TLG 0730 001 :: MELETIUS :: De natura hominis De natura hominis Citation: Page — (line) | ||
5(1t) | Πόνημα ἐν συνόψει περὶ φύσεως ἀνθρώπου ἐξερα‐ | |
2t | νισθὲν καὶ συντεθὲν παρὰ Μελετίου μονάχου ἐκ | |
---|---|---|
3t | τῶν τῆς ἐκκλησίας ἐνδόξων, καὶ τῶν ἔξω λογάδων | |
4t | καὶ φιλοσόφων. | |
5 | ΤΑ περὶ τῆς ἀνθρώπου κατασκευῆς, καὶ ἐξ ὅσων ἐστὶ φύ‐ σεων, καὶ τίς ἡ τῆς ψυχῆς οὐσία· καὶ πῶς ἐν σώματι περι‐ έχεται· καὶ περὶ τῆς συναμφοτέρων ἑνώσεως, καὶ τῶν ἐξ ἀμφοῖν γινομένων ἐνεργειῶν καὶ δυνάμεων καὶ αἰσθήσεων· καὶ τῆς τοῦ σώματος ἡμῶν διαπλάσεως· καὶ ἐξ ὅσων στοιχείων | |
10 | συνίσταται· καὶ εἰς ὅσα καταμερίζεται μόρια, πολλοὶ τῶν ἀρχαίων σοφῶν καὶ ἰατρῶν διωρίσαντό τε καὶ ἔγραψαν· ἐκ σο‐ φίας καὶ συνέσεως, καὶ ἀνατομικῆς ἐπιστήμης ἐξακριβωσά‐ μενοι πάντα· καὶ τὰ μὲν περὶ σώματος αὐτοῖς πονηθέντα, πᾶσι τοῖς εὐμάθεσι καὶ φιλοπόνοις ἔγνωσται καὶ ἀνωμολόγη‐ | |
15 | ται, καὶ ὡσαύτως ἔχειν διατετήρηται· ὅσα δὲ περὶ ψυχῆς ἐφιλοσόφησαν Ἕλληνες μάταια ἀπεδείχθησαν· οὐδὲν γὰρ περὶ τῆς οὐσίας αὐτῆς ἀληθὲς ἐδυνήθησαν βεβαιώσασθαι, ἢ δεῖξαι ὁποίᾳ τῇ φύσει ἐστί· ἀλλὰ γὰρ καὶ προϋφεστάναι τοῦ σώματος ταύτην, καὶ ἔμπαλιν ταύτης τὸ σῶμα, τινὲς αὐτῶν | |
20 | ἐφληνάφησαν· ὅθεν καὶ ἀσύμφωνα πάντες διαφωνήσαντες, ἐματαιώθησαν ἐν τοῖς ἑαυτῶν διαλογισμοῖς· ὅτι μὲν οὖν τῷ σώματι συνυφαίνεται ἡ ψυχὴ, καὶ ὅτι τιμιωτέρα τούτου ἐκείνη, καὶ κυριωτέρα, καὶ ἀπὸ ταύτης ὡς ὄργανον τοῦτο κινεῖται, καὶ αὕτη ἐστὶν ἡ ζωογονοῦσα καὶ συγκρατοῦσα αὐτὸ προνοία Θεοῦ | |
25 | καὶ φύσεως ἀκολουθία· καὶ ὅτι οὐσία ἐστὶν ἀσώματος, λο‐ | |
γικὴ, νοερὰ καὶ ἀθάνατος, πᾶσι τοῖς εὖ φρονοῦσι γνωστόν· | 5 | |
6 | τί δ’ ἐστὶ τῇ οὐσίᾳ, καὶ πῶς ἐν σώματι τὸ ἀσώματον, μόνου τοῦτο εἰδέναι Θεοῦ, τοῦ τῶν ἀνθρώπων δημιουργοῦ· ὅθεν καὶ ἡμεῖς τὸν περὶ ψυχῆς ἰδίᾳ λόγον ἀπολιπόντες, τὰ περὶ τῆς τοῦ καθόλου φύσεως ἀνθρώπου πονηθέντα παρὰ τῶν ἀρχαίων, | |
5 | καὶ σποράδην κείμενα ἐν ἀνατομικαῖς καὶ ἐτυμολογικαῖς βί‐ βλοις κατὰ τὸ ἡμῖν ἐφικτὸν, ἐκλεξάμενοι, εἰς ἓν κατάξωμεν· ὡς ἂν ἔχοιμεν ἐξ ἐτοίμου μανθάνειν καὶ θαυμάζειν τὸν ἀριστο‐ τέχνην Θεόν· καὶ μετὰ τοῦ προφήτου βοᾶν· “ἐθαυμαστώθη ἡ “γνῶσίς σου ἐξ ἐμοῦ.” | |
10 | Μέλλοντες δὲ τοῦτο ποιεῖν, ἐπικαλεσώμεθα Χριστὸν τὸν Θεὸν ἡμῶν, ἐπὶ τὸ συνετίσαι καὶ συμβιβάσαι ἡμᾶς ἐν τῇ ὁδῷ ταύτῃ ᾗ πορευόμεθα· ὅτι αὐτὸς ἐστὶ καὶ τῆς φύσεως δημιουργὸς, καὶ τῆς σοφίας χορηγὸς, καὶ τῶν ἀσόφων διορ‐ θωτής· ἐν γὰρ χερσὶν αὐτοῦ, καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν. | |
15 | Καὶ πρῶτα μὲν εἴπωμεν τί ἐστιν ἄνθρωπος, καὶ διατί οὕτως ἐπονομάζεται· ἐπ’ οὐδενὸς γὰρ τῶν ἁπάντων οἱ παλαιοὶ τὰς ὀνομασίας καὶ τοὺς ὅρους ἀσκόπως ἐπέθεντο, μή τοι γε ἐν τῷ ἑαυτῶν σώματι· τὸ γὰρ ἐκείνων σῶμα τοῖς πᾶσιν ἀνθρώποις ἐστὶ παραπλήσιον, ὅτι μὴ διαλλάττοι κατά τινα φύσεως | |
20 | διαφορὰν ἄνθρωπος ἀνθρώπου, ἀλλ’ ὡσαύτως ἔχειν ἀλλήλοις ἄνθρωποι πεφύκασι κατὰ τὸν τῆς συστάσεως λόγον· ὥστε καὶ ὑφ’ ἓν εἶδος πάντας ἀνάγεσθαι καὶ ἕνα ὁρισμόν. Ἄνθρωπος γάρ ἐστι φασὶ ζῶον λογικὸν θνητὸν, νοῦ καὶ ἐπι‐ στήμης δεκτικόν· ζῶον μὲν, ὅτι καὶ ὁ ἄνθρωπος οὐσία ἐστὶν | |
25 | ἔμψυχος αἰσθητική· οὗτος γὰρ ὅρος ζώου· λογικὸν δὲ, ἵνα χωρι‐ σθῇ τῶν ἀλόγων, καὶ θνητὸν, ἵνα διαστῇ τῶν ἀθανάτων λογικῶν, ἤγουν ἀγγέλων· τοῦ δὲ νοῦ καὶ ἐπιστήμης δεκτικὸν, ὅτι διὰ | |
μαθήσεως προσγίνονται ἡμῖν αἱ τέχναι καὶ ἐπιστῆμαι· ἔχουσι | 6 | |
7 | μὲν δύναμιν δεκτικὴν, τὴν δὲ ἐνέργειαν κτωμένοις ἐκ τῶν μαθη‐ μάτων. τὸ δὲ ἄνθρωπος ὄνομα, παρὰ τὸ ἔναρθρον ἔχειν φωνήν· τῶν ἄλλων ζώων ἁπάντων ἀνάρθρως καὶ ἀσημάντως φωνούν‐ των· τινὲς δὲ παρὰ τὸ ἀθρεῖν καὶ λογίζεσθαι ἅπερ ὄπωπε· | |
5 | τουτέστι παρὰ τὸ βλέπειν κατὰ νοῦν καὶ λογίζεσθαι τὰ δέ‐ οντα· τῶν ἄλλων ζώων μὴ προνοουμένων ἢ μὴ λογιζομένων· ἄλλοι δὲ παρὰ τὸ ἀνώθειν τὸν ὀφθαλμὸν, ἤγουν ἄνω αἴρειν· ἢ παρὰ τὸ δρῶ τὸ βλέπω, ἢ πράττω, ἄδρωπος καὶ ἄνθρωπος· ἢ παρὰ τὸ ἄνω ῥέπειν, ἀνάροπός τις ὤν· “τὰ μὲν γὰρ τετρά‐ | |
10 | “ποδα,” φησὶν ὁ μέγας Βασίλειος, “ἐπὶ τὴν γῆν βλέπει, καὶ “πρὸς τὴν γαστέρα νένευκεν· ἀνθρώπῳ δὲ ἄνω πρὸς οὐρανὸν ἡ “βλέψις, ὥστε μὴ σχολάζειν γαστρὶ, μηδὲ τοῖς ὑπὸ γαστέρα “πάθεσι·” γνώριμόν τε ὅτι τοῖς ἀψύχοις κοινωνεῖ, καὶ τῆς τῶν λογικῶν μετείληχε νοήσεως· εὐθὺς γὰρ ἐν τῇ πρώτῃ σπορᾷ ἐκ | |
15 | καταβολῆς τοῦ σπέρματος ἐν τῇ μήτρᾳ τὸ προσπεσὸν τοῖς ἀψύχοις ἐστὶ σώμασι παραπλήσιον· ἐκ τῶν τεσσάρων στοι‐ χείων ἔχον τὴν κράσιν· πλὴν ὡς ἐκ ζώντων ἀποκρινόμενον, ζῶ‐ σαν δεικνύει καὶ τὴν ἐνέργειαν· τῶν φυσικῶν δυνάμεων ἐν αὐτῷ ἀναφαινομένων· μικρὸν γάρ τινα χρόνον παραμεῖναν τῇ μήτρᾳ | |
20 | ἐκεῖσε πεσὸν, καί τινος φυσικῆς ἰκμάδος ἐκζέσεως προσλα‐ βόμενον, τοῖς ζωοφύτοις ἐξομοιοῦται κατὰ τὴν θρεπτικὴν καὶ αὐξητικὴν δύναμιν. Καὶ γὰρ τρέφεται καὶ αὔξεται τὸ ἀνθρωπόφυτον τοῦτο, καὶ εἰς μέρη καὶ μέλη ἀποτυποῦται· πάλιν δὲ κατ’ ὀλί‐ | |
25 | γον ἐναδρυνόμενον ζωοῦται ἐκεῖ· καὶ ζωτικαὶ ἐν αὐτῷ ἐνερ‐ γοῦσι δυνάμεις· ὅτε καὶ τοῖς ἐναλίοις ζώοις ἐστὶ παρα‐ | |
πλήσιον· διὸ καὶ ἔμβρυον λέγεται διὰ τὸ ἔσωθεν βρύειν, | 7 | |
8 | τρέφεσθαί τε καὶ αὔξεσθαι· ἢ διὰ τὸ ἔνδον τὴν βορὰν ἔχειν· ἢ διὰ τὸ ἔνδον εἶναι βροτοῦ· ἡ δὲ μήτρα παρὰ τὸ μήτηρ εἶναι τοῦ γεννωμένου· λέγεται δὲ καὶ νηδὺς καὶ δελφὺς καὶ ὑστέρα· νηδὺς μὲν, ὅτι μεθ’ ἡδύτητος ἐνεργεῖ· ἢ ἀπὸ τοῦ νε‐ | |
5 | νῆσθαι, ὅ ἐστι σεσωρεῦσθαι, καὶ πεπληρῶσθαι τραχύτητος· καὶ γὰρ ἡ φύσις τραχεῖαν ταύτην ἐποίησε, καὶ κοτυληδόνας ἔχειν μετὰ φλεβῶν καὶ ἀρτηριῶν τινῶν· ἵνα μὴ τοῦ σπόρου ἐξολισθαίνοντος διὰ λειότητα, ἄκαρπος ἡ τίκτουσα διαμένῃ· ἢ ὅτι ἡ παρόδευσις τῆς τροφῆς τοῦ ἐμβρύου ἀπ’ αὐτῆς γί‐ | |
10 | νεται· νάειν γὰρ τὸ ῥέειν· ἢ παρὰ τὸ νη στερητικὸν καὶ τὸ δυς μόριον· ὅτι καὶ παιδοποιΐας στερεῖται, καὶ δυστοκίας ὑφίσταται· δελφὺς δὲ, ὅτι ἀδελφοποιός ἐστι, καὶ ἀδελφὰ ποιεῖ τὰ τικτόμενα· ἀδελφὸς γὰρ, ὁ ἐκ τῆς αὐτῆς δελφύος, ἤγουν μήτρας· καὶ ὁμόδελφος, ὁ αὐτάδελφος. ὑστέρα δὲ, ὅτι | |
15 | ὕστερον πάντων τῶν ἄλλων μορίων τὰς ἐνεργείας αὐτῆς ἐπι‐ δείκνυται· τὴν ἑλκτικὴν, τὴν καθεκτικὴν, τὴν ἀλλοιωτικὴν καὶ ἀποκριτικήν· δηλονότι κατὰ τὸ βρεφουργεῖν· ἢ ὅτι ἐσχάτη τῶν μετὰ τὴν γαστέρα κεῖται. τρέφεται γὰρ ἐν τῇ μήτρᾳ τὸ ἔμβρυον, καὶ ἀναπνεῖ οὐκ ἐκ τοῦ στόματος, ἀλλ’ ἐκ τοῦ ὀμφα‐ | |
20 | λοῦ, ἐξ αἱματικῶν μητρώων περιπτωμάτων· ὅθεν καὶ ὀμφαλὸς παρὰ τὸ ὀμπνεῖν εἴρηται, ὅ ἐστιν ἀναπνεῖν· ἔστι δὲ τὸ μέσον τοῦ σώματος· ἐν δὲ τῇ γενέσει τούτου τοῦ ζώου λέγεται πρῶ‐ τον πήγνυσθαι ὑμένα τινὰ λεπτόν· ὃν καλοῦσι χόριον, ὡς περιέχον τὸ ἔμβρυον· ἢ ὡς χωρίον αὐτοῦ ὂν, ἢ χορηγὸν τῶν | |
25 | διατρεφόντων αὐτό· εἶτα ἡ καρδία πρώτη καταβληθεῖσα παρὰ | |
τῆς φύσεως, ἀναλογοῦσαν τοῖς μέλεσι τὴν παρὰ τῆς φύσεως | 8 | |
9 | καταβολὴν παραλαμβάνει· διὸ καὶ συμμέτρως ταῖς οἰκείαις ἀρχαῖς ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ περιυφαινομένου τοῦ σώματος ἀπαρτίζεται κατὰ σύνθεσιν. Ἐσχημάτισται δὲ ἐν τῇ μήτρᾳ τὰ μὲν τετράποδα τῶν ζώων | |
5 | ἐκτεταμένα κεῖσθαι· ὁ δὲ ἄνθρωπος τὴν μὲν ῥῖνα μέσον τῶν γονάτων ἔχειν, τοὺς δὲ ὀφθαλμοὺς ἐπὶ τοῖς γόνασι· τὰ δὲ ὦτα ἐκτός· καὶ ὅταν τὸν τεταγμένον τῆς κυήσεως ἐκπληρώσῃ χρό‐ νον, πρὸς ὄγκον ἡ γαστὴρ διεγειρομένη ὠθεῖ τὸ ἔμβρυον ἔξω· καὶ πρῶτον τῆς κεφαλῆς ἀπολυομένης ῥέπει κατὰ τὴν κίνησιν | |
10 | τὰ βαρυογκωδέστερα τοῦ σώματος ἐπισυρομένη· ταῦτα δέ ἐστι τὰ περὶ τοὺς ὤμους μέρη καὶ θώρακα· καὶ αὕτη ἐστὶν ἡ ἐπὶ τοῖς κατὰ φύσιν τικτομένοις ἐπ’ εὐθείας ὁδός· τοὺς γὰρ παρὰ φύσιν τόκους ἢ δυστοκίας παραλειπτέον· μετὰ γοῦν τὴν χειρουργίαν τοῦ ὀμφαλοῦ μετάγεται ἡ τροφὴ καὶ ἀναπνοὴ ἐν τῷ στόματι· | |
15 | ἡ δὲ μετὰ ταῦτα τροφὴ τοῦ βρέφους πᾶσι δήλη ἐστὶ τὸ καλὸν εἰς ἀνατροφὴν τῶν βρεφῶν γάλα· οὐδὲν δέ ἐστι γάλα ἢ αἷμα λευκαινόμενον ἐν τοῖς μαστοῖς τῶν μητέρων παρὰ τῶν ἀμφιβαινόντων φλεβῶν τῶν ἀπὸ τῆς μήτρας, τοῦτο τὸ αἷμα δεχομένων. μαστοὶ δὲ κυρίως ἐπὶ τῶν γυναικῶν, οἷον μασητοί· | |
20 | οὗτοι γὰρ ἄλλοις τροφή· ἢ ἀπὸ τοῦ τὴν μάστακα, τουτέστι τὴν τροφὴν τοῖς γεννωμένοις παρέχειν· ἀφ’ ἧς καὶ τὸ μάσημα· ἢ ἀπὸ τοῦ προσμάττεσθαι καὶ προσφύεσθαι τούτοις πρώτοις τὰ βρέφη· ἢ ἀπὸ τοῦ ὑπὸ τῶν θηλαζομένων ἐπισπᾶσθαι· ἢ παρὰ τὸ μαίω τὸ ζητῶ· ὃν ἐπιζητοῦσιν οἱ παῖδες· ἐξ οὗ καὶ | |
25 | μήτηρ, ἡ ζητουμένη παρὰ τῶν παίδων· ἢ ἡ μαστεύουσα τὰ πρὸς | 9 |
10 | τροφὴν τοῖς κυηθεῖσιν· ἢ ὅτι φυσικῶς αὐτὰ μαστεύει καὶ ζη‐ τεῖ τὰ γεννηθέντα· ὅτι καὶ μαίω τὸ ζητῶ ἐστι, φησὶν Ὅμηρος· μαιομένη κευθμῶνα. (Od. Ν. 367.) ἐκ τούτου καὶ μαῖα ἡ κατὰ γαστρὸς τῶν γυναικῶν ζητοῦσα | |
5 | τὰ βρέφη. Βρέφος δὲ εἴρηται παρὰ τὸ δέεσθαι φορβῆς, ὅ ἐστι τρο‐ φῆς· κοινωνεῖ οὖν τοῖς μὲν ἀψύχοις κατὰ τὸ σῶμα, καὶ τὴν ἀπὸ τῶν τεσσάρων στοιχείων κράσιν· τοῖς δὲ φύτοις κατά τε ταῦτα, καὶ τὴν θρεπτικὴν καὶ τὴν σπερματικὴν δύ‐ | |
10 | ναμιν· τοῖς δὲ ἀλόγοις, καὶ ἐν τούτοις μὲν, ἐξ ἐπιμέτρου δὲ, κατά τε τὴν καθ’ ὁρμὴν κίνησιν, καὶ κατὰ τὴν ὄρεξιν καὶ τὸν θυμὸν, καὶ τὴν αἰσθητικὴν καὶ ἀναπνευστικὴν δύναμιν· ταῦτα γὰρ ἅπαντα κοινὰ τοῖς ἀνθρώποις καὶ τοῖς ἀλόγοις ἐστὶν, εἰ καὶ μὴ πᾶσι πάντα ἀλλὰ καὶ διὰ τοῦ λογικοῦ ταῖς ἀσωμά‐ | |
15 | τοις καὶ νοεραῖς συνάπτεται φύσεσιν εἰς μέτρον ἡλικίας ἐλ‐ θόν· λογιζόμενος καὶ νοῶν καὶ κρίνων ἕκαστα· ἡ δὲ ψυχὴ ἀρχῆθεν σὺν τῇ σπορᾷ τῷ σώματι συνεξυφαίνεται· καθὼς καὶ ὁ σοφώτατος Γρηγόριος ἔγραψεν· “Οὐδὲ γὰρ εἶναι,” φησὶ, “δυνατὸν λογιζόμεθα ἀλλοτρίαις οἰκοδομαῖς τὴν ψυχὴν ἐναρ‐ | |
20 | “μόζεσθαι· ὡς οὐκ ἔστι τὴν ἐν τῷ κηρῷ σφραγῖδα πρὸς “ἀλλοτρίαν ἁρμοσθῆναι γλυφήν.” Καθάπερ γὰρ τὸ σπέρμα ἐκ βραχυτάτου πρὸς τὸ τέλειον πρόεισιν, οὕτω καὶ ἡ τῆς ψυχῆς ἐνέργεια καταλλήλως ἐμφυ‐ τευομένη τῷ ὑποκειμένῳ συνεπιδίδωσι καὶ συναύξεται σώματι· | |
25 | προηγεῖται μὲν γὰρ αὐτῆς ἐν τῇ πρώτῃ κατασκευῇ, οἷον ῥίζης | |
τινὸς τῇ γῇ κατακρυφθείσης, ἡ αὐξητικὴ καὶ θρεπτικὴ δύναμις | 10 | |
11 | μόνη· οὐ γὰρ χωρεῖ τὸ περισσότερον ἡ τοῦ δεχομένου βραχύτης· εἶτα προϊόντος εἰς φῶς τοῦ φυτοῦ, καὶ ἡλίῳ τὴν βλάστην δείξαν‐ τος, ἡ αἰσθητικὴ χάρις ἐπήνθησεν· ἀνδρωθέντος δὲ ἤδη καὶ εἰς σύμμετρον μῆκος ἀναδραμόντος καθάπέρ τις καρπὸς, ἡ λογικὴ | |
5 | δύναμις ἄρχεται, οὐ πᾶσα ἀθρόως ἐκφαινομένη, ἀλλὰ τῇ τοῦ ὀρ‐ γάνου τελειώσει δι’ ἐπιμελείας συναύξουσα· τοσοῦτον ἀεὶ καρ‐ ποφοροῦσα, ὅσον χωρεῖ τοῦ ὑποκειμένου ἡ δύναμις· τῇ γὰρ πρώτῃ τῆς συστάσεως ἀφορμῇ συνεσπαρμένην τὴν τῆς φύσεως ἔγνω‐ μεν δύναμιν· ἐξαπλοῦσθαι δὲ καὶ φανεροῦσθαι διά τινος φυσι‐ | |
10 | κῆς ἀκολουθίας πρὸς τὸ τέλειον ἀνιοῦσαν· οὐ προσλαμβά‐ νουσάν τι τῶν ἔξωθεν εἰς ἀφορμὴν τελειώσεως, ἀλλ’ ἑαυτὴν εἰς τὸ τέλειον δι’ ἀκολουθίας προάγουσαν· ὡς μήτε ψυχὴν πρὸ τοῦ σώματος, μήτε χωρὶς ψυχῆς τὸ σῶμα, ἀληθὲς εἶναι λέγειν κατὰ τὴν τῶν Ἑλλήνων ἐρεσχελίαν, ἀλλὰ μίαν ἀμφοτέρων ἀρχήν. | |
15 | Ἐπειδὴ δὲ ἐκ σώματος ἐστὶν ὁ ἄνθρωπος· πᾶν δὲ σῶμα ἐκ τεσσάρων στοιχείων συνίσταται· ἀνάγκη τούτοις τοῖς πάθεσι περιπίπτειν αὐτὸν, οἷς καὶ τὰ στοιχεῖα· τὰ δὲ στοι‐ χεῖα δι’ ὧν ὁ κόσμος ἅπας, γῆ ἐστὶ, καὶ ὕδωρ καὶ πῦρ καὶ ἀὴρ· εἴρηται δὲ στοιχεῖα παρὰ τὸ συστοιχεῖν ἀλλήλοις καὶ | |
20 | ἐφαρμόζειν τῆς τῶν ἐξ ἁπάντων εὐαρμόστου ποιότητος· οὐ μόνον γὰρ τῶν στοιχείων ἕκαστον ἰδιάζουσαν καὶ ἀποκεκλη‐ ρωμένην ἔχει ποιότητα, δι’ ἧς τῶν λοιπῶν ἀποκρίνεται, καὶ ὁποῖον ἐστὶν ἐπιγινώσκεται· ἀλλὰ καὶ συνεζευγμένας ἔχει τὰς ποιότητας, καὶ οὐδὲν ἀπολελυμένως ἐστὶ μοναχὸν, οὐδὲ ἁπλοῦν | |
25 | καὶ εἰλικρινὲς τῶν στοιχείων· ἀλλ’ ἡ μὲν γῆ ξηρὰ καὶ ψυχρά· τὸ δὲ ὕδωρ ὑγρὸν καὶ ψυχρόν· ὁ δὲ ἀὴρ θερμὸς καὶ ὑγρός· τὸ δὲ πῦρ θερμὸν καὶ ξηρόν· οὕτω γὰρ διὰ τῆς συζύγου ποιότη‐ | |
τος ἡ δύναμις προέρχεται τοῦ ἀναμεμίχθαι ἕκαστον πρὸς | 11 | |
12 | ἕκαστον· οἷον ἡ γῆ ξηρὰ οὖσα καὶ ψυχρὰ ἑνοῦται μὲν κατὰ τὴν συγγένειαν τῆς ψυχρότητος ὕδατι· ἑνοῦται δὲ διὰ τοῦ ὕδατος τῷ ἀέρι· ὁ δὲ ἀὴρ θερμὸς ὢν καὶ ὑγρὸς, τῇ μὲν θερμότητι ἑνοῦται τῷ πυρὶ, τῇ ὑγρότητι δὲ τῷ ὕδατι· τὸ | |
5 | δὲ πῦρ θερμὸν καὶ ξηρὸν ὑπάρχον τῇ φύσει, τῷ μὲν θερμῷ πρὸς τὸν ἀέρα συνδεῖται, τῷ δὲ ξηρῷ πρὸς τὴν κοινωνίαν τῆς γῆς ἐπανέρχεται· τὸ δὲ ὕδωρ ψυχρὸν ὂν καὶ ὑγρὸν, τῇ μὲν ψυχρότητι τῆς γῆς, τῇ ὑγρότητι δὲ τοῦ ἀέρος ἐφάπτεται· καὶ οὕτως γίνεται κύκλος καὶ χορὸς ἐναρμόνιος· καὶ ταῦτα μὲν | |
10 | ὡς πρῶτα στοιχεῖα εἰς ὕλας καὶ εἴδη ἀναλυόμεθα. Τὰ ἄτομα συνιστᾶ πάντων γενῶν· ἐμψύχων, ἀψύχων καὶ ζωοφύτων· καὶ τοὺς συγγενεῖς τοῦ σώματος ἡμῶν ἐναπογεννῶσι χυμούς· αἷμα λέγω καὶ φλέγμα, χολὴν ξανθήν τε καὶ μέλαι‐ ναν· ἀναλογεῖ γὰρ τὸ μὲν αἷμα, θερμὸν ὂν καὶ ὑγρὸν, τῷ ἀέρι· ἡ | |
15 | δὲ ξανθὴ χολὴ, θερμὴ οὖσα καὶ ξηρὰ, τῷ πυρί. ἡ δὲ μέλαινα, ψυχρὰ καὶ ξηρὰ οὖσα, τῇ γῇ· τὸ δὲ φλέγμα, ὡς ψυχρὸν καὶ ὑγρὸν, τῷ ὕδατι· ἀλλ’ ἐπειδὴ ταῦτα τομῇ καὶ μεταβολῇ καὶ ῥεύσει ἀεὶ περιπίπτει, ἀνάγκη καὶ τὰ σώματα τούτων τοῖς πάθεσι περιπίπτειν· τομῇ μὲν, τῶν χυμῶν ἀπ’ ἀλλήλων δια‐ | |
20 | χωρίσει, καὶ καθὸ τέμνεται εἰς ὕλην καὶ εἶδος· μεταβολῇ δὲ, τῇ κατὰ ποιότητα, ἢ ποσότητα, ἐν θερμάνσει καὶ ψύξει, πλεονασμῷ καὶ ὑφέσει· τυχὸν καὶ νοσήμασι καὶ ταῖς τῶν ἡλικιῶν ἀλλοιώσεσι. Τεσσάρων γὰρ οὐσῶν ὡρῶν τῷ ἐνιαυτῷ, ἔαρος, θέρους, | |
25 | χειμῶνος, καὶ μετοπώρου, τέσσαρες εἰσὶν ἡλικιαὶ καὶ τοῖς | |
ἀνθρώποις· πρώτη μὲν ἡ τῶν νέων· δευτέρα ἡ τῶν ἀκμα‐ | 12 | |
13 | ζόντων· τρίτη ἡ τῶν μέσων· καὶ τετάρτη ἡ τῶν γερόντων· εἰ καὶ ἄλλας προστιθέασιν οἱ ἰατροί· τὴν τῶν παίδων, τὴν μειρακιῶν, καὶ τῶν ἐσχατογήρων· πλεονάζει δὲ τοῖς μὲν νέοις τὸ αἷμα· τοῖς ἀκμάζουσι δὲ ἡ ξανθὴ χολή· τοῖς παρακ‐ | |
5 | μάζουσιν ἡ μέλαινα· τοῖς γέρουσι δὲ τὸ φλέγμα· καὶ εἰσὶν οἱ μὲν νέοι θερμοὶ καὶ ὑγροὶ, τῇ κράσει ἀναλογοῦντες τῷ ἀέρι· οἱ δὲ ἀκμάζοντες θερμοὶ καὶ ξηροὶ ὅμοιοι τῷ θέρει· οἱ δὲ παρ‐ ακμάζοντες, οἱ καὶ μέσοι, ξηροὶ καὶ ψυχροὶ τῷ μετοπώρῳ προσεοικότες· οἱ γέροντες δὲ ψυχροὶ καὶ ὑγροὶ παραπλήσιοι | |
10 | τῷ χειμῶνι· τὸ δὲ ἔμφυτον θερμὸν, ἐν μὲν τοῖς νέοις καὶ τοῖς ἀκμάζουσιν ἐστὶ πολύ· μέσον δὲ ἐν τοῖς μέσοις· ὀλίγον δὲ ἐν τοῖς γέρουσι· καὶ πῆ μὲν πλεονάζει· πῆ δὲ αὔξεται· πῆ δὲ ἵσταται· πῆ δὲ μειοῦται· καὶ πῆ μὲν μᾶλλον, πῆ δὲ ἧττον· ῥεύσει δὲ πάλιν πάσχει, ὅτι ἀεὶ κενοῦται τὸ ζῶον, διά τε τῶν | |
15 | προδήλων πόρων καὶ τῶν ἀδήλων· καὶ ἐκ προδήλων μὲν πόρων, τὰ οὖρα καὶ περιττώματα, μῦξαι καὶ πτύελα καὶ πνεῦμα ἀποκρίνεται· ἐκ δὲ ἀδήλων ὑπονόμων καὶ φυσικῶν, οἱ ἐκ τοῦ ἥπατος ὀχετοὶ ἐξ ἅπαντος σώματος πολυσχιδῶς διαπνέουσιν. Αἱ δὲ λιγνυώδεις ἀναθυμιάσεις διὰ τῆς κεφαλῆς καὶ τῶν | |
20 | ἀρτηριῶν, καὶ τῶν τοῦ σώματος πόρων ἐκκενοῦνται· ἔτι δὲ καὶ δι’ ἱδρώτων· ξηρῶν δὲ ὄντων τῶν κενουμένων καὶ ὑγρῶν καὶ πνευ‐ μάτων, ἀνάγκη ξηρᾶς καὶ ὑγρᾶς τροφῆς δεῖσθαι τὸ ζῶον, καὶ πνεύματος, ἵνα μὴ ἐνδείᾳ τῶν ἐπεισερχομένων τροφῶν δια‐ λυθῇ, καὶ ἐκπέσῃ· ἀλλὰ τοῖς κενουμένοις ἀντεισέλθῃ τὰ ἶσα | |
25 | διὰ τῆς καταλλήλου τροφῆς· καὶ γὰρ τὸ ἐν ἡμῖν ἔμφυτον θερ‐ | |
μὸν ἀεὶ τὴν ὑπεκκαίουσαν καὶ τρέφουσαν αὐτὸ ὕλην ἐπιζητεῖ· | 13 | |
14 | καὶ εἰ περιδράξαιτο ποθὲν αὐτῆς, οὐδὲ οὕτως ἵσταται αὐτῆς ἡ ἐνέργεια, ἀλλὰ καθάπερ ἐν χωνευτηρίῳ σύντηξιν τῶν ἐπ‐ εισελθόντων καὶ ἔκκρισιν ποιησαμένων ἑτέρων αὖθις τροφὴν ἐπιζητεῖ· καὶ οὐδέποτε, εἰ κατὰ φύσιν ἔχει τὸ ζῶον, τῆς τοι‐ | |
5 | αύτης ἵσταται ὁρμῆς· εἰ δέ ποτε κενούμενον παύσαιτο, καὶ τὸ εἶναι ἀπώλεσε· τὴν δὲ τοιαύτην ὁρμὴν ὄρεξιν ὀνομάζομεν. οὐδὲν γὰρ ἄλλο ἐστὶν ὄρεξις, ἢ τροφῆς καὶ ποτοῦ ἐπιζήτησις. τὸ δὲ ὀρέγεσθαι ἔργον ἐστὶ φυσικὸν τοῦ στομάχου, μετὰ ψυ‐ χικῆς συναισθήσεως γινόμενον. | |
10 | Ἔστι δὲ ἡμῖν ἡ τροφὴ καὶ τὸ ποτὸν διὰ τῶν στοιχείων, ἐξ ὧν καὶ συνέστημεν· ὅτι τὰ στοιχεῖα μὲν εἰς τοὺς καρποὺς ἀναλύονται· οἱ δὲ καρποὶ, εἰς τὰς τροφάς· αἱ τροφαὶ εἰς τοὺς στοιχειώδεις χυμοὺς, ἤγουν εἰς αἷμα καὶ φλέγμα, χολὴν ξανθήν τε καὶ μέλαιναν· καὶ οὗτοι εἰς σάρκα, εἰς δέρμα, εἰς | |
15 | ὀστέα, νεῦρα, φλέβας, ἀρτηρίας, μυελοὺς, πιμελὴν, πνεύ‐ ματα, ὑμένας, ἀδένας, συνδέσμους, μύας, χόνδρους, ὄνυχας, τρίχας· καὶ ταῦτα, εἰς τόπους, καὶ μόρια, καὶ μέλη, καὶ μέρη· ἐξ ὧν τὸ εἶδος μετὰ τοῦ σώματος ἡμῶν ἀπαρτίζεται. Καὶ γὰρ τῶν στοιχείων τὰ μὲν προσεχῶς τε ἅμα καὶ | |
20 | διὰ μέσων τινῶν προσφερόμεθα· ὡς ὕδωρ ποτὲ μὲν καθ’ αὐτὸ, ποτὲ δὲ διὰ μέσου τοῦ οἴνου, καὶ τοῦ ἐλαίου, καὶ πάντων τῶν ἄλλων τῶν καλουμένων ὑγρῶν καρπῶν· ὁμοίως δὲ καὶ πυρὸς μεταλαμβάνομεν· ποτὲ μὲν προσεχῶς ὑπ’ αὐτοῦ θαλ‐ πόμενοι· ποτὲ δὲ τῇ ἑψήσει διὰ μέσων ὧν ἐσθίομεν καὶ πί‐ | |
25 | νομεν· τὸν αὐτὸν τρόπον καὶ τοῦ ἀέρος· προσεχῶς μὲν ἀνα‐ πνέοντες αὐτὸν καὶ περιχεχυμένον ἔχοντες· καὶ ἐν τῷ ἐσθίειν καὶ πίνειν ἕλκοντες διὰ τῆς ἀναπνοῆς· διὰ μέσου δὲ τῶν ἄλλων ὧν προσφερόμεθα· τὴν δὲ γῆν, προσεχῶς μὲν ἡμῖν οὐδαμῶς | |
ἐσθίομεν· διὰ μέσων δὲ τῶν ζώων, καὶ σπερμάτων καὶ φυτῶν· | 14 | |
15 | ἡ γὰρ τῶν φυτῶν καὶ σπερμάτων φύσις οὐ δι’ ἑαυτὴν, ἀλλ’ εἰς τροφὴν καὶ σύστασιν ἀνθρώπων καὶ τῶν ἄλλων ζώων παρὰ τοῦ δημιουργοῦ εἰς τὸ εἶναι παρήχθη· ὡς εὑρίσκεσθαι τὰ μὲν φυτὰ καὶ σπέρματα διὰ τὰ ζῶα, αὐτὰ δὲ τὰ ζῶα διὰ τὸν | |
5 | ἄνθρωπον γεγονότα· ἵνα τῶν τροφῶν ὡς ἐν κύκλῳ χορηγουμένων, ἀνελλιπὴς καὶ ἡ τῶν προσφερομένων τοὺς καρποὺς διαμένῃ φύσις· εἰ καὶ λεληθότως ὁσημέραι πρὸς ἕκαστον τῶν στοιχείων τὰ διάφορα γενήματα χωροῦσι. Ἡ γὰρ τῶν ἑτεροφυῶν στοιχείων προσάλληλα συνδρομὴ κατὰ | |
10 | τὴν τοῦ σώματος ἡμῶν κατασκευὴν, καὶ τῶν ἄλλων ἁπάντων διαφόρων γενῶν, σύνθεσις τίς ἐστι διὰ πλειόνων ἀνομοίων ἁρμο‐ ζομένη· ἐκλυθείσης δὲ τῷ καθήκοντι καιρῷ τῆς συνδεούσης τὴν τῶν στοιχείων συνδρομὴν ἁρμονίας, πάλιν τὸ σύνθετον εἰς τὰ ἐξ ὧν συνέστηκε φθαρὲν, ἀναλύεται· ἑκάστου τῶν συνελθόντων, | |
15 | πρὸς τὴν οἰκείαν χώραν ἐπανιόντος· τοῦτο δὲ οἷον κυκλικόν ἐστι σχῆμα· ὃ καὶ τῆς φύσεως ἐστὶν ἀκολουθία, καὶ τοῦ σώματος ἔργον· καὶ τῶν στοιχείων εἱρμός· καὶ τοῦ χρόνου διὰ τῆς ἑβ‐ δομαδικῆς ἀνακυκλήσεως μέτρον· ὅπερ ἐξ ἑαυτοῦ ἄρχεται, καὶ εἰς ἑαυτὸν καταλήγει· οἷον δή τι κατὰ γεωργίαν ἐστὶν ἰδεῖν | |
20 | τῆς ἐκ νεφῶν ἐπομβρίας, ἢ τῆς τῶν ὀχετῶν ἐπιῤῥοῆς διάβρο‐ χον ποιούσης τὸ ὑποκείμενον. κῆπος δέ τις ὑποκείσθω τῷ λόγῳ· μυρίας δένδρων διαφορὰς παντοδαπάς τε τῶν ἐκ γῆς φυομένων ἰδέας ἐν ἑαυτῷ τρέφων· ὧν καὶ τὸ σχῆμα καὶ ἡ ποιότης, καὶ ἡ τῆς χροίας ἰδιότης ἐν πολλῇ διαφορᾷ τοῖς καθ’ ἕκαστον ἐν‐ | |
25 | θεωρεῖται. Τοσούτων τοίνυν κατὰ τὸν ἕνα χῶρον τῷ ὑγρῷ τρε‐ φομένων, ἡ μὲν ὑπονοτίζουσα τὰ καθ’ ἕκαστον δύναμις, μία τίς κατὰ τὴν φύσιν ἐστίν· ἡ δὲ τῶν τρεφομένων ἰδιότης εἰς δια‐ φόρους τὸ ὑγρὸν μεταβάλλει ποιότητας· τὸ γὰρ αὐτὸ πικραί‐ | |
νεται μὲν ἐν τῇ ἀψίνθῳ· εἰς φθοροποιὸν δὲ χυμὸν ἐν τῷ | 15 | |
16 | κωνείῳ μεθίσταται· καὶ ἄλλως ἐν ἄλλῳ γίνεται· ἐν κρόκῳ, ἐν βαλσάμῳ, ἐν μήκωνι· τῷ μὲν γὰρ ἐκθερμαίνεται· τῷ δὲ καταψύχεται· τῷ δὲ μέσην ἔχει ποιότητα· καὶ ἐν δάφνῃ, καὶ ἐν σχίνῳ, καὶ τοῖς τοιούτοις εὔπνοον ἐστί· ἐν συκῇ τε καὶ | |
5 | ἀμπέλῳ κατεγλυκάνθη· καὶ ὁ ταύτης βότρυς οἶνος ἐγγίνεται· καὶ ὁ τοῦ μήλου χυλὸς· καὶ τὸ τοῦ ῥόδου ἐρύθημα· καὶ τὸ τοῦ κρίνου λαμπρόν· καὶ τὸ κυανίζον τοῦ ἴου· καὶ πάντα ὅσα κατὰ τὴν γῆν ἐστὶν ἰδεῖν, ἐκ μιᾶς καὶ τῆς αὐτῆς ἰκμάδος ἀναβλα‐ στάνοντα· εἰς τοσαύτας δὲ διαφορὰς κατά τε τὸ σχῆμα, καὶ | |
10 | τὸ εἶδος, καὶ τὰς ποιότητας διακρίνεται, ὅσας οὐδὲ ῥᾴδιον ἀριθμῆσαι. Τοιοῦτόν τι κατὰ τὴν ἔμψυχον ἡμῶν ἄρουραν θαυματοποι‐ εῖται παρὰ τῆς φύσεως, μᾶλλον δὲ παρὰ τοῦ δεσπότου τῆς φύσεως· ὀστέα τε καὶ χόνδροι, φλέβες καὶ ἀρτηριαὶ, καὶ | |
15 | πάντα τὰ μικρῷ ἔμπροσθεν εἰρήμενα· ἐξ ὧν πάλιν ὀφθαλμοὶ καὶ χιτῶνες, ῥῖνες καὶ ὦτα· γλῶσσα καὶ ὀδόντες· οὖλα καὶ γαργαρεών· κλείς τε καὶ θώραξ· καρδία καὶ πνεύμων· ἔντερα καὶ γαστήρ· καὶ ἔγκατα πάντα μετὰ σπληνὸς καὶ ἥπατος, καὶ τῶν ἄλλων πάντων τῶν ἔσωθεν· πρὸς τούτοις χεῖρες καὶ | |
20 | πόδες, καὶ πάντα τὰ ὀργανικὰ μόρια διαφόροις ἰδιώμασιν ἀπ’ ἀλλήλων κεχωρισμένα, μιᾷ, τῇ τῆς τροφῆς χυλώσει, καταλ‐ λήλως τῇ ἑαυτῶν τρέφεται φύσει· ὡς τῆς τροφῆς, ᾧ ἂν προσ‐ πελάσῃς μέρει, κατ’ ἐκεῖνο ἀλλοιουμένης, οἰκείας τε καὶ συμ‐ φυοῦς τῇ τούτου οἰκειότητι γινομένης· εἰ γὰρ κατὰ τὸν ὀφθαλ‐ | |
25 | μὸν γένοιτο, τῷ ὁρατικῷ μορίῳ συγκατεκράθη· καὶ τῶν περὶ τὸν ὀφθαλμὸν χιτώνων ταῖς διαφοραῖς οἰκείως εἰς ἕκαστον κατεμερίσθῃ· εἰ δὲ τοῖς κατὰ τὴν ἀκοὴν μέρεσιν ἐπιῤῥυῇ, τῇ | |
ἀκουστικῇ καταμίγνυται φύσει· καὶ ἐν χείλει γινόμενον, χεῖ‐ | 16 | |
17 | λος ἐγένετο· καὶ ἐν ὀστέῳ πήγνυται· καὶ ἐν μυέλῳ ἁπαλύνε‐ ται· καὶ τονοῦται μετὰ τοῦ νεύρου· καὶ τῇ ἐπιφανείᾳ συμπαρα‐ τείνεται· καὶ εἰς ὄνυχας διαβαίνει· καὶ εἰς τριχῶν γένεσιν λεπτοποιεῖται τοῖς καταλλήλοις ἀτμοῖς· εἰ μὲν διὰ σκολιῶν | |
