἡ δὲ δε συλλαβὴ ἢ πε ἢ ἄλλη τις οὐκ ἔσται· τοῦ γὰρ ε ἑνὸς ὄντος τῷ ἀριθμῷ
15καὶ συνόντος τῷ γάμμα καὶ πεποιηκότος τὴν γε συλλαβὴν οὐκ ἂν καὶ μετὰ τοῦ π συνέλθοι. εἰ δὴ ταῦτα ἀληθῆ, συμβαίνει μηδὲν εἶναι παρὰ τὰ στοιχεῖα ἕτερον τῶν στοιχείων ὄν. νενοήσθω γὰρ ὅτι ἐν ὅλῳ τῷ κόσμῳ κδʹ ἄνδρες εἰσὶ μόνοι, καὶ ἐν μὲν τῇ στοᾷ ἔστωσαν δύο ἀναλο‐ γοῦντες τῇ βα συλλαβῇ, καὶ ἐν Ἀκαδημίᾳ δύο εἰκόνα φέροντες τῆς γε
20συλλαβῆς, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, τί οὖν ἕτερον παρὰ τοὺς κδʹ ἄνδρας νοεῖν δυνάμεθα γενέσθαι; πάντως οὐδέν, ἀλλὰ πάλιν αὐτοὺς τοὺς κδʹ ἄνδρας. ὡς οὖν ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τῶν τῆς φωνῆς στοιχείων συμβαίνει, ἑνὸς τῷ ἀριθμῷ ὄντος τοῦ ἄλφα καὶ τοῦ βῆτα καὶ τῶν λοιπῶν, καὶ οὐδὲν ἕτερον ἔσται παρὰ αὐτά, εἴτε συντεθειμένα σωρηδόν τις αὐτὰ
25νοεῖ, εἴτε δύο δύο, εἴτε καὶ ἀπολελυμένα ἀπ’ ἀλλήλων. καὶ πάλιν ὡς ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τῶν στοιχείων τῶν ἰδεῶν ἔχειν ἀνάγκη· καὶ ἢ οὐδὲν ἔσται παρὰ τὸ ἀρχικὸν ἓν καὶ τὴν ἀόριστον δυάδα, οὐκ αὐτοάνθρωπος οὐκ αὐτοΐππος οὐκ ἄλλο οὐδέν, ἢ εἴ γε συγχωρήσει τις εἶναι αὐτο‐ άνθρωπον, οὗτος μὲν ἔσται, ἄνθρωποι δὲ πολλοὶ οὐκ ἔσονται, ὥσπερ οὐδὲ
30πολλαὶ βα συλλαβαί. καὶ πρὸς τούτοις, φησίν, εἴπερ εἰσὶ τὰ στοιχεῖα τό τε ἀρχικὸν ἓν καὶ ἡ ἀόριστος δυὰς ἓν τῷ ἀριθμῷ, οὐκ ἔσονται ἐπιστητά, ὅτι ἡ μὲν ἐπιστήμη τῶν καθόλου, ταῦτα δὲ οὐ καθόλου. ὅτι δὲ αἱ ἐπι‐ στῆμαι τῶν καθόλου δῆλον, φησίν, ἔκ τε τῶν ἀποδείξεων καὶ τῶν ὁρισμῶν. καὶ οἱ ὁρισμοὶ γὰρ τῶν καθόλου, ὡς ἐν τῷ Ζ τῆς παρούσης
35δείκνυται πραγματείας, καὶ αἱ ἀποδείξεις ὁμοίως, ὡς ἐν τοῖς Ὑστέροις ἐμά‐ θομεν ἀναλυτικοῖς. οὐ γὰρ γίνεται ὁ ὁρισμὸς ἢ ὁ συλλογισμὸς καὶ ἡ ἀπό‐
δειξις περὶ τοῦδε τοῦ μερικοῦ τριγώνου, ὅτι τόδε τὰς τρεῖς γωνίας δυσὶν789
in Metaph
.

790

ὀρθαῖς ἴσας ἔχει, ἀλλὰ παντὸς τριγώνου, οὐδ’ ὅτι ὅδε ὁ μερικὸς ἄνθρωπος ζῷόν ἐστιν, ἀλλὰ πᾶς ἄνθρωπος. p. 1086b37 Ἀλλὰ μὴν εἴ γε καθόλου αἱ ἀρχαὶ ἢ καὶ ἐκ τούτων οὐσίαι καθόλου.
5 Ὑποθέμενος μερικὰς τὰς ἰδέας καὶ τὰς τούτων ἀρχὰς τό τε αὐτοὲν καὶ τὴν ἀόριστον δυάδα καὶ δείξας ἀπὸ τῶν συμβαινόντων ταῖς συλλαβαῖς καὶ τοῖς στοιχείοις αὐτῶν ὅτι ἀδύνατον μερικὰς εἶναι τὰς ἰδέας καὶ τὰ στοιχεῖα αὐτῶν, ὑποτίθεται αὐτὰ καθόλου λέγων ἀλλὰ μὴν εἴ γε καθό‐ λου αἱ ἀρχαὶ τό τε αὐτοὲν καὶ ἡ ἀόριστος δυάς, ὁμοίως δὲ καὶ αἱ ἐκ
10τούτων οὐσίαι καθόλου, ἤτοι αἱ ἰδέαι, ἔσται ἡ μὴ οὐσία προτέρα τῆς οὐσίας, ὅπερ ἀδύνατον. ἐπειδὴ γὰρ τὰ καθόλου οὐκ οὐσίαι ἀλλ’ ὁμοιώματα τῶν καθ’ ἕκαστα, εἰ ἔστι καὶ τὸ αὐτοὲν καὶ ἡ ἀόριστος δυὰς καθόλου, ὁμοιώματα καὶ συμβεβηκότα ἔσονται καὶ πρότερα τῶν ἰδεῶν, ἤτοι κατ’ αὐτοὺς τῶν οὐσιῶν. εἰ γὰρ πρότερα τὰ στοιχεῖα τῶν ὧν εἰσι στοιχεῖα, τὸ
15δὲ ἀρχικὸν ἓν καὶ ἡ δυὰς στοιχεῖα τῶν ἰδεῶν, πρότερα ἂν εἶεν τῶν ἰδεῶν. ταῦτα δέ, τό τε πρότερα γίνεσθαι τὰ συμβεβηκότα τῶν οὐσιῶν καὶ τὰ λοιπά, εὐλόγως συμβαίνει τοῖς ποιοῦσι τὰς ἰδέας ἐκ στοιχείων καὶ πρὸς τούτῳ ἀξιοῦσιν ἕν τι εἶναι ἕτερον τῶν καθ’ ἕκαστα καὶ αἰσθητῶν ἀνθρώ‐ πων καὶ ἵππων καὶ τῶν ἄλλων. ὥστε εἰ μηδὲν κωλύει, ὡς ἐπὶ τῶν
20τῆς φωνῆς στοιχείων, ἀλλὰ καὶ πᾶσα ἀνάγκη πολλὰ εἶναι τὰ ἄλφα καὶ τὰ βῆτα, καὶ πρὸς τούτοις εἰ μηδέν ἐστιν αὐτοάλφα καὶ αὐτοβῆτα παρὰ τὰ καθ’ ἕκαστα καὶ πολλὰ α καὶ πολλὰ β, ἀνάγκη καὶ πολλοὺς εἶναι ἵππους καὶ ἀνθρώπους μὴ ὄντος αὐτοανθρώπου καὶ αὐτοΐππου. τοῦτο γὰρ ἦν ἀκόλουθον ἐπαγαγεῖν, ἐπεὶ καὶ διὰ τὰς ἰδέας τὰ τῆς φωνῆς παρεί‐
25ληπται στοιχεῖα. ὁ δὲ τοῦτο μὲν οὐκ ἐπήγαγεν ἀλλὰ τὸ ἔσονται ἕνεκά γε τούτου ἄπειροι συλλαβα. καὶ προσυπακουστέον τοῦ εἰ δὲ ἄπειροι βα συλλαβαὶ εἶναι δύνανται μὴ οὔσης αὐτοβα συλλαβῆς, καὶ ἄνθρωποι ἄρα μὴ ὄντος αὐτοανθρώπου. ὥστε ἐπειδὴ τὰ στοιχεῖα ἀνάγκη ἢ καθόλου εἶναι ἢ μερικά, αἱ δὲ ἰδέαι καὶ τὰ στοιχεῖα αὐτῶν δέδεικται ὅτι οὔτε καθόλου
30εἶναι δύνανται οὔτε μερικαί, δῆλον ὅτι οὐδὲ ὡς στοιχεῖα δύνανται εἶναι οἱ εἰδητικοὶ ἀριθμοί. ἀλλ’ ἡ μὲν τῶν λεγομένων οἶμαι διάνοια τοιαύτη, κατὰ δὲ τὴν λέξιν τὴν καὶ παρὰ τὰς τὸ αὐτοεῖδος ἐχούσας οὐσίας ἕν τι ἀξιοῦσιν εἶναι κεχωρισμένον ἢ τοῦτο λέγοι ἄν, ὃ καὶ πρότερον εἴπο‐ μεν, ὅτι εὐλόγως συμβαίνει τὰ εἰρημένα ἄτοπα τοῖς ἀξιοῦσι παρὰ τὰς καθ’
35ἕκαστα οὐσίας τὰς ἐχούσας κατ’ αὐτοὺς ἐν ἑαυταῖς τὰς ἰδέας (μεθέξει γὰρ790
in Metaph
.

791

τῶν ἰδεῶν τὰ τῇδε εἶναι βούλονται), τοῖς δὴ ἀξιοῦσι παρὰ τὰ καθ’ ἕκαστα ἕν τι εἶναι αὐτοεῖδος κεχωρισμένον ταῦτα συμβαίνει. καὶ δεῖ τὴν λέξιν οὕτως ἀναγινώσκειν ‘καὶ ἀξιοῦσιν ἕν τι εἶναι κεχωρισμένον αὐτοεῖδος ἕτερον παρὰ τὰς οὐσίας τὰς αἰσθητὰς καὶ ἐχούσας ἐν ἑαυταῖς τὰς ἰδέασ‘. μεθέξει
5γὰρ τῶν ἰδεῶν ὄντων ἡμῶν, πῶς οὐκ ἂν εἶεν ἐν ἡμῖν; ἢ τὸ καὶ παρὰ τὰς τὸ αὐτοεῖδος ἐχούσας οὐσίας καὶ ἰδέας ἕν τι ἀξιοῦσιν εἶναι κεχωρισμένον εἴρηται ἀντὶ τοῦ εὐλόγως συμβαίνει αὐτοῖς ταῦτα, ὅταν ἀξιῶσιν ἕν τι αὐτοεῖδος εἶναι κεχωρισμένον (λέγων αὐτοεῖδος τὸ ἀρχικὸν ἕν) παρὰ τὰς οὐσίας, αὐτὰς δὴ τὰς ἰδέας καὶ ἐχούσας τὸ ἀρχικὸν ἓν ἤτοι
10τὸ αὐτοεῖδος· εἶδος γὰρ ὂν τὸ ἀρχικὸν ἓν κατ’ αὐτοὺς τῶν ἰδεῶν. εὔδηλον δ’ ὡς ἔχουσιν αὐτὸ αἱ ἰδέαι· ὥστε εἰ λέγοι αὐτοεῖδος τὸ ἀρχικὸν ἕν, καὶ οὐσίας ἐχούσας τὸ αὐτοεῖδος μὴ τὰς τῇδε καὶ αἰσθητάς, ἀλλὰ τὰς ἰδέας, δεῖ κατὰ ταύτην τὴν ἐπιβολὴν οὑτωσὶ τῆς λέξεως ἀκούειν ‘ὅταν ἀξιῶσιν εἶναι ἕν τι αὐτοεῖδος, τουτέστιν ἀρχικὸν ἕν, ἕτερον παρὰ τὰς εἰδητικὰς οὐ‐
15σίας τὰς ἐχούσας κατ’ αὐτοὺς τὸ ἀρχικὸν ἕν, ταῦτα συμβαίνει‘. p. 1087a10 Τὸ δὲ τὴν ἐπιστήμην εἶναι καθόλου πᾶσαν, ὥστε ἀναγκαῖον εἶναι καὶ τὰς τῶν ὄντων ἀρχὰς καθόλου εἶναι. Δείξας ὅτι τὰ καθόλου οὔκ εἰσι κεχωρισμένα καὶ καθ’ αὑτά, ἔχων δὲ καὶ ὅτι αἱ ἐπιστῆμαι τῶν καθόλου εἰσίν, ἐπειδὴ παντὸς ἦν ζητεῖν ὡς
20εἴπερ αἱ ἐπιστῆμαι τῶν καθόλου, τὰ δὲ καθόλου μὴ ὄντα, αἱ ἐπιστῆμαι ἄρα τῶν μὴ ὄντων εἰσί, λέγει οὖν ὅτι τὸ λέγειν ὡς πᾶσα μὲν ἐπιστήμη τῶν καθόλου ἐστὶ καὶ διὰ τοῦτο ἀνάγκη καὶ τὰς τῶν ὄντων ἀρχὰς καθόλου εἶναι καὶ οὔσας, πᾶν δὲ ὂν κεχωρισμένον καὶ καθ’ αὑτό, καὶ αἱ τῶν ὄντων ἀρχαὶ ἄρα; ὧν εἶναι καὶ τὰς ἐπιστήμας φαμέν, καὶ καθόλου καὶ κεχω‐
25ρισμέναι, ἢ εἰ μὴ τοῦτο, συμβαίνει τὰς ἐπιστήμας εἶναι μὴ ὄντων, τὸ δὴ τοῦτο λέγειν, φησίν, ἔχει μὲν μάλιστα πάντων τῶν ῥηθέντων ἀπορίαν (αὕτη δὲ ἦν ἡ τὰς ἐπιστήμας μὴ ὄντων εἶναι λέγουσα)· τοῦτο δέ, φησί, τὸ τὴν ἐπιστήμην εἶναι μὴ ὄντων τρόπον μέν τινα ἀληθές ἐστι, τρόπον δέ τινα οὐκ ἀληθές· ἔστι γὰρ ἡ ἐπιστήμη καὶ ὄντος καὶ μὴ ὄντος. καὶ
30πῶς ἐπάγει· ἡ γὰρ ἐπιστήμη, ὥσπερ καὶ τὸ ἐπίστασθαι διττόν. ὡς γὰρ ἐπίστασθαι λέγομεν τὸν ἔχοντα μὲν τὴν ἐπιστήμην, μὴ ἐνεργοῦντα δὲ κατ’ αὐτὴν δυνάμενον δ’ ἐνεργῆσαι, καὶ τὸν ἔχοντα ἤδη καὶ ἐνεργοῦντα, ὡς οὖν τὸ ἐπίστασθαι τὸ μὲν λέγεται κατὰ δύναμιν τὸ δὲ κατ’ ἐνέργειαν, οὕτω καὶ ἡ ἐπιστήμη δυνάμει καὶ ἐνεργείᾳ, δυνάμει μὲν ἡ ἐν ἡμῖν ἕξις
35καθ’ ἣν δυνάμεθα πᾶν ὃ ἂν ἡμῖν προτεθῇ τρίγωνον, εἴτε ξύλινον εἴτε χαλκοῦν ἢ ἄλλο ὁτιοῦν, δεικνύναι ὅτι τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας
ἔχει, ἥτις ἕξις καθόλου ἐπιστήμη λέγεται· ἐνεργείᾳ δὲ ἐπιστήμη λέγεται791
in Metaph
.

792

ἡ τοιάδε ἐν ἡμῖν γινομένη κίνησις, ὅταν δείκνυμεν ὅτι τοῦδε τοῦ τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, ἥτις καὶ μερική (περὶ γὰρ τόδε τὸ μερικὸν τρίγωνόν ἐστι) λέγεται. καὶ ἔοικεν ἡ μὲν καθόλου ἐπιστήμη τῇ ὀπτικῇ ἡμῶν δυνάμει, ἣν καὶ ὑπνώττοντες καὶ ἐγρηγορότες ἔχομεν, ἡ
5δὲ μερικὴ ἐπιστήμη τῇ ὁράσει, ἥτις ὅρασις γίνεται, ὅταν ἡ ὄψις ἐνεργῇ περὶ τὰ χρώματα καὶ ὁρᾷ αὐτά. καὶ τούτῳ διαφέρει ἡ ἐνεργείᾳ καὶ μερικὴ ἐπιστήμη τῆς καθόλου καὶ ὡς ἕξεως λεγομένης, ὅτι ἡ μὲν μερικὴ τοῦδέ ἐστι τοῦ τριγώνου ὃ νῦν δείκνυσιν, ἡ δὲ καθόλου καὶ ὡς ἕξις καὶ ἄλλων ἀπείρων. τὸ δὲ καθόλου τρίγωνον διαφέρει τοῦ μερικοῦ, ὅτι τὸ μὲν καθ‐
10όλου ἀόριστον (οὐ γὰρ ἐν χαλκοῖς τριγώνοις ὁρίζεται ἡ φύσις αὐτοῦ ἢ ἐν ξυλίνοις ἢ γηίνοις, ἀλλ’ ἐν ἅπασιν αὐτὸ εἶναί τε καὶ εὑρίσκεσθαι δύναται, ὥστε καὶ ὡς ἀόριστον καὶ ἐννοηματικὸν μὴ ὂν αὐτό φαμεν· τὸ γὰρ ἀόριστον καὶ μὴ ἐπερεῖδον ἡμῶν τὴν διάνοιαν κατ’ οὐδὲν ἀπέοικε τοῦ μὴ ὄντος), τὸ δὲ μερικὸν τρίγωνον ἐπειδὴ αἰσθητόν ἐστι καὶ κείμενόν που, ὡρισμένον
15καὶ ὄν ἐστι. τούτων οὕτως ἐχόντων ὅταν λέγωμεν ὅτι ἡ ἐπιστήμη τῶν καθόλου ἐστὶ καὶ ὄντων, καθόλου μὲν λέγομεν τὴν καθόλου καὶ ὡς ἕξιν οὖσαν, ὄντων δὲ τὴν μερικὴν καὶ ἐνεργείᾳ καὶ περὶ μερικὰ οὖσαν. ἔστιν οὖν ἡ ἐπιστήμη καὶ τῶν καθόλου καὶ τῶν κατὰ μέρος καὶ ὄντων καὶ μὴ ὄντων, ἡ μὲν καθόλου καὶ ὡς ἕξις τῶν καθόλου τε καὶ μὴ ὄντων (ἐν ἐπι‐
20νοίᾳ γὰρ μόνῃ αὐτοῖς τὸ εἶναι), ἡ δὲ μερικὴ καὶ ἐνεργείᾳ ὄντος. καὶ κυρίως μὲν καὶ προηγουμένως διὰ τὴν μερικὴν καὶ τὴν καθόλου διώκομεν· διὰ γὰρ τὸ δύνασθαί με δεικνύναι πᾶν ὃ ἄν μοι δοθῇ τρίγωνον ὅτι τὰς τρεῖς γωνίας δύο ὀρθαῖς ἴσας ἔχει καὶ τὴν καθόλου ζητῶ τε καὶ ἀσπάζο‐ μαι, ἐπεὶ αὐτὴν καθ’ αὑτὴν οὐδεὶς ἂν ἔχειν ἐθελήσειεν. ἡ μὲν οὖν δύ‐
25ναμις, φησί, λέγων δύναμιν τὸν ἐν ἡμῖν νοῦν· οὗτος γὰρ δυνάμει τὰ καθόλου· γραμματείῳ γὰρ ἀγράφῳ ἐν τῇ Περὶ ψυχῆς αὐτὸν ἀπείκασεν. οὗτος οὖν ὁ νοῦς ὕλη ἐστὶ τῶν καθόλου, ταῦτα δὲ εἴδη· καὶ ἐπεὶ ὡς ὕλη ἐστί, καὶ ἀόριστός ἐστι· πᾶσα γὰρ ὕλη ὑπὸ εἴδους ὁρίζεταί τε καὶ κοσμεῖ‐ ται. ἔστιν οὖν ὁ νοῦς ὁ δυνάμει ὕλη ἀόριστος εἴδους ἀορίστου· τοῦ γὰρ
30καθόλου· ταῦτα γάρ, ὡς εἴρηται, ἀόριστα. ἡ δὲ ἐνεργείᾳ δύναμις, τουτ‐ έστιν ὁ κατ’ ἐνέργειαν νοῦς, ἡ μερικὴ ἐπιστήμη ἐστίν, ὡρισμένη καὶ ὡρισμένου τινός (τοῦ γὰρ αἰσθητοῦ τριγώνου) τόδε τι καὶ μερικὴ οὖσα τοῦδέ τινος καὶ μερικοῦ ἐστι. δύναται διὰ τοῦ ἡ μὲν οὖν δύναμις ὡς ὕλη τοῦ καθόλου οὖσα καὶ τῶν ἑξῆς δύναμιν λέγειν τὴν ἐν ἡμῖν ἕξιν,
35ἣν καὶ καθόλου φαμὲν ἐπιστήμην. καὶ εἴη ἂν λέγων ὅτι ἡ μὲν δύναμις ἤτοι ἡ ἐν ἡμῖν ἕξις ἤτοι ἡ καθόλου ἐπιστήμη, τοῦ καθόλου οὖσα, ὕλη ἐστὶ τῆς μερικῆς ἐπιστήμης· εἰδοποιεῖται γὰρ ὑπ’ αὐτῆς. καὶ οὐ μόνον ὕλη ἐστὶν αὐτῆς, ἀλλὰ καὶ ἀόριστός ἐστι τοῦ καθόλου καὶ ἀορίστου οὖσα. εἰ γὰρ ἡ καθόλου ἐπιστήμη οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ καθόλου εἶδος,
40τοῦτο δὲ ἀόριστον, ἀόριστος ἄρα καὶ αὕτη. πάλιν ἐπεὶ ἡ μερικὴ καὶ ἐνερ‐792
in Metaph
.

793

γείᾳ ἐπιστήμη ἡ αὐτή ἐστι τῷ μερικῷ τριγώνῳ, ὡρισμένον δὲ τοῦτο, ὡρισμένη ἄρα καὶ αὕτη καὶ ὡρισμένου τινός. ὅτι δὲ ἡ καθόλου ἐπιστήμη διὰ τὴν μερικήν ἐστι καὶ ταύτης χάριν καὶ τὴν καθόλου ἀσπαζόμεθα, δεί‐ κνυσι τῇ παραθέσει τῆς αἰσθήσεως. ὡς γὰρ ἡ ὄψις προηγουμένως μὲν
5τοῦδέ τινος τοῦ ἀτόμου χρώματός ἐστι, κατὰ συμβεβηκὸς δὲ καὶ τοῦ ἐν τῷ ἀτόμῳ κοινοῦ (τὸ γὰρ καθ’ ἕκαστον ὁρῶν τις τρόπον τινὰ καὶ τὸ ἐν αὐτῷ καθόλου ὁρᾷ), ὁμοίως καὶ ὥσπερ τις προηγουμένως μὲν τόδε τὸ ἄλφα θεωρεῖ εἰ χρὴ δασύνεσθαι ἢ ψιλοῦσθαι, ἐκτείνεσθαί τε ἢ βραχύνε‐ σθαι, κατὰ συμβεβηκὸς δὲ καὶ τὸ ἐν αὐτῷ κοινόν, οὕτω καὶ ἡ ἐπιστήμη
10προηγουμένως μὲν μερική ἐστιν, ἡ τὰ ἐπιστητὰ δεικνύουσα (πᾶν γὰρ ὃ ἂν εἰς δεῖξιν ληφθείη μερικόν), κατὰ συμβεβηκὸς δὲ ἐν αὐτῷ θεωρεῖ τὸ καθ‐ όλου καὶ δείκνυσιν. εἰ οὖν ταῦτ’ ἀληθῆ, οὐκ ἔσται χωριστὸν οὐδὲν οὐδ’ οὐσία καθόλου καθ’ αὑτήν, ἵν’ ᾖ ταύτης ἡ ἐπιστήμη· ἀλλὰ δῆλον ὅτι τρόπον μέν τινά ἐστιν ἡ ἐπιστήμη τοῦ καθόλου καὶ μὴ ὄντος, ἡ καθόλου
15δηλονότι καὶ δυνάμει, τρόπον δέ τινα οὐκ ἔστι τοῦ καθόλου, ἀλλὰ τοῦ μερικοῦ, ἡ ἐνεργείᾳ δηλονότι. τὸ δὲ ἐπεὶ εἰ ἀνάγκη τὰς ἀρχὰς καθ‐ όλου εἶναι, ἀνάγκη καὶ τὰ ἐκ τούτων καθόλου συνεχές ἐστι τοῖς ἐπάνω, ἐν οἷς ἐδείκνυεν ὅτι ἀδύνατόν ἐστι τὸ ἀρχικὸν ἓν καὶ τὴν ἀόριστον δυάδα καθόλου εἶναι. ἔστι δὲ τὸ λεγόμενον ὡς εἴπερ αἱ ἀρχαί, τὸ αὐτοὲν
20δηλονότι καὶ ἡ ἀόριστος δυάς, καθόλου εἰσίν, ἀνάγκη καὶ τὰς ἐξ αὐτῶν ἰδέας καθόλου εἶναι, ταὐτὸ δὲ εἰπεῖν συμβεβηκότα, ὥσπερ ἐπὶ τῶν ἀποδείξεων· καὶ γὰρ ἐπὶ τούτων ὅταν ὦσιν αἱ προτάσεις καθόλου, καὶ τὰ ἐξ αὐτῶν συμπεράσματα καθόλου ἐστίν.
Ὧδε μὲν οὖν πεπεράτωται τὸ Μ τῆς Μετὰ τὰ φυσικὰ πραγματείας.793
in Metaph
.

794

(t)

ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ Ν ΤΩΝ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ ΑΡΙΣΤΟΤΕΛΟΥΣ
2 Ἐν τῷ πρὸ τούτου βιβλίῳ ζητήσας εἰ δυνατὸν εἶναι τὰ μαθηματικὰ χωριστὰ καὶ καθ’ αὑτά, καὶ δείξας ὅτι χωριστὰ μὲν οὔκ εἰσιν, ὡς οἱ ταῦτα τιθέμενοι λέγουσιν, ἐξ ἀφαιρέσεως δέ, εἶτα ζητήσας περὶ τοῦ εἰδητικοῦ
5ἀριθμοῦ καὶ δείξας ὅτι ἀδύνατόν ἐστι τοιούτους ἀριθμοὺς εἶναι, ἐν τῷ παρόντι βιβλίῳ, Ν μὲν ἐπιγραφομένῳ, τεσσαρεσκαιδεκάτῳ δὲ κατὰ τὸν ἀριθμὸν καὶ τελευταίῳ τῆς ὅλης πραγματείας ὄντι, δείκνυσιν ὅτι οὐδ’ ὡς ἀρχὰς τῶν ὄντων δυνατόν ἐστι λέγειν ἢ τοὺς εἰδητικοὺς ἀριθμοὺς ἢ τὰ μαθηματικά, ὡς οἱ ταῦτα κομίσαντες βούλονται. καί φησι περὶ μὲν οὖν τῆς οὐσίας τῆς
10νοητῆς ὅσα τε ἡμεῖς ὡς οἰκεῖα εἰρήκαμεν, ὅσα τε οἱ Πυθαγόρειοι καὶ ὁ Πλάτων, μέχρι τοσούτου εἰρήσθω. ἡμεῖς μὲν γὰρ ἐνέργειαν τὸν πρῶτον νοῦν πάντῃ πάντως ἀμοιροῦσαν τοῦ δυνάμει εἰρήκαμεν, εἶτα καὶ ἐκ τοῦ τῶν σφαιρῶν πλήθους συνελογισάμεθα πόσοι οἱ δεύτεροι νοῖ τυγχάνουσιν ὄντες. ἡμεῖς μὲν οὖν τὴν νοητὴν οὐσίαν ταύτην εἶναι εἰρήκαμεν, τούτων δὲ ὁ
15μὲν εἰδητικοὺς ἀριθμοὺς οἱ δὲ τὰ μαθηματικὰ τὴν οὐσίαν εἶναι λέγουσι τὴν νοητήν. ὥστε περὶ μὲν τῆς τοιαύτης οὐσίας τοσαῦτα εἰρήσθω. πάντες δὲ καὶ οἱ τῶν ἰδεῶν προστάται καὶ οἱ τῶν μαθηματικῶν ἐφευρεταὶ ἀρχὰς τῶν εἰδῶν καὶ τῶν μαθηματικῶν (ταῦτα γὰρ εἴρηκεν ἀκινήτους οὐσίας) τὰ ἐναντία τίθενται παραπλησίως τοῖς φυσικοῖς. δέδεικται γὰρ
20ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως ὅτι τὰ ἐναντία ἥ τε στέρησις καὶ τὸ εἶδός εἰσιν ἀρχαὶ τῶν φυσικῶν πάντων, ὑποκείμενον δὲ αὐτοῖς ἡ ὕλη. ἀλλ’ ὅτι μὲν αἱ τῶν φυσικῶν ἀρχαὶ τὰ ἐναντία δέδεικται ἐκεῖσε· ὅτι δὲ τῶν νοητῶν καὶ πάντῃ ἀκινήτων ἀδύνατον εἶναι ἐναντίας τὰς ἀρχάς, δείκνυσι νῦν προλαβὼν ὡς ἐναργέστατόν τε καὶ δεδειγμένον ὅτι τῆς πρώτης πάν‐
25των ἀρχῆς οὐκ ἐνδέχεται πρότερόν τι εἶναι. εἰ γὰρ ἔστι τις προτέρα ἀρχή,
ἐκείνη ἂν εἴη πρώτη· ἀλλ’ ὑπόκειται ταύτην εἶναι τὴν πρωτίστην. τοῦτο794
in Metaph
.

795

δὴ προλαβὼν συλλογίζεται δυνάμει ὧδε· τὰ ἐναντία ἐν ὑποκειμένοις τὸ εἶναι ἔχοντα ὕστερά εἰσι τοῦ ἐν ᾧ εἰσιν· ἡ τῶν νοητῶν καὶ πάντων ἀρχὴ τῶν ὄντων οὐδενός ἐστιν ὑστέρα· ἡ τῶν ὄντων ἄρα πάντων ἀρχὴ οὐκ ἔστι τὰ ἐναντία, ἀλλὰ δηλονότι ὁ πολυτίμητος νοῦς, ᾧ ἐναντίον τι ἐννοεῖν μὴ
5λίαν εἴη τῶν ἀσεβεστάτων. καὶ κατασκευάζει τὴν πρότασιν τὴν λέγουσαν ὅτι ἡ τῶν ὄντων πάντων ἀρχὴ οὐκ ἔστιν ἐν ὑποκειμένῳ τινὶ διὰ τοῦ εἰ δὲ τῆς τῶν ὄντων πάντων ἀρχῆς μὴ ἐνδέχεται πρότερόν τι εἶναι. ἔστι δὲ ὁ συλλογισμὸς τοιοῦτος· τοῦ ἐν ὑποκειμένῳ ὄντος ἔστι τι πρότερον, τὸ ὑποκείμενον αὐτῷ· τῆς τῶν ὄντων πάντων ἀρχῆς οὐκ ἔστι τι πρότερον·
10ἡ τῶν ὄντων ἄρα πάντων ἀρχὴ οὐκ ἔστιν ἐν ὑποκειμένῳ. ἢ οὕτως· εἰ ἔστιν ἡ τῶν ὄντων πάντων ἀρχὴ ἐν ὑποκειμένῳ, ἔσται τι αὐτῆς πρότερον· ἀλλὰ μὴν οὐκ ἔστι τι πρότερον αὐτῆς· οὐκ ἄρα ἐν ὑποκειμένῳ ἐστίν. ἀδύ‐ νατον οὖν τὴν πρώτην ἀρχὴν ἕτερόν τι οὖσαν, ἤτοι ἐν ὑποκειμένῳ οὖσαν, εἶναι ἀρχήν· πᾶν γὰρ ἐν ὑποκειμένῳ ὂν ἕτερόν τι ὄν ἐστιν ὃ λέ‐
15γεται. τὸ γὰρ λευκὸν ἕτερόν τι ὄν, οἷον ξύλον ἢ ἄνθρωπος, ἐστὶ λευκόν· ὥστε καὶ ἡ τῶν ὄντων ἀρχή, εἰ ἦν ἐν ὑποκειμένῳ, ἕτερόν τι οὖσα ἦν ἂν ὃ εἶναι ἐλέγετο. αὐτὸς δὲ καὶ σαφηνίζει ὅπως εἰ ἔστιν ἡ τῶν ὄντων ἀρχὴ ἐν ὑποκειμένῳ, ἀνάγκη ἑτέραν εἶναι καὶ ὑστέραν τοῦ ἐν ᾧ ἐστι, λέγων οἷον εἴ τις λέγοι τὸ λευκὸν εἶναι ἀρχήν, μὴ λέγοι δὲ αὐτὸ ἀρχὴν
20καθὸ ἕτερόν τί ἐστιν, οἷον καθὸ ἀὴρ ἢ καθὸ ὕδωρ, ἀλλὰ καθὸ λευκόν· εἰ δή τις τοῦτο λέγοι, λέγοι δὲ ὅτι καὶ τὸ λευκὸν πρὸς τῷ ἀρχὴ εἶναι καὶ καθ’ ὑποκειμένου, τουτέστιν ἐν ὑποκειμένῳ ἐστίν, ἔσται τὸ ὑποκείμενον, ἐν ᾧ τὸ λευκὸν ἤτοι ἡ ἀρχή ἐστι, πρότερον τοῦ λευκοῦ καὶ τῆς ἀρχῆς, ὅπερ ἀδύνατον. τοῦτο δὴ ἀνάγκη λέγειν καὶ ἐπὶ τῆς τῶν ἁπάντων ἀρχῆς, εἴπερ
25ἐν ὑποκειμένῳ ἐστίν. ἐπειδὴ δέ τις ἔμελλε λέγειν ὅτι ἐναντιότητα μὲν ἕξει ἡ πρώτη ἀρχή, οὐκ ἔσται δὲ ἐν ὑποκειμένῳ, ὥστε ἐκ τούτου συνάγεσθαι τὸ πρότερόν τι αὐτῆς εἶναι, ἀλλ’ ἔστι τὰ ἀρχικὰ ἐναντία αὐτὰ καθ’ αὑτὰ χωρὶς ὑποκειμένου τινός, ἐπήγαγε τὸ ἀλλὰ μὴν γίνεται πάντα ἐξ ἐν‐ αντίου ὡς ἐξ ὑποκειμένου τινός, ἴσον λέγων τῷ ἀδύνατον τὰ ἐναντία
30ἐξ ἀλλήλων γίνεσθαι· δέδεικται γὰρ καὶ τοῦτο, λέγω δὴ ὡς 〈οὐ〉 γίνεται τὰ ἐναντία ἐξ ἀλλήλων. ἀδύνατον οὖν τὰ ἐναντία ἐξ ἀλλήλων γίνεσθαι μὴ ὄντος ὑποκειμένου τινός· οὐ γὰρ ἡ ψυχρότης θερμαίνεται, ἀλλὰ τὸ τῇ ψυχρότητι ὑποκείμενον. εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη τὰ ἀρχικὰ ἐναντία καθ’ αὑτὰ καὶ χωριστά, ἀλλὰ καθ’ ὑποκειμένου, τουτέστιν ἐν ὑποκειμένῳ. ἀλλὰ
35μήποτε δυνατὸν λέγειν τὰ ἀρχικὰ ἐναντία οὐσίας καὶ διὰ τοῦτο οὐκ ἐν ὑποκειμένῳ· οὐδεμία γὰρ οὐσία ἐν ὑποκειμένῳ. ἤ, φησί, φαίνεταί τε καὶ ὁ λόγος μαρτυρεῖ ὅτι οὐδεμιᾷ οὐσίᾳ καθ’ αὑτὴν οὔσῃ καὶ ἐν ὑπάρξει ἔστι τι ἐναντίον. τῷ γὰρ εἴδει κἂν εἴη ἐναντία ἡ στέρησις οὐσίᾳ ὄντι,
ἀλλ’ οὐκ ἔστι καθ’ αὑτὸ ἀλλ’ ἐν τῇ ὕλῃ. πῶς δὲ ἐν αὐτῇ τὸ εἶναι ἔχει795
in Metaph
.

