TLG 0731 002 :: ADAMANTIUS Judaeus :: De ventis

ADAMANTIUS Judaeus Med.
(Alexandrinus: A.D. 4–5)

De ventis

Source: Rose, V. (ed.), Anecdota Graeca et Graecolatina, vol. 1. Berlin: Duemmler, 1864 (repr. Amsterdam: Hakkert, 1963): 29–48.

Citation: Page — (line)

27

(1t)

ΑΔΑΜΑΝΤΙΟΥ
2tΠΕΡΙ ΑΝΕΜΩΝ.

29

συμβαίνοντες ὄνειροι τῇ ἀναθυμιάσει τῶν πνευμάτων, ἡδονῶν κιβδήλων συμβαινουσῶν περὶ τὰς δόξας τὰς ὑποφαινομένας τῷ λογιστικῷ τῆς ψυχῆς. ὅτι μὲν οὖν ἄνεμοι ὠθουμένου τοῦ ἀέ‐ ρος καὶ εἰς τόπον ἐκ τόπου κατὰ τὸ συνεχὲς μεταρρέοντος καὶ
5ἐπὶ τὸ πρόσωπον γίνονται, δηλοῖ τὸ συμβαῖνον καὶ ἐν ταῖς κα‐ λουμέναις ῥιπίσεσιν· ὀθόνας γὰρ ἢ ἄλλους πέπλους ὑφαντοὺς διακινοῦντες μετέωρα κατὰ τὴν τοῦ ἀέρος ἀθρόαν μετάθεσιν ἐργάζονται πνεύματα. καὶ οἱ ἐκφυσῶντες δὲ ἀέρα κατὰ τὴν συστολὴν τοῦ θώρακος ἢ οἱ ἀέρα σπάσαντες κατὰ τὸ κύρτος
10τοῦ στόματος καὶ τὰς γνάθους ἑκατέρωθεν πληρώσει κυρτώσαν‐ τες καὶ τοῦτον ἐκβλύζοντες διὰ τῆς παρὰ μικρὸν ἐν μέσῳ τῶν χειλῶν συνιζήσεως, δρῶσι τὰ παραπλήσια κινήσει μόνον τὸν ἀέρα πτερώσαντες. ἐπεὶ οὖν κίνησις μὲν τοῦ ἀέρος τοὺς ἀνέμους ποιεῖ, ἀὴρ δὲ αὐτὸς ἑαυτὸν οὐ κινεῖ, δῆλον ὡς ὑπὸ ἄλλου τινὸς
15κινούμενος ὁ ἀὴρ τοὺς ἀνέμους ἐργάζεται, κινούμενος δὲ οὐχ ἁπλῶς ἀλλὰ λόγῳ ῥύσεώς τε καὶ ὤσεως, καὶ τούτων οὐχ ὡς ἔτυχε γινομένων· οὐδὲ γὰρ εἰ ἵππος τρέχει ἢ ἄνθρωπος καὶ ὠθεῖ τὸν ἀέρα, ἤδη καὶ συνίστησιν ἄνεμον, ἀλλ’ ὅταν ἀπό τινος ἀρχῆς τὰ τῆς γενέσεως τοῦ πνεύματος γένηται διαρκοῦς τε καὶ
20σφοδρᾶς, τότε φαμὲν ἀνέμους τὰ πνεύματα γίνεσθαι. οὔτε γὰρ ἄν τις τὴν τυχοῦσαν ῥύσιν τοῦ ὕδατος ποταμὸν ἐνδίκως καλέ‐ σειεν ἀλλὰ τὴν ἀπὸ γῆς τοῦ ὕδατος ἄφθονόν τε καὶ συνεχὲς ἀπερευγομένην. ταὐτὸ γὰρ ἐν πνεύμασιν ἄνεμος ὅπερ ἐν ὕδασι ποταμός, καὶ διὰ ταὐτὸ συμβαίνει ποτὲ τὸν ἄνεμον ἐκ τῆς οἰ‐
25κείας ῥίζης μικρὸν ἀπογεννώμενον μέγιστον γίγνεσθαι ἄλλων ὁμογενῶν κατὰ πρόοδον ἐπιμιγνυμένων αὐτῷ, καθάπερ καὶ βρα‐ χεῖ ποταμῷ ἀπὸ σμικρᾶς πηγῆς ἀπορρέοντι πίδακες ἀλλαχόθεν ἐπιμιγνύμενοι μέγεθος ἐργάζονται κατὰ πρόοδον. κινούμενος μὲν οὖν ὁ ἀὴρ ὑπό τινος ἄνεμος γίνεται. τί δ’ ἂν ἄλλο κινή‐
30σειεν ἀέρα λόγῳ πηγῆς ἢ πάντως ἕν τι τοῦ παντὸς τῶν ὁμι‐
λούντων αὐτῷ; ἐπεὶ οὖν συνεχής ἐστι τούτῳ κατὰ κορυφὴν μὲν29

30

αἰθήρ, κατὰ δὲ βάσιν ὕδωρ καὶ γῆ, δῆλον ὡς ἕξει λόγον αἰτίας πρὸς ἀνέμων γένεσιν ἢ ἕν τι τούτων ἢ δύο ἢ ἅμα πάντα. αἰ‐ θὴρ μὲν οὖν κυκλοφορικὴν ἔχων τὴν κίνησιν δρᾶν ἐπ’ εὐθείαν ὦσιν οὐ πέφυκε. καὶ τὸ ὕδωρ δὲ καθ’ ἑαυτὸ κεχυμένον καὶ
5τῇ οἰκείᾳ φύσει σταθερὸν καὶ ἀσάλευτον μένον πῶς ἂν ἄλλῳ κινήσεως αἴτιον γένοιτο; λείπεται οὖν ὠθεῖσθαι αὐτὸν ἀπὸ γῆς· εἰ γὰρ μηδὲ ἐκ ταύτης, ἄπορος ὁ λόγος καὶ ἡ τῶν ἀνέμων αἰτία ἀποδράσει τὴν ἡμετέραν διάνοιαν. ἀλλ’ ἐπεὶ πάλιν ἡ γῆ καθ’ ἑαυτήν ἐστιν ἀκίνητος, ὁμοίαν ἀπορίαν ἕξει τῷ ὕδατι.
10ἑκὼν δὲ ὁ λόγος τὸ πῦρ ἐσιώπησεν, ἐπεὶ οὐδαμοῦ μὲν ἐν ὡρι‐ σμένῳ τόπῳ καθ’ ἑαυτὸ φαίνεται ἐνεργείᾳ σωζόμενον, ἀλλὰ δυνάμει πανταχοῦ ὑφεστός· αἰτίαν δὲ ἀνέμων οὐ δυνάμει τατ‐ τομένην ἀλλ’ ἐνεργείᾳ φαινομένην καὶ τόπῳ ὡρισμένην ὁ λόγος ζητεῖ. εἰ δὲ καὶ μὴ τοῦτο ὑπῆρχε τῷ πυρί, ἀλλ’ ὅμως οὐκ ἦν
15ἡ σύμφυτος αὐτῷ κίνησις σύμφωνος ταῖς τῶν ἀνέμων φοραῖς. πέφυκε μὲν γὰρ τὸ πῦρ τὴν ἐπὶ τὸ ἄνω ποιεῖσθαι κίνησιν ὡς πρὸς ὀρθὰς γωνίας ἀντιτεινόμενον· ὁ δὲ ἄνεμος πολλάκις μὲν καὶ καταιγίζων κόνιν καὶ λίθους κινεῖ, κατώφορος δηλονότι γι‐ γνόμενος, ἐκ τοῦ πλείστου δὲ ἐκ τῆς ἐπιφανείας τῆς γῆς καὶ
20τοῦ ὕδατος ῥέων παράλληλος ἐπὶ τὰ πρόσω χωρεῖ, ὡς δηλοῖ τά τε πρὸς τὴν γῆν ἀποβρασσόμενα κύματα κατόπιν ἐπ’ αὐτὴν κυλιό‐ μενα καὶ αἱ ἱστοδρομοῦσαι νῆες ὠθούμεναι ἐπ’ εὐθείας καὶ τὴν ἐπὶ τὰ πρόσω πορείαν ἀνύουσαι. γῆ μὲν οὖν αἰτία τῶν ἀνέμων καθίσταται, ὡς ὁ τῆς διαι‐
25ρέσεως ὑποδείκνυσι νόμος. οὐ μόνη δὲ ἀλλὰ σὺν τούτοις τοῖς ἐλεγχομένοις ὑπὸ τῆς ἀνάγκης τῆς ἀποδείξεως. ἡ γὰρ τοῦ παντὸς ἐν μέσῳ κειμένη γῆ εἰ μόνον ἦν τοῦτο ὃ λέγεται, ψυ‐ χρὰ ἂν ὑπῆρχε καὶ ξηρὰ καὶ διὰ τοῦτο κρᾶσιν θανάτου κομί‐ ζουσα νεκρά τε ἂν ἦν καὶ ἄζωος καὶ πρὸς πᾶσαν φυτουργίαν
30ἢ ζωογονίαν ἀνεπιτήδειος. ἐπειδὴ δὲ καὶ ὑγρότητι δέδευται καὶ
τῷ ὕδατι πανταχόθεν στεφανοῦται καὶ περικλύζεται καὶ οὕτως30

