TLG 0732 002 :: ALEXANDER :: Problemata (lib. 1–2) [Sp.]

ALEXANDER Phil.
(Aphrodisiensis: A.D. 2–3)

Problemata (lib. 1–2) [Sp.]

Source: Ideler, J.L. (ed.), Physici et medici Graeci minores, vol. 1. Berlin: Reimer, 1841 (repr. Amsterdam: Hakkert, 1963): 3–80.

Cf. et 0732 017

Citation: Book — section — (line)

1

t

ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ἰατρικῶν ἀπορημάτων καὶ φυσικῶν προβλημάτων τὸ Α.

1

Pr

Τῶν προβλημάτων τὰ μὲν αὐτόθεν ἐστὶ πιστὰ καὶ γνώριμα, πάσης ἀμφιβολίας καὶ ζητήσεως ἄγευστα. τίς γὰρ οἶμαι νοῦν ἔχων ἀπορήσειε, τίνος ἕνεκεν ἡ φύσις τοῖς πτη‐ νοῖς ἐδωρήσατο πτερά; πᾶς γὰρ συνετὸς εἴποι ἄν, ὅτι
5θάλψεως χάριν ἀνθ’ ἱματίων μὲν πρῶτον περιέβαλε, δεύ‐ τερον δὲ κάλλους ἕνεκεν. πετοῖς δὲ ζῴοις τρίχας, ἑρπετοῖς δὲ φολίδας, ἐνύδροις δὲ λεπίδας, ἢ ὄστρακα, καθάπερ τὰ ὀστρακόδερμα προσαγορευόμενα. καὶ πάλιν διὰ τί τοῖς μὲν κέρατα, τοῖς δὲ κέντρα, τοῖς δὲ ὀξεῖς ὄνυχας ἤ τι τοιοῦ‐
10τον; πρὸς ἄμυναν τῶν ἀδικούντων ὥσπερ φυσικοῖς δόρα‐ σιν ἠσφαλίσατο ταῦτα. καρποὺς δὲ πάντας καὶ σπέρματα πρὸς γένεσιν καὶ διαδοχὴν τοῦ γένους κεκτηναμένη ἡ φύ‐ σις, λέπεσιν ἢ σώμασί τισιν ὑγροῖς ἢ ξυλώδεσιν ἢ δέρμα‐ σιν ὁμοίως ἠσφαλίσατο, καθάπερ ἐν κιβωτῷ τούτους ἀπο‐
15κρύψασα πρὸς ἀποφυγὴν κρύους ἢ θάλπους ἢ ζῴων τινῶν ἀδικούντων. καὶ αὐτὸ δὲ τὸ περίβλημα παντελῶς ἀχρεῖον οὐκ ἀπέλειψεν, ἀλλὰ πρὸς τροφὴν παρεσκεύασεν. αὐτὰ δὲ τὰ φυτὰ φύλλοις μὲν καὶ φλοιῷ καὶ τοῖς ὁμοίοις ἠμφία‐ σεν ἀντὶ πτερῶν. προῄδει γὰρ ὡς ἄμετρος ψύξις ἢ θερμό‐
20της ἐδύνατο λυμήνασθαι ταῦτα. ἀκάνθαις δὲ καθώπλισεν ἀντὶ βελῶν διὰ τὴν ἀπὸ τῶν ζῴων φθοράν. ἄνθεσι δὲ ποικίλοις ἐστεφάνωσε ταῦτα κόσμου καὶ κάλλους ἕνεκεν,
καὶ πάλιν ὥσπερ κήρυκας προμηνύοντας τὴν τῶν καρπῶν προκύπτουσαν γένεσιν. ὅσοι μὲν τοιαῦτα γνωστὰ καὶ σαφῆ3
25προτείνουσιν, ἄντικρυς δέονται νοῦ· ὅσοι δὲ διχοστατοῦ‐ σιν, εἰ σύμφυτος τῷ πυρὶ σύνεστιν ἡ θερμότης, ἁπτικῆς αἰσθήσεώς εἰσιν ἐνδεεῖς. ὅσοι δέ, πότερον φύσις καὶ λόγος προνοητικὸς προμυθεύεται τὰ ἐν γενέσει καὶ φθορᾷ, τὴν τάξιν, τὴν κίνησιν, τὴν θέσιν, τὴν διάπλασιν, τὰς χρόας,
30τὰ παραπλήσια, κολάσεσιν τυγχάνουσιν ἔνοχοι. τὰ δὲ ἄλυτα παντελῶς ἐστι θεῷ μόνῳ γνώριμα, τῷ καὶ τὴν τού‐ των οὐσίαν ὑποστήσαντι. καὶ γὰρ ὁ τεχνίτης ἔργον τι μηχα‐ νικὸν κατασκευάσας οἶδεν αὐτοῦ πάσας τῶν ἐνεργειῶν τὰς αἰτίας, ἰδιώτης δὲ παντελῶς ἄμοιρος τῶν αἰτιῶν ἐστιν.
35ἄποροι δὲ ζητήσεις εἰσὶν αἱ τοιαίδε· τίνος ἕνεκεν οἱ γαρ‐ γαλιζόμενοι μαχάλας ἢ πέλματα ἢ πλευρὰς γελῶσιν; ἢ τίνος χάριν ἀκούοντές τινες μαρμάρων παρατριβομένων ἢ πρι‐ ζομένων ἢ τρίζοντος ἢ ῥινουμένου σιδήρου τοὺς ὀδόντας εὐθέως μαρκῶσιν; ἢ διὰ τί τὴν ἀπὸ τῶν ψυχρῶν ὀπωρῶν
40προσγινομένην αἱμωδίαν τοῖς ὀδοῦσιν ἀνδράχνη ψυχρὰ πε‐ φυκυῖα θεραπεύει καὶ οὐκέτι τὰ ἐναντία τῶν ἐναντίων ἰάματα, ἀλλὰ τὰ ὅμοια; ἢ διὰ τί λίθος ἡ μαγνῆτις ἕλκει μόνον τὸν σίδηρον, ὑπό τε τῶν τούτου ῥινημάτων ζῳοποιεῖ‐ ται ἡ λίθος, ἥ τε ἤλεκτρος λεγομένη μόνα τὰ κυρήβια
45καὶ τὰ κάρφη συνανασπᾷ κολλωμένη τούτοις; καὶ λέων ἀλεκτρυόνα δέδοικε μόνος, ὄρνις δὲ κατοικίδιος ᾠὸν τε‐ κοῦσα τοῖς κάρφεσιν ἑαυτὴν ἀποκαθαίρει πανταχόσε τοῦ σώματος· ὄρτυγές τε σιτοῦνται τὸν ἐλλέβορον τοῖς ἀν‐ θρώποις δηλητήριον ὄντα· ψάροι δὲ τὸ κώνειον· ἀσκα‐

1

Pr

(50)

μωνία δὲ μᾶλλον χολὴν ξανθὴν ἕλκει· κολοκυνθὶς δὲ καὶ ἀγαρικὸν καὶ λευκὸς ἐλλέβορος εὐφόρβιόν τε καὶ κόκκος Κνίδιος φλέγμα· μέλας δὲ ἐλλέβορος καὶ ἐπίθυμον μέλαι‐ ναν χολήν; τινὲς δὲ ὑπὸ μὲν τῶν καθαιρόντων στεγνοῦνται τὴν κοιλίαν, ὑπὸ δὲ τῶν στελλόντων καθαίρονται μᾶλ‐
55λον. καὶ ἄλλος πρὸς τήνδε πλέον ἥδεται τὴν τροφήν, ῥᾷον αὐτὴν μεταβάλλων. οὐδεὶς δὲ καὶ τὴν θαλασσίαν νάρκην ἀγνοεῖ· πῶς δὴ τῆς μηρίνθου τὸ σῶμα ναρκοῖ; τρίγλη δὲ κρατουμένη ἀντιπαθεῖ τῇ νάρκῃ. καὶ μυρίων ἄν σοι τοιού‐ των προκαταβαλοίμην κατάλογον, πείρᾳ μόνον γινωσκομέ‐
60νων, ἃ παρὰ τοῖς ἰατροῖς ἰδιότητες ἄρρητοι λέγονται· τὸ γὰρ ἴδιον ἑκάστου προφορόμενον ἄῤῥητον ὑπάρχει πρὸς ἀπόδοσιν τῶν αἰτίων. κακῶς γὰρ ἔνιοι λύσεις ἀθρόας τού‐ των παραβάλλουσι, εὐφυρωτάτους δὲ καὶ ἀπιθάνους. φασὶ γὰρ τὰ καθαρτήρια θερμότατα τοὺς χυμοὺς ἕλκειν.4
65ὅπερ ψεῦδος. ἔδει γὰρ πᾶν θερμὸν εἶναι καὶ καθαρτήριον· οὕτω γὰρ τὸ πέπερι θερμὸν ὂν οὐχ ἑλκτικόν ἐστιν, ἀλλὰ πεπτικὸν καὶ τονωτικόν. ὡσαύτως δὲ καὶ μαστίχη καὶ ἀλόη. φαμὲν δὲ μὴ ἀντιστρέφειν τὸν λόγον. πᾶν γὰρ καθαρτή‐ ριον θερμὸν μὲν τῇ κράσει, κενωτικὸν δὲ τῇ δυνάμει. οὐ
70πᾶν δὲ θερμὸν ἤδη καὶ τὴν δύναμιν καθαρτήριον. λέγουσι δὲ τὸν στρουθοκάμηλον σίδηρον πέττειν, οὐκ ἰδιότητί τινι, μᾶλλον δὲ θερμότητι· ὅπερ ἄτοπον. λέων γὰρ τούτου τοῦ ζῴου θερμότερος ὢν οὐ πέττει τὸν σίδηρον. οὐ μόνον δὲ παρὰ τοῖς ἰατροῖς ἐστιν ἰδιώματα μόνοις, ἀλλ’ ἤδη καὶ παρὰ
75φιλοσόφοις καὶ γραμματικοῖς, πάθη λεγόμενα καὶ σεση‐ μειωμένα ταῖς χρήσεσι. χρὴ τοίνυν προβάλλειν εἰς ζήτησιν τὰ μέσην ἔχοντα χώραν, ἀμφίβολά τε πρὸς γνῶσιν, οἷά τε πρὸς λύσιν ὑποπεσεῖν. ὥσπερ γὰρ τῶν λεγομένων τὰ μέν ἐστι ψευδῆ πᾶσι γνωριζόμενα, τὰ δὲ πάντα τὴν ἀλήθειαν
80πρὸς ἀπόδειξιν κεκτημένα, τὰ δὲ ὡς ἂν εἴποι τις ἐξ ἀμφο‐ τέρων κεκραμένα λεγόμενα, τὸν αὐτὸν τρόπον καὶ τῶν προβαλλομένων τὰ μέν ἐστιν εὔδηλα πᾶσι γινωσκόμενα, τὰ δὲ πάντα κεκρυμμένα λύσιν οὐχ ὑποδεχόμενα, τὰ δὲ μέσην ἔχοντα φύσιν, ὧν καὶ τὴν ἔκθεσιν ποιησόμεθα. λυτέον δὲ
85πᾶν πρόβλημα ἀπὸ κράσεως, ἢ διαπλάσεως, ἢ ἐνεργείας, ἢ συμπαθείας τοῦ ὁμοίου, ἢ χρώματος, ἢ κατὰ ἀπάτην αἰσθήσεως, ἢ κατὰ ὁμωνυμίαν, ἢ ἐκ τοῦ μᾶλλον καὶ ἧττον τῶν ἐνεργουσῶν δυνάμεων αὐτοῦ, ἢ καθὸ σκληρότερον ἢ μανώτερον ἢ μεῖζον ἢ ἔλαττον αὐτό φαμεν, ἢ ἀπὸ χρόνου
90καὶ ἡλικίας καὶ ἔθους, ἢ οὐσιώδους ἢ κατὰ συμβεβηκός, ἢ τῶν ὁμοίων καθὼς ἐν τοῖς προβλήμασιν εὑρήσεις τὰ λε‐ γόμενα. τούτοις οὖν τοῖς κανόσι χρησάμενος πᾶν ἀπορού‐ μενον δυνήσῃ πρὸς ἀπόδειξιν τῆς αἰτίας ἀγαγεῖν. ἐπειδὴ δὲ οὐ μόνον ἀρκεῖσθαι χρὴ τῇ καθόλου μεθόδῳ, ἀλλ’ ἤδη
95τοῖς κατὰ μέρος χειραγωγεῖν τὸν διδασκόμενον, ἀρξόμεθα
τῶν λύσεων.5

1

.

1

Διὰ τί τοὺς ἀνθρώπους ὁ Ὅμηρος πολιοκρο‐ τάφους ἐκάλεσεν; ὅτι ὡς ἐπὶ τὸ πλεῖστον ἐντεῦθεν αἱ πολιαὶ ἄρχονται τῷ εἶναι τὰ ἐμπρόσθια τῆς κεφαλῆς τῶν ὀπισθίων μᾶλλον ὑγρότερα καὶ φλεγματικώτερα. ἡ λύσις
5ἐκ κράσεως.

1

.

2

Διὰ τί [δὲ καὶ] τὰ ἐμπρόσθια τῆς κεφαλῆς [τῶν ὀπισθίων μᾶλλον ὑγρότερα καὶ φλεγματικώτερα; ἡ λύσις ἐκ κράσεως]· φαλακροῦται μόνα· διότι μαλακὰ καὶ ἀραιο‐ πόρα. τῆς οὖν τριχὸς ὑπὸ τῆς φυσικῆς ξηρότητος ἀτροφού‐
5σης, ῥᾳδίως ἐκ τούτων τῶν μερῶν ἀποπίπτει καὶ μὴ κατ‐ εχομένη στερεῶς, ὥσπερ ἐπὶ τῶν ὀπισθίων ξηροτέρων καὶ πυκνοτέρων ὄντων. ἡ δὲ φαλάκρωσις τὴν γένεσιν ἐκ ξηρότητος ἔχει. διὰ δὴ τοῦτο καὶ οἱ οὐλότριχες ὡς ξηρο‐ κέφαλοι θᾶττον μὲν φαλακροῦνται, βράδιον δὲ πολιοῦνται,
10τῆς ξηρότητος ἐκδαπανώσης τὰ φλεγματώδη περιττώματα. εἰσὶ δὲ καὶ ἄγρυπνοι μᾶλλον τῶν ἄλλων. ὁ γὰρ ὕπνος ἐξ ὑγρότητος, ὡς δηλοῖ τὰ βρέφη ὑγρὰ τυγχάνοντα καὶ ὑπνώδη καὶ περιττωματικά, καὶ τὰ ὑγρὰ πάθη, καὶ οἱ οἰνοφλυ‐ γήσαντες καὶ πυκνὰ λουόμενοι. τυγχάνουσι δὲ καὶ ἧττον
15ἀπέριττοι τὰς ἐκροὰς τῶν περιττωμάτων, ῥῖνά φημι καὶ στόμα καὶ ὀφθαλμούς. οἱ δὲ ἁπλότριχες ὑγροκέφαλοι πεφυκότες, τὰ ἐναντία πάσχουσι, βράδιον ἢ οὐδὲ ὅλως φα‐ λακρούμενοι, φαλακροῦνται γὰρ καὶ διὰ γένους διαδοχήν, ὥσπερ καὶ ποδάγρα καὶ ἄλλα πάθη κατὰ συγγένειαν δια‐
20δέχεται τὰ τικτόμενα. τάχιον δὲ πολιοῦνται καὶ ὑπνώδεις καὶ περιττωματικοὶ [τυγχάνουσι]. αἱ δὲ πολιαὶ λευκαί. μι‐ μοῦνται γὰρ τοῦ γεννήσαντος φλέγματος τὴν χροιάν. ἐνιότε δὲ καὶ χρυσοειδεῖς τυγχάνουσιν, ὅταν συναναμιχθῇ ἡ λεκιθώδης χολὴ τῷ φλέγματι.

1

.

3

Διὰ τί οἱ γέροντες περιττωματικοὶ καὶ ἄγρυπνοι; περιττωματικοὶ μὲν διότι ψυχρότεροι τῷ χρόνῳ καὶ ἀδυ‐ νατότεροι γεγονότες. καὶ ἧττον πέττονται, πολλὰ συνά‐ γουσι περιττώματα κατὰ τοὺς πόρους. ξηροὶ μέντοι κατὰ
5τὰ στερεὰ σώματα πεφυκότες εἰσὶ καὶ διὰ τοῦτο ἄγρυπνοι. τὰ δὲ βρέφη ὑγρὰ τοῖς πόροις τε καὶ τοῖς στερεοῖς σώμα‐ σιν ὑπάρχει.

1

.

4

Διὰ τί τὰ παιδία ὑγρὰ ὄντα καὶ περιττωματικὰ πολιὰς οὐκ ἀναφέρει; ὅτι ὑγρὰ καὶ θερμὰ τυγχάνουσι· τὸ μέντοι φλέγμα ὑγρὸν καὶ ψυχρόν. ἄλλως τε καὶ τὸ βρέγμα τῆς κεφαλῆς ἔχει δερματῶδες καὶ ἀραιοπόρον. καὶ διαφορεῖ6
5τὰ περιττώματα. τῷ χρόνῳ γὰρ σκληρύνεται καὶ ὀστῶδες γίνεται πυκνότερον. ὅθεν καὶ ῥαφὰς αὐτῷ δέδωκεν ἡ φύσις ὕστερον, πρὸς τὸ διαφορεῖν ἐκεῖθεν τὰ ἀτμώδη περιττώ‐ ματα. [ἡ λύσις ἐκ κράσεως καὶ κατασκευῆς σωμάτων.]

1

.

5

Διὰ τί αἱ γυναῖκες καὶ οἱ εὐνοῦχοι ταχέως πολιοῦν‐ ται; αἱ γυναῖκες μὲν ὡς φύσει ψυχραί· καὶ ἀπὸ τῆς ἀργίας δὲ περιττώματα συνάγουσι πλείονα, καὶ μάλιστα τῶν κατα‐ μηνίων ἐκλελοιπότων. εὐνοῦχοί γε τῷ μηκέτι τὸ σπέρμα
5ἐκκρίνειν, ἀλλ’ ἔχειν τὸ περίττωμα τὸ γεννητικὸν τοῦ σπέρ‐ ματος συναναδιδόμενον τῷ αἵματι καθ’ ὅλον τὸ σῶμα, ὅπερ ἐστὶ φλεγματῶδες.

1

.

6

Διὰ τί δὲ καὶ ἄτριχες; γυναῖκες μὲν ὡς ψυχραὶ πυκνοὺς ἔχουσι τοὺς πόρους τοῦ σώματος· τὸ γὰρ ψυχρὸν πιλητικόν· καὶ οὐκ ἔχουσιν ὁδὸν αἱ τρίχες πρὸς ἔξοδον. καὶ εὐνοῦχοι δὲ ὡς ὑγροὶ καὶ περιττωματικοὶ σφόδρα. τούτῳ
5γὰρ τῷ λόγῳ καὶ τὰ κάθυγρα χωρία βοτάνας οὐ βλαστά‐ νει, οὔτε μὴν τὰ ἄγαν ξηρὰ καὶ πετρώδη ἐοικότα ταῖς φα‐ λακρώσεσι.

1

.

7

Διὰ τί τῶν εὐνούχων ὡς ἐπὶ τὸ πλεῖστον οἱ πόδες διαστρέφονται; ὅτι ὑπὸ τῆς εἰρημένης πολλῆς ὑγρότητος ἔχουσι τὰ μόρια διάβροχα σφόδρα καὶ μαλακά, διὰ τοῦτο δὲ καὶ ἀσθενῆ· τὸ οὖν ὑποκείμενον βάρος τοῦ σώματος
5τὰ σκέλη μὴ φέροντα στρεβλοῦνται. οὕτω γὰρ καὶ καλάμῳ, ἐὰν ἐπιθῇς βάρος κάμπτεται. ὅτι δὲ τὸ μὲν σκληρὸν καὶ ξηρὸν ἰσχυρὸν καὶ πρὸς ἐνέργειαν μᾶλλον ἀντέχει, τὸ δὲ ὑγρὸν καὶ μαλακὸν εὐθενὲς πρὸς ἐνέργειαν, δηλοῖ καὶ ξύλα καὶ δέρματα καὶ σχοινία. δηλοῦσι δὲ καὶ ἄνθρωποι. ὑπὸ
10γὰρ λουτρῶν καὶ ποτῶν πλειόνων ἀσθενέστεροι πρὸς ἐνέρ‐ γειαν, ὑπὸ δὲ εὐταξίας συμμέτρως ξηρανθέντες, εὐσθενεῖς εἰσι πρὸς ἔργον. ὅθεν εὐνοῦχοι μὲν καὶ γυναικώδεις ἀσθε‐ νεῖς· ἴσως δὲ καὶ οἰνόφλυγες, ὡς φλεγματωδέστεροι. ψυχροὶ γὰρ γινόμενοι τὸ ἐναντίον ἀντεισάγειν ποθοῦσιν· οἶνος
15δὲ θερμὸς φύσει. Αἰθίοπες δέ, ὡς ξηρότεροι, οὐλότριχες,
ἰσχνοί, μυώδεις, ἰσχυροὶ πρὸς ἔργον.7

1

.

8

Διὰ τί δὲ καὶ ὀξύφωνοι; πάλιν γὰρ ἡ πλείων ὑγρό‐ της παχύνουσα τὴν τραχεῖαν ἀρτηρίαν αὐτῶν ἀποστενοῖ καὶ τὸ πνεῦμα διὰ στενῶν τόπων διαβαῖνον ὀξυφωνίαν ποιεῖ, διὰ δὲ εὐρυτέρων ὡς ἐπὶ ἀνδρῶν μεγαλοφωνίαν· εἰκόνα
5δὲ λάμβανε τῶν αὐλῶν τὰς ὀπάς· ὅτι δὲ πλείστης ὑγρό‐ τητός εἰσιν ἔμπλεοι, δῆλον ἐκ τοῦ καὶ ἁδρύνεσθαι καὶ μαστοὺς γυναικώδεις ποιεῖν, καὶ βλέφαρα οἰδαλέα καὶ ἁπλό‐ τριχες καὶ πολιώδεις.

1

.

9

Διὰ τί ἔνιοι τῶν εὐνούχων ποσῶς ἀφροδισίων ὀρέ‐ γονται καὶ ἐρῶσί ποτε; ὅτι πολὺ παρὰ τὸ ἡβάσκειν ὠρχο‐ τομήθησαν ἢ ἐθλάσθησαν καὶ ὥσπερ ἡμιτελεῖς εἰσιν εὐ‐ νοῦχοι. καὶ οἱ φύσει δὲ θερμότεροι τὸ ἧπαρ καὶ τὰ σπερ‐
5ματικὰ ἀγγεῖα μεγάλα ἔχοντες, οἵ τινες φαντάζονται μὲν τὴν χρῆσιν, οὐκ ἐνεργοῦσι δὲ τὴν ἐπιθυμίαν, διότι τὸ αἰ‐ δοῖον αὐτὸ μὲν ἀπεμαράνθη. τὸ γὰρ οἰδίσκον πνεῦμα συνεχῶς ἐκλέλοιπεν, ὅπερ ὑπὸ τοῦ σπέρματος ἐτίκτετο. καὶ διὰ τῶν σπερματικῶν πόρων ἐφύετο ἐκ τῶν περὶ τὰ ἰσχία
10μερῶν. ὡς ἐπὶ παιδίων δὲ τετύφλωνται αὐτῶν οἱ σπερμα‐ τικοὶ πόροι συμπεσόντες.

1

.

10

Διὰ τί ἐν παντὶ τόπῳ τετριχωμένῳ πολιὰς ποιοῦ‐ μεν, ἐν δὲ μασχάλαις οὐκέτι; ὅτι ὁ τόπος θερμός· ἀρτη‐ ριώδης γὰρ καὶ φλεβώδης. ἄλλως τε καὶ ἀραιοπόρος ὢν διαφορεῖ συνεχῶς τὰ φλεγματώδη περιττώματα. δηλοῖ δὲ
5τοῦτο τὸ συνεχῶς ἱδροῦν αὐτάς.

1

.

11

Διὰ τί ἔνιοι αἰδούμενοι ἱδρῶσι τὰς μασχάλας; ὅτι μᾶλλον ἀραιοπόροι. ἡ φύσις γὰρ ἀποστρεφομένη τὸ τιμῆς ἢ εὐλαβείας ἄξιον μετρίως φεύγει σὺν τῷ αἵματι εἰς τὰς μεγίστας φλέβας καὶ ἀρτηρίας. καὶ αὗται πληρούμεναι ἀπο‐
5στάζουσιν. οἱ δὲ χαιρόμενοι τῷ διαχαλᾶσθαι καὶ ἀραιοῦ‐ σθαι, πλεῖστον δὲ τὰς μασχάλας, [ταὐτὸ τοῦτο πάσχουσιν].

1

.

12

Διὰ τί οἱ φοβούμενοι ὠχροί εἰσιν; ὅτι ἡ ἡμετέρα φύσις καὶ ἡ προνοουμένη τοῦ σώματος δύναμις δέει τοῦ μὴ παθεῖν τι περὶ τῶν ἐκτός, ὥσπερ καὶ ἡμεῖς ἐν οἴκοις ἀποφεύγομεν, καὶ αὐτὴ φεύγει σφόδρα πρὸς τὸ βάθος τοῦ
5σώματος ἀσφαλείας χάριν. συνέλκει δὲ μεθ’ ἑαυτῆς τὸ αἷμα, ᾧ κέχρηται τροφῇ καὶ ὀχήματι, ὡς καὶ χρηστῷ μόνῳ χυμῷ·
τοῦτο δὲ ἦν τὸ ῥοδίζον τὸ δέρμα καὶ ἐρυθριαῖνον.8

1

.

13

Διὰ τί καὶ τρέμουσιν; ὅτι καὶ ἡ ψυχικὴ δύναμις κατὰ συμπάθειαν τῆς φύσεως φεύγουσα τὰ νεῦρα κατα‐ λιμπάνει, ἅπερ ἐφύλαττον τὰ ἄτρομα μόρια. διὰ τοῦτο δὲ καὶ ἀποπατοῦσι καὶ οὐροῦσιν ἀπροαιρέτως. οἱ γὰρ κλείον‐
5τες τοὺς πόρους τῶν περιττωμάτων μῦες νῦν ἀσθενοῦν‐ τες ἀφιᾶσι τὰ περιττά.

1

.

14

Διὰ τί οἱ χαίροντες ἐρυθριῶσιν; ὅτι ἡ φύσις αὐτο‐ διδάκτως τῷ ἥδοντι προτρέπει κατὰ τὸ ἐκτὸς ὄντι, καθάπερ ἡμεῖς φίλῳ ἢ τέκνῳ. συνέπεται δὲ τὸ αἷμα ταύτῃ. μεμα‐ θήκαμεν δὲ τοῦτο ῥοδίζειν τὸ δέρμα τῷ ἰδίῳ χρώματι. οἱ
5δ’ ὠχριῶντες διὰ τὸ ἐναντίον [τὸ ἐναντίον πάσχουσι].

1

.

15

Διὰ τί οἱ αἰδούμενοι ἐρυθριῶσιν; ὅτι ἡ φύσις αὐτοδιδάκτως τινὶ συνειδήσει τὸ τιμῆς ἄξιον αἰσχυνομένη, καθάπερ εὐγενὴς κόρη, μετρίως ὑποστέλλεται πρὸς τὸ βά‐ θος καὶ ἐντὸς τοῦ σώματος. τοῦ αἵματος τοίνυν συγκρι‐
5νομένου καὶ χεομένου, τὸ δέρμα βάπτεται τῷ τοῦ αἵματος χρώματι. οἱ δέ φασιν, ὅτι ὥσπερ αὐτὸ προβάλλεται σκέπης ἕνεκεν. οὕτω γὰρ καὶ τὴν χεῖρα φυσικῶς τῷ προσώπῳ προ‐ φέρουσιν.

1

.

16

Διὰ τί ἔνιοι φοβηθέντες ἀπέθανον; ὅτι φεύγουσα λίαν ἡ φυσικὴ δύναμις εἰς τὸ βάθος μετὰ τοῦ αἵματος τὸ ἔμφυτον θερμὸν καὶ ζωτικὸν τὸ παρὰ τῆς καρδίας γενό‐ μενον ἀθρόως καταβαπτίζει καὶ σβέννυσι καὶ φθορὰν
5ἐπάγει. τούτῳ γὰρ τῷ λόγῳ καὶ τὸ ἔλαιον πολύ τε καὶ ἀθρόως ἐπιβαλλόμενον λυχνιαίᾳ φλογὶ σβέννυσιν αὐτήν. ἀναλογεῖ δὲ τὸ ἐκ καρδίας θερμὸν λυχνιαίᾳ φλογί. καὶ οἱ ἀμέτρως δὲ ὀδυνώμενοι ἀπέθανον τῷ αὐτῷ λόγῳ. ἀπόλλυται γὰρ ἡ ἐκτὸς κίνησις τοῦ ἐμφύτου θερμοῦ, καθάπερ καὶ τὸ πῦρ
10ἐπιπωματιζόμενον σβέννυται.

1

.

17

Διὰ τί πολλοὶ τῶν οἰνοφλυγησάντων ἀπέθανον; ὅτι πάλιν τὸ πλῆθος τοῦ οἴνου τὴν φυσικὴν καὶ τὴν ζω‐ τικὴν δύναμιν καὶ θερμότητα καταβαπτίζει. πάσχουσι δὲ τοῦτο μάλιστα, ὅσοι τὸ ἔμφυτον θερμὸν ὀλίγον καὶ ἀσθε‐
5νὲς ἔχουσι, τὸ πολὺ γὰρ καὶ ἰσχυρὸν ἀντέχειν μᾶλλον δύ‐ ναται, καὶ τῷ χρόνῳ πέττει τὸ πλῆθος. καθάπερ καὶ ἡ πλείων φλὸξ φέρει πλείονα τοῦ ἐλαίου τὴν ἐπίχυσιν.

1

.

18

Διὰ τί οἱ γέροντες τρέμουσιν; ὅτι τὰ νεῦρα πά‐ λιν τῶν ψυχικῶν δυνάμεων καὶ οἱ μῦες τῶν μορίων μὴ δεχόμενοι τὴν ἀρκοῦσαν δύναμιν κινητικὴν οὐκ ἀντέχου‐ σιν ὁμοίως βαστάζειν τὸ βάρος τοῦ σώματος. γίνεται δὲ9
5τρόμος τῷ ἕλκειν ἐπὶ τὸ κάτω τὸ βάρος τοῦ σώματος τὸ μόριον, τὴν δὲ ψυχικὴν δύναμιν ἐπὶ τὸ ἄνω. καὶ τοῦτο κατὰ διαδοχὴν καὶ συνεχῶς γινόμενον τὸν τρόμον ποιεῖ. ὅθεν λοιπὸν ἐπὶ κάτω νεύουσιν ἐπὶ γῆν σπεύδοντες, ὅπου καὶ φύσις βιάζεται. ὅθεν καὶ βακτηρίαις ἑαυτοὺς καθά‐
10περ τοίχους παλαιοὺς ἀντὶ ξύλων στηρίζουσι. διὰ τοῦτον τὸν λόγον τῆς ἀσθενείας τῶν δυνάμεων, ἀπροαιρέτως ἐξίασι σκύβαλον καὶ οὖρον.

1

.

19

Διὰ τί οἱ λυπούμενοι ὠχριῶσιν; ὅτι πᾶσα ἡ φύ‐ σις ὑπομιμνησκομένη τοῦ ἀνιαροῦ, κατ’ ὀλίγον συννεύει πρὸς τὸ βάθος μετὰ τοῦ ῥοδίζοντος αἵματος τὸ δέρμα· ἧττον μέντοι τῶν φοβουμένων [ὠχριῶσιν].

1

.

20

Διὰ τί οἱ χαιρόμενοι ἀθρόως καὶ σφοδρῶς, ποτὲ καὶ ἐκλύονται; τῷ τὴν ζωτικὴν δύναμιν καὶ τὸ ἔμφυτον θερμὸν ἀμέτρως ἔξω φερόμενον πρὸς τὸ ἦδος διαφορεῖσθαι καὶ ἀπόλλυσθαι. ὅθεν καὶ ἱδροῦσι καὶ ἐρυθριῶσι διὰ τὴν
5παρουσίαν τοῦ αἵματος. τὸ γὰρ ἔμφυτον θερμὸν καὶ αὐτὸ τὸ πῦρ τῇ μὲν θερμότητι καὶ τῇ φύσει τοῦ οἰκείου τόπου ἐπὶ τὸ ἄνω κινεῖται. πάλιν δὲ διὰ τὴν ὄρεξιν τῆς τροφῆς ἐπὶ τὸ κάτω. ὁποτέρα τοίνυν τῶν κινήσεων ἀπόλλυται διαφθείρει τοῦτο.

1

.

21

Διὰ τί οἱ λυπούμενοι καὶ οἱ ἐρῶντες καὶ οἱ ὀρ‐ γιζόμενοι στενάζουσι μέγα καὶ συνεχῶς; ὅτι οἱ μὲν λυ‐ πούμενοι πρὸς τὸ λυπῆσαν ἔχουσι τὴν ψυχὴν ἐστραμμέ‐ νην, οἱ δὲ ποθοῦντες πρὸς τὸ ποθούμενον, οἱ δὲ χολῶντες
5πρὸς τὸ τὴν ὀργὴν κινῆσαν αὐτοῖς. ἡ ψυχὴ τοίνυν ἐστραμ‐ μένη πρὸς τὸ κινῆσαν αὐτὴν ἀμελεῖ καὶ ὥσπερ ἐπιλανθά‐ νεται χορηγεῖν τοῖς τοῦ θώρακος μυσὶ τὴν κινητικὴν δύ‐ ναμιν. ἡ καρδία τοίνυν μήτε τῇ διαστροφῇ τοῦ θώρακος εἰςδεχομένη τὸν ἀέρα καὶ ῥιπιζομένη καὶ ἐψυχομένη μήτε
10διὰ τῆς συστολῆς ἐκκρίνουσα τὰ λιγνυώδη περιττώματα, ἅπερ ἡ ἐξ αἵματος ἔκκαυσις ἐγέννησε, δέει τοῦ μὴ πνιγμὸν παρακολουθῆσαι, τὴν ψυχὴν ἀναγκάζει καὶ ὑπομιμνήσκει
πλείστην τοῖς μυσὶν ἐπιχορηγεῖν κίνησιν καὶ ποιεῖν μεί‐ ζονα τὴν εἰσπνοὴν καὶ ἐκπνοὴν πρὸς τὸ καὶ πλῆθος ἀέρος10
15ψυχροῦ λαβεῖν καὶ πλῆθος ἐκκενοῦν τῶν περιττωμάτων, ἵν’, ὅπερ ἔμελλον αἱ μικραὶ καὶ συνεχεῖς ἀναπνοαὶ ποιεῖν, τοῦτο μία ποιήσῃ μείζων. καὶ τοῦτο καλεῖται στενάζειν παρὰ τοῖς παλαιοῖς παρὰ τὴν στενοχωρίαν τῆς καρδίας. καὶ στένουσι διά τινος χρόνου μέγα. καὶ τοῦτο ποιοῦσι πολ‐
20λάκις τῷ τὴν ψυχὴν ἀπεστράφθαι μὲν ἀεὶ πρὸς τὸ κινῆ‐ σαν αὐτήν, τὴν δὲ φύσιν ἀναγκάζειν ποτὲ διὰ τὴν καρδίαν ἐπιπέμπειν πλείονα δύναμιν κινητικὴν τοῖς μυσὶ τοῦ θώ‐ ρακος. ὅπερ δὲ ἐν θώρακι ἀναπνοή, τοῦτο ἐν σώματι διαπνοὴ διὰ τῶν ἀρτηρίων. καὶ ἔοικε τῇ μὲν εἰσπνοῇ ἡ
25διαστολή, τῇ δὲ ἐκπνοῇ ἡ συστολή. συστολῆς δὲ καὶ δια‐ στολῆς σφυγμὸς κατηγορεῖται.

1

.

22

Διὰ τί ὁ ἴσικος δύσπεπτος; ὅτι κοῦφος ὢν ἐμ‐ πλέει ἐν τῇ ὑγρᾷ τροφῇ κατὰ μέσον καὶ οὐκ ὁμιλεῖ τῷ σώ‐ ματι αὐτῆς, δι’ ἧς ὁμιλίας ἡ πέψις γίνεται. καὶ παρὰ τὸν οἰσοφάγον δὲ πλεονάζει, [οὗ] ἡ ὄρεξις ἔργον καὶ οὐ πέψις.
5ἐκτὸς δὲ εἰς ὕδωρ ἐμπλέει μὴ βυθιζόμενον, ὅτι ἐν τῇ τρίψει τῶν κρεῶν ἐναπολαμβάνεται πνεῦμα κοῦφον, ὅπερ μετεω‐ ρίζει τὸ σῶμα τοῖς ὑγροῖς ἐπινήχεσθαι. διὰ τοῦτο δὲ καὶ χαῦνός ἐστι τῇ μετοχῇ τοῦ πνεύματος.

1

.

23

Διὰ τί τοῖς κνηστιῶσι τὸ ἄγαν ζέον φίλον; ὅτι τὸ μὲν ποιοῦν τὸν κνησμὸν φλέγμα παχὺ καὶ ψυχρὸν ὄν, δυσαίσθητον ἀποτελεῖ τὸ δέρμα.

1

.

24

Διὰ τί δὲ καὶ ἥδονται ἐν τοῖς λουτροῖς κνηστιῶντες; ὅτι ἡ θερμότης χέει τὸ φλέγμα· καὶ οἱ ὄνυχες διαφοροῦσι.

1

.

25

Διὰ τί δὲ καὶ τὰ νῶτα μάλιστα κνηστιῶσιν; ὅτι τὰ μέρη ταῦτα ψυχρότερα τῶν ἐμπροσθίων ὄντα πλέον φλέγμα ἔχει· ὅθεν καὶ γέρουσιν ὡς ψυχροῖς μᾶλλον τὸ πάθος πλεονάζει.

1

.

26

Διὰ τί οἱ βραχεῖς τῷ σώματι τῶν μακρῶν φρονι‐ μώτεροι ὡς ἐπὶ τὸ πλεῖστόν εἰσιν; ὅτι συνέσφιγκται αὐτοῖς καὶ συνκεκρότηται ἡ ψυχὴ ἐν ὅλῳ τῷ σώματι. ἐπὶ δὲ τῶν εὐ‐ μεγεθῶν εἰς μῆκος ἐπεκτεινομένη ἐκλύεται. διὸ καὶ Ὅμηρος
5Ὀδυσσέα μὲν βραχὺν καὶ φρόνιμον λέγει, Αἴαντα δὲ μα‐ κρὸν καὶ μωρότερον. τὸν δὲ τρόπον [τοῦτον] ἰσχυροὶ μᾶλ‐
λον οἱ ἐλάσσονες τῶν μειζόνων.11

1

.

27

Διὰ τί οἱ ἧττον φρόνιμοι μετεωρίζονται περιπα‐ τοῦντες; ὅτι ὥσπερ κυβερνήτης μὴ ἄγαν ἐρρωμένος οὐκ ἐπ’ εὐθείας ἄγει τὸ σκάφος, οὕτως καὶ ἡ σαθροτέρα ψυχὴ τὸ σῶμα.

1

.

28

Διὰ τί πολλοὶ μωροὶ φρονίμους ἄγαν τίκτουσι, πολλοὶ δὲ ἄγαν φρόνιμοι μωροτέρους; ὅτι οἱ μωρότεροι ἐν τῇ συνουσίᾳ νικώμενοι σφοδρᾷ τῇ ἡδονῇ ἔχουσι τὴν ψυχὴν ἄγαν βεβαπτισμένην τῷ σώματι, καὶ διὰ τοῦτο τὸ σπέρμα
5πλείστης μετέχον δυνάμεως λογιστικῆς καὶ φυσικῆς τὰ ὑπ’ αὐτοῦ τικτόμενα φρονιμώτερα ποιεῖ. ἐπὶ μέντοι τῶν φρο‐ νίμων καὶ μάλιστα τῶν πεπαιδευμένων, ἀεὶ τὸ φρονοῦν καὶ ἐν τῇ συνουσίᾳ λογιζόμενόν τινα τῶν ἐκτὸς ἀναγκαίων καὶ μετεωριζόμενον ἔχει τὸ σπέρμα κατιὸν ἄμοιρον πλεί‐
10στης ψυχικῆς δυνάμεως. ἔνθεν λυτέον, διὰ τί οἱ μωροὶ καὶ ἀπαίδευτοι τῷ σώματι εὐσθενεῖς τίκτουσι μᾶλλον, οἱ δὲ πεπαιδευμένοι ἀσθενεῖς.

1

.

29

Διὰ τί τῶν ἀγρίων ζῴων ἡ κόπρος ἧττον δυσώδης ἐστί; διότι καὶ ξηροτέρᾳ καὶ ἀπέπτῳ κέχρηται τροφῇ καὶ γυμνάζεται πλέον. ἡ δὲ τῶν δορκῶν καί τινων ζῴων κό‐ προς ἀρωματίζει ποσῶς. ἡ μέντοι τῶν ἀνθρώπων ὑπὲρ
5πάντα τὰ ζῷα δυσώδης ἐστίν, ὅτι καὶ ποικίλῃ καὶ ὑγρᾷ χρῶνται τροφῇ καὶ πλέον τοῦ κόρου παρὰ καιρὸν μὴ δεό‐ μενοι καὶ ἀγυμναστότεροι καὶ ἧττον τῶν ἀλόγων θερμό‐ τεροι. μὴ πεττομένη τοίνυν τελείως καὶ τῷ πλήθει μὴ διαπνεομένη ποσῶς σηπομένη δυσώδης ἐστίν.

1

.

30

Διὰ τί τὸ σίνηπι καὶ τὸ πέπερι καὶ πάντα τὰ δριμέα ἐπιτιθέμενα μὲν τῷ δέρματι ἕλκουσιν αὐτό, κατα‐ πινόμενα δὲ οὐκέτι τὴν κοιλίαν ἕλκουσι; διότι φθάνουσι μεταβληθῆναι καὶ πεφθῆναι πρὶν δράσωσι, καὶ ὅτι ἐκλύε‐
5ται ἡ δριμύτης τῇ πολλῇ τῆς κοιλίας ὑγρότητι. ἄλλως τε ἐν τῇ ἐπιθέσει τὸ δέρμα καὶ τῇ πυκνότητι δίδωσι καιρὸν πρὸς τὸ δρᾶν τοῖς δριμέσι καὶ τὸ ἀσθενὲς δέ. τὸ δὲ βά‐ θος καὶ ἀραιοπόρον καὶ ἰσχυρὸν μᾶλλον.

1

.

31

Διὰ τί δὲ οἱ λυπούμενοι καὶ οἱ χαιρόμενοι γε‐ λῶντες δακρύουσιν; οἱ μὲν λυπούμενοι τῇ πυκνότητι τῶν ἐν ὀφθαλμοῖς πόρων ἐκθλίβουσι τὸ ἐν αὐτοῖς ὑγρόν· ἡ
λύπη γὰρ ψύξιν καὶ πύκνωσιν ἐργάζεται τῶν πόρων· οἱ δὲ12
5χαιρόμενοι τὸ ἐναντίον τῇ ἀραιότητι τῶν πόρων ἐκχέουσι τὰ ὑγρά. ἐπί τινων δὲ στενοπόρων ὀφθαλμῶν οὐ γίνεται τὸ δάκρυον ἐπ’ ἀμφοτέρων.

