TLG 0732 001 :: ALEXANDER :: De mixtione

ALEXANDER Phil.
(Aphrodisiensis: A.D. 2–3)

De mixtione

Source: Bruns, I. (ed.), Alexandri Aphrodisiensis praeter commentaria scripta minora [Commentaria in Aristotelem Graeca, suppl. 2.2] Berlin: Reimer, 1892: 213–238.

Citation: Page — (line)

Mixt
.

213

(1t)

ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΕΩΣ ΠΕΡΙ ΚΡΑΣΕΩΣ ΚΑΙ ΑΥΞΗΣΕΩΣ.
2 * * * πῶς δ’ ἂν παραδέξαιτό τις τὸ ἐν τῇ τοιαύτῃ κράσει τῶν σωμάτων ἕκαστον τῶν κιρναμένων φυλάττειν δύνασθαι τὴν οἰκείαν ἐπιφάνειαν, ὡς ὁμοῦ μὲν μηδὲ τὸ τυχὸν αὐτοῦ μόριον εἶναί [τε] καθ’ αὑτὸ κεχωρισμένον
5θατέρου, ὁμοῦ δὲ φυλάττειν ἕκαστον αὐτῶν τὴν ἐπιφάνειαν τὴν ἑαυτοῦ, ἣν εἶχε καὶ πρὸ τῆς κράσεως; τοῦτο γὰρ ὑπεραίρει καὶ τὰς ἐν τοῖς μύθοις παραδοξολογίας, ὃ τίθησι Χρύσιππος ὅσον ἐν τούτῳ τὸ δύνασθαι τὰ κε‐ κραμένα χωρίζεσθαι πάλιν. τοῦ τε γὰρ λέγειν δύνασθαι χωρίζεσθαι τὰ κεκραμένα, ἀλλὰ καὶ τοῦ μηδ’ ὅλως κιρνᾶσθαί τινα δύνασθαι λέγειν μα‐
10κρῷ παραδοξότερον καὶ παρὰ τὰς ἁπάντων ἐννοίας τὸ λέγειν ὁμοῦ μὲν δι’ ὅλων ἀλλήλων χωρεῖν τινα σώματα, ὡς μηδὲν αὐτῶν μόριον εἶναι καθ’ αὑτό, ὁμοῦ δ’ ἕκαστον αὐτῶν ὑπὸ τῆς οἰκείας ἐπιφανείας περιέχεσθαι, ὑφ’ ἧς περιείχετο καὶ πρὸ τῆς μίξεως. τό τε οὖν σῶμα διὰ σώματος † οὐδεμιᾶς ἐλάττω διαφορὰν ἔχειν συμβέβηκε τῶν κατὰ φιλοσοφίαν δογμά‐
15των καὶ τῶν περὶ μίξεώς τε καὶ κράσεως λόγων. οὐ γὰρ μόνον διηνέ‐ χθησαν πρὸς ἀλλήλους περὶ τοῦδε τοῦ δόγματος οἱ μίαν ὕλην ὑποκεῖσθαι πᾶσι τοῖς ἐν γενέσει σώμασιν λέγοντες πρὸς τοὺς ἐκ διωρισμένων τε καὶ κεχωρισμένων σωμάτων ποιοῦντας αὐτήν (ὧν οἱ μὲν ἄτομα σώματα ἄπειρα τῷ πλήθει, κατὰ σχῆμα καὶ μέγεθος μόνον τὴν πρὸς ἄλληλα διαφορὰν
20ἔχοντα, τὰς ἀρχὰς καὶ τὰ στοιχεῖά φασιν εἶναι, καὶ τῇ τούτων συνθέσει τε καὶ ποιᾷ περιπλοκῇ ἔτι τε τάξει καὶ θέσει τἆλλα γίνεσθαι· ἐφ’ ἧς δό‐ ξης πρῶτοι μὲν Λεύκιππός τε καὶ Δημόκριτος γενέσθαι δοκοῦσιν, ὕστεροι
δὲ Ἐπίκουρός τε καὶ οἱ τὴν αὐτὴν τούτῳ τραπέντες· οἱ δὲ αὐτῶν,213
Mixt
.

214

οὐκ ἀτόμους, ὁμοιομερῆ δέ τινά φασιν ἄπειρα εἶναι σώματα, ἐξ ὧν ἡ τῶν αἰσθητῶν γένεσις σωμάτων γινομένη κατὰ σύγκρισιν καὶ σύνθεσιν, ἧς δόξης Ἀναξαγόρας τε καὶ Ἀρχέλαος δοκοῦσι γεγονέναι· ἤδη δέ τινες καὶ ἀμερῆ τινα σώματα τὰς ἀρχὰς καὶ στοιχεῖα τῶν πάντων προήχθησαν εἰπεῖν·
5ἔστι δέ τις δόξα καὶ ἐξ ἐπιπέδων τὴν γένεσιν ποιοῦσα τῶν σωμάτων καὶ ἐξ ἀριθμῶν τις ἄλλη), οὐ δὴ πρὸς ἀλλήλους μόνον, ὡς ἔφην, οὗτοι διη‐ νέχθησαν κατὰ τὴν πρὸς τὰς ἀρχὰς διαφόρους οὔσας ἀκολουθίαν καὶ τὰς κράσεις διαφόρως γίνεσθαι λέγοντες, ἀλλὰ καὶ αὐτῶν τῶν ἡνωμένην τὴν ὕλην λεγόντων καὶ πάλιν αὖ τῶν διωρισμένην τε καὶ κεχωρισμένην ἐστί τις
10πρὸς ἀλλήλους διαφωνία. αἰτία δ’ αὐτοῖς τῆς διαστάσεως τῆς τοσῆσδε ἡ χαλεπότης τοῦ δόγματος. 〈τῷ〉 μὲν γὰρ ἐναργὲς εἶναι κιρνᾶσθαί τινα τῶν σωμάτων πρὸς ἄλληλα πάντες σχεδὸν οἱ περὶ φύσεώς τε καὶ τῶν γινομένων φύσει φιλοσοφοῦντες ἦλθον ἐπὶ τὸ ζητεῖν τὴν αἰτίαν αὐ‐ τοῦ, τῷ δ’ εἶναι χαλεπήν τε αὐτοῦ τὴν εὕρεσιν καὶ ἑκάστῃ τῶν ἀπο‐
15διδομένων αἰτιῶν οἰκείας τινὰς ἕπεσθαι δυσχερείας ἄλλος ἄλλῃ ἀπετρά‐ πετο. Διὸ οὐ χεῖρον καὶ ἡμᾶς περὶ αὐτῆς διαλαβεῖν καὶ μηνῦσαι τὰ δο‐ κοῦντα ἡμῖν εὐλογώτερα λέγεσθαι τῶν περὶ κράσεως εἰρημένων τοῦ δοκεῖν οὕτως ἔχειν παρεχομένους τὰς αἰτίας. Δημόκριτος μὲν οὖν ἡγούμενος τὴν λεγομένην κρᾶσιν γίνεσθαι κατὰ παράθεσιν σωμάτων, διαιρουμένων τῶν
20κιρναμένων εἰς μικρὰ καὶ τῇ παρ’ ἄλληλα θέσει τὴν μῖξιν ποιουμένων, οὐδὲ τὴν ἀρχήν φησιν εἶναι πρὸς ἀλήθειάν τινα κεκραμένα, ἀλλ’ εἶναι τὴν δοκοῦσαν κρᾶσιν παράθεσιν σωμάτων ἀλλήλοις κατὰ μικρὰ σωζόντων αὐ‐ τῶν ἑκάστου τὴν οἰκείαν φύσιν, ἣν εἶχον καὶ πρὸ τῆς μίξεως· δοκεῖν δ’ αὐτὰ κεκρᾶσθαι τῷ τὴν αἴσθησιν διὰ μικρότητα τῶν παρακειμένων μηδε‐
25νὸς αὐτῶν αἰσθάνεσθαι δύνασθαι μόνου. φιλαλήθως τε καὶ φιλοσόφως οὐκ ὤκνησεν εἰπεῖν τὸ ἑπόμενον τοῖς οὕτω τὰς κράσεις λέγουσι γίνεσθαι. παραθέσει δὲ τοιαύτῃ τὰς κράσεις ἀνάπτουσι καὶ οἱ τὰς ὁμοιομερείας ὕλην εἶναι τῶν γινομένων λέγοντες. Ἐπίκουρος δὲ φεύγειν βουλόμενος τὸ ὑπὸ Δημοκρίτου ῥηθὲν ἕπεσθαι [βούλεται] τοῖς παραθέσει τῶν κιρναμένων τὴν
30κρᾶσιν γίνεσθαι λέγουσι παραθέσει μέν τινων σωμάτων καὶ αὐτὸς τὰς
κράσεις γίνεσθαι λέγει, ἀλλ’ οὐκ αὐτῶν τῶν μιγνυμένων σωμάτων σωζο‐214
Mixt
.

215

μένων ἐν τῇ διαιρέσει, ἀλλ’ ἀναλυομένων εἰς τὰ στοιχεῖα καὶ τὰς ἀτό‐ μους, ἐξ ὧν ἕκαστον αὐτῶν συγκείμενόν πως τὸ μὲν οἶνος ἦν, τὸ δὲ ὕδωρ, τὸ δὲ μέλι, τὸ δὲ ἄλλο τι, ἔπειτα ποιᾷ τούτων τῶν σωμάτων, ἐξ ὧν ἦν τὰ κιρνάμενα πρὸς ἄλληλα, συνθέσει γεννώντων τὸ κεκραμένον σῶμα,
5συμμιγνυμένων 〈οὐχ〉 ὕδατός τε καὶ οἴνου, ἀλλὰ τῶν ὑδροποιῶν ἀτόμων, ὡς ἂν εἴποι τις, ταῖς οἰνοποιοῖς, φθορᾷ τε καὶ γενέσει τινῶν τὴν κρᾶσιν γίνεσθαι λέγων· 〈ἡ〉 γὰρ εἰς τὰ στοιχεῖα ἀνάλυσις ἑκάστου καὶ ἡ ἐκ τῶν στοιχείων σύνθεσις αὐτῶν 〈τὸ μὲν γένεσισ〉, τὸ δὲ φθορά. τούτων μὲν οὖν οὔτε οἱ τὴν παράθεσιν αἰτιώμενοι τῆς κράσεως οὔθ’ οἱ τὴν εἰς τὰ στοι‐
10χεῖα ἀνάλυσιν τὴν περὶ τῆς κράσεως σώζουσι πρόληψιν, εἴ γε ἡ μὲν κρᾶ‐ σις εἶναι δοκεῖ ἐν ἑνώσει τῶν κεκραμένων, ὡς μηδὲν μόριον τοῦ κράματος ἄμικτον εἶναί τινος τῶν σωμάτων, ἐξ ὧν τὸ κεκραμένον, οὔτε δὲ ἡ παρά‐ θεσις ἕνωσις, οὔτε ἡ φθορά τε καὶ ἀναστοιχείωσις μῖξίς ἐστι· ἡ γὰρ μῖξις σωζομένων γενέσθαι δοκεῖ. οὐ γὰρ αὐτὰ μιγνύουσιν οἱ τοῦτον τὸν τρόπον
15τὴν κρᾶσιν γίνεσθαι λέγοντες, ἀλλ’ ἐξ ὧν ἐστι ταῦτα ἐκεῖνα μιγνύουσιν. εἰ δὲ ἐκ τῶν αὐτῶν στοιχείων οἷόν τε καὶ ὕδωρ καὶ οἶνον γενέσθαι τῇ ποιᾷ συνθέσει τε καὶ περιπλοκῇ τῆς τῶν γινομένων ἐξ αὐτῶν διαφορᾶς γεννωμένης, οὐδ’ ὅλως ἂν ἔτι κρᾶσις τούτων γίνοιτο τῷ τῇ ἀναστοιχειώσει φθείρεσθαι ταῦτα, καθ’ ἃ ἡ κρᾶσις τῶν κιρναμένων γίνεται. γίνεται μὲν
20γὰρ ἡ κρᾶσις διαφερόντων τινῶν κατὰ ποιότητα, ἀναιρεῖται δὲ ἡ κατὰ τοῦτο διαφορὰ τοῖς ἔχουσιν αὐτὴν ἐν τῇ τῶν αὐτῶν ποιᾷ συνθέσει τῆς συνθέσεως αὐτῶν ἀναιρεθείσης. † ὃ ἴσως δὲ καὶ τοῖς ἐξ ἐπιπέδων γεννῶσι τὰ σώματα ἡ κρᾶσις γίνεται κατὰ ἀναστοιχείωσίν τινα. εἰ μὲν οὖν ἦν ἔχουσά τι ἥδε ἡ περὶ τῶν ἀρχῶν δόξα εὔλογον, ἴσως ἐπὶ πλέον ἔδει τὴν
25ἐξέτασιν ποιεῖσθαι τῆς τοῦτον τὸν τρόπον γίνεσθαι λεγομένης κράσεως, ἐλεγχομένης δὲ ἐκείνης περιττὸν τὸ ζητεῖν ἔτι, εἰ κατὰ παράθεσιν μερῶν ἢ μῖξιν ἀτόμων ἢ ἐπιπέδων ἢ ἀμερῶν τινων σωμάτων ἡ κρᾶσις γίνεται. διὸ περὶ μὲν τῆς τῶν τοιαύταις ἀρχαῖς χρωμένων διαφωνίας τε πρὸς ἀλ‐ λήλους καὶ δόξης περὶ κράσεως οὐδὲν δεῖ μηκύνειν τὸν λόγον. οὐ γὰρ
30ἐπίδειξις ἡμῖν ἱστορίας καὶ πολλῆς γνώσεως τὸ προκείμενον, ἀλλ’ ἐξέτασίς τε καὶ ζήτησις τοῦ, πῶς ἄν τις λέγων γίνεσθαι τὰς κράσεις τῶν σωμάτων
συμφώνως λέγοι ταῖς περὶ αὐτῶν αἰσθήσεσί τε καὶ κοιναῖς προσλήψεσι.215
Mixt
.

216

Μετέλθωμεν δὲ ἐπὶ τοὺς κοινῶς ἡνῶσθαι τὴν ὕλην λέγοντας καὶ μίαν πᾶσι τοῖς γινομένοις καὶ τὴν αὐτὴν ὑποθέντας, ὧν καὶ αὐτῶν παραιτησάμενοι τὰς ἐπιπολαιότερόν τε καὶ προχειρότερον εἰρημένας τὰς μάλιστα δοκούσας ἔχεσθαί τινος λόγου αὐτὰς ἐξετάσωμεν προχειρισάμενοι. τῶν δὴ ἡνῶσθαι
5τὴν ὕλην λεγόντων δοκοῦσι μάλιστά τε καὶ περὶ κράσεως οἱ ἀπὸ τῆς Στοᾶς περὶ κράσεως διαλαμβάνειν. οὔσης δὲ καὶ ἐν τούτοις πολυφωνίας (ἄλλοι γὰρ ἄλλως αὐτῶν τὰς κράσεις γίνεσθαι λέγουσιν), ἡ μάλιστα δοκοῦσα δό‐ ξα εὐδοκιμεῖν παρ’ αὐτοῖς περὶ κράσεώς ἐστιν ἡ ὑπὸ Χρυσίππου λεγομέ‐ νη. τῶν γὰρ μετ’ αὐτὸν οἱ μὲν Χρυσίππῳ συμφέρονται, οἱ δέ τινες αὐ‐
10τῶν τῆς Ἀριστοτέλους δόξης ὕστερον ἀκοῦσαι δυνηθέντες πολλὰ τῶν εἰ‐ ρημένων ὑπ’ ἐκείνου περὶ κράσεως καὶ αὐτοὶ λέγουσιν ὧν εἷς ἐστι καὶ Σωσιγένης, ἑταῖρος Ἀντιπάτρου οἷς οὐ δυνάμενοι πάντῃ συμφέρεσθαι διὰ τὴν ἐν τοῖς ἄλλοις διαφωνίαν ἐν πολλοῖς αὑτοῖς λέγοντες εὑρίσκονται μαχόμενα. ἔστι δὲ ἡ Χρυσίππου δόξα περὶ κράσεως ἥδε· ἡνῶσθαι μὲν
15ὑποτίθεται τὴν σύμπασαν οὐσίαν, πνεύματός τινος διὰ πάσης αὐτῆς διή‐ κοντος, ὑφ’ οὗ συνέχεταί τε καὶ συμμένει καὶ σύμπαθές ἐστιν αὑτῷ τὸ πᾶν, τῶν δὲ μιγνυμένων ἐν αὐτῇ σωμάτων τὰς μὲν παραθέσει μίξεις γί‐ νεσθαι λέγει, δύο τινῶν ἢ καὶ πλειόνων οὐσιῶν εἰς ταὐτὸν συντεθειμένων καὶ παρατιθεμένων ἀλλήλαις, ὥς φησιν, καθ’ ἁρμήν, σωζούσης ἑκάστης
20αὐτῶν ἐν τῇ τοιαύτῃ παραθέσει κατὰ τὴν περιγραφὴν τὴν οἰκείαν οὐσίαν τε καὶ ποιότητα, ὡς ἐπὶ κυάμων φέρε εἰπεῖν καὶ πυρῶν ἐν τῇ παρ’ ἀλλή‐ λους θέσει γίνεται, τὰς δέ τινας συγχύσει δι’ ὅλων τῶν τε οὐσιῶν αὐτῶν καὶ τῶν ἐν αὐταῖς ποιοτήτων συμφθειρομένων ἀλλήλαις, ὡς γίνεσθαί φησιν ἐπὶ τῶν ἰατρικῶν φαρμάκων κατὰ σύμφθαρσιν τῶν μιγνυμένων, ἄλλου τι‐
25νὸς ἐξ αὐτῶν γεννωμένου σώματος· τὰς δέ τινας γίνεσθαι μίξεις λέγει δι’ ὅλων τινῶν οὐσιῶν τε καὶ τῶν τούτων ποιοτήτων ἀντιπαρεκτεινομένων ἀλ‐ λήλαις μετὰ τοῦ τὰς ἐξ ἀρχῆς οὐσίας τε καὶ ποιότητας σώζειν ἐν τῇ μί‐ ξει τῇ τοιᾷδε, ἥντινα τῶν μίξεων κρᾶσιν ἰδίως εἶναι λέγει. τὴν γὰρ δύο ἢ καὶ πλειόνων τινῶν σωμάτων ὅλων δι’ ὅλων ἀντιπαρέκτασιν ἀλλήλοις
30οὕτως, ὡς σώζειν ἕκαστον αὐτῶν ἐν τῇ μίξει τῇ τοιαύτῃ τήν τε οἰκείαν οὐσίαν καὶ τὰς ἐν αὐτῇ ποιότητας, λέγει κρᾶσιν εἶναι μόνην τῶν μίξεων.
εἶναι γὰρ ἴδιον τῶν κεκραμένων τὸ δύνασθαι χωρίζεσθαι πάλιν ἀπ’ ἀλλή‐216
Mixt
.