31

αὐτὸ συλλαβοῦσα ὠδίνει ὡς πολλαχόσε ἀνιεισῶν πηγῶν ποτα‐ μοὺς ἀπαρύεσθαι, δῆλον ὡς διερὰ πᾶσα τῷ βάθει καθέστηκεν. ἔχει δὲ καὶ ἄφθονον μετουσίαν πυρός. πόθεν γὰρ ἂν τὰ ἰλυσπώ‐ μενα τὴν βίαν ὑποφεύγοντα τοῦ χείματος καὶ τοὺς χηραμοὺς
5καταλαβόντα τῆς γῆς ἔμενε τῷ βάθει θαλπόμενα, εἰ μὴ καὶ πῦρ αὐτῇ ὑπετύφετο; πόθεν δὲ καὶ τὰ φρέατα κατὰ χειμῶνος ὥραν ἐχλιαίνετο, εἰ μὴ ἡ γῆ πυρὸς ἦν δοχεῖον καὶ οἰκητήριον; πόθεν δὲ τὰ ἀειθαλῆ τῶν δένδρων ἔμενε καὶ ἐν χειμῶνι ταῖς ἰδίαις κόμαις ἀγλαιζόμενα, εἰ μὴ τὴν ἀλεξίκακον τῷ κρυμῷ
10θάλψιν ἐκ ῥιζῶν τοῖς πέρασιν ἐσπᾶτο καὶ ἠρύετο; πόθεν δὲ καὶ τὰ φυλλορροοῦντα τοῖς ἄκροις ἀποψυχόμενα πάλιν κατὰ τὸ ἔαρ ἀδοκήτως τῷ εὐανθεῖν τὸ ζῆν ἐμαρτύρετο, εἰ μὴ κατὰ τὰς ῥίζας ἡ τοῦ φυτοῦ θερμότης ἀπονοστοῦσα τὸν τῆς ὥρας ἀπεδίδρασκε πόλεμον; ἔχει οὖν ἡ γῆ ἐν αὐτῇ θερμότητα καὶ ὑγρότητα, τὴν
15μὲν λαχοῦσα πρὸς τῆς φύσεως τῇ ἀνάγκῃ τῆς κράσεως, τὴν δὲ καὶ περὶ τὰς ἀποστάσεις τοῦ ἡλίου λαμβάνουσα· ποτὲ μὲν γὰρ πρὸς μεσημβρίαν ἀποχωρῶν, ποτὲ δὲ πρὸς ἄρκτον ὑψούμενος τῇ κατὰ πλάτος διαφορᾷ τῆς ἀποστάσεως ἄλλοτε ἄλλα τῆς γῆς μέρη θερμότερα καὶ ψυχρότερα ἢ ξηρότερα καὶ ὑγρότερα δείκνυσι.
20μαρτυροῦσι δὲ τῷ λόγῳ αἱ τῇ ἀποστάσει τοῦ ἡλίου πηγῶν τε καὶ ποταμῶν ἀντιπάθειαι, καὶ οὐχ ἥκιστα ὁ ἡμέτερος Νεῖλος ὁ ποταμὸς ὁ Αἰγύπτιος, ὃς ἐκ μεσημβρίας αὐτῆς πηγαζόμενος κατὰ τὰς θερινὰς αὔξει τροπάς, ὅτε ὁ ἥλιος ἀνύων πορείαν τὴν βόρειον ἀναψύχει τὸ τῆς θερμότητος λάβρον Αἰθίοψι. καὶ θαυμάσειεν
25ἄν τις οὐ τοσοῦτον τὸν ἥλιον ἐν ὥρᾳ θέρους πέλαγος ποιοῦντα τὴν Αἴγυπτον ὅσον πᾶσαν Λιβύην Εὐρώπην καὶ Ἀσίαν παρὰ μι‐ κρὸν ἔρημον γενομένην τοῦ ὕδατος. τοσοῦτον ἄρα κράτος ὁ ἥλιος καὶ ἐν στοιχείοις τῆς φύσεως ἀνεδήσατο ὡς ἐν οὐρανῷ μὲν διφρεύειν, τὸ δὲ ὕδωρ ἐλαύνειν ἐν γῇ τὴν ἐναντίαν ὁδεύειν
30μετάρροιαν. καὶ γὰρ πάλιν ἐν γῇ τῶν Αἰθιόπων γινόμενος περὶ31

32

τὴν μετοπωρινὴν τροπὴν ποταμὸν μὲν ἐκ πελάγους τὸν Νεῖλον ποιεῖ, τὰς δὲ Αἰθιόπων πηγὰς ἐκροφῶν ὡς ἂν εἴποι τις, πάντα τὰ ἐνθάδε περικλύζει τοῖς ὕδασιν. ἐπεὶ οὖν περὶ τὰς κράσεις καὶ τὰς ἀποστάσεις τοῦ ἡλίου διάφορός ἐστιν ἡ γῆ ψυχρότητι καὶ θερμό‐
5τητι, ἔτι δὲ ξηρότητι καὶ ὑγρότητι, εἰκότως ἂν ὁμοίοις ὑβρίζετο πάθεσι. μένειν γὰρ ἀργὸν τὸ ἐν αὐτῇ πυρῶδες οὐ δύναται, τῷ τε κατὰ τὸ δρᾶν τὸ πῦρ μικροῦ δεῖν εἶναι ἀεικίνητον καὶ τῷ κατὰ τοῦ ὕδατος ἐγείρειν ἀίδιον πόλεμον· ἐπεὶ ταῖς κατὰ διάμε‐ τρον ἀντιθέσεσιν ἡ κρᾶσις ἀλλήλων διείληπται, ᾗγε τὸ μὲν πῦρ
10θερμόν ἐστι καὶ ξηρὸν, τὸ δὲ ὕδωρ ὑγρὸν καὶ ψυχρόν. ἀεὶ μὲν οὖν κατὰ γῆς τῷ πυρὶ πρὸς τὸ ὕδωρ ἄσβεστος συνίσταται πόλε‐ μος, τῷ δὲ κρατοῦντι τυποῦται ἡ μετέκβασις. καὶ τοσοῦτον κρατεῖ ὅσον ὑπὸ χεῖρα μόνον λαβεῖν, οὐ μὴν ἐκ ῥιζῶν ἀνελεῖν. ἐπεὶ κἀκ τῶν στοιχείων οὐδὲν πάντως δυνατὸν ἐκλείπειν· ἦ γὰρ
15ἂν συνέβαινε φθορὰ μὲν φύσει, κόσμῳ δὲ σύγχυσις. ὅταν μὲν οὖν τὸ ὑγρὸν ἐπικλύσῃ τὸ πῦρ, μένει τὸ πάθος ἐν γῇ τῷ βάθει κρυπτόμενον· ἀργὸν γὰρ ὂν τὸ κρατοῦν καὶ δυσκίνητον δῆλον ὡς τὸ πάθος εἰς βάθος ἐᾷ. ἐὰν δὲ τὸ πῦρ ἐπικρατέστερον τοῦ ὕδατος γένηται, τότε καὶ ἐξάγει τὸ πάθος ἐκτὸς καὶ ἔξω τῆς
20γῆς ἀναπλοῖ τὰ συμπτώματα· κρατοῦν γὰρ τὸ θερμὸν τοῦ ὑγροῦ πρῶτον χύσιν ποιεῖ, εἶτα λέπτυνσιν καὶ ὡς ἂν εἴποι τις ἐξαραίω‐ σιν, καὶ ἅτε κρατοῦν εἰς τὴν οἰκείαν ἰδέαν περιάγει τὸ ὑγρὸν καὶ τυποῖ· τὸ δὲ καθάπερ δορυάλωτον καὶ δοῦλον γενόμενον καὶ οἷον τὸν τοῦ δεσπότου τρόπον μιμούμενον ὑψοῦται μετέω‐
25ρον, ζηλοῦν τῇ κινήσει τὸ πῦρ. ἔνθεν οὐκ ἔτι περιρρεῖ κατὰ πλάτος, ὡς πέφυκεν, ἀλλ’ ἐπὶ τὸ ἄνω ὁρμᾷ, ὅπερ ἐστὶ θύειν, καὶ ἀναθυμιάσεως γιγνομένης εἰκότως κεκλήκασιν οἱ Ἕλληνες ἀναθυμίασιν, τῇ προσθήκῃ τοῦ μ γράμματος δήσαντες εἰς προ‐
φορᾶς ἕδραν τὸ ὄνομα.32

33

αὕτη ἡ ἀναθυμίασις εἰ μὲν ἔχει δαψιλῆ τὴν ὑγρότητα, κα‐ λεῖται ἀτμίς, οἵα ἡ ἐκ τῶν λεβήτων ὕδωρ ἐχόντων καὶ πυρὶ θαλπομένων εἴωθεν ἀναφέρεσθαι· εἰ δὲ σμικρὰν καὶ ἐλάττονα, καλεῖται λιγνύς, οἵα ἐστὶν ἡ ἀνιοῦσα μετὰ τῶν θρυαλλίδων
5ἀπόσβεσις. γίνεται δὲ ἐκ τούτων τῶν ἀναθυμιάσεων περὶ τὸ μᾶλλον καὶ ἧττον τῆς ἐπιπλεκομένης ὑγρότητος εἴδη ὀκτώ, γέ‐ νους ἑκατέρου τετράδα γεννῶντος εἰδῶν νεφελώδων. εἰ μὲν γὰρ εἴη τὸ ὑγρὸν τὸ ἀναθυμιώμενον ὀλίγον τε καὶ λεπτόν, ἀτμὶς νεφελώδης συνίσταται· εἰ δὲ πλέον καὶ παχύτερον, ὀμιχλώδης·
10εἰ δὲ τούτων μᾶλλον, ὀρφνώδης· ἔγνωμεν γὰρ πολλάκις ἐπιθο‐ λοῦσαν τὸν ἀέρα τοιαύτην ἀναθυμίασιν, ὡς ἐν βαθεῖ σκότῳ καὶ μεσούσης ἡμέρας τοὺς πέλας δυσκόλως ὁρᾶν. πλείστης δὲ καὶ παχυτάτης ἀναθυμιωμένης ὑγρότητος ἀτμὶς ἀναχεῖται δροσώδης τῷ περιέχοντι, ὡς καὶ διάβροχα ποιεῖν τὰ προσπελάζοντα σώ‐
15ματα. ἐκ τούτων μὲν οὖν τῶν τεσσάρων ἀναθυμιάσεων συγκρι‐ νομένων μὲν δρόσοι καὶ ὄμβροι κατέρχονται, πηγνυμένων δὲ πάχναι καὶ χιόνες καὶ χάλαζαι, ὧν τὰς αἰτίας ἐν ἑτέρῳ δηλώ‐ σομεν λόγῳ. οὐδεμία δὲ τούτων γεννᾶν ἄνεμον πέφυκεν ἀργή τε οὖσα καὶ ἐκπτώσεως ῥύμην οὐκ ἔχουσα· αἱ δὲ λιγνυώδεις
20μητέρες τε τῶν ἀνέμων εἰσὶ καὶ τὸν ἴσον ἀριθμὸν ταῖς ἀτμώ‐ δεσιν ἔχουσιν. ἀλλ’ ἐκεῖναι θερμαί τε καὶ ὑγραὶ τὸν εἰρημένον τρόπον ὑπάρχουσιν, αὗται δὲ πᾶσαι θερμαὶ καὶ ξηραί, τοῦ ξη‐ ροῦ λεγομένου νῦν οὐ κατὰ στέρησιν τῆς ὑγρότητος ἀλλὰ κατὰ μείωσιν, ὡς τὸ ψυχρὸν ἐν οἴνῳ λέγεται λουτρῷ τε καὶ ἡλίῳ
25καὶ ἐν ὅσοις ἡ ὕφεσις ἀξία τῆς προσηγορίας τοῦ ἐναντίου νομί‐ ζεται· μηδ’ ὅλως γὰρ ὄντος ὑγροῦ ἀναθυμίασιν γενέσθαι πάντως ἀδύνατον, οὐκ ὄντος τοῦ χεομένου καὶ τοῦ κατὰ τοὺς μετεώρους τόπους ἐπαναβαίνοντος. λέγομεν οὖν καὶ τὰς τῆς λιγνύος δια‐ φορὰς τῇ μειώσει τῆς ὑγρότητος ἐκδιδάσκοντες καὶ ξηρὰς τὰς
30κράσεις τοῖς λόγοις ἐπονομάζομεν. ξηρᾶς μὲν οὖν ἄγαν καὶ
λεπτῆς ἀναθυμιάσεως οὔσης λιγνὺς φλογώδης συνίσταται, οἵα33

