TLG 0732 003 :: ALEXANDER :: De febribus [Sp.]

ALEXANDER Phil.
(Aphrodisiensis: A.D. 2–3)

De febribus [Sp.]

Source: Ideler, J.L. (ed.), Physici et medici Graeci minores, vol. 1. Berlin: Reimer, 1841 (repr. Amsterdam: Hakkert, 1963): 81–106.

Citation: Chapter — section — (line)

Febr
.

t

1

ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ἰατροῦ περὶ πυρετῶν.
Febr
.

1

.

1

Ἤιτησας ἡμᾶς, Ἀσκληπιαδῶν ἄριστε, Ἀπολλώνιε, περὶ πυρετῶν σοι τοσαῦτα διὰ γραφῆς παραδοῦναι, ὅσα σχεδὸν πὰρ ἡμῖν φοιτῶντι διὰ γλώττης παρεδηλώσαμεν, ἵν’ ὥσπερ ὑπόμνημα τῆς ἡμῶν εἴη σοι διδασκαλίας, βουλο‐
5μένῳ περὶ πυρετῶν θεωρεῖν, καὶ μάλιστα νυνί, ὅτε καὶ ἀποδημεῖν ἡμεῖς ἐβουλευσάμεθα, καὶ μακρὰν ἀφ’ ὑμῶν γενέσθαι, σὺ δὲ οὐκέτ’ ἴσως ἕξεις τὸν οὕτω σοι προθύμως τὰ τῆς ἰατρικῆς διασαφήσοντα ὄργια.
Febr
.

1

.

2

Ἐγὼ μὲν οὖν ἕπεσθαί σοι ῥᾴδιος, ἐφ’ ἃ κελεύεις αὐτός. καὶ μὴ ὅτι περὶ πυρετῶν, ἀλλὰ καὶ περὶ παντὸς ἄλλου θεωρήματος ἰατρι‐ κοῦ ἕτοιμος ἂν ἦν, σοῦ χάριν καὶ γλώττῃ καὶ γράμμασι
5διδασκαλίαν ποιήσασθαι, εἴγε μὴ νῦν, ὅτε πρὸς ἀλλ’ ἄττα, τῆς ἐξόδου βιαζομένης, ἡμεῖς ἐπειγόμεθα, μὴ συγχωροῦντα τὴν περὶ τὰ τοιαῦτα σπουδήν, ἀλλὰ πρὸ καιροῦ, ὅτε δη‐ λονότι οἷόν τε ἦν καὶ χρόνον ἡμῖν ἐγγενέσθαι μετὰ τὴν αἴτησιν πρὸς τὴν τοῦ θεωρήματος ξυγγραφήν, τὸ περὶ τού‐
10των ὤφθης αἰτούμενος.
Febr
.

1

.

3

Πολυσχιδὴς γάρ, ὡς οἶδας, καὶ δυσθεώρητος ἡ περὶ πυρετῶν θεωρία καὶ πολλοῦ δεο‐ μένη χρόνου πρὸς κατάληψίν τε καὶ ξυγγραφήν· δεῖν δὲ καὶ αὐτὸς ἂν ξυμφαίης σαυτοῦ τε καὶ ἡμῶν αὐτῶν ἄξιον
5εἶναι τὸ σπουδαζόμενον, εἰ μὴ μάτην αὐτὸς μὲν γράφειν, σὺ δὲ ἀναγινώσκειν αἱρούμεθα.
Febr
.

1

.

4

Καὶ εἴασα ἂν τελέως τοὐγχείρημα διὰ ταῦτα, εἰ μή τις λόγος παλαιῶν ἀνδρῶν καὶ καλῶς ἔχων ἐπῆλθε πείθων με, ὡς ἀνάγκη φιλίαις εἴκειν,
κἂν δέῃ συγκατιέναι τὴν τέχνην, μηδ’ αὐτοῦ δὴ τούτου γε81
5φείδεσθαι.
Febr
.

1

.

5

Ἀμέλει καὶ ἔδοξέ μοι, ὥσπερ ἐν εἰσαγωγῆς τρόπῳ, τὸ παρὸν συντάξασθαι σύγγραμμα, καὶ ἄλλο ἐπαγ‐ γελλόμενον περὶ τῆς ὅλης τῶν πυρετῶν θεωρίας, ἐν ἁρ‐ μόζοντι δῆθεν ἐσόμενον χρόνῳ, νυνὶ τουτί σοι ὡς ἐν ὑπο‐
5θήκης ἐκδοῦναι λόγῳ, ἀκριβοῦς φιλίας ὑπόμνημα.
Febr
.

1

.

6

Καὶ δὴ λέγωμέν σοι πειθόμενοι, ἃ ἂν ὁ καιρὸς διδῷ, μὴ τῷ τῆς τέχνης πλάτει, καὶ τῇ ἡμετέρᾳ περὶ τὸ λέγειν, εἴ τίς ἐστιν, εὐπορίᾳ, τοῦ χρόνου δὲ μᾶλλον χρησάμενοι τῇ βρα‐
5χύτητι. ἀμφοτέροις δὲ παρ’ ἀμφοτέρων ἔσται συγγνώμη, σοὶ μὲν πάλαι αἰτήσαντι, ὅτε μὲν εἰσαγωγήν, ἀλλὰ βίβλον μακρὰν πυρετῶν εἰληφέναι ῥᾴδιον ἦν, ἐμοὶ δὲ φίλοις ἐφ’ ὁποιῳδηποτοῦν οὐκ ἀντιβαίνειν ἐθέλοντι.
Febr
.

2

.

1

Πυρετὸν τοίνυν, ἵν’ ἐντεῦθεν τοῦ λόγου ἄρξωμαι, ἄλλοι μὲν ἄλλως ὡρίσαντο, Ἐμπεδοκλῆς δὲ καὶ Ζήνων καὶ τῶν Ἱπποκρατείων οἱ πλείους θερμασίαν παρὰ φύσιν, ἀπὸ καρδίας μὲν ἀρχομένην, προϊοῦσαν δὲ ἐκ ταύτης δι’ ἀρτη‐
5ριῶν καὶ φλεβῶν ἐφ’ ἅπαν τὸ σῶμα, καὶ τὰς φυσικὰς αἰ‐ σθητῶς βλάπτουσαν ἐνεργείας, ἔφασαν εἶναι· καὶ εἰκότως.
Febr
.

2

.

2

Δεῖ γὰρ παρὰ φύσιν εἶναι τὴν ταῖς φυσικαῖς ἐνεργείαις ἀντιπράττουσαν θέρμην, καὶ ἀπὸ καρδίας ἄρχεσθαι, ὅθεν δήπου τὸ φυσικὸν ἀναβλύζει θερμόν, καὶ δι’ αὐτῶν ἐκεί‐ νων ἐφ’ ἅπαν προϊέναι τὸ σῶμα, δι’ ὧν ἐκεῖνο πρόεισι, τὰς
5φυσικὰς ἐνεργείας ἀποτελοῦν· εἰ γὰρ μὴ δι’ ἐκείνων, αἷς τὸ φυσικὸν προϊὸν ἐνεργεῖ, πόθεν ἂν ἕξῃ τὰς διόδους ὥστ’ ἐφ’ ἅπαν ἐξαπλωθῆναι τὸ σῶμα; καλῶς οὖν ἀπεφήναντο οἱ οὕτω τὸν πυρετὸν ὁρισάμενοι. Ἵνα δ’ ὁ λόγος ἡμῖν καὶ σαφέστερος ᾖ, δίκαιον ἂν εἴη καὶ τὸν ὅρον αὐτόν, ὡς
10ἔχοι, κατὰ μέρος ἐπιστῆσαι, καὶ εἴ τι ἐπιλύσασθαί οἱ ἀπο‐ ρίας ἐχόμενον ἔνεστι.
Febr
.

2

.

3

Παρὰ φύσιν μὲν οὖν θερμασία γένος ἐστὶ τοῦ πυρετοῦ, δι’ ἣν ὁ πυρετὸς νόσος, οὐκ ἐν διαπλάσει, ἀλλ’ ἐν κράσει δυσκρασία θερμή τις οὖσα, μεθ’ ἧς ξυνέρχεται καὶ ξηρά. ἡ γὰρ οὐσία τῶν πυρετῶν ἐν τῷ
5γένει τῆς παρὰ φύσιν θερμότητος, τὰ δ’ ἄλλα πάντα δια‐ φοραί, αἷς συνίσταταί τε καὶ τῶν ἄλλων θερμασιῶν διενή‐ νοχεν· οὐ γὰρ εἴ τι παρὰ φύσιν θερμασία, τοῦτ’ ἐστι πυ‐ ρετός· πυρετός γε μὴν ἅπας παρὰ φύσιν γε θερμασία.
Febr
.

2

.

4

Αὐτίκα ἡ ἐν πνεύμασιν ἐξ ἡλιοκαΐας ἢ πυρὸς ἢ ἄλλου τουτῶν προκαταρκτικῶν αἰτίων γινομένη παρὰ φύσιν θερ‐ μότης, οὔπω δ’ εἰς τὴν καρδίαν ἰοῦσα, ἤτοι τὸ σῶμα αὐ‐ τῆς, ἢ τοὺς περιεχομένους ἐν ταῖς κοιλίαις αὐτοὺς χυμούς,82
5ἢ τὴν ἀερώδη οὐσίαν κατειληφυῖά τε καὶ ἀνάψασα, πυρε‐ τὸς οὔτ’ ἐστιν, οὔτε λέγεται· πολλοῦ γε καὶ δεῖ.
Febr
.

2

.

5

Δεῖ γὰρ ἐκ καρδίας ἄρχεσθαι, καὶ διὰ πνευμάτων καὶ αἵματος ἀπὸ ταύτης ἐφ’ ἅπαν ἰέναι τὸ σῶμα τὸν πυρετόν· ὅπερ οὐκ ἐνῆν τῇ προρρηθείσῃ θερμότητι· ταῦτά τοι πρόσκει‐
5ται ἐν τῷ ὅρῳ τό, ἀπὸ καρδίας μὲν ἀρχομένη.
Febr
.

2

.

6

Κἂν γὰρ ὁ πυρετὸς τοῦ ὅλου σώματος ᾖ νόσος, ἀλλ’ οὖν προ‐ ηγουμένως μέν ἐστι τῆς καρδίας, ἑπομένως δέ γε τοῦ ὅλου σώματος; πῶς γὰρ ἂν ἡ παρὰ φύσιν θερμότης εἰς ὅλον
5ἰέναι τὸ σῶμα δυνήσαιτο, μὴ πρότερον τὴν καρδίαν ἀν‐ άψασα; ἢ τί τῶν ἄλλων μορίων θερμαινόμενον παρὰ φύ‐ σιν οἷόν τέ ἐστι τὸ ὅλον σῶμα θερμᾶναι, καὶ τὴν ἣν ἔχει διάθεσιν τῷ παντὶ μεταδοῦναι, καθάπερ ἡ καρδία μόνη τῶν ἄλλων δύναται, μὴ διὰ μέσης τῆς καρδίας τοῦτο ποιῆ‐
10σαν, πρῶτον μὲν ἐκείνην, ἔπειθ’ ὅλον τὸ σῶμα διὰ ταύ‐ της ἀνάψαν; οὗ πάντως αἴτιον τὸ μᾶλλον τῶν ἄλλων ἐκεί‐ νην χορηγεῖν τε καὶ διοικεῖν ὅλον τὸ σῶμα ταῖς ἰδίαις ἐπιρροαῖς· ὥστε δῆλον ἐντεῦθεν, ὡς ἡ ἐν τῇ καρδίᾳ παρὰ φύσιν ἀναφθεῖσα πρώτως θερμότης ἀληθὴς ἀρχὴ πυρετοῦ.
Febr
.

2

.

7

Ἀρχὴν δὲ λέγω τὴν οἷα μεγέθους, οὐδὲ ταύτης τὴν ἀμερῆ, ἀλλὰ τὴν δυναμένην τῷ ὅλῳ μεγέθει συνδιαιρεῖ‐ σθαι· ἀληθὴς γὰρ τῷ ὄντι πυρετὸς ἡ ἐν τῇ καρδίᾳ παρὰ φύσιν ἀναφθεῖσα θερμότης, κἂν μήπω τῷ ὅλῳ μεταδοθῇ,
5τῷ ποσῷ μόνον τῆς ἐν τῷ παντὶ διαφέρουσα, ἐπεὶ καὶ τὸ ὅλον ἡ καρδία μόνη δυνατεῖ, οὐκ ἄλλο τῶν μορίων οὐθέν.
Febr
.

3

.

1

Ἀλλ’ ἀπορῆσαι ἄξιον, διὰ τί καὶ τὸ παρὰ φύσιν γένος ἐστὶ τοῦ πυρετοῦ; δοκεῖ γάρ πως διαφορὰν αὐτὸ εἶναι, ᾗ διαφέρει θερμοῦ τοῦ κατὰ φύσιν ὁ πυρετός, μόνη δ’ ἡ θερμασία γένος· ὁ μὲν οὖν περὶ τοῦ τῶν ὁμωνύμων
5λόγος, ἐκεῖνα χρὴ διορίσασθαι πρῶτον, περὶ οὗ αὐτῷ πρό‐ κειται λέγειν, ἵνα σαφὴς γένηται, ὡς περὶ κυνὸς τῷ ἀστρῴῳ καὶ τῷ χερσαίῳ διοριζόμεθα λέγοντες.
Febr
.

3

.

2

Ἐπειδὴ οὖν καὶ ἡ θερμασία τῶν πολλαχῶς ἐστι λεγομένων, ἡ μὲν γάρ ἐστι
συστατικὴ τοῦ ζῴου, ἥτις καὶ κατὰ φύσιν λέγεται, ἡ δὲ φθαρτική, ἥπερ καὶ παρὰ φύσιν λέγεται, καὶ ἀμφοτέρων83
5τὸ εἶναι ἐν τῷ παρὰ φύσιν ἢ τῷ κατὰ φύσιν ἐστίν· ἀνάγκη τὸν περὶ ταύτης λόγον διασημᾶναι πρῶτον περὶ ποίας οἱ ὁ σκοπός.
Febr
.

3

.

3

Σημαίνεται δὲ τὰ ὁμώνυμα τῷ λόγῳ τῆς οὐσίας αὐτῶν, ὁ δὲ λόγος τῆς οὐσίας γενικὸς ἑκάστου, γέ‐ νος αὐτοῦ ἐστιν· εἰκότως ἄρα καὶ τὸ παρὰ φύσιν γένος ἐστὶ τοῦ πυρετοῦ, ὡς λόγος ὑπάρχων γενικὸς τῆς οὐσίας
5αὐτοῦ, ᾧ σημαίνεται, καὶ τὸ εἶναι ἔχει, καὶ οὐχ ἡ θερ‐ μασία μόνη.
Febr
.

4

.

1

Καλῶς δὲ τῷ ὅρῳ πρόσκειται καὶ τί, προϊοῦσα δ’ ἐκ ταύτης δι’ ἀρτηριῶν καὶ φλεβῶν ἐφ’ ἅπαν τὸ σῶμα. Δύναται μὲν γὰρ τὰ παρὰ φύσιν θερμανθέντα μόρια τῇ ἁφῇ τὰ πλησιέστερα τῶν μορίων θερμᾶναι, καὶ ταῦτα ἄλλα,
5κἀκεῖνα ἕτερα.
Febr
.

