TLG 0731 001 :: ADAMANTIUS Judaeus :: Physiognomonica ADAMANTIUS Judaeus Med. Physiognomonica Citation: Book — section — (line) | ||
1t | ΑΔΑΜΑΝΤΙΟΥ ΣΟΦΙΣΤΟΥ ΦΥΣΙΟΓΝΩΜΟΝΙΚΩΝ Α. | |
1.1 | Τὴν φυσιογνωμονικὴν μέθοδον ἀπό τε Ἀριστο‐ τέλους ἀναλεξάμενος καὶ ταύτην 〈ἐκ Πολέμωνοσ〉 ἐπὶ πλέον ἢ ἐξ ἄλλων ἐρανισάμενος αὐτοῖς τε τοῖς ἔργοις ἐπιτυγχάνων τῶν ἀνθρώπων ἐγγυμνασάμενος ἔγνων | |
5 | χρῆναι καθάπερ σηκοῖς ἱεροῖς ὡς ἄγαλμα σεμνὸν ἐνι‐ δρῦσαι τοῖς γράμμασι μέγα τοῖς μεθ’ ἡμᾶς ἐσόμενον ὄφελος· ἐπεὶ σιγώντων μέν ἐστιν ἀπόκρισις, λαλεῖ δὲ οἷον τοῖς σημείοις ἡ φύσις τοὺς τρόπους ἑκάστου κηρύττουσα. διὸ παραφράσαι μὲν τὰ Πολέμωνος εἱλό‐ | |
---|---|---|
10 | μην τῷ κοινῷ τῆς λέξεως κέρδος κοινὸν τοῖς ἐντευξο‐ μένοις περιποιούμενος προσθεῖναί τε καὶ τὰ πρὸς ἡμῶν γνωσθέντα τῇ διδασκαλίᾳ, τῷ χρόνῳ δὲ ταῦτα γράψας ἐτήρουν τὴν ἔκδοσιν μετὰ τὸν ἡμέτερον βίον τοῖς φιλο‐ λόγοις χρήματα καλὰ παιδείας θησαυριζόμενος· οὔτε | |
15 | γὰρ τῶν ἄλλων τι τῶν ἐκπονηθέντων ἡμῖν προῃρούμην ἀγαγεῖν εἰς τὸ μέσον τὴν κατὰ τῶν ζώντων ἐπιβουλὴν | |
ὑφορώμενος ἀπὸ φθόνου μὲν φυομένην, οὐχ ἥκιστα δὲ κατὰ τῶν σπουδαίων ἀκολουθεῖν εἰθισμένην. ἐπεὶ δέ, φίλτατε Κωνστάντιε, παρασχεῖν σοι τοῦθ’ ἡμᾶς | 297 | |
20 | προεκαλέσω τὸ σύγγραμμα, τῷ πόθῳ σου παρακληθεὶς δέδωκα τὴν συγγραφὴν μὴ μελλήσας ἑκὼν ἀέκοντί γε θυμῷ κατὰ τὸν Ὅμηρον εἰπεῖν. τοσοῦτον ἄρα φιλικὴ χάρις οἶδε μεταθεῖναι κρίσιν βουλήσεως. | |
1.2 | Θείων δὲ ἀνδρῶν εἴπερ ἄλλο τι καὶ τὸ φυσιογνω‐ μονεῖν εὕρημα πλεῖστα καὶ μέγιστα τοὺς μαθόντας δυνάμενον ὠφελεῖν· οὔτε γὰρ παρακαταθήκην δοίη τις ἂν οὔτε τι κειμήλιον, ἢ γαμετὴν ἢ παῖδας πιστεύσειεν, | |
5 | ἢ καὶ φιλίας ἁπλῶς ἡστινοσοῦν κοινωνήσειε τοῖς ἀπι‐ στίας ἢ ἀσελγείας ἤ τινος κακουργίας ἐπὶ τῆς μορφῆς σημεῖα προλάμποντα φέρουσι. πάντων γὰρ ὡς ἔπος | |
εἰπεῖν ἀνθρώπων καθάπερ ἀπό τινος θεοπέμπτου καὶ ἀπλανοῦς μαντείας ἦθος καὶ πρόθεσιν βίων ὁ φυσιο‐ | 298 | |
10 | γνώμων ἐπίσταται, ὡς τὰς μὲν τῶν χρηστῶν φιλίας μόνων αἱρεῖσθαι, τὰς δὲ τῶν πονηρῶν κακίας πρὸ πείρας φυλάττεσθαι. διόπερ τοῖς σώφροσι προσήκει πάσῃ σπουδῇ ταύτης τῆς τέχνης ἐκπονεῖν τὴν σημείωσιν. φυσιο‐ γνωμονεῖν δὲ 〈δεῖ〉 μάλιστα σκοποῦντα τὸ ἐξηλλαγμέ‐ | |
15 | νον παρά τε τὴν ἡλικίαν καὶ τὸ χωρίον εἶδος. πολλοῖς γὰρ ἀπᾴδοντα τῆς τε ἡλικίας καὶ τοῦ ἔθνους σημεῖα πρόσεστιν, ἅτινα πρόδηλον ἔχει τὴν τοῦ εἴδους κατά‐ | |
ληψιν, προδηλοτέραν δὲ τὰ κατὰ πόλιν καὶ ἔθνη προσ‐ όντα σημεῖα. ῥᾴδιον γὰρ ὅλου γένους κατὰ φῦλα | 299 | |
20 | τῶν ἀνθρώπων ἐπιγνῶναι τοὺς τρόπους, αὐτῶν δὲ τῶν ἐθνῶν τὰ μὲν ἐπίκοινα σημεῖα πάνυ ὀλίγα, κατ’ ἄνδρα δὲ μάλα διαφέρει τὰ σημεῖα. Αἰγυπτίοις μὲν γὰρ τοῖς πᾶσιν ἔπεστι κοινὰ σημεῖα, ἐξ ὧν τὸ γένος ἅπαν φυσιογνωμονεῖται, καὶ Αἰθίοψιν, ἀλλὰ καὶ Σκύ‐ | |
25 | θαις καὶ τοῖς ἄλλοις ἀνθρώποις κατὰ γένος, ὡς καὶ ἐν ὑστέρῳ λεχθήσεται, ἰδίᾳ δὲ ἀνδρὶ ἑκάστῳ μεγάλα τὰ | |
διάφορα τῶν σημείων. καὶ γὰρ δεῖ γνῶναι μᾶλλον κατ’ ἄνδρα, ὡς ἰδίᾳ διαφέρουσιν, ἢ κατὰ ἔθνη. οὕτω τὸ κατ’ ἄνδρα φυσιογνωμονεῖν ἀτρεκέστατόν ἐστι. | 300 | |
1.3 | Τῶν δὲ σημείων αἱροῦ τὰ μέγιστα καὶ δοκιμώ‐ τατα καὶ ἄλλοις ἄλλων μᾶλλον πείθου· ἄλλα γὰρ ἄλλων δυνάμει προέχει. μέγιστον δὲ αἱ μίξεις τῶν σημείων τὸ διάφορον ἀπεργάζονται ἐν τῇ τέχνῃ· τὰ γὰρ πολλὰ | |
5 | ἤθη καὶ βουλεύματα τῶν ἀνθρώπων ἐκ τῆς μίξεως τῶν σημείων κατανοεῖται. συμβαίνει δὲ 〈καὶ〉 ἐκστά‐ | |
σεις τινὰς γίνεσθαι τοῦ εἴδους παρὰ τὸ καθεστηκὸς χαρέντων ἢ λυπουμένων ἢ θυμωθέντων ἢ φοβουμένων ἢ ἐπὶ νηστείᾳ ἢ ἐπὶ πλησμονῇ ἤ τινι ἐπιθυμίᾳ ἢ | 301 | |
10 | σκεπτομένων ἢ ὁρώντων ἢ ἀκουόντων. καὶ πᾶν μὲν ἐν ταῖς τοιαύταις συντυχίαις οὐ τρέπεται τὸ εἶδος, ἀλλ’ ἔστιν ἃ καὶ ἀκίνητα μένει τῶν σημείων. ὁπόσα δὲ καὶ μεθίσταται, οὐκ ἴσον πᾶσι μεταστήσεται, ἀλλὰ τῆς οἰκείας φύσεως ἑκάστῳ ἐγγύς. χρὴ δὲ ἐννοεῖν, | |
15 | ὡς ὁποῖα ἐν πάθει ἑκάστῳ σημεῖα ἐπιγίνεται, τοι‐ | |
αῦτα εἴ τις ἔχει, μάλιστα τὸ πάθος αὐτῷ ἐνίδρυται, ὅπερ ὑπὸ τῶν σημείων δηλοῦται. οἷον ἐὰν σημεῖα ἔχῃ, ὁποῖα τοῦ βουλευομένου ἐστί, φροντιστικὸν καὶ εὔβουλον τοῦτον λέγε. ἕτερος ἐὰν ἔχῃ σημεῖά τινα | 302 | |
20 | τοῦ δόλον ἢ ἀπάτην τινὰ τυρεύοντος, κἂν μὴ παρ’ ὃν καιρὸν αὐτὸν ὁρᾷς δόλον τότε ἀρτύῃ τινά, τοῦτον ἀπο‐ φαίνου δολερόν. τὸν αὐτὸν τρόπον κἂν 〈εἰ〉 θυμου‐ μένου τις ἔχων σημεῖα [κἂν] μηδεμιᾷ τότε συνέχοιτο ὀργῇ, ὀργίλον αὐτὸν ἐρεῖς. καὶ ἐπὶ τῶν ἄλλων παθῶν | |
25 | παραφυλάξεις ὁμοίως. | 303 |
1.4 | Ὁπόσοις γε μὴν γυναικεῖον εἶδος ἐπιπρέπει ἔν τε τοῖς ὀφθαλμοῖς καὶ τοῖς ἄλλοις, τὰ μὲν εἰς ἡδυπά‐ θειαν καὶ ἀφροδίτην εἰσὶ γυναικεῖοι, τολμηροὶ δὲ καὶ ἀναιδεῖς καὶ πανουργίαις καὶ ἀπάταις καὶ ἀπιστίαις | |
5 | χαίροντες· καὶ γὰρ ταῦτα γυναικεῖα. ὅσοι δὲ νέοι ὄντες εἶδος ἔχουσι γηραιόν, οὗτοι δειλοὶ καὶ δύσκολοι καὶ ὕποπτοι καὶ φειδωλοὶ καὶ εὐλαβεῖς καὶ εὔβουλοι καὶ ὅσα ἄλλα ἀγαθὰ ἢ κακὰ τῷ γήρᾳ πρόσεστιν, ἔχουσιν. ὅσοι δὲ αὖ εἰς γῆρας εἴδη διαφυλάττουσι παιδικά, | |
10 | οὗτοί εἰσι φιλοπαῖκται φιλογέλωτες κακῶν ἀπαθεῖς ἁπλοῖ καὶ συνελόντα εἰπεῖν κατὰ τὸ εἶδος ὅ τι κέκτηνται. γίνεται δὲ ἐν ἀνθρώποις 〈καὶ〉 εἴδη ὀρνιθοειδῆ τε καὶ | |
θηριοειδῆ, οὐ παντελῶς, ἀλλὰ τρόποις ἐξεικασμένα τοῦ μὲν πλέον, τοῦ δὲ ἔλασσον τοῦ θηριοειδοῦς ἔχοντος. | 304 | |
15 | εἰς ὅ τι οὖν τοῦ θηρίου ἡ μορφὴ τοῦ ἀνθρώπου φέρει καὶ εἰς ὅσον, κατὰ τοῦτο χρὴ φυσιογνωμονεῖν αὐτόν. καὶ εἰ πολλῶν δὲ θηρίων συντρέχοιεν εἰς τὸν αὐτὸν ἄνθρωπον τύποι, ἀπὸ πάντων τούτων χρὴ φυσιογνω‐ μονεῖν αὐτόν· ὅσα γὰρ εἴδη οἱ ἄνθρωποι, τοσαῦτα καὶ | |
20 | ἤθη κέκτηνται. σημεῖά τέ ἐστι παντὶ τῷ τοῦ ἀνθρώ‐ που σώματι, καὶ φωνὴ δὲ καὶ πνεῦμα καὶ χρόα εἰς τὸ φυσιογνωμονεῖν συντελεῖ· τὰ δὲ πολλὰ τῶν σημείων καὶ τὰ σύνολα τοῖς ὀφθαλμοῖς ἐνίδρυται, καὶ ὥσπερ διὰ πυλῶν, τούτων ἡ ψυχὴ διαφαίνεται. δεῖ δὲ ἀκρι‐ | |
25 | βῶς τε καὶ λεπτῶς ὁρᾶν τε καὶ καταμετρεῖν τὰ ὄντα ἐν αὐτοῖς σημεῖα· μικρὰ γὰρ ὄντα μεγάλας ἔχει τὰς διαφοράς. χρὴ μέντοι μὴ προλέγειν τοῦτον ὃν μέλλεις φυσιογνωμονεῖν, ἵνα μὴ κατασκευάσῃ ἑαυτὸν μετα‐ σχηματίζων καὶ ταράξῃ τὰ σημεῖα. | |
1.5 | Ὀφθαλμοὶ ὑγροὶ λάμποντες ὡς λιβάδες ἤθη | |
χρηστὰ φαίνουσι· παίδων 〈γὰρ〉 ὀφθαλμοὶ τοιοῦτοι. εὐρύτης κορῶν ἠλίθιον, μικρότης δὲ κακομηχανίαν κατηγορεῖ, ἐπεὶ καὶ ἐν τοῖς ἄλλοις ζώοις ὄφεις μὲν | 305 | |
5 | καὶ ἰχνεύμονες πίθηκοί 〈τε〉 καὶ ἀλώπεκες καὶ ὅσα ἄλλα κακομήχανα λεπτὸν δέδορκε, πρόβατα δὲ καὶ βόες καὶ ὅσα εὐήθη πλατὺ δέδορκεν. ὅσα δὲ φρενῶν εὖ ἔχει, τούτων αἱ κόραι κατὰ λόγον τῶν ὀφθαλμῶν εἰσιν. ὅσοι δὲ ἀνίσους τοὺς τροχοὺς τῶν κορῶν ἔχουσιν, | |
10 | ἀθέμιτοι, οἱ δὲ ἴσους ἔχοντες φίλοι δίκης. καὶ οἱ | |
περιδεδινημένους ταῖς κόραις τοὺς κύκλους ἔχοντες καθάπερ ἐλαυνομένους ἀθέμιτοι. εἰ δὲ 〈πρὸσ〉 τὸ ση‐ μεῖον τοῦτο ἐφίζοιτο αὐτῶν τῷ μετώπῳ οἷον νέφη χλωρὰ ἢ κυανᾶ ἢ ἑτερόχροα ἢ ἀχλυώδη ὑπὲρ τῶν | 306 | |
15 | ὀφρύων φανταζόμενα, τούτων εἰς τὰ οἰκεῖα δαίμων κατασκήψας παντοίαις ἄταις αὐτοὺς ἐλαύνει. εἰ δὲ τὰ μὲν νέφη μὴ ἐφίζοιτο ταῖς ὀφρύσιν, οἱ δὲ κύκλοι τὰς κόρας περιθέοιεν, δεῖ ἐπισκέψασθαι, εἰ κατὰ τὸ αὐτὸ ἀεὶ περιθέουσιν, ὅπερ ἐστὶ δεῖγμα τοῦ ἀθέμιτα αὐτοὺς | |
20 | ἐργάζεσθαι, ἤ τινας φόνους συγγενῶν ἢ μίξεις ἢ βρώ‐ σεις ἀθεμίτους καὶ Θυεστείους ....... εἰ δὲ ἐν τῇ κινήσει οἱ κύκλοι ἀναστρέφονται καὶ μεταξὺ στάσιν τινὰ ἢ κίνησιν λαμβάνουσι, τούτοις δέδραται μὲν οὐδέν, καταθύμια δέ ἐστιν αὐτοῖς ἔργα ἀθέμιτα, καί ποτε μὲν | 307 |