796

εἴρηται ἐν ἄλλοις. φανερὸν ἄρα ὅτι ἀδύνατον τὰ ἐναντία εἶναι πρώτην τῶν ὄντων ἀρχήν. τὸ δὲ ἀνάγκη ἄρα τοῖς μάλιστ’ ἐναντίοις τοῦθ’ ὑπάρχειν διὰ μέσου τεθὲν τοιοῦτόν ἐστιν· εἰ δεῖ τὰ ἐναντία λέγειν ἀρ‐ χάς, ἀνάγκη τὰ μάλιστα καὶ πρῶτα καὶ καθολικώτατα ἐναντία τῶν ὄντων
5ἀρχὰς λέγειν· καθολικώτατα δὲ τὸ ὑπερέχον καὶ ὑπερεχόμενον· ταῦτα ἄρα καὶ ἀρχὰς λεκτέον. ἀλλὰ μὴν καὶ τὸ τὸ ὑπερέχον καὶ ὑπερεχόμενον ἀρχὰς λέγειν τῶν ἀδυνάτων μετ’ ὀλίγον δειχθήσεται. ὅλως ἄρα ἀδύνατόν ἐστι τὰ ἐναντία τῶν ὄντων πάντω λέγειν ἀρχάς. p. 1087b4 Οἱ δὲ τὸ ἕτερον τῶν ἐναντίων ὕλην ποιοῦσι.
10 Δεῖ συντομώτατα πρὸ τῆς τῶν λεγομένων σαφηνείας εἰπεῖν ὅπως οἱ τὰ ἐναντία ἀρχὰς τῶν ἰδεῶν καὶ πάντων τῶν ὄντων λέγοντες τὴν ἐναντιό‐ τητα παρελάμβανον, καὶ οὕτως ἐπ’ αὐτὰ χωρῆσαι. οἱ λέγοντες τὸ ἄνισον καὶ τὸ ἓν ἀρχήν, ἢ τὸ ἓν καὶ τὸ μέγα καὶ μικρόν, ἢ τὸ ἓν καὶ τὸ ὑπερ‐ έχον καὶ ὑπερεχόμενον, τὸ ἓν ταὐτὸν λέγοντες τῷ ἴσῳ καὶ τὸ ἴσον τῷ
15ἑνί, τὸ μὲν ἄνισον ὕλην ἔλεγον, τὸ δὲ ἓν ἤτοι τὸ ἴσον εἶδος, καὶ ἐναντίον ἀλλήλοις τὸ μὲν ἓν ἢ τὸ ἴσον τῷ ἀνίσῳ καὶ τὸ ἄνισον τῷ ἑνί. πάλιν τὸ μέγα καὶ μικρὸν οὐκ ἔλεγον ἐναντία, ἀλλ’ ὡς μίαν τινὰ φύσιν καὶ ὑλικὴν αἰτίαν παραλαμβάνοντες ὡς εἶδος καὶ ἐναντίον αὐτοῖς τὸ ἓν ἐλάμβανον. ὁμοίως δὴ τούτοις καὶ τὸ ὑπερέχον καὶ ὑπερεχόμενον μίαν τινὰ φύσιν ἀπο‐
20φαινόμενοι τὸ ἓν ὡς εἶδος αὐτοῖς ἀντετίθουν. ὃ καὶ γελοῖον· οὐ γάρ ἐστιν ἡ ὕλη ἐναντία τῷ εἴδει, ὅπου καὶ συνυπάρχουσιν, ἀλλ’ ἡ στέρησις. ταῦτα μὲν οὖν προείρηται πρὸς σαφήνειαν τῶν λεχθησομένων. αὐτὸς δὲ λέγει ὅτι τῶν τὰ ἐναντία ἀρχὰς θεμένων οἱ μέν, ὥσπερ ὁ Πλάτων, τὸ ἕτερον τῶν ἐναντίων ὕλην ποιοῦσι, καὶ τοῦτό ἐστι τὸ ἄνισον, εἶδος δὲ τὸ ἕν,
25καὶ ἐναντίον ἀλλήλοις τὸ ἄνισον τῷ ἑνὶ καὶ τοῦτο τῷ ἀνίσῳ. εἰπὼν δὲ ὅτι ἐναντίον τὸ ἄνισον λέγουσι τῷ ἑνὶ καὶ ἐπαγαγὼν τὸ τῷ ἴσ, οὐκ ἄλλο τι δηλῶσαι βουλόμενος τοῦτο ἐπήγαγεν, ἀλλ’ ἐκ παραλλήλου τέθεικεν αὐ‐ τό. τὸ γὰρ ἕν, ὡς προείρηται, ταὐτὸν τῷ ἴσῳ νομίζοντες ὁτὲ μὲν ἓν ἐκά‐ λουν αὐτὸ ὁτὲ δὲ ἴσον. εἶτα καὶ τὴν αἰτίαν τίθησι δι’ ἣν τῷ ἑνὶ τὸ
30ἄνισον ἀντετίθουν ἀλλ’ οὐ τὸ πλῆθος. ὑπολαμβάνοντες γάρ, φησίν, οἱ περὶ Πλάτωνα τὸ ἄνισον εἶναι τὴν φύσιν καὶ οὐσίαν τοῦ πλήθους, ἀντὶ τοῦ πλήθους τὸ ἄνισον ἀντετίθουν τῷ ἑνί. οἱ δὲ περὶ Πυθαγόραν ὕλην τε καὶ ἐναντίον τῷ ἑνὶ αὐτὸ τὸ πλῆθος ποιοῦσι. ταῦτα εἰπὼν καὶ μέλλων ἐκ‐ θέσθαι καὶ ἄλλας δόξας, πάλιν ἐκτίθεται τὴν τοῦ Πυθαγόρου καὶ Πλάτω‐
35νος, λέγων γεννῶνται γὰρ οἱ ἀριθμοὶ τοῖς μέν (οὗτοι δ’ εἰσὶν οἱ περὶ Πλάτωνα) ἐκ τῆς τοῦ ἀνίσου δυάδος· αὕτη δ’ ἐστὶ τὸ μέγα καὶ μικρόν· ἐμπεριέχεσθαι γὰρ τὴν ἐκ τοῦ μεγάλου καὶ μικροῦ ἀποτελουμένην
δυάδα τῷ ἀνίσῳ ἔλεγον, καὶ διὰ τοῦτο ὁτὲ μὲν τὴν ἀόριστον δυάδα ἤτοι796
in Metaph
.

797

τὸ μέγα καὶ μικρὸν ἠναντιῶσθαι καὶ ὡς ὕλην ὑποκεῖσθαι τῷ ἑνὶ ἔλεγον, ὁτὲ δὲ τὸ περιεκτικὸν καὶ καθολικώτερον τοῦ μεγάλου χωρὶς καὶ τοῦ μι‐ κροῦ ἰδίως, ἅμα δὲ ἐξισάζον αὐτοῖς, τοῦτο δ’ ἐστὶ τὸ ἄνισον, ἠναντιῶσθαι τῷ ἑνί (ὥσπερ γὰρ ὁ ἀριθμὸς τοῦ μὲν περιττοῦ ἰδίως ἐστὶ καθολικώτερος,
5ὁμοίως δὲ καὶ τοῦ ἀρτίου, ἅμα δὲ τῶν δύο τούτων συνελθόντων οὐκ ἔστι καθολικώτερος ἀλλ’ ἐξισάζει, οὕτω καὶ τὸ ἄνισον τοῦ μὲν μεγάλου φασὶ καθολικώτερον καὶ τοῦ μικροῦ ὁμοίως, τῶν δύο δὲ ἅμα οὐδαμῶς)· τοῖς μὲν οὖν περὶ Πλάτωνα γεννῶνται οἱ ἀριθμοὶ ἐκ τῆς τοῦ ἀνίσου δυά‐ δος, τῷ δὲ Πυθαγόρᾳ ἡ γένεσις τῶν ἀριθμῶν ἐστιν ἐκ τοῦ πλήθους.
10ἀμφότεροι δὲ καὶ ὁ Πυθαγόρας καὶ ὁ Πλάτων εἰ καὶ κατὰ τὴν ὕλην δια‐ φέρονται, ὁ μὲν τὸ ἄνισον λέγων Πυθαγόρας δὲ τὸ πλῆθος, ἀλλὰ κατὰ τὸ εἶδος συμφωνοῦσι· τὸ ἓν γὰρ ἀμφότεροι ἀνυμνοῦσι. ταῦτα εἰπὼν μέμφε‐ ται τῷ Πλάτωνι λέγων ὅτι τὸ ἄνισον καὶ τὸ ἓν ὁ Πλάτων λέγων στοι‐ χεῖα τῶν ἀριθμῶν, τὸ δὲ ἄνισον δυάδα καλῶν ἐκ μεγάλου καὶ μι‐
15κρο, ὡς ἓν ὄντα τὸ ἄνισον καὶ τὸ μέγα καὶ μικρὸν λαμβάνει, καὶ οὐ διορίζει ὅτι τῷ μὲν ἀριθμῷ καὶ τῷ ὑποκειμένῳ ἕν εἰσι, τῷ δὲ λόγῳ πολλά. ἔδει δὲ ἓν αὐτὰ λέγοντα διορίζειν πῶς ἓν καὶ πῶς οὐχ ἕν. p. 1087b12 Ἀλλὰ μὴν καὶ τὰς ἀρχὰς ἃς στοιχεῖα καλοῦσιν οὐ καλῶς ἀποδιδόασιν.
20 Τὸ μὲν τῆς λέξεως ἀκόλουθον τοιοῦτον. ἀλλὰ μὴν καὶ τὰς ἀρχὰς ἃ στοιχεῖα καλοῦσι τῶν ἀριθμῶν οὐ καλῶς ἀποδιδόασιν, οἱ μὲν τὸ μέγα καὶ μικρὸν λέγοντες μετὰ τοῦ ἑνός, τρία ταῦτα στοιχεῖα. καὶ δεῖ στίξαι τελείαν εἰς τὸ μετὰ τοῦ ἑνός, εἶτα ἐπαγαγεῖν αὐτὸ καθ’ αὑτὸ τὸ τρία ταῦτα στοιχεῖα. τὸ 〈δὲ〉 λεγόμενον τοιοῦτον. πάντες
25οὗτοι τὴν μὲν εἰδικὴν ἀρχὴν τῶν ἀριθμῶν τὸ ἓν λέγουσι, τὴν δὲ ὑλικὴν ἄλλοι ἄλλως· οἱ μὲν γὰρ τούτων τὸ μέγα καὶ μικρὸν ὕλην λέγοντες, εἶ‐ δος δὲ τὸ ἕν, τὰ τρία ταῦτα στοιχεῖα τῶν ἀριθμῶν ἔλεγον· οἱ δ’ ἐπιδιορ‐ θούμενοι πολλῷ δικαιότερόν ἐστι, φασί, τὸ πολὺ καὶ ὀλίγον ὑλικὴν ἀρχὴν λέγειν τῶν ἀριθμῶν καὶ μὴ τὸ μέγα καὶ μικρόν· τὸ γὰρ μέγα καὶ μικρὸν
30ἄνπερ ὅλως εἶεν ἀρχαί, τοῦ μεγέθους ἔστωσαν ἀλλ’ οὐ τοῦ ἀριθμοῦ. ἄλλοι δὲ ἐκφεύγοντες τὴν ἔριν ταύτην ὑπέθεντο ὑλικὴν ἀρχὴν τὸ περιέχον καὶ περιεχόμενον· καθολικώτερα γὰρ ταῦτα καὶ γενικώτερα καὶ τοῦ μικροῦ καὶ τοῦ μεγάλου καὶ πολλοῦ καὶ ὀλίγου, ἵνα κἂν μικρὸν καὶ μέγα βούλοιτό τις τὰς ἀρχάς, ὑπερέχον πάντως λέξει καὶ ὑπερεχόμενον, κἂν πολὺ καὶ ὀλίγον,
35ὁμοίως. ταῦτα εἰπὼν λέγει ὅτι πρὸς τὰ συμβαίνοντα ἄτοπα τοῖς ὅλως797
in Metaph
.

798

ἐναντία τὰ αἴτια τῶν ὄντων πάντων ποιοῦσιν οὐδὲν διαφέρει, κἂν μέγα καὶ μικρόν, κἂν πολὺ καὶ ὀλίγον, κἂν ὑπερέχον καὶ ὑπερεχόμενον τὰς ἀρ‐ χὰς ποιῇ, οὐδ’ ἐκφεύγει τὰ τοιαῦτα ἄτοπα, ἀλλ’ ἔνοχός ἐστι τοῖς ἀδυνά‐ τοις τούτοις καὶ δυσχερέσι. μόνον δέ, φησί, πρὸς τὰς λογικὰς καὶ ἐν‐
5δόξους ἐπιχειρήσεις, αἷς προσπίπτειν φυλάττονται διὰ τὸ καὶ αὐτοὺς λογι‐ κῶς ἐπιχειρεῖν, ὠφελεῖ τὸ τὸ ὑπερέχον καὶ ὑπερεχόμενον ἀρχὰς ὑποθέ‐ σθαι. ὁ γὰρ τοῦτο ἀρχὴν θεὶς ἐκφεύγει τὰς κατ’ ἀλλήλων ἐπιχειρήσεις ὑπό τε τῶν μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον ἀρχὰς λεγόντων φερο‐ μένας· τὰ δὲ μέλλοντα αὐτῷ ἰδίως ἐπάγεσθαι οὐκ ἐκφευξεῖται. καὶ τίθησι
10τὰ ἑπόμενα ἀδύνατα τῷ τὰ γενικώτερα ἐναντία ἀρχὰς τῶν ὄντων τιθεμένῳ. εἰ γὰρ μή ἐστι, φησίν, ἀρχὴ τὸ μέγα καὶ μικρὸν ἢ τὸ πολὺ καὶ ὀλίγον, ἀλλὰ τὸ ὑπερέχον καὶ ὑπερεχόμενον ὡς καθολικώτερα, τοῦ αὐτοῦ λόγου ἐστὶ καὶ τῆς αὐτῆς αἰτίας τὸ καὶ τὸν ἀριθμὸν ὡς γενικώτερον καὶ καθο‐ λικώτερον τῆς αὐτοδυάδος πρῶτον εἶναι αὐτῆς καὶ πρῶτον αὐτὸν γενέσθαι
15ἐκ τοῦ ἑνὸς καὶ τῆς ὑποκειμένης αὐτοῦ ὕλης (ταῦτα γὰρ εἶπε στοιχεῖα), δεύτερον δὲ τὴν αὐτοδυάδα. εἰ γὰρ τὰ γενικώτερα κατ’ αὐτοὺς τῶν εἰδι‐ κωτέρων πρότερα, γενικώτερος δὲ ὁ ἀριθμὸς τῆς αὐτοδυάδος, εὔδηλον ὅτι καὶ πρότερος, ὅπερ οὐ βούλονται. οὗτοι δὲ καὶ ἀμφοτέρων μᾶλλον ὄντων καθόλου, τοῦ μὲν ὑπερέχοντος καὶ ὑπερεχομένου τῶν εἰδητικῶν ἀριθμῶν,
20τοῦ δὲ ἀριθμοῦ τῆς δυάδος, τὸ μὲν ὑπερέχον καὶ ὑπερεχόμενον ὡς γενι‐ κώτερον πρότερόν φασι τῶν εἰδητικῶν ἀριθμῶν, τὸν δὲ ἀριθμὸν πρότερον εἶναι οὐ συγχωροῦσι, καίτοι γενικώτερον ὄντα καὶ καθολικώτερον αὐτῆς, ἀλλ’ ὕστερον. ἀλλ’ οὗτοι μὲν τοιαῦτα λέγοντες τοιαῦτα ἀκούουσιν, ἄλλοι δὲ τῶν Πυθαγορείων τὸ ἕτερον καὶ τὸ ἄλλο ὡς μίαν φύσιν, ὑλικὴν δέ,
25πρὸς τὸ ἕν, τὸ εἶδος, ἀντιτιθέασιν· ἄλλοι δέ (τοῦτο καὶ ἀνωτέρω εἴ‐ ρηκε) τὸ πλῆθος καὶ τὸ ἓν κατ’ ἀλλήλων ὡς ἐναντία ὁπλίζουσι. ταῦτα εἰπὼν κοινῶς πρὸς ἅπαντας ἀπαντᾷ, λέγων εἴπερ εἰσίν, ὡς βούλονται, τὰ ὄντα ἐξ ἐναντίων, τῷ δὲ ἑνὶ ἢ ὅλως οὐδέν ἐστιν ἐναντίον , εἴπερ ἄρα ἠναντίωταί τι αὐτῷ, τὸ πλῆθος ἂν εἴη ἐναντίον αὐτῷ καὶ
30οὐ τὸ ἄνισον, ὡς οὗτοι λέγουσιν, οὐδὲ μὴν τὸ ἕτερον οὐδὲ πολλῷ μᾶλλον τὸ ἄλλο. τὸ γὰρ ἕτερον τῷ ταὐτῷ ἐστιν ἐναντίον ἀλλ’ οὐ τῷ ἑνί, καὶ τὸ ἄλλο αὐτῷ. ἐπιστῆσαι δὲ χρὴ ἣν παραδίδωσι διαφορὰν ἑτέρου καὶ ἄλλου. τὸ μὲν γὰρ ἕτερον ἀντικεῖσθαι λέγει τῷ ταὐτῷ μετὰ τῆς τοῦ ταῦ προσ‐ θήκης τε καὶ προηγήσεως, τὸ δὲ ἄλλο τῷ αὐτῷ χωρὶς τοῦ τῷ ἄρθρου
35καὶ τῆς τοῦ ταῦ προσθήκης τε καὶ προηγήσεως. ὥστε οὕτω χρὴ τὴν τῶν δύο τούτων συζυγιῶν ἐναντιότητα ἐκφωνεῖν· ἕτερον ταὐτό, ἄλλο αὐτό. οἱ μὲν οὖν τῷ ἑνί, ὡς εἴρηται, τὸ πλῆθος ἀντιτιθέντες μᾶλλον ἔχονταί τινος
πιθανότητος ἤπερ οἱ τὸ ἄνισον ἢ τὸ ἕτερον, ἀλλ’ οὐδὲ οὗτοι, φησίν,798
in Metaph
.

799

ἱκανῶς λέγουσιν· εἰ γάρ ἐστι τῷ πλήθει ἐναντίον τὸ ἕν, ἐστὶ δὲ τῷ πλήθει ἐναντίον καὶ τὸ ὀλίγον, ἔσται τὸ ἓν ὀλίγον. ἀλλὰ μὴν ὥσπερ ἐστὶν ἐλάχιστος τῶν ὑφημιολίων ἡ δυὰς καὶ τῶν ἐπιτρίτων ἡ τριάς, οὕτω καὶ τὸ ἐλαχιστότατον καὶ ἔσχατον τοῦ ὀλίγου μέρος ἡ δυάς· ὥστε τὸ ἕν,
5εἴπερ ἐστὶν ὀλίγον, ἔσται δυάς· ὅπερ ἀδύνατον. εἰπὼν δὲ ἔσται γὰρ τὸ ἓν ὀλίγον ἐπάγει πλῆθος μὲν γὰρ ὀλιγότητι, τὸ δὲ πολὺ τῷ ὀλίγῳ ἀντίκειται, δυνάμει λέγων ὅτι τὸ πλῆθος οὐ τῷ ἑνὶ ἀλλὰ τῇ ὀλιγότητι ἀντίκειται, ὥσπερ καὶ τὸ πολὺ τῷ ὀλίγῳ. p. 1087b33 Τὸ δὲ ἓν ὅτι μέτρον σημαίνει φανερόν.
10 Τὸ ἀρχικὸν ἓν οἱ τὰς ἰδέας καὶ τοὺς ἀριθμοὺς εἶναι τιθέμενοι οὐχ ἕτερόν τι οἷον πῦρ ἢ ἄλλο τι λέγοντες, οὐδὲ ὅλως οὐδεμίαν αὐτῷ φύσιν ὑποτιθέντες, οὐδὲ ἐν ὑποκειμένῳ τινὶ τὸ εἶναι ἔχειν λέγοντες, ἀλλ’ αὐτὸ καθ’ αὑτὸ καὶ ἐν τῷ ἓν εἶναι οὐσιῶσθαι αὐτὸ λέγοντες, ἐλέγχονται διὰ τοῦ δαιμονίου τοῦδε ἀνδρὸς ἀποδεικνύντος ὅτι ἀδύνατον εἶναί τι ἓν μὴ νοῦς
15ὄν, μὴ ἄνθρωπος, μὴ ψυχή, ἀλλ’ αὐτὸ τοῦτο ἕν. δείκνυσι δὲ τοῦτο ἐκ τοῦ δεῖξαι ὅτι τὸ ἓν τοῦτο μέτρον ἐστί, καί φησιν ὅτι τὸ ἓν ὅτι μὲν μέ‐ τρον ἐστὶ φανερόν, καὶ ἐν παντὶ ἑνὶ ὑπόκειταί τις φύσις. ἐν μὲν γὰρ ἁρ‐ μονίᾳ ὑπόκειται τῷ ἑνί, δι’ οὗ μετροῦμεν τόνους ἡμιτόνια καὶ ὅλως φθόγ‐ γους, ἡ δίεσις. δίεσις δ’ ἐστὶν ὁ σμικρότατος φθόγγος καὶ οὗ ἐλάττονος
20αἰσθέσθαι τις οὐ δύναται. τῷ δὲ ἑνὶ τῷ μετρητικῷ τοῦ μεγέθους ὑπό‐ κειται τὸ δακτυλιαῖον μέγεθος ἢ τὸ ποδιαῖον ἢ ᾧ ἄν τις ὡς ἑνὶ καὶ μέ‐ τρῳ χρήσαιτο. ἐν δὲ τοῖς ῥυθμοῖς ὑποβέβληται τῷ ἑνὶ βάσις ἢ συλ‐ λαβ, καὶ ἐν βάρει σταθμός τις ὡρισμένος μνᾶ ἢ ἄλλο τι· καὶ κατὰ πάντων δὲ τὸν αὐτὸν τρόπον, ἐν μὲν τοῖς ποιοῖς ποιόν τι
25καὶ ἐν τοῖς ποσοῖς ποσόν τι τὸ ἓν καὶ τὸ μέτρον. καὶ ἀδιαίρετον τὸ μὲν κατὰ τὸ εἶδος τὸ δὲ πρὸς τὴν αἴσθησιν, κατὰ μὲν τὸ εἶδος ὡς ὁ δάκτυλος· οὐ γὰρ διαιρεῖται εἰς δακτύλους ἀλλ’ εἰς ἡμιδακτυλιαῖα, ἕτερα ὄντα τῷ εἴδει τοῦ δακτυλιαίου μεγέθους· κατὰ δὲ τὴν αἴσθησιν ὡς ἡ δί‐ εσις· οὐ γὰρ διαιρεῖται εἰς ἐλάττονα φθόγγον· ὁ γὰρ σμικρότατος καὶ ἐλα‐
30χιστότατος τῶν φθόγγων ἡ δίεσίς ἐστι. καὶ κατὰ λόγον δέ, φησί, συμ‐ βαίνει μὴ εἶναι τὸ ἓν οὐσίαν τινὰ καθ’ αὑτὴν καὶ φύσιν· τὸ γὰρ ἓν οὐ‐ δὲν ἄλλο σημαίνει ἢ μέτρον πλήθους, ὥσπερ καὶ ὁ ἄνθρωπος ὅτι ζῷον πεζὸν δίπουν. ἀλλὰ καὶ ὁ ἀριθμὸς οὐδὲν ἄλλο δηλοῖ ἢ ὅτι πλῆθος διῃρη‐ μένον ἢ πλῆθος μέτρων ἤτοι ἑνάδων. ἐπειδὴ γὰρ τὸ ἓν μέτρον ἐστὶ
35τοῦ πλήθους, ἀντὶ τοῦ εἰπεῖν πλῆθος ἑνάδων εἶπε πλῆθος μέτρων. ὥστε εἰ τὸ ἓν μέτρον ἐστὶ τοῦ πλήθους, τὸ δὲ πλῆθος πάλιν ἐστὶ πολλάκις τὸ
ἕν, πᾶν δὲ πλῆθος ἢ ἄνθρωποί ἐστιν ἢ ἵπποι ἢ ἄλλη τις φύσις, καὶ πᾶν799
in Metaph
.

800

ἄρα ἓν ἢ ἄνθρωπός ἐστιν ἢ ἵππος ἢ νοῦς ἢ ἄλλο τι ὁμοειδὲς τῷ πλήθει, οὗ ἐστι μετρητικόν. καὶ εὐλόγως, φησί, διὰ τὰ εἰρημένα μέτρον ἐστὶν ἀριθμοῦ τὸ ἓν ἀλλ’ οὐκ ἀριθμός. καὶ συλλογίζεται δυνάμει οὕτως. τὸ ἓν μέτρον ὂν οὐκ ἔστι μέτρα, πᾶς ἀριθμὸς μέτρα, τὸ ἓν ἄρα οὐκ ἔστιν
5ἀριθμός. ἐν δευτέρῳ σχήματι ὁ συλλογισμός. αὐτὸς δὲ τὸ συμπέρασμα θεὶς διὰ τοῦ διὸ εὐλόγως οὐκ ἔστι τὸ ἓν ἀριθμός, καὶ τὴν μίαν πρότασιν [διὰ τοῦ] τὴν τὸ ἓν μέτρον ὂν οὐκ ἔστι μέτρα δηλώσας διὰ τοῦ οὐ γὰρ μέτρον μέτρα, τὴν ἑτέραν τὴν πᾶς ἀριθμὸς μέτρα παρείασεν. οὐκ ἔστιν οὖν τὸ ἓν ἀριθμός, ὅτι μηδὲ τὸ μέτρον μέτρα. τὰ γὰρ μέτρα
10πλῆθος, τὸ δὲ μέτρον οὐ πλῆθος. ἀλλὰ τὸ ἓν καὶ τὸ μέτρον ἀρχὴ μέν εἰσι τὸ μὲν τοῦ ἀριθμοῦ, τὸ δὲ μέτρων, ἀριθμοὶ δὲ ἢ μέτρα οὐδαμῶς. εἰπὼν δὲ ὅτι τὸ ἓν μέτρον ἐστὶ πλήθους καὶ μεταξὺ θεὶς τὰ προσεχῶς ῥηθέντα ἐπάγει ‘τὸ ἓν καὶ τὸ μέτρον δεῖ ἀεὶ τὸ αὐτὸ καὶ ὅμοιον εἶναι πᾶσι τοῖς μέτροις, οἷον ἐὰν ὦσιν ἵπποι τὰ μέτρα καὶ τὸ μέτρον αὐτῶν
15ἵππος ἔσται, καὶ ἔμπαλιν εἰ τὸ μέτρον ἵππος καὶ τὰ μέτρα ἵπποι. εἰ δέ εἰσι τὰ μέτρα ἄνθρωπος ἵππος καὶ θεός, ἔσται ὁ ἀριθμὸς αὐτῶν ζῷα καὶ τὸ μέτρον ζῷον. εἰ δὲ ἄνθρωπος καὶ βαδίζον καὶ λευκόν, πρῶτον μὲν οὐ χρὴ ζητεῖν ἀριθμὸν τούτων καὶ μέτρον τοῦ ἀριθμοῦ· οὐ γάρ εἰσιν ἀπο‐ λελυμένα ἀλλ’ ἐν τῷ ὑποκειμένῳ καὶ τῷ ἑνὶ κατ’ ἀριθμόν, οἷον τῷ Σω‐
20κράτει, ὑπάρχειν δύνανται· ἔπειτα λεγέσθω γενῶν ἀριθμὸς ὁ τούτων ἀριθ‐ μός.‘ ἐπεὶ γὰρ τὸ λευκὸν ὑπὸ τὸ ποιόν ἐστιν, ὁ δὲ Σωκράτης ὑπὸ τὴν οὐσίαν, τὸ δὲ βαδίζον ὑπὸ τὴν κίνησιν, καὶ ἄλλο μὲν γένος ἡ οὐσία ἄλλο δὲ τὸ ποιόν, λεκτέον τὸν τούτων ἀριθμὸν γενῶν ἤτοι διαφόρων φύσεων ἀριθμόν. ἢ οὖν, φησίν, ἀριθμὸς γενῶν λεγέσθω ὁ τούτων ἀριθμός, ἢ
25ἄλλης τινὸς τυγχανέτω προσηγορίας. p. 1088a15 Οἱ δὲ τὸ ἄνισον ὡς ἕν τι, τὴν δὲ δυάδα ἀόριστον ποι‐ οῦντες, ἕως τοῦ νῦν δὲ τὸ ἕτερον μόνον κατηγορεῖται. Τὸ ἀρχικὸν ἕν, ὥσπερ εἴρηται, ποτὲ μὲν ἓν λέγοντες ποτὲ δὲ ἴσον, ὁμοίως δὲ καὶ τὴν ἀόριστον δυάδα ἐκ μικροῦ ποιοῦντες καὶ μεγάλου, καὶ
30εἰς ἕν τι τὸ ἄνισον αὐτὴν συναιροῦντες, πόρρω λίαν καὶ τῶν δοκούντων αὐτοῖς καὶ τῶν δυνατῶν λέγουσιν, ἤτοι λίαν καὶ ἑαυτοῖς ἐναντιοῦνται καὶ ἀδύνατα λέγουσιν, ἀδύνατα μὲν ὅτι τὰ πάθη τοῦ ἀριθμοῦ καὶ τὰ συμ‐ βεβηκότα αὐτῷ, ὁμοίως καὶ τὰ τοῦ μεγέθους, ὑποκείμενα καὶ ὑλικὰ αἴτια αὐτῶν λέγουσιν· οὐδὲν δὲ πάθος καὶ συμβεβηκὸς ὕλη ἐστὶ τοῦ οὗ ἐστι
35πάθος. ὥσπερ δὲ τὸ περιττὸν καὶ ἄρτιον καὶ τὸ πολὺ καὶ ὀλίγον πάθη εἰσὶ τοῦ ἀριθμοῦ καὶ οὐχ ὕλη, οὕτω καὶ τοῦ μεγέθους πάθη τὸ μέγα καὶ
μικρὸν καὶ λεῖον καὶ τραχὺ καὶ εὐθὺ καὶ καμπύλον. ταῦτα μὲν οὖν τὰ800
in Metaph
.

801

ἀδύνατα· τὰ γὰρ πάθη ἐν ὑποκειμένῳ καὶ οὐχ ὑποκείμενον καὶ ὗλαι. ἐν‐ αντία δὲ ἑαυτοῖς λέγουσι διὰ τὸ τὰ πρός τι καὶ ὕστερα πασῶν τῶν κατη‐ γοριῶν (παραφυάσι γὰρ ἐοίκασιν, ὡς πολλάκις εἴρηται) πρότερα ποιεῖν ἐξ ὧν λέγουσι τῶν οὐσιῶν, ὅπερ οὐδὲ οὗτοι βούλονται, λέγω δὴ τὸ πρότερα
5εἶναι τὰ πρός τι τῶν οὐσιῶν. πῶς δὲ συμβαίνει πρότερα εἶναι δῆλον ἐν‐ τεῦθεν. εἰ γὰρ τὸ μέγα καὶ τὸ μικρὸν ἀρχαί εἰσι τῶν εἰδητικῶν ἀριθμῶν, ταὐτὸν δὲ εἰπεῖν τῶν κυριωτάτων κατ’ αὐτοὺς οὐσιῶν, αἱ δὲ ἀρχαὶ πρό‐ τεραι τῶν ὧν εἰσιν ἀρχαί, τὸ μέγα ἄρα καὶ μικρὸν πρότερα τῶν εἰδητικῶν ἀριθμῶν. πάλιν ἐπεὶ τὸ μέγα καὶ μικρὸν ταὐτόν ἐστι τῷ ἀνίσῳ, ὡς οὗτοι
10βούλονται, τὸ δὲ ἄνισον τῶν πρός τι, τὸ μέγα ἄρα καὶ τὸ μικρὸν τῶν πρός τι. συλλογιστέον οὖν ‘οἱ εἰδητικοὶ ἀριθμοὶ ὕστεροι τοῦ μεγάλου καὶ μι‐ κροῦ, ὡς δέδεικται· τὸ μέγα καὶ τὸ μικρὸν τῶν πρός τι· καὶ τοῦτο γὰρ δέδεικται· οἱ εἰδητικοὶ ἄρα ἀριθμοὶ ἤτοι αἱ οὐσίαι ὕστεραι τῶν πρός τι, ὅπερ ἀδύνατον.‘ πρὸς οὖν τῇ εἰρημένῃ ἁμαρτίᾳ, φησίν, ἀνάγκη καὶ τὰς
15ἀρχὰς τὸ μέγα καὶ μικρόν, εἴπερ εἰσὶ ταὐτὰ τῷ ἀνίσῳ, πρός τι εἶναι· καὶ οὐ μόνον τὸ μέγα καὶ μικρὸν ἔσται τῶν πρός τι, ἀλλὰ καὶ ὅσα τοιαῦτα, οἷόν ἐστι τὸ ὑπερέχον καὶ ὑπερεχόμενον, τὸ ταὐτὸν καὶ τὸ ἕτερον καὶ τὰ ὅμοια. ἀλλὰ ἀδύνατον τὰ πρός τι ἀρχὰς διὰ τοῦτο καὶ πρότερον τῶν οὐ‐ σιῶν εἶναι· ἥκιστα γὰρ τῶν ἄλλων πασῶν κατηγοριῶν φύσις τις καὶ
20οὐσία τὰ πρός τι. παραφυάδι γὰρ τῶν κατηγοριῶν ἔοικε τὰ πρός τι καὶ πάθος μᾶλλον τὸ διπλάσιον τὸ ἥμισυ τὸ ἐπίτριτον καὶ τὰ ὅμοια τοῦ πο‐ σοῦ, ἀλλ’ οὐχ ὕλη ἢ εἶδος ἢ διαφορὰ τῶν οὐσιῶν ἢ ἄλλο τι. ὅτι δὲ οὐ φύσεις τινὲς τὰ πρός τι οὐδὲ οὐσίαι καὶ κυρίως ὄντα δῆλον. τὸ μὲν γὰρ λευκὸν ἔστι τε φύσις τις καὶ λέγεται, διότι, κἂν εἴη τὸ μέλαν ἐν
25ὑπάρξει κἂν μὴ εἴη, εἶναι δύναται· ὁμοίως καὶ τὸ θερμόν, εἴτε ἔστι που ψυχρὸν εἴτε μὴ ἔστι, δύναται εἶναι. δεξιὸν δὲ μὴ ὄντος ἀριστεροῦ, ἢ δοῦλος μὴ ὄντος δεσπότου εἶναι οὐ δύναται. ὥστε οὐκ ἔσται τις φύσις καθ’ αὑτὴν ἀλλὰ σχέσις τοιάδε τῶν οὐσιῶν. πάθος μὲν οὖν, ὥσπερ εἴρη‐ ται, τὰ πρός τι τοῦ ποσοῦ εἰσιν, ἀλλ’ οὐχ ὕλη τῶν οὐσιῶν. τὸ δὲ καὶ
30τῷ ὅλως κοινῷ πρός τι καὶ τοῖς μέρεσιν αὐτοῦ καὶ εἴδεσι σαφὲς ἂν ἦν, εἰ ἦν ‘καὶ τὸ ὅλως κοινὸν πρός τι καὶ τὰ μέρη αὐτοῦ καὶ τὰ εἴδη.‘ τὸ γὰρ λεγόμενον τοιοῦτόν ἐστι. πάθος γάρ τι τοῦ ποσοῦ τὸ πρός τι ὑπάρχει καὶ τὸ καθόλου καὶ τὰ μέρη αὐτοῦ. οὐ γὰρ τὰ εἴδη τοῦ πρός τι πάθη εἰσὶ τοῦ ποσοῦ, τὸ δὲ καθόλου πρός τι οὔ, ἀλλὰ καὶ τὸ καθόλου
35καὶ τὰ εἴδη, τὸ μὲν καθόλου πρός τι τοῦ καθόλου ποσοῦ πάθος, τὰ δὲ εἴδη τῶν εἰδῶν. εἰ δὲ δεῖ καὶ κατὰ δοτικὴν πτῶσιν αὐτοῦ ἀκούειν,
προσυπακουστέον τοῦ συμβαίνει, καὶ ἀναγνωστέον ὑπερβατῶς οὕτως ‘καὶ801
in Metaph
.