1

.

32

Διὰ τί τοῖς λυπουμένοις ὠχρὸν γίνεται τὸ ἐπι‐ πολῆς; τῷ τὴν φύσιν μετὰ τοῦ αἵματος εἰς τὸ βάθος συν‐ νεύειν, ὡς ἐμάθομεν. ὅπερ ἦν θερμαῖνον καὶ ἀραιοῦν τὴν ἐπιφάνειαν.

1

.

33

Διὰ τί τοῖς οὐροῦσι παρέπεται πολλάκις καὶ φῦ‐ σαν ἐκκρίνειν; ὅτι ἡ οὐροδόχος κύστις τοῦ οὔρου πεπλη‐ ρωμένη ὀγκοῦται καὶ θλίβει καὶ ῥενοῖ τὸ ἀπευθυσμένον ἔντερον. νῦν οὖν ἐν τῇ ἐκκενώσει χαυνούμενον δίδωσι και‐
5ρὸν πρὸς διέξοδον τῷ ἐναπολαμβανομένῳ πνεύματι ἐν τοῖς ἐντέροις. οἱ δέ φασιν, ὅτι καὶ συμπάθειά τίς ἐστι τῶν μο‐ ρίων πρὸς τὴν ἀπόκρισιν.

1

.

34

Διὰ τί οἱ βλέποντες χασμωμένους χασμῶνται; διὰ τὸ τὴν φύσιν ὁμοιοπαθῆ καὶ συμπάσχειν τῶν ζῴων, πλέον δὲ τῶν ἀλόγων· οὕτω γὰρ ἑνὸς οὐροῦντος ὄνου καὶ οἱ λοιποὶ συνεξουροῦσιν αὐτῷ πεπληρωμένοι οὔρων.

1

.

35

Διὰ τί ὁ ὀφθαλμιῶν τῷ ὑγιαίνοντι μεταδίδωσι τοῦ πάθους, οὐκέτι μὴν ὁ ὑγιαίνων τῷ πάσχοντι μεταδί‐ δωσι τῆς ὑγείας; τῷ εἶναι τοὺς ὀφθαλμοὺς ὑγροὺς καὶ μα‐ λακοὺς καὶ εὐπαθεῖς, ἔτι γε μὴν καὶ τῆς ὑγείας ἐκ συμ‐
5μέτρου κράσεως οὔσης, τῆς δὲ νόσου ἐξ ἀμέτρου δυσκρα‐ σίας· τὸ οὖν σύμμετρον ῥᾷον ὑπὸ τοῦ ἀμέτρου μεταβάλ‐ λεται καὶ τρέπεται, ἤπερ τοὐναντίον. οὐκοῦν ἡ ὀφθαλμία δυσκρασία τις ἄμετρος οὖσα τὴν ὑγείαν τρέπει θᾶττον, οὖσαν εὐκρασίαν σύμμετρον. ἔγνωμεν δὲ τὴν τροπὴν γί‐
10νεσθαι διὰ τὴν φυσικὴν τῶν σωμάτων συμπάθειαν.

1

.

36

Διὰ τί τὸ νόμισμα καὶ τὸ μῆλον ἐν ὕδατι μεί‐ ζονα ἑαυτῶν φαίνεται; ὅτι τὸ ὁμιλοῦν αὐτοῖς ὕδωρ [ποιού‐ μενον] τὴν χρόαν αὐτῶν ἀναδέχεται καὶ τὴν ὄψιν ἀπατᾷ, ὡς μειζόνων αὐτῶν ὄντων. τούτῳ γὰρ τῷ λόγῳ καὶ ἥλιος
5καὶ σελήνη καὶ οἱ πλανῆται περὶ τὸν ἀνατολικὸν ἢ δυτι‐ κὸν ὁρίζοντα τυγχάνοντες μείζονες νομίζονται τῷ σώματι τῷ τὸν περὶ αὐτῶν ἀέρα ποιεῖσθαι.

1

.

37

Διὰ τί τὰ τετράγωνα πόρρωθεν στρογγύλα νομί‐
ζονται; τῷ τὴν ὄψιν μὴ σθένουσαν μακρόθεν ὁρᾶν τὰς γωνίας ὡς ὀξείας, μὴ βλέπειν αὐτὰς τῇ ἀγνοίᾳ. τούτων δὲ ὑπεξαιρουμένων κατὰ ἀπάτην τῆς ὄψεως τὸ λοιπὸν σῶμα13
5στρογγύλον φαίνεσθαι, τοῦτο γίνεται κατὰ ἀπάτην τῆς ὄψεως, [ὥσπερ] καὶ ἡ κεκλασμένη κώπη ἐν ὕδατι.

1

.

38

Διὰ τί ξύλου τυπουμένου πόρρωθεν ὁρῶμεν τὴν πληγὴν εὐθέως, τὸν δὲ κτύπον βράδιον, καίπερ ἅμα τῇ πληγῇ τοῦ κτύπου γινομένου. ὅτι τὴν ὄψιν κεκτήμεθα τῆς ἀκοῆς λεπτομερεστέραν καὶ ὁξυτέραν. προλαμβάνει τοίνυν
5κατὰ τὸν χρόνον ὡς ὀξυτέραν τὴν πληγὴν ὄψις, ἡ δὲ ἀκοή, ὡς παχυμερεστέρα βράδιον τῆς πληγῆς ἀντιλαμβάνει. τῷ λόγῳ γὰρ ἀρχὴν τούτῳ λυτέον, ὅτι καὶ ἐπὶ τῆς παρατρίψεως τῶν νεφῶν ἐν χειμῶνι, πληγῆς τικτομένης τῆς λεγομένης βροντῆς καὶ ἐκπυρώσεως λεγομένης ἀστραπῆς, ὡς ἐπὶ πυρ‐
10εκβόλων, πρῶτον ὁρῶμεν τὴν ἀστραπήν, εἶθ’ οὕτως ὕστε‐ ρον ἀκούομεν τῆς βροντῆς, καίπερ τῆς πληγῆς πρῶτον τῆς ἀστραπῆς τὴν βροντὴν ἀποτελούσης ἢ ἅμα. κἀνταῦθα τοί‐ νυν ἡ ὄψις προλαμβάνουσα τὴν ἀκοήν, ὡς λεπτομερεστέρα, πρώτη τὴν ἀστραπὴν ὁρᾷ, εἶθ’ οὕτως ὕστερον ἡ ἀκοὴ τῆς
15βροντῆς αἰσθάνεται ὡς παχυμερεστέρα καὶ βραδεῖα πρὸς ἀντίληψιν.

1

.

39

Διὰ τί τῆς μὲν ὄψεως γυμνῆς οὔσης, τοῦ δὲ παν‐ τὸς σώματος ἠμφιεσμένου ἐν κρύει σφοδρῷ τὸ μὲν σῶμα πᾶν ῥιγοῦμεν, τὸ δὲ πρόσωπον οὐδόλως; διὰ τὸ ἔθος· εἴθισε γὰρ ἡ ὄψις ἀεὶ τῷ ἀέρι προσομιλεῖν. ᾧ δ’ ἂν ᾖ
5γυμνὴ τυγχάνουσα, μέγα δὲ πέφυκεν ὅπλον πρὸς δυσπά‐ θειαν ἡ συνήθεια.

1

.

40

Διὰ τί ἡ ξανθὴ δι’ ὅλου τοῦ βίου παραμένουσα χιτῶνι, τῇ λεγομένῃ κύστει χοληδόχῳ, λίαν εὐπαθεῖ, οὐδ’ ἀναβιβρώσκει τοῦτον, κατασκήπτουσα δὲ τῷ ὀδόντι βραχὺν χρόνον, σώματι δυσπαθεστάτῳ, παραχρῆμα τὴν διάβρωσιν
5ἐργάζεται; φημὶ διὰ τὸ παρὰ φύσεως ὡρίσθαι κατοικεῖν αὐτὴν ἐν ἐκείνῳ τῷ σώματι μόνῳ καὶ διὰ τοῦτο μηδὲν αὐ‐ τὴν λυμαίνεσθαι. μέγα γὰρ φάρμακον κωλυτικὸν ἀνίας ὄνομα τῆς φύσεως· καὶ μυρίων ἄλλων παραδείγματα δύ‐ ναμαί σοι λέγειν. ἐν μήτρᾳ δεκαμηνιαῖον βρέφος βραδὺ
10παραμένει μηδεμίαν αἴσθησιν βάρους παρέχον τῇ κυοφο‐
ρούσῃ, πνεῦμα δὲ κοῦφον ἐνσκῆψαν εἰς αὐτὴν ὀδύνην ἐρ‐ γάζεται παραχρῆμα, τάσιν καὶ βάρος ἀφόρητον ἐμποιοῦν. τραχεῖα ἀρτηρία πνεύματός ἐστι δοχεῖον μόνον, καὶ ἐὰν ψὶξ ἢ ποτὸν εἰς αὐτὴν παραδράμῃ, πνιγμὸς ἕπεται καὶ βὴξ14
15σύντονος. ἡ γὰρ φύσις οὐχ ὥρισε τοῦτο γενέσθαι κἂν ἐπ’ ὀλίγον ἀδύνατα.

1

.

41

Διὰ τί τῶν λουομένων οἱ μὲν εἰσιόντες διψώδεις ἐξίασιν ἄδιψοι, οἱ δὲ τοὐναντίον; ὅσοι μὲν ξηρότεροι δι‐ ψῶντες, ὑπὸ τοῦ λουτροῦ ὑγραινόμενοι γίνονται ἄδιψοι (ἡ δίψη γὰρ ἀπὸ ξηρότητος), καὶ μάλιστα ἐὰν μὴ διαφο‐
5ρηθῶσιν ὑπὸ τοῦ ξηροῦ θόλου· ὅσοι δὲ ὑγρότεροι καὶ ἄδιψοί εἰσιν, ἐγχρονίσαντες καὶ μάλιστα ἐν ἀέρι σφόδρα θερμῷ καὶ τῷ ξηρῷ θόλῳ [ἐὰν] διαφορηθῶσι τὴν ὑγρότητα διὰ τῶν ἱδρώτων διψώδεις ἀποτελοῦνται.

1

.

42

Διὰ τί τῶν ἐσθιόντων ῥάφανον οἱ μὲν δυσῶδες ἐρεύγονται, οἱ δὲ οὐ δυσῶδες; φαμὲν ὅσων μὲν ἡ κοιλία καὶ ὁ στόμαχος ἀπέριττός ἐστι μοχθηρῶν χυμῶν καὶ μά‐ λιστα φλεγματωδῶν ἡ ἐρυγὴ καθαρά· ὅσων δὲ πεπλήρωται,
5δυσώδης ἐστί, τῷ τὴν ῥάφανον θερμὴν καὶ τμητικὴν χυ‐ μῶν καὶ λεπτύνουσαν αὐτοὺς κινεῖν ἐκ τῶν χυμῶν τὰ πνεύματα, καὶ ταῦτα δι’ ἐρυγῶν κενοῦν διὰ στόματος. οὕτω γὰρ καὶ βόρβορος ἡσυχάζων μὲν οὐκ ἀναπέμπει δυσωδίαν, ὑπὸ δέ τινος κινούμενος καὶ ταρασσόμενος ἀναπέμπει. ὅσοι
10δέ φασιν αὐτὴν τὴν ῥάφανον μοχθηρᾶς εἶναι φύσεως καὶ δυσώδους ποιότητος, ἐκ τοῦ καὶ ἐκτὸς αὐτὴν χρονίζουσαν δυσώδη γίνεσθαι, σφάλλονται. πάντας γὰρ ἔδει τοὺς προσ‐ ενεγκαμένους αὐτὴν δυσώδη ἐρεύγεσθαι.

1

.

43

Διὰ τί ἐν τῷ ἄκρῳ κρύει οἱ δάκτυλοι καὶ τὰ ἄκρα τοῦ σώματος μελαίνεται καὶ ἀποπίπτει; ὅτι ἡ ἄκρα ψύξις ἀπελαύνει καὶ ἀποκλείει τὸ ἔμφυτον θερμὸν εἰς τὸ βάθος τοῦ σώματος· καὶ λοιπὸν τὰ ἄκρα, ἀποτυχόντα τῆς ζωτι‐
5κῆς δυνάμεως καὶ θερμότητος, πρῶτον μὲν πελιδνοῦνται, εἶτα μελαίνονται, καὶ ἐκκρούονται. καὶ ἀποπίπτει δὲ τῷ τὴν φύσιν μὲν προνοουμένην τοῦ λοιποῦ σώματος παρα‐ σφίγγειν μὲν εἰς αὑτὴν τὸ ὑγιές, τὸ δὲ νεκρὸν ἀφιεῖσαν ἀπορρίπτειν. τὰ δὲ ἄκρα μάλιστα πάσχει τῷ εἶναι αὐτὰ
10μὴ ἄγαν σαρκώδη καὶ ἧττον θερμά. οὕτω γὰρ καὶ τῶν
φυτῶν ταῦτα χειμῶνος φυλοῤῥοεῖ, ὅσα καὶ ἧττον θερμὰ καὶ ἀσθενῆ καὶ ἀραιότερα. ὅσοι δὲ λέγουσιν, ὅτι ἐξ ἀρχῆς μὲν τὸ ἔμφυτον θερμὸν φεύγει τὸ ψυχρὸν ὡς ἐναντίον εἰς τὸ βάθος, συναθροισθὲν δὲ καὶ ὥσπερ ἀνακτησάμενον15
15ἑαυτὸ κάτεισι πάλιν εἰς τὰ μόρια μετὰ πλήθους ἀθρόως πρὸς ἐπικουρίαν, καὶ τῇ ἀθροότητι καὶ τῷ πλήθει τοῦ θερμοῦ καίει τὰ ἄκρα τῶν μορίων (ἐκεῖ γὰρ ἱσταμένη μᾶλ‐ λον συνάγεται), ψευδολογοῦσι.

1

.

44

Διὰ τί οἱ ψυγέντες τὰ ἄκρα καὶ προσάγοντες πυρὶ πρὸς τὸ θερμαίνειν, ὀδυνῶνται σφόδρα; φημὶ ὅτι τῇ ἀθρόᾳ μεταβολῇ τῆς ποιότητος. ἀπὸ γὰρ πλείονος ψύξεως εἰς πλείονα πάλιν μεταβάλλουσιν αὐτὰ θερμότητα. πᾶν δὲ τὸ
5ἀμέτρως καὶ ἀθρόως γινόμενον κατὰ δυσκρασίαν λυπεῖ τὴν φύσιν, κατὰ δὲ εὐκρασίαν καὶ συμμετρίαν καὶ εἰς τὸ κατὰ φύσιν ἀθρόως μεταβαλλόμενον εὐφραίνει σφόδρα τὴν φύσιν. ἔχει γὰρ ἐν συμμετρίᾳ κρᾶσιν τὴν ὕπαρξιν τὸ ἀν‐ θρώπου σῶμα μᾶλλον τῶν ἄλλων ζῴων.

1

.

45

Διὰ τί οἱ προσενεγκάμενοι πέπερι [καὶ ἄρτον μεί‐ ζονα] λύζουσι; φημὶ ὅτι ἀναλογεῖ τοῖς κἀπὶ τῶν ἐκτὸς βα‐ σταζομένοις καὶ λυποῦσι, τὸ μὲν πέπερι καὶ ἡ ξανθὴ χυλὴ ταῖς ἀκάνθαις, τὸ δὲ φλέγμα καὶ ὁ ἄρτος λίθῳ βαρυτάτῳ.
5ὅσοι τὸ στόμα τῆς γαστρὸς ἔχουσιν ἄπεπτον καὶ εὐαίσθη‐ τον καὶ θερμόν, οὗτοι ταχέως ὑπὸ τῆς δριμύτητος τοῦ πεπέρεως δακνόμενοι διεγείρουσι τὸν στόμαχον πρὸς ἔκ‐ κρισιν καὶ δίωξιν τοῦ λυποῦντος καὶ ποιοῦσι τὸν λεγόμε‐ νον λύγγα. ὅσοι δ’ εἰσὶ στόμαχον φλεγματικώτεροι καὶ
10δυσαίθητοι καὶ ψυχρότεροι, βραδέως λύζουσι. πάσχουσι δὲ αὐτὸ καὶ οἱ ἀθρόως μέγιστον ἄρτον καταπιόντες τῷ πλήθει καὶ τῷ μεγέθει τοῦ ἄρτου βαρυνόμενοι. οὐκ ἀνέχεται γὰρ τῶν μορίων ἡ φύσις ἠρεμεῖν, ὅταν παρῇ τι τὸ λυμαινόμενον. τὸ μὲν οὖν πέπερι ποιότητι δριμείᾳ ποιεῖ
15κατὰ ἀναλογίαν καὶ τῆς ἔνδον νυττούσης χολῆς, ὁ δὲ ἄρ‐ τος ποσότητι βαρῶν, καθὼς καὶ πλῆθος φλέγματος ἔνδο‐ θεν βαρῦνον, λυγμὸν ποιεῖ.

1

.

46

Διὰ τί ἐν τοῖς ὄνυξι τῶν δακτύλων τὰ συνιστά‐ μενα πάθη σφοδρὰν τὴν ὀδύνην ἐργάζεται; ὅτι τὰ νεῦρα κατιόντα ἐν τοῖς πέλμασι τῶν δακτύλων ἐκ τῶν οἰκείων
περιττωμάτων ποιεῖ τοὺς ὄνυχας, ὥσπερ καὶ τοὺς ὀδόντας16
5ἐν τοῖς οὔλοις. ἐπειδὴ τοίνυν ἡ διὰ τῶν νεύρων αἰσθητικὴ δύναμις κατιοῦσα πρὸς τοῖς ἄκροις τῶν νεύρων ἱσταμένη κἀκεῖσε συναγομένη πλεῖον γίνεται, καθάπερ καὶ ὕδωρ συρ‐ ρέον εἰς μισγάγγειαν, δῆλον ὡς μᾶλλον αἰσθανομένη τοῦ πάθους μᾶλλον καὶ ὀδυνήσεται.

1

.

47

Διὰ τί ἐπὶ τῶν ἀθρόως καταπιόντων ἄρτον μεί‐ ζονα καὶ λυζόντων ἡ τοῦ πνεύματος κατοχὴ λύει τὸν λυγμόν; φημὶ ὅτι ὁ στόμαχος παράκειται τῇ τραχείᾳ ἀρτηρίᾳ καὶ λοιπὸν αὐτὴ τὸν στόμαχον θλίβουσα καὶ στενοχωροῦσα
5ποιεῖ εἰς αὐτὸν ἐσφηνωμένον ψωμὸν ἐκθλίβεσθαι κατὰ τὴν γαστέρα. καὶ οὗτος ἐλευθερούμενος ἀπὸ τοῦ βάρους παύει τὸν λυγμόν.

1

.

48

Διὰ τί οἱ λύζοντες ὑπὸ ἄρτου ἀκούσαντές τι λυ‐ πηρόν, οὐ λύζουσιν; ὅτι τὴν ψυχὴν ἔχουσιν ἐστραμμένην καὶ νεύουσαν πρὸς τὸ λυπῆσαν αἴτιον, καὶ ἀμελοῦσαν τοῦ κινεῖν τὸν θώρακα. πάλιν οὖν τὸ πνεῦμα μὴ ἐξιὸν καὶ
5συναγόμενον τῷ πλήθει τὸν λυγμὸν λύει, ὡς ἐμάθομεν.

1

.

49

Διὰ τί ἐπὶ τῶν εἰκόνων πλησίον μὲν ἑστηκότες ἰσόπεδα τὰ χρώματα βλέπομεν, πόρρωθεν δὲ τὰ μὲν κοῖλα τὰ δὲ κυρτά; λέγω ὅτι ἡ ὀπτικὴ δύναμις ἐπὶ πολὺ διάστημα ἐκτεινομένη καὶ ἐκλυομένη οὐ δύναται ἀκριβῶς ὁρᾶν τὰ
5πάθη τῶν χρωμάτων, τὰ λευκὰ ὁρῶσα κυρτά, τὰ δὲ με‐ λάντερα κοῖλα. τὸ μὲν γὰρ λευκὸν πλησιάζον τῷ λαμπρῷ ἐπὶ τὰ ἔξω λάμπει, τὸ δὲ μέλαν ὡς σκοτεινὸν ἐπὶ τὰ ἐν‐ τός. τῶν δὲ τεχνῶν αἱ μὲν μετασχηματίζουσι τὴν ὕλην, ὡς ὅταν ὁ ἀνδριαντοποιὸς τὸν χαλκὸν ἵππον ἢ βοῦν ἤ τι
10τοιοῦτον ζῷον χωνεύσας ἢ ἐλάσας, πλάσῃ ἄνθρωπον ἢ ἕτε‐ ρόν τι σκεῦος, ἀπὸ εἴδους εἰς εἶδος μεταβαλὼν τὴν ὕλην τοῦ χάλκου· αἱ δὲ προσθέσει, ὡς κηροῦ πλάστης ἢ πηλο‐ ποιός· αἱ δὲ ἀφαιρέσει, καθώς τις γλύφων ποιεῖ τι ζῷον· αἱ δὲ κατὰ σύνθεσιν καὶ παράθεσιν καὶ κόλλησιν, ὡς οἰ‐
15κοδομική, ναυπηγική, ὑφαντική, τεκτονική. τὰ δὲ ἀλλοιώσει κράσεως γίνεται καὶ διὰ βάθους· ὡς ἡ φύσις ἐκ σπέρμα‐ τος ζῷα [γεννᾷ]. τὰ δὲ ἐξ ἀλλοιώσεως καὶ κράσεως καὶ προσθέσεως σώματος, ὡς ἡ φύσις τὰ μόρια αὔξει τρέφουσα· τὰ δὲ μίξει χρωμάτων καὶ προσθέσει σωμάτων, ὡς [τὰ]
20ζωγραφικά.17

1

.

50

Διὰ τί, εἰ τὸ ψυχρὸν ὕδωρ τοῖς νεύροις πολέ‐ μιον, τὸ θερμὸν μὴ φίλον, ἀλλὰ καὶ αὐτὸ πολέμιον; εἰ γὰρ τόδε τι βλαβερόν, τὸ ἐναντίον αὐτῷ ὠφέλιμον· τὰ γὰρ ἐναντία ἐπὶ τὸ αὐτὸ οὐ δύνανται ἐνεργεῖν ὁμοίως κατὰ
5πρῶτον λόγον καὶ καθ’ αὑτό. φημὶ ὅτι οὐχ ᾗ θερμὸν πο‐ λέμιον ἁπλῶς, ἀλλ’ ᾗ θερμὸν καὶ ὑγρόν. ἐπὶ δὲ τῶν νευ‐ ροτρώτων τὰ νεῦρα διὰ τὴν πολλὴν αἴσθησιν πόνου καὶ στύψεως δέεται· ξηρὰ γὰρ φύσει. ἡ δὲ ὑγρότης ὡς ἐναντία μαλακύνει καὶ χαυνοῖ αὐτὰ καὶ σήπει. ὅτι δὲ οὐ κυρίως τὸ
10θερμὸν βλαβερόν, δῆλον· τὸ γὰρ θερμὸν ἔλαιον καταντλού‐ μενον ὠφέλιμον τῷ μετέχειν καὶ στύφειν.

1

.

51

Διὰ τί ἀεὶ αἱ ὀπῶραι βλαβεραὶ τῷ εἶναι αὐτὰς ψυχρὰς καὶ ὑγράς, μὴ τὸ ὕδωρ τῆς αὐτῆς ὂν κράσεως; λέγω ὅτι τὸ ὕδωρ λεπτομερέστερον ὂν τῶν ὀπωρῶν καὶ ταχέως ἀναδεδόμενον οὐχ ὁμοίως ἀδικεῖ. ἄλλως τε καὶ το‐
5νοῖ μετρίως τὰ μόρια.

1

.

52

Διὰ τί τὰ δύσπεπτα καὶ παχύχυμα πολλοὶ ῥᾷον πέττουσιν, ὡς πετραίους ἰχθύας; οἱ μέν φασι δι’ ἔθος, οἱ δὲ διά τινα ἕξιν φυσικὴν ἄρρητον καὶ ἀναιτιολόγητον. ἄλλοι δέ φασι δι’ ἄμετρον θερμότητα κοιλίας, τὰ μὲν εὔπεπτα
5ὑπερπεττόμενα ὡς εὐμετάβλητα, ὑπὸ τῆς σφοδρᾶς πυρώ‐ σεως φρύττεσθαι καὶ φθείρεσθαι, τὰ δὲ δύσπεπτα καὶ δυσμετάβλητα μὴ ἄγαν μεταβαλλόμενα πέττεσθαι μόνον. οὕτω γὰρ καὶ τὰ ἄχυρα ὡς εὐπαθῆ ὑπὸ πλείονος πυρὸς ἐκτεφροῦται, δρύϊνα δὲ ξύλα τοῦτο οὐχ ὑπομένει καιόμενα.

1

.

53

Διὰ τί τὸ κρίθινον ἄλευρον ψυχρὸν ὂν διαφορεῖ τὰς φλεγμονάς, εἴ γε τὸ ψυχρὸν πυκνώτερον καὶ δυσδια‐ φόρητόν ἐστι; φημὶ ὅτι οὐ τῷ ψύχειν διαφορεῖ, ἀλλὰ τῷ ῥύπτειν. μετέχει γὰρ ῥυπτικῆς δυνάμεως καὶ τμητικῆς τῶν
5χυμῶν· καὶ ἄλλα δὲ πολλὰ εἴδη ἐστίν, ἅ τινα τὸ ἐναντίον αὐτῶν δρᾷ οὐ κατὰ πρῶτον λόγον καὶ καθ’ ἑαυτὸ καὶ κυ‐ ρίως, ἀλλὰ κατὰ δεύτερον καὶ κατὰ συμβεβηκός· οἷον τὸ σέλινον θερμὸν ὂν μειοῖ πυρετόν, οὐ τῷ θερμὸν εἶναι (τὸ γὰρ ὅμοιον αὐξητικὸν τῶν ὁμοίων), ἀλλὰ τῷ ῥύπτειν τοὺς
10νοσοποιοὺς χυμοὺς ἐκ τῶν φλεβῶν καὶ εἶναι διουρητικόν. ὁμοίως ἶρις καὶ ὕσωπος συμβάλλεται πλευρίτιδι θερμὰ
τυγχάνοντα τῷ τέμνειν τοὺς ἐργαζομένους χυμοὺς τὴν φλεγμονὴν τοῦ ὑπεζωκότος τὰς πλευρὰς εἶναι μόνον. καὶ τὸ ψυχρὸν ὕδωρ παραχυθὲν διεφόρησε τὸν ἀπὸ τῶν γλί‐18
15σχρων καὶ ψυχρῶν χυμῶν τέτανον οὐ κυρίως, ἀλλὰ κατὰ συμβεβηκὸς διὰ μέσου τινός, λέγω δὲ τῆς ἐναποκλεισθεί‐ σης θερμότητος. ἐὰν μὲν οὖν ἀφ’ ἑαυτοῦ καὶ ἀμέσως ποιῇ, κυρίως λέγεται καὶ κατὰ πρῶτον λόγον ποιεῖν, ἐὰν δὲ διὰ μέσου τινὸς ἐνεργῇ καὶ μὴ ἀφ’ ἑαυτοῦ κατὰ συμβεβηκὸς
20ἐνεργεῖν λέγεται καὶ κατὰ δεύτερον λόγον.

1

.

54

Διὰ τί πρὸ μὲν τοῦ εἰσόδου τοῦ βαλανείου θερ‐ μὸν οὐροῦμεν, εἰς δὲ τὸ βαλανεῖον χρονίσαντες, ψυχρόν; φημί, ὅτι περ κατὰ σύγκρισιν ἄλλου τοῦτο γίνεται· τὸ μὲν γὰρ οὖρον ἀληθῶς χλιαρᾶς ὑπάρχει κράσεως, ἐξαιρουμένου
5καὶ μετρίως θερμῆς. ἔξω μὲν οὖν, ἐπειδὴ ψυχρὸν ἡμῶν ἐστι τὸ σῶμα τὸ ἐξαιρούμενον ὡς πρὸς σύγκρισιν τοῦ σώ‐ ματος θερμόν ἐστιν. ἐν δὲ τῷ λουτρῷ ἐπειδὴ τὸ σῶμα θερμαίνεται πλεῖον τοῦ οὔρου, ψυχρὸν τὸ οὖρον φαίνεται, καίτοι ποσῶς θερμὸν ὄν. ὅτι δὲ ἀληθὲς τὸ λεγόμενον,
10εἰσιὼν εἰς λουτρόν, πρὶν θερμανθῆναι, ἐὰν εἰς θερμὴν δεξαμενὴν κατέλθῃ τις, τὸ θερμὸν ὕδωρ δόξειεν αὐτῷ πάνυ ζέον· ἐὰν δὲ προσθερμανθεὶς εἰσέλθῃ οὐχ ὁμοίως αὐτῷ φανήσεται ζέον.

1

.

55

Διὰ τί ἔν τισι τόποις παραθαλαττίοις σκάπτοντες εὑρίσκομεν ὕδωρ γλυκύ; φαμέν, [ὅτι] ἐν τῇ θαλάττῃ τὸ μὲν λεπτομερέστερον ὕδωρ γλυκὺ τυγχάνει, τὸ δὲ παχυ‐ μερέστερον ἁλμυρόν. τὸ λεπτομερέστερον οὖν καὶ γλυκὺ
5διὰ τῶν πόρων τῆς γῆς διηθούμενον εἰς αὐτὴν κρύπτεται, ὅπερ καὶ ὀρύττοντες εὑρίσκομεν. τοῦτο καὶ ἐν χειμῶνι μετεωριζόμενον εἰς ἀέρα ὕδωρ γλυκὺ καὶ ὑέτιον γίνεται, τὸ δὲ πανὺ ξηραινόμενον καὶ ἀπολιθούμενον ἅλες. ἐπὶ δὲ τῶν ἀραιοπόρων αἰγιαλῶν τὸ εὑρισκόμενον ὕδωρ ἁλμυρόν ἐστι.
10διηθεῖται γὰρ τὸ παχύτερον τῆς θαλάσσης ὕδωρ.

1

.

56

Διὰ τί τὸ φρεατιαῖον ὕδωρ ἐν χειμῶνι θερμόν ἐστιν, ἐν δὲ τῷ θέρει ψυχρόν; ἐροῦμεν, ὅτι ἀεὶ τὸ ἐναν‐ τίον ὡς πολέμιον φεύγει τὸ ἐναντίον. ἐπειδὴ τοίνυν τὸ θερμὸν τῷ ψυχρῷ ἐναντίον καὶ φθαρτικόν, δῆλον ὡς ἐν
5τῷ θέρει θερμότητος περιεχούσης τὸν ἀέρα τὸ ψυχρὸν
φεύγει εἰς τὸ βάθος τῆς γῆς καὶ διὰ τοῦτο ψύχει τὸ ὕδωρ· ἐν δὲ τῷ χειμῶνι τοῦ ψυχροῦ ἐπικρατοῦντος ἐν τῷ ἀέρι πάλιν τὸ θερμὸν ἐν τῷ βάθει φεῦγον θερμαίνει τὸ ὕδωρ· τὰ δ’ ἐναντία κατὰ τὸν αὐτὸν τρόπον καὶ χρόνον οὐκ ἐνο‐19
10μοθέτησεν ἡ φύσις ἅμα μένειν.

1

.

57

Διὰ τί ἐν τῇ Αἰγύπτῳ θερμοτάτῃ οὔσῃ τίκτεται ψυχρὸς οἶνος; διὰ τὸν αὐτὸν λόγον· πάλιν γὰρ περὶ τὰς ῥίζας φεύγει τῶν ἀμπέλων καὶ ψύχει αὐτάς, ὡς εὐπαθεῖς μᾶλλον τῶν ἄλλων φυτῶν.

1

.

58

Διὰ τί τὸ θερμαινόμενον ὕδωρ καὶ εἰς φρέαρ χαλώμενον ψυχρότατον ὕδωρ ποιεῖ; ὅτι τὸ ἐν τῷ φρέατι ψυχρὸν ἀντιμαχόμενον τῷ θερμῷ ὕδατι καὶ τῷ πλήθει τῆς ψυχρότητος ἐπικρατοῦν αὐτοῦ διώκει τὸ θερμὸν ἀθρόως,
5καὶ μετὰ πολλῆς ψυχρότητος διέρχεται διὰ τοῦ θερμαίνον‐ τος ὕδατος καὶ οὕτως ἄγαν αὐτὸ ψύχει.

1

.

59

Διὰ τί τὸ ζωΰφιον ἐν τῷ ὀφθαλμῷ προσπεσὸν ἔξεισιν, ἐὰν τὸν ἕτερον τῶν ὀφθαλμῶν μύσωμεν; ἐροῦμεν, ὡς τὸ πνεῦμα τὸ ὀπτικὸν οὐκέτι ἐξιὸν διὰ τοῦ μύοντος, ὡς ἐμάθομεν, ἀλλὰ συναγόμενον τῷ πλήθει ἐπὶ τὸν ἠνεωγμέ‐
5νον ἐρχόμενον πληροῖ αὐτὸν καὶ διογκοῖ καὶ προπετέστερον ἐπὶ τὰ ἔξω ποιεῖ. καὶ οὕτως διώκεται καὶ ἐξωθεῖται τὸ ἐμπεσόν, ὡς ἀσθενές. ἴσως δὲ καὶ αὐτὸ τὸ ἐρχόμενον πνεῦμα τῇ ἀθροότητι διὰ τῶν πόρων τοῦ ὀφθαλμοῦ ἐξωθεῖ τὸ ζωΰφιον.

1

.

60

Διὰ τί οἱ ῥαπιζόμενοι πῦρ ὁρῶσιν; ὅτι τὸ πνεῦμα τὸ ὀπτικὸν ὑπὸ τῆς πληγῆς λεπτυνόμενον ἄγαν ἐκπυροῦται καὶ ἐξιὸν ἐπὶ τὸν ἀέρα τοιοῦτον φαίνεται οἷον καὶ γίγνε‐ ται. οὕτω γὰρ καὶ ὑπὸ δύο λίθων ἢ σιδήρων παρατριβο‐
5μένων ἄγαν ὁ ἐναπολαμβανόμενος ἀὴρ πληττόμενος καὶ λεπτυνόμενος σφόδρα πῦρ γίνεται. ὁμοίως δὲ καὶ ἐπὶ νε‐ φελῶν.

1

.

61

Διὰ τί οὐ πάντες οἱ λίθοι παρατριβόμενοι πῦρ ἐκπέμπουσι; διὰ τὸ εἶναι αὐτοὺς χαύνους καὶ κούφους καὶ ἀραιοπόρους, οὐχ ὁμοίως παρατριβόμενος ὁ ἀὴρ λεπτύνε‐ ται, μήτε σφοδρῶς πληττόμενος διὰ τὴν κουφότητα φεύ‐
5γων τε καὶ εἴκων ἐν τοῖς πόροις, ὁμοτίμως πᾶς οὐ πλήτ‐ τεται καὶ ἐκπυροῦται. τὸ αὐτὸ καὶ ἐπὶ ξύλων παρατριβο‐
νέμων. τὸ δὲ ἀπὸ ἡλίου καὶ ὕδατος πῦρ τῷ ἀνακλωμένας τὰς ἀκτῖνας τοῦ ἡλίου πρὸς τὴν ὕαλον, καθάπερ καὶ ἐπὶ τῶν κατόπτρων πλέον ἐκπυροῦσθαι καὶ πάλιν διαπέμπεσθαι20
10ἐπὶ τὸ ὕπτιον.

1

.

62

Διὰ τί μᾶλλον κλίμακα κάτιμεν ἢ ἄνιμεν; ὅτι ἔχομεν ἐν τῷ κατέρχεσθαι τὸ βάρος τοῦ σώματος συμβαλ‐ λόμενον τῇ κάτω φορᾷ· ἐν δὲ τῷ ἀνιέναι κάμνει ἡ δύνα‐ μις ἀνέχουσα πρὸς τὸ ἄνω τὸ βάρος τοῦ σώματος. οὕτω
5γὰρ καὶ λίθος ῥᾷον ἐπὶ τὸ κάτω φέρεται ἤπερ ἐπὶ τὸ ἄνω. τὸ γὰρ βαρὺ κατώφορον.

1

.

63

Διὰ τί τὰ βρέφη γεννηθέντα παραυτίκα κλαίει; διότι τὴν αἴσθησιν καὶ τὴν φύσιν ξενιζομένην ἔχει. ἀπὸ γὰρ θερμῶν σωμάτων καὶ ἁπαλῶν τῆς μήτρας εἰς ἄγαν ψυχρὸν ἔξεισιν. ἴσως δὲ καὶ ὑπὸ τοῦ φωτὸς καταπλήττεται.
5οὐ γάρ, ὥς τινές φασι, ψυχὴ τὸν οὐράνιον χῶρον ἀποβα‐ λοῦσα σῶμα γήϊνον οἰκεῖ καὶ διὰ τοῦτο κλαίειν ἀναγκάζει τὰ βρέφη.

1

.

64

Διὰ τί μέλισσαι καὶ μύρμηκες καὶ μυῖαι καὶ κα‐ θόλου πάντα τὰ ἔντομα ζῷα ὑπὸ ἐλαίου ἀπόλλυνται; διότι τὰ ἀναπνευστικὰ στενὰ τούτων καὶ οὕτως ἀπόλλυνται. πά‐ σχουσι δὲ τὸ αὐτὸ καὶ οἱ ὄφεις ὑπὸ τῆς ὀδμῆς τῶν δυσω‐
5δῶν καὶ βαρυόδμων. τὸ γὰρ στενοπόρον τῶν ἀναπνευστι‐ κῶν ἐμφράττεται ὑπὸ τῆς παχύτητος τῶν θυμιωμένων.

1

.

65

Διὰ τί φυσῶντες τὰ μὲν θερμὰ ψύχομεν, τὰ δὲ ψυχρὰ θερμαίνομεν; τῷ τὴν ἀναπνοὴν θερμὴν εἶναι καὶ τὸ ἐξιὸν πνεῦμα διαφορεῖν τὴν ἐν αὐτοῖς ποιότητα· τὰ δὲ θερμὰ ψύχομεν τῷ κινεῖν καὶ διαφορεῖν τὴν ἐν αὐτοῖς
5ποιότητα θερμὴν οὖσαν.

1

.

66

Διὰ τί τὰ ὑπὸ τὴν σελήνην κρέα νυκτερεύσαντα σήπεται; ὅτι τότε ὁ ἀὴρ θερμὸς καὶ ὑγρὸς γίνεται ὑπ’ αὐτῆς· ἔστι δὲ ἡ κρᾶσις αὕτη σηποποιός, τὰ δὲ θερμὰ ψυχόμενα τῷ κινεῖν καὶ διαφορεῖν τὴν ἐν αὐτοῖς ποιότητα
5θερμαίνουσαν. εἰ μὲν γὰρ εἴη σύμμετρος ἡ θερμότης καὶ ὑγρότης, πέψις γίνεται· εἰ δὲ ἡ ὑγρότης ὀλίγῳ πλέον ὑπερβάλλοι τὴν θερμότητα, σῆψις γίνεται· εἰ δὲ ἀμέτρως ἐπικρατήσειε, σβέσις· εἰ δὲ ἡ θερμότης ἄγαν ἐπικρατήσειεν αὐτῆς, καῦσις. ἴσθι δὲ καὶ τὴν σελήνην τὰς τέσσαρας ἀνα‐
10δεχομένην κράσεις. ἐν μὲν γὰρ τῷ διχομήνῳ σχήματι ὑγρὰ καὶ θερμή ποσῶς ἐστιν· ἐν δὲ τῷ πανσελήνῳ θερμὴ καὶ ξηρά ποσως· ἐν δὲ τῇ ἀποκρούσει ξηρὰ καὶ ψυχρά· ὅτε δὲ ἀφώτιστος, ψυχρὰ καὶ ὑγρά. ἀμοιρεῖ γὰρ τῶν ἡλιακῶν ἀκτί‐ νων τότε θερμῶν οὐσῶν.21

1

.

67

Διὰ τί τὸ πέπερι καὶ σίνηπι ἄκοπα μὲν κατα‐ πινόμενα τὴν κοιλίαν οὐ θερμαίνουσι, κοπέντα δὲ θερμαί‐ νουσιν; ὅτι ὅσα δυνάμει καὶ οὐκ ἐνεργείᾳ ἔχει τὰς ἑαυτῶν ποιότητας, δέονταί τινος ἔξω βοηθείας πρὸς τὸ δύναμιν
5εἰς ἐνέργειαν φανερῶσαι. γινόμενα τοίνυν ὑπὸ τῆς κοπῆς λεπτομερῆ καὶ εἰσδύνοντα τοὺς πόρους τοῦ σώματος εἰς βάθος καὶ ὑπὸ τῆς ἐμφύτου θερμότητος κινούμενα, δρῶ‐ σιν οὕτως· ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ τῶν λοιπῶν ποιοτή‐ των. τῶν δὲ κατὰ ποιότητα δρώντων τὰ μὲν ἐνεργείᾳ ἔχει
10τὴν ἑαυτῶν ποιότητα παροῦσαν ὡς ὕδωρ πότιμον, πτισ‐ σάνη, γάλα· ὑγρὰ γάρ ἐστι καὶ ψυχρά, μὴ δεόμενά τινος ἔξωθεν ἐπικουρίας πρὸς τὸ ψῦξαι καὶ ὑγρᾶναι, ἀλλ’ αὐτό‐ θεν καὶ κυρίως δρῶντα. ὁμοίως δὲ καὶ ἅλες καὶ γῆ καὶ ὅμοια· ξηρᾶς γὰρ ὑπάρχουσι φύσεως καὶ τῇ δυνάμει καὶ
15τῷ φαινομένῳ καὶ τῇ ἐνεργείᾳ. θάλασσα μέντοι καὶ ἅλμη καὶ τὰ αὐτοφυῆ τῶν ὑδάτων ὑγρὰ μὲν τῇ φαντασίᾳ καὶ τῷ φαινομένῳ, ξηρὰ δὲ τῇ δυνάμει καὶ τῇ ἐνεργείᾳ. λινόσπερ‐ μον δὲ καὶ ἄρτος ξηρὰ μὲν τῇ φαντασίᾳ καὶ τῷ φαινο‐ μένῳ, ὑγρὰ δὲ τῇ δυνάμει καὶ τῇ ἀληθείᾳ.

1

.