217

λων, ὃ μόνως γίνεται τῷ σώζειν ἐν τῇ μίξει τὰ κεκραμένα τὰς αὑτῶν φύσεις. τὸ δὲ ταύτας τὰς διαφορὰς εἶναι τῆς μίξεως πειρᾶται πιστοῦσθαι διὰ τῶν κοινῶν ἐννοιῶν, μάλιστα δὲ κριτήρια τῆς ἀληθείας φησὶν ἡμᾶς παρὰ τῆς φύσεως λαβόντας. ἄλλην γοῦν φαντασίαν ἔχειν ἡμᾶς τῶν καθ’
5ἁρμὴν συγκειμένων, καὶ ἄλλην τῶν συγκεχυμένων τε καὶ συνεφθαρμένων, καὶ ἄλλην τῶν κεκραμένων τε καὶ ἀλλήλοις δι’ ὅλων ἀντιπαρεκτεινομένων οὕτως, ὡς σώζειν ἕκαστον αὐτῶν τὴν οἰκείαν φύσιν. ἣν διαφορὰν φαντα‐ σιῶν οὐκ ἂν εἴχομεν, εἰ πάντα τὰ ὁπωσοῦν μιγνύμενα παρέκειτο ἀλλήλοις καθ’ ἁρμήν. τὴν δὲ τοιαύτην ἀντιπαρέκτασιν τῶν κιρναμένων ὑπολαμβάνει
10γίνεσθαι χωρούντων δι’ ἀλλήλων τῶν κιρναμένων σωμάτων, ὡς μηδὲν μόριον ἐν αὐτοῖς εἶναι μὴ μετέχον πάντων τῶν ἐν τῷ τοιούτῳ κεκραμένῳ μίγματι. οὐκέτι γὰρ ἄν, εἰ μὴ τοῦτο εἴη, κρᾶσιν, ἀλλὰ παράθεσιν τὸ γι‐ νόμενον εἶναι. Τοῦ δὲ τοῦτο οἴεσθαι γίνεσθαι πίστεις φέρουσιν οἱ προι‐ στάμενοι τῆσδε τῆς δόξης τό τε πολλὰ τῶν σωμάτων σώζειν τὰς ἑαυτῶν
15ποιότητας ἐπί τ’ ἐλαττόνων ἐναργῶν ὄγκων καὶ ἐπὶ μειζόνων ὄντα (ὡς ὁρᾶν ἔστιν ἐπὶ τοῦ λιβανωτοῦ, ὃς ἐν τῷ θυμιᾶσθαι λεπτυνόμενος ἐπὶ πλεῖστον τὴν αὑτοῦ φυλάσσει ποιότητα), ἔτι τε τὸ πολλὰ εἶναι, ἃ καθ’ ἑαυτὰ μὴ οἷά τε ὄντα ἐπί τι ἐλθεῖν μέγεθος ὑπ’ ἄλλων βοηθούμενα ἐπ’ αὐτὸ πρόεισι. τὸν γοῦν χρυσὸν ὑπό τινων μιγνυμένων φαρμάκων ἐπὶ
20πλεῖστον χεῖσθαί τε καὶ λεπτύνεσθαι, ἐφ’ ὅσον καθ’ αὑτὸν ἐλαυνόμενος οὐκ ἐδύνατο. καὶ ἡμεῖς δέ, ἃ καθ’ αὑτοὺς ὄντες οὔκ ἐσμεν οἷοί τε ἐνερ‐ γεῖν, σὺν ἄλλοις ἐνεργοῦμεν. τούς τε γὰρ ποταμοὺς διαβαίνομεν ἀλλήλων ἐφαπτόμενοι, οὓς οὐχ οἷοί τέ ἐσμεν διαβαίνειν καθ’ αὑτούς. καὶ βάρη τινὰ φέρομεν μετ’ ἄλλων, ὧν τὸ ἐπιβάλλον ἡμῖν μέρος μόνοι γενόμενοι
25φέρειν οὐ δυνάμεθα. καὶ ἄμπελοι δὲ καθ’ αὑτὰς ἵστασθαι μὴ δυνάμεναι ἀνίστανται ἀλλήλαις ἐμπλεκόμεναι. ὧν οὕτως ἐχόντων οὐδέν φασι θαυ‐ μαστὸν τὸ καὶ σώματά τινα βοηθούμενα ὑπ’ ἀλλήλων οὕτως ἀλλήλοις ἑνοῦσθαι δι’ ὅλων, ὡς αὐτὰ σωζόμενα μετὰ τῶν οἰκείων ποιοτήτων ἀντι‐ παρεκτείνεσθαι ἀλλήλοις δι’ ὅλων ὅλα, κἂν ᾖ τινα ἐλάττω τὸν ὄγκον καὶ
30μὴ δυνάμενα καθ’ αὑτὰ ἐπὶ τοσοῦτον χεῖσθαί τε καὶ σώζειν τὰς οἰκείας ποιότητας. οὕτω γὰρ καὶ τὸν κύαθον τοῦ οἴνου κιρνᾶσθαι τῷ ὕδατι τῷ πολλῷ βοηθούμενον ὑπ’ αὐτοῦ εἰς τὴν ἐπὶ τοσοῦτον ἔκτασιν. τοῦ δὲ τοῦθ’ οὕτως ἔχειν ὡς ἐναργέσι χρῶνται μαρτυρίοις τῷ τε τὴν ψυχὴν ἰδίαν ὑπόστασιν ἔχουσαν, ὥσπερ καὶ τὸ δεχόμενον αὐτὴν σῶμα, δι’ ὅλου τοῦ
35σώματος διήκειν ἐν τῇ μίξει τῇ πρὸς αὐτὸ σώζουσαν τὴν οἰκείαν οὐσίαν (οὐδὲν γὰρ ψυχῆς ἄμοιρον τοῦ τὴν ψυχὴν ἔχοντος σώματος), ὁμοίως δὲ
ἔχειν καὶ τὴν τῶν φυτῶν φύσιν, ἀλλὰ καὶ τὴν ἕξιν ἐν τοῖς συνεχομένοις217
Mixt
.

218

ὑπὸ 〈τῆσ〉 ἕξεως. ἀλλὰ καὶ τὸ πῦρ ὅλον δι’ ὅλου χωρεῖν τοῦ σιδήρου λέγουσι, σώζοντος αὐτῶν ἑκατέρου τὴν οἰκείαν οὐσίαν. καὶ τῶν στοιχείων δέ φασι τῶν τεσσάρων τὰ δύο, τό τε πῦρ καὶ τὸν ἀέρα, λεπτομερῆ τε καὶ κοῦφα καὶ εὔτονα ὄντα, διὰ τῶν δύο, γῆς τε καὶ ὕδατος, παχυμερῶν
5καὶ βαρέων καὶ ἀτόνων ὄντων διαπεφοιτηκέναι ὅλα δι’ ὅλων, σώζοντα τὴν οἰκείαν φύσιν καὶ συνέχειαν αὐτά τε καὶ ἐκεῖνα. δηλητήριά τε τὰ φθεί‐ ροντα καὶ τὰς ὀσμάς, ὅσαι τοιαῦται, ἡγοῦνται κιρνᾶσθαι τοῖς ὑπ’ αὐτῶν πάσχουσιν, ὅλα δι’ ὅλων παρατιθέμενα. καὶ τὸ φῶς δὲ τῷ ἀέρι ὁ Χρύ‐ σιππος κιρνᾶσθαι λέγει. καὶ αὕτη μὲν ἡ περὶ κράσεως δόξα Χρυσίππου
10τε καὶ τῶν κατ’ αὐτὸν φιλοσοφούντων. Θαυμάσαι δ’ ἄν τις αὐτῶν, πῶς ταῖς κοιναῖς ἐννοίαις δεῖν χρῆσθαι λέγοντες πρὸς τὰς τῶν τιθεμένων ἀπο‐ δείξεις, ὡς οὔσαις φυσικοῖς τῆς ἀληθείας κριτηρίοις, οὐ πάσαις μᾶλλον ἢ ταύταις χρῶνται πρὸς τὰς θέσεις τῶν οἰκείων δογμάτων. τὰ γοῦν περὶ κράσεως ὑπ’ αὐτῶν λεγόμενα οὐ μόνον οὐ προσχρῆται ταῖς φυσικαῖς ἐν‐
15νοίαις, ἀλλὰ καὶ πλεῖστον ὅσον ἀποδεῖ. τό τε γὰρ σῶμα διὰ σώματος χωρεῖν ὅλον ὅλῳ παρεκτεινόμενον οὐ μόνον 〈οὐ〉 προσπίπτει κατὰ τὰς κοι‐ νὰς ἐννοίας, ἀλλὰ καὶ ἀδύνατον εἶναι προείληπται. φυσικὴ γὰρ ἔννοια τὸ τὸ πλῆρες μηκέτ’ ἐν αὑτῷ δύνασθαι δέχεσθαί τι. μὴ γὰρ ἔτι πλῆρες εἶναι δύνασθαι τὸ χώραν ἔχον ἐν αὑτῷ δεκτικὴν ὁμοίου τινός, † ὤφθησαν
20ἔχειν δεῖ ἣν φυσικήν τε καὶ κοινὴν πρόληψιν ἤδη δοκεῖ τισιν εὔλογον, εἶναί τι τῶν σωμάτων δεκτικόν, ὃ καλοῦμεν τόπον. πῶς γὰρ ἄν τις μὴ φωνὰς κενὰς βουλόμενος λέγειν ἐπινοήσαι σῶμά τι πλῆρες αὑτοῦ καὶ μη‐ δὲν ἔχον ἐν αὑτῷ κενὸν διάστημα, δεχόμενον ἐν αὑτῷ ἄλλο σῶμα ὁμοίως πλῆρες αὑτοῦ; εἰ μὲν γὰρ διὰ πόρων τινῶν χωρεῖν αὐτὰ δι’ ἀλλήλων λέ‐
25γει, οὐ κενοὺς ἐρεῖ τοὺς πόρους τοὺς δεχομένους τὸ σῶμα; ἀλλ’ οὕτω ἐν τῷ σώματι κενά. εἰ δὲ πλήρεις ἄλλου τινὸς σώματος, εἰ μὲν ὑπεξι‐ όντος τούτου καὶ παραχωροῦντος τῆς χώρας τῷ ἐπεισκρινομένῳ σώματι, οὐδ’ οὕτως ἔσται τὸ σῶμα, καθὸ σῶμα, δεχόμενόν τι σῶμα ἐν αὐτῷ, εἴ γε ὑποχωρεῖ θάτερον θατέρῳ, εἰ δὲ ὑπομένοντος, πῶς οἷόν τε τοὺς πεπλη‐
30ρωμένους πόρους σώματος ἐν αὑτοῖς ἄλλο τι δέχεσθαι σῶμα; καὶ γὰρ διὰ τῆς αἰσθήσεως γνώριμον, ὅτι μηδὲ τὰ λεπτότατα τοῦ σώματος ἀγγεῖα πε‐ πληρωμένα οἷά τέ ἐστι δέξασθαι σῶμα ἐν αὑτοῖς τῷ κεκωλῦσθαι καὶ ἐπι‐ πεφράχθαι τὰς τῆς μεταστάσεως αὐτῶν ὁδούς. ἔτι δ’ εἰ διὰ πεπλη‐
ρωμένων τῶν πόρων ἡ πάροδος τοῖς σώμασι, περιττόν ἐστι τὸ πόρους εἶ‐218
Mixt
.

219

ναι λέγειν. δέχοιντο γὰρ ἂν ἄλλα σώματα καὶ χωρὶς τῶν πόρων. καθό‐ λου γὰρ ἡ διὰ τῶν πόρων πάροδος οὐ κρᾶσίς ἐστιν, οἵαν ἀξιοῦσιν, ἀλλὰ παράθεσις, ὡς αὐτοὶ λέγουσι κατὰ ἁρμήν, εἰ μή τις πᾶν τὸ σῶμα πόρους ποιοίη. οὕτως γὰρ μόνως ἔσται τὸ διὰ τῶν πόρων διερχόμενον διὰ παντὸς
5ἐρχόμενον τοῦ σώματος, εἰ πᾶν εἴη πόρος· ἀλλὰ μὴν ἄτοπον τοῦτο. τινὸς γὰρ ὁ πόρος (καὶ ἄλλο τὸ ἔχον καὶ τὸ ἐχόμενον), εἴ γε ὁ πόρος διάστημά τί ἐστι κενὸν τοῦ ἔχοντος τοὺς πόρους σώματος. ὥστ’ εἰ πᾶν εἴη * * *, οὕτως δ’ ἂν οὐκ ἂν εἴη τι· μὴ ὂν δ’ οὔτ’ ἂν κιρνῷτο ἔτι οὔτ’ ἂν πόρους 〈ἔχοι〉. Εἰ δ’ οὕτω μὲν οὔ φασι τὰ σώματα ἄλληλα δέχεσθαι, καθὸ δὲ
10μεστά ἐστι αὐτά, χωρεῖν δι’ ἀλλήλων αὐτά φασιν, πρῶτον μὲν ἐπιζητή‐ σαι τις, τί δήποτε οὐ τὸ τυχὸν σῶμα τὸ τυχὸν πάντῃ συναυξητικὸν τοῦ ὁμοίου. τὰ γὰρ ποσὰ [τὰ] κατὰ τὴν πρὸς ἄλληλα σύνθεσιν τὴν τοιαύτην τὸ ἐξ αὐτῶν μεῖζον ἑκατέρου ποιεῖ τῶν συγκειμένων. γραμμαί τε γὰρ κατὰ σημεῖον ἀλλήλαις συντεθεῖσαι τὸ μῆκος αὔξουσιν (οὕτως γὰρ συντι‐
15θέμεναι ἐξ ἀνάγκης ἕξουσί τι παρὰ τὴν ἁφήν), ἐπίπεδά τε τὸ αὐτὸ ποιεῖ, ἂν κατὰ τὴν γραμμὴν συντεθῇ, τὸ σῶμα, τὸ τριχῇ τε καὶ πάντῃ διεστά‐ ναι, καθ’ ὃ ἐὰν ἄλλῳ ὁμοίως αὐτῷ διεστῶτι συντεθῇ, ἐξ ἀνάγκης συναύξει τοῦτο. εἰ δὴ τοῦτο μὲν οἰκεῖον τοῖς σώμασιν καὶ ἴδιον αὐτῶν, οἱ δὲ λέ‐ γοντες σῶμά τι διὰ σώματος χωρεῖν καὶ ἔλαττόν ποτε καὶ ἴσον τὸ ἐξ ἀμ‐
20φοῖν ποιεῖν ἀναιροῦσι τοῦτο, ἀναιροῖεν ἂν τὴν τοῦ σώματος φύσιν. συναναιρεῖται γὰρ ἀναιρουμένῳ τῷ ἰδίῳ τινὸς τὸ πρᾶγμα, οὗ ἦν ἴδιον τὸ ἀναιρούμενον. συμβήσεται δὲ κατ’ αὐτοὺς καὶ κενὸν γίνεσθαι τὸν κατε‐ χόμενον τέως τόπον ὑπὸ τοῦ οὕτως ἔν τινι γινομένου σώματος, ὡς μηδένα προσεπιλαμβάνειν ἄλλον τόπον τὸ σῶμα, ἐν ᾧ τοῦτο γίνεται, ἀλλ’ ἀρκεῖ‐
25σθαι τῷ καὶ πρὸ τῆς τούτου μίξεως ὑπ’ ἐκείνου πεπληρωμένῳ. ὁ γὰρ ὑπ’ αὐτοῦ κατεχόμενος τόπος ἔσται κενὸς τῶν δύο σωμάτων εἰς τὸν θα‐ τέρου χωρησάντων τόπον. τί γὰρ ἔσται τὸ ἐξ ἀνάγκης γινόμενον ἐν τῷ τοῦ εἰς τὸ σῶμα μεταστάντος τόπῳ; ὅσα δ’ αὖ πάλιν ἐν τῇ πρὸς ἄλληλα μίξει τῶν κιρνᾶσθαι λεγομένων αὔξεται, αὐτόθεν ἤδη προσπίπτει τὸ μὴ
30τὸ σῶμα εἶναι τὸ σῶμα δεδεγμένον ἐν αὐτῷ, εἴ γε ἄλλην τινὰ χώραν προσ‐ είληφε καὶ οὐκ ἠρκέσθη τῇ χώρᾳ τῇ τοῦ λεγομένου αὐτὸ ἐν αὐτῷ δέ‐ χεσθαι σώματος. ὅτι δὲ μὴ σῶμά ἐστι τὸ δεύτερον ἐν αὐτῷ τὸ πρῶτον
δεχόμενον τὸ σῶμα, δηλοῖ καὶ ἡ γενομένη διαίρεσις ὑπ’ ἀλλήλων τῶν219
Mixt
.