802

ὅλως συμβαίνει τῷ κοινῷ καὶ καθόλου πρός τι καὶ τοῖς μέρεσιν αὐτοῦ καὶ εἴδεσι πάθεσιν εἶναι τοῦ ποσοῦ‘. εἰπὼν δὲ ὅτι τὰ πρός τι πάθη εἰσὶ τοῦ ποσοῦ παρεμυθήσατο τοῦτο διὰ τοῦ οὐδὲν γάρ ἐστιν οὔτε μικρὸν οὔτε μέγα οὔτε ὀλίγον οὔτε ὅλως πρός τι ὃ οὐχ ἕτερόν τι ὄν, τουτ‐
5έστιν ὃ οὐ ποσὸν ὂν πολὺ ἢ ὀλίγον ἐστίν· ἀδύνατον γὰρ πολὺ ἢ ὀλίγον εἶναι μὴ ποσὸν ὄν. εἰπὼν δὲ πρὸ ὀλίγου ὅτι ἥκιστά ἐστι τὰ πρός τι φύσις τις καὶ οὐσία, κατασκευάζει τοῦτο διὰ τοῦ σημεῖον δὲ τοῦ ἥκιστα εἶναι οὐσίαν τινὰ καὶ ὂν τὰ πρός τι, συλλογιζόμενος δυνάμει ὧδε· πᾶσα οὐσία καὶ πᾶν ὂν ὑπὸ σελήνην ὑπάρχον γίνεται καὶ φθείρεται καὶ ὅλως
10μεταβάλλει κατὰ τὴν ἐν ἑαυτῷ μεταβολήν. τὰ πρός τι οὔτε γίνεται οὔτε φθείρεται οὔτε ὅλως μεταβάλλει· τὰ πρός τι ἄρα οὔκ εἰσι φύσεις τινὲς καθ’ αὑτὰς θεωρούμεναι, ἀλλὰ σχέσεις μόνον καὶ τὸ εἶναι ἐν τῷ πρός τί πως ἔχειν ἔχουσαι. καὶ ὅτι μὲν τὰ ὑπὸ σελήνην πάντα μεταβάλλει σα‐ φῶς ἐκτίθεται· ὅτι δὲ καὶ τὰ πρός τι οὐ κινεῖται ἐδήλωσεν εἰπὼν ἄνευ
15γὰρ τοῦ κινηθῆναι ὁτὲ μὲν μεῖζον ὁτὲ δὲ ἧττον ἢ ἴσον ἔσται θατέρου κινηθέντος. εἰ γάρ εἰσι φέρε εἰπεῖν δύο ξύλα διπηχυαῖα καὶ λαβών τις ἄλλο πηχυαῖον προσθῇ τῷ ἑνὶ τῶν διπηχυαίων, γέγονε τὸ ἓν τοῦ ἑτέρου μεῖζον μὴ κινηθὲν μηδ’ ὅλως τῶν ἑαυτοῦ κατά τι μεταβαλόν. ἢν δὲ πάλιν ἀφέλῃ τὸ προστεθέν, γέγονεν ἴσον μηδὲ οὕτως κινηθέν. ἀλλὰ
20καὶ ὅτι τὰ πρός τι πάθη εἰσὶ τοῦ ποσοῦ, εἰπὼν ἀνωτέρω καὶ αὐτό, νῦν κατασκευάζει λέγων ‘ἡ ἑκάστου ὕλη δυνάμει ἐστὶν ἐκεῖνο οὗ ἐστιν ὕλη (τὸ γὰρ καταμήνιον ὕλη ὂν σαρκὸς δυνάμει ἐστὶ σάρξ)· τὰ δὲ πρός τι οὔτε δυνάμει εἰσὶν οὐσίαι οὔτε ἐνεργεί· τὰ πρός τι ἄρα οὔκ εἰσιν ὕλη τῆς οὐσίας.‘ ὅλως δὲ ἄτοπον τὸ πρός τι λέγειν ὕλην τῆς οὐσίας καὶ
25στοιχεῖον· τὰ γὰρ στοιχεῖα τῆς οὐσίας πρότερα τῆς οὐσίας, τὰ δὲ πρός τι ὕστερα οὐ μόνον τῆς οὐσίας ἀλλὰ καὶ τοῦ ποσοῦ καὶ τοῦ ποιοῦ. ἔτι τὰ στοιχεῖα οὐ κατηγορεῖται ὧν ἐστι στοιχεῖα· οὐ γὰρ λέγεται ὁ ἄνθρωπος πῦρ ἢ ὕδωρ· τὸ δὲ πολὺ καὶ ὀλίγον καὶ χωρὶς καὶ ἅμα κατηγορεῖται τοῦ ἀριθμοῦ, καὶ τὸ μακρὸν καὶ βραχὺ τῆς γραμμῆς, καὶ τὸ πλατὺ καὶ στενὸν
30τοῦ ἐπιπέδου, ὥστε οὐκ ἂν εἶεν ταῦτα στοιχεῖα τοῦ ἀριθμοῦ καὶ τῆς γραμ‐ μῆς καὶ τοῦ ἐπιπέδου, εἴπερ τὰ στοιχεῖα οὐ κατηγορεῖται τῶν ὧν ἐστι στοιχεῖα. ἀλλὰ τί βούλεται ἐν τῇ λέξει τῇ τὸ πολὺ καὶ ὀλίγον καὶ χωρὶς καὶ ἅμα προσκείμενον; ἢ ὅτι τὸ πολὺ καὶ ὀλίγον καὶ κατὰ τοῦ τρία καὶ τῶν λοιπῶν ἅμα κατηγόρουν. ἅμα γάρ, φησίν, ὁ τρία καὶ πολύς
35ἐστι καὶ ὀλίγος· πρὸς μὲν γὰρ τὸν τέσσαρα ὀλίγος, πρὸς δὲ τὸν δύο πολύς· κατὰ δὲ τῆς δυάδος μόνον τὸ ὀλίγον, οὐ μὴν καὶ τὸ πολύ· πρὸς ὃ καὶ ἐνιστάμενος λέγει εἰ δὲ δὴ καὶ ἔστι τι πλῆθος, λέγων τὶ πλῆ‐
θος τὴν δυάδα, καθ’ ἧς τὸ ἕτερον μόριον τῆς ἐναντιώσεως κατηγορεῖται,802
in Metaph
.

803

οἷον τὸ ὀλίγον, κατ’ αὐτούς, θάτερον δέ, οἷον τὸ πολύ, μή. εἶτα πρὸ τοῦ τὸν λόγον ἀποδοῦναι ἐπισυνάπτει τὴν αἰτίαν, καθ’ ἣν τὸ πολὺ τῆς δυάδος κατηγορεῖσθαι οὐκ ἐδίδουν, λέγων εἰ γὰρ πολ, τὸ ἓν ἂν ὀλίγον εἴη. εἰ γάρ, φησί, τὸ πολὺ κατηγορήσομεν τῆς δυάδος, τὸ ἓν ἂν ὀλίγον εἴη·
5ὅπερ ἀδύνατον. εἰ δή, φησὶν ὁ Ἀριστοτέλης, ἔστι τι πλῆθος καὶ τοῦτό ἐστιν ἡ δυάς, ὅπερ ἁπλῶς ὀλίγον φασίν, εἴη ἂν καὶ ἁπλῶς πολύ· ἔστω δὲ τὸ ἁπλῶς πολὺ ἡ δεκάς, καὶ ἡττάσθωσαν αὐτῆς καθ’ ὑπόθεσιν καὶ τὰ μύρια καὶ πᾶς ἄλλος ἀριθμός. εἰ οὖν ταῦθ’ οὕτως, πῶς ἐστι δυνατὸν λέ‐ γειν ὅτι τὸ πολὺ καὶ ὀλίγον στοιχεῖόν ἐστι τῶν ἀριθμῶν; ὥσπερ γὰρ τὸ
10πῦρ καὶ ὁ ἀὴρ καὶ τὸ ὕδωρ καὶ ἡ γῆ στοιχεῖα ὄντα τοῦ ἀνθρώπου ἐν παντὶ ἀνθρώπῳ εἰσὶ καὶ οὐδείς ἐστιν ἄνθρωπος ᾧ μὴ τὰ τέσσαρα ταῦτα πρόσεστιν, οὕτως εἰ ἦσαν τὸ πολὺ καὶ ὀλίγον στοιχεῖα τῶν ἀριθμῶν, ἐν παντὶ ἂν ἀριθμῷ εὑρίσκοντο. νῦν δὲ τὸ μὲν ὀλίγον κατ’ αὐτοὺς ἔνεστιν ἐν τῇ δυάδι, τὸ δὲ πολὺ οὔ, καὶ πάλιν τὸ μὲν πολὺ ἐν τῇ δεκάδι, τὸ δὲ
15ὀλίγον οὐδαμῶς. οὐκ ἄρα τὸ πολὺ καὶ ὀλίγον στοιχεῖόν εἰσι τῶν ἀριθμῶν· εἰ γὰρ ἦσαν, ἢ ἀμφοτέρων καὶ τῆς δυάδος καὶ τῆς δεκάδος κατηγορεῖτο ἂν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον, ἢ οὐδενός, καὶ οὐχὶ τὸ μὲν ὀλίγον τῆς δυάδος τὸ δὲ πολὺ τῆς δεκάδος· οὕτω γὰρ συνέβαινε καὶ τὸ πῦρ στοιχεῖον ὂν τοῦ Σωκράτους μὴ εἶναι καὶ τοῦ Πλάτωνος.
20p. 1088b14 Ἁπλῶς δὲ δεῖ σκοπεῖν ἆρα δύναται τὰ ἀίδια ἐκ στοι‐ χείων συγκεῖσθαι. Δείξας ἐν τῷ Α τῆς Περὶ οὐρανοῦ πραγματείας ὅτι τὸ δυνάμει πῦρ ὅταν ἐκβαίη εἰς ἐνέργειαν καὶ γένηται πῦρ, οὐκ ἀπώλεσε τὴν δύναμιν ἣν εἶχε πρὸ τοῦ πῦρ γενέσθαι, ἀλλὰ καὶ μετὰ τὸ γεγενῆσθαι πῦρ πάλιν φυλάτ‐
25τει αὐτὴν καὶ δύναται μεταβαλεῖν εἰς ἐκεῖνο ἐξ οὗ εἰς πῦρ μεταβέβληκεν, ἐνταῦθα ζητεῖ εἰ δυνατὸν τοὺς ἀριθμοὺς ἐκ στοιχείων γεγονότας, δυνάμει ὄντων ἀριθμῶν, ἀιδίους εἶναι. καί φησιν ἆρα δυνατὸν τὰ ἀίδια ἐκ στοιχείων συγκεῖσθαι, τουτέστιν ἆρα δυνατὸν τὰ ἐκ στοιχείων συγκεί‐ μενα ἀίδια εἶναι; καὶ ἐρωτήσας ἐπαγαγεῖν τὸ ἀδύνατον αὐτὸς τοῦτο παρα‐
30λιπὼν τὴν αἰτίαν τοῦ ἀδύνατον εἶναι τὰ στοιχεῖα συγκείμενα ἀίδια εἶναι ἐπήγαγε διὰ τοῦ ὕλην γὰρ ἕξει, καὶ τὴν ἀνάγκην τοῦ τὰ ἐκ στοιχείων ὕλην ἔχειν πάλιν ἐδήλωσε διὰ τοῦ σύνθετον γὰρ πᾶν τὸ ἐκ στοιχείων. καὶ ὅτι μὲν τὰ ἐκ στοιχείων σύνθετα δῆλον· ὅτι δὲ καὶ τὰ ὕλην ἔχοντα οὐκ ἀίδια μετ’ ὀλίγον δείξει. ἀλλὰ μὴν καὶ ὅτι τὰ ἐκ στοιχείων ὕλην
35ἔχει δῆλον· εἰ γὰρ τὸ ἐκ στοιχείων σύνθετον, πᾶν δὲ σύνθετον ἐξ ὕλης
καὶ εἴδους, φανερὸν ὅτι τὸ ἐκ στοιχείων ὕλην ἔχει. συλλογιστέον οὖν ὧδέ803
in Metaph
.

804

πῃ. οἱ ἀριθμοὶ ἐκ στοιχείων· τὰ ἐκ στοιχείων σύνθετα· τὰ σύνθετα ὕλην ἔχει· οἱ ἀριθμοὶ ἄρα ὕλην ἔχουσι. τὰ δὲ ἔχοντα ὕλην οὐκ ἀίδια· οἱ ἀριθμοὶ ἄρα οὐκ ἀίδια. καὶ δείκνυσιν ὅτι τὰ ὕλην ἔχοντα οὐκ ἀίδια διὰ τοῦ εἰ τοίνυν ἀνάγκη ἐξ οὗ ἐστιν, εἰ καὶ ἀεί ἐστι κἂν εἰ ἐγίνετο.
5ὃ δὲ λέγει τοιοῦτόν ἐστι. πᾶν τὸ ἔκ τινος γεγονός, εἴτε γέγονε καὶ ἀρχὴν ἔσχε τοῦ εἶναι τὸ ἐξ οὗ ἐγένετο εἴτε μὴ γέγονεν ἀλλὰ ἀεὶ ἦν, ἀνάγκη ἐκ τούτου ἐξ οὗ ἐστι γίνεσθαι. πᾶν δὲ τὸ ἔκ τινος γενόμενον ἐκ δυνάμει ὄντος τοιούτου γέγονεν· ὁ γὰρ ἀὴρ ἐκ τοῦ δυνάμει ὄντος ἀέρος γέγονεν, ὅλως οὐδέν ἐστιν ὃ ἐκ τοῦ ἀδυνάτου γίνεται. ὥστε καὶ οἱ ἀριθμοί, εἰ ἐκ
10τοῦ μεγάλου καὶ μικροῦ γεγόνασιν, εἴτε γέγονέ ποτε τὸ μέγα καὶ μικρὸν εἴτε καὶ ἀεὶ ἦσαν, δυνάμει ὄντων ἀριθμῶν τοῦ μεγάλου καὶ μικροῦ γεγό‐ νασιν οἱ ἀριθμοὶ ἐξ αὐτῶν· τὸ δὲ δυνάμενον εἶναι ἀριθμὸς δύναται, κἂν ὅτι μάλιστα δώσομεν ἀεὶ εἶναι τοὺς ἀριθμούς, ὅμως δύνανται μὴ εἶναι, διὰ τὸ τὴν ὕλην, ἐξ ἧς γεγόνασι, τὴν δύναμιν ἔχειν ἣν καὶ πρὸ τοῦ μετα‐
15βαλεῖν εἰς τοὺς ἀριθμοὺς εἶχεν. ὥσπερ γὰρ τὸ ἐν μιᾷ ἡμέρᾳ καὶ γεγονὸς καὶ φθαρὲν ζῷον (εἴρηται γὰρ ἐν τοῖς Περὶ ζῴων ὅτι εἰσί τινα ζῷα ὧν ἡ ζωὴ μία ἡμέρα ἐστίν), ὥσπερ οὖν τὸ τοιοῦτον ζῷον τοῦ μακροβιωτάτου κατὰ τὸ δύνασθαι μὴ εἶναι οὐδὲν διαφέρει, ἀλλ’ εἰ ἄρα, κατὰ μόνην τὴν ζωήν, ὅτι τοῦ μέν ἐστιν ἡ ζωὴ μακραίων τοῦ δὲ βραχεῖα, οὕτως καὶ τὸ
20τοσοῦτον χρόνον δυνάμενον εἶναι, οὗ χρόνου πέρας εὑρεῖν τις οὐ δύναται, δύναμιν ἔχει τοῦ μὴ εἶναι. εἰ δὲ τοῦτο, καὶ αἱ ἰδέαι, κἂν ἀεὶ ὦσιν, ἀλλὰ δύναμιν ἔχουσι τοῦ μὴ εἶναι· ἢ οὖν φθαρήσονται, ἐπεὶ τὴν τοῦ φθαρῆναι δύναμιν ἔχουσιν, ἢ εἰς ἄπειρον ἕξουσι τὸ δυνάμει. ἀλλὰ μὴν δέδεικται ἐν τῇ Περὶ οὐρανοῦ ὅτι οὐδεμία δύναμις ἄπειρον χρόνον εἶναι δύναται, ἀλλ’
25ἐκβαίνει ποτὲ εἰς ἐνέργειαν (ταύτην γὰρ τὴν πραγματείαν ᾐνίξατο διὰ τοῦ καθάπερ ἐν ἄλλοις συνέβη πραγματευθῆναι)· φθαρήσονται ἄρα αἱ ἰδέαι. ἔστιν οὖν ἡ συναγωγὴ τοῦ λόγου τοιαύτη· οἱ εἰδητικοὶ ἀριθμοὶ σύν‐ θετοί εἰσι, τὰ σύνθετα ὕλην ἔχει, τὰ ὕλην ἔχοντα δύνανται μὴ εἶναι, τὰ δυνάμενα μὴ εἶναι οὐκ ἀίδια· οἱ ἀριθμοὶ ἄρα οὐκ ἀίδιοι. ὥστε, φησίν, εἰ
30καθόλου ἀληθὲς τὸ νῦν λεγόμενον ὅτι οὐδεμία οὐσία ἀίδιός ἐστιν, εἰ μὴ εἴη ἐνέργειά τις πάντῃ ἀμοιροῦσα τοῦ δυνάμει καὶ ὕλης, οἱ δὲ εἰδητικοὶ ἀριθμοὶ ὕλην ἔχουσιν, οὐκ ἂν εἴη εἰδητικὴ οὐσία ἀίδιος· αὐτὸς δὲ ἀντὶ τούτου ἐπήγαγε τὸ ἀντιστρέφον πρὸς αὐτὸ εἰπὼν οὐδεμιᾶς ἂν εἴη ἀιδίου οὐσίας στοιχεῖα. εἰ γὰρ ὧν ἐστι στοιχεῖα ταῦτα οὐκ ἀίδια, ἃ
35ἂν ἄρα εἴη ἀίδια, τούτων οὐκ ἂν εἴη στοιχεῖα ἐξ ὧν ἔσται ἐνυπαρχόντων αὐτοῖς. Ταῦτα εἰπὼν λέγει εἰσὶ δέ τινες οἳ πρῶτον μὲν στοιχεῖόν φασι τὸ ἕν, μετὰ δὲ τοῦτο τάττουσι τὴν ἀόριστον δυάδα, τὸ δὲ ἄνισον δυσχε‐
ραίνουσι καὶ ἀποδοκιμάζουσι διὰ τὸ δεδιέναι τὰ συμβαίνοντα δυσχερῆ804
in Metaph
.

805

καὶ ἀδύνατα τοῖς τὸ ἄνισον τιθεμένοις· οἵ τινες (οἱ τὴν ἀόριστον δυάδα δεύτερον μετὰ τὸ ἓν στοιχεῖον λέγοντες) μόνα τὰ συμβαίνοντα δυσχερῆ καὶ ἀδύνατα τοῖς τὸ ἄνισον τιθεμένοις διαδιδράσκουσιν, ὅσα δὲ ἰδίως ἕπεται τῇ δόξῃ ταύτῃ τῇ τὴν ἀόριστον δυάδα λεγούσῃ, τούτοις ἅπασιν ἔνοχοί
5εἰσι, κἄντε τὸν εἰδητικὸν ἀριθμὸν ἐκ τῆς τοιαύτης δυάδος γεννῶσι κἄντε τὸν μαθηματικόν. p. 1088b35 Πολλὰ μὲν οὖν τὰ αἴτια τῆς ἐπὶ ταύτης τῆς αἰτίας ἐκτροπῆς. Τοῦ ἀρχὰς τῶν ὄντων αὐτοῖς ἐπελθεῖν τὸ μέγα καὶ μικρὸν ὑποθέσθαι
10ἢ τὴν ἀόριστον δυάδα ἢ τὸ ὑπερέχον καὶ ὑπερεχόμενον, πολλὰ μέν, φησί, καὶ ἄλλα ἐστὶ τὰ αἴτια, μάλιστα δὲ τὸ ἀπορῆσαι ἀρχαϊκῶς καὶ εὐ‐ ήθως. τοῦ γὰρ Παρμενίδου ἓν βοῶντος τὸ ὂν καὶ λέγοντος ὡς εἰ μή ἐστι τὸ ὂν ἓν ἀλλὰ πολλά, ἀνάγκη εἶναι καὶ τὸ παρὰ τὸ ὄν, πᾶν δὲ τὸ παρὰ τὸ ὂν μὴ ὄν ἐστιν, ἀνάγκη ἄρα εἶναι καὶ τὸ μὴ ὄν, ἵνα ἐκ τοῦ ὄντος καὶ
15μὴ ὄντος πολλὰ εἴη τὰ ὄντα, —ταῦτα τοῦ Παρμενίδου λέγοντος ἐθορυ‐ βοῦντο καὶ ὁμόσε χωροῦντες τῇ ἀπορίᾳ ἔλεγον ὡς ἔστι καὶ ἄλλο τι, τοῦτο δέ ἐστι τὸ μὴ ὄν. ἔδοξεν οὖν, φησίν, αὐτοῖς ὡς εἰ μὴ εἴη καὶ ἄλλο τι ἤτοι τὸ μὴ ὄν, ἵνα ἐκ τοῦ ὄντος καὶ τοῦ μὴ ὄντος εἴη πλῆθος, συμβή‐ σεται τὰ ὄντα, αὐτό φημι τὸ ὄν, ἓν εἶναι. ἡ μὲν οὖν διάνοια αὕτη· ἐν
20δὲ τῇ λέξει τῇ οὐ γὰρ μήποτε τοῦτο μηδαμῇ εἶναι μὴ ἐόντα, ἀλλ’ ἀνάγκη εἶναι τὸ μὴ ὄν, τοῦ Παρμενίδου οὔσῃ, αἱ δύο ἀποφάσεις ἀντὶ μιᾶς καταφάσεως κείμεναι καὶ τὸ ἀλλὰ ἀντὶ τοῦ ὥστε πλείστην ἀσάφειαν πεποιήκασι. δεῖ δὲ καὶ ὑπερβατῶς τὴν λέξιν ἀναγινώσκειν ‘οὐ γὰρ μή‐ ποτε μὴ τοῦτο ἐόντα μηδαμῇ εἶναι, ὥστε ἀνάγκη τὸ μὴ ὂν εἶναι δεῖξαι‘.
25τὸ δὲ λεγόμενον εἴη ἂν τοιοῦτον· οὐ γὰρ μήποτε μὴ τοῦτο, τουτέστιν οὐ‐ δαμῶς οὖν οὐδαμῶς συμβήσεται τοῦτο. ποῖον δὴ τοῦτο; τὸ τὰ ἐόντα (καὶ προσυπακουστέον τοῦ τὸ πολλὰ εἶναι) μηδαμῇ εἶναι, ἤτοι μὴ ὄντος τοῦ μηδαμῇ μὴ ὄντος· ὥστε ἀνάγκη ἐστὶ δεῖξαι ὡς ἔστι τὸ μὴ ὄν. οὐδαμῶς οὖν, φησὶν ὁ Παρμενίδης, οὐδαμῶς συμβαίνει πολλὰ εἶναι τὰ ὄντα, μὴ ὄν‐
30τος τοῦ μηδαμῇ μηδενός· ὥστε δεικτέον ὅτι τὸ μηδαμῇ μὴ ὄν. ἀλλ’ ἀδύνατον εἶναι τὸ μηδαμῇ ὄν· ἀδύνατον ἄρα καὶ τὸ πλῆθος λέγειν. θεὶς οὖν τὸν ἀπαιτοῦντα Παρμενίδειον λόγον, ὡς εἰ πολλά ἐστι τὰ ὄντα, ἀνάγκη δεῖξαι ὡς ἔστι καὶ τὸ μὴ ὄν, ὅν, φησί, καὶ μὴ δυνάμενοι λύειν
ὡμολόγουν εἶναι τὸ μὴ ὄν, ὅπερ μὴ ὂν οἱ μὲν μέγα καὶ μικρὸν ἐκάλουν,805
in Metaph
.

806

οἱ δὲ ὑπερέχον καὶ ὑπερεχόμενον, —θεὶς οὖν τὸν τοιοῦτον λόγον καὶ ἐν‐ δειξάμενος τὴν ἐπὶ τὸ τοιαύτας ἀρχὰς τῶν ὄντων αὐτοὺς λέγειν ἐκτροπήν, αὐτὸς πρὸς τὸν Παρμενίδην ἀντιλέγει, ἐκείνων τοῦτο ποιῆσαι μὴ δυνηθέν‐ των, λέγων καίτοι πρῶτον μέν, ἐπειδὴ τὸ ὂν πολλαχῶς λέγεται (τὸ μὲν
5γὰρ οὐσία τὸ δὲ ποσὸν καὶ αἱ λοιπαὶ κατηγορίαι), ποῖον τούτων ὁ Παρ‐ μενίδης λέγει ὂν ἓν εἶναι, εἰ μὴ θήσομεν εἶναι καὶ τὸ μὴ ὄν; πότερον πάσας τὰς οὐσίας λέγει ἓν εἶναι, εἰ μή ἐστι τὸ μὴ ὄν; ἢ τὰς οὐσίας καὶ τὰ πάθη καὶ τὰ ἄλλα πάντα ἓν εἶναι λέγει, εἰ μή ἐστι τὸ μὴ ὄν; λέγει δὲ τόδε τι τὴν οὐσίαν, τοιόνδε δὲ τὸ ποιόν, τοσόνδε δὲ τὸ ποσόν. ἀλλ’
10ἄτοπον, φησί, τὸ λέγειν ὡς εἰ γένηται μία τις φύσις (λέγων μίαν φύσιν τὸ μὴ ὄν), ἔσται τοῦ ὄντος τὸ μὲν οὐσία τὸ δὲ ποιὸν τὸ δὲ ποσόν, τουτ‐ έστιν ἔσται πολλὰ τὰ ὄντα. ἀδύνατον οὖν ὡς ἀληθῶς τὸ λέγειν ὡς εἰ ἔστι τὸ μὴ ὄν, ἔσονται πολλὰ τὰ ὄντα, εἰ δὲ μή ἐστιν, ἓν ἔσται τὸ ὄν· τίς γὰρ εὖ λέγων ποιητικὸν ἂν εἴποι αἴτιον τὸ μὴ ὂν τοῦ εἶναι πολλὰ τὰ
15ὄντα; καὶ πρῶτον μὲν τοῦτο. ἔπειτα ἐπειδὴ ὥσπερ τὸ ὂν πολλαχῶς λέ‐ γεται, οὕτω καὶ τὸ μὴ ὄν (λέγεται γὰρ καὶ ὁ μὴ ἄνθρωπος μὴ ὂν καὶ σημαίνει ἀπόφασιν ἀνθρώπου, καὶ τὸ μὴ εὐθὺ τὸ μὴ ἔχον ὡδὶ ἀλλ’ ὡδί, καὶ τὸ μὴ εἶναι τρίπηχυ τὸ μὴ εἶναι τοσονδί), ἐπεὶ οὖν, ὡς εἴρηται, καὶ τὸ ὂν καὶ τὸ μὴ ὂν πολλαχῶς λέγεται, ἐκ ποίου ὄντος καὶ μὴ ὄντος
20πολλὰ εἶναι ὁ Πλάτων λέγει τὰ ὄντα; ἐπειδὴ δὲ ὅπερ μὴ ὂν ἔλεγεν ὁ Πλάτων, τοῦτο καὶ ψεῦδος ἐκάλει, βούλεται μὲν ἐκ τοῦ ὄντος καὶ τοῦ ψεύ‐ δους πολλὰ τὰ ὄντα ποιεῖν. εἰ γὰρ τὰ ὄντα ἐκ τοῦ ὄντος καὶ μὴ ὄντος, τὸ δὲ μὴ ὂν ψεῦδος, τὰ ὄντα ἄρα ἐκ τοῦ ψεύδους καὶ τοῦ ὄντος. ἐν δὲ τῇ λέξει τῇ καὶ ταύτην τὴν φύσιν λέγει τὸ οὐκ ὂν τὸ λεγόμενον ἴσον
25ἐστὶ τῷ καὶ τὸ οὐκ ὂν ταύτην τὴν φύσιν λέγει, ἀντὶ τοῦ τὸ οὐκ ὂν ταὐ‐ τὸν ἡγεῖται τῇ τοῦ ψεύδους φύσει. ἐπεὶ δὲ πάνυ τραχύτατον ἐδόκει τὸ λέγειν ὅτι ἐκ τοῦ ψεύδους γίνεται τὰ ὄντα, ὥσπερ ἀπολογούμενος λέγει ‘ὥσπερ γὰρ οἱ γεωμέτραι ψευδῆ λαμβάνοντες ἐν τῷ τὴν μὴ ποδιαίαν λέγειν ποδιαίαν οὐδέν τι ψεῦδος συνάγουσιν, ἀλλὰ πάντῃ ἀληθῆ, τί κωλύει καὶ
30ἡμᾶς ἐκ τοῦ ψεύδους συνάγειν πολλὰ τὰ ὄντα;‘ πρὸς οὖν τοῦτο ἀπαντῶν λέγει ὅτι ἀδύνατον τοῦθ’ οὕτως ἔχειν. οὔτε γὰρ οἱ γεωμέτραι ψεῦδός τι ὑποτίθενται· οὐ γὰρ ἐν τῇ γραφομένῃ γραμμῇ μὴ οὔσῃ δὲ ποδιαίᾳ τὴν ἀπόδειξιν ποιοῦνται, ἀλλ’ ἐν τῇ νοουμένῃ καὶ ὄντως οὔσῃ ποδιαίᾳ, ταύτην δὲ γράφουσι χάριν αἰσθήσεως. τὸ γὰρ οὐ γὰρ ἐν τῷ συλλο‐
35γισμῷ ἡ πρότασις ἴσον ἐστὶ τῷ οὐ γὰρ ἡ προτεινομένη καὶ γραφομένη γραμμὴ ἐν τῷ συλλογισμῷ καὶ τῇ ἀποδείξει παραλαμβάνεται, ἀλλ’ ἡ νοουμένη. οὔτε δὴ οἱ γεωμέτραι ψεῦδος λαμβάνουσιν, οὔτε ἐκ τοῦ οὕτω μὴ ὄντος τοῦ τῷ ψεύδει ἰσοδυναμοῦντος τὰ ὄντα ἢ γίνεται ἢ εἰς τοῦτο φθείρεται. ἀλλ’ ἐπειδὴ τὸ κατὰ τὰς πτώσεις, ἤτοι
40ἓν ἕκαστον μὴ ὄν (λέγει δὲ τὸ καθόλου μὴ ὄν, κατὰ τὰς πτώσεις δὲ μὴ806
in Metaph
.

807

ὂν τὰ καθ’ ἕκαστα), ἐπεὶ οὖν τὸ τοιοῦτον μὴ ὂν ἰσαχῶς λέγεται ταῖς κατηγορίαις, ἔστι δὲ παρὰ τὰ ἰσαχῶς λεγόμενα ταῖς κατηγορίαις μὴ ὄντα καὶ τὸ ὡς ψεῦδος μὴ ὂν καὶ τὸ δυνάμει, ἐκ τοῦ δυνάμει, φησί, μὴ ὄντος ἐστὶν ἡ γένεσις· ἐκ τοῦ γὰρ ἐνεργείᾳ μὲν ὄντος σπέρματος, μὴ
5ὄντος δὲ ἀνθρώπου ὁ ἐνεργείᾳ ἄνθρωπος γίνεται, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, καὶ εἴτε ἕν ἐστι τὸ ὄν, ὡς ὁ Παρμενίδης βούλεται, εἴτε πολλά, ὡς ἡ ἀλήθεια, ἐκ τοῦ δυνάμει μὴ ὄντος τὰ γινόμενα ἀναγκαῖον γίνεσθαι ἀλλ’ οὐκ ἐκ τοῦ ψεύδους. ὅτι δὲ τὸ μὴ ὂν ἰσαχῶς ταῖς κατηγορίαις λέ‐ γεται δῆλον· καὶ γὰρ ἐν οὐσίᾳ τὸ μὴ ὂν θεωρεῖται (ἡ γὰρ οὐσία οὐκ ἔστι
10ποσόν) καὶ ἐν ποσῷ (τὸ γὰρ ποσὸν οὐκ ἔστιν οὐσία) καὶ ἐν ταῖς ἄλλαις ὁμοίως. p. 1089a31 Φαίνεται δὲ ἡ ζήτησις πῶς πολλὰ τὸ ὂν τὸ κατὰ τὰς οὐσίας λεγόμενον. Τοῦ Παρμενίδου ἓν τὸ ὂν καὶ ἀγέννητον ἀποφαινομένου, τοῦ δὲ Πλά‐
15τωνος τοῦτο μὴ ἀποδεχομένου, ἀλλὰ πολλὰ τὰ ὄντα λέγοντος καὶ τὴν αἰτίαν εἰπεῖν ζητοῦντος τοῦ ὅπως πολλά ἐστι τὰ ὄντα καὶ οὐχ ἕν, ὡς ὁ Παρμε‐ νίδης βούλεται, λέγει ὁ Ἀριστοτέλης ὅτι οὐ καθόλου περὶ παντὸς ὄντος τοῦ τε ἐν οὐσίᾳ τοῦ τε ἐν ποσῷ τοῦ τε ἐν ποιῷ ὄντος καὶ τοῖς λοιποῖς θεωρουμένου τὴν ζήτησιν ὁ Πλάτων ἐποιεῖτο πῶς τούτων ἕκαστον πολλά
20ἐστιν, ἀλλὰ μόνον τοῦτο ἐζήτει ὅτι πῶς τὸ ὂν τὸ ὡς οὐσία λεγόμενον πολλά ἐστιν, καὶ τὴν αἰτίαν τοῦ πῶς ἐζήτει, διὰ τί πολλαὶ οὐσίαι εἰσί, περὶ δὲ τῶν ἄλλων κατηγοριῶν οὐδένα λόγον ἐποιεῖτο, συντόμως ἐπήγαγεν εἰπὼν ἀριθμοὶ γὰρ καὶ μήκη τὰ γεννώμενά ἐστιν, ὃ ταὐτόν ἐστι τῷ ἃ γὰρ ἐκ τῶν ἀρχῶν τοῦ μεγάλου καὶ μικροῦ καὶ τοῦ ἀρχικοῦ ἑνὸς
25κατ’ αὐτοὺς γίνεται, ἀριθμοὶ καὶ μήκη καὶ σώματά εἰσιν, ἅπερ πάντα τά τε μήκη καὶ οἱ ἀριθμοὶ αἱ κυριώτατα καὶ πρώτως καὶ μάλιστα οὐσίαι, ὡς αὐτός φησιν, εἰσίν. ὥστε εἴπερ τὸ πολλὰ εἶναι τὰ ὄντα κατεσκεύαζε διὰ τοῦ γένεσιν τοῖς οὖσιν εἰσάγειν, τὴν δὲ γένεσιν ἐκ τοῦ μικροῦ καὶ μεγάλου καὶ τοῦ ἑνὸς ἐποίει, πᾶν δὲ τὸ ἐκ μικροῦ καὶ μεγάλου, ὡς αὐτός
30φησιν, ἢ ἀριθμὸς ἢ μέγεθος, πᾶς δὲ ἀριθμὸς καὶ μέγεθος καὶ μῆκος οὐσία (τοῦτο γὰρ βούλεται καὶ λέγει), εἰ οὖν ταῦθ’ οὕτως ἔχοι, δῆλός ἐστιν, ὡς τοῦ πῶς πολλαὶ αἱ οὐσίαι τὴν ζήτησιν ἐποιεῖτο. εἰ γάρ, ὅσα γίνεται, ἐκεῖνα καὶ πολλά ἐστι, γίνονται δὲ μόνοι οἱ ἀριθμοὶ καὶ τὰ μεγέθη, μόνοι ἄρα οἱ ἀριθμοὶ καὶ τὰ μεγέθη ἤτοι αἱ οὐσίαι πολλά εἰσι, καὶ περὶ τούτων
35μόνων ὁ Πλάτων τὴν ζήτησιν ἐποιεῖτο. ἄτοπον δὲ τὸ ζητεῖν πῶς μὲν πολλὰ τὸ ὂν τὸ τί ἐστι, τουτέστι πῶς μὲν πολλὰ τὸ ὂν τὸ ὡς οὐσία λεγόμενον (ἔθος γὰρ αὐτῷ τὴν οὐσίαν δηλοῦν διὰ τοῦ τί ἐστιν), ἄτοπον
οὖν τὸ ζητεῖν πῶς μὲν οὐσίαι πολλαί εἰσι, πῶς δὲ ποσὰ πολλὰ ἢ ποιὰ μὴ807
in Metaph
.