68

Διὰ τί ἔνιοι τὴν μὲν ἡμέραν ὁρῶσι, τὴν δὲ νύκτα οὐχ ὁρῶσι; διὰ τὸ ἔχειν τὸ ὀπτικὸν πνεῦμα παχύτερον καὶ μὴ δύνασθαι διαβαίνειν τὸν ἀέρα ἐπὶ τὸ ὁρατόν· ἐν νυκτὶ δὲ παχὺ γίνεται διὰ τὸ καταψύχεσθαι τῇ ἀπουσίᾳ τοῦ
5ἡλίου· οἱ δέ φασιν, ὅτι ἐν μὲν ἡμέρᾳ ὑπὸ τοῦ ἀέρος λεπτοῦ καὶ θερμοῦ ὄντος λεπτύνεται, ἐν δὲ νυκτὶ παχύνεται· ἐπὶ μέντοι αἰλούρων καὶ ὑαίνων καὶ νυκτερίδων τὸ ἔμπα‐ λιν· ἡμέρας οὐχ ὁρῶντα σχεδὸν νύκτωρ ἀκριβῶς ὁρῶσιν· ἔχουσι γὰρ τὸ ὀπτικὸν πνεῦμα λεπτότατον καὶ διαυγέστα‐
10τον. καὶ ἐν μὲν νυκτὶ μετρίως παχυνόμενον ἐπιτήδειον γίνεται πρὸς ἀντίληψιν τῶν ὁρατῶν, ἐν δὲ τῇ ἡμέρᾳ καὶ τῷ λαμπρῷ φωτὶ ἄγαν λεπτυνόμενον διαφορεῖται καὶ σκε‐ δάννυται· ὅθεν καὶ λέοντες τοιοῦτοί ποσως ὄντες διὰ τοῦ
ἡλίου διαβαίνειν οὐ δύνανται· καὶ πῦρ μεθ’ ἡμέραν ὁρῶν‐22
15τες φεύγουσιν· ἔστι δὲ ὁρᾶν αὐτῶν καὶ τὴν κόρην ἄγαν καταλαμπομένην· ἔχουσι δὲ καὶ τὰ ὑγρὰ τῶν ὀφθαλμῶν διαυγέστατα.

1

.

69

Διὰ τί ἐν νυκτὶ καθεύδοντες καὶ ἀθρόως ἀνοίγοντες τοὺς ὀφθαλμοὺς φῶς ὁρῶμεν; ὅτι τὸ ὀπτικὸν πνεῦμα συν‐ αγόμενον καὶ πολὺ γινόμενον ἐν τῷ καθεύδειν ἀθρόως καὶ πολὺ ἐξιὸν κατὰ τὸ σκότος καὶ λάμπον αὐτὸ ὁρᾷ φωτοειδές.

1

.

70

Διὰ τί οἱ αἰδούμενοι τοὺς ὀφθαλμοὺς συμπεφύκα‐ σιν· οὕτω γὰρ καὶ τὰ πάθη τῆς ψυχῆς δι’ ὀφθαλμῶν ὁρῶ‐ μεν, λυπουμένης, ὀργιζομένης, αἰδουμένης. ἐπειδὴ τοίνυν οὐκ ἀντέχει ἡ ψυχὴ πρὸς τὸ τιμῆς ἄξιον ἀντιβλέπειν συν‐
5ειδήσει τινὶ ἐπὶ χρόνον πολύν, ἀναγκάζει τοὺς μῦς τῶν ὀφθαλμῶν ἕλκειν αὐτοὺς ἐπὶ τὸ κάτω δίκην καλύμματι τοῦτο πράττουσα.

1

.

71

Διὰ τί ἡ ἀκοὴ παντὸς ἀνέχεται ὑγροῦ χωρὶς ὕδα‐ τος; ὅτι ψυχρὸν ὂν τῷ ἀκουστικῷ νεύρῳ προςομιλεῖ παρα‐ χρῆμα. τὸ γὰρ ψυχρὸν νεύροις πολέμιον.

1

.

72

Διὰ τί ἀνέμου σφοδροῦ μέλλοντος κινεῖσθαι ὡς ἀστέρος διατρέχοντος προδηλοῦσιν αὐτὸν ἢ ὡς ἀστραπαὶ καὶ μάλιστα καθαροῦ ὄντος τοῦ ἀέρος. φημὶ ὅτι ἤρξατο μὲν κινεῖσθαι καὶ ἡμῖν μὲν ὡς παχυμερέσι τοῖς σώμασι καὶ
5δυσαισθήτοις οὔπω κατὰ δῆλόν ἐστιν. τὸν μέντοι ἀνώτε‐ ρον ἀέρα ὡς λεπτομερῆ καὶ αἰθεροειδῆ κινῶν ἐκπυροῖ αὐτὸν καὶ μέρη αὐτοῦ σπινθηροειδῆ ὁρῶμεν. καὶ οὕτω λοιπὸν τῷ χρόνῳ σφοδρότερος γιγνόμενος κινεῖ καὶ τὸν περίγειον καὶ τὸν παχύτερον ἀέρα. καὶ οὕτως αἰσθόμεθα.

1

.

73

Διὰ τί διὰ στενῶν τόπων ἄνεμος διαβαίνων ἰσχυ‐ ρότερός ἐστι μᾶλλον ἤπερ δι’ εὐρυτέρων; ὅτι συναγόμενος εἰς ἕνα τόπον τονοῦται μείζων ἑαυτοῦ γιγνόμενος καὶ μεγε‐ θύνεται καὶ σφοδρύνει. ἐπὶ δὲ τῶν εὐρυτέρων χωρίων ἐξ‐
5απλούμενος καὶ σκεδαννύμενος, ἄτονος καὶ ἀσθενὴς γίνε‐ ται. παραπλησίως δὲ καὶ τὸ θερμὸν καὶ αἱ ποιότητες καὶ τὰ ὕδατα.

1

.

74

Διὰ τί πολλὰ τὰ πόρρωθεν καὶ μεγαλὰ οὐχ ὁρῶν‐ τες τὰ πλησίον καὶ μικρὰ ὁρῶμεν, οὓς καὶ μύωπας κα‐ λοῦμεν, παρὰ τὸ μυώπης ὁρᾶν. ὅτι τούτοις τὸ ὀπτικὸν
πνεῦμα λεπτόν ἐστι καὶ καθαρὸν καὶ πόρρωθεν μὲν ἁπιὸν23
5διαφορεῖται καὶ οὐκ ἀσθενεῖ κατοπτεύειν τὰ ὁρατά, μόλις δὲ τὰ πλησίον ὁρᾷ. καὶ διὰ τοῦτο λεπτόν ἐστι καὶ καθαρόν. οἵ τινες καὶ τὰ μικρότατα πόρρωθεν βλέπουσιν, ὡς καί τινες γέροντες οὔτοι κατὰ τὸ ἐναντίον, διὰ τὸ ἔχειν τὸ πνεῦμα τὸ ὀπτικὸν παχὺ καὶ πολύ. καὶ δέεσθαι κινεῖσθαι
10μῆκος ὁδοῦ πρὸς τὸ αὐτὸ ἀπολεπτυνθῆναι καὶ ἐπιτήδειον πρὸς ἀντίληψιν ὁρατῶν γενέσθαι· ἐκ τούτου λυτέον καὶ τὰς ὑπολοίπους δύο ἀντιθέσεις.

1

.

75

Διὰ τί ὑπὲρ πάντα τὰ ζῷα κύνες μόνοι δεσμοῦνται κατὰ τὴν ὀχείαν; ὅτι στενοπόρος ἐστὶν ὁ αὐχὴν τῆς μή‐ τρας, καὶ τὸ αἰδοῖον ἐν τῇ χρήσει φυσᾶται καὶ οὐκ ἔξεισιν εὐθύς. καὶ ὅτι τὸ σπέρμα κολῶδες ὑπάρχει, ἀμφότερα δὲ
5αὐτοῖς διὰ πολλὴν ξηρότητα γίνεται· τὸ γὰρ ξηρὸν οἶδε πυκνοῦν καὶ ἀποστενοῦν τὰ μόρια καὶ πηγνύειν τὰ ὑγρά.

1

.

76

Διὰ τί μόνοι κύνες ἐν τῷ θέρει λυττῶσιν. ὅτι διὰ τὴν πρόληψιν τῆς ξηρᾶς κράσεως· φύσει γάρ εἰσι ξηροί, καὶ πλέον ἐν τοῖς καύμασι. θερμαινόμενα οὖν καὶ κατα‐ ξηραινόμενα ἐκπυροῦνται τὰ ἐν αὐτοῖς ὑγρὰ καὶ ἡ κρᾶσις.
5καὶ οὕτως μαίνονται καθάπερ φρενιτιῶντες. ὅθεν καὶ τὸ σιαλὸν αὐτοῖς ἰῶδες γίνεται καὶ ξηρότατον. ὅτι δὲ ἐκπυ‐ ροῦται δῆλον ἐκ τοῦ ἀσθμαίνειν πυκνῶς, καὶ πυρώδη τὰ ὄμματα ἔχειν καὶ ἠνεωγμένον τὸ στόμα πρὸς ἔμψυξιν ἀέρος· καὶ ἡ οὐρὰ στραγγαλοῦται ἀπὸ τῆς ξηρότητος καὶ
10ἰχνοῦται. λυττῶσι δὲ οἱ ἐν αὐτοῖς ξηρότατοι, καὶ οὐ πάντες. τινὲς δέ φασι καὶ τὸν κύνα τὸ ἄστρον συμβάλλεσθαι κατά τινα ἀπόρροιαν τούτοις πρὸς τὴν λύσσαν.

1

.

77

Διὰ τί οἱ ἐξαίφνης καὶ ἀκουσίως τεμνόμενοι, ἧτ‐ τον ὀδυνῶνται τῶν κατὰ προαίρεσιν τεμνομένων; ὅτι οἱ μὲν ἀκουσίως ἔχουσι τὴν ψυχὴν εἴς τι πρᾶγμα τετραμμέ‐ νην καὶ ἀνομοίως ἀντιλαμβανομένην τῶν αἰσθήσεων, οἱ
5δὲ κατὰ προαίρεσιν εἰδότες ὃ μέλλουσι πάσχειν, τρέπουσιν ἀεὶ τὴν ψυχὴν παρὰ τὸ τεμνόμενον σῶμα. καὶ ἀκριβῶς ἀντιλαμβανόμενοι τῆς αἰσθήσεως, μᾶλλον ὀδυνῶνται ἐν τῇ τομῇ. [ἡ λύσις τοῦ ζητήματος ἀπὸ συμπαθείας τῆς κατὰ τὸ μᾶλλον.]

1

.

78

Διὰ τί οἱ τὰ βάρη βαστάζοντες μετὰ ᾠδῆς περι‐
πατοῦσιν, ὁμοίως δὲ καὶ οἱ ἕλκοντες; ὅτι τῷ μέλει ἡ ψυχὴ λογικὴ τερπομένη καὶ ἐπ’ ἔλαττον ἀντιλαμβανομένη τῆς αἰσθήσεως οὐχ ὁμοῦ αἰσθάνεται τοῦ βάρους τούτῳ τῷ24
5λόγῳ. λύσις· διὰ τί καὶ ἐπὶ τῶν πενθούντων αὐλοὶ καὶ τύμπανα; καὶ διὰ τί ἐπὶ τῶν λυπουμένων καὶ πενθούντων καὶ νοσούντων εἴθισται πλῆθος ἀνθρώπων συνιέναι καὶ διαφόρους προτείνειν λόγους; νεύουσα γὰρ ἡ ψυχὴ πρὸς τοῖς ῥήμασιν ἧττον ἐπαισθάνεται τῶν συμφορῶν, διὸ τοῖς
10ἀρχαίοις τέρψεις ἐπενοήθησαν σκηνικαὶ καὶ ποικίλαι, χάριν τῶν περιστάσεων.

1

.

79

Διὰ τί οἱ Αἰθίοπες πυρέξαντες ὡς ἐπὶ τὸ πλεῖ‐ στον ἀπόλλυνται, καὶ οἱ ὀφθαλμιῶντες ἑλκοῦνται; ὅτι σφό‐ δρα τυγχάνουσι θερμότατοι καὶ ξηρότατοι· καὶ ὥσπερ ἀνα‐ στοιχείωσις αὐτοῖς γίνεται καὶ τὸ ὀλίγον ἐν αὐτοῖς ὑγρὸν
5ἐκδαπανώμενον καὶ φθειρόμενον, λύσιν τῶν λοιπῶν στοι‐ χείων ἐργάζεται· φεύγει δὲ τὸ θερμὸν ἀπορίᾳ τροφῆς καὶ ἐπεγείρεται ψυχρότης ἀπουσίᾳ θερμότητος· καὶ τυραννεῖ ξηρότης ὑγρότητος ἀπωλείᾳ. καὶ διὰ τοῦτο τὰ νεκρὰ σώ‐ ματα ξηρὰ καὶ ψυχρὰ πέφυκεν· ὅθεν καὶ ὁ θεῖος Ὅμη‐
10ρος εἰδὼς τὰ μὲν δύο στοιχεῖα φεύγοντα ὡς λεπτομερῆ καὶ κουφότατα, τὰ δὲ δύο παραμένοντα εἶναι τοῖς νεκροῖς σώ‐ μασι, φησίν· ἀλλ’ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε, ξηρότατοι καὶ ὑγρότατοι λέγων. ἑλκοῦν‐ ται δὲ καὶ κατὰ τὰς ὀφθαλμίας οἱ ὀφθαλμοὶ ὅτι ἀπὸ τῆς
15φλεγμονῆς τὸ αἷμα ἐκχολούμενον τῇ πολλῇ δριμύτητι δια‐ βιβρώσκει τοὺς ὀφθαλμοὺς διὰ τοῦ ῥεύματος.

1

.

80

Διὰ τί ἐν τοῖς συμποσίοις τῷ ποτῷ ἐναντίως οἱ ἄνθρωποι κέχρηνται; ἀρξάμενοι μὲν γὰρ ἐν μικροῖς πίνουσι, πληρωθέντες δὲ ἐν μεγάλοις ποτηρίοις· τοῦτο νομίζεται μὲν εἶναι εὐκαταγέλαστον, ἔχεται δέ τινος αἰτίας εὐλόγου·
5διὰ γὰρ τὴν εὐωχέαν πρὸς τὸ πίνειν πυκνότερον καὶ συν‐ εχῶς ἄρχονται μὲν ἀπὸ μικροτέρων φιάλων, λήγουσιν δὲ ἐν μείζοσι. αἱ γὰρ μικραὶ αὐτάρκη κόρον ὡς ἐν δαψιλῷ ποτῷ πιεῖν, οὐχ οἷαίτέ εἰσιν. ἐὰν μέντοι ἀπὸ μειζόνων ἄρχωνται, θᾶττον πληρούμενοι πυκνῶς τοῦτο πράττειν ὡς ἐν τρυφαῖς
10οὐ δύνανται. ἔτι γε μὴν καὶ τῇ ἀθροότητι, καὶ τῷ πλήθει
ξενιζομένη ἡ φύσις, εὐθὺς ἀνιωμένη τὸ πλῆθος ἀποστρέ‐ φεται· ἐν δὲ τοῖς μικροῖς, κατ’ ὀλίγον ἐθιζομένη καὶ πλῆ‐ θος ἐνεγκεῖν δυνήσεται τῷ χρόνῳ.25

1

.

81

Διὰ τί οἱ ὑδρωπιῶντες ὕδατος πεπληρωμένοι δι‐ ψῶσιν ἀεί; ὅτι καὶ ἁλμυρὸν αὐτοῖς γίνεται τὸ ὑγρόν, μὴ διοικούμενον ἀλλὰ σηπόμενον, καὶ καταξηραίνει τὸ στόμα τῆς γαστρός. ἄλλως τε καὶ πυρετία λεπτὰ κέκτηνται· πρὸς
5δὲ τούτοις ὅσον ἡ γαστὴρ διογκοῦται, τὸ λοιπὸν σῶμα μὴ κατὰ λόγον τρεφόμενον καταξηραίνεται, ὅθεν καὶ ἰσχνοῦν‐ ται· τὸ γὰρ πλεῖστον τῆς τροφῆς ἐξυδαρούμενον, χορηγεῖ‐ ται πρὸς γένεσιν τοῦ πάθους.

1

.

82

Διὰ τί ἐν τοῖς συμποσίοις, ἐν μὲν τῇ ἀρχῇ τῆς τροφῆς καὶ πρὸ πληρώσεως στενούμεθα ἀνακείμενοι, μετὰ δὲ πλήρωσιν καὶ πρὸς τῇ τελευτῇ τοῦ ἀρίστου, ἀραιούμεθα μηκέτι θλιβόμενοι; ὅτι παρὰ μὲν τὴν ἀρχὴν ὄρεξιν τῶν
5σιτίων ἔχοντες πλείστην, ἐπὶ τὰ ἐκτὸς πάντων τὴν στρωμνὴν συντρέχουσιν ἀνακείμενοι, καὶ ἀθρόως ἅμα καὶ οὕτως θλί‐ βονται. μετὰ δὲ τὸν κόρον τῆς τροφῆς, ὃς μὲν ἐπὶ τὸ κάτω νεύει μᾶλλον, ὃς δὲ ἐπὶ τὰ πλάγια, καὶ ὃς μὲν ποσῶς ἀνακάθηται, ἄλλου πλέον τοῦ δέοντος ἐπὶ τὰ ἐκτὸς νεύον‐
10τος· καὶ οὕτως μετὰ πλήρωσιν τῆς τροφῆς ἀναιροῦνται. ἄλλως γε μήν, καὶ τῷ πάντας ἐξ ἀρχῆς ἐν τῷ ἐσθίειν ἐπὶ τὸν θώρακα καὶ τὰ πλάτη τοῦ σώματος ἀνακεῖσθαι, στε‐ νοχωρεῖσθαι, συμβαίνει.

1

.

83

Διὰ τί τριῶν χυμῶν ἁπλῶν καὶ μονοειδῶν ὄντων οὐκέτι καὶ τρία νοσήματα μονοειδῆ καὶ ἁπλᾶ συμβαίνει, ἀλλὰ πλείονα. διπλᾶ γὰρ ἐφ’ ἑκάστου συνεχῆ καὶ διαλεί‐ ποντα; ὅτι διὰ τὸ μὴ μόνον ἀπὸ τῶν χυμῶν γίνεσθαι
5διαφορὰς νόσων, ἀλλὰ καὶ ἀπὸ τῶν τόπων· ὁ μὲν γὰρ θερμὸς καὶ λεπτὸς χυμὸς ὀξὺν καὶ ὀλιγοχρόνιον καὶ διακαῆ ποιεῖ πυρετόν. ὁ δὲ ψυχρὸς καὶ παχὺς βληχρὸν καὶ πολυ‐ χρόνιον· οὕτω γὰρ καὶ τῶν ξύλων τὰ μὲν θερμὰ καὶ ξη‐ ρότατα, καθάπερ δάφναι, δᾷδες, ἔλαιον, μεγίστην ἐγείρουσι
10φλόγα, καὶ τάχιον ἀποκαίονται, τὰ δὲ χλωρὰ καὶ ὑγρὰ τα‐ πεινὸν καὶ καπνῶδες πῦρ ἐξάπτουσι καὶ οὐ βράδιον ἀπο‐ καίονται. πάλιν εἰ μὲν ὁ τόπος πολύς τε καὶ πλατὺς εἴη τάχιστα καὶ μεγίστως ἐξάπτει τὸν χυμόν, τῷ ἅμα εἶναι σε‐
σωρευμένον· καὶ ὑφ’ ἓν ὅλον ἐξάπτεσθαι σηπόμενον· εἰ δὲ26
15ὀλίγος εἴη καὶ στενός, μήτε χωροίη τὸν χυμὸν ὅλως, ἀλλὰ κατὰ μέρος τῷ μὴ ὑφ’ ἓν ὅλον σήπεσθαι ποιεῖ πυρετὸν ἁμυδρὸν καὶ ἐν πολλῷ χρόνῳ καιόμενον. μίξας τοίνυν χυ‐ μοῦ φύσιν καὶ τόπον εὑρήσεις πᾶσαν διαίρεσιν, τῶν ἐπὶ χυμοῖς σαπεῖσι πυρετῶν. εἰ μὲν γὰρ ἐν τοῖς μεγάλοις ἀγ‐
20γείοις, φλεψὶ λέγω, καὶ ἀρτηρίαις ἡ ξανθὴ σαπείη χολή, θερμὴ τυγχάνουσα, διακαέστατον καὶ ὀξὺν καὶ ὀλιγοχρόνιον ἐξάπτει πυρετὸν ὡς καῦσιν· εἰ δὲ ταῖς μικραῖς φλεψὶ καὶ ἀρτηρίαις ταῖς περὶ τὸ δέρμα σαπείη φλέγμα ψυχρόν, βληχρὸν καὶ πολυχρόνιον ποιεῖ πυρετὸν, ὡς ἀφημερινόν.
25λοιπὸν ἔχων τὰ ἄκρα ἐναλλάττεται ταῦτα· ἐὰν δὲ ξανθὴ χολὴ σαπῇ ἐν τοῖς μικροῖς ἀγγείοις, ποιεῖ πυρετὸν ἔλατ‐ τον ὀλιγοχρόνιον καὶ ποσῶς μακρότερον τοῦ καύσου ὡς τριταῖον, ἢ ὀξὺν ἁπλῶς. εἰ δὲ φλέγμα σαπείη ἐν τοῖς με‐ γάλοις ἀγγείοις ποιεῖ ποσῶς ὀλιγοχρονιώτερον τοῦ ἀφημε‐
30ρινοῦ. ὁμοίως καὶ ἡ μέλαινα, σαπεῖσα μὲν ἐν ταῖς μεγά‐ λαις φλεψί, διὰ τὸ ἐν ἑνὶ χρόνῳ πᾶσαν ὑπεκκαίεσθαι πο‐ σῶς, ὀλιγοχρόνιον ποιεῖ πυρετὸν διὰ τετάρτης· εἰ δὲ ἐν ταῖς μικραῖς, πολυχρονιώτερον τεταρταῖον. συνέδραμε γὰρ χυ‐ μὸς ψυχρὸς καὶ παχὺς καὶ δυσαλλοίωτος καὶ τόπος στενὸς
35μὴ συγχωρῶν ἅμα τὴν χολὴν πᾶσαν ἐκκαίεσθαι καὶ ἀνα‐ λίσκεσθαι.

1

.

84

Διὰ τί, εἰ καὶ τὸ φλέγμα ψυχρόν ἐστι καὶ παχὺ καὶ γλίσχρον, ὁμοίως δὲ καὶ ἡ μέλαινα χολὴ ψυχρὰ καὶ παχεῖα· καὶ ἐλάττων πολὺ τοῦ φλέγματος. ὁ τεταρταῖος πολυχρονιώ‐ τερος τοῦ ἀφημερινοῦ; ὅτι τὸ φλέγμα καὶ ψυχρὸν καὶ παχύ,
5ἀλλ’ ὑγρόν· τὸ δὲ ὑγρὸν εὐαλλοίωτον καὶ εὐμετάβλητον· ἡ μέντοι μέλαινα ξηρὰ καὶ ψυχρά· τὸ δὲ ψυχρὸν δυσαλ‐ λοίωτον καὶ δυσμετάβλητον. σοφίζονται οὖν τῇ ὁμοιότητι τῆς ψυχρότητος καὶ τῷ πλεονάζοντι τῆς χολῆς κρύπτοντες τὴν ἐναντίαν καὶ τὴν λοιπὴν ποιότητα· ἄλλο τε τὸ φλέγμα
10προςῳκείωται τῇ φύσει μᾶλλον τῆς μελαίνης· ὅθεν καὶ ἐπὶ τῶν ὑγιαινόντων ἐν λιμοκτονίᾳ κέχρηται αὐτῷ ἡ φύσις πρὸς τροφήν. ἐπὶ τοίνυν τοῦ ἀφημερινοῦ, ὅσον εὑρίσκει χρήσιμον φλέγμα, τοῦτο δαπανᾷ πρὸς τροφήν, τὸ δὲ ἄχρη‐ στον σηπόμενον ἐξάπτει τὸν πυρετόν.

1

.

85

Διὰ τί τεσσάρων χυμῶν ὄντων καί ποτε σηπο‐ μένων, τρεῖς γίνονται πυρετοὶ καὶ οὐ τέσσαρες; ὅτι τὸ αἷμα κατὰ φύσιν ἐστὶ καὶ τροφὴ τοῦ σώματος· καὶ πλεονάζον μὲν ποιεῖ μόνον πληθώραν, σαπὲν δὲ οὐκέτι μένει αἷμα.27
5μεταβάλλεται γὰρ θερμαινόμενον εἰς ξανθὴν χολήν· οἱ μέντοι λοιποὶ χυμοὶ πλεονάζοντες μὲν ποιοῦσι νοσήματα, περὶ τὸ δέρμα μάλιστα, ὡς ἕρπητας, καὶ καρκίνους, ἀλφούς, λεύκας· σαπέντες δὲ πυρετούς.

1

.

86

Διὰ τί ἐξ ἐναντίας δύο τοίχων, θυρίδων οὐ‐ σῶν ἐν ἑκατέρᾳ, συμβαίνει τῆς μιᾶς κεκλεισμένης μη‐ κέτι διὰ τῆς ἑτέρας εἰσιέναι λοιποὺς σφοδρὸν καὶ πολὺν ἄνεμον; ἤπερ ὑπαρχούσης αὐτῆς ἠνεωγμένης διὰ τὸ τὸν
5κινούμενον ἀέρα, ἤτοι τὸν ἄνεμον, σῶμα τυγχάνειν; ἐπὰν οὖν ἡ μία κλεισθῇ, διὰ τῆς ἑτέρας ὁ εἰσελθὼν ἀὴρ πληροῖ τὸν τόπον τῆς οἰκίας· καὶ σῶμα ὤν, οὐκ ἐᾷ λοιπὸν ἑτέρῳ ἀέρι σώματι ὄντι ἐπεισιέναι. ἐπὰν δὲ ἡ θυρὶς ἀνεωχθῇ, ὁ προλαβὼν ἔχων δι’ αὐτῆς φυγεῖν, χῶραν δίδωσιν ἐπεισιέ‐
10ναι ἑτέρῳ καὶ πάσης ὁμοίως διὰ τῆς ἀντικειμένης θυρί‐ δος. καὶ οὗτος ἐξιὼν ἄλλον εἰσιέναι συγχωρεῖ διὰ τῆς ἑτέ‐ ρας· καὶ τοῦτο γίνεται κατὰ τὸ συνεχές· ἐπὰν δὲ κλεισθῇ, ἡ ἐξ ἐναντίας, οὐκέτι τοῦτο γίνεται.

1

.

87

Διὰ τί τῶν ἐρώντων τὰ ἄκρα ποτὲ μὲν ψυχρά, ποτὲ δὲ θερμὰ γίνεται· ὅτι ὅτε κέκτηνται λύπην πρὸς τὴν ἐρωμένην, καὶ ἀπελπίζουσι τοῦ τυγχάνειν αὐτῆς, τὸ ἔμφυτον θερμὸν εἰς βάθος συννεύει καὶ μετὰ τῆς φύσεως·
5καὶ διὰ τοῦτο τὰ ἄκρα καταψύχεται· καὶ ὠχριῶσι δὲ διὰ τοῦτο καὶ σκυθρωποὶ γίνονται· ὅτε δὲ τὸ ἐναντίον, ἢ ἐλ‐ πίδα χρηστὴν κέκτηνται παρ’ αὐτῆς, εἴτε θυμοῦνται σφό‐ δρα, τότε τὸ ἔμφυτον θερμὸν νεύει πρὸς τὸ δέρμα σὺν τῇ φύσει, καὶ γίνονται θερμότεροι καὶ ἐρυθρότεροι· καὶ
10διὰ ταύτην τὴν αἰτίαν οἱ ζωγράφοι σωματοποιοῦσι τὸν ἔρωτα, ποτὲ μὲν κατηφῆ καὶ ἡσυχάζοντα, ποτὲ δὲ πετό‐ μενον καὶ μειδιῶντα, παῖδα δὲ εὐτραφῆ· διότι ὁ πόθος σφοδρὸς μέν ἐστιν, οὐ πολυχρόνιος δέ, καὶ δι’ ὅλου παρα‐ μένων· ἡ μὲν γὰρ διάθεσις διὰ παντὸς ὡς ἐπὶ γνησίων
15φίλων, ἢ πρὸς παῖδα, ἢ γυναικὸς πρὸς ἄνδρα· ὁ δὲ ἔρως οὐ διὰ παντός· ὡς ἐπὶ τὸ πλεῖστον γὰρ ἐπὶ ξένοις γίνεται·
καὶ ἡ μὲν διάθεσις σύμμετρος καὶ οὐ κατάστατος, ὁ δὲ ἔρως σφοδρὸς καὶ μανιώδης. λαμπάδα δὲ κατέχοντα καὶ πτερωτόν, διότι τῶν φιλούντων αἱ ψυχαὶ μετεωρίζονται.28
20καὶ εὐμετάβλητοί εἰσι πτερούμενοι· ἐκκαίεται δὲ αὐτοῖς καὶ τὸ τῆς καρδίας ἔμφυτον θερμὸν ἐκ τῆς ἀπαύστου καὶ σφοδρᾶς φροντίδος τῆς πρὸς τὸ ποθούμενον. καὶ τῇ μὲν δεξιᾷ κρατοῦντα βέλος, ἐν δὲ τῇ ἀριστερᾷ φαρέτρας. ὅτι κατὰ μὲν τὰς ἀρχὰς ἐκ μιᾶς ἀκτῖνος τῶν ὄψεων ὁ ἔρως
25ἀποτελεῖται· ἅμα γὰρ εἶδε καὶ ἐπόθησεν· ὕστερον δὲ μετὰ τὸ ποθεῖν, συνεχεῖς ἀκτῖνας ἀποπέμπει πρὸς τὸ ποθού‐ μενον ὁ ἐρῶν· αὕτη δ’ ἔοικεν τῷ βέλει τῷ ἀκοντίζεσθαι πρὸς σώματι· ἐν δὲ φαρέτρᾳ τὰ βέλη· διότι κεκρυμμένως τὰς ἀκτῖνας πέμπουσιν οἱ ἐρῶντες· τὸ δὲ ἔθος, ὥσπερ
30ἄνεμος τὸ πῦρ ἐξάπτει, οὕτω καὶ αὐτὸ τὸν ἐρῶντα· οὐ γὰρ κυρίως ἐξ αὐτοῦ ὁ πόθος. εἰ γὰρ ἦν, τοῦτο δῆλον ὡς ἐχρῆν ἀεὶ τὸν ἐθίζοντα καὶ ἐρᾶν. τὸ δὲ φίλτρον καὶ αἰφνίδιον· γυμνὸν δὲ διότι γίνεται πόθος ἀμέσως καὶ φανερῶς· οὐ γὰρ δι’ ἑτέρου τινὸς ἐρᾷ τις οὐδὲ κεκρυμμένως, οὐθ’ ἥν‐
35περ ἀγνοεῖ. διὸ καὶ οἱ ἀνδριαντοποιοὶ πρὸς τιμὴν ἐνίοτε γυμνοὺς πλάττουσι θεούς τε καὶ βασιλεῖς, δεῖξαι βουλό‐ μενοι τούτων τὸ φανερὸν τῆς δυνάμεως καὶ γνώμης ἐκτὸς ὂν πάσης κακίας κεκρυμμένης. οὐχ εἷς δὲ ὁ ἔρως ἀλλὰ πλείονες. ἢ ὅτι διάφοροι τῶν πραγμάτων ἔρωτες· ἄλλως
40γὰρ καὶ ἄλλως ποθεῖ· καθὼς καὶ ὁ θεῖος Πλάτων φησὶ τὸν ἔρωτα πολυκέφαλον θηρίον. ἢ ὅτι πολλοῖς ἔρωσιν ὁ αὐτὸς πολλάκις ὑποπίπτει. μητέρα δ’ ἔχουσιν Ἀφροδίτην· τοῦτ’ ἐστι τὴν Ἐπιθυμίαν· ἄνω γὰρ πλάττουσι τὴν Ἀφροδίτην εἰς Ἐπιθυμίαν. ἱστοροῦσι δὲ τὸν Ἔρωτα ποθεῖν τὴν Ἐριννύν·
45διότι πολλοὶ παρανόμως ἠράσθησαν· καὶ δυσσεβῶν ἐράσθη‐ σαν ἐπιθυμιῶν, ὥςπερ μοι δέδεικται κατὰ τὸ δεύτερον βι‐ βλίον τῶν ἀλληγοριῶν τῶν εἰς θεοὺς ἀναπλαττομένων πι‐ θανῶν ἱστοριῶν·

1

.

88

Διὰ τί λοιμικῆς καταστάσεως οἱ μὲν ἀπόλλυνται οἱ δ’ οὔ; ὅτι παρὰ τὴν ἰδιότητα τῆς κράσεως; εἰ μὲν γὰρ εἴη τις ἔχων τὸ σῶμα μεστὸν κακόχυμον, δῆλον ὡς ὁ εἰσ‐ πνεόμενος σηπεδονώδης ἀὴρ συνδιαφθείρει καὶ ὅπερ ἔχου‐
5σιν ὀλίγον χρηστόν· καὶ οὕτως πᾶς χυμὸς αὐτοῖς συν‐
διαφθαρείς, ἀνίατα τίκτει πάθη καὶ πλείονα· καὶ οὕτως θνήσκουσιν. εἰ δὲ εἴη ἀπέριττον καὶ εὔχυμον, οὐδὲν ἢ βραχύ τι βλάπτει τούτους ὁ λοιμώδης ἀήρ. ὅτι δὲ ἡ ἐπιτη‐ δειότης ἐφέλκεται τὸ δρῶν αἴτιον ἐνεργεῖν, δηλοῦσιν αἱ29
10ἐκτὸς ὗλαι. δρῦές εἰσι δυσπαθεῖς καὶ πρὸς ἔξαψιν οὐχ ἕτοιμοι μᾶλλον. πολλῷ δὲ πλέον κάλαμοι εὐπαθέστεροι καὶ πρὸς ἔξαψιν ἕτοιμοι μᾶλλον· πολλῷ δὲ πλέον στυ‐ πεῖον· ἀλλ’ ἐάν τις διάβροχον ὕδατος παρασκευάσῃ τὸ στυ‐ πεῖον, καὶ χλωροὺς λάβῃ καλάμους, τὴν δὲ δρῦν ἄγαν ξη‐
15ρὰν εἰ καὶ θείω, καταπάσσοι τὸ ἀνεπιτήδειον, ἑτοιμότατα ἐργάζεται πρὸς ἔκκαυσιν πυρὶ προςενέγκας, τὸ δὲ στυπεῖον οὐδὲ ὅλως καήσεται· τούτῳ τῷ παραδείγματι χρώμενος, λύσεις τὸ ζητούμενον, τίνος ἕνεκα κόπος πυρετὸν ἐφήμε‐ ρον ἢ τὸν ἐπὶ σήψει ποιήσει τὸν ἑκτικὸν πυρετὸν εἰργάσατο.
20φαμὲν γὰρ διὰ τὴν πρόληψιν τῆς ἐπιτηδειότητος· εἶχε γὰρ τὸ φυσικὸν πνεῦμα καὶ τοὺς χυμοὺς ἀπερίττους, τὰ δὲ στέρνα ξηρότατα. καὶ τὸ αἴτιον ἔδραμεν εἰς ἐκεῖνα· καὶ διὰ τί ἔκκαυσις ἡλίου τῷ μὲν ὕπνον ποιεῖ τῷ δὲ οὔ; ὅτι τῷ μὲν ἦν φλέγμα πλεῖστον καὶ τοῦτο χυθὲν ὕγραινε
25τὸν ἐγκέφαλον καὶ ὕπνον ὑπήνεγκε· τῷ δὲ ξηρὰ ἡ κεφαλὴ τυγχάνουσα πλέον ξηρανθεῖσα ἀγρυπνίαν ἤνεγκε.

1

.

89

Διὰ τί ὁ ἥλιος ἄνθρωπον μὲν μελαίνει, λίνα δὲ λευκαίνει, καὶ κηρὸν μὲν μαλακύνει, πηλὸν δὲ σκληρύνει. πάλιν δὲ διὰ τὴν ἐπιτηδειότητα τῆς πασχούσης ὕλης· οἱ γὰρ χυμὸν χωρὶς τοῦ φλέγματος ὑπερθερμαινόμενοι περὶ
5τὸ δέρμα διαφαίνονται μέλανες· τὸ δὲ λίνον ὑπὸ νίτρου ἢ ἅλμης ῥυπτούμενον καὶ ὑπὸ τοῦ ἡλίου ἐκδαπανωμένου τοῦ ῥύπου τοῦ λίνου, λευκαίνεται· πάλιν ἕλκων ὁ ἥλιος ἐκ τοῦ κηροῦ τὴν ἐν τῷ βάθει ὑγρότητα μαλακύνει τοῦτον· τὴν δὲ πολλὴν καὶ ἐπιπόλαιον ὑγρότητα ἐκβοσκόμενος τοῦ
10πηλοῦ, σκληρύνει αὐτὸν ξηραίνων. εἰ τοίνυν περὶ τὸ πάσχον καὶ τὸ ἐνεργοῦν ποιεῖν ἀδύνατον καὶ ἡμετέραν ψυχὴν μὲν εὐσεβείαις ὁπλίσαντας, εὐταξίᾳ δὲ τροφῆς τὸ σῶμα κοσμή‐ σαντας ἀκτήμονι δὲ βίῳ καὶ τοῖς πρὸς τὸ ζῆν μόνον ἀρ‐ κούμενοι ἑαυτοὺς καθιερεύσαντες ἐκφυγεῖν τὴν ἐκ τοῦ βίου
15συμβαίνουσαν ὅσον ἐνδέχεται παράστασιν, καὶ μὴ παρέχειν ἐπιτηδειότητα τῷ δρῶντι φαύλῳ πρὸς τὸ πάσχον ἐνεργεῖν
τι, εἴπερ τίς ἐστι δαίμων ἢ ἀστὴρ ἤ τι τοιοῦτον ἐκτὸς αἴτιον.30

1

.

90

Διὰ τί οἱ ἰκτερικοὶ καὶ δυσδιαχώρητοί εἰσι, καὶ λευκὸν ἄγαν ἔχουσι τὸ σκύβαλον; ὅτι ἡ ξανθὴ χολὴ εἰς ὅλον αὐτῶν ἀνεδόθη τὸ σῶμα· καθὼς οἱ ὀφθαλμοὶ δηλοῦσι καὶ ἡ τοῦ δέρματος χροιὰ καὶ οὐκέτι συρρεῖ πρὸς τὰ ἔντερα
5τῷ ἐξ ἀρχῆς νόμῳ τῆς φύσεως. καὶ χρώνυσι τὸ σκύβαλον, οὔτε τῇ δριμύτητι ἐρεθίζει τὴν ἀποκριτικὴν δύναμιν τῶν ἐντέρων, πρὸς κένωσιν τῆς κόπρου· καὶ διὰ τοῦτο ἡ ἰατρικὴ καθάπερ καὶ ἄλλαι τέχναι τὴν φύσιν μιμουμένη τοῦ σώ‐ ματος ἐν περιστάσει νοσοποιῷ καθεστῶτος, σύμμαχος ἀρ‐
10ρωστούσης γίνεται τῆς δυνάμεως. ἐπεὶ γὰρ τὸ σκύβαλον ἐκκρίνεται, τῆς χολῆς ἐρεθιζούσης καὶ ῥυπτούσης, τῶν τε ἐντέρων καὶ τῶν μυῶν ἐπεγειρομένων πρὸς ὤθησιν αὐτῶν, τῆς τε κόπρου μαλακῆς τε καὶ εὐολίσθου τυγχανούσης, ἐκ τῶν παρακειμένων τοῖς ἐντέροις γλίσχρων χυμῶν εἰκότως
15καὶ ὁ κλυστὴρ ἔχει μὲν ἀντὶ χολῆς τὸ μέλι ῥυπτικόν· τὸ δὲ νίτρον καὶ ῥυπτικὸν καὶ τῇ δήξει διεγεῖρον τὰ ἔντερα καὶ τοὺς μῦς πρὸς ἐξώθησιν· τὸ δὲ ὑδρέλαιον πρὸς ὕγραν‐ σιν καὶ μαλάκανσιν τῆς κόπρου, φρυχθείσης ὑπὸ τοῦ πυρετοῦ· γίνωσκε γὰρ ὡς τότε μὲν ἡ φύσις ἐνεργεῖ μόνη
20χωρὶς ἰατροῦ. καθάπερ ἐπὶ τῶν κρίσεων τῶν νόσων καὶ τῶν πέψεων· τότε γὰρ θερμός ἐστιν, καὶ ὥσπερ βραβευτής· καὶ κριτὴς ἀνταγωνιστῶν δύο, νόσου καὶ φύσεως, ποτὲ δὲ ἰατρὸς μόνος, ὡς ἐπὶ τῶν ἐξαρθρήσεων καὶ τῆς τῶν ἄρ‐ θρων ἐμβολῆς, ποτὲ δὲ ἰατρὸς ἅμα καὶ φύσις ὡς ἐπὶ τῶν
25ῥυπαρῶν καὶ κοιλίας ἑλκῶν· ὁ μὲν γὰρ ἰατρὸς καθαίρει τὸν ῥύπον τοῖς ῥυπτικοῖς, καὶ δίδωσιν ἀναπέτειαν τοῖς πό‐ ροις, ζέσας ὡς ἂν εἴποι τις τὸ ἐπιπωματίζον καὶ ἐμφράτ‐ τον αὐτούς, ὅπως τὸ αἷμα καθαρὸν παρασκευάσῃ. ἡ δὲ φύσις διὰ τῶν πόρων τοῦ ἕλκους ἀναδίδωσιν αἷμα καθα‐
30ρὸν ὑπὸ τῶν τροφῶν, μεταβάλλουσα πρὸς σαρκὸς γένεσιν. ὅπερ πάλιν ὑπὸ τῶν ξηραινόντων φαρμάκων πηγνύμενον γίνεται σὰρξ ἐπιτήδειος.

1

.

91

Διὰ τί πολλοὶ ληφθέντες συνόχῳ μετὰ κρίσιν μελάντατον ἔχουσιν δέρμα ἐπὶ χρόνον ἱκανόν; ὅτι ὁ σύν‐ οχος ἀπὸ ξανθῆς ἐγίνετο χολῆς, αὕτη δὲ ἐν τῇ ἀκμῇ τῆς νόσου ὑπεκκαεῖσα μετέβαλεν ἐπὶ τὸ μέλος καὶ οὕτως ἐν
5τῇ κρίσει παρὰ φύσιν διωχθεῖσα παρὰ τὸ δέρμα ἔβαψεν αὐτό, καθάπερ ἐπὶ τῶν λεύκων τὸ δέρμα λευκὸν ὑπάρχει. διότι δὲ τὸ παχὺ τοῦ χυμοῦ καὶ δύςλυτόν ἐστι τὸ τοιοῦ‐ τον χρῶμα.31

1

.

