TLG 0731 003 :: ADAMANTIUS Judaeus :: Physiognomonica (epitome Matritensis)

ADAMANTIUS Judaeus Med.
(Alexandrinus: A.D. 4–5)

Physiognomonica (epitome Matritensis)

Source: Foerster, R. (ed.), Scriptores physiognomonici Graeci et Latini, vol. 1. Leipzig: Teubner, 1893: 320–347, 351–359, 386–424.

Citation: Section — (line)

1

τὰς κόρας, μεγάλοι τε ὀφθαλμοὶ καὶ στίλβοντες κινούμενοι δεδορκότες θυμῷ καὶ τὰ βλέφαρα αὐτῶν ἀνοίγονται, πάντων οὗτοι ἄχρηστοι. τῶν γὰρ λύκων καὶ συῶν ἀγρίων ταῦτα τὰ εἴδη. καὶ ὑπολάμπει ἔσω ὡς πῦρ·
5καὶ πρὸς τούτοις κέγχροι ὠχραὶ ταῖς πυρώδεσι μεμιγμέναι εἰσί· καὶ ἕτεραι γλαυκαί. καὶ ἁπλῶς, καθὼς ἀνωτέρω
εἴρηται, οἱ λύκων καὶ συῶν ἀγρίων τὰ σημεῖα ἔχοντές εἰσιν ὠμότεροι ἀγριώτεροί τε καὶ ἁρπακτικώτεροι. μείζους δὲ οὖσαι ἢ ἐλάττους ἡμερώτερα σημαίνουσιν. αἱ δὲ αἱματώδεις320
10τῶν κέγχρων ἐν τοῖς μέλασι φαρμακώδεις ἀνθρώπους μη‐ νύουσιν, ὥσπερ αἱ ὠχραὶ μαγγανείας καὶ φαρμακείας ἐπι‐ στήμονας δηλοῦσιν. οἱ ὠχροὶ δολερώτεροι, οἱ αἱματώδεις δὲ
ἀβουλότεροι καὶ θερμουργοί· ὅσοι δὲ οὐ κέγχροις χαροποί, ἀλλ’ εἰσὶ πεποικιλμένοι, τούτων τὸ μέγεθος καὶ τὴν321
15χροιὰν ἐπισκέπτου. εἰ μέλαινα ἢ ἑτέρα πυρρὰ ἐν ὑγροῖς ὀφθαλ‐ μοῖς καί γε μηδὲν ἄλλο ἄτοπον φαίνοιτο, ἄνδρα δηλοῦσι μεγαλόνουν, δίκαιον, συνετόν, εὐφυῆ, παιδεραστὴν δὲ πέρα
τοῦ μετρίου, εἰ δὲ χλωρὰ ἴτυς ἐπὶ μελαίναις, δολερόν, ἄδικον, κλέπτην, γυναιξὶν ὁμιλοῦντα αἰσχρῶς καὶ ἀτόπως. ἴτυες322
20αἰόλοι χρόαν ταῖς ἴρισιν ὅμοιοι ξηρότεροι τοῖς ὀφθαλμοῖς ματαιότητα σημαίνουσιν, ἐν δὲ ὑγροῖς μεγαλόνοιαν καὶ ἀν‐ δρείαν καὶ εὐθυλογίαν καὶ ὀρθοβουλίαν, ταχύτεροι δὲ εἰς
ὀργὴν καὶ ἐν ἀφροδισίοις ἔργοις ἐπτοημένοι.323

2

Κοῖλοι πάνυ ὀφθαλμοὶ οὐκ ἐπαινετοί· ὅσοι δὲ κοῖλοι ὄντες ὥσπερ ἐν ἀγγείῳ ὕδωρ καὶ μὴ ὑποκινοῦνται μεγάλοι ὄντες οὐ πονηροί, εἰ μή τι ἄλλο σημεῖον ποιεῖ· τὴν 〈γὰρ〉 κοιλότητα ἥ τε ἰκμὰς καὶ τὸ μέγεθος παραμυθοῦνται·
5κοίλων καὶ μικρῶν ἤθη δόλια, ἐπίβουλα ἐν ἀνθρώποις, ζήλῳ
καὶ φθόνῳ τετηκότα, ξηροτέρων δὲ πρὸς τοῖς εἰρημένοις κακοῖς ἀπιστίαν, προδοσίαν, ἱεροσυλίαν σημαίνουσι καὶ τὰ ὅμοια τούτων. οἱ μὲν οὖν ἀτενεῖς περιττότερα ἤθη ἐμφαίνουσιν, οἱ δὲ ὑπορρέοντες δολερώτερα, εἰ μέντοι ὑπορρέοιεν ἀμαυρότητι,324
10μωρότερα σημαίνουσι.

3

Τῶν ἐξεχόντων ὀφθαλμῶν, 〈οἳ〉 οὔκ εἰσιν ἐπαινετοί,
τοῖς μὲν οἴδημα περίκειται κύκλῳ, τοῖς δὲ ὡς τάφρος βαθεῖα καὶ στενὴ περιακολουθεῖ, δολερὸν ἦθος· οἱ δὲ πάντη ἀνεστηκότες ἀσωτείαν κατηγοροῦσι καὶ ματαιότητα καὶ μανίαν.325
5προπήδησις ὀφθαλμῶν αἱματωδῶν οἰνοφλύγων καὶ γαστριμάρ‐ γων σημεῖον. εἰ δὲ γλαυκοὶ οἱ αὐτοί εἰσιν, ἀδίκους μέν, ἀσυν‐ έτους δὲ εἶναι νόει· καὶ τὰ βλέφαρα αὐτῶν ἐὰν καρηβαρῶνται,
πλείων ἡ ἄνοια. εἰ δὲ οἰδοῦντές εἰσιν ξηροί, πατροφόνοι τε καὶ μητροφόνοι παιδοφόνοι τε καὶ φαρμακοὶ καὶ τὰ326
10ὅμοια. εἰ δὲ ὑψηλοί εἰσιν οἱ ὀφθαλμοὶ μεγάλοι τε καὶ λαμπροὶ καὶ εὐαγεῖς καὶ ὑγρὸν βλέποντες, δίκαιοι, συνετοί, φιλομαθεῖς, ἔρωτος πλήρεις, οἷος ἦν ὁ φιλόσοφος Σωκράτης. ὀφθαλμοὶ τοῦ προσώπου πολὺ ἐξέχοντες μικροί τε πάνυ καὶ πυρροὶ οὐ φρενήρη μόνον, ἀλλὰ παρειμένον καὶ τὴν γλῶτταν καὶ τὸ
15σῶμα εἶναι τὸν ἄνδρα λέγουσι.327