5 | παράγοιντο πόρων, οὐλοτέρας καὶ κατηγκυλωμένας τὰς τρί‐ χας ἐκφαίνουσα· εἰ δὲ δι’ εὐθείας ἡ τῶν τριχοποιῶν ἀτμῶν γένοιτο πρόοδος, τεταμένας τε καὶ εὐθείας προάγουσα· αἵ‐ τινες τρίχες καὶ διὰ τὴν λιγνὺν τὴν ἀναπεμπομένην ἐπὶ τὴν κεφαλὴν ἐκ στομάχου, λευκὴν μὲν οὖσαν καὶ φλεγματικωτέ‐ | |
10 | ραν, ταχέως λευκαίνονται· χολωδεστέραν καὶ ξηροτέραν, βρα‐ δύτερον. ἴδιον δὲ καὶ τὸ πολιοῦσθαι μόνου ἀνθρώπου, ὥσπερ καὶ τὸ γελᾶν· τοῦτο μὲν γὰρ πάντι καὶ μόνῳ ἀνθρώπῳ ἁρμό‐ ζει· οὐκ ἀεὶ δέ· ἀλλ’ ἐν τῷ γήρᾳ γίνεται μόνον· καλεῖται δὲ πολιὰ ἤτοι παρὰ τὸ λευκὴν εἶναι· τὸ γὰρ λευκὸν πολιόν· ἢ | |
15 | οἷον παλαιά· ἐν γήρᾳ γὰρ γίνεται. Χρηστοῦ οὖν ὄντος τοῦ τρέφοντος ἅπαν τὸ σῶμα χυλοῦ, καὶ εὐχύμου· καὶ εὐκράτως τοῦ ζωτικοῦ πνεύμωνος διάγοντός τε καὶ διαμένοντος, εὔχροα καὶ εὐκίνητα τὰ σώματα δείκνυται· συνεργοῦσι δὲ πρὸς τοῦτο καὶ καιρῶν μεταβολαὶ καταλλήλως | |
20 | γενόμεναι· καὶ ἀνέμων καταστάσεις· καὶ ἀέρων εὐκρασίαι· καὶ τροφῶν ἐπιτηδειότητες· κατά τι γὰρ σφαλλομένης ἐκ τούτων, ἢ παρὰ τῆς φύσεως τὸ ἀνάπαλιν γίνεται· διεισδύνον γὰρ τὸ ψυχρὸν ἐν τῷ βάθει, καταψυχεῖ τὸ ἔμφυτον θερμὸν, καὶ οἷον μαρασμώδη ποιεῖται διάθεσιν· ἐφ’ ᾗ ἀπόλλυται τὸ ἄνθος τοῦ | |
25 | σώματος, ἤγουν τὸ ἐρυθρὸν αὐτοῦ χρῶμα. Ἐπειδὴ καὶ ψύχεται ἡμῶν τὸ σῶμα ἐν ταῖς τῶν ὡρῶν | |
μεταβολαῖς, καὶ θερμαίνεται· οὐ περιέθηκε δὲ ἡμῖν ὁ θεὸς | 17 | |
18 | ἐκ φύσεως δέρμα παχὺ ὡς τοῖς βουσὶν, ἢ τοῖς ἄλλοις ζώοις τοῖς παχυδέρμοις· οὔτε τρίχας μεγάλας καὶ πυκνὰς ὡς τοῖς προβάτοις, ἢ ταῖς αἰξίν· οὔτε φολίδας, ὡς τοῖς ὄφεσι, καὶ τοῖς ἰχθύσιν· οὔτε ὄστρακα, ὡς ταῖς χελώναις, καὶ τοῖς | |
5 | κοχλίαις, καὶ τοῖς ὀστρακοδέρμοις πᾶσιν· οὔτε πτέρυγας, ὡς τοῖς ὀρνέοις· ἀναγκαίως ἐσθῆτος ἐδεήθημεν ἀναπληρούσης ἡμῖν ὅπερ ἡ φύσις τοῖς ἀλόγοις ἐδωρήσατο· οὐ μόνον δὲ ἀλλὰ καὶ οἰκήσεως διὰ τοὺς ὄμβρους καὶ χειμῶνας καὶ καύματα, διὰ τοῦτο ὡς ἐξαπορούμενοι ἐξ ὄμβρων καὶ χειμῶ‐ | |
10 | νος καὶ καύματος ἐσθῆτος ἐδεήθημεν καὶ οἰκήσεως· διὰ δὲ τὸ διαφορεῖσθαι τὴν ἐπεισερχομένην τροφὴν, ἄλλης τροφῆς καὶ ποτοῦ· διὰ δὲ τὰς δυσκρασίας τῶν ποιοτήτων, καὶ τὴν λύσιν τῆς συνεχείας τοῦ σώματος, ἰατρῶν θεραπείας ἐν χρείᾳ κατέστημεν. Οὐ γὰρ δὴ μόνον εἰς τροφὴν ἀνθρώπου τὰ ὄντα ἐγένετο, | |
15 | ἀλλὰ πολλῷ μᾶλλον εἰς θεραπείαν αὐτοῦ· οὐδὲν γάρ ἐστι τῶν ἐπὶ γῆς, ὃ μὴ συνεργεῖ ἐν τῇ ἰατρικῇ τέχνῃ καὶ βοη‐ θεῖ τῷ ἀνθρώπῳ· κ’ ἂν θηρία εἴπῃς· κ’ ἂν ἑρπετά· κ’ ἂν πετεινά· κ’ ἂν φυτά· κ’ ἂν βοτάνας· κ’ ἂν λίθους· κ’ ἂν ὅτι οὖν τῶν ὄντων, ἐν γῇ τε καὶ θαλάσσῃ, καὶ ἐν πάσῃ τῇ κτίσει· χρεία τοίνυν | |
20 | ἀνθρώπῳ ἀεὶ τροφῆς μὲν καὶ ποτοῦ διὰ τὰς κενώσεις καὶ δια‐ φορήσεις, καὶ τὸ συνεστάναι τὸ ζῶον· καὶ γὰρ τὴν στερεὰν τροφὴν κατὰ προηγούμενον προσφερόμεθα λόγον· τὴν δὲ ὑγρὰν κατὰ δεύτερον· ὥστε ὄχημα γενέσθαι τῇ ξηρᾷ, καὶ χειραγωγῆσαι αὐτὴν πρὸς τὴν ἀνάδοσιν, ὡς φησὶν Ἱπποκράτης· | |
25 | “ὑγρασίη τροφῆς ὄχημα·” ἐσθῆτος δὲ πάλιν δεόμεθα, διὰ τὸ μηδεμίαν ἔχειν ἐκ φύσεως περιβολὴν ἰσχυράν· οἴκου δὲ, διὰ τὰς δυσκρασίας τοῦ περιέχοντος ἡμᾶς ἀέρος καὶ τὰ θηρία· θεραπείας δὲ, διὰ τὰς μεταβολὰς τῶν ποιοτήτων καὶ τὴν | |
αἴσθησιν τὴν ἐνδοθεῖσαν ἡμῶν τῷ σώματι· εἰ γὰρ μὴ προσῆν | 18 | |
19 | ἡμῖν ἡ αἴσθησις, οὐκ ἂν ἠλγοῦμεν· οὐδ’ ἂν θεραπείας ἐδεήθη‐ μεν, μὴ ἀλγοῦντες· καὶ διεφθάρημεν ἂν, ἐν ἀγνωσίᾳ τοῦ κακοῦ τὸ πάθος οὐκ ἰώμενοι. Διὰ δὲ τὰς τέχνας καὶ τὰς ἐπιστήμας, καὶ τὰς ἀπὸ τού‐ | |
5 | των χρείας ἀλλήλων δεόμεθα· διὰ δὲ τὸ δεῖσθαι ἀλλήλων εἰς ταυτὸ πολλοὶ συνελθόντες, κοινωνοῦμεν ἀλλήλοις κατὰ τὰς τοῦ βίου χρείας ἐν τοῖς συναλλάγμασιν· ἥντινα σύν‐ οδον καὶ συνοικίαν πόλιν ὠνόμασαν· ἵνα ἐγγύθεν, καὶ μὴ πόῤῥωθεν τὰς παρ’ ἀλλήλων ὠφελείας καρπώμεθα· φύσει γὰρ | |
10 | συναγελαστικὸν καὶ πολιτικὸν ζῶον γέγονεν ὁ ἄνθρωπος· εἷς γὰρ οὐδεὶς αὐτάρκης ἑαυτῷ πρὸς ἅπαντα· δῆλον οὖν ὡς αἱ πόλεις διὰ τὰ συναλλάγματα καὶ τὰ μαθήματα συνέστησαν· ὁρίζονται γὰρ πόλιν, οὐ μόνον σύστημα ἱδρύμενον κατὰ νόμον διοικούμενον, ἀλλὰ καὶ σύνοδον, καὶ συνοικίαν πολλῶν εἰς ὠφε‐ | |
15 | λείαν. Δύο δὲ τῶν πρεσβείων τούτων ὁ ἄνθρωπος ἐξαιρέτων ἔτυ‐ χεν ὑπὲρ πάντα τὰ ὄντα λογικά τε καὶ ἄλογα ζῶα· καὶ γὰρ οὗτος μόνος συγγνώμης τυγχάνει μετανοῶν, καὶ τὸ σῶμα τούτου θνητὸν ὂν ἀπαθανατίζεται· καὶ τοῦ μὲν σωματικοῦ διὰ | |
20 | τὴν ψυχὴν, τοῦ δὲ ψυχικοῦ, διὰ τὸ σῶμα τυγχάνει· μόνος γὰρ ὁ ἄνθρωπος τῶν λογικῶν ἐξαίρετον ἴδιον ἔσχηκεν, τὸ συγγνώμης ἐν τῷ μετανοεῖν ἀξιοῦσθαι· ἐπειδὴ γὰρ τὰ ἄλογα πάθη, ἐκ τῆς πρὸς τὴν ἄλογον φύσιν συμπαθείας τε καὶ συγγενείας τὰς ἀφορμὰς ἔχει· ἡ γὰρ τῶν παθημάτων συγγένεια κατὰ τὸ | |
25 | ἶσον ἡμῖν τε καὶ τοῖς ἀλόγοις ἐμφέρεται· διπλὴν φέρει ὁ ἄν‐ θρωπος πρὸς τὰ ἐναντία τὴν τιμιότητα· τῷ μὲν θεοειδεῖ | |
τοῦ νοῦ πρὸς τὸ θεῖον κάλλος μεταμορφούμενος· ταῖς δὲ κατὰ | 19 | |
20 | τὸ πάθος γινομέναις ὁρμαῖς πρὸς τὸ κτηνῶδες φέρων τὴν οἰκειό‐ τητα· πολλάκις δὲ καὶ ὅλος ἀποκτηνοῦται διὰ τῆς πρὸς τὰ ἄλογα ῥοπῆς τε καὶ διαθέσεως· συγκαλύπτων τὸ κρεῖττον τῷ χείρονι· τούτου γοῦν χάριν ἐχαρίσατο τὸ ἐξαίρετον αὐτὸ ὁ Θεὸς | |
5 | προτέρημα, τὸ διὰ τῆς μετανοίας ἀπολύεσθαι τῶν προημαρ‐ τημένων αὐτῷ τὰς αἰτίας ἀποδυρόμενος· καὶ γὰρ μόνῳ ἀν‐ θρώπῳ τοῦτο δεδώρηται, καὶ παντὶ, καὶ ἀεὶ, παρὰ τὸν καιρὸν τῆς ἐγκοσμίου ζωῆς· μετὰ δὲ θάνατον οὐκ ἔτι· καὶ ὥσπερ ἴδιον ἐστὶ τοῦ εἴδους αὐτοῦ τὸ γελαστικὸν, ἐπειδὴ καὶ μόνῳ τούτῳ | |
10 | πρόσεστι, καὶ παντὶ, καὶ ἀεί· εἰ καὶ μὴ ἀεὶ κέχρηται αὐτῷ· οὕτως ἴδιον αὐτῷ καὶ ἐξαίρετον, καὶ μόνῳ τῶν ἄλλων ζώων, τὸ μετὰ θάνατον ἀνίστασθαι, καὶ εἰς ἀθανασίαν χωρεῖν· τυγχάνει δὲ τούτου διὰ τὴν τῆς ψυχῆς ἀθανασίαν· ὥσπερ τοῦ θανάτου, διὰ τὴν τοῦ σώματος ἀσθένειάν τε καὶ πολυπάθειαν. | |
15 | Ἴδια δὲ αὐτοῦ καὶ τὰ τῶν τεχνῶν καὶ ἐπιστημῶν μαθήματα· καὶ αἱ κατὰ τὰς τέχνας πάσας ἐνέργειαί τε καὶ ἐφευρέσεις πάσας· τρεῖς δὲ περὶ τὸ ζῶον τοῦτο τὸ λογικὸν ἐνεργοῦσι δυνά‐ μεις ἀεί· ψυχικαὶ, φυσικαὶ καὶ ζωτικαί· τουτέστιν ἡγεμονικαὶ, αἰσθητικαὶ καὶ κινητικαί· ψυχικαὶ μὲν καὶ ἡγεμονικαὶ, φαν‐ | |
20 | τασία, λογισμὸς, μνήμη, δόξα, διάνοια· αἴτε κατὰ μέρος αἰσθή‐ σεις, καὶ αἱ κατὰ προαίρεσιν κινήσεις· ζωτικαὶ δὲ, οἷον ἀνα‐ πνευστικὴ καὶ σφυγμική· φυσικαὶ δὲ, οἷον γεννητικὴ, θρε‐ πτικὴ, αὐξητική· καὶ αἱ τούτων ὑπηρέτιδες, ἐλεγκτικὴ καὶ ἑλκτικὴ, ἀλλοιωτικὴ καὶ ἀποκριτική· ἔτι δὲ σὺν ταύταις | |
25 | καὶ τίς ἕτερα διακριτικὴ λεγομένη, ἥτις κατὰ πᾶν μόριον ἐνερ‐ γοῦσα, συνιστᾶ ταῦτα καὶ τρέφει, καὶ τὸ περιττὸν ἀπωθεῖται. Χρὴ δὲ γινώσκειν ταύτας τὰς δυνάμεις ἐκ τριῶν ὁρμᾶσθαι | |
μορίων· ἐκ κεφαλῆς μὲν, ᾗ λογιζόμεθα καὶ αἰσθανόμεθα καὶ | 20 | |
21 | μεμνήμεθα· καὶ τόπον ἐκ τόπου μετερχόμεθα· ἐκ καρδίας δὲ, ᾗ θυμούμεθα, καὶ διάθερμοι τυγχάνομεν ὄντες· ἔτι δὲ σφυγμὸν ἔχομεν αὐτῇ τῇ καρδίᾳ· καὶ ἐξ αὐτῆς ἐν ἁπάσαις ταῖς ἀρτη‐ ρίαις· ἐξ ἥπατος δὲ, ᾧ τρεφόμεθα καὶ αὐξανόμεθα, καὶ τὸ | |
5 | πᾶν ἡμῶν ἐπαρδεύεται σῶμα· ἑκάστη δὲ αὐτῶν τῶν δυνάμεων διὰ τοῦ νοὸς ἐνεργεῖται· ὅτι πᾶσα ἐνέργεια διανοίας ἐστὶν ἀποτέλεσμα· αἱ δὲ ἐνέργειαι δυνάμεις εἰσὶ τοῦ νοός· ὁ δὲ νοῦς ἡγεμονικόν ἐστι τῆς ψυχῆς· εἰ γὰρ καὶ ἀθεώρητός ἐστιν ἡ τοῦ νοῦ φύσις καθ’ ἑαυτὴν, καὶ οὐδεὶς αὐτὴν τόπος ἐμπεριέχει τῷ | |
10 | σώματι διὰ τὸ ἄϋλον καὶ ἀσώματον, ἀλλ’ ὅμως πᾶσα προ‐ αιρετικὴ κίνησις τούτου ἔργον ἐστί· πάσης δὲ προαιρετικῆς κινήσεως προηγεῖται φαντασία· φαντασία δέ ἐστι τύπωσις τοῦ ἡγεμονικοῦ, δι’ ἧς γίνεται τῶν ἀφανῶν καὶ ἀμελετήτων πρα‐ γμάτων ἐξ ἐπινοίας τινὸς ἀμυδρὰ ἔλλαμψις· διάνοια δέ ἐστι | |
15 | νοὸς οἰκεία κίνησις· ἡ δι’ αὐτοῦ ἐνεργοῦσα, καὶ τὰ πράγματα κρίνουσα· τοῦ διανοητικοῦ δὲ εἰσὶν αἵ τε κρίσεις καὶ αἱ συγ‐ καταθέσεις, καὶ ἀποφυγαὶ τῶν κακῶν καὶ ὁρμαί· καὶ αἱ νοή‐ σεις τῶν ὄντων· καὶ αἱ ἀρεταί· καὶ αἱ ἐπιστῆμαι· καὶ τῶν τεχνῶν οἱ λόγοι· καὶ τὸ βουλευτικόν· ἡ μνήμη δέ ἐστι φυ‐ | |
20 | λακὴ τῶν ῥηθέντων, ἢ διανοηθέντων, ἢ ἐνεργηθέντων, ἢ ἀκου‐ σθέντων· ἡ δόξα δὲ συντελεστικὴ τούτων ὑπάρχουσα, διὰ τῶν αἰσθητηρίων ἀντιλαμβανομένη τὰ φαντασθέντα καὶ διανοη‐ θέντα, καὶ ἐνεργηθέντα, καὶ ἀκουσθέντα, διὰ τῆς τοῦ λογισμοῦ συγκαταθέσεως ἐκπληροῖ. | |
25 | Ἔστι δὲ λογισμὸς νοῦς μετὰ ὀρθοῦ λόγου προτιμῶν τὸν σοφὸν βίον· νοῦς δέ ἐστι φύσις ἐπινοητικὴ καὶ ἀποτελεστικὴ πάντων τῶν ὄντων, τεχνῶν τε καὶ ἐπιστήμων· νοῦς δὲ παρὰ | |
τὸ νέεσθαι· ὁ πάντοτε κινούμενος, καὶ ἐπὶ παντὸς προϊὼν ἐν | 21 | |
22 | ἡμῖν πράγματος· τί γὰρ ὁρμητικώτερον τοῦ νοῦ; καθὼς Ὅμηρος φησὶν, ὡς δ’ ὅταν ἀΐξῃ νοὸς ἀνέρος· (Il. Ο. 80.) καὶ ἀλλαχοῦ· | |
5 | ὥστε πτερὸν, ἠὲ νόημα· (Od. Η. 36.) ἐκ νοὸς δὲ καὶ ὁ λόγος γεννᾶται· καὶ φωναῖς τυποῦται, καὶ γράμμασιν ὡσπερεὶ σωματοῦται· ὁ γὰρ λόγος ὃν ἐκφέρομεν διὰ γλώσσης καὶ χειλέων, γέννημα ἐστὶ τοῦ νοῦ· γεννᾶται δὲ οὐκ ὄψει· οὐ πάθει· οὐ πόνῳ· οὐ διαιρέσει· ἔστι γὰρ ἀσώ‐ | |
10 | ματος, ἀόρατος καὶ ἀκράτητος· ἀκοῇ μόνον παραδεχόμενος· οὐδεὶς εἶδεν ὄψει λόγον· οὐδεὶς κατέχει χειρί· ἀλλ’ ἔστιν ἀσώματος καὶ ἀκράτητος φύσις, ὑπὸ μιᾶς αἰσθήσεως κρατού‐ μενος τῆς ἀκοῆς· καὶ οὐκ ἐκτείνασα χεῖρας ἡ ἀκοὴ κατέχει αὐτόν· ἀλλ’ αὐτὸς ὁ λόγος εἰσελθὼν κρατεῖται, καὶ οὐ μερί‐ | |
15 | ζεται, καὶ τοῦ νοῦ τοῦ γεννήσαντος αὐτὸν οὐκ ἀποσχίζεται· ἀλλὰ καὶ πάντας πληροῖ τοὺς ἀκούοντας αὐτοῦ, καὶ τοῦ γεν‐ νήσαντος αὐτὸν οὐκ ἀφίσταται νοῦ· ἀπὸ δὲ τοῦ λόγου κατα‐ λαμβάνεται ἡ διάνοια καὶ ἡ βουλὴ τῆς ψυχῆς· διὸ φησὶν ὁ μέγας Βασίλειος· “τοῦ λόγου τὴν χρῆσιν δέδωκεν ἡμῖν ὁ | |
20 | “κτίσας ἡμᾶς Θεὸς, ἵνα τὰς βουλὰς τῶν καρδιῶν ἀλλήλοις “ἀποκαλύπτωμεν· καὶ διὰ τὸ κοινωνικὸν τῆς φύσεως ἕκαστος τῷ “πλησίον μεταδίδωμεν· ὥσπερ ἔκ τινων ταμιείων τῶν τῆς καρ‐ “δίας κρυπτῶν προφέροντες τὰ βουλεύματα. εἰ μὲν γὰρ “γυμνῇ τῇ ψυχῇ διεζῶμεν, εὐθὺς ἂν ἀπὸ τῶν νοημάτων ἀλ‐ | |
25 | “λήλοις συνεγινόμεθα. Ἐπεὶ δὲ ὑπὸ παραπετάσματι τῇ “σαρκὶ ἡμῶν καλυπτομένη ἡ ψυχὴ τὰς ἐννοίας ἐργάζε‐ “ται, ῥημάτων δεῖται καὶ ὀνομάτων πρὸς τὸ δημοσιεύειν τὰ | |
“ἐν τῷ βάθει κείμενα·” πλὴν πρότερον ὁ ἀπὸ τῶν γραμ‐ | 22 | |
23 | μάτων τύπος ἐγγίνεται τῇ νοήσει· ἔπειτα μετὰ τὸ φαν‐ τασιωθῆναι, ἀπὸ τῶν ὑποκειμένων τὰς οἰκείας καὶ προσφυεῖς ἑκάστου σημασίας ἐκλεγόμενος ἐξαγγέλλει· εἶτα τῇ ὑπηρεσίᾳ τῶν φωνητικῶν ὀργάνων διαδιδοὺς τὰ νοηθέντα, οὕτως διὰ | |
5 | τῆς τοῦ ἀέρος τυπώσεως κατὰ τὴν ἔναρθρον τῆς φωνῆς κίνησιν τὸ ἐν τῷ κρυπτῷ νόημα σαφηνίζει. Καὶ τοῦτο ἐν τῇ φύσει τοῦ λογικοῦ ζώου, τὸ διὰ λό‐ γου ἐκκαλύπτειν προφορικοῦ τὰ τῆς ψυχῆς ἀπόκρυφα· ἡ γὰρ νοερὰ τῶν ἀγγέλων οὐσία, ἐξ αὐτῶν τῶν νοημάτων ἀλλήλοις | |
10 | συγγίνονται· τὸν λόγον δὲ τὸν ἀνθρώπινον τινὲς ἄγγελον ὡρί‐ σαντο νοήματος· λέγεται δὲ, ὁ μὲν ἐνδιάθετος, ὁ δὲ προφορικός· καὶ ἐνδιάθετος μέν ἐστιν, ὁ ἐν καρδίᾳ λαλούμενος· ὁ δὲ ἐν τῇ προφορᾷ καὶ χρήσει, ῥῆμα ἀπὸ διανοίας ἐκπεμπόμενον μετὰ φωνῆς· φωνὴ δὲ οὐ πᾶς λόγος λέγεται, ἀλλὰ πᾶν ὃ ψόφον δι’ | |
15 | ἀκοῆς ἐμποιεῖ· ἐπὶ μὲν γὰρ τῆς ἡμετέρας ψυχῆς διτταὶ εἰσὶν αἱ ἐνέργειαι· αἱ μὲν γνωστικαὶ, οἷον νοῦς, δόξα, φαντασία, αἴσθησις καὶ διάνοια, καθὼς προείπομεν· αἱ δὲ ζωτικαὶ καὶ ὀρεκτικαὶ, οἷον, βούλησις, θυμός, καὶ ἐπιθυμία· περὶ ὧν μετ‐ έπειτα ἐνσημάνομεν. | |
20 | Τὰς δὲ τοῦ νοὸς ἐνεργείας πάσας τινὲς κατὰ τὰς ἐν τῇ κεφαλῇ τοῦ ἐγκεφάλου κοιλίας, ἤγουν τὰς ἐμπροσθίους καὶ ὀπισθίους καὶ μέσας κοιλότητας, διαμένειν εἶπον· διὰ τὸ ἐν νοσήμασι τοῖς κατὰ παρατροπὴν τινὰ γενομένοις ταύτας ἀπόλλυσθαι· ποτὲ μὲν γὰρ ὁμοῦ τὸ φανταστικὸν, καὶ τὸ δια‐ | |
25 | νοητικὸν, καὶ μνημονευτικὸν, καὶ τὸν λογισμὸν αὐτὸν διαφθεί‐ ρονται οἱ φρενητιάσαντες, ἢ παρακοπὴν πάσχοντες· ποτὲ | |
δὲ καθ’ ἕκαστον τούτων· πλὴν ἀλλ’ ὁ μὲν νοῦς ἐπὶ τῶν κατὰ | 23 | |
24 | φύσιν διακειμένων ἀνθρώπων, τὸ οἰκεῖον τῆς φρονήσεως ἔργῳ ἢ λόγῳ ἐνήργησεν· ἐπὶ δὲ τῶν ἀσθενῶς διακειμένων μορίων δέξα‐ σθαι τὴν φυσικὴν αὐτοῦ δύναμιν ἢ κίνησιν, ἄπρακτος καὶ ἀνενέργητος ἔμεινεν· ἐπεὶ καὶ μουσικὸς ἔμπειρος δεῖξαι τὴν ἐπι‐ | |
5 | στήμην ἀδυνατεῖ, εἰς τὰ τῷ χρόνῳ διεφθορότα ἢ παραρηγμένα ἐκ καταπτώσεως τῆς τεχνικῆς αὐτοῦ πράξεως ὄργανα. Οὐ μόνον δὲ τῆς ψυχικῆς, καὶ ζωτικῆς, καὶ φυσικῆς δυνά‐ μεως ἐπιστατεῖν αὐτὸν οἴδαμεν, ἄλλα καὶ διὰ τῶν πεντὲ αἰσθήσεων ἐνεργεῖσθαι γινώσκομεν· ταῖς γὰρ αἰσθητικαῖς δυνά‐ | |
10 | μεσιν ἑαυτὸν καταμερίζων καταλλήλως δι’ ἑκάστης, τὴν τῶν ὄντων γνῶσιν ἀναλαμβάνει· οὗτος γὰρ θεωρεῖ διὰ τῶν ὀφθαλ‐ μῶν τὸ φαινόμενον· καὶ συνΐησι διὰ τῆς ἀκοῆς τὸ λεγόμενον· καὶ διὰ τῆς γλώσσης διακρίνει τῶν γευστῶν τὰς ποιότητας· καὶ διὰ τῆς ὀσφρήσεως δοκιμάζει τὰς διαφορὰς τῶν ἀτμῶν· | |
15 | καὶ τῇ χειρὶ χρῆται πρὸς ὃ βούλεται· τῇ τοῦ ὀργάνου συν‐ εργίᾳ εἰς ταῦτα χρώμενος· ὁ γὰρ περιεκτικὸς τοῦ ἐγκεφάλου ὑμὴν δι’ αἰσθητικῶν ὀργάνων ἐξ ἑαυτοῦ κινουμένων, τῇ ὁράσει, καὶ τῇ ὀσφρήσει, καὶ τῇ ἀκοῇ, καὶ τῇ γεύσει ἁρμοζόμενος, φυσικῶς διὰ τοῦ ψυχικοῦ πνεύματος τῶν αἰσθήσεων ἀντιλαμ‐ | |
20 | βάνεται. Τὰς δὲ ζωτικὰς δυνάμεις ἐκ καρδίας ὁρμᾶσθαι μάθομεν· καὶ γὰρ τοῦ ἐν ἡμῖν ἐμφύτου θερμοῦ τῇ ἀεικινήτῳ ὁρμῇ, ὃν καὶ ζωτικὸν τόνον τινὲς ὠνόμασαν, ἡ ψυχὴ ὡς ὀργάνῳ χρωμένη, πᾶσαν ἑαυτῆς ἐνέργειαν ἐπιτελεῖ· τὸ γὰρ ἐκεῖθεν | |
25 | πηγάζον ζωτικὸν πνεῦμα χορηγούμενον ἐπὶ τὸν ἐγκέφαλον, καὶ δι’ αὐτοῦ ἐπὶ τὰ αἰσθητήρια, καὶ ἐπὶ τὰ πανταχοῦ τοῦ σώματος διήκοντα νεῦρα δεχόμενοι, ζῶντες καὶ ἐνεργοῦντες | |
δεικνυόμεθα· ἐκ καρδίας γὰρ καὶ ἡ σφυγμικὴ ὁρμᾶται κίνησις· | 24 | |
25 | οὐδὲν γάρ ἐστι σφυγμὸς, ἢ κίνησις καρδίας καὶ ἀρτηριῶν ὑπὸ ζωτικῆς δυνάμεως φυσικῶς γινομένη, κατὰ διαστολὴν καὶ συ‐ στολὴν τοῦ πνεύμονος, πρὸς ἐκφόρησιν τῶν λιγνυωδῶν περιττω‐ μάτων, καὶ ἀντεισαγωγὴν τοῦ καθαροῦ ἀέρος, πρὸς τὸ ῥιπίζεσθαι | |
5 | καὶ ἀναζωπυρεῖν τὸν ζωτικὸν τόνον, ὅ ἐστι τὸ ἔμφυτον θερμὸν τὸ ἐν τῇ καρδίᾳ. Ἐξ ἥπατος δὲ αἱ φυσικαὶ δυνάμεις ὁρμῶνται· καὶ γὰρ διὰ τῆς ἐργασίας αὐτοῦ τρέφεται ἡμῶν ἅπαν τὸ σῶμα, καὶ αὐξανόμεθα· καὶ πάλιν τροφῆς ὀρεγόμεθα· πέψει, καὶ | |
10 | ἀναδόσει, καὶ ἐξαιματώσει, καὶ προσθέσει, καὶ διακρίσει, καὶ ἀποκρίσει· αἱ γὰρ τρεῖς αὗται δυνάμεις· ἡ ἐκ καρδίας· ἡ ἐξ ἥπατος· καὶ ἡ ἐξ ἐγκεφάλου, πᾶσαν ἡμῶν διοικοῦσι ζωήν· διὸ καὶ τῆς ψυχῆς μέρη τινὲς ταῦτα ὡρίσαντο εἶναι· τὸ γὰρ “τριμερὲς τῆς ψυχῆς ἐν ἀπαθείας βυθῷ” τῶν σοφῶν τὶς | |
15 | “καταποντίζεσθαι” εὔχεται· καὶ θαυμαστὸν πῶς τριμερὴς ἡ ἀσώματος· πλὴν ἐνέργειαί τινες εἰσὶν, εἴτουν δυνάμεις, τὸ θυμικὸν, τὸ ἐπιθυμητικὸν, καὶ τὸ λογιστικόν· ὁρμῶνται δὲ, τὸ θυμικὸν μὲν ἐκ καρδίας· τὸ δὲ ἐπιθυμητικὸν ἐξ ἥπατος· ἐξ ἐγκεφάλου δὲ τὸ λογιστικόν· καὶ ἐκ μὲν τοῦ θυμικοῦ ὁ θυμὸς | |
20 | γεννᾶται· ἔστι δὲ θυμὸς ζέσις τοῦ περικαρδίου αἵματος πρὸς ὄρεξιν ἀντιλυπήσεως τῶν παροξυνάντων κινούμενος· παράγεται δὲ παρὰ τὸ θύω τὸ ὁρμῶ· ἢ παρὰ τὸ θύειν αἷμα· θυαιμός τις ὢν· ἢ ὁ θύειν, ἤγουν ὁρμᾶν αἷμα κινούμενος, καὶ ὁρμώμενος ὑπὸ αἵματος. ἐκ δὲ τοῦ ἐπιθυμητικοῦ ἡ ἐπιθυμία κινεῖται· ἔστι δὲ | |
25 | ἡ ἐπιθυμία παντὸς ἐμψύχου ὁρμὴ πρωτὴ πρός τι τῶν φιλου‐ μένων· ἐκ τοῦ λογιστικοῦ δὲ ὁ λογισμὸς ἐφορμᾶται· λογισμὸς δέ ἐστι τὸ πρῶτον ἐν νοῒ ἀνελθὸν νόημα· ἢ ἀόρατος κίνησις καὶ ταραχὴ πραγμάτων· ἢ αἰσθητῶν πραγμάτων συνισταμένη κατὰ | |
διάνοιαν εἰκών· μεθ’ ἧς ὁ νοῦς κινούμενος λέγει τι ἢ πράττει | 25 | |
26 | φανερῶς ἢ κρυπτῶς πρὸς τὰ μορφούμενα ὑπ’ αὐτοῦ· καὶ τοῦ μὲν θυμικοῦ εἰσὶν ἀρεταὶ, ὑπομονὴ, καὶ ἐγκράτεια καὶ ἀν‐ δρεία· κακίαι δὲ, ὀργὴ καὶ μανία, καὶ δειλία, καὶ ἀνανδρία· τοῦ ἐπιθυμητικοῦ ἀρεταὶ μὲν, σωφροσύνη, καὶ ὄρεξις τῶν ἀθα‐ | |
5 | νάτων ἀγαθῶν· καὶ ἀγάπη Θεοῦ, καὶ τῶν πλησίον· κακίαι δὲ, ἀσέλγεια, καὶ ἀκολασία, καὶ τῶν γηϊνῶν ἀγαθῶν ἐπιθυμία· τοῦ λογιστικοῦ δὲ ἀρεταὶ μὲν, σύνεσις, καὶ εὐσέβεια, καὶ φό‐ βος Θεοῦ· κακίαι δὲ, πανουργία καὶ δολιότης, καὶ ἀφοβία Θεοῦ. | |
10 | Ὁπηνίκα γὰρ ὁ Θεὸς τὸν ἄνθρωπον κατεσκεύαζε, τὰ πάθη αὐτῷ καὶ τὰ ἤθη περιεφύτευσε· μᾶλλον δὲ δεκτικὸν αὐτὸν τῶν ἀμφοτέρων ἐποίησε, καὶ διὰ τῶν αἰσθητηρίων ἐνεθρόνισε τὸν ἡγεμόνα νοῦν· καὶ τούτῳ νόμον δέδωκε αὐτεξούσιον, καθ’ ὃν πολιτευσάμενος βασιλεύσει βασιλείαν σώφρονά τε καὶ δικαίαν, | |
15 | καὶ ἀγαθὴν καὶ ἀνδρείαν· εἰ τὸ κρεῖττον ἕληται· ἵν’ ἦ φησὶ τὸ ἀγαθὸν οὐχ ἧττον ἢ τοῦ παρασχόντος Θεοῦ τὰ σπέρματα, σοφίας μείζονος γνώρισμα· ἐν γὰρ τῇ ἀρετῇ, καὶ τὸ ἐφ’ ἡμῖν ἀνεμπόδιστον, καὶ ἡ σοφία τοῦ Θεοῦ καταφανὴς ἡ ἐντεθεῖσα ἡμῖν ἐστί. τῆς δὲ σοφίας εἴδη τέσσαρα· ἅσπερ καὶ γενικὰς | |
20 | ἀρετὰς τινὲς ὀνομάζουσι· φρόνησις, δικαιοσύνη, σωφροσύνη καὶ ἀνδρεία· κυριωτάτη δὲ πασῶν ἡ φρόνησις· ἐξ ἧς τῶν παθῶν ὁ λογισμὸς ἐπικρατεῖ· σοφία τοίνυν ἐστὶ γνῶσις θείων καὶ ἀν‐ θρωπίνων πραγμάτων· σωφροσύνη δὲ ἐπικρατεία τῶν ἐπιθυμιῶν· ἢ οὕτως σωφροσύνη ἐστὶν ἀρετὴ τοῦ ἐπιθυμητικοῦ, καθ’ ἣν | |
25 | κατέχουσι τοῦ λογισμοῦ τὴν ἐπιθυμίαν ὁρμῶσαν ἐπὶ φαύλας ὁρμάς. | |
Τῶν δὲ ἐπιθυμιῶν, αἱ μὲν εἰσὶ ψυχικαί· αἱ δὲ σωματικαί· | 26 | |
27 | καὶ ἀμφοτέρων ἐπικρατεῖν ὁ λογισμὸς φαίνεται· ὁ γὰρ λο‐ γισμὸς τῶν ἀρετῶν μὲν ἐστὶν ἡγεμὼν, τῶν δὲ παθῶν αὐτοκρά‐ τωρ· οὐχ ὥστε αὐτὰ καταλύσαι, ἀλλ’ ὥστε αὐτοῖς μὴ εἶξαι· οἷον, ἐπιθυμίαν τίς οὐ δύναται ἐκκόψαι ἡμῶν· ἀλλὰ τὸ | |
5 | μὴ δουλωθῆναι τῇ ἐπιθυμίᾳ δύναται ὁ λογισμὸς παρασχέσθαι· ὁμοίως θυμὸν τίς ἐκκόψαι οὐ δύναται, ἀλλὰ τὸ μὴ δουλωθῆναι τῷ θυμῷ δύναται τῷ λογισμῷ βοηθῆσαι· οὐ γὰρ ἐκριζώτης τῶν παθῶν ὁ λογισμός ἐστιν, ἀλλ’ ἀνταγωνιστής· παθῶν δὲ φύσεις εἰσὶν αἱ περιεκτικώταται δύο, ἡδονή τε καὶ πόνος· | |
10 | τούτων δὲ ἑκάτερον καὶ περὶ τὸ σῶμα καὶ περὶ τὴν ψυχὴν πέφυκεν· ἀκολουθίαι δὲ παθῶν πολλαὶ περὶ τὰ ἀμφότερα· πρὸ μὲν οὖν τῆς ἡδονῆς ἐστὶν ἐπιθυμία ἐκ τῆς ἡδονῆς κινου‐ μένη· μετὰ δὲ τὴν ἡδονὴν χαρὰ ἢ λύπη συνίσταται· εἰ μὲν γὰρ ἀγαθὰ τὰ τῆς ἡδονῆς τέλη, χαρά· εἰ δὲ φαῦλα, λύπη· | |
15 | πρὸ δὲ τοῦ πόνου, φόβος· μετὰ δὲ τὸν πόνον, λύπη ἕπεται· ὁ δὲ θυμὸς κοινὸν πάθος ἐστὶν ἡδονῆς καὶ πόνου· ὅτι δὲ τὰ τέλη τῆς ἡδονῆς ἀμφότερα συνιστᾶ χαρά τε καὶ λύπη, οὐδ’ ὁ τυχὼν ἀγνοεῖ· καὶ γὰρ τὰ βρέφη μασθοῦ μητρικοῦ ἐπιθυμήσαντα ἄττεί τε καὶ μετὰ περιχαρείας ἀσπάζεται τοῦτον ἰδόντα· | |
20 | καὶ στερηθέντα δέ τι τῶν ἡδονῆς ἐμποιούντων λυποῦνται. Τῶν δὲ ἡδονῶν, αἱ μὲν εἰσὶ ψυχικαὶ, αἱ δὲ σωματικαί· ψυ‐ χικαὶ μὲν, αἱ τῆς ψυχῆς αὐτῆς καθ’ ἑαυτήν· ὡς αἱ περὶ τὰ μαθήματα καὶ τὴν θεωρίαν· σωματικαὶ δὲ, αἱ μετὰ κοινωνίας τοῦ σώματος καὶ τῆς ψυχῆς γενόμεναι· ὡς αἱ περὶ τὰς τρο‐ | |
25 | φὰς καὶ τὰς συνουσίας· μόνου δὲ τοῦ σώματος οὐκ ἂν εὕροι τις ἡδονάς· ἔτι τῶν ἡδονῶν, αἱ μὲν εἰσὶ ψευδεῖς, αἱ δὲ ἀλη‐ θεῖς κατὰ Πλάτωνα· ψευδεῖς μὲν, ὅσαι μετὰ αἰσθήσεως γίνον‐ | |
ται καὶ δόξης οὐκ ἀληθοῦς· καὶ λύπας ἔχουσι συμπεπλεγμέ‐ | 27 | |
28 | νας· ἀληθεῖς, ὅσαι τῆς ψυχῆς εἰσὶ μόνης, μετ’ ἐπιστήμης καὶ νοῦ καὶ φρονήσεως, καθαραὶ καὶ ἀνεπεμικτοὶ λύπης. Τῶν δὲ σωματικῶν ἡδονῶν, αἱ μὲν εἰσὶν ἀναγκαῖαι ἅμα καὶ φυσικαὶ, ὧν χωρὶς ζῆν ἀδύνατον· ὡς αἱ τροφαὶ καὶ τὰ ἐνδύ‐ | |
5 | ματα· αἱ δὲ φυσικαὶ μὲν οὐκ ἀναγκαῖαι δὲ, ὡς αἱ κατὰ φύ‐ σιν καὶ κατὰ νόμον μίξεις· δυνατὸν γὰρ καὶ χωρὶς αὐτῶν ζῆν· αἱ δὲ οὔτε φυσικαὶ, οὔτε ἀναγκαῖαι, ἀλλὰ καὶ περιτταί· ὡς ἡ μέθη, καὶ ἡ λαγνεία, καὶ ἡ φιλαργυρία· αὗται γὰρ καὶ προσ‐ βλάπτουσι, καὶ διὰ τοῦτο καὶ περιτταί. | |
10 | Ἡδονὴ ἐστὶ καὶ ἡ κακοήθης διάθεσις πολυτροπωτάτη πάν‐ των οὖσα τῶν παθῶν· κατὰ μὲν ψυχὴν, ἀλαζονεία· φιλαργυ‐ ρία· φιλοδοξία· φιλαρχία· φιλονεικία, καὶ βασκανία· κατὰ δὲ σῶμα· παντοφαγία· λαιμαργία· μονοφαγία· καὶ ὥσπερ τῶν γενικωτάτων ἀρετῶν, φρονήσεως καὶ δικαιοσύνης, ἀνδρείας | |
15 | καὶ σωφροσύνης, πολλαὶ εἰσὶν αἱ παραφυάδες, αἱ ἐπαινούμεναι· ἥτε γὰρ εὐσέβεια καὶ εὐβουλία, καὶ καρτερία, μακροθυμία τε καὶ μετριοφροσύνη, πραότης καὶ εὐεργεσία, φιλοκαλία, εὐ‐ ταξία, κοσμιότης, ἐγκρατεία καὶ αἰδώς, καὶ ἄλλαι μυρίαι πρὸς ταύταις· οὕτως καὶ τῶν περιεκτικῶν παθῶν, ἡδονῆς τε | |
20 | καὶ πόνου, ἥ τε ὀργὴ καὶ ὁ θόρυβος, καὶ ἡ μῆνις, καὶ ἡ ἀφρο‐ σύνη, ἡ ἀκολασία, ἡ ἀβουλία, ἡ ὑπερηφανία, ἀλαζονεία, ἔρις, μῖσος, ζῆλος, λύπη, λοιδορία καὶ μικροψυχία· ἐξ ὧν ἄλλαι πλείονες ἐπικλονούμεναι καὶ ἐπισχιζόμεναι, στῖφος παθῶν συνιστῶσιν· ὧν ἑκάστην περικαθαίρων ὁ παγγέωργος λογισμὸς | |
25 | καὶ ἀποκνίζων, καὶ περιπλέκων καὶ ἐπάρδων, καὶ πάντα τρόπον μετοχετεύων, ἐξημεροῖ τὰς τῶν ἠθῶν καὶ παθῶν ὕλας. | |
Ὁ γὰρ λογισμὸς, καθὼς εἴρηται, τῶν μὲν ἀρετῶν ἐστὶν | 28 | |
29 | ἡγεμὼν, τῶν δὲ παθῶν αὐτοκράτωρ· λήθης δὲ καὶ ἀγνοίας οὔπω δεσπόζει· οὐ γὰρ τῶν αὐτῶν παθῶν ὁ λογισμὸς ἐπικρατεῖ· ἀλλὰ τῶν τῆς δικαιοσύνης, καὶ σωφροσύνης, καὶ ἀνδρείας, καὶ φρονήσεως ἐναντίων· οὐχ ὥστε αὐτὰ κωλύσαι τοῦ μὴ γενέ‐ | |