92

Διὰ τί ἡ μέλαινα χολὴ παραγινομένη μαζῷ ἢ σκέλει ἀνάβρωσιν ἐργάζεται, ἐπὶ δὲ τῶν μελαγχολικῶν ἐν ἐγκεφάλῳ συρρέουσα ταύτην οὐ ποιεῖ; ὅτι ἐν μαστῷ μὲν φλέβες πολλαὶ καὶ μεγάλαι διὰ τὴν τοῦ γάλακτος γένεσιν
5καὶ διὰ τοῦτο τὸ πλῆθος συρρεῖται χολῆς· ὁμοίως δὲ καὶ ἐν τῷ σκέλει διὰ τὴν κατωφερῆ ῥοπὴν ἐπισύρεται χολὴ πλείων. ἐν μέντοι τῷ ἐγκεφάλῳ διὰ τὴν ἀνωφέρειαν καὶ διὰ τὸ λεπτὰς ἔχειν φλέβας ἄνεισι βραχὺ χολή, πρὸς τὸ νύττειν αὐτὸν καὶ μὴ διαβιβρώσκειν. καὶ ψυχρὸς δὲ καὶ
10ὑγρὸς ὢν ἀντιμάχεται τῇ κράσει τῆς μελαίνης ποσῶς καὶ καταπραΰνει ταύτην. ἡ μὲν οὖν κυρίως μέλαινα χολὴ ποιεῖ τὸν ἀναβρωτικὸν ἐν τῷ μαζῷ καρκῖνον, ἐν δὲ σκέλει χει‐ ρώνειον ἕλκος καὶ νομῶδες, ἐν δὲ ἐγκεφάλῳ τὴν θηριώδη μελαγχολίαν. ἡ δ’ οὐ κύριος ἀλλ’ ὁ λεγόμενος μελαγχολι‐
15κὸς χυμὸς καὶ τρυγώδης, ῥεῦμα μόνον καὶ ὄγκον καρ‐ κινώδη χωρὶς ἀναβρώσεσι καὶ μελαγχολίαις ἥμερον.

1

.

93

Διὰ τί ἐπὶ τῶν δυσεντερικῶν πάπυρον σφαιρώ‐ σαντες ἐμβάλλουσιν εἰς τὸ δακτύλιον καὶ ὠφελοῦσιν; ὅτι τῶν μυῶν συμπεσόντων τῆς ἕδρας, ὑγραινομένη ἡ πάπυ‐ ρος τῇ διαστομώσει τοὺς μῦς ἐπεγείρει. τὸ αὐτὸ δὲ ποιεῖ
5καὶ ἐπὶ ὑποφορῶν συμπεσουσῶν ἐπὶ τῶν ἑλκομένων. τῶν οὖν μυῶν διαστελλομένων, ἡ κόπρος καὶ τὰ λυποῦντα ἐκ‐ κρίνεται.

1

.

94

Διὰ τί τὰ λεγόμενα καυκάλια ἐν τῷ πληροῦσθαι ὕδατος ψόφον τινὰ ἀποτελεῖ, ὅθεν καὶ ἡ φύσις, καὶ τὸ ποιὸν τοῦ ψόφου εἰς ὄνομα αὐτοῖς μετήνεγκεν, ὡς καὶ τὸ φλοῖσβος καὶ βορβορυγμὸς καὶ τὰ λοιπά; ὅτι τὸ ἀγγεῖον ἐν τῷ μὴ
5ἔχειν ὕδωρ ἀέρος πεπλήρωται, σώματος λεπτοτέρου τυγχά‐ νοντος ἐν οὖν τῷ καθεῖσθαι ἀθρόως εἰς αὐτὸ τὸ ὕδωρ τῇ βαρύτητι διώκει τὸν ἀέρα ἔξω ὡς λεπτομερῆ. ἅμα γὰρ μένειν ἐν τῷ καυκαλίῳ μέχρι πληρώσεως οὐ δύναται διὰ τὸ τοῖς φιλοσόφοις ἀποδεῖχθαι, μὴ δύνασθαι δύο σώματα τὸν αὐ‐
10τὸν τόπον κατέχειν κατὰ τὸν αὐτὸν χρόνον. τοῦ οὖν ἀέρος
ἐπὶ τὸ ἄνω διωκομένου, ἀθρόως διασθενεῖ τόπῳ ψόφον ἀναγκαίως συμβαίνειν· οὐχ ἕνα δὲ ἀλλὰ πλείους, διὰ τὸ μάχην ὥσπερ τυγχάνειν ἀμφοτέρων· τὸ μὲν γὰρ ὕδωρ ἐπὶ τὸ κάτω βιάζεται τὸν ἀέρα, ὁ δὲ ἀὴρ ἐπὶ τὸ ἄνω τὸ ὕδωρ.32
15καὶ τούτου κατὰ διαδοχὴν γινομένου συμβαίνει καὶ τὸν ψόφον πυκνῶς γίνεσθαι.

1

.

95

Διὰ τί ἐπὶ τῶν λεγομένων ἁρπαγίων ἀγγείων ὁ δάκτυλος ἐν τῷ στόματι ἐντιθέμενος αὐτοῦ, τὸ ὕδωρ οὐκ ἐᾷ ῥεῖν διὰ τοῦ πυθμένος· ἐπαιρόμενος δὲ συγχωρεῖ φέ‐ ρεσθαι; ὅτι ἐν τῷ ἐπαίρεσθαι τὸν δάκτυλον ἐκ τοῦ σώμα‐
5τος, ὁ ἀὴρ εἰσιὼν ὠθεῖ τὸ ὕδωρ ἐπὶ τὸ κάτω, φύσιν ἔχων τοιαύτην· καὶ οὕτως ἔξεισι διὰ τῶν ὀπῶν τοῦ πυθμένος· καὶ διὰ τοῦτο ὡς ἐπὶ τὸ πλεῖστον πάντα τὰ μηχανικὰ κα‐ τασκευάσματα δι’ ὕδατος καὶ ἀέρος ἔχουσι τὴν γένεσιν· ὡρονόμια λέγω καὶ κλεψύδρας, καὶ ἤχους ἐξ ἀγαλμάτων καὶ
10τὰ ὅμοια.

1

.

96

Διὰ τί καὶ οἶνος καὶ ὕδωρ ἐπὶ τῶν πυρεττόντων παρὰ καιρὸν διδόμενος φρενίτην κατασκευάζει, τουτέστι τὰ ἐναντία; ψυχρὸν μὲν γὰρ τὸ ὕδωρ· θερμὸς δὲ ὁ οἶνος. ὅτι ὁ μὲν οἶνος ἀνωφόρος γινόμενος ἐκκαίει σὺν τῷ πυ‐
5ρετῷ τὸν ἐγκέφαλον καὶ ἄγαν ἐκκαταρασσόμενον τὸ πρῶ‐ τον ὄργανον τῆς ψυχῆς (ὅπερ ἐστὶ τὸ αἰθεροειδὲς πνεῦμα) ἀναγκάζει τὸ φρονοῦν οὕτως ἐνεργεῖν. δῆλον δὲ τοῦτο ἐκ τοῦ καὶ πολλοὺς ὑγιαίνοντας χρησαμένους ἀκράτῳ πλεί‐ στῳ καὶ συνεχῶς εἰς ἔκστασιν τραπῆναι· τὸ δὲ ὕδωρ τῷ
10πυκνοῦν τοὺς πόρους τοῦ σώματος, τοὺς διαφοροῦντας τὰ ὑπὸ τῶν σαπέντων χυμῶν πνεύματα καὶ παχύνει αὐτούς· καὶ πλείονα διὰ τοῦτο σῆψιν καὶ πυρετὸν γίνεσθαι. πολ‐ λάκις δὲ καὶ τὸ ὕδωρ νικώμενον ὑπὸ τῆς ἀμετρίας τοῦ πυρετοῦ, τροφὴ τούτῳ γίνεται ὡς ἔστιν ἰδεῖν καὶ τοὺς ἐν
15ταῖς καμίνοις βαλλομένους τὸ πῦρ ἐξάπτειν, ἐπιρραίνοντας τῷ πυρὶ βραχὺ τοῦ ὕδατος.

1

.

97

Διὰ τί αἱ γυναῖκες ὀξύφωνοι καὶ οἱ εὐνοῦχοι κατὰ παῖδα; ὅτι διὰ τὴν πολλὴν ὑγρότητα εἰς εὖρος αὐτῆς ἡ ἀρτηρία οὐκ ἐπεκτείνεται. τῆς γὰρ θερμότητος ἔργον τὸ διαστέλλειν εἰς πλάτος τοὺς πόνους. ὥσπερ οὖν ὁ στενο‐
5πόρος αὐλὸς ὀξύηχος, οὕτως καὶ ἡ τραχεῖα ἀρτηρία. φασὶ
δέ τινες τὰς γυναῖκας ὀξυφώνους διὰ τὸ συμβάλλεσθαι ἐν τοκετῷ κράζειν πρὸς εὐχερῆ ἀποτέξεσθαι. ὅπέρ ἐστι ψεῦδος.33

1

.

98

Διὰ τί τὰ βρέφη ἐν τῷ θέρει σειριᾷ, ὅπερ ὁ πο‐ λὺς δῆμός φησι καῦμα ἔχειν αὐτά; πυρέττει γὰρ πυρετὸν λεπτὸν κατὰ βάθος καὶ κοιλοφθαλμιᾷ καὶ ἀγρυπνεῖ καὶ ἀσθενεῖ. ἔνια δὲ καὶ διαρροΐζεται, ὅτι τὰ βρέφη τυγχά‐
5νουσιν εὐπαθέστατα καὶ φλεγματικώτερα τὴν κεφαλήν· ἔν γουν τοῖς καύμασι τὸ φλέγμα ὑπερθερμαινόμενον καὶ ση‐ πόμενον ἐξάπτει πυρετὸν καὶ ἐκπυροῖ τὰς μήνιγγας τοῦ ἐγκεφάλου, καὶ διὰ τοῦτο ἀγρυπνεῖ. καὶ ἡ πύρωσις δὲ διὰ τῶν ἀρτηριῶν κατιοῦσα πρὸς καρδίαν καὶ ἐκπυροῦσα τὸ
10ζῳτικὸν πνεῦμα πυρετὸν ἐξάπτει, τὸν χωρὶς σήψεως. καὶ ἐκχολούμενα δὲ ὑπὸ τοῦ πυρετοῦ διαρροΐζεται λόγῳ φθο‐ ρᾶς, τῆς χολῆς δακνούσης τὴν κοιλίαν καὶ τὰ ἔντερα. ὅτι δὲ τὸ αἴτιον καὶ ἡ ῥίζα τοῦ πάθους ἐν ἐγκεφάλῳ, δῆλον ἐκ τοῦ τῇ κεφαλῇ προςφέρειν τὰ ἐμψύχοντα καὶ ὠφέλοντα
15τῆς πυρώσεως κατασβεννυμένης. πάσχουσι δὲ αὐτὸ καὶ τέ‐ λειοι ὁμοίως, οἷς ἐν κεφαλῇ φλέγμα ἢ ξανθὴ χολὴ βράγχει σωρευθῇ ἢ καὶ σαπείη· καὶ διὰ τῆς εἰσπνοῆς δὲ καὶ τοῦ πυρώδους ἀέρος τὰ πνευματικὰ ἐκπυροῦται.

1

.

99

Διὰ τί τὰ στρογγύλα τῶν ἑλκῶν δυσίατα; ὅτι κατὰ παρουσίαν χολῆς δριμείας καὶ διαβρωτικὰ συνίσταται· τῷ τοίνυν κατὰ σταγόνα συρρεῖν καὶ ἀναβιβρώσκειν, στρογ‐ γύλον τὸ ἕλκος ποιεῖ. καὶ διὰ τοῦτο τὰ καυστὰ καὶ ἄγαν
5ξηραντικὸν προσφέρουσι φάρμακον. οὕτω μὲν οἱ ἰατροί· οἱ δὲ φυσικοὶ καὶ οἱ φιλόσοφοί φασι τῷ μὴ εἶναι ἀρχὴν ὅθεν ἡ οὐλὴ ἄρξηται· ἐν γὰρ κύκλῳ οὔτε ἀρχὴν οὔτε τέλος ἐστὶ λαβεῖν. ὅθεν φασί, καὶ τὸ σχῆμα τοῦτο οἱ ἰατροὶ τῷ σιδήρῳ τέμνοντες ἀλλοιώτερον αὐτὸ ποιοῦσιν.

1

.

100

Διὰ τί ἐν τόπῳ τινὶ ἀπιόντες, ἀναγκαίως κατα‐ λαβόντες αὐτὸν διαβαίνομεν; ὅτι πολλάκις ἔχομεν τὴν ψυχὴν περί τι πρᾶγμα φροντίζουσαν κἀκεῖσε νεύουσαν καὶ ἐστραμμένην, καὶ μὴ ἐφεστηκυῖαν ἀκριβῶς ταῖς αἰσθήσεσι
5πρὸς γνῶσιν τῶν οἰκείων. ὥσπερ οὖν ὁρῶντες τὸν τόπον οὐχ ὁρῶσι τῷ μὴ εἶναι τὴν κρίνουσαν τὰ αἰσθητά.

1

.

101

Διὰ τί τὸ μέλι τὸ πᾶσι γλυκύτατον τοῖς ἰκτερι‐
κοῖς πικρὸν φαίνεται γευομένοις; διότι χολὴν πικρὰν ἔχουσι πλεονάζουσαν ἐν παντὶ τῷ σώματι καὶ ἐν γλώσσῃ· τὸ οὖν μέλι ἐσθιόμενον τὸν ἡσυχάζοντα πικρὸν χυμὸν ἀνακινεῖ.34
5καὶ ἡ γνῶσις λοιπὸν ἀντιλαμβανομένη τῆς πικρότητος τῆς χολῆς φαντασίαν ποιεῖ τοῦ νομίζεσθαι τὸ μέλι πικρὸν ὑπάρχειν.

1

.

102

Διὰ τί ἐπὶ τῶν ἄγαν ὀργιζομένων οἱ ὀφθαλμοὶ πυρώδεις γίνονται; διότι θυμός ἐστι ζέσις τοῦ περὶ τὴν καρδίαν αἵματος καὶ θερμοῦ πνεύματος· τοῦτο οὖν ὡς λεπτομερὲς ἀνώφορον γίνεται καὶ διὰ τῶν ὀφθαλμῶν δια‐
5φανεστάτων ὄντων φαίνεται· ἔχουσί γε μὴν καὶ ἀτμοὺς αἱματικοὺς ἀνιόντας, ὅθεν καὶ τὸ πρόσωπον ἐρυθρὸν φαί‐ νεται· τοῦτο τοίνυν τὸ πάθος εἰδὼς καὶ Ὅμηρος γινό‐ μενον ἔφη· ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην.

1

.

103

Διὰ τί τὸ ὕδωρ ἐπιρραινόμενον τοῖς ὄφεσι ἐκ‐ διώκει αὐτούς; ὅτι φύσει ψυχροί εἰσι καὶ ξηροὶ καὶ νευ‐ ρώδεις καὶ ὀλιγόαιμοι καὶ τὴν ἄμετρον ψύξιν φεύγουσιν. ὅτι δὲ τοιαύτης εἰσὶ κράσεως, δῆλον ἐκ τοῦ κατὰ τὸν χει‐
5μῶνα τοὺς φωλεοὺς ἐπιδιώκειν καὶ τὰ βάθη τῆς γῆς, ὡς θερμοτέρου ἡλίου τε δύνοντος ὡς ἐπὶ τὸ πλεῖστον φεύγειν, πάλιν ὡς ψυχρὸν τὸν ἀέρα. καὶ πάλιν ἐν τῷ θέρει τοῦ βάθους τῆς γῆς ψυχροῦ γινομένου, φεύγοντας ἐκεῖθεν μετιέ‐ ναι τοὺς θερμοὺς τόπους.

1

.

104

Διὰ τί τὸ ᾠὸν ὀπτόμενον ῥήγνυται οὐκέτι δὲ καὶ ζεννύμενον; ὅτι ὁμιλοῦν τῷ πυρὶ τὸ ἐν αὐτῷ ὑγρὸν ἀμέτρως θερμαινόμενον καὶ καιόμενον, πλείονα πνεύματα τίκτει. ταῦτα τῇ στενοχωρίᾳ τὴν ἔξοδον ζητοῦντα, ῥή‐
5ξαντα τὸ ὄστρακον, χρῆται φυγῇ. τοῦτο δὲ ποιοῦσι καὶ ἐπὶ πίθων καὶ κεράμων, νέου τοῦ οἴνου τυγχάνοντος καὶ βρά‐ ζοντος. ἔτι γε μὴν καὶ ἡ πολλὴ φλὸξ τοῦ ᾠοῦ τὸ ὄστρα‐ κον τῇ ὑπεροπτήσει ῥήγνυται, ὅπερ πάσχουσι καὶ οἱ κέρα‐ μοι ὑπεροπτώμενοι· διὸ καὶ φυσικῶς ὁ πολὺς ὄχλος ὕδατι
10τὸ ᾠὸν προβρέχει κατὰ τὴν ὄπτησιν· τὸ μέντοι θερμὸν ὕδωρ τῇ μαλακότητι κατ’ ὀλίγον χέει τὰ ὑγρὰ καὶ διαφο‐ ρεῖ τῇ ἀραιώσει.

1

.

105

Διὰ τί ἐν τῇ κατὰ τὴν συναφὴν ἡδονῇ τοὺς ὀφθαλμούς ποσως μύουσιν οἱ ἄνθρωποι καὶ ἐν ἄλλαις δέ
τισι τῶν αἰσθήσεων; ὅτι ὑπὸ τοῦ πάθους νικώμενοι πλείονα ταύτης ἀντίληψιν ἐργάζονται, τῶν ὀφθαλμῶν καὶ35
5μηκέτι μετεωριζομένων ἔξω, καὶ τὴν ψυχὴν μετὰ τῆς αἰ‐ σθήσεως ἑλκόντων πρὸς τὸν ἀέρα καὶ ἐλάττονος αἰσθή‐ σεως τῶν σωματικῶν παθῶν παρασκευαζόντων αὐτὴν ἀντι‐ λαμβάνεσθαι.

1

.

106

Διὰ τί ἔνια τῶν μονοειδῶν βοηθημάτων ἐναν‐ τίας δυνάμεις ἔχει, ὡς ἡ πεῖρα διδάσκει; μαστίχη γὰρ καὶ ῥύπτει καὶ διαφορεῖ καὶ τονοῖ, ὄξος δὲ θερμαίνει καὶ ψύχει. λέγω ὅτι τὸ εἶναι τὰ ἐν αὐτοῖς ἄτομα καὶ σμικρότατα σώ‐
5ματα κατὰ παράθεσιν καὶ μὴ κατὰ κρᾶσιν, ὡς ψάμμον ὑγρότητι δεσμουμένην καὶ σῶμα ἓν ἀποτελοῦσαν τὸ φαι‐ νόμενον· τῇ δὲ ἀληθείᾳ πολλῶν σωμάτων τοῦ ψάμμου σμικροτάτων ὄντων. εἰ τοίνυν ἀληθὲς τοῦτο πέφυκεν, οὐ‐ δὲν ἄτοπόν ἐστιν ἐν ἄλλοις καὶ ἄλλοις μέρεσι τῆς μαστί‐
10χης κρύπτεσθαι τὰς ἐναντίας δυνάμεις καὶ ποιότητας καὶ μὴ κεράννυσθαι πρὸς ἑαυτάς, τῆς φύσεως οὕτως ἐπ’ αὐτῶν μόνων τῶν σωμάτων νόμον ὑποθεμένης.

1

.

107

Διὰ τί ἐπὶ τῷ προσπταίσματι τοῦ ἐν ποδὶ δακτύ‐ λου βουβὼν ἐπανίσταται; ὅτι ἡ φύσις ἀεὶ προνοουμένη τούτου τοῦ σώματος, εἴωθε προστρέχειν τοῖς ὀδυνομένοις μορίοις πρὸς ἐπικουρίαν αὐτῶν. ἐπεὶ δὲ ὀχήματι κέχρηται
5τῷ χρηστοτέρῳ τῶν χυμῶν, καὶ τρέφοντι καὶ συμφύτῳ φημὶ τῷ αἵματι, ἐπὰν ἀναγκαῖον πληροῦσθαι τὰς ἐν τῷ βου‐ βῶνι μεγίστας φλέβας ἐνούσας· καὶ οὕτως καὶ τοὺς με‐ ταξὺ τῶν ἀγγείων ἀδένας, στρογγυλοειδῶς σῶμα τυγχάνον‐ τας ἡ οὖν ἄμετρος σφήνωσις, φλεγμονὴν καὶ ἔπαρσιν ἐρ‐
10γάζεται καὶ καλεῖται τοῦτο βουβών, τοῦ πάθους τὴν προσ‐ ηγορίαν τῷ τόπῳ χαρισαμένου.

1

.

108

Διὰ τί τοῖς ὀρνέοις οὐρηδόχον κύστιν καὶ νε‐ φροὺς ἡ φύσις οὐκ ἐδωρήσατο; ὅτι πολλῆς ὑγρότητος ἐδεῖτο πρὸς γένεσιν καὶ αὔξησιν τῶν πτερῶν· καὶ τὸ γυμνά‐ ζεσθαι δὲ κατὰ τὴν πτῆσιν ἐξαναλίσκει ταύτην, καὶ οὐκ
5οὐροῦσιν μὲν ὅλως· πίνοντα δὲ τὴν κόπρον ἔχει ἐξιοῦσαν σὺν ὑγρότητος ἀμετρίᾳ.

1

.

109

Διὰ τί τὰ μὲν παιδία ἐν τῇ οὐρηδόχῳ κύστει τοὺς λίθους τίκτει, οἱ δὲ γέροντες ἐν τοῖς νεφροῖς; διότι
στενοπόρους ἔχει τοὺς νεφροὺς τὰ παιδία, καὶ γεώδης χυ‐ μὸς καὶ παχὺς διὰ τῶν νεφρῶν ἐρχόμενος, τῇ βίᾳ τῆς στε‐36
5νοχωρίας ἐξωθεῖται ὑπὸ τῶν οὔρων, ἀπό τε τῶν νεφρῶν καὶ τῶν σωληνοειδῶν ἀγγείων, ἐπὶ τὴν οὐρηδόχον κύστιν. αὐτὴ δὲ εὐρύπορος οὖσα χώραν δίδωσι καὶ τῷ οὔρῳ πρὸς διάβασιν καὶ τῷ λιθοποιῷ χυμῷ πρὸς ὑφίζησιν καὶ πῆξιν ἰδίαν· ἐπὶ δὲ τῶν γερόντων ἀραιοπόροι τυγχάνοντες οἱ νε‐
10φροί, παρέχουσι χώραν καὶ τῷ οὔρῳ πρὸς ἔξοδον καὶ τῷ γεώδει χυμῷ πρὸς ὑφίζησιν τῆς πήξεως τοῦ λίθου. ἡ δὲ χρόα τοῦ λίθου δηλοῖ καὶ τὸν χυμὸν τὸν γεννήσαντα. ἡ λύσις ἀπὸ διαπλάσεως καὶ κατασκευῆς μορίων.

1

.

110

Διὰ τί εἰ ὁ λίθος ὑπὸ θερμότητος πήγνυται (θερμὰ γὰρ τὰ παιδία) ὁμοίως δὲ καὶ ἐπὶ γερόντων; οὐ γὰρ ἂν δῶμεν τοσαύτην ψύξιν ὡς ἐπὶ κρυστάλλου καὶ χιόνος. νέκρωσις γὰρ ἂν τῶν νεφρῶν ἦν ἡ ἀκρότης τῆς ψύξεως·
5οὐ χρώμεθα οὖν τοῖς ἐναντίοις πρὸς λύσιν τῆς πήξεως, ἀλλὰ τοῖς ὁμοίοις· λέγω δὲ τοῖς θερμοῖς, ὡς πετροσελίνῳ, μαράθρῳ καὶ τοῖς ὁμοίοις. φημὶ ὅτι τῇ ἄγαν καύσει καὶ τῇ ὑπεροπτήσει θρύπτεσθαι συμβαίνει τὸν λίθον εἰς ψαμ‐ μία, καθάπερ κἀπὶ τῶν ὑπεροπτωμένων ὀστράκων τε καὶ
10κεράμων ψάμμος ἀποτελεῖται. καὶ λοιπὸν οὕτως εὐχερῶς ἀπουρεῖσθαι τοὺς μικροὺς λίθους μετὰ τῶν ψαμμίων· συμ‐ βαίνει δέ ποτε καὶ ψυχροῦ πόσει, τὸν λίθον εὐχερῶς ἐξ‐ ουρηθῆναι τῶν νεφρῶν τονωθέντων καὶ τῇ ἄγαν ῥώσει διὰ τῆς ἀποκριτικῆς δυνάμεως ἐξουρούντων αὐτάς· ἔτι γε
15μὴν καὶ τὴν ἄμετρον πύρωσιν τῶν νεφρῶν ὑπὸ τοῦ ψυ‐ χροῦ κατασβέννυσθαι τὴν πηκτικὴν τῶν λίθων αἰτίαν.

1

.

111

Διὰ τί τὰ ἐν νεφροῖς καὶ οὐρηδόχῳ κύστει ἕλκη δυσίατα; διότι τὸ οὖρον δριμὺ ὂν ἀναξηραίνει τὴν ἀπὸ τῶν βοηθημάτων πρόςκαιρον ἀπούλωσιν γινομένην· καὶ μᾶλ‐ λον τὰ ἐν κύστει ἀνίατα, διὰ τοῦ καὶ παραμένειν αὐτόθι
5τὸ οὖρον, ἐν δὲ τοῖς νεφροῖς διαβαίνειν.

1

.

112

Διὰ τί ἐν τῇ ἐμβάσει θερμὸν ὕδωρ κινούμενον θερμότερον ἡμῖν φαίνεται, καὶ σχεδὸν τὸ σῶμα καῖον τὸ ἡμέτερον; ὅτι κατελθόντων ἡμῶν, τὸ μὲν προςομιλῆσαν θερμὸν ὕδωρ ποιῆσαν ἔπαθεν, τούτεστι θερμάναν τὸ
5ἡμέτερον σῶμα, ἔψυκταί ποσως ὑφ’ ἡμῶν. πάντα γὰρ τὰ
ἐν γενέσει καὶ φθορᾷ ποιοῦντα, καὶ πάσχει πάντως, ἐπειδὴ τοίνυν καταψυχθέν ποσως οὐκέτι παραπλησίως θερμαί‐ νει, δῆλον ὡς ἐθίσαντες αὐτό, οὐκέτι αἰσθανόμεθα αὐτὸ θερμὸν ὥσπερ καὶ ἐξ ἀρχῆς διὰ τὸ καθαιρεθῆναι τὴν37
10ἄμετρον θερμότητα αὐτοῦ παρ’ ἡμῶν. ἐὰν οὖν κινήσαν‐ τες τὸ θερμὸν ὕδωρ ἐκεῖνο μὲν τὸ προςομιλῆσαν τῷ δέρ‐ ματι μετακινήσωμεν, ἕτερον δὲ θερμὸν ὕδωρ προςέλθῃ γνήσιον μηδέπω ποιῆσαν καὶ παθὸν ὑπὸ τοῦ δέρματος, φυλάττον αὐτοῦ τὴν ἀμετρίαν τῆς θερμότητος, εἰκότως
15ἡμῖν θερμὸν καὶ καῖον φαίνεται τοσοῦτον χρόνον, ἄχρις ἂν καὶ αὐτὸ δράσαν πάθῃ καὶ καθαιρήσῃ τῆς αὐτοῦ θερ‐ μότητος, καθάπερ καὶ τὸ πρότερον, καὶ τοῦτο δυνατὸν ποιεῖ. καὶ κατὰ διαδοχήν· ἐφ’ ὅσον γὰρ κινούμενον τὸ θερ‐ μὸν ὕδωρ, ἐπὶ τοσοῦτον ἀεὶ τὸ προσιὸν ἡμῖν θερμὸν φαί‐
20νεται κατὰ ἀλήθειαν. καὶ διὰ τοῦτο ὁ πολὺς δῆμος φυ‐ σικῶς ὁρμώμενος, βουλόμενος τὸ σῶμα κατὰ τὴν ἔμβασιν πλέον θερμαίνεσθαι, κινεῖ τὸ θερμὸν συνεχῶς ἐφ’ ὅσον βούλεται χρόνον.

1

.

113

Τίνος ἕνεκεν, εἰ πᾶν κινούμενον θερμότερον ἑαυτοῦ γίνεται καὶ μάλιστα ἐν θερμῷ ἀέρι καὶ τόπῳ, ὁ ἀὴρ ἐν τῷ ῥιπίζεσθαι κινούμενος, ψυχρότερος ἡμῖν φαί‐ νεται κατὰ τὴν ἁφήν, καὶ μάλιστα κατὰ τὸ θέρος; ὅτε
5καὶ ὑπὸ τῆς τοῦ ἡλίου θερμότητος πλέον ἐκπυροῦται, τοῦτο δοκεῖ ὑπ’ ἐναντίον εἶναι τῷ πρὸ αὐτοῦ. τὸ γὰρ θερμὸν ὕδωρ θερμότερον ἡμῖν ἐφαίνετο σαλευόμενον, ἐνταῦθα δὲ ψυχρότερος ἡμῖν ὁ θερμὸς ἀὴρ φαίνεται κινούμενος καὶ ῥιπιζόμενος. φημὶ ὅτι ἀεὶ τό τινος πλεῖον κατὰ ποιό‐
10τητα ἢ δύναμιν νικᾷ μὲν καὶ τρέπει τὸ ἔλαττον, ἀντι‐ πάσχει δὲ μετρίως ὑπ’ αὐτοῦ τὸ ἰσχυρότερον. τὸ οὖν θερ‐ μὸν ὕδωρ, ἄγαν ὂν θερμὸν ὡς πρὸς τὸ σῶμα τὸ ἡμέτε‐ ρον, θερμαινόμενον ἀντιψύχεται καὶ οὐ τὴν αὐτὴν ἔτι φυλάσσει ποιότητα. ὁ μέντοι περιέχων ἡμᾶς ἀὴρ ἐν τῷ
15θέρει μετρίως θερμὸς ὑπάρχων ὡς πρὸς σύγκρισιν τοῦ θερ‐ μοῦ ὕδατος ὁμιλῶν τοῖς σώμασιν ὑφ’ ἡμῶν ἐκπυρουμένων ὑπὸ τῆς θερμῆς καταστάσεως, θερμαίνεταί ποσως, καὶ οὕ‐ τως ἡμᾶς ἀντιθερμαίνει, ὅπερ δρῶσι καὶ τὰ λινᾶ ἱμάτια. ψυχρὰ γὰρ ὄντα πρῶτον ὑφ’ ἡμῶν θερμαινόμενα, οὕτως
20ἀντιθερμαίνει ἡμᾶς. δῆλον τοίνυν ὡς ἐν τῇ ῥιπίσει μετα‐ κινούμενος ἐκ τοῦ σώματος ὁ ὑφ’ ἡμῶν θερμανθεὶς ἀὴρ καὶ ἕτερος προσιὼν ἀθέρμαντος, ψυχρὸς ἡμῖν φαίνεται· καὶ τοῦτο γίνεται κατὰ διαδοχήν.38

1

.

114

Διὰ τί τὰ γινόμενα ἕλκη ἐν τῇ κόρῃ τοῦ ὀφθαλ‐ μοῦ καὶ ἀπουλούμενα λευκὰ φαίνεται, τὰ δὲ ἐκτὸς τῆς κόρης ἐν τῷ μέλανι οὐκέτι; ὅτι διὰ τῆς κόρης μόνης ἔξεισι τὸ ὀπτικὸν πνεῦμα διαυγέστατον ὂν καὶ φωτοειδές. ἐν οὖν
5τοῖς λευκώμοις τῆς οὐλῆς πυκνωσάσης τοὺς πόρους τοῦ κερατοειδοῦς χιτῶνος, οὐκέτι τὸ ὀπτικὸν πνεῦμα διέξεισιν· καὶ λοιπὸν συναγόμενον τῷ πλήθει καὶ καταλάμπον τὴν οὐλὴν λευκὴν αὐτὴν ἀποδείκνυσι· τῷ δὲ μὴ ἐξιέναι διὰ τὴν πύκνωσιν τὸ πνεῦμα τῆς ὄψεως οὐδὲ ὁρῶσιν.

1

.

115

Διὰ τί τὰ ἄχυρα καὶ θερμὸν ὕδωρ φυλάττει καὶ χιόνα τὴν ψυχράν, τούτεστι τὰς ἐναντίας ποιότητας; φημὶ τὴν φύσιν τῶν ἀχύρων εἶναι χωρὶς σαφοῦς ποιότη‐ τος, διὸ καὶ ἄποιά τινες αὐτὰ προςηγόρευσαν. ὄντα οὖν
5εὔκρατα μᾶλλον, θᾶττον συμβάλλεται οἷς ἂν ὁμιλήσειε, τὴν κρᾶσιν ἐκείνων ἀναλαμβάνοντα. θερμανθέντα τοίνυν ὑπὸ τῆς τοῦ θερμοῦ προςομιλίας, ἀντιθερμαίνουσιν αὐτὸ καὶ φυλάττουσιν· ὁμοίως δὲ καὶ ψυχθέντα παρὰ τῆς χιό‐ νος, ἀντιψύχοντα ταύτην τηροῦσιν αὐτῆς τὴν ψυχρότητα·
10καθάπερ καὶ τὸ ἔλαιον εὔκρατα καὶ ἄποια τυγχάνοντα συμ‐ μεταβάλλοντα τῇ ποιότητι τῶν σὺν αὐτοῖς μιγνυμένων τὴν ἐκείνων ἀναλαμβάνοντα κρᾶσιν.

1

.

116

Διὰ τί ἐν χειμῶνι τοῦ ὑετοῦ παυσαμένου, τὰ ἄστρα φαιδρότερα ἡμῖν φαίνεται; διότι παρά τε τῶν ἀνέ‐ μων καὶ τῶν ὑετῶν ὁ περιέχων ἡμᾶς ἀὴρ καὶ πᾶς ὁ εἰς ὕψος ὑπὸ τῆς κινήσεως λεπτυνόμενος καὶ ὡς ἂν εἴποι τις
5σμηχόμενος, δίδωσι τῇ ὄψει καθαρωτέραν ἀντίληψιν τῶν ἀστρῴων σωμάτων καὶ διάβασιν εὐχερῆ καὶ πλείονα· δῆ‐ λον δὲ τοῦτό ἐστιν ἐκ τοῦ καὶ ἐν καθαροῖς καὶ αὐγέσιν ὕδασιν ἐν ἐμβάσεσιν οὖσαν, ὁρᾶν μᾶλλον καθαρὰ καὶ φαι‐ δρότερα τὰ ἐγκείμενα σώματα, ἐν δὲ παχέσι καὶ ὑλώδεσι
10μηδόλως ὁρᾶν ἢ ἀμυδρῶς ὁρᾶν αὐτά.

1

.

117

Διὰ τί πολλάκις ἐν τῷ οὐρεῖν φρίττομεν; διότι χολὴ δριμεῖα συρρέουσα καὶ δάκνουσα τὴν οὐρηδόχον κύ‐
στιν ἐρεθίζει καὶ πᾶν τὸ σῶμα διεγείρεται πρὸς συμπά‐ θειαν τοῦ μορίου καὶ τὴν ἀποκριτικὴν δύναμιν μετρίως39
5προβάλλεσθαι καὶ ποιεῖν τὴν λεγομένην φρίκην. τοῦτο δὲ πάσχουσι μάλιστα παῖδες· εἰσὶ γὰρ διὰ τὴν ἀδηφαγίαν περιττωματικώτεροι.

1

.

118

Διὰ τί ἐν νυκτὶ μᾶλλον αἱ ὀδύναι σφοδρύνον‐ ται; διότι ἡ ψυχή, καθ’ ἑαυτὴν σχολάζουσα καὶ μηκέτι κατά τε τὰς ὄψεις καὶ τὴν ἀκοὴν καὶ γεῦσιν καὶ τὰς λοι‐ πὰς αἰσθήσεις ἐνεργοῦσά τε καὶ περιελκομένη πρὸς τὰς
5ἔξω πράξεις, πλέον ἀντιλαμβάνεται τῶν σωματικῶν παθῶν κατὰ τὴν ἁπτικὴν αἴσθησιν. ὀλίγαι γὰρ ἐν νυκτὶ γίνονται ψυχικαὶ ἐνέργειαι, ἀναπνοή φημι καὶ λογισμός· ὅτι δὲ ἐπὶ τὰ ἐκτὸς ἑλκομένη ἡ ψυχὴ διὰ τῶν οἰκείων ἐνεργειῶν ἧττον ἀντιλαμβάνεται τῶν τοῦ σώματος παθῶν, δῆλον ἐκ
10τοῦ κατὰ τὰ πένθη καὶ τὰς νόσους καὶ τὰς λοιπὰς περι‐ στάσεις τὰς ἀπὸ τῶν φίλων ὁμιλίας καὶ διηγήματα κου‐ φίζειν καὶ παραμυθεῖσθαι τῶν πασχόντων τὰ πάθη· γί‐ νωσκε δὲ τὴν μὲν φύσιν περὶ τὰς οἰκείας ἐνεργείας ἔλατ‐ τον ἐνεργεῖν ἐν ἡμέρᾳ· λέγω δὴ τὰς πέψεις τῶν τρο‐
15φῶν καὶ τῶν χυμῶν τὰς ματαβολάς, καὶ τὰς ἐξαιματώ‐ σεις καὶ ἀναδόσεις, τὰς θρέψεις, τὰς προσφύσεις, τὰς ὁμοιώσεις καὶ τὰ παραπλήσια· τὴν δὲ ψυχὴν μᾶλλον ἐνερ‐ γεῖν περὶ τὰς ἰδίας ἐνεργείας τὰς πέντε αἰσθήσεις καὶ κινή‐ σεις τῶν μορίων παρὰ φαντασίαν καὶ λογισμὸν καὶ μνή‐
20μην· ἐν δὲ τῇ νυκτὶ τὸ ἐναντίον, μᾶλλον μὲν δρᾶν τὴν φύσιν, ἐπ’ ἔλαττον δὲ τὴν ψυχήν.

1

.

119

Διὰ τί τὰ ὕελα ἐν τῷ χειμῶνι θερμοῦ σφόδρα τινὸς ἐμβληθέντος, ῥήγνυνται; διότι πολλὴν ἐκ τοῦ περι‐ έχοντος κέκτηνται ψυχρότητα κατασπᾶν τὸ ἑαυτῶν σῶμα. ἐπὰν οὖν μὴ προθερμάναντες ἐμβάλωμεν θερμὸν ἄγαν
5ὕδωρ ἀθρόως, δῆλον ὡς ἐναντίαν ψυχρότητα διώξειεν ἂν ἡ θερμότης· καὶ λοιπὸν αὕτη μετὰ τοῦ πνεύματος ἀθρόως φεύγουσα ῥῆξιν ἐργάζεται τῷ τῆς ὑέλου σώματι. εἰδώσο‐ μεν γὰρ τοὺς πόρους τῶν σωμάτων τῆς ὑέλου σώματι. εἰδώσομεν γὰρ τοὺς πόρους τῶν σωμάτων τῆς ὑέλου, κἂν
10πρὸς τὴν ὄψιν καὶ τὴν αἴσθησιν ἀόρατοι ὦσιν, ἀλλ’ οὖν γε πρὸς αὐτὴν τὴν ἀλήθειαν καὶ τὴν φύσιν περιέχουσί
τινα λεπτομερέστατον ἀέρα. οἱ δέ φασι τὸ ψυχρὸν ἄγαν ἀποξηραίνειν καὶ ἀποσκληρύνειν τὸ σῶμα τῆς ὑέλου, τῆς τὸ ἐν αὐτῷ λεπτομερέστερον ἤτοι ὑγρὸν ἢ ἀέρα ἐκθλίβεσθαι40
15καὶ ἐκπυρηνίζεσθαι, καὶ οὕτως ἐπιτήδειον γίνεσθαι πρὸς ῥῆξιν καὶ κλάσιν, καθάπερ καὶ τὴν ξηρότητα τῶν ξύλων. οὕτω γὰρ καὶ Ἱπποκράτης ἔλεγε τὸ ψυχρόν, φλεβῶν ῥηκτι‐ κόν· τὸ οὖν ἄγαν θερμὸν εὑρίσκον τοιοῦτον τὸ σῶμα τῆς ὑέλου ἔτι πλέον αὐτὸ καταξηραῖνον, ῥῆξιν καὶ κλάσιν αὐτῷ
20χαρίζεται. ἐὰν μέντοι προμαλαχθείῃ προθερμανθὲν συμ‐ μέτρως, οὐδὲν πείσεται· καθάπερ δὲ οἱ ἀθληταὶ μέλλοντες παλαίειν ἐλαίῳ προμαλάσσονται παρὰ τῶν παιδοτρίβων καὶ οἱ φωνασκοὶ δὲ παιονίζοντες προμαλακύνουσι τὰ ἀνα‐ πνευστικά· καὶ γὰρ ἡ ψύξις εὑροῦσα τῶν πόρων ἀναπέτειαν,
25φύγοι ἂν εὐχερῶς μετὰ τοῦ πνεύματος. καὶ τὸ μαλακὸν τῆς ὑέλου εἶκον τῇ θερμότητι ταχέως θλάσιν οὐχ ὑφίστα‐ ται. ὅτι δὲ πόρους ἔχει ἡ ὕελος, δηλοῖ καὶ τὰ ὀστράκινα τῶν ἀγγείων· ἐν γὰρ τῷ θέρει τὸ ἐμβαλλόμενον ὕδωρ ἐξ‐ ιδροῖ· ἐὰν μὴ πισσωθῇ· ἔστι δὲ καὶ καπνὸν ἰδεῖν ἐξιόντα διὰ
30τοῦ σώματος τῆς ὑέλου κατὰ τὸν χειμῶνα, ἐπὰν ἐμβάλλῃς θερμὸν ὕδωρ καὶ τὸ κίτριον δὲ ἔξωθεν προςτεθὲν καὶ θλα‐ θὲν τῷ κράμματι ἔνδοθεν ὄντι τὴν αὐτοῦ δίδωσι ποιότητα.

1

.

120

Διὰ τί τὰ παιδία καὶ μάλιστα τὰ βρέφη πίπτοντα κατὰ τῆς γῆς οὐ ταχέως κλᾶται, καθάπερ ἄνδρες; ὅτι διὰ τὸ μαλακὸν ὂν τοῦ σώματος εἴκοντος τῷ ἐδάφει τῆς γῆς ἐκλύουσιν αὐτῆς τὸν τόνον καὶ τὸ σκληρὸν πρὸς τὸ μηκέτι
5δρᾶν· οἱ μέντοι ἄνδρες σκληροσώματοι τυγχάνοντες, τῷ ἀντιβαίνειν σκληρῷ τινι σώματι ἢ λίθῳ τινὶ τὴν τάσιν τῆς πληγῆς ἐπιτείνοντες ἀναγκάζουσι δρᾶν τὸν λίθον εἰς αὐ‐ τούς, ὡς σκληρότερον· τῷ λόγῳ τούτῳ καὶ σπόγγος πίπτων οὐ ῥήγνυται, ὑέλος μέντοι ἢ ὄστρακον, ἤ τι τοιοῦτον σῶμα
10σκληρὸν πίπτον κλᾶται· καὶ ἐντεῦθεν ὁρμώμενος καθ’ ὁμοιότητα λέξοις ἄν, καὶ διὰ τί καὶ κίνησις ἀνέμου σφοδρά, δρῦν μὲν καταβάλλουσα, κάλαμον δὲ οὐκέτι; διότι δρῦς μὲν ὡς σκληρὰ καὶ ἰσχυρὰ εὐμεγέθης ἀντιβαίνουσα τῷ ἀνέμῳ τὴν τούτου δύναμιν ἐπιτείνει, καλαμὸς δέ, ὡς μαλακὸς
15καὶ κοῦφος καὶ μικρός, εἴκων τῇδε κἀκεῖσε τῇ πνοῇ τοῦ ἀνέμου τὴν δύναμιν ἐκλύει. τούτῳ τῷ λόγῳ καὶ ἀθλητὴς
ἀντιβαίνων μὲν τῷ ἀνταγωνιστῇ τὴν δύναμιν αὔξει τού‐ του· ποσῶς δὲ εἴκων καὶ συμπεριφέρων αὐτὸν τῇδε κἀκεῖσε θᾶττον ἀπεκλύει τὸν τόνον αὐτοῦ.41

1

.

