TLG 0730 002 :: MELETIUS :: Hypothesis ad opus De natura hominis (e cod. Barocciano 131) Hypothesis ad opus De natura hominis (e cod. Barocciano 131) Citation: Page — (line) | ||
1(1t) | ΑΡΧΗ ΣΥΝ ΘΕῼ | |
2t | ΤΑ ΤΟΥ | |
---|---|---|
3t | ΜΕΛΕΤΙΟΥ ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΑΝΘΡΩΠΟΥ | |
4t | ΚΑΤΑΣΚΕΥΗΣ. | |
5 | Ἡ ΠΑΡΟΥΣΑ σύνοψις περὶ φύσεως ἀνθρώπου ἐπονήθη καὶ συνελέγη καὶ συντέθη παρὰ Μελετίου μοναχοῦ θέματος τοῦ Ὀψικίου Βάνδου Ἀκροκοῦ, χωρίου Τιβεριουπόλεως, μονῆς λεγο‐ μένης Τρεῖς, ἤτοι τῆς ἁγίας Τριάδος· οὐχ ὡς καινόν τι ἐπινοή‐ σαντος περὶ φύσεως ἀνθρώπου φυσιολογῆσαι, ἀλλὰ σύντομον | |
10 | καὶ ἀνελλιπῆ πραγματείαν ἐκθέσθαι τοῖς φιλομαθέσι καὶ φιλο‐ πόνοις βουλομένου· εἰ γὰρ καὶ πολλοὶ τῶν ἀρχαίων σοφῶν, πολλοὺς κατὰ ἀποτάγην, ἢ ἐν συντόμῳ περὶ τῆς φύσεως ἡμῶν λόγους συνέθεντο, ἀλλ’ οὐδεὶς ἀνελλιπῆ καὶ ἀνυστέρητον ταύ‐ την ἀπήρτησεν. | |
15 | Ὁ μὲν γὰρ Ἱπποκράτης περὶ φύσεως παιδίου καὶ ἄνδρος γράψας ὀλίγα τινὰ καὶ δυσδιάγνωστα, οὐδὲν περὶ τοῦ καθ‐ όλου ἀνθρώπου ἐμνημόνευσεν, ἢ τῶν ἐν αὐτῷ δυνάμεων, ἢ ἐν‐ εργειῶν, ἢ τῶν τοῦ σώματος μορίων. Ὁ γὰρ Γαλῆνος περὶ φύσεως μορίων μνησθεὶς, καὶ περὶ κράσεων, ἐν οὐδεμιᾷ τῶν | |
20 | πραγματειῶν αὐτοῦ φαίνεται τοιαύτην ὁλοκλήρως ὑπόθεσιν ἀναγράψας. Σωκράτης δὲ ἐτυμολογίας μᾶλλον μορίων καὶ ὀνομάτων ἐν τῷ περὶ φύσεως ἀνθρώπου συντάγματι αὐτοῦ, ὡς γραμματικὸς ἢ φιλόσοφος συνετάξατο. Οἱ δὲ ἅγιοι καὶ τῆς ἐκκλησίας διδάσκαλοι, οἷον ὁ μέγας Βασίλειος, ὁ ἀδελφὸς αὐ‐ | |
25 | τοῦ Γρηγόριος Νύσσης, ὁ χρυσολόγος Χρυσόστομος καὶ ὁ παμ‐ μακάριστος Κύριλλος, καὶ ἄλλοι πολλοὶ τῶν κατ’ αὐτοὺς ἐν | |
τοῖς λόγοις αὐτῶν τοῖς διδασκαλικοῖς σὺν τῷ θεολογικῷ φυσιο‐ | 1 | |
2 | λογήσαντες, πολλὰ περὶ τῶν τοῦ σώματος ἡμῶν μορίων, καὶ τῶν ψυχικῶν καὶ ζωτικῶν καὶ φυσικῶν δυνάμεων καὶ ἐνεργειῶν συνεφιλοσόφησαν· οὐδεὶς μέντοι γε τῶν προειρημένων ἀνδρῶν, ἢ τῶν ἁγίων τούτων συναγαγὼν φαίνεται τὴν ὅλην ὑπόθεσιν, | |
5 | τοῦ μὴ τὴν πραγματείαν ἀποτέλεσαι· τὰ οὖν διεσπαρμένα, ὡς ἐν ταῖς τούτων βίβλοις ἐγκείμενα, αὐτὸς ἐκλαβὼν, τὸ παρὸν ὡς ἐνὸν συνεστησάμην δὴ σύγγραμμα· τοῖς μὲν ὡς εἰκὸς ἔχειν αὐτὸ βουλομένοις, ὑπόμνημα τῆς φύσεως καὶ τῆς συστάσεως τοῦ σώματος παντὸς ἐσόμενον· ἐμοὶ δὲ γυμνάσιον καὶ τῆς ἀμα‐ | |