34

πολλάκις πυρώδης ἔκλαμψις κατὰ τὸ περιέχον ἐμφαίνεται. ἐλάτ‐ τονος δὲ καὶ ἧττον λεπτῆς ὑπαρχούσης ὑπόπυρός πως λιγνὺς γίνεται καὶ οἱονεὶ πυρὸς εἰσπεσόντος εἰς ὕδωρ στυγνὸν σέλας ἐκπέμπουσα. εἰ δὲ παχυμερέστερον εἴη καὶ ἔλαττον τὸ ξηρὸν
5τὴν καλουμένην λιγνὺν αἰθαλώδη ποιεῖ, ὥσπερ ἡ παχυτάτη τε καὶ ἐλαχίστη τὴν καπνώδη συνίστησιν. αὗται μὲν οὖν καὶ αἱ τῶν λιγνυωδῶν ἀναθυμιάσεων διαφοραὶ ὅρους σαφεῖς ὡς ἐνῆν λαβοῦσαι τῷ γράμματι· αἱ γὰρ μεταξὺ τούτων ἐμπίπτουσαι πολ‐ λαί τε καὶ ἄπειροι καὶ ῥητοῖς ὀνόμασιν οὐ σημαίνονται. ἐκ τού‐
10των οἱ ἄνεμοι γίνονται σφοδρότητα λαβούσης τῆς ἀναθυμιάσεως, ἐκ τούτων ἀστραπαὶ βρονταί τε καὶ κεραυνοὶ καὶ ὅσα τούτων παραπλήσια, ἃ παρέντες τοὺς ἀνέμους διδάσκομεν τῇ προθέσει τὸ γράμμα ῥυθμίζοντες. γινομένης δὲ ταύτης τῆς ἀναθυμιάσεως μᾶλλον ὑπὸ τῆς
15τοῦ ἡλίου περιφορᾶς· οὗτος γὰρ οἷς μὲν ἂν πλησιάσῃ τόποις ἀτμίζει τε καὶ ἐνάγει καὶ γεννᾷ τὴν ἀναθυμίασιν, πόρρω δὲ ἀφιστάμενος τῶν ἐναντίων αἴτιος γίνεται διὰ τὸ τὴν ψυχρότητα πιλεῖν τε τὴν χύσιν καὶ τὰς γενέσεις τῶν ἀναθυμιάσεων μὴ ἐᾶν· ἀναγκαίως ταῖς τοῦ ἡλίου συμπνοίαις τὰς γενέσεις τῶν ἀνέμων
20τυποῦσθαι συμβέβηκε. καὶ γὰρ ἐξ οὐρανοῦ δυνάμεις ἀσώματοι ἐνθάδε διήκουσαι σύνθημα κινήσεως ὡρισμένης δωροῦνται ταῖς φύσει ἀφ’ ἑαυτῶν πλανωμέναις καὶ ὡς ἔτυχεν ὑποφερομέναις ταῖς ἀξίαις τῆς ὕλης καὶ σάλον ἄστατον ἀλωμέναις, ὃν ἡ μάχη τῶν στοιχείων ἐγέννησεν. ἀεὶ μὲν οὖν ἥλιος καὶ σελήνη πλέον
25τῶν ἄλλων ἀστέρων ἐπιτροπεύουσι πάντων τῶν ἐνθάδε, ὁ μὲν ὡς ἡμέρας καὶ νυκτός ἐστι δωρεὰς ποιῶν καὶ πλείστην ἀλλοίω‐ σιν διὰ τούτων ἐργαζόμενος τοῖς γεννητοῖς· σελήνη δὲ τῷ τε εἶναι περιγειοτέρα καὶ μῆνας ποιεῖν τοσοῦτον ταῖς ἡμέραις δια‐ φέροντας, ὅσον αὐτὴ τοῦ ἡλιακοῦ φωτὸς κατὰ τὸν δρόμον ἀπο‐
30λαύειν ἐπίσταται, καὶ τῇ ἀναλογίᾳ τῆς μετουσίας τὰ ἐνθάδε μετατρέπειν δύναται. ἥλιος δὲ τὸ πλεῖστον ἔχει τῶν ἐνθάδε
τροπῶν. ἐπεὶ οὖν πάντα τὰ ἐν γενέσει ἥλιος διατάττειν πέφυ‐34

35

κεν, ἀναγκαίως καὶ τὴν τῶν ἀνέμων τάξιν αὐτὸς θεσμοθετεῖ καὶ ἐργάζεται. δύναται μὲν γὰρ θερμότης καὶ ἐν τῇ γῇ ἀπει‐ λημμένη μετὰ τῆς ὑγρότητος ξηρὰς ἀναθυμιάσεις ποιοῦσα τοὺς ἀνέμους γεννᾶν, οὐ μὴν τεταγμένους οὐδὲ ἐκ τόπων ὡρισμένων
5ἀπλανῶς ἀποπνέοντας. ἐπεὶ δὲ τάξις ἐν τοῖς ἀνέμοις εὑρίσκε‐ ται, ὡς ἀνατολικοὺς μὲν εἶναι τρεῖς, εὖρον καὶ ἀπηλιώτην καὶ καικίαν, ἐκ διαφερόντων μὲν μερῶν ἀναφυομένους ὡρισμένων δὲ τῷ τὸν μὲν ἀπὸ τοῦ χειμερινοῦ τροπικοῦ τὸν δὲ ἀπὸ τοῦ θερινοῦ γεννᾶσθαι καὶ φέρεσθαι, ἄλλους δὲ τρεῖς δυτικοὺς κατὰ
10διάμετρον τούτων ἀνισταμένους καὶ πνέοντας, λίβα καὶ ζέφυρον καὶ θρασκίαν, δύο δὲ ἄλλους τὸν μὲν ἀπὸ τοῦ νοτίου πόλου τὸν καλούμενον νότον τὸν δὲ ἀπὸ τοῦ βορείου τὸν ἀπαρκτίαν λεγό‐ μενον, ἄλλους δὲ τέσσαρας ἑκατέρωθεν τῶν εἰρημένων ἀπο‐ πνέοντας πόλων, εὐρόνοτον καὶ λιβόνοτον τοῖς ὀνόμασι τὰς θέ‐
15σεις μηνύοντας καὶ ἐπὶ τούτοις δύο μεταξὺ μὲν καικίου καὶ ἀπαρκτίου βορέαν ἐκ μέσου δὲ ἀπαρκτίου καὶ θρασκίου ἀργέστην, εὔδηλον ὡς ὁ ἥλιος διατάττων αὐτοὺς οὐκ ἐᾷ τὴν ὕλην τὴν ἐν τῇ γῇ τῇ ἀταξίᾳ συμφέρεσθαι. τρέπει μὲν γὰρ ὁ ἥλιος ὁσημέ‐ ραι τὰ ἐνθάδε ἄλλοτε ἄλλην μοίραν τοῦ ζωδιακοῦ ἐπιπορευό‐
20μενος καὶ διὰ τοῦτο τὴν μὲν πρὸς ἡμᾶς ἀπόστασιν ἔχων διά‐ φορον οὐ μὴν αἰσθητὴν καθ’ ἑκάστην ἡμέραν ποιεῖ τὴν τροπήν, ἀλλὰ τότε ὅταν ἐκδήλῳ μεγέθει τῆς ἐξαλλαγῆς ὥρας ἄλλας ἐξ ἄλλων ποιῇ. αἱ μὲν γὰρ καθ’ ἑκάστην ἡμέραν τροπαὶ ταῖς δια‐ φοραῖς τῶν μορφῶν τῶν ὑπὸ τὸ ἓν εἶδος ταττομένων ἐοίκασιν·
25ὡς γὰρ Σωκράτης καὶ Ἀλκιβιάδης τῷ μὲν εἴδει οἱ αὐτοί, ἄν‐ θρωποι γάρ, τῷ δὲ καθ’ ἕκαστον ἀριθμῷ οὐχ οἱ αὐτοί, ὁ μὲν γὰρ σιμὸς ὁ δὲ γρυπὸς καὶ ὁ μὲν προγάστωρ ὁ δὲ οὔ, οὕτως καὶ αἱ χειμεριναὶ ἡμέραι ᾗ μὲν χειμεριναὶ πᾶσαι ἂν εἶεν αἱ αὐταί, ὁμοειδεῖς γάρ, ᾗ δὲ ἡ μὲν νεφοῦται καὶ ὕεται ἡ δὲ αἰ‐
30θρίᾳ καὶ ἡλίῳ λάμπεται, κατὰ τοῦτο μόνον διάφοροι. αἱ δὲ ἀπὸ
ὥρας εἰς ὥραν μεταβολαὶ ταῖς ἐξαλλαγαῖς τῶν εἰδῶν εἰσὶ παρα‐35