121

Διὰ τί τὰ βρέφη μέλους ἀκούοντα παρὰ τῶν τρο‐ φῶν κλαυθμυρίζοντα μὲν ἡσυχάζει, προϊόντα δέ, καὶ κα‐ θεύδει; διότι συνουσίωται μουσικῇ. καθάπερ καὶ πᾶσα ἐπιστήμη καὶ τέχνη τῇ ψυχῇ, ὥσπερ καὶ θερμότης ἔμφυ‐
5τος τῷ πυρί, καθὼς καὶ ὁ Πλάτων ἔφησε τὰς ἐπιστήμας ἀναμνήσεις τῆς ψυχῆς εἶναι καὶ οὐ διδακτάς. ἀκούσασα οὖν ἡ ψυχὴ τοῦ τοιοῦδε μέλους παρὰ τῶν μελιζόντων ὑπο‐ μιμνησκομένη μὲν ἀναγκάζει ἡσυχάζειν τὰ βρέφη. θελγο‐ μένη δὲ καὶ εἰς ὕπνον αὐτὰ καταφέρει· ἀμόλυντος μὲν γὰρ
10οὖσα σώματος τὰς ἐπιστήμας εἱλικρινεῖς ἔχει, μολυνθεῖσα δὲ ἐν σώματι, ὥσπερ εἰς λήθην μετρίαν αὐτῶν ἔρχεται.

1

.

122

Διὰ τί τὰ βρέφη αἱ τροφοὶ πρὸς ὕπνον τρέπου‐ σαι κινοῦσιν αὐτά; πρὸς τὸ τοὺς χυμοὺς ὑπὸ τῆς κινή‐ σεως χεομένους κινεῖν τὸν ἐγκέφαλον· τέλειοι μέντοι τοῦτο πάσχειν οὐκ ἀνέχονται.

1

.

123

Διὰ τί τῶν ἄγαν μεθυόντων ἔνιοι διπλᾶ βλέ‐ πουσι; διότι ὑπὸ τῆς πολλῆς ὑγρότητος οἱ μῦες τῶν ὀφθαλ‐ μῶν πληρούμενοι, κατὰ τὸ πλέον ἢ ἔλαττον, καὶ χαλαροὶ γινόμενοι διαστρέφουσι τοὺς ὀφθαλμούς· τοὺς μὲν ἐπὶ τὸ
5ἄνω, τοὺς δὲ ἐπὶ τὸ κάτω· καὶ οὕτω λοιπὸν αἱ τῶν ὀφθαλμῶν ἀκτῖνες οὐκ εἰς τὸν αὐτὸν ἅμα τόπον συμβάλλουσιν, ἀλλ’ εἰς διαφόρους τόπους καὶ σώματα· καὶ οὕτως ἕκαστος τῶν ὀφθαλμῶν ὁρῶν ἰδία, διπλῆν ὄψιν ἀπεργάζεται. ὅτι δὲ τοῦτο ἀληθέστατον ὑπάρχει, δῆλον ἐκ τοῦ καὶ τοὺς τῷ δακτύλῳ
10τὸν ἕτερον τῶν ὀφθαλμῶν θλίβοντάς τε καὶ ὠθοῦντας ἐπὶ τὸ ἄνω, διπλᾶ πάντα ἀναγκάζειν ὁρᾶν.

1

.

124

Διὰ τί οἱ ἐκ φύσεως στραβοὶ διπλᾶ οὐχ ὁρῶσι; διότι τὴν παρατροπὴν τῶν ὀφθαλμῶν οὐκ ἔχουσιν ἐπὶ τὸ ἄνω καὶ κάτω, ἀλλ’ ἐπὶ τὸ δεξιὸν μέρος καὶ τὸ ἀριστερόν· καὶ πάλιν οἱ ὀφθαλμοὶ κεκτημένοι τὴν αὐτὴν θέσιν, φημὶ
5δὴ τὴν ἐπ’ εὐθείας, ἔχουσι τὰς δύο ἀκτῖνας ἑαυτῶν εἰς ἓν σῶμα συμπίπτουσας· καὶ οὕτω μίαν χροιὰν καὶ ποιότητα τοῖς ὀφθαλμοῖς ἀναφέρουσι πρὸς ἀντίληψιν αὐτῆς.

1

.

125

Διὰ τί τὰ ἡβάσκοντα παιδία τραγᾶ· περὶ ιδʹ ἔτος;
ὅτι τότε ἡ διοικοῦσα τὰ ἀνθρώπινα σώματα φύσις πολλὴν καὶ ἀθρόαν μεταβολὴν ἐργάζεται τῆς ἡλικίας· πίστις δὲ τῶν λεγομένων ἡ ἐνέργεια· θεωρεῖν γὰρ πάρεστι τῶν μὲν42
5θηλειῶν τοὺς μαστοὺς αὐξανομένους διὰ τὴν τοῦ γά‐ λακτος συναγωγήν· ἔτι γε μὴν καὶ τοὺς παρὰ τὸ ἰσχίον τόπους διὰ τὴν τοῦ βρέφους παραμονήν, τῶν δὲ ἀνδρῶν θώρακα καὶ ὤμους διὰ τὴν τῶν ἐπιτιθεμένων βαρέων σωμάτων κομιδήν, διδύμους δὲ διὰ τὴν τοῦ σπέρματος
10ἀπόταξίν τε καὶ μονήν, τὸ δὲ αἰδοῖον διὰ τὴν τοῦ σπέρ‐ ματος εὐχερῆ πρόοδον· εὐρύνεται δὲ αὐτοῖς καὶ τὸ πᾶν σῶμα, ὡς δηλοῦσι καὶ νόσων μεταβολαί. καὶ λύσεις γεγο‐ νυῖαι περὶ ιδʹ ἔτος. καὶ ἡ τῆς φωνῆς δὲ τραχύτης ὃ προς‐ αγορούεται βράγχοι τραγᾶν, ἐκ μεταφορᾶς τῶν τράγων οὕ‐
15τως κραζόντων. ἐν γὰρ τῷ εὐρύνεσθαι καὶ τὴν τραχεῖαν ἀρτηρίαν ἐξ ἀρχῆς συμβαίνει τὰ μὲν αὐτῆς μᾶλλον τὰ δὲ ἧττον εὐρύνεσθαι· καὶ ὥσπερ ἀνώμαλον αὐτῆς τὸ σῶμα κατὰ τὴν ἔνδον ἐπιφάνειαν ὑπάρχειν ἄχρι καὶ τοῦ λάρυγ‐ γος· τὸ οὖν πνεῦμα διὰ τῶν μερῶν τούτων ἐξιὸν καὶ
20ὥσπερ προκόπτον διὰ τὸ ἀνώμαλον τῆς ὁδοῦ καὶ τὴν φω‐ νὴν ἀνώμαλον ἐργάζεται καὶ τραχεῖαν καὶ βραγχώδη· τοῦτο πάσχουσι καὶ οἱ ῥευματισθέντες ἐπὶ τῶν κατάρρων τὴν τραχεῖαν ἀρτηρίαν. ἀπὸ γὰρ τῆς ῥευσάσης ὑγρότητος, ὁ ἔνδον λεῖος ὑμὴν ἀνώμαλως πληρούμενος, ἀνώμαλον καὶ
25τὴν ἔξοδον τοῦ πνεύματος ἐργάζεται· τοιαύτην ἴσθι καὶ τὴν τῶν τράγων τραχεῖαν ἀρτηρίαν καὶ τὸν λάρυγγα δι’ ὑγρότητα πλείστην, καὶ τοὺς ἔλαιον πλεῖον πίνοντας. τοὺς μέντοι διὰ συνεχεῖς καὶ συντόνους κραυγὰς διὰ ξηρότητα τῆς τραχείας ἀρτηρίας, ἀνώμαλον καὶ τὴν φωνὴν ἔχειν
30νόμιζε. γεράνων μέντοι καὶ τῶν τραχυφώνων ὀρνέων αἱ ἀρτηρίαι γεγόνασιν ἐκ φύσεως δι’ ὅλου τραχεῖαι· μετὰ δὲ τὸ τῆς ἥβης ἔτος παίδων τὸ τρυγᾶν παύεται λοιπὸν τῆς τρα‐ χείας ἀρτηρίας διὰ παντὸς εὐρυνθείσης τελέως καὶ τὴν κατὰ φύσιν ἀπολαβούσης ὁμαλότητα.

1

.

126

Διὰ τί τὸ ἔλαιον πινόμενον ἔμετον προκαλεῖ‐ ται καὶ μάλιστα ξανθῇ χολῇ; διότι κοῦφον ὂν καὶ ἀνωφε‐ ρὲς προκαλεῖται τὰς τροφὰς ἐπὶ τὸν στόμαχον μετεωρί‐ ζον αὐτάς· καὶ οὗτος βαρυνόμενος ἐπεγείρει τὴν ἀποκρι‐
5τικὴν δύναμιν πρὸς ἔμετον, μάλιστα δὲ τὴν ξανθὴν χολὴν ὡς κούφην καὶ λεπτομερῆ τυγχάνουσαν. ὅτι δὲ τὸ ἔλαιον ἀνωφερές ἐστι, σαφὲς τῇ ἐνεργείᾳ· μιγνύμενον γὰρ ὑγρῷ τινι τρέχει πρὸς τὴν ἄνω χώραν.43

1

.

127

Διὰ τί τὸ ἔλαιον μόνον τοῖς ὑγροῖς οὐκ ἀνα‐ μίγνυται; διότι γλίσχρον ὂν καὶ ἡνωμένον πρὸς ἑαυτό, οὐ δύναται κατατέμνεσθαι εἰς ἄτομα μόρια καὶ συμμίγνυσθαι τοῖς λοιποῖς ὑγροῖς. ὅθεν οὐδὲ κατὰ γῆς χεόμενον θᾶττον
5διεσδύνει ταύτην.

1

.

128

Διὰ τί ἔλαιον μὲν καὶ ὕδωρ ὑπὸ κρύους πήγνυ‐ ται, οὐκέτι δὲ οἶνος ἢ ὄξος ἢ γάρος; ὅτι τὸ μὲν ἔλαιον, ἄποιον ὂν καὶ μᾶλλον εὔκρατον, ταχέως ψύχεται καὶ οὕτω σφοδρῶς, ὡς καὶ πήγνυσθαι τῇ ἄκρᾳ ψύξει· τὸ δὲ ὕδωρ
5αὐτόθεν ψυχρὸν ὂν ῥᾷον ἑαυτοῦ ψυχρότερον γινόμενον πήγνυται· ὁ μέντοι γάρος, ὡς λεπτομερὴς καὶ θερμὸς οὐ ταχέως ψύχεται. τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ οἶνος· τὸ δὲ ὄξος ὡς λεπτομερέστατον οὐχ ὑπομένει πῆξιν.

1

.

129

Διὰ τί τὰ ἐναντία κατὰ ποιότητα τὸ αὐτὸ δρῶσι; καὶ γὰρ τὸ ψυχρὸν πήγνυσι τὸ ὑγρὸν καὶ τὸ θερμὸν ὁμοίως. οὕτω γὰρ καὶ χιὼν καὶ ζωμὸς πήγνυται ὑπὸ ψυ‐ χρότητος, καταπλάσματα δὲ καὶ λίθοι ἐν κύστει παρὰ θερ‐
5μότητος· φημὶ ὅτι κατ’ ἄλλην καὶ ἄλλην ἐνέργειαν. τὸ μὲν γὰρ θερμὸν τῷ ἐκβόσκεσθαι καὶ δαπανᾶν τὴν πολλὴν ὑγρότητα· τὸ δὲ ψυχρὸν τῇ πυκνότητι πιλοῦν ἐκθλίβει τὴν αὐχμώδη ὑγρότητα, καθάπερ καὶ σπόγγος ὑπὸ χειρῶν θλιβόμενος τὸ ἐν τοῖς πόροις ὕδωρ ἀποβάλλει.

1

.

130

Διὰ τί πολλάκις ῥῖγος ἐπαύσατο, φοβεροῦ τινος ἢ κτύπου γενομένου κατὰ τὴν ἐπισημασίαν τῷ πάσχοντι, ἢ ὕδατος ἀθρόως ῥιφέντος; διότι πολλάκις τῷ χρόνῳ τῶν χυμῶν πεφθέντων καὶ λεπτυνθέντων ἡ φυσικὴ θερμότης
5πᾶσα σφοδρῶς καὶ ἀθρόως ἀπὸ τοῦ δέρματος ἐπὶ τὸ βά‐ θος φεύγουσα, τὸν νοσώδη χυμὸν ἐξαναλίσκει καὶ διαφο‐ ρεῖ· τοῦτο δὲ ποιεῖ καὶ ἡ θηριακὴ καὶ τὰ πλεῖστα τῶν θερ‐ μῶν καὶ ξηρῶν εἰδῶν εὐκαίρως καὶ μετὰ πέψιν λαμβα‐ νόμενα.

1

.

131

Διὰ τί οἱ στρεφόμενοι πολλὰ παρὰ τὴν συνή‐ θειαν καταπίπτουσιν; ὅτι ἀναγκάζουσι τὸ ψυχικὸν ἐν ἐγκε‐
φάλῳ πνεῦμα ταράσσεσθαι καὶ εἰλεῖσθαι σὺν τοῖς ὑγροῖς, καὶ τοῦτο λοιπὸν ἀνεπιτήδειον γινόμενον πρὸς ὑποδοχὴν44
5ψυχικῆς δυνάμεως, αἰσθητικῆς καὶ κινητικῆς, οὐκ ἐᾶ φέ‐ ρεσθαι τοῖς τε μυσὶ καὶ τοῖς νεύροις ἐνέργειαν· καὶ λοιπὸν οὕτως τὸ βάρος τοῦ σώματος, μὴ ὀχούμενον καὶ ἀναβα‐ σταζόμενον ὑπὸ ψυχῆς, κατὰ γῆς φέρεται πρὸς ἣν καὶ τὴν ῥεῦσιν ἔχει· διὰ τοῦτο δὲ καὶ σκότος ὁρῶσι τῷ τεθολῶσθαι
10τὸ ὀπτικὸν αὐτῆς πνεῦμα καὶ ἀνομοίως ταῖς λοιπαῖς αἰσθή‐ σεσιν ἐνεργεῖν· ἐπὶ δὲ τῶν κατ’ ὀλίγον ἐθιζομένων πλείονα στρέφεσθαι τοῦτο σπανίως γίνεται τῷ τὴν συνήθειαν μὴ ξενίζειν τὴν ψυχὴν μετὰ τῆς φύσεως, ἀλλ’ ὥσπερ οἰκειοῦ‐ σθαι· τῷ χρόνῳ γὰρ τὸ κατὰ βραχὺ καὶ συνεχῶς γινόμε‐
15νον λανθάνον τὴν αἴσθησιν καὶ πολὺ γινόμενον, οὐκ οἶδεν οὐκέτι ξενίζειν, οὐδ’ ὅ τι οὖν τῶν ἀντιλήψεων μετα‐ λαμβανόντων.

1

.

132

Διὰ τί τὰ ὑέλινα κάτοπτρα λάμπουσιν ἄγαν; ὅτι ἔνδοθεν αὐτῶν χρίουσι κασσιτέρῳ· πέφυκε δ’ αὐτοῦ ἡ φύσις διαυγὴς καὶ τῇ ὑέλλῳ ἀναμιγνυμένη λαμπρᾷ οὔσῃ πλέον διαυγάζεται, καὶ τὰς ἰδίας ἀκτῖνας διὰ τῶν πόρων
5τῆς ὑέλλου παραπέμπουσα διπλασιάζει τὸ ἐπὶ πολλῆς καὶ ἐκτὸς τοῦ σώματος τῆς ὑέλλου· καὶ οὕτως γίνεται σφόδρα λάμπουσα. τῶν δὲ ποιοτήτων, αἱ μὲν οὐδόλως εἰς βά‐ θος παραπέμπουσιν ἑαυτῶν τὴν ποιότητα, ὡς λευκότης καὶ μέλαν, καὶ πυρρόν, καὶ τὰ ὅμοια. αἱ δὲ εἰς βάθος δια‐
10πέμπουσι τὴν ἑαυτῶν ποιότητα κατ’ ἀλλοίωσιν, ὡς ψυ‐ χρότης, ὑγρότης, θερμότης, ξηρότης. ὅθεν καὶ παρὰ φι‐ λοσόφοις καὶ ἰατροῖς δραστικαὶ λέγονται ποιότητες πρὸς ἀντιδιαστολὴν καὶ σύγκρισιν τῶν προειρημένων.

1

.

133

Διὰ τί ἐπὶ τῶν κατόπτρων καὶ τῶν διαφανῶν ὑδάτων, ἑαυτοὺς ὁρῶμεν; ὅτι ἡ ποιότης τῆς ὄψεως ἀπιοῦσα πρὸς τὰ λαμπρὰ σώματα πάλιν κατ’ ἀνάκλασιν ἔρχεται διὰ τῶν ἀκτίνων τῶν ὀφθαλμῶν πρὸς τὴν ἑαυτῆς θέαν· ὅτι
5δὲ ποιότητες ἀπιᾶσι τοῦ προσώπου, καὶ οὐδὲν ἄτοπον, δη‐ λοῦσι καὶ οἱ περὶ τὰ δένδρα παραμένοντες ὠχρὰν τὴν ὄψιν ἔχοντες, τῷ τὴν ὠχρὰν ποιότητα τῶν χλωρῶν φύλλων ἀπιέ‐ ναι πρὸς τὸ πρόσωπον· ὁμοίως δὲ καὶ πρὸς τὸ ῥέον ὕδωρ ἀπιοῦσα, χλωρὸν αὐτὸ δείκνυσι.

1

.

134

Διὰ τί τὰ καθαρὰ τῶν ἄντρων καὶ οἱ ὑψηλότα‐ τοι τόποι καὶ κρημνοὶ ποιοῦσι καὶ ἀντιπέμπουσι ταῖς φω‐ ναῖς ἦχον; διότι καὶ τὰ χωρία ταῦτα κατ’ ἀντανάκλασιν τὴν πληγὴν ἀναπέμποντα τὸν ἦχον ποιοῦσι· ἡ γὰρ φωνὴ45
5πλήττει τὸν ἀέρα, ὁ δὲ ἀὴρ τὸν τόπον. καὶ ὅσον μᾶλλον πληττόμενος πέμπει, τοσοῦτον καὶ τὸν ἦχον σφοδρότερον συμβαίνει γίνεσθαι. τὰ δὲ ὑγρὰ τῶν χωρίων ὥσπερ μα‐ λακώτερα τυγχάνοντα, τῇ πληγῇ εἴκοντα καὶ ἐκλύοντα αὐ‐ τήν, τὸν ἦχον οὐκ ἀποτελεῖ· πρὸς δὲ τὸ ποιὸν καὶ τὸ πο‐
10σὸν τῆς φωνῆς καὶ τῆς πληγῆς, καὶ τὸ ποιὸν καὶ τὸ ποσὸν τοῦ ἤχου ἐναποτελεῖται. κακῶς δέ τινες ὡς δαίμονα τὴν Ἠχὼ μυθεύουσιν εἶναι, ἄλλοι δέ φασι τὸν Πάνα πεφιλη‐ κέναι ταύτην, ὅπερ ψεῦδος· ἀνὴρ γάρ τις γέγονε σοφός, ὅστις πρῶτος ἐπόθησε καὶ ἐπεζήτησε μαθεῖν τὴν αἰτίαν
15τῆς ἠχοῦς· καὶ ὥσπερ οἱ φιλοῦντες καὶ μὴ τυγχάνοντες δυσφοροῦσιν, οὕτω καὶ αὐτὸς πρὸ τῆς λύσεως ἐδυσχέραινε, καθάπερ καὶ ὁ πρῶτος εὑρὼν Ἐνδυμίων τὸν δρόμον τῆς σελήνης, ἀγρυπνῶν τὰς νύκτας, καὶ προσέχων αὐτῆς τῷ δρόμῳ καὶ ζητῶν τὰς κινήσεις, τὰς ἡμέρας ἐκάθευδε· μυ‐
20θεύουσιν οὖν τὴν Σελήνην ποθῆσαι τοῦτον καὶ ἐλθεῖν πρὸς αὐτὸν καθεύδοντα, καὶ ὥσπερ ἐπιδεδωκέναι ἑαυτῆς τὴν λύσιν τῆς αἰτίας τῷ φιλοσόφῳ. φασὶ δὲ αὐτὸν καὶ ποιμένα, διότι περὶ τοὺς ἐρήμους καὶ καθαροὺς τόπους καὶ ὑψη‐ λοὺς ἑώρα ταύτης τὴν κίνησιν· πυκτίδα δ’ ἔχοντα, διότι
25περὶ τοὺς ὑψηλοὺς τόπους μᾶλλον τὰ πνεύματα, ἢ ὅτι τὴν ἁρμονίαν ἐζήτει τῶν σχημάτων. ὁμοίως δὲ καὶ ὁ Προ‐ μηθεὺς σοφός τις ὢν καὶ ζητῶν τὴν αἰτίαν τοῦ ἀστρῴου ἀετοῦ καὶ τὴν φύσιν καὶ τὴν θέσιν, καὶ τῇ ἐπιθυμίᾳ τοῦ μαθεῖν κατεσθιόμενος ἐπαύσατο, τοῦ Ἡρακλέους αὐτῷ
30τὰ ἐπαπορούμενα λύσαντος τῇ οἰκείᾳ σοφίᾳ.

1

.

135

Διὰ τί τὸ ὕδωρ τὸ ἱστάμενον ἐπιπολῆς ὂν καὶ μὴ εἰς βάθος τῆς γῆς, λίθου ῥιπτομένου κατ’ αὐτοῦ πολ‐ λοὺς κύκλους ποιεῖ; ὅτι τῇ τάσει τῆς βολῆς ἀποδιώκει παν‐ ταχόθεν ἑαυτοῦ τοῦ σώματος ὁ λίθος τὸ ὕδωρ πόρρωθεν,
5καὶ οὕτως γίνεται κύκλος, τοῦ ἰσοδύναμον καὶ ἰσότιμον εἶναι τὴν τάσιν τῆς βολῆς· διὰ δὲ τὴν ἄμετρον τάσιν καὶ μείζων ὁ κύκλος· καταβαίνων δὲ ἄχρι τῆς γῆς ὁ λίθος καὶ
διασπῶν τὰ σώματα τοῦ ὕδατος κατὰ τὸ ἑξῆς, εἰκότως πολλοὺς ἐργάζεται κύκλους· πρῶτον γὰρ τὸ ἐπιπολῆς τοῦ46
10ὕδατος κινῶν, διΐστησιν· ἔπειτα κατὰ τὸ συνεχὲς κατιὼν ἐπὶ τὸ βάθος καὶ διαχωρίζων πᾶν τὸ ὕδωρ, ἕτερον ποιεῖ κύκλον· καὶ τοῦτο κατὰ διαδοχὴν γίνεται, μέχρις ἂν ὁ λί‐ θος στῇ καὶ ἠρεμήσῃ τῷ διεκλύεσθαι τὴν τάσιν τοῦ λίθου κατιοῦσαν κατ’ ὀλίγον ἐπάναγκες, τὸν μεταγενέστερον
15κύκλον τοῦ πρὸ αὐτοῦ μικρότερον γίνεσθαι διὰ τὸ καὶ ὑπὸ τοῦ λίθου μὴ ὁμοίως διΐστασθαι κατὰ τὴν πληγὴν τὸ ὕδωρ.

1

.

136

Διὰ τί τὸν γέλωτα πολλοὶ νομίζουσιν ἐκ τοῦ σπληνὸς γίνεσθαι, φάσκοντες ἐπὶ τῶν σκιρρουμένων σπλη‐ νῶν μὴ ὁμοίως τοὺς πάσχοντας γελᾶν ὡς ἐπὶ τῶν ἐρρω‐ μένων, ἀλλὰ μᾶλλον κατηφεῖς εἶναι; ὅτι κατὰ τὸ συμβε‐
5βηκὸς ὁ σπλὴν καὶ οὐ κυρίως ἐστὶν αἴτιος τοῦ γέλωτος· ἐὰν μὲν γὰρ ᾖ ἐρρωμένος, ἕλκει ἐκ τοῦ ἥπατος πάντα τὸν τρυγώδη καὶ μελαγχολικὸν χυμὸν καὶ οὕτω καθαρὸν ἀνιὸν τὸ αἷμα ἐν ὅλῳ τούτῳ σώματι καὶ ἐν τῷ ἐγκεφάλῳ ἥδει φύσιν καὶ ψυχήν, καὶ ὥσπερ οἶνος εὐφαίνει ταύτην καὶ
10εἰς εὐθυμίαν ἄγει· ἀπὸ δὲ ταύτης ὁ γέλως κινεῖται.

1

.

137

Διὰ τί αἱ ἡμίονοι οὐ τίκτουσι; ὅτι ἐκ διαφόρων εἰδῶν ζῴων συνεστήκασι καὶ ἡ τῶν διαφερόντων κατὰ κρᾶσιν καὶ φύσιν σπερμάτων μῖξις, ἕτερόν τι γενῶν παρὰ τὸ πρότερον, καὶ τὴν τῶν γεννησάντων ἀφανίζει φύσιν·
5καθάπερ καὶ λευκοῦ καὶ μέλανος μῖξις ἀφανίζουσα τῶν ἄκρων τὸ χρῶμα τίκτει χροιὰν ἑτέραν τὴν τοῦ φαιοῦ, μη‐ δὲν τῶν ἄκρων ὑπερέχουσαν. ἡ γεννητικὴ τοίνυν κρᾶσις, ἠφάνισται καὶ τῶν εἰδῶν ἡ ἐπιτηδειότης.

1

.

138

Διὰ τί οἱ ἐκ γενετῆς κωφοὶ καὶ ἄλαλοι; διότι ἅπερ οὐκ ἤκουσαν, οὐ δύνανται λέγειν καὶ ἐκκράζειν. τῶν δὲ ἰατρῶν τινές φασιν, ὅτι μία συζυγία νευρῶν ἐστιν ἐρχο‐ μένη πρός τε γλῶσσαν καὶ ὦτα, καὶ ἀνάγκη συμπάσχειν
5ἅμα. οἱ μέντοι ἐκ πάθους κωφοὶ οὐ πάντως ἄλαλοι· τὸ γὰρ νεῦρον μόνον πέπονθε τὸ ἀκουστικόν· ὁμοίως καὶ οἱ ἐκ πάθους ἄλαλοι, οὐκέτι καὶ κωφοί· τοπικὴ γὰρ γίνεται τῶν νεύρων τῆς γλώσσης πεῖσις.

1

.

139

Διὰ τί πολλοὶ νηστεύοντες μετὰ τὴν τροφὴν
ῥιγοῦσιν; ὅτι τῇ βραδυτῆτι τῆς τροφῆς ἐκχολούμενοι, δρι‐ μοὶ χυμοὶ σωρεύουσι. μετὰ τροφὴν οὖν, ῥωννυμένων τῶν μορίων καὶ τῆς χολῆς ἀποδιωκομένης παρ’ αὐτῶν εἰς τὸ47
5δέρμα, συμβαίνει τὸ ῥῖγος γίνεσθαι, τῆς χολῆς δακνούσης τὰ μόρια καὶ ἐπανιστώσης αὐτὰ πρὸς ἀποδίωξιν.

1

.

140

Διὰ τί ὗες ἄνω βλέπουσαι σιγῶσι βασταζόμεναι; διότι περὶ τὰ ἄλλα τῶν ἀλόγων ζῴων ἀεὶ πρὸς τὴν γῆν νεύουσι τῇ δυσωδίᾳ τερπόμενα καὶ ταύτην ἐπιζητοῦντα. ἐν οὖν τῇ ἀθρόᾳ μεταβολῇ τῆς ὄψεως ξενιζόμενα ὑπὸ τοῦ
5πολλοῦ φωτὸς σιγὴν ὑπομένει. τινὲς δέ φασι τὴν τρα‐ χεῖαν ἀρτηρίαν στενοπόρον οὖσαν συμπίπτειν τῷ ἀνωρ‐ ρόπῳ σχήματι.

1

.

141

Διὰ τί ὗες τῇ κόπρῳ τέρπονται; κατὰ μὲν τοὺς ἰατροὺς ὅτι φυσικῶς ἥδονται ταύτῃ, ἧπαρ μέγιστον ἔχον‐ τες, ἐν ᾧ καὶ ἡ ἐπιθυμία. κατὰ δὲ Ἀριστοτέλη, ὅτι παχύρ‐ ρυγχοι ὄντες ἔχουσι διαφορουμένην τὴν ὄσφρησιν καὶ μὴ
5ἀντιλαμβανομένην τὴν δυσωδίαν.

1

.

142

Διὰ τί τῶν ἑλκῶν ὑγιαζομένων καὶ παυομένης τῆς φλεγμονῆς κνησμοὶ γίνονται; διότι λοιπὸν ὑγιασθὲν τὸ μόριον καὶ ῥωσθὲν ἀποδιώκει τὸ λείψανον τοῦ παρὰ φύσιν χυμοῦ τοῦ ποιήσαντος τὸ ἕλκος· καὶ οὗτος ἐξιὼν διὰ
5τοῦ δέρματος καὶ διαφορούμενος τὸν κνησμὸν ποιεῖ.

1

.

143

Διὰ τί αἱ μονοπάθειαι τῶν ὀφθαλμῶν δεινότε‐ ραι γίνονται, καὶ πολυχρονιώτεραι; φημὶ κατὰ διττὴν αἰ‐ τίαν· ὅτι τε τὸ ῥεῦμα πρὸς ἕνα μόνον σεσώρευται τῶν ὀφθαλμῶν (τὸ γὰρ μεριζόμενον μᾶλλον ἀεὶ ἀσθενέστερον
5ἑαυτοῦ γίνεται καὶ ἧττον δραστικώτερον), καὶ ὅσῳ μᾶλ‐ λον καταμερίζεται τοσούτῳ πλέον ἐστὶν ἀδρανέστερον. ἢ ὅτι κινούμενος ὁ ὑγιὴς ὀφθαλμός, ἐν ταῖς ἐνεργείαις ἑαυ‐ τοῦ συνεχῶς ἀναγκάζει καὶ τὸν νοσοῦντα συγκινεῖσθαι τοσαυτάκις· ἐμάθομεν δὲ μέγιστον ἴαμα παντὸς πάσχον‐
10τος μέρους τὴν ἀκινησίαν ὑπάρχειν.

1

.

144

Διὰ τί ἄνθρωπος μᾶλλον καὶ συνεχῶς καὶ σφο‐ δρότερον ὑπὲρ πάντα τὰ ἄλογα ζῷα πτάρνυται; διότι πλείονι καὶ ποικιλωτέρᾳ καὶ πλέον τοῦ κόρου κέχρηται τροφῇ καὶ πνεύματι, καὶ διὰ τοῦτο μὴ πέττων αὐτὴν κατὰ λόγον,
5πολὺ συνάγει πνεῦμα διὰ τὴν πολλὴν ὑγρότητα· τοῦτο
τοίνυν ὡς λεπτομερὲς ἀνιὸν πρὸς τὸ ἐγκέφαλον ἀναγκάζει αὐτὸν συνεχῶς ἐπεγείρεσθαι πρὸς ἀπόκρισιν καὶ ποιεῖν τὸν πταρμόν. ψόφος οὖν γίνεται τῷ διὰ στενῶν πόρων τῆς ῥινὸς τὸ πνεῦμα διαβαίνειν ἀθρόως, ὡς καὶ ἀπὸ πάρδης48
10δι’ ἕδρας, καὶ ἐρυγὴ διὰ στομάχου, καὶ φωνὴ διὰ λάρυγγος, καὶ ἦχος δι’ ὤτων, καὶ βορβορυγμὸς δι’ ἐντέρων ὁμοίως.

1

.

145

Διὰ τί τῶν τεθνηκότων αἱ τρίχες αὔξονται καὶ οἱ ὄνυχες ἐπὶ χρόνον τινά; διότι τῆς σαρκὸς ἀπομαραινο‐ μένης, τὰ κρυπτόμενα μέρη περὶ τὰς ῥίζας αὐτῶν νῦν φαίνονται καὶ ἀπατῶσι καὶ φαντασίαν παρέχουσιν ὡς
5αὐξηθέντα· τινὲς δέ φασιν, ὅτι κατὰ ἀλήθειαν αὔξονται, διότι ταῦτα περιττωματικὴν ἔχουσι τὴν γένεσιν· τὰ δὲ νεκρὰ σώματα κατὰ τὰς ἀρχὰς εἰς περιττώματα πλεῖστα διὰ τὴν προσγινομένην σῆψιν ἀναλύονται· ταῦτα δέ, διὰ τῶν πόρων καὶ τῶν ἄκρων τοῦ σώματος μετὰ τοῦ πνεύ‐
10ματος ἐξιόντα, τὴν τῶν εἰρημένων αὔξει γένεσιν.

1

.

146

Διὰ τί ἐπὶ τῶν δακτύλων τῶν χειρῶν μᾶλλον ἤπερ ἐπὶ τῶν ποδῶν αἱ λεγόμεναι λεῦκαι γίνονται, καὶ παισὶ μᾶλλον ἢ τελείοις· ὅτι τὴν γένεσιν ἐκ φλεγματικῶν μᾶλλον περιττωμάτων ἔχουσι, τὸ δὲ φλέγμα μᾶλλον ὡς
5ἀδηφάγοις τοῖς παισὶ πλεονάζει καὶ ὡς ἀργοτέροις· οἱ δὲ ὄνυχες τῶν ποδῶν μᾶλλον ἐν τῇ κινήσει καὶ τῷ περιπάτῳ πλέον γυμναζόμενοι, διαφοροῦσι τὰ περιττώματα.

1

.

147

Διὰ τί ἐν τοῖς ποσὶν αἱ τρίχες οὐ ταχέως πο‐ λιοῦνται; διὰ τὴν αὐτὴν αἰτίαν. οἱ γὰρ πόδες ἐν τῷ συν‐ εχεῖ καὶ συντόμῳ περιπάτῳ τὸ κατιὸν εἰς αὐτοὺς περίτ‐ τωμα φλεγματῶδες διαφοροῦσιν, ὅπερ ἦν αἴτιον τῶν πο‐
5λιῶν· ἡ δὲ ἥβη καὶ αὐτὴ βραδέως πολιοῦται διότι θερμο‐ τέρα πέφυκε καὶ ἐν τῇ συνουσίᾳ διαφορεῖ τὸ φλέγμα.

1

.

148

Διὰ τί τοῖς ἀνθρώποις ἡ φωνὴ καὶ ὁ λόγος βραδέως τελειοῦται, τοῖς δὲ ἀλόγοις εὐθέως, ἢ μετὰ βρα‐ χὺν χρόνον; διότι ποικιλωτέρα καὶ τεχνικωτέρα καὶ διδαχῆς μᾶλλον δεομένη· ἡ δὲ τῶν ἀλόγων ἁπλουστέρα καὶ φυσι‐
5κωτέρα μᾶλλον ἢ ψυχικωτέρα.

1

.

149

Διὰ τί τὰ πλεῖστα τῶν ζῴων τὰς οὐρὰς κινεῖ γνωρίζοντα τὰς συνήθεις, καὶ τὰς πλευρὰς δὲ λέων τύπτει θυμούμενος· ὁμοίως δὲ καὶ ταῦρος; διότι τὸν νωτιαῖον
μυελὸν ἔχουσιν ἄχρις αὐτῶν κατιόντα καὶ περιέχοντα ψυ‐49
5χικὴν δύναμιν καὶ κινητικήν· ἡ ψυχὴ τοίνυν ἐπιγινώσκουσα τὸ σύνηθες, ὥσπερ διὰ χειρός τινος, καθάπερ ἐπ’ ἀνθρώ‐ πων τὴν οὐρὰν ἀναγκάζει κινεῖσθαι πρόδηλον τὴν ἑαυτῆς δύναμιν ἔνδον κεκρυμμένην, καὶ γινώσκουσαν τὸ ὀφειλό‐ μενον· ἐν δὲ τῷ θυμῷ τῶν λεόντων καὶ τῶν ταύρων συμ‐
10πάσχουσα ἡ ψυχὴ τῇ φύσει, πάλιν ἀναγκάζει κινεῖσθαι ταύ‐ την σφοδρῶς. καθάπερ καὶ ἐπὶ τῶν ἀνθρώπων ὁρῶμεν πολλάκις ἐν ὀργῇ τὰς χεῖρας πληττόντων ἢ μόριον ἕτερον· ἡ γὰρ ψυχὴ τὸ βλάπτον ἀμύνασθαι μὴ δυναμένη παρα‐ χρῆμα, ἑτέρῳ τρόπῳ σοφίζεται τὴν παραμυθίαν, κτύπῳ
15καὶ πληγῇ τὸ πάθος θεραπεύουσα.

1

.

150

Διὰ τί αἱ κεκαυμέναι κριθαὶ ξήριον ἐπιπασσό‐ μεναι τοῖς ἕλκεσι τῶν ἵππων οὐκέτι λευκὰς τρίχας ἐπὶ τῶν οὐλῶν φέρουσιν, ἀλλ’ ὁμόχρους ταῖς λοιπαῖς θριξίν, οἷαί περ πεφύκασι; διότι ῥυπτικῆς οὖσαι δυνάμεως, ἀποσμή‐
5χουσι καὶ διαφοροῦσι τὸ ὑποκείμενον φλεγματῶδες περίτ‐ τωμα· καὶ τὴν μοχθηρὰν ὑγρασίαν τὴν συναχθεῖσαν διὰ τὴν τοῦ ἕλκους ἀναπέτειαν καὶ τοῦ μορίου τὴν ἀσθένειαν.

1

.

151

Διὰ τί τοῖς μὲν ἀνθρώποις ἐπὶ τῶν οὐλῶν τοῦ δέρματος τρίχες οὐ φύονται, τοῖς δὲ ἵπποις ἀνίασι; διότι τὸ δέρμα τοῖς μὲν ἀνδράσι πυκνότερον, καθὼς δηλοῦσιν αἱ τρίχες μαλακαὶ καὶ λεπταὶ τυγχάνουσαι· καὶ ἡ οὐλὴ τοῦ
5δέρματος πυκνοτέρα πεφυκυῖα τοὺς πόρους ἀποτυφλώττει, τοῖς δὲ ἵπποις ὡς πρὸς σύγκρισιν ἀραιοπόρον, ὡς δηλοῦ‐ σιν αἱ τρίχες ταχεῖαι φαινόμεναι· καὶ διὰ τοῦτο μὴ δύ‐ νασθαι εἰς οὐλὴν ὅλους τοὺς πόρους τοῦ δέρματος ἀπο‐ κλείειν. τὰ οὖν ὑποκείμενα καὶ συναγόμενα περιττώματα,
10διὰ τῶν ὑπολειφθέντων λεπτῶν πόρων ἐξιόντα, ποιεῖ τὰς τρίχας πηγνυμένας.

1

.

152

Διὰ τί ἐπὶ τῶν ὑπὸ διψάδος δηχθέντων καὶ δίψος ἀκατάσχετον ἐχόντων ἡ θηριακὴ θερμὴ καὶ ξηρὰ τυγχάνουσα πινομένη παύει τὸ δίψος καὶ οὐ μᾶλλον ἐπι‐ τείνει; ὅτι οὐ λόγῳ κράσεως παύει τὸ δίψος, ἀλλὰ μᾶλ‐
5λον ἀντιπαθείᾳ τινὶ καὶ λόγῳ φυσικῷ· τὸ γὰρ γινόμενον τοιοῦτόν ἐστιν· ἡ ἀντίδοτος ἐκ πλείστων βοτανῶν σύγκει‐ ται ἐχουσῶν τινα συμπάθειαν πρὸς ἓν ἕκαστον μόριον·
οἷον τὸ δίκταμνον ᾠκείωται καρδίᾳ καὶ ταύτην ῥώννυσι καὶ διασώζει· ὁμοίως καὶ τὸ εὐπατόριον τὸ ἧπαρ· τὸ δὲ50
10σκολοπένδριον τὸν σπλῆνα· τὸ δὲ πετροσέλινον τὸ στόμα τῆς κοιλίας· ὁ δὲ ὕσωπος τὸν ὑπεζωκότα καὶ τὸν πνεύ‐ μονα· τὸ δὲ ἔλαιον τοὺς νεφρούς· τὸ δὲ πήγανον τὸ κῶ‐ λον· γεντιανὴ δὲ τὸν ἐγκέφαλον· τὸ δὲ σέσελον κύστιν οὐ‐ ρηδόχον. ἕκαστον οὖν τῇ γλυκύτητι τοῦ μέλιτος δελεαζό‐
15μενον, ἕλκει τὸ οἰκεῖον ἑαυτῷ πρὸς ἀσφάλειαν· ἐν οἷς πᾶ‐ σαί εἰσι καὶ αἱ τῶν ἐχέων σάρκες, ἀναμιγνύμεναι καὶ φυ‐ σικὴν ἀντιπάθειαν ἔχουσαι, πρὸς ἕκαστον ἰοβόλον θηρίον καὶ φθοροποιὸν δύναμιν· ἐν ἅπασιν οὖν τοῖς μορίοις κατα‐ κερματιζόμεναι, τὸ φθορὰν ἀπειλοῦν πάθος οὐκ ἐῶσιν ἐνερ‐
20γεῖν, ἀντιμαχόμεναι καθάπερ στρατιῶται γνήσιοι περὶ πό‐
λεως ἰδίας ὁπλιζόμενοι.51

2

t

ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ἰατρικῶν ἀπορημάτων καὶ φυσικῶν προβλημάτων τὸ Β.