10 | θίας προφύγιον· δεῖ οὖν τὸν ἀπεριεργῶς ἀναγινώσκοντα μετὰ ἀγάπης καὶ φόβου Θεῷ, καὶ χάριν ὠφελείας τοῦτο ποιεῖν· καὶ μὴ θηρεύειν λέξεις πρὸς κακίζειν τὸν συγγραψάμενον· οὐδὲ γὰρ πᾶσιν ὡς οἶμαι εὔληπτά εἰσιν ὦδε τὰ συμταγέντα. ἀλλὰ καὶ πολλῆς τὰ πολλὰ τοῖς πολλοῖς δεόμενα τῆς συντάξεως· | |
15 | καὶ μάλιστα τοῖς ἀπείρως ἔχουσι πρὸς φιλοσοφίαν καὶ ἰατρι‐ κὴν ἐπιστήμων. Ἔστιν οὖν ἡ πᾶσα πραγματεία ἐξ ὑπαρχῆς συνηνωμένη καὶ συνδεδεμένη, καὶ οἷον διηρθρωμένη, καὶ τὰ καθ’ ἕκαστον τοῦ σώματος μόρια διασαφοῦσα, καὶ τὴν φυσικὴν σύνθεσιν | |
20 | διερευνῶσα· καὶ τὰ τοῦ κόσμου στοιχεῖα μετὰ τοῦ σώμα‐ τος ἐναρμόζουσα· καὶ ποῖον τοῦ κόσμου μετὰ τοῦ σώματος ἐξισάζεται· καὶ τί τὰ ἁπλᾶ στοιχεῖα καὶ πρῶτα· καὶ ποῖα τὰ ὁμοιομερῆ, καὶ ποῖα τὰ ἀνομοιμερῆ μόρια· καὶ πόσαι δυνάμεις περὶ τὸ ζῶον ἐνεργοῦσι· καὶ πόσαι αἰσθήσεις· καὶ τί τὸ τρι‐ | |
25 | μερὲς τῆς ψυχῆς, καὶ τίνων ὁ νοῦς αὐτοκράτωρ· καὶ πόθεν ὁ λόγος γεννᾶται· καὶ τίς ὁ προφορικὸς λόγος, καὶ τίς ὁ ἐνδιά‐ θετος· καὶ τί ὄρεξις, καὶ πόθεν γίνεται· καὶ πῶς αἱ τροφαὶ κατεργάζονται, καὶ πῶς πέπτονται, καὶ πῶς ἀναδίδονται· καὶ πόσαι πέψεις, καὶ πόσα περιττωμάτων γένη· καὶ πῶς τὸ αἷμα | |
30 | γεννᾶται, καὶ πόθεν ὅλον τὸ σῶμα ἐπαρδεύεται· καὶ πῶς ὕπνος γίνεται· καὶ διατί καὶ πόθεν συνίσταται γέλως καὶ χαρά, καὶ λύπη καὶ δάκρυον· ἐπειδὰν δὲ οὕτως ἡ ὑπόθεσις ἀναπληρωθῇ καὶ | |
οἷον συνυφανθῇ, ὥσπερ ἐπανάληψιν ποιούμενος, ὁ λόγος τὰ ὅλα | 2 | |
3 | πάλιν μόρια διηρημένως ὑπεξέρχεται· ἐτυμολογῶν ἕκαστον, καὶ τὴν φυσικὴν, καὶ ἐνέργειαν, καὶ τὰς ὀνομασίας καὶ τοὺς ὅρους ὑποδεικνύων ἀπὸ κεφαλῆς ἕως ποδῶν, οὐ ταυτολογῶν ὡς ἂν οἰη‐ θείη τις, ἀλλὰ τὰ ἐν ἐπιτομῇ εἰρήμενα καὶ συνεσταλμένως | |
5 | πλατυκώτερον ἐκδιδάσκων, καὶ πρὸς τὸ σαφέστερον διευκρινῶν τοῖς ἀκούουσι· διὰ ταῦτα καὶ πίναξ ὑποτίθεται εἰς διάγνωσιν εὐχερῆ. αʹ. περὶ τῆς καφαλῆς καὶ τῶν ταύτης ὀστῶν καὶ ῥαφῶν· καὶ διατί εἴρηται κεφαλὴ, καὶ διατί στρογγύλη ἐστὶ καὶ οὐχὶ | |