5 | σθαι, ἀλλ’ ὥστε αὐτοῖς μὴ ὑποταγῆναι· λήθη δὲ καὶ ἄγνοια, τοῦ λογισμοῦ εἰσὶ πάθη· τῆς γὰρ κατὰ γνῶσιν ἐνεργείας ἀναι‐ ρουμένης, συνίσταται ταῦτα· ἐπαναλαμβάνεται δὲ πάλιν διὰ μνήμης καὶ ἀναμνήσεως. Ἔστι δὲ μνήμη, ὡς μὲν Ἀριστοτέλης, φαντασία ἐγκαταλε‐ | |
10 | λημμένη ἀπό τινος αἰσθήσεως τῆς κατ’ ἐνεργείας φαινομένης· ὡς δὲ Πλάτων, σωτηρία αἰσθήσεώς τε καὶ νοήσεως· ἡ γὰρ ψυχὴ, τῶν μὲν αἰσθητῶν διὰ τῶν αἰσθητηρίων ἀντιλαμβάνεται, καὶ γίνεται δόξα· τῶν δὲ νοητῶν διὰ τοῦ νοῦ, καὶ γίνεται νόη‐ σις· ὅταν οὖν τοὺς τύπους, ὧν τε ἐδόξασεν, ὧν τε ἐνόησε δια‐ | |
15 | σώζει καὶ τηρεῖ, μνημονεύειν λέγεται· ἀνάμνησις δέ ἐστι μνήμης ἐξιτήλου γενομένης ἀνάκτησις· γίνεται δὲ ἐξίτηλος, ὑπὸ τῆς λήθης· λήθη δέ ἐστι μνήμης ἀποβολή· ἀλλ’ ἡ μὲν διηνεκὴς, ἡ δὲ ἐπὶ ποσόν· ἧς ἐστιν ἡ ἀνάμνησις ἔργον. Πάντων δὲ γένεσις τῶν προειρημένων παθῶν τῶν ἐκ τῆς | |
20 | ἡδονῆς καὶ τοῦ πόνου· καὶ μέντοι καὶ τῶν αὐτοῖς ἐναντίων, τουτέστι τῶν ἀρετῶν ἐκ τοῦ τριμεροῦς τῆς ψυχῆς καὶ τῶν ἐφ’ ἡμῖν· περὶ γὰρ ταῦτα καὶ αἱ γενικαὶ ἀρεταὶ διανέμονται· ἐν τῷ λογιστικῷ γάρ ἐστιν ἡ φρόνησις· ἐν τῷ ἐπιθυμητικῷ, ἡ σωφροσύνη· ἐν τῷ θυμικῷ, ἡ ἀνδρεία· ἡ δὲ δικαιοσύνη, ἐν | |
25 | τοῖς τρισὶ διανέμεται, τοῦ ἐφ’ ἡμῖν ἐνεργοῦντος· εἰ μὴ γὰρ τὸν τοῦ δικαίου τόπον φυλάξαί τις προαιρήσεται· οὐ σωφρονεῖν, οὐκ ἀνδρίζεσθαι, κατὰ τῶν παθῶν, οὐ καλῶς ἐπιθυμεῖν θελήσει· τὸ δὲ προαιρεῖσθαι ἢ θέλειν τοῦ ἐφ’ ἡμῖν ἐστιν· ἐφ’ ἡμῖν | |
γάρ ἐστι τὸ δικαίους εἶναι ἢ ἀδίκους, σπουδαίους ἢ ἀμαθεῖς, | 29 | |
30 | συνετοὺς ἢ ἄφρονας· τὸ γὰρ μελετᾶν ἢ ἐπιγυμνάζεσθαι παρὰ πᾶσιν ὡμολόγηται ὅτι ἐφ’ ἡμῖν· οὐχ ὡς ἕξεις, ἀλλ’ ὡς κύριαι τῶν ἕξεων· αἱ γὰρ μελέται κύριαι τῶν ἕξεων· τὸ δὲ ἔθος, φύσις ἐπίκτητος· ἡ δὲ κύρια τῆς ἕξεως ἐστὶν ἡ μελέτη· ἐφ’ ἡμῖν | |
5 | δὲ ἡ μελέτη, ἐφ’ ἡμῖν καὶ ἡ ἕξις· ὧν δὲ ἐφ’ ἡμῖν αἱ ἕξεις, τούτων ἐφ’ ἡμῖν καὶ αἱ πράξεις, αἱ κατὰ τὰς ἕξεις· ταῖς γὰρ ἕξεσι αἱ πράξεις πρόσφοροι· ὁ ἄρα δικαίαν ἕξιν ἔχων δίκαια πράξει· καὶ ὁ ἄδικον τὸ ἀνάπαλιν· τῶν γὰρ ἐπίσης ἐνδεχομέ‐ νων, ἡμεῖς κύριοι τῷ ἐνεργεῖν· ἐπίσης δέ ἐστιν ἐνδεχόμενον, ὃ | |
10 | αὐτό τε δυνάμεθα ποιεῖν, καὶ τὸ ἀντικείμενον αὐτῷ· ποιεῖται δὲ τούτων τὴν αἵρεσιν ὁ νοῦς ὁ ἡμέτερος· οὗτος γάρ ἐστιν ἀρχὴ πράξεων· καὶ ἡ βουλὴ τῶν ἐφ’ ἡμῖν ἐστιν ὥσπερ καὶ ἡ προαίρεσις· ὁρίζονται γὰρ τὴν προαίρεσιν ὄρεξιν βουλευτικὴν τῶν ἐφ’ ἡμῖν· καὶ ταῦτα μὲν περὶ τοῦ τριμεροῦς, ὅσον μαθεῖν | |
15 | ἐξ ὀλίγου πόθεν ἡ τούτων ὁρμή. Αἱ δὲ φυσικαὶ δυνάμεις καὶ ζωτικαὶ ἐκ τούτων τῶν τριῶν ἐφορμῶνται· ἐν τῇ καρδίᾳ γάρ ἐστι τὸ ἔμφυτον θερμόν· ἐν τῷ ἥπατι δὲ γεννᾶται τὸ αἷμα· καὶ ἐξ ἐγκεφάλου ἡ προαιρετικὴ κίνησις ἐνεργεῖται· ὅθεν ἡ μὲν διαθάλπει τὸ πᾶν τῇ θερμό‐ | |
20 | τητι· ἡ δὲ τὸ θερμαῖνον τῇ ἰκμάδι ὑπονοτίζει· ὡς ἂν τῇ ἰσο‐ κρατίᾳ τῆς τῶν ἐναντίων ποιότητος ἐπὶ τοῦ μέσου συντήροιτο τὸ ζῶον· μήτε τοῦ ὑγροῦ καταφρυγομένου τῷ πλεονασμῷ τῆς θερμότητος, μήτε τοῦ θερμοῦ σβεννυμένου τῇ ἐπικρατήσει τοῦ καθυγραίνοντος· ἡ δὲ τρίτη δύναμις συνέχει δι’ αὐτῆς κατά | |
25 | τινα συμβολήν τε καὶ ἁρμονίαν τὰ διακεκριμένα τῶν ἄρθρων, τοῖς παρ’ ἑαυτῆς συνδέσμοις ἁρμόζουσα· καὶ πᾶσιν ἐπιπέμ‐ | |
πουσα τὴν αὐτοκίνητον καὶ προαιρετικὴν δύναμιν· ἧς ἐπιλει‐ | 30 | |
31 | πούσης πάρετον γίνεται καὶ νεκρῶδες τὸ σῶμα, τοῦ προαιρε‐ τικοῦ πνεύματος ἀμοιρῆσαν· καὶ γὰρ ἀναισθήτων ὄντων φύσει τῶν ὀστῶν, αἰσθητικοὶς αὐτὰ νεύροις ἡ φύσις προσήρμοσέ τε καὶ ἥνωσε· μᾶλλον δὲ ὁ δεσπότης τῆς φύσεως καὶ δημιουργός· | |
5 | καὶ διὰ τῆς προσφυοῦς ἑνώσεώς τε καὶ ἁρμονίας τὰς συμβολὰς αὐτῶν ἐπισφίγξας, διὰ τῶν συνδεσμῶν τὴν δεκτικὴν τῶν αἰσθή‐ σεων αὐτοῖς περιεφύτευσε σάρκα· ἄλλην τὲ δυσπαθεστέραν καὶ εὐτονωτέραν δίχα μυῶν, ἢ σὺν αὐτοῖς, πρὸ τῆς ἐπιφα‐ νείας ἐνείλησεν· εἶτα μετ’ ἐκείνην τὸ δέρμα. | |
10 | Ταύτῃ τοίνυν τῇ στεῤῥᾷ τῶν ὀστέων φύσει, οἷον στύλοις τισὶν ἀχθοφόροις ὅλον τοῦ σώματος ἐπιθεὶς τὸ βάρος, οὐκ ἀδιαίρετον ἐνέφυσε τῷ παντὶ τὸ ὀστέον· ἀκίνητος γὰρ ἂν καὶ ἀνέργητος ἔμεινεν, εἰ οὕτω κατασκευῆς ἄνθρωπος εἶχε, καθ‐ άπέρ τι δένδρον ἐφ’ ἑνὸς τόπου μένων· μήτε τῆς τῶν σκελῶν | |
15 | διαδοχῆς ἐπὶ τὸ πρόσω προαγούσης τὴν κίνησιν· μήτε τῆς τῶν χειρῶν ὑπουργίας χρησίμης οὔσης τῷ βίῳ, ἀλλ’ εἰς μηρὸν, καὶ γόνυ, καὶ ἐπιγονατίδα, καὶ σκέλος, καὶ ἀστράγαλον, καὶ δακτύλους, τὸν πόδα καταμερίσας, καὶ διὰ τῶν ἐξ ὀστῶν συν‐ δέσμων πάλιν τεχνικῶς συνδήσας καὶ ἐναρμόσας, μεταβατικὸν | |
20 | εἶναι καὶ πρακτικὸν τὸ ὄργανον τῆς ψυχῆς διὰ τῆς ἐπινοίας ταύτης ἐμηχανήσατο· τοῦτο καὶ ἐπὶ τῶν χειρῶν, καὶ αὐχένος, καὶ στέρνου, καὶ ῥάχεως, καὶ ἐπὶ πάντων τῶν τοῦ σώματος μορίων εἰργάσατο· τῷ προαιρετικῷ πνεύματι κατά τινα φύ‐ σεως οἰκονομίαν ἐν τοῖς καθ’ ἕκαστον τῶν ἁρμονιῶν ἐνεργουμέ‐ | |
25 | νην. Καὶ θέα μοι τέχνην ἐντέχνου δημιουργοῦ· τὰ μὲν γὰρ τῶν ὀστῶν ἐκοίλανε· τὰ δὲ οὔ· καὶ τὰ μὲν μεγάλα, τὰ δὲ | |
σμικρὰ ἐποίησε· καὶ τοῖς μὲν μυελὸν ἐνέκλεισε· τοῖς δὲ σκλη‐ | 31 | |
32 | ράν τε καὶ στερεὰν φύσιν ἔθηκε· τοῖς δὲ χαύνην καὶ ἀσθενῆ· καὶ τὰ μὲν ἐπιφύσεις κατὰ τὸ πέρας ἔχουσι, τὰ δὲ αὐχέ‐ νας· καὶ τὰ μὲν ἥνωται, τὰ δὲ σύγκειται· τὰ δὲ συνήρθρωται, τὰ δὲ διήρθρωται· τὰ δὲ συνήρμοσται, τὰ δὲ συντέθειται· καὶ | |
5 | τὰ μὲν κατὰ ῥαφὴν, τὰ δὲ κατὰ ἁρμονίαν, τὰ δὲ κατὰ γόμφω‐ σιν, τὰ δὲ κατὰ γυγγλυσμόν· καὶ τὰ μὲν κατὰ συγχόνδρωσιν, τὰ δὲ κατὰ συνεύρωσιν, τὰ δὲ κατὰ συσάρκωσιν. Ἡ μὲν οὖν ὅλη σύνταξις τῶν ὀστῶν, ὀνομάζεται σκελετός· σκελετὸς δὲ λέγεται ὁ ἀπεξηραμένος τόπος· καθὼς Ὅμηρος, | |
10 | ῥύπῳ δέ οἱ αὐαλέος χρὼς ἐσκλήκει. Τί δὲ τούτων ἕκαστον ἐστὶ τῶν συνθέσεων ἢ διαρθρώσεων, ἢ ὀνομάτων, παρὰ τῶν ἰατρῶν μάθοις· πλὴν ἵνα μὴ ἀσαφῆ σοι καταλειφθῇ τὰ πολλὰ, ἴσθι ὅτι ἡ μὲν ἐγγόμφωσις συν‐ | |
15 | άρθρωσίς τις κατὰ σύμπηξιν, καὶ ἐπὶ τῶν ὀδόντων· ἡ δὲ ῥαφὴ σύνθεσις ὡς ἐπὶ τῶν τῆς κεφαλῆς ὀστῶν· ὁ δὲ γυγγλυ‐ σμὸς, σύνθεσις ὡς ἐπὶ τῶν τῆς ῥάχεως σπονδύλων, καὶ τῆς τοῦ πήχεως πρὸς τὸν βραχίονα διαρθρώσεως· καὶ τὸ μὲν ἄρθρον, σύνταξις ἐστὶ φυσική· ἡ δὲ σύμφυσις, ἕνωσις ὀστῶν | |
20 | φυσικῶν· καὶ ἡ μὲν ἐπίφυσις, ἕνωσις ἐστὶν ἑτέρου ὀστοῦ κατὰ ἕτερον· ἡ δὲ ἀπόφυσις, τοῦ σύμπαντος ὀστοῦ μέρος ὑπάρχει. Ἔστι δὲ ὀστοῦν σῶμα γεωδέστερον καὶ ἀντίτυπον, ἀναίσθη‐ τόν τε καὶ σκληρόν· καὶ οἷον ἐπιστήριγμα τῶν λοιπῶν μελῶν τοῦ σώματος· κινεῖται δὲ ταῦτα ὑπὸ μυῶν καὶ νεύρων· ἐξ | |
25 | ἐγκεφάλου ταύτην τὴν κινητικὴν δύναμιν καὶ ταῦτα δεχόμενα· ῥίζα γὰρ καὶ ἀρχὴ τῆς τούτων κινήσεως ὁ τὸν ἐγκέφαλον περι‐ έχων ἐστὶν ὑμήν· εἴρηται δὲ ὑμὴν παρὰ τὸ ὡς ὕφασμα εἶναι | |
λεπτόν· οὗτινος διακειμένου καλῶς, πᾶσα ἡ τοῦ σώματος | 32 | |
33 | κίνησις ἀνεμποδίστως ἐπιτελεῖται, καὶ κατὰ λόγον. καὶ γὰρ εἰ καὶ σκυταλὶς δακτύλου ἐν ποδὶ κινοῖτο, παρὰ τούτου κεκίνηται· εἰ δὲ τρῶσιν ἢ ῥῆξιν πάθοι ἐκ νοσήματος τινὸς τυχὸν ἢ καὶ πλήξεως, εὐθὺς ἐπηκολούθησε τῷ πάθει ὁ θάνατος· | |
5 | οὐδὲ πρὸς βραχὺ τῆς φύσεως ἀντισχούσης· ἀλλ’ ὥσπερ θεμε‐ λίου τινὸς ὑποσπασθέντος, ὅλον τὸ οἰκοδόμημα συγκατεσπάσθη τῷ μέρει, οὕτως τῶν περὶ τῶν κρανίων μηνίγγων τρωθέντων, ἐν οἷς ὁ εἰρημένος ὑμὴν ὑφήπλωται, ἡ ψυχὴ τοῦ σώματος ἀπανί‐ σταται. | |
10 | Ταύταις οὖν ταῖς τρισὶ δυνάμεσιν ἔξωθεν ἐπεισάγεται τὸ κατάλληλον τῆς δυνάμεως. διὰ μὲν γὰρ τῆς τροφῆς, αἱ τοῦ αἵματος πηγαὶ ἐξ ἥπατος βρύουσι· τὸ δὲ ἐγκάρδιον πνεῦμα διὰ τοῦ γείτονος ἐπεισάγεται σπλάγχνου· ὃ καλεῖται μὲν πνεύμων, ἔστι δὲ τοῦ ἀέρος δοχεῖον διὰ τῆς ἐγκειμένης αὐτῷ | |
15 | ἀρτηρίας, τῆς ἐπὶ τὸ στόμα ἀγούσης, τὸ ἔξωθεν πνεῦμα τὸ ἐν ταῖς ἀναπνοαῖς ἐφελκόμενον· κατὰ τὸ μέσον δὲ αὐτῶν ἡ καρ‐ δία ἐνειλημμένη, κατὰ μίμησιν τῆς τοῦ ἀεικινήτου πυρὸς ἐνερ‐ γείας ἀδιαλείπτως καὶ αὐτὴ κινουμένη, ἕλκει πρὸς ἑαυτὴν ἐκ τοῦ παρακειμένου τῷ πνεύμονι πνεῦμα πληροῦσθαι τῇ δια‐ | |
20 | στολῇ τὰς κοιλότητας· καὶ τὸ πυρῶδες αὐτῆς ἐκριπίζουσα, ταῖς ἐχομέναις ἀρτηρίαις ἐμπνεῖ, καὶ τοῦτο ποιοῦσα οὐ διαλεί‐ πει· τὸ μὲν ἔξωθεν διὰ τῆς διαστολῆς εἰς τὰς ἰδίας κοιλότητας ἕλκουσα, τὸ δὲ παρ’ ἑαυτῆς διὰ τῆς συστολῆς ταῖς ἀρτηρίαις ἐκκρίνουσα· ὅ μοι δοκεῖ καὶ τῆς αὐτομάτου αὐτῆς ἀναπνοῆς | |
25 | αἴτιον ἡμῖν γίνεσθαι· πολλάκις γὰρ ὁ μὲν νοῦς ἄσχολός ἐστι πρὸς ἑτέρους, ἢ καὶ παντάπασιν ἠρεμεῖ, λυθέντος ἐν τῷ ὕπνῳ τοῦ σώματος· ἡ δὲ ἀναπνοὴ τοῦ ἀέρος οὐ διαλείπει μηδ’ ὅτιουν, | |
συνεργούσης εἰς τοῦτο τῆς προαιρέσεως· ἀραιὸς τίς ὢν ὁ πνεύ‐ | 33 | |
34 | μων καὶ πολύπορος, καὶ πάσας τὰς ἐν αὐτῷ κοιλότητας πρὸς τὸν πυθμένα τῆς τραχείας ἀρτηρίας ἀνισταμένας ἔχει· περι‐ είληπται δὲ ἡ καρδία αὐτῷ, καὶ προσπέφυκε κατὰ ὀπίσθιον μέρος αὐτῆς· συστελλόμενος δὲ καὶ συμπίπτων, τὸ ἐναπο‐ | |
5 | κρατηθὲν αὐτοῦ ταῖς κοιλότησι πνεῦμα ἐκπιέζων προΐεται· ὑποχωρῶν δὲ καὶ ἀνοιγόμενος, ἐπισπᾶται διὰ τῆς ὁλκῆς τὸν ἀέρα· καὶ αὕτη ἐστὶν ὡς εἴρηται τῆς ἀπροαιρέτου ἀναπνοῆς ἡ αἰτία· διὸ καὶ παρὰ φύσιν ἐπιταθέντος ποτὲ τοῦ τῆς καρδίας πυρώδους, ἐκ φλεγμονῆς τυχὸν, ἢ τινὸς πόνου, τὸ ἄσθμα τῶν | |
10 | ἀλγούντων συνεχέστερον γίνεται, καὶ τοῦ κατὰ φύσιν μικρό‐ τερον καὶ πυκνότερον· καὶ μικρότερον μὲν, ἵνα μὴ σφοδρότερον πλήττῃ τί καὶ ὀδυνᾶται· πυκνότερον δὲ, ἵνα τὸ λεῖψαν κατὰ μέγεθος ἡ πυκνότης ἀναπληρώσῃ· ὥσπερ ἐπειγομένης τῆς καρ‐ δίας τὸν ἐμπέσοντα ταυτὴ φλογμὸν τῷ νεαρωτέρῳ καὶ ψυχρο‐ | |
15 | τέρῳ πνεύματι κατασβέσαι. Τινὲς δὲ φυσικὴν μόνον ἐνόμισαν τὴν ἀναπνοὴν εἶναι· οὐκ ἔστι δέ· ἀλλὰ καὶ ψυχικὴ καὶ φυσική· συνεπλάκη γὰρ τῷ ψυχικῷ τὸ φυσικόν· ἡ μὲν γὰρ κινοῦσα τὰ ὄργανα δύναμις, ψυχική· ἡ δὲ ἀρτηρία, δι’ ἧς ἡ ἐνέργεια τελεῖται, ὄργανόν ἐστι | |
20 | φυσικὸν, καὶ ἀεὶ κινούμενον· πάντα δὲ τὰ ὀργανικὰ λεγόμενα μόρια, καὶ ὅσα διὰ νεύρων καὶ μυῶν κινεῖται, ψυχικὰ τέ ἐστι καὶ κατὰ προαίρεσιν ἀποτελεῖται· πλὴν τῆς ἀναπνοῆς· αὕτη γὰρ μικτὴ τέ ἐστιν, ὡς ἐδείξαμεν, καὶ ἀπροαιρέτως ἀποτελεῖ‐ ται· ἀπροαιρέτως δὲ καὶ ἡ αὐξητικὴ καὶ ἡ θρεπτικὴ τοῦ σώ‐ | |
25 | ματος δύναμις, φυσικαὶ οὖσαι· ἀλλὰ καὶ ἡ σφυγμικὴ, ζω‐ τικὴ οὖσα· ἡ δὲ καθ’ ὁρμὴν κίνησις καὶ ἡ αἴσθησις, ψυχικαί. Πόσα δὲ ὄργανα τῆς ἀναπνοῆς, καὶ πόσα αἴτια, καὶ πόσαι ταύτης διαφοραὶ, οὐ νῦν ἐστὶ λέγειν· πλὴν ἀλλ’ ἡ καρδία | |
κατόπιν τὸν πνεύμονα ἔχουσα, οὕτως ἀεὶ κινεῖσθαι παρασκευά‐ | 34 | |
35 | ζει, ὡς μικρῷ πρόσθεν εἴρηται· ἔμπροσθεν δὲ αὐτῆς τῷ χω‐ ρίσματι τῆς ἄνω γαστρὸς ἐμφυεῖσα, ἔνθερμον αὐτὴν, καὶ πρὸς τὰς ἰδίας ἐνεργείας κινουμένην ποιεῖ· οὐκ εἰς πνεύματος ὁλκὴν τὴν γαστέρα ὡς τὸν πνεύμονα διεγείρουσα, ἀλλ’ εἰς ὑπο‐ | |
5 | δοχὴν τῆς καταλλήλου τροφῆς. Μέση γὰρ ἡ καρδία τοῦ πνεύμονος καὶ τῆς γαστρὸς ἐγκει‐ μένη, τῷ μὲν πρὸς τὴν ἀναπνοὴν, τῇ δὲ πρὸς τὴν τροφὴν τὰς δυνάμεις ἐντίθησι· τῶν δὲ ἀμφοτέρων οἱ πόροι, ἐξίσης κατὰ τὸ στόμα συναπαρτίζονται· καλοῦμεν δὲ τὸν μὲν τοῦ πνεύ‐ | |
10 | ματος πόρον, τραχεῖαν ἀρτηρίαν· τὸν δὲ τῆς γαστρὸς, οἰσοφά‐ γον· ἐπειδὴ ἡ γαστὴρ ὄργανόν ἐστι πέψεως· ἐν αὐτῇ γὰρ χυλοποιεῖται τὰ ἐσθιόμενα· μᾶλλον δὲ διὰ παραδείγματος τὸ ἐν αὐτῇ γινόμενον εἴπωμεν· ὅτι ὥσπερ τὸν σῖτον λαμβάνοντες ἐν ταῖς μύλαις καταλεαίνομεν, ποιοῦντες ἄλευρον· εἶτα μιγνύν‐ | |
15 | τες ὕδατι φυροῦμεν, καὶ παραπέμπομεν τῇ καμίνῳ εἰς ὄπτη‐ σιν· μετὰ δὲ τὴν ὄπτησιν χρώμεθα καὶ ἡμεῖς, καὶ ἑτέρῳ μετα‐ δίδομεν· οὕτως καὶ ἐν τῷ ἡμετέρῳ σώματι ἔστιν ἰδεῖν· τὴν γὰρ τροφὴν μασσόμεθα καὶ καταλεαίνομεν διὰ τῶν ὀδόντων· εἶτα πόματι μίξαντες, παραπέμπομεν τῇ γαστρί. | |
20 | Ἐπειδὴ δέεται αὕτη θερμασίας πλείονος εἰς τὸ ταῦτα ἑψῆσαι, ὥσπερ τὸν ἄρτον ὁ κλίβανος, ἔχει τὴν μὲν καρδίαν ὑπερκειμένην αὐτῇ καθ’ ὃν εἴρηται τρόπον· ὥστε ἄφθονον αὐτῇ τὴν θερμασίαν παρέχεσθαι· ἔχει δὲ καὶ τὸ ἧπαρ διάθερμον, ὡς αἵματος πηγὰς ἀναβρύον· ἔχει δὲ καὶ τὸν σπλῆνα, οὐχ ὡς | |
25 | θερμόν· ψυχρὸν γὰρ τοῦτο φύσει τὸ σπλάγχνον· ἀλλὰ διὰ τῶν ἐν αὐτῷ φλεβῶν τε καὶ ἀρτηριῶν, οὐδὲν ἧττον τῶν ἄλλων καὶ ἐξ ἐκείνου παραπολαύει θερμότητος· ἀλλὰ καὶ τὸ ἔπιπλον ἔχει, ὅπερ ἔστι πιμελώδης χιτὼν πανταχόθεν αὐτῇ περικείμενος, χά‐ | |
ριν τοῦ μὴ διαπνεῖσθαι καὶ σκεδάννυσθαι τὸ ἔμφυτον θερμὸν, | 35 | |
36 | τὸ κατεργαζόμενον ἐν αὐτῇ τὰς τροφάς· τούτου χάριν καὶ τὸ λεγόμενον περιτόναιον, αὐτῇ τε καὶ τοῖς ἐντέροις περιτέταται, περισφίγγον αὐτὴν καὶ διαθερμαῖνον· ὅσῳ γὰρ διάπυρος ἡ γαστὴρ διὰ τῆς γείτονος γίνεται θερμασίας, τοσούτῳ μᾶλλον | |
5 | ἐφέλκεται τὰ τὸ θερμὸν τρέφοντα. Ἄμφω δὲ ἡ γαστὴρ καὶ τὸ ἧπαρ κοινοεργοῦσι· τὴν γοῦν ὕλην ἡ μὲν χυλοποιεῖται, τὸ δὲ ἐξαιματοῖ· καὶ οὕτως διὰ τῶν φλεβῶν ἐπὶ τὸ ὅλον ἀποπέμπει σῶμα· καὶ καθάπερ ἐν χωνευ‐ τηρίῳ σύντηξιν τῆς ἐπεισελθούσης ὕλης ἡ ἀλλοιωτικὴ δύναμις | |
10 | διὰ τῆς αὐτῆς ἐνεργείας ποιήσασα, καὶ διαλύσασα τὰ συν‐ εστῶτα πάντα, κ’ ἂν διαφόρων φύσεων ὄντα τύχῃ εἰς τὴν γαστέρα φερόμενα, εἰς μίαν ἰδέαν τρέπει τὴν τοῦ χυλοῦ. λευ‐ κὸς δὲ ὅλος αὐτὸς ἐστὶ, διὰ τὸ τὴν γαστέρα λευκὴν εἶναι νευ‐ ρώδη οὖσαν φύσει. | |
15 | Χυλὸς δέ ἐστιν ὁ τοιοῦτος, καὶ οὐ χυμός· ὅτι δὲ διαφέρει χυλὸς χυμοῦ οὐκ ἄδηλον· τὸ γὰρ ἐν πέψει καὶ ἑψήσει γεγονὸς λέγεται χυμός· τὸ δὲ ἄπεπτον καὶ ἀνέψητον χυλός. Τοῦτον οὖν τὸν χυλὸν διὰ τῶν μεσαρέων καὶ παρακειμένων φλεβῶν ἡ θρεπτικὴ δύναμις ἀνελοῦσα, καὶ δι’ αὐτῶν ἀναμα‐ | |
20 | ξαμένη, καθάπερ ἐκ χώνης τινὸς πρὸς τοὺς ἑξῆς πόρους μετο‐ χετεύει· καὶ τὸ παχυμερέστερον τοῦ εἰλικρινοῦς διακρίνασα, τὸ μὲν λεπτὸν ἥδη καὶ καθαρώτερον ἐπὶ τὰς τοῦ ἥπατος ἄγει πύλας, ἤτοι παραπέμπει τῷ ἥπατι διὰ τῆς ἀορτῆς τῆς καλου‐ μένης ἀρτηρίας· ἥτις ἔστι πρώτη τῶν ἀρτηριῶν ἀπὸ καρδίας | |
25 | βλάστησις. Παρὰ τὴν εἴσοδον οὖν τῶν ἤδη δοθέντων ὑγρῶν τῷ ἥπατι συνεστομωμένη ἡ καρδία διὰ τὴν ὑγρασίαν, διὰ τῆς θερμότη‐ | |
τος αὐτῆς ἀναζέσασα, πλείονα θερμασίαν τῷ χυλῷ καὶ ἕψη‐ | 36 | |
37 | σιν δίδωσιν ἐκ τῆς ἐνούσης αὐτῇ τοῦ ἐμφύτου πυρὸς συγγε‐ νείας· εἶτα αὐτὸ τὸ ἧπαρ διὰ τῶν ἐν αὐτῷ φλεβῶν ὅλον τὸν εἰλικρινέστερον χυλὸν διαθερμανθέντα ἐκ τῆς ἀορτῆς ἀνιμάμε‐ νον, καὶ τῇ πυροειδεῖ αὐτοῦ χροιᾷ καταχρῶσαν, ἐρυθρὸν ἀπο‐ | |
5 | δεικνύει τὸν πρὶν λευκὸν καὶ ἀνέψητον, καὶ γίνεται αἷμα παρὰ τὸ ἔναμμα εἶναι καὶ δεσμὸν τῷ σώματι· καὶ οὕτως ἐπὶ τὸ πᾶν σῶμα διὰ τῶν φλεβῶν ἐπιπέμπει εἰς οἰκείαν τροφὴν κατα‐ κρατοῦν τὸ ἀρκοῦν· αὕτη ἐστὶν ἡ τοῦ αἵματος γένεσις. αἷμα γὰρ ἀνθρώποισι περικάρδιον ἐστὶν ἄημα. | |
10 | Τοῦ αἵματος οὖν κατασκευασθέντος καθ’ ὃν εἴρηται τρόπον, διηθεῖται αὖθις καὶ διακρίνεται· καὶ ὅσον μὲν κοῦφον καὶ ἀνω‐ φερὲς, ὅπερ καὶ ξανθοχολικὸν περίττωμα πέφυκεν εἶναι, λαμ‐ βάνει αὐτὸ ἡ χοληδόχος κύστις πλησίον κειμένη τοῦ ἥπατος· τὸ δὲ γεῶδες καὶ οἷον τρὺξ τοῦ αἵματος, ἕλκει ὁ σπλὴν διὰ | |
15 | τοῦ αὐτοῦ πόρου οἰκείαν τροφὴν τοῦτο ποιούμενος· κατάλληλον γὰρ τὴν τροφὴν ἕκαστον ἐπιδέχεται τῶν μορίων· εἶτα κατὰ βραχὺ πέττον καὶ ἀλλοιοῦν καὶ ἐξομοιοῦν, προστίθησι τῇ αὐ‐ τοῦ οὐσίᾳ· καὶ οὕτω τρέφονται, τὰ μὲν ἐκ σπέρματος, τὰ δὲ ἐξ αἵματος· ἐπεὶ οὖν ἐκ τρυγώδους αἵματος ὁ σπλὴν τρέφε‐ | |
20 | ται, ἕλκει τὸ τρυγῶδες αἷμα ἀπὸ τοῦ ἥπατος· καταλείπεται οὖν τὸ ὀῤῥῶδες τοῦ αἵματος, καὶ διὰ τῆς ἑλκτικῆς δυνάμεως αὐτῶν, οἱ νεφροὶ τοῦτο λαμβάνοντες, τὴν ἐνοῦσαν ἐν αὐτῷ μικρὰν ἰκμάδα τοῦ αἵματος εἰς τροφὴν ἀνιμάμενοι, τὸ ὑδατῶδες διόλου περίττωμα εἰδοποιοῦσιν εἰς οὔρων σύστασιν. | |
25 | Τί δέ ἐστιν οὖρον, καὶ πόσαι τούτου διαφοραὶ, καὶ τίς ἡ τῶν οὐρημάτων ἐναλλαγὴ, καὶ ποῖον τῶν νοσούντων ἢ ὑγιαινόν‐ | |
των, ἄλλης ἐστὶ πραγματείας· πλὴν οὕτως μὲν ἐν τοῖς νεφροῖς | 37 | |
38 | τὸ οὖρον ἡ διακριτικὴ δύναμις εἰδοποιοῦσα, διὰ τῆς ἀποκριτικῆς ἀπωθεῖται δυνάμεως. Τὴν δέ γε παντελῶς ἰλυώδη καὶ σκυβαλώδη τῆς τροφῆς ὑποστάθμην εἰς τοὺς εὐρυχωροτέρους τῶν ἐντέρων πόρους ἡ | |
5 | φύσις ἀπώσατο· καὶ τοῖς πολυτρόποις αὐτῶν ἐλιγμοῖς ἀνα‐ στρέφουσα, χρόνῳ παρακατέχει τὴν τροφὴν ἐν αὐτοῖς· διατί; ἵνα μὴ δι’ εὐθέως τοῦ πόρου ῥαδίως ἀποβαλλομένη ἡ κόπρος, εὐθὺς ἀνακινοῖτο τὸ ζῶον πρὸς ὄρεξιν, καὶ μηδέποτε παύοιτο τῆς τοιαύτης ἀσχολίας κατὰ τὴν τῶν ἀλόγων φύσιν ὁ ἄνθρωπος· | |
10 | περίττωμα δὲ τῆς μὲν τροφῆς τὰ σκύβαλα, οἱονεὶ κυσίβα‐ λον τὸ τοῖς κυσὶ βαλλόμενον· τὸ δὲ οὖρον τοῦ πότου τὸ περιττόν· ἢ τῆς συμπάσης τροφῆς ὅρος· περίττωμα δὲ λέγεται τὸ περισσεῦον ἀπὸ τῶν τρεφόντων τὸ σῶμα, καὶ εἰς οὐδὲν ἡμῖν ὠφέλιμον ὄν. | |
15 | Καὶ ὅρα πάλιν ἐνταῦθα προμήθειαν τοῦ δημιουργοῦ· πῶς τὰ τῆς φύσεως ἔργα, τοῖς ψυχικοῖς συνέπλεξέ τε καὶ ἥρμοσεν· ἐπειδὴ γὰρ ἡ ἔκκρισις τῶν εἰρημένων περιττωμάτων τῆς ἀπο‐ κριτικῆς ἐστὶ δυνάμεως, ἥτις μία τῶν φυσικῶν ἐστὶ δυνάμεων, ἵνα μὴ ἀπροαιρέτως ἀσχημονῶμεν ἔνθα οὐ δεῖ, καὶ ὅτε οὐ δεῖ, | |
20 | καὶ ἐφ’ ὧν οὐ δεῖ προϊέμενοι, πυλωροὺς τινὰς ἐπέστησε ταῖς ἐκκρίσεσι τοὺς μῦας, ἵνα τὰς ἐκκρίσεις ἐπέσχειν δυνώμεθα, καὶ πολλάκις καὶ ἐπιπολὺ, ἄνευ γήρως ἐσχάτου καὶ νοσημάτων τινῶν. Ἐπὰν δὲ οὕτω ταῦτα γένηται, ἤγουν ἡ τοῦ αἵματος γένεσις | |
25 | καὶ διασπορὰ ἐφ’ ἅπαν τὸ σῶμα, καὶ ἡ τῶν λοιπῶν τῶν εἰρημέ‐ νων διοίκησις, δίδυμοι τινὲς ὀχετοὶ ἐκ καρδίας ἀφορμηθέντες καὶ ἥπατος, ἥτε στελέχεια φλὲψ καὶ ἡ ἀορτὴ ἀρτηρία, τὸ οἰκεῖον ἑκάστη σωληνοειδῶς περιέχουσαι, αἷμα τε καὶ πνεῦμα | |
διὰ τὸ εὐπόρευτον εἶναι τὸ ὑγρὸν τῇ τοῦ θερμοῦ κινήσει συμ‐ | 38 | |
39 | παροδεῦον καὶ κουφιζόμενον ἐφ’ ἅπαν τὸ σῶμα πολυσχιδῶς κατασπείρονται, εἰς μυρίας ἀρχὰς καὶ διαχύσεις, κατὰ πᾶν μέρος τοῦ σώματος ἔσωθεν καὶ ἔξωθεν κληματηδὸν φλέβας καὶ ἀρτηρίας ἐπαφιεῖσαι. | |
5 | Καὶ γὰρ παχέος ὄντος φύσει τοῦ αἵματος, καὶ μὴ δυνα‐ μένου μόνου τὰς στενὰς ὁδοὺς τοῦ σώματος ἀκωλύτως δια‐ περᾶν, ὅτι εἰσὶ τριχοειδῆ φλεβία λεπτὰ κατὰ τὰ μόρια κείμενα, ἐδεήθη συμπαρεῖναι αὐτῷ τὸ ὑδατῶδες περίττωμα, ἵνα τῇ λεπτότητι τοῦ ὑδατώδους περιττώματος εὐκόλως διοδεύηται | |
10 | τὸ αἷμα, πρός τε τὰ λεπτὰ τῶν ἀγγείων καὶ πρὸς ἅπαν τὸ σῶμα διὰ τῶν τριχοειδῶν φλεβίων, ὡς εἵρηται· μιχθεῖσαι δὲ πρὸς ἀλλήλας τῶν ζωτικῶν δυνάμεων αἱ δύο ἀρχαί· ἥτε τὸ θερμὸν ἀπὸ καρδίας πανταχῆ ἐπὶ τὸ σῶμα ἐκπέμπουσα, καὶ ἡ τὸ ὑγρὸν χορηγοῦσα ἐξ ἥπατος τῇ ἀρχικωτέρᾳ τῆς ζωτικῆς | |
15 | δυνάμεως οἰκονομίᾳ, δωροφοροῦσι. τοῦ τε γὰρ θερμοῦ τὸ καθα‐ ρώτερον, καὶ τοῦ ὑγροῦ τὸ λεπτότερον, παρ’ ἑκατέρας δυνάμεως διά τινος μίξεως καὶ ἀνακράσεως ἑνωθέντα, τρέφει καὶ συν‐ ίστησι τὸν ἐγκέφαλον διὰ τῶν ἀτμῶν· ἀφ’ οὗ πάλιν ἐκλεπτυ‐ νομένη ἀνάδοσις ἀπ’ ἐκείνου ὑπαλείφει τὸν περιεκτικὸν τοῦ | |
20 | ἐγκεφάλου ὑμένα, τὸν δεχόμενον τὴν ψυχικὴν ἐνέργειαν· ὃν καὶ δικτυῶδες πλέγμα καλοῦσιν οἱ ἰατροί. Ἡ γὰρ ψυχὴ αὐτὴ μὲν καθ’ ἑαυτὴν θεία τίς ἐστι καὶ ἀσώ‐ ματος· λάμπει δὲ εἰς τὸ σῶμα τοῦτο οὐκ ἀμέσως, ἀλλὰ κεχρημένη ὀργάνῳ τινὶ τῷ καλουμένῳ πνεύματι ψυχικῷ· τοῦτο | |
25 | δὲ ἐκπέμπεται μὲν ἐκ καρδίας διὰ τῆς ἀορτῆς ἀρτηρίας, καὶ φερόμενον παρὰ τὸ εἰρημένον δικτυῶδες πλέγμα, ἐκεῖσε πέτ‐ τεται καὶ λεπτύνεται, καὶ αἰθέριόν τε καὶ αὐγοειδὲς γίνεται· ὡς ἐπιτήδειον εἶναι δέξασθαι ψυχῆς ἔλλαμψιν. | |
Εἰ τοίνυν τοῦτο παχύτερον αὐτοῦ εἴη καὶ τεθολωμένον, ἡ μὲν | 39 | |
40 | τῆς ψυχῆς οὐσία οὐδὲν ἐξ αὐτοῦ παραβλάπτεται· τὸ δὲ σῶμα διὰ τὴν τοῦ πνεύματος κακίαν οὐ σαφῶς ἢ καταλάμπεται ἢ ἐνεργεῖ· εἰ δὲ εἴη λεπτομερὲς, ἀνεμποδίστως καὶ τὸ σῶμα τῶν ψυχικῶν ἐνεργείων ἀπολαύει· διὰ ταύτην τοίνυν τὴν αἰτίαν | |
5 | ἀπέριττοι μένοντες κάλλιον λογιζόμεθα, καὶ τὰς ἡγεμονικὰς ἐνεργείας ἐπιτελοῦμεν· περιττωματικοὶ δὲ, καὶ μάλιστα μετὰ τὰς ἀπεψίας, οὐδεμίαν τῶν δεόντων ἐνεργειῶν ἐπιτελεῖν δυνά‐ μεθα. Ἐκ τοῦ οὖν εἰρημένου μυὸς πᾶσα μὲν ἄρθρου κίνησις· πᾶσα | |
10 | δὲ μυῶν συνολκή· πᾶν δὲ προαιρετικὸν πνεῦμα τοῖς πᾶσι μο‐ ρίοις τοῦ σώματος ἡμῶν ἐπιπεμπόμενον, τὸν γήϊνον ἡμῶν ἀν‐ δρίαντα ἐκ μηχανῆς τινὸς κινούμενον δείκνυσι· αὐλοειδῶς γὰρ ἄνωθεν διήκων ἐπὶ τὸ βάθος, διὰ τῶν καθεξῆς σπονδύλων τῆς ῥάχεως οὗτος ὁ μὺς, τῶν ῥαφῶν τε καὶ τῶν ἐγκειμένων αὐτῇ | |
15 | μυελῶν, τῇ βάσει ἐναπολήγει τῆς ῥάχεως· πάσαις ὀστέων καὶ ἁρμονιῶν συμβολαῖς, καὶ μυῶν ἀρχαῖς· οἷόν τις ἡνίοχος αὐτὸ ἐνδιδοὺς τῆς καθ’ ἕκαστον κινήσεως τὴν ὁρμὴν καὶ τὴν δύναμιν· διὰ τοῦτο μοι δοκεῖ καὶ ἀσφαλεστέρας φρουρᾶς ἠξιῶ‐ σθαι· κατὰ μὲν τὴν κεφαλὴν, διπλαῖς ὀστέων περιβολαῖς ἐν | |
20 | κύκλῳ διειλημμένος· κατὰ δὲ τὴν ῥάχιν, ταῖς τῶν ἀκανθῶν ἐκφύσεσι, καὶ ταῖς πολυτρόποις κατὰ τὸ σχῆμα διαπλοκαῖς· δι’ ὧν ἐν ἀπαθείᾳ πάσῃ φυλάσσοιτο, διὰ τῆς περιεχούσης τὸν ὑμένα φρουρᾶς, ὁ ἐγκέφαλος. Ὁμοίως δὲ καὶ περὶ τῆς καρδίας ἄν τις καταστοχάσαιτο, | |
25 | ὅτι καθάπέρ τις οἶκος ἀσφαλὴς αὕτη διὰ τῶν στεῤῥοτέρων περιηρμόσθη, ταῖς τῶν ὀστέων κύκλῳ περιοχαῖς ὠχυρωμένη· κάτοπιν μὲν γάρ ἐστιν ἡ ῥάχις ταῖς ὠμοπλατικαῖς ἀσφαλείαις συνδεδεμένη· καθ’ ἑκάτερον δὲ πλάγιον ἡ τῶν πλευρῶν φύσις περιπτύσσουσα τὸ μέσον, δυσπαθὲς ἀπεργάζεται· ἐν δὲ τοῖς | |
30 | ἔμπροσθεν, τό τε στέρνον, καὶ ἡ τῆς κλειδὸς συζυγία προβέ‐ | |
βληται· ὡς ἂν ἁπανταχόθεν αὐτὴ τὸ ἀσφαλὲς ἀπὸ τῶν ἔξωθεν | 40 | |