4

Ὀφθαλμοὶ μικροὶ παλλόμενοι κακομηχάνους καὶ δολίους, μεγάλοι δὲ ἀνοήτους καὶ ματαίους ἐλέγχουσιν ἄνδρας. ὅσοι δὲ ὥσπερ ἐκπηδῶντες πάλλονται, κακοὺς ἄνδρας καὶ τούτους σημαίνουσιν, εἰ μέντοι μὴ μεγέθους εὖ ἔχωσι καὶ
5ὑγρὸν καὶ λαμπρὸν βλέπωσιν· οἱ γὰρ τοιοῦτοι ὀφθαλμοὶ νοητὸν ἄνδρα, δραστήρια καὶ ὑψηλὰ ἔργα μεγάλα παρέχοντα, τόλμης καὶ μεγαλονοίας εἰς ἄκρον ἥκοντα δηλοῦσιν, ὀργῆς δὲ ἀκρατεῖς καὶ μέθης, μεγαλαύχους, κουφονόους, οὐ πόρρω ἐπιληψίας, κλέος δὲ ἔχειν οἴονται μεῖζον ἢ κατ’ ἀνθρώπους,
10ὥσπερ ὁ Μακεδὼν Ἀλέξανδρος. περιοιδοῦντες ὀφθαλμοὶ
ἀστάτους, ὠμοὺς τῷ φρονήματι, γαστριμάργους, λάγνους, κιθα‐ ριστάς, αὐλητάς, μουσικούς· καὶ τὰ ἐκ τῶν ἐντὸς ση‐ μείων ἔχοντα τοιούτους εἶναί φασι τοὺς ἄνδρας. ὀφθαλμοὶ περιπελιδνοί, εἰ καὶ τὰ ἐντὸς σημεῖα ἔχουσιν, ἀπίστους καὶ328
15ἀδίκους καὶ παντόλμους τοὺς τοιούτους λέγουσιν ἄνδρας.

5

Σκοτεινοὶ ὀφθαλμοὶ οὐ πολύφρονας σημαίνουσιν ἄν‐ δρας· ξηροὶ δὲ ὄντες ἀνομωτέρους δηλοῦσιν, εἰ δὲ καὶ μικροί
εἰσι θολεροί, ἐπιβούλους, κακοτέχνους, προβούλους. ὀφθαλμοὶ σκότιοι ὑγροὶ κοῖλοι αὐτάρκως μεγέθους ἔχοντες εὐσταθῆ329
5φροντιστήν, πολυθεάμονα, εὐμαθῆ, εὐλαβῆ καὶ δειλὸν καὶ φειδόμενον δηλοῦσιν, οἱ δὲ ἀχλυώδεις δολερούς, ἀπίστους, ἀκολάστους. Οἱ εὐφεγγεῖς ὀφθαλμοὶ ἄριστοί εἰσιν, εἰ μή τι ἄλλο ἀντι‐ λέγει σημεῖον· πάντα γὰρ ἀκριβῶς ἐπισκέπτεσθαι δεῖ τὰ
10σημεῖα.330

6

Ἐὰν μαρμαρύσσωσιν οἱ ὀφθαλμοὶ ὅμοιοι, κἂν φῶς ἐν αὐτοῖς ἐστιν, οὐκ ἀγαθοί· μαρμαρυγὴ γὰρ εἰ ἔσται ἐν γλαυκοῖς καὶ αἱματώδεσιν ὀφθαλμοῖς, θερμῶς ὀργιζόμενον δηλοῖ καὶ ἐν ἑκάστῳ θερμὸν πάντολμον ἄνδρα καὶ ἐγγὺς μανίας
5εἶναι· εἰ δὲ ἐν χαροποῖς εἴη, δειλίαν σημαίνει· πᾶν γὰρ χρῆμα οὗτοι φοβοῦνται καὶ πίπτουσι καὶ πάντα ὑπονοοῦσιν·
ὀφθαλμοὶ δὲ μέλανες μαρμαρύσσοντες κάκιστοι καὶ δειλοὶ καὶ κακομήχανοι σφόδρα, καὶ τοιούτους εἶναι δηλοῦσι τοὺς ἄνδρας. οἱ δὲ τοιούτους ὀφθαλμοὺς ἔχοντες καὶ γελώδεις331
10τουτέστιν ὑπογελῶντας εἰς ἀκρότητα πάσης κακίας ἔρχονται. ὀφθαλμοὶ γοργὸν βλέποντες ἔνυγρον θυμώδεις, ἰσχυρούς, μανικούς, ταχυλόγους, ταχυέργους, ἀπρονοήτους, ἀτόλμους δὲ πρὸς τὸ λέγειν καὶ κακοὺς τοὺς τοιούτους σημαίνουσιν
ἄνδρας. οἱ δὲ ξηροὶ ὀφθαλμοὶ κακίστους καὶ ἀνόμους ση‐332
15μαίνουσιν, οἱ δὲ μικρότεροι καὶ κοῖλοι χείρους, ὠμὸν τὸ φρόνημα ἔχοντας, ἐπιβούλους, κρυψινόους τουτέστι τὸν σκοπὸν αὑτῶν ὑποκρύπτοντας καὶ ἄλλους ὑποσυλῶντας. εἰ δὲ ἐπὶ τοιούτοις ὀφθαλμοῖς ἐπισκύνιον ἔχουσιν ἐννεῦον ταῖς ὀφρῦσι τραχείαις, βλέφαρα ἔχουσιν ὀρθά, θυμὸν καὶ δύναμιν καὶ
20ἀβουλίαν ἀκακίαν τε καὶ εὐτολμίαν σημαίνει. ὅσοι δὲ τὸ μὲν ἐπισκύνιον τά τε βλέφαρα καὶ τὰς ὀφρῦς μὴ οὕτως ἔχουσι, τὸ δὲ βλέμμα αὐτῶν ἐφ’ ἑαυτῶν πικρὸν καὶ τραχύ, χείρους οὗτοι τῶν προρρηθέντων.333

7

Ὅσοις ὀφθαλμοῖς ἡδονὴ καὶ γέλως ἐγκατοικεῖ, ἐπ‐ αινετοί, ἀλλ’ οὐ πάντη· εἰσὶ γὰρ καὶ ἐν τούτοις δολεροὶ
κρύπτοντες τὸν νοῦν καὶ τὸν σκοπὸν αὑτῶν, κακομήχανοι, κακοῦργοι. ὅσοι δὲ ἅμα τῷ γέλωτι ὑποβλέποντές εἰσι334
5καὶ ξηροί, οἱ τοιοῦτοι κακίστους ὑποσημαίνουσιν ἄνδρας. Ὀφθαλμοὶ κοῖλοι γέλωτα ἔχοντες ὥσπερ λοχῶντες κακόν τι βουλεύονται· εἰ τὰ ἐκτὸς τῶν ὀφθαλμῶν κινεῖ τὸ μέτωπον καὶ παρειαὶ καὶ ὀφρύες καὶ χεῖλος, κακὸς ὁ γέλως οὗτος· βουλὴν ἐπιτείνων ἐλθεῖν πονηρὰν καὶ ἄδικον. κἂν μὲν πρὸς
10τῷ σεσηρότι τούτῳ μύωσί τε καὶ ὁρῶσιν ἀτενές, βουλεύονται ἔργα ἄδικα· εἰ δὲ ἀνοικτοὺς καὶ σεσηρότας τουτέστιν ἀποτεινομένους τοὺς ὀφθαλμοὺς ἔχουσιν, αἱ τούτων πράξεις εἰς ἄνομα ἔργα κινοῦνται. τοὺς δὲ πάνυ ἀναγελῶντας ὀφθαλ‐ μοὺς ἐπιβουλοτέρους μαντεύου· εἰ δὲ ξηρότεροί εἰσιν, ἄκακα335
15μὲν ἤθη, μάταια δέ, κακῶν ἀπαθῆ, καὶ ἄστοργοι δὲ καὶ
ἀκόλαστοι οἱ τοιοῦτοί εἰσιν. ὀφθαλμοὶ μειδιῶντες ἅμα ὑγρό‐ τητι, βλέφαρα ἀνειμένα, μέτωπον μαλακόν, τὰ ἀμφὶ τὰ βλέφαρα λαγαρὰ ἤθη δηλοῦσι μεγαλοπρεπῆ, δίκαια, ἥμερα, εὐσεβῆ, φιλόξενα, συνετά, εὔβουλα, εὐμαθῆ, ἔρωτος πλήρη336
20τυγχάνοντα.