25 | ὀρέγονται τοῦ ποιῆσαι, ἄλλοτε δὲ ὑπὸ φόβου ἢ ὄκνου κωλύονται. | |
1.6 | Πεπηγότες ὀφθαλμοὶ πάντες ἄτοποι· οἱ μὲν γὰρ ὑγρότεροι δειλούς, οἱ δὲ ξηρότεροι μάργους, οἱ δὲ ὠχρότεροι ἐμβροντήτους σημαίνουσιν. ὅσοι δὲ καὶ τὰς | |
ὀφρῦς ἐπαίρουσι καὶ τὸ πνεῦμα ἀνασπῶσι, δύσβουλοι, | 308 | |
5 | ὠμόφρονες, κακοφραδέες, [κενεόφρονες,] παλίγκοτοι. ὀφθαλμοὶ ἑστηκότες ὑπέρυθροι μεγάλοι γαστριμαργίας καὶ λαγνείας μάρτυρες. ἐὰν δὲ τῶν τοιούτων καὶ τὰ κάτω τῶν ὀφθαλμῶν ἀποσχίζοιτο, ταῦτά τε κατηγορεῖ καὶ ἀναίδειαν, ἀδικίαν, ἀπληστίαν, ἀμηχανίαν. ὀφθαλ‐ | |
10 | μοὶ μικροὶ ἑστῶτες φαίνουσι φιλοχρήματον καὶ πάν‐ τοθεν κέρδη περινοοῦντα. εἰ δὲ καὶ τὸ μέτωπον ἅμα ταῖς ὀφρύσι σπῴη εἰς τὸ μέσον, κερδαλεώτερός ἐστιν ὁ ἀνήρ. εἰ δὲ καὶ τὸ πᾶν σῶμα ἅμα τοῖς σημείοις | |
τούτοις καθέλκοιτο, πρόσεστι καὶ τὸ ὀργίλον αὐτὸν | 309 | |
15 | εἶναι καὶ βοητήν. γλαυκοὺς ὀφθαλμοὺς πεπηγότας ἀλαμπεῖς ἔχοντι μήποτε φιλίαν συνάψῃς μηδὲ γείτονα σχεῖν ἢ συνοδίτην εὔξῃ· δολερὸς γὰρ οὗτος καὶ εἰς τὰ δεινὰ ἀγρυπνῶν ἐπὶ συμφοραῖς ἑταίρων. ὀφθαλμοὶ ἑστῶτες μικροὶ ὑγροί, μέτωπον ἀνειμένον, βλέφαρα | |
20 | κινούμενα δεικνύουσιν ἄνδρα φροντιστήν, φιλόλογον, φιλομαθῆ. τοῦτο μόνον πεπηγότων ὀφθαλμῶν σχῆμα βέλτιστον. | |
1.7 | Ὀφθαλμοὶ κινούμενοι ταχέως ταραχώδη, ὑπο‐ νοητήν, ἄπιστον, μελλητὴν μᾶλλον ἢ δραστήριον δη‐ λοῦσι. καὶ οἱ μὲν μετὰ τῶν ὀφθαλμῶν κινοῦντες τὰ | |
βλέφαρα ἐπιπλεῖστον 〈δειλοὶ〉 καὶ ἀνάλκιδές εἰσι τὴν | 310 | |
5 | ψυχήν, οἱ δὲ τοὺς μὲν ὀφθαλμοὺς ταχὺ κινοῦντες, τὰ δὲ βλέφαρα οὐχ ὁμοίως θαρσαλέοι οὗτοί εἰσι καὶ τολ‐ μητίαι ἐν τοῖς δεινοῖς. οἱ δὲ βραδυκίνητοι νωθεῖς, ἀργοί, δυσαίσθητοι, χαλεπῶς ἀρχόμενοι, δυσκατά‐ παυστοι. τὸ δὲ μέσον τῆς κινήσεως μέσα πάντων ὧν | |
10 | εἶπον σημαίνει. ὀφθαλμοὶ πάντη περιθέοντες ἀχλυώ‐ δεις μαργοσύνης κατήγοροι. ὀφθαλμοῖς μεγάλοις τρέ‐ μουσιν ἀποπληξίαν καὶ μαργοσύνην καὶ γαστριμαργίαν καὶ οἰνοφλυγίαν καὶ λαγνείαν τεκμαίρου. ὀφθαλμοὶ μικροὶ ὑπότρομοι γλαυκοὶ ἀναιδεῖς, ἄπιστοι, ἄδικοι, τὰ | |
15 | ἀλλότρια πράσσοντες κακά, ζῶντες ἀπὸ συμφορῶν. ὀφθαλμοὶ μικροὶ ὑπότρομοι χαροποὶ ἢ μέλανες τὰ αὐτὰ σημαίνουσι, παρόσον οἱ μὲν χαροποὶ ἐμπληκτότεροι καὶ ἀβουλότεροι, οἱ δὲ μέλανες δυσοργητότεροι καὶ ἀν‐ αίσχυντοι. ὀφθαλμοὶ κλυζόμενοι κυμαίνοντες ἐν αὑτοῖς | 311 |
20 | εἰς ἀφροδίσια καὶ εὐπάθειαν ἐπτόηνται, οὔτε δὲ ἄδικοι οὔτε κακοῦργοι οὔτε φύσεως φαύλης οὔτε ἄμουσοι. | |
1.8 | Ὁπότε γλαυκοὶ ὄντες μικρὰς τὰς κόρας ἔχουσιν οἱ ὀφθαλμοί, ἀνελεύθεροι καὶ πανοῦργοι καὶ φιλοχρή‐ ματοι μᾶλλον ἢ ἄλλοι εὑρίσκονται. γλαυκοὶ ὀφθαλμοὶ | |
ξηρότεροι ἄγρια καὶ ἄνομα ἤθη τίκτουσι· χολῇ γὰρ | 312 | |
5 | βεβαμμένοι εἰσίν, ἀλλ’ οὐ κυανῇ. οἱ δὲ κυανοῖ ἐπί‐ παν ὑγρότεροί εἰσι, καί εἰσιν οὗτοι πολὺ κρείσσονες τῶν ἑτέρων. ὅσοι δὲ ὑγροὶ ὄντες εὐσταθεῖς εἰσι καὶ εὐλαμπεῖς καὶ μεγάλοι, ἤθη ἄριστα ὀφθαλμῶν παρ‐ έχονται, θυμοειδεῖς δὲ καὶ οὗτοί εἰσιν. ὅσοι δὲ ἀσθενῆ | |
10 | τὰ γλαυκὰ ἔχοντες ὑπολευκότεροί εἰσιν, ἀνάλκιδες καὶ δειλοὶ πάντων μάλιστά εἰσιν ὧν εἶπον. τὰ δὲ ἄλλα ὡς τοῖς ἄλλοις σημείοις χρῶ καὶ ἐπὶ τούτων. ὀφθαλμοὶ αἰόλοι μᾶλλον γίνονται ἐν τοῖς χαροποῖς ἢ ἐν τοῖς γλαυκοῖς. τέως δὲ περὶ τῶν γλαυκῶν αἰόλων λέγω. | |
15 | ψεκάδες εἰσὶ κυαναῖ περὶ τὰς κόρας κατὰ μέγεθος κέγχρου, ἕτεραι δὲ ξανθαὶ ἴσαι ταῖς ἄλλαις· τούτων ἐν στοίχῳ οὐσῶν παραλλήλων ὡς ὅρμος περιθέει τὴν κόρην. οἱ τοιοῦτοι τοίνυν ὀφθαλμοὶ δολερὰ ἤθη καὶ ἐπίκλοπα μάλιστα ὀφθαλμῶν κέκτηνται, ἀγχινοίας δὲ καὶ | 313 |
20 | συνέσεως ἱκανῶς αὐτοῖς μέτεστιν, ἄτολμοι δέ εἰσιν. οἷς δὲ αἰόλοι ὀφθαλμοὶ καὶ μικροί εἰσιν, οὗτοι κερδαλεώ‐ τεροι καὶ δουλοπρεπεῖς καὶ θῶπες τῶν ἐν δυνάμει καὶ φιλοχρήματοι καὶ πράττοντές τι κρύφα χαίρουσι κἂν εἰ μηδὲν εἴη τὸ διάφορον κρύφα ἢ ἐκ τοῦ φανεροῦ εἰπεῖν | |
25 | ἢ ποιῆσαι, κακά τε πάντα ἐπὶ κέρδει ποιεῖν ὀρέγονται, πλὴν ὅσα ὑπὸ δειλίας κωλύονται· ἀνάλκιδες γάρ εἰσι κατὰ τοὺς λαγωούς, οἷς τὸ εἶδός ἐστι τῶν ὀφθαλμῶν ὅμοιον. | 314 |
1.9 | Ὀρθὴ στάσις ὀφθαλμῶν ἀρίστη. ὀφθαλμοὶ ἄνω ἐσταλμένοι μαργοσύνης καὶ ἀποπληξίας σημεῖον ἢ νό‐ σου τῆς ἱερᾶς καλουμένης λαγνείας τε καὶ γαστριμαρ‐ γίας καὶ οἰνοφλυγίας. εἰ δὲ καὶ πρὸς τούτοις τρόμος | |
5 | ἐνείη, οὐ πόρρω ἥκουσιν ἐπιληψίας. εἰ δὲ ὠχροί εἰσιν, ὠμόφρονες, φιλόφονοι, μιαιφόνοι, ὑπέρυθροι δὲ μᾶλλον | |
ὄντες καὶ μεγάλοι φιλοπόται, φιλόκυβοι, φιλογύναιοι, ἄκοσμα φθεγγόμενοι, κεκράκται, μάργοι δὲ μάλιστα. ὀφθαλμοὶ κάτω ἐστραμμένοι 〈ὡσ〉 δυόμενοι τὰ αὐτὰ | 315 | |
10 | τοῖς ἄνω ἐστραμμένοις δηλοῦσι, περιττότερον δέ, ὅτι ἔγκοτοί εἰσι καὶ μῆνιν ἀγρίαν καὶ ἀμείλικτον ἔχουσιν. ἐὰν δὲ ὁ μὲν τῶν ὀφθαλμῶν ἄνω χωρῇ, ὁ δὲ κάτω καθέλκηται καὶ τρόμος ἐν αὐτοῖς ἐνῇ αἵ τε ὀφρύες σπῶνται καὶ 〈τὸ〉 ἆσθμα τραχὺ καὶ πυκνὸν ἀναφέρηται, | |
15 | οὗτος εἰς τέλος ἐλήλακεν ἐπιληψίας. | |
1.10 | Ὀφθαλμοὶ παρατετραμμένοι εἰ μὲν εἰς τὰ δεξιὰ | |
χωροῖεν, μωρίαν, εἰ δὲ εἰς τὰ ἀριστερά, μαχλοσύνην κατηγοροῦσιν· εἰ δὲ παραβλῶπες ὄντες εἰς τὸ ἐντὸς ὡς ἐπὶ τὴν ῥῖνα νεύοιεν, χάρισι καὶ ἀφροδίτῃ καὶ | 316 | |
5 | ἔρωσίν εἰσι φίλοι. ἐὰν δὲ ξηρότεροι ὦσι καὶ ἀναπεπτα‐ μένοι μὴ ἐνόντος τρόμου, κακοὶ καὶ πονηροί, οὐ μέντοι κεχαρισμένοι χάρισιν ἢ ἔρωσιν, αἰδὼς δὲ σφᾶς προλέ‐ λοιπε καὶ δίκη· εἰ δὲ τρόμος ἐνείη, κακοῦργοι καὶ πάντολμοι. | |
1.11 | Οἱ χαροποὶ ὀφθαλμοὶ ἀπὸ τῶν μελάνων χωρί‐ ζονται τῷ αἰόλῳ· πολλὰ γὰρ αὐτῶν τὰ εἴδη. καὶ οἱ | |
μὲν μέλανες ὀφθαλμοὶ ἄνανδρα ἤθη καὶ φιλοκερδῆ καὶ ἄπιστα δηλοῦσιν, οἱ δὲ χαροποὶ τοιοίδε εἰσίν. ἡ μὲν | 317 | |
5 | χροιὰ ἐπιπρέπει αὐτοῖς μέλαινα ὡς ἁπλῶς ἰδεῖν, ἐσα‐ θροῦντι δὲ κέγχροι ἔνεισιν 〈αἱ μὲν〉 πυρραὶ οὐ σφό‐ δρα, αἱ δὲ λευκαὶ καὶ ἐπιλευκότεραι, ἄλλαι δὲ ὠχραὶ καὶ ἄλλαι 〈κυαναῖ〉 τοῦ ὠχροῦ τῷ πυρρῷ μεμιγμένου ἢ τοῦ μέλανος τούτοις· εἰσὶ δὲ καὶ αἱματώδεις κέγχροι | |
10 | ἐν τοῖς μέλασιν. ἄλλοι δὲ κεγχρωτὰ μὲν οὐ φέρουσι τὰ εἴδη τῶν ὀφθαλμῶν, παντὸς δὲ τοῦ τροχοῦ τὴν | |
ἔξω ἴτυν μέλαιναν φοροῦντες, τὴν ἐπὶ ταύτῃ πυρράν. ἕτεροι δὲ ὑπολευκότερα ἔχουσι τὰ πυρρά. ἐν τοῖς μέλασι τὰ μὴ πάνυ πυρρά, ὁπόσοις πόρρωθεν τὸ μέλαν | 318 | |
15 | μόνον ἐπιπρέπει, γενναῖα τὰ ἤθη, συνετά, δίκαια, εὐφυῆ, μεγαλόνοα σημαίνει. ὅσοις δὲ τὰ πυρρὰ ταῦτα πάνυ πυρρά, τετράγωνα καὶ μὴ κεγχρωτὰ ἔνι καὶ ὑπολάμπει ἔσω ὥσπερ πῦρ καὶ πρὸς τούτοις κέγχροι ὠχραὶ ταῖς | |
πυρώδεσι μεμιγμέναι εἰσὶ καὶ ἕτεραι γλαυκαί, ἴτυες δὲ | 319 | |
20 | αἱματώδεις ἢ κυαναῖ περιθέουσι τὰς κόρας, [οὗτοι κάκιστοι·] μεγάλοι δὲ ὀφθαλμοὶ καὶ στίλβοντες κινού‐ μενοι δεδορκότες, οἷον θυμούμενοι δεδόρκασιν ἄνθρω‐ ποι, καὶ τὰ βλέφαρα σφέων ἀναπέπταται, πάντων οὗτοι χείριστοι· λύκων γὰρ καὶ ὑῶν ἀγρίων τοιαῦτα εἴδη, | |
25 | οἱ δὲ καὶ τούτων ὠμότεροι, ἀγριώτεροι, ἁρπακτικώτεροι. ἐν δὲ τοῖς χαροποῖς ὀφθαλμοῖς ὅσον ἂν αἱ κέγχροι 〈πυρρότεραι〉 ὦσιν, ἀγριώτερα τὰ ἤθη, δυσοργητότερα καὶ ὑβριστικώτερα καὶ μοιχιδιώτερα ἀποτελοῦσι· μείζους δὲ οὖσαι ἢ ἐλάσσους ἠπιώτερα σημαίνουσιν. αἱ δὲ | 320 |
30 | αἱματώδεις τῶν κέγχρων ἐν τοῖς μέλασι φαρμακεῖς ἀν‐ θρώπους μηνύουσιν, ὥσπερ αἱ ὠχραὶ μαγγανείας καὶ φαρμάκων ἐπιστήμονας. οἱ μὲν οὖν ὠχροὶ δολερώτεροι, | |
οἱ δὲ αἱματώδεις ἀβουλότεροι καὶ θερμότεροι. ὅσοις δὲ οὐ κέγχροι εἰσὶ χαροποῖς, ἀλλ’ ἴτυς ἔνεστι πεποι‐ | 321 | |
35 | κιλμένη, τῆς ἴτυος τὸ μέγεθος καὶ τὴν χροιὰν ἐπισκέ‐ πτου. ἴτυς μέλαινα στενή, ἑτέρα δὲ ἐπὶ ταύτῃ πυρρὰ ἐν ὑγροῖς ὀφθαλμοῖς, εἴ γε μηδὲν ἄλλο ἄτοπον φαί‐ νοιτο, ἄνδρα δηλοῦσι μεγαλόνουν, συνετόν, δίκαιον, εὐφυῆ, παιδεραστὴν 〈δὲ〉 πέρα τοῦ μετρίου, ἡ δὲ | |