220

κιρναμένων σωμάτων. τὰ γὰρ διαιροῦντα διΐστανται· διαιρούμενα δὲ χώραν ἑαυτοῖς παρασκευάζει, ὡς μὴ δυνάμενα διὰ συνεχοῦς καὶ ἀδιαιρέτου τοῦ ὑποκειμένου σώματος εἰς τὸ † προσελθεῖν. καθόλου δὲ εἰ ἔδει μὲν τὸ δεχόμενον σῶμα ἐν αὑτῷ ἄλλο σῶμα †, μηδέν τι μεῖζον γίνεσθαι· τοῦτο
5γάρ ἐστι τὸ δέξασθαι ἐν αὑτῷ τι. ἐπὶ μηδενός τινος σωμάτος ἡ μῖξις τῶν σωμάτων ἴσον τηρεῖ τὸν ὄγκον ἑνὶ τῶν μιγνυμένων. ἐφ’ ὧν γὰρ ἴσον δοκεῖ μένειν, ἐπ’ ἐκείνων οὐ σωμάτων μῖξίς ἐστι, ἀλλ’ ἢ εἶδός ἐστι καὶ ὕλη τὰ λαμβανόμενα, ὡς ἡ ψυχὴ καὶ τὸ σῶμα, ἢ σῶμα καὶ πάθος, ὡς ὁ σίδηρος καὶ ἡ θερμότης, ἢ μεταβολή τινος γίνεται οἷον ἔς τι ἄλλο,
10ὡς ἐπὶ τῆς τέφρας. οὔτε δὲ τὰ πάθη οὔτε τὰ εἴδη σώματα, † οὐδ’ ἂν ἄλλο σῶμα ἐν αὐτῷ δέχοιτο. καὶ γὰρ εἰ οἷά τε εἴη τὰ σώματα ἄλληλα δέχεσθαι, οὐδ’ ἂν τῆς ἀντιπεριστάσεως ἔτι δέοι πρὸς τὴν κίνησιν αὐτοῖς· οὐ γὰρ δὴ χωρὶς κινήσεως σῶμα δίεισι διὰ σώματος. πρὸς δὲ τούτοις, πῶς οὐκ ἄλογον καὶ τὸ λέγειν ἓν βραχύτατον σῶμα παρισοῦσθαί τε καὶ
15παρεκτείνεσθαι τῷ μεγίστῳ, ὡς τὸν κύαθον τοῦ οἴνου πολλοῖς ὕδατος μέτροις ἴσον γινόμενον κατὰ μέγεθος αὐτῷ; πῶς δ’ οὐκ ἄτοπον τὸ πειρᾶσθαι κατασκευάζειν διὰ τοῦ τὸν λιβανωτὸν καὶ τὰ ἄλλα τὰ θυμιώμενα ἐν τῇ θυμιάσει ἐπὶ πλεῖον ὁρᾶσθαι χεόμενα; ὁ μὲν γὰρ λιβανωτὸς καὶ τὰ ὁμοίως τούτῳ θυμιώμενα καὶ εἰς ἄλλο τι σῶμα μεταβάλλοντα λεπτότερον,
20οὕτως τὴν ἐπὶ πλέον δέχεται χύσιν, τὰ δὲ κιρνάμενά τε καὶ μιγνύμενα καὶ κατ’ αὐτοὺς σώζοντα τὴν οἰκείαν φύσιν κιρνᾶται, ὡς καὶ χωρισθῆναι δύνασθαι πάλιν. ὥστε οὐδὲν αὐτοῖς εἰς παραμυθίαν τῶν ἑπομένων ἀτόπων τοῖς κενῶς λεγομένοις ἡ τούτων συντελεῖ παράθεσις. Τό τε οὖν σῶμα διὰ σώματος χωρεῖν, ᾧ χρῶνται πρὸς τὴν τῆς κράσεως ἀπόδοσιν, ψεῦδός τε
25καὶ παρὰ τὰς κοινὰς προλήψεις καὶ τὰ φυσικὰ κατ’ αὐτοὺς τῆς ἀληθείας κριτήρια, καὶ πολὺ μᾶλλον ἔτι τούτου τοιοῦτον τὸ σώματά τινα λέγειν, δύο ἢ καὶ πλείω, δύνασθαι πάντῃ παρεκτεινόμενα αὐτοῖς καὶ μιγνύμενα δι’ ὅλων αὐτά τε σώζεσθαι τὰ ἐξ ἀρχῆς μένοντα, καὶ σώζειν τὰς οἰκείας ποι‐ ότητας. τοῦτο γὰρ ἡ κρᾶσις αὐτοῖς τῆς συγχύσεως διαφέρει, ὅτι ἐπὶ μὲν
30τῆς συγχύσεως ἕν τι τὸ ἐκ τῶν συγχεομένων γίνεται, μηδενὸς τῶν ἐν τῇ συγχύσει μήτε κατὰ τὴν οὐσίαν σωζομένου, μήτε κατὰ τὰς ποιότητας, ἐπὶ δὲ τῆς κράσεως ἑκάτερον τῶν ἐν τῷ κεκραμένῳ σωμάτων ἔτι σώζεται καὶ κατὰ τὸ ὑποκείμενον καὶ κατὰ τὰς ποιότητας, καίτοι δι’ ὅλων ἀλλήλοις κεκραμένων τῶν σωμάτων. ὃ λέγουσι μὲν βουλόμενοι σώζειν τὸ δύνασθαι
35καὶ τὰ κεκραμένα χωρίζεσθαι πάλιν ἀλλήλων. ἀδυνάτου δ’ ὄντος τοῦ λεγομένου, ἀδύνατον ἂν εἴη κατ’ αὐτοὺς ἢ τὸ τὴν κρᾶσιν διὰ πάντων εἶ‐
ναι ἢ τὸ δύνασθαι χωρίζεσθαι τὰ κεκραμένα. εἰ μὲν γὰρ ὅλα δι’ ὅλων220
Mixt
.

221

τὰ κεκραμένα μέμικται καὶ μὴ ἕτερον αὐτῶν ἐν τῷ μίγματι ἄμικτον θα‐ τέρου μόριον ἔχει, ἀδύνατον αὐτῶν ἑκάτερον ὑπὸ ἰδίας ἐπιφανείας περι‐ έχεσθαι· πᾶν γὰρ μόριον αὐτῶν, τὸ ὑπὸ οἰκείας ἐπιφανείας περιεχόμενον, ἄμικτον ἔσται θατέρου. οὐ γὰρ οἷόν τε τὴν τοῦ οἴνου ἐπιφάνειαν ὕδατος
5εἶναι, ἢ τὴν τοῦ ὕδατος οἴνου, ὥστε οὕτως οὐκ ἔσται δι’ ὅλων μῖξις ἡ κρᾶσις, ἀλλ’ εἶεν ἂν παράθεσιν τὴν κρᾶσιν μορίων μορίοις λέγοντες· ὃ φυλασσόμενοι ἄλλο φασὶ μῖξιν καὶ ἄλλο κρᾶσιν εἶναι. εἰ δὲ μηδὲν μόριον κατ’ οἰκείαν περιγραφήν τε καὶ ἐπιφάνειαν εἴη τῶν μεμιγμένων, ἀλλ’ εἴη πᾶν ὁμοιομερὲς γεγονὸς τὸ σῶμα, οὐκέτι μὲν ἂν εἴη παράθεσις, ἀλλὰ δι’
10ὅλων κρᾶσις· οὐ μὴν ἔτι σώζοιτο ἂν τὰ ἐξ ἀρχῆς σώματα τῶν μεμιγμέ‐ νων, ἀλλ’ εἴη ἂν συγκεχυμένα τε καὶ συνεφθαρμένα. εἰ δὴ ἔδει τὰ χω‐ ρισθησόμενα σώζεσθαι καὶ μὴ συγκεχύσθαι (τούτῳ γὰρ ἡ κρᾶσις κατ’ αὐ‐ τοὺς τῆς συγχύσεως διαφέρει), ἀναγκαῖον δὲ τοῖς δι’ ὅλων μεμιγμένοις συγκεχύσθαι, ἀδύνατον τὰ δι’ ὅλων μεμιγμένα κατ’ αὐτοὺς χωρίζεσθαι
15δύνασθαι. ἔτι δέ, εἰ ἀνάγκη μὲν τὰ κεκραμένα δι’ ὅλων μεμῖχθαι, τὰ δὲ δι’ ὅλων μεμιγμένα ἀδύνατον μὴ συγκεχύσθαι, τὰ δὲ συγκεχυμένα τε καὶ συνεφθαρμένα οὐχ οἷόν τε αὐτὰ σώζεσθαι, οὐδ’ ἂν ἕξεις σώζοιντο αὐτῶν, εἴ γε ἓν μέν τι τὸ γεγονὸς ἐκ τῶν συγκεχυμένων τε καὶ συνεφθαρμένων. ἀνάγκη δὲ τὸ ἓν σῶμα ὑπὸ μιᾶς, ὥς φασιν, ἕξεως συνέχεσθαι, ὥστε καὶ
20κατὰ τοῦτο ἂν ἀχώριστα ἀλλήλων εἴη τὰ κεκραμένα κατ’ αὐτούς. εἰ δὲ κατὰ μὲν τὰ λεγόμενα ὑπ’ αὐτῶν ἀχώριστα ἀλλήλων ἀναγκαῖον εἶναι τὰ κεκραμένα (οὐ γὰρ δὴ οἷόν τε τὴν δι’ ὅλων κρᾶσιν γενέσθαι χωρὶς συμ‐ φθάρσεως, ἀχώριστα δέ φασιν εἶναι τὰ συνεφθαρμένα), ὁρῶμεν δὲ ἐπ’ ἐνίων χωριζόμενα, δῆλον ὡς οὐκ ἂν ἡ κρᾶσις γένοιτο κατὰ τὸν ὑπ’ αὐτῶν εἰ‐
25ρημένον τρόπον. Πρὸς δὲ τούτοις, εἰ διαιρούντων ἄλληλα τῶν κιρναμένων ἡ κρᾶσις γίνοιτο (διὰ τοῦτο γὰρ ἐν τοῖς ὑγροῖς ἡ κρᾶσις μάλιστα, ὅτι ἐστὶν εὐδιαίρετα ταῦτα καὶ ῥᾳδίως θάτερον διὰ θατέρου δίεισι διαιροῦν αὐτό, ὡς ὁρᾶται καὶ ὁ οἶνος ὁ εἰς τὸ ὕδωρ ἐπιχεόμενος, κιρνάμενος αὐτῷ), εἰ μὲν οὖν διαιροῦντα ἄλληλα ἀδιαίρετα ἀλλήλων καταλείπει τινὰ μέρη, οὐκέτ’ ἂν
30εἴη ἐκεῖνα τὰ μέρη κεκραμένα (ἀμιγῆ γὰρ καὶ ἄμικτα ἀναγκαῖον εἶναι τὰ μὴ διῃρημένα μέρη, εἴ γε ἡ κρᾶσις καὶ ἡ κατ’ αὐτὴν μῖξις κατὰ τὴν διαίρεσιν γίνεται καὶ ταύτην ὅρον ἔχει· οὕτω τε πάλιν γίγνοιτο ἂν ἡ κρᾶ‐ σις γινομένη παραθέσει, ἀλλ’ οὐχ ὅλων ἀλλήλων δι’ ὅλου τῶν κεκραμένων διηκόντων), εἰ δὲ μηδὲν ἀδιαίρετον ἀλλήλων ἐν τῇ κράσει καταλελοίπασιν,
35εἴη ἂν πάντῃ διῃρημένα καὶ οὐκ εἰς μέρη, ἀλλ’ εἰς διαιρέσεις ἡ τομὴ γε‐
γονυῖα, εἴ γε μηδὲν αὐτῶν μόριον παρὰ τὴν διαίρεσιν καταλέλειπται. καὶ221
Mixt
.

222

ἔτι εἰ ἕκαστον, εἰς ἃ διαιρεῖται ἕκαστον, ἐκ τούτων συντιθεμένων πάλιν γίνεται, εἴη ἂν τὰ οὕτως διῃρημένα ἐκ διαιρέσεων, οὐκ ἐκ μερῶν οὐδὲ ἐκ σωμάτων συγκείμενα. ἡ γὰρ διαίρεσις οὐ σῶμα, ἀλλὰ πάθος σώματος. ἕπεται δὲ τοῖς λέγουσιν ἐπ’ ἄπειρον τὴν τομὴν καὶ τὸ ἢ ἀδύνατον λέγειν
5πάντῃ διαιρεῖσθαί τι σῶμα ἐνεργείᾳ (οὕτως δὲ καὶ μίγνυσθαι δι’ ὅλων) 〈ἢ〉 τὸ εἰς ἄπειρα ἐνεργείᾳ διαιρεῖσθαι τὰ σώματα. εἰ μὲν γὰρ λέγουσιν ἐπ’ ἄπει‐ ρον εἶναι διαιρετὰ τὰ σώματα τῷ μηδέποτε ἐπιλείπειν τὴν τομήν, ἀλλ’ ἀεὶ ἐκ τῶν τεμνομένων περιλείπεσθαί τι τέμνεσθαι δυνάμενον, οὐχ οἷόν τε ἔσται σώματι παντὶ διαιρεῖσθαι ὡς μηκέτι ὑπολείπεσθαί τι ἐξ αὐτοῦ τομὴν
10ἀναδέξασθαι δυνάμενον. εἰ δὲ τοῦτο, οὐδέποτε ἂν εἴη τὰ κιρνάμενα δι’ ὅλων κεκραμένα, εἰ δὲ κίρνανται μὲν † ἀλλήλοις, καὶ παρεκτείνεται διαιροῦντα ἄλληλα * * * διῃρηκέναι, ὡς μὴ ὑπολείπεσθαί τινα αὐτῶν μέρη μὴ διῃ‐ ρημένα. κατὰ γὰρ τὰ μὴ διῃρημένα οὐδέπω ἂν ἀλλήλοις εἴη κεκραμένα. εἰ δὲ λέγοιεν ἐπ’ ἄπειρον εἶναι τὰ σώματα διαιρετά, τῷ εἰς ἄπειρον δύ‐
15νασθαι διαιρεῖσθαι [τὸ] πᾶν διῃρημένον σῶμα, κατ’ αὐτοὺς εἴη ἂν εἰς ἄπειρα ἐνεργείᾳ διῃρημένα τὰ κεκραμένα ἀλλήλοις. εἰ γὰρ πάντῃ κέκραται, πάντῃ διῄρηται. πάντῃ δὲ διῃρημένα * * * καὶ εἰ μὲν τὰ εἰς ἃ διῄρηται μεγέθη καὶ αὐτά, εἴη ἂν ἕκαστον τῶν οὕτως μιγνυμένων ἄπειρον (τὸ γὰρ ἐξ ἀπείρων μέγεθός τι καὶ διάστασιν ἐχόντων συγκείμενον ἄπειρον· γί‐
20νεται γὰρ ἑκάτερον τῶν κεκραμένων ἐξ ἀπείρων μέγεθός τι ἐχόντων, εἴ γε εἰς ἃ τέμνεταί τι καὶ συγκεῖσθαι αὐτὸ ἐκ τούτων ἀναγκαῖον, συμβαίνοιτο 〈δ’〉 ἂν οὕτω καὶ πλείω ἂν εἶναι σώματα ἄλλα ἄπειρα), εἰ δὲ μὴ μεγέθη τὰ ὑπολειπόμενα εἰς ἃ ἡ τομὴ τῶν πάντῃ διῃρημένων (οὐ γὰρ δὴ ἐλάχιστά τινα ἐροῦσιν εἶναι καὶ ἀδιαίρετα σώματα), εἴη ἂν αὐτοῖς τὸ μέγεθος οὐκ
25ἐκ μεγεθῶν συγκείμενον, ᾧ ἕπεται τὸ καὶ τῆς γραμμῆς μέρη λέγειν τὰ σημεῖα. Πῶς δὲ σωζόντων ἐστὶ τὴν περὶ κράσεως κοινὴν πρόληψιν τὸ λέ‐ γειν καὶ τὴν ἕξιν τοῖς ἔχουσιν αὐτὴν μεμῖχθαι, καὶ τὴν φύσιν τοῖς φυτοῖς καὶ τὸ φῶς τῷ ἀέρι καὶ τὴν ψυχὴν τῷ σώματι, εἴ γε κιρνᾶσθαι μὲν προεί‐ ληπται 〈τὰ〉 κατ’ ἰδίαν πρὸ τῆς κράσεως ὑφεστάναι δυνάμενα; διὰ τοῦτο γοῦν
30καὶ αὐτοί φασι τὰ κεκραμένα χωρίζεσθαι πάλιν δύνασθαι, καὶ ταύτῃ δια‐ φέρειν κρᾶσιν συγχύσεώς τε καὶ φθάρσεως. οὔτε ἕξις τις χωριστὴ τοῦ ἔχοντος αὐτήν, ὡς καθ’ αὑτὴν εἶναι δύνασθαι, οὔτε ἡ τῶν φυτῶν φύσις χωρὶς φυτῶν ὑποσταίη ποτ’ ἄν. τό τε φῶς πῶς οἷόν τε ἐπινοῆσαι κεχω‐ ρισμένον τῶν διαφανῶν σωμάτων; ἀλλ’ οὐδ’ ἡ ψυχὴ τοιοῦτον, ὡς οἷόν
35τε, εἴ γε εἶδος ἔνυλον οὐχ οἷόν τε εἶναι χωρὶς ὕλης τε καὶ σώματος. ἀλλ’
οὐδὲ τὸ πῦρ τῷ σιδήρῳ, καθά φασι, μίγνυται, ὥσπερ οὐδὲ τοῖς χυμοῖς222
Mixt
.