4

.

2

Ἐπεὶ δὲ πᾶν τὸ ἐκ τῆς καρδίας θερμὸν εἰς ὅλον τὸ σῶμα παραπεμπόμενον διὰ μέσων ἴεται τοῦ πνεύματος καὶ τοῦ αἵματος, ἃ παντὶ πρόσεστι μορίῳ τοῦ σώματος, ἐκ τῆς αὐτῆς ἰόντα καρδίας, εἰκότως τὴν παρὰ
5φύσιν θέρμην, ἐκ τῆς καρδίας ἀρχομένην, δι’ ἀρτηριῶν καὶ φλεβῶν εἰς ἅπαν ἰέναι τὸ σῶμά φαμεν. Τοῖς γὰρ αὐτοῖς, οἷς τὸ φυσικὸν θερμὸν παντὶ μορίῳ τοῦ σώματος μετα‐ δίδωσιν ἡ καρδία, καὶ τὸ παρὰ φύσιν θερμὸν παραπέμψει, καὶ μάλισθ’ ὅτε καὶ ὁ πυρετὸς δοκεῖ τὸ φυσικὸν θερμὸν
10εἶναι εἰς τὸ πυρῶδες μεταβληθέν.
Febr
.

5

.

1

Τό γε μήν, καὶ τὰς φυσικὰς αἰσθητῶς βλάπτουσα ἐνεργείας, ὅπερ ἐστὶ τὸ τελευταῖον τοῦ ὅρου, χωρίζει τὸν πυρετὸν ἀπὸ θυμοῦ τε καὶ ὁμοίων· ὁ γὰρ θυμὸς οὐ βλάπτει τὰς ἐνεργείας αἰσθητῇ τινι βλάβῃ, ἐφ’ ᾗ πυρετὸς
5γένοιτο.
Febr
.

5

.

2

Βουλόμεθα δὴ τὸν πυρετὸν διὰ τοῦτο οὐ πᾶσαν εἶναι τὴν παρὰ φύσιν θερμασίαν, κἂν δι’ ἀρτηριῶν καὶ φλεβῶν ἐκ καρδίας τῷ ὅλῳ μεταδοθῇ σώματι, ἀλλ’ ἐκείνην μόνην, ἥ ἐστι νόσος· νόσος γὰρ ἡ παρὰ φύσιν
5διάθεσις τὰς ἐνεργείας βλάπτουσα.
Febr
.

6

.

1

Ἐνεργείας δέ φαμεν φυσικὰς τὰς τῆς φυσικῆς ψυχῆς δυνάμεως ἐνεργείας, αἳ μάλιστα τῇ παρὰ φύσιν βλάπτονται θερμασίᾳ διὰ τὸ γίνεσθαί τε καὶ τελεῖσθαι τῶν ἄλλων μᾶλλον ὥσπερ δι’ ὀργάνου τοῦ φυσικοῦ θερ‐
5μοῦ· τὸ γὰρ τῶν φυσικῶν δυνάμεων ὄργανον ἡ τῶν μο‐ ρίων ἐστὶ κρᾶσις, ὥσπερ αὖ πάλιν τῶν ζωτικῶν ἡ τῶν αὐ‐ τῶν τούτων ἰδία διάπλασις.84
Febr
.

6

.

2

Τὸ δὲ φυσικὸν θερμὸν μὴ τῶν ἁπλῶν, ἀλλὰ τῶν κεκραμένων εἶναι τίς ὅλως ἀμφ‐ αγνοεῖ; εἰ καὶ φυσικὰς ἐνεργείας ἐστὶν εἰπεῖν ἁπάσας τὰς τῆς ψυχῆς ἐνεργείας τῷ τε φύσει ταύτας τελεῖσθαί τε καὶ
5γίγνεσθαι, καὶ τῷ μήτε τὸ αἰσθάνεσθαι, μήτε τὸ κινεῖσθαι, μήτε μὲν τὸ τρέφεσθαι καὶ αὔξεσθαι καὶ γεννᾶν ἄνευ τοῦ φυσικοῦ καὶ ἐμφύτου θερμοῦ μὴ δύνασθαι γίγνεσθαι· ἡ γὰρ τῶν ὁμοιομερῶν κρᾶσις τῆς διαπλάσεως βάσις ἐστὶ καὶ θεμέλιος.
Febr
.

7

.

1

Ταῦτά τοι τῇ παρὰ φύσιν θερμότητι πάσας ὁρῶμεν βλάπτεσθαι τὰς τῆς ψυχῆς ἐνεργείας, καὶ μᾶλλον ἐκείνας, ἃς φυσικὰς ἰατρῶν παῖδες καλοῦσιν· ἐξ οὗ δῆλον, ἁπάντων τῶν ἄλλων νοσημάτων τὸν πυρετὸν δεινότερον
5καὶ ἐπαχθέστερον εἶναι, ἀρχόμενον μὲν ἀπὸ τῆς ἀρχοει‐ δεστάτης ἀρχῆς, τῆς καρδίας, εἰς ὅλον δὲ προϊόντα τὸ σῶμα καὶ πάσας τὰς ἐν ἐκείνῳ βλάπτοντα ἐνεργείας.
Febr
.

7

.

2

Οὕτω μὲν οὖν καὶ διὰ ταῦτα πυρετός ἐστι παρὰ φύσιν θερμα‐ σία, ἀπὸ καρδίας μὲν ἀρχομένη, προϊοῦσα δ’ ἐκ ταύτης δι’ ἀρτηρίων καὶ φλεβῶν ἐφ’ ὅλον τὸ σῶμα καὶ τὰς φυσικὰς
5αἰσθητῶς βλάπτουσα ἐνεργείας, καθάπερ εἴρηται.
Febr
.

7

.

3

Ἐπεὶ δὲ παρὰ φύσιν αὐτὸν λέγομεν θερμασίαν, δίκαιον ἂν εἴη φάναι, τίς τε φυσικὴ πρῶτον, τίς τε παρὰ φύσιν θερμα‐ σία· τοῦ γὰρ γένους ἐκδήλου γεγονότος, τάχα καὶ τὸ οὗ
5ἐστι γένος οὐκ ἀγνοηθήσεται.
Febr
.

8

.

1

Φυσικὴ τοίνυν ἐστὶ θερμότης, τὴν αὐτὴν δέ φημι καὶ ἔμφυτον δήπου θερμόν, ᾗ ἡ ἀρχὴ τοῦ ζῴου ἡ φύσις· συμφύεται γὰρ τῷ ζῴῳ, καὶ διὰ τοῦτο λέγεται φυ‐ σική, ὄργανον οὖσα καθόλου τῶν τῆς ψυχῆς δυνάμεων·
5οὐδὲ γὰρ οἷόν τε τὴν ψυχὴν ἄνευ τοῦ τοιούτου θερμοῦ παράξαι τινὰ τὴν τυχοῦσαν ἐνέργειαν.
Febr
.

8

.

2

Ἅπαν γε μὴν ὄργανον ἀνάλογόν τε ἐκείνῳ δεῖ εἶναι, οὗ ἐστιν ὄργανον, καὶ τὸν προσήκοντα λόγον πρὸς τὸ ἔργον καὶ τὸ ἀποτέ‐ λεσμα σώζειν. ἄλλως γὰρ τό,τε ὄργανον τό,τε οὗ ἐστιν
5ὄργανον, καὶ τὸ δι’ ὃ τὸ ὄργανον, μάτην ἂν εἴη, καὶ οὕ‐ τως ἐν τοῖς οὖσι καθ’ αὑτὸ δήπου τι μάτην συνεισαχθείη.
Febr
.

8

.

3

Δεῖ ἄρα καὶ τὴν ἔμφυτον θερμασίαν, ὄργανον οὖσαν ψυχῆς, ὥσπερ εἴρηται, μὴ ἀπολελυμένην τε καὶ ἁπλῆν ἔχειν τὴν κρᾶσιν, ἀλλ’ ἀναφερομένην πρός τε τὰς τῆς ψυχῆς δυνάμεις, πρός τε τὰ ἔργα τούτων, κἀκείνοις ἀνάλογον85
5εἶναι, καὶ διὰ ταῦτα ξυγκεκραμένην ψυχρῷ τε καὶ ὑγρῷ καὶ ξηρῷ, καὶ εὔκρατόν τε καὶ σύμμετρον. καὶ καλοῖτ’ ἂν διὰ ταῦτα δικαίως φυσική τε καὶ ἔμφυτος κρᾶσις, μᾶλλον δὲ ἀπὸ ταύτης ἡ φυσικὴ καὶ ἔμφυτος κρᾶσις θερμὴ λέγοιτ’ ἄν, τοῦτο μέν, διὰ τὸ ἐν τῇ τῶν λόγων κράσει τὸ θερ‐
10μὸν τὰς ἄλλας νικᾶν καὶ ὑπερβάλλειν ποιότητας· τὰ γὰρ ζῷα θερμὰ δήπου διὰ τὴν ἐν αὐτοῖς ὑπερβάλλουσαν θέρ‐ μην καὶ τὰς λοιπὰς νικῶσαν ποιότητας· τοῦτο δέ, διὰ τὸ τὸ θερμὸν δραστικώτατον εἶναι τῶν ἄλλων ἁπασῶν ποιο‐ τήτων· οὐδεμία γάρ τε γειτνιῶσα αὐτῇ μεταβάλλει ποιότης,
15ὡς τὸ θερμόν.
Febr
.

8

.

4

Τοιαύτη μὲν οὖν ἡ φυσικὴ καὶ ἔμφυ‐ τος θερμασία· ἡ δὲ παρὰ φύσιν ἐστὶν ἡ ἔκ τινος ἐξωτε‐ ρικῆς αἰτίας, ἥτις ποτ’ ἂν εἴη, μήτε οἰκείας τῇ φύσει, μήτε μὴν ἀπὸ ταύτης τὴν ἀρχὴν εἰληφυίας, ἐπερχομένη
5τῷ σώματι, οὐκ ἀνάλογον ὄργανον οὖσα τῶν φυσικῶν δυνά‐ μεων, οὐδὲ τὸν ἁρμόζαντα πρὸς τὰ ἔργα σώζουσα λόγον, τοῦτο μὲν τῷ ἐπείσακτον καὶ ἀλλοτρίαν εἶναι, τοῦτο δ’ αὖ πάλιν τῇ ἑαυτῆς δυσκρασίᾳ μὴ σώζουσα τὴν πρὸς τὰς δυ‐ νάμεις καὶ τὰ ἔργα ἀναλογίαν· λέγοιτο δ’ ἂν ἡ τοιαύτη καὶ
10παρὰ φύσιν κρᾶσις, πρὸς τὸ θερμότερον ἀποκλίνουσα κατὰ τὸν αὐτὸν λόγον τῆς ἐμφύτου θερμότητος.
Febr
.

9

.

1

Ἰστέον δέ, ὅτι, ὥσπερ ἔμφυτον, οὕτω καὶ ἐπείσακτον θερμὸν λέγομεν, οὐ μὴν δέ, ὥσπερ ἐπείσακτον, οὕτω καὶ ἔμφυτον ψυχρὸν λέγομεν· οὗ πάντως αἴτιον τὸ μὴ ἁπλῶς τε καὶ καθ’ αὑτὸ τὸ ψυχρὸν τὸ τῆς φύσεως ἔργον εἰσ‐
5δύεσθαι, καθάπερ καὶ τὸ θερμόν· ἀλλότριον γὰρ καὶ φθαρ‐ τικὸν τῆς τῶν ἐμψύχων, καὶ μάλιστα τῆς τῶν ζῴων φύ‐ σεως τὸ ψυχρόν, καὶ ἀκινησίας μᾶλλον ἢ κινήσεως αἴτιον. Εἰ γάρ που καὶ γίνεται τῇ φύσει γε συμπαρομαρτοῦν, οὐ καθ’ αὑτό γε μήν, ἀλλὰ κατὰ συμβεβηκός.
Febr
.

10

.

1

Φανερὸν οὖν ἐκ τῶν εἰρημένων, ὅτι ἡ φυσικὴ καὶ ἔμφυτος θερμότης παρὰ φύσιν θερμότητος διενήνοχε πρῶ‐ τον μὲν τοῖς αἰτίοις, ἔπειτα τῷ εὐκράτῳ τε καὶ δυσκράτῳ,
καὶ ὅλως ὥσπερ τὸ ἄκρον τοῦ μέσου· ὡς γὰρ ἀρετὴ πρὸς86
5κακίαν, οὕτως εὐκρασία πρὸς δυσκρασίαν· κἀντεῦθεν ἑπο‐ μένως τῷ τε εἴδει καὶ τῇ μορφῇ, καθάπερ τὸ ὑγιεινὸν τοῦ νοσώδους διενήνοχε σώματος περί γε μὴν τὸ αὐτὸ ὑπο‐ κείμενον ἄμφω, ὡς πρὸς τρόπου τοῖς ἐναντίοις, εἰώθασι γίγνεσθαι, εἴτε πνεῦμα, εἴτε χυμός, εἴτε μόριον τοῦ τ’ ἂν
10εἴη, ἐν ᾧ πρὸς ἀλλήλας καὶ ποιοῦσι καὶ πάσχουσι.
Febr
.

10

.

2

Τὸ γὰρ ἔμφυτον θερμὸν ἢ εὔκρατον τῷ παρὰ φύσιν θερμῷ, καθάπερ ἄκρῳ μέσον, ἀντίκειται, καὶ ἐναντία ἡ ἔμφυτος θέρμη τῇ παρὰ φύσιν θερμότητι, καθάπερ ἀρετῇ κακία,
5ὡς μικρῷ πρόσθεν ἐλέγομεν. Τοιαύτη μὲν οὖν ἥ τε κατὰ φύσιν ἥ τε παρὰ φύσιν θερμότης, καὶ τοιαύταις ἀλλήλων διαφοραῖς, ὡς ἐκ πολλῶν ὀλίγα λέγειν, διενηνόχασι.
Febr
.

11

.

1

Ἐπεὶ δ’ ὁ πυρετὸς δοκεῖ τε καὶ λέγεται τὸ φυ‐ σικὸν θερμὸν εἶναι πρὸς τὸ πυρῶδες μεταβάλλον, φέρε θεωρήσωμεν, εἰ καλῶς δοκεῖ τε καὶ λέγεται· ἔχει γάρ πως φυσικωτέραν θεωρίαν ἡ σκέψις.
Febr
.

12

.

1

Φημὶ δή, δυοῖν ἐναντίων πρὸς ἄλληλα δρώντων τε καὶ πασχόντων ἐν τῇ αὐτῇ ὕλῃ, θάτερον μὲν ἐκβάλ‐ λεσθαί τε καὶ φθείρεσθαι, θάτερον δὲ ἀντεισάγεσθαι. οὐδὲ γὰρ καὶ ἄμφω δυνατὸν ἐντελεχείᾳ ἐν τῷ αὐτῷ παρεῖναι
5ὑποκειμένῳ, οὐδ’ αὖ τοῦ αὐτοῦ ἀπεῖναι ὑποκειμένου, ἀλλὰ θατέρῳ μὲν ἐπερχομένῳ θάτερον ἀνάγκη τῆς ὕλης παρα‐ χωρῆσαι, θατέρου δὲ παραχωροῦντος, θάτερον αὖθις εἰσι‐ έναι καὶ τὴν ὕλην εἰδοποιεῖν.
Febr
.