41 | διοχλούντων φυλάσσοιτο· ἔνδοθεν δὲ ὁ πνεύμων, ὥσπερ στρῶμα ἀπαλὸν τοῖς ἅλμασιν αὐτῆς ἐναποδεχόμενος, ἄπληγον αὐτὴν διατηρεῖ καὶ ἀβλαβῆ· ἀφρώδους γὰρ ὢν ὁ πνεύμων οὐσίας, καὶ ἁπαλωτέρας σαρκὸς, μέσην τὴν καρδίαν περιλαμβάνει· ὡς ἂν | |
5 | καὶ τοὺς παλμοὺς αὐτῆς δέχηται, καὶ μὴ ἀντιτυπῶν αὐτῇ ὀδυνᾷ· καὶ δεομένην περιψύξεως διὰ τῆς ἀναπνοῆς παραμυ‐ θεῖται μετρίως. Ἐπεὶ δὲ καὶ ἀνέσεως αἱ ζωτικαὶ τοῦ σώματος ἐνέργειαι δέονται, ἵνα μὴ τῷ συντόνῳ κόπῳ ἡ τοῦ σώματος ἕξις ἀμβλύ‐ | |
10 | νηται, τοῦ ὕπνου ἡ χρεία ἐπενοήθη τῇ φύσει· ὅτε καὶ ἡ τοῦ ἥπατος ἐξαιμάτωσις ἀνεμποδίστως ἐπιτελεῖται, καὶ ἡ ἐξ αὐ‐ τοῦ τῆς τροφῆς χορηγία πρὸς ἅπαν μόριον ἀποκρινομένη μηδά‐ μοθεν κωλύεται· ὅθεν μετὰ τὴν τροφὴν, συνευούσης καὶ συν‐ ωθουμένης ἐν τῷ βάθει τῆς φύσεως περὶ τὴν τῆς τροφῆς | |
15 | ἐργασίαν, καὶ τοῦ ἐμφύτου θερμοῦ ἐκεῖσε συντρέχοντος, ἀτμοὶ τινὲς χρηστοὶ ἐν τῇ τῶν σιτίων ζυμώσει καὶ τῇ πέψει γίνον‐ ται· εἰώθει γὰρ τὰ ἑψόμενα ἄνω πέμπειν τὴν τῶν ἀτμῶν ὑγρα‐ σίαν· ἐπὶ τὸν ἐγκέφαλον οὖν ἄνεισι τὰ ἤδη ἐξατμηθέντα ἐκ τῆς ἑψήσεως ὑγρὰ, καὶ καθυγραίνουσιν αὐτὸν ἱκανῶς, καὶ τὰς | |
20 | κοιλότητας αὐτοῦ ἐμφράττουσι τῇ περιουσίᾳ τῆς ὁμιχλώ‐ δους παχύτητος· τοῦ γοῦν χορηγουμένου ἐπὶ τὰ αἰσθητήρια, καὶ ἐπὶ τὰ πανταχῆ διήκοντα νεῦρα τοῦ σώματος ζωτικοῦ πνεύματος ἀμβλυνομένου ἐνεργεῖν, ἀνενέργητος ὁ ἄνθρωπος γίνεται νεκρῷ παραπλήσιος· ὅθεν καὶ ἡ καταλαμβάνουσα τὸ | |
25 | ζῶον διάθεσις ὕπνος λέγεται, παρὰ τὸ τὰς φρένας ὑπονοστεῖν, ἤγουν ὑποχωρεῖν· ἐν τῷ ὑπνῷ γὰρ αἱ τοῦ ἀνθρώπου αἰσθήσεις | |
ὑποχωροῦσι καθ’ ὃν εἴρηται τρόπον· ἐν τῷ ὕπνῳ καὶ αἱ φυσικαὶ | 41 | |
42 | ἐνέργειαι γίνονται, καὶ αἱ πέψεις καὶ ἐξαιματώσεις καὶ ἀνα‐ δόσεις τῆς τροφῆς πρὸς πάντα τὰ μόρια ἀνεμποδίστως ἐπι‐ τελοῦνται, ἐκ τῆς κατὰ φύσιν κινήσεως ἀπρακτοῦντος τοῦ ζώου· ἡσυχία γάρ ἐστι καὶ παῦλα τῶν φυσικῶν ἐνεργειῶν ὁ | |
5 | ὕπνος. Εἰ δέ ποτε στενοχωροῖτο μὲν ὑπὸ τῆς ἔνδοθεν ἀναθυμιάσεως ἡ περὶ τὰ αἰσθητήρια διασκευή· κωλύοιτο δὲ κατά τινα χρείαν ὁ ὕπνος, πλῆρες γενόμενον τῶν ἀτμῶν τὸ νευρῶδες αὐτὸ ὑφ’ ἑαυ‐ τοῦ φυσικῶς διατείνεται· εἰώθεσαν γὰρ οἱ μῦες καὶ τὰ νεῦρα | |
10 | θερμαινόμενα διΐστασθαι· ὅπερ διὰ τῆς ἐντάσεως ἢ διαστά‐ σεως τὸ παχυνθὲν ὑπὸ τῶν ἀτμῶν μέρος ἐκλεπτυνθῆ· οἷον τί ποιοῦσιν οἱ διὰ τῆς σφοδροτέρας στρεβλώσεως τὸ ὕδωρ τῶν ἱματίων ἐκθλίβοντες· καὶ ἐπειδὴ κυκλοτερῆ τὰ περὶ τὸν φά‐ ρυγγα μέρη· πλεονάζει δὲ τὸ νευρῶδες ἐν τούτοις· ὅταν καὶ | |
15 | ἀπὸ τούτων ἐξωσθῆναι δεῖ τὴν ἀτμῶν παχυμέρειαν· διατείνον‐ ται οἱ μύες τοῦ στόματος, καὶ διΐστανται· καὶ τῶν ἐντὸς πάντων εἰς κύκλου σχῆμα διαταθέντων, ἡ λιγνυώδης ἐκείνη παχύτης ἡ ἐναπειλημμένη τοῖς μέρεσι τούτοις συνδιαπνεῖται τῇ διεξόδῳ τοῦ πνεύματος· πολλάκις δὲ καὶ μετὰ τὸν ὕπνον | |
20 | οἶδε τὸ τοιοῦτον συμβαίνειν· ὅταν τι τῶν ἀτμῶν ἐκείνων περι‐ λειφθείη τοῖς τόποις, ἄπνευστον καὶ ἀδιάπεπτον· οὐ μόνον δὲ αἱ πέψεις καὶ ἐξαιματώσεις καὶ ἀναδόσεις κατὰ τὸν καιρὸν τοῦ ὕπνου τελοῦνται, ἀλλὰ καὶ τὰ λοιπὰ περιττώματα, τὰ μὲν παχέα λεπτύνεται, τὰ δὲ λεπτὰ καὶ δριμέα παχύνεται συμ‐ | |
25 | μέτρως· καὶ εὐκρατοῦται καὶ μεταβάλλεται· καὶ τὰ περιττὰ πρὸς ἔκκρισιν κατεπείγεται· καὶ μάρτυς ἡ πεῖρα τοῦ χρόνου· εὐθὺς γὰρ ἀνισταμένων ἡμῶν ἐξ ὕπνου, πρὸς οὔρησιν καὶ τὴν τῶν στεῤῥῶν ἀποπάτησιν τρέχομεν. Οἶδε δὲ ὁ ὕπνος καὶ νοσημάτων σφοδρότητας ἀμβλύνειν, | |
30 | καὶ ψυχικὰς ἀγωνίας καὶ λύπας παραμυθεῖσθαι, καὶ χαρὰν | 42 |
43 | ἐμποιεῖν· ἡ γὰρ ἐκ χαλεπῆς ἀῤῥωστίας πρὸς ὑγείαν γενομένη κρίσις ἐπ’ ἀγαθῷ, καὶ φίλων καὶ συγγενῶν καὶ οἰκείων, καὶ αὐτοῦ τοῦ κάμνοντος ὑπάρχει χαρά· λύπη δὲ καὶ χαρὰ, οὐκ ἐκ προαιρέσεως, ἀλλ’ ἐκ τῆς τῶν συμβαινόντων ἀκολουθίας | |
5 | συνίστανται· ὁ γὰρ κατὰ τὸν βίον εὐθηνούμενος, ἀκούων τὲ καὶ βλέπων τὰ αὐτῷ καταθύμια, τῶν δυσκόλων δέ τι μὴ προσ‐ δοκῶν αὐτῷ γενήσεσθαι, χαίρει· ὁ δὲ πενόμενος, ἢ τυπτόμενος, ἢ ζημιούμενος, ἤ τι τῶν οὐκ ἀγαθῶν ἀεὶ προσδοκῶν, ἀνάγκη λυπεῖσθαι. | |
10 | Τίκτεται οὖν, ἐκ μὲν τῆς χαρᾶς, διάχυσις καὶ γέλως· ἐκ δὲ τῆς λύπης, στεναγμοί τε καὶ δάκρυα· ἔστι δὲ λύπη διάθεσις ψυχῆς ἡδονῶν ἐστερημένη· παράγεται δὲ λύπη παρὰ τὸ λύειν τοὺς ὦπας εἰς δάκρυα, καὶ λυμαίνεσθαι τούτους· λυώπη τίς οὖσα· λύσις γὰρ τῆς ψυχῆς ἐστὶ τὸ πάθος τὸ λυπηρόν· χαρὰν | |
15 | δὲ ὁρίζονται τὴν τῶν καταθυμίων ἐκπλήρωσιν· τὸ δὲ δάκρυον οἷον τί δάκνυόν ἐστι· δακνομένης γὰρ τῆς ψυχῆς ἐξέρχεται τὸ δάκρυον· ἡ δὲ γένεσις αὐτοῦ τοιάδε· τῆς ἐπελθούσης ἀνίας τῷ ἀνθρώπῳ τὴν ψυχὴν συστελλούσης, βρασμώδης στενοχω‐ ρία τοῖς ἔνδοθεν ἐπιγίνεται σπλάγχνοις· ἐξ ἧς ἀναθυμίασις | |
20 | πλείστη ὑγρῶν πρὸς τὸν ἐγκέφαλον γίνεται· ὅταν δὲ αὐτοῦ τὰ κοῖλα τῶν ἐκ τῆς λύπης ἀναθυμιάσεων πληρωθῶσι, πρὸς τοὺς ὀφθαλμῶν ἀπωθεῖται χιτῶνας τὴν ὑγρασίαν· καὶ τῇ τοῦ ἀβου‐ λήτου δήξει τοῦ ὑγροῦ ἀποσκευαζόμενον τὸ βάρος καταφέρε‐ ται, ὥσπερ νέφος εἰς ψεκάδα, οὕτως τοῦ πάχους τῶν ἀτμῶν | |
25 | διαλυθέντος εἰς δάκρυον· “ἔνθα καὶ ἡδόνη τις ἐστὶ,” φησὶν ὁ μέγας Βασίλειος, “τοῖς λυπουμένοις περὶ τὸν θρῆνον· λανθα‐ | |
“νόντως διὰ τοῦ κλαίειν κενουμένου αὐτοῖς τοῦ βαρύνοντος.” | 43 | |
44 | Ἐκ δὲ τῆς εἰρημένης τῶν σπλάγχνων στενοχωρίας καὶ τῆς πολλῆς ἀναθυμιάσεως, καὶ τῶν ἀναπνευστικῶν στενοχωρουμένων ὀργάνων, βιαιοτέρα πολλάκις ἡ ὁλκὴ τοῦ πνεύματος γίνεται, ὑπὸ τῆς φύσεως πρὸς τὴν τῶν συμπεπτωκότων διαστολὴν τὸ | |
5 | στενωθὲν εὐρυνούσης· τὸ δὲ τοιοῦτον σύμπτωμα λύπης ἐστί· διὸ στεναγμὸν αὐτὸ καὶ ἀποπιεσμὸν ὀνομάζομεν· ἀνακτᾶται γὰρ ἐν τούτῳ τῷ στεναγμῷ οἷον ἑαυτὴν ἡ ψυχὴ, τῇ ἀποκρίσει τῆς παχυνθείσης ἐν τῇ καρδίᾳ διὰ τῆς λύπης αἰθάλης, καὶ τῇ ἀντεισαγωγῇ τοῦ καθαροῦ ἀέρος. οὕτως μὲν τὸ δάκρυον καὶ ὁ | |
10 | στεναγμὸς συνίστανται ἐν ἡμῖν. Ἡ δὲ χαρὰ οἷον σκίρτημα τί ἐστι τῆς ψυχῆς ἐπαλλομένης ἐν τοῖς κατὰ γνώμην αὐτῆς ἀπαντῶσιν· ὡς γὰρ ἐν τῇ θλίψει μύουσιν αἱ λεπταὶ καὶ ἄδηλοι τῶν πόρων διαπνοαὶ, καὶ ἀτμὸς ἀνιῶν σκοτοῖ τὸν ἐγκέφαλον, καὶ ἡ ψυχὴ συστέλλεται καὶ | |
15 | κατηφιᾶ· οὕτως ἐν τῇ χαρᾷ διαχέονταί πως καὶ διαλύονται οἱ τοῦ σώματος πόροι· καὶ πλέον τοῦ συνήθους εὐρυνομένων αὐτῶν εἰσέλκεται πνεῦμα ἐπὶ τὸ βάθος θερμόν· ἐκεῖσε δὲ πάλιν θερ‐ μαινόμενον ἐπὶ πλεῖον, οὐκ ἔτι στέγει τὰ σπλάγχνα τὸ πλῆθος τοῦ πνεύματος, καὶ τὸ θερμὸν αὐτοῦ. ὅθεν εὐκολίαν τινὰ τῇ | |
20 | διεξόδῳ τοῦ πνεύματος μηχανωμένη ἡ φύσις, οὐκ ἔτι ἐπὶ τὸν ἐγκέφαλον ἀναπέμπει ἀτμοὺς, ἀλλ’ εὐρύνει τὸν πόρον τοῦ στόματος, καὶ τὸ τοιοῦτον πνεῦμα συνεξωθεῖ διὰ τινὸς κλόνου βρασμώδους τοῦ ἥπατος καὶ κινήσεως· ὄνομα δὲ τῷ γενομένῳ γέλως ἐστίν· οὕτως γὰρ καὶ αὐτὸν ὁρίζονται· βρασμώδη κί‐ | |
25 | νησιν τῶν περὶ τὸ πρόσωπον μυῶν, ἤτοι τοῦ μυώδους πλα‐ τύσματος ἐκ τῶν ἔνδοθεν σπλάγχνων τοῦ κινουμένου πνεύματος ὠθουμένου· παρὰ τὸ γελῶ γέλως ἐκλήθη· τὸ δὲ γελῶ παρὰ τὸ ἕλη, ὃ σημαίνει τὴν θερμασίαν· οἱ γὰρ θερμοὶ πολλὰ γε‐ | |
λῶσιν. | 44 | |
45 | Ἐπεὶ οὖν λύπη καὶ χαρὰ διαφέρει, καὶ τὰ περὶ τὸ σῶμα ἐκ τούτων γινόμενα συμπτώματα διενήνοχε· τοῖς μὲν γὰρ λυπουμένοις ὕπωχρος καὶ πελιδνὸς καὶ κατεψυγμένος ὁ ὄγκος τοῦ σώματος διαφαίνεται· τοῖς δὲ φαιδρυνομένοις ἐξανθοῦσα | |
5 | καὶ ὑπέρυθρος ἡ τοῦ σώματος ἕξις· μονονουχὶ πηδώσης τῆς ψυχῆς καὶ προωθουμένης ὑφ’ ἡδονῆς εἰς τὸ ἔξω τὴν ἔνδοθεν αὐτὴν ἐπικυκλοῦσαν χαράν. Πῶς οὖν γεννᾶται τοῦτο τὸ ζῶον, καὶ πῶς ἀνατρέφεται· καὶ πῶς αἱ ζωτικαὶ καὶ αἱ φυσικαὶ δυνάμεις ἐν αὐτῷ ἐνεργοῦσι· | |
10 | καὶ πῶς ὁ νοῦς διὰ τῶν αἰσθήσεων ἐνεργεῖ· καὶ τί τὸ τριμερὲς τῆς ψυχῆς· καὶ πόσαι γενικαὶ ἀρεταί· καὶ τίνα τὰ ἐξ αὐτῶν γενόμενα γένη τῆς κακίας ἢ ἀρετῆς· καὶ πῶς χαρὰ καὶ λύπη συνίστανται· καὶ πῶς γέλως καὶ δάκρυα καὶ ὕπνος συνείλεκται ἤδη, καὶ ὡς ἐνὸν διηγόρευται. λοιπὸν ἴδωμεν καὶ τὰ τοῦ σώμα‐ | |
15 | τος μόρια· τά τε ἁπλᾶ καὶ πρῶτα λεγόμενα, καὶ τὰ ἐκ τούτων συγκείμενα, καὶ ὀργανικὰ προσαγορευόμενα· πῶς τὲ καλοῦνται, καὶ πῶς συνδέδενται, καὶ διατί οὕτως κατονομά‐ ζονται. Ἔσται καὶ ἐν τούτῳ εὐχὴ παρὰ Κυρίου Θεοῦ τοῦ βοηθῆ‐ | |
20 | σαι ἡμῖν τοῖς διανοήμασιν ἐπὶ ταύτῃ τῇ σκέψει· ὅπως μὴ πληθυνθῶσιν αἱ ἄγνοιαί μου, καὶ αἱ ἀσυνεσίαι μου πλεονάσω‐ σιν, ἔργα σοφίας αὐτοῦ ἀνάγνως καὶ ἀμαθῶς ἐρευνῶντι· οἱ γὰρ τῶν ὑπὲρ δύναμιν ἐφιέμενοι καὶ τῶν μετρίων ἀποτυγχά‐ νουσι· πλὴν οὐκ ἀποκνητέον οὐδὲ ἀπογνωστέον τῆς ἐγχειρή‐ | |
25 | σεως· αὐτὸς γάρ ἐστιν ὁ “πᾶς ὁ αἰτῶν λαμβάνει” εἰπών· “καὶ ὁ ζητῶν εὑρήσει, καὶ τῷ κρούοντι ἀνοιγήσεται.” Τῶν ἐν τοῖς σώμασιν ἡμῶν μερῶν, τὰ μὲν ὁμοιομερῆ λέγε‐ ται, τὰ δὲ ἀνομοιομερῆ· ὁμοιομερῆ μὲν τὰ ἁπλᾶ καὶ πρῶτα· οἷον, αἷμα, φλέγμα, χολὴ μέλαινα καὶ ξανθή· ἃ δὲ στοιχεῖα | |
30 | τοῦ σώματος εἰσὶν, ἐξ ὧν καὶ μεθ’ ὧν ἐγκέφαλος· μήνιγγες· | 45 |
46 | μῦες· νεῦρα· μυελὸς ὁ ἐν τοῖς ὀστέοις· αὐτὰ τὰ ὀστᾶ· χόν‐ δρος· ἀδένες· σύνδεσμοι· ὑμένες· ἶνες· τρίχες· ὄνυχες· σάρκες· φλέβες· ἀρτηρίαι· πόροι· πιμελή· δέρμα· τένοντες· σύνθετοι δὲ οὗτοι ὥσπερ καὶ οἱ μῦες, ἔκ τε συνδέσμων καὶ νευρωδῶν ἰνῶν | |
5 | συγκείμενοι· ταῦτα μὲν οὖν τὰ ὁμοιομερῆ καὶ πρῶτα, ἐξ ὧν τὰ ἀνομοιομερῆ καὶ ὀργανικὰ συνετέθησαν· οἷον, κεφαλή· θώραξ· χεῖρες· πόδες· καὶ ὅσα ἐκ τῶν ὁμοιομερῶν συνέστη· πᾶν γὰρ ἀνομοιομερὲς ἐξ ὁμοιομερῶν συνέστηκεν· ἐκ τούτων δὲ τὸ σύμ‐ μετρον ἢ ἀσύμμετρον σῶμα· τῆς συμμετρίας ἐν τέτρασι | |
10 | τούτοις θεωρουμένης· ἐν σχήματι· ἐν ἀριθμῷ· ἐν μεγέθει· ἐν θέσει· ὁμοίως καὶ τῆς ἀσυμμετρίας ἐν τοῖς ἀνάπαλιν· τὸ γὰρ κάλλος τοῦ σώματος εὐρυθμία ἐστὶ μελῶν, μετ’ εὐχροίας· τοῦτο δὲ γίνεται εὐκράτως μὲν τῶν ὁμοιομερῶν, συμμέτρως δὲ τῶν ὀργανικῶν ἐχόντων· ἀρεταὶ γὰρ σώματος ὑγεία ἐστὶ καὶ | |
15 | ῥώμη· κάλλος καὶ ἀρτιότης, ἤγουν ὁλοκληρία· ἀρεταὶ δὲ ψυ‐ χῆς, φρόνησις· σωφροσύνη· ἀνδρεία καὶ δικαιοσύνη. Ἀναλογεῖ οὖν ἡ τοῦ σώματος ῥώμη πρὸς τὴν τῆς ψυχῆς ἀνδρείαν· ἡ μὲν γὰρ ῥώμη εὐτονία ἐστὶ σώματος, καὶ ἰσχὺς δυσανταγώνιστος τοῖς νοσάζουσι τὸ σῶμα δυναμένοις· ἡ δὲ | |
20 | ἀνδρεία ῥώμη ψυχῆς καὶ ἰσχὺς πρὸς τὰς ὑπομονὰς τῶν ἰσχυ‐ ρῶν φαντασιῶν· θανάτου· πόνου· ταλαιπωρίας· ἡδονῶν· καὶ πάντων τῶν δεινῶν τὲ καὶ φοβερῶν εἶναι νομιζομένων· τῷ δὲ κάλλει ἡ δικαιοσύνη προσέοικε· τὸ γὰρ κάλλος ἐν συμμε‐ τρίᾳ σώματος μετ’ εὐχροίας νοεῖται· ἡ δὲ δικαιοσύνη ἐν τῇ | |
25 | διανομῇ τῶν κατ’ ἀξίαν ἑκάστῳ· τῇ δὲ φρονήσει ἡ ἀρτιότης· πλήρωσις γάρ ἐστιν ἡ φρόνησις τῶν τῆς ψυχῆς ὀρθῶν κατα‐ λήψεων, ὥσπερ ἡ ἀρτιότης τῶν τοῦ σώματος μελῶν· τῇ δὲ ὑγείᾳ ἡ σωφροσύνη. Ὑγεία δέ ἐστιν εὐεξία σύμμετρος· ἡ δὲ εὐεξία ὑγεία ἐπι‐ | |
30 | τεταμμένη· παρέπεται δὲ τῇ ὑγείᾳ, κάλλος· εὐεξία· ἀρτιότης· | 46 |
47 | κάλλος, οὐ τὸ ἀπὸ κομμωτικῶν, ἢ τὸ δι’ ἐπιχρισμάτων προσ‐ ώπων καὶ βαφῆς τριχῶν, ἀλλὰ τὸ κατ’ ἐπακολούθησιν τῆς ὑγείας συνιστάμενον· κατ’ εὐκράσιαν τοῦ ἐμφύτου θερμοῦ, τῶν τε ὁμοιομερῶν καὶ τῶν ὀργανικῶν μελῶν καὶ μορίων· ἡ γὰρ | |
5 | ὑγεία εὐκρασία ἐστὶ τῶν ἐν ἡμῖν χυμῶν· καὶ τῶν φυσικῶν καὶ ψυχικῶν καὶ ζωτικῶν δυνάμεων ἀπαρεμπόδιστος ἐνέργεια τοῦ ἤθους τῆς ψυχῆς καὶ τοῦ σώματος καλῶς διαφαινομένου. Ἔστι δὲ ψυχῆς μὲν ἦθος ποιότης τοιάδε ἀπεσκιῤῥωμένη καὶ δυσαπόβλητος, τουτέστι παγία καὶ εἰς ἕξιν ἐλθοῦσα· σώ‐ | |
10 | ματος δέ ἐστιν ἦθος ὁ ἑκάστου κόσμος, ἤγουν τελειότης ἡ διὰ τῆς τῶν ἄκρων στερήσεως τῆς τε ὑπεροχῆς καὶ ἐνδείας θεωρου‐ μένη· ἀκοσμία δὲ ὅ τε πλεονασμὸς καὶ ἡ ἔλλειψις· ὁ γὰρ πλεονάζων τινὸς μορίου, ὥς τινες εἰσὶν ἑξαδάκτυλοι, ἢ λειπό‐ μενοι χειρὸς ἢ ποδὸς, ἢ ὀφθαλμοῦ, ἢ τινὸς ἄλλου μορίου, | |
15 | ἄκοσμός ἐστι καὶ ἀσύμμετρος· καὶ ἐστὶ τοῦτο παρὰ τὸν ἀρι‐ θμὸν σφάλμα· ἀλλὰ καὶ ὁ παρὰ τὸ σχῆμα τί ἔχων· οἷον δια‐ στρόφους τοὺς ὀφθαλμοὺς ἢ τοὺς πόδας, ἢ τὴν χεῖρα μείζονα τῆς ἑτέρας· ἐσφάλθαι δὲ λέγεται καὶ ὁ παρὰ τὴν θέσιν· οἷον ἔντερα ἐν ἰσχίῳ, ἢ μηρὸν ἔξω κοτύλης, ἢ τὴν χεῖρα συμφυεῖ‐ | |
20 | σαν τῇ ὠμοπλάτῃ, ἢ τί τοιοῦτον· ὁμοίως καὶ ὁ παρὰ τὸ μέγε‐ θος, ὡς ἔχειν κεφαλὴν ὑπερμεγέθη, ἢ μικρότεραν τοῦ κατὰ φύσιν· ἢ ῥίνα ἢ ὀφθαλμόν· ἢ καὶ αὐτὸ ἅπαν τὸ σῶμα, ὡς οἱ γίγαντες ἢ ἀνθρωπίσκοι. Τῶν γὰρ ἐν ἡμῖν μελῶν, τὰ μὲν πρὸς τὸ ζῆν, τὰ δὲ πρὸς τὸ | |
25 | εὖ ζῆν ἐστὶν ἐπιτήδεια· τὰ μὲν οὖν πρὸς τὸ ζῆν γεγονότα κύρια τυγχάνει· οἷον, ἐγκέφαλος· καρδία· γαστήρ· καὶ ἧπαρ καὶ πνεύμων· ὧν παθόντων τελευτᾶ τὸ ζῶον· τὰ δὲ πρὸς τὸ εὖ ζῆν, ὀφθαλμοὶ εἰσὶ, καὶ πόδες καὶ χεῖρες, καὶ τὰ ἄλλα μόρια· | |
τούτων γὰρ παθόντων, ζῆ μὲν τὸ ζῶον, ζῆ δὲ οὐ καλῶς. | 47 | |
48 | Διὰ τοῦτο γὰρ καὶ τὰ αἰσθητήρια δι’ ὑπερβάλλουσαν κηδε‐ μονίαν, διπλᾶ πεποίηκεν ὁ Θεός· ἵνα τοῦ ἑτέρου παθόντος, τὸ περιλειπόμενον σώζῃ τὴν αἴσθησιν· δύο γὰρ ὀφθαλμοὶ καὶ ὦτα δύο· δύο πόρους τῆς ὀσφρήσεως ἐν τῇ ῥίνι πεποίηκεν, καὶ δύο | |
5 | γλώττας πᾶσι τοῖς ζώοις ἐνέφυσεν· ἀλλὰ τοῖς μὲν διηρημένας, ὡς τοῖς ὄφεσι, τοῖς δὲ συνημμένας καὶ συνηνωμένας, ὡς τοῖς ἀνθρώποις· ἀλλὰ τῶν μὲν πλείστων αἰσθητηρίων διαφθειρο‐ μένων οὐδὲν εἰς αὐτὴν τὴν ζωὴν καταβλάπτεται τὸ ζῶον· ἁφῆς δὲ ἀπολλυμένης, συναπόλλυται καὶ τὸ ζῶον· πᾶν γὰρ ζῶον | |
10 | ἁφὴν ἔχει, τὰς δὲ ἄλλας αἰσθήσεις οὐ πάντα πάσας, ἀλλ’ ἐνίας ἔνια· πάσας δὲ ἔχει τὰ τελεώτερα· ὁ δὲ ἄνθρωπος τῇ ἀφῇ καὶ τῇ γεύσει πλέον ἔχει τῶν ἄλλων ζώων, καὶ ἀκριβε‐ στάτως, καί τοι ταῖς ἄλλαις τρισὶν ἡττώμενος· ἄλλο μὲν γὰρ ζῶον κατ’ ἄλλην καὶ ἄλλην αἴσθησιν ἐκ τῶν τριῶν πλεονεκτεῖ | |
15 | τὸν ἄνθρωπον· ὁ δὲ κύων ἐν ταῖς τρισὶν ἅμα· ὀξύτερον γὰρ καὶ ἀκούει, καὶ βλέπει, καὶ ὀσφραίνεται, ὡς δῆλον ἐκ τῶν ἰχνευ‐ όντων. Οὐ μόνον δὲ διπλᾶ δέδωκεν ἡμῖν τὰ αἰσθητήρια ὁ δημιουρ‐ γὸς, ἀλλὰ καὶ αὐτὰς ἐποίησε διπλᾶς ἔχειν τὰς αἰσθήσεις· | |
20 | τὴν μὲν τῶν ἰδίων αἰσθητῶν, τὴν δὲ τῆς ἀφῆς· ὡς ἡ ὄψις· καὶ γὰρ τὰ χρώματα διακρίνει· καὶ τῶν θερμῶν καὶ ψυχρῶν ἀντι‐ λαμβάνεται· ἀλλὰ τούτων μὲν, ὡς σῶμα· τῶν δὲ χρωμάτων καὶ τῶν αὐγοειδῶν, ὡς ὄψις· καὶ μέντοι καὶ τῷ γεωδεστάτῳ καὶ σωματικωτάτῳ τῶν αἰσθητηρίων, ὅπέρ ἐστιν ἡ ἁφὴ, τῆς | |
25 | γεώδους φύσεως αἰσθάνεται· τῷ δὲ ἀεροειδεῖ, τῶν τοῦ ἀέρος παθημάτων διὰ τῆς ἀκοῆς· καὶ τῷ σπογγοειδεῖ τῆς γλώττης, καὶ τῷ ὑδατοειδεῖ τῷ κατὰ τὴν γεῦσιν, τῶν χυμῶν ἀντιλαμ‐ βάνεται· ἕκαστον γὰρ τῶν αἰσθητῶν διὰ τῶν οἰκείων αἰσθητη‐ | |
ρίων γνωρίζεσθαι πέφυκεν. | 48 | |
49 | Ἔδει τοίνυν κατὰ τοῦτον τὸν λόγον, ἐπειδὴ τέσσαρα στοι‐ χεῖα εἰσὶ, τέσσαρας εἶναι καὶ τὰς αἰσθήσεις· ἀλλ’ ἐπειδήπερ ὁ ἀτμὸς καὶ τὸ τῶν ὀδμῶν γένος μεταξὺ τὴν φύσιν εἰσὶν ἀέρος καὶ ὕδατος· ἀέρος μὲν γάρ ἐστι παχυμερέστερος, ὕδατος | |
5 | δὲ λεπτομερέστερος, τούτου χάριν ἡ ὄσφρησις πέμπτον ἐδόθη ἡμῖν αἰσθητήριον. Ὅτι δὲ ἡ τῶν ἀτμῶν καὶ ὀδμῶν φύσις παχυτέρα ἐστὶ τοῦ ἀέρος δῆλον ἐκ τῶν κόρυζαν ἢ κατάῤῥουν ἔχοντων· ἕλκοντες γὰρ τὸν ἀέρα τῶν ἀτμῶν οὐκ ἀντιλαμβάνονται διὰ τὴν ἔμ‐ | |
10 | φραξιν, ἀλλὰ διαρκοῦσιν ἐπὶ πολὺ ἀναίσθητον τὴν αἴσθησιν φέροντες· ἔστι δὲ ἡ αἴσθησις οὐκ ἀλλοίωσις, ἀλλὰ διάγνωσις ἀλλοιώσεως· ἀλλοιοῦται μὲν γὰρ τὰ αἰσθητήρια, διακρίνει δὲ τὴν ἀλλοίωσιν ἡ αἴσθησις. Ἔστι δὲ αἰσθητήρια μὲν πέντε· αἴσθησις δὲ μία ἡ ψυχικὴ, | |
15 | ἡ γνωρίζουσα διὰ τῶν αἰσθητηρίων τὰ ἐν αὐτῇ γενόμενα πάθη· ὅταν γὰρ λευκὸν ἴδωμεν ἐγγίνεταί τι πάθος τῇ ψυχῇ ἐκ τῆς λήψεως αὐτοῦ διὰ τῆς αἰσθήσεως· ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν αἰσθητηρίων· ἄλλο δέ ἐστιν αἴσθησις, καὶ ἄλλο αἰσθητήριον· καὶ ἄλλο αἰσθητὸν, καὶ ἄλλο αἰσθητικόν. | |
20 | Αἴσθησις μὲν οὖν ἐστὶν ἡ ἐνεργοῦσα ψυχικὴ δύναμις, διὸ καὶ οὕτως αὐτὴν ὁρίζονται· πνεῦμα νοερὸν ἀπὸ τοῦ ἡγεμονικοῦ ἐπὶ τὰ ὄργανα τεταμένον· ἢ οὕτως· δύναμις ψυχῆς ἀντιλη‐ πτικὴ τῶν αἰσθητῶν· ὁ δὲ Πλάτων τὴν αἴσθησιν δυνάμεως καὶ ὀργάνου κοινωνίαν πρὸς τὰ ἐκτὸς ὁρίζεται· τουτέστι ψυχῆς καὶ | |
25 | σώματος· ἡ γὰρ δύναμις ψυχῆς, τὸ δὲ ὄργανον σώματος· ἄμφω δὲ διὰ φαντασίας ἀντιληπτικὰ τῶν ἔξωθεν. Αἰσθητήριον δέ ἐστιν ὄργανον τῆς ἀντιλήψεως τῶν αἰσθητῶν, ἢ τὸ αἴσθησιν τινὰ ἐμπεπιστευμένον ὄργανον· αἰσθητὸν δὲ τὸ αἰσθήσει ὑποπίπτον· αἰσθητικὸν δὲ, αὐτὸ τὸ αἰσθανόμενον ζῶον· | |
30 | αἴσθησις μὲν οὖν, οἷον ὅρασις, ὄσφρησις, ἀκοὴ, γεῦσις, καὶ | 49 |
50 | ἁφή· αἰσθητήριον δὲ, ἤτοι ὁ ὀφθαλμὸς, ἡ ῥὶς, ἡ γλῶσσα καὶ τὰ χείλη, ἃ καὶ ὄργανα αἰσθητικὰ προσαγορεύεται· αἰσθητὸν δὲ ὁ λίθος, τὸ ξύλον, καὶ πάντα τὰ αἰσθήσει ὑποπίπτοντα· αἰσθητικὸν δὲ ὁ Στέφανος, ὁ Πέτρος, ὁ Μελέτιος, καὶ πάντα | |
5 | ὅσα ἄλλα αἰσθάνεται ζῶα· “ἔγνω γὰρ,” φησὶ, “βοῦς τὸν κτη‐ “σάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ.” εἰ δὲ κατὰ τὴν αἴσθησιν τὰ ἄλογα τοῖς λογικοῖς ἀνθρώποις κοινωνεῖ, καλῶς τινὲς τῶν ἀνατομικῶς ἱστορησάντων μὴ δὲ κατὰ τὴν τοῦ σώματος πολὺ διαφέρειν ἔνια τῶν ζώων σύνταξιν καὶ ἁρμονίαν | |
10 | τῶν ὀστῶν, καὶ τὴν τῶν ἐγκάτων σύνθεσιν ἔγραψαν· καὶ μᾶλ‐ λον τῶν ἄλλων ζώων τὸν ὗν· ὅτι καὶ ἐκ τῶν αὐτῶν στοιχείων τὰ τούτων σώματα συνεστάθη, ἐξ ὧν καὶ τὰ τῶν ἀνθρώπων· τὰ γὰρ ὁμοιομερῆ οὐδὲν διαφέρει τῶν ἀμφοτέρων παρὰ μικρόν· εἰ καὶ τὰ τῆς διοργανώσεως ἐνήλλακται, καὶ τὰ τῆς γεύσεως· ὁ | |
15 | γὰρ Θεὸς ἔθετο τὰ μέλη ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι καθὼς ἠθέλησε. Τὸ σῶμα δὲ τοῦ ἀνθρώπου οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά· ὅτι καὶ εἰς κεφαλὴν διαιρεῖται, καὶ εἰς στέρνον καὶ ἐπιγάστριον καὶ ὑπογάστριον, καὶ ῥάχιν καὶ ὀσφὺν, καὶ χεῖρας καὶ πόδας· | |
20 | καὶ ἡ μὲν κεφαλὴ περιέχει ἐγκέφαλον, ὀφθαλμοὺς, ῥῖνα, ὦτα, στόμα καὶ τὰ ἔσω τοῦ στόματος· γλῶτταν λέγω, καὶ ὀδόν‐ τας, καὶ φάρυγγα, καὶ τὰ κατὰ μέρος· τὸ δὲ στέρνον, πνεύ‐ μονα καὶ καρδίαν· ὁ τράχηλος, κατακλεῖδα· αἱ πλευραὶ, τὸν ὑπεζωκότα· ἡ ῥάχις, σπονδύλους καὶ μυελόν· ἡ δὲ ὀσφὺς, | |
25 | νεφροὺς καὶ τὰ οὐρηδόχα ἀγγεῖα· τὸ δὲ ἐπιγάστριον, στόμα‐ χον, ἧπαρ, σπλῆνα, καὶ τὴν ἄνω γαστέρα· τὸ δὲ ὑπογάστριον, ἔντερα, πιμελὴν, περιττώματα, καὶ τὰ κατὰ τὴν ἥβην· αἱ χεῖρες, βραχίονας, ὤμους, πήχεις, καρποὺς, δακτύλους· οἱ πόδες, μηροὺς, γόνατα, σφυρὰ, δακτύλους. | |
30 | Ταῦτα δὲ πάντα καὶ ἄλλα πλείονα, καὶ μέλη λέγονται καὶ | |
μέρη, καὶ μόρια, καὶ τόποι, κατ’ αὐτὸ τὲ καὶ συνωνύμως· πλὴν | 50 | |
51 | κατὰ μείζονα μὲν καὶ ὁλοσχερεστέραν περιγραφὴν τὰ μέλη λαμβάνομεν· κατὰ δὲ ἐλάττονα τὰ μέρη· δύναται δὲ καὶ μέρος τὸ αὐτὸ λέγεσθαι καὶ μέλος· οἷον, μέλος τοῦ σώματος ἡ κε‐ φαλὴ, ἀλλὰ καὶ μέρος· μέρος δὲ τῆς κεφαλῆς τὸ ἡνίον· καὶ | |
5 | μέρος αὐτῆς ὁ ὀφθαλμός· καὶ μέλος τοῦ σώματος ἡ χεὶρ, μέρος δὲ τῆς χεῖρος ὁ δάκτυλος· οὕτως οὖν καὶ ἐπὶ τῶν ἄλλων· εἴρηται δὲ μέρη μὲν ἀπὸ τοῦ μεμερίσθαι, καὶ ἄλλο ἄλλου διαφέρειν· μέλη δὲ ὅτι μετὰ ἁρμονίας δοκεῖ συνεστάναι τὸ σῶμα ἡμῶν ἐκ μεταφορᾶς τῶν κατὰ τὴν μουσικὴν μελῶν, κιθά‐ | |
10 | ρας τυχὸν ἢ αὐλοῦ· καὶ αὐτὰ γὰρ μετὰ ἁρμονίας συνίσταται· τὰ δὲ μόρια, οἷον ὅρια τινὰ ὄντα, ὡς διωρισμένα, ἢ τὰ μέρους μέρη. Ἕκαστον οὖν τῶν μελῶν ἐκ σαρκὸς καὶ δέρματος, ὀστῶν καὶ ὑμένων, νεύρων καὶ μυῶν, φλεβῶν καὶ ἀρτηριῶν συνίστανται· | |
15 | τρεφόμενα τῇ καταλλήλων τροφῇ, ὡς ἤδη εἴρηται· ἔχει δὲ τὸ σῶμα ἡμῶν διαστάσεις τρεῖς· μῆκος· βάθος· πλάτος· τὸ δὲ συνέχον καὶ συνάπτον αὐτὸ, ἐπιφάνεια λέγεται, παρὰ τὸ ἐπιφαίνεσθαι· καὶ ταῦτα μὲν ὡς ἐν συνόψει εἰρήσθω· κατὰ μέρος δὲ περὶ ἑκάστου λεχθήσεται μορίου, καὶ κράσις, καὶ | |
20 | ἐνέργεια, καὶ χρεία. | |
20 | ||
21t | ΚΕΦ. Α. | |
22t | Περὶ τῆς Κεφαλῆς καὶ τῶν ταύτης ὀστῶν καὶ ῥαφῶν· καὶ περὶ | |
23t | Ἐγκεφάλου. | |
24 | Ἐπεὶ δὲ πρώτη τῶν ἐν ἡμῖν μελῶν ἡ κεφαλὴ ἐστὶν, ὡς τῶν | |
25 | αἰσθήσεων ἐργαστήριον, καὶ τὸ ὑψηλότατον καὶ ὑπερεξέχον μέρος τοῦ σώματος, καὶ τὸ τιμιώτατόν τε καὶ κυριώτατον ἐν ᾗ τὸ ἡγεμονικὸν τῆς ψυχῆς βασιλεύει, ἀναγκαῖον κατ’ αὐτῆς ἄρξασθαι, καὶ τὴν δύναμιν, μᾶλλον δὲ σύνεσιν καὶ σόφιαν τοῦ | |
δημιουργοῦ καὶ Θεοῦ ἡμῶν κατασκέψασθαι, καὶ εἰπεῖν· “Μέγας | 51 | |
52 | “ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συν‐ “έσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός.” Ἀρχὴν δὲ τὸν τοῦ θαυμασίου πατρὸς ἡμῶν Βασιλείου ποιη‐ σώμεθα λόγον· φησὶ γὰρ ἐκεῖνος· “Τὴν κεφαλὴν ἐπὶ τὸν | |
5 | “ὑψηλότατον θεὶς τοῦ σώματος τόπον ἐν αὐτῇ τὰς πλείστων “ἀξίας τῶν αἰσθήσεων καθιδρύσατο· ἐκεῖ ὄψις, καὶ ἀκοὴ, καὶ “γεῦσις, καὶ ὄσφρησις· πᾶσαι ἐγγὺς ἀλλήλων κατωκισμέναι· “καὶ οὕτω περὶ βραχὺ χώριον στενοχωρούμεναι, οὐδὲν ἑκάστη “παρεμποδίζει τῇ ἐνεργείᾳ τῆς γείτονος.” | |
10 | Εἴρηται δὲ κεφαλὴ παρὰ τὸ κάρφεσθαι, ὅ ἐστι ξηραίνεσθαι· ξηρὰ γὰρ καὶ ὀστώδης ἐστί· τινὲς δὲ κελυφὴν αὐτὴν λέγουσι, διὰ τὸ σκέπειν καὶ καλύπτειν τὸν ἐγκέφαλον· οἱ δὲ ἀπὸ τῆς κυφότητος· τὸ γὰρ περιαγὲς καὶ περιφερὲς κῦφον λέγεται· οἱ δὲ κάραν λέγουσιν, οἷον κέρα, ἀπὸ τοῦ τετριχῶσθαι· κέρα | |