808

ζητεῖν. οὐ γὰρ ἂν εἴποιεν οἱ περὶ Πλάτωνα ὅτι τὸ μέγα καὶ μικρὸν ἢ ἡ ἀόριστος δυάς ἐστιν αἰτία τοῦ εἶναι δύο λευκὰ ἢ πολλὰ χρώματα ἢ χυμοὺς πολλοὺς καὶ σχήματα. οὐδὲν γὰρ κατ’ αὐτοὺς ἐκ τῆς ἀορίστου δυάδος ἢ τοῦ μεγάλου καὶ μικροῦ γενέσθαι δύναται ἢ χυμὸς ἢ σχῆμα,
5ἀλλὰ πᾶν τὸ ἐκ τούτων ἀριθμὸς καὶ μέγεθος ἤτοι οὐσία ἐστίν. εἰ δὲ ἦσαν οἱ χυμοὶ καὶ τὰ σχήματα ἐκ τοῦ μεγάλου καὶ μικροῦ, ἀριθμοὶ καὶ οὐσίαι ἂν ἦσαν, ὅπερ, τὸ τοὺς χυμοὺς οὐσίας εἶναι, οὐδὲ οὗτοι βούλονται. εἰπὼν δὲ ὅτι ἀριθμοὶ ἂν ἦσαν, ἐπήγαγε καὶ μονάδες, δηλονότι διὰ τὸ τοὺς ἀριθμοὺς μηδὲν ἄλλο εἶναι ἢ πλῆθος μονάδων. εἰ γὰρ οἱ χυμοὶ ἀριθμοί,
10οἱ δὲ ἀριθμοὶ μονάδες, οἱ χυμοὶ ἄρα μονάδες. ὥστε εἴπερ ἐζήτει (τοῦτο γὰρ δηλοῖ τὸ ἐπῆλθεν) τὴν αἰτίαν τοῦ πῶς πολλοὶ χυμοὶ καὶ πολλὰ χρώ‐ ματά εἰσιν, οὐκ ἂν τὸ μέγα καὶ τὸ μικρὸν ᾐτιάσατο τῆς τῶν οὐσιῶν γε‐ νέσεως, ἀλλ’ εἶδεν ἂν τὸ αἴτιον καὶ τὸ ἐν ἐκείνοις, τουτέστι πρὸς τῷ ἰδεῖν τὴν αἰτίαν δι’ ἥν εἰσι πολλοὶ χυμοὶ καὶ χρώματα καὶ σχήματα
15(τοῦτο γὰρ ἐμφαίνει διὰ τοῦ καί συνδέσμου τοῦ καὶ τὸ ἐν ἐκείνοις), πρὸς οὖν τῷ ἰδεῖν διὰ τί εἰσι πολλοὶ χυμοὶ εἶδεν ἂν καὶ τὸ ἐν ἐκείνοις, ἤτοι τὸ συνὸν ταῖς οὐσίαις καὶ ποιοῦν αὐτὰς πολλάς, τοῦτο δ’ ἐστὶν ἡ ἑκάστου ὕλη. εἰπὼν δὲ ὡς εἴπερ ἐζήτει διὰ τί εἰσι πολλοὶ χυμοὶ καὶ πολλὰ χρώματα, πρὸς τῷ γνῶναι τοῦτο ἔγνω ἂν καὶ τὴν κυριωτάτην αἰτίαν
20τοῦ πῶς εἰσι πολλαὶ οὐσίαι, καὶ οὐκ ἂν τὸ μέγα καὶ μικρὸν ᾐτιᾶτο, λέγει αὐτὸς τί ποτέ ἐστι τὸ αἴτιον τοῦ εἶναι πολλὰς οὐσίας καὶ πολλὰ ποσὰ καὶ ποιὰ καὶ πρός τι διὰ τοῦ τὸ γὰρ αὐτὸ καὶ τὸ ἀνάλογον αἴτιον, τουτ‐ έστιν ἡ ἑκάστου ὕλη καὶ τὸ εἶδος, ἅπερ τὰ αὐτὰ τῷ ἀνάλογόν εἰσιν, ὡς ἐν τῷ Λ δέδεικται. τὸ δὴ ἑκάστου εἶδος καὶ ἡ ὕλη αἴτια τοῦ εἶναι καὶ
25οὐσίας πολλὰς καὶ ποσὰ καὶ ποιὰ καὶ τὰ λοιπά. εἰπὼν δὲ ταῦτα ἐπιφέρει ὅτι ἡ παρέκβασις ἤτοι τὸ παρεκβῆναι καὶ καταλιπεῖν καὶ μὴ ζητῆσαι διὰ τίνα ποτὲ αἰτίαν εἰσὶ πολλοὶ χυμοὶ καὶ χρώματα, πεποίηκεν αὐτοὺς τὸ πρός τι (καὶ σαφηνίζων τί ἐστιν ὅπερ εἴρηκε πρός τι ἐπήγαγε καὶ τὸ ἄνισον) τοῦ εἶναι οὐσιῶν πλῆθος αἴτιον λέγειν, ἀλλὰ καὶ τὸ βούλεσθαι
30τὴν τῶν ὄντων γένεσιν ἐκ τῶν ἐναντίων εἶναι. βουλόμενοι γὰρ τὴν γένε‐ σιν ἐκ τῶν ἐναντίων ποιεῖν, καὶ λέγοντες ὅτι τὸ εἰδικὸν αἴτιον τὸ ἓν καὶ τὸ ὄν ἐστιν, ἐζήτουν τί ποτέ ἐστι τὸ ἀντικείμενον ὡς τὰ ἐναντία τῷ ἑνὶ καὶ τῷ ὄντι, ἵνα ἐκ τούτων τοῦ ἑνὸς καὶ τοῦ ὄντος καὶ τῶν ἀντικειμένων τούτοις εἴη τὰ ὄντα. καὶ ζητοῦντες ἀπερισκέπτως εἰρήκασιν ὅτι τὸ ἀντι‐
35κείμενον τῷ ἑνὶ καὶ τῷ ὄντι ὡς τὰ ἐναντία τὸ ἄνισόν ἐστιν, ὅπερ ἄνισον
οὔτε ἐναντίον ἐστὶ τῷ ἑνὶ καὶ τῷ ὄντι οὔτε ἀπόφασις αὐτῶν· τοῦ808
in Metaph
.

809

γὰρ ἑνὸς ἀπόφασις τὸ οὐχ ἓν ἀλλ’ οὐ τὸ ἄνισον, ὁμοίως καὶ τοῦ ὄντος τὸ οὐκ ὄν· ὥστε εἰ πᾶν τὸ γενόμενον ἢ ἐκ τοῦ ἐναντίου αὐτῷ ἢ τοῦ μεταξὺ ἢ ἐκ τῆς οἰκείας ἀποφάσεως γίνεται, τὸ δὲ ἄνισον οὔτε ἐναντίον οὔτε ἀπόφασις τοῦ ἑνὸς καὶ τοῦ ὄντος, ψεῦδος τὸ λέγειν ὅτι διὰ τὸ ἐκ
5τοῦ ἑνὸς καὶ τοῦ ὄντος καὶ τοῦ ἀνίσου εἶναι τὰ ὄντα εἰσὶ πολλά. τὸ δὲ μία τε φύσις τῶν ὄντων εἴρηται ἀντὶ τοῦ ὥσπερ γὰρ τὸ τί ἤτοι ἡ οὐσία μία τε φύσις ἐστὶ καὶ κατηγορία τῶν ὄντων, ἄλλη δὲ τὸ ποσὸν καὶ ἄλλη τὸ ποιόν, οὕτω καὶ τὸ πρός τι. ἔδει οὖν ζητεῖν πῶς καὶ τὰ πρός τι πολλὰ καὶ οὐχ ἕν. εἰ γὰρ καὶ ὅτι μάλιστα συγχωρήσειέ τις ὅτι διὰ
10τὰ πρός τι ἤτοι τὸ ἄνισόν εἰσι πολλὰ τὰ ὄντα, ἀλλ’ οὐκ ἂν καὶ ἑαυτοῖς αἴτια εἴη τοῦ πολλὰ εἶναι. ἔδει οὖν ζητεῖν πῶς πολλὰ τὰ πρός τι. νῦν δὲ πῶς μὲν πολλαὶ μονάδες παρὰ τὸ πρῶτον ἕν (λέγων πρῶτον ἓν τὸ αὐτοέν) ζητεῖται τοῖς περὶ Πλάτωνα, πῶς δὲ πολλὰ ἄνισα παρὰ τὸ αὐτοάνισον καὶ ὅλως πῶς πολλὰ τὰ πρός τι οὐ ζητεῖται, καὶ ταῦτα
15χρωμένων καὶ ὁμολογούντων ὥς εἰσι πολλὰ τὰ πρός τι· τὸ γὰρ μέγα καὶ μικρόν, ἐξ ὧν τὰ μεγέθη ποιοῦσιν, ἄνισον, ἀλλὰ καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον, ἐξ ὧν τοὺς ἀριθμούς, ἀλλὰ καὶ τὸ μακρὸν καὶ βραχύ, ἐξ ὧν τὸ μῆκος, ὁμοίως καὶ τὸ πλατὺ καὶ στενόν, ἐξ ὧν τὸ ἐπίπεδον, καὶ τὸ βαθὺ καὶ ταπεινόν, ἐξ ὧν τοὺς ὄγκους. ὅτι 〈δὲ〉 ἄνισά ἐστι καὶ πρός τι τὸ
20πλατὺ τὸ στενόν, τὸ βαθὺ τὸ ταπεινὸν καὶ τὰ λοιπὰ καὶ οὗτοι λέγουσι, καὶ οὐ μόνον ταῦτα ἀλλὰ καὶ ἄλλα πολλὰ εἴδη λέγουσι τοῦ πρός τι, ὧν τὴν αἰτίαν διὰ τί πολλά ἐστιν ἔδει αὐτοὺς ζητεῖν τε καὶ λέγειν. σὺ δέ, ὦ δαιμόνιε, τίνα φῂς αἰτίαν εἶναι τοῦ πολλὰ εἶναι τὰ πρός τι καὶ τὰ ἄλλα πάντα; ἤ, φησίν, ἀνάγκη ἐμὲ ὑποτίθεσθαί τε καὶ λέγειν ὅτι τὸ δυνά‐
25μει ὂν ἑκάστ, τουτέστι τὸ δυνάμει ποσὸν καὶ τὸ δυνάμει ποιὸν καὶ τὸ δυνάμει ὂν οὐσία καὶ ὅλως ἡ ἑκάστου ὕλη ἐστὶν αἰτία τοῦ πολλὰ εἶναι τὰ εἰρημένα. καὶ τοῦτο, φησί, καὶ ὁ Πλάτων ἐζήτησεν, εἰπὼν τί τὸ δυνά‐ μει τόδε. καὶ σαφηνίζων τί σημαίνει τὸ τόδε, ἐπήγαγε τὸ καὶ οὐσία. ἐζήτησεν οὖν, φησί, καὶ ὁ Πλάτων τί ποτέ ἐστι τὸ δυνάμει ὂν οὐσία,
30μὴ ὂν δὲ καθ’ αὑτὸ τόδε τι, οἷον ἓν καὶ ὄν (οὐσίαν γὰρ καὶ κυρίως οὐσίαν τὸ ἓν καὶ τὸ ὂν ὁ Πλάτων ἐκάλει), καὶ ζητήσας, φησίν, ἀπεφήνατο ὅτι τὸ πρός τι. δέον δὲ εἰπεῖν ὅτι τὸ μέγα καὶ μικρὸν ἢ τὸ ἄνισον ἢ τὴν ἀόριστον δυάδα, εἶπεν ὅτι τὸ πρός τι, διὰ τὸ πάντα ταῦτα ὑπὸ τὸ πρός τι τετάχθαι. ἀπεφήνατο οὖν, φησίν, ὅτι τὸ πρός τι ἐστὶ τὸ δυνάμει
35ὂν οὐσία, ἤτοι τὸ ὂν καὶ τὸ ἕν, ὥσπερ εἰ εἶπεν ὅτι τὸ ποιόν· ὥσπερ γὰρ τὸ ποιὸν οὐκ ἔστι δυνάμει τὸ ὂν ἢ τὸ ἓν οὔτε ἀπόφασις τούτων, οὕτως οὐδὲ τὸ πρός τι οὔτε ἐναντίον ἐστὶ τῷ ἑνὶ καὶ τῷ ὄντι οὔτε ἀντί‐ κειται αὐτοῖς ὡς ἀπόφασις, ἀλλ’ ἐστὶν ἓν τῶν γενικωτάτων γενῶν· ταῦτα
γὰρ εἶπεν ὄντα.809
in Metaph
.

810

p. 1089b20 Πολύ τε μᾶλλον, ὥσπερ ἐλέχθη, εἰ ἐζήτει πῶς πολλὰ τὰ ὄντα, μὴ τὰ ἐν τῇ αὐτῇ κατηγορίᾳ ζητεῖν. Πολὺ κάλλιον ἦν, φησί, ζητεῖν μὴ πῶς πολλὰ τὰ ὄντα τὰ ἐν τῇ αὐτῇ καὶ μιᾷ κατηγορίᾳ περιοριζόμενα, οἷον τὰ ἐν τῇ οὐσίᾳ, τὰ ἐν τῷ
5ποσῷ, ἀλλ’ ἁπλῶς ζητεῖν περὶ πάντων τῶν ὄντων, οὐσιῶν παθῶν, ἤτοι ποιῶν ποσῶν πρός τι. πῶς ἕκαστον τούτων πολλά ἐστι. τοῦτο εἰπὼν λέγει ἐπὶ μὲν οὖν τῶν ἄλλων κατηγοριῶν, ἤτοι τῶν συμβεβηκότων, ἔχει καὶ ἄλλην τινὰ ἐπιστασίαν καὶ ἀπορίαν πῶς πολλά εἰσιν. ἀσάφειαν δὲ πολλὴν ἐνεποίησεν ἐπεμβαλών τινα μεταξὺ καὶ ἐλλιπῶς ἀπηγγελκὼς τὰ
10ἐπεμβληθέντα. εἴη δ’ ἂν οἶμαι τὸ ἑξῆς τῆς λέξεως τοιοῦτον. ἐπὶ μὲν τῶν ἄλλων κατηγοριῶν τῶν παρὰ τὴν οὐσίαν ἔχει καὶ ἄλλην ἐπιστασίαν καὶ ἀπορίαν, πῶς πολλὰ ποσὰ καὶ πολλὰ ποιὰ εἶναι δυνατὸν λέγειν, διὰ τὸ μὴ χωριστὰ εἶναι τῶν ὑποκειμένων. εἶτα συναπτέον τούτοις τὸ τῷ τὸ ὑποκείμενον πολλὰ γίνεσθαι καὶ εἶναι, καὶ προσυπακουστέον
15τοῦ τῷ λόγῳ γὰρ τῷ ἐκ τοῦ ἀνίσου καὶ τοῦ ἑνὸς συγκεχωρήσθω ἡμῖν νῦν ἀληθῆ λέγειν· ἵν’ ᾖ ἡ λέξις τοιαύτη ‘τῷ γὰρ λόγῳ τῷ πολλὰ καὶ γίνεσθαι καὶ εἶναι τὸ ὑποκείμενον, ἤτοι τῷ λόγῳ τῷ πολλὰς καὶ γίνεσθαι καὶ εἶναι οὐσίας ἐκ τοῦ ἀνίσου καὶ τοῦ ἑνὸς λέγοντι συγκεχωρήσθω νῦν ἡμῖν ὡς ἀληθῆ λέγει.‘ ἔστιν οὖν ἡ σύμπασα λέξις (ῥητέον γὰρ καὶ πάλιν
20αὐτήν, ὅτι λίαν μεμελάνωται) τοιαύτη· ἐπὶ μὲν τῶν ἄλλων κατηγοριῶν τῶν παρὰ τὴν οὐσίαν ἔχει καὶ ἄλλην τινὰ ἐπιστασίαν καὶ ἀπορίαν, πῶς πολλὰ ποσὰ καὶ πολλὰ ποιὰ εἶναι δυνατὸν λέγειν, διὰ τὸ μὴ χωριστὰ εἶναι τῶν ὑποκειμένων· τῷ γὰρ λόγῳ τῷ πολλὰς καὶ γίνεσθαι καὶ εἶναι οὐσίας ἐκ τοῦ ἑνὸς καὶ τοῦ ἀνίσου λέγοντι συγκεχωρήσθω νῦν ἡμῖν ὡς
25ἀληθῆ λέγει. ἀλλὰ τὸ μὲν τῆς λέξεως οἶμαι τοιοῦτον. εἴη δ’ ἂν καὶ τὸ λεγόμενον τοιοῦτον. τῷ μὲν λόγῳ τῷ γεννῶντι καὶ ποιοῦντι τὰς οὐσίας πολλὰς συγχωρήσειεν ἴσως ἄν τις, ἐπὶ δὲ τῶν συμβεβηκότων ἀπορήσειεν ἄν, πῶς οὐκ ὄντα τῶν ὑποκειμένων χωριστὰ μηδὲ ἔχοντα ὕλην, ἥτις δυνάμει οὖσα τὰ συμβεβηκότα κατὰ τὴν αὑτῆς μεταβολὴν τὰ
30συμβεβηκότα πολλὰ τοιαῦτα ποιήσει, ὅμως πολλά εἰσιν. εἰ μὲν γὰρ εἶχον ὕλην, δυνατὸν λέγειν ὅτι ἐκ τῆς ὕλης τῆς μὴ οὔσης μὲν δυναμένης δὲ γενέσθαι χρῶμα γέγονε χρῶμα, ὁμοίως καὶ ἐπὶ ποσοῦ καὶ ἐπὶ τῶν ἄλλων, νῦν δὲ τούτου μὴ ὄντος ἄπορον πῶς πολλά ἐστι τὰ συμβεβηκότα. ταύτην δὲ λύων οὕτως τὴν ἀπορίαν λέγει καίτοι δεῖ γε ὕλην τινὰ εἶναι ἑκάστῳ
35γένει, τουτέστιν ἀνάγκη δὲ λέγειν ὅτι καὶ τὰ συμβεβηκότα ὕλην ἔχει, ἐξ ἧς δυνάμει οὔσης τὰ συμβεβηκότα γίνεται καὶ πολλά ἐστι, πλήν, φησίν,
οὐ χωριστὴν τῶν οὐσιῶν. οὔτε γὰρ ἡ ὕλη τῶν χρωμάτων (ἔστι δὲ810
in Metaph
.

811

ἡ ἐπιφάνεια τοῦ διαφανοῦς· αὕτη γὰρ ὁτὲ μὲν λευκὴ ὁτὲ δὲ μέλαινα ὑπὸ τοῦ κινοῦντος γίνεται, ὡς ἐν τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν δεί‐ κνυται), οὔτε οὖν ἡ τῶν χρωμάτων ὕλη χωριστὴ τῶν οὐσιῶν ἐστιν οὔτε ἡ τῶν χυμῶν (ἔστι δὲ ἡ τοῦ ὕδατος ὑγρότης· αὕτη γὰρ μιγνυμένη μετὰ
5τοῦ ξηροῦ, ὡς καὶ τοῦτο ἐν τῷ Περὶ αἰσθήσεως δείκνυται, καὶ συμπεττο‐ μένη ὑπὸ τοῦ θερμοῦ τοὺς χυμοὺς ἀπογεννᾷ) οὔτε ἄλλη τις τῶν συμβε‐ βηκότων ὕλη χωριστὴ τῶν οὐσιῶν. συγχωρήσας οὖν τῷ λέγοντι λόγῳ πολλὰς τὰς οὐσίας διὰ τὸ ἐκ τοῦ ἀνίσου γίνεσθαι, καὶ εἰπὼν ὅτι περὶ δὲ τῶν συμβεβηκότων ἀπορήσειεν ἄν τις πῶς πολλά, καὶ λύσας τὴν ἀπορίαν,
10λέγει ὅτι ἐπὶ δὲ τῶν τόδε τι ἔχει τινὰ λόγον, δυνάμει λέγων ὅτι ἐπὶ μὲν τῶν συμβεβηκότων οὐδεμία τοῦ λοιποῦ ἀπορία πῶς πολλά, ἐπὶ δὲ τῶν τόδε τι ἤτοι ἐπὶ τῶν οὐσιῶν ἔχει τινὰ λόγον καὶ ἀπορίαν πῶς πολλαὶ αἱ οὐσίαι· οὐ γὰρ ὑγιὴς ἡ τοῦ Πλάτωνος λύσις τὸ ἄνισον αἰτιω‐ μένου. ἀπορίαν οὖν ἔχει πῶς πολλὰ τὸ τόδε τι καὶ ἡ οὐσία ἐστίν,
15εἰ μὴ θήσομεν εἶναι καὶ τὸ τόδε τι εἶδός τι καὶ φύσιν τινά, δηλονότι ὕλην τοιαύτην, ἤτοι δυνάμει οὖσαν τὸ εἶδος. ἄπορον οὖν οὕτως καὶ ἄλυτον πῶς πολλαὶ αἱ οὐσίαι, εἰ μή τις ὁμολογήσειεν ὡς ἔστι καὶ εἴδη καὶ ὕλη δυνάμει οὖσα τὰ εἴδη. εἰ δέ τις ὁμολογήσειεν ὡς ἔστι τὸ τόδε τι οἷον εἶδος καὶ φύσις τις τοιαύτη, ἤτοι ὕλη δυνάμει οὖσα τὰ εἴδη,
20οὐδεμία ἀπορία· ἡ γὰρ ὕλη δυνάμει οὖσα τὰ εἴδη ἀλλοιουμένη πως καὶ δεχομένη ταῦτα παρέχει ταῖς οὐσίαις τὸ εἶναι πολλαῖς. τὸ δὲ αὕτη δέ ἐστιν ἐκεῖθεν μᾶλλον ἡ ἀπορία οὕτως ἐπῆκται ὡς εἰ ἔλεγεν ‘ἡ ζη‐ τοῦσα ἀπορία διὰ τίνα αἰτίαν πολλαί εἰσιν ἐνεργείᾳ οὐσίαι ἐκεῖθεν γέγονε. πόθεν; ἐκ τοῦ μὴ λέγειν ὕλην καὶ εἶδος, ἀλλ’ ἓν καὶ ἄνισον‘. ἢ οὖν οὕτως
25ὡς εἴρηται ἀκουστέον τοῦ ἐπὶ μὲν τῶν ἄλλων κατηγοριῶν ἔχει τινὰ ἀπορίαν καὶ τὸ συνεχὲς τούτῳ, ἢ μεριστέον εἰς δύο ἀπορίας καὶ ῥητέον ‘ἐπὶ μὲν οὖν τῶν συμβεβηκότων ἔχει τινὰ ἀπορίαν πῶς πολλὰ ποιὰ καὶ πολλὰ ποσὰ εἶναι ἐνδέχεται λέγειν· ἀπορήσειε δ’ ἄν τις τοῦτο διὰ τί; διὰ τὸ μὴ ἔχειν ὕλην, ἥτις δυνάμει οὖσα τὰ συμβεβηκότα πολλὰ εἶναι ταῦτα
30ποιήσει. ἄλλην δὲ ἀπορίαν πάλιν ἀπορήσειέ τις περὶ αὐτῶν, καὶ ταύτην διὰ τί; διότι μὴ χωριστὰ ὄντα τῶν οὐσιῶν συμβαίνει τὸ ὑποκείμενον αὐτοῖς καὶ ἕν τι γίνεσθαι καὶ πολλά· εἰ γὰρ ἄλλο ἡ οὐσία καὶ ἄλλο τὸ ποσὸν καὶ ἄλλο τὸ ποιόν, ἔστι δὲ ὁ Σωκράτης καὶ οὐσία καὶ λευκὸς καὶ δίπηχυς, φέρε εἰπεῖν, ἔσται καὶ εἷς καὶ πολλά‘. τούτων δὴ τῶν δύο ἀπο‐
35ριῶν τῆς μὲν προτέρας ἀπορίας λύσιν ἐπακτέον τὸ καίτοι δεῖ γέ τινα ὕλην εἶναι ἑκάστῳ γένει, τῆς δὲ δευτέρας τῆς λεγούσης ὅτι ὁ Σωκρά‐ της καὶ εἷς ἐστι καὶ πολλά, τὴν λύσιν ἔχεις, ὦ φιλότης, ἐν τῷ Α τῆς
Φυσικῆς ἀκροάσεως· ἐκεῖ γὰρ ὅτε τὸν Παρμενίδην καὶ τὸν Μέλισσον811
in Metaph
.

812

ἤλεγχεν, εἴρηκεν ὡς οὐδὲν κωλύει τὸ αὐτὸ καὶ ἓν τῷ μὲν ὑποκειμένῳ ἓν εἶναι, τῷ λόγῳ δὲ πολλά. p. 1089b32 Ἀλλὰ μὴν καὶ εἰ μὴ ταὐτόν ἐστι τὸ τόδε καὶ ποσόν, οὐ λέγεται πῶς καὶ διὰ τί πολλὰ τὰ ὄντα.
5 Τὸ τόδε, ὡς πολλάκις εἴρηται, ἀντὶ οὐσίας τῷ Ἀριστοτέλει λαμβάνε‐ ται. τοῦ Πλάτωνος δὲ τὰς ἰδέας, ἃς καὶ οὐσίας καλεῖ, καὶ μᾶλλον οὐσίας, ἀριθμοὺς λέγοντος, τῶν δὲ ἀριθμῶν ποσῶν ὄντων, καὶ διὰ τούτου συναγο‐ μένου τοῦ τὰς οὐσίας εἶναι ποσά (εἰ γὰρ αἱ ἰδέαι ἤτοι αἱ οὐσίαι ἀριθμοί, οἱ δὲ ἀριθμοὶ ποσά, δῆλον τὸ συμπέρασμα), ἐρωτᾷ ὁ δαιμόνιος Ἀριστοτέ‐
10λης, πότερον διαφέρει ἡ οὐσία τοῦ ποσοῦ ἢ ἡ αὐτή ἐστι τῷ ποσῷ. εἰ μὲν οὖν μή ἐστιν ἡ οὐσία ἡ αὐτὴ τῷ ποσῷ ἀλλ’ ἑτέρα καὶ διάφορος, οὐ λέγεται οὐδὲ ἐζήτηται αὐτοῖς πῶς πολλαὶ αἱ οὐσίαι (ταύτας γὰρ εἶπεν ὄντα), ἀλλὰ τοῦτο ἐζήτηται πῶς πολλὰ ποσ. εἰ γὰρ ζητοῦσι πῶς πολλὰ ὑπέστη ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος τὸ πλῆθος τὸ ἐν τοῖς
15ἀριθμοῖς, οἱ δὲ ἀριθμοὶ ποσά, τὸ δὲ ποσὸν ἕτερον τῆς οὐσίας, οὐδὲν ἄλλο ζητοῦσιν ἢ πῶς ὑπέστη ποσὰ πολλά, πῶς δὲ πολλαὶ οὐσίαι οὐδαμῶς. εἰ δέ ἐστιν ἡ οὐσία ἡ αὐτὴ τῷ ποσῷ καὶ ἀδιάφορος, ζητεῖται μὲν καὶ λέ‐ γεται πῶς πολλαὶ αἱ οὐσίαι, ὑπομένει δὲ πολλὰς ὁ τοῦτο λέγων ἐναντιώσεις. πρῶτον μὲν γὰρ ἔσται ἡ οὐσία συμβεβηκός· εἰ γὰρ ἡ
20οὐσία ἡ αὐτὴ τῷ ποσῷ, τὸ δὲ ποσὸν συμβεβηκός, ἡ οὐσία ἄρα συμβεβη‐ κός. ἔπειτα ὡς μὲν οὐσία ἔσται ὑποκείμενον, ὡς δὲ ποσὸν καὶ συμβεβη‐ κὸς ἐν ὑποκειμένῳ. καὶ ὅλως ἐναντιοῦται τοῖς ἐναργέσιν. εἰπὼν δὲ πᾶς ἀριθμὸς ποσόν, καὶ ἡ μονὰς ἐφιστάνει καλῶς λέγων, εἰ μὴ ἄρα ἡ μονὰς οὐ ποσόν, διότι μέτρον ἀριθμοῦ καὶ διότι κατὰ ποσὸν ἀδιαίρετος,
25ἀλλ’ ὅ γε ἀριθμὸς ἐξ ἀνάγκης ποσόν ἐστιν. p. 1090a2 Ἐπιστήσειε δ’ ἄν τις τὴν σκέψιν καὶ περὶ τῶν ἀριθμῶν, πόθεν δεῖ λαβεῖν τὴν πίστιν ὡς εἰσίν. Πρὸς τὸν τὸν μαθηματικὸν ἀριθμὸν τοῦ αἰσθητοῦ χωρίζοντα καὶ ἰδίαν οὐσίαν αὐτῷ παρεχόμενον ἀποτείνεται λέγων, πόθεν ἄν τις καὶ ἐκ
30ποίας ἀνάγκης πιστεύσειεν ὥς εἰσιν οἱ μαθηματικοὶ ἀριθμοὶ χωριστοὶ καὶ καθ’ αὑτούς. οἱ μὲν γὰρ τιθέμενοι τὰς ἰδέας καὶ ὕπαρξιν διδόντες τοῖς εἰδητικοῖς ἀριθμοῖς ἐρωτώμενοι τίνος ἕνεκεν καὶ διὰ ποίαν ἀνάγκην εἰσὶν αἱ ἰδέαι ἀποκρίνονται ὅτι διὰ τὸ παρέχειν τινὰ αἰτίαν τοῖς οὖσιν, ἤτοι διότι αἴτιαί εἰσι τοῖς αἰσθητοῖς τοῦ εἶναι. εἰ γὰρ δι’ ἐκείνας τὰ ἐνταῦθά
35εἰσιν, ἐξ ἀνάγκης δέ εἰσιν οὐρανὸς καὶ ἄνθρωποι καὶ οὐκ ἐνδέχεταί ποτε
ταῦτα μὴ εἶναι, ἐξ ἀνάγκης ἄρα εἰσὶ καὶ ἰδέαι δι’ ἃς τὸ εἶναι αὐτοῖς812
in Metaph
.