8

Ὀφθαλμοὶ σκυθρωπάζοντες τουτέστι στυγοῦντες ἅμα
ὑγρότητι φροντιστὴν ἢ φιλότεχνον μαρτυροῦσιν· ἐὰν δὲ συμ‐ μύωσι καὶ αἱ ὀφρύες χαλῶσι καὶ τὸ μέτωπον χαλαρὸν φαίνοιτο ἅμα τῇ σκυθρωπότητι, πιστὰ τούτων τὰ ἤθη καὶ337
5βέβαια εὔβουλά τε καὶ σώφρονα. ξηροὶ δὲ ὀφθαλμοὶ λυ‐ πηρὸν βλέποντες φιλοφροσύνης εἰσὶ πλήρεις. εἰ καὶ τὸ μέτωπον τραχὺ καὶ βλέμμα ἀτενὲς βλέφαρά τε ὀρθά, ἀγριό‐
βουλον ἄνδρα σημαίνουσιν.338

9

Οἱ συγκλειόμενοι ὀφθαλμοὶ καὶ αὖθις ἐπανοιγό‐ μενοι ἐπίβουλον καὶ ἐπίκλοπον ἄνδρα σημαίνουσιν, εἰ μέντοι ὑγροί εἰσι, φροντιστὴν καὶ φιλότεχνον. εἰ δὲ τρόμος αὐτοῖς ἐστι καὶ ἅμα ὠχρότης, μανίαν σημαίνει ἐπιληψίαν τε δηλοῖ τῷ
5ἀνδρί. ὅσοις δὲ ὀφθαλμοῖς ἡ στάσις ἐστὶν ἀεί, εἰ μὲν πρὸς τὸ συγκλείεσθαι ὑπορρέοιεν καὶ εἰς τὸ ἄνω χωροῦσιν, ἀκολασίαν τουτέστιν ἄσωτον τὸν ἄνδρα δηλοῦσι καὶ μάταιον καὶ μαινόμενον κατηγοροῦσιν· εἰ δὲ ὀρθοὶ ὄντες συγκλείονται καί εἰσιν ὑγροὶ μετὰ μεγέθους καὶ τοῦ εὐλαμποῦς καὶ με‐339
10τώπου λείου, εὐλαβῆ καὶ εὔβουλον καὶ φιλομαθῆ γλυκύ‐ νουν τε καὶ ἐρωτικὸν τὸν τοιοῦτον ἄνδρα σημαίνουσιν, εἰ
δὲ ξηροί εἰσι, θρασὺν καὶ κακομήχανον ἄνδρα καὶ ἄδικον. εἰ δὲ πρὸς τούτῳ μέτωπον τραχύ, ὀφρῦς συντετα‐ μένας, βλέφαρα σκληρὰ πεπηγότα ἔχοι τις, ἀγριώτερος τὸν340
15θυμόν, τολμᾶν ἑτοιμότερος, χαυνούμενος μέντοι ἐπαίνοις καὶ τιμαῖς, πειθόμενος δὲ καὶ δώροις ὁ τοιοῦτος ἀνὴρ φαίνεται. ὅσοι δὲ τὰ βλέφαρα οὐκ ἔχουσιν ὀρθὰ οὐδὲ τὰς ὀφρῦς ἀκλινεῖς, ἀλλὰ τρόμος αὐτοῖς ἔνεστι καὶ ἅμα τὸ βλέμμα ὑπο‐
κινεῖται, οὗτοι ἀνδρόγυνοι ὄντες ἄνδρες εἶναι βιάζονται.341

10

Ὀφθαλμοὶ ἀνοιγόμενοι ἐπὶ μέγα καὶ ἅμα ἱστά‐ μενοι ὡς ἐννοοῦντές τι, τὴν γὰρ αὐτῶν ὁποία ἐστί, σημαίνουσιν ἔννοιαν, δηλοῦσιν ὡς εἴρηται, τὸ [γὰρ] ξηρόν, τὸ ὑγρόν, τὸ σκοτεινόν, τὸ λαμπρόν, μικρὸν καὶ μέγα, κοῖλον, ὑψηλόν,
5μαλακόν, ἀτενές, τὰ ἄλλα τὰ ἐπὶ τούτοις, ἃ πολλάκις διείληπται. ὅσοι οὖν ὀφθαλμοὶ ἀεὶ ἀνεῳγμένοι εἰσὶ σκοτεινοὶ μὲν ὄντες καὶ ὑγροί, φροντιστάς, εἰ δὲ πρὸς τούτῳ ἥμερον βλέπουσι, καὶ χρηστοὺς σημαίνουσιν. ὀφθαλμοὶ ἐκπεπετασμένοι ξηροὶ μαρμαρύσσοντες καθαρὸν καὶ λαμπρὸν βλέποντες ἀν‐342
10αισχύντους καὶ παντόλμους δηλοῦσιν ἄνδρας.

11

Ὀφθαλμοὶ σκαρδαμύττοντες δειλίας κατήγοροί εἰσι·
τοὺς γὰρ τοιούτους καὶ ἐπιβούλους ἢ κακόν τι κρυπτῶς ἀρτύοντας μαντεύουσιν. οἱ δὲ αὐτοὶ οὗτοι διάστροφοι ἢ ὑπωχριῶντες μωρίαν δηλοῦσιν. ὀφθαλμοὶ ἀσκαρδάμυκτοι343
5δεινὸν βλέποντες κακόν τι μηχανῶνται. πράως δὲ ἑστῶτες καὶ νοτίδος ἐνούσης φροντιστάς, φιλομαθεῖς, ἥμερα ἤθη κεκτημένους καὶ ἐρωτικοὺς εἶναι σημαίνουσιν. ὅσοι δὲ
ἀσκαρδάμυκτοι ὄντες ὠχροὶ ἢ φοινικοῖ φαίνοιντο ἅμα ξηρό‐ τητι, κακίαν καὶ μάχην ἢ ὀργὴν ἢ δαιμονικὴν κακό‐344
10τητα ἐμφαίνουσιν ......