12

.

2

Οὐδέποτε γάρ, οὐδ’ ἐν αὐτῷ τῷ νῦν τοῦ χρόνου τῷ ἀμερεῖ, τὴν δεκτικὴν τῶν ἐναντίων ὕλην τε καὶ οὐσίαν ὑπὸ μηδετέραν οἷόν τε, φύ‐ σει τῶν ἐναντίων, εἶναι μορφήν, οὐδ’ αὖ τὰ πλεῖστον ἀλ‐
5λήλων διεστηκότα, κἂν ὑπὸ τὸ αὐτὸ γένος ᾖ, τὴν ἐν τῷ αὐτῷ φέρει δίαιταν, ἄλλως ὑπ’ ἄλλῳ τεταγμένῳ τε καὶ δια‐ κειμένῳ· οὐδὲ γὰρ πρὸς τὸν λόγον, καὶ εἰ τὰ μὲν ἔμμεσα, τὰ δ’ ἄμεσα εἴη τῶν ἐναντίων.
Febr
.

12

.

3

Καὶ περὶ ἀμφοτέρων γὰρ ὁ αὐτὸς ἁρμόζει λόγος, ὅσα γε πρὸς τὴν ὕλην τε καὶ μεταβολήν· καὶ ἄλλως δέ, τὰ μέσα τοῖς ἄκροις πῶς τὰ αὐτά;
Febr
.

12

.

4

Ἐπεὶ δὲ πᾶσα φυσικὴ δρᾶσις ἢ πεῖσις, ἡ ἐν τῷ γίγνεσθαι τὸ εἶναι ἔχουσα κίνησις, κίνησις δὲ ἐν χρόνῳ, τοῦ δὲ χρόνου τὸ μὲν ἀρχή, τὸ δὲ μέσον, τὸ δ’ ἄκρον καὶ
ἔσχατον, ἔτι δὲ καὶ τἀναντία, ἐν οἷς ἡ κίνησις, ἔμμεσα,87
5πολλῶν ὄντων μεταξὺ τοῖν δυοῖν εἰδῶν τε καὶ ὑποστά‐ σεων, ἀνάγκη μήτ’ ἐν τῇ ἀρχῇ τῆς κινήσεως θάτερον μὲν τῶν ἐναντίων φθαρῆναι, θάτερον δὲ ἀντεισαχθῆναι, μήτε μὴν ἐν τῷ μέσῳ· μάτην γὰρ ἂν ἦν ἡ ἀπὸ τῆς ἀρχῆς ἄχρι τοῦ μέσου καὶ τελευταίου, καὶ ἡ ἀπὸ τοῦ μέσου πάλιν ἐπὶ
10τὸ ἔσχατον κίνησις.
Febr
.

12

.

5

Λείπεται τοίνυν μόνον ἐν τῷ τῆς κινήσεως ἄκρῳ τε καὶ ἐσχάτῳ τὸ μὲν τῶν ἐναντίων πάντη φθαρῆναι καὶ μηκέτι εἶναι, τὸ δὲ ἀντεισαχθῆναι κατὰ τὸ αὐτὸ νῦν τοῦ χρόνου, ὃ καὶ ὅρος ἐστὶ τῆς κινήσεως ὁ εἰς
5ὅ· καὶ μεταξὺ δὲ τοῖν δυοῖν ὅροιν, τοῦ τ’ ἐξ οὗ, τοῦ τ’ εἰς ὅ, πολλὰ τῶν μέσων εἰδῶν ἀνάγκη γίγνεσθαι δήπου, τοῦ μὲν προηγούμενα, τοῦ εἰς ὅ, τῷ δ’ ἑπόμενα, τῷ ἐξ οὗ, ἃ οὐ‐ δέτερον τῶν ἄκρων οὔτ’ ἐστιν, οὔτε λέγεται, οἷον φαιόν, ὠχρόν, ἐρυθρὸν καὶ τἄλλα τῶν μέσων, εἰς ἃ πρῶτον μετα‐
10βάλλει τὸ ἐκ τοῦ μέλανος εἰς λευκὰ μεταβάλλον, ὃ οὔτ’ ἔστιν, οὔτε λέγεται λευκὸν ἢ μέλαν ἁπλῶς, εἰ μήπου τοῖν δυοῖν ἄκροιν παραβαλλόμενον, πρὸς ἐκεῖνο μὲν μέλαν, πρὸς δὲ τοῦτο λευκὸν λέγοιτ’ ἄν, ἁπλῶς δὲ οὐκ ἔστιν, εἰ μή τις τὰ εἴδη συγχέειν βούλοιτο.
Febr
.

12

.

6

Τὰ αὐτὰ δ’ ἂν φαίη τις καὶ περὶ τῶν ἀποστάσεων τῶν αὐτῶν καὶ τῶν ἄκρων πλὴν ὅτι τῶν ἄκρων μὲν ἐκεῖνα τῷ εἴδει, αἱ δ’ ἀποστάσεις τῶν αὐτῶν τῷ μᾶλλόν τε καὶ ἧττον καὶ τῇ εὐτομότητι
5διαφέρουσι. Τὰ αὐτὰ δὴ πάντα κἀν τῷ πυρετῷ νοῶν, οὐκ ἂν ἁμάρτοις.
Febr
.

12

.

7

Τοῦ γὰρ ἐπεισάκτου καὶ ἀλλοτρίου θερμοῦ τὸ ἐν ἡμῖν πνεῦμα, ἢ χυμόν, ἢ μόριον, ἅπερ εὔ‐ κρατά ἐστι τῇ τοῦ θερμοῦ, ἣν ἐλέγομεν, εὐκρασίᾳ, θερ‐ μαίνοντός τε καὶ ἀλλοιοῦντος, ἀνάγκη θερμότερον ἑαυτοῦ
5γίγνεσθαι ἕκαστον, ὡσπερεὶ ἐκ ψυχροῦ ἢ χλιαροῦ μετέβα‐ λεν εἰς θερμόν· ἐπεὶ δὲ τὸ θερμαινόμενον οὔπω τεθέρ‐ μασται, τὸ δὲ τεθερμάσθαι ὁ εἰς ὃ τῆς θερμάνσεως ὅρος, δεῖ πάντως τὸ ἐξ εὐκράτου θερμαινόμενον ἄχρι τοῦ τεθερ‐ μάσθαι διὰ μέσων ὅτι πλείστων εἰδῶν τε καὶ ἀποστάσεων
10ἰέναι τῆς παρὰ φύσιν θερμότητος, ὧν οὐδεμία τῷ ἄκρῳ πάντη παρόμοιος, οὐδ’ ἕξις ἔστιν, οὐδὲ λέγεται.
Febr
.

12

.

8

Τὸ δὲ τοιοῦτον μέσον, τὸ δὴ τοῦ σώματος ἀλλοιώσεων, εἴτε θέρ‐ μανσις εἴτε ψύχρανσις εἴη, εἴτε καὶ ἄλλη τις τῶν ἐκ τῶν
πρώτων ποιοτήτων παρωνύμως γε λεγομένων, παρ’ ἰατροῖς88
5δυσκρασία λέγεται διὰ τὸ τὴν τῶν ἐναντίων ἐν αὐτῇ μά‐ χην ἐνεστάναι· δυσκρασία μὲν τῷ μὴ ἀνάλογος εἶναι ταῖς φυσικαῖς ἐνεργείας, διάφορος δὲ τῇ πρὸς τὴν φυσικὴν αὐ‐ τῆς σχέσει.
Febr
.

12

.

9

Ἐν τῷ τοιούτῳ τοίνυν μέσῳ καὶ τὰ τοῦ σώματος μόριά φαμεν εἶναι, ὅτε τὸ σῶμα πυρέττει τὸν ἐπὶ πνεύμασιν ἢ χυμοῖς σηπομένοις ἀναπτόμενον πυρε‐ τόν, ὡς ἐκ τῶν ἔμπροσθεν ῥηθέντων ἐστὶν ἰδεῖν.
Febr
.

12

.

10

Τῆς δ’ ἀλλοιώσεως ἤδη πρὸς τὸ τέλος ἡκούσης, καὶ τῆς τῶν ἐναντίων πρὸς ἄλληλα μάχης γε παυσαμένης, ἥ τ’ ἐπιγι‐ νομένη κρᾶσις ἴση λέγεται, θατέρου τῶν ἐναντίων ὅλου
5φθαρέντος, καὶ τὰ μόρια ὑπὸ τὴν τοιαύτην κρᾶσιν εἶναι καὶ ὑπὸ τὸ τεθερμάσθαι φαμέν.
Febr
.

12

.

11

Παυσαμένης δὲ τῆς ἀλλοιώσεως καὶ τῆς ἴσης ἐκείνης καλουμένης κράσεως ἐπι‐ γενομένης, ἐπεὶ τὸ αἰσθάνεσθαι ἀλλοιώσει τινὶ τῶν αἰ‐ σθήσεων γίνεται, οὐκ ἔσται τῆς ἴσης ἐκείνης, ὥσπερ οὐδὲ
5τῆς φυσικῆς οὐδεμία κράσεως αἴσθησις, οὐδὲ ὀδύνη λυποῦσα τὴν αἴσθησιν.
Febr
.

12

.

12

Γέγονε γὰρ ὡσπερεὶ φυσική τις τῶν μορίων διάθεσίς τε καὶ κρᾶσις, ἧς οὐδεμία παρὰ τοῦ ἔχον‐ τος αἴσθησις, τοῦ μηδεμίαν αὐτοῦ τινος εἰς ἑαυτὸν γί‐ γνεσθαι δρᾶσιν, καὶ ὥσπερ ἕξις τις τοῖς μορίοις ἐμπεφυ‐
5κυῖα, ὅθεν καὶ τοῦ ὀνόματος ἔτυχεν, ἑκτικὸς πυρετὸς κα‐ λουμένη παρ’ ἰατροῖς.
Febr
.

12

.

13

Τούτων τοίνυν οὕτω διωρισμέ‐ νων, ἐντεῦθεν ἐστὶν ἰδεῖν, ὅτι ὥσπερ οὐκ ἔστι κυρίως εἰπεῖν τὸ μέλαν, ὅτε λευκαίνεται, ταὐτὸν δὲ εἰπεῖν, ὅτε ὑπὸ τὴν κίνησιν ἔτι καὶ ἐν τῷ μεταξύ ἐστι τῆς κινήσεως,
5ὅτι μετέβαλεν εἰς λευκόν, τῷ τὸ λευκαινόμενον ἔτι μὴ λε‐ λευκάσθαι, καθάπερ οὐδὲ λευκανθὲν καὶ ἐν τῷ εἰς ὃ τῆς κινήσεως ὂν λέγοιτ’ ἂν ἀμηγέπη μέλαν, τῆς μελανίας πάντη φθαρείσης, οὕτως οὐδὲ τὸν ἐπὶ πνεύμασι καὶ χυμοῖς ση‐ πομένοις ἀναπτόμενον πυρετὸν λέγειν δίκαιον παρὰ φύσιν
10θερμασίαν εἰς πυρώδη μεταβάλλουσαν.
Febr
.

12

.

14

Τὸ γὰρ μετα‐ βάλλον οὐ μεταβέβληκεν, εἰ μή τις λέγειν ἐθέλει πᾶν τὸ μεταξὺ εἶδος καὶ πᾶσαν ἀπόστασιν πυρώδη καὶ θερμότητα καὶ δυνάμει μόνον οὖσαν, ἐντελεχείᾳ δὲ οὔ· τὸ γὰρ κινού‐
5μενον δυνάμει τοῦ πρὸς ὃ κινεῖται, οὐκ ἐντελεχείᾳ· οὐ γὰρ ἂν ἐκινεῖτο, ἀλλ’ ἠρέμει, τοιοῦτον ἐντελεχείᾳ ὄν, οἷον τὸ
πρὸς ὃ κινεῖται· ἄλλως γὰρ κινούμενον τὸ αὐτό, καὶ μὴ κινούμενον κατὰ τὸ αὐτὸ καὶ ἐν τῷ αὐτῷ γ’ εἴη ἄν, ὅπερ ἀντίφασις· ὅ γε μὴν ἑκτικὸς πυρετὸς ἔστι μὲν ὡς τὸ κατὰ89
10φύσιν θερμὸν εἰς τὸ πυρῶδες μεταβάλλον, ἔστι δὲ ὡς οὔ.
Febr
.

12

.

15

Εἰ μὲν γὰρ τὸ θερμὸν ἀντὶ τῆς ποιότητος νοηθείη τε καὶ ληφθείη, οὐκ ἔστι· τὸ γὰρ πυρῶδες ἐκεῖνο θερμὸν οὐ‐ δαμῶς ἐστι τὸ κατὰ φύσιν θερμόν· εἰ δ’ ἀντὶ τοῦ ὑπο‐ κειμένου, καὶ μάλα· τὸ γὰρ ἐν τῷ ἑκτικῷ μεταβάλλον πυ‐
5ρετῷ, ποιόν, ἀλλ’ οὐ ποιότης ἐστί, καὶ τὸ τοιοῦτον οὐ θέρμη, θερμὸν δὲ λέγεται, οὐδ’ αὖ πυρετός, ἀλλὰ μᾶλλον πυρέσσον· χρῶνται δ’ ὁμοίως οἱ ἰατροὶ ταῖς τοιαύταις τῶν λέξεων ἐστιν ὅτε, καὶ οὐκ ἄνευ ἴσως αἰτίας καὶ λόγου.
Febr
.

12

.

16

Ἐπειδὴ γὰρ ἐν τῷ μεταξὺ τῆς τοιαύτης ἀλλοιώσεως ἄπειρα δήπου τὰ εἴδη, καθάπερ ἐν τοῖς φυσικοῖς δέδεικται, μὴ τυχόντα ὀνόματος, ἔδει τὸν ἰατρόν, περὶ ἐκείνων λό‐ γον ποιούμενον, τῷ τοῦ ἄκρου, πρὸς ὅπερ ἡ κίνησις, ὀνό‐
5ματι ταῦτα καλεῖν, περὶ παντὸς ἁπλῶς λέγοντα πυρετοῦ, ὅτι τὸ κατὰ φύσιν θερμόν ἐστι πρὸς τὸ πυρῶδες μετα‐ βάλλον. Ἀληθεύει δὲ μᾶλλον, εἴτις ἐθέλοι λέγειν τὸ τοιοῦ‐ τον περὶ τοῦ ἑκτικοῦ, καθάπερ εἴρηται, πυρετοῦ.
Febr
.

13

.