36

πλήσιαι· ὅσον γὰρ ἄνθρωπος διαφέρει κυνός, τοσοῦτον χειμὼν θέρους καὶ μετόπωρον ἔαρος. οὐκοῦν ἀναγκαῖον τὰς κατ’ εἶδος τῶν ἀνέμων ἐξαλλαγὰς οὐ ταῖς καθ’ ἡμέραν συντρέχειν διαφο‐ ραῖς. καὶ διὰ τοῦτο δυώδεκα μόνοι καθεστήκασιν ἄνεμοι οἱ ῥη‐
5θέντες τῷ εἴδει διάφοροι τροπικοῖς σημείοις καὶ πόλοις καὶ μέ‐ σοις τόποις κρινόμενοι. οἱ δὲ ἄλλοι ὅσοι εἰσὶν ἐπιχώριοι, νόθοι καθεστήκασι τοῖς μὲν τῆς γῆς ἐκρηγνύμενοι πάθεσιν, τούτων δέ τινες τὴν κρᾶσιν ἢ τὸ γένος οὐκ ἀποφεύγοντες. ἔστι δὲ ὅτε εἷς μέν τις ὢν τῶν εἰρημένων διαφόροις δὲ ὀνόμασι ποικίλλεται,
10ὥσπερ ὁ ἀπηλιώτης παρὰ μὲν Σικελιώταις ἑλλησποντίας προσ‐ αγορευόμενος, παρὰ δὲ Φοίνιξι κάρβας, ἐν δὲ Πόντῳ βερεκυν‐ τίας· καὶ ἄλλοι μὲν οὖν παρ’ ἄλλοις οὐχ ὡσαύτως ἐπονομάζον‐ ται. ἐκ δὲ τῶν ἀποδεδειγμένων εὔδηλον ὡς, φάναι συντόμως, τούτους πάντας, λέγω δὴ τοὺς δυώδεκα ἀνέμους, ὁρίζει μὲν καὶ
15εἰδοποιεῖ ὁ ἥλιος, ὠδίνει δὲ ἡ γῆ, τίκτει δὲ λιγνυώδης ἀνα‐ θυμίασις. πρὸς μὲν οὖν τὴν γένεσιν τῶν ἀνέμων οὐδὲν πλέον εἰπεῖν δεῖ, καιρὸς δ’ ἂν εἴη τὰς κατὰ τοὺς ἀνέμους γινομένας ζητήσεις τοῖς φυσικοῖς φιλοσόφοις εἰπεῖν. ἀρκεῖ μὲν γὰρ πρὸς διδασκα‐
20λίαν ἐπιστημονικὴν ἡ τῆς αἰτίας γνῶσις, πρὸς δὲ βεβαίαν πίστιν καὶ ἄτρεπτον ἡ τῶν ζητουμένων λύσις· ἐπεὶ καὶ ἀμφιβολία τις ὑφορμῶσα τῇ διανοίᾳ ὕποπτον ποιεῖ τὴν ἀλήθειαν. ἀρκτέον οὖν τῆς τῶν ζητημάτων λύσεως ἐνθάδε. εἰ γὰρ ἡ μὲν ὑγρὰ ἀναθυμίασις, ἥτις ὀνομάζεται ἀτμίς, ποιεῖ δρόσους, ἡ
25δὲ ξηρὰ, ἥτις ἐλέγετο λιγνύς, ποιεῖ ἀνέμους καὶ ἔστιν ἐναντία ἡ ἀτμὶς τῇ λιγνύι, ἔδει κατὰ ταὐτὸ δρόσον καὶ ὄμβρον καὶ ἄνεμον μηδέποτε γίνεσθαι. ἀλλὰ μὴν γίνεται· οὐκ ἄρα ἀληθῆ τὰ εἰρημένα. ἢ κατὰ ταὐτὸ δύναται τὰ ἐναντία συνίστασθαι, ὅταν ἐξ ἄλλου καὶ ἄλλου τόπου βλαστάνωσιν; ὅταν μὲν οὖν ἀπὸ
30διαφερόντων τῷ πλάτει τόπων αἱ ἐναντίαι ἀναθυμιάσεις γεννῶν‐ ται, τότε καὶ ὕει καὶ πνεῖ καὶ οὐδεμία μένει ζητήσεως ἀφορμή.
ὅταν δὲ ἐξ ἑνὸς μὲν τόπου κατὰ πλάτος ἀπ’ εὐθείας δὲ καὶ36

37

μιᾶς κατὰ βάθος ἐγείρωνται, καὶ γὰρ τοῦτο γίνεται, τότε τὰ πάθη συμβαίνει τοιῶσδε· ἐὰν μὲν γὰρ ὑπερκειμένη ᾖ ἡ ἀτμὶς ὑποκειμένη δὲ ἡ λιγνύς, ἡγεῖται μὲν ὄμβρος, ἕπεται δὲ ἄνεμος καὶ οὐ συνίσταται μόνιμος ὁ ὑετὸς ὑπὸ τοῦ ἀνέμου διωκόμενος
5καὶ οἷον ἐνόδια κατὰ πάροδον ἐπιπέμπων τὰ ὕδατα. ὅταν δὲ τὸ ἔμπαλιν γίγνηται καὶ ὑπερκέηται μὲν ἡ λιγνύς, ἕπηται δὲ ἡ ἀτ‐ μίς, τότε πρόδρομος ὁ ἄνεμος τοῦ ὄμβρου συνίσταται· οὐ μένει δὲ οὐδὲ οὗτος διαρκής, τῆς ὑγρότητος ἐκπιούσης καὶ ἐπιρροφη‐ σάσης τὴν ξηρότητα καὶ οὐκ ἐώσης μένειν τὴν αἰτίαν τοῦ πνεύ‐
10ματος. ὅτι δὲ ταῦτα συστῆναι δύναται καὶ οὐκ ἔστι κενὴ λό‐ γων ὑπόθεσις, δηλοῖ καὶ τὰ ἡμέτερα σώματα πῆ μὲν ἔχοντα τὴν κάτω κοιλίαν ὑγρὰν καὶ θερμήν, ἀφ’ ἧς κράσεως ἀτμὶς γίνεται, τὴν δὲ ἄνω ξηρὰν καὶ θερμήν, ἐξ ἧς ἡ λιγνὺς συνίστα‐ ται, πῆ δὲ τὸ ἔμπαλιν.
15 διὰ τί οἱ ἄνεμοι ἀπὸ θερμῆς καὶ ξηρᾶς ἀναθυμιάσεως γι‐ νόμενοι οὐκ ἄνω φέρονται καὶ πρὸς ὀρθὰς γωνίας, ἀλλὰ λοξὴν πρὸς τὴν γῆν τὴν φορὰν ποιοῦνται; ἢ οὐκ ἦν ὄντως ξηρὰ καὶ θερμὴ ἀλλ’ ἐξ ὑγρότητος μὲν ὀλιγοστῆς δὲ ἡ λιγνυώδης καὶ καὶ καπνώδης ἀναθυμίασις, ὡς ἀπὸ τῶν θρυαλλίδων καὶ τῶν
20χλωρῶν ξύλων· καὶ γὰρ ἐκείνων ξηρὰ μὲν ἦν ἡ ἀναθυμίασις, ἀπὸ δὲ τῆς ἐγκειμένης ὑγρότητος τῷ βάθει τοῦ καιομένου σώ‐ ματος ἐγίνετο. διὰ τοῦτο οὖν ἐγείρεται μὲν ἐπὶ τὸ ἄνω ἡ λιγνὺς τῇ θερμότητι αἰρομένη μετέωρος, ὀκλάζουσα δὲ τῇ ὑγρότητι κλᾶται καὶ μέσην ποιουμένη φορὰν λοξὴν περιφέρεται, τὴν μά‐
25χην τῶν γεννησάντων τῷ τρόπῳ δεικνῦσα τῆς πτήσεως. διὰ τί ποτὲ μὲν μετὰ ὑετὸν ἄνεμοι γίνονται, ποτὲ δὲ τὸ ἔμπαλιν; ἢ ὅταν τὸ ἐν τῇ γῇ θερμὸν ἐπιπολάζον οὐκ ἔχον ὃ ἐκκαύσει ὑγρόν, μένῃ ἀργὸν κατὰ βάθος δυνάμει κρυπτόμενον, καθάπερ ἡ τίτανις· λαβόμενον δὲ τοῦ ὑετίου ὑγροῦ ἐκθάλλει
30καὶ τῇ ἐκκαύσει τῆς ὕλης λιγνὺν ἐγεῖρον ἀνέμους ἐργάζεται,
οἵτινες ἤδη δαπανηθέντος τοῦ ὕοντος νέφους μένουσιν ἐν αἰθρίᾳ37

38

πνέοντες ἢ τοῦτο ἐλαύνουσιν ἐκποδὼν τὸ γεννῆσαν ποιούμενοι. οὕτως μὲν οὖν ὑετὸς ἀνέμους ποιεῖ, ἄνεμος δὲ ὑετοὺς κατὰ τόνδε τὸν τρόπον. ἐδιδάχθημεν κατὰ τὰ προλαβόντα ὡς κοινὴ μὲν ἡ θερμότης ἐν ἀμφοτέραις ταῖς ἀναθυμιάσεσι, τῷδε ποσῷ
5ἡ ὑγρότης διάφορος. ὅταν οὖν ᾖ πολὺ τὸ θερμόν, δαψιλὴς δὲ καὶ ἡ ὑγρότης, τότε τὴν μὲν προσπελάζουσαν ἐπιπολῆς ὑγρότητα καίει καὶ ποιεῖ λιγνὺν ἅμα καὶ ἄνεμον· διαπνεῦσαν δὲ τὸ θερμὸν ἐλαττοῦται καὶ τὴν ὑγρότητα χέον, οὐκέτι δὲ καῖον, ἀτμὸν ἀντὶ λιγνύος ποιεῖ. καὶ οὕτως διαδέχεται ὄμβρος τὸν ἄνεμον. δύναται
10δὲ καὶ πολὺ τὸ θερμὸν μένον ἐν τῷ τόπῳ καὶ τὴν ὁμιλοῦσαν ἐκκαῖον ὑγρότητα, ἄλλο ἐπισπᾶσθαι πλέον ὑγρόν. ἕλκει γὰρ εἰς αὑτὸ τὸ θερμόν· τὸ δὲ συνθλιβόμενον καί πως κρατῆσαν τοῦ θερμοῦ κολάζει μὲν τὴν καῦσιν, ἀναγκάζει δὲ τὸ θερμὸν χύσιν, οὐ καῦσιν ποιεῖν. καὶ οὕτως οὐκέτι μένει ἄνεμος, ἐπεὶ μηκέτι
15λιγνὺς ἀτμὸς δὲ γεννᾶται καὶ ὄμβρος ἐκπέμπεται. διὰ τί οὐκ ἐπὶ τὰ ἀντικείμενα ἁπλῶς οἱ ἄνεμοι φέρονται, ἀλλὰ καὶ εἰς γῆν καταφέρονται καὶ συννεύουσι πρὸς ἡμᾶς; ἢ ὅτι οὐκ ἐκ στερεοῦ σώματος καὶ πεπηγότος εἰσίν, ὡς ὁμοίαν ταῖς τῶν λίθων ποιεῖσθαι φοράν, ἀλλ’ ἀπὸ κεχυμένης οὐσίας
20καὶ κατὰ πρόοδον σκεδαννυμένης εὐκόλως καὶ πλέον ἢ τὰ ὕδατα· ὥσπερ οὖν ἐκεῖνα τοῖς ἀραιοτέροις προσχεόμενα φέρεται μὲν εἰς ὅπερ καὶ πέμπεται, οὐκ ὀλίγον δὲ μεθίησι μέρος ἑαυτῶν κατὰ πάροδον, οὕτω καὶ τὸ πνεῦμα παριὸν εἰς ὃ πέμπεται καὶ τῇ γῇ τινὰς ἀποπνοίας μεθίησι.
25 διὰ τί κάτωθεν τῶν ἀνέμων γεννωμένων ὁ ἀὴρ ἄνωθεν ἔστιν ὅτε ἐπισημαίνει τὸν ἄνεμον, ὡς πολλάκις νέφος ἢ ἀχλὺν μετέωρον κινουμένην δηλοῦν καὶ ἐνθάδε μετ’ ὀλίγον ἐσόμενον πνεῦμα, ὡς ἄνω μὲν ὄντος ἤδη τοῦ πνεύματος, μηδέπω δὲ πρὸς
ἡμᾶς ἀφιγμένου; ἢ τοῦτο σημαίνει ἀληθὲς εἶναι τὸ δεδειγμένον38