2

Pr

Τὸ Ἀσκληπιοῦ δῶρον, πασῶν τῶν κατὰ τὸν βίον χρειῶν ὑπερηκοντίσθη κατὰ τὴν ἀξίαν. πρὸς γὰρ ἔμψυχον σῶμα καὶ λόγου μετέχον φέρει τὸν σκοπόν, οὗ ἡ τήρησις καὶ ἡ εὔκρατος φυλακὴ τὴν τῶν ἄλλων πασῶν τεχνῶν ἀρχὴν ὑπε‐
5στήσατο, τὰς αἰσθήσεις μὲν ὀξύνουσα, διαίτῃ δὲ τὰ μόρια ῥωννύουσα τὰ ὄργανα τῶν εὑρέσεων. αὕτη τὰ μὲν καλῶς προμηθευθέντα, φυλάσσει χρηστῶς· τὰ δὲ ἐλλιπῶς κατα‐ σκευασθέντα, διορθοῦται· σώματος φροντίζει, ψυχῆς οὐκ ἀμελεῖ· φιλοσοφίας γὰρ φέρει τὰ γνωρίσματα, ἧς τὸ τέλος
10οἰκείαν ἀρχὴν παρεπήξατο· τῆς φυσικῆς θεωρίας ἐκτὸς οὐκ ἔστιν, τὴν γὰρ σύνθεσιν τῶν γεγονότων δεξαμένη, οἶδε τὸ μέτρον τῶν λειπόντων. τοῦτο ὡς ἀληθῶς θεῖον καὶ μα‐ κάριον εὕρεμα, ἔχον ἐν λόγοις τὴν ἀκρίβειαν· διὰ τούτων καρπούσθω τὸν ἔπαινον καὶ εἰς ἐπιστήμης ἀναγέσθω κα‐
15νόνα, κἂν γὰρ τέχνην τις τολμήσειε καλεῖν, οὐ διὰ ταῦτα, ἀλλὰ διὰ τὴν πάσχουσαν ὕλην. οὐκοῦν αὐτὴ μὲν καθ’ ἑαυτὴν εἴδους μισθῷ, τὸν λόγον φέρουσα τὸν πρὸς ἐπιστή‐ μην βεβαίαν, ἀχθεῖσα δὲ πρὸς σῶμα, καὶ ἐνδυσαμένη τὴν ὕλην, γίνεται τέχνη βίᾳ. ὥσπερ γὰρ ψυχὴ ὁμολογηθεῖσα
20μὲν τοῖς πολλοῖς τῶν φιλοσόφων ἀθάνατος διὰ τὸ ἀσώ‐ ματον καὶ αὐτοκίνητον, ἑτέροις δὲ διαπεφώνητο τοὔμπα‐ λιν ὁ λόγος. φασὶ γὰρ φθαρτὴν αὐτήν, τῷ πάθει βαπτι‐ ζομένην τῆς ὕλης· οὐ πάσχει δὲ ψυχή, ὡς δείξει τὸ προς‐ τιθέμενον· οὕτως ἐν σώματι ψυχὴ ὥσπερ ἐν ὕδατι κα‐
25θαρωτάτῳ ἀκτὶς ἡλιακή· οὐκοῦν ἐὰν ᾖ διαυγὲς τὸ ὕδωρ,
φέρει τὸ γνώριμον τοῦ σχήματος· ἐὰν δὲ θολωθῇ ἔκ τινος αἰτίου, μεταβάλλεται μὲν αὐτὸ τῇ οὐσίᾳ, κρύπτεται δὲ τὸ φανὲν μηδὲν βλαβὲν κατ’ οἰκείαν ἐνέργειαν· οὕτω πά‐ λιν πολλάκις ἥλιος ἔκρυψεν ἀκτῖνα φαεινήν, νέφους παρεμ‐52
30πεσόντος, μὴ βλαβείσης αὐτοῦ τῆς ἀκηράτου φύσεως. ὥσπερ οὖν ἐπὶ ψυχῆς ἔγνωμεν, οὕτω νοήσωμεν καὶ ἐπὶ τῆς ἰατρικῆς· αὐτὴ γὰρ καθ’ ἑαυτὴν πρώτως ἔχει τὸ βέβαιον, πρώτως ἔχει τὸ ἑδραῖον καὶ ἅπτωτον, ἐπιστήμη τυγχάνουσα· κοινωνήσασα δὲ τῇ ὕλῃ καθῃρέθη τοῦ ἀξιώματος, τέχνη
35γεγονυῖα καὶ τὸ ἀσφαλὲς ἀπωλέσασα. ἀλλ’ οὐ δεῖ πρὸς τὸ δεύτερον ἀφορᾶν τοῦ συμβεβηκότος, ἀλλὰ πρὸς τὸ πρῶ‐ τον τῆς ὑπάρξεως. καὶ ὅσον μὲν πρὸς τὴν ἡμετέραν διά‐ νοιαν διειλήφαμεν, ἀλλ’ οὐ πρὸς τὴν χρείαν τῶν ζητουμέ‐ νων, ὀλίγα τινὰ κεφάλαια ἐξ αὐτῶν καρπωσάμενοι, συν‐
40τελοῦντα δὲ τοῖς αὐτὴν μετερχομένοις καὶ μάλιστα τοῖς τὸν λόγον ἀσκοῦσι. φέρουσι δὲ τὴν ὠφέλειαν οὐ σμικρὰν καὶ πρὸς τὴν τῶν πραγμάτων εὕρεσιν.

2

.

1

Διὰ τί οἱ νεφριτικοὶ ἀραιὰν καὶ μεγάλην ἔχουσι τὴν ἀναπνοήν; ὅτι μὲν ψυχῆς ἐνέργεια διὰ μέσων νεύ‐ ρων καὶ μυῶν, δῆλον· κινεῖται οὖν ὁ θώραξ διὰ τῶν προρ‐ ρηθέντων· ἀραιὰ οὖν εἰκότως γίνεται ἡ ἀναπνοὴ βλαβεί‐
5σης δυνάμεως ψυχικῆς. ἐπιλανθάνεται γὰρ ἔργου οἰκείου καὶ οὐκ ἐπιτάττει τοῖς προρρηθεῖσι· μεγάλη δὲ γίνεται διὰ τὸν ῥιπισμὸν τῆς καρδίας· ἐξαναστᾶσα γὰρ ἡ ζωτικὴ δύνα‐ μις τῆς καρδίας νύττει καὶ κινεῖ τὴν ψυχήν, ἀπειλοῦσαν αὐτῇ τὴν ἀπώλειαν· οὐκοῦν ὅπερ ἐνδεὲς ἀφῆκεν ἡ ψυχὴ
10διὰ τὴν νόσον, τοῦτο ἀναπληροῖ καρδία τῷ μεγέθει διὰ τὴν ἰδίαν χρείαν.

2

.

2

Διὰ τί οἱ περιπνευμονικοὶ κωματώδεις; ὅτι ὑγρό‐ τητος δαψίλειαν ἔχον τὸ μόριον, ἐκδέχεται ἐπίκτητον θερ‐ μότητα, ἐκ τοῦ ἀεικίνητον αὐτὸν ὑπάρχειν· γεννῶνται οὖν ἀτμοί· οὗτοι δὲ διὰ κουφότητα καταλαμβάνουσι τὸ κρα‐
5νίον, εἶτα πρὸς ἐγκέφαλον λαμβάνοντες τὴν στάσιν δέχον‐ ται τὴν πρώτην οὐσίαν πηγνυμένην. ὃ συμβαίνει καὶ ἐπὶ τῶν λουτρῶν καὶ λεβήτων σκεπομένων· ἀπολλύουσι γὰρ τὴν θερμότητα καὶ γίνονται ψυχροί, συμμεταβληθέντες τῇ τοῦ μορίου φύσει· καὶ διπλασιασθὲν τὸ ψυχρὸν ναρκοῖ τὸ ἡγε‐
10μονικὸν καὶ γεννᾷ πάθη.53

2

.

3

Διὰ τί οἱ ἐκ βάσεως τὴν κιονίδα ἀποτμηθέντες, φθισικοὶ γίνονται; ὅτι ὁ εἰσπνεόμενος ἀὴρ διὰ τοῦ στό‐ ματος ἐκπυροῦται καὶ μεταβάλλεται καθαιρουμένης τῆς ἀμέτρου ψυχρότητος αὐτοῦ, διὰ τὸ σκέπασμα καὶ προπύ‐
5λαιον τυγχάνειν τὴν κιονίδα. ἀφαιρεθέντος οὖν τοῦ μο‐ ρίου, φέρεται ἀὴρ κάτω ἀμετάβλητος, καὶ ὁμιλεῖ τῷ πνεύ‐ ματι· ψύχει οὖν πήξει τὸ ἐν τοῖς ἀγγείοις αἷμα καὶ δυσκί‐ νητον ἀποτελεῖ τὸν πνεύμονα· βιαζομένου δὲ πρὸς κίνη‐ σιν πάσχει ῥῆξιν τὰ ἀγγεῖα καὶ δίδωσι γένεσιν τῇ διαθέ‐
10σει. κυρίως οὖν γαργαρεὼν λέγεται διὰ τὸ τοιόνδε ἦχον ἀποτελεῖν, ὡς καὶ τὸ φλοῖσβος καὶ βορβορυγμός· κιονὶς δὲ πάθος καλεῖται, ὅταν ἀπὸ ῥεύματος εἰς μῆκος χαλασθῇ· καὶ σταφυλὴ δέ, ὅταν φλεγμήσασα σχῆμα ῥωγὸς ἀπολάβῃ. χάνην δέ τινες ὠνόμασαν. διὰ τὸ ἄνωθεν μὲν εἶναι εὐρύ,
15κάτωθεν δὲ στενόν, ὥσπερ χωνεῖον.

2

.

4

Διὰ τί τῶν περιπνευμονικῶν τὰ μῆλα ἐρυθρά ἐστιν; ὅτι αἱματικὸς χυμὸς ὀπτώμενος ἐν τῷ πνεύμονι ἀτμὸν γεννᾷ ὅμοιον τῷ αἵματι· ἀεὶ γὰρ ἐξομοιοῦται τῷ ποιοῦντι τὸ γινόμενον. ἀναχθεὶς οὖν πρὸς μῆλα διὰ τὴν κουφό‐
5τητα ἐκεῖ ἐνίσταται· τῇ δὲ λεπτότητι τοῦ δέρματος ὥσπερ δι’ ὑέλου ἐμφαίνει τὸ εὐανθὲς τοῦ χρώματος.

2

.

5

Διὰ τί τῷ χειμῶνι θερμοτέρων ἡμῶν ὑπαρχόντων τὸ βάθος, ὡς Ἱπποκράτης ἐν ἀφορισμοῖς δεδήλωκε, φλέγμα λαμβάνει τὴν γένεσιν; ὅτι πλειόνων λαμβανομένων τρο‐ φῶν, διὰ τὴν τοῦ στομάχου ἰσχὺν οὐκ ἐπαρκεῖ πέψαι γα‐
5στήρ· τῷ οὖν πλήθει, ὥσπερ σβεσθείσης τῆς ἐμφύτου θερ‐ μότητος, ψύχει καὶ τὸ φλέγμα γεννᾷ, καὶ ἐλλιπῆ καὶ ἀλ‐ μυρὰν παραστήσας τὴν ἐνέργειαν, ἡμιτελὲς αἷμα ὤφθη τὸ φλέγμα.

2

.

6

Διὰ τί ἐν Αἰγύπτῳ θερμοτάτῃ οὔσῃ ψυχρὸς οἶνος γεννᾶται, ἐν δὲ Σκυθίᾳ ψυχρᾷ οὔσῃ θερμός; οὔπω μὲν οἶνος θερμός, ἀλλὰ παρὰ τὸ ὑφειμένον τῆς κράσεως καὶ τὸ μᾶλλόν τε καὶ ἧττον, εἰς ἐναντίον περιέστη τοὔνομα. εἰ‐
5κότως οὖν ψυχρότερός ἐστιν ὡς πρὸς σύγκρισιν τῶν ἄλλων· τῆς γὰρ ἀμέτρου θερμότητος τοῦ θέρους, ἀραιούσης τῆς γῆς τὴν οὐσίαν, ἐκβόσκεται τὸ ἄμετρον αὐτῆς θερμὸν καὶ
ἄτονον ποιεῖ τὸν οἶνον· τῆς δὲ Σκυθίας ψυχρᾶς οὔσης καὶ ἀποκλειούσης ἐν βάθει τῆς γῆς τὸ θερμόν, ἰσχυρὸν καὶ54
10θερμὸν ποιεῖ τὸν οἶνον. ὅπερ συμβαίνει καὶ ἐπὶ τῶν Αἰ‐ θιόπων· οὗτοι γὰρ θερμοτάτης χώρας ὑπάρχοντες δειλοί εἰσι καὶ ἄνανδροι καὶ μέλανες· οἱ δὲ Σκύθαι ψυχροτά‐ της χώρας ὄντες λευκοί εἰσιν καὶ θυμικοί, ὅτι ἐπὶ μὲν Αἰθιόπων ἐν ἐπιφανείᾳ ἤχθη τὸ θερμόν, ὡς ἐμφαίνει τὸ
15τοῦ δέρματος μέλαν, ἐπὶ δὲ τῶν Γάλλων ἐν ταῖς ἀρχαῖς ἵδρυται τὸ θερμὸν ἐν καρδίᾳ καὶ ἥπατι, καὶ ἐν βάθει φωλεύει, ὡς δηλοῖ τὸ λευκὸν τοῦ χρώματος.

2

.

7

Διὰ τί ἐν τῷ θέρει ψυχρὰ λάχανα καὶ ὀπῶραι, οἷαί εἰσι πέπονες καὶ σίκυες καὶ σέρεις, ἐν δὲ τῷ χει‐ μῶνι θερμὰ κράμβαι, ῥαφανίδες, γογγυλίδες, σταφυλῖνοι; ὅτι ἡ τοῦ ἡλίου φορὰ πολεύουσα τὸν κύκλον τοῦ πόλου
5ἐναλλάττει τὰς θέσεις· ἐν μὲν γὰρ τῷ θέρει τὴν ἄνω ζώ‐ νην κατείληφεν, ὡς τὸ μῆκος τῆς ἡμέρας δηλοῖ. θάλπε‐ ται οὖν τὰ ὑπὲρ γῆν καὶ ψύχεται τὰ φυτά· ἐν δὲ τῷ χει‐ μῶνι τὸ ὑπὸ τὸ ἡμισφαίριον διατρέχων τῆς γῆς τὰ βάθη θάλπων, θερμότερα ποιεῖ τὰ φυτά.

2

.

8

Διὰ τί ἐκ καύσου περιπνευμονία, ἐκ δὲ περιπνευ‐ μονίας καῦσος οὐκέτι; ὅτι ὁ καῦσος ὡς ἐπὶ πᾶν ἐκ ξανθῆς χολῆς λαμβάνει τὴν γένεσιν· αὕτη γὰρ ἐξ ὅλων τῶν ἀγ‐ γείων φέρεται πρὸς κύτος γαστρὸς καὶ ἐπάγει τὸ σύμπτωμα.
5ἡ οὖν φύσις πειρᾶται μὲν ποικίλως ἐκμοχλεύειν τὸν χυ‐ μόν, κατὰ δὲ τόπους ὁρίζει τὴν γένεσιν. κἂν μὲν εἴη λεπτὴ κατ’ οὐσίαν, καὶ ἡ δύναμις ἰσχυρὰ καὶ ὁ καιρὸς θερμός, δι’ ἱδρώτων ἀπάγεται ἡ νοσοποιὸς αἰτία· ἂν δὲ τοὐναν‐ τίον, διὰ γαστρὸς κατάγεται, ἢ ὡς ἐπὶ τὸ πλεῖστον ἐμεῖ‐
10ται. καὶ γὰρ ἡ θέσις ἐγγὺς καὶ τὸ σύμπτωμα σύνηθες· αὖθις οὖν ὁ χυμὸς εἰς τὰ βρογχία ἐνεχθεὶς τοῦ πνεύμονος, καὶ πληρώσας τὴν τοῦ μορίου οὐσίαν, γεννᾷ τὸ πάθος· ἐκ δὲ περιπνευμονίας, καῦσος οὐκέτι. φθάνει γὰρ σβεσθῆναι καὶ ἐκτεφρωθῆναι ὁ χυμὸς πρὶν γεννῆσαι τὴν διάθεσιν.

2

.

9

Διὰ τί Ἱπποκράτης ἐπὶ τῶν ποῦ φεύγων τὴν τρο‐ φὴν ἐν τῇ ἀκμῇ, ἐπὶ τῶν πλευριτικῶν καὶ περιπνευμο‐ νικῶν ἐπιτρέπει δίδοσθαι κατὰ τὴν ἀκμήν· λέγει γὰρ ἐν τῇ περὶ πτισάνης, ὅτι εἰ μὴ ἀνάγηται τὸ πτύαλον, μὴ
5διδόναι ταύτην· τὸ μὴ ἀνάγεσθαι δὲ ἀρχὴν ἐμφαίνει τοῦ πάθους· ὅτι ἐπὶ μὲν τῶν ἄλλων νοσημάτων ἡ φύσις πέττει τοὺς χυμούς, ἐπὶ δὲ τῶν ἄλλων καὶ ἀπελαύνει τὰς αἰτίας δι’ οὔρων καὶ διαχωρημάτων. τροφὴν οὖν οὐ δεῖ παραλαμβάνειν ἐπὶ τούτων, ἵνα μὴ καταλείψασα τὰς αἰ‐55
10τίας πρὸς ταύτην ἐνστῇ· δεῖ οὖν μονομαχεῖν τὴν φύσιν μετὰ τοῦ νοσήματος. ἐπὶ δὲ τῶν πλευριτικῶν, φύσις μὲν πέττει τὸν χυμόν, ψυχὴ δὲ κενοῖ τὴν οὐσίαν προσχρωμένη μυσίν· οὗτος δὲ οἰκείᾳ δυνάμει συστέλλων θώρακα ἐκ‐ μοχλεύει τὸ λυποῦν. ἄλλως τε ἡ μὲν φύσις ἄλογος οὖσα
15ἐκ τῶν ἀχρείων ποιεῖται τὴν ἀπόλαυσιν τῆς οἰκείας τρο‐ φῆς· τὰ δὲ ψυχικὰ ὄργανα αἰσθητικὰ ὄντα διακρίνει τὸ μοχθηρὸν καὶ ἐπιζητεῖ τὸ χρηστόν· εἰκότως οὖν δεῖ τρέ‐ φειν, ἵνα ῥώσαντες τοὺς μῦς ἐξαναστήσωμεν πρὸς ἄμυ‐ ναν τοῦ λυποῦντος.

2

.

10

Διὰ τί ὁ μὲν τριταῖος ἐκ θερμοῦ χυμοῦ γινό‐ μενος καὶ ἔχων μαστίζουσαν καὶ κατελαύνουσαν χολήν, περὶ μίαν κινεῖται, ὁ δὲ ἀφημερινός, ἔχων πεδῆσαν τὸ φλέγμα τῇ βαρύτητι καὶ ψυχρότητι, καθημερινόν, ὁ δὲ
5τεταρταῖος, διὰ δύο ἡμερῶν μέσων; ὅτι ὁ μὲν τεταρταῖος ὀλίγον ἔχει τὸν ποιοῦντα χυμόν, εὐθέως διαφορεῖται δι’ ἱδρῶτος ἢ ἐμέτου καὶ τῇ κενώσει τῆς αἰτίας ἵσταται τὰ τοῦ παροξυσμοῦ μένοντα εἰς δευτέραν κίνησιν, τὴν δρῶ‐ σαν ποιότητα. δὸς δὲ τὴν ὕλην ἄφθονον καὶ ὄψει τὸν
10παροξυσμὸν ἀνενδεῆ. ὁ δὲ ἀφημερινός, πλουσιῶν πρὸς ὕλην καὶ παχύτητα καὶ ὑγρότητα, ποιεῖ τὸν παροξυσμὸν ἐπιτε‐ ταμένον· ὅτι δ’ ἐκ πλήθους αἰτίου μηκύνεται νόσος, τῇ ῥώμῃ τῆς κινήσεως δηλοῖ ὁ σύνοχος. οὗτος γὰρ ἐξ αἵματος λαβὼν τὴν ὕπαρξιν, ἄφθονον ἔχων τὴν ὕλην, οὐ φέρει οὐδέν,
15ᾧ τὸ διάλειμμα· ὁ δὲ ἀφημερινός, ὅσῳ ἐμειώθη κατὰ ποσό‐ τητα χυμοῦ, ἐμφαίνει αἰσθητὸν διάλειμμα. πολλῷ δὲ πλέον ὁ τριταῖος, γεννηθεὶς ἐκ τοῦ ποιοῦντος χυμοῦ καὶ θερμὸν αὐτὸν ἔχων καὶ λεπτομερῆ, ἐπλάτυνε τὸ διάλειμμα· ἐπὶ πλέον δὲ ὁ τεταρταῖος ἐξέτεινε τὸ διάλειμμα καὶ τὴν ἀντα‐
20πόδοσιν· ὅσον γὰρ ἐμειώθη τῆς ὕλης, καθῃρέθη τῆς κινή‐ σεως τοῦ παροξυσμοῦ· καὶ ἡ ταύτης δὲ ἐπὶ πλέον ἐλάτ‐ τωσις ποιεῖ καὶ πεμπταῖον καὶ ἑβδομαῖον καὶ ἐνναταῖον.
γίνωσκε γάρ, ὡς τὸ μὲν αἷμα τρέφον τὸ σῶμα πλουτεῖ τῷ ποσῷ, εἶτα φλέγμα. ποτὲ γὰρ καὶ τοῦτο ἐν λιμῷ τρέφει,56
25εἶτα μεμείωτο ξανθὴ χολή, ὡς μὴ τρέφουσα. καὶ δριμεῖα δὲ πλέον ἐλαττοῦται ἡ μέλαινα ὡς ἐχθρὰ τῆς φύσεως, δια‐ βρωτικὴ γάρ ἐστι τῶν μορίων· εἰ μὲν οὖν εἷς τῶν ἄλλων τριῶν χυμῶν αὐξηθῇ, τὸ τοιοῦτον κακόχυμον λέγεται, εἰ δὲ οἱ τέσσαρες κατὰ ἀναλογίαν τῆς οἰκείας αὐτῶν ποσό‐
30τητος πληθώρα.

2

.

11

Διὰ τί ἐπὶ τῆς παραλυθείσης γνάθου οὐκ αὐτῇ προσφέρομεν τὰ βοηθήματα, ἀλλὰ τῇ ἑτέρᾳ; ὅτι δύο μυῶν ὑπαρχόντων ἀντιτεταγμένων ἀλλήλοις καθ’ ἑκάστην γνά‐ θον, ἑνὸς ποιουμένου τὴν κίνησιν, ἐὰν συμβῇ θάτερον
5αὐτῶν παραλυθῆναι (ὡς ἐν ὑποθέσει δέ, κείσθω ὁ δεξιὸς παραλυθείς), ὁ ἀριστερὸς ἔχει τὴν οἰκείαν δύναμιν ἰσχυ‐ ράν· ἕλκει οὖν πρὸς ἑαυτὸν τὸν ἀσθενῆ καὶ ὁρᾶται μὲν ὁ ὑγιαίνων ὡς νοσῶν καὶ ὁ νοσῶν ὡς ὑγιαίνων καὶ τὸ μὲν ὑγιὲς μέρος ῥυτιδοῦται, τὸ δὲ ἀσθενὲς περιγίνεται.
10τοῦτο συμβαίνει καὶ ἐπὶ τῶν στραβισμῶν ἐν τοῖς ὀφθαλ‐ μοῖς, ἑλκομένων τῶν ὄψεων. καὶ εἰ μὲν πρὸς μέγαν κανθὸν εἴη σύννευσις τῆς κόρης, τοῦ μικροῦ παράλυσις νοείσθω, καὶ ἔσται σοι τοῦτο κανὼν μυῶν παραλυθέντων, ὡς μὴ τῇ ὄψει λαμβάνειν τὸ φαινόμενον, ἀλλ’ ἀνακρίνειν τὸ μὴ
15φαινόμενον.

2

.

12

Διὰ τί ἐκ προσπταίσματος βουβὼν γίνεται; ὅτι ἡ δύναμις ἡ ψυχικὴ ἄχρι περάτων διὰ τῶν νεύρων ἐκτεί‐ νεται. φέρεται οὖν δύναμις προνοητικὴ καὶ ἄνεισιν αἰτία προδοτική· αὕτη πάλιν κατὰ μεταβολὴν καὶ ἀλλοίωσιν τῶν
5νεύρων ἄγεται μὲν δι’ ὅλου σκέλους καὶ δρᾷ οὐδέν, ἐπειδὴ οὐχ εὑρίσκει τὸ πάσχον. φθάσασα δὲ πρὸς βουβῶνα καὶ εὑροῦσα χώραν πρὸς ὑποδοχήν, ἐν αὐτῇ ἵδρυται, καὶ προσ‐ πελάσασα τῷ ἀδένι κἀκεῖ αὐτοῦ τῇ οὐσίᾳ καὶ εἰς ὄγκον τὸν παρὰ φύσιν ἕλκει. οἱ δὲ ἀδένες σώματά εἰσι σμικρά,
10σφαιροειδῆ, χαῦνα, μεταξὺ τῶν μεγάλων φλεβῶν καὶ ἀρ‐ τηριῶν, δίκην σφηνίσκων, ἵνα μὴ τῇ ὁμιλίᾳ σήπωνται τὰ ἀγγεῖα ὑγρὰ ὄντα τῇ περιουσίᾳ τοῦ αἵματος. τρέφονται οὖν ἐκ ταύτης τῆς ὑγρότητος οὗτοι φλεγμαίνοντες μὲν βουβῶνας ποιοῦσι, σκιρρούμενοι δὲ χοιράδας.

2

.

13

Διὰ τί ἐπὶ τῶν φαλακρῶν τὸ μὲν βρέγμα ψιλοῦ‐ ται, οἱ δὲ κρόταφοι δασύνονται; ὅτι ὡς ἐπίπαν τὰ μὲν με‐ τέωρα τούτων ἐκτὸς ὄντα ὑγρότητος οὐ δίδωσι τῇ τριχὶ τὴν ὕπαρξιν, τὰ δὲ κάτω μέρη δεχόμενα ἐκ τῶν ἄνω τροφὴν57
5φύουσι τρίχας. καὶ τούτου μαρτύριον τὰ ἐπὶ τῆς γῆς συμ‐ βαίνοντα· τὰ γὰρ ὑψηλότερα τῶν χωρίων καὶ οἷον πετρώδη, οὐ καρπογονεῖ, τὰ δὲ χθαμαλὰ καὶ νοτιώδεα τοὐναντίον.

2

.

14

Διὰ τί ἐκ τεσσάρων στοιχείων γενόμενοι (λέγω δὴ πυρός, ἀέρος, ὕδατος, γῆς) τρία ἔχομεν ἐν ἑαυτοῖς ὑγρὰ στερεὰ πνεύματα; ὅτι κατά τινας ἡ τοῦ πυρὸς οὐσία λεπτομερείας στάσεως, εἰς ἀέρος περιΐστησι φύσιν· πῦρ
5γὰρ ἀναλυθὲν εἰς ἀέρα χωρεῖ καὶ ἀὴρ συναχθεὶς βίᾳ πῦρ γεννᾷ, ὡς ὑπὸ τῆς περιτρίψεως τῶν λίθων μεσοσυλλα‐ βουμένου ἀέρος· οἱ δέ φασι καὶ αὐτὸ κατ’ ἐνέργειαν συμ‐ παρεῖναι.

2

.

15

Διὰ τί ἐν ταῖς ὀδύναις τῶν ἀποστημάτων προη‐ γεῖται ῥῖγος, εἶτα πυρετός; ὅτι ἐν ταῖς ὀδύναις ἀνιωμένη ἡ φύσις ὑποδύνει ἐν τῷ βάθει, ἀηδιζομένη τῷ ξένῳ. ἀπο‐ ψυχομένη οὖν ἡ ἐπιφάνεια πήγνυσι τὰ ἀγγεῖα τοῦ αἵμα‐
5τος. χρονίσαντος δὲ τοῦ πάθους καὶ οἷον καταγνοῦσα λοι‐ πὸν ἡ φύσις καὶ χύσασα πάλιν τὸ παγὲν αἷμα ὑπερπλη‐ ρούμενα τὰ ἀγγεῖα αὐτοῦ παρὰ τὸ γεννῶν, συμπάσχοντα δὲ τὰ μόρια τῷ ὀδυνωμένῳ διὰ τὴν ἀπὸ τῆς πληρώσεως τοῦ αἵματος τάσιν, ὥσπερ φυλαττόμενα ἐπεγείρει τὴν ἀπο‐
10κριτικὴν δύναμιν καὶ ποιεῖ τὸ ῥῖγος, ἡ δὴ σῆψις τοῦ αἵ‐ ματος τὸν πυρετόν.

2

.

16

Διὰ τί τινες τῶν ὀπωρῶν ἔνδοθεν ἔχουσι τὸ ἀχρεῖον, οἷον φοίνικες περσικοί, τινὲς δὲ τοὔμπαλιν ὡς τὰ κάρυα καὶ αἱ ῥόαι; ὅτι ἡ φύσις εἰδυῖα τὴν τοῦ γένους δια‐ δοχὴν κατέκρυψε τὰ πρὸς τὴν χρείαν ἔνδον. οἶδας γὰρ ἐκ
5τούτων σωζόμενον τὸ εἶδος, ἐπὶ δὲ ῥοιῶν καὶ τῶν λοιπῶν ἐκφυτῶν καὶ μοσχευμάτων λαμβάνειν τὴν γένεσιν.

2

.

17

Διὰ τί οἱ τὰ βόεια πέττοντες ἰχθῦς πετραίους οὐ πέττουσιν; διὰ τὴν ἄμετρον θερμότητα τῆς γαστρὸς πέττονται τὰ βόεια. δεῖ γὰρ πρὸς τὴν ποιοῦσαν αἰτίαν εἶναι καὶ τὴν πάσχουσαν ὕλην. ὥσπερ γὰρ τῷ σιδήρῳ πρὸς
5τὴν ἐργασίαν στερεὰ ὕλη δέδοται πρὸς τὴν χρείαν, οἷον ξύλα
δρύϊνα, ἢ ἄνθρακες, ἐπὶ δὲ ἀργύρου ἢ χρυσοῦ ἄχυρα (ἀμείβεται γὰρ ἡ ὕλη διὰ τὴν οὐσίαν τοῦ πάσχοντος), οὕ‐ τως καὶ ἐπὶ τῶν ἰχθύων· νόμισον γὰρ εἶναι τούτους μὲν χρυσόν, ὡς σίδηρον δὲ τὰ βόεια κρέα. ἐὰν οὖν εὑρεθῇ γα‐58
10στὴρ θερμή, ὑπεροπτώμενος ὁ ἰχθὺς κνισσοῦται καὶ ἀφανί‐ ζεται καὶ ἀπεψίαν μιμεῖται.

2

.

18

Διὰ τί ἐπὶ τῶν φθισικῶν γρυποῦνται οἱ ὄνυχες; ὅτι ἡ τῶν στερεῶν οὐσία δυσπαθὴς οὖσα ἐκκλίνει τὸ πά‐ θος· φαντάζουσι δὲ τῷ σχήματι διὰ τῶν σαρκῶν συντάξιν. τὸ δὲ ἕλκος ἔχουσιν ἀνίατον τῷ μηδέποτε ἠρεμεῖν τὸν πνεύ‐
5μονα διὰ τὸ ἀεικίνητον γεγονέναι ὑπὸ τῆς φύσεως. διὰ τὴν τῆς καρδίας ἀδιάλειπτον κίνησιν, καὶ διὰ βηχὸς ὡς ἀνακαθαιρομένου τοῦ πύου πλέον σπαράττεται τὸ ἕλκος.

2

.

19

Διὰ τί ἐν τοῖς πυρετοῖς αὐτῶν μειουμένων αὔ‐ ξουσι τρίχες καὶ ὄνυχες, ἐν δὲ ταῖς ἀναλήψεσιν ἀπορρέουσι μὲν αἱ τρίχες, αὔξει δὲ τὸ σῶμα; ὅτι θριξὶν ἡ τροφὴ ἐκ περιττωμάτων· ἐν δὲ τοῖς πυρετοῖς καιομένων τῶν χυμῶν,
5γεννᾶται τὰ περιττώματα· τὸ σῶμα οὖν οὐ τρέφεται διὰ τὴν καχεξίαν. εἰκότως οὖν ἡ θρὶξ πρὸς τὸ οἰκεῖον ἥδεσθαι καὶ τούτῳ χαίρει. ἐπὶ δὲ τῶν ἀναλήψεων ἐκτεφρωθέντων τῶν χυμῶν ἵσταται τὰ τῶν ἀναθυμάσεων καὶ οὐ τρέφε‐ ται. ὅθεν ἐκπίπτει· τὸ δὲ σῶμα ἐκ τῆς κενώσεως ἅπαν τὸ
10γεννώμενον εἰς αὐτὸ ἐφέλκεται διὰ τὴν τοῦ φθάσαντος δαπάνην.

2

.

20

Διὰ τί ἡ λευκὴ ὑπόστασις τῶν οὔρων ἀγαθή; διὰ τὴν τῶν στερεῶν καὶ ἀρχῶν ὁμοιότητα· δηλοῖ γὰρ φιλίαν τῆς δυνάμεως καὶ ἰσχύν, καὶ τὸ γνώρισμα φέρει τῷ χρώ‐ ματι. ἐν γὰρ τοῖς στερεοῖς ὡς ἑδραίοις περὶ τὰ ὑγρὰ καὶ
5τὰ πνεύματα ἡ φύσις πεπίστευκεν ἑαυτὴν οἰκεῖν· ταῦτα δὲ λευκὰ τὴν χρόον, ὡς νεῦρα καὶ ὀστᾶ καὶ φλέβες καὶ ἀρτηρίαι· πεττόμενος οὖν ὁ νοσοποιὸς χυμὸς ἐν τοῖς ἀγ‐ γείοις, καὶ διὰ τῶν νεύρων ἐκκενῶν τὸ πεφθὲν ἀχρεῖον, ἀπομόργνυται καὶ τὸ τοῦ πέττοντος χρῶμα λευκὸν ὄν· καὶ
10διὰ ταύτην τὴν αἰτίαν ἐπειδήπερ κατὰ βραχὺ ἡ δύναμις διὰ τὸν πυρετὸν ἀσθενοῦσα πέττει τὸν νοσοποιὸν χυμὸν ἐξ ἀρχῆς ὀλίγον κενούμενον σὺν τοῖς οὔροις καὶ διὰ κου‐ φότητα γινόμενον ἀνωφερές, ποιεῖ τὸ λεγόμενον ἐναιώ‐
ρημα. ἔστι γὰρ ἰδεῖν ἐν τῷ ποτηρίῳ τῶν οὔρων ἐπιπολάζον59
15ἀραχνοειδές τι. μετὰ δὲ ταῦτα προκόπτουσα καὶ πλέον πέτ‐ τουσα, πλέον κυνοῖ καὶ ποιεῖ τὸ νεφέλιον κατὰ μέσον τῶν οὔρων ἱστάμενον. ὅσον γὰρ τῷ ποσῷ ἑαυτοῦ γέγονε βαρύ‐ τερον, τοσοῦτον ὑποκαταβέβηκεν· ὅταν δὲ τελείως ἐκκρίνει πέψασα τὸ πᾶν τοῦ νοσοποιοῦ περιττώματος, τοῦτο λοιπὸν
20τῷ πλήθει βαρὺ γενόμενον ὑφιζάνει παρὰ τὸν πυθμένα τοῦ ποτηρίου καὶ ποιεῖ τὴν λεγομένην ὑπόστασιν δηλοῦ‐ σαν τελείαν ὑγείαν· τὸν γὰρ ἀναπεφυρμένον ἐν τῷ κατὰ φύσιν αἵματι νοσοποιὸν χυμὸν τέλεον διὰ τῆς πέψεως χωρίσασα ἡ φύσις ἐξέκρινε· τὸ μὲν γὰρ λευκὸν τῆς ὑπο‐
25στάσεως δηλοῖ τῶν στερεῶν μορίων τὸ χρῶμα σωζόμενον τῶν οἰκητηρίων τῶν δυνάμεων, τὸ δὲ λεῖον αὐτῆς σημαί‐ νει τοῦ πεφθέντος χυμοῦ τὸ ὁμότιμον· τὸ γὰρ πῇ μὲν παχύτερον πῇ δὲ λεπτότερον, ἀνισότητά τινα τοῦ πεμφθέν‐ τος ἐνδείκνυται. τὸ δὲ ὁμαλὸν τῆς ὑποστάσεως, τούτεστι
30τὸ μὴ διασπᾶσθαι ταύτην, κηρύττει δυνάμεως τελείαν ἐνέργειαν· ἀναλογεῖ δὲ τὸ ἐν φλεγμοναῖς πύον τῇ ὑποστά‐ σει τῶν οὔρων. καὶ τὸ μὲν πῦον δυσῶδες, ἐπειδὴ ἐν στενῷ τόπῳ τὸ σαπὲν μὴ διαπνεόμενον καὶ μὴ συναναμεμιγμέ‐ νον τῷ αἵματι, ἀλλὰ ἐκτὸς ὂν περὶ τὸ δέρμα. ἡ δὲ ὑπό‐
35στασις τὰ ἐναντία ἔχουσα, οὐκ ἔστι δυσώδης.

2

.

21

Διὰ τί ἀπὸ χολῆς γίνεται πυρετὸς καὶ ἀπὸ χο‐ λῆς λύεται; γίνεται δὲ ἀπὸ χολῆς, ὅταν κινηθεῖσα ἐπὶ τὸ δριμύτερον τραπῇ καὶ σαπῇ. λύεται δέ, ὅταν ἀθρόως ὁρ‐ μήσαντος τοῦ ζῴου πρὸς ἄμυναν τοῦ λυποῦντος, συν‐
5τρέχων καὶ ὁ χυμὸς εἰς τὰ ἐκτὸς καὶ διαφορηθεὶς τῇ κενώ‐ σει λύσῃ τὴν αἰτίαν.

2

.

22

Διὰ τί τῶν λυπουμένων κοῖλοι οἱ ὀφθαλμοί; ὅτι ἡ λύπη συνίζησιν ποιεῖ γενέσθαι τῶν σωμάτων διὰ τὴν τῆς ψυχῆς εἴσω ῥοπήν· τῶν δὲ ὀργιζομένων προπετεῖς εἰσι διὰ τὴν ἔξω ῥοπήν. ὅπου γὰρ νεῦμα δυνάμεως, ἐκεῖ ὀρ‐
5γάνων καὶ χυμοῦ νεύει ῥοπή.

2

.

23

Διὰ τί τὰ μὲν ὀστέα ξηρότερα ὄντα καὶ ἰσχυρό‐ τερα ἐν ταῖς καταπτώσεσι κατεάγνυνται, ἡ δὲ σάρξ, ἀσθε‐ νὴς καὶ μαλακὴ οὖσα, φεύγει τῆς πληγῆς τὸ πάθος; ὅτι τὰ ἰσχυρότερα ἀντιβαίνοντα τῷ ποιοῦντι ἐκ μάχης πρὸς
5ἄλληλα ἑαυτῶν ποιοῦνται τὴν φθοράν, τὰ δὲ εὔεικτα διὰ τὸ τῆς οὐσίας μαλακὸν ὑπείκοντα τῷ ποιοῦντι κλέπτουσι τὴν μάχην. τοῦτο συμβαίνει καὶ ἐπ’ ἀνθρώπων καὶ φυ‐ τῶν καὶ ἀψύχων σωμάτων.60

2

.

24

Διὰ τί οἱ εὐνοῦχοι μακροὶ καὶ βλεσοί; ὅτι ὑγρό‐ τητος ἔχοντες πλῆθος πλουτοῦσι πρὸς σῶμα. ἀσθένειαν δὲ δυνάμεως μὴ φέρον τὸ τῶν σαρκῶν πλῆθος, διαστρέφει τὰ ὀχοῦντα μόρια· ὅπερ συμβαίνει καὶ ἐπὶ τῶν οἰκιῶν· ἐάν τις
5μὴ ἀνάλογον τῶν θεμελίων ἀποτελέσῃ τὸ μέγεθος τοῦ οἰκήματος, τάχιον φθείρεται. τὸν αὐτὸν τρόπον ἐστὶν ἰδέσθαι καὶ ἐπὶ τῶν εὐνούχων. ἡ γὰρ φύσις οὐ προμεμάν‐ τευτο μέγεθος, ἀλλὰ τέχνη ἀφαιρέσεως τοῦ ἀναλίσκοντος θερμοῦ ἐπεισήγαγε τὴν παχύτητα.

2

.

25

Διὰ τί μάλιστα τὰ ἀκρωτήρια ῥιγοῦμεν; ὅτι λεπτὰ καὶ νευρώδη καὶ ὀλίγαιμα καὶ διὰ τοῦτο ψυχρά.

2

.

26

Διὰ τί ἐν φόβῳ ἢ ἐν φρίκῃ αἱ τρίχες ὀρθαὶ ἵσταν‐ ται; ὅτι τὰ πάθη κατὰ ψύξιν ποιοῦσιν, ἡ δὲ ψύξις πύκνω‐ σιν τῶν πόρων τοῦ δέρματος· ἡ δὲ θρὶξ οὖν πανταχόθεν παρασφιγγομένη, τῇ τάσει ὀρθοῦται.

2

.

27

Διὰ τί οἱ μελαγχολικοὶ τὰ μὲν τῆς φύσεως σώ‐ ζουσιν ἔργα, πέττοντες καὶ ἐξαιματοῦντες, τὰ δὲ τῆς ψυ‐ χῆς οὐκέτι; οὐ γὰρ διανοοῦνται κατὰ λόγον. ὅτι περὶ τὸ ὄργανον τοῦ φρονοῦντος τὸ πάθος καὶ ἡ δυσκρασία, λέγω
5δὲ περὶ τὸν ἐγκέφαλον.

2

.

28

Διὰ τί τὰ συνεχῶς γινόμενα νοσήματα εὐιατό‐ τερα τῶν σπανίων; ὅτι πρῶτον μὲν τῷ πυκνότερόν τι γίνεσθαι ἐθιζόμενον, οὐ τοσοῦτον λυπεῖ τὴν φύσιν· ἄλλως τε καὶ μικρὰ ἐκτροπὴ τῆς κράσεως ποιεῖ τὰ συνεχῆ, μεγί‐
5στη δὲ τὰ σπάνια.

2

.

29

Διὰ τί οἱ πυρέττοντες διψῶσι μὲν μᾶλλον, οὐ πεινῶσι δέ, οἱ δὲ ἀναλαμβάνοντες πεινῶσι μὲν μᾶλλον, οὐ διψῶσι δέ; διότι ἡ δίψα γίνεται δι’ ὑπερβολὴν θερμότητος τῆς τοῦ πυρετοῦ· καθάπερ καὶ ἐπὶ τῶν ὑγιαινόντων τῶν
5οἶνον πολὺν ἄκρατον πινόντων παρέπεται δίψα. ἡ γὰρ δίψα, ἐκ πολλῆς θερμότητος, ὡς νῦν εἴρηται, ἢ ἐκ πολλῆς ξηρό‐ τητος ἐκβοσκησάσης τὰ ὑγρά, καθάπερ ἐπὶ τῶν νηστευ‐ σάντων. οὐ πεινῶσι δέ, ὅτι πολλὴ ὑγρότης ἔγκειται τῶν
νοσοποιῶν χυμῶν ἐν τῷ στομάχῳ, οἱ δὲ ἀναλαμβάνοντες61
10πεινῶσι μὲν διὰ τὴν πολλὴν κένωσιν τῶν ὑγρῶν δαπα‐ νηθέντες ὑπὸ τοῦ πυρετοῦ, οὐ διψῶσι δέ, ὅτι κατέψυκται αὐτοῖς τὸ σῶμα τῇ ἀπουσίᾳ τῆς τοῦ πυρετοῦ θερμότητος.