223

οὐδὲ τοῖς ξύλοις. ὅλως γὰρ ἄτοπον τὴν ὕλην τῷ εἴδει μίγνυσθαι λέγειν. ὕλη δὲ πυρὸς τὰ καιόμενά τε καὶ πεπυρωμένα πάντα, ἀλλ’ ἡ μὲν ἄφθαρ‐ τος, ἡ δ’ οὔ. διὸ καὶ μέχρι πολλοῦ σβεννύμενά τινα ταὐτὸ εἶδος τῷ ἐξ ἀρχῆς δύναται φυλάττειν, οὐ μὴν ἀμείωτα πάντῃ· καὶ γὰρ τούτων ὑπὸ
5τοῦ πυρὸς ἀναλίσκεταί τι καὶ φθείρεται. διὸ καὶ ταῦτα χρονίζοντα ἐν αὐ‐ τῷ πλέον ἀπόλλυταί τε καὶ τοῦ οἰκείου εἴδους ἐξίσταται. Πῶς δ’ οὐκ ἄτοπον καὶ τὸ λέγειν ἡνῶσθαι τὴν σύμπασαν οὐσίαν πνεύματός τινος διὰ πάσης αὐτῆς διήκοντος, ὑφ’ οὗ συνέχεταί τε καὶ συμμένει τὸ πᾶν καὶ συμ‐ παθές ἐστιν αὑτῷ; τὴν γὰρ κυριωτάτην αἰτίαν τῆς τοῦ παντὸς ἑνώσεως
10οὐκ εἰδότες (αὕτη δ’ ἐστὶν ἡ τοῦ θείου τε καὶ κυκλοφορητικοῦ καὶ αἰ‐ θερίου σώματος φύσις, ἥτις περιέχουσα πᾶσαν τὴν ἔνυλόν τε καὶ παθητὴν καὶ μεταβλητὴν οὐσίαν τῇ συνεχεῖ τε καὶ διηνεκεῖ κινήσει καὶ ἄλλοτε ἀλ‐ λοίᾳ σχέσει πρὸς αὐτὰ τὰς εἰς ἄλληλα τῶν ἐν γενέσει σωμάτων μετα‐ βολὰς ἐν ὡρισμένῃ τάξει ποιουμένη συνέχει καὶ σώζει τὸ πᾶν), ταύτην
15μήτ’ ἰδόντες ἑαυτοῖς, μήτε τοῖς ἰδοῦσιν ἀκολουθῆσαι δυνηθέντες, διὰ τὸ ὑπὸ πολλῶν τινων δοξῶν προειλῆφθαι δεσμοῖς τισι καὶ ὑλικαῖς αἰτίαις καί τινι πνεύματι διὰ πάσης τῆς οὐσίας διήκοντι ἀνατιθέασιν αὐτοῦ τὴν ἕνωσιν. ἥτις δόξα, πρὸς τῷ κεχρῆσθαι τῷ ψευδεῖ σῶμά τι διὰ σώματος διήκειν, καὶ διὰ τῶν ἄλλων, ὅτι ἐστὶ ψευδής, ἤδη ἐλέγχεται· φανερῶς γὰρ ἔνια τῶν
20σωμάτων οὐχ οἷά τε ἐνεργείᾳ τι ὂν ἔχειν πνεῦμα ἐν αὐτοῖς· τὸ γοῦν ὕδωρ τοσοῦτον ἀποδεῖ τοῦ ἔχειν διὰ παντὸς αὐτοῦ μεμιγμένον πνεῦμά τι, ὡς μηδ’ ἂν τὸ τυχὸν ἐν αὐτῷ γένηταί ποτε, ἢ ἀποπνιγέντος ἐν αὐτῷ ζῴου τινὸς τῶν ἀναπνευστικῶν ἢ καὶ δι’ ἄλλην αἰτίαν τινὰ γενομένου, μηδ’ ἐπ’ ὀλίγον ἐν αὐτῷ δύνασθαι μένειν, ἀλλὰ παραχρῆμα μετὰ βίας
25ἀναφέρεσθαί τε καὶ ἐκκρίνεσθαι, κἂν ἐν βυθῷ γενόμενον τύχῃ. τούτου δ’ οὕτως ἔχοντος, πῶς ἂν ἔτι ἀληθὲς εἴη τὸ πᾶν ἡνῶσθαί τε καὶ συνέχεσθαι, πνεύματός τινος διὰ παντὸς διήκοντος αὐτοῦ; ἔπειτα δ’ εὔλογον μὲν ἦν, ὁποίαν τὴν ἀπὸ τοῦ πνεύματος συνοχὴν γινομένην ἐν πᾶσιν εἶναι τοῖς σώ‐ μασιν· οὐχ οὕτως δ’ ἔχει. τῶν γὰρ σωμάτων τὰ μέν ἐστι συνεχῆ, τὰ
30δὲ διωρισμένα. διὸ εὐλογώτερον, ἕκαστον αὐτῶν ὑπὸ τοῦ οἰκείου εἴδους συνέχεσθαί τε καὶ ἡνῶσθαι λέγειν πρὸς ἑαυτό, καθό ἐστιν αὐτῶν ἑκάστῳ τὸ εἶναι, τὴν 〈δὲ〉 συμπάθειαν αὐτῶν σώζεσθαι τὴν πρὸς ἄλληλα διά τε τὴν τῆς ὕλης κοινωνίαν καὶ τὴν τοῦ περικειμένου θείου σώματος αὐτῷ φύσιν, ἢ τὸ διὰ τοῦ πνεύματος· δεσμώτης γὰρ καὶ ὁ τόνος τοῦ πνεύματος, ὑφ’
35οὗ συνδούμενα τήν τε συνέχειαν ἔχει τὴν πρὸς τὰ οἰκεῖα μέρη καὶ συνῆ‐
πται τοῖς παρακειμένοις. βιαζόμενον μὲν γὰρ ὑπό τινος τὸ πνεῦμα, διὰ223
Mixt
.

224

τὴν πρὸς τοῦτο εὐφυΐαν, τῷ μηδεμίαν ἀντίβασιν ἔχειν τῷ κινοῦντι δι’ εὐ‐ πάθειαν δύνασθαι, ὑπὸ τῆς ἀθρόας κινήσεως ἰσχύν τινα λαμβάνει, ἀπαθὲς δὲ ὂν κατὰ τὴν οἰκείαν φύσιν. ὑγρὸν δ’ ἐστὶ καὶ εὐδιαίρετον, ὡς καὶ τῶν ἄλλων, ἐν οἷς ἂν ᾖ τοῦτο μεμιγμένον, κατὰ τοῦτο μάλιστά τε καὶ
5ἀρεστὴν γίνεσθαι τὴν διαίρεσιν. διὰ τοῦτο γοῦν οἱ μὲν κενόν τι αὐτὸ ᾠή‐ θησαν εἶναι καὶ φύσιν τινὰ ἀναφῆ, οἱ δὲ πολλὰ ἔχειν ἐν αὐτῷ κενά. καὶ γὰρ εἰ τοῦ μὴ διαπίπτειν, ἀλλὰ συμμένειν τὰ σώματα, αἴτιον τὸ συνέχον αὐτὰ πνεῦμα, τὰ διαπίπτοντα τῶν σωμάτων δῆλον ὡς οὐκ ἂν ἔχοι τὸ πνεῦμα τὸ συνδέον. πῶς δ’ ἂν τὴν ἀρχὴν ἡ διαίρεσις σώζοιτο τῶν σωμάτων,
10εἴ γε ἡ μὲν διαίρεσις χωρισμός ἐστι τῶν ἡνωμένων, μένει δὲ κατ’ αὐτούς, πάντων ἡνωμένων ὁμοίως ἀλλήλοις, πάντα, κἂν διαιρεθῇ; πῶς δ’ οὐκ ἂν πάντα φαίνοιτο τὰ παρακείμενα ἀλλήλοις καὶ ῥᾳδίως ἀλλήλων χωρίζεσθαι δυνά‐ μενα ὑπ’ αὐτοῦ καὶ ὁμοίως ἀλλήλοις ἡνῶσθαι λέγειν, τοῖς συνεχέσι τε οὖσι καὶ χωρὶς διαιρέσεως μὴ δυναμένοις τινὸς ἀλλήλων χωρισθῆναί ποτε; πρὸς δὲ
15τούτοις, εἰ τὸ πνεῦμα γεγονὸς ἐκ πυρός τε καὶ ἀέρος διὰ πάντων πεφοί‐ τηκε τῶν σωμάτων 〈τῷ〉 πᾶσιν αὐτοῖς κεκρᾶσθαι καὶ ἑκάστῳ αὐτῶν ἐκ τούτου ἠρτῆσθαι τὸ εἶναι, πῶς ἂν ἔτι ἁπλοῦν τι εἴη σῶμα; πῶς δ’ ἄν, εἰ ὕστερον τὸ ἔκ τινων συγκείμενον τῶν ἁπλῶν, τὸ πῦρ ἂν καὶ ὁ ἀὴρ εἴη, ἐξ ὧν μιγνυμένων τὸ πνεῦμα γίνεται, οὗ χωρὶς ἀδύνατον εἶναί τι σώμα;
20εἰ γὰρ ἐξ ἐκείνων μὲν ἡ γένεσις τῷ πνεύματι, ἀδύνατον δὲ ἐκείνων εἶναί τι χωρὶς πνεύματος, οὔτ’ ἂν ἐκείνων τι εἴη πρὸ τῆς τοῦ πνεύματος γενέ‐ σεως, οὔτ’ ἂν τὸ πνεῦμα γίνοιτο, οὐκ ὄντων, ἐξ ὧν ἡ γένεσις αὐτῷ. πῶς δ’ ἄν τις ἐν τῷ ψυχρῷ ἐνεργείᾳ τι θερμὸν εἶναι λέγοι; τίς δὲ καὶ ἡ εἰς τὸ ἐναντίον ἅμα κίνησις αὐτοῦ, καθ’ ἣν συνέχει τὰ ἐν οἷς ἂν ᾖ, ὂν ὥς
25φασι, πνεῦμα κινούμενον ἅμα ἐξ αὐτοῦ τε καὶ εἰς αὐτό; καὶ κατὰ τί εἶδος κινήσεως γίνεται; κατ’ οὐδὲν γὰρ οἷόν τ’ ἐστὶ νοῆσαί τι ἅμα εἰς τὰ ἐναν‐ τία κινούμενον καθ’ αὑτό. Ἀλλὰ γὰρ ἐοίκασιν, ὡς εἶπον, οἱ οὕτω λέγον‐ τες τῷ μὴ δυνηθῆναι διαλαβεῖν τῷ λόγῳ τῆς ὕλης τὸ εἶδος, καθὸ εἶδος ἕκαστόν τ’ ἐστὶ τῶν ὄντων ὅ ἐστι, καὶ πρὸς τἆλλα διαφορὰν ἔχει, κατὰ
30τὴν ὕλην οὐδὲν ἀλλήλων διαφέροντα, καθὸ εἶδος ἔχει, καὶ τῷ σώζε‐ σθαί τε καὶ μένειν ταῦτα, ἅ ἐστι, πνεύματι ὡς διὰ πάντων διήκοντι ἀνά‐ πτειν τό τε εἶναι ἑκάστου καὶ τὸ σώζεσθαί τε καὶ συμμένειν. αἰτιάσαιτο δ’ ἄν τις εὐλόγως αὐτῶν ἐνταῦθα τοῦ λόγου γενόμενος καὶ τὸ δύο ἀρχὰς
τῶν πάντων λέγοντας εἶναι ὕλην τε καὶ θεόν, ὧν τὸν μὲν ποιοῦντα εἶναι224
Mixt
.

225

τὴν δὲ πάσχουσαν, μεμῖχθαι τῇ ὕλῃ λέγειν τὸν θεόν, διὰ πάσης αὐτῆς διήκοντα καὶ σχηματίζοντα αὐτήν, καὶ μορφοῦντα καὶ κοσμοποιοῦντα τούτῳ τῷ τρόπῳ. εἰ γὰρ θεὸς κατ’ αὐτοὺς σῶμα, πνεῦμα ὢν νοερόν τε καὶ ἀίδιον, καὶ ἡ ὕλη δὲ σῶμα, πρῶτον μὲν ἔσται πάλιν διῆκον σῶμα διὰ
5σώματος, ἔπειτα τὸ πνεῦμα τοῦτο ἤτοι τι τῶν τεσσάρων τῶν ἁπλῶν ἔσται σωμάτων, ἃ καὶ στοιχεῖά φασιν, ἢ ἐκ τούτων σύγκριμα (ὥς που καὶ αὐ‐ τοὶ λέγουσιν· καὶ γὰρ ἀέρος καὶ πυρὸς ὑφίστανται τὴν οὐσίαν ἔχειν τὸ πνεῦμα), ἤ, 〈εἰ〉 ἄλλο τι εἴη, ἔσται τὸ θεῖον αὐτοῖς σῶμα πέμπτη τις οὐ‐ σία, χωρὶς ἀποδείξεώς τινος καὶ παραμυθίας λεγομένη τοῖς πρὸς τὸν μετὰ
10τῶν οἰκείων τιθέμενον τοῦτο ἀντιλέγουσιν ὡς λέγοντα παράδοξα. εἰ δὲ ἢ τῶν τεσσάρων τι εἴη ἤ τι ἐξ ἐκείνων σύγκριμα, ἔσται τὸ ἐκ τῆς ὕλης γεννώμενον σῶμα πρὸ τοῦ γενέσθαι πεφοιτηκὸς δι’ αὐτῆς καὶ τεκνοῦν ἐξ ἐκείνης ὁμοίως τοῖς ἄλλοις καὶ ἑαυτό. ἔτι τε ὕστερον ἂν ὁ θεὸς τῆς ὕλης εἴη, εἴ γε πᾶν μὲν τὸ ἔνυλον σῶμα τῆς ὕλης ὕστερον. τὸ γὰρ ἐκ
15τῆς ἀρχῆς ὕστερον, ὁ δὲ θεὸς τοιοῦτον σῶμα· οὐ γὰρ δὴ τῇ ὕλῃ ὁ αὐ‐ τός. τοιοῦτος δὲ ὢν εἴη ἂν μέχρι φωνῆς ἀίδιος αὐτοῖς μόνης· εἰ γὰρ γέγονε (γέγονε δὲ ἐκ τῆς ὕλης), εἴτε τι τῶν ἁπλῶν ἐστι σωμάτων, εἴτε ἐκ τούτων σύγκριμα. πρὸς δὲ τούτοις ἐπιζητήσαι τις ἄν, εἰ τῶν ἐκ τῆς ὕλης γενομένων οἷόν τε δημιουργὸν λέγειν τὸν διαπεφοιτηκότα τῆς ὕλης καὶ ὄντα
20ἐν αὐτῇ θεόν. φέρουσι μὲν γὰρ εἰς τὴν κατασκευὴν τοῦδε τὸ μὴ ὁμοίως τοῖς φύσει γινομένοις γίνεσθαι τὰ κατὰ τὰς τέχνας. τὰ μὲν γὰρ ἀπὸ τῆς φύσεως ἀποτελέσματα οὐκ ἐπιπολῆς, ἀλλὰ δι’ ὅλων εἰδοποιεῖταί τε καὶ διαπλάττεται, καὶ τὰ ἔνδον αὐτῶν γλαφυρώτατα πεφιλοτέχνηται, τὰ δὲ τῶν τεχνῶν διαμεμόρφωται, ὡς ἐπὶ τῶν ἀνδριάντων ἔχει· τὰ γὰρ ἔνδον τούτων
25ἀδιάπλαστα. διὰ δὴ τοῦτό φασιν τῶν μὲν γινομένων κατὰ τέχνην ἔξωθεν εἶναι καὶ κεχωρισμένον τὸ ποιοῦν, ἐπὶ δὲ τῶν γινομένων φύσει ἐν τῇ ὕλῃ εἶναι τὴν δύναμιν τὴν μορφοῦσάν τε καὶ γεννῶσαν αὐτά. ταῦτα δὲ οὐχ ὁρῶμεν τοῖς γινομένοις συνᾴδοντα. ἐπὶ γὰρ πάντων τῶν γινομένων φύσει ἔξωθέν τί ἐστι τὸ τὴν ἀρχὴν τῆς γενέσεως αὐτῶν ἔχον καὶ τῆς
30πρώτης ἐν τῇ ὕλῃ μεταβολῆς αἴτιον. τά τε γὰρ ἁπλᾶ σώματα τῆς τε εἰς ἄλληλα μεταβολῆς ἔξωθεν ἔχει τὴν αἰτίαν. ψῦξις γὰρ καὶ θερμότης ἡ γινομένη διὰ τὴν τῶν οὐρανίων σωμάτων ἄλλοτε ἀλλοίαν πρὸς αὐτὰ σχέσιν τῆς γενέσεως αὐτοῖς καὶ τῆς φθορᾶς καὶ τῆς εἰς ἄλληλα μεταβο‐
λῆς αἴτια. ἀλλὰ καὶ τῶν φυτῶν καὶ τῶν ζῴων ἕκαστον ὑπό τινος ἔξωθεν225
Mixt
.