1

Ἐπιστάσεως δὲ ἄξιον, ὅτι ὁ πυρετὸς οὐκ ἔστιν οὐδενὸς ἢ μόνων τῶν σώματος, ἃ καὶ κυρίως ἔστι τε καὶ λέγεται ἔμψυχα· οὔτε γὰρ τὸ ἐν ἡμῖν πνεῦμα κυρίως, οὔθ’ οἱ χυμοί, μόνα δὲ πυρέττει τὰ τοῦ σώματος μόρια, ἅπερ
5καὶ ὄργανα τῶν παρ’ ἡμῖν εἰσιν ἐνεργειῶν, εἰκότως.
Febr
.

13

.

2

Ὡς γὰρ ἡ ὑγεία, διάθεσις φυσική τις οὖσα τοῦ ἀνθρωπίνου σώματος, δι’ ἧς τελείως ὁ ἄνθρωπος τὰς ἑαυτοῦ προσηκού‐ σας ἐνεργείας ἀποτελεῖ, ἐν τοῖς μορίοις ἐστὶ τοῦ σώματος,
5ὧν αἱ ἐνέργειαι· χυμοὶ δὲ καὶ πνεύματα ποιητικὰ ταύτης αἴτια, τὰ μὲν ὡς ὄργανον καθόλου καὶ γενικὸν τῆς ψυχῆς, οἱ δὲ ὡς ὕλη τῶν μορίων, ἐξ ὧν αὔξεταί τε καὶ τρέφεται· οὕτω καὶ ἡ νόσος, ἧς εἶδος ὁ πυρετός, διάθεσις παρὰ φύσιν τοῦ ἀνθρωπίνου σώματος, ὑφ’ ἧς ἐν ταῖς ἐνεργείαις
10καθ’ αὑτὸ καὶ πρώτως αἰσθητὴ γίγνεται βλάβη, ἐν τοῖς αὐτοῖς ἔσται μορίοις τοῦ σώματος, ὧν αἱ ἐνέργειαι· τὰ γὰρ ἐναντία ἐν τῷ αὐτῷ πέφυκε γίγνεσθαι.
Febr
.

13

.

3

Πνεῦμα δὲ καὶ χυμοὶ ποιητικὰ μᾶλλον, ἀλλ’ οὐχ ὑλικὰ νόσου καὶ πυρετῶν
αἴτια. ἄλλως τε νόσον καὶ ὑγείαν, πάθη τῶν τοῦ ἐμψύχου, ᾗ ἔμψυχα, ὄντα, δεῖ ὡς ἐν ὑποκειμένοις εἶναι τοῖς ἐμψύ‐90
5χοις· μόνα δὲ τῶν ἐν ἡμῖν ὄντων τὰ μόρια ἔμψυχα· πνεύ‐ ματα γὰρ καὶ χυμοὶ ἄψυχα, μήτε τρεφόμενα, μήτ’ ἄλλην τινὰ φυσικὴν ἐνεργείαν ἔχοντα· ὥστε πᾶς πυρετός, εἴτ’ ἐφήμερος, εἴτ’ ἐπὶ χυμοῖς ἀναπτόμενος σηπομένοις, εἴτε καὶ ἑπτικὸς ἐν τοῖς μορίοις ἐστὶ τοῦ σώματος, κἂν οἱ μὲν
10γίγνωνται ἔτι καὶ ἐν τῷ γίγνεσθαι τὸ εἶναι ἔχωσιν, ὁ δ’ ἑκτικός, γεγονὼς ἤδη, οὐκέτι γίγνεται, οὐδ’ ἐν τῷ γίγνεσθαι τὸ εἶναι ἔχει.
Febr
.

13

.

4

Ταῦτ’ ἄρα καὶ πυρέττειν μέν φαμεν τὰ μόρια, καὶ θερμαίνεσθαί τε καὶ τεθερμάσθαι· τὸ γὰρ πυρέττον ἅπαν ἢ θερμαίνεται, ἢ τεθέρμασται· οὐχ ἅπαν δὲ τὸ θερμαινόμενον ἢ καὶ τεθερμασμένον πυρέσσει τοῦτο
5τὸ μόριον, ὅτῳ χυμὸς ἢ πνεῦμα πυρετῶν αἴτια, αἴτιά γε μὴν ὡς ποιητικά.
Febr
.

14

.

1

Ἐκ δὲ τούτων φανερόν, ὅτι τῶν πυρετῶν οἱ μέν εἰσι γιγνόμενοι, οἱ δὲ γεγονότες, ὥσπερ καὶ τῶν νό‐ σων αἱ μέν εἰσι γεγονυῖαι, αἱ δὲ γιγνόμεναι, ὧν τὸ μὲν γέγονε, τὸ δὲ γενήσεται· καὶ οὔπω λέγω, ὅτι καὶ οὔπω
5ὄντες τινές εἰσιν, ἐσόμενοι δέ, ἐκ τῆς κατὰ τὸ σῶμα δια‐ θέσεως. Ἀλλὰ ταῦτα μὲν ἐν ἄλλοις, ῥηθήσεται δ’ ἴσως σὴν χάριν καὶ μετρίως ἐν τοῖς ἑξῆς.
Febr
.

14

.

2

Οὕτω μὲν οὖν καὶ περὶ τούτου διώρισται. Καιρὸς δ’ ἂν εἴη λοιπὸν ἐπὶ τὰ ἑξῆς τρέψαι τὸν λόγον. Καὶ πρῶτον μὲν περὶ τῶν ἐν ἡμῖν ῥητέον· ὑγρὰ δὲ ταῦτα καὶ πνεύματα καὶ στερεά· ἐπειδή‐
5περ ἀνωτέρω τούτων ἐμνήσθημεν· ἔπειτα καὶ περὶ αἰτίων ἐν γένει, καθ’ εἱρμόν τινα τοῦ λόγου προβαίνοντος.
Febr
.

15

.

1

Τριῶν τοίνυν ἐν ἡμῖν ὄντων, στερεῶν, ὑγρῶν καὶ τῆς ἀερώδους οὐσίας, καὶ τῶν μὲν μορίων τοῦ ἡμε‐ τέρου σώματος ὄντων τῶν στερεῶν, τῶν δὲ χυμῶν τῶν ὑγρῶν, τοῦ δὲ φυσικοῦ πνεύματος τῆς ἀερώδους οὐσίας,
5συμβαίνει τὴν παρὰ φύσιν θερμότητα ἄλλοτε μὲν ἐξ ἄλλου τῶν εἰρημένων ἄρχεσθαι, ἐπινέμεσθαι δὲ καὶ συνδιατιθέ‐ ναι τῷ πεπονθότι τὰ λοιπὰ δύο γένη, εἰ μὴ φθάσειε λυ‐ θῆναι πρότερον καὶ διαφορηθῆναι· κἀντεῦθεν τρεῖς ἡμῖν καὶ παρὰ τὴν ὕλην διαφοραὶ τῶν πυρετῶν ἀναφαίνονται.
Febr
.

15

.

2

Μία μέν, καθ’ ἣν ἡ ἀερώδης μὲν οὐσία μόνη τεθέρ‐
μασται ἱκανῶς, τὰ δὲ ὑγρὰ καὶ τὰ στερεὰ θερμαίνεται μὲν καὶ αὐτὰ ἔτι, τεθέρμασται δὲ οὐδέπω· διαφέρει γὰρ οὐ μικρῶς τὸ θερμαίνεσθαι τοῦ τεθερμάσθαι· τὸ μὲν γὰρ91
5γίγνεται, δυνάμει τέ ἐστι ξυμπεφυρμένον ἀεὶ καὶ οὔπω ἐν‐ τελεχείᾳ τὸ εἶναι ἔχει, τὸ δὲ γέγονε μὲν ἤδη, καὶ οὔτε δυνάμει ξυμπέφυρται, καὶ ἐνεργείᾳ ἐστίν· ἄλλη δέ, καθ’ ἣν τῶν ὑγρῶν μὲν ἡ οὐσία τεθέρμασται, τεθέρμασται δὲ οὔπω οὔθ’ ἡ ἀερώδης οὐσία, οὔτε τὰ στερεά· θερμαίνεταί
10γε μὴν ἔτι καὶ οὔπω τεθέρμασται· τρίτη δὲ καὶ ἐσχάτη, καθ’ ἣν τεθέρμασται μὲν ἤδη τὰ στερεά, τὰ δ’ ἄλλα θερ‐ μαίνεται μέν, οὐ τεθέρμασται δέ.
Febr
.

15

.

3

Ἡ προτέρα μὲν οὖν τῶν διαφορῶν τοὺς ἐφημέρους, ἡ δὲ δευτέρα τοὺς ἐπὶ χυ‐ μοῖς σηπομένοις ἐναπτομένους, ἡ δὲ τρίτη τοὺς ἑκτικοὺς ἀνέδειξε πυρετούς.
Febr
.

16

.

1

Γένοιτο δ’ ἂν τὰ ῥηθέντα σοι δῆλα, ἐπεξιόντι μὲν καὶ ἅπερ ἡμεῖς εἰς τὴν τούτων σαφήνειαν θήσομεν παραδείγματα, ἐν ᾧ περὶ διαφορᾶς πυρετῶν λέγομεν, οὐχ ἧττον δὲ καὶ τὸ παρὸν ἀναλεγομένῳ παράδειγμα, Ἱππο‐
5κράτει καὶ Ἀρεταίῳ προσευρεθέν, τοῖς ἄρτι ῥηθεῖσιν ὡς οἰκειότατον.
Febr
.

16

.

2

Προκείσθω γὰρ ἡμῖν εἰς θεωρίαν τὸ βα‐ λανεῖον, καὶ θεωρῶμεν ὅσας ἔχει διαφερούσας ἀλλήλων φύσεις, ἐξ ὧν συνίσταται, καὶ ὅπως ἔχει ἢ δύνατ’ ἔχειν πρὸς θέρμανσιν.
Febr
.

16

.

3

Οὐκοῦν τρεῖς οὐσίαι διάφοροι τοῦ βαλανείου συστατικοί· τοῖχοι, ὕδωρ, καὶ ὁ ἐντὸς ἐγκεκλει‐ σμένος καὶ ἐμπεριεχόμενος ὑπὸ τῶν τοίχων ἀήρ· ἀκολου‐ θοῦσι δὲ τοῖχοι μὲν τοῖς ἐν ἡμῖν στερεοῖς, χυμοῖς δὲ ὕδωρ,
5ἀὴρ δὲ πνεύμασι· καὶ θερμαινέσθω ὁ ἐμπεριεχόμενος ὑπὸ τοῦ βαλανείου ἀήρ, μηδενὸς ἄλλου τουτῶν ῥηθέντων ἐκείνῳ συνθερμαινομένου· δυνατὸν δὲ τὸ τοιοῦτον οὐ μόνον τῇ ἐπινοίᾳ, ἀλλὰ καὶ ἐν τῷ γενέσθαι τῷ πράγματι· τεθερ‐ μασμένου δὴ τοῦ ἀέρος, θερμαίνεται πρῶτον μὲν δὴ τὸ
10ἐν τῷ βαλανείῳ ὕδωρ· τοῦτο γὰρ λεπτομερεστέρας οὐσίας καὶ εὐπαθεστέρας, ἤπερ ὁ τοῖχος· ἔπειθ’ ὁ τοῖχος.
Febr
.

16

.

4

Καὶ τοῦτο τῆς προτέρας ἂν εἴη τῶν πυρετῶν διαφορᾶς τὸ παράδειγμα, καθ’ ἣν ἐλέγομεν τοὺς ἐφημέρους ἀναφαίνε‐ σθαι πυρετούς, ἀναπτομένης μὲν καὶ τεθερμασμένης ἤδη
5τῇ παρὰ φύσιν θερμότητι τῆς ἀερώδους οὐσίας, ταὐτὸν δὲ
εἰπεῖν τοῦ πνεύματος, τῶν δὲ χυμῶν καὶ τῶν μορίων ἔτι θερμαινομένων.92
Febr
.

16

.

5

Πάλιν τεθερμάσθω πρῶτον τὸ ἐν τῷ βαλανείῳ ὕδωρ· οὐκοῦν θερμανθέντος ἐκείνου, θερμαίνε‐ ται μὲν αὐτίκα καὶ ὁ ἀήρ, ἔπειτα δὲ καὶ ὁ ἐμπεριέχων ἐκεῖ‐ νον τοῖχος· μήπω δὲ τεθερμάσθω, ἀλλ’ ἔτι θερμαινέσθω·
5καὶ τὸ παράδειγμα τῆς δευτέρας ἂν εἴη τῶν πυρετῶν δια‐ φορᾶς, καθ’ ἣν ἐλέγομεν τοὺς ἐπὶ χυμοῖς σηπομένοις ἀνάπτεσθαι πυρετούς, τεθερμασμένων μὲν τῶν ὑγρῶν, τῶν δ’ ἄλλων ἔτι θερμαινομένων.
Febr
.

16

.

6

Ἔτι, τεθερμάσθω πρῶτον ὁ τοῖχος τοῦ βαλανείου, καὶ μετὰ τοῦθ’ ὁ ἀὴρ καὶ τὸ ὕδωρ ἐκείνῳ ξυνθερμαινέσθω· κἀντεῦθεν ἡ τρίτη καὶ τελευταία τῶν πυρετῶν ἐξεικονισθήσεταί σου διαφοράν, καθ’
5ἣν οἱ ἑκτικοὶ πυρετοί, τεθερμασμένων μὲν ἤδη τῶν στε‐ ρεῶν, τῶν δ’ ἄλλων ἔτι θερμαινομένων, συνίστανται.
Febr
.

17

.

1

Φανερὸν μὲν οὖν διὰ τούτων καὶ ὡς τρία μόνα τὰ ἐν ἡμῖν, ἐν οἷς ἡ παρὰ φύσιν θερμότης, μόρια, χυμοί, πνεύματα· τὰ αὐτὰ δὲ καὶ παρ’ Ἱπποκράτει ἴσχοντα, ἰσχό‐ μενα καὶ ἐνορμῶντα καλεῖται, ἴσχοντα μὲν τὰ μόρια, ἃ καὶ
5στερεὰ προσαγορεύεται, ἰσχόμενα δὲ οἱ χυμοί, ἐνορμῶντα δέ γε τὰ πνεύματα, ἕκαστον ἐκ τῆς ἰδίας δυνάμεως τὴν προσηγορίαν ἁρμόζουσαν εἰληφός.
Febr
.

17

.

2

Ἴσχει μὲν γὰρ καὶ κατέχει τὰ στερεά, ἐνίσχεται δὲ καὶ ἐμπεριέχεται ὑπὸ τού‐ των τὰ ὑγρά τε καὶ διαρρέοντα, ταὐτὸν δὲ εἰπεῖν οἱ χυμοί, ὁρμᾷ δὲ τὰ ἐν ἡμῖν πνεύματα, λεπτομερεστάτης οὐσίας
5ὄντα καὶ θερμοτάτης, καὶ ῥᾷστα διὰ πάντων χωροῦντα τῶν μορίων τοῦ σώματος.
Febr
.

18

.