12

Κύστεις ὀφθαλμῶν κάτωθεν προκείμεναι οἰνόφλυγας
ὑπνηλοὺς ἄνδρας δηλοῦσιν.345

13

Ὀξεῖς ὀφθαλμοὶ ταραχώδεις ἅρπαγας ἄνδρας σημαίνουσιν· εἰ δὲ λεπτοὶ ὄντες τὰ βλέφαρα ἐπιβάλλωσιν, ἀνδρόγυνον ἄνδρα σημαίνουσιν. εἰ δὲ τὸ ἕτερον τῶν βλε‐ φάρων ὑποβάλλωσι .....πισταί, μοιχοὶ οἱ τοιοῦτοι. εἰ
5ἕτεροι δὲ τὰ μέσα τῶν βλεφάρων συγκλείουσι καὶ καθέλ‐ κουσι, τὰ δὲ ἀμφότερα ἀνασπῶσι .... καὶ αὐτοὶ μοιχοί εἰσιν· ὁμοίως καὶ οἱ τὰ μέσα τῶν βλεφάρων ἀνα‐346
σπῶντες, τὰ δὲ ἑκάτερα συγκλείοντες.347

14

Εὐνούχοις τοῖς ἐκ φύσεως κακίας σημεῖά
ἐστι κἀκείνοις ἢ ἄλλοις ἀνθρώποις καὶ ὡς τὸ πολύ εἰσιν οὗτοι ὠμόφρονες, δολεροί τε καὶ κακοῦργοι, ἕτεροι δὲ ἑτέρων μᾶλλον. τῶν δὲ 〈τομιῶν〉 εὐνούχων μεταβάλλει ἅμα351
5τῇ τομῇ σημεῖα, τὸ δὲ πλέον τῆς συγγενοῦς φύσεως ἐμμένει.

15

Ὄνυχες πλατεῖς λευκοὶ ὑπόξανθοι εὐφυεῖς ἄνδρας
δηλοῦσιν, οἱ δὲ στενοὶ καὶ προμήκεις καὶ κυρτοὶ ἀναισθήτους καὶ θηριώδεις, οἱ δὲ σκολιοὶ [καὶ] σφόδρα ἅρπαγας ἄν‐ δρας, οἱ δὲ προσφυεῖς τῇ σαρκὶ ἐπὶ πλεῖον ἅρπαγας ἄνδρας καὶ352
5ἀναισθήτους καὶ θηριώδεις. μικροὶ πάνυ ὄνυχες πανουργίας σημεῖον· ὁμοίως δὲ καὶ ὠχροὶ καὶ μέλανες καὶ τραχεῖς. οἱ
δὲ στρογγύλοι πάνυ μοιχῶν σημεῖον· ὡς προείρηται μέντοι, οὐδὲ τῶν ἄλλων τὰ πολλὰ ἀξιόλογα, εἰ [μὴ] μόνον τις καθ’ ἕκαστον ἐφ’ ἑαυτοῦ σκοπήσει, μάλιστα δὲ ὄνυχες.353

16

Οἱ δακτύλους ἔχοντες συμφυεῖς ὑώδεις τουτέστι χοι‐ ρώδεις καὶ μιαροί· οἱ συνεσταλμένους ἔχοντες πανοῦργοι, κακοήθεις, φιλοχρήματοι. μικροὶ δὲ πάνυ ὄντες καὶ λεπτοὶ
ἀνοητοτέρους δηλοῦσιν ἄνδρας. δάκτυλοι παχεῖς κολοβοὶ354
5τολμητικὸν καὶ ἀπρονόητον καὶ θηριώδη ἄνδρα δηλοῦσι, καὶ οἱ πολὺ δὲ μακροὶ καὶ λεπτοὶ ἀνοητοτέρους, χαυνοτέρους, φλυαροτέρους σημαίνουσιν, οἱ δὲ εὐμεγέθεις καὶ εὐειδεῖς δακτύλους ἔχοντες ἄριστοι οὗτοι ἄνδρες.

17

Πόδες νευρώδεις ἀρθρώδεις γενναῖα ἤθη ἀνδρὸς σημαίνουσι καὶ ἀνδρείαν, ἁπαλοὶ δὲ πόδες καὶ σαρκωδέστεροι
τοιαῦτα καὶ τὰ ἤθη παρέχουσι τουτέστιν ἁπαλὰ καὶ ἐν παντὶ συνερχομένους τοὺς τοιούτους σημαίνουσιν ἄνδρας. πόδες355
5κολοβοὶ καὶ παχεῖς θηριώδους ψυχῆς [σημείων] σημαντικοί· οἱ δὲ μακροὶ πάνυ πολυπράγμονος ἢ κακομηχάνου εἰσὶν ἀνδρός, μικροὶ δὲ πόδες καὶ λεπτοὶ πανοῦργον ἄνδρα ση‐ μαίνουσι τὸν κεκτημένον. πόδες κυρτοὶ ἢ [οἱ] κάτωθεν κοῖλοι κακοί· ὁμοίως καὶ οἱ τὰ κάτω ὁμαλὰ ἔχοντες καὶ ὡς τοῖς
10σφυροῖς βαίνοντες πανούργους δηλοῦσι τοὺς κεκτημένους.356

18

Σφυρὰ διηκριβωμένα στερεὰ γενναῖον ἄνδρα ἐπαγγέλλουσι, τὰ δὲ μαλακὰ καὶ λεῖα ἀνανδροτέρου, λεπτὰ δὲ πάνυ δολίου καὶ ἀκολάστου σημεῖα. παχέα δὲ σφυρὰ καὶ πτέρναι τραχεῖαι καὶ πόδες σαρκώδεις καὶ κολοβοὶ δάκτυλοι
5κνῆμαί τε παχεῖαι ἐξηχοῦντας ποιοῦσιν ὡς ἐπὶ τὸ πλεῖστον
ἢ δαιμονίζοντας.357

19

Κνῆμαι εὐμεγέθεις διηρθρωμέναι στερεαὶ [καὶ] γενναίους ἄνδρας καὶ εὐφυεῖς σημαίνουσιν· ἁπαλαὶ μέν, ἄν‐ αρθροι δὲ δειλότερον καὶ ἀνανδρότερον εἶναι τὸν ἄνδρα δηλοῦσιν· αἱ λεπταὶ πάνυ 〈δειλὸν καὶ〉 κακοήθη ἄνδρα δη‐
5λοῦσιν· αἱ δὲ πρὸς τοῦτο νευρώδεις ἀκολασίας πολλῆς μέτοχον δηλοῦσιν. ὅσαι δὲ τῶν κνημῶν πλήρεις εἰσὶν εἰς τὸ μέσον
παχεῖς οὖσαι, βδελυροὺς καὶ ἀσώτους καὶ ἀναιδεῖς σημαί‐ νουσιν· ὡς τὸ πολὺ δὲ κνημῶν καὶ πτερνῶν παχύτης δουλοπρεπῆ ἄνδρα καὶ ἀμαθῆ δηλοῖ. ὁμοίως ταῖς κνήμαις358
10καὶ τοῖς μηροῖς λέγε.