40 | χλωρὰ ἴτυς ἐπὶ τῇ μελαίνῃ δολερόν, ἄδικον, κλῶπα ἀργυρίου, γυναιξὶν αἰσχρῶς ὁμιλοῦντα. ἴτυες αἰόλαι τὴν χροιὰν ταῖς ἴρισιν ἐμφερεῖς ἐν μὲν ξηροτέροις 〈τοῖσ〉 ὀφθαλμοῖς μαργοσύνην δηλοῦσιν, ἐν δὲ ὑγροῖς μεγα‐ λόνοιαν καὶ εὐθυέπειαν καὶ ἀνδρίαν καὶ ὀρθοβουλίαν, | 322 |
45 | ταχύτεροι δὲ εἰς ὀργὴν καὶ εἰς τὰ ἀφροδίσια ἔργα | |
πάντα ἐπτοημένοι. | 323 | |
1.12 | Κοῖλοι πάνυ ὀφθαλμοὶ οὐκ ἐπαινετοί· ὁπόσοι δὲ κοῖλοι ὄντες ὥσπερ ὕδωρ ἐν ἀγγείῳ 〈ἡμιδεεῖ〉 ὑπο‐ κινοῦνται, εἰ καὶ μεγάλοι εἶεν, οὐ πονηροί, εἰ μή τι ἄλλο σημεῖον κατηγοροίη· τὴν γὰρ κοιλότητα ἥ τε ἰκμὰς | |
5 | καὶ τὸ μέγεθος παραμυθοῦνται· κοίλων γὰρ καὶ μι‐ | |
κρῶν ἤθη δόλια, ἐπίβουλα ἀνθρώποις, ζήλῳ καὶ φθόνῳ τετηκότα, ξηρότεροι δὲ ὄντες πρὸς τοῖς εἰρημένοις κακοῖς ἀπιστίαν, προδοσίαν, 〈ἱεροσυλίαν〉 σημαίνουσιν ...... .............. οἱ δὲ ὑπορρέοντες δολερώτερα, εἰ | 324 | |
10 | μέντοι ἅμα ὑγρότητι ὑπορρέοιεν, μωρότερα. | |
1.13 | Τῶν ἐξεχόντων ὀφθαλμῶν, οἳ οὔκ εἰσιν ἐπαι‐ | |
νετοί, τοῖς μὲν οἴδημα περίκειται κύκλῳ, τοῖς δὲ ὡς τάφρος βαθεῖα καὶ στενὴ περιθέει· δολεροὶ τὸ ἦθος· οἱ δὲ 〈πάντη〉 ἀνεστηκότες μαργοσύνην κατηγοροῦσι. | 325 | |
5 | προπετεῖς ὀφθαλμοὶ αἱματώδεις οἰνοφλύγων καὶ γαστρι‐ μάργων. εἰ δὲ γλαυκοὶ οὗτοι εἶεν, ἀδίκους μέν, ἀσυνέ‐ τους δὲ ἴσθι. εἰ δὲ καὶ τὰ βλέφαρα αὐτοὺς βαρύνει, | |
πλείων ἡ ἄνοια. εἰ δὲ οἰδοῦντες εἶεν ξηροί, πατρο‐ φόνται καὶ μητροφόνται παιδοκτόνοι τε καὶ φαρμακεῖς. | 326 | |
10 | εἰ δὲ ὑψηλοὶ ὄντες ὀφθαλμοὶ μεγάλοι τε καὶ λαμπροὶ καὶ εὐαγεῖς εἶεν καὶ ὑγρὸν βλέποντες, δίκαιοι, συνετοί, φιλομαθεῖς, ἔρωτος πλήρεις, οἷος ἦν ὁ φιλόσοφος Σω‐ κράτης. ὀφθαλμοὶ τοῦ προσώπου πολὺ ἐξέχοντες μικροὶ πάνυ καὶ πυρροὶ οὐ φρενήρη, ἀλλὰ παρειμένον καὶ τὸ | |
15 | σῶμα καὶ τὴν γλῶτταν εἶναί φασιν. | 327 |
1.14 | Ὀφθαλμοὶ μικροὶ παλλόμενοι κακομηχάνους καὶ δολίους, μεγάλοι δὲ ἀνοήτους καὶ μάργους ἐλέγχουσιν. ὅσοι δὲ ὥσπερ ἐκθρώσκοντες πάλλονται, κακοὶ οὗτοι, ἐὰν μὴ μεγέθους εὖ ἔχωσι καὶ ὑγρὸν καὶ λαμπρὸν βλέ‐ | |
5 | πωσιν· οἱ γὰρ τοιοῦτοι ὀφθαλμοὶ νοήματα ἁδρά, ὑψηλά, δραστήρια ἔργων μεγάλων παρέχονται, τόλμης καὶ μεγαλονοίας εἰς ἄκρον ἥκοντες, ὀργῆς δὲ ἀκρατεῖς καὶ μέθης, μεγάλαυχοι, κουφόνους, οὐ πόρρω ἐπιληψίας, κλέος δὲ ἔχειν ὀρέγονται μεῖζον ἢ κατ’ ἀνθρώπους, | |
10 | ὥσπερ ὁ Μακεδὼν Ἀλέξανδρος. περιοιδοῦντες ὀφθαλ‐ | |
μοὶ ἀστεργεῖς, ὠμόφρονες, γαστρίμαργοι, λάγνοι, κι‐ θάρας καὶ αὐλοῦ καὶ μουσικῆς ἥττους. τὰ δὲ ἄλλα ἐκ τῶν ἄλλων σημείων τεκμαίρου. ὀφθαλμοὶ περι‐ πελιδνοί, εἰ καὶ τὰ ἐντὸς σημεῖα ὁμολογοίη, ἄπιστοι, | 328 | |
15 | ἄδικοι, πάντολμοι. | |
1.15 | Ὀφθαλμοῖς σκοτίοις ἄτη ἐνοικεῖ, ξηρότεροι δὲ ὄντες ἀπιστότεροι· εἰ δὲ καὶ μικροὶ εἶεν, δολεροί, ἐπί‐ | |
βουλοι, κακότεχνοι, παλίμβουλοι. ὀφθαλμοὶ σκότιοι ὑγροὶ 〈κοῖλοι〉 αὐτάρκως μεγέθους ἔχοντες εὐσταθεῖς | 329 | |
5 | φροντιστήν, πολυθεάμονα, εὐμαθῆ, εὐλαβῆ, δειλὸν καὶ ἐγγὺς φειδωλίας δηλοῦσιν, οἱ δὲ ἀχλυώδεις αὐτῶν δολεροί, ἄπιστοι, ἀκόλαστοι. Οἱ δὲ ἐναντίοι τούτοις εὐφεγγεῖς ἄριστοι ὀφθαλ‐ μῶν, εἰ μή τι ἄλλο ἀντιλέγει σημεῖον· πάντα γὰρ | |
10 | ἀκριβῶς ἐπισκέπτεσθαι δεῖ. | 330 |
1.16 | Ἐὰν μαρμαρύσσωσιν οἱ ὀφθαλμοὶ κἂν φῶς ἐν αὐτοῖς ᾖ, οὐκ ἀγαθοί· μαρμαρυγὴ γὰρ εἰ ἐν γλαυκοῖς καὶ αἱματώδεσιν ὀφθαλμοῖς εἴη, θερμουργίαν καὶ παν‐ τολμίαν δηλοῖ, ὡς ἐγγὺς μανίας ἥκειν, εἰ δὲ ἐν χαρο‐ | |
5 | ποῖς εἴη, δειλίαν· πᾶν γὰρ χρῆμα οὗτοι φοβοῦνται καὶ πτώσσουσι καὶ πάντα ὑπονοοῦσι· μέλανες δὲ ὀφθαλ‐ | |
μοὶ μαρμαρύσσοντες κάκιστοι καὶ δειλοὶ καὶ κακο‐ μήχανοι σφόδρα. εἰ δὲ οἱ τοιούτους ὀφθαλμοὺς ἔχοντες καὶ γελῷεν, εἰς ἀκρότητα 〈πάσησ〉 κακίας ἥκουσιν. | 331 | |
10 | ὀφθαλμοὶ γοργὸν βλέποντες δεινοί· οἱ μὲν γὰρ ὑγρὸν βλέποντες θυμοειδεῖς, ἄλκιμοι, ἀρειμανέες, εὐθυεπεῖς, ταχύεργοι, ἀπρονόητοι, ἄκομψοι, ἄκακοι, οἱ δὲ ξηρὸν | |
κάκιστοι, ἀθέμιστοι. εἰ δὲ καὶ μικρότεροι εἶεν καὶ κοῖλοι, χείρους, ὠμόφρονες, ἐπίβουλοι, κρυψίνους, | 332 | |
15 | παντορέκται. εἰ δὲ ἐπὶ τοιούτοις ὀφθαλμοῖς ἐπισκύνιον βαρὺ νεύει καὶ ὀφρύες εἰσὶ τραχυνόμεναι βλέφαρά τε | |
ὀρθά, 〈θυμὸν〉 σημαίνει καὶ ἀλκὴν μετ’ ἀβουλίας. .... ὅσοι δὲ τὸ μὲν ἐπισκύνιον καὶ τὰς ὀφρῦς τά τε βλέφαρα μὴ οὕτως ἔχουσι, τὸ δὲ βλέμμα τραχὺ καὶ πικρόν, | 333 | |
20 | χείριστοί εἰσιν οὗτοι πάντων. | |
1.17 | Ὀφθαλμοὶ οἷς ἡδονὴ καὶ γέλως ἐνοικεῖ οὐ πάντες ἐπαινετοί· εἰσὶ γὰρ καὶ ἐν τούτοις δολεροί, | |
κρυψίνοοι, κακομήχανοι, κακοῦργοι. ὁπόσοι δὲ ἅμα τῷ γελῶντι ὑποβλέπουσι καὶ ξηροί εἰσι, κάκιστοι | 334 | |
5 | ὀφθαλμῶν. καὶ οἱ κοῖλοι δὲ ὀφθαλμοὶ γέλωτα ἔχοντες ὥσπερ λοχῶντες κακόν τι τυρεύουσι. καὶ εἰ τὰ ἐκτὸς τῶν ὀφθαλμῶν κινοῖτο, οἷον μέτωπον καὶ παρειαὶ καὶ ὀφρύες καὶ χείλη, κακὸς γέλως οὗτος. βουλὴν γὰρ ἐπί τινι πονηρὰν ἢ πρᾶξιν ἄδικον σημαίνει. κἂν μὲν | |
10 | πρὸς τῷ σεσηρότι μύωσί τε καὶ ὁρῶσιν ἀτενές, βου‐ λεύονται ἔργα ἄδικα, εἰ δὲ ἀναπεπταμένους καὶ σεση‐ ρότας ἔχοιεν, πέπρακται αὐτοῖς ἀθέμιτα ἔργα. τοὺς δὲ καὶ μάλα γελῶντας ἐπιβουλοτέρους καὶ κακουργο‐ τέρους μαντεύου, εἰ ξηροὶ εἴησαν· εἰ δὲ ὑγροί εἰσιν, | 335 |
15 | ἄκακα μὲν ἤθη, μάταια δὲ παρέχονται, κακῶν ἀπαθῆ, | |
ἀνόητα, ἄστοργα, ἀκόλαστα. ὀφθαλμοὶ μειδιῶντες ἅμα ὑγρότητι, βλέφαρα ἀνειμένα, μέτωπον μαλακόν, τὰ ἀμφὶ τὰ βλέφαρα λαγαρὰ ἤθη δηλοῦσι μεγαλοπρεπῆ, δίκαια, ἥμερα, εὐσεβῆ, φιλόξενα, συνετά, εὔβουλα, | 336 | |
20 | 〈εὐμαθῆ,〉 ἔρωτος πλέα. | |
1.18 | Ὀφθαλμοὶ σκυθρωπάζοντες ἅμα ὑγρότητι φρον‐ | |
τίζουσιν 〈ἢ〉 φιλοτεχνοῦσιν· ἐὰν δὲ συμμύωσι 〈καὶ〉 αἱ ὀφρύες ὦσι χαλαραὶ καὶ τὸ μέτωπον χαλαρὸν ἅμα τῇ σκυθρωπότητι, πιστὰ τούτων ἤθη, βέβαια, χρηστά, | 337 | |
5 | εὔβουλα, πινυτά. ξηροὶ δὲ ὀφθαλμοὶ λυπηρὸν βλέ‐ ποντες ἄτης εἰσὶ πλήρεις· εἰ δὲ καὶ μέτωπον εἴη τραχὺ | |
καὶ βλέμμα ἀτενὲς βλέφαρά 〈τε〉 ὀρθά, ἄγρια βουλεύ‐ ματα τούτοις πᾶν τε ἔργον οὗτοι ποιήσειαν ἄν, καὶ οὐδὲν κακὸν ἀτέλεστον αὐτοῖς. | 338 | |
1.19 | Ὁπόσοι δὲ ὀφθαλμοὶ πυκνὰ συγκλείονται καὶ αὖθις ὑπανοίγονται, ἐπίβουλοι οὗτοι καὶ ἐπίκλοποι· εἰ μέντοι ὑγροὶ εἶεν, φροντισταὶ καὶ φιλότεχνοι. εἰ δὲ τρόμος αὐτοῖς ἐνείη καὶ ἅμα ὠχρότης, μαργοσύνην ἢ | |
5 | ἐπιληψίαν δηλοῖ. ὁπόσοις δὲ ἡ αὐτὴ στάσις ἀεί ἐστιν, εἰ μὲν πρὸς τὸ συγκλείεσθαι ὑπορρέοιεν καὶ εἰς τὸ ἄνω χωροῖεν, μαχλοσύνην καὶ μαργοσύνην κατηγο‐ ροῦσιν. εἰ δὲ ὀρθοὶ ὄντες συγκλείοιντο, εἰ μὲν ὑγροὶ εἶεν μετὰ μεγέθους καὶ τοῦ εὐλαμποῦς καὶ μετώπου | 339 |
10 | λείου, εὐλαβεῖς, εὔβουλοι, φιλομαθεῖς καὶ γλυκύθυμοι | |
καὶ ἐρωτικοί, εἰ δὲ ξηροὶ εἶεν, θρασεῖς, κακομήχανοι, ἄδικοι. ὁ δὲ πρὸς τούτῳ μέτωπον ἔχων τραχύ, ὀφρῦς συνεστραμμένας, βλέφαρα σκληρὰ πεπηγότα, ἀγριώτερος τὸν θυμόν, τολμᾶν ἑτοιμότερος, χαυνούμενος μέντοι | 340 | |
15 | [τοῖς] ἐπαίνοις καὶ τιμαῖς, πειθόμενος δὲ καὶ δώροις. ὅσοι δὲ οὐχ οἷοί τέ εἰσι τὰ βλέφαρα ἔχειν ὀρθὰ οὐδὲ τὰς ὀφρῦς ἀκλινεῖς, ἀλλὰ τρόμος αὐτοῖς ἔνεστι καὶ ἅμα τὸ βλέμμα ὑποκινεῖται, οὗτοι ἀνδρόγυνοι ὄντες | |
ἄνδρες εἶναι βιάζονται. | 341 | |
1.20 | Ὀφθαλμοὶ πυκνὰ ἀνοιγόμενοι ἐπὶ μέγα καὶ ἅμα ἱστάμενοι ἤ τι νοοῦντες ἢ μετανοοῦντες, τὴν γὰρ ἔν‐ νοιαν αὐτῶν ὁποία ἐστὶ σημαίνει καὶ ἀναγορεύει σοι τὸ ξηρόν, τὸ ὑγρόν, τὸ σκότιον, τὸ λαμπρόν, τὸ μικρόν, | |
5 | τὸ μέγα, κοῖλον, ὑψηλόν, μαλθακόν, ἀτενές, τἄλλα ἐπὶ τούτοις ἃ πολλάκις εἴρηται. ταῦτα μνημονεύων δυ‐ | |
νήσῃ καὶ περὶ ὧν μὴ εἴρηται ἐξ αὑτοῦ κρίνων φυσιο‐ γνωμονεῖν. ὅσοι οὖν ὀφθαλμοὶ ἀεὶ ἀνεῳγμένοι εἰσὶ σκό‐ τιοι μὲν ὄντες καὶ ὑγροί, φροντισταί· εἰ δὲ πρὸς τῷδε | 342 | |