1

Φανερὸν δὲ καὶ ὡς τρία μόνα τὰ γένη τῶν πυρετῶν, καὶ οὔτε πλείω, οὔτε ἐλάττω· ἐφήμεροι δηλαδὴ καὶ οἱ ἐπὶ χυμοῖς ἀναπτόμενοι σηπομένοις, ἔτι δὲ καὶ οἱ ἑκτικοὶ καλούμενοι πυρετοί. δεχόμενά γε μὴν καὶ ταῦτα
5πλείους διαφοράς, τήν τε παρὰ τὸ μᾶλλον καὶ τὸ ἧττον τῆς παρὰ φύσιν θερμότητος, ἣν δὴ καὶ οὐσιώδη πυρετῶν λέξομεν εἶναι διαφοράν, καθ’ ἣν μεγάλους τε καὶ μικροὺς ὀνομάζομεν πυρετούς, καὶ τὴν παρὰ τὸν τῆς κινήσεως τρό‐ πον, καθ’ ἣν βραδεῖς τε καὶ ταχεῖς λέγονται πυρετοί, καὶ
10διαλείποντες καὶ μή, ἔτι δὲ καὶ τὴν παρὰ τὰ ξυμπτώματα τῆς παρὰ φύσιν θερμότητος, ἐξ ὧν, ὡς ἐκ σημείων, ἡ
διάγνωσις, ὁποῖός ποτ’ ἂν ὁ πυρετὸς εἴη, τοῖς ἰατροῖς εἴωθε γίγνεσθαι, καθ’ ἣν εἰώθαμεν λέγειν τῶν πυρετῶν τοὺς μὲν ἐξερύθρους, τοὺς δὲ ἐξώχρους, ἄλλους πελίους, καὶ93
15ἄλλους ἄλλως. Ἀλλὰ ταῦτα μὲν ἐν τῷ περὶ διαφορᾶς πυρετῶν εἰρήσεται καὶ σαφέστερον· εἰρήσθω δὲ καὶ νῦν ὀλίγ’ ἄττα σὴν χάριν, εἰ καὶ παρεκβατικώτερον τὸν λόγον ποιούμεθα.
Febr
.

19

.

1

Φανερὸν τοίνυν ἐκ τῶν εἰρημένων, ὅτι ῥᾷστα μὲν πάντων ἀνάπτεταί τε τὸ πνεῦμα καὶ τάχιστα διαλύε‐ ται, ἧττον δὲ οἱ χυμοί, ἔτι δὲ ἧττον τὰ μόρια. Ταῦτά τοι καὶ ἀπὸ τυχούσης σχεδὸν αἰτίας φαύλης καὶ ἀμυδρᾶς
5ὁ ἐφήμερος γίνοιτ’ ἄν, καὶ ἀπογίνεται δὲ ῥᾳδίως, τοῦ ἀναφθέντος ῥᾷστα διαφορηθέντος πνεύματος.
Febr
.

19

.

2

Οἱ δ’ ἐπὶ χυμοῖς ἀναπτόμενοι σηπομένοις οὐκ ἀπὸ φαύλης τινὸς αἰτίας γίνονται πυρετοί· στερεωτέρα γὰρ ἡ τῶν χυμῶν φύσις καὶ ἀντιπράττουσα μᾶλλον, ἤπερ τὰ πνεύματα, καὶ
5ἄλλος ἄλλου στερεωτέραν μᾶλλον καὶ ἀντιπράττουσαν ἔχει φύσιν, ὡς ἐν τοῖς ἑξῆς εὖ ἄγαν εἰσόμεθα, δυσκόλως τε ἀπογίνονται τοῖς αὐτοῖς πάλιν λόγοις, καὶ μᾶλλον ὅσοιπερ ἐπὶ στερεώτερον χυμοῦ ἀνάπτονται.
Febr
.

19

.

3

Οἵ γε μὴν ἑκτικοὶ καὶ δυσκολώτατα γίνονται καὶ δυσκολώτατα ἀπογίνονται· οὐ γὰρ ῥᾳδίως ἀνάπτεται τὰ μόρια, στερεωτέρας τυχόντα φύσεως, οὔτ’ αὖ πάλιν θερμανθέντα, ῥᾳδίως ἀποβάλλει
5τὴν θερμασίαν· τὸ γὰρ στερεὸν δυστύπωτόν τε ἅμα καὶ τῆς ἐντυπωθείσης αὐτῷ καὶ μορφῆς καὶ ποιότητος ἄγαν φυλακτικόν, εἰ μή που πρὸς τὴν ἐναντίαν μᾶλλον ῥέπει ποιότητα. Ταῦτ’ ἄρα καὶ ἑκτικοὶ κέκληνται πυρετοί, ὡς ἕξεις ὄντες καὶ δυσαπόβλητοι.
Febr
.

20

.

1

Ἐπιστῆσαι δὲ ἄξιον, ὅτι τριῶν ὄντων ἐν γένει τῶν πυρετῶν, ὥσπερ εἴπομεν, ὁ μὲν ἐφήμερος ὑποδιαιρεῖ‐ ται πάλιν κατὰ τὴν τῶν αἰτίων διαφοράν, ἅπερ ἐν τῷ πνεύματι τοιαύτην παρὰ φύσιν θερμασίαν πρῶτον ποιεῖ,
5καὶ οὐ κατὰ τὴν ἐν τῷ πνεύματι κατ’ οὐσίαν διαφοράν· τὸ γὰρ πνεῦμα ὁμοιομερές ἐστι πάντη, καὶ οὐ τῆς αὐ‐ τῆς ἐστιν ἑτερότητος, ἧσπερ καὶ ὁ χυμός.
Febr
.

20

.

2

Ὁ δ’ ἐπὶ χυμοῖς ἀναπτόμενος πυρετὸς οὐ κατὰ τὴν τῶν αἰτίων διαι‐ ρεῖται· ἓν γάρ ἐστιν αἴτιον, τὸ συνεζευγμένον δηλαδή, τὸ
τὸν τοιοῦτον ἀποτελοῦν πυρετόν, ἡ ἐν τοῖς χυμοῖς μετα‐94
5βολή τε καὶ σῆψις· ἀλλὰ κατὰ τὴν τῶν χυμῶν ἑτερότητα καὶ διαφορὰν ἡ διάφορος ὕλη τῆς σήψεως γίγνεται.
Febr
.

20

.

3

Ὁ δ’ ἑκτικὸς πυρετὸς κατὰ μὲν τὰ αἴτια οὐδεμίαν ἐπιδέχεται τὴν διαφοράν. ὁ γὰρ αὐτὸς διὰ παντός ἐστι πυρετός, κἂν ἐκ διαφορῶν γένηται· κατά γε μὴν τὴν τῶν μορίων
5ὑγρότητα, φθειρομένην τε καὶ δαπανωμένην καὶ μαραι‐ νομένην ὑπὸ τῆς τούτου διαμονῆς, διαφορὰς πολλὰς ἐπιδέχεται, καθάπερ ἐν τῷ περὶ τούτου λέξομεν λόγῳ.
Febr
.

20

.

4

Οὕτω μὲν οὖν τρεῖς αἱ κυριώταται τῶν πυρετῶν, αἷς ἐκ τῆς ἐξ ἡμῖν πρῶτον ὕλης ἡ παρὰ φύσιν ἀνάπτεται θερ‐ μασία, διαφοραί, καὶ οὔτε πλείους, οὔτε ἐλάττους· νυνὶ δὲ περὶ ἕκαστον τούτων λέξομεν ἀκριβέστερον. Ἀλλὰ πρῶ‐
5τον περὶ αἰτίων ῥητέον ἐν γένει, ἔπειτα περὶ αὐτῶν κατὰ τὴν ὑπόσχεσιν τοῦ λόγου προβαίνοντος.
Febr
.

21

.

1

Αἴτιον τοίνυν παρ’ ἰατροῖς τὸ πρῶτον ὄν, ἀφ’ οὗ γίνεταί τις ἐν τῷ ἀνθρωπείῳ σώματι διάθεσις ἢ δια‐ μονὴ διαθέσεως.
Febr
.

21

.

2

Πρῶτον μὲν οὖν ὂν εἴρηται διὰ τὸ ἀρχοειδέστερον εἶναι τὸ αἴτιον τοῦ ἰδίου αἰτιατοῦ, καὶ χρόνῳ μὲν ἔστιν ὅτε, φύσει δὲ ἀεὶ πρότερον ὑπάρχον ἐκείνου· ἀφ’ οὗ δὲ γίνεταί τις ἐν τῷ ἀνθρωπείῳ σώματι διάθεσις,
5πρόσκειται πρὸς δὲ καὶ τὸ ἢ διαμονὴ διαθέσεως, τὸ μὲν ποιητικόν, τὸ δὲ φυλακτικὸν σημαῖνον ἢ νόσου, ἢ τῆς οὐδετέρας διαθέσεως αἴτιον.
Febr
.

21

.

3

Δύο γὰρ τὰ αἴτια παρ’ ἰατροῖς, τὸ ποιητικὸν καὶ τὸ φυλακτικόν· οὐχ ἑνὸς δηλαδὴ σώματος, ἀλλὰ πλειόνων, ὑγιεινῶν, νοσερῶν τε καὶ οὐδε‐ τέρων, καὶ τούτων πάλιν, τῶν ἁπλῶς τε καὶ ἐν τῷ νῦν,
5ὥσπερ καὶ τῶν ἁπλῶς, τῶν ἀεί τε καὶ ἐπὶ τὸ πολύ· τὸ γὰρ αἴτιον ἐν τῷ πρός τι.
Febr
.

22

.

1

Ἀλλὰ πῶς τὸ φυλακτικὸν αἴτιον τὸ ὂν πρῶ‐ τόν ἐστι; προτέρα γὰρ ἡ φυλακτὴ ὑγεία τοῦ φυλακτικοῦ ταύτης αἰτίου· δεῖ γὰρ εἶναι τὴν ὑγείαν, εἶτα φυλάττεσθαι· πρὸς δέ, ταῦτα πρὸς ἄλληλα λέγεται· τὸ γὰρ φυλακτικὸν
5ὑγείας, φυλακτῆς ὑγείας φυλακτικόν, καὶ τὸ ἀνάπαλιν· τὰ τοιαδὶ δ’ ἅμα τῇ φύσει· οὐκ ἄρα τὸ φυλακτικὸν αἴτιον τὸ ὂν πρῶτόν ἐστιν.
Febr
.

22

.

2

Ὑγεία μέν, ᾗ τοιαύτη, προτέρα τοῦ φυλάττοντος ταύτην αἰτίου· ὑγεία δέ, ᾗ φυλακτή, ὑστέρα
τοῦ αὐτοῦ φύσει, καὶ οὐ προτέρα. Καὶ τὰ πρὸς ἄλληλα δὲ οὐ πάντα ἅμα τῇ φύσει, ἅμα γε μὴν ἅπαντα φύσει τῇ95
5γε νοήσει· ἄνευ γὰρ θατέρου θάτερον οὐ νενόηται.
Febr
.

23

.

1

Ἀλλὰ πάλιν πῶς αἴτιον τὸ φυλακτικὸν ὑγείας ἢ νόσου; οὔτε γὰρ ὑλικόν· ἡ γὰρ ὕλη τοῦ ὅλου ἐστὶ μό‐ ριον· καὶ φυλάσσει δὲ οὐχ ᾗ ὕλη, ἀλλὰ τὸ εἶδος μᾶλλον ἐκείνου, οὗ ἐστιν εἶδος.
Febr
.

23

.

2

Πρὸς δέ, τὸ συμβεβηκὸς πῶς ἕξει τὸ ὑλικὸν αἴτιον, τὸ ἐξ οὗ; τὸ γάρ, ἐν ᾧ μόριόν ἐστι, καὶ οὐ φυλακτικὸν αἴτιον, οὔτε ποιητικόν, ἐπείπερ ἀντι‐ διῄρηται τὸ ποιητικὸν τῷ φυλακτικῷ, οὔτε μὴν εἰδικόν·
5τὸ γὰρ φυλακτικὸν αἴτιον, περὶ οὗ ὁ λόγος τοῖς ἰατροῖς, ἀλλότριόν τε καὶ ἔξω τοῦ οὗ ἐστι, πάντως φυλακτικόν· τὸ δὲ εἶδος ἴδιόν τε καὶ τοῦ οὗ ἐστιν εἶδος οὐσιῶδές γε μό‐ ριον· προσέτι καὶ τοῦ εἴδους εἶδος οὐκ ἔστιν· οὕτω γὰρ ἂν εἰς ἄπειρον ἐκπεσούμεθα· ἀλλ’ οὐδὲ τελικόν, ὅτι οὐδὲ
10τὸ τέλος τῆς ὑγείας ἢ νόσου τὸ φυλακτικὸν αἴτιον, μᾶλ‐ λον μὲν οὖν ταῦτα τέλος ἐκείνου καὶ διὰ ταῦτα κἀκεῖνο.
Febr
.

24

.

1

Τὸ φυλακτικὸν εἰς τὸ ποιητικὸν ἀνάγεται δή‐ που, καί πως τῆς τοῦ εἰδικοῦ κεκοινώνηκε φύσεως. Τὸ γὰρ ποιητικὸν καὶ φυλακτικὸν δύναται εἶναι, τῆς ἐπιρροίας ἐκείνου συνεχοῦς οὔσης τῷ ἐπιδεκτικῷ· τὸ γὰρ φῶς ποιεῖ
5μὲν δυνάμει τὰ χρώματα ἐνεργείᾳ χρώματα, γενόμενα δὲ φυλάττει· καὶ ὁ χυμὸς δέ, μορίῳ τινὶ ἐπιρρέων, θερμαίνει μὲν ἐκεῖνο ἢ ψύχει τῇ ἰδίᾳ ποιότητι, θερμανθὲν δέ γε ἢ ψυχθὲν τοιοῦτον ἔτι φυλάττει, εἰ μὴ ἐκείνου γε χωρισθείη· καὶ πάλιν, ἐπιρρέων τινὶ μορίῳ, ἐμφράττει μὲν τοὺς πό‐
10ρους ἐκείνου καὶ τὰς ὁδούς, εἶτ’ ἐμφραχθείσας φυλάττει, τῷ χωρίῳ ἐμφιλοχωρῶν καὶ μὴ μεταβάς, ἢ καὶ διαφορη‐ θεὶς ἢ αὐτομάτως ἢ καὶ ἐπικουρίᾳ τινί.
Febr
.

24

.

2

Ἐς τοῦτο δὲ φέρει καὶ ὃ τοῖς ἰατροῖς ἔθος λέγειν, ὅτι τὰ νοσερὰ αἴτια νόσον ἐμποιοῦσι τῷ σώματι καὶ τὴν αὐτὴν ἔτι διαφυλάτ‐ τουσιν.
Febr
.

24

.

3

Ἀληθὲς μὲν οὖν καὶ πάνυ περὶ τοῦ ποιητικοῦ τῆς νόσου αἰτίου, ὡς, εἰ μὴ χωρισθείη τοῦ πάσχοντος, γένοιτ’ ἂν ἐκ ποιητικοῦ καὶ φυλακτικόν· οὗ πάντως αἴτιον ἡ τῆς ἐνεργείας τούτου συνέχεια καὶ ἡ ἀντικειμένου μάχη·
5ὅθεν καὶ ἀμηγέπη τῆς τοῦ εἰδικοῦ κεκοινώνηκε φύσεως, διαφυλάττον τὴν νόσον, ὡς τὸ εἶδος ἐκεῖνο, οὗ ἐστιν εἶδος.
Febr
.