2

.

30

Διὰ τί ἐν τῷ ἀπόλλυσθαι οἱ φθεῖρες ἀφίστανται ἐν οἷς ἂν ὦσι τόποις; ὅτι δέονται καὶ θάλψεως καὶ τροφῆς, ἐκ τοῦ αἵματος· τοῦτο δὲ καὶ καταψύχεται καὶ ἐκδαπανᾶ‐ ται. ζητοῦντες οὖν ἕτερον τόπον ὅμοιον τοῦ προτέρου
5ἀφίστανται.

2

.

31

Διὰ τί τὰ σφαζόμενα ζῷα λακτίζει συνεχῶς τοὺς πόδας; διὰ τὴν ἀπὸ τῆς πληγῆς ὀδύνην μᾶλλον ἢ διὰ τὸ σπᾶσθαι.

2

.

32

Διὰ τί ἐπί τινων ζῴων αἱ κέρκοι μᾶλλον κινοῦν‐ ται μετὰ ἀποκοπήν, ἤπερ τὸ λοιπὸν σῶμα κοπέν; ὅτι στε‐ νοπόροι οὖσαι τῶν σαρκῶν πλέον φυλάττουσι τὴν φυσικὴν θερμότητα, αὐτὴ δὲ τὴν κινητικὴν καὶ αἰσθητικὴν δύνα‐
5μιν, ὅθεν καὶ μετ’ ἠρεμίας ἄν τις ἅψηται, πάλιν κινοῦνται.

2

.

33

Διὰ τί ἐν ταῖς καθάρσεσιν ὅταν ἀριθμεῖν δύνων‐ ται τὰς δοκοὺς ἀκριῷ ἀρκούντως ἐκαθάρθησαν; ὅτι ἐξ ἀρ‐ χῆς μὲν τὸ καθαρτήριον κινῆσαν τοὺς χυμοὺς ἐν τῇ κοι‐ λίᾳ καὶ ἑλκύσαν, πεποίηκε τὸν ἐγκέφαλον κατ’ ἀναθυμίασιν
5πληρωθῆναι· καὶ διὰ τοῦτο τὸ ὀπτικὸν πνεῦμα καὶ τὸ φρονοῦν μὴ ὂν καθαρόν, ἀνομοίους ὁρᾷ τοὺς δοκούς. μετὰ δὲ τὴν κένωσιν, καθαροῦ γενομένου, δίδωσι καὶ τῷ ὀφθαλμῷ κατὰ ἀλήθειαν ὁρᾶν καὶ τῷ φρονοῦντι καλῶς κρίνειν.

2

.

34

Διὰ τί ἐπὶ τῶν ἐμπυϊκῶν καὶ φθισικῶν πλῆθος φθειρῶν ἐπί τινων γίνεται; ὅτι ὁ πυρετὸς φθείρει τὰ ὑγρὰ καὶ σήπει. ζῳοποιούμενα δὲ ἐκ τῆς φυσικῆς θερμότητος, τίκτει τούτους, καθάπερ καὶ ἐν βορβόρῳ ἢ κόπρῳ σκώλη‐
5κες καὶ ἐν τοῖς τῶν ἐντέρων ἕλμινθες.

2

.

35

Διὰ τί μᾶλλον ἀλγοῦμεν ἐπὶ τῇ τῶν ὄρχεων πληγῇ; ὅτι οἱ κρεμαστῆρες αἰσθητικώτατοι. ἔτι γε μὴν ἡ φύσις πλείστην ἡδονὴν τῷ αἰδοίῳ παρέσχε τῆς συνουσίας ἕνεκεν· νευρῶδες γάρ ἐστι μόριον. ἡ δὲ πλείστη ἡδονὴ ἀπὸ
5πολλῆς αἰσθήσεως γίνεται· καὶ οἱ ὄρχεις οὖν τῇ συγγενείᾳ καὶ τῷ γειτονεύειν συμπάσχοντες μετέχουσι καὶ αὐτοὶ πολλῆς αἰσθήσεως· ὅπου δὲ πολλὴ αἴσθησις, σφοδρὰ ἡδονὴ
γίνεται· ὅπου δὲ σφοδρὰ ἡδονή, καὶ ἡ ὀδύνη σφοδρά· τῷ γὰρ μεγίστῳ ἀγαθῷ μέγιστον κακὸν ἀντίκειται, ὡς ἐπὶ62
10τὸ πλεῖστον, τῷ δὲ ἐλάττονι ἔλαττον. τὰ δὲ συμπάσχοντα συμπάσχει τριχῶς, ἢ διὰ συγγένειαν. ὡς ἐγκέφαλον καὶ στόμα κοιλίας τῇ κοινωνίᾳ τῶν πλείστων νεύρων, ἢ διὰ τόπου γειτνίασιν καὶ ἐγγύτητα, ὡς καρδία στομάχου, ὅταν ὑπὸ δριμοῦ χυμοῦ δακνομένη καὶ αὐτὴ συναπολαύουσα
15ποιεῖ καρδιωγμὸν πρὸς ἀποδίωξιν τῶν λυπούντων· ἢ διὰ ἀσθένειαν καὶ κατὰ πάροδον, ὡς ἐπὶ προσπταίσματος δακτύ‐ λου, ποδός, βουβών· προστρεχούσης γὰρ τῆς φύσεως πρὸς τὸ ὀδυνώμενον μετὰ τοῦ αἵματος, πληροῦνται τούτου οἱ ἀδένες τοῦ βουβῶνος. καὶ ἡ τοῦ βίου δὲ συμπάθεια τριττή·
20ἐπὶ γὰρ νεκρῷ συμπάσχουσι καὶ συναλγοῦσι συγγενεῖς ἢ γείτονες ἢ κατὰ πάροδον ἀκούοντες, ἢ ἐρωτῶντές τινες τὸ πάθος λόγῳ ἀσθενείας τῆς ψυχῆς· καὶ γίνεται τὸ μὲν πρῶτον ὥσπερ κατ’ ἰδιοπάθειαν, τὸ δὲ δεύτερον κατὰ συμ‐ πάθειαν, τὸ δὲ τρίτον ἧττον.

2

.

36

Διὰ τί ἐπὶ ὀφθαλμίᾳ ξύρησις ὠφέλιμος; ὅτι δια‐ πνεομένη ἡ κεφαλὴ διὰ τῶν πόρων διαφορεῖ τὰ περιττώ‐ ματα καὶ τὸ ῥεῦμα.

2

.

37

Διὰ τί ἐκ τοῦ σκότους εἰς τὸ φῶς ἐλθόντες οὐ δυνάμεθα εὐθὺς ὁρᾶν, οὔτε μὴν ἐκ τοῦ φωτὸς εἰς τὸ σκότος· ὅτι τὸ μὲν σκότος παχὺ καὶ ψυχρὸν ὂν πυκνοῖ καὶ ἐπιθολοῖ τὸ ὀπτικὸν πνεῦμα, τὸ δὲ φῶς πάλιν λαμ‐
5πρὸν ὂν καὶ λευκὸν καὶ θερμὸν διαφορήσει τοῦτο κατα‐ σκεδάννυσι. τῷ μέντοι χρόνῳ μετὰ τὸ ποιῆσαι ἐθιζόμενον καὶ τὸ μηκέτι ξενιζόμενον, ὁρᾶν δύναται. ἢ ὅτι ἀπὸ τοῦ ἐναντίου εἰς τὸν ἐναντίον ἀθρόως μετατιθέμενοι παρα‐ χρῆμα ξενιζόμεθα ὁμοίως ὁρᾶν;

2

.

38

Διὰ τί ἐπὶ τῶν ἀλόγων οἱ πυρετοὶ καὶ τὰ κρυπτὰ πάθη δυσιατότερα καὶ κινδυνώδη, ἤπερ ἐπὶ τῶν ἀνθρώ‐ πων; ὅτι τὴν φύσιν ἔχουσι καὶ τὴν αἰσθητικὴν δύναμιν βεβαπτισμένην ἐν τῷ βάθει τοῦ σώματος καὶ περιελκομέ‐
5νην ὑπὸ τῶν λογιστικῆς ψυχῆς ἐπὶ τὰ ἐκτός, καθάπερ ἐπὶ ἀνθρώπων ἔχει. δεόντως οὖν ἡ αἴσθησις ἀντιλαμβανομένη πολλῆς ὀδύνης καὶ τὴν φύσιν καταβαπτίζει καὶ πάσας αὐτῶν τὰς δυνάμεις· ἄλλως τε μὴν ἅτε δὴ δυσπαθέστατα ὄντα ὑπὸ
μειζόνων αἰτίων πάσχει μᾶλλον ἤπερ ἀπὸ τῶν τυχόντων.63

2

.

39

Διὰ τί ἐν ὑετῷ πομφόλυγγες γινόμεναι σφοδρὸν ὑετὸν δηλοῦσιν; ὅτι τὸ πολὺ ὕδωρ καὶ ἡ πολλὴ ἀναθυ‐ μίασις πνεύματος πολλοῦ καὶ παχέος γεννητικὴ ὑπάρχει· τοῦτο δὲ τὸ ὕδωρ ὑποδυόμενον πανταχόθεν καὶ κυρτοῦν
5ἑαυτὸ φύσαν ἐργάζεται καθάπερ καὶ τὴν ὕαλον ἔστιν ἰδεῖν ὑπὸ τοῦ πνεύματος φυσωμένην, καὶ πᾶν ὑγρὸν ἐν τῇ ἑψή‐ σει πνευματούμενον. σφαιροειδὴς δὲ γίνεται, διότι τὸ ὕδωρ στοιχεῖόν ἐστι σφαιροειδές, καθάπερ καὶ τὰ λοιπὰ στοιχεῖα. δεῖξις δὲ τούτου, κατὰ φύλλων βαλλόμενον τὸ ὕδωρ καὶ
10καταφερόμενον ἐξ ὕψους στρογγυλοῦσθαι. καὶ ὡς ἔχει τὸ μέρος, οὕτω καὶ τὸ ὅλον ὕδωρ· διὸ καὶ ὁμοιομερές ἐστιν.

2

.

40

Διὰ τί οὐκ ἀλγοῦμεν τὴν κεφαλὴν διαιρούμενοι τῷ λοιπῷ σώματι παραπλησιόν; ὅτι σὰρξ οὐκ ἔστι πολλὴ μυώδης καθάπερ ἐν τῷ λοιπῷ σώματι.

2

.

41

Διὰ τί οἱ ἐκ νόσων ἐκ τῶν ποδῶν λεπίδας ἀπο‐ βάλλουσι μᾶλλον, σπανίως δὲ καὶ ἐκ τῶν χειρῶν; ὅτι ἡ ὕλη κατωφερὴς καὶ οἱ πόδες δὲ μᾶλλον τῶν χειρῶν πορ‐ ρωτέρω τυγχάνοντες τῆς καρδίας. καὶ διὰ τοῦτο ψυχρότε‐
5ροι ὄντες, ἧττον πέττουσι καὶ διαφοροῦσι τὰ περιττώματα.

2

.

42

Διὰ τί ἀπὸ φθίσεως καὶ ψώρας καὶ ὀφθαλμίας οἱ πλησιάζοντες ἁλίσκονται, ὕδρωπος δὲ καὶ πυρετοῦ ἀπο‐ πληξίου οὐκέτι; ὅτι ὁ μὲν ὀφθαλμὸς ὡς εὐπαθὴς καὶ ὑγρὸς ἀντιβλέπων, καὶ ἀκτῖνες δὲ μετὰ πνεύματος ἐξιοῦσαι νοσώ‐
5δεις τῷ εὐπαθεῖ ὀφθαλμῷ μεταδιδόασι τοῦ πάθους. ἡ δὲ φθίσις, ἀναπέμπουσα διὰ τῆς ἀναπνοῆς ἀέρα σεσηπότα, διαδίδωσι πάλιν διὰ τῆς ἀναπνοῆς τοῦ ὑγιαίνοντος τὸ πά‐ θος καὶ τὴν σῆψιν τῷ πνεύμονι. ὁμοίως δὲ καὶ ἡ ψώρα ἐπὶ πολλῆς οὖσα τοῦ δέρματος καὶ γλίσχρον ἔχουσα τὸ
10ἀπορρέον, εὐχερῶς μεταδίδωσι· καὶ τρέπει τὸ δέρμα τοῦ ὑγιαίνοντος· τῶν δὲ ἄλλων παθῶν τὰ μὲν οὐχ ἅπτεται τοῦ δέρματος κατὰ τὸ βάθος ὄντα, ἤ τινα ἀπόρροιαν οὐκ ἀναπέμπει, καθάπερ ὕδρωψ καὶ ἀποπληξία, τὰ δὲ κατὰ μὲν τὰ ἐπὶ πολλῆς τυγχάνοντα, διὰ δὲ γλισχρότητα
15καὶ παχύτητα καὶ ξηρότητα μηδὲν ἀπορρέοντα, ὡς λεύκη καὶ λέπρα, τὰ δὲ κατὰ μὲν βάθη ὄντα μὴ ἀπορρέοντα δὲ λοιμικὴν καὶ σηπτικὴν ἀπόρροιαν, ὥσπερ οἱ συνήθεις
τῶν πυρετῶν.64

2

.

43

Διὰ τί ἐπί τινων ἐν τοῖς πυρετοῖς οἱ σπλῆνες αὔ‐ ξονται; ἢ διότι πολλὰ πίνουσι καὶ ἐμπνευματοποιοῦνται. ἀραιοπόρον γὰρ τὸ μόριον. ἢ ὅτι ἀσθενὲς ὂν φύσει, δέχε‐ ται χεομένας τὰς ὕλας.

2

.

44

Διὰ τί γέροντες καὶ παῖδες μᾶλλον λιθιῶσι τῶν νέων; παῖδες μὲν ὡς ἀδηφάγοι, γέροντες δὲ ὡς ψυχροὶ καὶ ἀδύναμοι καὶ ἧττον πέττοντες, πολλὰ περιττώματα συνάγουσι τὰ τῶν λίθων γεννητικά.

2

.

45

Διὰ τί ὁ γαργαλισμὸς καὶ ὁ κνησμὸς τῶν πελμά‐ των ὕπνον ποιεῖ; ἐπειδήπερ τῶν νεύρων τὰ τέλη ἐνταῦθα πέφυκε. δι’ αὐτῶν οὖν ἡ μετρία κίνησις ἀνιοῦσα πρὸς ἐγκέ‐ φαλον ἥδει ψυχὴν καὶ εἰς ἠρεμίαν αὐτὴν ἕλκει καὶ ὕπνον.
5οἱ δέ φασιν ὡς πλειόνων ἐνταῦθα περιττωμάτων κατιόν‐ των διά τε τὸ κατωφερὲς καὶ τὴν τῶν ποδῶν συνεχῆ κί‐ νησιν· πάλιν ὁ μέτριος κνησμός, τὴν κίνησιν τὰ περιτ‐ τώματα διὰ τῶν νεύρων ποσῶς ἀναπέμπει πρὸς ἐγκέφα‐ λον, καὶ πληρούμενος οὗτος ὕπνον ποιεῖ.

2

.

46

Διὰ τί μᾶλλον καὶ συνεχέστερον σεληνιακαὶ ἐκλεί‐ ψεις γίνονται τῶν ἡλιακῶν; διότι ἡ μὲν σελήνη ἐμπίπτει καὶ εἰς τοὺς ὅρους τῶν ἐκλειπτικῶν συνδέσμων καὶ εἰς τὸν κῶνον τὸν γινόμενον ἐκ τῆς σκιᾶς τῆς γῆς διὰ τὴν
5τοῦ ἡλίου διάμετρον. καὶ διὰ γραμματικῶν δὲ ἀναγκῶν μᾶλλον σελήνη διὰ τὴν ὀξύρροπον κίνησιν ἐμπίπτει συν‐ εχέστερον τοῖς εἰρημένοις συμπτώμασιν, ὁ δὲ ἥλιος μόνος ὑπὸ ἐκλειπτικῶν συνδέσμων ὑποσκιάζεται, τῆς σελήνης εἰς αὐτοὺς ἐμπιπτούσης καὶ ἀποκρυπτούσης αὐτόν· ἐλάττων
10δὲ αὐτοῦ τυγχάνουσα τῷ μεγέθει τὸν δίσκον πάντα κρύπτειν οὐ σθένει· τοῦτο δὲ πάσχει συνεχέστερον αὕτη. κινοῦσι δὲ χαλκὸν καὶ σίδηρον ἄνθρωποι πάντες, ὡς τοὺς δαίμονας ἀπελαύνοντες διότι κατ’ ἐκεῖνον τὸν χρόνον οἱ φωστῆρες οὐκ ἐπιπέμπουσι τῇ γῇ ἀπορροίας ἀγαθοποιούς, κωλυτι‐
15κὰς τῶν φαύλων δαιμόνων.

2

.

47

Διὰ τί τὰ ἑπταμηνιαῖα βρέφη ζώσιμα, τὰ δ’ ὀκτωμηνιαῖα οὐκέτι; ὅτι ὁ ἑπτὰ ἀριθμός, τέλειός ἐστι τῇ φύσει, ὡς μαρτυρεῖ Πυθαγόρας καὶ οἱ ἀριθμητικοὶ καὶ οἱ μουσικοί· ὁ δὲ ὀκτὼ ἀτελής. καθάπερ καὶ τὰ τέρατα
5οὐ ζώσιμα τῷ μὴ εἶναι αὐτῶν τὴν γένεσιν κατὰ πρόνοιαν φύσεως, ἀλλ’ εἶναι ἀτελῆ κατὰ πλεονασμὸν καὶ ἀταξίαν ὕλης, ἑτερόμορφα πλαττόμενα. οὐδὲν γὰρ ἀτελὲς οὔτε κατὰ χρόνον οὔτε κατὰ διάπλασιν καὶ γένεσιν ὑπὸ φύσεως γέ‐ γονεν, ὅθεν οὔτε παραμόνιμόν ἐστι· γεννῶνται δὲ ἑπτα‐65
10μηνιαῖα τῷ τὴν διαπλαστικὴν δύναμιν τὴν ἐν μήτρᾳ ἰσχυ‐ ροτάτην οὖσαν καὶ εὑρίσκουσαν αἷμα χρηστὸν καὶ σύμ‐ μετρον, τάχιον ἀνύειν τὸ ἔργον· οἱ δὲ τοὐναντίον δεκαμη‐ νιαῖα. ὅτι δὲ τέλειος ὁ ἑπτὰ καὶ ὁ δέκα τῇ φύσει ἀριθμός, δῆλον ἐκ τοῦ διοικεῖν τὸν θεὸν τὸν περίγειον κόσμον ἑπτὰ
15ἄστροις· ἑπταμηνιαῖα δὲ τὰ βρέφη τοὺς ὀδόντας ἀναφέρει, ἑπτὰ ἔτη δὲ ἀποβάλλει· διότι ἑπτὰ δέ, ἡβάσκει· τρὶς ἑπτὰ δὲ ἀνδροῦται· καὶ τὰ νοσήματα δὲ ἀναλόγως τῷ ἑπτὰ ἀριθμῷ. ὁμοίως καὶ ἡ σελήνη τῷ ἑπτὰ ἀριθμῷ σχηματίζεται, ἑβδο‐ μάσι δὲ καὶ ὁ μὴν διατυποῦται. ἑπτὰ δὲ καὶ τὰ φωνήεντα.
20ὁμοίως δὲ καὶ ὁ δέκα ἀριθμὸς παρὰ Ἀριστοτέλη καὶ τοῖς φιλοσόφοις συμπεριλαμβάνει τὰ ἐν γενέσει καὶ φθορᾷ· καὶ πᾶς δὲ ἀριθμὸς διὰ τοῦ δέκα γεννᾶται κατὰ ἀνακύ‐ κλωσιν· ὁ γὰρ ἕνδεκα καὶ ὁ δώδεκα καὶ οἱ ἑξῆς ἀνακάμπτου‐ σιν ἐπὶ τὴν ἀρχὴν τοῦ δέκα ἀριθμοῦ ἄχρι παντὸς ἀπείρου
25ὡς πρὸς ἡμᾶς ἀριθμοῦ· καὶ οἱ τότε δὲ δικαιότατοι ἄνδρες τὰς δεξιὰς ἑαυτοῖς παρεῖχον ὑπὲρ ἀσφαλείας πράγματος, τὸν δέκα ἀριθμὸν προβαλλόμενοι· οἱ γὰρ νῦν γράμμασιν ἰδίοις βεβαιοῦνται τὰ πράγματα.

2

.

48

Διὰ τί ταῖς χερσὶν ἀμφοτέραις ὀρθὸν τὸ ᾠὸν ἄγαν θλιβόμενον οὐ κλᾶται, πλάγιον δὲ τοῦτο πάσχει; ὅτι εἰς τὰς ὀξείας μόνας ὁμιλεῖ τῷ θέναρι τῶν χειρῶν καὶ ἐν βρα‐ χυτάτῳ μέρει αὐτοῦ θλίβεται· καὶ πλάγιον μέντοι καθ’ ὅλον
5τὸ ὄστρακον θλιβόμενον, εὐχερῶς ὑπομένει τὴν θλάσιν.

2

.

49

Διὰ τί ἐπὶ τῶν ἠχούντων ὤτων φυσικῶς ὁρμώ‐ μενοι πάντες τὸν δάκτυλον ἐμβάλλοντες κινοῦσι τὸν πό‐ ρον ἐπὶ πολύ; ὅτι ὁ ἀκουστικὸς πόρος εὐρυνόμενος δια‐ φορεῖ τὸ ἐν αὐτῷ πνεῦμα ὅπερ ἐποίει τὸν ἦχον. ποσῶς δὲ
5καὶ ἀπὸ τῆς συντόνου κινήσεως λεπτυνόμενον ἐκκρίνεται.

2

.

50

Διὰ τί αἱ θήλειαι βραδέως λιθιῶσι τὴν κύστιν; ὅτι μᾶλλον τῶν ἀρρένων εὐρύπορον ἔχουσι τὸν τράχηλον τῆς κύστεως ὡς καὶ συνεκκρίνεσθαι τῷ οὔρῳ τὸ περιττόν.

2

.

51

Διὰ τί τὰ ἄγρια φυτὰ εὔκομα καὶ ἰσχυρά; ὅτι παρ’ αὐτῆς τῆς φυσικῆς δυνάμεως καὶ γεννᾶται καὶ τελεσιουργεῖται καὶ οὐκ ἀπὸ τέχνης ἢ γεωργίας. οὔτε μὴν ἐκ πλήθους ὕδατος καὶ πλείστης ὑγρότητος γεννᾶται καὶ τρέφεται καθάπερ τὰ66
5ἥμερα, ἥτις ἐκθηλύνει τὰ τικτόμενα. ἢ ὥς τινές φασιν, ὅτι τῶν μὲν ἀγρίων ὥσπερ μηρόν ἐστι, τῶν δὲ ἡμέρων μητρυιά.

2

.

52

Διὰ τί ἐπὶ τῶν μυῶν αἱ ἐγκάρσιαι τομαὶ δυσια‐ τότεραι καὶ δυσχημάτιστοι τῶν ὀρθῶν; ὅτι πολλαὶ ἶνες τέμνονται νευρώδεις. ἡ γὰρ φύσις τὸ νεῦρον διαξάνασα πανταχόθεν εἰς πολλὰς ἶνας ἐπ’ εὐθείας παρενύφανεν,
5οὕτω τὴν σάρκα καθάπερ κρόκην στήμονι. καὶ πεποίηκε τὸν μῦν ἐοικότα κατὰ τὸ σχῆμα τῷ ζώῳ· πάλιν δὲ αὐ‐ τὸν συνάξασα, πεποίηκεν ἀντίστροφον νεῦρον, τὸν λεγό‐ μενον τένοντα ὅνπερ προσέφυσε κατὰ τὸ πέρας τοῖς ἄρ‐ θροις τῶν κινουμένων μορίων. ἐπειδὴ δὲ οὐκ ἠδύνατο τὸ
10μαλακὸν σκληρῷ συνάψαι ἁπλῶς οὕτως ἀμέσως (ἐναντία γὰρ) ἀνέφυσε διὰ τῶν ὀστῶν καὶ τοῦ μυελοῦ νευρωδές τι μόριον λεγόμενον σύνδεσμον καὶ ἐν αὐτῷ συνέδησε τὸ πέ‐ ρας τοῦ τένοντος, ὅθεν διὰ τὸ συνδεῖν σύνδεσμος ἐκλήθη. ὅπου μὲν ἦν χρεία τοῦ ἕλκους μόριον εὐμέγεθες καὶ ἰσχυ‐
15ρόν, ὡς σκέλος, ἐκεῖ σφαιροειδῶς τὸν μῦν διέπλασε πρὸς τὸ χωρεῖν αὐτὸν πολλὴν δύναμιν κινητικήν· ὅπου δὲ μι‐ κρὸν καὶ ἀσθενὲς ὡς βλέφαρον ἢ ἐπιγλωττίδα, ἐκεῖ τὸν μῦν ὥσπερ ὑμενώδη κατεσκεύασε διὰ τὸ μὴ δέεσθαι πολ‐ λῆς δυνάμεως κινητικῆς. καὶ κατὰ ἀναλογίαν τοῦ κινου‐
20μένου μορίου καὶ ὁ μῦς γεγένηται.

2

.

53

Διὰ τί τίνες βασκαίνουσι καὶ μάλιστα παῖδας; διότι πολλὴν ἔχουσιν εὐπάθειαν καὶ τροπὴν τῆς φύσεως. τὸ δὲ γινόμενον τοιοῦτόν ἐστιν· τινὲς ἐκ πολλῆς κακίας ψυχῆς, φύσιν ἔχοντες ἐπὶ τοῖς καλοῖς δάκνεσθαι, τῷ ἀμέτρῳ
5φθόνῳ τῆς κακίας αὐτοῖς διεγειρομένης, ὥσπερ ἰώδης τις καὶ φθοροποιὸς ἀκτὶς ἔξεισιν ἀπὸ τῆς κόρης αὐτῶν· καὶ αὐτὴ εἰσιοῦσα διὰ τῶν ὀφθαλμῶν τοῦ φθονουμένου τρέ‐ ψει τὴν ψυχὴν καὶ τὴν φύσιν εἰς δυσκρασίαν καὶ τοὺς χυμοὺς ἐπὶ σῆψιν καὶ εἰς νόσον ἄγει τὰ σώματα τούτων·
10ὅθεν καὶ οἱ πολλοὶ καθαριευόμενοι παραφυλάττονται καὶ παραιτοῦνται βλέπειν νεκρούς· αἱ γὰρ ὀπτικαὶ ἀκτῖνες,
ἀπιοῦσαι πρὸς τὰ νεκρὰ σώματα κατ’ ἀντανάκλασιν ἀνα‐ φέρουσι μολυσμόν τινα διὰ τῶν ὀφθαλμῶν τῇ ψυχῇ. καὶ φύσει παῖδες διὰ τὸ εὐπαθὲς τῆς φύσεως μᾶλλον ἁλίσκονται.67

2

.

54

Διὰ τί ἐπί τινων σφόδρα βηττόντων ἢ ἐμούντων, ὥσπερ ἀστέρες πρὸ τῶν ὀφθαλμῶν προφαίνονται; διότι ἡ σύντονος ἐπὶ τὰ ἔσω θλίψις τοῦ θώρακος καὶ τοῦ στο‐ μάχου ἀνωθεῖται τὰ ὑγρὰ σὺν τοῖς πνεύμασιν ἐπὶ τὰ ἄνω
5καὶ ταῦτα παριόντα διὰ τῶν ὀφθαλμῶν ἐπιθολοῖ τὸ ὀπτι‐ κὸν πνεῦμα· καὶ τοῦτο ἔξω φαντάζοντα ὡς κατ’ ἀλήθειαν· εἰ μὲν οὖν ἀτμὸς ἐπὶ μήκης εἴη, μακρὰ ὁρῶσιν· εἰ δὲ λε‐ κιθώδης, χρυσίζοντα, εἰ δὲ καπνώδης ἀπὸ φλέγματος, λευκά· καὶ καθόλου πρὸς τὸ σχῆμα καὶ τὴν χρόαν τὰ φαινόμενα·
10ἐπὶ δὲ φρενιτικῶν ἐξ αὐτοῦ τοῦ ἐγκεφάλου ἐπὶ τὸ ὀπτικὸν πνεῦμα οἱ ἀτμοὶ παρέχονται· καὶ οἱ ὑπὸ χύσει πειραζόμε‐ νοι τὰ αὐτὰ ὁρῶσιν.

2

.

55

Διὰ τί οἱ ὑδροποτοῦντες ὀξυωπέστεροι; ὅτι ὁ πο‐ λὺς οἶνος ἐπιθολοῖ τὸ ὀπτικὸν πνεῦμα· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων.

2

.

56

Διὰ τί οἱ γλαυκόφθαλμοι ἐν ταῖς ὀφθαλμίαις πλέον ὀδυνῶνται καὶ οὔτε στύψιν φέρουσιν; ὅτι τὸ κρυσταλλοει‐ δὲς ὑγρὸν καὶ τὰ ὑγρὰ τῶν ὀφθαλμῶν ἔχουσι προπετέστερα ἐπὶ τὰ ἔξω. καὶ διὰ τὴν εὐπάθειαν, καὶ αἰσθητικώτερα. οἱ
5δὲ μελανόφθαλμοι διὰ τὸ ἐναντίον ἧττον εὐαίσθητοι.

2

.

57

Διὰ τί ὡς ἐπὶ τὸ πλεῖστον οἱ μὲν ἁπλῶς ἐμοῦν‐ τες φλέγμα κενοῦσιν, οἱ δ’ ἐπὶ πλέον, χολήν, εἶτα καὶ αἷμα; ὅτι συντόνῳ κέχρηνται σπαράξει· καὶ τὰ ἐν τῷ βάθει ἐμ‐ πεπαρμένα κενοῦσι· τὸ μέντοι φλέγμα παχὺ ὄν, ἐμπε‐
5πλασμένον ἐστίν, καὶ ὀλίγος ἐρεθισμὸς κινεῖ αὐτὸ πρὸς ἔμετον· ἐὰν δὲ εἴη καὶ χολὴ ἐπιπλέουσα τῷ κύτει τῆς γαστρός, ταχύτερον κενοῦται τοῦ φλέγματος. οἱ μέντοι ἐν ταῖς φλεψὶ χυμοὶ τοιαύτην ποιοῦνται τὴν κένωσιν ἐπὶ τῶν καθαρτηρίων· ἡ γὰρ φύσις αὐτὸ τοῦτο προειδυῖα, ὡς ἐπὶ
10κακοχύμου ἐδέετο καθάρσεως τὸ σῶμα. τὰ πέρατα τῶν φλε‐ βῶν ἀπετελεύτησαν εἰς τὸ κύτος τῆς κοιλίας, καθάπερ καὶ ἐπὶ μήτρας διὰ τὴν μηνιαίαν κάθαρσιν καὶ ἐπὶ ἕδρας καὶ ῥινὸς διὰ τὴν ἐκ νόσων κένωσιν· ἅπερ στόματα φυσικῶς παιδαγωγούμενα μύει τὸν πάντα χρόνον, ἄχρις ἂν ἡ χρεία
15καλῇ. ἐν μὲν οὖν ταῖς καθάρσεσι τῶν ὀξέων πυρετῶν, αὐτο‐ μάτως ὑπὸ τῆς ἀποκριτικῆς δυνάμεως ἀνοστομούμενοι κε‐ νοῦσι τὸν ἐν ταῖς μεγάλαις φλεψὶ καὶ ἀρτηρίαις πεφθέντα χυμὸν ἢ διὰ γαστρὸς ἢ διὰ στόματος· ἐν δὲ τοῖς δεδωμέ‐ νοις καθαρτηρίοις βίᾳ ἀνευρυνόμενα συγχωροῦσιν ἕλκειν68
20τῷ καθαρτηρίῳ. τὸ μὲν γὰρ ἐν αὐτῷ πέπερι θερμὸν ὂν καὶ ἡ σκαμωνία καὶ εἴτι παραπλήσιον φύσει θερμὰ ὄντα ἀνοίγουσι τὰ στόμια· καὶ εἴ τι ἕτερον θερμὸν εἶδός ἐστιν ἐν αὐτῷ, ἰδικῶς δὲ καὶ φυσικῶς λοιπὸν ἕλκει ἕκαστον τὸν οἰκεῖον χυμὸν ὡς ἐν ἀρχαῖς εἴρηται. τὸ μέντοι αἷμα ὡς
25οἰκεῖον ὑπὸ φύσεως κατεχόμενον τῇ βίᾳ ἑλκόμενον ὕστε‐ ρον κενοῦται ἐν ταῖς ὑπερκαθάρσεσι.

2

.

58

Διὰ τί τὰ βάρη εὐφορώτερον ἐν τοῖς ἀριστεροῖς φέρομεν ἀσθένεσιν οὖσιν, ἤπερ ἐν τοῖς δεξιοῖς; ὅτι μᾶλλον τὰ δεξιὰ ὡς ἰσχυρότερα βοηθοῦσι τοῖς ἀριστεροῖς, καὶ πο‐ σῶς ἐπικουφίζει τὸ βάρος συμπάσχοντα· τὰ μέντοι λαιὰ
5ὡς ἀσθενῆ τοῦτο ποιεῖν οὐ σθένει.

2

.

59

Διὰ τί τὸν σίφωνα ἐκμυζοῦντες ἕλκομεν τὸν οἶνον ἢ ἕτερόν τι ὑγρόν; οὐχ ἡ ἕλξις τῶν χειλῶν ἐπισπᾶται τὸ ὑγρόν, ἀλλ’ ἡ βία τοῦ κενοῦ. ὁ γὰρ πόρος τοῦ σίφωνος ἀέρος πεπλήρωται, σώματος ὄντος λεπτομεροῦς. καὶ ἐπειδὴ
5ἀδύνατον, σώματα δύο τυγχάνειν ἅμα ἐν τῷ αὐτῷ χρόνῳ κατὰ τὸν αὐτὸν τόπον (λέγω δὴ ὑγρὸν καὶ πνεῦμα) ἔτι γε μὴν οὐδὲ τόπον καὶ χώραν εἶναι κενὴν χωρὶς σώματος· πᾶσα γὰρ χώρα ἢ στερεὸν περιέχει ἢ ὑγρόν, πνεῦμα· ἐπ‐ αναγκὲς οὖν διὰ τῆς ἐκμυζήσεως τοῦ ἀέρος ἑλκομένου ἀπὸ
10τοῦ σίφωνος συνακολουθεῖν τὸ ὑγρὸν τῇ ἀπειλῇ τοῦ κε‐ νοῦ· τοῦτο τοίνυν ἴσθι γενόμενον καὶ ἐπὶ καθετῆρος· τὸ γὰρ ἐμβαλλόμενον ἐν αὐτῷ ἔριον ἑλκόμενον συνεξάγει τὸ πνεῦμα, καὶ οὕτω πάλιν τῇ ἀπειλῇ τοῦ κενοῦ συνεφέλκε‐ ται τὸ οὖρον· τοῦτο πάσχει καὶ τὰ στραγγεῖα τὰ ἰατρικά·
15καὶ ἡ σικύα δὲ τοῦτον ἕλκει τὸν τρόπον. τὸ γὰρ ἐμβαλλό‐ μενον πῦρ χέει τὸν ἐν αὐτῷ ἀέρα, λεπτύνον αὐτόν, καὶ κενοῖ ἐξ αὐτῆς· καὶ οὕτως λοιπὸν ἐμβαλλομένης τῷ σώματι, καὶ τοῦ πυρὸς σβεννυμένου, καὶ κενοῦ τόπου παραμένον‐ τος, ἀνάγκη ταύτην ἕλκειν τὸ αἷμα τῇ τοῦ κενοῦ πάλιν
20ἀπειλῇ. καὶ καθόλου πάντα τὰ ἕλκοντα τοῦτον ὑπομένει
τὸν τρόπον ἐπὶ τούτων· καὶ οὔτε ἡ θερμότης ἐστὶν ἡ ἕλκουσα, οὔτε ἡ ἐπίσπασις τοῦ στόματος· καθὼς ὁ καθε‐ τὴρ δείκνυσι κατ’ οὐδέτερον τούτων ἕλκων· ἕλκεται δὲ καὶ ὑπὸ θερμότητος ὡς θαψίας κατάχρισις. καὶ ὑπὸ ἰσχυροῦ69
25τὸ ἀσθενές· καὶ ἰδιότητι ὡς ὑπὸ μάγνητος σίδηρος, καὶ αἷμα ὑπὸ τῶν μορίων.

2

.

60

Διὰ τί αἱ μὲν φυσικαὶ δυνάμεις σύμφυτοι, αἱ δὲ ψυχικαὶ ἐπίρρυτοι; ὅτι αἱ μὲν φυσικαί, λέγω δὴ ἑλκτική, καθεκτική, ἀλλοιωτική, ἀποκριτική, πρὸς αὐτὸ τὸ ζῆν ἀφο‐ ρῶσι τὸ ἀναγκαῖον ἔχουσαι. αἱ δὲ θυμικαὶ καὶ ψυχικαὶ καὶ
5αἰσθητικαὶ καὶ κινητικαὶ πρὸς τὸ εὖ ζῆν τὸ χρήσιμον ἔχου‐ σιν. τὸ μὲν γὰρ μὴ τρέφεσθαι τὸ μόριον, φθορὰν ποιεῖ· τὸ δὲ μὴ κινεῖσθαι ἢ μὴ ὁρᾶν ἢ μὴ ἀκούειν οὐκέτι ποιεῖ θά‐ νατον. ἐν μέντοι τῷ θώρακι διὰ τὴν ἀπειλὴν τοῦ πνιγμοῦ τῇ ἀδιαλείπτῳ ἐπιρροίᾳ τῆς κινήσεως, σοφίζεται ὡς δοκεῖν
10σύμφυτον εἶναι. αἱ δὲ φυσικαὶ δυνάμεις ταύτην ἔχουσι τὴν τάξιν καὶ τὸν ἀριθμὸν διὰ τοιαύτην αἰτίαν. ἡ τροφὴ καὶ τὸ αἷμα ἄψυχον ὂν οὐχ οἷόντε ἦν ἀφ’ ἑαυτοῦ προσκολ‐ λᾶσθαι τῷ τρεφομένῳ μορίῳ. ἐχρῆν οὖν εἶναι δύναμιν τὴν ἕλκουσαν πάλιν, ἐπειδὴ πᾶν τὸ ἀλλοιώμενον καὶ μεταβαλ‐
15λόμενον σῶμα ἐν χρόνῳ τοῦτο πάσχει παρὰ τοῦ ἀλλοιοῦντος καὶ δρῶντος· καὶ οὐκ ἀχρόνως ἀνάγκη γενέσθαι δευτέραν δύναμιν καθεκτικὴν πρὸς ὑπηρεσίαν τῆς ἀλλοιούσης τὸ αἷμα καὶ ἀρκοῦντα χρόνον. τρίτη λοιπὸν ἡ ἀλλοιωτική· ἐπειδὴ δὲ πέττουσα ἡ ἀλλοιωτικὴ τὸ μὲν χρηστὸν τοῦ αἵ‐
20ματος προσέφυσε τῷ μορίῳ εἰ οὕτως ἔτυχε τῷ νεύρῳ, τὸ δὲ ἀχρεῖον κατέλειψε, καὶ τοῦτο παραμένον οὐ μόνον τὴν ὁδὸν ἀπέφραττε καὶ τοὺς πόρους τῆς μελλούσης δευτέρας ἕλξεως τοῦ αἵματος πρὸς τροφήν, ἀλλὰ καὶ παραμένον ἐσήπετο, δῆλον ὡς ἐξ ἀνάγκης τετάρτη τις ἐγίνετο δύναμις
25ἡ ἀποκριτική, ἥτις διὰ τῆς ἀδήλου διαπνοῆς καὶ αἰσθητῆς τῆς διὰ τῶν ἱδρώτων ἐξέκρινε τὸ περίττωμα. αὕτη μὲν οὖν ἡ τάξις καὶ ὁ ἀριθμὸς τῶν φυσικῶν δυνάμεων. γίνωσκε δὲ ὡς ἐπί τινων μὲν μορίων ὁμότιμον ἔχουσι τὴν δύναμιν· ὡς ἐπὶ νεύρου καὶ φλεβὸς καὶ ὀστέου, ἐν οἷς μορίοις ἡ
30ἐνέργεια, ἰδία μόνου ἦν. ἐπὶ δέ τινων μία ἐστὶν ἐπιτετα‐ μένη, ἐφ’ ὧν ἡ ἐνέργεια οὐ μόνον ἰδία ἀλλὰ καὶ κοινή ἐστι,
συμβαλλομένη παντὶ τῷ σώματι· οἷον ἐν κοιλίᾳ καὶ ἥπατι μᾶλλον ἡ ἀλλοιωτικὴ ἐπιτέταται τῇ δυνάμει καὶ τῇ ἐνεργείᾳ· ἐν δὲ σπληνὶ καὶ στομάχῳ καὶ χοληδόχῳ κύστει καὶ νεφροῖς70
35μᾶλλον δὲ ἡ ἑλκτική· ἐν δὲ ἐντέροις καὶ οὐρηδόχῳ κύστει μᾶλ‐ λον ἡ ἀποκριτική· ἐν δὲ μήτρᾳ μᾶλλον ἡ καθεκτική. ὁμοίως δὲ καὶ ἐπὶ τῶν πέντε αἰσθήσεων εὑρίσκομεν ἐπί τινων μίαν μᾶλλον ἐπιτεταμένην· οἷον ἐν κυνὶ μὲν τὴν ὀσφρητικήν· ἐν δὲ ἀετῷ τὴν ὀπτικήν, ἐν δὲ τῷ λεγομένῳ πρωτογεύστῃ Ἰν‐
40δικῷ ζῴῳ ὄντι τὴν γευστικήν, ἐν δὲ ὄφεσι καί τισιν ὀρνέοις τὴν ἁπτικήν· κατὰ δὲ τοὺς χῆνας τὴν ἀκουστικήν.

2

.