10 | ἤπιον βλέποιεν, προσέσται καὶ χρηστοῖς εἶναι. ὀφθαλμοὶ ἐκπεπετασμένοι ξηροὶ μαρμαρύσσοντες ἱλαρὸν καὶ λαμ‐ πρὸν δεδορκότες ἀναισχύντους καὶ παντόλμους δηλοῦσιν. | |
1.21 | Ὀφθαλμοὶ σκαρδαμύττοντες δειλίας κατήγοροι· | |
εἰ δὲ καὶ ξηροὶ εἶεν, ἐπιβουλεύουσί τινι ἢ δόλον κρύ‐ πτουσιν ἢ κακόν τι λαθραῖον ἀρτύουσιν. οἱ δὲ αὐτοὶ οὗτοι διάστροφοι ἢ ὕπωχροι ὄντες μωρίαν μαρτυροῦσιν. | 343 | |
5 | ὀφθαλμοὶ ἀσκαρδάμυκτοι δεινὸν δεδορκότες κακόν τι ἐοίκασι μηχανᾶσθαι. πράως δὲ ἑστῶτες ἢ καὶ νοτίδος ἐνούσης φροντιστάς, φιλομαθεῖς, ἥμερα ἤθη κεκτη‐ μένους, ἐρωτικοὺς δηλοῦσιν. εἰ δὲ ἀσκαρδάμυκτοι | |
ὄντες ὠχροὶ ἢ φοινικοῖ φαίνονται ἅμα ξηρότητι, ἄτην | 344 | |
10 | καὶ μνήμην κακῶν καὶ μῆνιν καὶ φθόνου προσβολὴν ἢ ἄλλην δή τινα δαιμονίαν κακότητα ἐμφαίνουσιν. εἰ δὲ τοιοῦτοι ὄντες αὐτοὶ ἐν ἑαυτοῖς περιδινοῖντο, μανίᾳ κρατερᾷ συνέχονται. | |
1.22 | Κύστις ὀφθαλμοῖς κάτωθεν προσκειμένη οἰνό‐ φλυγας, ἄνω δέ, ὑπνηλούς, ἄμφω δὲ οὖσαι καὶ ἀμ‐ | |
φότερα σημαίνουσιν. | 345 | |
1.23 | Οἱ ὀξεῖς ὀφθαλμοὶ ταραχώδεις ἅρπαγες· οἱ 〈δὲ〉 ἰλλώπτοντες καὶ τὰ βλέφαρα ἐπιβάλλοντες ἀν‐ δρόγυνοι. οἱ δὲ τὸ ἕτερον τῶν βλεφάρων ἐπιβάλ‐ λοντες καὶ ἀνατρεπόμενοι ἅμα ὑγρότητι πράως τε καὶ | |
5 | μαλθακῶς βλέποντες ἁβρυνταί, καλλωπισταί, μοιχικοί. | |
ἔνιοι δὲ τὰ μέσα τῶν βλεφάρων καθέλκουσι, τὰ δὲ ἑκατέρωθεν ἀνασπῶσι καὶ ἅμα ἰλλώπτουσιν· οὓς καὶ αὐτοὺς μοιχικοὺς λέγων οὐκ ἂν ἁμάρτοις· ὁμοίως καὶ τοὺς τὰ μέσα τῶν βλεφάρων ἀνασπῶντας, τὰ δὲ ἑκα‐ | 346 | |
10 | τέρωθεν συγκλείοντας. | 347 |
2t | ΑΔΑΜΑΝΤΙΟΥ ΣΟΦΙΣΤΟΥ ΦΥΣΙΟΓΝΩΜΟΝΙΚΩΝ Β. | |
2.1 | Φυσιογνωμονεῖν δεῖ καὶ κατὰ μέρη καὶ μέλη ἕκαστα καὶ χροιὰν ἑκάστην καὶ κινήσεις καὶ πνεύματα καὶ φωνὰς καὶ ὅσα ἄλλα ἐστὶ μετὰ τούτων. χρὴ δὲ εἰδέναι, ὡς ἀφ’ ἑνὸς σημείου καθ’ αὑτὸ καὶ ἀπὸ δύο | |
5 | οὐ χρὴ βεβαίως δοκεῖν ἀποφαίνεσθαι, ἀλλ’ ἀπὸ πλειό‐ νων καὶ μειζόνων τῶν ἀλλήλοις ὁμολογούντων [πάν‐ των], πάντα δὲ τὰ ἄλλα σημεῖα πρὸς τὰ ἐν τοῖς ὀφθαλμοῖς ἀνακρίνεσθαι. ταῦτα γὰρ ἐπικρατεῖ· εἰ γὰρ τὰ ἐκτὸς τούτοις ὁμολογοίη, ἀψευδὴς ἔσται ἡ φυσιο‐ | |
10 | γνωμονία. τῶν δὲ ἄλλων σημείων δυνατώτερα μὲν τὰ πλησίον τῶν ὀφθαλμῶν, οἷον μέτωπον, ῥίς, στόμα, παρειαί, κεφαλή· δεύτερα δὲ τὰ ἀμφὶ τράχηλον καὶ στέρνα, τρίτα δὲ τὰ ἀμφὶ ὤμους καὶ χεῖρας καὶ σκέλη καὶ πόδας, ὕστατα δὲ τὰ περὶ γαστέρα. | |
15 | μεγίστη δὲ εἰς ἐπίκρισιν ἡ παντὸς τοῦ ἀνθρώπου ἐπι‐ | |
πρέπεια ἐπὶ πᾶσι τούτοις φανταζομένη, ἣν ἐπὶ πᾶσι σφραγῖδα πάντων χρὴ ἐφορᾶν. τοῦτο δὲ λόγον μὲν οὐκ ἔχει ἐφ’ ἑαυτοῦ, ἀλλὰ τὰ καθ’ ἕκαστα σημεῖα, τά τε ἐν τοῖς ὀφθαλμοῖς καὶ τὰ ἄλλα ὁμοῦ συντίθησι τὸ | 348 | |
20 | πᾶν εἶδος τοῦ ἀνθρώπου. πάντων γὰρ ἀθροισθέντων ἤδη τὸ πιστὸν φαίνεται. | |
2.2 | Τὰ δὲ μέγιστα τῆς διακρίσεως τῆς ἐπιπρεπείας καὶ φανερώτατα τὸ τῷ ἄρρενι ἐοικὸς ἢ τῷ θήλει καὶ τῶν ζώων τῶν ἄλλων. ἕκαστα γὰρ ἤθη τῶν θηρίων ἑκάστου καταφανῆ ἐστι τοῖς εἴδεσιν ἤθεσι τοῖς ἐκείνοις † | |
5 | ἕκαστα ἐοικότα, οἷον λέοντος ἦθος θυμικὸν καὶ ἄλκι‐ μον καὶ τὸ εἶδος τοιοῦτον, παρδάλεως δὲ 〈ἦθοσ〉 ἁβρὸν καὶ ὀργίλον καὶ λοχητικὸν καὶ ἐπίβουλον, δειλὸν ἅμα καὶ θρασύ, καὶ ἡ μορφὴ τούτοις ἔοικεν· ἄρκος δὲ ὠμόφρων, δολία, σκαιά. καὶ τοῖς ἄλλοις δὲ ζώοις κατὰ | |
10 | τὰ αὐτὰ ἐπιφαίνεται τὸ οἰκεῖον ἦθος· συὶ ἀγρίῳ ὀργὴ ἀπρονόητος, βοὶ σεμνότης, ἀκακία, ἵππῳ μεγαλαυχία, φιλοτιμία, ἀλώπεκι τὸ δολερὸν καὶ ἐπίβουλον, πιθήκῳ τὸ βωμολοχικὸν καὶ εἰρωνικόν, προβάτῳ τὸ εὔηθες, τράγῳ τὸ μάργον, ὑὶ τὸ μιαρὸν καὶ γαστρίμαργον, καὶ | |
15 | τῶν ἄλλων ὁμοίως ἑρπετῶν τε καὶ πετεινῶν τὰ εἴδη τοῖς ἤθεσιν ἔοικεν. εἰ τοίνυν ἄνθρωπος μέρος τι ἢ μέλος θηρίῳ ἢ ὄρνιθι ἐοικότα ἔχει, ἀπὸ τούτων χρὴ αὐτὸν φυσιογνωμονεῖσθαι. χαροποὺς καὶ κοίλους με‐ τρίως ὀφθαλμοὺς εἴπερ ἴδοις, λέοντος μέμνησο· εἰ πάνυ | 349 |
20 | κοῖλοι, κακοήθεις εἰσί, καὶ πίθηκον ἐννόει· εἰ ἐπίπεδοί εἰσι, βοῶν ὀφθαλμοὺς τοιούτους λέγε· εἰ προπαλεῖς εἶεν ὀφθαλμοί, ἀνοήτου καὶ ὑβριστοῦ, ὥσπερ ὄνου. βελτίω δὲ τὰ ἄρρενα τῶν θηλειῶν· ὡς γὰρ ἐπιπλεῖστον τὸ μὲν ἄρρεν γενναῖον, ἄδολον, δίκαιον, θυμοειδές, | |
25 | φιλότιμον, ἄκακον· τὸ δὲ θῆλυ ἀγεννές, πικρόν, δο‐ λερόν, κουφόνουν, ἄδικον, φιλόνεικον, θρασύδειλον· τὸ θῆλυ ὡς ἐπὶ τὸ πολὺ ἔχει τοῦ ἄρρενος κεφαλὴν μικροτέραν, σῶμα ἔλαττον, τρίχας μαλακωτέρας μελαν‐ τέρας, πρόσωπον στενώτερον, ὀφθαλμοὺς στίλβοντας | |
30 | καὶ μαρμαρύσσοντας, τράχηλον λεπτότερον, στήθη ἀσθε‐ νέστερα, ἄπλευρον, ἰσχία καὶ μηροὺς περισαρκότερα, λεπτοκνημότερον, γονύκροτον, χειρῶν καὶ ποδῶν ἄκρα κομψότερα, τὴν πᾶσαν ὄψιν τοῦ σώματος μαλακωτέραν, | |
ἁμαλωτέραν, ἁβροτέραν, σαρκὶ ὑγρᾷ κεχρημένην, ἀναρ‐ | 350 | |
35 | θροτέραν τε καὶ λεπτονευροτέραν, φωνὴν ἰσχνοτέραν, τὸ βάδισμα μικρότερον καὶ πυκνότερον, τὰ μέλη καμ‐ πτόμενα μᾶλλον, ἡ κίνησις ὑγροτέρα. τὸ δὲ ἄρρεν τὰ ἐναντία τούτων φέρεται. τοίνυν τῶν θηρίων πάντων ὁ λέων ἐπιπλεῖστον τοῦ ἄρρενος εἴδους ἐστὶ μετέχων, | |
40 | ἡ δὲ πάρδαλις θηλυμορφότατον, τῶν δὲ ὀρνίθων ἀετὸς ἀρρενωπότατον, πέρδιξ δὲ θηλυμορφότατον, τῶν γε μὴν ἑρπετῶν ὁ μὲν δράκων ἀρρενικώτατον, ἡ δὲ ἔχιδνα θηλυμορφότατον. | |
2.3 | Εὐνούχοις τοῖς ἐκ φύσεως κακίω σημεῖά ἐστιν | |
ἢ τοῖς ἄλλοις ἀνθρώποις, καὶ ὡς τὸ πολύ εἰσιν ὠμό‐ φρονες, δολεροί, κακοῦργοι, ἕτεροι δὲ ἑτέρων μᾶλλον. τῶν δὲ τομιῶν εὐνούχων ἔνια μεταβάλλει ἅμα τῇ | 351 | |
5 | τομῇ σημεῖα, 〈τὸ〉 δὲ πλεῖον τῆς συγγενοῦς φύσεως ἐμμένει. | |
2.4 | Ὄνυχες πλατέες λευκοὶ ὑπόξανθοι εὐφυοῦς ἀν‐ | |
δρός, οἱ δὲ στενοὶ καὶ προμήκεις καὶ κυρτοὶ ἀναισθήτου καὶ θηριώδους, οἱ δὲ σκολιοὶ σφόδρα ἀναιδοῦς, ἅρ‐ παγος, οἱ δὲ προσφυεῖς τῇ σαρκὶ ἐπιπλεῖον ἀναισθήτου | 352 | |
5 | καὶ θηριώδους. μικροὶ πάνυ ὄνυχες πανουργίας ση‐ μεῖον· ὁμοίως δὲ καὶ ὠχροὶ καὶ μέλανες καὶ τραχεῖς. εἰ δὲ στρογγύλοι πάνυ εἶεν, λάγνων τὸ σημεῖον. ὡς | |
προείρηται μέντοι, οὐδὲ τῶν ἄλλων σημείων τὰ πολλὰ ἀξιόλογα, εἰ μόνον τι καθ’ ἕκαστον ἐφ’ ἑαυτοῦ σκο‐ | 353 | |
10 | ποῖτο, ἥκιστα δὲ ὄνυχες. | |
2.5 | Ὁπόσοι δακτύλους ἔχουσι συμφυεῖς, ὑώδεις καὶ μιαροί εἰσιν· εἰ δὲ συνεστραμμένους ἔχοιεν, πανοῦργοι, κακοήθεις, φιλοχρήματοι. μικροὶ δὲ πάνυ ὄντες καὶ | |
λεπτοὶ ἀνοητοτέρους δηλοῦσι. δάκτυλοι κολοβοὶ καὶ | 354 | |
5 | παχεῖς τολμητήν, ἀπρονόητον, θηριώδη, καὶ οἱ πάνυ μακροὶ καὶ λεπτοὶ ἀνοητότερον, 〈ὑποχαυνότερον καὶ φλυαρότερον〉, οἱ δὲ εὖ μεγέθους καὶ συμμετρίας ἔχοντες ἄριστοι. | |
2.6 | Πόδες νευρώδεις ἀρθρώδεις γενναῖα ἤθη 〈καὶ〉 | |
ἀνδρεῖα, ἁπαλοὶ δὲ καὶ σαρκωδέστεροι μαλακώτερα καὶ ... τὰ ἤθη παρέχονται. πόδες κολοβοὶ καὶ παχεῖς θηριώ‐ δους φύσεως σημεῖον, οἱ δὲ μακροὶ πάνυ πολυ‐ | 355 | |
5 | πράγμονος, κακομηχάνου, οἱ δὲ μικροὶ 〈καὶ λεπτοὶ〉 πανούργου. πόδες κυρτοὶ κάτωθεν κοῖλοι κακοί· ὁμοίως καὶ οἱ τὰ κάτω ὁμαλὰ ἔχοντες καὶ ὡς τοῖς σφυροῖς | |
βαίνοντες πανοῦργοι. | 356 | |
2.7 | Σφυρὰ διηκριβωμένα 〈στερεὰ〉 γενναίου ἀνδρός, τὰ δὲ μαλακὰ καὶ λεῖα ἀνανδροτέρου, λεπτὰ δὲ πάνυ δειλοῦ καὶ ἀκολάστου. παχέα δὲ σφυρὰ καὶ πτέρνας παχείας καὶ πόδας σαρκώδεις καὶ κολοβοὺς δακτύλους | |
5 | καὶ κνήμας παχείας ὅσοι φοροῦσιν, ὡς ἐπὶ τὸ πλεῖστον | |
μωραίνουσιν ἢ μεμήνασι. | 357 | |
2.8 | Κνῆμαι εὖ μεγέθους ἔχουσαι διηρθρωμέναι στε‐ ρεαὶ γενναίου ἀνδρὸς καὶ εὐφυοῦς, ἁπαλαὶ δὲ καὶ ἄναρθροι δειλοτέρου καὶ ἀνανδροτέρου· αἱ δὲ λεπταὶ πάνυ δειλοῦ καὶ κακοήθους, αἱ δὲ πρὸς τούτῳ νευ‐ | |