813

ἐστιν· εἴτε δὲ ὡς ποιητικαὶ αἴτιαί εἰσι τοῦ τὰ ἐνταῦθα εἶναι, εἴτε ὡς τελικαί, εἴτε οἷον δή ποτε τρόπον, νῦν ἐατέον, καὶ ἔστω ὅτι αἱ ἰδέαι εἰσὶν αἴτιαι τοῦ εἶναι ἀνθρώπους καὶ ἵππους καὶ ὅλως τὰ αἰσθητά. ἐκεῖνοι μὲν οὖν οἱ τὸν εἰδητικὸν ἀριθμὸν πρεσβεύοντες λέγουσί τινα αἰτίαν τῆς
5τῶν ἰδεῶν ὑπάρξεως. τῷ δὲ μὴ οἰομένῳ μηδὲ λέγοντι εἰδητικοὺς εἶναι ἀριθμοὺς διὰ τὸ ὁρᾶν τὰς ἑπομένας δυσχερείας καὶ ἐναντιώσεις τοῖς ταύ‐ τας τιθεμένοις πάνυ πολλὰς οὔσας, καὶ ἐπὶ τούτῳ εἰδητικοὺς μὲν ἀριθμοὺς μὴ ποιοῦντι, ποιοῦντι δὲ τὸν μαθηματικὸν καὶ οὐσίαν αὐτῷ διδόντι, τῷ τοιούτῳ πόθεν χρὴ πιστεῦσαι καὶ συμφῆσαι ὡς ἔστι τοιοῦτος
10ἀριθμός, χωριστὸς δηλονότι καὶ καθ’ αὑτόν; καὶ τό τε μαθηματικὸν ὅλως δὲ τί τοῖς ἐνταῦθα χρησιμεύει; οὐδενὸς γὰρ τῶν ἐνταῦθα αἴτιός ἐστι τοῦ εἶναι. καὶ τοῦτο οὔτε αὐτὸς ὁ τοῦτον ἀνυμνῶν καὶ πρεσβεύων λέγει οὔτε φαίνεται. μήποτε δὲ διότι εἰσὶ θεωρήματα ἀριθμητικά, ἀνάγκη εἶναι καὶ τὸν ἀριθμὸν καθ’ αὑτὸν καὶ χωριστόν, ἵν’ ἐκείνῳ ταῦθ’
15ὑπάρξῃ. ἤ, φησί, τὰ θεωρήματα τῶν ἀριθμητικῶν πάνθ’ ὑπάρ‐ ξει καὶ κατὰ τῶν αἰσθητῶν, ἐξ ἀφαιρέσεως δὲ τὸ εἶναι ἐχόντων, καθάπερ ἐλέχθη ἐν τῷ Μ· εἰ δὴ δύναται πάντα τὰ ἀριθμητικὰ δεί‐ κνυσθαι κατὰ τῶν ἐξ ἀφαιρέσεως ἀριθμῶν, οὐ πιθανὸν οὐδ’ ἀληθές ἐστι λέγειν ὡς διὰ τὰ θεωρήματα χωρίζειν αὐτοὺς δεῖ καὶ ὕπαρξιν διδόναι.
20 Ταῦτα εἰπὼν πάλιν ἐπαναποδίζει καί φησιν οἱ μὲν οὖν τιθέμενοι καὶ εἶναι λέγοντες τὰς ἰδέας, ὧν ὁ κορυφαῖος ὁ Πλάτων ἐστί, καὶ ἀριθμοὺς αὐτὰς καλοῦντες ἐν τῷ ποιεῖν ἔκθεσιν, ἤτοι ἓν ἕκαστον τῶν αἰσθητῶν παράγειν, οἷον Πλάτωνα Σωκράτην Ἀλκιβιάδην Δίωνα, καὶ λέ‐ γειν ὅτι ὁ ἄνθρωπος ὁ αὐτός ἐστι τῷ Σωκράτει ἢ ἕτερος, εἶτα ἐπάγειν
25ὅτι εἰ ὁ αὐτὸς ἦν, οὐκ ἂν ὑπῆρχε καὶ ἐν τῷ Πλάτωνι· ἕτερος ἄρα Σωκράτους, ὁμοίως δὲ διὰ τὴν αὐτὴν αἰτίαν καὶ Πλάτωνα καὶ Ἀλκιβιά‐ δην καὶ πάντων τῶν ἀτόμων· εἰ δὲ ταῦτα, ἔστιν ἄρα ἕν τι παρὰ τοὺς πολλοὺς ἀνθρώπους καὶ τοῦτό ἐστιν ὁ αὐτοάνθρωπος αὐτὸς καθ’ αὑτόν· ὁμοίως καὶ ἐπὶ ἵππων τοῦτο συνάγειν καὶ βοῶν καὶ τῶν ἄλλων ἁπάντων·
30οὗτοι μὲν οὖν ἐν τῷ ταῦτα ποιεῖν πειρῶνται τρόπον τινὰ λέγειν, διὰ τί ἐστι ἕν τι παρὰ τοὺς πολλοὺς ἀνθρώπους καὶ ἵππους καὶ τὰ ἄλλα πάντα. ἀλλ’ ἐπε, φησίν, οὔτε ἀναγκαῖα τὰ λεγόμενα ὑπ’ αὐτῶν οὔτε δυνατ, οὐδὲ τὸν εἰδητικὸν ἀριθμὸν διά γε ταῦτα δεῖ λέγειν ὡς ἔστιν. ἀλλ’ οὗτοι μὲν οὕτως. οἱ δὲ Πυθαγόρειοι διὰ τὸ ὁρᾶν
35πολλὰ πάθη τῶν ἀριθμῶν ὑπάρχοντα ἐν τοῖς αἰσθητοῖς (εἰσὶ γὰρ καὶ περιττὰ σώματα καὶ ἄρτια, ἐπίτριτά τε καὶ ἡμιόλια, καὶ ἄλλα πάμπολλα πάθη τῶν ἀριθμῶν ἐν τούτοις θεωρεῖται), διὰ οὖν τὸ ὁρᾶν
ταῦτα, εἶναι μὲν τὰ αἰσθητά (ταῦτα γὰρ εἶπε νῦν ὄντα) ἀριθμοὺς ἐποί‐813
in Metaph
.

814

ησαν, οὐ χωριστοὺς δ, ἤτοι οὐκ ἐχώρισαν τοὺς ἀριθμοὺς ἀπὸ τῶν αἰσθητῶν, ἀλλὰ μάλιστα ταῦτα ἐξ ἀριθμῶν πεποιήκασιν, ὡς καὶ πρότερον εἴρηται. ἐρωτώμενοι δὲ καὶ διὰ τί τὰ ὄντα ἐξ ἀριθμῶν, ἔλεγον ὅτι διὰ τὸ τὰ πάθη τῶν ἀριθμῶν, οἷον τὸ ἐπίτριτον τὸ ἡμιόλιον τὰ ὅμοια,
5ὑπάρχειν τῇ ἁρμονί, λέγων ἁρμονίαν τὰς ὑποκειμένας τῇ ἁρμονίᾳ χορ‐ δάς. οἱ γὰρ τοιοίδε λόγοι, οὓς πρὸς ἀλλήλας ἔχουσιν αἱ χορδαί, τὸ τοιόνδε μέλος ἀποτελοῦσι. διὰ οὖν τὸ τὰ τοιαῦτα πάθη ὑπάρχειν ἐν τῇ ἁρμονίᾳ καὶ ἐν οὐρανῷ καὶ ἐν ἄλλοις πολλοῖς, εἰσὶ καὶ αἱ χορδαὶ καὶ ὁ οὐρανὸς καὶ τὰ ἄλλα πάντα ἐξ ἀριθμῶν. εἰ γὰρ μὴ ἦσαν ἐξ ἀριθμῶν,
10πῶς τὰ πάθη αὐτῶν ἐν αὐτοῖς ἂν εἴησαν; οὗτοι μὲν οὖν, οἵ τε περὶ Πλά‐ τωνα καὶ Πυθαγόραν, οὕτω τε τοὺς ἀριθμοὺς ἐποίουν καὶ τοιαῦτα περὶ αὐτῶν ἐφθέγγοντο. τοῖς δὲ τὸν μαθηματικὸν ἀριθμὸν τιθεμένοις οὐδὲν τοιοῦτον, ὁποῖον ὁ Πλάτων καὶ οἱ Πυθαγόρειοι ἔλεγον, ἐνδέχε‐ ται λέγειν, διὰ τὸ μηδενὸς τῶν αἰσθητῶν σωμάτων λέγειν τοὺς ἀριθ‐
15μούς, μόνον δὲ τοῦτο ἔλεγον, ὡς εἰ μὴ ἔστιν ὁ μαθηματικὸς ἀριθμὸς καὶ καθ’ αὑτόν, οὐκ ἂν εἴη ἡ ἀριθμητικὴ ἐπιστήμη. ἡμεῖς δ, φησί, καθὰ καὶ πρότερον εἴπομεν, φαμὲν ὅτι καὶ χωριστῶν μὴ ὄντων τῶν ἀριθμῶν ἔσται ἀριθμητικὴ ἐπιστήμη. ἄλλως τε δέ, εἰ ἦν κεχωρισμένα τὰ μαθηματικά, οὐκ ἂν τὰ τούτων πάθη ἐν τοῖς αἰσθητοῖς εἴησαν· ἀδύνατον
20γὰρ τοῦ πράγματος μὴ ὄντος εἶναι τὰ πάθη αὐτοῦ. ὥστε εἰ τὰ μαθημα‐ τικὰ πάθη ἐν τοῖς αἰσθητοῖς ἐστι, καὶ αὐτὰ δηλονότι, ἀλλὰ δυνάμει καὶ ἐξ ἀφαιρέσεως τὸ εἶναι ἔχοντα. εἰπὼν δὲ ὅτι εἰ ἦσαν χωριστὰ τὰ μαθη‐ ματικά, οὐκ ἂν τὰ πάθη αὐτῶν ἐν τοῖς σώμασιν ἦν, λέγει ὅτι οἱ Πυθα‐ γόρειοι ἐν τοῖς σώμασιν αὐτὰ εἶναι λέγοντες, ἔνοχοι μὲν οὔκ εἰσι τῇ λε‐
25γούσῃ ἀπορίᾳ πῶς τὰ πάθη αὐτῶν ἐν τοῖς σώμασίν εἰσι· καθὸ δὲ ποιοῦσι τὰ φυσικὰ ἐξ ἀριθμῶν μὴ ἐχόντων βάρος μηδὲ κουφότητα, τῶν φυσικῶν σωμάτων, εἰ καὶ μὴ πάντων, ἐχόντων βάρος καὶ κουφότητα, ἐοίκασι περὶ ἄλλου οὐρανοῦ καὶ κόσμου λέγειν καὶ σωμάτων ἄλλων ἀλλ’ οὐ περὶ τῶν αἰσθητῶν. τῶν δὲ χωριζόντων τὸν ἀριθμὸν
30διὰ τὸ τὰ ἀξιώματα καὶ ὅλως τὰς καθόλου προτάσεις μηδὲ εἶναι ἐπὶ τοῖς αἰσθη‐ τοῖς, τούτων δὴ τοῦτο σαίνει τὴν ψυχὴν καὶ εἶναι χωριστοὺς ἀριθμοὺς καὶ χωριστὰ μαθηματικὰ λέγειν ἀναπείθει. οὐδεμία δὲ ἀνάγκη διὰ τὸ ἀληθῆ εἶναι τὰ λεγόμενα περὶ τῶν ἀξιωμάτων καὶ τῶν καθόλου προτά‐ σεων, λέγεσθαι καὶ περὶ αὐτῶν ὡς οὐκ ἐν τοῖς αἰσθητοῖς εἰσιν, ἀλλ’ ἐν
35ψιλῇ ἐπινοίᾳ τὸ εἶναι ἔχει. οὐδεμία οὖν ἀνάγκη διὰ ταῦτα χωριστοὺς ποιεῖν ἀριθμούς. εἰ οὖν, φησί, διὰ τὸ τὰ καθόλου μὴ εἶναι ἐν τοῖς αἰσθητοῖς, χωρίζουσι τοὺς ἀριθμοὺς καὶ τὰ μεγέθη, ὁ ἡμέτερος λόγος ὁ τούτοις ἐναντιούμενος τἀναντία ἐρε· καὶ ἐπάγει λέγων διὰ τί οὐδαμῶς ἐν τοῖς αἰσθητοῖς ὑπαρχόντων τῶν ἀριθμῶν τὰ πάθη
40αὐτῶν ἐν αὐτοῖς ἐστιν; εἰ γὰρ διὰ τὸ τὰ καθόλου μὴ ὑπάρχειν ἐν τοῖς814
in Metaph
.

815

αἰσθητοῖς χωρίζειν δεῖ τοὺς ἀριθμούς, εἰ τὰ πάθη τῶν ἀριθμῶν ἐν τούτοις ἐστίν, οὐ χωριστέον. p. 1090b5 Εἰσὶ δέ τινες, οἳ ἐκ τοῦ πέρατα καὶ ἔσχατα τὴν στιγ‐ μὴν γραμμῆς ταύτην δὲ ἐπιπέδου.
5 Εἰσί τινες, φησίν, οἳ τὰ πέρατα τῆς γραμμῆς καὶ τοῦ ἐπιπέδου καὶ τοῦ σώματος οἴονται τοιαύτας φύσεις εἶναι, τουτέστιν οὐσίας καὶ εἴδη χω‐ ριστὰ καὶ καθ’ αὑτά. καὶ αἰτιᾶται αὐτοὺς λέγων ὅτι πέρατα μὲν τὰ σημεῖα τῆς γραμμῆς καὶ αὕτη τοῦ ἐπιπέδου καὶ τοῦτο τοῦ σώματός εἰσιν, οὐσίαι δὲ οὔτε εἰσὶν οὔτε πολλῷ πλέον χωρισταὶ οὐσίαι. εἰ γὰρ τῆς
10γραμμῆς πέρας οὐσία καὶ ἰδέα, ἔσται καὶ τὸ τῆς βαδίσεως καὶ ὅλως κινήσεως πέρας τόδε τι καὶ οὐσία καὶ ἰδέα. ἀλλ’ ἄτοπον, ὁπότε μηδὲ τὴν κίνησιν οὐσίαν δυνάμεθα λέγειν. ὅμως, φησίν, εἰ καὶ δοίημεν οὐσίας εἶναι τὰς στιγμὰς καὶ γραμμὰς καὶ ἐπίπεδα, τῶνδε τῶν αἰσθη‐ τῶν καὶ ἐν τούτοις ἔσονται, ἀλλ’ οὐ καθ’ αὑτά· ἐπὶ τούτων γὰρ ὁ
15λόγος εἴρηκε, τουτέστιν ἐπὶ τούτων γὰρ τῶν ἐπιπέδων καὶ γραμμῶν ὁ λόγος εἴρηκέ τε καὶ ἔδειξε. διὰ τί οὖν χωριστά ἐστιν; ἤτοι οὐκ ἔστι χωριστά· ἢ τὸ ‘διὰ τί οὖν χωριστά ἐστιν;‘ ἀντὶ τοῦ πῶς χωριστά ἐστιν, ἔδειξεν ὁ λόγος· ἔδειξε δὲ ὅτι τῇ ἐπινοίᾳ. p. 1090b13 Ἔτι δὲ ἐπιζητήσειεν ἄν τις μὴ λίαν εὐχερὴς ὤν.
20 Τὸ μὲν εὐχερὴς εἴληπται ἀντὶ τοῦ ἀργὸς τὴν διάνοιαν καὶ δυσκίνητος. τὸ δὲ ἀπορούμενον πρὸς τοὺς τὴν μαθηματικὴν μόνην οὐσίαν πρεσβεύοντας τοιοῦτόν ἐστιν. ὄντων τῶν ἀριθμῶν παρ’ αὐτοῖς καὶ μεγεθῶν καὶ ψυχῆς καὶ σωμάτων, ζητήσειεν ἄν τις τί συμβάλλεται ἀλλήλοις· τοῦτο δὲ ταὐτόν ἐστι τῷ πῶς οὐ γίνεται τὰ δεύτερα ἐκ τῶν προτέρων, οἷον τὰ μεγέθη ἐκ
25τῶν ἀριθμῶν, ἀλλὰ καὶ ἀριθμῶν μὴ ὄντων τὰ μεγέθη καὶ ἔστι καὶ γίνεται, κἂν ταῦτά τις ἀνέλῃ, ψυχή ἐστι καὶ σώματα. οὐκ ἔοικε δὲ τὰ φυσικὰ καὶ ὅλως ἡ φύσις ἐπεισοδιώδης εἶναι ἐκ τῶν φαινομένων. ἐπεισοδιώδη δὲ λέγεται τὰ μὴ συνεχῆ μηδὲ συντελοῦντα θάτερα θατέροις εἰς τὸ εἶναι. εἰ δὲ μὴ ὄντων ἀριθμῶν καὶ εἶναί τε καὶ γίνεσθαι τὰ μεγέθη ἤτοι τὰ
30ἐπίπεδα δύνανται, ἐπεισοδιώδεις ἂν εἶεν οἱ ἀριθμοὶ καὶ οὐδὲν ἂν συμβάλ‐ λοιντο τοῖς ἐπιπέδοις εἰς τὸ εἶναι· εἰ δὲ τοῦτο, οὐκ ἂν εἶεν τὰ φυσικὰ ὡς ἐκ προτέρων αἰτίων τῶν ἀριθμῶν, δευτέρων δὲ καὶ προσεχεστέρων τῶν μεγεθῶν καὶ ἐπιπέδων. εἰ γὰρ οἱ ἀριθμοὶ ἀνάλογον ἦσαν τῇ ἀνειδέῳ ὕλῃ, τὰ ἐπίπεδα ἀνάλογον πάλιν πυρὶ ἀέρι ὕδατι καὶ γῇ, ὥσπερ ἐπὶ
35τούτων εἴ τις ἀνέλῃ τὴν ὕλην καὶ τὸ εἶδος εὐθὺς ἀναιρεῖ καὶ τὸ πῦρ ἢ καὶ τὸν ἀέρα καὶ τὰ λοιπά, οὕτω καὶ ἐπ’ ἐκείνων ἀναγκαῖον ἦν συμβαίνειν,
καὶ ἀναιρουμένων τῶν ἀριθμῶν ἀναιρεῖσθαι καὶ τὰ ἐπίπεδα· νῦν δὲ καὶ815
in Metaph
.

816

τούτων μὴ ὄντων τὰ μεγέθη καὶ ἔστι καὶ γίνεται. εἰ οὖν τὰ φυσικὰ οὐ φαίνεται ἐπεισοδιώδη, ἤτοι οὐ φαίνεται μὴ τὸ πρότερον τὸ ὕστερον συναν‐ αιροῦν, οἱ δὲ ἀριθμοὶ τὰ ἐπίπεδα οὐ συναναιροῦσι, φανερὸν ὅτι τὰ φυσικὰ οὐκ ἐξ ἀριθμῶν καὶ ἐπιπέδων ἐστίν. οὐκ ἔοικεν οὖν, φησίν, οὐδὲ φαίνε‐
5ται ὅτι ἡ φύσις καὶ τὰ φύσει συνεστῶτα ἐπεισοδιώδη ἐστὶ καὶ ἠλλοτριω‐ μένα καὶ μηδεμίαν συνέχειαν ἔχοντα θάτερον πρὸς θάτερον, ὥσπερ οἱ ἀριθμοὶ πρὸς τὰ ἐπίπεδα. τίνα γὰρ ἂν συνέχειαν ἔχοιεν, ὁπότε καὶ χωρὶς αὐτῶν εἶναί τε καὶ γίνεσθαι τὰ ἐπίπεδα δύνανται; τὸ δὲ ὥσπερ μοχθηρὰ τραγῳδία πρόσκειται διὰ τὸ πολλοὺς τῶν μὴ ἀρίστων τραγῳδῶν μεταξὺ
10τῆς τραγῳδίας παρεμβάλλειν πρόσωπά τε καὶ ὑποκριτὰς καὶ ἔπη ὁμοίως καὶ μηδεμίαν συνέχειαν μηδὲ οἰκειότητα ἔχοντα πρὸς τὰ προαχθέντα τε καὶ προλεχθέντα. εἰ γάρ τις τὸν Αἴαντα παρεισάξας ἐν τῷ μεταξὺ καιρῷ, καθ’ ὃν ἀπέσφαττεν ἑαυτόν, εἰσήγαγε τὴν Ἑκάβην θρηνοῦσαν τὴν Τροίαν, τίνα ἂν τοῦτο συνέχειαν εἶχεν ἢ οἰκειότητα πρὸς τὰ πρότερα καὶ ὕστερα,
15ὥσπερ ὅτε ὁ Μενέλαος εἰσάγεται μὴ ἐῶν τὸν Τεῦκρον θάψαι τὸ τοῦ Αἴαντος πτῶμα; ὅπερ οὖν ἐν τῇ μοχθηρᾷ τραγῳδίᾳ γίνεται, τοῦτο ἂν καὶ ἐπὶ τοῖς φύσει συνέπιπτεν, εἰ ἦν τι ἐξ ἀριθμῶν καὶ ἐπιπέδων. ἀλλὰ τοῖς μὲν τοὺς ἀριθμοὺς μόνους τιθεμένοις ἐπάγεται τὸ ἀναιρουμένων τῶν πρώτων μὴ ἀναιρεῖσθαι τὰ δεύτερα καὶ ὅλως ἐπεισοδιώδη τὴν φύσιν εἶναι.
20οἱ δὲ τοὺς εἰδητικοὺς ἀριθμοὺς τιθέμενοι τοῦτο μὲν ἐκφεύγουσι διὰ τὸ ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος ποιεῖν τὸν εἰδητικὸν ἀριθμόν, ἐκ δὲ τούτου καὶ τῆς ὕλης, ἑτέρας οὔσης παρὰ τὴν ἀόριστον δυάδα (ἄλλη γὰρ κατ’ αὐτοὺς δυὰς ἡ γεννητικὴ τῶν ἀριθμῶν καὶ ἄλλη ἡ τῶν μεγεθῶν), ἐκ δὲ τούτου καὶ τῆς ὕλης ποιεῖν τὰ μεγέθη καὶ τὰ ἐπίπεδα, ἐκφεύγουσι
25τὸ ποιεῖν ἐπεισοδιώδη τὴν φύσιν· ὅμως, φησί, ταῦτα τὰ μεγέθη τὰ προσ‐ εχῶς ἐκ τῆς ὕλης καὶ τῶν ἀριθμῶν γινόμενα πότερον ἰδέαι εἰσὶν ἢ οὔ, καὶ ἆρα συμβάλλονταί τι εἰς τὸ εἶναι τοῖς οὖσι; καί φησιν ὅτι ὥσπερ οὐδὲ τὰ μαθηματικ, οὕτως οὐδὲ ταῦτα. εἰ δέ τις βούλεται λέγειν ὅτι διὰ τὰ δεικνύμενα θεωρήματα ἔστιν ὁ αὐτοκύκλος καὶ ἡ αὐτοπυραμὶς
30καὶ ὁ αὐτοκύβος, ψεύσεται· οὐδὲ γὰρ θεώρημα ἢ ὅλως ἀπόδειξις τῶν τοιούτων ἐστίν, ἀλλὰ πᾶν θεώρημα καὶ πᾶσα ἀπόδειξις τῶν μαθηματικῶν μεγεθῶν καὶ δυνάμει ὄντων ἐστίν· ὥστε εἴ τις βούλοιτο λέγειν ὅτι αἱ ἀπο‐ δείξεις τοῦ αὐτοκύκλου καὶ αὐτοτριγώνου καὶ τῶν ὁμοίων εἰσίν, οὗτος ἀναιρεῖ τὰ μαθηματικὰ μεγέθη καὶ ἰδίας δόξας τιθέναι βούλεται. οὐκ
35ἔστιν οὖν χαλεπὸν ὁποιασοῦν δόξας τιθέμενον μακρηγορεῖν τε καὶ συνείρειν πολλά, ὅπερ οὗτοι πεπόνθασιν· ἰδέας γὰρ δοξάσαντες προσγλίχονται ταῖς ἰδέαις τὰ μαθηματικ, τουτέστι σὺν ἡδονῇ προστιθέασι τὰ μαθη‐ ματικὰ ταῖς ἰδέαις καὶ ἰδέας αὐτὰ ποιοῦσιν, αὐτοκύκλον λέγοντες καὶ αὐ‐
τοτρίγωνον· διὸ καὶ διαμαρτάνουσιν.816
in Metaph
.

817

Οἱ δὲ πρῶτοι, φησίν (αἰνίττεται δὲ τὸν Πλάτωνα), δύο ποιήσαν‐ τες τοὺς ἀριθμούς, τόν τε εἰδητικὸν καὶ τὸν μαθηματικόν, καὶ μεταξὺ τοῦ εἰδητικοῦ καὶ τοῦ αἰσθητοῦ τάξαντες τὸν μαθηματικόν, οὔτε εἰρή‐ κασιν οὔτε ἔχοιεν ἂν εἰπεῖν πῶς καὶ ἐκ τίνος ἔσται ὁ μαθη‐
5ματικὸς ἀριθμός. εἰ μὲν γὰρ ἐκ τοῦ μεγάλου καὶ μικροῦ καὶ τοῦ ἑνὸς λέγει αὐτὸν εἶναι, ὁ αὐτὸς ἔσται τῷ εἰδητικῷ. ἐκ δέ του ἄλλου μικροῦ καὶ μεγάλου καὶ τῶν ἀριθμῶν τὰ μεγέθη ποιεῖ· ὃ γὰρ πρὸ ὀλίγου εἶπεν ὕλην, ὅτε ἔλεγε “ποιοῦσι γὰρ τὰ μεγέθη ἐκ τῆς ὕλης καὶ τοῦ ἀριθμοῦ” (τὰ μὲν γὰρ μήκη ἐκ τῆς αὐτοδυάδος καὶ τῆς ὕλης, ὁμοίως καὶ τὰ ἐπί‐
10πεδα ἐκ τῆς αὐτοτριάδος καὶ τῆς ὕλης), ὃ οὖν ἐκεῖσε ἔλεγεν ὕλην, ἄλλο μικρὸν καὶ μέγα ἐκάλεσεν. εἰ οὖν μήτε ἐκ τοῦ μεγάλου καὶ μικροῦ, ταὐ‐ τὸν δὲ εἰπεῖν τῆς ἀορίστου δυάδος, δυνατὸν εἶναι τὸν μαθηματικὸν ἀριθμόν (ὁ αὐτὸς γὰρ ἂν ἦν τῷ εἰδητικῷ), μήτε ἔκ του ἄλλου μικροῦ καὶ μεγάλου, ἃ δὴ καὶ αὐτὰ ἀόριστον ἐκάλουν δυάδα (ἐξ αὐτῶν γὰρ τὰ μεγέθη ποιεῖ),
15λείπεται ἄλλο μέγα καὶ μικρὸν λέγειν. εἰ δὲ τοῦτο, πλείω ἔσται τὰ στοιχεῖα, αὐτά φημι τὰ μεγάλα καὶ μικρά. ἀλλὰ μὴν ἀνάγκη ὅσα ὑλικά, τοσαῦτα εἶναι καὶ τὰ εἰδικά· ὅπερ οὐ βούλονται. εἰ δέ ἐστιν ἓν τὸ ἀρχι‐ κὸν καὶ εἰδικὸν ἕν, κοινὸν ἔσται καὶ μερισθήσεται ἐπί τε τοῦ μεγάλου καὶ μικροῦ, ἐξ οὗ ποιοῦσι τοὺς ἀριθμούς, καὶ ἐπὶ τοῦ ἄλλου μεγάλου καὶ
20μικροῦ, ἐξ οὗ τὰ μεγέθη, καὶ ἐπὶ τοῦ λοιποῦ καὶ τρίτου, ἐξ οὗ ἔσονται οἱ μαθηματικοὶ ἀριθμοί. καὶ πῶς οἷόν τε τὸ ἓν τῷ ἀριθμῷ ἐν πλείοσιν εὑρίσκεσθαι; ζητήσειε δ’ ἄν τις πῶς οἷόν τε τὸ αὐτοὲν τρία εἶναι, εἴπερ τὸν μὲν εἰδητικὸν ἀριθμὸν ἐκ τοῦ μεγάλου καὶ μικροῦ καὶ τοῦ αὐτοενὸς ποιοῦσι, τὰ δὲ μεγέθη ἐκ μεγάλου καὶ μικροῦ καὶ ἀριθμοῦ. ἢ ῥητέον
25ὅτι τρία μὲν οὐκ ἔσται αὐτοέν, ἀλλ’ ἢ δύο ἢ ἓν διῃρημένον εἰς δύο· εἰ γὰρ κατὰ Πλάτωνα πᾶς ἀριθμὸς ἐκ μονάδος καὶ ἀορίστου ὑφίσταται δυά‐ δος, εἰ μὲν καὶ ὁ μαθηματικὸς ἀριθμὸς ἐξ αὐτῆς τῆς μονάδος καὶ τῆς ἀορίστου δυάδος ἐστίν, ἐξ ὧν ὁ εἰδητικὸς ἀριθμός, ὁ αὐτὸς ἔσται τῷ εἰδητικῷ· εἰ δὲ ἐξ ἄλλης δυάδος, πότερον καὶ ἐξ ἄλλου ἑνὸς ἑτέρου
30ὄντος παρὰ τὸ ἀρχικὸν ἓν ἢ ἐξ αὐτοῦ τοῦ ἀρχικοῦ ἑνός; εἰ μὲν γὰρ ἐξ ἄλλου, ἔσονται δύο ἀρχικὰ ἕν, ὅπερ οὐ βούλονται· εἰ δὲ ἐξ αὐτοῦ τοῦ αὐτοενός, πῶς δυνατὸν ἓν ὂν τῷ ἀριθμῷ εἶναι καὶ ἐν ταύτῃ τῇ δυάδι καὶ ἐν ἐκείνῃ; φανερὸν ἄρα ὅτι οὔτε ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυά‐ δος δυνατὸν γενέσθαι τὸν μαθηματικὸν ἀριθμόν, ἵνα μὴ ὁ αὐτὸς τῷ
35εἰδητικῷ φανῇ, οὔτε ἐξ ἄλλων· ἀριθμὸν γὰρ κατὰ Πλάτωνα ἀδύνατον ἑτέρως ὑποστῆναι ἢ ἐκ μονάδος καὶ τῆς ἀορίστου δυάδος. τούτου γάρ ἐστι δηλωτικὸν τὸ καὶ ἅμα τὸν ἀριθμὸν γενέσθαι ἄλλως ἢ ἐξ
ἑνὸς καὶ δυάδος ἀορίστου ἀδύνατον.817
in Metaph
.

818

Ταῦτα εἰπὼν ἐπάγει ταῦτα δὴ πάντα ἄλογα καὶ μάχεται αὐτὰ ἑαυτοῖς καὶ τοῖς εὐλόγοις. τὸ δὲ καὶ ἔοικεν ἐν αὐτοῖς εἶναι ὁ Σιμωνίδου μακρὸς λόγος σαφὲς ἔσται προειποῦσι τίς ἐστιν ὁ Σιμωνίδου λόγος. ὁ Σιμωνίδης ἐν τοῖς λόγοις, οὓς Ἀτάκτους ἐπιγράφει, μιμεῖται
5καὶ λέγει οὓς εἰκός ἐστι λόγους λέγειν δούλους ἐπταικότας πρὸς δεσπότας ἐξετάζοντας αὐτοὺς τίνος ἕνεκα ταῦτα ἐπταίκασι; καὶ ποιεῖ αὐτοὺς ἀπολο‐ γουμένους λέγειν πάνυ μακρὰ καὶ πολλά, οὐδὲν δὲ ὑγιὲς ἢ πιθανόν, ἀλλὰ πᾶν τὸ ἐπιφερόμενον ἐναντίον τῷ προφρασθέντι· τοιοῦτον γὰρ ὡς εἰκὸς τὸ βάρβαρον καὶ παιδείας ἄμοιρον. τοῦτο δὴ λέγει πάσχειν καὶ τοὺς τοὺς
10ἀριθμοὺς τιθεμένους, λέγειν μὲν μακρὰ καὶ πολλὰ πρὸς τὴν τῶν ἀριθμῶν σύστασιν, πάντα δὲ ψευδῆ καὶ ἀπίθανα καὶ αὐτὰ ἑαυτοῖς ἐναντιούμενα καὶ ἀντιφθεγγόμενα. εἰπὼν δὲ τὸ ἔοικε τὰ ὑπ’ αὐτῶν λεγόμενα τῷ τοῦ Σιμωνίδου μακρῷ λόγῳ, ἑρμηνεύσων τίς ἐστιν ὁ μακρὸς λόγος ἐπάγει γίνεται γὰρ ὁ μακρὸς λόγος ὥσπερ ὁ τῶν δούλων καὶ τὰ ἑξῆς.
15καὶ δῆλον ὡς ψευδῆ τὰ ὑπ’ αὐτῶν λεγόμενα ἐκ τοῦ πάνυ μὲν πολλὰ λέ‐ γειν τε καὶ ἐπινοεῖσθαι, μὴ δύνασθαι δὲ αὐτὰ συστῆσαι. εἰ δ’ ἦν ἀληθῆ, διὰ βραχέων ἂν ταῦτα δεδείχασι. κατὰ γὰρ τὸν τραγῳδὸν “ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ.” εἶτα καὶ πάνυ χαριέντως αὐτοὺς ἐπισκώπτει λέγων καὶ αὐτὰ τὸ μέγα καὶ μικρόν, ἃ στοιχεῖα τῶν ἀριθμῶν τίθεν‐
20ται, βοῶσι, καὶ μικροῦ καὶ ἐπ’ Ἄρειον πάγον αὐτοὺς προκαλεῖται διὰ τὸ βιάζεσθαι ὑπ’ αὐτῶν ἀπογεννῆσαι τοὺς ἀριθμούς, τοῦτο ποιῆσαι μὴ δυνά‐ μενα. ἐπειδὴ δὲ τὴν ἀόριστον δυάδα μέγα καὶ μικρὸν ἐκάλουν, ἡ δὲ ἀόριστος δυὰς κατ’ αὐτοὺς μόνον τὸν ἀρτιάκις ἄρτιον ὑφίστησι, λέγει ὅτι εἰ καὶ δοίημεν τοὺς ἀριθμοὺς ἐκ τοῦ μεγάλου εἶναι καὶ μικροῦ, μόνος ὁ
25ἀφ’ ἑνὸς διπλασιαζόμενος ἤτοι ὁ ἀρτιάκις ἄρτιος ἐξ αὐτῶν ἔσται, ἄλλος δὲ οὐδὲ εἷς· λεγέτωσαν οὖν πόθεν ἡ τῶν ἀρτιοπερίσσων καὶ τῶν λοιπῶν γένεσις. p. 1091a12 Ἄτοπον δὲ καὶ τὸ γένεσιν ποιεῖν ἀιδίων ὄντων. Τῶν τὰς ἰδέας τιθεμένων ἅμα τε ἀιδίους αὐτὰς λεγόντων καὶ γεννών‐
30των ἐκ τοῦ ἑνὸς καὶ τῆς δυάδος, ἄτοπον, φησί, μᾶλλον δὲ ἀδύνατον γένε‐ σιν ποιεῖν τῶν ἀιδίων. ἀίδιον γάρ ἐστιν ὃ ἀδύνατον εἰπεῖν ὡς ἦν ποτε ὅτε οὐκ ἦν καὶ ἔσται ὁμοίως ὅτε οὐκ ἔσται, τὸ δὲ γεγονὸς ἦν ὅτε οὐκ ἦν. εἰ δὲ τοῦτο ἀληθές, ψεῦδος καὶ ἀδύνατον τὸ ἀιδίους τε ἅμα τὰς ἰδέας λέγειν καὶ ποιεῖν αὐτῶν γένεσιν· τοῦτο γὰρ ταὐτόν ἐστι τῷ ἅμα
35ἀγενήτους καὶ γενητὰς αὐτὰς λέγειν, ἀγενήτους μὲν ὡς ἀιδίους, γενητὰς δὲ
ὡς ἐκ στοιχείων οὔσας τοῦ ἑνὸς καὶ τῆς δυάδος. ταῦτ’ εἰπὼν λέγει ὅτι818
in Metaph
.