20

Οἱ τὰ γόνατα ἔσω νεύοντες ὥστε συγκροτεῖν γυναι‐ κεῖοι, λεπτὰ δὲ ὀλιγόσαρκα ῥικνά, ὥσπερ ἐκτετηκότα, παν‐
οῦργον ἄνδρα δηλοῦσι· τοιαῦτα γὰρ καὶ 〈τὰ〉 τῶν πιθήκων.359

21

Δῆλον ἀπὸ τῶν προλεγομένων, σημαίνει ἡ μέλαινα χροιὰ 〈δειλίαν〉 καὶ πολυμηχανίαν ἔχειν τὸν ἄνδρα, ἡ δὲ λευκὴ καὶ ὑπόξανθος ἀλκὴν καὶ θυμὸν λέγει, τὸ δὲ
πάνυ λευκὸν ἄκρατον εἰς ἀνανδρίαν φέρει, πυρρὸν δὲ τὸ386
5σῶμα πᾶν δολερίαν καὶ πολυτροπίαν τοῦ ἀνδρὸς ση‐ μαίνει. χροιὰ δὲ ἀνατετραμμένη ὑπόχλωρος δειλίαν ἅμα καὶ κακομηχανίαν δηλοῖ, εἰ μὴ ὑπὸ νόσου γενόμενον. τὸ δὲ μελί‐ χλωρον καλούμενον χρῶμα δειλόν, γαστρίμαργον, λάλον, ὀργί‐
λον, γλωσσαλγῆ, τὸ δὲ φλογοειδὲς χρῶμα ἐμμανές ἐστι· τὸ δὲ387
10πράως ἐρυθρὸν εὐφυές ἐστιν, εὐμαθές, ὀξυκίνητον.

22

ταῦτα μὲν περὶ παντὸς τοῦ σώματος· κατὰ μέρος 〈δὲ〉 τὰ στέρνα ὑπερυθριῶντα ζέειν ἔνδον τὴν ὀργὴν ἀγγέλλει, ὥσπερ τὰς τῶν αὐχένων φλέβας καὶ τὰς ἐν τοῖς κροτάφοις
δεῖ σκοπεῖν.388

23

Πρόσωπα τὴν χροιὰν αὐτὰ καθ’ ἑαυτὰ ἐρυθρὰ τραχεῖς ἄνδρας δηλοῖ· εἰ δὲ μόναι αἱ παρειαὶ τοιαῦται εἶεν, οἰνόφλυγας εἶναι τοὺς ἄνδρας σκόπει.

24

Περὶ δὲ τῶν ἐν ὀφθαλμοῖς χροιῶν εἴρηται μὲν πρόσθεν, λεχθήσεται δὲ καὶ ὧδε ὅσα ἡ χρεία ἀπαιτεῖ. ὅσοι
ὀφθαλμοὶ ὑποφοινίσσουσιν εἰ μὲν ἅμα ξηρότητι, ὀργίλους τοὺς ἀνθρώπους δηλοῦσιν, εἰ δ’ ἅμα ὑγρότητι, σημαί‐389
5νουσιν οἰνόφλυγας. γλαυκότης ἐν ὀφθαλμοῖς ἀγριώτερον ἄνδρα εἶναι λέγει· γλαυκὰ γὰρ τῶν ἀγρίων ζώων τὰ πλείονα ὑπ‐ άρχει, τὰ δὲ ἥμερα μελανόμματά πως εὑρήσεις. τῶν δὲ γλαυκῶν τὸ μὲν λίαν λευκὸν δειλόν, τὸ δὲ χολῶδες ἄγριον ἄνδρα δηλοῖ· τὸ δὲ ταῖς ἐλαίαις τὴν χροιὰν ὅμοιον δυνατὸν
10ἄνδρα σημαίνει. τοῦ γε μὴν μέλανος τὸ μὲν πάνυ μέλαν δειλόν τε καὶ δολερόν, τὸ δὲ ὑπόξανθον ἰσχυρόν τε καὶ μεγαλόψυχον ἄνδρα δηλοῖ. τὰ μαρμαρύσσοντα ὄμματα ματαίους ἄνδρας δηλοῖ, ὠχρὰ δὲ ὄμματα καὶ ἀλλοχροίας ἔχοντα χαί‐ ροντα ἄνδρα καὶ ὑπονοούμενον εἰς κλεψοσύνας τὸν τοιοῦτον390
15σημαίνει· στίλβοντες ὀφθαλμοὶ ἀφροδισιαστικοὺς καὶ δειλοὺς
δηλοῦσιν.391

25

Ἄνδρα οὐλότριχα πάνυ δειλὸν καὶ κερδαλέον εἶναι λέγε χωρὶς πάσης ἀντιλογίας, τὸν δὲ εὐθύτριχα ἀγριώτερον καὶ ἀνοητότερον. ἀρίστη δὲ κόμη ἡ τὸ μέσον τούτων ἔχουσα. πυκνότης τριχῶν ἄκρως θηριώδη ἄνδρα σημαίνει· οὕτω γὰρ
5καὶ τῶν θηρίων ........ τὸ δὲ τῶν τριχῶν μέσον ἐπαινε‐ τόν. μαλακαῖς δὲ πάνυ θριξὶ τετριχῶσθαι γυναικεῖον· οὐ μέντοι γυπὸς τὸ ἦθος ἔχουσι. σκληραὶ τρίχες ἀγαθαί· ἀγριό‐ τητος γὰρ τὸ τοιοῦτον σημεῖόν ἐστι. μέλαινα κόμη δειλίαν καὶ πολυκερδίαν δηλοῖ, ἡ δὲ ἄγαν ξανθὴ καὶ ὑπόλευκος,392
10ὁποία Σκυθῶν καὶ Κελτῶν, ἀμάθειαν καὶ σκαιότητα καὶ ἀγριότητα παριστᾷ, τὸ δὲ πράως ὑπόξανθον εἰς εὐμαθίαν
καὶ ἡμερότητα καὶ εὐτυχίαν τείνει. πυρρότης δὲ ἄκρατος ὡς τὸ ῥοιᾶς ἄνθος οὐκ ἀγαθῶν ἀνδρῶν τουτὶ τὸ ση‐ μεῖον. ὡς ἐπὶ πλεῖστον γὰρ αὐτῶν εἰσι τὰ ἤθη θηριώδη. σκέλη393
15τετριχωμένα πάνυ θριξὶ πυκναῖς καὶ μεγάλαις δυσμάθειαν καὶ ἀγριότητα σημαίνει· ὅσοις δὲ ὀσφύες καὶ μηροὶ χωρὶς τῶν ἄλλων μερῶν πολύτριχές εἰσι, λάγνοι οὗτοι οἱ ἄνδρες
〈καὶ〉 μοιχοί. γαστέρα καὶ στήθη ἐπὶ πολὺ κομῶντα ἰδὼν κουφόνουν καὶ ἀλλοπρόσαλλον καὶ ἀσελγῆ λέγε τὸν τοι‐394
20οῦτον εἶναι ἄνδρα. στέρνα δὲ αὐτὰ καθ’ ἑαυτὰ τετριχωμένα θριξὶ δασείαις θερμοβούλους, εὐψύχους ἄνδρας σημαίνει. ὤμους δὲ καὶ μετάφρενα τετριχῶσθαι παρομοίους δηλοῖ τοῖς ὄρνι‐ σιν ἐν ταῖς ψυχαῖς· ὑψηλὰ γὰρ νοήματα καὶ σταθηρὰ δεί‐ κνυται αὐτῶν τὰ βουλεύματα. τὸ δὲ πᾶν σῶμα σύντριχον
25πυκνῶς βοώδη τὸν ἄνδρα δηλοῖ ἐν τοῖς νοήμασιν αὑτοῦ. τοῦ δὲ αὐχένος τοῦ πρὸς τῇ κεφαλῇ δασέος ὄντος δυ‐ νατὸν καὶ εὔψυχον τὸν ἄνδρα νόει. καὶ τοῦ μετώπου δὲ εἰς τὸ μέσον ἐπιβαίνοντος ἡ χαίτη δὲ ἑκατέρωθεν ὑποχωρεῖ, μεγα‐ λοψυχίας καὶ πλήρη δυνάμεως δείκνυσι. τρίχες δὲ ὀρθαὶ395
30ἑστῶσαι δειλίαν καὶ κακομηχανίαν τοῦ ἀνδρὸς κατηγοροῦσιν.
ὅσοις τῶν ὀφρύων τὰ μὲν πρὸς τὴν ῥῖνα κάτω νεύει, τὰ δὲ ἐφ’ ἑκάτερα εἰς τοὺς κροτάφους χωρεῖ, τούτους τοῖς χοίροις εἴκαζε· τοιοῦτοι γὰρ καὶ τῇ γνώμῃ καὶ τῇ ψυχῇ. οἱ396
δὲ σφόδρα συνόφρυες ἀνιαροί· πρέπει γὰρ αὐτοῖς ἡ λύπη.397