5 | ρώδεις καὶ ἀκολασίας πολλῆς μετέχοντος. ὅσαι δὲ τῶν κνημῶν κατὰ τὸ μέσον πλήρεις εἰσὶν ὡς κύουσαι, βδε‐ | |
λυροὺς καὶ ἀκολάστους καὶ ἀναιδεῖς δηλοῦσιν· ὡς τὸ πολὺ δὲ κνημῶν καὶ πτερνῶν παχύτης δουλοπρεπές, ἀμαθές. ὅμοια δὲ ταῖς κνήμαις καὶ περὶ τῶν μηρῶν | 358 | |
10 | λέγε. | |
2.9 | Οἱ τὰ γόνατα ἔσω νεύοντες ὥστε συγκρούειν, γυναικεῖοι καὶ θηλυδρίαι. | |
Ἰσχία παχέα γυναικεῖα, ὀστώδη δὲ ἀνδρεῖα, λεπτὰ δὲ ὀλιγόσαρκα ῥικνά, ὥσπερ ἐκτετηκότα, πανούργου | 359 | |
5 | πρὸς ἀνδρός. τοιαῦτα γὰρ καὶ τὰ πιθήκων. | |
2.10 | Ὀσφὺς ὀστώδης 〈καὶ〉 καρτερὰ ἀνδρεία, σαρ‐ κώδης δὲ καὶ μαλακὴ γυναικεία· ἡ δὲ εἰς ὀξὺ ἀπηγμένη ἀκολασίαν καὶ δειλίαν κατηγορεῖ. | |
2.11 | Νῶτον πλατὺ στερεὸν ἄνδρα γενναῖον, θυ‐ μοειδῆ ποιεῖ, τὸ δὲ ἐναντίον τὰ ἐναντία λέγει. | |
2.12 | Κυφὸς ἀνὴρ οὐκ ἀγαθός, εἰ μὴ ὑγρομέλεια αὐτῷ καὶ τὰ ἄλλα σημεῖα ἀστεῖα προσείη, τὸν δὲ εὔ‐ | |
ζωνον φιλόθηρον νόει. | 360 | |
2.13 | Πλευραὶ λεπταὶ καὶ ἀσθενεῖς ἀνανδρίαν, δει‐ λίαν, αἱ δὲ πάνυ σκληραὶ καὶ σαρκώδεις ἀμαθίαν, αἱ δὲ περιφερεῖς καὶ πλήρεις, ὡς οἰδοῦσαι, φλυαρίαν καὶ κακοήθειαν σημαίνουσιν. | |
2.14 | Γαστέρες λαγαραὶ εὐρωστίαν ψυχῆς καὶ μεγαλο‐ φροσύνην σημαίνουσιν, αἱ δὲ ἰσχναὶ πάνυ καὶ κεναὶ δειλίαν καὶ κακοήθειαν καὶ γαστριμαργίαν σημαίνουσι. γαστέρες μεγάλαι σαρκώδεις, εἰ μὲν μαλθακαὶ εἶεν καὶ | |
5 | ἐκκρεμεῖς, ἀναισθησίαν, οἰνοφλυγίαν, ἀκολασίαν, εἰ δὲ σκληραῖς σαρξὶ συμπεπηγυῖαι, γαστριμαργίαν καὶ παν‐ ουργίαν ἐμφαίνουσιν. | 361 |
2.15 | Ὁπόσοις τὸ ἀπὸ τοῦ ὀμφαλοῦ χωρίον ἄχρις ἄκρου στήθους καταμετρούμενον μεῖζον εὑρίσκεται ἢ τὸ ἐντεῦθεν ἄχρις ἐκφύσεως τοῦ τραχήλου, βοροὶ καὶ γαστρίμαργοι γίνονται. στήθη μεγάλα ἀρθρώδη ἐπαίνει, | |
5 | λεπτὰ δὲ καὶ ἀσθενῆ μικροψυχίαν καὶ ἀνανδρίαν δηλοῖ, | |
πολύσαρκα δὲ ἀμαθίαν καὶ σκαιότητα. ὅσοις δὲ οἱ μαστοὶ ἐκκρεμεῖς εἰσι καὶ τὸ πᾶν στέρνον 〈μέγα καὶ〉 ἀμφιλαφὲς σαρκὶ λαγαρᾷ, λάγνοι καὶ οἰνόφλυγες. | 362 | |
2.16 | Μετάφρενον κρατερὸν ἄριστον· τὸ δὲ ἀσθενὲς καὶ λεπτὸν δειλίᾳ καὶ μικροψυχίᾳ πρέπει· σὰρξ δὲ ἐπι‐ πεφυκυῖα μεταφρένοις ἀμφιλαφὴς ἀναισθησίαν κατη‐ γορεῖ, καὶ ἡ στενότης μωρίαν. μετάφρενον εὐρὺ μεγα‐ | |
5 | λονοίας, τὸ δὲ πράως στρογγύλον ἀγχινοίας καὶ χαρίτων σημεῖον. κυρτὸν ὁ φέρων μετάφρενον καὶ ὤμους εἰς | |
τὸ στῆθος ἐπικεκλασμένους κακοήθης ἐστὶ καὶ βάσκα‐ νος· εἰ δὲ καὶ τὸ σῶμα ἐπικεκλασμένον, φειδωλὸς καὶ φιλάργυρος. | 363 | |
2.17 | Κλεῖδες συμπεφραγμέναι οὐκ εὐαίσθητον οὐδὲ ἐνεργὸν σημαίνουσιν, αἱ δὲ διεστηκυῖαι ἄνανδρον, τὸ δὲ σύμμετρον τῆς ἀνοίξεως αὐτῶν συνετὸν καὶ ἀνδρεῖον. | |
2.18 | Ὦμοι παχεῖς οὐκ ἐπαινετοί, οἱ δὲ καρτεροὶ ἀν‐ δρείων ἠθῶν εἰσι, λαγαροὶ δὲ ἀνάνδρων καὶ δειλῶν, οἱ δὲ λεπτοὶ καὶ ὀξεῖς τὰς κορυφὰς κακοήθων, εἰ δὲ | |
παντελῶς ἄναρθροι εἶεν, μωρῶν. | 364 | |
2.19 | Ἐὰν ἐπιμήκεις ὦσιν αἱ ὠλέναι, ὡς κατακρε‐ μασθείσας τὰς χεῖρας ἄχρι τῶν γονάτων ἐξικνεῖσθαι, εὐπραξίας καὶ ἰσχύος τὸ σημεῖον· κολοβαὶ δὲ οὖσαι, ὡς μὴ ἀφικνεῖσθαι εἰς γόνατα καὶ ἐν τῷ ἐσθίειν συν‐ | |
5 | αντᾶν ταῖς χερσὶ τὴν κεφαλὴν ἀναγκάζεσθαι, κακοθελεῖς καὶ ἐπιχαιρεκάκους καὶ φθονεροὺς δηλοῦσι. καρτερὰς εἶναι ὠλένας καὶ πήχεις ἀγκῶνάς τε ἀρθρώδεις ἄριστον· τὰ γὰρ ἐξίτηλα ἄνανδρα, τὰ δὲ πάνυ σαρκώδη ἀμαθῆ | |
καὶ ἀναίσθητα. | 365 | |
2.20 | Χεῖρες ἁπαλαὶ καὶ μαλθακαὶ εὐφυοῦς πρὸς ἀνδρός· αἱ δὲ σκληραὶ ἅμα μεγέθει ἀνδρεῖον μέν, δυσμαθῆ δὲ εἶναι δηλοῦσι. χεῖρες πάνυ κολοβαὶ μω‐ ρίας σημεῖον, εἰ δὲ εἶεν παχεῖαι, καὶ μιαρίας· στεναὶ | |
5 | δὲ καὶ λεπταὶ ἁρπακτικώταται. παχεῖαι χεῖρες κοντοὺς ἔχουσαι τοὺς δακτύλους κλεπτίσταται. μικραὶ δὲ πάνυ χεῖρες πανουργίας καὶ κλεπτοσύνης σημεῖον. λεπταῖς δὲ καὶ σκολιαῖς χερσὶ φλυαρίαν καὶ γαστριμαργίαν τεκμαίρου. | |
2.21 | Τράχηλος ὁ μὲν πάνυ μακρὸς καὶ λεπτὸς δειλῶν | |
καὶ κακοήθων, ὁ δὲ παχὺς ἅμα μήκει θυμικῶν καὶ μεγαλαύχων αὐθαδῶν τε, ὁ δὲ μετρίως μήκους ἔχων καὶ πάχους εὐπαγής τε καὶ ῥωμαλέος ἀλκίμων, εὐμαθῶν, | 366 | |
5 | εὐφυῶν πρὸς ἀρετήν, λαγαρὸς δὲ καὶ ἀσθενὴς παν‐ ούργων, κακομηχάνων. ὁπόσοις ὁ τράχηλος νεύροις κατατείνεται, σκαιοὶ οὗτοι· εἰ δὲ καὶ ἄλλα σημεῖα συμ‐ βαίνει, [καὶ] μωραίνουσι καὶ μανίᾳ ἐπιλαμβάνονται. καὶ οἱ μεγάλα 〈δὲ〉 ἀγγεῖα περὶ τῷ τραχήλῳ πεπλεγ‐ | |
10 | μένα ἔχοντες ἐμφανῆ σκαιοί· οἱ δὲ ὑπερφυῶς παχυ‐ | |
τράχηλοι δυσόργητοι, σκαιοί, ἀμαθεῖς, ὑώδεις· οἱ δὲ κολοβοτράχηλοι θρασύδειλοι. ὅσοις δὲ τῶν ἐπαυχενίων σπονδύλων τραχέων ὄντων ἐξέχει πολὺ τῶν ἄλλων ὁ κατὰ τὴν συμβολὴν τῶν ὠμοπλατῶν, ὅθεν ἐκφύεται | 367 | |
15 | ὁ τράχηλος, οὗτοι ὑβρισταί· οἱ δὲ σκληροτράχηλοι ἀμα‐ θεῖς, 〈οἱ δὲ ὑγροτράχηλοι εὐμαθεῖσ〉. τραχὺς αὐχὴν ὥσπερ λοφιὰ ἀμαθοῦς σὺν ὕβρει. τράχηλον πεπηγότα ἀκλινῆ σκαιὸν καὶ αὐθάδη 〈λέγε〉 καὶ ἀμαθίαν δὲ ἀνα‐ τίθει. τισὶ δὲ διὰ μωρίαν γίνονται ἀκλινεῖς τράχηλοι, | |
20 | οἷς καὶ τὰ ἄλλα σημεῖα συμβαίνει. ἄλλοι δὲ ἀκλινεῖς τραχήλους ἔχοντες οἰακίζουσιν ἑαυτοὺς καὶ τείνουσι τέχναις καὶ πόνοις μεγάλοις μάλα κεκλασμένους ὄντας. οὗτοι δὲ ἀνδρόγυνοι ὄντες εἶτα ὀρθοῦντες αὑτοὺς οἴονται τὴν μαχλοσύνην ἐπικρύπτειν, κατηγοροῦσι δὲ | 368 |
25 | αὐτῶν χειλῶν σπασμὸς καὶ ὀφθαλμῶν παρατροπὴ καὶ ποδῶν παραφορὰ καὶ ὀσφύος κίνησις καὶ χειρῶν ἄλυς καὶ φωνῆς κραυγή. καὶ γὰρ οἱ τράχηλοι αὐτῶν οὐ διαρκῶς πεπηγέναι δύνανται, ἀλλ’ ὑποτρέμουσιν ἅτε τῆς τάσεως βιαζομένης. ἡ δὲ τραχήλου κλάσις ὡς ἐπὶ | |
30 | τὸ πλεῖστον ἀνδρογύνου, εἰ καὶ τὰ ἄλλα σημεῖα συν‐ τρέχει, τὸ δὲ αὔταρκες τῆς τάσεως καὶ τῆς εὐπηξίας ἄριστον. ἄνω ἐστραμμένος τράχηλος ὑβριστοῦ καὶ ἀνοήτου καὶ ὑποχαύνου, εἰ μὴ ἄρα διὰ μανίαν αὐτὸ ποιεῖ· ὁ δὲ ἐπικεκυφὼς τράχηλος δύναται μὲν μωρόν, | 369 |
35 | δύναται δὲ ἔσθ’ ὅτε καὶ φροντιστὴν καὶ φειδωλὸν καὶ κακοήθη καὶ ἔξω ἁπλότητος καὶ εὐθυμίας καὶ πραότη‐ τος σημαίνειν. τράχηλος εἰς τὰ δεξιὰ βλέπων κοσμίου καὶ φροντιστοῦ καὶ σώφρονος, εἰς δὲ τὰ λαιὰ μάχλου καὶ ἀνοήτου. εἰς ὁπότερον δὲ ἂν ᾖ μέρος ἄλλο κεκλι‐ | |
40 | μένος, οὐκ ἀγαθός· βεβλάφθαι γὰρ τὰς φρένας δηλοῖ. | 370 |
2.22 | Φάρυγξ τραχεῖα κουφονόου ἀνδρός, φλυάρου, λαβραγόρου· εἰ δὲ εἷς τῶν τοῦ βρόγχου σπονδύλων ἐξέχει, κουφονόου μέν, οὐ μὴν θρασέος εἰς γλῶσσαν .......... μετέωρα δὲ φρονοῦσι νοήματα, οἰνωθέντες | |
5 | μέντοι ὀδύρται, καχύποπτοι, δυσόργητοι, ἀνιαροὶ συμ‐ πόται ἐγνώσθησαν. | |
2.23 | Μακρογένυες οὐ πάνυ κακοί, λαλίστεροι δὲ | |
πέρα τοῦ δέοντος καὶ ὑποχαυνότεροι· οἱ δὲ μικρογένυες κακοὶ τὰ πάντα, μάλιστα δὲ ὠμοὶ καὶ ἐπίβουλοι· καὶ γὰρ οἱ ὄφεις τοιοῦτοι. γένυι τῇ κάτω εἰ πάνυ στρογ‐ | 371 | |
5 | γύλον σχῆμα περιγράφει, ἄνανδρόν ἐστι καὶ γυναικεῖον, τὸ δὲ ὑποτετράγωνον ἀνδρεῖον. γένυος τῆς κάτω τὸ ἄκρον ἐσχισμένον ὥστε δικόρυφον γίνεσθαι, εἰ μὲν ἐπὶ πολὺ τὸ σχίσμα εἴη, δολεροὺς σημαίνει· εἰ δὲ αὐτάρ‐ κως ἡ διαίρεσις ἔχοι, εἰς ἀφροδίτην καὶ χάριτας ἔχει | |
10 | τὸ σημεῖον. | |
2.24 | Χείλη δὲ λεπτὰ ἐπὶ στόμασι μείζοσιν ἐπὶ τῇ συγχειλίᾳ χαλαρά, ὡς ἐπιβεβλῆσθαι τοῖς κάτω τὰ ἄνω, μεγαλόνοιαν καὶ ἀνδρίαν δηλοῖ, λεόντων γὰρ ταῦτα, χείλη δὲ ἐπὶ μικροῖς στόμασι λεπτὰ δειλὸν δηλοῖ καὶ | 372 |
5 | ἄνανδρον καὶ δολερόν. στόμα μήτε ἐπίπεδον πάνυ μήτε προπετὲς ἐπαίνει· τὸ μὲν γὰρ προπετὲς ἀνοίας καὶ ματαιολογίας καὶ θρασύτητος, τὸ δὲ χθαμαλὸν δει‐ λίας καὶ παλιμβουλίας σημεῖον. μικρὸν στόμα γυναι‐ κείοις ἤθεσι καὶ εἴδεσιν ἔοικε, τὸ δὲ μεῖζον ἀνδρεῖον. | |
10 | ἡ δὲ ἐπὶ πολὺ ἀνατομὴ στόματος πάνυ βορόν, ὠμό‐ φρονα, ἀνόητον, ἀνόσιον· τοιαῦτα γὰρ τὰ τῶν κητῶν στόματα. ὅσοις κατὰ τοὺς κυνόδοντας κορυφοῦται τὰ χείλη, κακόθυμοι, ὑβρισταί, κράκται, ἐπεσβόλοι· τοιαῦτα γὰρ τὰ τῶν κυνῶν στόματα. ὅσοις δὲ τὸ πᾶν στόμα | 373 |