226

ὄντος κεχωρισμένου τῆς ὕλης, ἐξ ἧς ἕκαστον αὐτῶν γίνεται, τὴν ἀρχήν τε τῆς γενέσεως λαμβάνει * * * καὶ τὰ κατ’ αὐτῆς πηγνύμενα πάντα καὶ τὰ ἐν τοῖς μετεώροις συνιστάμενα κεχωρισμένα κεχωρισμένον ἔχει τὸ ποιοῦν. οὔτε γὰρ τὸ θερμαινόμενον καὶ διὰ τοῦτο μεταβάλλον αὐτὸ θερμαίνει·
5ψυχρὸν δὲ καθὸ θερμαίνεται. ἀλλὰ καὶ οἷς ἡ γέννησις ἀπὸ σπέρματος, ἔξωθεν τὸ γεννῶν διὰ τῆς προέσεως τοῦ σπέρματος. εἰ δ’ οὕτως τὰ ἐκ τῆς ὕλης γινόμενα γίνεται, πῶς ἂν 〈αἴτιοσ〉 ἔτι ὁ θεὸς αὐτῶν εἴη διὰ τοῦ τῇ ὕλῃ μεμῖχθαί τε καὶ κεκρᾶσθαι; τοῦ γὰρ οὕτως ἐν τοῖς γινομένοις φύσει ποι‐ οῦντος ἄλλο τι πρῶτόν ἐστιν αἴτιον ἔξωθεν ὄν. οὐδὲν δὲ ποιητικὸν πρῶ‐
10τον τοῦ θεοῦ. ἐοίκασι δὲ δι’ ὧν λέγουσιν εἶδος τῆς ὕλης λέγειν τὸν θεόν. εἰ γὰρ οὕτως ὁ θεὸς μέμικται τῇ ὕλῃ κατ’ αὐτούς, ὡς ἐν τοῖς ζῴοις ἡ ψυχὴ τῷ σώματι, καὶ ἡ δύναμις τῆς ὕλης ἐστὶ ὁ θεὸς (φασὶ γὰρ τὴν ὕλην ποιεῖν τῇ ἐν αὐτῇ δυνάμει), εἶδός πως ἂν λέγοιεν αὐτῆς τὸν θεόν, ὡς τὴν ψυχὴν τοῦ σώματος καὶ τὴν δύναμιν τοῦ δυνάμει. ἀλλ’ εἰ τοῦτο,
15πῶς ἂν ἔτι ἡ ὕλη ἀνείδεος εἴη κατὰ τὸν αὑτῆς λόγον, εἴ γε τὸ συμμέ‐ νειν αὐτῇ καὶ εἶναι ὕλῃ παρὰ τῆς οὔσης ἐν αὐτῇ δυνάμεως; μάλιστα δ’ ἐν τῇ ἐκπυρώσει φαίνεται κατ’ αὐτοὺς ὁ θεὸς τῆς ὕλης εἶδος ὤν, εἴ γε ἐν τῷ πυρί, ὃ μόνον ἐστὶ κατ’ αὐτοὺς τότε, ἡ ὕλη καὶ ὁ θεὸς [τῆς ὕλης] σώζονται μόνοι. εἴη γὰρ ἂν ὁ θεὸς τότε εἶδος τὸ ἐπὶ τῇ ὕλῃ τοῦ πυρός.
20εἰ δὲ τοῦτο, μεταβάλλει δὲ τὸ πῦρ εἰς ἄλλα τινὰ σώματα, τὸ εἶδος ἀλλάσ‐ σον εἴη ἂν ὁ θεὸς φθειρόμενος τότε, εἴ γε κατὰ φθορὰν τοῦ προυπάρ‐ χοντος εἴδους ἡ μεταβολὴ εἰς ἄλλο σῶμα τῇ ὕλῃ γίνεται. καὶ εἰ τῆς τοιαύτης μεταβολῆς ὁ θεὸς αἴτιος, εἴη ἂν ὁ θεὸς κατ’ αὐτοὺς φθείρων ἑαυτόν, οὗ τί ἂν ἀτοπώτερον ῥηθείη ποτ’ ἄν; πῶς δ’ οὐκ ἀνάξια τῆς θείας
25προλήψεως τό τε τὸν θεὸν διὰ πάσης τῆς ὑποκειμένης πᾶσιν ὕλης κεχω‐ ρηκέναι λέγειν καὶ μένειν ἐν αὐτῇ, ὁποία ποτ’ ἂν ᾖ, καὶ τὸ προηγούμενον ἔχειν ἔργον, τὸ ἀεί τι γεννᾶν τε καὶ διαπλάσσειν τῶν ἐξ αὐτῆς γενέσθαι δυναμένων, καὶ ποιεῖν τὸν θεὸν δημιουργὸν σκωλήκων τε καὶ ἐμπίδων, ἀτέ‐ χνως ὥσπερ κορόπλαθόν τινα τῷ πηλῷ σχολάζοντα καὶ πᾶν τὸ δυνάμενον
30ἐξ αὐτοῦ γενέσθαι τοῦτο ποιοῦντα; πρὸς δὲ τούτοις εἰ τὰ κιρνάμενα ἀλλή‐ λοις σώματα ἀντιπάσχειν ὑπ’ ἀλλήλων ἀνάγκη (διὰ τοῦτο γὰρ οὐδέτερον αὐτῶν φθείρεται, ὅτι ἑκάτερον αὐτῶν πάσχον ὑφ’ ἑκατέρου ἐν τῷ πάσχειν ἀντιποιεῖ), τὰ δὲ δι’ ἀλλήλων χωροῦντα σώματα κιρνᾶται ἀλλήλοις, εἴη τ’ ἂν ἄλληλα * * * Ταῦτα μὲν εἰπεῖν προήχθην διὰ τοὺς ἀντιλέγοντας μὲν
35Ἀριστοτέλει περὶ τοῦ πέμπτου σώματος καὶ τοῖς μόνοις κατ’ ἀξίαν τῶν226
Mixt
.

227

θείων εἰρημένοις ἐνίστασθαι πειρωμένους διὰ φιλοτιμίαν, τῆς δὲ ἀτοπίας τῶν ὑφ’ αὑτῶν λεγομένων μηδὲ τὴν ἀρχὴν συνιέντας, οἷς καὶ τὰ κυριώ‐ τατα καὶ μέγιστα τῶν κατὰ φιλοσοφίαν δογμάτων ἤρτηται καὶ τὴν κατα‐ σκευὴν ἀπὸ τοῦ θαυμαστοῦ δόγματος ἔχει τοῦ ‘σῶμα χωρεῖν διὰ σώματος·‘
5ὅ τε γὰρ περὶ κράσεως αὐτοῖς λόγος οὐκ ἐν ἄλλῳ τινί, ἀλλὰ καὶ τὰ περὶ ψυχῆς ὑπ’ αὐτῶν λεγόμενα ἐντεῦθεν ἤρτηται ἥ τε πολυθρύλλητος αὐτοῖς εἱμαρμένη καὶ ἡ τῶν πάντων πρόνοια δὲ τὴν πίστιν λαμβάνουσιν, ἔτι τε τὸ περὶ ἀρχῶν τε καὶ θεοῦ καὶ ἡ τοῦ παντὸς ἕνωσίς τε καὶ συμ‐ πάθεια πρὸς αὐτό. πάντα γὰρ αὐτοῖς ταῦτ’ ἐστὶν ὁ διὰ τῆς ὕλης διήκων
10θεός. τούτου δὲ τοῦ σῶμα χωρεῖν διὰ σώματος, ἐξ οὗ σχεδὸν πάσης τῆς φυ‐ σιολογίας αὐτοῖς ἀνήρτηται τὰ πείσματα, παρά τε τὰς κοινὰς προλήψεις λεγομένου καὶ παρὰ τὰς ἁπάντων δόξας τῶν φιλοσόφων, τὴν πίστιν κατ’ αὐτοὺς λαμβάνει ὡς ἂν ἀπὸ ἐναργοῦς τοῦ τὸν σίδηρον, ὅταν ᾖ πεπυρω‐ μένος [μὲν] μὴ αὐτὸν ἐξάπτεσθαί τε καὶ πυροῦσθαι λέγειν ὁμοίως τοῖς
15οἷς ὕλη τὸ πῦρ, ἀλλὰ διὰ παντὸς αὐτοῦ χωρεῖν τὸ πῦρ ὑπολαμβάνειν μετὰ τῆς ὕλης ἐκείνης, ἐφ’ ἧς ὂν γειτνιᾶσαν τῷ σιδήρῳ ἐθέρμαινέ τε καὶ ἐξῆ‐ ψεν αὐτόν. καίτοι πῶς οὐ πρὸς τοῖς ἄλλοις καὶ τοῦτο παντάπασιν ἄτοπον τὸ τὴν τῆς φλογὸς ὕλην, μὴ κατέχουσαν τὴν ἔξωθεν χορηγίαν, μὴ κατα‐ ναλίσκεσθαι, σώζεσθαι δὲ ἐπὶ τοσοῦτον λέγειν ἐν τῷ πυρὶ τῷ μεμιγμένῳ
20τῷ σιδήρῳ, ἕως ἂν ὁ σίδηρος πεπυρωμένος μένῃ, ἐναργοῦς ὄντος τοῦ τὴν φλόγα συνεχοῦς δεῖσθαι τῆς κατὰ τὴν ὕλην χορηγίας, ὡς ἔχουσαν ἐν τῷ γίνεσθαι τὸ εἶναι διὰ τὴν τῆς ὑποβεβλημένης ὕλης αὐτῇ ταχεῖαν φθοράν. [καὶ ὁ θεὸς κιρνάμενος τῇ ὕλῃ· εἰ δὲ τοῦτο, καὶ ἀντιπάσχων ὑπ’ αὐτῆς· οἷς ἕπεται τό τε τὸν θεὸν πάσχειν καὶ τὸ τὴν ὕλην ποιεῖν, ἀλλὰ ταῦτα
25* * *]. εἰ γὰρ μὴ ὁ σίδηρος ὕλη ποτὲ τῷ πυρί, τίνα χρὴ τὴν καιομέ‐ νην ὕλην λέγειν εἶναι; ὅλως δὲ ἐπεὶ ὁ σίδηρος ὑπό τινος ἐξάπτεται πυρὸς ὄντος ἐφ’ ὕλης τινός, εἰ διὰ τοῦ σιδήρου δίεισι τὸ πῦρ, δεῖ φυλάσσον αὐτὸ τὴν ὕλην, ἐφ’ ἧς ὂν ἐπλησίασε τῷ σιδήρῳ, χωρεῖν δι’ αὐτοῦ, ἀλλ’ οὔτε τὰ ξύλα οὔτε οἱ ἄνθρακες οὔτε τις ἄλλη τῶν ὑποκειμένων ὕλη τῷ πυρὶ
30τῷ πυροῦντι τὸν σίδηρον, ἐν τῷ σιδήρῳ γίνεται. λείπεται δή, χωριζόμενον αὐτὸ τῆς ὕλης γίνεσθαι ἐν αὐτῷ. ἀλλ’ εἰ χωρίζοιτο, ἀναγκαῖον αὐτὸ ἐν τῇ μεταβάσει ὕλην τινὰ μεταλαμβάνειν, καὶ ἔστιν οὐκ ἄλλη τις ἢ ὁ σίδη‐
ρος αὐτός. καθόσον γὰρ ἡ ὑγρότης ἐστὶν ἐν αὐτῷ, κατὰ τοσοῦτον ὕλη τῷ227
Mixt
.

228

πυρὶ γίνεται, σκληρότερος γοῦν ὁ πυρούμενος σίδηρος μετὰ τὴν σβέσιν τοῦ πρώτου γίνεται, ὡς ἀναλισκομένης ὑπὸ τοῦ πυρὸς τῆς ὑγρότητος τῆς ἐν αὐτῷ, καὶ ἐξάπτεταί τε μέχρις ἂν ὑγρότης ᾖ τις ἐν αὐτῷ, ὥσπερ οὖν καὶ ξύλα. ἀλλὰ τούτων μὲν ἅλις.
5 Ἐπανίωμεν δὲ ἐπὶ τὸν ἐξ ἀρχῆς λόγον. εἰ γὰρ τὰ εἰρημένα οὕτως περὶ κράσεως παντελῶς ἄτοπα, ἀναγκαῖον ἄλλως πως τὰς κράσεις γίνεσθαι λέγειν. λείπεται δὲ παρὰ ταύτας, ὧν ἄξιον ποιεῖσθαι λόγον τινά, 〈ἡ〉 ὑπ’ Ἀριστοτέλους εἰρημένη δόξα. εἴπωμεν δὴ καὶ περὶ ταύτης, καὶ δείξωμεν τίς ποτ’ ἐστίν, ἐπεὶ μηδὲ γνώριμός ἐστι τοῖς πολλοῖς τῶν φιλοσοφούντων
10διὰ συντομίαν τῶν περὶ αὐτῆς εἰρημένων ὑπὸ τοῦ φιλοσόφου. πρῶτον μὲν ὁρίσωμεν, τίνα ἐστὶν ἀλλήλοις κιρνᾶσθαι λεγόμενά τε καὶ δυνάμενα. ὁρι‐ σθὲν γὰρ ἡμῖν τοῦτο ἀποσκευάσεται πολλὰ τῶν ἐνοχλούντων τὸν περὶ κράσεως λόγον. ἔστι δὴ ἡ μῖξίς τε καὶ ἡ κρᾶσις ἐν τοῖς καθ’ αὑτὰ ὑφε‐ στάναι φύσιν ἔχουσι. διὸ καὶ δοκεῖ δύνασθαι χωρίζεσθαι πάλιν ἀλλήλων
15τὰ μεμιγμένα ὅτι ἐκ τούτων συνῆλθεν. εἰ δὲ μηδὲν ἄλλο χωριστὸν παρὰ τὴν οὐσίαν, οὐσιῶν ἂν ἡ μῖξίς τε καὶ ἡ κρᾶσις εἴη. εἰ δὲ τοῦτο, οὐκ ἂν Ἀναξαγόρας εἴη καλῶς λέγων, πάντα ἐν πᾶσιν μεμῖχθαι. οὔτε γὰρ τὰ πάθη χωριστά, ὡς καθ’ αὑτὰ εἶναι δύνασθαι (διὸ οὐδὲ μῖξίς τε καὶ κρᾶσις ἂν εἴη παθῶν πρὸς ἄλληλα, ἢ παθῶν πρὸς τὰ ὧν ἐστι πάθη),
20ἀλλ’ οὐδὲ τὰ εἴδη τῶν οὐσιῶν. καὶ γὰρ εἰ οὐσίαι καὶ ταῦτ’, ἀλλ’ οὐ καθ’ αὑτὰ συνυφίστανται. οὐ γὰρ οἷόν τε χωρὶς ὕλης εἶναί τι αὐτῶν. ἀλλ’ οὐδὲ ἡ ὕλη μικτή. οὐδὲ γὰρ αὕτη χωρὶς εἴδους ἐνεργείᾳ ποτ’ ἐστίν. οὔτ’ οὖν ἐν ἄλλοις τισίν, ἢ ἐν οὐσίαις ἡ μῖξίς τε καὶ κρᾶσις, οὔτε ἄλλαι τινὲς τῶν οὐσιῶν εἰσὶ μικταὶ παρὰ τὰς χωριστάς τε καὶ κατ’ ἰδίαν ὑφεστάναι
25δυναμένας καὶ κατεχούσας τόπον. τοιαῦτα δὲ τὰ σώματα. τούτου τοίνυν διωρισμένου μετὰ ταῦτα ἄξιον ἐπιστῆσαι, πότερον ταὐτόν ἐστι μῖξίς τε καὶ κρᾶσις, ἢ διαφορὰν ἔχει τινά. ἔοικε δὴ διαφέρειν, ᾗ τὸ μὲν κοινότερόν ἐστιν ἡ μῖξις, ἡ δὲ κρᾶσις ἰδικώτερον. ποιὰ γὰρ μῖξις ἡ κρᾶσις. τῶν γὰρ μίξεων ἡ μέν τις κατὰ παράθεσιν τῶν οὐσιῶν καὶ ἁφὴν γίνεται, ἣν
30λέγομεν τῆς μίξεως γίνεσθαι κατὰ σύνθεσιν (οὐ πᾶσα μὲν γὰρ σύνθεσις μῖξις· σύνθεσις μὲν γὰρ καὶ τῶν ὁμοίων τε καὶ ὁμοειδῶν γίνεται, ἡ δὲ μῖξις ἐκ διαφερόντων τε καὶ ἐν διαφέρουσι· διὸ ὁ μὲν τῶν πυρῶν σωρὸς κατὰ μόνην σύνθεσιν, ὁ δὲ τῶν πυρῶν τε καὶ κυάμων ἤδη τῇ συνθέσει καὶ τὴν μῖξιν προσείληφεν), ἡ δὲ ὡς κρᾶσις μῖξις γίνεται, οὐ σωζομένων
35ἔτι τῶν μιγνυμένων καὶ οὕτως ἀλλήλοις παρακειμένων, ἀλλ’ ἑνουμένων κατὰ τὸ ὑποκείμενον. διὸ ἐν τοῖς εὐορίστοις τε καὶ ὑγροῖς ἡ ὡς κρᾶσις
μῖξίς ἐστιν. ὥσπερ δὲ οὐχ ἡ τῶν τυχόντων σύνθεσις μῖξις ἦν, οὕτως οὐδὲ228
Mixt
.