61

Διὰ τί πέντε μόναι αἰσθήσεις καὶ μὴ πλείους ἢ ἐλάττους; ὅτι πρὸς τὴν φύσιν καὶ τὸν ἀριθμὸν τῶν αἰσθη‐ τῶν καὶ τὰ αἰσθητήρια. ἡ μὲν γὰρ ἁφὴ δοκιμάζει τραχέα καὶ λεῖα καὶ σκληρὰ καὶ μαλακά, καὶ ποιότητας, ἅπερ ἐν
5τοῖς στερεοῖς εἰσιν· ἡ δὲ γεῦσις γλυκὺ καὶ πικρὸν καὶ ἁλμυ‐ ρὸν καὶ τὰ ὅμοια, ἅπερ ἐν ὑγροῖς εἰσι καὶ χυμοῖς· ἡ δὲ ὄσφρησις, δυσώδη καὶ εὐώδη, ἅπερ ἐν ἀτμοῖς ὑπάρχει. ἡ δὲ ἀκοὴ ψόφων καὶ ἤχων γνωστική, ἅπερ περὶ πληγὴν ἀέρος πάρεστιν. ἡ δὲ ὄψις περὶ τὰ χρώματα, ἅπερ ἐν λεπτο‐
10τάτῳ καὶ αἰθεροειδεῖ τυγχάνει πνεύματι. τὸ γὰρ στερεὸν χεόμενον, ὑγρὸν γίνεται, τὸ δὲ ὑγρὸν πάλιν ἀτμός, ὁ δὲ ἀτμὸς ἀὴρ καὶ πνεῦμα λεπτὸν καὶ ὥσπέρ τις σειρὰ καὶ τάξις ἀπὸ γῆς ἄχρις οὐρανοῦ πέφυκεν. διαφέρει δὲ ἀὴρ πνεύματος κινήσει καὶ λεπτότητι· τὸ γὰρ πνεῦμα ἀήρ
15ἐστι κινούμενος ὡς ἐπὶ ἀνέμων· κινούμενον δὲ ἐξ ἀνάγκης καὶ λεπτύνεται.

2

.

62

Διὰ τί ἐπὶ τῇ τοῦ ὀστέου φθορᾷ, ἡ ἐπικειμένη σὰρξ εὑρίσκεται πλαδαρὰ καὶ βρυώδης καὶ πελία; ὅτι ἡ φθορὰ γίνεται κατὰ δυσκρασίαν τοῦ μορίου· ἡ δὲ δυσκρα‐ σία φθείρει καὶ ἀδικεῖ τὴν ἀλλοιωτικὴν δύναμιν. αὕτη οὖν
5οὐ σθένει γνησίαν σάρκα γεννῆσαι καὶ στερεὰν καὶ ῥο‐ δίζουσαν. τὸ γὰρ αἷμα κατὰ φύσιν οὐ μεταβάλλεται.

2

.

63

Διὰ τί ἐπὶ πάντων τῶν μεταβαλλομένων τὸ γεν‐ νώμενον ἀπομόργνυται τὴν τοῦ γεννῶντος καὶ ἀλλοιοῦν‐ τος χρόαν; ὅτι μεταβάλλουσαί εἰσι δυνάμεις αἱ φυσικαί· ταύτας δὲ ἡ φύσις ἐνεπίστευσε κατοικεῖν ἐν τοῖς στερεοῖς
5ὡς ἑδραίοις οὖσι μορίοις, λέγω δὲ νεύροις καὶ ὀστοῖς καὶ
φλεψὶ καὶ ὑμέσι καὶ ἀρτηρίαις, οὔτε δὲ ἐν τοῖς ὑγροῖς οὔτε ἐν τοῖς πνεύμασιν ὡς ῥυτοῖς καὶ ἀβεβαίοις. καὶ εὐ‐ χερῶς προδιδόασι τὰς δυνάμεις. ἐπεὶ γὰρ τὸ πᾶν σῶμα ἐκ τῶν τριῶν τούτων σύγκειται, ταῦτα δὲ τὰ στερεὰ λευ‐71
10κὴν ἔχει τὴν χρόαν, εἰκότως καὶ ἡ ἐν οὔρῳ πέψις λευκή, καὶ τὸ πύον καὶ τὸ γάλα καὶ τὸ σπέρμα καὶ ἡ μύξα καὶ αἱ λῆμαι καὶ ἡ γαλακτώδης ἐν κοιλίᾳ τροφὴ καὶ τὰ παραπλήσια. τὸ δὲ αἷμα ἐρυθρόν, ἐπειδὴ καὶ τὸ γεννῶν αὐτὸ ἧπαρ ἐρυθρόν. τῶν δὲ γεννωμένων τὰ μέν ἐστι
15πάντη παρὰ φύσιν, ὡς λίθος καὶ ἕλμινθες καὶ σκώληκες καὶ πῶροι ποδαγρῶν καὶ λειχῆνες καὶ λεῦκαι καὶ τὰ ὅμοια ἐκ φθοροποιοῦ χυμοῦ τὴν γένεσιν ἔχοντα· τὰ δὲ πάντη κατὰ φύσιν ὡς σπέρμα καὶ γάλα καὶ αἷμα καὶ βρέφος καὶ σὰρξ καὶ τὰ παραπλήσια, φύσεως ὄντα γνήσια βλαστή‐
20ματα· τὰ δὲ μέσα τῶν κατὰ φύσιν καὶ παρὰ φύσιν ὡς τὰ τῆς φύσεως πεψάσης περιττώματα· λέγω δὲ πτύαλον, σκύβαλον, οὖρον, βλένναι, κυψέλη, λῆμαι καὶ τὰ ὅμοια. αἱ δὲ εὐκρασίαι γεννῶσι τὰς φυσικὰς δυνάμεις καὶ ψυχι‐ κὰς κατά τινας, ἢ ὄργανα αὐτῶν εἰσιν, ὃ καὶ ἀληθέστε‐
25ρον· πρὸς γὰρ τὴν κατασκευὴν τοῦ ὀργάνου ἐνεργεῖ καὶ ἡ δύναμις· οὕτω γὰρ καὶ χορδῶν ἐν κιθάρᾳ ἢ ὀπῶν ἐν αὐλῷ καλῶς διακειμένων, ἐνεργήσει καὶ ὁ τεχνίτης ἄριστα· φαύλως δὲ διατεθέντων, οὐκ ἐνεργήσει καλῶς· αὐτὸς μὲν μηδὲν πάσχων, δυνάμει δὲ ἔχων τὴν τέχνην σωζομένην
30καὶ οὐ κατ’ ἐνέργειαν. οὕτως οὖν καὶ ἐγκεφάλῳ εἰ οὕτως ἔτυχεν διαστραφέντες ὑπὸ δυσκρασίας, οὐκ ἐνεργήσει μὲν ψυχὴ λογιστική· κατ’ αὐτὴν δὲ ἄτρεπτος μένει δυνάμει τυγγάνουσα κατὰ τὴν ἐνέργειαν διὰ τὸ ἀθάνατον. εὐπο‐ ρήσασα δὲ πάλιν ὀργάνου εὐκράτου τὴν δύναμιν εἰς ἐνέρ‐
35γειαν προβάλλει καλῶς· ἡ εὐκρασία οὖν τῶν μορίων τὰς δυνάμεις διασώζει, αἱ δὲ δυνάμεις τὰς ἐνεργείας προβάλ‐ λουσιν, αἱ δὲ ἐνέργειαι τὸ ἔργον. οἷον ἡ θερμὴ καὶ ὑγρὰ σύμμετρος κρᾶσις τοῦ ἥπατος βλαστάνει τὴν ἐξαιματωτι‐ κὴν δύναμιν, ἢ φυλάσσει κατά τινας· ἡ δ’ ἐξαιματωτικὴ
40γεννᾷ τὴν ἐξαιμάτωσιν· ἡ δὲ ἐξαιμάτωσις δείκνυσι τὸ ἔρ‐ γον αὐτὸ τὸ αἷμα· δυνατὸν δὲ κατὰ ἀνάλυσιν καὶ ἀνα‐ ποδισμὸν εἰπεῖν, εἰ ἐγένετο αἷμα, σώζεται ἡ ἐξαιμάτωσις·
εἰ δὲ αὐτὴ ἔρρωται ἡ ἐξαιματωτικὴ δύναμις· εἰ δὲ αὐτὴ σώζεται. δῆλον δὲ ἡ εὐκρασία τοῦ ἥπατος· εἰ δὲ ἡ εὐκρα‐72
45σία σώζεται, καὶ ἡ κρᾶσις τῶν στοιχέων πεπαιδαγώγηται.

2

.

64

Διὰ τί τὸ ὄξος προσραινόμενον τῇ μήτρᾳ πολέ‐ μιον; ὅτι διὰ τὸ εἶναι αὐτὴν αἰσθητικωτάτην διὰ τὸ ἄμε‐ τρον ἡ δύναμις τῆς τοῦ σπέρματος εἰςδοχῆς, γέγονεν ἄγαν νευρώδης, καὶ διὰ τὸ ἐκτείνεσθαι δὲ ἀμέτρως, ἐν τῇ κυο‐
5φορίᾳ. τὸ τοίνυν ὄξος τῇ δριμύτητι πλῆττον καὶ δάκνον αὐτήν, ἀνιᾷ· καθάπερ καὶ τὸν θώρακα ὑμενώδη καὶ μυω‐ δὸν τυγχάνοντα. τινὲς δέ φασιν, ὡς κατὰ ἀντιπάθειάν τινα πολέμιόν ἐστιν, ἱστοροῦντες, ὡς ἰατρίνην ποτὲ κατὰ τὸν τοκετὸν τὸ χορεῖον κλέπτουσαν κατὰ γυναῖκα, μισθοῦ χά‐
10ριν ἐπιραίνουσαν ὄξος σὺν ἑτέρῳ τινὶ εἴδει, τούτῳ εἶχε τὴν τετοκυῖαν σπωμένην καὶ ἄγαν ὀδυνωμένην. προσ‐ ποιουμένη δὲ τὸ θεραπεύειν ἐπέρραινέ τινα πάλιν τῷ χορείῳ καὶ εἶχεν ἐκείνην ὑγιαίνουσαν. καὶ τοῦτο φωραθῆναι πράτ‐ τουσα, δίκην παρέσχε τῆς δυσσεβείας. ἐν δὲ ταῖς ὑστερι‐
15καῖς πνιξί τινες τὰ μὲν εὐώδη προσφέρουσι τῇ μήτρᾳ, τὰ δὲ δυσώδη τῇ ῥινί, νομίζοντες τῷ εἶναι αὐτὴν ζῷον, φεύ‐ γειν μὲν τὰ δυσώδη, προστρέχειν δὲ τοῖς εὐώδεσι καὶ οὕτω τὸν οἰκεῖον ἀπολαμβάνειν τόπον· ἐμοὶ δὲ μᾶλλον φαίνε‐ ται, τὰ μὲν εὐώδη λεπτομεροῦς ὄντα δυνάμεως καὶ θερμῆς,
20τέμνειν καὶ διαφορεῖν τὸ γλίσχρον τοῦ ἐν τῇ μήτρᾳ νοσο‐ ποιοῦ χυμοῦ, τὰ δὲ δυσώδη παχυμεροῦς ὄντα δυνάμεως ἐμφράττειν τοὺς πόρους καὶ μὴ ἐᾶν αὐτὴν ἀνατρέχειν. ἐπὶ δὲ τῶν ἐπιληπτικῶν κατάπτωσιν ποιεῖ τὰ δυσώδη, ὡς πτερὰ καιόμενα, λίθος γαγάτης, ἄσφαλτον, κέρας παν‐
25τοῖον, ἐλλύχνια, ἔρια πεπισσωμένα καιόμενα, λίθος Θρᾳ‐ κίας ὕδατι μὲν καιόμενος, ἐλαίῳ δὲ σβεννύμενος· ἡ γὰρ ἀναφερομένη διὰ τῶν ῥινῶν παχυμέρεια τῶν ἀτμῶν πα‐ χύνει καὶ πιλοῖ τὸ ψυχικὸν πνεῦμα ἤδη πρόσληψιν ἔχον παχύτητος καὶ ψυχρότητος καὶ ἀνεπιτήδειον ποιεῖ τὸ ψυ‐
30χικὸν πνεῦμα τῇ ψυχῇ πρὸς ἐνέργειαν. μὴ ὀχούμενον οὖν ὑπὸ ψυχῆς τὸ σῶμα τῷ οἰκείῳ βάρει ἐλεγχόμενον κατα‐ πίπτει.

2

.

65

Διὰ τί τἀναντία τῇ ποιότητι τὸ αὐτὸ ποιεῖ πάθος; οὕτω γὰρ θερμότης καὶ ψυχρότης ῥῖγος ἐργάζεται. φημὶ
ὅτι κατ’ ἄλλην αἰτίαν καὶ διάθεσιν· γίνεται γὰρ ἀπὸ χολῆς ξανθῆς ῥῖγος δριμείας οὔσης τῷ δακνόμενα καὶ κεντού‐73
5μενα τὰ μόρια ἐπεγείρεσθαι πρὸς ἀπόκρισιν. καὶ τούτου συνεχῶς γιγνομένου καὶ τῆς μὲν ἐπιρρεούσης καὶ κεντού‐ σης, τῶν δὲ ἐπεγειρομένων κατὰ διαδοχήν, γίνεται τὸ ῥῖγος. γίνεται δὲ καὶ ἀπὸ ψύξεως τῇ ἀμέτρῳ μεταβολῇ ξενιζο‐ μένης τῆς φύσεως τῶν μορίων καὶ πάλιν συνεχῶς ἐπανι‐
10σταμένων πρὸς ἀπόκρισιν. τὸ γὰρ σύμμετρον φίλον τῇ φύσει τῶν μορίων, τὸ δὲ ἄμετρον ἀλλότριον καὶ βλαβε‐ ρόν. ὁμοίως καὶ ἐπὶ τοῦ ψυχροῦ· γίνεται δὲ περίψυξις πρώτη, εἶτα ἐπιταθεῖσα φρίκη, εἶτα ἔτι μᾶλλον ῥῖγος.

2

.

66

Διὰ τί οἶνον σὺν ἄρτῳ ἐν πυρετῷ καὶ ἀδυναμίᾳ δεδώκαμεν καὶ οὐκ ἐπηυξήσαμεν τὸν πυρετὸν τῇ τοῦ οἴνου θερμότητι; ὅτι πρῶτον μὲν βραχὺν παρέχομεν καὶ ἀσθενῆ. καὶ οὕτως τῇ μετρίᾳ θερμότητι πυρούμενος θᾶτ‐
5τον ἀναδίδωται κατὰ πάντα τὰ μόρια σὺν τῇ τοῦ ἄρτου δυνάμει· καὶ οὕτως τρέφων τὰ μόρια ἐπεγείρει αὐτῶν τὰς δυνάμεις πρὸς πέψιν τοῦ νοσοποιοῦ χυμοῦ. ὁμοίως δὲ καὶ ὁ οἶνος τρέφων ῥώννυσι· γίνωσκε γὰρ ὑπὲρ πάσας τὰς τροφὰς ἰδιότητά τινα ἔχειν τὰ δύο ταῦτα πρὸς θρέψιν καὶ
10ῥῶσιν τῶν μορίων συμμέτρως δεδόμενα. καθὼς ὁ θειότατος Ὅμηρος μαρτυρεῖ λέγων· σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή. προέταξε δὲ πάλιν τὸν σῖτον τοῦ οἴνου, διὰ τὸ δύνασθαι τρέφειν καὶ μόνον χωρὶς οἴνου. μόνος δὲ ὁ οἶνος χωρὶς ἄρτου τρέφειν οὐ δύναται. εἰ δὲ καὶ
15συμβαίη τι σφάλμα, δύναται τὰ μόρια ἀνασφήλαντα διορθώ‐ σασθαι τοῦτο· καὶ ὀσφραινόμενα δὲ τὰ δύο ταῦτα τῇ οἰ‐ κείᾳ ποιότητι δύνανται ῥωννύειν παραπεμπόμενα διὰ ῥινὸς καὶ στομάχου καὶ πνεύμονος καθ’ ὅλα τὰ μόρια· ὁμοίως δὲ καὶ τὸ μῆλον ῥώννυσι ποιότητα· ὄξος μέντοι καὶ γλί‐
20χων ἀνακτᾶται λειποθυμίαν ὀσφραινόμενον τῷ διὰ τῆς ποιότητος τέμνειν τὸν ἐν τῷ στομάχῳ χυμὸν καὶ τῷ ῥων‐ νύειν διὰ τοῦ ὄξους. καὶ ἕλικες δὲ ἀμπέλων καὶ μυρρῖνα καὶ ῥόδα καὶ τὰ ὅμοια ἐπὶ τῶν πυρετῶν ὀσφραινόμενα, δύνανται καὶ ἐμψύχειν καὶ τονοῦν.

2

.

67

Διὰ τί τὸ ἔλαιον οὐδενὶ τῶν ὑγρῶν ἀναμίγνυται; ὅτι γλίσχρον ὂν καὶ παχυμερὲς καὶ ἡνωμένον καὶ μὴ τεμνό‐
μενον εἰς λεπτὰ μόρια καθάπερ τὰ ἄλλα ὑγρά, οὐ δίδωσιν χώραν ἑτέρῳ ὑγρῷ ἐγκαταβληθῆναι εἰς αὐτὸ καὶ ἀναμιχθῆ‐74
5ναι αὐτῷ· τὰ δὲ ὁμιλοῦντα ἑαυτοῖς ὁμιλεῖ τῶν κατὰ τὴν κρᾶσιν, ὡς αἱ ποιότητες τῶν στοιχείων παντελῶς ἔχουσαι τὰς πρώτας ποιότητας ἀφανιζομένας καὶ ἑτέρας γεννωμέ‐ νας, δυναμένας δὲ πάλιν ὑπὸ φύσεως χωρισθῆναι καὶ σω‐ θῆναι. τὸ δὲ μελίκρατον καὶ τὸ ὀξύκρατον μιμεῖται τὴν
10φύσιν, τῇ αἰσθήσει μὲν νομιζόμενα κατὰ κρᾶσιν, εἶναι μὴ ὄντα δὲ κατὰ ἀλήθειαν· καὶ πρὸς τὴν φύσιν οὐσιωδῶς, ὥσπερ τὰ στοιχεῖα. τὰ δὲ κατὰ παράθεσιν, ὡς ὑδρέλαιον· τὰ δὲ κατὰ μῖξιν, ὡς κριθὴ πυροῖς· τὰ δὲ κατὰ κόλλησιν, ὡς λίθος λίθῳ· τὰ δὲ κατὰ πρόσφυσιν καὶ ὁμοίως, ὡς
15αἷμα σαρκὶ ἢ μυελῷ ἢ ὀστῷ. τὰ δὲ κατὰ γόμφωσιν, ὡς ξύλον ξύλῳ διὰ γόμφων τινῶν ἐν μέσῳ βαλλομένων. τὰ δὲ κατὰ ἀντοχὴν ἑαυτῶν καὶ περιπλοκήν, ὡς κρίκος κρίκῳ. ἐπὶ δὲ ἐμψύχων, ὡς ἐπὶ παλαιόντων, κατ’ οὐδένα τούτων τῶν τρόπων μίγνυται ἡ ψυχὴ σώματι. διὰ τὸ πολλὴν
20ἐπάγεσθαι ἀντοπίαν, ἀλλὰ μᾶλλον κατ’ ἐπιτηδειότητα ὁμι‐ λεῖ σώματι ψυχὴ διὰ μέσου τινός, ὅπερ ἀμφοτέρων ἀνα‐ δεχόμενον φύσιν ποσῶς· καὶ προσφιλεῖ γινόμενον καὶ σο‐ φιζόμενον, ἀμφότερον μίγνυσι τὸ ἀσώματον τῷ σώματι, τὸ ἀθάνατον τῷ φθαρτῷ, τὸ καθαρὸν τῷ ἀκαθάρτῳ, τὸ
25θεῖον τῷ γηΐνῳ, ὡς ὁ λόγος δείξει· ἐν γὰρ τῷ ἥπατι τοῦ αἵματος πεττομένου καὶ μεταβαλλομένου ὑπὸ τῆς αὐτόθι συμμέτρου θερμότητος καὶ ὑγρότητος, γεννᾶται πνεῦμα ἀτμοειδές· τοῦτο δὲ διὰ τῆς κοίλης φλεβὸς ἀνιὸν μετὰ τοῦ αἵματος πρὸς καρδίαν, καὶ ἐπὶ πλέον θερμαινόμενον καὶ
30λεπτυνόμενον, γίνεται ἀεροειδές· καὶ πάλιν ἀναπεμπόμε‐ νον διὰ τῶν καρωτίδων ἀρτηριῶν πρὸς τὴν βάσιν τοῦ ἐγκε‐ φάλου κατὰ πρόνοιαν φύσεως ἐκεῖσε παιδαγωγούμενον κατ’ ἰδιότητά τινα φυσικὴν ὑπὸ τῆς τοῦ ἐγκεφάλου ψυχρότητος ἀποβαλὸν τὴν ἄμετρον ζέσιν, γίνεται πνεῦμα αἰθεροειδές,
35ὅπερ ὄργανόν ἐστι ψυχῆς πρὸς ἐνέργειαν· ὥσπερ ἄγριος ἵππος ὑπὸ χαλινοῦ σωφρονιζόμενος, οὕτω δὲ τοῦτο χαλινα‐ γωγούμενον ὑπό τινος ἀρρήτου φυσικῆς δυνάμεως· ἔτι γε μὴν διὰ τῆς ἀναπνοῆς ὁ εἰσιὼν ἀὴρ ἐν τῇ καρδίᾳ λεπτυ‐ νόμενος καὶ ἀνιὼν διὰ τῶν ἀρτηριῶν πρὸς ἐγκέφαλον, καὶ
40αὐτὸ τροφὴ καθίσταται τοῦ αἰθεροειδοῦς καὶ ψυχικοῦ πνεύ‐ ματος· ὅπερ εἰ μὲν σῶμα τυγχάνει, προσωκείτω τῷ σώ‐ ματι, εἰ δὲ λεπτότατον καὶ καθαρότατον καὶ διαυγέστατον φιλιοῦται, ψυχῇ λογικῇ σῶμα ἀσώματόν πως ὑπάρχον καὶ δεσμὸς ἔμμεσος τυγχάνει τῶν ἄκρων ἐναντίαν οὐσίαν ἐχόν‐75
45των· τοῦτο τὸ πνεῦμα καλῶς μὲν εὐσταθοῦν διάγει ψυχῇ πάντα κατὰ λόγον ἐνεργεῖν· ἀμέτρως δὲ ψυχόμενον καὶ πιλούμενον καὶ παχυνόμενον καὶ ἀνεπιτήδειον γινόμενον πρὸς ἐνέργειαν σύντονον ψυχῆς ποιεῖ τὰς πράξεις ἀργοτέ‐ ρας καὶ νωθροτέρας· ἀμετρότατα δὲ ψυχθὲν καὶ παχυνθὲν

2

.

67

(50)

καὶ σῶμα γενόμενον παρασκευάζει ταύτην ἀφίστασθαι διὰ τὸ ἀνεπιτήδειον τῆς οὐσίας, ὡς ἐπὶ ληθάργων καὶ κάρων καὶ πόσεως ψυχρῶν δηλητηρίων· πάλιν δὲ θερμανθὲν ἀμέ‐ τρως καὶ πλέον τοῦ δέοντος κινούμενον, παρασκευάζει ψυ‐ χὴν ἀμετρότερον ἐνεργεῖν κατὰ τὰς ἐκστάσεις τῆς ψυχῆς
55ταῖς φρενίτισιν· ἔτι δὲ πλέον τοῦτο παθὸν καὶ ἐκδαπανη‐ θὲν ποιήσει πάλιν ψυχὴν ἀφίστασθαι τῷ μὴ εὐπορεῖν τοῦ δεσμοῦντος ἀμφότερα. θεώρει δέ μοι ἕτερον ἔργον θεοῦ· ἐπειδὴ γὰρ ταύτην ἔμελλεν ἀπὸ σώματος οὐρανίου καὶ θείου κατακλείειν σώματι γηΐνῳ, σοφίζεται τὴν κάθοδον
60σχήματι, κατασκευῇ, χρώματι. αὐτὴν μὲν γὰρ τὴν κεφα‐ λὴν σφαιροειδῆ διετύπωσε, καθάπερ μικρὸν οὐρανόν· τὸν δὲ ἐγκέφαλον λαμπρὸν καὶ ἀπέριττον ἔταξε δεδωκὼς αὐτῷ πόρους ἑπτὰ τῶν κινουμένων ἀστέρων τὸν ἀριθμὸν δια‐ τυπώσας. ὑπερέχειν δὲ τοῦ παντὸς σώματος· καὶ γὰρ ὁ
65οὐρανὸς ὑπερέχει πάντα τὰ ἐν γενέσει καὶ φθορᾷ.

2

.

68

Διὰ τί τῶν ζῴων τὰ μὲν πλείονα τίκτει, τὰ δὲ ἐλάττονα; φημὶ ὅσα μὲν ἡ φύσις ὀλιγοχρόνια τέταχε, ταῦτα πεποίηκε πολύτοκα· διὰ τοῦ πλήθους τῶν τικτομένων τὸ ὀλιγοχρόνιον τῶν τικτόντων ἀναπληρώσασα, ὡς χοίρους, κύ‐
5νας, ὄρνεις, ἰχθῦς· ὅσα δὲ πολυχρόνια, ταῦτα ὀλιγοτόκα· ἤρκει γὰρ ὁ χρόνος ἀναπληρῶσαι τὴν σπάνιν τῶν τικτομέ‐ νων. ὡς ἐλέφας, ὄφις, κορώνη· τὰ δὲ μέσα πρὸς χρόνον, μέσα καὶ τῷ τοκετῷ γέγονε. καθ’ ὁμοιότητα δὲ τῶν ζῴων καὶ τὰ ἀπὸ γῆς τικτόμενα· ὁ γὰρ δημητριακὸς καρπὸς
10ὀλιγοχρόνιος ὢν πολύσπορός ἐστι· τὰ δὲ φυτὰ πολυχρό‐ νια, ὀλιγόκαρπα. πρὸς δὲ τὰ τικτόμενα καὶ τὸ πλῆθος τῶν
μαστῶν διετύπωσεν ἡ φύσις· τοῖς μὲν οὖν τετράποσιν, ἅτε καὶ μείζοσιν οὖσι τῷ σώματι καὶ κατὰ γῆν τὴν πο‐ ρείαν ποιουμένοις καὶ μὴ πάνυ κάμνουσιν, ἐντὸς τὰ τῆς76
15κυοφορίας, τοῖς δὲ πτενοῖς καὶ διὰ τὸ βραχὺ τοῦ σώμα‐ τος καὶ δι’ ἀέρος ποιεῖσθαι τὴν τροφὴν ἱπταμένοις διὰ τὸ κάμνειν, ἔξω τὰ τῆς κυοτοκίας καὶ γονοποιίας.

2

.

69

Διὰ τί τῶν τύπων ἔντακτος ἡ κίνησις τῶν παρο‐ ξυσμῶν; ὅτι τοσοῦτον σήπει φύσις τοῦ νοσοποιοῦ χυμοῦ, ὅσον δύναται καὶ πέψαι· ἐπειδὴ τοίνυν ὥρισται τὸ πεττό‐ μενον καὶ ἡ δύναμις ἐξ ἀνάγκης καὶ ὁ χρόνος. ἕκαστος δὲ
5χυμὸς ἔχει ἰδίαν ἀναθυμίασιν. ἀπὸ μὲν γὰρ τοῦ αἵματος ἀτμὸς γεννᾶται ὑγρὸς ὢν καὶ θερμός, ὥσπερ καὶ ἐπὶ λεβή‐ των θερμὸν ὕδωρ ἐχόντων ἐν τῷ πόματι εὑρίσκεται ἀτμός, καὶ ἐν βαλανείοις ἐν τῇ ὀροφῇ, καὶ νέφος ἐν ἀέρι παχύ, ὅπερ πηγνύμενον ὕδωρ πάλιν γίνεται. ἀπὸ δὲ τῆς ξανθῆς
10χολῆς λιγνύς, θερμῆς οὔσης καὶ ξηρᾶς, καθάπερ καὶ ἐπὶ λύχνων καιομένων λιγνύς· ἀπὸ δὲ τῆς μελαίνης χολῆς, αἰ‐ θάλη, καθάπερ καὶ ἐπὶ ξύλων καέντων ἡ τέφρα ξηρὰ μᾶλ‐ λον οὖσα· ἀπὸ δὲ φλέγματος καπνός, καθάπερ ἐπὶ ξύλων χλωρῶν καιομένων, ὑγρότητος καὶ παχύτητος καὶ δακνώ‐
15δους οὐσίας μετέχων. ἔχει δὲ καθόλου ἐπὶ παντὸς ὑγροῦ τὴν αὐτὴν οὐσίαν τοῦ γεννήσαντος, τὸ γεννώμενον.

2

.

70

Διὰ τί τὸ μέλι παλαιούμενον ἢ ὑπερεψόμενον πικροῦται; ὅτι ἀπόλλυσιν αὐτοῦ τὴν ὑγρότητα, ἥτις κατε‐ κρίνατο τὸ ἄγαν θερμὸν τοῦ μέλιτος· τοῦτο δὲ πάσχει καὶ πᾶν ὑγρὸν γλυκείας μετέχον ποιότητος, ὡς οἶνος καὶ
5σίραιον. ὅθεν τῷ χρόνῳ καὶ παχύνονται καὶ μειοῦνται· ὥσπερ δὲ οἶνός ἐστι τετραμερής, ἔχων ἄνθος τὸ ἐπιπολάζον, κουφότατον ὄν, καὶ τρῦγα ὑφιζάνουσαν παχεῖαν οὖσαν, καὶ τὴν ὑγρότητα τὴν τῷ χρόνῳ δαπανωμένην, καὶ αὐτὸ τὸ οἰνῶδες καὶ τρόφιμον, τὸν αὐτὸν τρόπον καὶ τὸ μέλι·
10τοῦτο δὲ ἐν αὐτῷ ὑγρὸν περίττωμα μετέχει τινὸς ῥυπτι‐ κῆς δυνάμεως· ὅθεν ὠμὸν μὲν ῥύπτειν, ἑψόμενον δὲ τρέφειν μόνον τῷ ἀναλίσκεσθαι ὑπὸ τοῦ πυρὸς τὸ περιτ‐ τὸν τὸ ἐν αὐτῷ. τὰ μέντοι ἐλαιώδη παλαιούμενα, τάγγην ὑπομένει, ὡς βούτυρον, ὕσωπος, ἔλαιον, λίπος· ἑκάστη
15δὲ ποιότης ἐκ κράσεως καὶ ποιότητός ἐστιν ἰδίας. ἡ γὰρ
γλυκύτης ἐκ θερμότητος πλείονος καὶ ξηρότητος. ἡ δὲ δριμύτης ἐκ θερμότητος πλείονος καὶ ξηρότητος· ἡ δὲ ἁλμυρότης ἐκ ξηρότητος πλείονος καὶ ψυχρότητος ὀλίγης. ἡ δὲ ὀξώδης ἐκ ψυχρότητος πλείονος καὶ ὑγρότητος. ἡ δὲ77
20στρυφνότης ἐκ ξηρότητος ὀλίγης καὶ πλείονος ψυχρότητος. ἡ δὲ αὐστηρότης ἐξ ἐπιτεταμένης πλείονος ξηρότητος καὶ ψυχρότητος· ἡ δὲ πικρότης ἐκ ξηρότητος πλείονος καὶ θερ‐ μότητος· τὸ δὲ λιπῶθες ἐξ ὑγρότητος πλείονος καὶ βρα‐ χείας θερμότητος.

2

.

71

Διὰ τί οἱ μεθύοντες ἄγαν στρεφόμενοι πάντα ὁρῶσιν; ὅτι ἐκ τοῦ πολλοῦ οἴνου πλείων αὐτοῖς ἀναθυ‐ μιάσις γέγονεν ἀτμώδους πνεύματος πρὸς ἐγκέφαλον. τοῦτο δὲ μὴ δυνάμενον διαφορηθῆναι πρὸ πέψεως, ἀπὸ τοῦ χρό‐
5νου φυγεῖν μὴ ἔχον, τὸν ἐγκέφαλον περιδινεῖται πάντα καὶ οὕτως τεταραγμένος ἐξίησι διὰ τοῦ ὀπτικοῦ νεύρου καὶ τῆς κόρης ἐπὶ τὰ ὁρατά, καὶ τοιαῦτα αὐτοῖς φαίνεσθαι ποιεῖ πάντα. τὸ γὰρ ἔνδον πάθος ἔξω φαντάζονται, ὅθεν καὶ ἰλιγγιῶσι σκοτοδινιῶντος ἀπὸ τῆς ἔξωθεν ἴλιγγος τῶν ὑδά‐
10των καὶ τῆς περιστροφῆς δεξάμενον τοὔνομα. ὅπερ δὲ ἐξ οἴνου γίνεται, τοῦτο καὶ ἀπὸ χυμῶν, ἀτμὸν πολὺν γεννών‐ των καὶ πληρούντων τὸ ἐγκέφαλον καὶ ποιούντων τὸ σκο‐ τοματικὸν λεγόμενον πάθος.

2

.

72

Διὰ τί εἰ τὰ νεῦρα παρ’ ἐγκεφάλου καὶ νωτίου μυελοῦ πέμπεται τοῖς μορίοις, οὐχ ἡ αὐτὴ ἐνέργεια ἀλλὰ διάφορος; ὅτι οὐ μόνον παρὰ συνουσίαν τοῦ μορίου ἐξ‐ αλάττεται ἡ ἐνέργεια, ἀλλὰ καὶ παρὰ τὴν τοιάνδε κατα‐
5σκευὴν αὐτοῦ· ἄλλη γὰρ κατασκευὴ καὶ διάπλασις τοῦ νεύ‐ ρου τοῦ ὀπτικοῦ καὶ ἄλλη τοῦ ἀκουστικοῦ, ἑτέρα δὲ τοῦ γευστικοῦ καὶ ἄλλη τοῦ στόματος τῆς κοιλίας καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. τὸ μὲν γὰρ ὀπτικὸν τέτρηται νεῦρον· τὸ δὲ ἀκουστικὸν ἐξήπλωτο μᾶλλον· πλέον δὲ ἔτι τὸ γευστι‐
10κόν. τὸ δὲ τοῦ στόματος τῆς κοιλίας περιειλεῖται μᾶλλον, τὸ δὲ τῆς κοιλίας ἐξήπλωται σφαιροειδῶς. οὕτω γὰρ καὶ ἐπὶ κιθάρας. ἡ μὲν παχυτέρα νευρά, μᾶλλον φθόγγον ἀποτελεῖ, ἡ δὲ ἰσχυροτέρα ἕτερον. καὶ ἡ τεταμένη μᾶλ‐ λον ἕτερον, καὶ ἡ ἀνειμένη ποσῶς, ἄλλον· καὶ ἐπὶ τῶν
15λοιπῶν δὲ ὀργάνων τὸ αὐτὸ θεωρήσεις, ἥπατος καὶ σπλη‐
νός. ἡ στοιβοειδὴς σὰρξ, ἣ καὶ παρέγχυμα λεγομένη, ἐπὶ δὲ νεφρῶν καὶ καρδίας σαρκός τις ἰδιότης. ἐπὶ δὲ στομά‐ χου αἱ μὲν ὄρθιαι ἶνες ἕλκουσιν, αἱ δὲ πλάγιαι ὠθοῦσιν· ἐπὶ δὲ ἄλλων μορίων αἱ λοξαὶ κατέχουσιν ὡς ἐπὶ μήτρας.78
20καὶ αἱ μὲν φλέβες, καὶ ἀρτηρίαι καὶ οἱ ὑμένες ἐπὶ ἑκάστου μορίου χρείας λόγον ἐπέχουσι κοινὰ ὄντα καὶ ἐπὶ πάντων εὑρισκόμενα· τὸ δὲ ἴδιον καὶ ἀκοινώνητόν ἐστιν, ὃ καὶ ποιεῖ κυρίως τὴν ἐνέργειαν.

2

.

73

Διὰ τί αἱ κυοφοροῦσαι περὶ δεύτερον καὶ τρίτον μῆνα κιττῶσιν; ὅτι ἡ φύσις διὰ τὴν τοῦ ἐμβρύου διάπλα‐ σιν τὸ καταμήνιον συνάγει πᾶν ἐν τῇ μήτρᾳ. τοῦτο δὲ ἂν εὑρεθῇ ποσως κακόχυμον κατὰ ἀνάδοσιν τῶν ἀγγείων,
5πληροῖ τὸ στόμα τῆς γαστρός, τοῦτο δὲ κινούμενον ὑπὸ μοχθηρᾶς ποιότητος, ἐπεγείρεται πρὸς ὄρεξιν ἀλλοκότων τροφῶν· ἐπιθυμοῦσι δὲ πρὸς τὸν ὑποκείμενον χυμόν. εἰ μὲν γὰρ εἴη μελαγχολικός, εἰ οὕτως ἔτυχεν, ὀρέγονται ἀσβόλης ἢ ὀστράκων· εἰ δὲ φλέγμα ὀξύ, τῶν ὀξωδῶν· εἰ
10δὲ λεκινθώδης χολὴ τῶν κισσωδῶν· εἰ δὲ μῖξίς τις εἴη ποι‐ κίλη, ἀλλοκότων ὀρέξεων. ὅτι δὲ τοῦτο ἀληθὲς ὑπάρχει, δῆλον ἐκ τοῦ μὴ πάσαις τοῦτο γίνεσθαι, αἷς τὸ συναγό‐ μενον αἷμα χρηστόν ἐστι καὶ ἀπέριττον· μετὰ δὲ τρίμη‐ νον παύεται ἡ κίττα, τῷ λοιπὸν πλασθὲν καταναλίσκειν
15τὸ πλεονάζον τοῦ αἵματος καὶ μηκέτι ἀναπέμπεσθαι πρὸς τὸν στόμαχον. τοῦτο πάσχουσι καί τινες βουλιμιῶντες καὶ κολικευόμενοι τῷ πάλιν πληροῦσθαι τὸ στόμα τῆς γαστρὸς ἀλλοκότων χυμῶν· ὅθεν τὸ καθαρτήριον αὐτοὺς μεγάλους ὠφελεῖ. εἴρηται δὲ κίττα ἀπὸ τοῦ ὀρνέου τοῦ ἀεὶ βώλους
20κατεσθίοντος· ἢ ὅτι ποικίλον ἐστὶ τῷ χρώματι καὶ ἀλλό‐ κοτον ὥσπερ ἡ τούτων ἐπιθυμία.

2

.

74

Διὰ τί τὸ φθινόπωρον ἀνώμαλον κατὰ τὴν κρᾶ‐ σιν ἔχον κατὰ τὴν αὐτὴν ἡμέραν καὶ θάλπος καὶ κρύος; τινές φασι φύσιν ἔχειν τοιαύτην αὐτὸ ἄρρητον μοχθηράν· τινὲς δὲ τῶν φυσικῶν, ὅτι ὁ ἥλιος ταύτην τὴν ζώνην κι‐
5νούμενος τοῦ ζωδιακοῦ καὶ τὴν γῆν οὕτω τρέπει· ἄλλοι δὲ ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἄνεμοι τοιοῦτοι πνέουσιν ἀνώμαλοι καὶ διάφοροι. οἱ δὲ ὅτι ἡ γῆ ὑπερκαεῖσα ὑπὸ τῆς ἀμέτρου θερμότητος τοῦ θέρους εἰς ψυχρότητα μετέβα‐
λεν καὶ τοιαύτην αὖραν ἀναπέμπει τοῦ ἀέρος ἔτι θερμο‐79
10τέρου ὄντος. οἱ δὲ λέγοντες ὅτι μέσον ὂν θέρους καὶ χει‐ μῶνος καὶ τῆς τῶν ἐναντίων μετέχει κράσεως, ψεύδονται· οὐδὲν γὰρ ἧττον καὶ τὸ ἔαρ· γίνωσκε δὲ ὅτι τὸ νυχθήμε‐ ρον μιμεῖται τῶν τεσσάρων ὡρῶν τὴν κρᾶσιν. τὸ μὲν γὰρ ὑπὸ τὴν ἕω μέρος αὐτῆς ἔοικε τῷ ἔαρι, ἡ δὲ μεσημβρία
15θέρει, τὸ δὲ μετὰ τοῦτο ἄχρις ἑσπέρας φθινοπώρῳ, ἡ δὲ νὺξ χειμῶνι, ψυχρὰ καὶ ὑγρὰ οὖσα τῇ ἀπουσίᾳ τοῦ ἡλίου.

2

.

75

Διὰ τί ὁ κόπος ποιεῖ ὕπνον, εἴγε ὁ κόπος ξηραί‐ νει τὸ σῶμα, ἡ δὲ ξηρότης ἀγρυπνίαν ποιεῖ; φημὶ ὅτι οὐ κυρίως ὁ κόπος ὕπνον ποιεῖ, ἀλλὰ διὰ μέσου τινός. λέγω δὴ τῆς ψυχρότητος καὶ τῆς ἀπωλείας τῆς ὑγρότητος· ὁ
5γὰρ κόπος κυρίως ξηρότητα ποιεῖ, ἡ δὲ τῆς ὑγρότητος ἀπώλεια καθαίρει τὴν θερμότητα ἀπωλείᾳ τροφῆς· κα‐ θαίρεσις δὲ θερμότητος, αὔξησις ψυχρότητος· ἡ οὖν φύ‐ σις τῇ καταδαπάνῃ τῆς ὑγρᾶς τροφῆς καὶ τοῦ ζῳτικοῦ πνεύματος ἀναπαύεται πρὸς τὸ πάλιν συνάξαι τὴν ἀπολ‐
10λυμένην ὑγρότητα.

2

.

76

Διὰ τί κίων ἢ ἕτερόν τι βάρος κατὰ μὲν ὕδατος ῥιπόμενον βυθίζεται, ἐν δὲ σανίσι βαλλόμενον, οὐκέτι ὡς ἐν πλοίῳ; φημὶ ὅτι μεγίστην δύναμιν ἔχων ὁ ἀὴρ κατὰ κουφότητος διεισδύνων εἰς τοὺς πόρους τῶν σανίδων ἐπι‐
5νήχεσθαι ποιεῖ ταύτας, εἰ καὶ βάρη ἔχουσιν ἐπικείμενα· ὁ μέντοι κίων ἢ ὁ σίδηρος πυκνοπόρος ὢν καὶ διὰ τοῦτο βαρὺς οὐκ ἐπινήχεται τῷ μὴ ἐπιδέχεσθαι πνεῦμα· οὕτω γὰρ καὶ οἱ ἐν ὕδασιν ἀπολλύμενοι παρὰ αὐτὰ μὲν βυθί‐ ζονται. μετὰ δὲ ἡμέρας τινὰς ἀναπλέουσιν· ἐν γὰρ τῷ
10σήπεσθαι τὸ σῶμα πνεῦμα γεννᾶται. τοῦτο δὲ πληροῦν τοὺς πόρους καὶ τὰ τοῦ πνεύμονος βρόγχια, κοῦφον ἀποτελεῖ τὸ σῶμα πρὸς τὸ ἀναπλεῖν· ὅθεν καὶ ἱστοροῦσί τινα κατὰ θάλασσαν κακοῦργον αὐτὸ τοῦτο γινώσκοντα μετὰ τὸν φό‐ νον ἀνατέμνοντα, λέγεται αὐτῶν τὸν πνεύμονα, καὶ οὕτω
15ῥίπτειν εἰς τὸ ὕδωρ πρὸς τὸ μὴ ἀναπλεῖν καὶ λανθάνειν διὰ τοῦτο. καὶ τὰ μὲν ἀπαθῆ τῶν ᾠῶν εἰς ὕδωρ βαλ‐ λόμενα βυθίζεται, τὰ δὲ ἀφανασθέντα καὶ ἐξουρίσαντα ἐπινήχεται τῷ τὰ ἐν αὐτοῖς ὑγρὰ ἐξυδαρωθῆναι καὶ ἐμ‐
πνευματωθῆναι.80