15 | γὰρ ἡ θρίξ· ἢ κράτα ἀπὸ τοῦ κράτος, ὡς ἐνταῦθα τοῦ ἡγεμο‐ νικοῦ τυγχάνοντος· ἢ κράνιον παρὰ τὸ κραίνειν καὶ βασιλεύειν τοῦ ἄλλου σώματος· ἢ διὰ τὸ κρέμασθαι ἐκεῖ τὸν ἐγκέ‐ φαλον. Ἔστι δὲ ὁ ἐγκέφαλος λευκὸς, μαλθακὸς, ὥσπερ ἐξ ἀφροῦ | |
20 | τινὸς πεπηγώς, ὑγρὸς, καὶ ψυχρός· λέγεται δὲ ἐγκέφαλος παρὰ τὸ ἐγκεῖσθαι τῇ κεφαλῇ καὶ τῇ κάρᾳ· ἢ οἷον ἔγκρανος, διὰ τὸ ἐγκεῖσθαι ἰδιώτερον τῷ κρανίῳ· ἔστι δὲ ἄναιμος παν‐ τέλως καὶ ἄφλεψ· ἥδεται δὲ ταῖς θερμαῖς καταστάσεσι μᾶλ‐ λον ἢ ταῖς ψυχραῖς· ἐν αἷς καὶ διυγραινόμενος τὰς μύξας διὰ | |
25 | τῶν ῥινῶν ἀποκρίνει· μύξα γάρ ἐστιν ἀποκάθαρμα τοῦ ἐγκε‐ φάλου, ὅπερ κουφίζεται τὸ ἡγεμονικὸν τῆς ψυχῆς μέρος· ἐν αὐτῷ γὰρ ἱδρύσθαι φασί· μύξα δὲ εἴρηται παρὰ τὸ ἐκ μυκτῆ‐ ρος ἀποκρίνεσθαι· λέγεται δὲ ὁ ἐγκέφαλος καὶ μυελὸς, οἷον | |
μυχελὸς, ἀπὸ τοῦ ἐν μυχῷ εἰλῆσθαι, ὅ ἐστιν αὐλίζεσθαι· ἢ διὰ | 52 | |
53 | τὸ λεῖος εἶναι, ἢ ἐν μεμυκότι ὀστέῳ τυγχάνειν· οἱ δὲ σκέπον‐ τες τοῦτον ὑμένες μήνιγγες λέγονται, διὰ τὸ μένειν ἐν αὐταῖς τὸν ἐγκέφαλον. Ἔχει δὲ ἡ κεφαλὴ σχήματα δύο· τό τε κατὰ φύσιν, καὶ | |
5 | τὸ φοξόν· καὶ τὸ μὲν κατὰ φύσιν προμήκει μάλιστα σφαίρᾳ προσέοικεν· προπετέστερον δὲ ὑπάρχει εἴς τε τὸ πρόσω καὶ τοὐπίσω, τρεῖς ἔχει τὰς πάσας ἐν αὐτῷ ῥαφάς· τὴν στεφα‐ νιαίαν· τὴν λαμβδοειδῆ· καὶ τὴν κατὰ μῆκος· αὐτὸ δὲ τὸ τῶν τριῶν ῥαφῶν σχῆμα τῷ η ὡμοίωται γράμματι· τὸ δὲ | |
10 | φοξὸν, τῆς μὲν ὄπισθεν ἀπολλυμένης ἐξοχῆς, καὶ ἡ λαμβδοει‐ δὴς ῥαφὴ συναπόλλυται· τῆς δὲ ἔμπροσθεν, ἡ στεφανιαία διασώζεται· ὥστε τὸ τῶν σωζομένων ῥαφῶν σχῆμα τῷ ταῦ γράμματι παραπλήσιον εἶναι· καὶ ταῦτα μὲν ἐπὶ τῶν ἀῤῥένων· τὸ δὲ θῆλυ, μίαν ἔχει καὶ μόνην ῥαφὴν κυκλοτερῶς περιαγο‐ | |
15 | μένην, καὶ περιγράφουσαν τὸ κρανίον· ἐκ τούτου γὰρ τοῦ ση‐ μείου ἐν τοῖς τάφοις τὰ τῶν ἀνδρῶν καὶ γυναικῶν διακρίνεται κρανία. Εἴρηται δὲ τισὶ τῶν πατέρων, ὅτι αἱ τρεῖς ῥαφαὶ τῆς κεφα‐ λῆς τοῦ ἄῤῥενος τὴν τρισυπόστατον δηλοῦσι θεότητα, Πατρός· | |
20 | Υἱοῦ· καὶ Ἁγίου Πνεύματος· ὑφ’ ὧν, ἐνσυμφυΐα καὶ ταυτο‐ βουλία διεπλάσθη, καὶ πρὸς τὰ ἄνω βλέπειν κατεσκευάσθη· τὸ δὲ πρὸς ἓν συνάπτεσθαι πάλιν τὰς τρεῖς, τὴν οὐσιώδη καὶ φυσικὴν ἑνότητα, καὶ τὸ ἓν κράτος ἐξεικονίζει τῆς μιᾶς κυριό‐ τητος· ἡ δὲ ἐπὶ τῆς κεφαλῆς τοῦ θήλεος μία ῥαφὴ κυκλικὴ, | |
25 | τὴν περιεκτικὴν καὶ συνεκτικὴν τοῦ παντὸς κυκλοτεροῦς κόσμου μοναδικὴν δεσποτείαν· καὶ τῆς μιᾶς καὶ θεοπρεποῦς δυνάμεως ἀπειρίαν συμβολικῶς παρεμφαίνει καὶ παραδείκνυσι· καὶ καθ‐ άπερ ἐπὶ τῆς νοητῆς φύσεως τοῦ ἀνθρώπου τρία καθ’ ἑκατέραν εὕρηνται διοργάνωσιν, τοῦ ἄῤῥενος λέγω καὶ τῆς θήλεος· νοῦς, | |
30 | λόγος, καὶ πνεῦμα· οὕτως καὶ ἐπὶ τῆς αἰσθητῆς αὐτοῦ φύ‐ | |
σεως. | 53 | |
54 | Τῆς οὖν κεφαλῆς τὸ μὲν ἔμπροσθεν αὐτῆς μέτωπον λέγεται· οἷον ὑπέρωπον, τὸ ὑπεράνω τῶν ὠπῶν, ἤγουν τῶν ὀφθαλμῶν· τὸ δὲ μικρὸν ἀνωτέρω, βρέγμα· ὅτι δίυγρος καὶ ἁπαλός ἐστιν ὁ κατ’ ἐκεῖνο τὸ μέρος ἕως πολύ· τὸ δὲ μέσον κορυφὴ, ὅτι τοῦ | |
5 | κάρα ἐστὶν ὀροφή· τὸ δὲ ὄπισθεν ἰνίον, ἀπὸ τοῦ ἐν τῇ κατα‐ βάσει τῆς κορυφῆς κάτω ἰέναι· ἢ ἀπὸ τοῦ ἐντεῦθεν ἄρχεσθαι τὰς ἶνας, ἤγουν τὰ νεῦρα· αἱ δὲ ἶνες τοῦ εἶναι τὲ καὶ συνεστά‐ ναι παρέχουσι τῷ σώματι· ἐπειδήπερ ἴενται διὰ τοῦ σώματος· τοιοῦτον δέ ἐστι καὶ τὸ, | |
10 | οὐ γὰρ ἔτι σάρκες τε καὶ ὀστέα ἶνας ἔχουσι. (Od. Λ. 218.) Τὰ δὲ πρὸς μήνιγγας ἔνθεν κακεῖθεν κρόταφοι λέγονται, ὅτι κρούουσι τὴν ἁφὴν βαλλόμενοι, οἷον κρούταφοι· ἢ ὅτι τῆς κόρσεως ἅπτονται· κόρσις δὲ ἡ κεφαλὴ, παρὰ τὸ κορυφοῦσθαι· ἢ ἀπὸ τοῦ κείρεσθαι, ἐξ οὗ καὶ κορσωτὴρ, ὁ τὰς τριχὰς ἀπο‐ | |
15 | κείρων. Τὸ δὲ περὶ τὴν κεφαλὴν ἅπαν ὀστοῦν διηρημένον ἐστὶν ὑπὸ ἐμβολίμων ῥαφῶν καθ’ ὃν εἴρηται τρόπον· δι’ ὧν τὰ περὶ τὸν ἐγκέφαλον διαχωρίζονται διπλοσύνθετα ὀστᾶ, καὶ ἡ παρεγκε‐ φαλὶς, ἣν καὶ παρακρανίδα καλοῦσιν· ἣν μόνην ἔχειν τὸν | |
20 | ἄνθρωπον λέγουσιν ὑπὲρ πάντα τὰ ζῶα· ὡς εἶναι ἓξ ὀστᾶ τῆς κεφαλῆς χωρὶς τοῦ σφηνοειδοῦς· πρόσω μὲν τὸ μέτωπον, ὄπι‐ σθεν δὲ τὸ ἰνίον· ἑτέρωθεν δὲ τῶν ὤτων τὰ δύο λιθοειδῆ λεγό‐ μενα· εἰς δὲ τὸ ὑψηλότερον μέρος τὰ δύο βρέγματα, ἅπερ ἔχουσι κοινὴν ῥαφὴν τὴν κατὰ μῆκος εὐθεῖαν· τούτων δὲ τῶν | |
25 | ἓξ ὀστῶν, τὰ μὲν τοῦ βρέγματος χαυνότατά τε καὶ ἀσθενέ‐ στατα εἰσί· πυκνότατον δὲ καὶ ἰσχυρότατον τὸ κατ’ ἰνίον μέσον δὲ ἀμφοῖν, τὸ κατὰ μέτωπον· τῶν δὲ λιθοειδῶν ὀστῶν τὸ μέν τι μέρος λιθοειδές ἐστι, τὸ δὲ ὀστῶδες μανόν· ἡ δὲ παρ‐ εγκεφαλὶς ὁμοφυής ἐστι καὶ ὁμόχροια· ἄλλη δὲ ῥαφὴ ἡ | |
30 | ἐπάνω τοῦ βρέγματος διερχομένη, καὶ πρὸς τὰ πεταλώδη ὀστᾶ | 54 |
55 | τῶν κατὰ τὰ ὦτα κειμένων ἀποτελευτῶσα, καὶ πρὸς τὴν κορυ‐ φὴν ἐπισχιζομένη, σταυροειδῶς ἐκεῖσε διατυποῦται· αἱ δὲ τοι‐ αῦται ῥαφαὶ τὰς κάτωθεν ἀνερχομένας ἐκ στομάχου καὶ γα‐ στρὸς ἐξατμίζουσιν ἀναθυμιάσεις. | |
5 | Περιείληπται δὲ ὁ ἐγκέφαλος ὑπὸ δύο ὑμένων· ὁ μὲν γὰρ ὑπέστρωται αὐτῷ, ὁ δὲ ἐπίκειται· ὃ καὶ δικτυῶδες πλέγμα παρὰ τῶν ἰατρῶν λέγεται· περιπλέκεται οὖν τὸ ὀστοῦν ἅπαν ὁ περικράνιος λεγόμενος μῦς· τούτους δὲ τοὺς μῦας καὶ μή‐ νιγγας καλοῦσι. | |
10 | Καὶ ὅρα ὦδε σοφίαν δημιουργοῦ, διατί μὴ διὰ μιᾶς μή‐ νιγγος τὸν ἐγκέφαλον περιεφύλαξεν, ἀλλὰ διὰ δύο· καὶ τούτων ἐνηλλαγμένων ἐχουσῶν τὴν οἰκείαν διάθεσιν· ἡ μὲν γάρ ἐστι παχεῖα, ἡ δὲ λεπτή· εἰ γὰρ μὴ οὕτως αὐτὸν ἐν ταύταις ἐνεί‐ λησέ τε καὶ περιέσφιγξε, καὶ οἷον διεσπαργάνωσεν, ἔμελλεν | |
15 | ἀνιᾶσθαι ὑπὸ τῆς τοῦ ὀστοῦ προσψαύσεως, τραχυτέρου ὄντος καὶ σκληροτέρου· διὰ τοῦτο μεταξὺ τοῦ ὀστοῦ καὶ τοῦ ἐγκε‐ φάλου τὴν λεπτὴν ἔθηκε μήνιγγα· ἀλλὰ αὐτὴ ἡ μήνιγξ τῆς μὲν τοῦ ἐγκεφάλου οὐσίας ὀλίγον ἐστὶ σκληροτέρα, τοῦ δὲ ὀστοῦ ὑπάρχει μαλακωτέρα· ἔμελλεν οὖν καὶ αὐτὴ πάσχουσά | |
20 | τι ὑπὸ τῶν ἔξωθεν, ἄγειν τὸν ἐγκέφαλον εἰς συμπάθειαν. Διὰ τοῦτο ἐποίησεν ἐν τῷ μέσῳ ἄλλην μήνιγγα παχυτέραν· τοῦ μὲν ἐγκεφάλου κατὰ πολὺ ὑπάρχουσαν σκληροτέραν, τοῦ δὲ ὀστοῦ πάλιν μαλακωτέραν· ὥς τε τὸν ἐγκέφαλον μεσολα‐ βεῖσθαι ὑπὸ τῆς λεπτῆς καὶ παχείας μήνιγγος· ὁμιλεῖν δὲ | |
25 | τὴν μὲν λεπτὴν τῷ ἐγκεφάλῳ, τὴν δὲ παχεῖαν τῷ ὀστῷ· ὥστε ἧττον ὑπ’ αὐτοῦ πάσχειν· ἡ δὲ λεπτὴ μῆνιγξ περιλαμβάνει τὸν ἐγκέφαλον οὐ μόνον ὅλον, ἀλλὰ καὶ τὰ μέσα αὐτοῦ· καὶ ἐν τῷ παντὶ μεσολαβοῦσα περικρατεῖ τὴν οὐσίαν αὐτοῦ· ὥς τε | |
μὴ διολισθαίνειν καὶ διαῤῥεῖν διὰ τὴν φυσικὴν ὑγρότητα· καθ‐ | 55 | |
56 | άπερ γὰρ ὁρῶμεν ὅτι καὶ ἐπὶ τῶν ῥοιῶν ὑμένες διαφράττουσι τοὺς κόκκους, καὶ ὅλην αὐτὴν περιλαμβάνουσι τὴν ῥοιὰν, οὕ‐ τως καὶ ἐπὶ τοῦ ἐγκεφάλου καὶ τῆς εἰρημένης μήνιγγος ἔστιν ἰδεῖν· τοῦτο καὶ ἐπὶ τοῦ λεγομένου κρανίου ἔστι σκοπῆσαι· | |
5 | ὀστοῦν δέ ἐστι τοῦτο, τὴν τοῦ πολεμικοῦ κρανίου ἀπομιμούμενον θέσιν τὲ καὶ χρείαν· ὥσπερ γὰρ ἐκεῖνο κυκλοτερὲς τέ ἐστι, καὶ τὴν ὅλην ἀσφαλίζεται κεφαλὴν, οὕτως καὶ τὸ κρανίον καὶ αὐτὸ κυκλοτερὲς ὂν, τὸν ἐγκέφαλον ἀσφαλίζεται· ὅθεν καὶ αὐτῆς τῆς προσηγορίας ἔτυχεν. | |
10 | Οὐδὲ τοῦτο οὖν ἐξ ἑνὸς ὀστοῦ κατεσκεύασεν, ἀλλ’ ἐκ δια‐ φόρων ὀστῶν, καὶ οὐ κεχωρισμένων ἀλλήλων, ἀλλὰ συνημμέ‐ νων, καὶ οἷον κεκρηπιδωμένων. εἰ ἦν γὰρ ἐξ ἑνὸς ὀστοῦ, πρῶτον μὲν συνέβαινε τοῦ ἑνὸς αὐτοῦ μέρους πάσχοντος, εἰς ὅλην τὴν κεφαλὴν διαδοθῆναι τὴν βλάβην, διὰ τὴν συνεχείαν τοῦ ὀστοῦ· | |
15 | ἔπειτα καὶ τὰς τοῦ ὅλου σώματος ἀναθυμιάσεις ἐπὶ τὴν κεφα‐ λὴν ἀναφερομένας, ὡς ἐν ὑψηλοτάτῳ κειμένην τόπῳ, συνέβαινε μὴ διαφορεῖσθαι· καὶ εἰργομένων αὐτῶν, καὶ προτιθεμένων τῇ κεφαλῇ τῶν περιττωμάτων, πλείστων νόσων αἰτίαν γίνεσθαι τῷ ἐγκεφάλῳ τὰς ἀναθυμιάσεις· διὰ ταῦτα συνημμένων τῶν | |
20 | ὀστῶν ὄντων, ἐγένοντο αἱ ῥαφαὶ, καθὼς πρότερον εἴρηται, τὰ περιττὰ ἐξωθοῦσαι, καὶ τὴν κεφαλὴν σὺν τῷ ἐγκεφάλῳ διατη‐ ροῦσαι ἀπήμονα. Ἡ μὲν οὖν μικρὰ κεφαλὴ, μοχθηρᾶς ἐγκεφάλῳ κατα‐ σκευῆς ἴδιον σημεῖον· οἱ γὰρ τὰς μικρὰς ἔχοντες κεφαλὰς οὐ | |
25 | δύνανται τὰς αὐτὰς ἐπιτελεῖν ἐνεργείας, ἃς ἐπιτελοῦσιν οἱ μεγάλας ἔχοντες· ἐπειδὴ γὰρ ὁ ἐγκέφαλος πάσας ποιεῖται τὰς ἐνεργείας τοῦ σώματος, αὐτὸς γάρ ἐστιν ὁ διὰ τῶν αἰσθήσεων ἐνεργῶν, ὥσπερ εἴπομεν ἀνωτέρω· αὐτὸς ὁ κινῶν πάντα τὰ τοῦ σώματος μόρια· καὶ γὰρ εἰ καὶ δακτύλου ἄκρον ἐν ποσὶ κινοῖ‐ | |
30 | το, ὁ ἐγκέφαλος τοῦτο ἐκίνησε· ποιεῖται γὰρ ταῦτα διὰ | 56 |
57 | τοῦ ψυχικοῦ πνεύματος, δεῖται δηλονότι πολὺ τούτου· πολὺ δὲ οὐκ ἂν χωρήσειεν εἰς μικρότατον ὄργανον· ἀλλ’ ἀνάγκη σμικρὰν οὖσαν τὴν τῆς κεφαλῆς εὐρυχωρίαν, καταπνίγεσθαι καὶ κατασβέννυσθαι τὸ ψυχικὸν πνεῦμα, καὶ σὺν τούτῳ τὰς | |
5 | ὑπ’ αὐτοῦ γινομένας ἐνεργείας· πλὴν ἡ μὲν μικρὰ κεφαλὴ ἀεὶ μοχθηρὰ, ἡ δὲ μεγάλη οὐκ ἀεὶ ἀγαθή· ἀλλὰ ποτὲ μὲν χρηστὴ, ποτὲ δὲ οὐ χρηστή· φύσει λέγω, ἀλλ’ οὐκ ἐκ νόσου ἐπερχο‐ μένη· εἰ μὲν οὖν ἐγένετο διὰ πλῆθος ὕλης χρηστῆς καὶ ῥωμὴν τῆς ἐγχωρίου δυνάμεως, ἡ τοιαύτη εὖ ἔχει κατὰ φύσιν· | |
10 | εἰ δὲ διὰ πλῆθος ὕλης ἐνίκησε τὴν μικρὰν, τηνικαῦτα ἔσται μοχθηρὰ καὶ νοσώδης, καὶ ταῦτα διὰ τὸν ἐγκέφαλον γεγονυῖα· πρὸς γὰρ τὸ περιεχόμενον καὶ ἡ τοῦ περιέχοντος φύσις κατε‐ σκευάσθη. Καὶ ὅρα κηδεμονίαν δημιουργοῦ, καὶ μάλιστα ὦδε πρὸς τὸν | |
15 | ἐγκέφαλον· καὶ ὅσην αὐτῷ ἐχαρίσατο τὴν ἀσφάλειαν· οὐ γὰρ ἠρκέσθη τῇ τῶν εἰρημένων μυῶν, ἤγουν μηνίγγων περιοχῇ καὶ σπαργανώσει, καὶ τῇ τοῦ λεγομένου κρανίου ὀστοῦ περιβολῇ τὸν ἐγκέφαλον περιφρουρεῖσθαι καὶ περισκέπεσθαι, ἀλλὰ καὶ δέρματι ἔξωθεν μετὰ τῶν τριχῶν διεσκέπασεν· ἵνα μὴ ἐν ταῖς | |
20 | μεταβολαῖς τῶν ἀέρων βλάπτηται καὶ ἀνιᾶται· ταῖς θριξὶ γὰρ ὠρόφωται ἡ κεφαλή· καὶ ἐκροὰς ὅτι πλείστας ὡς κυρίως ἐποίησεν ἔχειν, ἵνα μὴ τὰ περιττώματα γενόμενα πλείστων αὐτῷ συμπτωμάτων αἴτια γένηται. Ὥσπερ τοίνυν ἐπὶ τῆς γαστρὸς βλέπομεν, καὶ διαγινώσκο‐ | |
25 | μεν τὴν ἐνέργειαν αὐτῆς ἐκ τῶν περιττωμάτων· καὶ εἰ μὲν πεπεμμένα ἐστὶ τὰ διαχωρήματα, λέγομεν τὴν γαστέρα κα‐ λῶς πέττειν· οὕτως καὶ ἐπὶ τοῦ ἐγκεφάλου ἐκ τῶν περιττωμά‐ των αὐτοῦ τὰς ἐνεργείας γνωρίζομεν· πρὸς γὰρ ταῖς ἀνωτέρω | |
εἰρημέναις ῥαφαῖς, καθαίρεσθαι αὐτὸν καὶ διὰ μυκτήρων καὶ | 57 | |
58 | ὤτων καὶ ὀφθαλμῶν, καὶ τοῦ λεγομένου τρήματος, ὃ χώνην τινὲς ὠνόμασαν ἀπὸ τῆς πρὸς ἐκείνην ὁμοιώσεως, ὁ τῆς φύσεως ἐμηχανήσατο κύριος· χώνην δὲ τὸ τρῆμα λέγουσιν, ἐπειδὴ ἀπὸ εὐρυτέρας βάσεως ἀρχόμενον, εἰς στενοχωρότερον τελευτᾶ | |
5 | πόρον. Ἐπεὶ δὲ καὶ μῦες πολλοὶ κατὰ τὴν κεφαλὴν καὶ κατὰ τὸν ἐγκέφαλον εἰσὶ, μᾶλλον δὲ καὶ κατὰ παντὸς τοῦ σώματος, εἴ‐ πωμεν τὴν τούτου ἐνέργειαν καὶ χρείαν οἷαν τῷ ἡνιόχῳ ὁ χαλινὸς ἐν τῷ ἅρματι· ὥσπερ γὰρ ἐπ’ ἐκεῖνο ἐστὶ μὲν ὁ ἡνίο‐ | |
10 | χος, εἰσὶ δὲ καὶ ἡνίαι, καὶ μετὰ τὰς ἡνίας ὁ χαλινὸς, ἠρτη‐ μένος μὲν ἀπὸ τῶν ἡνίων, συνδεδεμένος δὲ τοῖς ἵπποις· εἰσὶ δὲ καὶ αὐτοὶ οἱ ἵπποι· οὕτως καὶ ἐπὶ τοῦ ἡμετέρου σώματος· ἡνιοχεῖ μὲν αὐτὸ ὁ ἐγκέφαλος, ἡνίαι δὲ αὐτοῦ τὰ νεῦρα· χα‐ λινοὶ δὲ αὐτοῦ οἱ μῦες· ἱπποὶ δὲ τὰ λοιπὰ μόρια· καὶ ὁ μὲν | |
15 | ἐγκέφαλος πρῶτος ταῖς ἡνίαις χρώμενος, ἢ παράγει τὸ σῶμα παρὰ τὰ πλάγια, ἢ εἰς τουπίσω ἀναχαιτίζει, ἢ πρόσω ἐπιτρέ‐ πει φέρεσθαι· ὁ δὲ χαλινὸς ἑπόμενος ταῖς ἡνίαις, κατὰ συμ‐ βεβηκὸς ἕπεσθαι ποιεῖ τὰ μόρια τῷ πρώτῳ πρῶτον κινοῦντι· οὐκοῦν οἱ μῦες χρείαν χαλινοῦ τῷ ἐγκεφάλῳ παρέχουσιν· ἐν‐ | |
20 | έργειαν δὲ ποιοῦνται τὴν κινητικήν. Ὁ δὲ νωτιαῖος λεγόμενος μυελὸς, ἀπόῤῥοια τίς ἐστι τοῦ ἐγκεφάλου· καὶ οἷον ἀπὸ πηγῆς τινὸς ῥύακα μιμεῖται προϊ‐ όντα· τῆς μὲν πηγῆς αὐτῆς εἰ τύχοι περιφερὲς ἐχούσης σχῆ‐ μα, τοῦ δὲ ῥύακος εἰς μῆκος ἐκτεινομένου· ἐπεὶ οὖν ὁ νωτι‐ | |
25 | αῖος οὗτος τοῦ ἐγκεφάλου μοίρα τίς ἐστι, περιέχεται δὲ ἐν ὀστοῖς, ἤγουν ἐν τοῖς σπονδύλοις τῆς ῥάχεως, ἀνάγκη καὶ τοὺς σπονδύλους τοιούτους ἀπὸ τῆς φύσεως γεγενῆσθαι, οἷος καὶ ὁ μυελός· καὶ διὰ τοῦτο καὶ κοινωνίας μετέχειν αὐτὸν φυσικῆς μετὰ τῶν ὀστῶν· πρὸς γὰρ τὴν τοῦ περιεχομένου φύσιν, καὶ τὸ | |
30 | περιέχον αὐτὸ δημιουργεῖται. | 58 |
59 | Καὶ ὅρα πῶς ἅπαντα τὰ τοῦ σώματος ὀστᾶ πρὸς τοῦτον ἔχει τὴν οἰκειότητα· τῶν γὰρ σπονδύλων ἁπάντων ἡ σύνοδος, τὴν ἀρχὴν ἐκ τῆς ῥάχεως ἐποιήσατο· ἥτις τὴν αὐτὴν ἀναλο‐ γίαν τῷ ἡμετέρῳ σώματι φυλάττει, ὁποίαν καὶ ἡ τρόπις τῆς | |
5 | νηὸς πρὸς τὰ εἰς αὐτὴν ἐμβαλλόμενα ξύλα· ὥσπερ γὰρ πρὸς ἐκείνην ἀνάγκη πάντα τὰ ξύλα εἶναι· καὶ εἰ μὲν ἡ τρόπις μεγάλη εἴη, μεγάλα καὶ τὰ ξύλα· εἰ δὲ μικρὰ, ὁμοίως καὶ τὰ ξύλα· οὕτως ἔχει καὶ κατὰ τὴν ῥάχιν· καὶ ὡς ἂν ἔχῃ αὐτὴ, καὶ αἱ πρὸς αὐτὴν διηρθρωμέναι πλευραὶ ἕξουσι, καὶ αἱ ὠμο‐ | |
10 | πλάται· πρὸς δὲ τὰς ὠμοπλάτας βραχίων τὲ, καὶ πῆχυς, καὶ κερκὶς, καὶ τὰ τῆς ἄκρας χειρὸς ὀστέα· καὶ πάλιν πρὸς τὴν ῥάχιν ἐστὶ τὰ τῆς λαγόνος ὀστᾶ, πρὸς ἃ διήρθρωται ὁ μηρός· καὶ πρὸς ἐκεῖνον ἡ κνήμη τε καὶ ἡ περόνη· καὶ πρὸς ταύτας τὰ τοῦ ποδὸς ὀστέα· ἐντεῦθεν αὐτοῖς καὶ ἡ κίνησις δίδοται διὰ | |
15 | νεύρων καὶ μυῶν ἐξ ἐγκεφάλου· καὶ τούτων κινουμένων κατὰ τὴν μεγάλην βουλὴν τοῦ Θεοῦ καὶ πρόνοιαν. Μῦες δὲ λέγονται παρὰ τὸ μύειν ἐν ταῖς οἰκείαις ἐνεργείαις· συστελλόμενοι γὰρ, καὶ ἐπὶ τὴν οἰκείαν ἀρχὴν ἀνατρέχοντες, διὰ τῆς συστολῆς κινοῦσι τὰ ὑπ’ αὐτῶν κινούμενα μόρια· τινὲς | |
20 | δὲ λέγουσιν, ὅτι μυοειδεῖς εἰσὶ, καὶ εἰς λεπτὰ ἀποτελευτῶσιν· ὡς ἐμφερείαν ἔχειν πρὸς τὴν οὐρὰν τοῦ ζώου τοὺς μῦας· καὶ γὰρ τὰ νεῦρα τὴν ὀνομασίαν ἔσχε παρὰ τοῦ νεύειν πρὸς ἑαυτά· τὸν αὐτὸν δὲ τρόπον καὶ αὐτὰ τοῖς μυσὶν ἐνεργεῖ· μᾶλλον δὲ οἱ μῦες τῶν νεύρων· παρὰ οὖν τὸ νεύειν νεῦρον, καὶ παρὰ τὸ | |
25 | μύειν μῦες· οὐκ ἔστι δὲ ἁπλῆ ἡ τῶν μυῶν οὐσία, ἀλλὰ σύν‐ θετος ἔκ τε ἰνῶν καὶ σαρκώδους οὐσίας· τῶν δὲ ἰνῶν, αἱ μὲν ἀπὸ τῶν νεύρων εἰσὶν, αἱ δὲ ἀπὸ τῶν συνδέσμων, οἷς ἐνύφανεν ἡ φύσις τὴν σαρκώδη οὐσίαν· καὶ διὰ τὸ μὴ βλάπτεσθαι ῥαδίως, ἀλλ’ ὡς ἐπὶ στοιβῆς ἀναπαύεσθαι· καὶ ἵνα ἐν τοῖς ἀμέτροις | |
30 | κινήσεσιν αὐχμηρότεραι γενόμεναι καθυγραίνωνται, καὶ τὴν ἐκ | |
τῶν σαρκωδῶν δέχωνται παραμυθίαν. | 59 | |
60 | Ζητοῦσι δέ τινες διατί τὸ τῆς κεφαλῆς σχῆμα σφαιροειδὲς ἐστὶ, καὶ μὴ μᾶλλον τετράγωνον, ἢ ὀξύγωνον, ἢ τρίγωνον, ἢ κωνοειδές· καὶ λέγομεν τούτου τρεῖς αἰτίας· μίαν μὲν, ὅτι τὸ τοιοῦτον σχῆμα δυσπαθέστερον ἐστὶ τῶν ἄλλων σχημάτων· | |
5 | ὅσα γὰρ ἔχει γωνίας, ἑτοίμως τοῖς ἔξωθεν ἐναντίοις ἀπαντῶσι, καὶ ἐντυγχάνονται ῥᾶον καὶ θραύονται ὑπ’ αὐτῶν· δεύτερον δὲ, ὅτι ἀποδέδεικται τοῖς γεωμέτραις τὰ κυκλικὰ σχήματα τῶν ἰσοπεριμέτρων σχημάτων ἁπάντων, τριγώνων, καὶ τετραγώνων, καὶ πολυγώνων, πολυχωρότερα ὄντα· ἡ πρόνοια οὖν εἰδυῖα ὅτι | |
10 | ἡ κεφαλὴ τὸν ἐγκέφαλον ἔχειν ὀφείλει, καὶ μήνιγγα μετ’ αὐ‐ τοῦ παχεῖαν τε καὶ λεπτὴν, καὶ τὸ δικτυῶδες πλέγμα, καὶ τὰς τῶν νεύρων ἑπτὰ συζυγίας, καὶ τὰ τῶν αἰσθήσεων οἰκητή‐ ρια· ὀφθαλμούς· ὦτα· ῥῖνας· καὶ τὰ ἔσω τοῦ στόματος, καὶ τὰς ἄλλας κοιλότητας, ἃς κοιλίας λέγουσι· καὶ πνεῦμα ψυχι‐ | |
15 | κὸν ψυχικαῖς ἐνεργείαις ὑπηρετούμενον, εἰκότως τῇ κεφαλῇ σχῆμα τοιοῦτον ἐπλέξατο· ἡ δὲ τρίτη αἰτία Πλάτωνος ἐστὶ φλυαρία ἐν τῇ πρὸς Τίμαιον· φησὶ γάρ· “Ἐπειδὴ ἔμελλεν ἡ “φύσις μύριον ποιεῖν ψυχῆς τε καὶ νοῦ οἰκητήριον, ἵνα μὴ “ξενίζηται κατιοῦσα ἀπὸ κυκλοτεροῦς τοῦ οὐρανοῦ εἰς ἀνόμοιον | |
20 | “οἴκημα εἰσιοῦσα, ὅμοιον τοῦ οὐρανοῦ σχῆμα αὐτῇ κατειρ‐ “γάσατο·” τοῦτο δὲ εἴρηκεν ὁ φιλόσοφος τὴν μετεμψύχωσιν δογματίζων, καὶ τὴν ψυχὴν ἐν τῷ ἡγεμονικῷ οἰκεῖν, καὶ μὴ ἐν ὁλῷ τῷ σώματι φλυαρῶν. Ἡμεῖς δὲ λέγομεν ὅτι κυκλοτερὲς σχῆμα τὸ τῆς κεφαλῆς | |
25 | ὑπάρχει, οὐ μόνον διὰ τὸ εὐπρεπές· τὰ γὰρ σφαιροειδῆ τῶν ἀντρώδων οἰκημάτων κρείττονα τῶν κατὰ μῆκος εἰς θεωρίαν· ἀλλὰ καὶ διὰ τὸ κατ’ εὐθὺ τῆς τοῦ νοὸς ἐνεργείας· ἔδει γὰρ τὸ ὑπερκείμενον τοῦ σώματος ὅλου μέρος κυκλοτερὲς τὲ εἶναι, καὶ τὰ τῆς ἀρχῆς ἐκεῖθεν γνωρίζεσθαι· ἵνα ὥσπερ ἄριστος κυβερ‐ | |
30 | νήτης ὁ νοῦς ἐπὶ τῶν οἰάκων καθήμενος, πηδαλιουχῇ τὸ σῶμα | |
ἅπαν καὶ διασώζῃ· ὡς ἐξ ἑτοίμου ἔχων καὶ τὰς αἰσθήσεις· | 60 | |
61 | καθώς φησιν ὁ μέγας Βασίλειος· “Ἐκεῖ ὄψις, καὶ ἀκοὴ, καὶ “ὄσφρησις καὶ γεῦσις·” καὶ πάλιν· “ὀφθαλμοὶ μὲν γὰρ τὴν “ὑψηλοτάτην σκοπιὰν κατειλήφασιν· ὡς μηδὲν αὐτοῖς τὴν “τῶν τοῦ σώματος μορίων θέσιν ἐπιπροσθεῖν· ἀλλὰ μικρᾷ τινι | |
5 | “προσβολῇ τῶν ὀφρύων ὑπερκαθήμενοι, ἐκ τῆς ἄνωθεν ἐξοχῆς “πρὸς τὸ εὐθὺς ἀποτείνονται·” καὶ ταῦτα μὲν περὶ τῆς κεφαλῆς. | |
7 | ||
8t | ΚΕΦ. Β. | |
9t | Περὶ τῶν Ὀφθαλμῶν. | |
10 | Ἐπεὶ δὲ ἔξεστιν ἡμῖν κατὰ πᾶν ἡμῶν μέλος τοῦ δημιουργοῦ Θεοῦ τὴν σύνεσιν ἐκπλήττεσθαι καὶ θαυμάζειν, εἴδωμεν μετὰ τὴν κεφαλὴν καὶ τὰς τῶν ὀφθαλμῶν συνθέσεις, καὶ ἐνεργείας, καὶ χρείας, καὶ ὀνομασίας· καὶ τὸν ἀριθμὸν τῶν χιτώνων· καὶ τῶν ὑγρῶν τὴν ποσότητα· καὶ τὰ οὐσιωδῶς ὑπάρχοντα τῷ | |
15 | ὀφθαλμῷ· καὶ τὰ κατὰ συμβεβηκὸς αὐτῷ προσγινόμενα· οὐσι‐ ωδῶς μὲν οὖν αὐτοῦ ἐστὶν ἡ κράσις ψυχρὰ ἢ θερμὴ, ξηρὰ ἢ ὑγρά· καὶ ἐν τοῖς ὁμοιομερέσιν αὐτοῦ μαλακὸν ἢ σκληρὸν, τὸ εὐκίνητον ἢ δυσκίνητον· ἐν ὅλῳ δὲ τῷ ὀργάνῳ ἡ κατὰ μέγεθος ἀμετρία ἢ συμμετρία· ἡ κατὰ τὴν διάπλασιν αὐτοῦ εὐρυθμία | |
20 | καὶ ἀρυθμία· καὶ πρὸς τούτοις τῶν ἐνεργειῶν ἀρετὴ τὲ καὶ κακία. Διαγινώσκονται δὲ εἰ θερμοὶ εἰσὶν ἢ ψυχροὶ, οὕτως· εἰ μὲν γὰρ θερμότης ᾖ ἐν αὐτοῖς, εὐρύφλεβοι οἱ τοιοῦτοι, καὶ φανε‐ ρὰς αὐτὰς ἔχουσιν· εἰ δὲ ψυχρότης, οὐ φανερὰς, ἀλλὰ κερυμ‐ | |
25 | μένας· τὴν δὲ ξηρότητα τῶν ὀφθαλμῶν καὶ ὑγρότητα διαγνω‐ σόμεθα ἀπό τε τοῦ σκληρὸν ἢ αὐχμηρὸν, ἢ μαλακὸν τὲ καὶ ὑγρὸν εἶναι τὸν ὀφθαλμόν· καὶ ὁ μὲν ὑγρὸς καὶ ὁ μαλακὸς εὐδιάγνωστός ἐστιν· ὁ δὲ σκληρὸς καὶ αὐχμηρὸς οὐ σφόδρα· οὐκ οὖν ἐκ τῆς ἔξωθεν βασάνου διαγινώσκεται· πολλοὺς γὰρ | |
30 | ὁρῶμεν μὴ δυναμένους ἐν καπνῷ στῆναι, ἀλλὰ δακρύοντας | 61 |
62 | πολλά· ἄλλους δὲ σφόδρα πρὸς τὸν καπνὸν ἀντιτείνοντας· καὶ εἰσὶν οἱ μὲν πρῶτοι, ὑγροί τε καὶ εὐπαθεῖς· οἱ δὲ δεύτεροι, σκληροί τε καὶ δυσπαθεῖς· ταῦτα οὐσιώδη σημεῖα τῶν ὀφθαλ‐ μῶν· τὰ δὲ ἀπὸ συμβεβηκότων ὦδε· ὁ τοίνυν ὀφθαλμὸς, ἢ | |
5 | μέγας ἐστὶν ἢ μικρός· καὶ ἢ εὔρυθμος ἢ ἄρυθμος· ἀλλ’ εἰ μὲν εἴη μέγας σὺν εὐρυθμίᾳ, δηλοῖ καὶ πλῆθος ὕλης καὶ εὐκρασίαν αὐτῆς· εἰ δὲ μέγας μὲν εἴη ἀλλὰ ἄρυθμος, σημαίνει πλῆθος μὲν ὑλῆς ἀλλὰ μοχθηρᾶς, καὶ δυνάμεως ἀσθένειαν· καθὰ καὶ περὶ τῆς κεφαλῆς εἴρηται· εἰ δὲ μικρὸς εἴη καὶ εὔρυθμος, | |
10 | σημαίνει ἔνδειαν μὲν ὕλης, εὐχρηστότητα δέ· εἰ δὲ μικρὸς εἴη καὶ ἄρυθμος, σημαίνει καὶ ἔνδειαν ὕλης, καὶ δυνάμεως ἀτο‐ νίαν· ταῦτα περὶ τῆς τοῦ ὀφθαλμοῦ κράσεως, καὶ σχήματος, καὶ μεγέθους. Ζητήσωμεν δὲ καὶ τὰς τῶν διαφόρων ἐν αὐτῷ χρωμάτων | |
15 | αἰτίας· ὁρῶμεν γὰρ τοὺς μὲν μέλανας ἔχοντας ὀφθαλμοὺς, τοὺς δὲ γλαυκοῦς· τοὺς δὲ χαροπούς· δεῖ τοίνυν εἴδεναι ὅτι ὁ ὀφθαλμὸς καὶ πολλοῖς ὀνόμασι ὀνομάζεται, καὶ ἐκ πλειόνων σύγκειται μορίων· τὸ μὲν ὑγρῶν, τὸ δὲ χιτώνων· καὶ ἵνα τούτων εἴπωμεν τά τε ὀνόματα, καὶ τὸν ἀριθμὸν, καὶ τὰς ἐκ‐ | |
20 | φύσεις, καὶ τὰς χρείας, καὶ τὰς ἐνεργείας, ἐντεῦθεν ἀρξώ‐ μεθα. Δεῖ εἴδεναι ὅτι ἀπὸ τοῦ ἐγκεφάλου ἐκφέρεται δύο νεῦρα τὰ ὀπτικὰ προσαγορευόμενα· πρῶτον μὲν γὰρ ταύτῃ τῇ αἰ‐ σθήσει πέμπει ὁ ἐγκέφαλος νεῦρα· ἔπειτα δὲ καὶ τῷ παντὶ | |
25 | σώματι· διαφέρει δὲ ταῦτα τῶν ἄλλων νεύρων· ὅτι τὰ μὲν ἐν τῷ παντὶ σώματι ναστὰ τέ ἐστι καὶ ἀκοίλια· τὰ δὲ τῶν ὀφθαλμῶν αὐλοειδῆ καὶ τετρημένα, ἵνα σωλήνων δίκην τὸ ὀπτι‐ κὸν πνεῦμα παρὰ τὸν ὀφθαλμὸν ὀχετεύωσι· ταῦτα τοίνυν ἐμ‐ βάλλονται εἰς τὰς λεγομένας θαλάμους τῶν ὀφθαλμῶν· θάλα‐ | |
30 | μος δὲ λέγεται τὸ ἔσω τοῦ ὀφθαλμοῦ, ἐν ᾧ οἱ χιτῶνες ἑνοῦνται, | 62 |
63 | καὶ αὐτὸ τὸ φῶς ἐνοικεῖ· παρὰ γὰρ τὸ θάλπειν γίνεται θάλπα‐ μος καὶ θάλαμος· ἐξ οὗ καὶ οἱ νέοι θαλαμεύονται· δεῖ γὰρ θάλλοντα τὰ σώματα ἔχοντας εἰς ταυτὸν συνιέναι, καὶ μὴ ἀποβεβηκότας· καὶ γὰρ Ἡσίοδος φησὶ, | |
5 | ὡραῖος δὲ γυναῖκα (Opp. II. 313.) θάλαμος εἰς ὥραν ἔχε. Διασχίζεται δὲ τὰ νεῦρα εἰς τὰς θαλάμους, ὥσπερ εἴτις λα‐ βὼν πάπυρον, ταύτην εἰς λεπτὰ κατατεμὼν διασχίζει, ἀνα‐ πλέκει τὲ πάλιν, καὶ ποιεῖ χιτῶνα τὸν λεγόμενον ἀμφιβλη‐ | |
10 | στροειδῆ, ὅμοιον ἀμφιβλήστρῳ· ὄργανον δὲ τοῦτο θηρευτικὸν ἰχθύων· μετὰ τοῦτον δὲ τὸν χιτῶνα ἔστι δεύτερος χιτὼν λεγό‐ μενος ῥαγοειδὴς, ὅτι ῥαγγὶ σταφυλῆς ἔοικε κατὰ τὸ σχῆμα· καὶ καθάπερ ἐπὶ τῆς σταφυλῆς ὁρῶμεν τὰ μὲν ἔσω δασύτερα, τὰ δὲ ἔξω λεῖα, οὕτως καὶ ἐπὶ τοῦ ῥαγοειδοῦς ἐστὶν ἰδεῖν· ἐκπέ‐ | |
15 | φυκε δὲ οὗτος ἐκ τῆς λεπτῆς προσαγορευομένης μήνιγγος· ἐκ δὲ τῆς παχείας ὁ κερατοειδής· ὠνόμασται δὲ οὕτως, διὰ τὸ παρεμφέρειν τοῖς κέρασι, κατά τε τὸ χρῶμα· λευκὸν γάρ ἐστι· καὶ ὅτι εἰς κτηδόνας ἀναλύεται ὥσπερ ἐκεῖνα· καὶ ὅτι μιμεῖται τὴν ἐκείνων διαφοράν· ὁ δὲ ἐπιπεφυκὼς ἀπὸ τοῦ | |
20 | κρανίου λεγομένου ὑμένος ἔχει τινὰ ἔκφυσιν· ἤτοι ἀρχὴν ἔχει ἀπὸ τινὸς μοίρας τῆς παχείας μήνιγγος ἐξιούσης διὰ τῶν εἰρημένων τοῦ ἐγκεφάλου ῥαφῶν, τῆς στεφανιαίας, καὶ τῆς λαμβδοειδοῦς. Ἔστι δὲ ἡ χρεία τῶν εἰρημένων χιτώνων τοιαύτη· ὁ ἀμφι‐ | |
25 | βληστροειδὴς, στήριγμά ἐστιν ἔνδοθεν τοῦ παντὸς σώματος τοῦ ὀφθαλμοῦ· ὁ δὲ ἐπιπεφυκὼς ἔξωθεν· μεταξὺ δὲ τούτων εἰσὶν, ὁ μὲν κερατοειδὴς πρὸς τῷ ἐπιπεφυκότι ἔξω· ὁ δὲ ῥαγοειδὴς πρὸς τῷ ἀμφιβληστροειδεῖ ἔσω. | |