229

ἡ τῶν τυχόντων ὑγρῶν ἕνωσις κρᾶσίς τε καὶ μῖξις. οὐ γὰρ ὕδωρ ὕδατι κιρνᾶται, καίτοι ἑνούμενον αὐτῷ, οὐδὲ ἔλαιον ἐλαίῳ, ἀλλ’ οὐδὲ ἔλαιον ὕδατι· ἀλλὰ τοῦτο μὲν διὰ γλισχρότητα. ὅταν δὲ ᾖ τοιαῦτα τὰ ἑνούμενα, ὡς ἔχειν ποιότητας, καθ’ ἃς τὰ μιγνύμενα ποιεῖν τε καὶ πάσχειν ὑπ’ ἀλλή‐
5λων ἐστὶν οἷά τε (ἡ γὰρ κρᾶσις ἐν τοῖς ποιεῖν τε καὶ πάσχειν ὑπ’ ἀλλή‐ λων δυναμένοις), τότε καὶ τούτων κρᾶσις γίνεται. διὰ τοῦτο γὰρ ἄμικτον πᾶν τὸ θεῖον σῶμα τὸ ποιητικὸν ὂν μηκέτ’ ἀντιπάσχειν ὑπὸ τοῦ πάσχον‐ τος ὑπ’ αὐτοῦ δύναται. μόνα γὰρ τὰ ἔνυλα πάσχει. διὸ ταῦτα μόνα τῶν ποιούντων ἀντιπάσχει ὅσα τῆς αὐτῆς κεκοινώνηκεν ὕλης. ταῦτα δὲ τῶν
10τῆς αὐτῆς ὕλης κεκοινωνηκότων ὑπ’ ἀλλήλων ἀντιπάσχειν οἷά τε, ὅσα ἐναντίωσιν ἔχει τινὰ πρὸς ἄλληλα. οὐ γὰρ τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος οἷόν τε πάσχειν· οὐδὲ γὰρ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου. ἀπαθῆ γὰρ ὑπ’ ἀλλήλων τὰ ὅμοια. ἐν διαφέρουσι γὰρ καὶ ὑπὸ διαφερόντων τὸ ποιεῖν τε καὶ πάσχειν γίνεται. ἀλλ’ οὐδὲ τὰ ἕτερα πάντῃ πάσχει τι ὑπ’ ἀλλήλων.
15οὐδὲ γὰρ παθεῖν οἷόν τε φωνὴν ὑπὸ γραμμῆς, τῷ μηδὲν ὑπ’ ἀλλήλων ἀντιπάσχειν, * * * κοινὴν ὑποκεῖσθαί τινα φύσιν τῶν ἑκατέρων παθῶν ἐπιδεκτικήν. διό ἐστιν ἐν τούτοις τὸ ποιεῖν τε καὶ πάσχειν, ὅσα τὴν αὐτὴν ὕλην ὑποκειμένην ἔχοντα ἐναντίωσίν τινα ἔχει πρὸς ἄλληλα. οὔτε γὰρ ὑπὸ χρώματος τὸ γλυκύ, καθὸ γλυκύ, πάθοι ποτ’ ἄν, οὔτε ὑπὸ θερμοῦ τὸ ξηρόν,
20ἀλλ’ οὐδὲ ὑπὸ ψυχροῦ τὸ ὑγρὸν καθὸ ὑγρόν, ὅτι μὴ ἔστι ταῦτα ἀλλήλοις ἐναντία, ἀλλὰ * * * ἐναντίοις τε καὶ τοῖς μεταξύ. οὐ γὰρ μόνον τὸ θερ‐ μὸν ὑπὸ τοῦ ψυχροῦ καὶ τὸ ψυχρὸν ὑπὸ τοῦ θερμοῦ μεταβάλλεταί τε καὶ πάσχει, οὐδὲ τὸ ὑγρὸν ὑπὸ τοῦ ξηροῦ καὶ τὸ ξηρὸν ὑπὸ τοῦ ὑγροῦ, ἀλλὰ καὶ τὰ μεταξὺ ἑκατέρου τῶν ἄκρων, ὅτι κατὰ μῖξίν ἐστι τῷ πρὸς ἑκά‐
25τερον τῶν ἐναντίων τὸ μεταξὺ τὸν θατέρου τῶν ἐναντίων σώζειν λόγον. τοῖς γὰρ προειρημένοις συμβέβηκε τὴν αὐτὴν ὕλην ἔχουσιν καὶ ἐναντίωσιν κατὰ τὸ εἶδος ἔχειν πρὸς ἄλληλα. τῆς γὰρ ὕλης ἴδιον τὸ τὴν αὐτὴν εἶ‐ ναι τῶν ἐναντίων ἐπιδεκτικήν. πάντα γὰρ τὰ ἐν γενέσει τε καὶ φθορᾷ σώματα ἐπὶ τῆς αὐτῆς ἀλλήλοις ἐστὶν ὕλης, ἡ δὲ διαφορὰ αὐτῆς κατά τε
30εἴδη καὶ συμβεβηκότα πάθη. τὰ γοῦν τέσσαρα σώματα, ἃ στοιχεῖα λέγεται, ἔστι ταῦτα· γῆ καὶ ὕδωρ, ἀήρ τε καὶ πῦρ, ἃ ὕλην τὴν αὐτὴν ἀλλήλοις ἔχοντα κατὰ τὰ εἴδη τὴν πρὸς ἄλληλα σώζει διαφοράν. διαφέρουσι γὰρ ἀλλήλων τῷ τὸ μὲν αὐτῶν θερμόν τ’ εἶναι καὶ ξηρόν (ἐν γὰρ τούτοις τὸ
εἶναι τῷ πυρὶ πυρί· ἐστὶ μὲν γὰρ καὶ ἐν τῇ ὕλῃ αὐτῷ τὸ εἶναι τῇ ταῦτα229
Mixt
.

230

δεδεγμένῃ, ἀλλ’ ἐν τούτοις ὡς πυρί τε καὶ τῶν ἄλλων διαφέροντι· κατὰ γὰρ τὴν ὕλην τὰ αὐτὰ ἀλλήλοις τὰ τέσσαρα), τὸ δέ τι αὐτῶν ἐστιν ὑγρόν τε καὶ θερμόν (ἐν τούτοις γὰρ πάλιν τὸ εἶναι τῷ ἀέρι), τὸ δὲ ψυχρόν τε καὶ ὑγρόν (τῷ γὰρ ὕδατι ἐν τούτοις τὸ εἶναι), τὸ δὲ ξηρόν τε καὶ ψυχρόν
5(τοιοῦτον γὰρ ἡ γῆ). ἃς ἔχοντα διαφοράς τε καὶ ἐναντιώσεις πρὸς ἄλληλα, ποιοῦντά τε καὶ πάσχοντα εἰς ἄλληλα ποιεῖ τὰς μεταβολάς, τῆς ὕλης με‐ ταβαλλούσης εἰς τὸ τῶν ποιούντων κρατοῦν. ὅταν γάρ τι αὐτῶν πλεονά‐ σαν τινὸς τῶν ἐναντίωσιν ἐχόντων πρὸς αὑτὸ κατισχύῃ ταῖς ἐναντιώσεσι ταῖς ἐν αὑτῷ ἐπὶ τοσοῦτον, ὡς ἀποβάλλουσαν τὴν ὑποκειμένην ὕλην, ἣν
10πρότερον εἶχε ποιότητα μεταλαβεῖν τὸ τοῦ κρατήσαντος εἶδος, τότε γίνεται τοῦ μὲν οὕτω μεταβάλλοντος φθορά, γένεσις δέ, εἰς ὃ γέγονεν ἡ μετα‐ βολή. αἱ μὲν οὖν γενέσεις καὶ φθοραὶ τῶν σωμάτων αἱ γινόμεναι κατὰ μεταβολὴν τὴν κατὰ τὸ ποιεῖν τε καὶ πάσχειν τοῦτον γίνονται τὸν τρόπον. Ἐπεὶ δὲ ἄλλο γένεσις καὶ φθορά, καὶ ἄλλο κρᾶσις (ἡ γὰρ κρᾶσις σωζομέ‐
15νων τινῶν μῖξις εἶναι δοκεῖ· οὔτε γὰρ ὑπὸ τοῦ ἑτέρου φθαρέντος καὶ με‐ ταβάλλοντος εἰς τὸ κρατῆσαν κρᾶσις, ἀλλὰ τοῦ μὲν αὔξησις, τοῦ δὲ φθορά —διὸ οὐδὲ ἡ τροφὴ λέγεται κιρνᾶσθαι καὶ τὸ τρεφόμενον—οὔτ’, εἰ ἀμφότερα παντάπασιν φθαρείη τὰ μιγνύμενα, τὰ μεμιγμένα κρᾶσις ἔτι· σωζομένων γάρ τινων μῖξις ἡ κρᾶσις), ἀκόλουθον ἂν εἴη τὴν τῆς κράσεως
20πρὸς τὴν γένεσίν τε καὶ φθοράν 〈λέγειν διαφοράν〉. κοινὸν μὲν γὰρ αὐταῖς ἥ τε κατὰ τὴν ὕλην κοινωνία, καθ’ ἣν ὥσπερ φθείρεταί τι, οὕτως καὶ κιρνᾶται, καὶ ἡ διὰ ἐναντίωσιν διὰ τοῦ ποιεῖν τε καὶ πάσχειν μεταβολή. ἴδιον δὲ κρά‐ σεως πρὸς τὴν γένεσίν τε καὶ φθορὰν τὸ ἐπὶ μὲν τούτων τέλεον θάτερον εἰς θάτερον μεθίστασθαι καὶ μεταλαμβάνειν τὰς ἐναντιώσεις, καθ’ ἃς πα‐
25θὸν ἀπέβαλε τέλεον, ἃς εἶχε πρὸ τούτου, ἐπὶ δὲ τῶν κιρναμένων οὐ τοῦ‐ τον ἔτι γίνεται τὸν τρόπον. ἀλλ’ ὅταν πλείω σώματα τοῦ ποιεῖν καὶ πά‐ σχειν ὑπ’ ἀλλήλων ἔχοντα δύναμιν ἀλλήλοις συνέλθῃ, ἔχῃ δὲ οὕτως, ὡς μὴ ὑπερέχειν κατὰ τὰς ἐναντιώσεις ἄλλο ἄλλου δύνασθαι ὡς φθεῖραν αὐ‐ τὸ εἰς τὴν ἑαυτοῦ μεταστῆσαι φύσιν, τότε ταῦτα διὰ τὴν τῶν δυναμένων
30ἰσότητα, καθ’ ἃς ποιεῖ καὶ πάσχει, ὁμοίως ὑπ’ ἀλλήλων ἀντιπάσχοντα μέχρι τούτου πρόεισιν, ἕως ἀποβαλόντα τὰς κατὰ ἐναντιώσεις ὑπεροχάς, δι’ ἃς ἕτερά τε ἦν ἀλλήλων καὶ ἐναντία, μίαν ἐξ ἁπασῶν τῶν δυνάμεων γεννήσει ποιότητα, ἑνωθείσης καὶ μιᾶς γενομένης τῆς ἀμφοτέροις ἢ πᾶσιν αὐτοῖς ὕλης ὑποκειμένης. γίνεται δὲ ἡ τοιαύτη μῖξις, ἣν κρᾶσιν καλοῦμεν,
35ἐν τοῖς ὑγροῖς τῶν σωμάτων. καὶ γὰρ ἡ ἐν τοῖς ξηροῖς γίνεσθαι δοκοῦσα
κρᾶσις οὐ γίνεται χωρὶς ὑγρότητος. ἑνοῦται γὰρ τὰ ὑγρὰ συντιθέμενα καὶ230
Mixt
.

231

οὐ φυλάσσει τὰς οἰκείας ἐπιφανείας, ἐὰν μὴ ᾖ γλισχρόν. ὅταν δὴ τοῖς κατὰ τὴν ὕλην διὰ τὴν ὑγρότητα κατὰ τὴν παράθεσιν ἑνουμένοις σώμασιν προσήκῃ τὸ ἐναντίωσιν ἔχειν ἰσοκρατῆ πρὸς ἄλληλα, γίνεται αὐτοῖς κατὰ τὰς ποιότητάς τε καὶ δυνάμεις ἕνωσις, ὅπερ ἐστὶν ἡ κρᾶσις. ἑκάτερον γὰρ
5τῶν οὕτως ἐχόντων διὰ μὲν τὴν ἐνυπάρχουσαν ἐν αὐτοῖς ἐναντίωσιν καὶ τὴν τῆς ὕλης κοινωνίαν μεταβάλλει τε καὶ πάσχει, διὰ δὲ τὴν ἰσότητα τῶν ἐναντιώσεων οὐκ ἐπὶ τοσοῦτον ποιεῖ τὴν μεταβολήν, ὡς ταὐτὸν γενέσθαι θατέρῳ θάτερον. ἀντιπάσχον γὰρ τὸ ποιοῦν ὑπὸ τοῦ πάσχοντος πρὸς αὐ‐ τοῦ καὶ μὴ μένον ὅμοιον αὑτῷ, παύεται τοῦ ποιεῖν ἔτι δύνασθαι πρὸ τοῦ
10κρατῆσαι τέλεον αὐτοῦ. καὶ τοῦτ’ ἐστὶν ἡ κρᾶσις· ἡ γὰρ διὰ τοῦ ποιεῖν καὶ πάσχειν τῶν παρακειμένων ἀλλήλοις σωμάτων διὰ μεταβολῆς χωρὶς φθορᾶς αὐτῶν τινος ἕνωσις. Συνεργεῖ δὲ τοῖς ὑγροῖς πρὸς τὴν θάττω με‐ ταβολήν τε καὶ κρᾶσιν καὶ τὸ εὐδιαίρετον. διαιροῦντα γὰρ ἄλληλα πρὸ τῆς ἑνώσεως καὶ κατὰ μικρὰ παρατιθέμενα ἀλλήλοις, ῥᾷον καὶ θᾶττον ἀν‐
15τιπάσχοντα ὑπ’ ἀλλήλων, ταχέως ἕν τι γίνεται σῶμα καὶ κατὰ τὸ ὑπο‐ κείμενον καὶ κατὰ τὴν ποιότητα, ἐνεργείᾳ μὲν οὐδὲν ὂν τῶν μεμιγμένων, δυνάμει δὲ πᾶν τι, τοσοῦτον ἀπολειπόμενον τοῦ καὶ ἐνεργείᾳ σώζειν τὰ ἐν αὐτῷ μεμιγμένα, ὅσον διὰ τοῦ ποιεῖν τε καὶ πάσχειν ἀφῄρηται διὰ τῆς δυνάμεως αὐτῶν ἑκάστου. διὸ καὶ ὀλίγης δεῖται βοηθείας τῆς πρὸς
20† αὐτὴν εἰς ταύτην μεταβολήν ὃς ἦν γε αὐτῶν τοιαῦτα χωρεῖ μὴ πάντα χωριστὰ τὰ πεπραγμένα. προσθήκης γὰρ δεῖταί τινος εἰς τελειότητα, ἀλλ’ οὐ παντελοῦς γενέσεώς τε καὶ μεταβολῆς. διὸ καὶ προσφερομένων αὐτοῖς τινων, ἃ πρὸς τὴν τοιαύτην τελειότητα συνεργεῖν ἐστιν οἷά τε, ῥᾳδίως ἐπὶ τὴν οἰκείαν ἀνατρέχει φύσιν, οὐ τοῦ πρότερον ὄντος ὕδατος ἢ οἴνου [τοῦ]
25ἐκκρινομένου πάλιν (οὐδὲ γὰρ τὴν ἀρχὴν ἐσώζετο ἐν τῷ μίγματι, παρά‐ θεσις γὰρ ἄν, οὐ κρᾶσις ἦν· ἐν γὰρ τοῖς κεκραμένοις ἕν τε καὶ ὁμοιομε‐ ρὲς πᾶν τὸ γεγονὸς ἐκ τῆς κράσεως), ἀλλὰ δυναμένου [ἀπὸ] τοῦ τοιούτου κράματος εἰς ὕδωρ μὲν ῥᾳδίως μεταβάλλειν † μεταβαλόντος εἰς τοῦτο ἀρχήν, μὴ μιχθὲν ἐκ τοιούτων ἐπὶ τοιαύτης ποιότητος. ὡς γὰρ ἐπὶ τοῦ γάλακτος
30ὄντος ὁμοιομεροῦς σώματος, ἔχοντος δὲ ἐν αὑτῷ [τι] δυνάμει καὶ ὑγρόν τι καὶ στερεόν, ὁ πεπυρωμένος ἐμβληθεὶς λίθος ἑκάτερον αὐτῶν ἐξ αὐτοῦ δι‐ έκρινε γεννήσας τρόπον τινά, καὶ τὸ μὲν αὐτοῦ τυρὸν ἐποίησε, τὸ δὲ ὀρρόν,
οὐ μέρος τι ἐνυπάρχον αὐτῷ ἐνεργείᾳ χωρίσας, ἀλλ’ ἀπὸ παντὸς μορίου231
Mixt
.