39

ὅτι ἐκ μὲν τῆς γῆς τοῖς πνεύμασίν ἐστιν ἡ ὑλικὴ ἀρχὴ τῆς γε‐ νέσεως, ἐκ γὰρ ταύτης ἡ λιγνυώδης ἀναθυμίασις ἀναφύεται, ἐκ δὲ τοῦ οὐρανοῦ ἡ εἰδική· τὸ γὰρ τοιῶσδε πνεῖν καὶ ὡρισμένως ἐκ τοῦδε τοῦ τόπου ἄνωθεν εἶναι δέδεικται πρόσθεν, ὅτε ἐδείκνυ‐
5μεν ἄνεμον εἶναι πλῆθος ξηρᾶς ἀναθυμιάσεως περὶ τὴν γῆν ἡλίῳ καὶ ἄστροις εἰδοποιούμενόν τε καὶ τυπούμενον. ἡ γένεσις οὖν τῶν ἀνέμων ἐστὶν ἀμφοτέρωθεν, τῆς μὲν περὶ τὴν γῆν εἰ‐ δικῆς καὶ ὡρισμένης κινήσεως ἄνωθέν ἐστιν ἡ ἀρχή, τῆς δὲ ὕλης καὶ τοῦ ὅλως ἀναθυμιᾶσθαι κάτωθεν ἀπὸ γῆς. κατιοῦσα οὖν
10οὐρανόθεν ἡ κινητικὴ αἰτία καὶ προσπελάσασα τῇ ἀναθυμιάσει ἐν μετεώρῳ τόπῳ μένειν ποιεῖ πρὸ τῆς ἐπὶ γῆν ἀφίξεως ἀέριον ἄνεμον, μετὰ ταῦτα δὲ καὶ εἰς γῆν καταβαίνουσα, κάτω περι‐ γείους τε ἀνέμους ἐργάζεται. διὰ τί περὶ τὴν ἄρκτον αὐτὴν ἐν τῷ χειμῶνι κατ’ αὐτὸν
15ἐκεῖνον τὸν τόπον νηνεμία τε καὶ ἄπνοια γίνεται; ἢ διὰ τὴν ὑπερβολὴν τοῦ κρυμοῦ σβέννυται ἡ λιγνὺς καὶ ἐκ ῥίζης ἡ τῶν ἀνέμων τέμνεται γένεσις. τεκμήριον δὲ τούτου τὸ περὶ τὸν Ἴστρον γινόμενον· καὶ γὰρ ἐκεῖσε νηνημίας οὔσης αἴθριοι λύχνοι λάμπειν οὐ δύνανται, τῆς ἄγαν ψύξεως καταπνιγούσης τὸ πῦρ
20καὶ τῇ φλογὶ μὴ συγχωρούσης εἰς ὕψος ἐγείρεσθαι. διὰ τί ὁ ἥλιος καὶ παύει τὰ πνεύματα συνεχῶς καὶ συνε‐ ξορμᾷ καὶ αὔξει; τοῦτο δὲ πολλάκις ἴσμεν γιγνόμενον κατὰ τὰς ἀνατολάς· ἀνατέλλων γὰρ πολλάκις ἔσβεσε τὸν διὰ νυκτὸς πνεύ‐ σαντα ἄνεμον καὶ ἔμπαλιν παννυχίου γενομένης νηνεμίας αὐτὸς
25ἐπιτέλλων λάβρον ἤγειρεν ἄνεμον. ἢ πρόδηλος ἡ λύσις ἐκ τῶν εἰρημένων· ἐὰν γὰρ ἀσθενέστεραι καὶ ἐπιπολαιότεραι ὦσι καὶ ὀλίγαι αἱ λιγνυώδεις ἀναθυμιάσεις, μαραίνονται ὑπὸ τοῦ ἡλίου θερμοτέρου ὄντος καὶ διακρίνονται καὶ παῦλα τοῦ πνεύματος γίνεται. καὶ ἄλλως δὲ αὐτὸ τὸ ὀλίγον, σμικρὸν μὲν τῇ συνοι‐
30κούσῃ θερμότητι καθεστός, ἤρκει ἂν πρὸς τὸ ποιῆσαι καπνὸν ἢ
ἄνεμον, ἐπενεχθέντος δὲ τοῦ ἡλιακοῦ θερμοῦ κατακαίεται μόνον39

40

καθάπερ ἄχυρον ἐμπεσὸν ἀφθόνῳ φλογὶ, καὶ οὐκέτι καπνίζον παύει τὸν ἄνεμον· ἐὰν δὲ ἰσχυρότεραι καὶ ἐν βάθει ὦσιν αἱ θερμότητες καὶ παρὰ μικρὸν συμμετρίαν ἔχωσιν εἰς τὴν τῆς λιγνύος γένεσιν, τότε πάλιν τὸ λεῖπον τῇ γενέσει προσθεὶς ὁ
5ἥλιος συνανατέλλοντα αὑτῷ φέρει τὸν ἄνεμον. διὰ τί περὶ τὴν τοῦ Ὠρίωνος ἀνατολὴν καὶ ἕως τῶν καλου‐ μένων ἀνέμων προδρόμων νηνεμίαι γίγνονται; εὑρίσκεται δὲ οὗτος ὁ χρόνος τοιῶσδε· Ὠρίων μὲν ἄρχεται ἀνατέλλειν ἑῷος πρὸ τῆς ̅̑ϛ καλανδῶν Ἰουλίων, ὅ ἐστι κατ’ Ἀλεξανδρεῖς Ἐπιφὶ
10β. ἐπεὶ οὖν περὶ Ὠρίωνος ἀνατολὴν αἱ νηνεμίαι γίγνονται, ζη‐ τητέον τὰς νηνεμίας περὶ τὴν τριακοστὴν καὶ τὴν μετ’ αὐτὴν τοῦ Παυνὶ μηνός. χρόνος μὲν οὖν οὗτος, λύσις δὲ ἥδε. ὁ ἥλιος γὰρ βορειότερος γενόμενος καὶ καταλάμπων τὰ βόρεια τὰ μὲν ἐγγὺς ἐκκαίει καὶ τὰς ἀναθυμιάσεις σβέννυσι, καὶ οὕτως τοὺς
15ὄντας ἀνέμους δαπανῶν, οὔπω δὲ ἄλλους γεννῶν νηνεμίας ποιεῖ· τὰ δὲ ἄποθεν τοῦ θερινοῦ τροπικοῦ κατεψυγμένα σφοδρῶς δια‐ χεῖ καὶ τὰς ἐκεῖσε χιόνας ὀρεομήκεις κειμένας λύει καὶ τὰς πρὶν οὐκ οὔσας ἀναθυμιάσεις διὰ τὴν βίαν τῆς πήξεως, νῦν γεννᾷ καὶ ἢ τῇ ἀσυμμετρίᾳ τῆς θερμότητος ἀτμοὺς κινεῖ καὶ νέφη
20ποιεῖ, ἢ τῇ συμμετρίᾳ καπνὸν ἐγείρων ἐξάγει τὰ καλούμενα πρόδρομα πνεύματα. διὰ τί τοῦ Ὠρίωνος ἐν ταῖς ἀνατολαῖς τε καὶ δύσεσιν ἄκριτα, ᾗ φησὶν ὁ Ἀριστοτέλης, καὶ δυσχείμερα τὰ πνεύ‐ ματα γίνεται; ἢ ὅτι πρὸ μὲν τῶν ἀνατολῶν νηνεμίαι γίνονται,
25ὡς εἴρηται, ἀπὸ δὲ τῶν νηνεμιῶν αἱ εἰς τὸ ἐναντίον μεταβολαὶ40