819

περὶ μὲν τῶν Πυθαγορείων οὐ δεῖ διστάζειν εἴτε γενητά φασι τὰ ὄντα εἴτε μή· φανερῶς γὰρ λέγουσιν ὅτι τοῦ ἑνὸς συσταθέντος εἴτε ἐξ ἐπιπέδων εἴτε ἐκ χρωμάτων εἴτε ἐκ σπέρματος εἴτε ἐξ ἄλλου τινός (ἀπο‐ ροῦσι γὰρ καὶ οὗτοι λέγειν ἐκ τίνος συνέστη τὸ ἕν, καὶ διὰ τοῦτο ὁτὲ μὲν
5ἐκ χρώματος καὶ ἐπιπέδου γενέσθαι φασὶ τὸ ἕν, ὁτὲ δὲ ἐξ ἄλλου τινός), φανερῶς δὴ λέγουσιν, ὅτι τοῦ ἑνὸς συσταθέντος ἐκ τῶν τοῦ ἀπείρου τοῦ ὡς ὑλικοῦ αἰτίου αὐτοῖς ὑποκειμένου μερῶν τὸ ἔγγιστα καὶ πλησιάζον τῷ ἑνὶ εἵλκετο καὶ ἐπεραίνετο καὶ εἰδοποιεῖτο ὑπὸ τοῦ ἑνός· τὸ ἓν γὰρ εἶπε πέρας. ἀρχὴν γὰρ εἰδικὴν λέγοντες τὸ ἕν, ὑλικὴν δὲ τὸν ἀριθ‐
10μόν, ὃν ἄπειρον ἐκάλουν διὰ τὴν ἴσως ἐπ’ ἄπειρον αὐτοῦ αὔξησιν, ἔφασκον ὅτι τῶν τοῦ ἀριθμοῦ ἤτοι ἀπείρου μερῶν τὸ ἐγγίσαν καὶ πρῶτον πλησιά‐ σαν τῷ ἑνί, ἐκεῖνο καὶ πρῶτον εἱλκύσθη ὑπ’ αὐτοῦ καὶ εἰδοποιήθη, εἶτα τὸ δευτέρως πλησιάσαν, καὶ τρίτον τὸ τρίτως, καὶ ἐφεξῆς. εἰπὼν οὖν ὅτι σαφῶς οἱ Πυθαγόρειοι γένεσιν ποιοῦσι τῶν ὄντων, λέγει ὅτι ἐπειδὴ οὗτοι
15ἐκ τοῦ ἑνὸς καὶ ἀπείρου κοσμοποιοῦσι καὶ φυσικῶν καὶ αἰσθητῶν πραγμάτων γένεσιν ἐκ τοῦ ἀπείρου καὶ τοῦ ἑνὸς κατασκευάζουσιν, ἡ δὲ παροῦσα σκέψις οὐ περὶ φυσικῶν ἡμῖν ἐστιν ἀλλὰ περὶ τῶν ἀκινήτων καὶ νοητῶν, ἀφετέον αὐτοὺς νῦν. δίκαιον γὰρ φυσικῶς καὶ περὶ φυσικῶν λέ‐ γοντας ἐν ταῖς φυσικαῖς πραγματείαις τὰ ὑπ’ αὐτῶν λεγόμενα ἐξετάζειν·
20τούτου γάρ ἐστι δηλωτικὸν τὸ δίκαιον γὰρ αὐτοὺς ἐξετάζειν τοὺς περὶ φύσεως. ἔστι δὲ τὸ τῆς λέξεως ἐλλιπές· εἴη δ’ ἂν τὸ πλῆρες ‘δί‐ καιον γὰρ αὐτοὺς ἐξετάζειν τοὺς περὶ φύσεως, ἀλλ’ οὐ τοὺς περὶ τῶν θείων καὶ ἀκινήτων διαλεγομένους· τοῖς γὰρ περὶ τῶν ἀκινήτων τι λέγουσι τὴν τῶν τοιούτων ἀριθμῶν ἤτοι τῶν εἰδητικῶν καὶ ἀκινήτων προσήκει
25γένεσιν ἐπισκέπτεσθαι, εἰ ἀληθής ἐστιν. Εἰπὼν οὖν ὅτι τῶν εἰδητικῶν ἀριθμῶν τὴν γένεσιν ἐπισκεπτέον λέγει ὅτι τοῦ μὲν περιττοῦ γένεσιν οὔ φασιν οὐδὲ γεγονέναι λέγουσιν αὐτὸν ἀλλὰ μόνον τὸν ἄρτιον. γεννῶσι δέ τινες αὐτῶν τὸν ἄρτιον ἐξ ἀνίσων, τοῦ μεγάλου καὶ μικροῦ δηλονότι, ἐξισασθέντων ὑπὸ τοῦ ἑνός, ὡς
30καὶ ἐν τῷ Μ εἴρηται. ὥστε προϋπῆρχέ τε καὶ προτέρα τῶν ἰδεῶν ἦν ἡ ἀνισότης. εἰ γὰρ ἐξ ἀνισότητος γεγόνασι, πᾶν δὲ τὸ ἔκ τινος ὕστερον τοῦ ἀφ’ οὗ ἐστι, δῆλον ὡς πρεσβυτέρα τῶν ἰδεῶν ἡ ἀνισότης. ἀδύνατον γὰρ λέγειν ὡς ἀεὶ ἰσασμένα ἦσαν. εἰ γὰρ ἦσαν ἀεὶ ἰσασμένα, οὐκ ἂν ἦσαν ἄνισοι πρότερον, τουτέστιν οὐκ ἂν ὑπὸ τοῦ ἑνὸς ἰσάσθησαν.
35ὥστε ἐκ τοῦ ἀνίσου γεγονυίας πρῶτον μὲν συμβαίνει τὴν στέρησιν ἤτοι τὴν ἀνισότητα προτέραν εἶναι τῶν εἰδῶν καὶ ἕξεων, εἶτα μὴ εἶναι ἀιδίους. ἐπεὶ δὲ ὁ Ξενοκράτης ὑπεραπολογούμενος τοῦ Πλάτωνος, ὡς καὶ ἐν τῷ Α
τῆς Περὶ οὐρανοῦ εἴρηται, ἔλεγεν ὅτι διδασκαλίας χάριν καὶ τοῦ γνῶναι,819
in Metaph
.

820

πῶς, εἰ γεγόνασιν αἱ ἰδέαι, δυνατὸν ἦν αὐτὰς γενέσθαι, ὑπετίθετό τε καὶ ἔλεγεν ὡς ἐκ τοῦ μεγάλου καὶ μικροῦ ὑπὸ τοῦ ἑνὸς ἰσασθέντων ἐγένοντο ἄν, εἰ δυνατὸν αὐτὰς ἦν γενέσθαι· ἐπειδὴ οὖν ταῦθ’ ὁ Ξενοκράτης ἔλεγεν, ὁ δὲ Ἀριστοτέλης ἔδειξεν ὅτι ἀνάγκη προϋπάρχειν τὴν ἀνισότητα, ἐπάγει
5ὥστε φανερὸν ὅτι οὐ τοῦ θεωρῆσαι οὐδὲ διδασκαλίας χάριν τὴν τῶν εἰδητικῶν ἀριθμῶν γένεσιν ποιοῦσιν, ἀλλ’ ὡς πεπιστευκότες ὅτι γε‐ γόνασι ταῦτα περὶ αὐτῶν ἀποφαίνονται. p. 1091a29 Ἔχει δ’ ἀπορίαν καὶ εὐπορήσαντι ἐπιτίμησιν πῶς ἔχει πρὸς τὸ ἀγαθὸν καὶ τὸ καλὸν τὰ στοιχεῖα.
10 Ἀπορήσειεν ἄν, φησί, τὶς περὶ τῶν στοιχείων καὶ αἰτίων ἀφ’ ὧν αἱ ἰδέαι, πῶς ἔχουσι πρὸς τὸ ἀγαθὸν καὶ τὸ καλόν, ἆρα δὴ ἔστι τι τῶν στοιχείων οἷον βουλόμεθα λέγειν τὸ ἀγαθὸν καὶ τὸ ἄριστον ἢ ο, τουτέστιν ἆρα τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ ἓν ἀγαθά εἰσι καὶ ἄριστα καὶ ταὐτόν ἐστι τῷ ἀγαθῷ καὶ ἀρίστῳ τὸ ἕν, ἢ ὑστερογενῆ εἰσι καὶ
15δεύτερα τὸ ἀγαθὸν καὶ τὸ ἄριστον, πρότερα δὲ τὸ ἓν καὶ ἡ δυὰς καὶ οἱ εἰδητικοὶ ἀριθμοί. καὶ ἐρωτήσας ἀποκρίνεται λέγων ὅτι παρὰ τῶν νῦν θεολόγων, εἰσὶ γὰρ τούτων τινὲς οἵ φασιν ὅτι τὸ ἀγαθὸν καὶ ἄριστον οὔκ εἰσι πρότερα τῶν ἀρχῶν καὶ τῶν ἐκ τῶν ἀρχῶν γεγονότων, ἀλλὰ κατὰ τὸ προελθεῖν καὶ συστῆναι τὴν τῶν ὄντων φύσιν τότε γεγόνασί τε καὶ
20ἐφάνησαν τὸ ἀγαθὸν καὶ ἄριστον. ἠναγκάσθησαν δέ, φησίν, ὕστερα λέγειν τὸ ἀγαθὸν καὶ ἄριστον τῆς τῶν ὄντων φύσεως διὰ τὸ εὐλαβηθῆναι τὰ ἐπακολουθήσαντα ἀληθῶς δυσχερῆ τοῖς τὸ ἓν ἀρχὴν ἅμα καὶ ἀγαθὸν εἰ‐ ποῦσιν. ἰδόντες γὰρ αὐτοὺς πολλὰ ἄτοπα καὶ δυσχερῆ ὑπομείναντας ἐκ τοῦ τὸ ἓν ἀρχὴν λέγειν, ἀπέστησαν τοῦ πρεσβύτερον καὶ πρότερον λέγειν
25τὸ ἀγαθὸν καὶ ἄριστον τῶν ἀρχῶν. καίτοι, φησίν, οὐ διὰ τὸ τῷ ἀρχικῷ ἑνὶ τὸ εὖ ἀποδιδόναι καὶ ἀγαθὸν αὐτὸ λέγειν ἐπηκολούθησεν αὐτοῖς τὰ δυσχερῆ, ἀλλὰ διὰ τὸ τὸ ἓν ᾗ ἓν ἀρχὴν λέγειν καὶ ἀρχὴν ὡς στοιχεῖον καὶ συγκατατεταγμένον τοῖς ἀριθμοῖς. ὥστε εἰ μὲν διὰ τὸ τὸ ἓν ἀγαθὸν λέγειν εἵπετο αὐτοῖς τὰ ἀδύνατα, τότ’ ἦν εἰκὸς αὐτοὺς θορυ‐
30βεῖσθαι χωρίζειν τε τὸ ἀγαθὸν τοῦ ἑνὸς καὶ ὕστερον ἀποφαίνεσθαι· ἐπεὶ δὲ οὐ διὰ τοῦτο, ἀλλὰ διὰ τὸ ἀρχὴν τὸ ἓν ᾗ ἓν ποιεῖν, οὐδὲ εἷς ἦν φόβος, ἵνα διά γε τοῦτο ὕστερον αὐτὸ τῶν ὄντων ποιήσωσιν. ἀλλ’ ἡ μὲν τῶν λεγομένων διάνοια αὕτη. ἐν δὲ τῇ λέξει τῇ ἔχει δὲ ἀπορίαν
τὸ ἐπαχθὲν τὸ καὶ εὐπορήσαντι ἐπιτίμησιν τοιοῦτόν ἐστιν· ἔχει δ’820
in Metaph
.

821

ἀπορίαν, κἂν εὐπορήσῃ τις εἰπεῖν τι καὶ ἐνστῆναι πρὸς τὴν ἀπορίαν, εὐθὺς ἐπιτιμηθήσεται· οὐδὲν γὰρ ἂν ὑγιὲς εἴπῃ. p. 1091b4 Οἱ δὲ ποιηταὶ οἱ ἀρχαῖοι ταύτῃ ὁμοίως, οἳ βασιλεύειν καὶ ἄρχειν φασὶ τοὺς πρώτους.
5 Εἰπὼν ὅτι τινὲς τῶν νῦν θεολόγων διαρρήδην ἀνακηρύττουσιν ὅτι τὸ ἀγαθὸν καὶ ἄριστον ὕστερόν ἐστι τῆς τῶν ὄντων φύσεως, ἐπιφέρει ὅτι παραπλησίως τούτοις περὶ τοῦ ἀγαθοῦ καὶ ἀρίστου λέγουσι καὶ οἱ ἀρχαῖοι ποιηταί. αἰνίττεται δὲ τὸν Ὀρφέα· καὶ οὗτος γάρ φησιν ὅτι τὸ ἀγαθὸν καὶ ἄριστον ὕστερόν ἐστι τῶν ἄλλων. ἐπεὶ γὰρ τὸ βασιλεῦον καὶ κρατοῦν
10τῆς τῶν ἁπάντων φύσεώς ἐστι τὸ ἀγαθὸν καὶ ἄριστον, ὁ δὲ Ζεὺς βασι‐ λεύει καὶ κρατεῖ, ὁ Ζεὺς ἄρ’ ἐστὶ τὸ ἀγαθὸν καὶ ἄριστον. καὶ ἐπεὶ πρῶ‐ τον μὲν κατ’ Ὀρφέα τὸ Χάος γέγονεν, εἶθ’ ὁ Ὠκεανός, τρίτον Νύξ, τέταρ‐ τον ὁ Οὐρανός, εἶτ’ ἀθανάτων βασιλεὺς θεῶν ὁ Ζεύς, δῆλον ὅτι καὶ οὗ‐ τος τὸν Δία, ταὐτὸν δ’ εἰπεῖν τὸ ἀγαθὸν καὶ ἄριστον, ὕστερον νομίζει
15καὶ τοῦ Χάους καὶ τοῦ Ὠκεανοῦ καὶ τῆς Νυκτὸς καὶ τοῦ Οὐρανοῦ, ἤτοι τοῦ κόσμου. ἀλλ’ οὗτοι μέν, φησίν, οἱ ποιηταὶ διὰ τὸ μεταβάλλειν καὶ ἄλλοτε ἄλλους ποιεῖν τοὺς ἄρχοντας τῶν ὄντων (πρῶτον μὲν γὰρ “βασίλευσε περίκλυτος Ἠρικαπαῖος,” φησὶν ἡ ποίησις, μεθ’ ὃν Νὺξ “σκῆπ‐ τρον ἔχους’ ἐν χερσὶν ἀριπρεπὲς Ἠρικαπαίου,” μεθ’ ἣν Οὐρανός, “ὃς
20πρῶτος βασίλευσε θεῶν μετὰ μητέρα Νύκτα”), οὗτοι δὴ διὰ τὸ τοὺς ἄρχοντας μεταβάλλειν τὸ ἀγαθὸν καὶ ἄριστον ὕστερον ποιοῦσιν. οἱ δὲ μεμιγμένοι αὐτῶν (λέγει δὲ τοὺς μὴ πάντα μυθικῶς καὶ ἀναποδείκτως, ὥσπερ οἱ ποιηταί, λέγοντας, ἀλλ’ ἔστιν ὅτε καὶ ἐφ’ ἃ ἀποδείξεσι χρωμέ‐ νους), οὗτοι δὴ οὖν οἱ μεμιγμένοι, ὥσπερ Φερεκύδης ὁ Πυθαγόρου καθη‐
25γεμών, τὸ ἀγαθὸν καὶ τὸ ἄριστον λέγουσιν εἶναι τὴν τῶν πάντων αἰτίαν καὶ ἀρχήν, ὁμοίως καὶ οἱ Μάγοι, καὶ οὐχ ὕστερον αὐτὸ ποιοῦσιν ὡς οἱ προειρημένοι. οὕτω καὶ Ἐμπεδοκλῆς ὁ Πυθαγόρειος καὶ Ἀναξαγόρας τὸ ἀγαθὸν καὶ ἄριστον πρεσβύτατον τῶν ἄλλων ἁπάντων ἀποφαίνονται, ὁ μὲν Ἐμπεδοκλῆς τὴν φιλίαν ἀγαθὸν καὶ ἀρχὴν εἰπών (ταύτην γὰρ ὁ Ἀριστο‐
30τέλης εἶπε στοιχεῖον, καταχρησάμενος τῇ λέξει), ὁ δὲ Ἀναξαγόρας τὸν νοῦν. ἀλλὰ τούτων, ὡς εἴρηται, ὁ μὲν τὴν φιλίαν φησὶν ἀγαθὸν ὁ δὲ τὸν νοῦν. τῶν δὲ τὰς ἀκινήτους οὐσίας λεγόντων, λέγων ἀκινήτους οὐσίας τοὺς εἰδητικοὺς ἀριθμούς, τούτων οἱ μέν, ὥσπερ ὁ Πλάτων καὶ
Βροτῖνος ὁ Πυθαγόρειος, φασὶν ὅτι τὸ ἀγαθὸν αὐτὸ τὸ ἕν ἐστι καὶ οὐσίω‐821
in Metaph
.

822

ται ἐν τῷ ἓν εἶναι, ὡς πολλάκις εἴρηται. εἰπὼν δὲ τὸ οἱ μὲν οὐκ ἀπέδωκε τὸ οἱ δέ. p. 1091b15 Ἡ μὲν οὖν ἀπορία αὕτη ποτέρως δεῖ λέγειν. Εἰπὼν ὅτι ἀπορήσειεν ἄν τις ποτέρως δεῖ λέγειν περὶ τῶν ἀρχῶν
5καὶ στοιχείων πῶς ἔχουσι πρὸς τὸ ἀγαθὸν καὶ ἄριστον, πότερον ταὐτόν ἐστι τὸ ἓν τῷ ἀγαθῷ, ὁμοίως καὶ ἡ ἀόριστος δυάς, ἢ οὔ, εἶτα μεταξὺ θεὶς τὰς ὑπολήψεις ἃς περὶ τοῦ ἀγαθοῦ καὶ τοῦ ἀρίστου εἶχον οἱ κατὰ τὸν αὐτὸν αὐτῷ χρόνον ὄντες καὶ οἱ πρὸ αὐτοῦ, ἐπάνεισιν ἐπὶ τὸ προκεί‐ μενον λέγων ἡ μὲν οὖν ἀπορία ἐστὶ ποτέρως δεῖ λέγειν περὶ τῶν
10ἀρχῶν, ἆρά γε ἀγαθαὶ καὶ ἄρισταί εἰσιν ἢ οὔ. καὶ ἀποκρίνεται λέγων θαυμαστὸν εἶναι καὶ παντελῶς ἄλογον, ὡς αὐτὸς ἐν ἄλλοις εἴρηκεν, εἰ τῷ πρώτῳ αἰτίῳ καὶ αὐταρκεστάτῳ, ἀφ’ ἑαυτοῦ τε τὸ εἶναι ἔχοντι καὶ οὐκ ἄλλοθεν, μὴ ὑπάρχει πρῶτον καὶ προηγουμένως καὶ εἴπερ ἄλλο τι τὸ αὔταρκες καὶ ἡ σωτηρία ὡς ἀγαθόν. ἄλογον οὖν ὡς ἀληθῶς λέγειν
15ὅτι τῷ πρώτῳ αἰτίῳ ἡ αὐτάρκεια καὶ ἡ σωτηρία οὐχ ὡς ἀγαθῷ ὑπάρ‐ χουσιν αὐτῷ οὐδὲ σύμφυτόν ἐστιν αὐτῷ τὸ ἀγαθόν. οὐδὲ γὰρ δι’ ἄλλο τι θέμις ἐστὶν ὑπολαβεῖν ἄφθαρτον τὸ πρῶτον αἴτιον ἢ διότι εὖ ἔχει, ἤτοι διότι ἀγαθόν ἐστι· δι’ αὐτὸ δὲ τοῦτο καὶ αὔταρκές ἐστιν. οὐδὲν γὰρ μὴ ἀγαθὸν αὔταρκες. ὥστε τὸ μὲν λέγειν τὴν ἀρχὴν τὸ ἀγαθὸν καὶ
20ἄριστον εὔλογον καὶ ἀληθές ἐστι· τὸ μέντοι λέγειν ταύτην τὴν φύσιν, ἤτοι τὴν αὐταρκεστάτην καὶ ἀρίστην, τὸ ἀρχικὸν ἓν εἶναι, ἢ εἰ μὴ τοῦτο, στοιχεῖον, τουτέστιν ἢ εἰ μὴ ἀρχικὸν ἓν λέγοιεν τὴν αὐταρκεστάτην φύσιν, ἀλλὰ φήσαιεν ὅτι ἡ αὐταρκεστάτη φύσις τὸ στοιχεῖόν ἐστι τῶν εἰδητικῶν ἀριθμῶν, ὅπερ ἐστὶ τὸ μέγα καὶ τὸ μικρόν· εἴτε οὖν τὴν τοιαύ‐
25την φύσιν τὸ ἀρχικὸν ἓν εἴποιεν, εἴτε τὴν δυάδα, ἀδύνατα ἐροῦσι καὶ πολλὴ αὐτοῖς ἕπεται ἡ δυσχέρεια· ἣν δυσχέρειαν ἔνιοι φεύγοντες, οἱ τὸ ἓν ὁμολογοῦντες ἀρχὴν καὶ πρῶτον στοιχεῖον εἶναι, ἀλλὰ τοῦ ἀριθμοῦ τοῦ μαθηματικοῦ, ἀπειρήκασι καὶ ἀφείλοντο ἀπὸ τοῦ τοιούτου ἑνὸς τὸ ἀγαθόν. τὸ δὲ ἅπασαι γὰρ αἱ μονάδες γίνονται ὅπερ ἀγαθόν τι συνεχές
30ἐστι τῷ τὸ μέντοι ταύτην εἶναι τὸ ἓν ἢ τὸ στοιχεῖον τῶν ἀριθ‐ μῶν ἀδύνατον. εἰ γὰρ τὸ ἄριστον καὶ ἀγαθὸν τὸ ἕν ἐστιν ἢ τὸ στοι‐ χεῖον ἢ ἡ ἀόριστος δυάς, εἰσὶ δὲ ἐξ αὐτῶν αἱ τῶν εἰδητικῶν ἀριθμῶν μονάδες, ἔσονται πᾶσαι αἱ τοιαῦται μονάδες ὅπερ ἀγαθὰ καὶ ὅπερ ἄριστα καὶ πολλή τις εὐπορία τῶν ἀγαθῶν καὶ ἀρίστων. ἀλλ’ ἓν τὸ
35ἄριστον καὶ οὐ πολλά. ἔτι εἰ τὰ εἴδη ἀριθμοί, οἱ δὲ ἀριθμοὶ μονάδες,
αὗται δὲ ὅπερ ἀγαθόν, τὰ εἴδη ἄρα ὅπερ ἀγαθόν.822
in Metaph
.

823

p. 1091b30 Ταῦτά τε δὴ συμβαίνει ἄτοπα καὶ τὸ ἐναντίον στοι‐ χεῖον ἕως τοῦ δῆλον ὅτι αἱ ἀρχαὶ οὐκ ὀρθῶς ἀποδίδονται οὐδὲ αἱ πρῶται οὐσίαι. Εἰ τὸ ἓν ἀγαθὸν κατ’ αὐτούς, ἀγαθοειδῆ καὶ τὰ εἴδη· εἰ δὲ τοῦτο,
5τίνων χρὴ τὰς ἰδέας ὑποτίθεσθαι; εἴτε γὰρ τῶν τῇδε ἀγαθῶν μόνων, οἷον τῶν ἀρετῶν, οὔτε οὐσιῶν ἔσονται [οὐσίαι], ὡς βούλονται, οὔτε οὐσίαι αἱ ἰδέαι, εἴπερ συνώνυμα ταῖς ἰδέαις τὰ κατ’ αὐτὰς ὑφεστηκότα· εἴτε τῶν οὐσιῶν, ἔσονται πᾶσαι αἱ τῇδε οὐσίαι ἀγαθαί, ἐπειδὴ κατὰ τὰς ἰδέας ὑπέστησαν ἀγαθὰς οὔσας. καὶ πρὸς τούτοις εἰ τὸ ἓν ἀγαθόν, τὸ μὴ ἕν,
10ὃ εἴτε δυάδα εἴτε ἄνισον εἴτε πλῆθος χρὴ καλεῖν, ἔσται κακόν, ἵν’ ἐξ ἐναντίων, ἑνὸς μὲν τοῦ ἀγαθοῦ, μὴ ἑνὸς δὲ τοῦ κακοῦ, ἡ γένεσις ᾖ τῶν εἰδῶν. ὃ συνεωρακὼς Σπεύσιππος (λέγω δὴ τὸ εἰ τὸ ἓν ἀγαθόν, ἀνάγκη τὸ μὴ ἓν τὸ ὑλικὸν κακὸν εἶναι) ἀπέφυγε καὶ προσάπτειν οὐκ ἠθέλησε τὸ ἀγαθὸν τῷ ἑνί. ἄλλοι δὲ τὴν τοῦ κακοῦ φύσιν τὸ ἄνισόν φασιν, ὥστε
15συμβαίνει ἐκ τούτων πάσας τὰς ἰδέας καὶ πάντα τὰ ὄντα μετέχειν τοῦ κακο, εἴπερ ἐξ αὐτοῦ καὶ τοῦ ἀγαθοῦ εἰσι, πλὴν τῆς ἑτέρας τῶν ἀρχῶν, ἥτις ἐστὶ τὸ ἕν· ὥσπερ καὶ Ἐμπεδοκλῆς λέγει· καὶ οὗτος γάρ φησιν ὡς πάντα μετέχει τοῦ νείκους πλὴν τῆς φιλίας. καὶ ἐπεὶ πρῶτον μὲν κατ’ αὐτοὺς αἱ ἰδέαι γίνονται ἐκ τοῦ ἑνὸς καὶ τοῦ μὴ ἑνός, εἶτα ἐκ
20τῶν ἰδεῶν τὰ μεγέθη, αὐτοτρίγωνον, αὐτοτετράγωνον, τὰ ὅμοια, ἀκρατότε‐ ρον μεθέξουσι τοῦ κακοῦ οἱ ἀριθμοὶ ἤπερ τὰ μεγέθη· οἱ μὲν γὰρ ἀριθ‐ μοὶ προσεχῶς ἐκ τοῦ κακοῦ γεγόνασι, τὰ δὲ μεγέθη διὰ μέσων τῶν ἀριθ‐ μῶν. ταῦτά τε δὴ συμβαίνει καὶ προσέτι χώραν τε εἶναι τὸ κακὸν τοῦ ἀγαθοῦ (ἡ γὰρ ὕλη, ὡς αὐτοί φασι, χώρα τοῦ εἴδους), καὶ ἐρᾶν
25καὶ ὀρέγεσθαι τὸ κακὸν τοῦ ἀγαθοῦ, καίπερ ὄντος ἑαυτοῦ λύμης καὶ φθορᾶς. εἰ δὲ καὶ ὑλικὸν εἴη τοῦτο, τὸ κακὸν ἔσται δυνάμει βέλτιστον καὶ ἀγαθόν, ὥσπερ καὶ τὸ δυνάμει πῦρ, ὅπερ ἐστὶν ἡ ὕλη, δυνάμει ἐστὶ τὸ ἐνεργείᾳ πῦρ. ταῦτα δὴ πάντα συμβαίνει, καὶ τὸ μὲν τῶν ἀτό‐ πων συμβαίνει ὅτι πᾶσαν ἀρχὴν στοιχεῖον ποιοῦσι. ποῖον δὲ ἄτοπον
30ἕπεται τῷ πᾶσαν ἀρχὴν στοιχεῖον ποιοῦντι; τὸ πάντα εἶναι ἀγαθά, εἰ τὸ ἀγαθὸν ὡς στοιχεῖον ἀρχή. ἄλλο δὲ ἕπεται τὸ ἀκράτου μετέχειν τοῦ κακοῦ, ὅτι τὰς πρώτας οὐσίας εἰρήκασιν ἀριθμοὺς εἶναι. τέσσαρα οὖν ἄτοπα ἕπεται ταῖς τέσσαρσιν ὑποθέσεσιν, ἓν μὲν τὸ πάντα εἶναι ἀγαθὰ
καὶ κακὰ πλὴν ἑνός, ἄλλο τὸ εἶναι τὸ κακὸν ἀρχήν, ἄλλο τὸ εἶναι τὴν823
in Metaph
.

824

ἀρχὴν μὴ ἀγαθόν, τέταρτον τὸ μετέχειν τοὺς ἀριθμοὺς ἀκράτου τοῦ κακοῦ. Ταῦτα εἰπὼν συμπεραίνεται λέγων εἰ οὖν καὶ τὸ μὴ τιθέναι τὸ ἀγαθὸν ἐν ταῖς ἀρχαῖς μηδὲ λέγειν αὐτὰς ἀγαθὸν ἀδύνατον καὶ τὸ
5τιθέναι ἀδυνατώτερον, δῆλον ὅτι αἱ ἀρχαὶ οὐκ ὀρθῶς ἀποδίδονται οὐδὲ αἱ πρῶται οὐσίαι καλῶς ἀριθμοὶ λέγονται. εἰ γὰρ ἦσαν καὶ ὑπάρξεως μετεῖχον, ἀγαθαὶ ἂν ἦσαν ἢ κακαί, νῦν δὲ οὐδέτερον αὐταῖς ἐνδέχεται ὑπάρχειν· ὅλως ἄρα οὔκ εἰσι. πᾶν γὰρ ὂν ἢ ἀγαθὸν ἢ οὐκ ἀγαθόν.
10p. 1092a11 Οὐκ ὀρθῶς δὲ εἴ τις ἀπεικάζει τὰς τῶν ὅλων ἀρχὰς τῇ τῶν ζῴων καὶ φυτῶν. Ἦσάν τινες οἵτινες ἐπεὶ ἑώρων ὅτι τὰ ζῷα καὶ φυτὰ ἐξ ἀορίστων (καὶ τί σημαίνει τὸ ἀόριστον ἐπήγαγε σαφηνίζων ἀτελῶν δέ) ἐπεὶ οὖν ἑώρων ὅτι ἐξ ἀτελῶν τῶν καταμηνίων καὶ σπερμάτων ἐπὶ τὰ τελειότερα
15ἄγεται, ὑπελάμβανον ὅτι καὶ αἱ τῶν ὅλων ἀρχαὶ ἀτελέστεραί εἰσι τῶν ἐξ αὐτῶν· διὸ καὶ τὸ ἓν τὴν τῶν ὅλων ἀρχὴν οὐκ ἤθελον λέγειν ὄν. ὑπο‐ λαμβάνοντες γὰρ ὅτι οὐδὲν ἀτελὲς ὄν ἐστιν, ἀλλὰ πᾶν ὂν τέλειον, τὸ δὲ ἓν οὐ τέλειον, ἀπεφαίνοντο ὡς οὐδὲ ὄν ἐστιν· εἰ γὰρ ἦν ὄν, ἦν ἂν καὶ τέλειον. πρὸς οὓς λέγει ὅτι οὐδὲ ἐνταῦθα ἡ γένεσις ἁπλῶς ἐξ ἀτελοῦς
20ἐπὶ τὸ τέλειον ἄγει, οἷον ἐκ σπέρματος ἐπὶ τὸ ζῷον, ἀλλὰ καὶ τὸ ἀτελὲς ἐκ τοῦ τελείου ὑφίστησιν· ἄνθρωπος γὰρ πρὸ σπέρματος καὶ αἴτιος τοῦ σπέρματος, καὶ ἁπλῶς τὸ ἐντελεχείᾳ πρὸ τοῦ ὁυνάμει. ὥστε οὐ χρὴ λέ‐ γειν ὅτι διὰ τὸ τὰ ἐνταῦθα ἐξ ἀτελῶν εἶναι λεκτέον καὶ τὸ ἓν ἅμα μὲν ἀρχὴν τῶν ὄντων ἅμα δὲ ἀνούσιον κατὰ τὸ χεῖρον τῆς οὐσίας.
25p. 1092a17 Ἄτοπον δὲ καὶ τὸ τόπον ἅμα μὲν τοῖς στερεοῖς καὶ τοῖς μαθηματικοῖς ποιῆσαι. Τοῦ Πλάτωνος εἰπόντος ὅτι ἐκ τοῦ ἑνὸς καὶ τῆς δυάδος γεγόνασιν αἱ ἰδέαι, ἐκ δὲ τῶν ἰδεῶν τὰ μαθηματικὰ μεγέθη, ἅμα δὲ καὶ ἐν τῷ αὐτῷ νῦν ἢ χρόνῳ ἐν ᾧ τὰ μαθηματικὰ γέγονε μεγέθη, καὶ ὁ τόπος αὐτῶν, ἐν
30ᾧ εἰσιν, ὑπέστη, λέγει ὅτι ἄτοπον τὸν μὲν τόπον ἅμα τοῖς μεγέθεσι ποιεῖν, τίς δέ ἐστι μὴ λέγειν. εἶτα καὶ ἐνίσταται λέγων μὴ εἶναι τὰ μα‐ θηματικὰ ἐν τόπῳ. ὁ μὲν γὰρ τόπος, φησίν, ἑνὸς ἑκάστου ἴδιος, διὸ χωριστὰ τὰ ἐνταῦθα τῷ τόπ, τὰ δὲ μαθηματικὰ οὐ πο· τὰ μαθηματικὰ ἄρα οὐκ ἐν τόπῳ. ἐπεὶ δὲ τὸ ἔκ τινος πολλαχῶς λέγεται,
35λέγει ὅτι ἔδει τοὺς λέγοντας τὰ ὄντα ἐκ στοιχείων εἶναι, ὁμοίως δὲ καὶ
τοὺς εἰδητικοὺς ἀριθμούς (τούτους γὰρ εἶπε τῶν ὄντων τὰ πρῶτα), διελο‐824
in Metaph
.

825

μένους ὁσαχῶς τὸ ἔκ τινος λέγεται (τοῦτο γὰρ εἶπεν ἄλλο ἐξ ἄλλου), λέγειν κατὰ τίνα τῶν τοῦ ἔκ τινος τρόπων ὁ εἰδητικὸς ἀριθμὸς ἐκ τῶν ἀρχῶν ἐστι. πότερον οὖν, φησί, μίξει ἤτοι κράσει; ἆρα οὖν κραθεισῶν τῶν ἀρχῶν ἐξ αὐτῶν εἰσιν οἱ ἀριθμοί; ἀλλ’ οὐ πᾶν δύναται μίγνυσθαι, καὶ
5πολλῷ μᾶλλον τὸ ἓν μετὰ τῆς δυάδος, τό τε γινόμενον ἐκ τῶν κραθέν‐ των ἕτερόν ἐστι τῶν τὸ κρᾶμα ἀποτελεσάντων. ἀλλὰ κἂν δοίημεν ὅτι κρᾶμα γέγονεν ἐκ τοῦ ἑνὸς καὶ τῆς δυάδος, ἔφθαρται τὸ ἕν (τὰ γὰρ κε‐ ραννύμενα τοῦτο πάσχει), καὶ οὐκ ἔσται τὸ ἓν χωριστὸν καὶ καθ’ αὑτὸ καὶ ἑτέρα τις φύσις παρὰ τὸ κρᾶμα τὸ ἐξ αὐτοῦ καὶ τῆς δυάδος
10γεγονός, ὅπερ οὗτοι βούλονται· λίαν γὰρ ἀσπάζονται τὴν τοῦ ἑνὸς ἀφθαρ‐ σίαν. ὥστε δῆλον ὅτι μίξει καὶ κράσει οὐ δύνανται οἱ ἀριθμοὶ ἐκ τῶν στοιχείων εἶναι. ἀλλὰ πότερον, φησί, συνθέσει τῶν στοιχείων εἰσὶ τὰ εἴδη, ὥσπερ ἡ συλλαβή; ἀλλὰ τὰ συγκείμενα ἀνάγκη κεῖσθαί που, καὶ χωρὶς ὁ νοῶν νοήσει τὸ ἓν καὶ χωρὶς τὸ πλῆθος. ἐπὶ μὲν γὰρ
15τοῦ μελικράτου οὐ δυνάμεθα χωρὶς νοεῖν τὸ μέλι καὶ χωρὶς τὸ ὕδωρ· κρᾶμα γὰρ γέγονε καὶ οὐδέτερον αὐτῶν ἐστιν οἷον πρὸ τῆς μίξεως· ἐπὶ δὲ τῶν συγκειμένων ἐπειδὴ τὰ αὐτά εἰσιν οἷα ἦν πρὸ τῆς συνθέσεως, ἀνάγκη χωρὶς νοεῖν τὸ ἓν καὶ χωρὶς τὸ πλῆθος, καὶ ἔσται ὁ ἀριθμὸς μονὰς καὶ πλῆθος ἢ τὸ ἓν καὶ ἄνισον. εἰ δὲ τοῦτο, ἐπεὶ καὶ ἔκ
20τινος γεγονὸς ἔστι μὲν ὡς ἀπὸ ἐνυπαρχόντων τῶν ἀφ’ ὧν γέγονεν ὡς ὁ χαλκός (ἐνυπάρχει γὰρ τῷ ἀνδριάντι), ἔστι δὲ ὡς ἀπὸ μὴ ἐνυπαρχόντων (τὸ γὰρ σπέρμα, ἀφ’ οὗ τὸ ζῷον γέγονεν, ἔφθαρται καὶ οὐκ ἐνυπάρχει αὐτῷ), κατὰ τίνα δὴ τούτων τῶν δύο τρόπων ὁ ἀριθμὸς συνθέσει τῇ τῶν στοιχείων γέγονε; τὸ μὲν οὖν ὡς ἐνυπαρχόντων τῶν στοιχείων ἐξ αὐτῶν
25γεγενῆσθαι λέγειν τὸν ἀριθμὸν ψεῦδος· ταῦτα γὰρ οὕτω γίνεται ὧν ἐστι γένεσις, τουτέστιν ἅπερ τεχνητά ἐστι· γένεσιν γὰρ νῦν τὴν τέχνην ἐκά‐ λεσεν· ἐπὶ γὰρ τῶν τεχνητῶν ἐνυπάρχει ἐν [γὰρ] αὐτοῖς τὰ ἐξ ὧν εἰσιν, ἐπὶ μὲν τῆς οἰκίας οἱ λίθοι καὶ τὰ ξύλα, ἀνδριάντος ὁ χαλκὸς καὶ ἐπὶ τῶν ὁμοίων, αἱ δὲ ἰδέαι οὐ τεχνηταί. ἀλλὰ πότερον ὡς ἀπὸ σπέρμα‐
30τος; ὃ ἴσον ἐστὶ τῷ ἀλλὰ πότερον ὡς ἀπὸ μὴ ἐνυπαρχόντων τῶν ὡς ἀρχῶν αἱ ἰδέαι γεγόνασιν; ἀλλ’ οὐχ οἷόν τέ τι, φησί, τοῦ ἀδιαιρέ‐ του ἀπελθεῖν. ὃ δὲ λέγει δυνάμει τοιοῦτόν ἐστιν· τὸ μὲν σπέρμα φθεί‐ ρεται καὶ οὐκ ἔστι, τὸ δὲ ἀδιαίρετον, τουτέστι τὸ ἀρχικὸν ἕν, οὐχ οἷόν τέ ἐστι κατ’ αὐτοὺς φθαρῆναι, οὐδὲ ὅλως αὐτοί φασιν οἷόν τε ἐπινοῆσαι ὡς
35ἀπέρχεταί τι τῆς 〈τοῦ〉 ἑνὸς φύσεως ἢ τροπή τις περὶ αὐτὸ γίνεται. εἰ οὖν τὸ σπέρμα φθείρεται καὶ οὐκ ἔστι, τὸ δὲ ἓν κατ’ αὐτοὺς ἄφθαρτον καὶ ἄτρεπτον, δῆλον ὅτι οὐδὲ κατὰ τὸν τρόπον τοῦτον δυνατὸν τοὺς ἀριθ‐ μοὺς ἐκ τῶν ἀρχῶν γεννᾶν. ἀλλὰ μήποτε ὥσπερ ἡμεῖς ἐκ τῆς στερή‐ σεως τῆς τῷ εἴδει ἐναντίας φαμὲν γίνεσθαι τὰ πράγματα μὴ ὑπομενούσης,
40οὕτω χρὴ νοεῖν καὶ τὴν τῶν ἀριθμῶν γένεσιν. ἀλλ’ ὅσα, φησίν, ἐξ ἐναν‐825
in Metaph
.