24

.

4

Οὐ πάνυ δὲ ἀληθὲς τὸ αὐτὸ λέγειν περὶ τοῦ ποιητικοῦ τῆς ὑγείας αἰτίου, ὡς τὴν ὑγείαν ἐμποιῆσαν τῷ σώματι, ἐς τὸ φυλακτικὸν ἔπειτα μεταβάλλοι γ’ ἄν. Εἰ γὰρ τῆς ἐνεργείας τούτου συνέχεια γένοιτο, τὸ ὑγιασθὲν ἤδη σῶμα96
5εἰς τὴν ἀντικειμένην διάθεσιν ἔξω θήσεται τῇ ἐξ ἧς ἐπηνώρ‐ θωτο καταστάσει· αἴτιον δὲ τὸ ποιητικὸν αἴτιον τῆς ὑγείας μᾶλλον ἀνήκειν τῇ νόσῳ ἢ τῇ ὑγείᾳ, τοσοῦτόν τε ἀπὸ θατέρου μέρους τῆς ὑγείας ἀφίστασθαι, ὅσον ἀπὸ θατέρου τῆς αὐτῆς αὖθις ἡ νόσος, ὧν οὐδέτερον ἄν τις εἴποι περὶ
10τοῦ φυλακτικοῦ τῆς ὑγείας αἰτίου.
Febr
.

24

.

5

Τὸ τοίνυν ποιητικὸν καὶ φυλακτικὸν τῆς νόσου γένοιτ’ ἂν αἴτιον, ὡς ἐλέγομεν, καὶ διὰ τοῦτο πρὸς ἐκεῖνό γε ἀναχθήσεται· τό γε μὴν φυλακτικὸν τῆς ὑγείας, κἂν μὴ ποιητικὸν αἴτιον ᾖ τῆς
5αὐτῆς ἐπὶ τοῦ αὐτοῦ, πρὸς τὸ ποιητικὸν ὅμως ἀνάγεται· ἐπανορθωτικὰ γὰρ τετύχηκεν ὄντα τῷ γένει τὰ φυλακτικὰ τῶν αἰτίων, ὡς καὶ Ἀρεταῖος ἐν τῷ περὶ φυλακτικῶν ἀπεφήνατο.
Febr
.

25

.

1

Ἀπορίας δὲ ἄξιον καὶ πῶς τὸ παρ’ ἰατροῖς ἄξιον, τὸ ποιητικόν ἐστι μόνον καὶ τὸ φυλακτικὸν ὑγείας καὶ νόσου, τὰ μὲν ὑλικά, τὰ δὲ εἰδικά, τὰ δὲ ποιητικά, τὰ δὲ τελικά, ἐξ ὧν ἡμῖν ἐγγίγνεσθαι τὴν εἴδησιν τῆς ὑγείας
5τε καὶ τῆς νόσου.
Febr
.

25

.

2

Κυρίως μὲν ταῦτα τὸ ὑλικὸν οὐκ ἔχουσιν αἴτιον τὸ ἐξ οὗ, συμβεβηκότα γε ὄντα, οἷς οὐκ ἔστι τὸ ἐκ τῆς ὕλης γίγνεσθαι. ὕλη γάρ ἐστι τὸ ἐξ οὗ γίνεταί τι ἐνυπάρχοντος, καὶ μόριόν ἐστιν οὐσιῶδες τοῦ
5ἐξ αὐτῆς γενομένου· ταῦτά τοι καὶ ἡ κυρίως ὕλη μόνης ἐστὶ τῆς συγκειμένης καὶ συνθέτου οὐσίας, οὐ τῶν συμ‐ βεβηκότων τινός· ἔχει δ’ ὅμως τὸ ὑλικὸν αἴτιον τὸ ἐν ᾧ, τουτὶ δέ ἐστι τὸ ὑποκείμενον, ἐν ᾧ ὑγεία καὶ νόσος, πλη‐ σιέστερόν τε ὂν καὶ πορρωτέρω· προσεχέστερον μὲν τὸ μό‐
10ριον, πορρωτέρω δὲ ὁ χυμός, ἔτι δὲ πορρωτάτω γε τὸ στοι‐ χεῖον.
Febr
.

25

.

3

Διὸ κακῶς λέγουσι τῶν ἰατρῶν οἳ νόσον τινά φασιν ἐξ ὕλης γε γίγνεσθαι, καθάπερ τὸν ἐπὶ χυμοῖς ση‐ πομένοις πυρετὸν ἐκ χυμοῦ· οἷον τριταῖον μὲν ἐκ ξανθῆς, τεταρταῖον δ’ ἐκ μελαίνης χολῆς, ὥσπερ ἐξ ὕλης, κυρίως
5γίγνεσθαι· οὐ γὰρ ὑλικὸν ὁ χυμὸς τῶν τοιούτων, ἀλλὰ ποιητικὸν μᾶλλον αἴτιον, ἐξ αὐτοῦ τε γίγνεται τὰ τοιαῦτα.
οὐχ ὡς ἐνυπάρχοντος, ἀλλ’ ὡς ἀρχὴν κινήσεως ἔχοντος.97
Febr
.

25

.

4

Τὸ ποιητικὸν δὲ μηδὲ τῷ εἴδει ξυμπίπτειν τῷ ὑλικῷ αἰτίῳ πρὸς τῶν φυσικῶν μεμαθήκαμεν· ὥστε ποιητικὰ μόνον, ἀλλ’ οὐχ ὑλικὰ τὰ τοιαῦτα τῶν τοιούτων γένοιτ’ ἄν ποτε αἴτια.
Febr
.

25

.

5

Εἰ δέ που παρ’ ἰατροῖς νόσον ἐξ ὕλης γίγνεσθαι λέγοιτο, καταχρηστικῶς λέγεται· καὶ ἀντιδιαιροῦσι δέ, τοῦτο λέγοντες, τὸ ἐκ χυμοῦ νόσημα τοῖς μηδὲν ἔχου‐ σιν αἴτιον, ἢ τοῖς ἔχουσι μέν, δυσκρασίαν δέ, ἢ φαύλην
5διάπλασιν· ὧν οὐδέτερον ὕλη λέγεται, οὐχ ὅτι χυμὸς ὕλη, ἐξ ἧς ἐνυπαρχούσης ὁ πυρετὸς γίγνεται, ἀλλ’ ὅτι ὑλικόν τι πρᾶγμα καὶ ὑποκείμενον διαστάσεσι.
Febr
.

25

.

6

Παρὰ δὲ ταῦτα καὶ ἄλογον τὸ τὴν ὑγείαν τε καὶ τὴν νόσον ὡς ἐν ὑπο‐ κειμένῳ τῷ χυμῷ οἴεσθαι εἶναι, ἵν’ ὁ χυμός, ἔτι μένων χυμὸς καὶ μήπω μεταβαλὼν εἰς μόριον, ὑποκείμενον εἴη
5νόσου τε καὶ ὑγείας κατὰ τὴν ἑαυτοῦ ὕπαρξιν, ὥσπερ τὸ μόριον· οὗ γὰρ οὐδεμία γένοιτ’ ἂν ἐνέργεια τελεία ἢ ἀτε‐ λής, τούτου τίς γένοιτ’ ἂν ὑγεία καὶ νόσος;
Febr
.

25

.

7

Χυμὸν δὲ μηδεμιᾶς μετέχειν ψυχικῆς ἐνεργείας οὐκ ἔστιν, ὃς ἀμφι‐ βάλλει. Δυνάμει γε μέντοι ὁ χυμὸς ὑποκείμενος ὑγείας καὶ νόσου, ὥσπερ ἐστὶ καὶ δυνάμει τὰ μόρια, εἰς ἃ μετα‐
5βάλλει, τροφὴ γινόμενα ἐκείνοις δι’ ἀλλοιώσεως, ἢ ὡς ἐξ οὗ τὰ μόρια γέγονεν, ὡς ἐκ δευτέρου στοιχείου.
Febr
.

25

.

8

Λέγοιτο δ’ ἂν ἔτι νόσος ἐν χυμῷ καὶ ὑγεία, ὡς ἐν ποιητικῷ τούτων αἰτίῳ, καὶ οὐχ ὡς ἐπιδεκτικῷ, καθ’ ὃ τὰ ἀποτελέσματα ἐν τῷ ποιοῦντι, καὶ ὁ ἀνδριὰς ἐν τῷ ἀνδριαντοποιῷ.
Febr
.

25

.

9

Καὶ αἱ κρίσεις δὲ καὶ αἱ διαπλάσεις καὶ αἱ δυνάμεις, ἃς τῶν ἰατρῶν ἔνιοι ὑγείας καὶ νόσου φασὶν εἰδικὰ αἴτια εἶναι, καταχρηστικῶς ἐκείνων εἰδικὰ αἴτια λέγεται· εἶδος γὰρ εἴδους
5οὐκ ἔστιν, ὡς μικρῷ πρόσθεν ἐλέγομεν· κράσεις μέντοι καὶ διαπλάσεις εἴδη ὑλικά πως ὑγείας καὶ νόσου αἴτια· οὐ γάρ ἐστιν ἡ κρᾶσις ἢ ἡ διάπλασις ὑγεία καὶ νόσος, ἀλλ’ ἡ ἐν ἐκείναις εὐκρασία ἢ δυσκρασία καὶ ξυμμετρία ἢ δυσκρασία καὶ ξυμμετρία ἢ ἀμετρία, ὥστε ὑγεία καὶ νόσος
10εἴδη εἴδεσι προστιθέμεναι.
Febr
.

25

.

10

Καὶ αἱ τῆς ψυχῆς δὲ δυ‐ νάμεις μετὰ τὴν ὑγείαν τε καὶ τὴν νόσον ἐν τῷ σώματι χρηστῶς ἢ φαύλως ἐργαζόμεναι, δοκοῦσί πως ἐκείνων εἰ‐ δικὰ αἴτια· τὸ γὰρ ἐπιγιγνόμενόν τῳ δοκεῖ καὶ εἶδος
5ἐκείνου, ᾧ ἐπιγίγνεται.
Febr
.

25

.

11

Πρότερα μὲν οὖν κράσεις καὶ διαπλάσεις, μετὰ δὲ ὑγεία καὶ νόσος, καὶ τρίτα γε αἱ δυ‐ νάμεις, ἅπαντα εἴδη· ὑγεία γε μὴν καὶ νόσος, τὰ μεταξὺ τοῖν δυοῖν, τῶν μὲν προτέρων εἰδικά, τῶν δὲ τελευταίων
98
5ὑλικά πως εἰσίν, ὡς εἴρηται, αἴτια.
Febr
.

25

.

12

Καὶ μὲν δὴ τὰς ἐνεργείας οὐδείς ἐστιν ὃς ἀμφιγνοεῖ ὑγείας καὶ νόσου τελικὰ εἶναι αἴτια· διὰ γὰρ τὴν ἀτελῆ ἡ νόσος ἐνέργειαν, ὥσπερ καὶ διὰ τὴν τελείαν καὶ εὖ ἔχουσαν ἡ ὑγεία.
Febr
.

25

.

13

Ἐναπο‐ λαμβάνοντες οὖν τὴν ἀπορίαν φαμέν, ὅτι κἂν ᾖ τὰ τοιαῦτα καὶ ὑλικὰ καὶ εἰδικὰ καὶ τελικὰ ὑγείας καὶ νόσου αἴτια, λόγος γε μὴν περὶ τούτων εἰδήσεως τε καὶ ἀπόδειξις οὐκ
5ἔστι τῷ ἰατρῷ, οὐδ’ ᾗ ἰατρὸς λόγον ποιεῖται· λαμβάνει γὰρ ταῦτα ἀνυποδείκτως παρὰ τοῦ φυσικοῦ φιλοσόφου, καὶ ὥσπερ ἀρχὰς ἀνυποδείκτους τῆς οἰκείας ὑποτίθησι τέχνης.
Febr
.

25

.

14

Περὶ δὲ τῶν ποιητικῶν καὶ φυλακτικῶν αἰτίων ὑγείας καὶ νόσου λόγον ὅτι πλεῖστον ποιεῖται, καὶ δι’ ἀποδείξεως ἐκ τῶν οἰκείων ἀρχῶν ἀνιχνεύει τε καὶ συλλογίζεται περὶ τούτων, καὶ εὑρίσκει ὁποῖα ἄττα καὶ ὅσα ἐστί. Ταῦτά τοι
5τὸ παρ’ ἰατροῖς αἴτιον, τὸ ποιητικόν ἐστι μόνον καὶ φυ‐ λακτικὸν ὑγείας καὶ νόσου καὶ τῆς οὐδετέρας διαθέσεως αἴτιον.
Febr
.

26

.

1

Ἰστέον δέ, ὅτι τὸ παρ’ ἰατροῖς αἴτιον τριχῶς διαιρεῖται, εἴς τε τὸ ποιητικὸν καὶ τὸ φυλακτικὸν καὶ τὸ προφυλακτικόν. Καὶ τὸ ποιητικὸν μὲν ταῖς τρισὶν ἁρμό‐ ζει διαθέσεσιν, ἤ τοι ὑγείᾳ καὶ νόσῳ καὶ τῇ οὐδετέρᾳ δια‐
5θέσει· τὸ δὲ φυλακτικὸν ταῖς δυσίν, ὑγείᾳ καὶ νόσῳ· τὸ δὲ προφυλακτικὸν μόνῃ τῇ οὐδετέρᾳ
Febr
.

26

.

2

Διαφέρει δὲ τῷ τὰ μὲν κατὰ βραχὺ τὰς ἐπανορθώσεις ποιεῖσθαι, πρὶν ἀθρόον ἀπαντῆσαι τὸ βλάβος, τὸ δὲ καὶ τοῦ βλάβους, πλὴν ἀναισθήτως πως, ἀναντήσαντος. Τὰ γὰρ φυλακτικὰ
5οὐ προφυλακτικὰ τοῦ μέλλοντος ἔσεσθαι κακοῦ καὶ τῆς νόσου, τὸ εἶναι ἐχούσης ἐν τῷ ἰδίῳ αἰτίῳ, ὃ δὴ τὸ σῶμά πως διατίθησιν. ἀλλὰ φυλακτικὰ τῆς παρούσης ὑγείας καὶ τοῦ ὑγιεινοῦ σώματος, ἐν ᾧ οὐδαμῆ οὐδαμῶς οὔθ’ ἁπλῶς, οὔτε περὶ τῆς νόσου οὐδέν.
Febr
.

26

.

3

Ταῦτ’ ἄρα, τὰ μὲν φυλακτικὰ τῆς ὑγείας καὶ τῆς παρούσης κατασκευῆς, τὰ δὲ προ‐ φυλακτικὰ τοῦ μέλλοντος ἔσεσθαι κακοῦ καὶ τῆς νόσου πρὸς τῶν ἰατρῶν ὀνομάζεται.
Febr
.

26

.