41

ὡς ἐπίπαν λάβρους ἀνέμους ἀποτελοῦσι. καὶ ὅτι ἐπιτέλλει μὲν ἐπὶ ταῖς θεριναῖς τροπαῖς, δύνει δὲ ἐν ταῖς μετοπωριναῖς τρο‐ παῖς· καὶ γὰρ αἱ μεταβολαὶ τῶν ὡρῶν εἰώθασι τροπὰς ἐκ τοῦ πλείστου θορυβώδεις ἐργάζεσθαι.
5 διὰ τί τοῦ ἔτους ὅλου κατά τινα καιρὸν ὡρισμένον πνέουσι βορέαι ξένοι τε καὶ ἀήθεις καὶ τότε μόνον φαινόμενοι, ὡς ἐκ τοῦ συμβαίνοντος ἔχειν τὸ ὄνομα καὶ καλεῖσθαι ἐτησίας; ἢ διὰ ταύτην τὴν αἰτίαν· ὁ βόρειος πόλος ταῖς ἀναχωρήσεσι ταῖς ἐπὶ μεσημβρίαν τοῦ ἡλίου πάνυ καταψυχόμενος ψυχροτάτους ἔχει
10τοὺς ὑποκειμένους αὐτῷ τόπους τῆς γῆς, ὡς μήτε οἰκεῖσθαι· τὸ γὰρ ἐν ὑπερβολῇ τῆς ψυχρότητος κείμενον οὐ ζωὴν ἀλλὰ νέκρωσιν ἐργάζεσθαι πέφυκεν. διὰ τοῦτο τοίνυν οὐδέ τις ἀνα‐ θυμίασις ἐκεῖ γίνεται τῆς τε ἐν τῇ γῇ θερμότητος καταπνιγομέ‐ νης τῇ βίᾳ τῆς πήξεως καὶ τοῦ ἡλίου διὰ τὸ πολὺ τῆς ἀποστά‐
15σεως μηδεμίαν ἐκεῖσε χορηγοῦντος θερμότητα. πνεῖ μὲν οὖν ὁ ἀπαρκτίας καὶ ὁ βορέας καὶ κατὰ τὸν ἄλλον χρόνον, οὐκ ἀπ’ αὐτῶν δὲ τῶν ὑπὸ τὸν βόρειον πόλον κειμένων ἐν τῇ γῇ με‐ ρῶν ἀλλ’ ἀπὸ τῶν μεσημβρινωτέρων τῶν ἐπίταδε καὶ οὐκ ἐπέ‐ κεινα τοῦ ζωδιακοῦ, τῶν καὶ ἐν τῇ ἀποστάσει τοῦ ἡλίου δυνα‐
20μένων ἔχειν μετουσίαν θερμοῦ τοῦ ἀρκοῦντος εἰς τὴν τῶν ἀνέ‐ μων ὑπόστασιν. ἥλιος δὲ βορειότατος γιγνόμενος πρὸ μὲν τῶν θερινῶν τροπῶν ἄρχεται λύειν τὸν κρυμὸν τῶν ὀλίγον ἐπίταδε καὶ πρὸς ἡμᾶς τοῦ βορείου πόλου μερῶν καὶ ἐλεύθερα τὰ μέρη δείξας τῶν δεσμῶν τῆς καταψύξεως καὶ σύμμαχον εἰς θέρμανσιν
25τὸν οὐράνιον παραστησάμενος κύνα προκαλεῖται μὲν ἐκ βάθους τὴν ὑπονοστήσασαν πάλαι φυγῇ τοῦ πολεμίου θερμότητα, ἐκ‐ καίει δὲ τὰς ἀναθυμιάσεις καὶ σφοδροὺς καὶ ἀήθεις βορέας γεννᾷ τοὺς καλουμένους προδρόμους· τούτους δέ τινες καλοῦσι καὶ πρόκυνας πρὸς ἀντιδιαστολὴν τῶν μετὰ τὴν ἐπιτολὴν τοῦ
30κυνὸς ἐσομένων ἀνέμων, τούτων δὴ τῶν ἐτησίων. ἀλλ’ ἐπεὶ ὁ
ἥλιος ἐπὶ τροπὰς θερινὰς χωρῶν καὶ ἐπιτολὰς τοῦ κυνὸς ποιῶν41

42

τὰ μὲν ἔγγιον ἔλυε καὶ τοῖς προδρόμοις ἐνέφηνε τὴν ἐνέργειαν, τὰ δὲ ἐπέκεινα πρὸς αὐτὸν τὸν βόρειον πόλον ἔτι λύει καὶ θάλ‐ πει καὶ ἀνορθοῖ πρὸς ἀναθυμίασιν, εἰκότως τὴν μὲν λιγνὺν τὴν γεννητικὴν τῶν προδρόμων δαπανᾷ, ἄλλους δὲ ἐκ τῶν βορειο‐
5τάτων τοὺς καλουμένους ἐτησίας ἐγείρει βίᾳ γεννωμένους καὶ μόλις ἐγειρομένους· καὶ γὰρ ἐκεῖνα τὰ μέρη καὶ ὑπὸ τοῦ ἡλίου θερμαινόμενα ὁμοίως ἀντιβαίνει, κρηπῖδα μονῆς κεκτημένα τὴν ἕξιν, καὶ φιλεῖ μὲν προσπαλαίειν νικώμενα, πεσόντα δὲ πάλιν εἰς μάχην ἐγείρεται καὶ ἐπεὶ μὴ κατὰ κράτος ἑάλωκε μικρᾶς
10συμμαχίας λαβόμενα πήγνυσι τὰς ἀναθυμιάσεις καὶ καταφρονεῖ τῆς τοῦ ἡλίου θερμότητος. διὰ ταύτας οὖν τὰς αἰτίας ἅμα τε ἥλιος δύεται καὶ συμπαύεται πᾶσαν κίνησιν ὁ ἐτησίας ἄνεμος, καὶ ἐπιτείλαντος πάλιν συνεπιτέλλει τὰ πνεύματα καὶ ἕως με‐ σημβρίας ἐπαύξεται, εἶτα πρὸς δείλην ἡλίου φερομένου ταῦτα
15συμπαρακμάζει τὰ πνεύματα ἡλιοτρόπια τῇ ἀνάγκῃ τῆς μάχης ἀποτελούμενα· καὶ γὰρ τὰ πρὸς ὀλίγον νικώμενα πέφυκεν ἀλα‐ ζονεύεσθαί τε καὶ νεανιεύεσθαι καὶ ἐν ταῖς ἐλαχίσταις τῶν κρα‐ τούντων ἀναχωρήσεσιν ἐπιτίθεσθαι. διὰ τί οὖν τῶν ἐτησίων πνεόντων ἄλλοι οὐ πνέουσιν ἄνε‐
20μοι; ἢ ἐπεὶ τὰ μὲν ἄλλα τοῦ ζωδιακοῦ παρελήλυθε μέρη καὶ ἐπενείματο τὰς ἄλλας ἀναθυμιάσεις τῆς γῆς ὁ ἥλιος, νῦν δὲ πᾶς εἰς τὸν βόρειον προσεχώρησε πόλον κἀκεῖ τὰ εἴδη τῶν ἀνέμων γεννᾷ, ὅπως τὴν ἐξ αὐτοῦ καταπέμπῃ ἐνέργειαν. διὰ τί βορέαι, οὗτοι δὴ οἱ πρόδρομοι καὶ οἱ ἐτησίαι, γί‐
25νονται συνεχεῖς καὶ πολλοί, καὶ οἱ πρόδρομοι ὡς ἐπίπαν πρὸ εἴκοσι ἡμερῶν καὶ ἐπὶ εἴκοσι ἡμέρας μετὰ τὰς θερινὰς τροπὰς ἄρχονται πνεῖν, καὶ οἱ ἐτησίαι δὲ ὁμοίως ἐπὶ ἡμέρας μ μένουσι πνέοντες; ἢ ὅτι τὰς πρὸ τροπῆς θερινῆς εἴκοσι καὶ τὰς μετὰ θερινὴν τροπὴν εἴκοσι πᾶσας διεξῆλθεν ὁ ἥλιος εἰς τὸ κρατῆσαι
30τῆς ἀμέτρου ψύξεώς τε καὶ πήξεως τῆς οὔσης ἐπὶ τὸν βόρειον πόλον, ἐν αἷς καὶ τοὺς προδρόμους ποιεῖ· μετὰ ταύτας δὲ νι‐
κήσας τὸν ἐνδοτάτω κρυμὸν τοὺς ἀνέμους τοὺς ἐτησίας ἐξήγαγεν42

43

ἐν ἄλλαις τεσσαράκοντα. εὔλογον δὲ τὸ ἐν τοσαύταις καὶ λῦσαι καὶ κινῆσαι, ἐπεὶ καὶ τῶν βραδέως λυομένων παθῶν ἡ φύσις ἐν τεσσαράκοντα πρώταις ἡμέραις κατακρατεῖν εἴωθεν, ὡς δηλοῖ καὶ τὰ ἐν τοῖς ζώοις νοσήματα. εἰ δέ σοι φίλον, φίλτατέ μοι
5ἑταίρων, καὶ Πυθαγορικῆς ἀπογεύσασθαι μούσης τῆς ἀριθμοῖς κανονιζούσης τὰ ἔργα τῆς φύσεως, ὀλίγον ἄγαν καὶ περὶ τούτων ἄκουε· ἐπεὶ πᾶσα μεταβολὴ ἐν κινήσει γίνεται, κίνησις δὲ ἐν χρόνῳ συνίσταται, χρόνος δὲ ἐν ἀριθμῷ κρίνεται. ἐπεὶ οὖν ἡ τετρὰς ἀπὸ μονάδος ἀριθμουμένη ἐφ’ ἑαυτὴν ποιεῖ τὸν δέκα
10τέλειον ὄντα ἀριθμὸν καὶ πηγῆς ἔχοντα λόγον τοῖς μετὰ ταῦτα ἀριθμοῖς· ἀνακυκλουμένη γὰρ ἡ δεκὰς τὴν πρόοδον ποιεῖ τῆς πηγῆς τῶν ἀριθμῶν· αὐτὴ δὲ πυθμὴν οὖσα καὶ ῥίζα τῶν ἀριθμῶν πολλαπλασιαζομένη ἐπὶ τὸν ἴδιον τόκον τὸν δέκα ποιεῖ τὸν μ δυναμικώτατον ὄντα, ἅτε ἐκ ῥίζης καὶ πηγῆς ἀριθμῶν πρῶτον
15συγκείμενον, καὶ συνᾴδοι ἂν ὁ τεσσαράκοντα κατὰ τὰς μετα‐ βολὰς ἐν κράτει τῆς φύσεως, εἴγε τὸ ὅμοιον μὲν τῷ ὁμοίῳ συντρέχειν ἠνάγκασται, πᾶσα δὲ μεταβολὴ φυσικὴ κρίνεται ἀριθμῷ. εἰκότως οὖν καὶ ὁ πατὴρ τῆς φύσεως ἥλιος ἐν τῷ κράτει τοῦ ἀριθμοῦ τῶν ἡμερῶν ἀπὸ τοῦ βορείου πόλου τοῦ
20μικροῦ δεῖν νεκροῦντος τὴν ὑποκειμένην γῆν τῇ βίᾳ τῆς κατα‐ ψύξεως ἀνορθοῖ τὰς τῶν ἐτησίων ἀνέμων πνοὰς καὶ πᾶσαν αὐ‐ τῶν τὴν ὑπόστασιν ἐν ἡμέραις ποιεῖ τεσσαράκοντα. ὁμοίως δὲ καὶ τὴν λύσιν κατὰ τὰς αὐτὰς εἰργάσατο. καὶ περὶ μὲν τοῦ πλήθους τῶν ἡμερῶν ἀρκεῖ καὶ ταῦτα πρὸς σὲ δυνάμενον ἐν
25ὀλίγοις συνιδεῖν πλῆθος νοημάτων συγκείμενον. διὰ τί δὲ συνε‐ χεῖς καὶ πολλοί, μάθοιμεν ἂν κατὰ τόνδε τὸν τρόπον. ὁ ἥλιος ἄφθονον ὑπὸ τὸν βόρειον πόλον εὑρὼν ὑγρὰν οὐσίαν, τοῦτο μὲν ἐν χιόνι τοῦτο δὲ ἐν ὕδασι πεπηγόσι, καὶ ταύτην τήξας μερίζει μὲν εἰς γένεσιν ποταμοῖς καὶ λίμναις ἐξέλκει τε καὶ πηγὰς καὶ
30τῆς γῆς τὴν μὲν ὕει τὴν δὲ δεύει καὶ συνεχῶς ἀτμίζειν ποιεῖ τῇ43