26

Οἱ μακρὰ βαίνοντές εἰσι τελεστικοὶ παντὸς πράγματος, μεγαλόνοοι· οἱ μικρὰ βαίνοντες ἄπρακτοι, πικροὶ καὶ ........ λαθραῖα βουλευόμενοι· οἱ δὲ ταχυκίνητοι ἅμα μὲν ὀρθότητι καὶ λαμπρότητι εἴδους θερμόβουλον, ἐπιχειρητήν,
5οὐ δράστην σημαίνει. ........ ἅμα δὲ κινήσει ταχείᾳ τά‐ ραχος ἐν ὀφθαλμοῖς καὶ κεφαλῆς ἀστασία καὶ ἆσθμα ταῦτα εἴδη κακορέκτου καὶ μεγαλορέκτου καὶ φευκτοῦ ἀνδρός. ὁ δὲ ταχὺ μέν, μικρὰ 〈δὲ〉 βαίνων φιλοκερδής, κακοῦργος, δειλίας εἰς ἄκρον μεστός. σχολαία βάσις εἰ μὲν αὐτοφυής, νωθε‐398
10στέρα καὶ βαθυγνώμονα σημαίνει τὸν ἄνδρα, πραεῖα δέ, εἰ μὴ ἀντιλέγοι τὰ μείζω σημεῖα. εἰ δὲ ἑκὼν βραδύνει, ἐφιστά‐ μενος δὲ ἐν ταῖς ὁδοῖς περιβλέπει, ὑψαύχενα ἤθη αὐτῶν

27

καὶ ὑβριστὰς καὶ ὑπερηφάνους καὶ μοιχικοὺς δηλοῖ. χεῖρας δὲ καὶ πόδας καλόν ἐστι κατὰ ταὐτὸν πάντη ἔχειν φορᾶς τε καὶ κινήσεως. ὁ δὲ ἐν τοῖς ὤμοις ὑποκινούμενος καὶ ἅμα πράως κεκυφὼς μεγαλονοίας καὶ ἀνδρείας καλῶς μέτοχος.399
5ὁ δὲ ἐν τοῖς ὤμοις ὑποκινούμενος, ὀρθὸς δὲ ὢν καὶ ὑψαυ‐ χενῶν ἀπειθὴς καὶ αὐθάδης καὶ ὑβριστής, ὡς γὰρ ταὐτὸ βαίνει καὶ ἵππος. καὶ τὰ λοιπὰ δὲ ὁμοίως ἀπὸ τούτων συμ‐ βαλεῖν 〈ἂν〉 δύναιο. οἱ δὲ παντὶ τῷ σώματι κινούμενοι ὁμοῦ τε καὶ καθ’ ἕκαστον τῶν μελῶν ἀνδρόγυνοί εἰσι. τοῦτο
10γὰρ ἄντικρυς γυναικεῖον. ἀνδρόγυνοι δὲ καὶ οἱ κλίνοντες
ἑαυτοὺς εἰς τὰ δεξιὰ ἐν τῇ κινήσει. οἱ δὲ εἰς τὰ ἀριστερὰ ἀποκλίνοντες ἀνοητότεροι ὑπάρχουσιν. ὅσοι δὲ κατα‐ κλῶσιν ἑαυτοὺς ἐγκλίνοντες, κόλακές εἰσιν.400

28

Πνεῦμα τὸ ἀεὶ ἀτρεμοῦν, ὡς ἄπνοον ἐοικέναι, φρον‐ τιστοῦ ἀνδρός. ποταπὴ δὲ ἡ φροντίς, παρὰ τῶν ὀφθαλμῶν τὸ ἀκριβὲς δεῖ ἐκμανθάνειν καὶ οὐκ ἀγνοεῖν. εἰ δὲ ἀτρεμὲς
ὂν ἐπὶ πολὺ ἀθρόως λαλοῦντος φαίνοιτο ὥσπερ καὶ παλιρ‐401
5ροίας καὶ πλημμυρίδος, λύπῃ τινὶ συνέχεται. εἰ δὲ κεφαλὴν ἐπικινῶν ἅμα ἐπιστενάζει, μετανοεῖν ἔοικε κακόν τι ποιήσας ἢ ἰδών. ἐὰν δεδορκὼς τοῖς ὀφθαλμοῖς, ταῦτα προβουλεύει κακὰ μᾶλλον ἢ μετανοεῖ. πνεῦμα ἰὸν σχολῇ καὶ ἀκτύπως χωροῦν γνώμην καλῶς ἔχειν δηλοῖ. ὅταν δὲ ὑποβρύχῃ καὶ
10μέγα ἀναπνέῃ, ἀγριότητα καὶ οἰνοφλυγίαν κατηγορεῖ. οἱ δὲ ἀσθματίαι, ὁπόσοις καθάπερ ἐκ δρόμου τὸ πνεῦμα ἐλαύνεται, ἄβουλοι, κακόθυμοι .... παντολόγοι. ....... ταῖς ῥισὶν ἐμπνέοντες δειλοί εἰσιν καὶ ἀθυμοῦντες· γίνονται δὲ402
καὶ ἀνδρόγυνοι, ὅταν τὰ ἄλλα σημεῖα τούτοις συμμαρτυρῇ.403