4

Ἐκ δὲ τούτων ἁπάντων φανερὸν γέγονεν, ὡς τὸ παρ’ ἰατροῖς αἴτιον τὸ πρῶτον ὄν ἐστιν, ἀφ’ οὗ γίγνεταί τις ἐν τῷ ἀνθρωποίῳ σώματι διά‐ θεσις ἢ διαμονὴ διαθέσεως· ἑξῆς δ’ ἂν εἴη λέγειν ὁπόσα
99
5καὶ οἷα παρ’ αὐτοῖς πάλιν τὰ αἴτια.
Febr
.

27

.

1

Τῶν οὖν αἰτίων εἴθ’ ὑγιεινά, εἴτε νοσώδη, εἴτε οὐδέτερα, εἴτ’ αὖ πάλιν ποιητικά, εἴτε φυλακτικά, εἴτε προφυλακτικά, τὰ μὲν προκατάρχοντά τε καὶ προκαταρκτικά, τὰ δὲ προηγούμενα, τὰ δὲ συνεζευγμένα πρὸς ἰατρῶν
5κέκληται.
Febr
.

27

.

2

Καὶ προκαταρκτικὰ μέν ἐστι τὰ παρὰ τὴν οὐσίαν ὄντα τοῦ σώματος, ἔξωθέν τε προσπίπτοντα καὶ ἀλλοιοῦντα τὸ σῶμα μεγάλως καὶ μεταβάλλοντα, ὧν τὰ μὲν ἐξ ἀνάγκης ἀλλοιοῖ τὸ σῶμα καὶ μεταβάλλει, οἷς ἀδύνα‐
5τον αὐτῷ μὴ πλησιάζειν, τὰ δὲ οὐκ ἐξ ἀνάγκης· ἐξ ἀνάγκης μὲν ταῦτα, ἓξ ὄντα τῷ γένει· ἓν μὲν ἀὴρ καὶ ἅπαν τὸ ὁπωσοῦν περιέχον, ἕτερον δὲ ἠρεμία καὶ κίνησις ὅλου τε τοῦ σώματος καὶ κατὰ μόρια, τρίτον ὕπνος καὶ ἐγρήγορσις, τέταρτον τροφαὶ καὶ πόσεις καὶ ὅλως τὰ προσφερόμενα,
10πέμπτον τὰ ἐκκρινόμενα καὶ ἐπεχόμενα καὶ ἁπλῶς πλησμονή τε καὶ κένωσις, ἕκτον τὰ τῆς ψυχῆς πάθη, οἷον θυμός, χαρά, λύπη καὶ ὅσα τοιαῦτα.
Febr
.

27

.

3

Καὶ ταῦτα γὰρ παρὰ τὴν οὐσίαν τοῦ σώματος, ὅτι καὶ ἕτερόν τι ψυχὴ τοῦ σώματος. Τὰ δὲ μὴ ἐξ ἀνάγκης, ὅσα τε ἀπὸ τύχης καὶ αὐτομάτου, καὶ ὅσα κατὰ προαίρεσιν, οἷον ξίφος ἢ θηρίον ἢ λίθος ἢ
5κώνειον ἢ κρημνὸς καὶ τἄλλα τῶν τοιούτων, οἷς ἐξ ἀνάγκης ἐντυχεῖν οὐκ ἔστιν, ἀλλὰ τύχῃ τε καὶ τῷ αὐτομάτῳ καὶ τῇ προαιρέσει πολλάκις ἐπέρχεταί τε καὶ οὐκ ἐπέρχεται.
Febr
.

27

.

4

Ἄφυκτά γε μὴν καὶ τὰ ἐξ ἀνάγκης, καὶ ἀεὶ τούτοις ἐν‐ τυγχάνειν ἀνάγκη, εἴ γε ζῆν μέλλει τὸ σῶμα. Δεῖ γὰρ τὸν ἄνθρωπον, εἴ γε ζῆν μέλλει, καὶ ἐν ἀέρι τὰς διατριβὰς ὅσαι ὧραι ποιεῖσθαι, καὶ κινεῖσθαι παρὰ μέρος, καὶ ἠρεμεῖν ἢ
5καθ’ ὅλον ἢ κατὰ μόρια, καὶ καθεύδειν ὁμοίως, καὶ ἐγρη‐ γορέναι, καὶ ἐσθίειν, καὶ πίνειν, καὶ πληροῦσθαι, καὶ κενοῦσθαι, καὶ χαίρειν ἢ λυπεῖσθαι, καὶ ὀργίζεσθαι ἢ φο‐ βεῖσθαι, καὶ τἄλλα πάσχειν, ὅσα παθήματα τῆς ψυχῆς.
Febr
.

27

.

5

Προκαταρκτικὰ μὲν οὖν τὰ τοιαδὶ τῶν αἰτίων, ἐξ ἀνάγκης τε ἐπερχόμενα καὶ οὐκ ἐξ ἀνάγκης, ὡς εἴρηται·
προηγούμενα δὲ καὶ συνεζευγμένα τὰ κατὰ τὸ αὐτὸ σῶμα, οἷον ἐμφράξεις, χυμοὶ καὶ κράσεις καὶ διαπλάσεις.100
Febr
.

27

.

6

Διαφέ‐ ρουσι δὲ ἀλλήλων τῷ τὰ μὲν ἀμέσως ἀποτελεῖν τὴν διά‐ θεσιν, ὡς ἡ σῆψις τὸν πυρετόν, τὰ συζευγμένα· τὰ δὲ ἐμμέσως, ὡς ἡ στέγνωσις ἢ καὶ ἡ ἔμφραξις τὸν πυρετὸν
5διὰ μέσης τῆς σηπεδόνος, τὰ προηγούμενα.
Febr
.

27

.

7

Τά γε μὴν προκατάρχοντα τῶν αἰτίων ἐνίοτε μὲν ἀμέσως ἀποτελεῖ τὴν ἣν ἀποτελοῦσι διάθεσιν, κἂν τούτῳ τοῖς συνεζευγμένοις αἰτίοις ξυνέρχεται, ὥσπερ ἡ τοῦ περιέχοντος θέρμη ἢ καὶ
5ὑπερβάλλουσά τις κίνησις. ἔστιν ὅτε μηδενὸς μεσολαβοῦν‐ τος τοῦ δι’ οὗ, πυρετὸν ἀφ’ ἑαυτῶν ἀνῆψαν καὶ ἀπετέλε‐ σαν, ὡς ἐπί τινων ἐστὶν ἰδεῖν σπανιώτατα γινόμενον πυρε‐ τῶν· ἔστι δὲ ὅτε καὶ ἐμμέσως ἢ μόνου μεσολαβοῦντος τοῦ συνεζευγμένου αἰτίου, ἐν ᾧ καὶ προηγουμένου τόπον
10ἐπέχει, ὡς ἐπὶ τῶν πλείστων ἐφημέρων ἐστὶν ἰδεῖν καὶ ἐπ’ ὀλίγων τῶν ἐπὶ χυμοῖς πυρετῶν, ἢ καὶ ἀμφοτέρων τοῦ τε προηγουμένου καὶ τοῦ συνεζευγμένου μεσολαβούντων, ὡς ἐπί τινων ἐφημέρων καὶ ἐφ’ ὅτι πλείστων τῶν ἐπὶ χυμοῖς γίνεται πυρετῶν.
Febr
.

27

.

8

Παράδειγμα τοῦ προτέρου ἐπὶ μὲν τῶν ἐφημέρων, ὅθ’ ἡ τοῦ ἡλίου θερμότης ἢ κίνησις ἢ ἄλλο τι τῶν τοιούτων τὸ ἐν ἡμῖν ἀμέσως πνεῦμα συνάψει, τούτου δὲ μεσολαβοῦντος, τὴν ἐφήμερον ἀποτελέσει διά‐
5θεσιν, ἐπὶ δὲ τῶν ἐπὶ χυμοῖς πυρετῶν, ὅθ’ ἡ τοῦ ἡλίου θερμότης ἢ σφόδρα κίνησις ἢ τροφὴ φαύλη καὶ τὰ τοιαῦτα τὸν χυμὸν μὲν ἀλλοιώσει καὶ διαφθείρει, καὶ ἁπλῶς ἢ τὴν κρᾶσιν ἢ τὴν διάπλασιν, ἑνὸς δὲ τούτων μεσολαβοῦντος, ἔπειτα τὸν ἐπὶ χυμοῖς ἀνῆψε καὶ ἀπετέλεσε.
Febr
.

27

.

9

Παράδειγμα τοῦ δευτέρου ἐπὶ μὲν τῶν ἐφημέρων, ὅθ’ ἡ τοῦ περιέχον‐ τος οὑτινοσοῦν ψύξις πυκνώσει μὲν τὸ δέρμα, διὰ δὲ τῆς τούτου πυκνώσεως τὸ πνεῦμα ἀνάψει, καὶ διὰ τῆς τούτου
5πάλιν ἀνάψεως τὴν ἐφήμερον διατελέσει διάθεσιν· ἐπὶ δὲ τῶν ἐπὶ χυμοῖς πυρετῶν, οἰκεῖον μὲν καὶ τὸ ἐπὶ τοῦ ἐφημέ‐ ρου ῥηθὲν προσεχῶς, εἰ διὰ τῆς τοῦ δέρματος πυκνώσεως καὶ τῆς τοῦ χυμοῦ ἀνάψεως ἡ τοῦ περιέχοντος ψύξις τῶν τοιούτων τινὰ πυρετῶν ἀποτελέσει, οἰκεῖα δὲ καὶ ἐν οἷς οὐχ
10ἓν μόνον, ἀλλὰ καὶ πλείω τῶν προηγουμένων λάβοις ἂν αἰτίων. Ἐν γὰρ τοῖς τοιούτοις τῶν πυρετῶν ὡς ἐπὶ τὸ
πολὺ πολλὰ τῶν τοιούτων ἐμπίπτει προηγούμενα αἴτια.101
Febr
.

27

.

10

Εἰσὶ δὲ οἳ τῶν ἰατρῶν προκατάρχουσαν μὲν καὶ προ‐ καταρκτικὴν αἰτίαν φασὶ τοῦ νοσήματος τὴν διὰ μέσων ἄλλων προηγουμένων αἰτίων ἀποτελέσασαν τὸ νόσημα, τὴν δὲ διὰ μέσης τῆς συνεζευγμένης μόνης, κἂν ἐσωτερική τις
5ᾖ, κἂν ἔξωθεν πρός τῳ πίπτει σώματι, προηγουμένην, ἀλλ’ οὐ προκαταρκτικὴν αἰτίαν εἶναί φασιν, ὥσπερ καὶ τὴν ἀμέσως ἡντιναοῦν ἀποτελοῦσαν τὸ νόσημα συνεζευγμένην ἀεί, διαφέρουσαν δ’ ὅμως τῆς κυρίως προηγουμένης τε καὶ συνεζευγμένης τῷ τὰς μὲν ἐν τῷ σώματι εἶναι, τὴν δ’
10ἔξωθεν προσπίπτειν τῷ σώματι.
Febr
.

27

.

11

Καλῶς δ’ ἂν καὶ ἀμφότεροι γέγονεν, εἴπερ οἱ μὲν τὴν τῶν αἰτίων φύσιν πρὸς ἄλληλα, οἱ δὲ τὴν τῶν αὐτῶν πρὸς τὸ νόσημα σχέσιν τε καὶ ἀπόστασιν θεωροῦντες, διῄρουν τὰ αἴτια.
Febr
.

27

.

12

Το‐ σαῦτα μὲν οὖν καὶ τοιαῦτα τὰ αἴτια, προκαταρκτικά τε ὄντα καὶ προηγούμενα καὶ συνεζευγμένα, καθάπερ εἴπομεν. Σὺ δέ μοι νόει, καὶ ὅτι τούτων πάλιν τὰ μὲν καθ’ αὑτό, τὰ
5δὲ κατὰ συμβεβηκός ἐστιν αἴτια τῶν ὧν ἐστιν αἴτια· καθ’ αὑτὸ μέν, ὅσα τὴν ποιητικὴν ἐν ἑαυτοῖς ἔχοντα δύναμιν, ἢ δυνάμει, ἢ ἐνεργείᾳ, κατ’ ἐκείνην ἀεὶ καθ’ αὑτὸ τὴν αὐτὴν ἀποτελεῖ διάθεσιν ἐν τῷ σώματι· οἷον, εἰ βούλει, τὸ πέπερι καὶ τὸ ὄπιον, τὸ μὲν ἀεὶ θερμαῖνον καθ’ ἣν
10ἔχει δυνάμει θερμότητα, τὸ δὲ ψυχραῖνον τῇ ἣν καὶ δυνάμει καὶ ἐνεργείᾳ κέκτηται ψύξει· κατὰ συμβεβηκὸς δέ, ὅσα μὴ καθ’ ἣν ἔχει δύναμιν, ὅπως ἂν ἔχοι, ἀλλὰ κατ’ ἄλλο τι τῶν ἐπισυμβαινόντων ταῖς ἐνεργείαις, τὰς διαθέσεις ἐργά‐ ζονται· ὥσπερ τὸ ψυχρὸν ὕδωρ θερμαίνει μὲν τὸ σῶμα,
15ἀλλ’ οὐ καθ’ αὑτό· οὐδὲ γὰρ ψυχρότητος καθ’ αὑτὸ τὸ θερμαίνειν, ἀλλὰ κατὰ συμβεβηκός· κατὰ συμβεβηκὸς δέ, ὅτι τοὺς πόρους καὶ τὰς ὁδοὺς καταπυκνῶσαν τοῦ σώμα‐ τος, ὡς πρὸς τρόπου ψυχρῷ, δι’ ὧν διαπνεῖται τὸ σῶμα, καὶ διαφορεῖται τὸ ἐν ἡμῖν ἐμφωλεῦον θερμόν, ἐκώλυσε
20τὴν τοῦ θερμοῦ πρὸς τὰ ἔξω πτῆσίν τε καὶ φοράν, κἀντεῦθεν τὸ σῶμα θερμότερον ἀπετέλεσεν ἑαυτοῦ.
Febr
.

27

.

13

Ὁμοίως δὲ καὶ τὸ θερμὸν ὕδωρ ψύχει μέν, ἀλλ’ οὐ καθ’ αὑτό· ἐπεὶ καὶ οὐ θερμότητος καθ’ αὑτὸ τὸ ψυχραίνειν, ἀλλὰ κατὰ συμβεβηκὸς δέ, ὅτι τοὺς πόρους καὶ τὰς ὁδοὺς ἀραιῶσαν
5τοῦ σώματος, ὡς πρὸς τρόπου θερμῷ, δι’ ὧν τὸ ἐν ἡμῖν ἔμφυτον διαφορεῖται καὶ διαπνεῖται θερμόν, ῥᾳδίαν τὴν ἐκείνου πρὸς τὰ ἔξω φορὰν εἰργάσατο, κἀντεῦθεν τὸ σῶμα τῇ τοῦ θερμοῦ διαφορήσει ψυχρότερον ἑαυτοῦ ἀπετέλεσεν.102
Febr
.

28

.