826

τίων γίνεται, καὶ ἐξ ὑποκειμένου τινὸς τρίτου γίνεται, ὡς ἐν τῷ Α δέ‐ δεικται τῆς Φυσικῆς ἀκροάσεως. ἐπεὶ οὖν τῷ ἑνὶ οἱ μὲν τὸ πλῆθος λέ‐ γουσιν εἶναι ἐναντίον, οἱ δὲ τὸ ἄνισον, ὡς ἴσῳ τῷ ἑνὶ χρώμενοι, δῆλον ὡς ἐξ ἐναντίων ἂν εἴη ὁ ἀριθμός. εἰ δὲ τοῦτο, δεῖ ἄρα εἶναί τι ὑποκεί‐
5μενον, ἐξ οὗ ὑπομένοντος καὶ θατέρου τοῦ ἑνὸς γίνεσθαι ἢ εἶναι τὸν ἀριθ‐ μόν· οὐ γὰρ δὴ τὸ ἄνισον ἢ τὸ πλῆθος τῷ ἑνὶ ὑποκείσεται· ἐναντίον γάρ ἐστιν αὐτοῖς τοῦτο, ὡς αὐτοί φασιν, οὐδὲν δὲ ἐναντίον ὑπόκειται τῷ ἐναν‐ τίῳ αὐτοῦ· φθαρτικὰ γὰρ ἀλλήλων. ἔτι, φησί, διὰ τί τὰ μὲν ζῷα καὶ τὰ λοιπὰ πάντα, ὅσα ἐξ ἐναντίων γέγονε, φθείρεται, αἱ δὲ ἰδέαι ἐξ ἐναντίων
10οὖσαι οὐ φθαρήσονται; εἰπὼν δὲ ὅσα ἐξ ἐναντίων ἐπήγαγεν ἢ οἷς ἐναν‐ τία. οὐ γὰρ μόνον τὰ ἐξ ἐναντίων φθείρεται, ἀλλὰ καὶ τὸ θερμὸν καὶ λευκόν, οἷς ἐναντία εἰσὶ τῷ μὲν τὸ ψυχρὸν τῷ δὲ τῷ λευκῷ τὸ μέλαν. ἐπεὶ δὲ πᾶσαν τὴν ἐναντιότητα, αὐτό φημι τὸ ἓν καὶ μὴ ἕν, εἰς τὴν τῶν ἰδεῶν σύστασιν οἱ ταύτας τιθέμενοι κατηναλῶσθαι ἔλεγον καὶ μηδὲν κατα‐
15λελεῖφθαι, ἔμελλε δέ τις λέγειν ὅτι εἰ μέν τι λελειμμένον τῆς ἐναντιότη‐ τος ἐκτὸς ὂν τῶν ἰδεῶν, τότε εἰκὸς ἦν λέγειν ὅτι τὸ καταλειφθὲν μαχή‐ σεται μετὰ τοῦ συνόντος ταῖς ἰδέαις καὶ φθερεῖ αὐτάς· ἐπεὶ δὲ οὐδὲν παραλέλειπται, τί ἂν εἴη τὸ δυνησόμενον αὐτὰς φθεῖραι; ἐπεὶ οὖν ἐμελλέ τις ταῦτα λέγειν, προσέθηκε τὸ κἂν ἐκ παντὸς εἴη τοῦ ἐναντίου τὰ
20εἴδη καὶ μηδὲν ἀπελείφθη, φθαρήσεται· ὡς γὰρ τὸ νεῖκος κατ’ Ἐμπεδο‐ κλέα, ὅταν κατισχύσῃ τῆς φιλίας καὶ ὑπεισέλθῃ τὸν σφαῖρον, φθείρει αὐτόν, οὕτω καὶ τὰ ταῖς ἰδέαις ἐναντία τὸ ἓν καὶ οὐχ ἓν πρὸς ἄλληλα μαχόμενα φθεροῦσιν αὐτάς. μνησθεὶς δὲ τῆς τοῦ Ἐμπεδοκλέους δόξης, ὥσπερ καὶ αὕτη τὸ μῖγμα (λέγων μῖγμα τὸν σφαῖρον) φθείρει ὑπὸ τοῦ
25νείκους, ἐπάγει καίτοι γε οὐκ ἔδει· οὐ γάρ ἐστιν ἐναντίον τῷ μίγματι τὸ νεῖκος. ὅμως εἰ τὸ νεῖκος, καίτοι μὴ ὂν ἐναντίον τῷ σφαίρῳ, ὅμως ὑπεισιὸν αὐτὸν φθείρει, πολλῷ μᾶλλον τὰ ἐναντία συνόντα ταῖς ἰδέαις φθεροῦσιν αὐτάς. p. 1092b8 Οὐδὲν δὲ διώρισται οὐδὲ ὁποτέρως οἱ ἀριθμοὶ αἴτιοι
30τῶν οὐσιῶν. Τὸ λεγόμενον τοιοῦτον. πῶς οἱ εἰδητικοὶ ἀριθμοὶ αἴτιοί εἰσι τῶν τῇδε οὐσιῶν οὐδὲν λέγουσι. μήποτε οὖν, ὥσπερ αἱ στιγμαὶ ὅροι οὖσαι τῶν γραμμῶν ὁρίζουσιν αὐτάς, οὕτω δυνατὸν λέγειν ὅτι καὶ τὰ εἴδη ὡς πέρατα τῶν τῇδε οὐσιῶν ὁρίζουσιν αὐτάς, καὶ οὕτως αἴτια τούτων εἰσί,
35καθάπερ καὶ ὁ Πυθαγόρειος Εὔρυτος ἔλεγε τοῦδε μὲν τοῦ φυτοῦ τόνδε τὸν ἀριθμὸν ὅρον εἶναι, καὶ ἄλλον μὲν ἵππου καὶ ἄλλον ἀνθρώπου, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. καὶ οὐ μόνον ἁπλῶς οὕτως ὁ Εὔρυτος ἔλεγεν ὅτι
οἱ ἀριθμοὶ ὅροι εἰσὶ τῶν φυτῶν καὶ ἀνθρώπων καὶ βοῶν, ἀλλὰ καὶ ὥσπερ826
in Metaph
.

827

ὁ ἀριθμητικός, ὅταν τὸν ἐννέα ἀριθμὸν τετράγωνον ὄντα καταγράφῃ, πρῶ‐ τον μὲν τρεῖς μονάδας κατ’ εὐθεῖαν γράφει γραμμήν, εἶτα ἄλλας τρεῖς κατὰ παράλληλον καὶ αὐτὰς τῇ προτέρᾳ γραμμῇ, εἶτ’ ἂν ἄλλας πάλιν τρεῖς κατὰ παράλληλον γραμμὴν τῇ δευτέρᾳ γραμμῇ, καὶ οὕτως ἀποτελεῖ
5παράλληλον σχῆμα, ὥσπερ ὑπόκειται, καὶ ἐπὶ τοῦ τρία τριγώνου ὄντος ὁμοίως πρῶτον μὲν γράφει μίαν μονάδα, εἶτα ὑπὸ ταύτην ἑτέρας δύο, καὶ οὕτως ἐξομοιοῖ τὸν τρία τῷ τριγώνῳ σχήματι, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· ὥσπερ οὖν ὁ ἀριθμητικός, οὕτως καὶ ὁ Εὔρυτος, ἐπειδὴ ἔφασκε τοὺς ἀριθμοὺς ὅρους εἶναι τῶν πραγμάτων. κείσθω λόγου χάριν ὅρος τοῦ ἀν‐
10θρώπου ὁ διακοσιαπεντήκοντα ἀριθμός, ὁ δὲ τξʹ τοῦ φυτοῦ· τοῦτο θεὶς ἐλάμβανε ψηφῖδας διακοσίας πεντήκοντα, τὰς μὲν πρασίνας τὰς δὲ μελαί‐ νας, ἄλλας δὲ ἐρυθρὰς καὶ ὅλως παντοδαποῖς χρώμασι κεχρωσμένας· εἶτα περιχρίων τὸν τοῖχον ἀσβέστῳ καὶ σκιαγραφῶν ἄνθρωπον καὶ φυτὸν οὕτως ἐπήγνυ τάσδε μὲν τὰς ψηφῖδας ἐν τῇ τοῦ προσώπου σκιαγραφίᾳ,
15τὰς δὲ ἐν τῇ τῶν χειρῶν, ἄλλας δὲ ἐν ἄλλοις, καὶ ἀπετέλει τὴν τοῦ μι‐ μουμένου ἀνθρώπου διὰ ψηφίδων ἰσαρίθμων ταῖς μονάσιν, ἃς ὁρίζειν ἔφασκε τὸν ἄνθρωπον. τοῦτο ποιῶν ἔλεγεν ὅτι ὥσπερ ὅδε ὁ γεγραμμένος ἄνθρωπος ἐκ τῶν διακοσίων πεντήκοντα φέρε εἰπεῖν ἐστι ψηφίδων, οὕτως καὶ ὁ ἀληθὴς ἄνθρωπος ἐκ τοσούτων ὁρίζεται μονάδων. παραπλήσιον
20τούτῳ καὶ ἐπὶ τῶν τξʹ ἐποίει, καὶ τὰς μὲν ἀνήλισκεν εἰς φύλλων τὰς δὲ εἰς κλάδων ἄλλας εἰς ῥιζῶν ἐκπλήρωσιν, καὶ ταῦτα ἅπερ ἐπὶ τοῦ ἀνθρώ‐ που ἔλεγε, ταῦτα καὶ περὶ φυτοῦ καὶ τῶν ἄλλων, καὶ ὅλως ὅπερ νῦν οἱ γραφεῖς ποιοῦσι καὶ διὰ χρωμάτων ποικίλα καὶ παντοδαπὰ γράφουσι ζῷα, τοῦτο ἐκεῖνος διὰ τῶν κεχρωσμένων ψηφίδων ἐποίει, ἀφωμοίου τε καὶ εἰς
25σχῆμα συνετίθει τόνδε μὲν τὸν τῶν ψηφίδων ἀριθμὸν ἀνθρώπου, ἄλλον δὲ ἵππου, καὶ τοὺς ἄλλους εἰς ἄλλα εἴδη ζῴων καὶ φυτῶν. πότερον οὖν, φησίν, οὕτως εἰσὶν οἱ ἀριθμοὶ αἴτιοι τῶν τῇδε οὐσιῶν, ὥσπερ Εὔρυτος ἔλεγεν, ἢ ὅτι ὁ λόγος ἡ συμφωνία τῶν ἀριθμῶν, τουτέστιν ἢ ὅτι εἰ ὁ λόγος, καθ’ ὃν γίνεται τὰ φυτὰ καὶ τὰ ζῷα, συμφωνία ἐστίν, ἡ δὲ
30συμφωνία κατ’ ἀριθμοῦ σχέσιν, οἱ δὲ ἀριθμοὶ εἴδη, διὰ τοῦτο ἀνάγκη λέγειν ὅτι τὰ εἴδη αἴτιά εἰσι τῶν φυτῶν καὶ τῶν ἄλλων οὐσιῶν; ἀλλὰ κἂν τῶν οὐσιῶν αἰτίους τοὺς εἰδητικοὺς ἀριθμοὺς συγχωρήσωμεν, καίτοι μὴ ὂν ἀληθές, ἀλλὰ τά γε πάθη καὶ τὰ συμβεβηκότα πῶς φήσουσι γε‐ νέσθαι ἐκ τῶν ἀριθμῶν; οὕτως οὖν ἐρωτήσας τε περὶ τοῦ ἀριθμοῦ, ἐπειδὴ
35ἕκαστον τῶν ὄντων κατὰ τὸ οἰκεῖον εἶδος τοῦθ’ ὅπερ ἐστὶ λέγεταί τε καὶ ἔστιν ἀλλ’ οὐχὶ κατὰ τὴν ὕλην, δείκνυσιν ὅτι ἡ ἑκάστου οὐσία καὶ τὸ ἑκάστου εἶδος οὐκ ἔστιν ἀριθμός, τοῦτο δὲ ταὐτόν ἐστι τῷ μὴ εἶναι τοὺς ἀριθμοὺς ὅρους τῶν οὐσιῶν. λέγει δὴ ὅτι δὲ οὐχ οἱ ἀριθμοὶ οὐσίαι οὐδὲ αἴτιοι τῆς ἑκάστου μορφῆς καὶ φύσεως δῆλον. εἰ γὰρ ἡ ἑκάστου οὐσία
40καὶ τὸ εἶναι ὁ λόγος καὶ τὸ εἶδος αὐτοῦ ἐστιν, ὁ δὲ ἀριθμός, ἂν ὅλως
συμβάληταί τι τοῖς πράγμασι, τὸ ποσόν ἐστι τῆς ἑκάστου ὕλης (ὁ γὰρ827
in Metaph
.

828

τέσσαρα ἀριθμὸς τὸ ποσὸν αὐτὸ καὶ τὸ μέτρον ἐστὶ πυρὸς γῆς ὕδατος ἀέρος, τῶν στοιχείων τῶν σωματικῶν), εἰ δὴ ἕκαστον κατὰ τὸ οἰκεῖον εἶδος λέγεταί τε καὶ ἔστιν, ὁ δ’ ἀριθμὸς εἶδος μὲν τῶν πραγμάτων οὐκ ἔστιν, οὔτε μὴν ὕλη, ἀλλὰ τὸ ποσὸν καὶ τὸ μέτρον τῆς ὕλης, ψεῦδος ὅτι
5οἱ ἀριθμοὶ αἴτιοί εἰσι τῆς ἑκάστου μορφῆς ἢ μορφαὶ αὐτῶν. ὅτι δὲ οἱ ἀριθμοὶ τὸ ποσὸν καὶ μέτρον εἰσὶ τῆς ὕλης τῶν πραγμάτων, ἀλλ’ οὐχὶ μορφαὶ αὐτῶν, ἀποχρῆται τοῖς Ἐμπεδοκλεῖ περὶ συστάσεως ὀστῶν ῥηθεῖσι· “τὰς δύο τῶν ὀκτὼ μοιρέων λάχε Νήστιδος αἴγλης, τέσσαρα δ’ Ἡφαίστοιο, τὰ δ’ ὀστέα λεύκ’ ἐγένοντο.” τοῦτο γὰρ παραξέει διὰ τοῦ δ’ ἀριθ‐
10μὸς ὕλη, οἷον σαρκὸς 〈ἢ〉 ὀστοῦ ἀριθμὸς οὐσία οὕτως· τρία πυρός, γῆς δύο. καὶ χρὴ στίζειν τελείαν εἰς τὸ οὕτως, εἶτα ἐπάγειν τρία πυρός, γῆς δύο. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. ὁ δὲ ἀριθμὸς καὶ τὸ ποσὸν τῆς ὑλικῆς οὐσίας τοῦ ὀστοῦ τῷ Ἐμπεδοκλεῖ οὕτως ἐλαμβάνετο, τρία μὲν τοῦ πυρός, δύο δὲ τῆς γῆς· εἴρηται δὲ ἐν τοῖς Περὶ ψυχῆς ὅπως ταῦτα
15Ἐμπεδοκλῆς ἐλάμβανεν. ἐπεὶ δὲ τρία μὲν πυρός, δύο δὲ γῆς, ἐπάγει καὶ ἀεὶ πᾶς ἀριθμὸς ἢ πύρινός ἐστι ἢ γήινος, τουτέστιν ἢ πυρῶν ἐστιν ἢ γαιῶν, ἢ μοναδικὸς καὶ ἀσώματος. οὔτε δὲ ὁ μοναδικός ἐστιν ἤτοι ὁ μαθηματικὸς οὐσία τῶν πραγμάτων, οὔτε ὁ τῶν πυρῶν καὶ γαιῶν, ἀλλὰ τὸ πῦρ καὶ ἡ γῆ ὕλη μὲν καὶ οὐκ εἶδος τῶν πραγμάτων, ὁ δ’ ἀριθμὸς αὐ‐
20τῶν καὶ τὸ μέτρον οὐδέτερον τούτων ἐστίν, ἀλλὰ γίνεται ἡ ἑκάστου οὐσία κατὰ τὴν τοσοῦδε πρὸς τοσόνδε μῖξιν. ἄλλο γάρ τι γίνεται ὅταν ἐστὶν ἓξ μὲν πυρός, πέντε ἀέρος, τέτταρα ὕδατος, δύο δὲ γῆς, καὶ ἄλλο ὅταν ἓξ γῆς, τρία πυρὸς, δύο ἀέρος, πέντε ὕδατος, καὶ ὅλως ἄλλα κατ’ ἄλλων μῖξιν. τοῦτο δὲ οὐκ ἔστιν ἀριθμὸς ἤτοι αὗται αἱ μονάδες αἱ ἀσώματοι καὶ
25μαθηματικαί, ἀλλὰ λόγος τις σωματικῶν ἀριθμῶν ἤτοι ἀναλογία τις ἀριθ‐ μοῦ σωμάτων. καὶ ἐπίστησον ὡς εἰ τὰ ἁπλᾶ σώματα μὴ ἔστι τὰ τῶν πραγμάτων εἴδη, ἀλλὰ τὸ ἐκ τοῦ λόγου τῆς τοιᾶσδε κράσεως ἀποτελούμε‐ νον, σχολῇ ἂν εἴη τὸν ἀριθμὸν καὶ τὸ μέτρον τῶν ἁπλῶν σωμάτων εἶναι τὰ τῶν πραγμάτων εἴδη.
30 Ταῦτα εἰπὼν συμπεραίνεται λέγων οὔτε οὖν τοῦ ποιῆσαι αἴτιος ὁ ἀριθμός, τουτέστιν οὔθ’ ὡς τὸ σπέρμα ποιητικὴν ἔχει δύναμιν, κἄν τε ὁ μοναδικὸς καὶ μαθηματικὸς εἴη κἄν τε ὁ σωματικός, οὔθ’ ὡς ὕλη (ὕλη γὰρ τὰ σώματα, ὧν ὁ ἀριθμὸς ποσόν ἐστι καὶ μέτρον, οὐ τὸ μετροῦν ἀλλὰ τὸ μετρούμενον), οὔτε μὴν ὡς εἶδός ἐστιν ἐν τοῖς αἰσθητοῖς, οὔτε
35ὡς τὸ οὗ ἕνεκα ἤτοι ὡς τὸ τελικόν.828
in Metaph
.

829

p. 1092b26 Ἀπορήσειε δ’ ἄν τις καὶ τί τὸ εὖ ἐστι τὸ ἀπὸ τῶν ἀριθμῶν τῷ ἐν ἀριθμῷ εἶναι τὴν μῖξιν ἢ ἐν εὐλογίστῳ ἢ ἐν περιττ. Εὐλόγιστον ἀριθμόν φησι τὸν ἄρτιον ὡς εὐδιαίρετον ἐν τοῖς λογισμοῖς
5καὶ ταῖς διανομαῖς. καὶ ἐπεί τινες τῶν Πυθαγορείων λέγειν οὐκ ὤκνουν ὅτι τὸ εὖ καὶ τὸ ἀγαθὸν ἀπὸ τῶν ἀριθμῶν ἑκάστῳ τῶν ἐνταῦθα περιγίνε‐ ται, ἐπειδὰν ἡ μῖξις τῶν μιγνυμένων ἐν ἀριθμῷ ἀρτίῳ ἢ περιττῷ γένηται, καὶ μάλιστα ἐὰν τελείως καὶ ὁμοίως καὶ κατὰ πολλαπλασιασμὸν γένηται, οἷον τρὶς τρία, ἀλλὰ μὴ τρία καὶ τρία (εἰ γὰρ κατὰ ἀριθμόν, φασί, τὸ
10μελίκρατον περιττὸν γένηται, ὡς εἶναι ἐν τῇ μίξει φέρε εἰπεῖν δύο μὲν λίτρας μέλιτος μίαν δὲ ὕδατος, ἢ κατὰ ἄρτιον, ὡς δύο μὲν μέλιτος καὶ δύο ὕδατος, ἢ κατὰ τετράγωνον, ἵν’ ὦσι τρία μέλιτος, τρία ὕδατος, τρία κρόκου, εἰ οὖν κατά τινα, φασί, τῶν τοιούτων ἀριθμῶν τὸ μελίκρατον γένηται, ἀγαθὸν τὸ τοιοῦτόν ἐστιν ἑκάστῳ τῶν χρωμένων αὐτῷ, εἰ δὲ μὴ
15οὕτως, οὐ κἀγαθόν)· ἐπεὶ οὖν οὗτοι ταῦτ’ ἔλεγον, λέγει ἀπορήσειεν ἄν τις πῶς τὸ εὖ, ἤτοι πῶς ἀγαθὸν καὶ ὠφελιμώτατον τὸ μελίκρατον τοῖς χρωμένοις γίνεσθαί φασιν, εἰ κατ’ ἀριθμοὺς εὐλογίστους καὶ ἀρτίους ἡ κρᾶσις γένηται, καὶ μάλιστα ἐὰν τρὶς τρία ᾖ κεκραμένον· νῦν γὰρ ὁρῶμεν, οὐδέν ἐστιν ὑγιεινότερον καὶ ὠφελιμώτερον, ἂν ᾗ τρὶς τρία καὶ ἐπικρατῇ
20ἡ τοῦ μέλιτος φύσις, ἀλλὰ μᾶλλον ὠφελήσειεν, ἐὰν ὑδαρὴς ᾖ καὶ οὐχ ὡρισμένη λόγῳ. ὡς οὖν ἐπὶ τοῦ μελικράτου, οὕτω καὶ ἐπὶ τῶν φυσικῶν σωμάτων ῥητέον ψεῦδος εἶναι τὸ λέγειν τὴν γένεσιν αὐτῶν εἶναι ὡς ὁ Ἐμπεδοκλῆς, κἂν ἄλλος τις Πυθαγόρειος οὕτω λέγῃ, βούλεται. ὁ γὰρ Ἐμπεδοκλῆς φησι τὰ ὀστᾶ καὶ τὸ εὖ αὐτοῖς γίνεσθαι, ὅταν ἡ μῖξις τῶν
25στοιχείων οὑτωσὶ γένηται ὥστε ἔχειν τὸ πῦρ πρὸς τὴν γῆν λόγον ὃν ἄρτιος ἀριθμὸς πρὸς ἄρτιον, τουτέστιν ὃν ὁ δʹ πρὸς τὸν βʹ, καὶ τὸ εὖ τῶν ὀστῶν ἐστι τὸ ἔχειν τὸ ἐν αὐτοῖς πῦρ καὶ τὴν γῆν, ὃν ἄρτιος ἀριθ‐ μὸς πρὸς ἄρτιον. ὅπερ ψεῦδος· μᾶλλον γὰρ ἂν γενήσονται ὀστᾶ καὶ τὸ εὖ ἕξουσιν, ὅταν ἐν οὐδενὶ λόγῳ ὑφ’ ἡμῶν ὁρισθέντι ἡ τῶν στοιχείων
30μῖξις γένηται. καὶ οὐ τοῦτό φησιν ὁ δαιμόνιος Ἀριστοτέλης ὅτι οὐκ ἐν λόγῳ τινὶ ἡ μῖξις γίνεται, ἀλλ’ ὅτι οὐ λόγῳ οἵους οὗτοι λέγουσιν, ἀλλὰ λόγῳ μὲν ἡμῖν ἀδήλῳ, τῷ θεῷ δὲ καὶ τῇ φύσει γνωρίμῳ, διὰ τὸ μηδὲν μάτην μηδ’ ἀλόγως ὑπ’ αὐτῶν γίνεσθαι. ἀλλ’ ἡ μὲν τῶν λεγομένων διάνοια εἴρηται, τὰ δὲ κατὰ τὴν λέξιν οὕτως. ἀπορήσειε δ’ ἄν τις καὶ
35τί τὸ εὖ ἐστι τὸ ἀπὸ τῶν ἀριθμῶν, τουτέστι τί ποτέ ἐστι τὸ ἑπό‐
μενον τοῖς πράγμασιν εὖ τῷ ἐν ἀριθμῷ εἶναι τὴν μῖξιν, ἤτοι ὅταν829
in Metaph
.

830

ἡ μῖξις ἐν ἀριθμῷ γένηται περισσῷ ἢ ἀρτίῳ. εἶτα προσυπακουστέον τοῦ καὶ μάλιστα ἐὰν τελείως καὶ ὁμοίως καὶ ἐν πολλαπλασίονι ἀναλογίᾳ, ὡς οὗτοι βούλονται, ἡ μῖξις γένηται, καὶ οὕτως ἐπακτέον, ὡς ἀνασκευαστικὸν τοῦ μὴ τὸ εὖ ἀπὸ τῶν ἀριθμῶν τοῖς πράγμασι γίνεσθαι, ὅταν ἐν πολλα‐
5πλασίονι ἀναλογίᾳ ἡ μῖξις γένηται· νῦν γὰρ ὁρῶμεν ὡς οὐδὲν ὑγιεινό‐ τερον τρὶς τρία ἂν ᾖ τὸ μελίκρατον κεκραμένον, ἀλλὰ μᾶλλον ὠφελήσειεν ὑδαρὲς ὂν ἤπερ ἐν ἀριθμῷ ἄκρατον ὄν. τὸ δὲ ἄκρατον πρόσκειται, διότι ὅταν ἐν ἀριθμῷ γένηται ἡ τοῦ μέλιτος καὶ ὕδατος μῖξις, ἀκρατέστερον καὶ ἀμιγέστερόν ἐστι τὸ μέλι καὶ μᾶλλον φυ‐
10λάττον τὴν οἰκείαν φύσιν, ὅταν δὲ ὑδαρές, κεκράτηται ὑπὸ τοῦ ὕδατος, καὶ διὰ τοῦτο οὐδὲ ἐν ἀριθμῷ ὡρισμένῳ ἐστὶν ἡ τούτων μῖξις· ὥστε τὸ ἄκρατον ἀντὶ τοῦ ἀκρατέστερον εἴρηται. p. 1092b30 Ἔτι οἱ λόγοι ἐν προσθέσει ἀριθμῶν εἰσιν οἱ τῶν μίξεων.
15 Τὸ εὖ ἐκ τῶν ἀριθμῶν ἕπεσθαι τοῖς πράγμασιν, ὡς εἴρηται, λέγοντες, ὅταν τὰ στοιχεῖα κατ’ ἀριθμοὺς μιχθῇ, καὶ μάλιστα ὅταν ἐν πολλαπλα‐ σιασμῷ, δείκνυσιν ὅτι ὅλως ἡ τῶν στοιχείων μῖξις ἐν πολλαπλασιασμῷ οὐ γίνεται. οἱ λόγοι γάρ, φησίν, τῆς τῶν στοιχείων μίξεως προσθέσει ἢ κατὰ σύνθεσιν ἀριθμῶν εἰσιν, ἀλλ’ οὐκ ἐν ἀριθμοῖς, τουτέστιν ἐν πολλαπλασια‐
20σμοῖς. πολλαπλασιασμὸς γάρ ἐστι τὸ τρὶς τρία ἢ τρὶς δύο· ἐπὶ δὲ τῆς τῶν στοιχείων μίξεως οὐχ οὕτω φαμέν, ἀλλὰ γίνεσθαι λέγομεν ὀστᾶ, ὅταν τὸ πῦρ πρὸς τὴν γῆν ἔχῃ ὡς ὁ τέσσαρα πρὸς τὸν δύο. ἄλλο οὖν τὸ λέ‐ γειν ὅτι τετράκις δύο, καὶ ἄλλο τὸ ὡς τέσσαρα πρὸς δύο. ἐκεῖ μὲν γὰρ λέγομεν ὅτι ταδὶ τὰ πράγματα τετράκις δύο εἰσί, τουτέστιν ὀκτώ εἰσι
25ταῦτα, ἐνταῦθα δὲ ὅτι, ὡς ἄλλο πρὸς ἄλλο, οὕτως ἄλλο πρὸς ἄλλο. εἰπὼν δὲ ὅτι ἐν τῇ τῶν στοιχείων μίξει συντίθενται μᾶλλον οἱ ἀριθμοί, ἀλλ’ οὐ πολλαπλασιάζονται, τὴν αἰτίαν δι’ ἣν οὐ πολλαπλασιάζονται λέ‐ γει· τὸ γὰρ αὐτ, φησί, δεῖ γένος εἶναι ἐν ταῖς πολλαπλασιάσεσιν. ὃ δὲ λέγει δυνάμει τοιοῦτόν ἐστιν· ἐπεὶ γὰρ ἐν τοῖς πολλαπλασιασμοῖς ἡ
30μία πλευρὰ καὶ ὁ εἷς ἀριθμὸς μετρεῖ τὸν ὅλον ἀριθμόν, τὸν μθʹ ὁ ζʹ καὶ τὸν ξδʹ ὁ ηʹ, τὸν ιβʹ ὁ γʹ ἢ ὁ δʹ, εἰ ἦν καὶ τὸ τοῦ ἀνθρώπου σῶμα, ἐφ’ οὗ αβγʹ, ἀπὸ πολλαπλασιασμοῦ γεγονός, ἔδει αὐτὸ τῷ αʹ μετρεῖσθαι καὶ εἶναι τῷ αʹ ὁμοειδῆ τὰ βʹ καὶ γʹ, ὥσπερ καὶ ὁ ζʹ ὁ τὸν μθʹ μετρῶν ὁμοειδής ἐστι ταῖς λοιπαῖς ἓξ ἑπτάσιν. ἀλλὰ κἂν ἵππου σῶμα ἦν, ἐφ’
35οὗ δεζʹ, ἔδει καὶ αὐτὸ τῷ δʹ μετρεῖσθαι. ἀλλ’ ἀδύνατον· ἀνάγκη γὰρ καὶ πῦρ καὶ γῆν καὶ τὰ ἄλλα στοιχεῖα εἰς σύστασιν τούτων παραλαμβά‐
νεσθαι, ταῦτα δὲ ἑνὶ καὶ τῷ αὐτῷ μετρεῖσθαι οὐ δύνανται. τὰ γὰρ ὑφ’830
in Metaph
.