10 | μακρά· καὶ πόσαι ταύτης ὀνομασίαι· καὶ περὶ τοῦ ἐγκεφάλου, καὶ διατί ψυχρός ἐστι καὶ λευκὸς καὶ ἄναιμος· καὶ περὶ νεύ‐ ρων καὶ μυῶν. βʹ. περὶ τῶν ὀφθαλμῶν· καὶ ἐκ πόσων χιτώνων καὶ ὑγρῶν συνίσταται· καὶ διατί οἱ μὲν λευκοὶ, οἱ δὲ μέλανες ἐγένοντο· | |
15 | καὶ περὶ τοῦ ὀπτικοῦ πνεύματος, καὶ περὶ τῆς ἐνεργείας αὐτοῦ καὶ δυνάμεως. γʹ. περὶ ῥινὸς καὶ τῶν δι’ αὐτῆς γινομένων ὀσφρήσεων· καὶ πόθεν συνίσταται ὄσφρησις, καί που περαίνεται. δʹ. περὶ τῶν μεγάλων κανθῶν καὶ μικρῶν. | |
20 | εʹ. περὶ μαγούλων. ϛʹ. περὶ τῆς ἄνω γένυος καὶ τῆς κάτω. ζʹ. περὶ ὤτων καὶ τῆς τούτων οὐσίας, καὶ τῆς ἀκουστικῆς αἰσθήσεως. ηʹ. περὶ τοῦ πώγωνος καὶ τῶν γενείων. | |
25 | θʹ. περὶ τοῦ προσώπου, καὶ διατί οὕτως εἴρηται· καὶ τί τὸ σημαινόμενον ἐξ αὐτοῦ. ιʹ. περὶ τοῦ στόματος καὶ τῶν ἔσωθεν τούτου, γλώσσης, ὀδόντων, καὶ τῶν λοιπῶν πάντων. ιαʹ. περὶ φωνῆς, καὶ πῶς γίνεται. | |
30 | ιβʹ. περὶ ἀναπνοῆς, καὶ ἐξ οἵων μορίων ἀναπέμπεται. ιγʹ. περὶ τοῦ θώρακος. ιδʹ. περὶ τοῦ τραχήλου, καὶ τῶν σπονδύλων, καὶ τῆς ῥάχεως, | |
καὶ τοῦ νωτιαίου μυελοῦ. | 3 | |
4 | ιεʹ. περὶ πλευρῶν, καὶ πόσαι εἴη τῷ ἀνθρώπῳ. ιϛʹ. περὶ τοῦ ὑπεζωκότος, καὶ τοῦ διαφράγματος. ιζʹ. περὶ τοῦ πνεύμονος καὶ τῆς καρδίας, καὶ τῶν ἐνεργείων αὐτοῦ· καὶ πῶς ἡ τῆς καρδίας θέσις, καὶ τί τὸ σχῆμα αὐτῆς. | |
5 | ιηʹ. περὶ στομάχου, καὶ τῶν ἐντέρων καὶ τῆς τούτων ὀνομα‐ σίας καὶ ἐνεργείας· καὶ πῶς ὄρεξις γίνεται καὶ πέψις. ιθʹ. περὶ τοῦ ἥπατος, καὶ τῆς οὐσίας αὐτοῦ, καὶ τῆς ἐνερ‐ γείας καὶ δυνάμεως, καὶ ὀνομασίας. κʹ. περὶ σπληνὸς καὶ τοῦ σχήματος αὐτοῦ. | |
10 | καʹ. περὶ τῆς ἄνω γαστρὸς καὶ τῆς κάτω. κβʹ. περὶ τοῦ οἰσοφάγου, καὶ τῆς τραχείας ἀρτηρίας. κγʹ. περὶ τῶν ὑπογάστρου, καὶ ἐπιγαστρίων. κδʹ. περὶ τοῦ τόπου τῆς ἥβης, καὶ τοῦ ἴτρου. κεʹ. περὶ ἱεροῦ ὀστέου, καὶ περὶ τοῦ πρωκτοῦ. | |
15 | κϛʹ. περὶ τῶν διδύμων, καὶ τῆς βαλάνου καὶ τῶν ἐν αὐτῷ σωμάτων. κζʹ. περὶ χειρῶν καὶ τῶν ἐν αὐταῖς ὀστῶν καὶ ὀνομασίων καὶ ἐνεργείων. κηʹ. περὶ τῶν δακτύλων, καὶ ἐξ ὅσων κονδύλων σύγκειται. | |
20 | κθʹ. περὶ μηρῶν. λʹ. περὶ σκέλους. λαʹ. περὶ κνήμης καὶ περόνης. λβʹ. περὶ δέρματος τοῦ ὅλου σώματος. λγʹ. περὶ τρίχων καὶ τῆς τούτων διαφορᾶς, καὶ τίς ἡ τού‐ | |
25 | των χρεία. | 4 |