44

ἐξ αὐτοῦ θερμότητι καὶ τῇ χύσει τοῦ ὕδατος. διὰ τοῦτο οὖν πολλὰς τὰς ἀναθυμιάσεις ἐργάζεται, ἃς μετὰ τῆς ἐν τῇ γῇ πολλῷ χρόνῳ κεκρυμμένης θερμότητος καὶ συναυλιζομένης εἰς φλόγα ἐκκαίων λιγνυώδεις ποιεῖ καὶ ἀνέμου χρονίου ῥύσιν κινεῖ.
5καὶ διὰ τοῦτο περὶ θερινὰς τροπὰς καὶ μετὰ ταύτας ἄνεμοι συνεχεῖς πνέουσι βορέαι οἱ καλούμενοι ἐτησίαι, τῇ παρολκῇ τοῦ χρόνου τὸ πλούσιον τῆς γεννώσης αὐτοὺς αἰτίας δεικνύοντες. διὰ τί περὶ μὲν θερινὰς τροπὰς ἄνεμοι βορέαι πνέουσι συνεχεῖς οἱ καλούμενοι ἐτησίαι ἀπὸ τῶν πρὸς τῇ ἄρκτῳ μερῶν,
10οὐκέτι δὲ μετὰ χειμερινὰς τροπὰς ἀπὸ τῶν πρὸς τῇ νοτίῳ πόλῳ καὶ τῶν μεσημβρινῶν τοῦτο γίνεται, καίτοι τοῦ ἡλίου τὴν αὐτὴν πρὸς τὸν νότιον πόλον ποιουμένου σχέσιν; ἐχρῆν γὰρ καὶ περὶ τροπὰς χειμερινὰς ἀπὸ τῶν νοτίων μερῶν νότους συνεχεῖς πνεῖν καὶ νότους εἶναι ἐτησίας. ἢ γίνονται μὲν καὶ νότοι πρὸ χειμε‐
15ρινῶν τροπῶν καὶ μάλιστα μετ’ αὐτάς, οἱ καλούμενοι λευκόνοτοι διὰ τὸ αἰθρίας οὔσης πνεῖν· καὶ δῆλοι μέν εἰσι τοῖς μὴ παρ‐ έργως ἐπισκεπτομένοις τὰ ἔργα τῆς φύσεως, λανθάνουσι δὲ τοὺς πολλοὺς διὰ τὸ μὴ γίνεσθαι συνεχεῖς οὕτως καθάπερ οἱ ἐτησίαι. κρύπτει δὲ αὐτοὺς ἴσως καὶ τὸ ὄνομα· τινὲς γὰρ οὐ
20νότους αὐτοὺς ἀλλ’ ὀρνιθίας προσαγορεύουσι, τῶν ἀμφιβίων ὀρνίθων τότε μάλιστα φαινομένων κατὰ λίμνας ποταμούς τε καὶ θάλατταν, ὅταν οὗτοι δυναστεύοντες ἐπιπνέωσιν. ἐτησίαι μὲν οὖν εἰσὶ νότοι καὶ οὗτοι οἱ καλούμενοι λευκόνοτοί τε καὶ ὀρνι‐ θίαι, οὐκ εἰσὶ δὲ συνεχεῖς καὶ εὐσθενεῖς καθάπερ οἱ ἐτησίαι
25βορέαι, ἀλλὰ καὶ ἀσθενέστεροι καὶ μετὰ πλείους ἡμέρας τῶν χειμερινῶν τροπῶν τὰς ἀναπνοὰς ποιούμενοι· οἱ μὲν γὰρ ἐτησίαι βορέαι μετὰ ἡμέρας εἴκοσι τῶν θερινῶν τροπῶν ἄρχονται πνεῖν, ὡς εἴρηται, οἱ δὲ ὀρνιθίαι μετὰ ἡμέρας ο τῶν χειμερινῶν τρο‐ πῶν ἀναφαίνονταί τε καὶ πνέουσι, διὸ καὶ παρορῶνται καὶ
30ὑπάρχοντες δῆλοι ἀμφίβολον τοῖς πολλοῖς ἔχουσι τὴν ὑπόστασιν. διὰ τί οἱ ἐτησίαι νότοι διαλείποντές εἰσιν ἀσθενέστεροί τε
καὶ ἐλάττους τῶν ἐτησίων βορεῶν; ἢ ὅτι τὰ μεσημβρινὰ θερμό‐44

45

τερα καὶ πλείονα τῆς ὑγρᾶς τὴν ξηρὰν ἀναθυμίασιν ἔχει; προσιὼν οὖν τοῖς μεσημβρινοῖς τόποις ὁ ἥλιος κατὰ τὰς χειμερινὰς τρο‐ πὰς κινεῖ μὲν τοὺς νότους, ταχέως δὲ παυομένους διὰ τὸ κατέ‐ χειν περιουσίαν ξηρᾶς ἀναθυμιάσεως. μετὰ γὰρ τὸ ἀποστῆναι
5τοῦ αἰγοκέρωτος τοῦ ἔχοντος χειμερινὸν τροπικόν, ἀποστῆναι δὲ καὶ τοῦ ὑδροχόου καὶ περὶ τὴν δεκάτην μοῖραν τῶν ἰχθύων ἐλ‐ θεῖν· τοῦτο δὲ γίνεται μετὰ ἡμέρας ο τῶν χειμερινῶν τροπῶν· ἀποστὰς πολὺ τοῦ νοτίου πόλου τὰς ἀναθυμιάσεις τότε τῆς μεσημβρίας οὐκ ἐκκαίων ἀλλὰ μόνον κινῶν, τοὺς ἐτησίας νό‐
10τους τοὺς ὀρνιθίας καλουμένους ποιεῖ διαλείποντας μὲν τῇ ἄγαν ἐνδείᾳ τῆς ἐκκαιομένης ὑγρότητος, ἀσθενεῖς δὲ τῷ πολὺ τὸν ἥλιον ἀπεῖναι τούτων τῶν τόπων τὸν τὰς δυνάμεις τοῖς ἀνέμοις δωρούμενον. ἀναγκαίως οὖν οἱ ἐτησίαι βορέαι τοῖς ἐτησίαις νότοις τὰ ἐναντία κέκτηνται κατὰ δύναμίν τε καὶ μέγεθος, ἐπεὶ
15ἀπεναντία τούτοις ἐστὶ καὶ τὰ τῆς γενέσεως αἴτια. διὰ τί μετὰ ἡμέρας ἑβδομήκοντα τῶν χειμερινῶν τροπῶν οἱ ἐτησίαι νότοι οἱ καλούμενοι ὀρνιθίαι πνέουσι; ἢ μάλιστα φαί‐ νεται ἡ φύσις τοῖς τὰ ἔργα αὐτῆς μὴ ἁπλῶς ἐκδεχομένοις ἀλλὰ τοῖς τῆς διανοίας κατοπτεύουσιν ὄμμασι τάξει καὶ καιρῷ ποιεῖν
20καὶ ἐργάζεσθαι. τάξις μὲν οὖν κατὰ τὸ ἡγούμενον καὶ ἑπόμενον γίνεται, ὅπερ ἐστὶ κατὰ τὸ α καὶ β. τοῦτο δὲ πάντως ἐστὶν ἀριθμοῦ. οὐκοῦν ἡ φύσις τάξει ποιοῦσα ἀριθμῷ ποιεῖ. ποιεῖ δὲ οὐκ εἰς ἄμετρον· ἦ γὰρ ἂν οὐδὲν μὲν ἦν ἀποτέλεσμα φύσεως, γένεσις δὲ μόνη τέλος οὐκ ἔχουσα. τέλος οὖν πάντως ἐπιφέρει
25τῇ τάξει ὅπερ καλεῖται καιρός, οὐδ’ ἕτερον ὂν ἢ τάξεως κε‐ φαλή, δεικνὺν τὸ ἐξ ἀρχῆς τῷ δρόμῳ προκείμενον τέλος· οἷον εἰ πρόκειται τῇ φύσει ποιῆσαι σάρκα, τάξει τινὶ πρώτῃ καὶ δευ‐ τέρᾳ καὶ τρίτῃ καὶ ἑξῆς τοῦτο ποιεῖ. πρῶτον μὲν γὰρ ἐν γαστρὶ
τὰς τροφὰς κατεργάζεται, δεύτερον δὲ ἐν ἥπατι τὸ αἷμα ποιεῖ,45