232

γεννήσας αὐτῶν ἑκάτερον, οὕτως ὑποληπτέον ποιεῖν καὶ τὴν καθιεμένην σπογγίαν εἰς τὸ ἀγγεῖον τὸ ἔχον ἐν αὑτῷ κεκραμένον οἶνον ὕδατι. τῇ γὰρ οἰκείᾳ ποιότητι ἀπὸ παντὸς τοῦ μίγματος γεννῶσα τὸ δυνάμενον ῥᾳ‐ δίως ὕδωρ καθαρὸν ὑπ’ αὐτοῦ γενέσθαι ὑπὸ τοσαύτης τε καὶ τοιαύτης
5δυνάμεως χωρίζον ἀναφέρει. ὡς γὰρ ἐπὶ τοῦ γλεύκους, ὁμοιομεροῦς ὄντος σώματος, ἡ ὀλίγη πέψις προσελθοῦσα ἐξ ἅπαντος αὐτοῦ γεννᾷ τε καὶ δια‐ κρίνει πνεῦμά τε καὶ οἶνον (ὅτι γὰρ μὴ πρότερον ἦν ἐν αὐτῷ ταῦτα ἐνερ‐ γείᾳ, δῆλον ἐκ τοῦ μὴ δύνασθαι μὲν οὕτως ὑγρῷ κατέχεσθαι ἐνεργείᾳ πνεῦμα, ὡς εἴρηται καὶ πρὸ ὀλίγου, ἀλλὰ τὸ γενόμενον ἐκκρίνεσθαι παρα‐
10χρῆμα πᾶν ἐπὶ τῆς πέψεως), οὕτως ὑποληπτέον καὶ τὰ χωρίζοντα ἀπὸ τῶν κεκραμένων, ἐξ ὧν κέκραταί τινα, οὐκ ἐνυπάρχοντα ἐνεργείᾳ χωρίζειν, ἀλλὰ μεταβάλλοντα δυνάμει τινὶ καὶ τελειοῦντα τὰ δυνάμει διὰ τὴν κρᾶσιν ἐνυπάρχοντα αὐτοῖς. ὡς γὰρ ἐπ’ ἐκείνων ἐπιπόλαιός τινος γένεσις γί‐ νεται (οὐ γὰρ τοῦ γάλακτος εἰς ἐναντίας τινάς, αἷς ἔχει, μεταβαλόντος ποιότη‐
15τας τὸ μὲν ὀρρὸς τὸ δὲ τυρὸς γίνεται, ἀλλὰ τῶν ὑπαρχόντων αὐτῷ δυνά‐ μει οὕτως, ὡς ὀλίγης τινὸς πρὸς τὸ ἐνεργείᾳ εἶναι δεῖσθαι βοηθείας, εἰς τὸ ἐνεργείᾳ εἶναι γίνεται), οὕτως μεταβολὴν ἡγητέον γίνεσθαι καὶ ἐπὶ τῶν κεκραμένων. ἕπεται δὲ τῇ ἐπὶ τῶν κεκραμένων τοιαύτῃ μεταβολῇ [ἢ] τὸ διακρίνεσθαι δύνασθαι δοκεῖν αὐτά, ὅτι καὶ τὴν ἀρχὴν ἐκ μίξεως τοιούτων
20ἡ γένεσις τῷ ταῦτα πάσχοντι σώματι. καὶ ἔστιν ὁ χωρισμὸς λεγόμενος τῶν κεκραμένων οὔτε ὅμοιος τῷ ἐπὶ τῶν ἀλλήλοις παρακειμένων, οὔτ’ αὖ τῷ πάλιν τῶν κατὰ φθορὰν καὶ γένεσιν καὶ τὴν εἰς τοὐναντίον μεταβο‐ λὴν ἀποκρινομένων, ὡς ἐξ ὕδατος ὁρῶμεν εἰς ἀέρα γινομένην ἀπόκρισιν, ἀλλ’ ἔστι τὸ γινόμενον μεταξὺ τούτων. οὔτε γὰρ ἐνεργείᾳ ἐνυπάρχοντα
25διακρίνεται οὔτε εἰς τοὐναντίον τῷ ὑποκειμένῳ μεταβάλλοντα ἀποκρίνεται. ἐπὶ μὲν γὰρ τούτων ταὐτὸν κατὰ τὸ εἶδος μένει μετὰ τὴν ἀπόκρισιν τὸ ὑπομένον τῷ πρὸ τοῦ, μόνον κατὰ ποσὸν ἐλαττούμενον, ἐπὶ δὲ τῶν κεκρα‐ μένων οὐχ ὁμοίως, τῷ ἕκαστον τῶν ὄντων δυνάμει ἐν τῷ ἐκ τοῦ κράμα‐ τος γεγονότι σώματι ἐκκρίνασθαι, μεταβάλλον εἰς τὴν τελειότητα, ἧς ἀφῃ‐
30ρέθη διὰ τοῦ ἐπ’ ἴσης αὐτὰ ἀντιπαθεῖν ὑπ’ ἀλλήλων, δι’ ὃ πάθος καὶ ἐπὶ τούτων τὸ χωρίζεσθαι κατηγορεῖται. εἰ οὖν τά τε διὰ τῆς τοιαύτης μεταβολῆς τελειούμενα οὐ γενέσθαι, ἀλλὰ χωρίζεσθαι λέγειν εὔλογον, τά τε ἄλλα περὶ τῆς γενέσεως τῆς κράσεως εἰρημένα ἀκόλουθά τε ταῖς ὑπο‐
κειμέναις ἀρχαῖς καὶ συνῳδὰ ταῖς μεταβολαῖς τε καὶ γενέσεσι τῶν σωμά‐232
Mixt
.

233

των καὶ σώζοντα τὰς περὶ τῆς κράσεως κοινὰς προλήψεις, μόνος Ἀριστο‐ τέλης εἴη ἂν τὸν ἀληθῆ περὶ τῆς κράσεως ἀποδεδωκὼς λόγον. ὅτι δὲ 〈τὰ〉 κιρνάμενα διαιροῦντά τε πρῶτον ἄλληλα καὶ τῇ κατὰ μικρὰ παρα‐ θέσει εὐπαθέστερα γινόμενα ἑνοῦταί τε καὶ ὁμοιοῦται κατὰ τὸ εἶδος καὶ τὰς
5ὁμοιότητας, καὶ κατὰ τὴν αἴσθησίν ἐστι γνώριμον. ἕως γὰρ ἔτι μένει τῶν κιρναμένων ἑκάτερον ἐπὶ τῆς οἰκείας οὐσίας, ἡ ὑπ’ ἀλλήλων γινομένη διά‐ κρισις αὐτῶν καὶ ἀπὸ τῆς τῶν χρωμάτων διαφορᾶς γίνεται γνώριμος· ὑγρὰ ὄντα καὶ εὐδιαίρετα καὶ ἀνόμοια ὑπὸ τῆς πληγῆς τῆς κατὰ τὴν ἐπί‐ χυσιν θατέρῳ θάτερον ἀρχὴν λαβόντα τοῦ διαιρεῖν ἄλληλα, ὄντα καὶ ἀνι‐
10σόρροπα, εἰ οὕτως τύχοι, τὸ μὲν βαρύτερον αὐτῶν διαιροῦν φέρεται κάτω, τοῦ δὲ κουφοτέρου τὰ μόρια ὑποχωροῦντα τοῖς βαρυτέροις ἐπιπολῆς αὐ‐ τῶν σπεύδει γενέσθαι. ἣν τοπικὴν μετάβασιν αὐτῶν ἵστησι φθάνουσαν ἡ κατὰ πάθη μεταβολή, ἑνοῦσα αὐτὰ τῇ κατὰ πάντα ὁμοιότητι, ὃ καὶ αὐτὸ τῇ ὄψει γίνεται γνώριμον. Ἐπεὶ δὲ πρὸς κατασκευὴν τοῦ σῶμα διὰ σώ‐
15ματος χωρεῖν χρῶνται καὶ ταῖς τῶν ζῴων διὰ τῆς τροφῆς αὐξήσεσιν (εἰ γὰρ [αὔξησις] τῇ προσθήκῃ τῆς τροφῆς πάντῃ καὶ αὔξεται τὰ αὐξανόμενα, πάντῃ ἂν ἡ τροφὴ προσκρίνοιτο τῷ ὑπάρχοντι σώματι· οὐχ οἷόν τε δὲ πάντῃ προσκριθῆναι τὴν μὴ διὰ παντός τε καὶ πρὸς πᾶν ἐνεχθεῖσαν· ἀλλ’ εἰ διὰ παντὸς ἡ τροφὴ τοῦ σώματος φέρεται, σῶμα οὖσα, ἀναγκαῖον
20εἶναι δόξει, σῶμα διὰ σώματος χωρεῖν, εἴ γε μόνως οὕτως οἷόν τε τὴν ἐκ τῆς τροφῆς προσθήκην παντὶ τῷ τρεφομένῳ γίνεσθαι σώματι), ὅτι οὖν μὴ οὕτως τὸ τρέφεσθαί τε καὶ αὔξεσθαι γίνεται (οὐδὲν γὰρ τῶν ἀδυνάτων γίνεται) φέρε † καὶ ὧν ἐκθέμενος τὴν Ἀριστοτέλους δόξαν τὴν περὶ αὐξή‐ σεώς τε καὶ τροφῆς. ποιήσομαι δὲ τὸν λόγον ἐπὶ τῶν κυρίως αὔξεσθαι
25λεγομένων, ἐπὶ τούτων γὰρ καὶ ἡ ἀπορία πρόεισιν· ἔστι δὲ ταῦτα τὰ διὰ τοῦ τρέφεσθαι τὴν προσθήκην λαμβάνοντα. τρέφεται δὲ ὅσα τὴν θρεπτι‐ κὴν ἔχει δύναμιν ἐν αὑτοῖς, τοιαῦτα δὲ τὰ φυτὰ καὶ τὰ ζῷα. ὅσα δὴ τοῖς οὕτως αὐξανομένοις ὑπάρχει καὶ ὅσα δεῖ φυλάττειν τοὺς περὶ αὐξή‐ σεως λέγοντας, ἀνάγκη ταῦτα πρῶτον ἐκθέσθαι· ταῦτα γὰρ ἡμῖν ὄντα
30γνώριμα συντελέσει πρὸς τὴν τῶν ῥηθησομένων κρίσιν. τὰ δὴ αὐξανόμενα πάντα προσιόντος γέ τινος αὑτοῖς ἔξωθεν αὔξεται, εἴ γε διὰ τοῦ τρέφεσθαι τὸ αὔξεσθαι γίνεται, ἔτι τε 〈οὐ〉 κατὰ μόριον τὴν ἐπίδοσιν λαμβάνει. οὐ
γὰρ ἕν τι ἡ αὔξησις τοῖς αὐξανομένοις κατὰ φύσιν, ὥσπερ οἷς ἔξωθέν τι233
Mixt
.

234

προσπλάσσεται (οὐ γὰρ τῶν αὐξομένων τινὸς ὁ ποῦς αὔξεται μόνος), ἀλλὰ καὶ πάντων τῶν μορίων ἐπίδοσις κατ’ ἀναλογίαν γίνεται. καὶ γὰρ ταὐτὸν ὑπομένον τε καὶ σῶζον τὴν οἰκείαν φύσιν τὸ αὐξόμενον τὴν προσθήκην λαμβάνει. οὔτε γὰρ μὴ ὑπομένοντος τοῦ αὔξεσθαι λεγομένου αὔξησις τὸ
5γινόμενον * * * εἰς ὄγκον μεταβάλλειν μείζονα (διὰ τοῦτο γὰρ οὔτε τῶν κιρναμένων τι αὔξεσθαι λέγεται μεταβαλλόντων εἰς ἄλλο τι σῶμα ὂν ἐπ’ ὄγκου μείζονος, ὡς ὁρῶμεν γινόμενον ἐκ τῆς ἐξ ὕδατος εἰς ἀέρα μεταβολῆς, ἀλλ’ ἐνταῦθα μὲν γένεσις καὶ φθορά, ὕδατος μὲν φθορά, γέ‐ νεσις δὲ ἀέρος, ἐκεῖ δὲ μῖξίς τε καὶ κρᾶσις), οὔτε τὸ τυχὸν τῶν εἰς τὴν
10αὔξησιν συντελούντων αὔξεται, ἀλλὰ τὸ σωζόμενόν τε αὐτῶν καὶ ὑπομένον, καὶ ἔτι τὴν αὐξητικήν τε καὶ θρεπτικὴν ἔχον δύναμιν ἐν αὑτῷ. διὰ ταῦτα γὰρ οὐχ ἡ τροφὴ αὐξανόμενον, καίτοι καὶ αὐτὴ σῶμα καὶ γινομένη τῆς αὐξήσεως αἰτία, ἀλλ’ ᾧ ἡ τροφὴ προσκρίνεται. ἡ μὲν γὰρ μεταβάλλει, τὸ δὲ σώζεται· καὶ ἡ θρεπτικὴ δύναμις, ἡ μεταβλητικὴ δὴ καὶ προσκρι‐
15τικὴ τῆς τροφῆς, ἐστὶν ἐν τούτῳ. 〈τούτων〉 τοίνυν τοῖς αὐξανομένοις ὑπαρ‐ χόντων ζητεῖται, ἐπεὶ ἡ αὔξησις προστιθεμένῳ γίνεται, τί ἐστι 〈τὸ〉 προσ‐ τιθέμενον; ἢ γὰρ σῶμα ἢ ἀσώματον εἶναι δεῖ τὸ προστιθέμενον. οὔτε δὲ ἀσωμάτῳ τὴν αὔξησιν εἶναι λέγειν εὔλογον, οὔτε σώματι εἶναι δοκεῖ. ἀσω‐ μάτῳ μέν, ὅτι οὐκ ἀσώματος ἡ τροφή, ἀκολουθήσει τε τοῖς κατὰ
20ἀσωμάτου τινὸς προσθήκην τὴν αὔξησιν εἶναι λέγουσι † κατέχειν τόπον· οὐ κατεῖχε δὲ τόπον τὸ αὐξῆσαν αὐτό· ὃν γὰρ ἐπιλαμβάνει τὸ αὐξανόμενον, οὗτός ἐστι πρὸ τῆς αὐξήσεως αὐτοῦ κενός, εἴ γε μόνων σωμάτων τὸ κατέχειν τινὰ τόπον. εἰ δὲ σώματι λέγοιτο ἡ αὔξησις γίνεσθαι προστιθε‐ μένῳ, ἔσται σῶμά τε διὰ σώματος χωροῦν καὶ † γινόμενον σώματι, εἴ γε
25καθὸ μὲν αὔξεταί τι, κατὰ τοῦτο τὴν προσθήκην λαμβάνει, κατὰ πάντα δὲ τὸ αὐξόμενον αὔξεται, ὥστε κατὰ πᾶν καὶ προσθήκην λήψεται. ἀλλ’ εἰ σῶμα ὂν κατὰ πᾶν ἑαυτὸ τὴν προσθήκην λαμβάνει, δεήσει διὰ παντὸς αὐτὸ χωροῦν τὸ προστιθέμενον αὐτῷ (τοῦτο δ’ ἐστὶν ἡ τροφή) τὴν αὔξη‐ σιν αὐτοῦ ποιεῖσθαι. εἰ γὰρ λέγει τις διά τινων κενῶν γενέσθαι τὴν δίο‐
30δον τῆς τροφῆς, ἀνάγκη τούτῳ λέγειν, πᾶν τὸ τρεφόμενον σῶμα εἶναι κε‐ νόν, εἰ καθ’ ὃ μὲν ἡ πάροδος τῆς τροφῆς, κενὸν κατὰ τοῦτο, κατὰ πάντα δ’ αὐτοῦ ἡ πάροδος τῆς τροφῆς, εἰ δὴ κατὰ πάντα αὔξεται. τῷ δὴ μέλ‐ λοντι φυλάττειν τε τὰ τοῖς αὐξανομένοις ὑπάρχοντα καὶ λύσειν τὰ ἀπο‐
ρούμενα ἀναγκαῖον πρῶτον, τί ποτέ ἐστι τὸ αὐξόμενον λαβεῖν, καὶ κατὰ234
Mixt
.