15 | πρόκειται ἐπὶ πολὺ τά τε χείλη ἐστὶ παχέα καὶ στρογ‐ γύλα καὶ ἀνεστραμμένα εἰς τὸ ἔξω, ὑώδεις οὗτοι τὰ ἤθη καὶ τὰ ἔργα. τὸ ἄνω χεῖλος τῷ κάτω ἐπιβεβλῆ‐ σθαι ἐμφρονέστερον· εἰ δὲ τὸ κάτω χεῖλος προέχοι, ἄκακα μὲν τὰ ἤθη, ματαιόφρονα δὲ ὡς ἐπιπολὺ καὶ | |
20 | ἠλιθιώτερα. στόμα μικρὸν προέχον ἔξω κακοήθους καὶ ἐπιβούλου. στόμα κοῖλον ὡς ἐμβοθρευόμενον φθονε‐ ρῶν καὶ κακοήθων, μάλιστα δὲ ἀκολάστων. | 374 |
2.25 | Ῥινὸς τὸ ἄκρον λεπτὸν ἐπιζέειν τὴν ὀργὴν μηνύει, παχὺ δὲ πάνυ καὶ χθαμαλὸν μιαρίαν ἤθους κατηγορεῖ. ῥινὸς τὸ ἄκρον ἁδρὸν καὶ ἀμβλὺ καὶ στρογγύλον καὶ κρατερὸν εἰ θεάσαιο, τοῖς ἔχουσιν ἀν‐ | |
5 | δρίαν καὶ μεγαλοψυχίαν μαρτύρει εἰς λέοντα ὁρῶν καὶ κυνῶν τοὺς γενναίους. ῥὶς μακρὰ καὶ λεπτὴ πάνυ ὀρνιθῶδες. τοιαῦτα οὖν καὶ τὰ ἤθη προσδόκα. τῆς | |
ῥινὸς τὸ πρὸς τὸ μέτωπον διηρθρῶσθαι καλόν, ἀν‐ δρεῖον καὶ συνετόν· τὸ δὲ ἐναντίον τούτου θῆλυ καὶ | 375 | |
10 | ἀμαθέστερον. ἰθύτης ῥινὸς γλώσσης ἀκράτειαν κατη‐ γορεῖ. ῥὶς ἡ μείζων ἀμείνων, ἡ δὲ πάνυ μικρὰ κλεπτο‐ σύνης καὶ παλιμβουλίας κατήγορος. γρυποῖς μεγαλόνοια πρέπει, σιμοῖς δὲ λαγνεία. μυκτῆρας ἀναπεπταμένους θυμοῦ καὶ ἀλκῆς μάρτυρας τίθεσο, στενοὺς δὲ ὄντας | |
15 | καὶ στρογγύλους καὶ πεφραγμένους μωρίας. σκολιαῖς δὲ πάνυ ῥισὶ σκολιὰ καὶ τὰ νοήματα ὡς ἐπὶ τὸ πολὺ | |
ἕπεται. | 376 | |
2.26 | Μέτωπον στενὸν οὐκ ἐλάχιστον σημεῖον ἀμα‐ θίας, καὶ τὸ λίαν δὲ μέγα νωθείας ὡς τὸ πολύ. μέ‐ τωπον μακρὸν εὐαισθησίαν καὶ εὐμάθειαν δείκνυσι. μήτε πάνυ χθαμαλὸν ἐπαίνει μέτωπον, ἄνανδρον γάρ, | |
5 | μήτε κυρτὸν καὶ ὑψηλὸν καὶ περιφερές, ἀναισχυντίαν γὰρ καὶ ἀναισθησίαν σημαίνει. μηδὲ μὴν τραχεῖ με‐ τώπῳ χαῖρε μηδὲ ὥσπερ λόφους καὶ ὀρύγματα ἔχοντι ἐν ἑαυτῷ· πανουργίας γὰρ καὶ ἀπιστίας κατήγορα πάντα | |
τὰ τοιαῦτα, ἔσθ’ ὅτε δὲ καὶ μωρίας καὶ μανίας συν‐ | 377 | |
10 | τρεχόντων καὶ τῶν ἄλλων σημείων. μέτωπον τετρά‐ γωνον μεγέθους εὖ ἔχον καὶ κατὰ λόγον τοῦ ἄλλου εἴδους ἄριστον εἴς τε ἀνδρίαν καὶ σύνεσιν καὶ μεγα‐ λόνοιαν κέκριται. οἱ κατηρεφῆ μέτωπα ἔχοντες αὐθά‐ δεις, οἱ δὲ πάνυ τεταμένα ἀμέριμνοι, οἱ δὲ ῥυσσὰ | |
15 | φροντισταί. | |
2.27 | Παρειαῖς σαρκώδεσι ῥᾳθυμίαν καὶ οἰνοφλυγίαν παρεῖναι λέγε, ταῖς δὲ ἄγαν λεπταῖς κακοήθειαν καὶ | |
πανουργίαν. βάσκανοι δὲ καὶ ὅσοις παχεῖαι οὖσαι αἱ γνάθοι διεστήκασι τῶν ὀφθαλμῶν. στρογγύλαι παρειαὶ | 378 | |
5 | δολίων, αἱ δὲ λίαν μακραὶ φλυάρων καὶ ματαιολόγων. | |
2.28 | Πρόσωπον τὸ πᾶν ἀνθρώπου σαρκῶδες μὲν ὂν εὐπαθοῦς καὶ ἡβῶντος ἀνδρός, ἄσαρκον δὲ φροντιστοῦ καὶ ἐπιβούλου. μικρὰ δὲ πρόσωπα μικρὰ καὶ ἤθη λέγει, τὰ δὲ λίαν μεγάλα νωθείαν καὶ ἀμαθίαν κατη‐ | |
5 | γορεῖ. προσώπῳ δὲ μάλιστα ἐπιφαίνεται μεγαλοπρέπεια καὶ ἀνελευθερία καὶ 〈εὐήθεια καὶ〉 κακοήθεια. ἔστι | |
γὰρ καὶ ἀνιαρὸν πρόσωπον καὶ σπουδῆς πλῆρες καὶ παιδιᾶς καὶ εὐμειδές τε καὶ ἀμειδὲς καὶ ὀδυρτικὸν καὶ ὑπνηλὸν καὶ ἐγρήγορον, καὶ τὰ ἄλλα ὡς ἔχει φύσεως | 379 | |
10 | εὖ μάλα φαίνεται. ὁποίῳ οὖν πάθει ἔοικε, κατὰ τοῦτο χρὴ φυσιογνωμονεῖν. σπασμοὶ προσώπου καὶ παρειῶν, εἰ μὲν ἐπὶ στυγναῖς προσόψεσιν εἶεν, μανίαν ἢ μωρίαν, εἰ δὲ ἐπὶ φαιδραῖς, μαχλοσύνην δηλοῦσιν. | |
2.29 | Ὦτα μεγάλα φοροῦσιν ἀναίσθητοι, μικρὰ δὲ κακοήθεις καὶ πανοῦργοι· ὦτα δὲ λίαν μικρὰ καὶ ὥσπερ | |
περιτετμημένα μωροί, τετράγωνα δὲ ὦτα μεγέθους αὐτάρκως ἔχοντα εὐαίσθητοι καὶ ἀνδρεῖοι. καὶ τὰ δια‐ | 380 | |
5 | γεγλυμμένα δὲ οἱ ἔχοντες εὐμαθεῖς καὶ συνετοί, τὰ δὲ ἀδιάγλυφα 〈καὶ στρογγύλα λίαν〉 ἀμαθεῖς ....... | |
2.30 | Κεφαλὴ μικρὰ πάνυ ἀναίσθητον καὶ ἀσύνετον σημαίνει, ἡ δὲ μείζων τῆς συμμέτρου εὐαίσθητον καὶ ἀνδρεῖον καὶ μεγαλοπρεπῆ, ἡ δὲ σύμμετρος εὐαίσθητον μέν, ἄνανδρον δὲ καὶ ἀνελεύθερον πάνυ, ἡ δὲ μεγάλη | |
5 | πάνυ δυσαίσθητον καὶ ἀμαθῆ. λοξοὶ δὲ τὰς κεφαλὰς | |
ἄνδρες ἀναιδεῖς, οἱ δὲ πάνυ ὑψηλοὶ αὐθάδεις· οἱ τὰ ὄπισθεν τῶν κεφαλῶν χθαμαλὰ ἔχοντες ἄψυχοι. ὅσοι δὲ τὰ παρ’ ἑκάτερα τῆς κεφαλῆς κοῖλα ἔχουσι, δολεροὶ καὶ παλίγκοτοι. κεφαλὴ μέση χθαμαλὴ ἠρέμα εὖ μεγέ‐ | 381 | |
10 | θους τε καὶ ὀρθότητος ἔχουσα ἀρίστη πασῶν εἴς τε εὐαισθησίαν καὶ μεγαλόνοιαν κέκριται. | |
2.31 | Οὐκ αὐτοτελῆ εἰς τὸ φυσιογνωμονῆσαι τὰ ἀπὸ τῶν χροιῶν καὶ τριχῶν σημεῖα, ὅθεν οὐδὲ κατὰ ἔθνη ῥᾴδιον ἀποφήνασθαι, ὅστις ἀπὸ τοῦδε τοῦ ἔθνους, | |
ἄλλως τε καὶ διὰ τὸ ἐπιμεμῖχθαι ἀλλήλοις τοὺς ἀπὸ | 382 | |
5 | τῶν ἐθνῶν καὶ Σύρους μὲν ἐν Ἰταλίᾳ, Λίβυας δὲ ἐν Θρᾴκῃ καὶ ἄλλους ἀλλαχοῦ διεσπάρθαι. ὡς δὲ 〈ἐπὶ τὸ〉 πολὺ οἱ μὲν ὑπὸ τῇ ἄρκτῳ οἰκοῦντες εὐμήκεις εἰσί, ξανθοί, λευκοὶ τὰς κόμας, ἁπαλότριχες, γλαυκοί, σιμοί, παχυσκελεῖς, περιπληθεῖς σαρκὶ λαγαρᾷ, προ‐ | |
10 | γάστορες, ἁπλοῖ, θυμοειδεῖς, ὀλιγόβουλοι, θερμόβουλοι, δυσμαθεῖς, οἱ δὲ ὑπὸ τῇ μεσημβρίᾳ μελανότριχες, οὐλό‐ τριχες, μελανόφθαλμοι, λεπτοσκελεῖς, εὐμαθεῖς, πολυ‐ γνώμονες, κουφόνοοι, ψεῦσται, κερδαλέοι, ἐπίκλοπα νοή‐ | |
ματα ἔχοντες. ἧσσον δὲ καὶ μᾶλλον ἑκάτεροι αὐτῶν | 383 | |
15 | ἕκαστα τούτων ἔχουσιν, ὅσῳ προσεχεῖς μᾶλλόν εἰσιν ἢ πάλιν διαστήματι πλείονι κεχωρισμένοι τῆς μεσημ‐ βρίας ἢ τῆς ἄρκτου. τὰ δὲ μέσα τῆς οἰκήσεως μέσην ἔχει τὴν ἰδέαν καὶ συμμιγῆ 〈τά τε〉 σημεῖα καὶ τὰς γνώμας. οἱ δὲ ἑῷοι καὶ ἑσπέριοι, καθὸ μεσημβρινώ‐ | |
20 | τεροι καὶ ἀρκτικώτεροί εἰσιν, αὐτοὶ ἑαυτῶν διαφέρουσιν. ἔχουσι γὰρ διαφορὰν Λιβύων οἱ τὰ ἄκρα τῆς Λιβύης τὰ ἑσπέρια νεμόμενοι καὶ Ἰβήρων οἱ εἰς τὴν ἔξω θά‐ λασσαν καθήκοντες, καίτοι ἀμφότεροι ἑσπέριοί εἰσιν· | |
ἀλλὰ οἱ μὲν Λίβυες Αἰθίοψιν ὅμοιοι, οἱ δὲ Ἴβηρες | 384 | |
25 | Κελτοῖς. ὡς γὰρ ἐν βραχεῖ δηλῶσαι, ἡ μὲν μεσημ‐ βρία ξηρότητι καὶ θερμότητι ὡς ἐπὶ τὸ πλεῖστον κέ‐ κραται, ἡ δὲ ἄρκτος ὑγρότητι καὶ ψυχρότητι· τὰ δὲ ἄλλα χωρία, καθόσον τούτων ἑκατέρᾳ πλησιάζει, καὶ τῆς κράσεως 〈μεταλαμβάνει καὶ φύει τά τε ἄλλα καὶ | |
30 | ἀνθρώπους κατὰ λόγον τῆς οἰκείας κράσεωσ〉 τά τε εἴδη καὶ τὰ ἤθη παρεχομένους, πλὴν αἴτιον τοῦ ποικίλους εἶναι γεγένηται τὸ πολλοὺς ἀπὸ ἄλλων ἐθνῶν εἰς ἕτερα μετελθόντας κατῳκηκέναι. | |
2.32 | Εἰ δέ τισι τὸ Ἑλληνικὸν καὶ Ἰωνικὸν γένος ἐφυλάχθη καθαρῶς, οὗτοί εἰσιν αὐτάρκως μεγάλοι ἄν‐ | |
δρες, εὐρύτεροι, ὄρθιοι, εὐπαγεῖς, λευκότεροι τὴν χρόαν, ξανθοί, σαρκὸς κρᾶσιν ἔχοντες μετρίαν εὐπαγεστέραν, | 385 | |
5 | σκέλη ὀρθά, ἄκρα εὐφυῆ, κεφαλὴν μέσην τὸ μέγεθος, περιαγῆ, τράχηλον εὔρωστον, τρίχωμα ὑπόξανθον ἁπα‐ λώτερον οὖλον πράως, πρόσωπον τετράγωνον, χείλη λεπτά, ῥῖνα ὀρθήν, ὀφθαλμοὺς ὑγροὺς χαροποὺς γορ‐ γοὺς φῶς πολὺ ἔχοντας ἐν ἑαυτοῖς· εὐοφθαλμότατον | |
10 | γὰρ πάντων 〈τῶν〉 ἐθνῶν τὸ Ἑλληνικόν. | |
2.33 | Δῆλον δὲ ἀπὸ τῶν προλελεγμένων, ὡς ἡ μὲν μέλαινα χροιὰ δειλίαν καὶ πολυμηχανίαν μηνύει, ἡ δὲ λευκὴ καὶ ὑπόξανθος ἀλκὴν καὶ θυμὸν λέγει, τὸ δὲ | |
πάνυ λευκὸν ἄκρατον εἰς ἀνανδρίαν φέρει, πυρρὸν δὲ | 386 | |
5 | τὸ σῶμα πᾶν δολεροῦ καὶ πολυτρόπου ἀνδρός ἐστι δεῖγμα. χροιὰ δὲ ἀνατετραμμένη ὑπόχλωρος δειλίας ἅμα καὶ κακομηχανίας σημεῖον, εἰ μὴ ὑπὸ νόσου γε‐ γένηται. τὸ δὲ μελάγχλωρον καλούμενον χρῶμα δειλόν, γαστρίμαργον, λάλον, ὀργίλον, γλώσσαλγον, τὸ δὲ φλο‐ | |
10 | γοειδὲς χρῶμα ἐμμανές, τὸ δὲ πράως ἐρυθρὸν εὐφυές, εὐμαθές, ὀξυκίνητον. | 387 |
2.34 | ταῦτα μὲν περὶ παντὸς 〈τοῦ〉 σώματος· κατὰ μέρος δέ, τὰ στέρνα ὑπέρυθρα ὄντα ζέειν ἔνδον τὴν ὀργὴν ἀπαγγέλλει, ὥσπερ εἴ τις καὶ τὰς περὶ τὸν αὐχένα φλέβας καὶ τὰς ἐν τοῖς κροτάφοις | |