1

Ἐπιστῆσαι δὲ ἄξιον, ὅτι οὐ μόνον ταῦτα τὰ ῥηθέντα αἴτια τῶν νοσημάτων γίνεται αἴτια, ἀλλὰ καὶ αὐτὰ τὰ νοσήματα νοσημάτων ἑτέρων ἐστιν ὅτε γένοιτ’ ἂν αἴτια. Ἐκ γὰρ τοῦ ἐφημέρου, ὥσπερ τινὸς αἰτίου, πυρε‐
5τὸς ἔστιν ὅτε γίγνεται καὶ σηπεδονώδης ἀμέσως καὶ ἑκτι‐ κός, καὶ ἐκ σηπεδονώδους αὖ πάλιν ὡς ἐπὶ τὸ πλεῖστον ὁ ἑκτικός. Εἰ δ’ ἐξ ἑκτικοῦ κατὰ τὸ ἀνάπαλιν δυνατὸν γενέσθαι ποτὲ σηπεδονώδη τε καὶ ἐφήμερον, καὶ ἐκ σηπεδονώδους πάλιν ἐφήμερον, ἴσως ἐν τοῖς ἑξῆς θεωρήσομεν.
Febr
.

28

.

2

Τοσαῦτα μὲν οὖν ἐν τῷ παρόντι περὶ τῶν αἰτίων ἐν γένει τε καὶ καθόλου. Ἑξῆς δὲ περὶ τῶν αἰτίων εἰπεῖν ἀνάγκη, δι’ ὧν οἱ πυρετοὶ γίγνονται· ἀγνοουμένων γὰρ τῶν αἰτίων, ἐξ
5ὧν οἱ πυρετοὶ γένοιντ’ ἄν, οὔτ’ ἀκριβῶς ἂν εἰδείη τις, τίς πότ’ ἐστιν ὁ πρὸ ὀφθαλμῶν πυρετός, οὔτε τὰ συνοίσοντα φάρμακα· ποιητικὰ δὲ ταῦτα ὑγείας, καὶ φθαρτικὰ πυρε‐ τοῦ καὶ τῶν αἰτίων ἐκείνου· οὔθ’ εὑρεῖν οὔτ’ εἰσηγήσασθαι τέχνῃ τινὶ καὶ μεθόδῳ δυνήσαιτ’ ἄν, ὃς δὴ τῆς θεραπευ‐
10τικῆς μεθόδου σκοπός ἐστιν ἐξοχώτατός τε καὶ τιμιώτατος.
Febr
.

29

.

1

Λέγωμεν τοίνυν, ὅτι τῶν πυρετῶν ἅπαντες, καὶ οἱ ἐφήμεροι, καὶ οἱ ἐπὶ χυμοῖς ἀναπτόμενοι σηπομέ‐ νοις, προέτι δὲ καὶ οἱ ἑπτικοί, τοῖς προκαταρκτικοῖς αἰτίοις ἀποτελοῦνται καὶ γίγνονται, κἂν οἱ μὲν ἀμέσως, οἱ δ’ ἐμ‐
5μέσως, καὶ μᾶλλόν τε καὶ ἧττον, ὡς δειχθήσεται, γίγνωνται.
Febr
.

29

.

2

Ἐφήμεροι μὲν γὰρ ἀμέσως μᾶλλον ὑπὸ τῶν προκαταρ‐ χόντων γίγνονται, ὡς ἐπὶ πολὺ μὲν οἷον προηγουμένου μόνου ἐπεχόντων τόπον, ὅθ’ ὑπὸ ἡλιοκαΐας ἢ κινήσεως ἢ θυμοῦ ἢ ἄλλου τοῦ τῶν τοιούτων, πρώτως τὸ ἐν ἡμῖν
5ἀναφθὲν πνεῦμα διὰ μέσης καρδίας κατὰ τὸ συνεχὲς παντὶ μορίῳ τοῦ σώματος τὴν παρὰ φύσιν ἐκείνην διαδώσει θέρ‐ μην.
Febr
.

29

.

3

Ἔστι γὰρ πρῶτον ἡ ἡλιοκαΐα ἢ κίνησις προηγου‐ μένου τόπον ἐπέχουσα, εἶτα τὸ ἀναφθὲν πνεῦμα τὸ συν‐ εζευγμένον αἴτιον τοῦ ἐφημέρου, καὶ τρίτον αὐτὸς ὁ ἐφή‐ μερος πυρετὸς τὸ ἀποτέλεσμα τῶν αἰτίων· ἔστι δὲ ὅτε,
5μεταξὺ τῶν προκαταρχόντων αἰτίων καὶ τοῦ συνεζευγμένου, προηγουμένου παρεμπίπτοντος αἰτίου, ὅταν τὸ μὲν περι‐ έχον ψυχρὸν τὸ δέρμα πυκνώσῃ, ἡ δὲ τοῦ δέρματος πύκνω‐ σις τὸ πνεῦμα ἀνάψῃ, μὴ ἑλκομένης εἴσω τῆς ἐμψυχούσης τε καὶ ῥιπιζούσης τὸ κατὰ φύσιν θερμὸν ἀερώδους οὐσίας·103
10διαπνεῖται γὰρ ὅσαι ὧραι τὰ τῶν ζῴων σώματα, τῶν μὲν ἀτμωδῶν καὶ λιγνυωδῶν περιπτωμάτων εἰς τὰ ἐκτὸς ἀπο‐ χεομένων, ἀντεισερχομένης δὲ τῆς ἀερώδους οὐσίας καὶ τὸ ἔμφυτον ῥιπιζούσης θερμόν. Πυκνωθέντος δὲ τῇ τοῦ περιέχοντος ψύξει καὶ τοῖς ἄλλοις, ὅσα πυκνοῦν εἴωθε, τοῦ
15δέρματος, ἀνάγκη τὸ πνεῦμα ἀνάπτεσθαι κατὰ τὸν λόγον, ὃν εἴπομεν, κἀντεῦθεν τὸν ἐφήμερον γίνεσθαι πυρετόν.
Febr
.

29

.

4

Ἔσται γὰρ οὕτω πρῶτον μὲν αἴτιον ἣ τοῦ ὕδατος ἢ τοῦ ἀέρος ψυχρότης προκαταρκτικὸν οὖσα αἴτιον, εἵθ’ ἡ τοῦ δέρματος πύκνωσις προηγούμενον αἴτιον, τρίτον δὲ τὸ ἀναφθέντα πνεῦμα τῆς ἐφημέρου διαθέσεως αἴτιον, καὶ
5τέταρτον αὐτὸς ὁ ἐφήμερος πυρετὸς τὸ ἀποτέλεσμα τοῦ αἰτίων.
Febr
.

29

.

5

Διαφέρει δὲ οὐθέν, εἴτε, τῆς στεγνώσεως καὶ πυκνώσεως φαύλης οὔσης καὶ ῥᾷστα διαλυθείσης, ὁ ἐφή‐ μερος γένοιτο μόνος καὶ ἀπογένοιτο πυρετός, μηδεμιᾶς ἑτέρας ἐπιγενομένης ἐν τῷ σώματι διαθέσεως· εἴτε, καὶ μὴ
5διαλυθείσης, ἢ πρώτως ἢ καὶ μετὰ τὸ πνεῦμα οἱ ἐν ἡμῖν ἀναφθῶσι χυμοὶ ἢ καὶ τὰ μόρια, καὶ τοὺς σηπεδονώδεις ἢ καὶ ἑκτικοὺς ἀποτελέσωσι πυρετούς· οὐδὲν γὰρ τοῦτο πρὸς τὸν λόγον, ὃς τὸν ἐφήμερον ἐκ τοῦ περιέχοντος ἔστιν ὅτε διὰ μέσης τῆς τοῦ δέρματος στεγνώσεως ἢ πυκνώσεως
10λέγει γίγνεσθαι.
Febr
.

29

.

6

Οἱ δ’ ἐπὶ χυμοῖς ἀναπτόμενοι σηπο‐ μένοις γίγνονται μὲν καὶ αὐτοὶ ὑπὸ τῶν προκαταρκτικῶν αἰτίων ἀεί, οὐ μὲν ὡς προηγουμένων αἰτίων τῶν προ‐ καταρχόντων ποτέ, καθάπερ ἐπί τινων ἐφημέρων, ἀλλὰ
5διά τινος ἤ τινων τῶν αἰτίων τῶν προηγουμένων τε καὶ συνεζευγμένων· γίνονται γὰρ ὑπὸ προσεχῶν καὶ συνεζευγμέ‐ νων αἰτίων ἀεί, τῶν χυμῶν καὶ τῶν ἐν αὐτοῖς σήψεων, οὐδέποτε δὲ ὡς ὑπὸ προηγουμένων τῶν προκαταρκτικῶν.
Febr
.

29

.

7

Καὶ τούτῳ διαφέρουσιν οἱ ἐφήμεροι τῶν ἐπὶ χυμοῖς πυρετῶν, ὅσον ἐν τοῖς αἰτίοις, τῷ τοὺς μὲν καὶ ὑπὸ τῶν προκαταρχόντων αἰτίων, ὡς προηγουμένων, γίγνεσθαι τοὺς
ἐφημέρους· τοὺς δὲ ὑπὸ τῶν αὐτῶν μὲν ἀεί, οὐδέποτε δὲ104
5ὡς προηγουμένων, ἀλλὰ διὰ μέσων τινὸς ἤ τινων τῶν προηγουμένων αἰτίων, τοὺς ἐπὶ χυμοῖς πυρετούς.
Febr
.

30

.

1

Παραιτοῦμαι δὲ ἐνταῦθα τὸν Ἀρεταῖον καὶ ἑτέρους, ἰδίαν εἰπόντας διάγνωσιν τῶν ἐπὶ χυμοῖς πυρετῶν καὶ οὐκ ἀχώριστον τὸ μηδὲν τῶν προκαταρκτικῶν αἰτίων ἡγήσασθαι τῶν τοιούτων πυρετῶν, ὅτι καὶ οὐδετέρῳ τῶν
5ἄλλων γενῶν τοῦθ’ ὑπάρχει, διὰ τὸ τοὺς μὲν ἐφημέρους ἅπαντας ἐπὶ ταῖς προκαταρκτικαῖς αἰτίαις συνίστασθαι, τοὺς δὲ ἑκτικούς, ὅταν ἄνευ τούτων γεννῶνται, μηδὲ ἐξ ἀρχῆς εἰσβάλλειν, καίτοι μηδένος οἵου τ’ ὄντος, οὐ πυρετοῦ μό‐ νον, ἀλλ’ οὐδὲ νοσήματος οὑτινοσοῦν, ἄνευ τινὸς τῶν προ‐
10καταρχόντων ἄρχεσθαι.
Febr
.

30

.

2

Ἀλλὰ ταῦτα μὲν ἀκριβέστερον ἴσως κἀν τοῖς ἑξῆς θεωρήσομεν. Νῦν δ’ ἐπειδὴ οὐχὶ περὶ ἑνὸς εἴδους, ἀλλὰ περὶ πόλλων τε καὶ διαφερόντων λέγομεν πυρετῶν, δίκαιον ἂν εἴη φάναι πρῶτον περὶ τῆς διαφορᾶς
5αὐτῶν, εἶθ’ οὕτω καὶ περὶ τῶν ἄλλων, καθ’ εἱρμόν τινα προβαινούσης τῆς ὑποθέσεως.
Febr
.

31

.

1

Διαφορὰ τοίνυν πυρετῶν ἡ μὲν οὐσιώδης, ἡ δ’ ἐπουσιώδης· καὶ οὐσιώδης μὲν ἡ ἐκ τῆς οὐσίας αὐτῆς τῶν πυρετῶν γινομένη, ἐπουσιώδης δὲ ἡ ἐκ τῶν ἐπισυμβαι‐ νόντων τῇ οὐσίᾳ τῶν αὐτῶν, προσεχῶς τε καὶ πόρρω λαμ‐
5βανομένη.
Febr
.

31

.

2

Οὐσία μὲν γὰρ πυρετῶν ἡ παρὰ φύσιν θερμότης, καθάπερ εἴρηται· ἡ γὰρ οὐσία τούτων τὸ μᾶλ‐ λον ἐπιδέχεται καὶ τὸ ἧττον· ἔστι δὲ καὶ ἐν ὑποκειμένῳ συμβεβηκός τι οὖσα, καὶ μὴ δυναμένη καθ’ αὑτὴν εἶναι
5ἢ καὶ ἐν τῷ ποιητικῷ ταύτης αἰτίῳ.
Febr
.

31

.

3

Πρὸς δὲ καὶ τρό‐ πον ἔχει κινήσεως τῇ τοῦ, ἐν ᾧ ἐστι, φύσει τε καὶ ποιότητι, εἴθ’ ὑποκείμενον, εἴτε αἴτιον εἴη. Ἔτι δὲ καὶ συμπτώ‐ ματά τινα ἀπεργάζεται.
Febr
.

31

.

4

Εἰκότως αἱ μὲν τῶν διαφορῶν οὐσιώδεις εἰσί τε καὶ λέγονται, οὐ παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον τῆς παρὰ φύσιν θερμότητος λαμβανόμεναι, καθ’ ἃς μικρούς τε καὶ μεγάλους ὀνομάζομεν πυρετούς, οὐ κυρίως
5μὲν ἐπὶ πολλοῦ πράγματος ὄνομα ποιότητος ἐπιφέροντες, ὅμως δ’ οὖν εἰθισμένοι τοῦτο ποιεῖν οὐκ ἐπὶ πυρετῶν μό‐ νων, ἀλλὰ καὶ ἐπὶ ἄλλων μορίων, ἐν ποιότητι μὲν ἐχόν‐ των τὴν ὕπαρξιν, ὀνομαζομένων δὲ μεγάλων καὶ μικρῶν·
αἱ δὲ ἐπουσιώδεις αἱ λοιπαὶ πᾶσαι διαφοραί, αἵ τε παρὰ105
10τὴν ὕλην καὶ τὸ ὑποκείμενον, ἐν ᾧ ἡ παρὰ φύσιν θερ‐ μότης καὶ αἱ παρὰ τὸν τῆς κινήσεως τρόπον, ἔτι δὲ καὶ παρὰ τὰ ξυμπτώματα τῆς παρὰ φύσιν θερμότητος· ταῦτα γάρ, ἥ τε ὕλη, ὅ, τε τῆς κινήσεως τρόπος, καὶ τὰ ξυμπτώ‐ ματα ἐπισυμβέβηκε τῇ παρὰ φύσιν θερμότητι, καὶ οὐ κατ’
15οὐσίαν ὑπάρχει ταύτῃ.
Febr
.

31

.

5

Διὰ τοῦτο καὶ τὰς ἐκ τούτων λαμβανομένας τῶν πυρετῶν διαφορὰς ἐπουσιώδεις εἶναί φαμεν καὶ οὐ κατ’ οὐσίαν, κατ’ οὐσίαν οὔσης τῆς πρώτης διαφορᾶς ἢ διὰ τὸ μᾶλλόν τε καὶ τὸ ἧττον τῆς παρὰ φύσιν
5θερμότητος λαμβάνεταί τε καὶ λέγεται, καθ’ ἣν μεγάλους καὶ μικρούς φαμεν πυρετούς, ὥσπερ εἴρηται· πάσας δὲ ταύτας τῶν πυρετῶν τὰς διαφορὰς τῶν πρὸ ἡμῶν τις ἀκρι‐
βῶς τε ἅμα καὶ σαφῶς ἐδήλωσε λέγων.106