235

ποῖα μόρια τῶν αὐξομένων τῆς προσθήκης γινομένης τὰ ὅλα αὔξεται. ἐπεὶ τοίνυν ἐν τοῖς αὐξομένοις ἐστὶ τῶν μερῶν τὰ μὲν ἀνομοιομερῆ, τὰ δὲ ὁμοιομερῆ (καὶ ἀνομοιομερῆ μὲν τὰ ἐκ διαφερόντων μερῶν συνεστῶτα, ὡς πρόσωπον καὶ χείρ, ὁμοιομερῆ δὲ σάρξ τε καὶ ὀστᾶ, μῦς καὶ αἷμα καὶ
5φλέψ, καὶ ὅλως ὧν τὰ μόρια τοῖς ὅλοις ἐστὶ συνώνυμα), καὶ σύγκειται ἐκ τῶν ὁμοιομερῶν τὰ ἀνομοιομερῆ, ἀλλ’ οὐκ ἀνάπαλιν (οὐ γὰρ ἐκ προσώ‐ πων ἡ σάρξ, ἀλλ’ ἐκ σαρκῶν τε καὶ ὀστῶν τὸ πρόσωπον), ἡ αὔξησις κατὰ τὴν τοῖς ὁμοιομερέσι προσθήκην γίνεται. τούτοις γὰρ αὐξομένοις ἕπεται καὶ ἡ τῶν ἀνομοιομερῶν ἐπίδοσις. οὐ γὰρ ἡ προσκρινομένη τροφή, πρό‐
10σωπον ἢ χεὶρ γινομένη, προσκρίνεται, ἀλλ’ εἰς σάρκα καὶ ὀστοῦν καὶ τῶν ἄλλων τῶν ὁμοιομερῶν ἕκαστον μεταβάλλουσά τε καὶ προσκρινομένη τού‐ τοις τῆς τοῦ παντὸς αὐξήσεως σώματος αἰτία γίνεται. εἰ τοίνυν ἡ μὲν αὔξησις τοῦ αὐξανομένου σωζομένου τε καὶ μένοντος, αὔξεται δὲ τὰ ὁμοι‐ ομερῆ, δῆλον ὅτι ταῦτα σώζεσθαί τε καὶ μένειν δεῖ. ἀκόλουθον τοίνυν
15τούτοις ἰδεῖν, πῶς τις λέγων ὑπομένειν ταῦτα ἀληθεύσει. καθὸ γὰρ ὑπο‐ μένειν οἷόν τε ταῦτα, κατὰ τοῦτ’ αὐτῶν καὶ τὴν αὔξησιν ἀναγκαῖον εἶναι λέγειν. πᾶν δὴ τὸ ἐξ ὕλης τε καὶ εἴδους συγκείμενον καθ’ ἑκάτερον τῶν ἐξ ὧν ἐστιν εἶναι λέγεται· καὶ γὰρ κατὰ τὴν ὕλην καὶ κατὰ τὸ εἶδος. ἐκ τούτων δὲ καὶ τὰ ὁμοιομερῆ, καθ’ ἃ λέγομεν τὴν τῶν ζῴων αὔξησιν
20γίνεσθαι. διὸ καὶ ταῦτ’ ἔχει τὸ διττόν. καὶ λέγεται ἕκαστον αὐτῶν ποτὲ μὲν κατὰ τὴν ὕλην, ποτὲ δὲ κατὰ τὸ εἶδος. ὅταν μὲν γὰρ λέγωμεν τὴν σάρκα ῥεῖν καὶ εἶναι ἐν συνεχεῖ ἀποκρίσει τε καὶ προσκρίσει, κατὰ τὴν ὕλην τὴν σάρκα ταῦτα πάσχειν λέγομεν, ὅταν δ’ αὖ πάλιν λέγωμεν τὴν σάρκα τὴν αὐτὴν μένειν, ἀπὸ τοῦ εἴδους καὶ τὴν κατὰ τὸ εἶδος σάρκα
25λαβόντες ταῦτα αὐτῇ μαρτυροῦμεν. πάντα γὰρ τὰ ἐν ὕλῃ τὸ εἶναι ἔχον‐ τα κατὰ μὲν τὴν ὕλην ἄλλοτε ἄλλα γίνεται, διὰ τὸ μὴ μένειν ταύτην κατὰ τὸν ἀριθμὸν μίαν, συνεχῶς κατὰ τὰ μόρια μεταβάλλουσάν τε καὶ γινομένην ἄλλοτε ἄλλην, κατὰ δὲ τὸ εἶδος ἐν αὐτῷ κατ’ ἀριθμὸν ἕκαστον μένει. κατὰ γὰρ τὸ εἶδος ἡ σὰρξ ἡ αὐτὴ κατ’ ἀριθμὸν μένει. κἂν τὸ
30μὲν ἀπορρέῃ τῆς ὑποβεβλημένης ὕλης αὐτῇ, τὸ δὲ ἐπιρρέῃ, † ἔστι μένον αὐτῆς ἐν αὐτῷ, φυλάσσει τὸ τῆς σαρκὸς εἶδος, τῇ κατὰ διάδοσιν μονῇ κωλῦον αὐτοῦ τὴν παντελῆ φθοράν. οὐ γὰρ τὸ εἶναι τῇ σαρκὶ ἐν τῷ το‐ σῷδε μεγέθει, ὃ οὐ ταὐτὸ μένει διὰ τὴν τῆς ὕλης ῥύσιν, ἀλλ’ ἐν τῷ εἴδει
τῷ τοιῷδε, ὃ ταὐτὸν μένει, ἔστ’ ἂν σώζηταί τι τῆς σαρκός. οὕτως τοίνυν235
Mixt
.

236

τούτων ἐχόντων, κειμένου δὲ καὶ τοῦ τὸ αὐξανόμενον δεῖν ὑπομένειν, ἂν μὲν κατὰ τὴν ὕλην τις λέγῃ γίνεσθαι τὴν τῆς σαρκὸς αὔξησιν, ἀναιρήσει τὸ τὸ αὐξόμενον τὸ αὐτὸ σωζόμενον κατ’ ἀριθμὸν αὔξεσθαι (αὐτὴ γὰρ ἄλλοτε ἄλλη), εἰ δέ τις κατὰ τὸ εἶδος λέγοι τὴν αὔξησιν γίνεσθαι, οὐκέτι
5ἂν ὁ λόγος ἐμποδίζοιτο. τοῦτο γὰρ ὑπομένει, τοῦ δὲ ὑπομένοντος ἦν. κειμένου δὲ τοῦ τὰ αὐξανόμενα κατὰ τὸ εἶδος αὔξεσθαι, ἐπὶ τούτοις ἄξιον ἰδεῖν, πῶς τῆς τοῦ αὔξοντος αὐτὰ προσκρίσεως αὐτοῖς γινομένης αὔξεται. εἰ μὲν οὖν κατὰ τὴν ὕλην ἡ αὔξησίς τε καὶ ἡ πρόσκρισις ἐγίνετο, ἀναγ‐ καῖον ἂν ἦν λέγειν τῷ κατὰ πᾶν μόριον αὔξεσθαι τὰ αὐξανόμενα λέγοντι,
10κατὰ πᾶσαν τὴν ὕλην γενέσθαι τὴν προσθήκην τὴν ἀπὸ τῆς τροφῆς, ἥτις οὐκ ἄλλως ἐδύνατο γίνεσθαι (τῆς γε ὕλης τῆς αὐτῆς ὑπομενούσης), 〈ἢ〉 σώματος χωροῦντος διὰ σώματος, εἴ γε σῶμα ἡ τροφή· ἐπεὶ δὲ κατὰ τὸ εἶδος ἡ αὔξησις, οὐκέτι ἀναγκαῖον, εἰ καὶ κατὰ πᾶν τὸ εἶδος αὔξεται, τοῦτο γίνεσθαι σώματος χωροῦντος διὰ σώματος. οὐδὲ γὰρ τὴν
15ἀρχὴν προϋπάρχον ὑπομένει, ὥστε γίνεσθαι τῷ αὔξοντι σώματι δι’ αὐτοῦ τὴν ὁδόν, ἀλλὰ γίνεται μὲν ἡ τροφὴ τῆς σαρκὸς ὕλη, προσκρινομένη δὲ κατὰ μέρη τινὰ τῇ τῆς προϋπαρχούσης ἔτι, μενούσης δὲ καὶ τὸ εἶδος φε‐ ρούσης, εἰ μὲν εἴη ἐλάττων ἢ ἴση τῆς ἀπορρεούσης, σώζει οὐ μόνον τό, ᾧ προσκρίνεται, τρέφουσα αὐτὸ καὶ κωλύουσα πᾶν διαφθαρῆναί τε καὶ
20φθαρῆναι διὰ τὴν συνεχῆ ῥύσιν, ὅταν δὲ πλείων ἡ ὑπὸ τῆς θρεπτικῆς δυ‐ νάμεως κατεργαζομένη τε καὶ προσκρινομένη ὕλη τῆς ἐπαναλισκομένης τε καὶ ἀπορρεούσης, τότε πρὸς τῷ τρέφεσθαι τὸ ὑποκείμενον καὶ αὔξεται, τῆς μὲν οὐσίας τοῦ σώζοντος εἰς τὸ εἶναί τε καὶ σώζεσθαι συντελούσης τῷ τρεφομένῳ, τῆς δὲ ποσότητος εἰς αὔξησίν τε καὶ μέγεθος. διὸ ὅταν μὲν
25ἐνεργῇ καθὸ τροφή, τότε μόνον σώζει τὸ ὑποκείμενον, ὅταν δὲ καὶ ὡς ποσή, πρὸς τῷ σώζειν καὶ συναύξει. [μὴ] πάντῃ δὲ τῆς προσκρίσεως γινομένης, αὔξεται πάντως, ὅτι τῆς θρεπτικῆς δυνάμεως τῆς ἀλλοιούσης τε τὴν τροφὴν καὶ ἐξομοιούσης καὶ προσκρινούσης τῷ τρεφομένῳ ἴδιον ὥσπερ τὸ σώζειν τὸ ὑπ’ αὐτοῦ τρεφόμενον, οὕτω δὲ καὶ μετὰ τοῦ ἰδίου
30αὐτὸ τηρεῖν σχήματος· μᾶλλον δὲ ἕπεται καὶ τούτῳ τὸ σώζειν. τότε γὰρ κυρίως σώζεταί τι, ὅταν τηρῆται μετὰ παντὸς τοῦ κατὰ φύσιν ὑπάρχοντος αὐτῷ, ὧν ἐστι καὶ τὸ σχῆμα. πᾶν γὰρ ἔμψυχον αὐτό τε μετά τινός ἐστι οἰκείου σχήματος καὶ τῶν μερῶν ἕκαστον αὐτοῦ, ὃ φυλάσσεται τότε
σχῆμα, ὅταν προσκρινόμενον ἐκ τῆς τροφῆς μὴ μένῃ τὴν καθὸ προσετέθη236
Mixt
.

237

χώραν φυλάσσον καὶ κατὰ τοῦτο προσκείμενον, ἀλλὰ προωθῇ τὸ πρὸ αὐ‐ τοῦ, κἀκεῖνο τὸ πρὸ αὐτοῦ πάλιν, μέχρι τοσούτου, ἕως ἂν ἕκαστον τῶν μορίων αὐτοῦ κατὰ ἀναλογίαν προστιθεμένου τοῦ τρέφοντός τε καὶ αὔξοντος ἴσην ἐπίδοσιν λαβὸν ταὐτὸν ἔχοντα σχῆμα μείνῃ, ὃ ἔχει καὶ πρὸ τῆς προσ‐
5κρίσεως τοῦ τρέφοντος. ὡς γὰρ τῆς γῆς βαρέος ὄντος σώματος καὶ κάτω τε καὶ ἐπὶ τὸ μέσον φερομένου καὶ κατὰ τὴν αὑτοῦ φύσιν καὶ τῷ ἰδίῳ μέσῳ τὸ τοῦ παντὸς κατέχοντος μέσον τε καὶ κέντρον, ἂν βάρος ἐπ’ αὐ‐ τῇ τι μεῖζον τεθῇ κατὰ θάτερον ἡμισφαίριον, οὐ διὰ τῆς προϋπαρχούσης γῆς διαδύεται τοῦτο τῆς ἐν τῷ μέσῳ μενούσης, ὡς τῆς ἰδίας ῥοπῆς τὸ
10κέντρον ἔχειν κατὰ τὸ τοῦ παντὸς μέσον, ἀλλ’ ἄνωθεν τῇ προϋπαρχούσῃ γῇ μέχρι τοσούτου τὸ πρὸς αὐτὸ μόριον τῆς γῆς προωθεῖ, ἕως ἂν τὸ γε‐ νόμενον τοῦ τῆς γῆς βάρους κέντρον διὰ τὴν προσθήκην τοῦ βάρους γένη‐ ται κατὰ τοῦ παντὸς μέσον (τοῦτο γὰρ κατὰ φύσιν τοῖς βαρέσι τε καὶ κάτω φερομένοις σώμασιν· οὗ γινομένου καὶ τὸ σχῆμα ἅμα ἡ γῆ φυ‐
15λάσσει τὸ σφαιρικόν, ὃ εἶχε καὶ πρὸ τοῦ), οὕτως ὑποληπτέον καὶ ἐπὶ τῶν ὁμοιομερῶν [γίνεσθαι], τῶν αὐξομένων διὰ τὴν ἀπὸ τῆς τροφῆς πρόσκρισιν, εὐθὺ τῇ προσκρίσει τε καὶ ἐξομοιώσει πρὸς τὸ τρεφόμενον τῆς τροφῆς παρ’ αὐτῶν τῶν μερῶν τοῦ τρεφομένου πρόσοδόν τινα γίνεσθαι καὶ μετά‐ στασιν ἄλλου προωθοῦντος ἄλλο, ἕως ἂν τὸ πᾶν, ἐν ᾧ πρότερον ἦν σχή‐
20ματι, ἐν τούτῳ καὶ μετὰ τὴν ἀπὸ τῆς τροφῆς προσθήκην γένηται. ὡς γὰρ αὔξεταί τε καὶ φυλάσσεται τὰ τῶν ὁμοιομερῶν τοῦ τρεφομένου σχή‐ ματα ἐν τῇ τῶν ὁμοιομερῶν αὐξήσει, οὕτως καὶ τὰ τῶν ἀνομοιομερῶν ὑποληπτέον φυλάσσεσθαι σχήματα τῆς κατὰ μόρια προσκρινομένης αὐτοῖς τροφῆς ὑπὸ τῆς ἐν αὐτῇ θρεπτικῆς δυνάμεως εἰς πάντα αὐτὰ ἀγομένης
25ἀναλόγως. καθ’ ἣν ἀναλογίαν μετὰ τῆς τοῦ σώματος σωτηρίας ἕκαστον αὐτῶν πᾶν αὔξεται, καὶ δεῖ τὸ γινόμενον ὑπὸ τῆς φύσεώς τε καὶ θρεπτι‐ κῆς δυνάμεως τοῖς διὰ τῆς τροφῆς αὐξανομένοις ὑπολαβεῖν ὅμοιον εἶναι, ὡς ἂν εἰ οἶνόν τις ἐπινοήσαι διά τινος σωλῆνος φερόμενον, φυλάσσοντος μὲν τὸ σχῆμα ταὐτόν, δι’ ὑγρότητα δὲ καὶ μαλακότητα, ὅταν μὲν ἔλαττον
30ᾖ τὸ δι’ αὐτοῦ φερόμενον ὑγρόν, συστελλομένου τε καὶ τὸ σχῆμα ἐπὶ ἐλάττονι σώζοντος ὄγκῳ, ὅταν δὲ πλεῖον ᾖ τούτων, ἀνευρυνομένου τε πάντῃ καὶ μείζονα τὸν ὄγκον λαμβάνοντος. ὡς γὰρ ἐπὶ τοῦ σωλῆνος τοῦ τοι‐
ούτου οὐ τὸ ὕδωρ τὸ αὐξανόμενόν ἐστιν, ὅ γε τὴν ἀρχὴν οὐδὲ ὑπομένει,237
Mixt
.

238

ἀλλὰ ἄλλο τι γίνεται, καὶ ποτὲ μὲν πλέον, ποτὲ δὲ ἔλαττον, τὸ δ’ ἐπὶ τῷ ὕδατι σχῆμά ἐστι τὸ μένον καὶ τὴν ἐπίδοσίν τε καὶ τὴν συστολὴν λαμ‐ βάνον, οὕτως ὑποληπτέον γίνεσθαι καὶ ἐπὶ τῶν αὐξανομένων φύσει· τὴν μὲν ὕλην, ἐφ’ ἧς τὸ αὐξόμενον εἶδος, ἄλλοτε ἄλλην εἶναι δεῖ διὰ τὰς
5συνεχεῖς ἀποκρίσεις, τὸ δὲ εἶδος τὸ μὲν ἐπὶ τῇ ὕλῃ τῇ ῥεούσῃ ἀναλόγως τῷ σωλῆνος σχήματι μειοῦσθαι μέν, ὅταν ἐλάττων ἡ ὕλη γένηται, αὔξε‐ σθαι δέ, πλείονος τῆς κατὰ τὴν ὕλην προσκρίσεως γινομένης, μετὰ τῆς τοῦ οἰκείου σχήματος σωτηρίας. τὸ γὰρ ἐπὶ πλείονι ὕλῃ ταὐτὸν εἶδος μεῖζον τοῦ ἐπ’ ἐλάττονι, ὡς καὶ τὸ σχῆμα τοῦ σωλῆνος, τοῦ δι’ ὑγρότητα
10συμμεταπίπτοντος τῷ δι’ αὐτοῦ ῥέοντι. ἡ δὲ πρόσκρισις ἡ τῆς τροφῆς τοῖς τρεφομένοις γίνεται μὲν κατὰ μεταβολὴν ἐξομοιουμένης αὐτῆς τῷ τρε‐ φομένῳ, οὐ γενομένη δὲ πρῶτον ἡ αὐτὴ τῷ τρεφομένῳ, ἔπειτ’ αὐτῷ προσκρίνεται. γένεσις γὰρ τοῦτο σαρκός, ἀλλ’ οὐ τροφή. ἀλλ’ ἡ ἐσχάτη τροφή, ὅπερ ἐστὶν ἐπὶ τῶν ἐναίμων τὸ αἷμα, ἐπὶ δὲ τῶν ἄλλων τὸ ἀνά‐
15λογον, ἑκάστῳ τῷ τρεφομένῳ διὰ τῶν ἀγγείων φερομένη τῶν καθηκόντων ἐπ’ αὐτὰ καὶ ἐπιρρέουσα ὑπὸ τῆς ἐν ἑκάστῳ δυνάμεως, μεταβάλλεταί τε καὶ ἐξομοιοῦται τῷ τρεφομένῳ. καὶ δεῖ τὸ γινόμενον ἐπινοῆσαι, ὡς εἰ οἴνῳ ἐπιχεομένου ὕδατος ἡ ἐν τῷ οἴνῳ δύναμις ἀεὶ τὸ ἐμπῖπτον εἰς αὐτὸν ὕδωρ οἶνον ποιοῦσα, σώζει τε καὶ αὔξει τὸν οἶνον. ὅπερ ὁρᾶται
20καὶ τὸ πῦρ ποιοῦν, ἐπειδὰν αὐτῷ γειτνιάσῃ τι τῶν καυστῶν. οὕτως δὲ γινομένης τῆς αὐξήσεως οἶμαι φανερὸν εἶναι τὸ μηδὲ τὴν αὔξησιν συν‐ τελεῖν τοῖς σῶμα διὰ σώματος χωρεῖν λέγουσιν πρὸς τὴν κατασκευὴν τοῦ
παραδόξου τε καὶ θαυμαστοῦ δόγματος.238