29

Φθέγγεσθαι βαρὺ πάνυ καὶ σαθρὸν ἀνόητον καὶ ὑβριστὴν δηλοῖ καὶ γαστρίμαργον. ἠχὴ δὲ κακοηχεστέρα καὶ βληχωδεστέρα ἀναίσθητον ἄνδρα δηλοῖ. ὅσοις δὲ ἀπὸ βαρέος ἀρξαμένοις φθόγγου εἰς ὀξὺ τελευτᾷ, ὀδύρται καὶ
5δύσθυμοι ὑπάρχουσιν οἱ τοιοῦτοι. ὀξὺ δὲ καὶ λυπηρὸν φθέγγεσθαι ποικίλου ἀνδρός ἐστι σημεῖον, ἐὰν ὀξὺ καὶ αὐχμηρόν. εἰ δὲ ὀξὺ καὶ μαλακὸν 〈καὶ〉 εὐκαμπὲς φθέγ‐ γοιτο, ἀνδρόγυνον ἐπισημαίνει εἶναι τὸν τοιοῦτον. ὅσοι δὲ κοῖλον καὶ βαρὺ καὶ ἀκαμπὲς ἠχοῦσι, γενναῖα τούτοις τὰ404
10ἤθη καὶ μέγα νόει περὶ αὐτῶν. ὅσοι δὲ μαλακόν τε καὶ βαρὺ φθέγγονται, ἀγαθὰ καὶ τούτοις τὰ νοήματα τίθει. οἱ δὲ κλαγγηδὸν φθεγγόμενοι τοῦτό ἐστιν ἐμβοῶντες ὀξὺ καὶ
ὀρνίθειον, οὗτοι μάταια καὶ χαῦνα καὶ ὑψηλὰ νοοῦντές εἰσιν. ἀσθενὴς δὲ φωνὴ καὶ ἅμα ὑποκλαίουσα φιλοκερδῆ καὶ405
15λυπηρὸν καὶ ἐν πᾶσιν ὑπονοούμενον ἄνδρα σημαίνει. ὁπόσοι δὲ ἐν ῥινὶ φθέγγονται, ψευδεῖς καὶ κακοήθεις καὶ φθονεροί, βλάβαις ἄλλων χαίροντες καὶ ἁπλῶς εἰσι δεινοί. σφοδρὸν δὲ φθέγγεσθαι 〈καὶ〉 ὑπόσαθρον ὀργὴν καὶ βίαν 〈καὶ ἀνομίαν〉 καὶ μισανθρωπίαν δηλοῖ. ὀξὺ δὲ καὶ ἀσθενὲς φθέγγεσθαι
20δειλίας καὶ βασκανίας σημεῖον τοῦ ἀνδρὸς ὑπάρχει, βραχὺ φθέγγεσθαι ἀργίας καὶ δειλίας σημεῖον· ταχὺ δὲ ἀβού‐ λευτον καὶ ἀνόητον ἄνδρα 〈δηλοῖ〉. οἱ χαλεπῶς φθεγγόμενοι κακοὶ καὶ ἀνόητοι ὡς ἐπὶ τὸ πολὺ δηλοῦνται εἶναι. εἰ406
δέ τι ἄλλο .....................................407

30

Εἶδος ἀνδρεῖον ὄρθιον τὸ πᾶν σχῆμα, πλευραὶ
καὶ ἄρθρα τοῦ σώματος πάντα ἐρρωμένα, ὀστᾶ μεγάλα, κόμη σκληρά, κοιλία πλατεῖα καὶ κοίλη, ὦμοι καρτεροί, ὠμο‐ πλάται εὐρεῖαι διεστηκυῖαι, στέρνα ῥωμαλέα καὶ μετάφρενα,408
5ἰσχία σκληρά, σκέλη σαρκώδη, περὶ τοῖς σφυροῖς καρτερία, πόδες ἀρθρώδεις, χρῶμα ὀξύτερον, βλέμμα ὑγρόν, οὐ μεγάλοι ὀφθαλμοὶ οὐδὲ πάλιν ἀνεῳγμένοι οὐ μὴν οὐδὲ σφαλίζοντες,
ὀφρύες [τε] οὐ τεταμέναι, μέτωπον τέλειον οὐ μήν τε ὀλίγον φωνή τε ἀπηνεστέρα ἰσχυρὰ μεγάλη, πνεῦμα εὐσταθές.409
10τοιοῦτος μὲν ὁ εὔψυχος καὶ καρτερός.

31

Εἴδους δειλοῦ σημεῖα τοιαῦτα· τρίχες μαλακαί, τὸ πᾶν σχῆμα ἀνειμένος, τράχηλος μακρός, τὸ χρῶμα μελίχρωον, τὰ ὄμματα ταραχώδη, βλέφαρα ταχυκίνητα, ἄσθματι ἀσθμώ‐ δης, σκέλη λεπτά, ὀσφὺς μακρά, στέρνα ἀσθενῆ, μακρόχειρ,
5φωνὴ λιγυρὰ μαλακή.410

32

Εὐφυοῦς σημεῖα τοιαῦτα· μεγέθους εὖ ἔχοντα λευκὸν αὐτὸν ὄντα καὶ ὑπέρυθρον, οὐ πάνυ δὲ οὖλον οὐδὲ εὐθύτριχα, τὸ πᾶν σῶμα ὄρθιον, τὰ ἄρθρα ἀπολελυμένα ἀλλήλων, σὰρξ μετρία ἁπαλή, σκέλη τε καὶ μηροὶ εὐτραφεῖς,
5σφυρὰ καρτερά, ποδῶν καὶ χειρῶν ἄρθρα γενναῖα, δάκτυλοι
ἁπαλοὶ εὐμήκεις διεστῶτες ἀπ’ ἀλλήλων, ἐπηρμένα πρόσωπα καὶ σαρκώδη οὐδὲ μὴν λεπτά, ὀφθαλμοὶ ὑγροὶ εὐλαμπεῖς χαροποί, τὸ ἐν αὐτοῖς 〈ἦθοσ〉 γεγηθός.411

33

Τοῦ ἀναισθήτου σημεῖα ταῦτά ἐστι· λευκὸς πάνυ ἢ μέλας πάνυ, σαρκώδης ἢ προγάστωρ, παχυσκελής, τὰ δὲ ἄρθρα μικρὰ συνδεδεμένα, κλεῖδας συμπεφυκυίας καὶ τράχη‐ λον κολοβὸν παχὺν ἔχων, ἄκρα ἀτελῆ, παρειὰς σαρκώδεις,
5μέτωπον στρογγύλον, βλέμμα κωφὸν ἀχανές.412

34

Ἀναισχύντου ἀνδρὸς σημεῖα τάδε· ὀφθαλμοὶ ἀνεπτυγμένοι λαμπροί, βλέφαρα ἐκπεπετασμένα παχέα, παχύ‐ πους, παχύρρινος, ἀντίον ὁρῶν, ἄνω τείνων ἑαυτόν, πυρρὸς τὴν χροιάν, τὴν φωνὴν ὀξύς.