46

εἶτα τοῦτο καθάρασα διανέμει φλεψὶ καὶ πέμπτον προσφύει τοῖς μέλεσι. καὶ μέχρι μὲν τούτων ἡ τάξις, τὸ δὲ ἐντεῦθεν ὁ καιρὸς τοῦ ἐξ ἀρχῆς προκειμένου τῇ φύσει σκοποῦ, τουτέστιν ἡ θρέψις. εἰ δὲ ἡ φύσις τάξει καὶ καιρῷ πάντα ποιεῖ ἃ ποιεῖ,
5τάξις δὲ ἦν ἀριθμὸς καὶ καιρὸς τέλος, εὔδηλον ὅτι φύσις ποιεῖ ἀριθμῷ καὶ τέλει τοῦ ἀριθμοῦ, οὐχ ἁπλῶς δὲ ἀριθμῷ ἀλλὰ τῷ σύμφωνον ἔχοντι λόγον πρὸς τὰ ἔργα τῆς φύσεως. εὐλόγως οὖν κἀνθάδε δεῖ σκοπῆσαι περὶ τῆς κατὰ τὴν ἑβδομηκοντάδα δυνάμεως ὡς ἀρχὴ μέν ἐστιν ἀριθμοῦ ἡ μονάς, πρόοδος δὲ ἡ
10δυάς. πρῶτος δὲ ἀριθμὸς ἡ τριάς, ἐπεὶ καὶ πρῶτον ἐστὶ πλῆ‐ θος, ἀριθμὸς δὲ τὸ ἐκ μονάδων συγκείμενον πλῆθος. δεύτερον μετὰ τοῦτον τὸν ἀριθμόν ἐστιν ἡ τετράς. καὶ πρωτόγονον μὲν ἢ πυθμενικὸν ἄρρενα κεκλήκασιν οἱ τῶν ἀριθμῶν θεωρητικοὶ τὴν τριάδα, θῆλυ δὲ τὴν τετράδα, οὐχ ἁπλῶς καὶ ὡς ἔτυχε
15ταῦτα τὰ γένη τούτοις ἐπιφημίσαντες, ἀλλὰ διδάξαντες ταύτῃ τὸ ἱκανὸν τῆς φύσεως. ἐπεὶ γὰρ ἐπικρατέστερον τὸ ἄρρεν τοῦ θήλεος, καὶ ἐν ταῖς μίξεσι σωζομένου τοῦ νόμου τῆς φύσεως ἐπικρατεῖ τὸ τοῦ ἄρρενος σπέρμα, δῆλον ὡς ὅταν ἡ ὕλη μὴ ἀντάρῃ κατὰ τῆς φύσεως, ὅμοιον τῷ πατρὶ τὸ τικτόμενον γίνε‐
20ται. καὶ ἐπὶ μὲν τῶν ἐνύλων ἐνδεχόμενα ταῦτα, ἐπὶ δὲ τῶν ἀριθμῶν ἀύλων καθεστώτων πάντως τὸ γενόμενον τῇ ὁμοιότητι τὸν τοῦ ἄρρενος ἀποδείκνυσι λόγον. ἐπεὶ οὖν κατὰ Πυθαγό‐ ραν τὸν Σάμιον ἡ τριὰς εἰς γάμον συνελθοῦσα τῇ τετράδι ἀπε‐ γέννησε τὴν ἑβδομάδα καὶ ἡ ἑβδομάς ἐστι περιττὴ καὶ τῇ τριάδι
25ὡμοίωται, ἀεὶ δὲ ὁμοιοῦται τῷ πατρὶ τὸ τικτόμενον, δῆλον ὡς ἡ μὲν τριὰς τὸν πατρὸς ἔχει λόγον καὶ ἀρρενική ἐστιν, ἡ δὲ τε‐ τρὰς τὸν μητρὸς καὶ θῆλύ ἐστιν. αὕτη δὲ ἡ ἑβδομὰς γάμου πρώτου τῶν ἀριθμῶν πρωτότοκος ὑπάρχουσα γόνος, ἐπὶ τὸν πρῶτον κύκλον τῶν ἀριθμῶν, λέγω δὴ τὸν δέκα, πολυπλασια‐
30ζομένη ποιεῖ τὸν ἑβδομήκοντα ἧττον μὲν δυνάμενον ἢ ὁ τεσ‐ σαράκοντα· τὰ γὰρ ἐπὶ πηγῆς ἀκραιφνεστέραν ἔχει τοῦ φύοντος
τὴν ἐνέργειαν· δυνάμενον δὲ τῶν μετ’ αὐτὸν πλέον. ἐπεὶ οὖν46

47

ὁ ἥλιος ἐν ταῖς χειμεριναῖς τροπαῖς γενόμενος ἐμάρανε τῶν με‐ σημβρινῶν τὰς καπνώδεις ἀναθυμιάσεις καὶ σποραδικοὺς νότους εἰργάζετο, δῆλον ὡς καθ’ ἑκάστην ἡμέραν ἀφιστάμενος δρᾷ τι πλέον ἀνέμων πρὸς γένεσιν συνεχῶν ἐπιτηδεύων, τάξει μὲν
5ποιῶν, καιρῷ δὲ δεικνὺς ὃ ποιεῖ. ἀνατρέψας οὖν τὴν αἰτίαν καὶ μὴ ἀρκέσας τελειῶσαι τῇ τεσσαρακοστῇ· ἔτι γὰρ ὡς ἐν θερμοῖς τόποις ἔγγιον ὢν τὰς καπνώδεις ἀναθυμιάσεις κατέφλεγεν· αὖτις ἀνέστρεφε τὴν αἰτίαν καὶ τότε τῇ ἀποστάσει τελειοῖ τῶν νότων τῶν μειζόνων καὶ τῶν συνεχεστέρων τὴν γένεσιν, ὅτι τῇ τάξει
10τὸν καιρόν, ἤτοι τὸ τέλος, ἡ φύσις ἐδίδου σύμμαχον ἔχουσα τὸν εὐσθενέστερον λόγον τῶν ἀριθμῶν, καὶ ἐν τῇ ἑβδομηκοστῇ πνεῖν ἐπέτρεπεν, ἀριθμοῦ κράτος καὶ φύσεως τὸ εὐμέγεθες ἅμα καὶ μόνιμον τοῖς νότοις δωρούμενος. ἀναγκαίως οὖν οἱ ἐτησίαι νότοι οἱ καὶ ὀρνιθίαι καλούμενοι οὔτε πρὸς ταῖς χειμεριναῖς
15τροπαῖς τοῦ ἡλίου γινομένου πνέουσι, καὶ ἐν τῇ ἑβδομηκοστῇ ἡμέρᾳ μετὰ τὰς χειμερινὰς τροπὰς δυναστεύουσιν, ἔλαττον δὲ ἢ οἱ ἐτησίαι βορέαι. εἰ μὲν οὖν ὁ ἥλιος μόνος τὰ ἐν ἡμῖν ἐρυθμίζετο πράγματα, ἤρκει ἂν τὰ εἰρημένα πρὸς ἀνενδεᾶ διδασκαλίαν τῆς τῶν ἀνέμων
20γενέσεως· ἐπεὶ δὲ καὶ οἱ ἄλλοι ἀστέρες ἀπλανεῖς τε καὶ πλα‐ νῆται συμπάθειάν τινα καὶ σύμπνοιαν ἔχουσι πρὸς τὴν ἐνθάδε φύσιν καὶ γένεσιν, δῆλον ὡς ἐπιτολαὶ καὶ δύσεις ἀστέρων τε καὶ σελήνης τὰ ἐνθάδε μεταρυθμίζουσαι ἄλλοτε ἄλλως τοὺς ἀνέμους τυποῦσι· τὸ δ’ αὐτὸ δράσουσι πρὸς ἀλλήλους μετασχηματιζό‐
25μενοι. ἐπεὶ δὲ τὸ φῶς καὶ τὴν ἀπὸ τοῦ φωτὸς εἰς ἡμέρας ῥέουσαν δύναμιν παρ’ ἡλίου λαβόντες ἔχουσιν, ἐπιτείνειν μὲν ἢ ἐλαττοῦν τὰς γενέσεις δυνήσονται, πάντως δὲ τούτους ὑπερβῆναι τοῦ ἡλίου τὸν δρόμον ἀδύνατον. καὶ δεῖ τὸν ἀκριβέστερον γνώ‐ μονα τῆς τῶν ἀνέμων γενέσεως καὶ πρὸς τοὺς ἄλλους ἀστέρας
30ὁρῶντα ὡς μᾶλλον ἢ ἧττον περὶ τοῦ ἐσομένου μαντεύεσθαι
πνεύματος· οἷον ὁ ἥλιος ἐν ἀμφοτέροις τοὺς ἐτησίας τοῖς πό‐47

48

λοις ποιεῖ καθ’ ὃν εἴρηται τρόπον, ὁ δὲ τοῦ Ἄρεος ἀστὴρ μετ’ αὐτοῦ γενόμενος τότε σφοδροτέρους μὲν τοὺς βορέας ἐργάζεται πλείονα τὴν πῆξιν τῶν πεπηγότων ὑδάτων ποιῶν, ἐλάττους δὲ τοὺς νότους διὰ τὸ πλείονα τῇ ἐπικαύσει φορὰν τῆς λιγνύος
5ἐργάζεσθαι. ἀλλὰ καὶ πάντῃ μὲν πάντως αἱ ἐπιτολαὶ καὶ δύ‐ σεις τῶν ἄστρων ταῖς καλουμέναις ἐπισημασίαις ἀνέμους ἐγεί‐ ρουσιν ἢ γαλήνας ἱστῶσιν· ἑκατέρωθεν γὰρ τὸ τῆς ἐπισημασίας ἔργον ἐλέγχεται· ταῦτα δὲ μᾶλλον καὶ ἧττον ἀποτελοῦσιν αἵ τε τοῦ ἡλίου καὶ τῶν ἄλλων ἀστέρων πρὸς ἀλλήλους σύμπνοιαί τε
10καὶ σχηματισμοί. ταῦτα οἶμαι αὐτάρκως περὶ ἀνέμων γενέσεως καὶ ὡς ἐνῆν ἐπεστείλαμεν· σὺ δὲ, ὦ φίλη κεφαλή, μετ’ ἐμμελοῦς ἀναγνώ‐ σεως κρῖνε τὰ κείμενα καὶ εἴ τι παρεῖται δήλωσον ἀσμενέστατα· καὶ γὰρ κἀκεῖνο πληρώσομεν, ἐπεὶ οὐ θέμις διὰ λόγων τὰς σὰς
15μούσας ὑβρίζειν ἢ κολοβοὺς τὰς φιλικὰς ἀπεργάζεσθαι χάριτας.
ἐγὼ δὲ τέως τοῦ περὶ ὀνείρων γενέσεως ἄρξομαι γράμματος.48