5 | οἰδούσας ἔχει, ὡς ἐμφανεῖς εἶναι καὶ αἱματώδη ἔχειν | |
τὴν χρόαν. | 388 | |
2.35 | Πρόσωπα αὐτὰ καθ’ ἑαυτὰ ἐρυθρὰ αἰσχυντη‐ λοὺς δηλοῖ· εἰ δὲ μόναι αἱ παρειαὶ τοιαῦται εἶεν, οἰνόφλυγας σφᾶς λέγε. | |
2.36 | Περὶ δὲ τῶν ἐν ὀφθαλμοῖς χροιῶν εἴρηται μὲν ἤδη, καὶ ἐνταῦθα δὲ ὅσα ἡ χρεία ἀπαιτεῖ λεχθήσεται. | |
ὅσοι ὀφθαλμοὶ ὑποφοινίσσουσιν, εἰ μὲν ἅμα ξηρότητι διακαεῖς εἶεν, ὀργίλους εἶναι λέγων οὐκ ἂν ἁμάρτοις· | 389 | |
5 | εἰ δὲ ἅμα ὑγρότητι, οἰνόφλυγες. γλαυκότης ἐν ὀφθαλ‐ μοῖς ἀγριώτερον, μελανότης ἡμερώτερον· γλαυκὰ γὰρ τῶν ἀγρίων ζώων τὰ πλείω, τὰ δὲ ἥμερα μελανόμματά πως εὑρήσεις. τῶν δὲ γλαυκῶν τὸ μὲν λίαν λευκὸν δειλόν, τὸ δὲ χολῶδες ἄγριον, τὸ δὲ ταῖς ἐλαίαις κατὰ | |
10 | τὴν χροιὰν ὅμοιον ἄλκιμον· τοῦ γε μὴν μέλανος τὸ μὲν πάνυ μέλαν δειλόν τε καὶ δολερόν, τὸ δὲ ὑπό‐ ξανθον καρτερόν τε καὶ μεγαλόψυχον. τὰ γὰρ μαρμα‐ ρύσσοντα ὄμματα μαργοσύνην κατηγορεῖ, τοιοῦτον γὰρ καὶ ἡ αἲξ βλέπει, τὰ δὲ πυρώδη ἀναισχυντίαν, κυνὸς | 390 |
15 | γὰρ τοῦτο τοῖς ὀφθαλμοῖς τεκμαίρου. ὠχρὰ δὲ ὄμματα καὶ ἀλλοχροίας ἔχοντα πτῶκα ἄνδρα καὶ ὑποπτευτὴν σημαίνει. στίλβοντες ὀφθαλμοὶ ἀφροδίσιοι, οἵους ἔχου‐ | |
σιν οἱ ὄρνιθες. | 391 | |
2.37 | Ἄνδρα οὐλότριχα 〈πάνυ〉 δειλὸν καὶ κερδα‐ λέον λέγε, τὸν δὲ ἰθύτριχα ἀγριώτερον καὶ ἀνοητότερον. ἀρίστη δὲ κόμη ἡ τὸ μέσον τούτων ἔχουσα, ὥσπερ καὶ πυκνότης τριχῶν ἄκρα θηριώδης καὶ ψεδνότης δὲ κακο‐ | |
5 | ηθείας καὶ δόλου σημεῖον, τὸ δὲ τούτων μέσον ἐπαινε‐ τόν. μαλακαῖς δὲ πάνυ θριξὶ τετριχῶσθαι γυναικεῖον. οὐ μὴν αἱ πάνυ σκληραὶ τρίχες ἀγαθαί, ἀγριότητος γὰρ τὸ σημεῖον· τὸ δὲ μέσον καὶ ἐν τούτοις ἄριστον. μέλαινα κόμη δειλίαν καὶ πολυκέρδειαν ἀγγέλλει, ἡ δὲ | 392 |
10 | ἄγαν ξανθὴ καὶ ὑπόλευκος, ὁποία Σκυθῶν καὶ Κελτῶν, ἀμαθίαν καὶ σκαιότητα καὶ ἀγριότητα, τὸ δὲ πράως | |
ὑπόξανθον εἰς εὐμαθίαν καὶ ἡμερότητα καὶ εὐτεχνίαν συντείνει. πυρρότης δὲ ἄκρατος κατὰ τὸ τῆς ῥοιᾶς ἄνθος οὐκ ἀγαθόν, ὡς ἐπὶ πλεῖστον γάρ ἐστιν αὐτῶν | 393 | |
15 | τὰ ἤθη θηριώδη καὶ ἀναίσχυντα καὶ φιλοκερδῆ. σκέλη τετριχωμένα πάνυ θριξὶ πυκναῖς καὶ μεγάλαις δυσμα‐ θίαν καὶ ἀγριότητα σημαίνει. ὅσοις δὲ ὀσφύες καὶ μηροὶ χωρὶς τῶν ἄλλων μερῶν πολύτριχές εἰσι, λαγνείας | |
εὐτυχοῦσι. γαστέρα καὶ στήθη ἐπὶ πολὺ κομῶντας κου‐ | 394 | |
20 | φόνους καὶ ἀλλοπροσάλλους καὶ ἀσελγεῖς λέγε. στέρνα δὲ αὐτὰ καθ’ ἑαυτὰ τετριχωμένους θριξὶν ἀμφιλαφέσι θερμοβούλους καὶ εὐψύχους λέγε. ὤμους δὲ καὶ μετά‐ φρενα τετριχῶσθαι ὀρνίθιον ἄντικρυς· μετάρσια γὰρ νοήματα καὶ οὐ στερεὰ δείκνυται. τὸ δὲ πᾶν σῶμα | |
25 | δεδασύνθαι τριχὶ στερεᾷ καὶ ἀμφιλαφεῖ βοῶδες. τοῦ δὲ αὐχένος τὸ πρὸς τῇ κεφαλῇ δεδασύνθαι πρὸς ἀλκῆς τε καὶ εὐψυχίας νόμιζε. καὶ τοῦ μετώπου δὲ εἰ εἰς τὸ μέσον ἐπικαταβαίνοι ἡ χαίτη, εἰς δὲ τὰ ἑκατέρωθεν ὑποχωροίη, μεγαλοψυχίας καὶ ἀλκῆς πλήρης ὁ τοιοῦτος. | 395 |
30 | τρίχες δὲ ὀρθαὶ ἑστῶσαι δειλίας καὶ κακομηχανίας | |
μάρτυρες. ὅσοις τῶν ὀφρύων τὰ 〈μὲν〉 πρὸς τὴν ῥῖνα κάτω νεύει, τὰ δὲ ἐφ’ ἑκάτερα εἰς τοὺς κροτάφους χωρεῖ, τούτους ὑσὶν εἴκαζε. οἱ δὲ σφόδρα συνόφρυες ἀνιαροί· πρέπει γὰρ αὐτοῖς ἀνία. | 396 | |
2.38 | Περὶ δὲ κινήσεως τάδε ἴσθι, ὡς τὸ μὲν αὐτο‐ φυὲς αὐτῆς καὶ ἀπρονόητον χρὴ διαγινώσκειν κατὰ τὸ πρέπον. ὅσοι δὲ σχηματίζουσιν ἑαυτοὺς καὶ κινοῦνται ἐπιτετηδευμένως, φυσιογνωμόνει καὶ τούτους. τριπλοῦν | |
5 | δὲ τὸ γένος τούτων. οἱ μὲν γὰρ σεμνότητα περινοοῦσιν ἀρχὰς καὶ δυνάμεις ἐν πόλει μνώμενοι καὶ γάμους ἐν‐ δόξους, ἐνίοτε δὲ εἰς εὐτέλειαν καὶ φειδωλίαν καὶ εἰς περιχαρίαν καὶ εἰς στυγνότητα ἑαυτοὺς μετατυποῦσι, δι’ οὗπερ ἂν ἀρέσειν τρόπου τούτοις νομίσωσιν οὓς | |
10 | θεραπεύουσιν. ἕτεροι δὲ ἁβρύνονται αὐτῶν, οἱ μὲν | |
γὰρ παιδικοῖς ἀρέσαι βουλόμενοι, οἱ δὲ ἄνδρας ἐφ’ ἑαυτοὺς ὥσπερ γυναῖκες προκαλούμενοι. τὸ δὲ τρίτον εἶδός ἐστι τῶν ἀνδρογύνων μὲν ὄντων φύσει, πλατ‐ τόντων δὲ ἑαυτοὺς εἰς τὸ ἀνδρεῖον· οἳ φωρῶνται ῥᾳ‐ | 397 | |
15 | δίως. καὶ γὰρ βάδισμα καὶ φθέγμα καὶ βλέμμα μι‐ μεῖσθαι σπουδάσαντες ἀνδρός, εἴπερ ἐξαίφνης φοβηθεῖεν ἢ καὶ ἀνιαθεῖεν, ταχὺ παλινδρομοῦσιν εἰς τὴν ἑαυτῶν φύσιν. καὶ χωρὶς δὲ τούτου τὸ ἐπιτηδευόμενον αὐτοῖς οὐ χαλεπῶς ἄν τις καταμάθοι. | |
2.39 | Οἱ μακρὰ βαίνοντες τελεστικοὶ παντὸς πράγμα‐ τος, μεγαλόνοι· οἱ μικρὰ βαίνοντες ἄπρακτοι, πικροί, ἔνιοι δὲ καὶ φειδωλοὶ καὶ ἐπίκλοποι τὰ ἤθη καὶ λα‐ θραῖα βουλευόμενοι. ταχυτὴς δὲ ἐν κινήσει ἅμα μὲν | |
5 | ὀρθότητι καὶ λαμπρότητι εἴδους θερμόβουλον, ἐγχειρη‐ | |
τήν, 〈οὐ〉 δράστην ἔφηνεν. εἰ δὲ ταχὺ βαίνων ὑφορῷτο καὶ πτώσσοι καὶ τὸ πᾶν εἶδος καθέλκοι καὶ συνάγοι ἑαυτόν, φειδωλίας καὶ δειλίας καὶ κακομηχανίας καὶ ἀνελευθερίας πιστὰ παρέχει τεκμήρια. ἅμα δὲ κινήσει | 398 | |
10 | ταχείᾳ τάραχος ἐν ὀφθαλμοῖς καὶ κεφαλῆς ἀστασία καὶ ἄσθματα ταῦτ’ εἴδη κακορέκτου καὶ μεγαλορέκτου καὶ φευκτέου ἀνδρός. ὁ δὲ ταχὺ μέν, μικρὰ δὲ βαίνων φιλοκερδής, κακοῦργος δειλίας τε εἰς ἄκρον ἥκων. σχο‐ λαία βάδισις αὐτοφυὴς μὲν νωθεστέρα, βαθυγνώμων | |
15 | δὲ καὶ πραεῖα, εἰ μὴ ἀντιλέγοι τὰ μείζω σημεῖα. εἰ δὲ ἑκὼν βραδύνοι καὶ ἐφιστάμενός γε ἐν ταῖς ὁδοῖς περιβλέποι ὑψαυχενῶν, ἴσθι ὑβριστὴν ὄντα καὶ ὑπερ‐ ήφανον καὶ μοιχικόν. | |
2.40 | χεῖρας δὲ καὶ πόδας καλόν ἐστι φορᾶς τε ἔχειν κατὰ ταὐτὸν τῷ παντὶ 〈σώματι〉 καὶ κινήσεως. ὁ δὲ ἐν τοῖς ὤμοις ὑποκινούμενος καὶ ἅμα πράως κεκυφὼς μεγαλονοίας καὶ ἀνδρίας εὖ ἥκει· | 399 |
5 | οὕτω γὰρ καὶ λέων βαίνει. ὁ δὲ ἐν τοῖς ὤμοις ὑπο‐ κινούμενος, ὀρθὸς δὲ ὢν καὶ ὑψαυχενῶν αὐθάδης τε καὶ 〈ἀπειθὴς καὶ〉 ὑβριστής· οὕτω γὰρ βαίνει ἵππος. καὶ τὰ λοιπὰ δὲ ἀπὸ τούτων συμβαλεῖν ἂν δύναιο. οἱ δὲ παντὶ τῷ σώματι κινούμενοι ὁμοῦ τε καὶ καθ’ ἕκαστον | |
10 | τῶν μελῶν ἀνδρόγυνοί εἰσι, τοῦτο γὰρ ἄντικρυς γυναι‐ κεῖον. ἀνδρόγυνοι δὲ καὶ οἱ κλίνοντες αὑτοὺς εἰς τὰ | |
δεξιὰ 〈ἐν〉 τῇ κινήσει· οἱ δὲ εἰς τὰ ἀριστερὰ ἀπο‐ κλίνοντες ἀνοητότεροι. ὅσοι δὲ κατακλῶσι σφᾶς αὐτοὺς καὶ ἐγκλίνουσι, κόλακές εἰσι· τοῦτο γὰρ ποιεῖ ὁ κύων, | 400 | |
15 | ὅταν σαίνῃ καὶ θωπεύῃ. | |
2.41 | Πνεῦμα τὸ λίαν ἀτρεμοῦν, ὡς ἀπνόῳ ἐοικέναι, φροντιστοῦ ἀνδρός· ὁποία δὲ ἡ φροντίς, παρὰ τῶν ὀφθαλμῶν μάνθανε. εἰ δὲ ἀτρεμὲς ὂν ἐπὶ πολὺ ἀθρόως | |
ἐπίοι ὥσπερ ἐκ παλιρροίας καὶ πλημμυρίδος, λύπῃ τινὶ | 401 | |
5 | συνέχεται. εἰ δὲ καὶ κεφαλὴν ἐπικινῶν ἅμα ἐπιστένει, μετανοεῖν ἔοικε κακόν τι δράσας ἢ εἰπών. ἐὰν δὲ δεδορκόσι τοῖς ὀφθαλμοῖς ταῦτα ποιῇ, προβουλεύει κακὰ μᾶλλον ἢ μετανοεῖ. πνεῦμα λεῖον σχολῇ καὶ ἀψοφητὶ χωροῦν τὴν γνώμην εὖ ἔχειν δηλοῖ. ὅταν δὲ | |
10 | ὑποβρυχᾶται καὶ μεγάλα ἀναπνέῃ, ἀγριότητα καὶ οἰνο‐ φλυγίαν κατηγορεῖ· οἱ δὲ ἀσθματίαι, ὁπόσοις καθάπερ ἐκ δρόμου τὸ πνεῦμα ἐλαύνεται, ἄβουλοι, κακόθυμοι, παντορέκται, παντοεπεῖς. ὅσοι δὲ μετάρσιον ἐμπνέουσι καὶ αὐτοῖς πυκνόν τε καὶ ἐλαφρὸν τὸ πνεῦμα ἐν ταῖς | 402 |
15 | ῥισὶν ἐμπνεῖ, δειλία καὶ ἀθυμία ἐν τούτοις ἐστί· γί‐ νονται δὲ καὶ ἀνδρόγυνοι, ὅταν τὰ ἄλλα σημεῖα συμ‐ | |
μαρτυρῇ. | 403 | |
2.42 | Φθέγγεσθαι βαρὺ πάνυ καὶ σαθρὸν ἀνοήτῳ καὶ ὑβριστῇ καὶ γαστριμάργῳ πρέπει· ἠχὴ δὲ κακοηχε‐ στέρα βληχωδεστέρα ἀναισθήτου. ὅσοι δὲ ἀπὸ βαρέος ἀρξάμενοι φθόγγου εἰς ὀξὺν τελευτῶσιν, ὀδύρται, δύσ‐ | |
5 | θυμοι· ὀξὺ δὲ καὶ αὐχμηρὸν φθέγγεσθαι ποικίλου ἀνδρός ἐστιν. ὁ δὲ ὀξὺ καὶ μαλακὸν καὶ εὐκαμπὲς φθεγγόμενος ἀνδρόγυνον ἐπισημαίνει. ὅσοι δὲ κοῖλον καὶ βαρὺ καὶ ἀκαμπὲς ἠχοῦσι, γενναῖα τούτοις τὰ ἤθη καὶ μεγαλόνοια αὐτοὺς κοσμεῖ καὶ δικαιότης. ὅσοι δὲ | 404 |
10 | μαλακόν τε καὶ βαρὺ φθέγγονται, ἤπια καὶ τούτοις τὰ νοήματα. οἱ δὲ κλαγγηδὸν φθεγγόμενοι ὀξύ τε καὶ | |