831

ἑνὸς μετρούμενα ὁμοειδῆ ἀλλήλοις τε καὶ τῷ μετροῦντι· οἱ γὰρ δέκα ἵπποι τῷ ἑνὶ ἵππῳ καὶ οἱ μθʹ ὁμοίως τῷ ἑνὶ ἢ τῇ μιᾷ ἑπτάδι. τὸ δὲ οὐκοῦν ἔσται πυρὸς δὶς πέντε τρὶς ἑπτὰ οὕτως ἐπῆκται ὡς εἰ ἔλεγεν, ἡ μὲν γῆ καὶ τὸ πῦρ καὶ τὸ ὕδωρ ἑνὶ καὶ τῷ αὐτῷ μετρεῖσθαι οὐ δύνανται·
5ἀνομοειδῆ γάρ εἰσιν· εἰ δὲ ἦσαν δέκα πυρὰ ἢ κʹ καὶ εἷς ἀέρες, ἐμετρήθησαν ἂν τῷ αὐτῷ καὶ ἑνί, τὰ μὲν πυρὰ τῷ βʹ ἢ τῷ εʹ (δὶς γὰρ πέντε ἢ πεντά‐ κις δύο δέκα), οἱ δὲ ἀέρες τοῖς τρισὶν ἀέρσι ἢ τοῖς ζʹ· τρὶς γὰρ ἑπτὰ ἢ ἑπτάκις τρεῖς καʹ. ὁμοίως καὶ εἰ ὕδατος ἦσαν, τῷ ὕδατι ἂν ἐμετρήθησαν. καὶ ἡ μὲν τῶν λεγομένων οἶμαι διάνοια αὕτη· ἐν δὲ τῇ λέξει τὸ τὸ γὰρ
10αὐτὸ γένος δεῖ εἶναι ἐν ταῖς πολλαπλασιάσεσιν ἴσον ἐστὶ τῷ ἓν γὰρ γένος ἤτοι ἓν τῷ ὑποκειμένῳ ἤτοι ὁμοειδὲς δεῖ εἶναι τὸ μετροῦν τοῖς μετρουμένοις ἐν ταῖς πολλαπλασιάσεσιν. Ταῦτα εἰπὼν ἐπιφέρει εἰ δ’ ἀνάγκη πάντα ἀριθμοῦ κοινωνεῖν, τουτέστιν εἰ πάντα τὰ πράγματα κοινωνεῖ ἀριθμοῦ, καὶ πᾶς ἀριθμὸς ἐν
15τοῖς πράγμασίν ἐστιν, ἀνάγκη πολλὰ πράγματα τῷ αὐτῷ ἀριθμῷ χρῆσθαι καὶ πολλοὺς ἀριθμοὺς τοῦ αὐτοῦ καὶ ἑνὸς εἶναι· εἰ δὲ τοῦτο, τὰ διαφέροντα κατ’ εἶδος τοῖς αὐτοῖς ἀριθμοῖς κοσμηθήσεται, καὶ ἔσται ὁ ἵππος ὁ αὐτὸς τῷ ἀνθρώπῳ, καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ἔσται ὁ ἄνθρωπος καὶ βοῦς καὶ ἵππος. πῶς δὲ τοῦτο συμβαίνει, δῆλον ἔσται ὧδε. ἐπεὶ γὰρ πάντα ἀριθ‐
20μὸν [λͅ · κύβον] ἐντὸς δεκάδος περικλείουσι (τὸν γὰρ ιαʹ καὶ ιβʹ καὶ ιγʹ ἀνάκαμψιν καὶ ἐπισύνθεσιν τοῦ ἑνὸς τῶν δύο τῶν ὁμοίων τῇ δε‐ κάδι), συμβαίνει εἰ κατὰ τὴν δυάδα ὁ λέων κεκόσμηται καὶ ἔστι, κατὰ δὲ τὴν τριάδα ὁ ἵππος, κατὰ τὴν τετράδα ὁ βοῦς, τὴν πεντάδα ὁ σῦς, τὴν δὲ ἑξάδα ὁ κύων, τὴν ἑπτάδα ὁ ταῦρος, τὴν ὀκτάδα ὁ κριός, τὴν ἐννεάδα
25ὁ λύκος, τὴν δεκάδα ὁ ἐλέφας, —εἰ δὴ ταῦτα κατ’ αὐτοὺς κεκόσμηται, συμβαίνει τὴν περιστερὰν καὶ κορώνην καὶ ἔλαφον καὶ τὰ λοιπά, μᾶλλον δὲ ἀνάγκη κατά τινα καὶ αὐτὰ τῶν ἐντὸς τῆς δεκάδος εἶναι ἀριθμῶν· ὥστε εἴπερ ἔσται ἡ περιστερὰ κατὰ τὸν τρία, κατὰ τὸν αὐτὸν δέ ἐστι καὶ ὁ ἵππος, ἔσται ἡ περιστερὰ ἡ αὐτὴ τῷ ἵππῳ, ὅπερ ἀδύνατον. καὶ ἐπεὶ ὁ
30μὲν λέων κατὰ τὴν δυάδα ἐστὶ καὶ ὁ ἵππος κατὰ τὴν τριάδα καὶ ὁ βοῦς κατὰ τὴν τετράδα, ὁ δὲ σῦς κατὰ τὴν πεντάδα, ἔσται ὁ σῦς καὶ λέων καὶ ἵππος 〈καὶ〉 βοῦς. εἰπὼν δὲ ὅτι ἀνάγκη πολλὰ συμβαίνειν τὰ αὐτὰ καὶ ἀριθμὸν τὸν αὐτόν, οἷον τὸν τρία ἤτοι τὸν ἵππον, καὶ τῷδε καὶ ἐν ἄλλῳ [ἀριθμῷ], οἷον συῒ καὶ βοῒ εὑρίσκεσθαι, ἐρωτᾷ ρ’ οὖν τοῦτο
35αἴτιον, ἤτοι ἆρ’ οὖν τὸ κοινωνεῖν πάντα ἀριθμοῦ αἴτιόν ἐστι τοῦ εἶναι τὰ πράγματα καὶ ὡς ἀληθῶς κατὰ ἀριθμὸν κεκόσμηται, ἢ ἄδηλον; καὶ τοῦτο ἐρωτήσας, ὅπερ διὰ τοῦ ἀνάγκη πολλὰ συμβαίνειν τὰ αὐτ, καὶ ἀριθμὸν τὸν αὐτὸν τῷδε καὶ ἄλλῳ ᾐνίξατο, σαφῶς ἐκτίθεται
λέγων οἷον ἔστι τις τῶν τοῦ ἡλίου φορῶν καὶ σελήνης ἀριθμὸς831
in Metaph
.

832

καὶ ἑκάστου βίου τῶν ζῴων καὶ ἡλικίας· τί οὖν κωλύει, μᾶλλον δ’ ἀναγκαῖον, ὡς αὐτοί φασιν, ἐνίους τούτων τετραγώνους εἶναι, ἄλλους δὲ κύβους καὶ ἴσους· ὥστε εἰ πάντα ἀριθμοῦ κοινωνεῖ, ἐνδέχεται. εἰ δεῖ τὸ ἀναγκαῖον ἐνδεχόμενον λέγειν, ὑπὸ τὸν αὐτὸν ἀριθμὸν πί‐
5πτειν πλείονα καὶ διαφέροντα, ὥστε εἴ τισιν ὁ αὐτὸς ἀριθμὸς συμβέβηκεν, ὁμοειδῆ ἂν εἴη ἀλλήλοις κατὰ τὸν αὐτὸν ἀριθμὸν ὄντα. εἰ δέ τις ἐνιστάμενος λέγοι ὅτι καὶ ὁ ἵππος λόγου χάριν καὶ ὁ βοῦς κατὰ τὸν κύβον ἔσονται, ἀλλ’ ὁ μὲν κατὰ τὸν ὀκτὼ ὁ δὲ κατὰ τὸν κζʹ, καὶ οὐκ ἔσονται οἱ αὐτοί, ἐπεὶ μὴ ὁ ὀκτὼ ὁ αὐτός ἐστι τῷ κζʹ, εἰ οὖν
10τις τοῦτο λέγει, γινωσκέτω ὅτι οἱ κύβοι καθὸ κύβοι οὐδὲν διαφέρουσιν, ὥσπερ οὐδὲ τὸ παιδίον καὶ ὁ γίγας καθὸ ἄνθρωποι, ἀλλὰ μόνον κατὰ τὸ μεῖζον καὶ ἔλαττον, καὶ τὰ ὑπὸ τοὺς κύβους κατὰ μὲν τὸ εἶδος οὐκ ἂν διαφέροιεν, ἀλλ’ εἴπερ ἄρα, κατὰ τὸ μέγεθος. p. 1093a13 Ἀλλὰ διὰ τί αἴτια ταῦτα; τὰ ἑπτὰ μὴν φωνήεντα,
15ἑπτὰ δὲ χορδαὶ ἡ ἁρμονία. Τὸ λεγόμενον οὕτως ἐπῆκται ὡς εἰ ἔλεγεν ‘ἀλλ’ ἴδωμεν αὐτῶν τὰς κατασκευάς, δι’ ἃς αἴτια λέγουσι ταῦτα (ταῦτα λέγων τοὺς ἀριθμούς) τῶν πραγμάτων‘. τὴν ἑπτάδα γάρ φασιν ἐπαινοῦντες ὡς δι’ αὐτὴν ἑπτὰ μέν εἰσι φωνήεντα, δι’ ὧν ἡ ἐγγράμματος ἀποτελεῖται φωνή, ἑπτὰ δὲ
20φθόγγοι τῆς διὰ πασῶν καὶ ἁρμονίαι τοσαῦται (καίτοι δόξειεν ἂν πέντε ἢ ἓξ εἶναι ἄχρι τῆς δὶς διὰ πασῶν)· ἔτι δὲ τὰς Πλειάδας ἑπτά, ἐν ἑπτὰ δὲ ἔτεσι τοὺς ἐκ γενετῆς ὀδόντας βάλλει ἤτοι ῥίπτει καὶ ἄλλους ἐκφύει τὰ ζῷα, οἷς ἐπιφωνεῖ πάνυ ἐλεγκτικῶς τὸ ἔνιά γε, ἔνια δ’ ο. πολλὰ γὰρ τῶν ζῴων οὐκ ἐν ἑπτὰ ἔτεσι τοὺς ὀδόντας βάλλει, ὡς ἐν τῇ Περὶ
25ζῴων ἱστορίᾳ εἴρηται. ἀλλὰ καὶ διὰ τὸν ἑπτά φασιν ἀριθμὸν γενέσθαι τοὺς ἐν Θήβαις ὑπὸ Ἐτεοκλέους ἑπτὰ στρατηγούς. θεὶς οὖν ταῦτα δείκνυσιν ὡς οὐδὲν τούτων διὰ τὸν ἑπτὰ ἀριθμὸν γίνεται. οὔτε γὰρ διὰ τὸν ἑπτὰ οἱ ἑπτὰ στρατηγοὶ ἦσαν, οὔτε αἱ Πλειάδες ὁμοίως ἑπτά, ἀλλ’ ἐπειδὴ αἱ μὲν Θῆβαι ἑπτάπυλοι ἦσαν, ἐν ἑκάστῃ δὲ πύλῃ ὁπλίτας παρέστησεν ὁ
30Πολυνείκης κατεάξαι αὐτὰς ἢ κατακαῦσαι, ἐπὶ τούτῳ ἀντιπαραταττόμενος ἔνδοθεν ὁ Ἐτεοκλῆς πεποίηκε στρατηγούς, καὶ ἱκανοὺς στρατιώτας δοὺς αὐτοῖς ἐπέστησεν αὐτοὺς ἐν ἑκάστῃ τῶν πυλῶν· εἰ δὲ πεντάπυλος ἦν, πέντε ἂν καὶ οἱ στρατηγοὶ ἐγένοντο. τὴν δὲ Πλειάδα ἡμεῖς μὲν οὕτως ἀριθμοῦμεν καὶ δι’ ἑπτὰ ἀστέρων καταστερίζομεν, τὴν δὲ ἄρκτον διὰ
35δώδεκα, οἱ δὲ Χαλδαῖοι προστιθέασι καὶ ἄλλους ἀστέρας καὶ τῇ Πλειάδι καὶ τῇ ἄρκτῳ· ὥστε εἰ διὰ τὸν ἑπτὰ ἦν ἡ Πλειὰς ἐξ ἑπτὰ ἀστέρων, διὰ
τὸν δώδεκα ἡ ἄρκτος ἐκ δώδεκα, πάντες ἂν ὡς οἱ Ἕλληνες συνέταττον832
in Metaph
.

833

αὐτάς, ἀλλ’ οὐχὶ οἱ Ἕλληνες οὕτω, Χαλδαῖοι δὲ καὶ Βαβυλώνιοι τὴν τῶν καταστερισμῶν θέσιν ἐποίουν ἄλλως. πρὸς τούτοις καὶ τὰ διπλᾶ σύμφωνα ζ ξ ψ τρία φασὶν εἶναι διότι καὶ αἱ συμφωνίαι τρεῖς, καὶ ἀνάγειν αὐτῶν ἕκαστον εἰς ἑκάστην τῶν συμφωνιῶν πειρῶνται, τὸ μὲν ζ εἰς τὴν διὰ
5τεσσάρων, τὸ δὲ ξ εἰς τὴν διὰ πέντε, τὸ δὲ ψ εἰς τὴν διὰ πασῶν. τοῦτο εἰπὼν ἐπιφέρει ὅτι δὲ μυρία ἂν εἴη τοιαῦτα, οὐθὲν μέλει, τουτέστιν ὅτι δὲ μυρία ἂν συμβαίη διπλᾶ εἶναι ἐξ ὧν λέγουσιν, οὐθὲν αὐτοῖς μέλει. πῶς δὲ καὶ ἄλλα πάμπολλα συμβαίνει διπλᾶ γίνεσθαι ἐξ ὧν φασι, τὴν αἰ‐ τίαν ἐπάγει λέγων τὸ γὰρ γ καὶ ρ εἴη ἂν ἓν σημεῖον. εἰ γὰρ διότι
10αἱ συμφωνίαι τρεῖς, διὰ τοῦτο καὶ τὰ διπλᾶ, ὡς αὐτοί φασι, τρία ἐστίν, ἐπειδὴ πέντε ἢ ἕξ εἰσιν οἱ φθόγγοι ἄχρι τῆς διὰ πασῶν, ἔσονται καὶ τὰ διπλᾶ ἕξ· εἰ δὲ τοῦτο, συμβήσεται καὶ τὸ γ καὶ ρ ἓν εἶναι στοιχεῖον, ἀλλὰ καὶ τὸ λ καὶ ν καὶ τὰ λοιπὰ ὁμοίως. ἀντὶ δὲ τοῦ εἰπεῖν ὅτι συμβαίνει τὸ γ καὶ ρ ἓν εἶναι στοιχεῖον, εἶπεν ὅτι ἓν σημεῖον, διότι ἓν
15ἕκαστον γράμμα σημεῖόν ἐστί τινων μονάδων· τὸ μὲν γὰρ β δύο μονάδων, τὸ δὲ γ τριῶν, τὸ ζ ἑπτά, τὸ ξ ἑξήκοντα καὶ τὰ λοιπὰ ὁμοίως· ὥστε κἂν διπλοῦν γένηται στοιχεῖον ἐκ τοῦ γ καὶ ρ, σημεῖον ἂν ἦν καὶ ἐκεῖνο τινῶν μονάδων. ταῦτα εἰπὼν λέγει αὐτὸς τὴν αἰτίαν καθ’ ἣν συνέβη τρία μόνα εἶναι τὰ διπλᾶ καὶ οὐ πλείω, λέγων εἰ δὲ ὅτι διπλάσιον τῶν
20ἄλλων ἕκαστον, ἄλλο δ’ ο, ἤτοι εἰ δὲ εἰκός ἐστι λέγειν ὅτι διὰ τοῦτό εἰσι τρία τὰ διπλᾶ, ὅτι ἕκαστον διπλάσιόν ἐστι τῶν ἄλλων (τὸ γὰρ ζ διπλάσιόν ἐστι τοῦ δ ἢ τοῦ ς καὶ τὸ ξ τοῦ ς ἢ τοῦ κ, καὶ τὸ ψ ὁμοίως τοῦ π ἢ τοῦ ς), —εἰ οὖν διὰ τοῦτό εἰσι τρία, ὅτι διπλάσιόν ἐστιν ἕκαστον ἑνὸς ὁποιουοῦν τῶν συνιστώντων αὐτό, τοῦτο ἂν αἴτιον τοῦ εἶναι τρία τὰ
25διπλᾶ καὶ ἄλλο οὐθέν. καὶ τὴν αἰτίαν ἐπάγει δι’ ἣν ἐκ τοῦ διπλασίονα εἶναι τὰ διπλᾶ ὁποιουοῦν τῶν ἁπλῶν τρία εἰσί, λέγων αἴτιον δὲ τοῦ τρία εἶναι τὰ διπλᾶ ἐκ τοῦ διπλασίονα εἶναι τῶν ἄλλων, ὅτι τριῶν ὅντων ἐν τῷ στόματι τόπων, καθ’ οὓς τὸ ς ἐπιφέρεται ἄλλου προηγουμένως ἐκφωνουμένου· ἐν γὰρ τῷ ψέγω ῥήματι προηγουμένως τῷ π ἐκφωνουμένῳ
30ἐπιφέρεται τὸ ς ἓν σύμφωνον· καὶ διὰ τοῦτο τρία εἰσὶ σύμφωνα, ἀλλ’ οὐχ ὅτι τρεῖς αἱ συμφωνίαι. τρεῖς οὖν, ὡς εἴρηται, ἐν ὅλῳ τῷ στό‐ ματι, καθ’ οὓς πληγῶν τινων γινομένων τὰ σύμφωνα ἐξηχεῖται, ὅ τε ἐκτὸς τῶν ὀδόντων καὶ ὁ λεγόμενος οὐρανίσκος καὶ αὐτοὶ οἱ ὀδόντες· τῆς γὰρ γλώσσης ἢ μέρει τινὶ τοῦ οὐρανίσκου προσπιπτούσης ἢ πελαζούσης ἢ τοῖς
35ὀδοῦσιν, ἢ τῶν χειλέων ἀλλήλοις προσπιπτόντων ἢ πελαζόντων, ἡ τῶν συμφώνων ἀποτελεῖται ἀπήχησις. καὶ ἐν τοῖς ῥηθεῖσι τρισὶ τόποις, ὅταν μὴ αὐτοῦ τοῦ ς προηγουμένως τὸν ψόφον ἐκφέρωμεν, οὐ πλεονάκις ἢ ἅπαξ ἐν ἑκάστῳ τῶν τόπων ς ἐξακούεται, ἀλλ’ ἐν μὲν μέσῳ τῷ οὐρανῷ ἅπαξ μέρος γινόμενον τοῦ ξ, ἐν δὲ τοῖς ὀδοῦσιν ἅπαξ τοῦ ζ, καὶ ἐν τοῖς
40χείλεσιν ὡσαύτως σὺν τῷ π τὸ ψ συμπληροῦν. διὰ οὖν τοῦτο τρία τὰ
διπλᾶ, ἀλλ’ οὐχ ὅτι αἱ συμφωνίαι τρεῖς. εἰ γὰρ διὰ τὸ τὰς συμφωνίας833
in Metaph
.

834

τρεῖς εἶναι εἰσὶ τὰ διπλᾶ τρία, ἐπειδὴ ἐκ τῶν πρώτων συμφωνιῶν, τῆς διὰ τεσσάρων, τῆς διὰ πέντε, τῆς διὰ πασῶν, συντεθεισῶν συμφωνίαι ἄλλαι γίνον‐ ται, ἥ τε δὶς διὰ πασῶν καὶ αἱ λοιπαί, ἔδει καὶ ἐκ τῆς τῶν διπλῶν τοῦ τε ζ καὶ ξ ἄλλο τι γίνεσθαι στοιχεῖον· ἀλλ’ οὐ γίνεται. οὐκ ἄρα ταῦτα ἐκεί‐
5νοις ὅμοια, οὐδὲ μὴν δι’ ἐκείνας τοσαῦτα. ἀλλὰ καὶ Ἀρχῖνος ταύτῃ τῇ ἀποδόσει ἐχρῆτο, ὡς Θεόφραστος ἱστορεῖ· ἔλεγε γὰρ Ἀρχῖνος ἢ ἔξω τι παρὰ τὴν μύσιν τῶν χειλέων ἐκφωνεῖσθαι, ὥσπερ τὸ π, καὶ διὰ τοῦτο τὸ ψ πρὸς τῷ ἄκρῳ γεννᾶσθαι τῆς γλώττης ὡς ἐκ τοῦ π καὶ ς συγκείμενον, ἢ τῷ πλάτει τῆς γλώττης παρὰ τοὺς ὀδόντας, ὥσπερ τὸ δ, καὶ διὰ
10τοῦτο τὸ ζ κατὰ ταύτην γεννᾶσθαι τὴν χώραν, ἢ τῷ κυρτῷ πιεζομένῳ ἐκ τοῦ ἐσχάτου, ὥσπερ τὸ κ, ὅθεν τὸ ξ προϊέναι. p. 1093a26 Ὅμοιοι δὴ καὶ οὗτοι τοῖς ἀρχαίοις Ὁμηρικοῖς. Τῶν ἐξηγουμένων τὸν Ὅμηρόν τινες τὸ ἀκόλουθον πρὸς ἑαυτοὺς μὴ σώζοντες ἐπὶ γλίσχρας καὶ καταγελάστους ὑπονοίας καταφέρονται. ἀλλὰ
15πρὸ τῆς τῶν λεγομένων σαφηνείας ῥητέον ὀλίγα τινὰ πάνυ συντελοῦντα πρὸς τὴν τῶν ὑπ’ αὐτοῦ λεγομένων διάρθρωσιν. οἱ τὸν Ὅμηρον ἐξηγού‐ μενοι ἔπος κυρίως ἐκάλουν τὸν ἀπὸ δακτύλων μόνων συγκείμενον στίχον καὶ τὸν τελευταῖον ἔχοντα πόδα τροχαῖον, τὸν δὲ ἀπὸ δακτύλων καὶ σπον‐ δείων ὄντα ἔπος λέγειν οὐκ ἠξίουν. πᾶς δὲ τοιοῦτος στίχος ὁ ἀπὸ δακ‐
20τύλων πάντων καὶ ἑνὸς τοῦ τελευταίου ποδὸς τροχαίου συγκείμενος δέκα καὶ ἑπτὰ ἐξ ἀνάγκης συλλαβὰς ἔχων εὑρίσκεται· ἐπεὶ γὰρ πᾶς στίχος ἴαμβός τε καὶ ἡρωϊκὸς ἑξάπους ἐστίν, ἕκαστος δὲ τῶν δακτύλων ἐκ τριῶν σύγκειται συλλαβῶν, ὁ δὲ τροχαῖος ἐκ δύο, οἱ μὲν πέντε δάκτυλοι τὰς πέντε καὶ δέκα συλλαβὰς ἀπογεννῶσιν, ὁ δὲ τροχαῖος τὰς δύο· ὥστε ἐξ
25ἀνάγκης ἐστὶν ἐξ ἑπτακαίδεκα συλλαβῶν τὸ ἔπος, ἀπὸ μὲν ιεʹ τῶν τοὺς πέντε συνιστώντων δακτύλους καὶ δύο τῶν τὸν τροχαῖον. τούτων οὕτως ἐχόντων οἱ τὸν Ὅμηρον γελοίως ἐξηγούμενοι ψυχρευόμενοί φασιν ὅτι ἐπεὶ μεταξὺ τῶν δύο χορδῶν, ὧν ἡ μείζων πρὸς τὴν ἐλάττονα λόγον ἔχει ὃν ὁ ιβʹ πρὸς τὸν ϛʹ, εἰσὶ δύο μέσαι ἔχουσαι πρὸς ἀλλήλας ὃν ὁ θʹ
30πρὸς τὸν ηʹ, ἐκ δὲ τοῦ θʹ καὶ ηʹ ἀποτελεῖται ὁ ιζʹ, διὰ τοῦτο καὶ τὸ ἔπος ἐκ δέκα καὶ ἑπτὰ σύγκειται συλλαβῶν, ἰσάριθμον ὂν τὸ ἔπος τούτοις τῷ τε θʹ καὶ τῷ ηʹ. ἀλλὰ βαίνεταί τε καὶ ἵσταται τὸ ἔπος καὶ τὸ εἶναι ἔχει ἐν μὲν τῷ δεξιῷ (λέγων δεξιὸν τὸ ἀπὸ τῆς ἀρχῆς ἕως τοῦ μέσου, ἀριστερὸν δὲ τὸ ἀπὸ μέσου ἕως τοῦ τελευταίου ποδὸς τοῦ τροχαίου) βαί‐
35νεται δὴ ἐν μὲν τῷ δεξιῷ ἤτοι τῷ ἡμίσει τοῦ στίχου τῷ ἀπὸ τῆς ἀρχῆς ἕως τοῦ μέσου ἐν ἐννέα συλλαβαῖς, τῷ δ’ ἀριστερῷ, τουτέστι τῷ λοιπῷ
ἡμίσει τῷ ἀπὸ τοῦ μέσου ἕως τοῦ τέλους, ἐν ὀκτώ. γελοῖον δὴ ὡς834
in Metaph
.

835

ἀληθῶς τὸ λέγειν ὅτι διὰ τὸ μεταξὺ τῶν δύο ἄκρων χορδῶν δύο μέσας εἶναι, τὸ ἔπος σύγκειται ἐκ δέκα ἑπτὰ συλλαβῶν· εἰ γὰρ ἀριθμοῖς χρῆται τὰ μέτρα, ὥσπερ οὖν καὶ χρῆται, ἀλλ’ οὐ κατὰ ταύτην τελεῖται τὴν μέθο‐ δον. γελοῖον δὲ καὶ τὰ τρυπήματα τοῦ αὐλοῦ, ᾧ οἱ αὐληταὶ χρῶνται,
5διὰ τὰ γράμματα εἴκοσι καὶ τέσσαρα ποιεῖν, ἢ προσαρμόζειν τὰ κδʹ στοιχεῖα τῇ ὁλότητι τοῦ κόσμου. βόμβυκα δὲ λέγει τὸ μέγιστον καὶ πρῶτον ἐν τῷ αὐλῷ τρύπημα, ἀφ’ οὗ καὶ ὁ μέγιστος καὶ ὁ βαρύτατος ἦχος ἀποτελεῖται, ὀξυτάτην δὲ τὸ ἐλάχιστον ἔσχατον, αὐτό φημι τὸ κδʹ, ἀφ’ οὗ ὀξύτατος ἀποτελεῖται φθόγγος. * * ἀντὶ τοῦ ᾗτινι τῶν κδʹ στοιχείων ὁλότητι ἡ
10τοῦ οὐρανοῦ ὁλότης προσαρμόζεται. εἰπὼν δὲ ταῦτα, λέγει ὁρᾶν δὲ δεῖ μὴ τοιαῦτα οὐδεὶς ἂν ἀπορήσειεν. ὃ ἴσον ἐστὶ τῷ ἐπειδὴ τὰ ἀίδια τέτακται καὶ ἀεὶ ὡσαύτως ἔχει, πολλὴ ἐπ’ αὐτῶν εὐπορία τοῖς θεωρήμασι χρῆσθαι τῶν ἀριθμῶν, ὅπου γε καὶ ἐπὶ τῶν ἄλλοτε ἄλλως διακειμένων (ταῦτα γὰρ εἶπε φθαρτά) ἔστι πολλὰ τοιαῦτα ἐπινοεῖν· τίς
15γὰρ ἂν ἀπορήσειεν λέγειν ὅτι ὁ καρκίνος ἐκ τοσῶνδε ἀστέρων ἐστί, διότι καὶ ὁ ἀριθμὸς καθ’ ὅν ἐστι τοιόσδε ἐστίν; ἢ ὅτι ὁ κόσμος ἴσος ἐστὶ τοῖς κδʹ στοιχείοις, ὅτι τὰ μὲν ζῴδια ιβʹ ἐστιν, αἱ σφαῖραι δὲ ὀκτώ, τὰ δὲ στοιχεῖα δʹ, ἢ ὅτι οἱ τὸν στέφανον ἀποπληροῦντες ἀστέρες τόσοι εἰσὶ διὰ τὸ καὶ τόνδ’ εἶναι ἀριθμὸν τοσόνδε καὶ τοιόνδε εἶναι. ἀλλὰ καὶ οἱ ὀδόν‐
20τες τῶν ἀνθρώπων τόσοι διὰ τὸν ἀριθμόν. p. 1093b7 Ἀλλ’ αἱ ἐν τοῖς ἀριθμοῖς φύσεις αἱ ἐπαινούμεναι καὶ τὰ τούτοις ἐναντία καὶ ὅλως τὰ ἐν τοῖς μαθήμασι. Φύσεις 〈ἐπαινουμένασ〉 ἀριθμοῦ λέγει τὰ ὑπὸ τὴν ἀμείνονα συστοιχίαν τοῦ ἀριθμοῦ· δύο γὰρ συστοιχίας, ὡς πολλάκις εἴρηται, ἐποίουν, τὴν μὲν τῶν
25ἀγαθῶν, ὑφ’ ἣν ἔταττον τὸ ἕν, τὸ φῶς, τὸ περιττόν, τὰ ὅμοια, ἄλλην δὲ τοῦ κακοῦ, ὑφ’ ἣν τὸ πλῆθος, τὸ ἄρτιον, τὰ ὅμοια. ἦν δὲ ἂν σαφεστέρα ἡ λέξις, εἰ ἀντὶ τοῦ ἀλλ’ αἱ ἐν τοῖς ἀριθμοῖς φύσεις ἐπαινούμεναι εἶχεν ‘ἔτι‘ αἱ ἐν τοῖς ἀριθμοῖς φύσεις ἐπαινούμεναι καὶ τὰ τούτοις ἐναντία (καὶ εἴρηται τίνα ταῦτα), ὡς λέγουσιν οἱ τοὺς ἀριθμοὺς τιθέμενοι καὶ
30αἴτια ποιοῦντες τὰ ἐν τοῖς μαθήμασι τῶν φυσικῶν, ἔοικε διαφεύγειν καὶ μὴ δύνασθαι κατ’ οὐδένα τρόπον τῶν περὶ τὰς ἀρχὰς * * οὔτε γὰρ ὡς ποιητικὰ οὔτε ὡς τελικὰ οὔτε ὡς ὑλικὰ ἢ εἰδικὰ αἴτια κατ’ οὐδένα τρόπον εἶναι δύνανται τῶν φυσικῶν. ἀλλ’ αἴτια μὲν τῶν τῇδε εἶναι 〈οὐ〉 δύνανται· ὡς μέντοι ποιοῦσι, καὶ καθ’ ὃν τρόπον τὰ πράγματα τάττουσιν,
35ἔνεστι τὸ εὖ καὶ ἐν σχήμασι καὶ ἐν χρώμασι καὶ ἐν ἀριθμοῖς καὶ ἐν835
in Metaph
.

836

ἑκάστοις καὶ ἐν τῇ φύσει ὁμοίως, καὶ τὰ ἀντικείμενα τούτοις. καί εἰσι τῆς συστοιχίας ταύτης, λέγω δὴ τοῦ καλοῦ, τὸ περιττόν, τὸ εὐθ, τὸ ἰσάκις ἴσον, ὥσπερ καὶ τῆς τοῦ κακοῦ τὸ ἄρτιον, τὸ μὴ εὐθύ, τὰ ὅμοια· καὶ αἱ δυνάμεις ἐνίων ἀριθμῶν, οἷον τετραγώνων, τριγώνων, ἑξαγώ‐
5νων, κύβων, τῶν ὁμοίων, ἔνεισιν ἐν τοῖς σχήμασι καὶ τοῖς ἄλλοις (οὐ μὴν ἡ ἀμείνων συστοιχία τοῦ ἀριθμοῦ)· ἅμα γὰρ αἱ ὧραι τέτταρες καὶ ὁ ἀριθμὸς ὁ δʹ, ὁμοίως καὶ τὰ ἄλλα, ὅσα συνάγουσιν ἐκ τῶν ἀριθμητικῶν θεωρημάτων, πάντα ταύτην ἔχει τὴν δύναμιν, τουτέστιν ἅμα τοῖς πράγμασι καὶ αὐτά εἰσιν, ἀλλ’ οὐ ταῦτα αἴτια καὶ
10πρότερα τῶν πραγμάτων, τά τε πάθη τῶν ἀριθμῶν καὶ οἱ ἀριθμοί. καί εἰσιν οἰκεῖα ταῦτα πάντα καὶ ἓν τῷ ἀνάλογον. ἀλλὰ πῶς ταῦτα οἰκεῖα; ἤ, φησί, καὶ ὥσπερ τὸ εὐθὺ οἰκεῖόν ἐστι τοῦ μήκους, οὕτω τοῦ πλάτους τὸ ὁμαλόν, καὶ ἔστιν ἓν τὸ εὐθὺ καὶ τὸ ὁμαλὸν τῷ ἀνάλογον· ὡς γὰρ τὸ εὐθὺ ἐν μήκει, οὕτως ἐν πλάτει τὸ ὁμαλὸν καὶ ἐν
15ἀριθμῷ ἴσως τὸ περιττὸν καὶ ἐν χρώματι τὸ λευκόν. τὰ μὲν οὖν λεγόμενα ταῦτα· τὴν δὲ λέξιν ὑπερβατῶς ἀναγνωστέον οὕτω κατ’ οὐδένα γὰρ τρόπον τῶν διωρισμένων περὶ τὰς ἀρχὰς οὐδὲν αὐτῶν αἴτιόν ἐστιν· ἅμα γὰρ αἱ ὧραι καὶ ὁ ἀριθμὸς τοιοσδὶ καὶ τὰ ἑξῆς· τὰ δ’ ἄλλα μεταξὺ παρεμβέβληται.
20p. 1093b21 Ἔτι οὐχ οἱ ἐν τοῖς εἴδεσιν ἀριθμοὶ αἴτιοι τῶν ἁρμονικῶν καὶ τῶν τοιούτων. Τοῦτο εἰς τοὺς εἰδητικοὺς ἀριθμοὺς μόνους ἀπέρριπται, οὕς φασιν ἀσυμβλήτους ἔχειν μονάδας, καὶ διὰ τοῦτο διαφορὰν δείκνυσθαι καὶ ἐπὶ τῶν ἴσων. ἡ γὰρ αὐτοτριάς, φασίν, οὐκ ἔστιν ὅπερ τὸ τρίτον μέρος τῆς
25αὐτοεννεάδος, οὐδὲ τὸ ἥμισυ τῆς αὐτοεξάδος. εἰ τοίνυν τοιοῦτοί εἰσιν οἱ εἰδητικοὶ ἀριθμοί, οὐκ ἂν εἶεν αἴτιοι τῶν ἁρμονιῶν· ἐν γὰρ ταῖς συμφω‐ νίαις οἵ τε ὁμόφωνοι φθόγγοι ἴσοι εἰσί, καὶ ἡ νήτη διπλασία τῆς ὑπάτης ἐπιτέταται, καὶ ὅλως ὁ δʹ τοῦ ὀκτὼ ἥμισυς καὶ τοῦ τρία ἐπίτριτος, ὡς ἂν ἀδιαφόρων οὐσῶν τῶν ἐν αὐτοῖς μονάδων. συλλογίζεται οὖν οὕτως. οἱ
30εἰδητικοὶ ἀριθμοὶ διαφόρους ἔχουσι μονάδας· οἱ συνιστάντες τὰς ἁρμονίας ἀριθμοὶ οὐκ ἔχουσι διαφόρους μονάδας· οὐκ ἄρα οἱ εἰδητικοὶ ἀριθμοὶ συνιστᾶσι τὰς ἁρμονίας· ὥστε εἴ τις αὐτοὺς διὰ τοῦτο εἶναι λέγει, ψευδῶς λέγει. Ταῦτα εἰπὼν συμπεραίνεται τὸν σύμπαντα λόγον λέγων τὰ μὲν οὖν
35συμβαίνοντα τοῖς εἰδητικοὺς ἀριθμοὺς ποιοῦσι καὶ τοῖς χωριστὰ τὰ
μαθηματικὰ τιθεμένοις καὶ αἴτια τῶν φυσικῶν λέγουσι τὰ ῥηθέντα ἐστί,836
in Metaph
.

837

καὶ ἔτι πλείω τούτων συναχθείη, τὰ περὶ τῶν εἰδῶν γραφέντα αὐτῷ δύο βιβλία, ἄλλα ὄντα παρὰ τὸ Μ καὶ Ν, καὶ ἐκτὸς τῆς Μετὰ τὰ φυσικὰ συντάξεως. καὶ ἔοικε, φησί, τεκμήριον καὶ πίστις ἱκανὴ εἶναι τοῦ μὴ εἶναι χωριστὰ τὰ μαθηματικὰ τῶν αἰσθητῶν μηδὲ πολλῷ μᾶλλον
5αἴτια τῶν τῇδε τὸ πολλὰ κακοπαθεῖν αὐτοὺς περὶ τὴν γένεσιν αὐτῶν καὶ τὸ κατασκευάσαι ὥς εἰσι, μὴ δυνηθῆναι δὲ τοῦτο ποιῆσαι, μηδὲ συνείρειν καὶ ἀκολουθεῖν καὶ αἰτίας ἀποδιδόναι ἐφ’ ἑκάστου τῶν ἀπορουμένων καὶ ἐπαγομένων αὐτοῖς, μηδὲ λύειν τὰς ἐπαγομένας αὐτοῖς ἐνστάσεις πρὸς ἃ ἂν εἴπωσι ὑπὲρ τῶν εἰδῶν καὶ τῶν ἄλλων ἁπάντων.
10Ὧδε μὲν οὖν τέλος ἔσχεν αὐτό τε τὸ Ν καὶ ἡ σύμπασα τῶν Μετὰ
τὰ φυσικὰ σύνταξις καὶ αἱ εἰς αὐτὸ σχολαί.837