Χρεία δὲ τοῦ μὲν ῥαγοειδοῦς, ἵνα κατ’ αὐτοῦ τοῦ τρήματος | 63 | |
64 | τῆς κόρης γένηται· δι’ οὗ τὸ ὀπτικὸν ἔξεισι φῶς· συμβάλλε‐ ται δὲ καὶ ἄλλως περιθάλπων τὸ κρυσταλλοειδὲς ὑγρόν· διὸ καὶ δασὺς ἔνδοθεν ἐγένετο καὶ σπογγώδης, ἵνα μήτι λυμάνηται τῆς κόρης· ἀλλὰ καὶ διὰ τὸ δυνηθῆναι φλέβας ὑποδέξασθαι | |
5 | πλείονας· εἶτα ἐπειδὴ τοιοῦτος ὢν ἔμελλεν ἐμποδίζειν τῷ ὀπτικῷ πνεύματι εἰς τὸ ἐξιέναι, διὰ τοῦτο τέτρηται ἔξωθεν, καὶ πυκνός ἐστι, πρὸς τὸ μὴ συγχωρεῖν διαφορεῖσθαι τὸ πνεῦμα· ἀλλὰ καὶ κατὰ τὸ χρῶμα παραμυθεῖται τὰς ἐκ τῶν ἀμέτρων διακρίσεων καὶ συγκρίσεων βλαβὰς, τῷ μέλας τὲ | |
10 | ἅμα εἶναι καὶ λευκός· διακρίνεται γὰρ ὑπὸ τῶν ἀγὰν λευκῶν· συγκρίνεται δὲ ὑπὸ τῶν ἀγὰν μελανῶν· τοῦ δὲ κυανοῦ ἢ καὶ ἑκατέρου μετέχων χρώματος εἰς συμμετρίαν ἀνάγει τὸν ὀφθαλμὸν καὶ παραμυθεῖται. Ὁ κερατοείδης δὲ ἐγένετο, ἵνα σφίγγῃ καὶ ἀποφράττῃ τὸ | |
15 | στόμα τῆς κόρης, ἵνα μὴ δι’ αὐτὸ τὰ ὑγρὰ ἐκχέοιντο· ἀλλ’ ἔμελλεν ἐμποδίζειν τῷ ὀπτικῷ πνεύματι καὶ οὗτος πρὸς τὸ ἐξιέναι· διὰ τοῦτο μάλιστα ἐδεήθη ἐκ διαφανεστάτης οὐσίας τὸν κερατοειδῆ γενέσθαι· καὶ ὥσπερ ὁρῶμεν ὅτι τῶν κερατίνων ἔνδοθεν φανῶν περιεχόμενος ὁ λύχνος τὸ φῶς τὸ οἰκεῖον ἔξω | |
20 | πέμπει, μηδὲν ἐμποδίζοντος τῷ λύχνῳ τοῦ σώματος· οὕτω κἀνταῦθα ὁ κερατοειδὴς διαφανὴς ὢν, οὐκ ἐμποδίζει τὸ ὀπτικὸν πνεῦμα διεξιέναι· διὰ ταυτὴν τὴν αἰτίαν καὶ ὁ ἐπιπεφυκὼς οὐ πάντα περιλαμβάνει τὸν κερατοειδῆ, ἀλλὰ κυκλῷ περισφίγγων αὐτὸν, καὶ περιλαμβάνων, μοίραν τινὰ αὐτοῦ κυκλοτερῆ ἀφί‐ | |
25 | ησιν· ἵνα δι’ αὐτῆς ἐξακοντίζῃ τὸ ὀπτικὸν πνεῦμα· ὅτι δὲ καὶ ὁ κερατοειδὴς φύσει λευκός ἐστι, δῆλον ἐκ τοῦ παχυνόμενον αὐτὸν λευκαίνεσθαι· παχύνεται δὲ ἐν τοῖς λευκώμασι· φαίνε‐ ται δὲ ὅμως μέλας, οὐ διὰ τὴν οἰκείαν φύσιν, ἀλλ’ ὅτι ὑποκεί‐ μενος αὐτῷ ὁ ῥαγοειδὴς, νοθεύει αὐτοῦ τὸ χρῶμα· εἰσὶν οὖν οἱ | |
30 | δύο μὲν λευκοὶ, ἤγουν ὁ κερατοειδὴς καὶ ὁ ἐπιπεφυκώς· μέλα‐ | 64 |
65 | νες δὲ οἱ δύο· ὅ τε ἀμφιβληστροειδὴς, καὶ ὁ ῥαγοειδής· περὶ μὲν τῶν χιτώνων τῆς τε ἐκφύσεως, καὶ τοῦ ἀριθμοῦ, καὶ τῆς χρείας αὐτῶν, καὶ τῆς ὀνομασίας αὐτάρκως εἴρηται. Εἴπωμεν δὲ περὶ τῶν ἐν αὐτοῖς ὄντων ὑγρῶν· εἰσὶ δὲ τὰ | |
5 | τοῦ ὀφθαλμοῦ ὑγρὰ τὸν ἀριθμὸν τρία· καὶ πρῶτον μὲν ἐστὶ τὸ ὑελῶδες· ὃ καὶ κατὰ τὸ μέσον ἔγκειται τοῦ ὀπτικοῦ πόρου· ὅθεν αἱ διεσπαρμέναι ἶνες ποιοῦσι τὸν ἀμφιβληστροειδῆ· κα‐ λοῦσι δὲ ὑελῶδες τοῦτο τὸ ὑγρὸν, ὅτι περ παραπλήσιόν ἐστιν ὑέλῳ, κατά τε τὸ χρῶμα καὶ κατὰ τὴν σύστασιν· μετ’ ἐκεῖνο | |
10 | δέ ἐστι τὸ λεγόμενον κρυσταλλοειδὲς ὑγρόν· καὶ ἔχει αὐτοῦ τὴν ὀνομασίαν παρὰ τὸ ἐοικέναι κρυστάλλῳ· κρύσταλλος δέ ἐστι πεπηγὸς ὕδωρ· ἔοικε δὲ τούτῳ κατά τε τὸ χρῶμα καὶ κατὰ τὴν σύστασιν· συμβάλλει δὲ τὸ ἥμισυ, καὶ οἷον ἐμπέ‐ παρται τὸ ὑελῶδες ὑγρὸν μετὰ τοῦ κρυσταλλοειδοῦς· ἔστι δὲ | |
15 | καὶ τρίτον ὑγρὸν ἐν τῷ ὀφθαλμῷ· καὶ καλεῖται ὠοειδὲς, παρὰ τὸ ἐοικέναι τῷ λεπτῷ καὶ λευκῷ τοῦ ὠοῦ· χρεία δέ ἐστι τοῦ ὑελώδους διττή· καὶ γὰρ καὶ ὑπέστρωται τῷ κρυσταλλοειδεῖ, καὶ τρέφει αὐτό· τὸ δὲ ὠοειδὲς ἐπιτέγγει τὲ τὸ κρυσταλλο‐ ειδὲς, συνεχῶς ὑπὸ τῶν ἐνεργειῶν ξηραινόμενον· ἀλλὰ μὴν καὶ | |
20 | πρόβολος αὐτοῦ γίνεται· ὥστε μὴ ἀμέσως αὐτὸ τῷ πέριξ ὁμιλῶν ἀέρι βλάπτεσθαι ὑπ’ αὐτοῦ· ἔστι δὲ τοῦτο τὸ ὠοειδὲς λεπτὸν καὶ ἀερῶδες, ὡς μὴ ἐμποδίζειν τῷ ὀπτικῷ πνεύματι φερομένῳ παρὰ τὴν κόρην· τὸ δὲ κρυσταλλοειδές ἐστι μεσαί‐ τατον περιλαμβανόμενον, ὑπὸ τῶν δύο ὑγρῶν καὶ τῶν λοιπῶν | |
25 | εἰρημένων χιτώνων· καὶ αὐτὸ ἐστὶ τὸ ἀντιλαμβανόμενον καὶ τῶν πρωτουργῶν μορίων τῆς ὀπτικῆς δυνάμεως. Τὸ δὲ ὀπτικὸν πνεῦμα τὸ ἐν τοῖς ὀφθαλμοῖς, ἀπὸ ἐγκεφά‐ λου φέρεται ἐν αὐτοῖς, καὶ διττὴν ἀποτελεῖ τὴν χρείαν· μίαν | |
μὲν, ἵνα πληροῖ τὸν ὀφθαλμὸν καὶ ὄγκον ἀπεργάζηται· καὶ | 65 | |
66 | πλείστην ποιῇ τὴν διάστασιν· ὡς ἂν μὴ δι’ ὀλίγου τῷ πέριξ ἀέρι τὸ ὠοειδὲς ὑγρὸν ὁμιλῇ· δευτέραν δὲ, ἵνα ἐξακοντιζομέ‐ νου ἐκ τῆς κόρης γινώσκωμεν μακρόθεν τὰς τῶν αἰσθητῶν σωμάτων ἰδέας τε καὶ χρείας· καὶ ἵνα ὁ ὀφθαλμὸς ἀλλοιῇ | |
5 | ταῦτα, καὶ διαπορθμεύηται παρὰ τὸ κρυσταλλοειδὲς ἡ τούτων χροιά· καὶ ἐπικρίνει δὲ ταῦτα ὡς βασιλεὺς ὁ ἐγκέφαλος· πλὴν καὶ τοῦτο δεῖ εἰδέναι, ὅτι οἱ μικρὰν ἔχοντες τὴν κόρην τοῦ ὀφθαλμοῦ ἐκ γενετῆς, οὗτοι μᾶλλον τυγχάνουσιν ὀξυω‐ πέστεροι τῶν τὰς μεγάλας ἐχόντων· ἐπειδὴ τὸ πνεῦμα τὸ | |
10 | ὀπτικὸν ἐξ αὐτῆς μετὰ ῥύμης ἐξακοντιζόμενον, καὶ μηδαμοῦ χεόμενον, ὅπερ συμβαίνει ἐπὶ τῆς μεγάλης κόρης, ἀκριβῶς ἀντιλαμβάνεται τῶν αἰσθητῶν, καὶ τῶν πόῤῥω κειμένων. Ἴδωμεν δὲ πῶς γίνεται τὸ μέλαν χρῶμα, καὶ τὸ γλαυκὸν, καὶ τὰ λοιπὰ πάντα. Τὸ τοίνυν γλαυκὸν χρῶμα γίνεται κατὰ | |
15 | μὲν γένος διὰ δύο αἰτίων· κατὰ δὲ εἶδος διὰ τέσσαρας· κατὰ γένος μὲν οὖν, διὰ τὸ κρυσταλλοειδὲς, καὶ τὸ ὠοειδὲς ὑγρόν· κατ’ εἶδος δὲ, κατὰ μὲν τὴν ὠώδη ὑγρότητα μοναχῶς· κατὰ δὲ τὸ κρυσταλλοειδὲς τριχῶς· τὸ γὰρ ὠῶδες ἢ πολύ ἐστιν, ἢ ὀλίγον· καὶ ἢ καθαρὸν, ἢ τεθολωμένον· εἰ μὲν οὖν πολύ ἐστι τὸ | |
20 | ὠῶδες ὑγρὸν, ποιεῖ τὸν γλαυκὸν ὀφθαλμὸν, καὶ ὀλίγη γίνεται ἡ παρ’ αὐτοῦ ἔκλαμψις, διότι βαθύνεται τὸ κρυσταλλοειδὲς ὑγρὸν καὶ ἡ κόρη· τοῦτο δὲ καὶ ἐπὶ λίμνης ὑδάτων ἴδης γινό‐ μενον· τὰ γὰρ ἐν βάθει αὐτῆς ὁρᾶν οὐ δυνάμεθα· οὐ μὴν οὐδ’ εἰ τεθολωμένον εἴη, ἐπιτήδειόν ἐστι δέξασθαι χρῶμα τὸ οἱονοῦν· | |
25 | τοῦτο γὰρ καὶ τὰ θολερὰ τῶν ὑδάτων ποιοῦσι καὶ ἰλυώδη, μὴ συγχωροῦντα τὰς ἀκτῖνας τοῦ φωτὸς δι’ αὐτῶν διέρχεσθαι καθαρῶς· ὥς τε ὅσον ἐπὶ τὸ ὠοειδὲς ᾖ ὁ ὀφθαλμὸς, τοσοῦτον καὶ γλαυκός ἐστι· δεῖ οὖν καὶ ὀλιγότητος τούτῳ καὶ καθα‐ ρότητος· διὰ δὲ τὸ κρυσταλλοειδὲς γίνεται γλαυκὸς ὁ ὀφθαλμὸς, | |
30 | ὅτι φύσει λαμπρόν ἐστι, καὶ καταλάμπει ὅλον τὸν ὀφθαλμόν· | |
ἢ λαμπρὸν μὲν οὐκ ἔστιν ἐνίοτε τὸ ὑγρὸν, μέγα δέ· καὶ διὰ τὸ | 66 | |
67 | μέγεθος τὴν αὐτὴν πάλιν ποιεῖται ἔκλαμψιν, καὶ γλαυκὸς γίνεται ὁ ὀφθαλμός· ἢ οὔτε μέγα ἐστὶ τὸ ὑγρὸν, οὔτε μικρόν· ἐνδέχεται δὲ προπετῆ τὴν θέσιν εἶναι τῶν ὀφθαλμῶν, καὶ διὰ τοῦτο δείκνυσθαι τὸν ὀφθαλμὸν γλαυκὸν καὶ προπετῆ· εἰ μὲν | |
5 | οὖν ἅπαντα ταῦτα παρῆ, γλαυκὸς γίνεται ὁ ὀφθαλμός· εἰ δὲ ἐναντία τούτων, γίνεται μέλας· εἰ δὲ τινὰ μὲν παρῆ, τινὰ δὲ μὴ, αἱ μέσαι τούτων πᾶσαι γίνονται διαφοραὶ τῶν ὀφθαλμῶν· πολυφωτότατος δέ ἐστι τοῦ μέλανος ὀφθαλμοῦ ὁ γλαυκός· ὅτι αἱ λεπτότεραι καὶ λευκότεραι καὶ διειδέστεραι τῶν οὐσιῶν, | |
10 | πρῶται τῆς εἰσρεούσης αἴγλης τοῦ ἡλίου ἀποπληρούμεναι τὸ κατὰ πᾶν ἑαυτῶν ὑπερεχόμενον φῶς, καὶ εἰς τὰς μετ’ αὐτὰς ἡλιωδῶς οὐσίας ἐποχετεύουσιν. Ἐπεὶ οὖν τὰ περὶ τῶν ὀφθαλμῶν ἐρευνῶντες ἐξεθέμεθα τὰ οὐσιωδῶς αὐτοῖς ὑπάρχοντα, καὶ τὰ κατὰ συμβεβηκὸς προσ‐ | |
15 | γινόμενα· καὶ τὰς τῶν χιτώνων ἐκφύσεις, καὶ τὰς ὀνομασίας αὐτῶν, καὶ τὸν ἀριθμόν· καὶ πῶς ὁ μὲν ἀμφιβληστροειδὴς, καὶ ὁ ἐπιπεφυκὼς, καὶ ὁ ῥαγοειδὴς ἔχουσι φλέβας· ὁ δὲ κερατο‐ ειδὴς ἄφλεβός ἐστι· καὶ τὰς χρείας αὐτῶν ἐσαφηνίσαμεν· καὶ τῶν ὑγρῶν τὴν ποσότητα, καὶ τὰς χροίας, καὶ ἐνεργείας· | |
20 | καὶ ποῦ μὲν κεῖται τὸ ὑελοειδὲς, ποῦ δὲ τὸ ὠοειδές· καὶ περὶ τοῦ ὀπτικοῦ πνεύματος ἐδιδάξαμεν, ὅτι ἐκ τοῦ ἐγκεφάλου ὁρ‐ μᾶται· καὶ τὴν αἰτίαν, ὅτι διττὴν ταύτην ποιεῖται· εἰ γὰρ καὶ ἐν πᾶσι τοῖς μορίοις τοῦ σώματος ἀεὶ πνεῦμα περιέχεται φυ‐ σικῶς ἐν αὐτοῖς διὰ τὴν χρείαν γεννώμενον, ἀλλ’ ἐν τοῖς ὀφθαλ‐ | |
25 | μοῖς ὁ ἐγκέφαλος αὐτὸ χορηγεῖ διὰ τὰς εἰρημένας αἰτίας· καὶ ὅτι τὰ εἰρημένα πάντα διὰ τὴν τοῦ ὅλου ὀργάνου ὑπηρεσίαν γινόμενα, τὰ μὲν τέγγει, τὰ δὲ τρέφει, τὰ δὲ περιέχει, τὰ δὲ ἀσφαλίζεται, τὰ δὲ τὴν κορυφὴν φυλάττει· σοφῶς καὶ ἐν‐ τέχνως, καὶ θαυμαστῶς τὴν ὑπέρσοφον σοφίαν τοῦ Θεοῦ ἄξιον | |
30 | ἐκπλαγῆναι· καὶ συνετῶς μετὰ τοῦ προφητοῦ ἐπεύξασθαι· | |
“φύλαξόν με Κύριε ὡς κόρην ὀφθαλμοῦ·” οἶμαι γὰρ καὶ τὸν | 67 | |
68 | προφήτην τὴν τοσαύτην αὐτοῦ ἀσφαλείαν κατανοήσαντα τοῦτο εἰπεῖν. Ἴδωμεν οὖν καὶ τὸν ὅρον τῶν ὀφθαλμῶν, καὶ τὰς ὀνομασίας αὐτῶν, καὶ τὰς παραγωγάς· ὀφθαλμοί φησιν εἰσὶν οἱ συνεστῶ‐ | |
5 | τες ἐκ τεσσάρων χιτώνων, καὶ ὑγρῶν διαφερόντων τριῶν· νευρώ‐ δεις· αἰσθητικοὶ τῶν ὑποκειμένων χρωμάτων, καὶ μεγεθῶν, καὶ σχημάτων· οὐ μόνον δὲ ὀφθαλμοὶ λέγονται, ἀλλὰ καὶ φάη κατὰ τὸν ποιητὴν, καὶ ὄμματα, καὶ ὄσσε, καὶ ὦπες· καὶ ὀφθαλμοὶ μὲν, ἀπὸ τοῦ ὀφθῆναι παρέχειν ἅπαντα ἐξ ὧν ἐνάλ‐ | |
10 | λεται ἡ ὄψις· ἢ ὠπῶν θάλαμοι· φάη δὲ, ὅτι ἐξ αὐτῶν φῶς προέρχεται· ἢ ὅτι φωτὸς εἰσὶ κριτικοὶ καὶ δεκτικοί· καὶ Ὅμηρος· κῦσε δέ μιν κεφαλὴν καὶ ἄμφω φάεα καλά. (Od. Π. 15.) ὄμματα δὲ, ὅτι δι’ αὐτῶν τὸ ὁρατικὸν ὁρμᾶται πνεῦμα· οἷον | |
15 | αἵματα καὶ ὄμματα· ἐπειδὴ δι’ αὐτῶν ἀφίεται καὶ ἀκοντίζε‐ ται τὸ ἐν τοῖς ὀφθαλμοῖς πνεῦμα· οἱ δὲ Αἰολεῖς ὤπατα λέ‐ γουσι παρὰ τοὺς ὦπας· λέγονται καὶ παρὰ τῷ ποιητῇ ὄσσε, παρὰ τὴν ὑπὸ τὰ κείμενα ἔσιν, καὶ τὴν ἐπ’ εὐθὺ βολήν· καὶ Ὅμηρος· | |
20 | ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην· (Il. Α. 104.) καὶ πάλιν· κείνου γὰρ τοιοίδε πόδες, τοῖαι δέ τε χεῖρες, ὀφθαλμῶν τε βολαί·(Od. Δ. 150.) λέγονται δὲ ὀπαὶ παρὰ τὸ ὀπὴ, ὀπὴ δέ ἐστι κυρίως τόπος τε‐ | |
25 | τρημένος, ἀφ’ οὗ τις δύναται ὀπίσασθαι καὶ περιβλέψασθαι· ὡς τὸ, θεοῦ δ’ ἐποπίζεο μῆνιν (Od. Ε. 146.) ἀντὶ τοῦ προόρα· ἡ δὲ κόρη τῶν ὀφθαλμῶν, καὶ γλήνη λέγεται καὶ ἴλη· κόρη μὲν, οἷα χόρη, ἐκ τοῦ δι’ αὐτῆς χεῖσθαι τὸ ὁρα‐ | |
30 | τικὸν πνεῦμα· ἴλη δὲ, ἀπὸ τῆς εἰλήσεως καὶ τῆς ἐπὶ τὰ κάτω | |
φορᾶς· γλήνη δὲ, παρὰ τὸ τὸν νοῦν γαληνοῦσθαι· τῆς γὰρ δια‐ | 68 | |
69 | θέσεως τοῦ νοῦ δεικτικοὶ οἱ ὀφθαλμοί· ἢ ἀπὸ τοῦ λεύσσειν, ὅ ἐστι λάμπειν· καὶ Ὅμηρος, ἔρρε κακὴ γλήνη· (Il. Θ. 164.) τὰ λευκὰ τῶν ὀφθαλμῶν λέγει· ὁ ἐπιπεφυκὼς δὲ χιτὼν, λογά‐ | |
5 | δες καλεῖται παρὰ τῷ ποιητῇ· “λοξῶν,” φησὶ, “τὰς λογάδας·” ὁ δὲ Καλλίμαχος, οὔτις εὐλήρους αὐγάζειν καθαραῖς οὐ δύναται λογάσι· λέγονται δὲ καὶ δέργματα· δέρξεις γὰρ αἱ βλέψεις ἀπὸ τῶν | |
10 | βλεπομένων, καὶ τῆς ἐνεργείας τοῦ δέρκεσθαι· οἷον τὸ βλεπό‐ μενον διέρχεσθαι· διαφέρει δὲ ὄψις ὁράσεως, ὅτι ἡ μὲν ὅρασις, ὅρισίς τις εἶναι δοκεῖ· ἡ τοὺς ὅρους, τουτέστι τὰ πέρατα τῶν σωμάτων καταλαμβάνουσα· ἡ δὲ ὄψις, ἅψις τίς ἐστι, καὶ ψαῦσις τῶν ὁρατῶν κατανόησιν ποιουμένη· τὸ δὲ ἐπικαλύπτον | |
15 | δέρμα τὸν ὀφθαλμὸν, βλέφαρον λέγεται καὶ ταρσός· βλέφα‐ ρον μὲν, διὰ τὸ προφαίνεσθαι· ἢ διὰ τὸ αἴρεσθαι αὐτὸ ἐν τῷ ὁρᾶν· ταρσὸς δὲ, διὰ τὸ ἄσαρκον αὐτοῦ, ἐπεὶ καὶ τὸ τοῦ ποδὸς πεδίον ταρσὸς λέγεται· καὶ Ὅμηρος, νῦν δέ μ’ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι οὕτως· (Il. Λ. 388.) | |
20 | αἱ δὲ περὶ αὐτὸν τρίχες, βλεφαρίδες προσαγορεύονται· οὐ μόνον γὰρ κόσμον παρέχουσι τοῖς ὀφθαλμοῖς, ἀλλὰ καὶ κόνιν καὶ κάρφος, καὶ πάντα τὰ προσπίπτοντα τοῖς ὀφθαλμοῖς ἔξω‐ θεν ἀποκρούονται, καὶ οὐκ ἐῶσι παρενοχλεῖσθαι αὐτοὺς ὑπ’ οὐδένος. | |
25 | Αἱ δὲ ὑπεράνω τῶν ὀφθαλμῶν ἐξοχαὶ, ἐν αἷς αἱ τρίχες ἵστανται στοιχηδὸν, ὀφρύες καλοῦνται· ἤτοι ὠποῤῥύες, παρὰ τὸ τοὺς ὦπας φρουρεῖν ἐξ ὄμβρων καὶ ἱδρώτων· ἔστι δὲ καὶ ἄπορον ἐν αὐταῖς, ὅτι αἱ μὲν τῆς κεφαλῆς τρίχες αὔξουσί τε | |
καὶ ἀποκείρονται· αὗται δὲ αἱ βλεφαρίδες διὰ τὸ μὴ κωλύειν | 69 | |
70 | ἢ παρεμποδίζειν τοὺς ὀφθαλμοὺς, ὡς ἐπὶ τῶν ἐσχατογήρων ἐκωλύθησαν αὐξάνεσθαι παρὰ τοῦ τεχνουργοῦ τῆς πάντων δη‐ μιουργίας. Πολλὴ δὲ κἂν τοῖς ὀφθαλμοῖς κατὰ τὸ χρῶμα καὶ τὸ μέ‐ | |
5 | γεθος πέφυκεν ἑτερότης· καὶ περὶ μὲν τοῦ χρώματος αὐτῶν εἴρηται· περὶ δὲ τοῦ μεγέθους νῦν ἐστιν εἰπεῖν. οἱ μὲν γὰρ μείζους εἰσὶν, οἱ δὲ ἐλάττους, οἱ δὲ σύμμετροι· τὴν ἑκατέρων ἀμετρίαν ἐκπεφυγότες, οὓς καὶ βελτίστους εἶναι φασί· πάλιν οἱ μὲν πεπίληνται πρὸς τὰ ἐντὸς, καὶ μείζονα τὴν περιφέρειαν | |
10 | τῆς αὐτῶν κοιλότητος διαγράφουσιν· οἱ δὲ πρὸς τὰ ἐκτὸς ἐξώγκωνται, καὶ ἐξάλλεσθαι θέλουσιν· ἄλλοι δὲ πρὸς οὐδέτερον τούτων ἐκκλίνουσιν, ἀλλὰ τὴν μέσην ἔχουσι χώραν· οἳ καὶ βέλτιστον ἦθος διασημαίνουσι τῶν οἷς περ εἰσί· τοὺς μέντοι διακειμένους μᾶλλον πρὸς τὰ ἐντὸς ὀξυωπεστάτους εἶναι φα‐ | |
15 | σὶν, ὥσπερ τοὺς πρὸς τὰ ἐκτὸς ἀβεβαίους καὶ θυμικούς· τοὺς δὲ μεγαλοφθάλμους, καὶ ἀτενὲς ἐνορῶντας, λιροφθάλμους τινὲς ὠνόμασαν, παρὰ τὸ λίαν τινὶ προσκεῖσθαι· ἢ παρὰ τὸ λίαν ὁρᾶν· ἐπεὶ ἀτενεῖς εἰσὶν αἱ τούτων ὄψεις, ὡς ἀναιδῶς ἐπαιρό‐ μεναι. | |
20 | Οἱ δὲ τοὺς ὀφθαλμοὺς κινοῦντες μῦες ἓξ εἰσὶ τὸν ἀριθμόν· δύο μὲν οἱ περιστρέφοντες ὅλον τὸν ὀφθαλμὸν, ἀπὸ τοῦ μεγά‐ λου κανθοῦ ἀρχόμενοι, καὶ εἰς τὸν μικρὸν τελευτῶντες· οἱ δὲ τέσσαρες κινοῦσιν αὐτὸν κατ’ εὐθεῖαν· ὁ μὲν εἷς ἀνατείνων, ὁ δὲ ἄλλος κατασπῶν· ἄλλος ἐπιδεξία κινῶν, καὶ ἄλλος ἐπ’ ἀρι‐ | |
25 | στερά· ἔστι δέ τις καὶ ἕτερος ἕβδομος, ὅστις αὐτὸν στηρίζει τὸν ὀφθαλμὸν, ἐπειδ’ ἂν ἀκριβῶς βλέπειν τί σῶμα μικρὸν δεηθῶμεν εἰς ὅρασιν· ὅρος δὲ ὁράσεως οὗτος· ὅρασίς ἐστιν ἡ διὰ τῶν ὀφθαλμῶν γινομένη ἐνέργεια· τοῦ γὰρ συγκεκραμένου ἐν αὐτοῖς πνεύματος λεπτοῦ μάλιστα ὄντος, καὶ ταῖς κόραις | |
30 | τούτων ἐνυπάρχοντος, δι’ αὐτοῦ αἱ ὁρατικαὶ ἀντιλήψεις καὶ | 70 |
71 | πόῤῥωθεν γίνονται· εἰ μὴ γὰρ ἐν ὀφθαλμοῖς φῶς ἐστιν, οὐκ ἂν ὁραθείη τὸ ἔξωθεν φῶς· ὄψει γὰρ παρέχει ὁρᾶν τοῦτο τὸ ἡλια‐ κὸν φῶς· καὶ πρῶτον ὁρᾶται παρὰ τῆς ὄψεως· καὶ τοῖς ὁρατοῖς περιῤῥέον τὸ ἀέριον φῶς, παῤῥησίαν τοῖς ὄμμασι χαρίζεται εἰς | |
5 | τὴν τῶν αἰσθητῶν κατανόησιν· “λαμβάνει γὰρ ὃ δίδωσι,” κατὰ τὴν τοῦ Θεολόγου φωνήν. Πολλὰ δὲ οἱ φιλόσοφοι περὶ τῆς ἐνεργείας ταύτης διενέ‐ χθησαν· οἱ μὲν Ἐπικούρειοι, εἴδωλα τῶν φαινομένων προσ‐ πίπτειν τοῖς ὀφθαλμοῖς λέγουσι, καὶ τὴν ὅρασιν ποιεῖν· Ἀρι‐ | |
10 | στοτέλης δὲ οὐκ εἴδωλον σωματικὸν, ἀλλὰ ποιότητα δι’ ἀλλοι‐ ώσεως τοῦ πέριξ ἀέρος, ἀπὸ τῶν ὁρατῶν ἄχρι τῆς ὄψεως παρα‐ γίνεσθαι· Πλάτων δὲ συμφώνως τῷ Γαληνῷ, τὸν πέριξ ἀέρα λέγει ὄργανον γίνεσθαι τῷ ὀφθαλμῷ· καθ’ ὃν ὁρῶμεν χρόνον τοιοῦτον, οἷόν περ ἐγκεφάλῳ τὸ νεῦρον. | |
15 | Ἥ τε γὰρ αὐγὴ τοῦ ἡλίου ψαύουσα τοῦ ἄνω πέρατος τοῦ ἀέρος, διαδίδωσιν εἰς ὅλον τὴν δύναμιν τοῦ φωτός· ἥτε διὰ τῶν ὀπτικῶν νεύρων αὐγὴ φερομένη, τὴν μὲν οὐσίαν ἔχει πνευματι‐ κὴν, ἐμπίπτουσα δὲ τῷ περιέχοντι, καὶ τῇ πρώτῃ προσβολῇ τὴν ἀλλοίωσιν ἐργαζομένη, διαδίδωσιν ἄχρι πλείστου συνέχουσα | |
20 | ἑαυτὴν, ἄχρις ἂν εἰς ἀντίτυπον ἐμπέσῃ σῶμα· ὁρᾶ δὲ ἡ ὄψις κατ’ εὐθείας γραμμὰς, καὶ τῶν διαφανῶν μέχρι βάθους διϊκ‐ νεῖσθαι πέφυκεν· ἀέρος μὲν πρώτως καὶ μάλιστα, ὅλον γὰρ διεξέρχεται· δεύτερον δὲ ὕδατος ἠρεμοῦντος καὶ καθαροῦ· ἧτ‐ τον δὲ δι’ ὑέλου καὶ τῶν ἄλλων τῶν πεφωτισμένων· ἴδια γὰρ | |
25 | ταῦτα τῆς ὄψεως· ὁμοίως καὶ τὸ χρῶμα ἴδιον τῆς αἰσθήσεως· οἷον τὸ φαιὸν ἢ ἐρυθρόν· αἰσθάνεται γὰρ κατὰ μὲν πρῶτον λόγον τῶν χρωμάτων· συνδιαγινώσκει δὲ αὐτοῖς καὶ τὸ κεχρω‐ σμένον σῶμα, καὶ τὸ μέγεθος καὶ τὸ σχῆμα αὐτοῦ, καὶ τὴν χώραν ἔνθα ἐστὶ, καὶ τὸ διάστημα, καὶ τὸν ἀριθμὸν, κίνησιν, | |
30 | καὶ στάσιν· καὶ τὸ τραχὺ καὶ λεῖον, καὶ τὸ ὁμαλὸν καὶ τὸ | |
ἀνώμαλον, καὶ τὸ ὀξὺ καὶ ἀμβλύ· καὶ τὴν στάσιν, εἴτε | 71 | |
72 | ὑδατῶδες, ἢ γεῶδες ἐστί· διὰ μόνης γὰρ τῆς ὄψεως τῶν χρω‐ μάτων ἀντιλαμβανόμεθα· τὰ δὲ λοιπὰ κοινὰ τῆς ἁφῆς καὶ τῆς ὄψεως, ὥσπερ καὶ ἐπὶ τοῦ πυρός· καὶ γὰρ τὸ πῦρ ὁρῶντες ἴσμεν ὅτι θερμόν ἐστιν· ἀλλ’ ἐὰν ἐπὶ τὴν πρώτην ὄψιν ἀναγά‐ | |
5 | γῃς τὸν λόγον, εὑρήσεις ὡς, τότε ὅτε ἡ ὄψις ἐθεάσατο τὸ πῦρ, μόνον τοῦ χρώματος καὶ σχήματος ἔσχε τὴν γνῶσιν· προσ‐ ελθούσης δὲ τῆς ἁφῆς, ἐγνωρίσαμεν ὅτι θερμὸν καὶ καυστικὸν ὑπάρχει τὸ πῦρ· ποτὲ μὲν ἡ ὄψις τῆς ἐπιμαρτυρίας χρήζει τῶν ἄλλων αἰσθήσεων πρὸς τὸ μὴ σφάλλεσθαι· ποτὲ δὲ καθ’ | |
10 | ἑαυτὴν ἐναργῶς παρίστησι τὸ φαινόμενον· ὅταν οὖν τὸν πύργον τὸν τετράγωνον στρογγύλον πόῤῥωθεν ὁρᾶ, καὶ τὰ μείζονα τῶν ζώων ἢ κτισμάτων, μικρὰ, σφάλλεται· ὁμοίως καὶ ὅταν δι’ ὕδατος κινουμένου ὁρᾶ· τὴν γὰρ κώπην ὡς κεκλασμένην βλέπει ἐν τῇ θαλάσσῃ· ὁμοίως δὲ καὶ ὅταν διά τινος ὕλης, ὡς ἐπὶ | |
15 | τῶν ἐσόπτρων, καὶ ἑτέρων διαφανῶν· καὶ ὅταν ὀξέως κινῆται τὸ ὁρώμενον· συνταράσσει γὰρ τὴν ὄψιν ἡ ταχεῖα κίνησις, ὡς ἐπὶ τοῦ τῆς περιστερᾶς τραχήλου· τεσσάρων δὲ μάλιστα πρὸς ἐν‐ αργῆ διάγνωσιν ἡ ὄψις χρήζει· ἀβλαβοῦς αἰσθητηρίου· συμ‐ μέτρου κινήσεως· καὶ διαστήματος ἀέρος καθαροῦ· καὶ λαμ‐ | |
20 | προῦ φωτός. Καὶ τὰ μὲν περὶ τῶν ὀφθαλμῶν ἅλις. | |
20 | ||
21t | ΚΕΦ. Γ. | |
22t | Περὶ Ῥινὸς καὶ τῆς δι’ αὐτῆς γενομένης ὀσφρήσεως. | |
23 | Αἱ δὲ ῥῖνες δι’ ὧν ἡ ὄσφρησις γίνεται λέγονται καὶ μυκτῆ‐ ρες· ῥῖνες μὲν, διὰ τὸ δι’ αὐτῶν ῥεῖν τὰ ἐξ ἐγκεφάλου ὑγρά· | |
25 | μυκτῆρες δὲ, ἀπὸ τοῦ μυκτηρίζειν ἡμᾶς οὓς διαπαίζομεν· ἢ ἀπὸ τοῦ τὴν μύξαν ἐξιέναι δι’ αὐτῶν· ἢ ἀπὸ τοῦ μύξους τινὰς ἔχειν ἐφ’ ἑαυτοὺς, τουτέστι πόρους· εἰσὶ δὲ νευρώδεις καὶ χονδρώ‐ δεις, ἀντιληπτικαὶ ὀσμῶν καὶ τῶν ἐν αὐταῖς διαφορῶν· τουτ‐ | |
έστιν εὐωδίας καὶ δυσωδίας· δι’ αὐτῶν δὲ ἀναπνέομεν καὶ | 72 | |
73 | εἰσπνέομεν· οὐδὲ γάρ ἐστι δυνατὸν ποιεῖσθαι ἄλλως ταῦτα, εἰ μὴ διὰ μυκτήρων· ἀπὸ γὰρ τῶν ταμείων καὶ τῶν τῆς καρδίας θαλάμων διὰ τοῦ πνεύμονος ἀναπεμπομένην δέχονται τὴν ἀνα‐ πνοὴν οἱ μυκτῆρες, καὶ πρὸς τὰ ἔξωθεν ἀποκρίνουσι· καὶ τὴν | |
5 | εἰσπνοὴν ἐφελκόμενοι θύραθεν πρὸς τὰ ἔσωθεν παραπέμπουσιν. Ἔστι δὲ ὄσφρησις, ὁρμὴ τινὸς ἐνεργείας φυσικῆς, ἡ ἀποτε‐ λουμένη διὰ τοῦ ἐν ταῖς ῥισὶ πνεύματος ὄντος ἐνίκμου καὶ ἀτμωδεστέρου, δι’ οὗ αἱ τῶν ὀσφραντῶν ἀντιλήψεις καὶ πόῤῥω‐ θεν γίνονται· διχότομος δὲ πεφυκὼς ὁ μυκτὴρ ἀνὰ μέσον ἔχει | |
10 | διάφραγμα χόνδρον ἑκατέρωθεν· ὑπάρχων κενὸς διὰ τὴν τῆς εἰσπνοῆς, ὡς εἴρηται, καὶ εἰσπνοῆς εἴσοδόν τε καὶ ἔξοδον· εἰ μή τις ἔμφραξις ἀπὸ νοσήματος γένηται· τὴν μὲν ἀναπνοὴν τοῦ ἀέρος μὴ κωλύουσα, τὰ δὲ τῶν ὀδμῶν ἀπείργουσα, ὡς τοῦ ἀέρος ὑπάρχουσα παχυτέρα· γίνεται μὲν οὖν ἡ ὄσφρησις | |
15 | ὥσπερ εἴρηται· περαίνεται δὲ ὡς τὰ πέρατα τῶν ἐμπροσθίων τοῦ ἐγκεφάλου κοιλιῶν εἰς τὰ ἰσθμοειδῆ ὀστέα· οὐ γὰρ μετὰ νεύρου ἡ ῥὶς τὴν ἐνέργειαν αὐτῆς γνωρίζει τῷ ἐγκεφάλῳ, ὥσπερ καὶ αἱ λοιπαὶ τῶν αἰσθήσεων, ἀλλ’ αὐτὸς ἐκεῖνος δι’ ὀπῶν τινῶν τὴν αἴσθησιν δέχεται. | |
20 | Τῆς δὲ ῥινὸς τὸ μὲν ἄνωθεν αὐτῆς ἐν τῷ μετώπῳ προσπεφυ‐ κὸς, ὀστοῦν ἐστὶ διαμπερὲς ἢ διαφυές· τὸ δὲ ὑποκάτω αὐτῆς τὸ λεγόμενον τράγανον, χόνδρος ἅμα καὶ πτερύγια καλεῖται. | |
22 | ||
23t | ΚΕΦ. Δ. | |
24t | Περὶ τῶν μεγάλων Κανθῶν καὶ μικρῶν. | |
25 | Ἔνθεν δὲ ταύτης κᾳκεῖθεν, κανθοὶ λέγονται τῶν ὀφθαλμῶν· οἱ μὲν ἔσω μεγάλοι, οἱ δὲ ἔξω μικροί· κανθοὶ δὲ ἀπὸ τοῦ κνή‐ θεσθαι συνεχῶς ὑπὸ τοῦ παρεισρέοντος παντὸς ὑγροῦ· δακρύων, ῥεύματος, καὶ τῶν λοιπῶν· εἰσὶ δὲ αἱ ῥῖνες πολύσχημοι· αἱ μὲν | |
γάρ εἰσι καμπύλαι, αἱ δὲ πλατεῖαι· καὶ αἱ μὲν στρογγύλαι, | 73 | |
74 | αἱ δὲ σιμαὶ, αἱ δὲ ὀξεῖαι· αἱ δὲ μεγάλαι, αἱ δὲ μικραί· αὗ‐ ται δὲ μᾶλλον τῶν ἄλλων μορίων εὐειδείαν ἢ δυσειδείαν παρ‐ έχουσι τῷ προσώπῳ. | |
3 | ||
4t | ΚΕΦ. Ε. | |
5t | Περὶ Μαγούλων. | |
6 | Τὰ δὲ μάγουλα καὶ μῆλα λέγονται· ὀστέα δέ εἰσι κυφο‐ ειδῆ τοῖς κροτάφοις συμπεφυκότα· τούτων δὲ μόρια εἰσὶ, καὶ τὰ τῶν ὀδόντων πάντων φατνία, πλὴν τῶν τομέων· μάγουλα δὲ καὶ μῆλα παρὰ τὸ μάλα καὶ τὸ οὖλον· τινὲς δὲ διὰ τὸ ἐρυ‐ | |
10 | θρὸν τοῦ μήλου καὶ ταῦτα οὕτως κάλουσι· τῆς γὰρ εὐχροίας τοῦ σώματος καὶ τοῦ ἐμφύτου θερμοῦ δεικτικά· τοῦτο τὸ μέρος καὶ σιαγόνες λέγονται, ὅτι σείονται περιαγόμεναι, καὶ συνάγονται ἐν τῷ ἐσθίειν ἡμᾶς ἢ ὁμιλεῖν· ἢ ὅτι σιγῶμεν ἡμεῖς αὐτῶν κεκλεισμένων ὄντων. | |
14 | ||
15t | ΚΕΦ. Ϛ. | |
16t | Περὶ τῆς ἄνω Γένυος καὶ τῆς κάτω. | |
17 | Λέγεται καὶ ἄνω γένυς, μετὰ τοῦ ἄνω χείλους· καὶ κάτω δὲ, μετὰ τοῦ πώγωνος καὶ τῶν παρειῶν· καὶ τὴν μὲν κάτω πάντα τὰ ζῶα κινεῖ, τὴν ἄνω δὲ μηδένα· εἰ μὴ τὸν κροκόδει‐ | |
20 | λον μόνον, καὶ τὸν φοίνικα τὸν ὄρνεον· ἄμφω γὰρ οὐ τὴν κάτω μόνον, ἄλλα καὶ τὴν ἄνω γένυν κινεῖ· γένυς δὲ λέγεται ἐκ τοῦ τὰ γένη διαχωρίζειν τῶν ἀῤῥένων καὶ τῶν θηλειῶν, καὶ τελείων καὶ ἀτελῶν· ἢ ὅτι γεννᾶ ὀδόντας καὶ τρίχας. | |
23 | ||
24t | ΚΕΦ. Ζ. | |
25t | Περὶ Ὤτων. | |
26 | Τὰ δὲ ὦτα χονδρώδη εἰσὶ καὶ νευρώδη, ἀντιληπτικὰ φωνῶν, καὶ τῶν ἐν αὐταῖς διαφορῶν· ἐπιτήδειος γὰρ ὁ χόνδρος πρὸς ψόφους καὶ ἤχους· λέγεται δὲ ὦτα παρὰ τὸ δέχεσθαι τὴν ὄπα, | |
τουτέστι τὴν φωνήν· ἡ γὰρ ἀκοὴ διὰ τοῦ ἐγκεκρυμμένου τοῖς | 74 | |
75 | ὠσὶν πνεύματος ἐπιγίνεται, ξηροτέρου μᾶλλον ὄντος ἢ λεπτο‐ τέρου. Ἔστι δὲ τὸ οὖς κατὰ μὲν τὸ εἶδος στρογγυλοειδές· ἔχον ἐσχάτως ὀστοῦν ὁμοιόσχημον ἑαυτῷ· ἐν ὧπερ ὡς ἐν ἀγγείῳ | |
5 | κενῷ πάσης φωνῆς ὁ ψόφος εἰσέρχεται· καὶ ἐπειδὴ τοῦτο τὸ ὀστοῦν πρὸς τὸν ἐγκέφαλον οὐκ ἔχει πόρον, ἀποδίδωσιν εἰς τὸν τοῦ στόματος οὐρανὸν, κᾳκεῖθεν τεινομένη ψλὲψ εἰς τὸν ἐγκέ‐ φαλον, πρὸς αὐτὸν διαβιβάζει τὸν ψόφον· ἐκεῖθεν δὲ ὁ νοῦς τὰς ἀκουστικὰς ἀντιλήψεις καὶ δέχεται, καὶ γνωρίζει, καὶ δια‐ | |