35

Ὁ δὲ κόσμιος βαρὺ φθέγγεται, βραχὺ μέν, τὰ δὲ βλέφαρα κινεῖ μέσως, οὔτε συνεχῶς οὔτε διὰ χρόνου, χαροπὸς οὐ λαμπρόν, ὑγρὸν δὲ ὁρῶν, ἐρυθήματος ὑπόπλεως.413

36

Σημεῖα εὐθύμου· μέτωπον σαρκῶδες λεῖον χθαμα‐ λόν, καὶ τὸ πᾶν πρόσωπον σαρκωδέστερον, τὸ δὲ εἶδος ὑπνη‐ λόν, ὀφθαλμοὶ εὐλαμπεῖς, οὐ δεδορκότες, κίνησις σχολαία,
φωνὴ ἠπία. τοιαῦτα τοῦ εὐθύμου σημεῖα.414

37

Σημεῖα ἀνιαροῦ ταῦτα· πρόσωπα ἰσχνά, ὀφρύες ἐπεστραμμέναι, βλέφαρα ἐντεταμένα, κινεῖται ὥσπερ ὑπέρινοι.

38

Σημεῖα ἀνδρογύνου ταῦτα· ὑγρὸν βλέπει καὶ ἰταμόν, καὶ δονεῖται τὰ ὄμματα καὶ περιτρέχει, μέτωπον σπᾷ καὶ
παρειάς, αἱ ὀφρύες 〈οὐ〉 μένουσιν εἰς χώραν, τράχηλος κέκλιται, ὀσφὺς οὐκ ἀτρεμεῖ, κινεῖται πάντα τὰ μέλη καὶ415
5ἁλματίας ἐστί, γονύκροτος, χειρῶν φέρεται ὡς ἀνάταυρος, παραβλέπει ἑαυτὸν καὶ περιβλέπει, φωνὴ λεπτὴ κράζουσα λιγυρὰ σχολαία πάνυ καὶ ἐπίτρομος.

39

Πικρὸν ἄνδρα σεσηρέναι ...... τραχὺ καὶ ξηρὸν βλέπειν, μέτωπον ἔχειν ῥυσσόν, [φορεῖν] φθέγγεσθαι σφοδρόν, ἀσθμαίνειν καὶ χεῖρας συγκροτεῖν ἢ ἀνατρίβειν, πολλάκις πόδας ἐπιρρήσσειν.416

40

Ὁ πρᾶος πέφυκε καρτερὸς τὸ πᾶν σῶμα, εὔσαρκος,
σὰρξ ὑγρὰ μαλθακή, τοῖς μέλεσι σύμμετρος, τὸ βλέμμα εὐσταθές, βραχὺ κίνημα καὶ σκολιόν, φωνὴ βαρεῖα μαλακή, τῶν τριχῶν ὁ περίδρομος ἀναθρώσκων.417

41

Ὁ εἴρων καὶ ἐναντιόβουλος τοὺς ὀφθαλμοὺς χαλα‐ ροὺς ἔχει, τὸ βλέμμα ὑπόκομψον, φωνὴν ὑφειμένην, βαίνει
εὔστροφα καὶ κινεῖται τὰ πάντα εὐρύθμως.418

42

Τὸν δὲ φιλοχρήματον ἄνδρα τοιοῦτον εἶναι 〈νόει〉· μικρομελῆ, μικρόμματον, μικροπρόσωπον, ταχυπερί‐ πατον, ἐγκεκυφότα, ταχύφωνον, ὀξύφωνον, τὴν χροιὰν ὑπο‐ φοινίσσοντα.

43

Δασὺς ἀνὴρ θριξὶν εὐθυγένειος ἢ μέλας, δασεῖαν
τὴν ὑπήνην ἔχων, κροτάφους ........ μαρμαρύσσον, φιλό‐ κωμος, φιλορχηστής, φίλοινος. ταῦτα τῶν δύο εἰδῶν εἰσι τὰ σημεῖα.419

44

Γίνονται δὲ καὶ μωροπόνηροι οἱ μικτὰ ἔχοντες τὰ σημεῖα πονηρίας καὶ μωρίας. ἕτεροι δὲ τὰ τῆς μωρίας ση‐ μεῖα ἔχουσι τὰ αὐτὰ καὶ χαλεπώτεροι καὶ ἀγριώτεροι πε‐ ποίηνται. ἐκ τούτου οὖν εἰσι μωροπόνηροι, ὥσπερ τῶν
5θηρίων τοῦ αὐτοῦ γένους ὄντα τὰ μὲν ἥμερα, τὰ δὲ ἄγριά εἰσιν, ....... εὐηθικώτερα ... καὶ ταραχωδέστερα [καὶ] ὡς τὸ πολύ. ὅπερ ἂν ἐπισκέψαιο καὶ μάλιστα ἐπὶ αἰγῶν ἀγρίων καὶ προβάτων, ἔτι δὲ καὶ ἵππων καὶ ὄνων καὶ ὅσα τοιαῦτα· ἐοικότα420
τοῖς εἴδεσιν ὅμως τὰ μὲν ἥμερα πραότερα καὶ λειότερα, ........421
10καὶ τὰ ἤθη οὖν αὐτῶν τοῖς εἴδεσιν ἀκολουθεῖ. καὶ ἐπὶ ἀνθρώπων τοίνυν οὕτω χρὴ διαιρεῖν· τὸ γὰρ διπλοῦν τοῦτο τῆς ἰδέας ἐν ἀνθρώποις φαίνεται καθ’ ἕκαστον σημεῖον. δί‐ καιοι γὰρ ἀπὸ τῶν αὐτῶν σημείων γίνονται. ἀλλ’ οἱ μὲν
ἀγριώτερα ἤθη, οἱ δὲ ἡμερώτερα ἔχουσι καὶ σώφρονες ὁμοίως422
15καὶ ἀνδρεῖοι. τὸ δὲ διάφορον τῶν σημείων τραχύτητι καὶ λειότητι καὶ σκληρίᾳ καὶ μαλακίᾳ καὶ ἀγωνίᾳ καὶ πραό‐ τητι καὶ τῷ ὑγρῷ τε καὶ ξηρῷ διαιρετέον. οὕτω δὲ καὶ ἐπὶ ἀδικίας καὶ ἀκολασίας ἔχει. καὶ ἐν τούτοις γὰρ τοῖς σημείοις τοῖς αὐτοῖς οὖσι τὸ ἥμερόν τε καὶ ἄγριον προσ‐
20πεφυκὸς τὴν μὲν ἀγριωτέραν ἀδικίαν, τὴν δὲ ἠπιωτέραν δείκνυσι, κἀν τοῖς ἀνδρογύνοις οἱ μὲν πολλοὶ ἄγριοι, ἕτεροι δὲ τιθασσοί εἰσι. καὶ τούτων οὐκ ὄντα ἕτερα σημεῖα423
μόνοις οἷς εἶπον διαιρεῖται.424