ὀρνίθιον φθέγμα ἱέντες μάργοι καὶ χαῦνοι καὶ μετάρσια νοοῦντες. ἀσθενὴς δὲ φωνὴ καὶ ἅμα γοερὰ φιλοκερδῆ καὶ ἀνιαρὸν καὶ ὕποπτον ἐν πᾶσιν ἄνδρα σημαίνει. | 405 | |
15 | ὁπόσοι δὲ ἐν ῥινὶ φθέγγονται, ψευδεῖς, κακοήθεις, βάσκανοι, πήμασιν ἄλλων χαίροντες. σφοδρὸν φθέγ‐ γεσθαι καὶ ὑπόσαθρον ὀργὴν καὶ βίαν καὶ ἀνομίαν καὶ μισανθρωπίαν σημαίνει. ὀξὺ δὲ καὶ ἀσθενὲς | |
φθέγγεσθαι ἀργίας καὶ δειλίας, ταχὺ δὲ ἀβουλίας καὶ | 406 | |
20 | ἀνοίας σημεῖον. οἱ χαλεπῶς φθεγγόμενοι κακοὶ καὶ ἀνόητοι ὡς ἐπὶ τὸ πολύ. εἰ δέ τι ἄλλο, καὶ φωνὴν τῶν ζώων πρὸς ἕκαστον, ὅτῳ ἄν τις ὅμοια φθέγγηται, ἀναφέρειν τε χρὴ καὶ διαιρεῖν εἰς τὸ ὅμοιον ἦθος. οἱ μὲν γὰρ κυσίν, οἱ δὲ πιθήκοις, οἱ δὲ ὄνῳ, οἱ δὲ ἵπποις, | |
25 | οἱ δὲ ἄρκῳ, ἄλλοι δὲ προβάτῳ καὶ ἄλλοις ζώοις ὁμοίαν | |
φθογγὴν ἀφιᾶσιν. εἰδέναι γε μὴν καθόλου προσήκει, ὡς ἐν κινήσει καὶ φωνῇ καὶ χροιᾷ καὶ μεγέθει καὶ μελῶν ἁρμονίᾳ τὸ μέσον τῆς κράσεως χρηστὸν ὡς τὸ πολύ, τὸ δὲ ἐναντίον κακόν. | 407 | |
2.43 | Ὅρους δὲ εἰδῶν ἀνθρώπων ὑποδεῖξαι ἀναγ‐ καῖον οὐ πάντας, ἀλλ’ ὅσοι ἀξιόλογοι αὐτῶν· ἀπὸ γὰρ τούτων οὐ χαλεπὸν καὶ τὰ λοιπὰ γινώσκειν. | |
2.44 | Εἶδος οὖν ἀνδρείου ὄρθιον τὸ πᾶν σχῆμα, | |
πλευραὶ καὶ ἄρθρα πάντα καὶ τὰ ἄκρα τοῦ σώματος ἐρρωμένα, ὀστέα μεγάλα, κόμη σκληρά, κοιλία πλατεῖα καὶ κοίλη, ὦμοι καρτεροί, ὠμοπλάται εὐρεῖαι διεστη‐ | 408 | |
5 | κυῖαι, στέρνα ῥωμαλέα καὶ μετάφρενα, ἰσχίον σκληρόν, σκέλη σαρκώδη, περὶ τοῖς σφυροῖς καρτερία, πόδες ἀρθρώδεις, χρῶμα ὀξύτερον, βλέμμα ὑγρὸν γοργόν, οὐ μεγάλοι ὀφθαλμοὶ οὐδὲ πάνυ ἀναπεπετασμένοι οὐ μὴν | |
οὐδὲ μύοντες, ὀφρύες οὐ τεταμέναι, μέτωπον οὔτε | 409 | |
10 | λεῖον οὔτε τραχύ, φωνὴ ἀπηνεστέρα ἰσχυρὰ μεγάλη, πνεῦμα εὐσταθές. τοιοῦτος μὲν ὁ εὔψυχος καὶ ἰσχυρός. | |
2.45 | Ὁ δὲ δειλὸς τοιοῦτος· τρίχες μαλακαί, τὸ πᾶν σχῆμα ἀνειμένον, τράχηλος μακρός, τὸ χρῶμα μελί‐ χλωρον, τὸ ὄμμα ταραχῶδες, βλέφαρα ταχυκίνητα, ἆσθμα θορυβῶδες, σκέλη λεπτά, ὀσφὺς μακρά, στέρνα | |
5 | ἀσθενῆ, μακρόχειρ, φωνὴ λιγυρὰ μαλακή. | 410 |
2.46 | Τὸν δὲ εὐφυῆ τοιοῦτον εἶναι χρή· μεγέθους εὖ ἥκοντα, λευκὸν ὑπέρυθρον ξανθόν, οὐ πάνυ οὖλον οὐδὲ εὐθύτριχα, τὸ πᾶν σῶμα ὄρθιον ὄντα, μέλη με‐ γάλα, τὰ ἄρθρα ἀπολελυμένα ἀλλήλων, σὰρξ μετρία | |
5 | ἁπαλή, σκέλη καὶ μηροὶ εὐτραφεῖς, σφυρὰ καρτερά, ποδῶν καὶ χειρῶν ἄρθρα γενναῖα, δάκτυλοι ἁπαλοὶ | |
εὐμήκεις διεστῶτες ἀλλήλων, πρόσωπα οὐ πάνυ σαρ‐ κώδη οὐδὲ μὴν λεπτά, ὀφθαλμοὶ ὑγροὶ εὐλαμπεῖς χαροποί, τὸ ἐν αὐτοῖς ἦθος γεγηθός. | 411 | |
2.47 | Τὸν δὲ ἀναίσθητον τοιοῦτον εἶναι πρέπει· λευκὸν πάνυ 〈ἢ μέλανα πάνυ〉, σαρκώδη, προγάστορα, παχυσκελῆ, τὰ δὲ ἄρθρα μικρὰ συνδεδεμένα, κλεῖδας συμπεφυκυίας, τράχηλον κολοβὸν παχύν, ἄκρα ἀτελῆ, | |
5 | παρειὰς σαρκώδεις, μέτωπον στρογγύλον, βλέμμα κωφὸν | |
ἀχανές. | 412 | |
2.48 | Ἀναίσχυντον δὲ ἄνδρα οὕτω χρὴ πεφυκέναι· ὀφθαλμοὶ ἀνεπτυγμένοι λαμπροί, βλέφαρα ἀναπεπε‐ τασμένα παχέα, παχύπους, παχύρριν, ἀντίον ὁρῶν, ἄνω τείνων ἑαυτόν, πυρρὸς τὴν χροιάν, τὴν φωνὴν | |
5 | ὀξύς. | |
2.49 | Ὁ δὲ κόσμιος βαρὺ φθέγγεται, βραδὺ βαίνει, | |
τὰ βλέφαρα κινεῖ μέσως, οὔτε συνεχῶς οὔτε διὰ χρόνου, χαροπὸς οὐ λαμπρόν, ὑγρὸν δὲ ὁρῶν, ἐρυθήματος ὑπό‐ πλεώς ἐστιν. | 413 | |
2.50 | Σημεῖα εὐθύμου· μέτωπον σαρκῶδες λεῖον χθαμαλὸν καὶ τὸ πᾶν πρόσωπον σαρκωδέστερον, τὸ εἶδος ὑπνηλόν, ὀφθαλμοὶ ὑγροὶ εὐλαμπεῖς, οὐ δεδορ‐ | |
κότες, κίνησις σχολαία, φωνὴ ἠπία. | 414 | |
2.51 | Πρόσωπον ἀνιαροῦ ἰσχνόν, μέτωπον ῥυσσόν, ὀφρύες ἀπεστραμμέναι, βλέφαρα ἐντεταμένα, κινεῖται δὲ ὥσπερ οἱ ὑπέρινοι. | |
2.52 | Ὁ δὲ ἀνδρόγυνος ὑγρὸν βλέπει καὶ ἰταμόν, καὶ δονεῖται τὰ ὄμματα καὶ περιτρέχει, μέτωπον σπᾷ καὶ | |
παρειάς, αἱ ὀφρύες 〈οὐ〉 μένουσι κατὰ χώραν, τράχη‐ λος κέκλιται, ὀσφὺς οὐκ ἀτρεμεῖ, κινεῖται πάντα τὰ | 415 | |
5 | μέλη, καὶ ἐπιθρώσκει, ἁλματίας ἐστί, γονύκροτος, χει‐ ρῶν φοραὶ ὕπτιαι, περιβλέπει ἑαυτόν, φωνὴ λεπτὴ ἐπικλάζουσα λιγυρὰ σχολαία πάνυ. | |
2.53 | Πικρὸν δὲ ἄνδρα χρὴ σεσηρέναι, ὕπωχρον εἶναι, τραχὺ καὶ ξηρὸν βλέπειν, μέτωπον 〈ἔχειν〉 ῥυσσόν, φθέγγεσθαι σφοδρόν, ἀσθμαίνειν, χεῖρας συγκροτεῖν ἢ ἀνατρίβειν πολλάκις, πόδας ἐπιρρήσσειν. | 416 |
2.54 | Ὁ δὲ πρᾶος ὧδε πέφυκε· καρτερὸς τὸ πᾶν εἶδος, | |
εὔσαρκος σαρκὶ ὑγρᾷ μαλθακῇ, τοῖς μέλεσι σύμμετρος, τὸ βλέμμα εὐσταθές, βραδυκίνητος, σχολαία φωνὴ μα‐ λακή, τῶν τριχῶν ὁ περίδρομος ἄνω θρώσκων. | 417 | |
2.55 | Ὁ δὲ εἴρων καὶ παλίμβουλος τὰ ἀμφὶ τοὺς ὀφθαλμοὺς λαγαρὰ ἐχέτω, τὸ βλέμμα ὑπόκομψον, φω‐ νὴν ὑφειμένην, βαινέτω εὔστροφον καὶ κινείσθω πάντη | |
εὐρύθμως. | 418 | |
2.56 | Τὸν δὲ φιλάργυρον ἄνδρα τοιόνδε εἶναι λέγε· μικρομελῆ, μικρόμματον, μικροπρόσωπον, ταχυβάδιστον, ἐγκεκυφότα, ταχύφωνον, ὀξυβόην, τὴν χροιὰν ὑποφοι‐ νίσσοντα. | |
2.57 | Δασὺς ἀνὴρ θριξὶν ἰθυτενέσι μελαίναις, δα‐ | |
σεῖαν τὴν ὑπήνην ἔχων, κροτάφους δασεῖς, ὄμμα λι‐ παρὸν καὶ στίλβον καὶ ἀμαρύσσον. ὁ τοιοῦτος φιλό‐ κυβος, φιλορχηστής, φίλοινος. | 419 | |
2.58 | Γινώσκονται δὲ καὶ μωροπόνηροι ἔχοντες μικτὰ σημεῖα μωρίας καὶ πονηρίας ...... κατὰ τοῦτο οὖν εἰσι μωροπόνηροι, ὥσπερ τῶν θηρίων ὅσα τοῦ αὐτοῦ | |
γένους ὄντα τὰ μὲν ἥμερα, τὰ δὲ ἄγριά ἐστι. τούτων | 420 | |
5 | γὰρ τὰ καθ’ ἕκαστον ἐπισκοπῶν εἴσῃ, ὡς ἔοικε μὲν ἀλλήλοις τὰ εἴδη ἑκατέρων, ὅμως δὲ τὰ μὲν τῶν ἡμέ‐ ρων ἐστὶν εὐηθικώτερα, τὰ δὲ τῶν ἀγρίων τραχύτερα καὶ σκαιότερα καὶ ταραχωδέστερα ὡς τὸ πολύ. ὅπερ ἂν ἐπισκέψαιο μάλιστα ἐπὶ αἰγῶν ἀγρίων καὶ προ‐ | |
10 | βάτων καὶ ἵππων καὶ ὄνων καὶ ὅσα τοιαῦτα· ἐοικότα | |
γὰρ τοῖς εἴδεσιν ὅμως τὰ μὲν ἥμερα 〈πραότερα καὶ λειότερα〉 καὶ ἠπιώτερα, τὰ δὲ ἄγρια [καὶ] τραχύτερα καὶ σκληρότερα καὶ σφοδρότερα καὶ ξηρότερα, καὶ τὰ ἤθη οὖν αὐτῶν τοῖς εἴδεσιν ἀκολουθεῖ. | 421 | |
2.59 | καὶ ἐπὶ ἀνθρώπων τοίνυν οὕτω χρὴ διαιρεῖν. τὸ γὰρ διπλοῦν τοῦτο τῆς ἰδέας καὶ ἐν ἀνθρώποις φαίνεται καθ’ ἕκαστα τῶν σημείων. δίκαιοι γὰρ ἀπὸ τῶν αὐτῶν σημείων | |
5 | γινώσκονται, ἀλλ’ οἱ μὲν ἀγριώτερα τὰ ἤθη ἔχουσιν, οἱ δὲ ἡμερώτερα· καὶ σώφρονες ὁμοίως καὶ ἀνδρεῖοι. τὸ δὲ διάφορον τῶν σημείων τραχύτητι καὶ λειότητι καὶ τῷ ὑγρῷ τε καὶ ξηρῷ διαιρετέον. οὕτω δὴ καὶ ἐπὶ ἀδικίας καὶ ἀκολασίας ἔχει. καὶ ἐν τούτοις γὰρ | 422 |
10 | τοῖς σημείοις τοῖς αὐτοῖς οὖσι τὸ ἥμερόν τε καὶ ἄγριον | |
προσπεφυκὸς τὴν μὲν ἀγριωτέραν ἀδικίαν, τὴν δὲ ἠπιω‐ τέραν δείκνυσι· καὶ ἐν τοῖς ἀνδρογύνοις οἱ μὲν ἄγριοι, ἕτεροι δὲ τιθασσοί εἰσι, καὶ τούτων αὐτῶν οὐκ ἄλλῳ τῳ τὰ σημεῖα ἀλλ’ ἢ μόνοις οἷς εἴρηκα διαιρεῖται. | 423 | |
2.60 | Ὥσπερ καὶ τοῦ μωροπονήρου τετανόθριξ ἡ κεφαλὴ στενὴ λοξή, ὦτα ὑπερμεγέθη ἐπικεκλασμένα, αὐχὴν καὶ τράχηλος σκληρός, 〈κρόταφοι στρογγύλοι | |
γλαφυροί, μέτωπον στενὸν τραχύ,〉 ὀφθαλμοὶ ξηροὶ | 424 | |
5 | σκότιοι μικροὶ κοῖλοι ὑπορρέοντες ἀτενεῖς, παρειαὶ στεναὶ ἐπιμήκεις, γένειον μακρόν, στόμα ἄθυρον περί‐ μηκες ἄκλειστον, ὡς διεσχισμένα τὰ πρόσωπα φαί‐ νεσθαι, κυρτός, προγάστωρ, παχυσκελής, ποδῶν καὶ χειρῶν ἄρθρα 〈περιμήκη〉 παχέα καὶ σκληρά, ὑπό‐ | |
10 | χλωρος, κυλοιδιῶν ὥσπερ ἐξ ὕπνου καὶ κραιπάλης, φωνὴ βληχώδης μικρὰ θρασεῖα. | |
2.61 | Ταῦτα ὅσα εἴρηται καθάπερ ἐν γραφαῖς ἀχρόοις | |
γραμμῇ μόνῃ τύποι ἀνδρῶν εἰκασμένοι εἰσί· τὰ δὲ πολλὰ καὶ παντοδαπὰ εἴδη ἀνθρώπων ἐκ τῶν πολλῶν τῶν καθ’ ἕκαστον μέρος ὄντων σημείων ταῖς μίξεσιν | 425 | |
5 | αὐτῶν καὶ ταῖς δυνάμεσιν ἄλλοις τε πρὸς ἄλλο πει‐ | |
θόμενός τε καὶ ἀπιστῶν τεκμαίρου. | 426 |