10 | κρίνει πρέποντως τήν τε ὀξεῖαν καὶ τραχεῖαν φωνὴν, καὶ τὴν ἡδεῖαν, καὶ τὴν ἀηδῆ, βραγχώδη τε καὶ κακόμελον· “οὐ “γὰρ ἐπ’ εὐθείας ἤνοικται ἡ ἀκοὴ,” φησὶν ὁ μέγας Βασίλειος, “ἀλλ’ ἑλικοειδῆ τῷ πόρῳ τῶν ἐν τῷ ἀέρι ψόφων ἀντιλαμ‐ “βάνεται· ὥστε τὴν μὲν φωνὴν ἀκωλύτως διεξιέναι, ἢ καὶ | |
15 | “μᾶλλον ἐνηχεῖν περικλωμένην ταῖς κοιλότησι· μηδὲν δὲ τῶν “ἔξωθεν παρεμπιπτόντων κώλυμα εἶναι δύνασθαι τῇ αἰσθήσει.” Τὸ μὲν οὖν κοῖλον τοῦ ὠτὸς κυψελὴ λέγεται, διὰ τὸ κῦφον τὲ καὶ κογχοειδὲς, καὶ τοῖς ἀγγείοις ἐοικέναι· αὐτὸ δὲ κύμ‐ βαλον ὥσπερ τῇ θεωρίᾳ ἐστὶ κόσμος τῇ κεφαλῇ γινόμενος, | |
20 | ἵνα μὴ πάντη ὁλόγυρος οὖσα, μὴ μόνον ἀτερπὴς, ἀλλὰ κολοβὴ δείκνυται· ὁ δὲ ἐν τῷ ὠτίῳ ῥύπος ἐγγινόμενος κυψελὶς ὀνομά‐ ζεται, ἐκ τῆς ἀναθυμιάσεως τῆς ξανθῆς χολῆς συνιστάμενος· ἡ δὲ ἀποτελεύτησις τοῦ ὠτὸς σαρκινόν ἐστι, καὶ οὐ χόνδρος· λέγεται δὲ λοβὸς παρὰ τὴν λώβην, λωβός· ἀποτέμνεται γὰρ | |
25 | ταῦτα διὰ τὴν κακίαν, ὡς φησὶν Ὅμηρος· ὅς κ’ ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα. (Od. Σ. 85.) Διαιροῦνται δὲ τὰ ὦτα εἰς ψιλὰ, καὶ βαθέα, καὶ μέσα· τὰ δὲ τῆς μεσότητος ἐχόμενα βέλτιστα εἰσὶ πρὸς ἀκοήν· ἦθος δὲ οὐδὲν τούτοις χαρακτηρίζεται, εἰ μή τι τῶν μικρῶν ἢ μεγάλων· | |
30 | μή τε τῶν σφόδρα ἐπανεστηκότων, ἢ τῶν πάντη συμπεπτωκό‐ | |
των· τὰ μέντοι μεγάλα καὶ ἐπανεστηκότα μωρολογίας λέγουσι | 75 | |
76 | καὶ ἀδολεσχίας σημαντικά· τινὲς δὲ καὶ πολυζωήτους τοὺς ἐν οἷς εἰσὶν ἐχαρακτηρίσαντο· μόνος δὲ ἄνθρωπος καὶ πίθηκος οὐ κινοῦσι τὰ ὦτα, τῶν ἄλλων πάντων ζώων τῶν ἐχόντων ὦτα κινούντων αὐτά. | |
5 | Τὰ δὲ ὑποκάτω τοῦ ὠτὸς γνάθοι λέγονται καὶ χαλινοί· γνάθοι μὲν, παρὰ τὴν γνάμψιν καὶ κάμψιν τῶν ὀστῶν· ἐκ τοῦ κάμπτω οὖν ἐστὶ τὸ γνάμψαι· καὶ Ὅμηρος· ἐπέγναμψεν γὰρ ἅπαντας Ἥρη λισσομένη·(Il. Β. 14.) | |
10 | χαλινὸς δὲ, ὅτι δι’ αὐτῶν χαίνειν γίνεται· οἱ δέ φασι, χαλινούς τινας εἶναι· χαίνοντες γὰρ αὐτοὺς τὴν αἴσθησιν ποιούμεθα τῶν εἰσφερομένων. Τὰ δὲ ἐπικαλύπτοντα τὸ στόμα, χείλη καλοῦνται ἀπὸ τοῦ κλείω· οἱονεὶ χείλη, τὰ θυροῦντα καὶ κλείοντα τὸ στόμα καὶ | |
15 | τοὺς ὀδόντας· ἢ ἀπὸ τοῦ δι’ αὐτῶν τὸν χιλὸν λαμβάνειν· χιλὸς δὲ ἡ τροφή· μαλθακόσαρκα δέ εἰσι καὶ φλεβώδη, μύας ἔχοντα τέσσαρας· δι’ ὧν ἡ κίνησις αὐτοῖς τῆς διαλέκτου προσγίνεται· σύγκειται δὲ ἐκ τριῶν ἡ τούτων οὐσία· λαβοῦσα γὰρ ἡ δη‐ μιουργικὴ φύσις δερματώδη τινὰ φύσιν, καὶ σηραγγώδη καὶ | |
20 | μυώδη, καὶ κεράσασα ὅλας δι’ ὅλων, καὶ μίαν ἐξ αὐτῶν ποιή‐ σασα κρᾶσιν, τὸ τῶν χειλῶν ἀπετέλεσε σῶμα· διὰ γὰρ τοῦτο ἐπὶ τῇ λύσει τῆς συνεχείας αὐτῶν, ἐπεὶ τὸ λεῖπον ἀναπλη‐ ρῶσαι οὐ δυνάμεθα, ῥαφαῖς κεχρήμεθα συνάγοντες αὐτὰ ταῖς χερσὶ, καὶ οὕτως συμφῦναι ποιοῦμεν· αἱ δὲ τρίχες αἱ ἐπάνω | |
25 | τοῦ χείλους ἀπὸ τοῦ μυκτῆρος γινόμεναι, μύσταξ καλοῦνται, ἢ μέσταξ, ἀπὸ τοῦ μεστοῦσθαι τριχῶν· οἱ δὲ ἰδιῶται μούστακα λέγουσιν ἢ μουστάκιον. | |
27 | ||
28t | ΚΕΦ. Η. | |
29t | Περὶ τοῦ Πώγωνος. | |
30 | Ὁ δὲ πώγων λέγεται καὶ ὑπήνη· πώγων μὲν, ὅτι πῆξιν ἡλι‐ | |
κίας τοῖς ἀρχομένοις δηλοῖ ἐν τῇ τῶν ἰούλων ἐκφύσει· ὑπήνη | 76 | |
77 | δὲ, καὶ γὰρ ἡ πήνη αἱ ὑποκάτω τοῦ γενείου τρίχες εἰσὶν, ἀπὸ τοῦ ὑπῆναι καὶ ὑποκεῖσθαι τῷ γενείῳ· ἴουλοι δέ εἰσιν, αἱ κατὰ τῶν παρειῶν ἐπ’ εὐθείας σὺν πυκνότητι πρῶτον ἀναβλαστάνου‐ σαι τρίχες· ἀπὸ ἰούλου ζώου πολύποδος οὕτως κληθεῖσαι· ἢ | |
5 | ὅτι ἐπὶ τὸ λέγειν ἄγει τοὺς τὸν ἴουλον ἐπανθοῦντας ὁ χρόνος· ἱκανοὶ γάρ εἰσιν οἱ γενειῶντες πρὸς τὸ λέγειν τὰ δέοντα. | |
6 | ||
7t | ΚΕΦ. Θ. | |
8t | Περὶ Προσώπου. | |
9 | Παρειὰς δὲ τοῦτο τὸ μέρος ὅλον καὶ πρόσωπον καλοῦσι· | |
10 | πρόσω γὰρ τοὺς ὦπας ἀλλ’ οὐκ ἐκ πλαγίου φέρει· διὸ καὶ μόνοις ἀνθρώποις ἐπικατηγορεῖται· ἐπὶ γὰρ τῶν ἄλλων ζώων πρόσωπον λέγειν οὐ θέμις· παρειὰ δὲ παρὰ τὸ πεπερατοῦσθαι· καὶ οὐ μέρος τοῦ προσώπου τυχὸν ἄνω ἢ κάτω, ἢ ἐκ πλαγίων, ἀλλὰ συνεκδοχικῶς ὅλον τὸ πρόσωπον· φησὶ γὰρ Ὅμηρος, | |
15 | ὦχρος τέ μιν εἷλε παρειάς. (Il. Γ. 35.) οὐ μέρος λέγων, ἀλλ’ ὅλον παρηλλάχθαι καὶ ὠχριᾶσθαι· ἔνθεν καὶ τὸ, χρωὸς ἔμμεναι ἀνδρομέοιο· (Il. Φ. 70.) ἢ τὸ, | |
20 | πάντες δ’ ἐνὶ χρωὶ πῆχθεν· (Il. Θ. 298.) μεταβολὴ γάρ ἐστι τῆς ου εἰς ω, ὡς καὶ τῆς κατὰ φύσιν χρόας εἰς τὴν παρὰ φύσιν ὠχρότητα μεταμειφθείσης· οὐ γὰρ κατὰ φύσιν ἔχουσιν οἱ ἐν ὠχρότητι ὄντες, ἀλλ’ ἢ διὰ φόβον τοῦ, ἢ ἀσθενείαν, τοῦτο πάσχουσιν. Ἔστι δὲ τὸ πρόσωπον | |
25 | καὶ τῶν τῆς ψυχῆς διαθέσεων δεικτικόν· χαιρούσης γὰρ αὐτῆς, φαιδρόν ἐστι καὶ γεγαννυμένον· λυπουμένης δὲ, κατηφές τε καὶ σκυθρωπόν· ὀργιζομένης δὲ, πελιδνόν τε καὶ ὕφαιμον, ἢ ἐκπληκτικόν τε καὶ μανικόν· διὸ καὶ ἡ γραφὴ τὰ ἤθη τῆς ψυχῆς ἐκ τοῦ προσώπου χαρακτηρίζει· “καρδίας γὰρ,” φησὶν, | |
30 | “εὐφραινομένης θάλλει πρόσωπον· ἐν δὲ λύπαις οὔσης σκυ‐ | |
“θρωπάζει, καὶ ἀνὴρ θυμώδης οὐκ εὐσχήμων.” | 77 | |
78 | Οἱ δὲ ἐν ἀκριβείᾳ τετηρηκότες τὴν τοῦ προσώπου διάθεσιν, οὐ μόνον ἐκ τοῦ προσώπου καὶ τῶν ὀφθαλμῶν, ἀλλὰ καὶ τοῦ μετώπου καὶ τῆς ῥινὸς χαρακτηρίζουσι τὸν ἄνθρωπον· τοὺς γὰρ μέγα ἔχοντας μέτωπον βραδυνοήτους φασὶν εἶναι· τοὺς δὲ | |
5 | μικρὸν, ταχεῖς εἰς τὸ νοῆσαι καὶ λέγειν προχειροτάτους· τὸ δὲ πρὸς πλατύτερον σχῆμα παρατεινόμενον, ἐκστατικῶν ἀνθρώ‐ πων σύμβολον τίθενται· τὸ δὲ περιφερὲς ἢ κυκλοτερὲς, μικρο‐ ψύχων καὶ θυμικῶν. Αἱ δὲ ὀφρύες ἐπ’ εὐθείας κείμεναι, χρηστὸν καὶ πρᾶον καὶ συμπαθὲς ἦθος διασημαίνουσιν· αἱ δὲ | |
10 | προσεπικεκαμμέναι καὶ προσεπικείμεναι τῇ ῥινὶ, καὶ καμ‐ πυλώδεις λεγόμεναι, στύφον ἦθος καὶ βλοσυρὸν, καὶ κατα‐ πληκτικόν· αἱ δὲ μᾶλλον ἐπικεκλιμέναι πρὸς τοὺς κροτάφους, εἴρωνας δηλοῦσι τοὺς ἔχοντας, καὶ ἀπατεῶνας καὶ χλευαστάς. Οἱ δὲ ὀφθαλμοὶ ἔλεγχοι εἰσὶ καὶ κήρυκες ἐναργεῖς τῶν τῆς | |
15 | ψυχῆς κεκρυμμένων· γνωρίσεις γὰρ ἐκ τούτων τὸν δειλόν· τὸν ἀνδρεῖον· τὸν ἐρῶντα· τὸν βασκαίνοντα· τὸν θυμώδη· τὸν ὑπνη‐ λόν· τὸν ἐγρήγορον· τὸν φιλαργυρόν· τὸν ἁπλοῦν· καὶ ἁπαξ‐ απλῶς πάσης διαθέσεως καὶ τροπῆς ἡ τοῦ προσώπου διδάσκα‐ λος ἐναλλαγή. | |
20 | Διὰ τοῦτο δέ σοι τῶν ἀφανῶν διαθέσεων, καὶ τῶν κεκρυμ‐ μένων ἐθῶν ἐμφανῆ παρέσχεν ὁ Θεὸς τὰ σημεῖα καὶ σύμβολα φιλανθρώπως, ἵνα τῆς ἰδίας προμηθούμενος σωτηρίας, συναυ‐ λίζῃ μὲν τοῖς χρηστοῖς καὶ σπουδαίοις, ἐκφεύγεις δὲ τοὺς φαύλους καὶ πονηρούς· τοῦτο γὰρ διδάσκουσα ἡ σοφία βοᾶ· | |
25 | “ἀνδρὶ θυμώδει μὴ συναυλίζου· μὴ δὲ συνδείπνει βασκάνῳ· “μὴ δὲ καθίσης μετὰ συνεδρίου ματαιότητος καὶ λοιμῶν· μὴ “δὲ πορευθῆς μετ’ αὐτῶν ἐὰν παρακαλέσωσί σε λέγοντες, ἐλθὲ “μεθ’ ἡμῶν.” Ἐκ τοῦ προσώπου γὰρ καὶ ὁ Ἰακὼβ τοῦ Λά‐ βαν τὸν φθόνον ἐγνωκὼς, ἔλεγε ταῖς ἑαυτοῦ γυναιξίν· “ὁρῶ | |
30 | “ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν, ὅτι οὐκ ἔστιν ὡς χθὲς | |
“καὶ τὴν τρίτην ἡμέραν.” τοῦτο καὶ ὁ Προφήτης εἰδὼς | 78 | |
79 | λέγει· “μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ἐπί‐ “βλεψον ἐπ’ ἐμὲ, καὶ ἐλέησόν με·” εἰώθει γὰρ ὁ μὲν μισῶν ἀποστρέφειν, ὁ δὲ θαῤῥῶν ἐπιβλέπειν, καὶ ἐπιχαίρειν καὶ μει‐ διᾶν· τινὲς δὲ καὶ τοὺς ἀραιοὺς ἔχοντας ὀδόντας ὀλιγώτερον | |
5 | ζῆν τῶν πυκνῶς ἐχόντων ἐχαρακτήρισαν· ἀλλ’ ἡ μὲν τοῦ προσ‐ ώπου σημείωσις ἀρκείσθω· τῶν δὲ λοιπῶν μορίων ἡ φύσις, καὶ ἡ σύνθεσις, καὶ ἡ ἐνέργεια, ἐρευνάσθω. | |
7 | ||
8t | ΚΕΦ. Ι. | |
9t | Περὶ Στόματος. | |
10 | Τὸ στόμα τομεῖ ἔοικε· τμητικὸν γάρ ἐστιν ὧν λαμβάνει· εἰσὶ δὲ τούτου ἔσωθεν, γλῶσσα· ὀδόντες· οὖλα· τὰ φατνώ‐ ματα· γαργαρεών· οὐρανίσκος· παρίσθμια· λάρυγξ· τὸ πέρας τῆς τραχείας ἀρτηρίας καὶ τοῦ οἰσοφάγου, καὶ ἡ ἐπιγλωττίς· λέγεται δὲ ἡ πᾶσα τοῦ στόματος χώρα φάρυγξ καὶ λαιμός· | |
15 | ἡ γλῶσσα οὖν φλεβώδης ἐστὶ καὶ σαρκώδης· ὑποπίμελος, αἰσθητικὴ χυμῶν· συνεργὸς τῇ πόσει καὶ διαμασήσει, καὶ δι‐ αρθρώσει τῆς φωνῆς· συνεργεῖ γὰρ τῷ στόματι ἡ γλῶσσα καὶ οἱ ὀδόντες· τὸ μὲν γὰρ τέμνει τὰ σιτία, οἱ δὲ λεαίνουσιν, ἡ δὲ παραπέμπει τοῖς τέμνουσιν ἢ λεαίνουσιν τῶν ὀδόντων. | |
20 | Τὴν γλῶτταν γὰρ ὁ δημιουργὸς διὰ πολλὰς αἰτίας ἐποίησε· μᾶλλον δὲ διὰ χρείαν καὶ ἐνεργείαν· δι’ αὐτῆς γὰρ γίνονται αἱ καταπόσεις, ἀντανακλωμένης καὶ παραπεμπούσης τὰ σίτια τῷ οἰσοφάγῳ· καὶ αἱ διάλεκτοι δι’ αὐτῆς γίνονται ἐνδιπλου‐ μένης τισὶ τῶν ὀδόντων ἢ κυρτουμένης· ἥτις περιαγομένη, καὶ | |
25 | ἄλλοτε ἄλλῳ τῶν ὀδόντων προσθεμένη, τῇ διαφόρῳ ταύτῃ κινήσει, διὰ τῆς τῶν στοιχείων τὲ καὶ συλλαβῶν ἑνώσεως, τὴν τῶν λόγων διαφορὰν ἐκτελεῖ· καὶ ταῦτα μὲν ὡς ἀπόλυτος οὖσα ποιεῖ· συνδέδεται δὲ πάλιν ἐν τῷ λάρυγγι, ἵνα μὴ ἐκπίπτουσα | |
τοῦ στόματος εἰς τὰς εἰρημένας ἐνεργείας ἀπρακτῇ. | 79 | |
80 | Ὁ δεσμὸς δὲ ταύτης οἷον χαλινὸς αὐτῇ ἐστὶ, ἁπάσας τὰς ἐνεργείας συμφερόντως καὶ εὐτάκτως ποιῶν, εἴπερ ἔμμετρος κατεσκεύασται· εἰ δὲ χαλαρώτερος γένηται, προκύπτει μᾶλ‐ λον τοῦ δέοντος ἡ γλῶττα, καὶ βλάπτονται αἱ εἰρημέναι ἐνέρ‐ | |
5 | γειαι· μὴ δυναμένης αὐτῆς χαλιναγωγεῖσθαι· εἰ δὲ πάλιν πλεῖον συνδεθῇ, αἱ αὐταὶ βλάβαι ἀκολουθοῦσιν· ὥστε καὶ τὰ χείλη, τὰ διαλέξεως μόρια, καὶ τοὺς ὀδόντας, καὶ ἅπαν τὸ στόμα ἐμποδίζεσθαι, καὶ κεκακῶσθαι τὰς διαλέκτους. Τῆς δὲ γλώττης ἡ σὰρξ μανὴ πέφυκε καὶ στομφώδης· καὶ | |
10 | διὰ τοῦτο θᾶττον ἀντιλαμβάνεται τῆς γεύσεως τῶν χυμῶν· τῶν δὲ χυμῶν αἱ γευστικαὶ καλούμεναι ποιότητες εἰσὶν αὗται· γλυκύτης· ὀξύτης· δριμύτης· στυφότης· αὐστηρότης· πι‐ κρότης· ἁλμυρότης· λιπαρότης· τούτων γάρ ἐστιν ἡ γλῶσσα διαγνωστική· καὶ μᾶλλον τὸ ἄκρον αὐτῆς· ὄργανον γάρ ἐστι | |
15 | τῆς γεύσεως· σὺν αὐτῇ δὲ καὶ ἡ ὑπερώα, ἐν ᾗ τὰ πεπλα‐ τυσμένα νεῦρα ἐξ ἐγκεφάλου φερόμενα, τὴν ἀντίληψιν τῶν γευστῶν πρὸς τὸ ἡγεμονικὸν ἀπαγγέλλουσι· “κατάμαθε γὰρ “τῆς γλώττης τὴν φύσιν,” ὁ θεῖος Βασίλειος φησὶν, “ὅπως “ἁπαλὴ τὲ καὶ εὔστροφος, καὶ πρὸς πᾶσαν χρείαν λόγου | |
20 | “τῷ ποικίλῳ τῆς κινήσεως ἐξάρκουσα.” ἔστι δὲ καὶ πλατεῖα καὶ στενὴ τῷ μεγέθει καὶ μέση· καὶ ἡ μὲν πλατεῖα τὸ στόμα γεμίζουσα, ἀργὴν τὴν ὁμιλίαν καὶ ἄναρθρον ποιεῖ· ἡ δὲ στενὴ καὶ μικρὰ, ἐπερείδεσθαι πρὸς τοὺς ὀδόντας μὴ σώζουσα, φαύ‐ λην τὴν λαλιὰν ἀποδίδωσιν· ἡ μέση δὲ κατὰ μέγεθος, τούτων | |
25 | ἀπήλλακται τῶν παθῶν, καὶ ἐστὶ βελτίστη. Ἡ δὲ ἐπιγλωττὶς ταύτης μέρος ἐστὶ τὸ ὕπερθεν· ἔχει δὲ αὕτη προσπεφυκότα τὸν καλούμενον οἰσοφάγον· καὶ ὅταν δια‐ μασησάμενοι καὶ καταλειήναντες παραπέμπωμεν τὴν τροφὴν εἰς τὰ ἔσω, ἐπιπωματίζει ἡ ἐπιγλωττὶς τὴν ἀρτηρίαν, καὶ | |
30 | κωλύει αὐτὴν ἐνεργεῖν· ἐφ’ οἷς συμβαίνει, μὴ κινουμένης τῆς | |
ἀρτηρίας ὑπὸ τοῦ ἐντὸς πνεύματος, ἵστασθαι καὶ τὸν πνεύ‐ | 80 | |
81 | μονα παρευθύς· ὅτι φυσσωμένης τῆς ἀρτηρίας διάδοσις γί‐ νεται πνεύματος εἰς τὰ κοῖλα μέρη τοῦ πνεύμονος· ἔχει γὰρ διαφύσεις χονδρώδεις ὁ πνεύμων εἰς ὀξὺ διηκούσας καὶ συν‐ ηγμένας· δι’ ὧν εἴσεισι τὸ πνεῦμα εἰς τὰς ὀπὰς αὐτοῦ· κἀκεῖ‐ | |
5 | θεν αὖθις εἰς τὴν καρδίαν ἐνίησιν· ἐπιπωματιζομένης δὲ τῆς ἀρτηρίας παρὰ τῆς ἐπιγλωττίδος ὡς εἴρηται, παραπέμπεται ἡ τροφὴ ἐν τῷ στομάχῳ· λέγεται δὲ ἁλτηρία καὶ ἀρτηρία· καὶ ἀρτηρία μὲν, οἷον, ἀεροτηρία, ἀπὸ τοῦ περιέχειν καὶ τηρεῖν τὸ πνεῦμα· ἁλτηρία δὲ, παρὰ τὸ ἅλλεσθαι· ἡ ἀεὶ | |
10 | ἁλλομένη καὶ πηδῶσα. Λέγεται δὲ γλῶσσα παρὰ τὸ κλώθω· κλωθομένης γὰρ αὐ‐ τῆς ἡ ἔναρθρος φωνὴ ἀποτελεῖται· ἢ οἷον, γνῶσσα, διαγνωστικὴ γάρ ἐστι τῶν ἐν τοῖς χυμοῖς ἰδιωμάτων, καθὼς ἤδη εἴρηται· πλὴν ἡ μὲν ὄψις, καὶ ὄσφρησις, καὶ ἀκοὴ πόῤῥωθεν καὶ παντά‐ | |
15 | χοθεν τῶν ἰδίων αἰσθητῶν ἀντιλαμβάνονται· οἷον, ὁρᾶ καὶ μά‐ κροθεν ἡ ὄψις, καὶ ἡ ὄσφρησις ὀσφραίνεται, καὶ ἡ ἀκοὴ ἐνωτί‐ ζεται· ἁφὴ δὲ καὶ γεῦσις τότε μόνον αἰσθάνονται, ὅταν πλη‐ σιάσωσι τοῖς ἰδίοις αἰσθητοῖς. Αἱ μὲν οὖν γλώττης χρεῖαι καὶ ἐνέργειαι εἴρηνται, ὅτι πρός | |
20 | τε τὴν φωνὴν καὶ τὴν διάλεκτον, καὶ τὴν γεῦσιν, καὶ τὴν δια‐ μάσησιν ἡ τὰ πάντα οἰκονομοῦσα δύναμις ἐπιτηδειότητα αὐτῇ ἐχαρίσατο· λοιπὸν ἴδωμεν καὶ τῶν ὀδόντων τὴν σύμπηξιν, καὶ τὴν φύσιν, καὶ τὴν ἐνεργείαν. Ὀδόντες εἰσὶν οἱ διαιροῦντες τὴν τροφὴν, καὶ κατεργαζό‐ | |
25 | μενοι αὐτὴν, συνεργοῦντες καὶ τῇ διαρθρώσει τῆς φωνῆς· οἱ μὲν γὰρ τέμνουσι τὰ σιτία· οἱ δὲ λεαίνουσι· οἱ καὶ μύλαι λεγόμενοι, ἢ μυλῖται· ἐκ τοῦ ἔδω τὸ ἐσθίω οὕτως ὀνομαζόμενοι· τριακονταδύο δέ εἰσι τὸν ἀριθμόν· ἓξ καὶ δέκα καθ’ ἑκατέραν γένυν ὄντων· τέσσαρες μὲν ἔμπροσθεν, οἱ τομεῖς λεγόμενοι, | |
30 | μονόῤῥιζοι πάντες· ἑκατέρωθεν δὲ αὐτῶν δύο, οἱ κυνόδοντες· | 81 |
82 | μονόῤῥιζοι καὶ οὗτοι· εἶτα οἱ γόμφιοι· τούτων ἑξῆς ἀνὰ πέντε· τρίῤῥιζοι μὲν οἱ ἐν τῇ ἄνω γενύι· δυοῖν δὲ ῥιζῶν οἱ ἐν τῇ κάτω· εὕρηνται δὲ καὶ τετράῤῥιζοι· γόμφιοι δὲ λέγονται διὰ τὴν κάμψιν· ἐπικεκαμμέναι γάρ εἰσιν αἱ συνέχουσιν αὐ‐ | |
5 | τοὺς σιαγόνες. Διαφέρουσι γοῦν τῶν ἄλλων ὀστῶν οἱ ὀδόντες ἐν τῷ αἰσθά‐ νεσθαι· ἔχουσι γὰρ ἀρτικὴν διάθεσιν αἰσθητικῶν νεύρων φερο‐ μένων ἐν τοῖς φατνώμασιν, ἐν οἷς ῥιζοῦνται· αἰσθάνονται δὲ ὑπὸ τῆς ὁμιλίας τῶν ἀμέτρων ψυχρῶν καὶ θερμῶν· ἀλλὰ καὶ | |
10 | τῶν γευστῶν τῆς ποιότητος μεταλαμβάνουσι, διὰ τοῦ ὑμένος τοῦ ὑπαλείφοντος τὸν στόμαχον καὶ τὸν οἰσοφάγον, καὶ μὴ μόνον γλῶτταν, ἀλλὰ καὶ τοὺς ὀδόντας ὑπαλείφοντος· ὃς καὶ τὴν τοῦ αἰμωδιᾶν νάρκην αὐτοῖς ἐπεγείρει· ἔτι οἱ ὀδόντες γυμνοί εἰσι, τῶν ἄλλων ὀστῶν μὴ ὄντων γυμνῶν· πάντα γὰρ | |
15 | τὰ ὀστᾶ ἔχουσι περικείμενα μύας καὶ δέρμα· ἔτι διαφέρουσι τῷ πίπτειν καὶ αὖθις φύεσθαι· οὐ μόνον ἐν ταῖς πρώταις ἡλι‐ κίαις, ἀλλὰ καὶ ἐν ταῖς λοιπαῖς· ἱστόρηται δὲ καὶ ἐπὶ γερόν‐ των· εἰσὶ δὲ τῶν ὀδόντων οἱ μὲν ἀραιοὶ, οἱ δὲ πυκνοί· ἄλλοι μεγάλοι, καὶ ἕτεροι μικροί· ἄλλοι κογχωτοὶ, καὶ ἄλλοι κατ’ | |
20 | εὐθεῖαν κείμενοι· οὐ μόνον ἐπὶ ἀνθρώπων, ἀλλὰ καὶ ζώων ἑτέ‐ ρων· καὶ γὰρ ὁ Ἀριστοτέλης, τὰ μὲν τῶν ζώων ἀμφόδοντα καλεῖ· οἷον, ἄνθρωπον· ἵππον· ὄνον· ἐλέφαντα· τὰ δὲ καρχαρό‐ δοντα· οἷον, λέοντα· λύκον· ἄρκτον· πάρδαλιν· τὰ δὲ συν‐ όδοντα· οἷον, πρόβατον· βοῦν· αἶγα· δορκάδα· τὰ δὲ χαυ‐ | |
25 | λιόδοντα· οἷον, χοῖρον· ἀσφάλαγγα· καὶ ὅσα τοὺς ὀδόντας ὑπερφαίνουσιν ἔξω· τοὺς δὲ μυλίτας τῶν ὀδόντων τινὲς σωφρο‐ νιστῆρας ἐκάλεσαν, διὰ τὸ φύεσθαι περὶ τὴν τοῦ ἄρχεσθαι φρονεῖν τοὺς παῖδας ὥραν. Ἡ δὲ συνέχουσα αὐτοὺς σὰρξ οὖλον ὠνόμασται, διὰ τὸ τρυ‐ | |
30 | φερὸν αὐτῆς καὶ ἁπαλόν· ἢ παρὰ τὸ ἡλῶ· τροπῷ γάρ τινι ἡλῶν | 82 |
83 | τάξιν ἐπέχει εἰς διακράτησιν τῶν ὀδόντων· ἢ ὅτι οὐλὴν ἔχει, τὴν ἐπιγινομένην τῇ τῶν φυομένων ὀδόντων διακοπῇ, καὶ ὑγιαζομέ‐ νην· οὐλὴ γὰρ τὸ ὑγιασθὲν τραῦμα· ἔνθεν καὶ τὸ οὖλε, ὑγίαινε· οὖλε τὲ, καὶ μέγα χαῖρε (Od. Ω. 401.) | |
5 | λέγονται δὲ τρίχες οὖλαι, αἱ εἱλούμεναι, παρὰ τὸ εἱλεῖσθαι· καὶ οὖλαι αἱ κριθαί· καὶ οὐλοχύται αἱ ὁλόκληροι τῶν κριθῶν· καὶ οὖλος ὁ ὀλέθριος, παρὰ τὸ ὀλλύω “ὄλλοιτο κεῖνος ἐξ ἀν‐ “δρῶν·” τὰ οὖλα οὖν καὶ φατνώματα καλοῦσι τινὲς, ἢ φάτνια· παρὰ τὸ φαγεῖν γὰρ φάγνη, καὶ φάτνη· ἢ παρὰ τὸ πατῷ τὸ | |
10 | ἐσθίω· ὅθεν καὶ τὸ πάσασθαι ἀντὶ τοῦ γεύσασθαι καὶ φαγεῖν· ἢ ὡς Καλλίμαχος· μήκωνα πατεῖτε καὶ γίνεται δὲ καὶ ἀπὸ τοῦ κάπη φάτνη, παρὰ τὸ κάπτειν, ὅ ἐστιν ἐσθίειν· φησὶ γὰρ Ἀριστοφάνης Ἱππεῦσι, | |
15 | Καπαῖον ἤτοι Φάλτον Διά. ἢ παρὰ τὸ κάπος, ὅ ἐστι πνεῦμα, ὡς ἐν τῷ, ἀπὸ δὲ ψυχὴν ἐκάπυσεν· (Il. Χ. 467.) ἢ διὰ τοῦ καταπνέεσθαι ἀπὸ τοῦ ἄσθματος τὸν ἵππον· ἢ παρὰ τὸ ἐσκάφθαι καὶ κεκοιλάνθαι. | |
20 | Ὁ δὲ γαργαρεὼν κιονὶς καὶ σταφυλὴ λέγεται παρὰ τῶν ἰατρῶν· γαργαρεὼν μὲν, διὰ τὸν γινόμενον περὶ αὐτὸν ἦχον ἐν τῷ γαργαρίζεσθαι· σταφυλὴ δὲ, ἀπὸ τοῦ συνεχῶς καταστά‐ ζεσθαι· ἢ ἀπὸ τοῦ τὸ ἄκρον αὐτῆς φαίνεσθαι ὅμοιον ῥαγί· χιονὶς δὲ, ἢ παρὰ τὴν χύσιν τῶν ὑγρῶν, ἢ παρὰ τὸ κίονος ἔχειν | |
25 | τύπον, καθ’ ἑαυτὴν οὖσαν ἐπιμήκη· ἔστι δὲ σαρκίον τῆς φά‐ ρυγγος ἀπηρτημένον, κιονοειδὲς φωνῆς ὄργανον ἐξηχοῦν κατὰ ἀποτέλεσμα πνεύματος· οὐρανίσκος δὲ τὸ ἀνώτερον μέρος τοῦ | |
στόματός ἐστιν, ἐκ τῆς πρὸς οὐρανὸν ὁμοιότητος τὸ ὄνομα λαβών· | 83 | |
84 | τὰ δὲ παρ’ αὐτῷ μόρια ὑπερῶα λέγεται· μετενήνεκται δὲ ἡ λέξις τοῦ ὑπερώα ἀπὸ τῶν ὑπερώων οἰκοδομημάτων, καὶ τῶν μετεω‐ ρισμένων ὑπὲρ τὴν ἔραν, ἥ ἐστιν ἡ γῆ· φησὶ δὲ καὶ Ὅμηρος, χείλεα μέν τ’ ἐδίηνεν, ὑπερώην δ’ οὐκ ἐδίηνε. (Il. Χ. 495.) | |
5 | τοῦτο δὲ τὸ μέρος καὶ φάρυγξ καλεῖται, παρὰ τὸ φέρω, δι’ οὗ φέρεται τὸ πνεῦμα· καί ἐστι παρώνυμον· καὶ γὰρ ὁ Λυκόφρων φησὶ, ἐτύμβευσε φάρῳ· ὁ δὲ Καλλίμαχος | |
10 | ἄφαρον φαρόωσιν φησὶ, τὴν μηδὲν φέρουσαν φάρυγγα. Τὸν δὲ ἀνθερεῶνα, ὃν καὶ λάρυγγα καλοῦμεν, τὴν ἐπιγλωτ‐ τίδα φασὶν εἶναι· καὶ εἴρηται ἤδη περὶ αὐτῆς· πλὴν σαρκίον ἐστὶ νευρῶδες καὶ μυῶδες· ἐοικὸς κισσοφύλλῳ, ὃς ἐπιμύσσων | |
15 | ἐν τῷ καταπίνειν τὴν τραχεῖαν ἀρτηρίαν, οὐκ ἐᾶ εἰσέρχεσθαι ἐν αὐτῇ τῶν βρωμάτων τι ἢ τῶν πομάτων· ἀνοιγόμενος δὲ τὴν εἰσπνοὴν παραπέμπεσθαι ποιεῖ· ἐκλήθη οὖν ἀνθερεὼν διὰ τὸ θορεῖν τὸ πνεῦμα ἐκεῖθεν· ἢ οἷον ἀνθερεὼν, ὅτι ἐντίθεται τῷ τοιούτῳ ἡ τροφὴ ἐν τῷ καταπίνειν· λαιμὸς δὲ καὶ λάρυγξ τοῖς | |
20 | ὀνόμασι διαφέρουσι μόνον· παρὰ γὰρ τὸ λαίειν, ἢ λαύσειν, ὅ ἐστι τὸ ἀπολάβειν, ἀμφότερα παράγεται· διὰ γὰρ λαίμου καὶ λάρυγγος τὴν ἀπόλαυσιν ἔσχομεν τῶν τροφῶν· λαιμᾶν γὰρ τὸ ἀπολαυστικῶς ἔχειν εἴρηται παρά τισιν. Ἡ δὲ ὑποκειμένη τῷ λάρυγγι ἀρτηρία τραχεῖα ὠνόμασται, | |
25 | ἐκ τοῦ πνεύμονος ἀνερχομένη, ὡς πόρος οὖσα αὐτοῦ· τετύχηκε δὲ τούτου τοῦ ὀνόματος τοῦ τραχεῖα λέγεσθαι, ἐπειδὴ σύγκει‐ ται ἐκ διαφόρων οὐσιῶν, χονδρώδων λέγω καὶ ὑμενώδων· εἰδὼς γὰρ ὁ τεχνίτης τῆς φύσεως ὅτι διαφόρους ἔμελλε χρείας ἀπο‐ τελεῖν τῇ τε ἀναπνοῇ καὶ τῇ φωνῇ, ἐκ χονδρώδους οὐσίας αὐτὴν | |
30 | ἐτεχνάσατο καὶ ὑμενώδους, διὰ τὴν τῆς φωνῆς, ὡς ἐπὶ τὸ | 84 |
85 | πλεῖστον χρείαν· ἔδει γὰρ τὴν φωνὴν στερεῷ τινι σώματι προσκρούειν καὶ μὴ μαλακῷ· ἀλαμπὴς γὰρ ἂν οὕτως ἐγίνετο· πάλιν εἰ ἐκ χόνδρων μόνων συνέκειτο, οὐκ ἂν ἐδύνατο ἐπὶ πλέον διασταλῆναι ἐν ταῖς μεγάλαις φωναῖς, καὶ διαρκέσαι | |
5 | ἐν τῇ ἀναπνοῇ· καὶ διὰ τοῦτο μεταξὺ τῶν χόνδρων τοὺς ὑμένας συντέθεικεν· ὥς τε τοὺς χόνδρους μὲν διὰ τὴν φωνὴν, τοὺς ὑμένας δὲ διὰ τὴν ἀναπνοὴν γένεσθαι. Τραχεῖα μὲν οὖν ἐστὶν ἔξωθεν· ἔσωθεν δὲ οὐκ ἔτι· ὑπαλεί‐ φει γὰρ αὐτῆς ὅλον τὸν πόρον ὑμὴν τὶς λεῖος, ἵνα μὴ προσ‐ | |
10 | πίπτουσα ἡ τῆς φωνῆς ὕλη τραχύνηται· ὕλη δὲ φωνῆς πνεῦμα ἐστί· πλησίον δὲ ταύτης καὶ ὁ οἰσοφάγος ἐπάγη· πόρος δέ ἐστι καὶ αὐτὸς τῆς γαστρός· ἐν αὐτῇ τὴν τροφὴν προσκομί‐ ζων· ἐκ τοῦ οἴω τὸ κομίζω οὕτως ὀνομασθείς· ἔστι δὲ καὶ αὐτὸς νευρώδης, καὶ οἷον ἐντεροειδής· τὰ δὲ παρίσθμια σαρκία εἰσὶ | |
15 | τοῦ φαρυγγὸς μυώδη καὶ νευρώδη· λέγονται δὲ οὕτως διὰ τὸ στένον τοῦ ἐν ᾧ εἰσὶ τόπου· καὶ διὰ τὸ παρακεῖσθαι τῷ ἰσθμῷ· ἰσθμὸς δέ ἐστιν ὁ στενὸς τόπος, δι’ οὗ ἔστιν ἰέναι τὴν πνοήν· ἡ γὰρ μεταξὺ χώρα τοῦ οἰσοφάγου καὶ τῆς τραχείας ἀρτη‐ ρίας, ἰσθμὸς καλεῖται, παρὰ τὸ δι’ αὐτοῦ εἰσιέναι τὰ βρώ‐ | |
20 | ματα καὶ τὰ πόματα· ὅθεν καὶ παρίσθμια καὶ ἀντιάδες λέγονται, διὰ τὸ ἀντικεῖσθαι ἀλλήλοις· τινὲς δὲ καὶ βράγχη καλοῦσιν αὐτά· ἐκεῖθεν γὰρ καὶ τὸ βραγχιᾶν πάθος γίνεται· πᾶν γὰρ ὑγρὸν ἐκ φάρυγγος, καὶ λάρυγγος, καὶ βραγχῶν φέρε‐ ται· εἰσὶ δὲ τὰ βράγχη σαρκία μυώδη· ἡ πᾶσα τοίνυν τοῦ | |
25 | στόματος χώρα φάρυγξ λέγεται καὶ λάρυγξ· τὸ μὲν ἐσώτε‐ ρον λάρυγξ, τὸ δὲ ἐξώτερον φάρυγξ. | |
26 | ||
27t | ΚΕΦ. ΙΑ. | |
28t | Περὶ τῆς Φωνῆς. | |
29 | Φωνητικὰ δὲ ὄργανα ταῦτα· ὁ γαργαρεών· ὁ λάρυγξ· ἡ | |
30 | τραχεῖα ἀρτηρία· ὁ πνεύμων· ὁ θώραξ, καὶ τὰ πάλιν δρομοῦντα | 85 |
86 | νεῦρα· διαλεκτικὰ δὲ, γλῶττα· ὀδόντες· χείλη· ῥίς· οὐρα‐ νίσκος, καὶ ὁ γαργαρεών· καὶ ἐνταῦθα γὰρ ξυμβάλλεται· οὕ‐ τως δὲ ἡ φωνὴ γίνεσθαι πέφυκε· τὸ πνεῦμα ἀπὸ τῶν πνευμα‐ τοδόχων ἀγγείων ἀνωθούμενον, ὅταν ἡ ὁρμὴ τοῦ φθεγγομένου | |
5 | πρὸς φωνὴν τονώσῃ τὸ μέλος, ταῖς ἔνδοθεν προσκρουόμενον προσβολαῖς, αἳ κυκλοτερῶς τὸν αὐλοειδῆ διειλήφασι πόρον, μιμεῖται πῶς τὴν δι’ αὐλοῦ γινομένην φωνήν· ταῖς ὑμενώδεσιν ἐξοχαῖς κύκλῳ περιδονούμενον· ὑπερώα δὲ τὸν κάτωθεν φθόγγον ἐκδέχεται· τῷ κατ’ αὐτὴν κενώματι διδύμοις αὐλοῖς τοῖς ἐπὶ | |
10 | τοὺς μυκτῆρας διήκουσι· καὶ οἷον λεπίδων τισὶν ἐξοχαῖς, τοῖς τε περὶ τὸν ἰσθμὸν χόνδροις τὴν φωνὴν περισχίζουσα, γεγωνο‐ τέραν αὐτὴν ἀπεργάζεται· παρειὰ δὲ καὶ γλῶσσα, καὶ ἡ περὶ τὸν φάρυγγα διασκευὴ, καθ’ ἣν ὁ ἀνθερεὼν ὑποχαλᾶ κοιλαινό‐ μενος, καὶ ὀξυτονῶν ἐπιτείνεται, τὴν ἐν ταῖς νευραῖς τοῦ πλήκ‐ | |
15 | τρου κίνησιν ὑποκρίνεται· ποικίλως καὶ πολυτρόπως σὺν πολλῷ τάχει μεθαρμόζων τὰ πρὸς τὴν χρείαν, πρὸς τοὺς πόνους τῶν μουσικῶν· χειλέων δὲ διαστολὴ καὶ ἐπίμυσις ταυτὸν ποιεῖ τοῖς διὰ τῶν δακτύλων ἐπιλαμβάνουσι τοῦ αὐλοῦ τὸ πνεῦμα κατὰ τὴν ἁρμονίαν τοῦ μέλους· σύμμικτος γὰρ ἡ μουσικὴ περὶ τὸ | |
20 | ἀνθρώπινον ὄργανον αὐλοῦ καὶ λύρας, ὥσπερ ἐν συνῳδίᾳ τινὶ κατὰ ταυτὸν ἀλλήλοις συμφθογγομένων. Καὶ οὕτως μὲν ἡ φωνὴ γίνεται καθ’ ὃν εἴρηται τρόπον· τοῦ μὲν πνεύμονος ἐκφυσσῶντος τὲ, καὶ τὴν ὕλην παρέχοντος· τῆς δὲ τραχείας ἀρτηρίας ὥσπερ τινὸς αὐλοῦ διαπορθμευούσης τὸν | |
25 | ἀέρα, καὶ πληττομένης ὑπ’ αὐτοῦ, καὶ τοῖόνδε ἦχον ἀποτελού‐ σης· οὐδὲν γάρ ἐστι φωνὴ ἢ πλῆξις ἀέρος, ἢ ἀὴρ πεπληγμέ‐ νος φωτίζουσα τῷ λόγῳ τὰς τοῦ νοὸς διανοίας· τὶ δὲ καὶ τὰ χείλη, καὶ ἡ ῥὶς, καὶ ὁ ἀνθερεὼν πρὸς ταυτὴν συνεργοῦσιν, εἴ‐ ρηται μικρῷ πρόσθεν. | |
30 | Ὁ δὲ γαργαρεὼν, ὃν καὶ σταφυλὴν καλέουσιν, οὐ μόνον | |
δίκην πλήκτρου τὸ ἐκπνεόμενον πνεῦμα προσκρούων αὐτὸ δια‐ | 86 | |
87 | τυποῦται τοιῶσδε, ἀλλὰ καὶ ἑτέραν χρείαν οὐ μικρὰν τῇ τε τραχείᾳ ἀρτηρίᾳ καὶ ὅλῳ ποιεῖται τῷ λάρυγγι· πρὸς γὰρ τὰς ἀμέτρους τοῦ ἀέρος μεταβολὰς, θερμότητας τυχὸν ἢ ψύξεις, ἀνθιστάμενος πρῶτος καὶ ἀπαντῶν, εἰς συμμετρίαν ἄγει τὸ | |
5 | ἄμετρον, καὶ οὕτως παραπέμπει τῇ ἀρτηρίᾳ τὴν εἰσπνοήν· καὶ δι’ αὐτῆς τῷ πνεύμονι καὶ τῇ καρδίᾳ· οὐ μόνον δὲ τὰς τῆς ψύξεως καὶ θερμότητος εὐκρατεῖ ὁ γαργαρεὼν δυσκρασίας, ἀλλὰ καὶ παχύτητος τοῦ ἀέρος, ἐκ κάπνου ἢ κονιορτοῦ ἐπελθού‐ σας αὐτῷ, λεπτύνει καὶ καθαίρει δίκην ἰσθμοῦ· καὶ εἰλικρινῆ | |
10 | τὴν εἰσπνοὴν παραπέμπει τοῖς ἔσω· αὗται τῶν φωνητικῶν ὀρ‐ γάνων αἱ ὀνομασίαι, καὶ χρεῖαι, καὶ ἐνέργειαι. Ἡ δὲ ἀφωνία ἐπὶ ἐνίων ἀνθρώπων, ἢ κακοφωνία, οὕτως γίνε‐ ται· δύο ὑμένες διαφράττουσι τὸν θώρακα· οἱ καὶ ἀρχόμενοι ἀπὸ τοῦ στέρνου ἀφικνοῦνται μέχρι τῆς ῥάχεως· ὡς γίνεσθαι | |
15 | δύο κοιλίας ἐν τῷ θώρακι· καὶ μέσον τῶν κοιλιῶν εἶναι τὸν πνεύμονα· διείργονται οὖν αἱ δύο κοιλίαι ἀπ’ ἀλλήλων, ὡς μὴ δὲ δύνασθαι μεθίστασθαι ἀπὸ τῆς δεξιᾶς κοιλίας ἐπὶ τὴν ἀρι‐ στεράν· μήτε ἀπὸ τῆς ἀριστερᾶς ἐπὶ τὴν δεξιάν· συμβαίνει τοίνυν ἐκ ψύξεως ἢ καύσεως ῥεῦσαι τινὰ χυμὸν ἐπὶ ταῖς εἰρη‐ | |
20 | μέναις κοιλίαις, καὶ ἐμφράξαι αὐτάς· κἀντεῦθεν γενέσθαι τὴν ἀφωνίαν· εἰ μὲν οὖν μία τῶν κοιλιῶν πάθῃ, ἡμιφωνία παρα‐ κολουθεῖ· ἂν δὲ αἱ δύο, παντελὴς γίνεται ἀφωνία. καὶ περὶ μὲν φωνῆς ἡ σκέψις αὐτάρκης. | |
23 | ||
24t | ΚΕΦ. ΙΒ. | |
25t | Περὶ Ἀναπνοῆς. | |
26 | Λοιπὸν ἰδῶμεν καὶ πῶς ἡ ἀναπνοὴ γίνεται, καὶ τί τὸ ἐνερ‐ γοῦν μόριον· καὶ πῶς ἄλλοτε μεγάλη, καὶ ἄλλοτε μικρὰ, ἢ μέσως ἔχουσα φαίνεται· καὶ δεῖ εἰδέναι ὅτι τὴν κατὰ φύσιν καὶ ἀβίαστον ἀναπνοὴν, τὸ λεγόμενον διάφραγμα ἀπεργάζεται· | |
30 | ἔστι δὲ τὸ διάφραγμα ὑμὴν περιζωννύων ὅλα τὰ σπλάγχνα· | 87 |
88 | διαχωρίζει δὲ τὰ θρεπτικὰ μόρια ἀπὸ τῶν ἀναπνευστικῶν· εἰ δέ ἐστι συντεταμένη ἀναπνοὴ, τότε καὶ οἱ μεσοπλεύριοι μῦες ἐνεργοῦσι· καὶ ὥσπερ ἐν τῷ ἠρέμα ἡμᾶς βαδίζειν, ἐνεργεῖ διάφραγμα τὴν κατὰ φύσιν ἀναπνοὴν, οὕτως ἐν τῷ ἐπιτετα‐ | |
5 | μένως βαδίζειν, τὴν ἐπιτεταμένην ἀναπνοήν· ἐπεὶ δὲ οὐκ ἐξ‐ αρκεῖ μόνον τὸ διάφραγμα ἀναπληρῶσαι τὴν χρείαν, ἐνεργοῦσι καὶ οἱ μεσοπλεύριοι μῦες, ὥσπερ ἐπὶ τῶν ὀξέως βαδιζόντων· εἰ δὲ ἐπιπλέον ἔτι ἐστὶν ἐπιτεταμμένη καὶ βεβιασμένη ἡ ἀναπνοὴ, ἐπειδὴ τότε οὐκ ἐξαρκοῦσι τό τε διάφραγμα καὶ οἱ | |
10 | μεσοπλεύριοι μῦες ἀναπληρῶσαι τὴν χρείαν, τότε καὶ οἱ ὑψη‐ λοὶ λεγόμενοι μῦες ἐνεργοῦσιν, ὥσπερ ἐπὶ τῶν τρεχόντων καὶ ἐπιτεταμμένως γυμναζομένων. Ἀξιολογωτάτη δέ ἐστιν ἡ ἀναπνοὴ τῶν ἐνεργειῶν τοῦ σώμα‐ τος· μᾶλλον δὲ τῆς ψυχῆς· ἐδείχθη γὰρ ἔμπροσθεν ὅτι πάντα | |
15 | τὰ ὑπὸ μυῶν καὶ νεύρων κινούμενα μόρια, ἐκ τῆς ψυχῆς τὴν δύναμιν τῆς ἐνεργείας λαμβάνει, καὶ ψυχικά ἐστιν· ἀξιολο‐ γωτάτη δέ ἐστιν ἡ ἀναπνοὴ, ἐπειδὴ καὶ ζωογονεῖ καὶ ἀνακτᾶ‐ ται τὸ ἔμφυτον θερμόν· καὶ ὑγιῶς αὐτὴ ἔχουσα, εἰς τὸ ζῆν καλῶς τοῖς ζωοῖς συμβάλλεται· βεβλαμμένως δὲ διακει‐ | |
20 | μένης, σφάλλει τὰ ζῶα, καὶ διαφθείρει αὐτά· γενεσιουργὰ δὲ αἴτια τῆς ἀναπνοῆς τέσσαρα δεῖ ζητεῖν· πονητικόν· ὑλικόν· ὀργανικόν· τελικόν· καὶ ποιητικὸν αἴτιον τῆς ἀναπνοῆς, ἡ δύνα‐ μις τῆς ψυχῆς, ἡ κινοῦσα τοὺς μῦας τοῦ σώματος· ὑλικὸν δὲ, αὐτὸ τὸ εἰσπνεόμενον καὶ ἐκπνεόμενον πνεῦμα· τελικὸν δὲ, ἡ | |
25 | χρεῖα· διττὴ δὲ αὐτή· διὰ μὲν τῆς εἰσπνοῆς, εἰσάγει καθα‐ ρὸν τὸν ἀέρα, καὶ ἐμψύχει τὸ ἔμφυτον θερμόν· διὰ δὲ τῆς ἐκπνοῆς, ἐξάγει τὰ λιγνυώδη περιττώματα. | |
Χρεία δὲ καὶ εἰς θρέψιν τοῦ ψυχικοῦ πνεύματος· ἥτις γίνε‐ | 88 | |
89 | ται διὰ μόνης τῆς ἀναπνοῆς· ἕλκεται γάρ τις ἀέρος μοίρα κατὰ τὰς διαστολὰς τῆς καρδίας εἰς αὐτὴν, καὶ τρέφει τὸ ψυχικὸν πνεῦμα τὸ ἐν τῇ καρδίᾳ· καὶ διαφυλάττει αὐτὸ εἰς τὴν κατὰ φύσιν αὐτοῦ θερμότητα· ὀργανικὸν δέ ἐστιν αἴτιον | |
5 | τῆς ἀναπνοῆς τὸ διάφραγμα, καὶ οἱ μεσοπλεύριοι μῦες, καὶ οἱ λεγόμενοι ὑψηλοί· ὧν κατά τι τρεπομένων συνίσταται δύσ‐ πνοια· τί δέ ἐστι δύσπνοια· καὶ πῶς συνίσταται· καὶ πόσαι ταύτης διαφοραὶ, οὐ τῆς παρούσης σκέψεως εἰπεῖν· μᾶλλον δὲ περὶ τοῦ στήθους διερευνήσωμεν, καὶ περὶ τῆς ἐντεῦθεν ἡμῖν | |
10 | πηγαζούσης εὐεργεσίας. | |
10 | ||
11t | ΚΕΦ. ΙΓ. | |
12t | Περὶ τοῦ Θώρακος. | |
13 | Τὸ στῆθος λέγεται καὶ στέρνον, καὶ θώραξ· εἰ καὶ τινὲς διαιροῦσιν αὐτά· πλὴν στέρνον μὲν, διὰ τὸ στερεόν· καὶ στῆ‐ | |
15 | θος, παρὰ τὸ αὐτό· διότι ἕστηκεν ἀσάλευτον· ἄλλοι δὲ, ὅτι ἐν αὐτῷ τὸ ἡγεμονικὸν ἕστηκεν· ἐξ οὗ καὶ στεῦταί τις λωβῆσαί σε· οἷον, ἐν τοῖς στήθεσι διανοεῖταί τις ἀδικῆσαι ἢ βλάψαι σε· ὡς καὶ παρ’ Ὁμήρῳ, | |
20 | στῆθος δὲ πλήξας καρδίην ἠνίπαπε μύθῳ. (Od. Υ. 17.) ἢ ὅτι δι’ αὐτοῦ, ἢ πλησίον αὐτοῦ, τὰ σιτία διωθεῖται· οἷον σιτίωθος· θώραξ δὲ, οἷον ὠρὸς καὶ φύλαξ τοῦ θερμοῦ, ἢ τῆς ὀρούσης, ἤτοι πηδώσης καρδίας· ἢ τοῦ θείου καὶ ἡγεμονικοῦ τῆς ψυχῆς, τοῦ θυμικοῦ· οἷον θειόραξ· ἢ ἀπὸ τοῦ πᾶν πρᾶγμα | |
25 | κινεῖσθαι διὰ τοῦ περιεχομένου τόπου ὑπὸ τῆς καρδίας, ἡγεμο‐ νικοῦ ὄντος· οἷον, θεώραξ· θώραξ οὖν ὁ δεκτικὸς τῆς τροφῆς τόπος· τὸν γὰρ οἴνων ἐμπιπλάμενον θωρίξασθαι λέγομεν· καὶ Ἱπποκράτης· “λοιμὸν θώριξις λύει·” τὴν πολυπόσιαν λέ‐ γων· ὡς καὶ ἀλλαχοῦ Πίνδαρος διθυράμβῳ· | |
30 | ἀλόγχω ποτὲ θοριχθεὶς ἐπεῖχεν ἀλλότρια· | 89 |
90 | θώραξ δὲ τὸ ὅπλον ἀπὸ τοῦ περιεχομένου τὸ περιέχον παρίστη‐ σιν ἔξωθεν, μετωνυμικῷ τρόπῳ· ὡς καὶ Ὅμηρος, πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων· (Il. Ε. 7.) ἀπὸ τῶν περιεχομένων τὰ περιέχοντα· ἀντὶ τοῦ ἀπὸ τῆς ἀσπί‐ | |
5 | δος καὶ τῆς περικεφαλαίας. Ἔστιν οὖν ὁ θώραξ νευρώδης, καὶ μυώδης, καὶ φλεβώδης, καὶ ἀρτηριώδης, ὀργανικὸν μόριον ὑπὸ τοῦ δημιουργοῦ κατασκευασθεὶς πρὸς τὴν ἐνεργείαν τῆς ἀναπνοῆς· συνδέδεται δὲ ταῖς ὠμοπλά‐ ταις, καὶ ταῖς κατακλεῖσι, καὶ ταῖς πλευραῖς· κατὰ δὲ τὸ | |
10 | πέρας αὐτοῦ κάτωθεν τῶν μαιστῶν, ἐν τῇ μέσῃ συμπέφυκεν αὐτῷ ὁ ξιφοειδὴς λεγόμενος χόνδρος· ἐν ᾧ καὶ τὸ διάφραγμα περιζωννύει τὸ σῶμα, διαχωρίζον τά τε ὑπὸ τὸν θώρακα, καὶ ὑπὲρ τὸν θώρακα σπλάγχνα· ἤγουν τὰ ἀναπνευστικὰ καὶ θρεπ‐ τικὰ μόρια. | |
15 | Ἔστιν οὖν ὁ θώραξ οἰκητήριον μὲν τῆς καρδίας· σύγκειται δὲ αὐτῷ ὄπισθεν μὲν ἡ ῥάχις, ἔμπροσθεν δὲ τὸ στέρνον· ἑκα‐ τέρωθεν δὲ αἱ πλευραί· ἔχει δὲ καὶ δύο κοιλίας, καθὼς εἴρηται ἀνωτέρω· ἃς ἐποίησεν ἡ φύσις, ὥσπέρ τινας δεξαμενὰς εἰς ὑποδοχὴν καὶ φυλακὴν πνεύματος· ἵνα ἐν καίρῳ περιστάσεως, | |
20 | εὑρίσκῃ ἀναψυχὴν ἡ καρδία· πολλάκις γὰρ οἱ ἀναφωνισταὶ τῶν ᾠδῶν λέξεις ἐπὶ λέξεσι συνάπτειν ἐθέλοντες, ἢ μέλη ἐκ μελῶν συντιθέναι, οὐ δύνανται ἀναπνεῖν· ἢ μᾶλλον οὐ βούλονται, διὰ τὸ μὴ θέλειν ἐκπεσεῖν τῆς τοῦ ῥυθμοῦ ἁρμονίας· τούτοις γοῦν ἡ καρδία ἀπὸ τῶν ἐν τῷ θώρακι κοιλοτήτων δέχεται πνεῦ‐ | |
25 | μα, καὶ ἀνακτᾶ ἑαυτὴν, ἕως ἂν ἐκεῖνοι παύσωσι, καὶ τὴν εἰσ‐ πνοὴν ἐπισπάσωνται· τοιαύτη τίς ἐστιν ἡ τοῦ θώρακος οὐσία, ἐνέργειά τε καὶ χρεία. | |
27 | ||
28t | ΚΕΦ. ΙΔ. | |
29t | Περὶ τοῦ Τραχήλου, καὶ τῶν σπονδύλων τῆς Ῥάχεως, καὶ τοῦ | |
30t | νωτιαίου μυέλου. | |
31 | Ἀνέλθωμεν δὲ πρὸς τὸν τράχηλον, καὶ ἴδωμεν τὴν οὐσίαν | |
αὐτοῦ ὁποῖα, καὶ τὴν ἐνεργείαν· εἶτα τὰ μετάφρενα καὶ τὴν | 90 | |
91 | ῥάχιν· ἔπειτα τὰς πλευρὰς, καὶ τὸν ὑπεζωκότα· καὶ τότε περὶ τοῦ πνεύμονος καὶ τῆς καρδίας διασκεψόμεθα· ὁ τράχηλος τοί‐ νυν λέγεται καὶ τένων καὶ αὐχήν· τοῦ δὲ τραχήλου, τὸ μὲν ἔμπροσθεν αὐτοῦ, κατακλεῖδες λέγονται· τὸ δὲ ὄπισθεν, τένων· | |
5 | ἐξ οὗ καὶ τενάντιον· καὶ τράχηλος μὲν λέγεται, ἀπὸ τῆς τρα‐ χύτητος τῶν ἐκεῖσε ὀστῶν· ὀστῶδες γὰρ τὸ μέρος τοῦτο· ἢ παρὰ τὸ δι’ αὐτοῦ ῥεῖν, ἤτοι τρέχειν τὴν τροφήν· οἷον τρόχαλος· αἱ δὲ κατακλεῖδες, ὅτι περικλείουσι τὰ πρὸς τὸ στέρνον, ταῖς ὠμοπλάταις διαρθρούμεναι· ἡ γὰρ κλεὶς διὰ μόνην τὴν τοῦ | |
10 | θώρακος ἐγένετο διάστασιν· διὸ καὶ μόνος ὁ ἄνθρωπος ἐκ πάν‐ των τῶν ἄλλων ζώων ἔχει κλεῖν. Ἔστι δὲ ὅλος ὁ τράχηλος ὀστώδης· σπονδύλους ἀπὸ τοῦ ἰνίου ἔχων, ἀπὸ μυῶν καὶ νεύρων καὶ συνδέσμων περιεχομένους· κατὰ μὲν τὸν τράχηλον ἑπτὰ, κατὰ δὲ τὸν νῶτον δύο καὶ | |
15 | δέκα· κατὰ δὲ τὴν ὀσφὺν πέντε· ὡς εἶναι πάντας κδʹ. ἐσφι‐ γμένοι δέ εἰσι πρὸς ἀλλήλους καὶ τεθειμένοι, συμβολὰς ἔχον‐ τες καὶ ἀποφύσεις ἀκανθώδεις· ἡ δὲ συμβολὴ τούτων, γυγλι‐ σμὸς λέγεται παρὰ τῶν ἰατρῶν· τὴν δὲ τούτων σπονδύλων δύναμιν, καὶ χρείαν, καὶ ἐνέργειαν, ἐν τοῖς ὄπισθεν διεξήλθομεν· | |
20 | λέγεται δὲ ὁ τράχηλος καὶ δειρή· κυρίως μὲν ἐπὶ τῶν τετρα‐ πόδων, διὰ τὸ ἐκεῖθεν ἐκδέρεσθαι· καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν ἀνθρώπων, διότι πᾶν ὃ μὴ δι’ ὅλου ἔστιν ᾧ λέγεται, ἐκ καταχρήσεως ἔχει τὴν κλῆσιν· τὰ δὲ ὑποκάτωθεν τῶν ὠμο‐ πλάτων μετάφρενα λέγονται, ὅτι ἐξόπισθεν τῶν φρενῶν κεῖται· | |
25 | ὅθεν καὶ ὁ Ὅμηρός φησιν, ἧπαρ ὑπὸ πραπίδων, (Il. Ν. 412.) ὅ ἐστι τῶν φρενῶν. Ἡ δὲ ῥάχις ῥῆξις τίς ἐστι, τὰ δεξιὰ τῶν εὐωνύμων διαχω‐ ρίζουσα· ἢ διὰ τραχύτητα τῶν συνεστηκότων αὐτῇ κονδύλων· | |
30 | οἷον, τράχις καὶ ῥάχις· λέγεται δὲ καὶ ἄκανθα, τῷ τὰς ἐκ τῶν | |
κονδύλων ἀποφύσεις ἀκανθώδεις εἶναι· ὁ δὲ Ὅμηρος ἰξὺν αὐτὴν | 91 | |
92 | καλεῖ· ἣν οὐχ οἷον τε κνίσαι ἢ ξύσαι εὐκόλως τῇ ἰδίᾳ χειρὶ, ἀλλ’ ἑτέρων δεῖσθαι εἰς τοῦτο· φησὶ γὰρ κατάκνηστιν μέσα νῶτα πλῆξε.(Od. Κ. 161.) | |
5 | τὸν τόπον ἑρμηνεύων τοῦτο εἴρηκεν· οἳ ὦμοι παρὰ τὸ ὑπομένειν τὰ βάρη τῶν φορτίων εἴρηνται· λέγεται δὲ τὸ μέρος ἐν ᾧ οἱ ὠμοπλάται νῶτος, ἐπειδὴ τῶν ἄλλων νοτίζεται μᾶλλον, καὶ εἰς τοῦτον ὁ ἱδρὼς καταῤῥεῖ· ὡς καὶ Ὅμηρος· κατὰ δὲ νώτιος ῥέεν ἱδρὼς, (Il. Λ. 810.) | |
10 | καὶ “τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας·” καὶ νωτοφόρα ζῶα φαμέν· λέγεται τὸ τοιοῦτον μέρος καὶ ψύη, παρὰ τὸ ψαύω· ἡ ἐπιψαύουσα σὰρξ, καὶ ἐπὶ πολλοῖς οὖσα τοῖς ὀστέοις. | |
12 | ||
13t | ΚΕΦ. ΙΕ. | |
14t | Περὶ τῶν Πλεύρων. | |
15 | Ἐπεὶ δὴ ἡ ψύη, καὶ ὁ θώραξ, καὶ αἱ πλευραὶ συνήρθρωνται καὶ συνδέδενται, καὶ οἷον συγκοινωνοῦσιν ἀλλήλοις ταῖς χρείαις καὶ ἐνεργείαις· οὐδὲν ἄτοπον ἐπισκέψασθαι περὶ αὐτῶν τῶν πλεύρων· αἱ μὲν εἰσὶ μακραὶ, αἱ δὲ κονταί· ἃς καὶ κοντο‐ πλεύρια λέγουσιν, ἢ νόθους πλευράς· εἰσὶ δὲ πέντε αἱ νόθοι· | |
20 | συμφύονται δὲ τῷ τε διαφράγματι καὶ ἀλλήλαις· εἰς χόνδρον τὸ πέρας αὐτῶν ἔχουσαι· αἱ δὲ λοιπαὶ τῶν πλευρῶν καὶ οἱ τῆς ῥάχεως σπόνδυλοι περὶ τὸ στέρνον, τοῦ θώρακος εἰσὶν ὀστᾶ· δώδεκα μὲν ἑκατέρωθεν αἱ πλευραὶ, καθάπερ καὶ οἱ σπόνδυλοι· διήρθρωνται γὰρ ἑκάστη πρὸς ἕνα, τὰ δὲ τοῦ στέρνου συνήρ‐ | |
25 | θρωνται ἀλλήλοις· ἑπτὰ δὲ τὸν ἀριθμὸν εἰσίν· ὅσαι καὶ αἱ πρὸς αὐτὸ διαρθρούμεναι πλευραί· ὡς εἶναι τὰς πάσας εἴκοσι | |
τέσσαρας· δώδεκα καθ’ ἑκάτερον μέρος συναρθρούμενας· τὰς | 92 | |
93 | μὲν δώδεκα, τοῖς δώδεκα σπονδύλοις τοῦ νώτου, τὰς δέ γε πέντε, τῇ ὀσφύϊ· αἱ δὲ ἑπτὰ, τῷ στέρνῳ κάθως εἴρηται. Ταύτας δὲ τὰς ἑπτὰ ὑποζωννύει καὶ ὑπαλείφει τις ὑμὴν κοινὸς, ὃς ἀπὸ τῆς χρείας ὑπεζωκὼς ὠνόμασται· ἐγένετο δὲ | |
5 | οὗτος ὁ ὑμὴν παρὰ τῆς προνοίας· ἵνα μὴ τῷ πνεύμονι ἀμέσως ὁμιλοῦσα, τῶν ὀστῶν ἡ οὐσία σκληρὰ καὶ ἀντίτυπος οὖσα, ἀνιᾶ αὐτὸν καὶ ἐπιπλήσσῃ τῇ προσψαύσει· εἰσὶ δὲ καὶ κατὰ τὰς λοιπὰς πλευρὰς μεσοπλεύριοι μύες, οὓς καὶ φρένας καλοῦσι· διὰ τὸ φρενητιᾶν τοὺς ἀνθρώπους, ἐκείνων φλεγμαινόντων. | |
10 | οὐδὲν γάρ ἐστι πλευρίτις, εἰ μὴ φλεγμονὴ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος. Τινὲς δὲ τὸ διάφραγμα καὶ τὸν ὑπεζωκότα ἕνα ὑπέλαβον εἶναι ὑμένα· οὐκ ἔστιν δέ· ἄλλο γὰρ ἐκεῖνος, καὶ ἄλλο οὗ‐ τος· ἐκεῖνος μὲν γὰρ διαχωρίζει τά τε ἐν τῷ θώρακι, καὶ τὰ | |
15 | ὑπὸ τὸν θώρακα σπλάγχνα· καὶ τὴν ἀναπνοὴν ἐνεργεῖ, καθὼς ἔφθην εἰπών· οὗτος δὲ τὰς πλευρὰς ὑποζωννύει· καὶ τὸν πνεύ‐ μονα διαφυλάττει τῆς τούτων βλάβης· τὸν δὲ τοῦ διαφράγμα‐ τος ὑμένα περίπεπλον λέγουσι· διὰ τὸ περιειλεῖσθαι αὐτὸν τοῖς σπλάγχνοις· ἢ πέπλον, διὰ τὸ ὑφαπλοῦσθαι· ἢ πάτος | |
20 | ἀπὸ τοῦ πεπῆχθαι, καὶ οἷον συνέσφιχθαι· διὸ καὶ ὁ Καλλί‐ μαχος οὕτως ἔφη· Ἥρης ἁγνὸν ὑφηνέμεναι τῇσι μέμηλε πάτος. Εἰσὶ δὲ κατὰ σχῆμα αἱ πλευραὶ οὐχ ὅμοιαι· ἀλλ’ αἱ μὲν | |
25 | ἐπικαμπεῖς, αἱ δὲ ἀνανεύουσαι πρὸς τὸ στέρνον· τὸ τέλος ἔχου‐ σαι χόνδρον ἀλλ’ οὐκ ὀστοῦν· στρογγύλαι μὲν ἔνθεν, ἐκεῖθεν δὲ πλατεῖαι· ἐναποδέουσαι ἀλλήλαις, καὶ ἐναπομένουσαι· εἴρηνται δὲ πλευραὶ, ὅτι πλήρεις εἰσὶ μυελῶν ἀναμυχωτοί· ἢ οἷον πολυ‐ ευραὶ, ὡς πλατεῖαι καὶ χώραν πολλὴν διακατέχουσαι· ἢ πολυ‐ | |
30 | ωραὶ οὖσαι, ὡς φυλάσσουσαι καὶ περιέχουσαι τὸν πνεύμονα, | 93 |
94 | τὴν καρδίαν, καὶ τὴν γαστέρα· ἀπὸ τοῦ ὡρεῖν, ἤγουν φυλάτ‐ τειν· καὶ κηπωρὸς, καὶ θυρωρὸς ἐξ αὐτοῦ· ὡς καὶ Ἡσίοδος· Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἴσον ἑαυτῇ Οὐρανὸν ἀστερόεντα· ἵνα μιν περὶ πάντα καλύπτῃ. (Th. 126.) | |
5 | καὶ τὸ περιέχειν δὲ αὐτὸ ἐκ τοῦ φυλάττειν· ὅς μοι κῆπον ἔχει πολυδένδρεον· (Od. Δ. 737.) τὸ γὰρ ἔχει ἀντὶ τοῦ φυλάττειν κεῖται· καὶ τὸ ἔχει δέ τε κίονας αὐτὸς (Od. Α. 53.) μακράς· | |
10 | καὶ τοῦτο ἀντὶ τοῦ περιέχει· οὕτως μὲν οὖν ἡ ῥάχις τῷ στέρνῳ, καὶ αἱ πλευραὶ συνδέδενται καὶ συνήρθρωνται, ἵνα πρός τε κίνησιν καὶ κάμψιν, καὶ ἀντανακλασμὸν, καὶ σύντονον βάδισιν, καὶ δρόμον, καὶ κάθισμα ἄλληλαι ἀλλήλαις αἱ ἁρμονίαι συν‐ έρχωνται· καὶ τὴν καθ’ ὁρμὴν κίνησιν, καὶ ἐπιτετεχνασμένην, | |
15 | ἐκτελεῖν δυνάμεθα· μόνος γὰρ ἄνθρωπος πρὸς δύο γωνίας ὀρθὰς κάμπτει τὰ σκέλη, κατά τε τὸ ἰσχίον καὶ τὴν ἰγνύν· τὴν μὲν ἐπὶ τὰ ἔνδον, τὴν δὲ ἐπὶ τὰ ἔξω. | |
17 | ||
18t | ΚΕΦ. ΙΖ. | |
19t | Περὶ τοῦ Πνεύμονος καὶ τῆς Καρδίας. | |
20 | Ἐπεὶ οὖν ὁ θώραξ συμπεριέχει τὸν πνεύμονα καὶ τὴν καρ‐ δίαν, σκεψώμεθα καὶ ὡς ταῦτα διάκειται· τοῦ θώρακος ἔσωθεν ὁ πνεύμων ἐστὶν, ἐμπεριέχων τὴν καρδίαν, καὶ οἷον ἐπικαλύπτων αὐτήν· ἔστι δὲ ἀρτηριώδης καὶ πολύπορος· ὑπὸ τῆς φύσεως κατεσκευασμένος πρὸς τὴν ἐνέργειαν τῆς ἀναπνοῆς· λεπτὸς καὶ | |
25 | κοῦφος, καὶ μανὸς, πρὸς τὸ εἰσάγειν καθαρὸν ἀέρα, καὶ ῥιπίζειν τὸ ἔμφυτον θερμὸν ἐν τῇ καρδίᾳ· ἐξάγειν δὲ πάλιν τὰ λιγνυ‐ ώδη αὐτῆς περιττώματα· καὶ γὰρ οἷον πλέγμα ἐστὶν ὁ πνεύ‐ μων· συγκείμενον ἐκ τεσσάρων· ἐκ τῆς τραχείας ἀρτηρίας, καὶ ἐκ τῆς λείας, καὶ φλεβὸς παχείας, καὶ τῆς σαρκὸς αὐτῆς | |
30 | ἀφρώδους· ἥτις σὰρξ ἀναπληροῖ δίκην στοιβῆς τὰς μεταξὺ | 94 |
95 | χώρας τοῦ πλέγματος, τῶν τε δύο ἀρτηριῶν καὶ τῶν φλεβῶν· μέσον δὲ αὐτοῦ τὴν καρδίαν περιλαμβάνων, περιψύχει διὰ τῆς εἰσπνοῆς, καὶ παραμυθεῖται αὐτήν· διὰ γὰρ τοῦτο καὶ πνεύμων ἐκλήθη, ὅτι καὶ δοχεῖον ὑπάρχει τοῦ πνεύματος· καὶ ὅτι τῇ | |
5 | καταπνεύσει αὐτοῦ ψύχει τὰ ἔνδοθεν· καὶ τὰ λιγνυώδη περιτ‐ τώματα ἔξωθεν ἀποκρίνει· τρέφεται δὲ καὶ αὐτὸς ὑπὸ αἵματος καθαροῦ· τοῦτο δὲ τὸ τρέφον αὐτὸν αἷμα εἰς τὴν δεξιὰν κοιλίαν τῆς καρδίας προπέττεται, καὶ λεπτύνεται· σομφώδους γὰρ καὶ λεπτῆς ὢν οὐσίας, ὑπὸ λεπτοῦ καὶ καθαρωτέρου αἵματος τρέ‐ | |
10 | φεται· οὐκ ἐδύνατο δὲ οὗτος τὸ παχὺ αἷμα πέψαι, καὶ εἰς οἰκείαν τροφὴν ἀναλῶσαι· διὰ τὸ ἀκίνητον αὐτοῦ, καὶ τὰς πρὸς ἀναπνοὴν ἀσχολίας· διὰ τοῦτο ἐκεῖ λεπτυνόμενον καὶ καθαιρό‐ μενον, πρῶτον τρέφει αὐτὸν μετὰ τῆς ἀερώδους οὐσίας, καὶ οἷον καθαρωτέρας. | |
15 | Πᾶσα δὲ ψύξις, καὶ δυσκρασία, καὶ παχεῖα ἀναθυμίασις ἑλκοῖ τὸν πνεύμονα· διὰ τὸ τῆς οὐσίας αὐτοῦ εὐπαθές· ἀλλὰ καὶ ὁ περιέχων αὐτὸν θώραξ, ὡς νευρώδης, ἑτοίμως πλήττεται ὑπὸ πάσης ψύξεως· ἐπεὶ οὖν μόριόν ἐστιν ἐν ἑαυτῷ περιέχον ὡς εἰπεῖν τὴν ζωὴν τοῦ ἀνθρώπου, λέγω δὴ τὸ ἔμφυτον θερμὸν, οὗ | |
20 | τινος ἐργαστήριον πέφυκεν ἡ καρδία· τοῦτο δὲ ἀεὶ χρεία ἐστὶ ῥιπίζεσθαι, ἀναῤῥώννυσθαί τε κατὰ φύσιν· ὅπερ γίνεται διὰ τῆς εἰσπνοῆς καὶ ἐκπνοῆς. Αὗται δὲ αἱ κινήσεις ὑπὸ ψυχικῆς δυνάμεως ἐνεργοῦνται τῇ διαστολῇ τοῦ θώρακος καὶ τῇ συστολῇ, καθὼς ἔμπροσθεν εἴρη‐ | |
25 | ται· τούτου χάριν ὁ θώραξ, ὡς περιεκτικὸς τῆς ἐν ἡμῖν ζωῆς, πολλοῖς μυσὶν ἐτιμήθη καὶ συνεστάθη· καὶ δῆλον ὅτι πολλῶν ὄντων τῶν μυῶν, πολλὰ καὶ τὰ νεῦρα ἐστὶ, τὰ χορηγοῦντα αὐ‐ τοῖς τὴν κινητικὴν δύναμιν· τὰ οὖν νεῦρα ὑπὸ φλεγματικοῦ, καὶ παχέος, καὶ γλίσχρου τρεφόμενα χυμοῦ, ἑτοίμως ὑπὸ τῆς | |
30 | ψυχρότητος, καὶ ἐμφράττεται, καὶ πλήττεται. | |
Διὰ ταῦτα, καὶ φλέβες, καὶ ἀρτηρίαι, καὶ νεῦρα, καὶ σύν‐ | 95 | |
96 | δεσμοι, καὶ χόνδροι, καὶ πιμελὴ ἐν τῷ θώρακι, ἵνα καὶ θερμό‐ τητα τὴν δέουσαν χορηγῶσι, καὶ τὰς τῆς ψύξεως ἀπείργωσι βλάβας, καὶ τὰς παρ’ ἀλλήλων ὠφελείας καρπῶνται· ἡμῖν γὰρ φλὲψ τροφὴν χορηγεῖ τῷ νεύρῳ, καὶ τῇ ἀρτηρίᾳ, καὶ τοῖς | |
5 | λοιποῖς μορίοις τοῦ θώρακος· μᾶλλον δὲ τοῦ παντὸς σώματος· ἡ δὲ ἀρτηρία μεταδίδωσι τῇ φλεβὶ καὶ τοῖς ἄλλοις θερμασίας φυσικῆς, καὶ ζωτικοῦ πνεύματος· τὸ δὲ νεῦρον αἴσθησιν παρ‐ έχει αὐταῖς τε, καὶ τῷ παντὶ σώματι· πολλὴν δὲ καὶ παρὰ τῆς καρδίας τὴν φυσικὴν θερμότητα ὁ θώραξ λαμβάνει, ὡς οἶκος | |
10 | ὑπάρχων αὐτῆς. Ἔστι δὲ ἡ καρδία νευρώδης, καὶ μυώδης, καὶ φλεβώδης· ἔχουσα καὶ ἀρτηρίας, καὶ δύο κοιλίας κατ’ ἀμφότερα μέρη αὐτῆς· ἐν αἷς γεννᾶται τὸ ἔμφυτον θερμὸν, καὶ τὸ ζωτικὸν πνεῦμα· ἐμπέφυκε δὲ αὐτῇ ἡ μεγάλη ἀρτηρία καὶ πρώτη, ἣν | |
15 | ἀορτὴν καλέουσι· δι’ ἧς χορηγεῖται ταῖς ἁπάσαις τοῦ σώμα‐ τος ἀρτηρίαις, ὅτε ζωτικὸς τόνος, καὶ ἡ ἔμφυτος θερμασία· ζωτικὸν δὲ τόνον τὸν σφυγμὸν λέγομεν· τὸν γὰρ σφυγμὸν τῇ καρδίᾳ ἡ τὰ σύμπαντα οἰκονομοῦσα ἐχαρίσατο δύναμις, ἵνα διὰ μὲν συστολῆς, ἐκθλίβῃ καὶ ἐκπυρηνίζῃ τὰ λιγνυώδη αὐτῆς | |
20 | περιττώματα, ἅπερ ἐν αὐτῇ γεννᾶται διὰ τὴν ἄμετρον αὐτῆς θερμασίαν· διὰ δὲ τῆς διαστολῆς, εἰσδέχηται καθαρὸν ἔξωθεν ἀέρα· θερμαινομένης γὰρ αὐτῆς παρὰ φύσιν, εὐθέως καὶ τὸ ζῶον ὅλον παρὰ φύσιν θερμαίνεται, καὶ ψυχομένης ψύχεται. Τέτακται δὲ ἐν αὐτῇ καὶ ἡ τοῦ θύμου δύναμις, τὸ πάθος | |
25 | τῆς ψυχῆς· πάθη δὲ τῆς ψυχῆς λέγομεν, ἐν οἷς αὐτῆς μέν ἐστι πρῶτον ἡ κίνησις, συμπάσχει δὲ αὐτῇ ἡ καρδία, ὡς ὄργανον αὐτῆς· ἡ μὲν γὰρ ψυχὴ ἀθάνατος οὖσα, δῆλον ὅτι καὶ ἀπαθής ἐστι· τὸ δὲ συμπάσχον κινεῖται· καὶ ἢ ἐξ ἔνδοθεν φέρεται, ἢ ἐκτὸς τὸ ἐνοικοῦν τῇ καρδίᾳ πνεῦμα ζωτικόν· καὶ | |
30 | ἐκτὸς μὲν μετὰ συντονίας, ὡς ἐπὶ τῶν θυμουμένων· ἢ μετὰ | |
χαυνότητος, ὡς ἐπὶ τῶν ἡδομένων· ἐντὸς δὲ, ἢ ἀθρόως, ὡς ἐπὶ | 96 | |
97 | τῶν φοβουμένων· ἢ κατὰ βραχὺ, ὡς ἐπὶ τῶν λυπουμένων· οὐκοῦν τῆς καρδίας καὶ ταῦτα, καὶ τὸ θερμαίνειν ἅπαν τὸ σῶμα· ἔστι δὲ τὸ σχῆμα αὐτῆς κωνοειδές. Πυρωδέστερα δὲ οὖσα πάντων τῶν ἐν τῷ σώματι μορίων, | |
5 | καὶ τοῦ πυρὸς ἔλαχεν ἔχειν τὸ σχῆμα· ὥσπερ γὰρ ἐκεῖνο ἀπὸ πλατυτέρας βάσεως ἀρχόμενον τὴν ἄνω χώραν διώκει, ἀεὶ στε‐ νούμενόν τε καὶ εἰς ὀξὺ ἀποκορυφούμενον, οὕτω καὶ ἡ καρδία κωνοειδής ἐστι· κῶνος δέ ἐστι σχῆμα περιαγὲς εἰς ὀξὺ λῆγον· δύναται δὲ τὸ σχῆμα τοῦτο νοεῖσθαι οὕτως· εἴ τις λάβοι κατ’ | |
10 | ἐπίνοιαν πλείονας κύκλους ἐπαλλήλους κειμένους· ὧν ὁ μὲν ὑποκάτω μείζων ἐστὶν, ὁ δὲ ἐπ’ ἐκείνῳ σμικρότερος· εἶτα ὁ τρίτος καὶ ὁ τέταρτος, καὶ οὕτως ἐφεξῆς ἡ μείωσις γίνεται, ἄχρις ἂν εἰς κύκλον σμικρότερον τελευτήσῃ· οὕτω καὶ ἐπὶ τοῦ κώνου· λέγεται οὖν τοῦ τοιούτου σχήματος τὸ μὲν εὐρὺ βάσις, | |
15 | τὸ δὲ στενὸν κορυφή· ἡ τοίνυν καρδία τὸ κωνοειδές ἐστιν ἔχουσα σχῆμα, τὴν δὲ βάσιν οὐκ ἔχει κάτω· ἔμελλε γὰρ ἡ κορυφὴ ἄνω βλέπουσα πολλοὺς ἀτμοὺς θερμοτέρους ἄνω πρὸς τὸν ἐγκέφαλον πέμπειν, καὶ ἀμείβειν τὴν ψυχικὴν κράσιν αὐτοῦ ψυχρότεραν ἐξ ἀρχῆς γεγονυῖαν· νῦν δὲ κεῖται μὲν ἡ βάσις | |
20 | αὐτῆς ὀπίσω καὶ ἄνω· ἡ δὲ κορυφὴ πρόσω καὶ κάτω· διὰ οὖν ταύτην τὴν αἰτίαν θερμαίνουσα τὸ περιστέρνιον, λάσιον αὐτὸ ἀπεργάζεται ταῖς θριξί· διαφέρει δὲ τὸ λάσιον τοῦ δασέος· ὅτι τὸ μὲν δασὺ θεωρεῖται πλήθει καὶ πυκνότητι τριχῶν, τὸ δὲ λάσιον οὐ μόνον τούτοις, ἀλλὰ καὶ μεγέθει· ὥστε εἴ τι μὲν | |
25 | λάσιον, τοῦτο καὶ δασύ· εἴτι δὲ δασὺ, οὐ πάντως καὶ λάσιον· τὸ δὲ ὄνομα ἐτυμολογεῖται παρὰ τὸ κραδαίνω τὸ σείω· ἀει‐ κίνητος γὰρ ἡ καρδία· ὅθεν καὶ μέλλοντος φόβου καὶ ἀγω‐ νίας σημαντική ἐστι πηδῶσα· ὡς καὶ Ὀδυσσεὺς, πολλὰ δέ οἱ κραδίη ποτὶ ὄσσεται ὄλεθρον· (Od. Ε. 389.) | |
30 | καὶ πάλιν, καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος οὐ δέ μοι αὐτῇ | |
θυμὸς ἐνὶ στήθεσσι σιδήρεος ἀλλ’ ἐλεήμων· (Od. Ε. 190.) | 97 | |
98 | ἀλλὰ καὶ ἐνεστῶσαν ἀγωνίαν πείθει, φέρειν ὡς τὸ, τέτλαθι κραδίη καὶ κύντερον ἄλλό ποτ’ ἔτλης· (Od. Υ. 18.) καὶ πάλιν, τῷδε μάλ’ ἐμπείσει κραδίη μένεα τετληυῖα· (Od. Υ. 23.) | |
5 | ἀντὶ τοῦ ἐπείσθη ἐν ἡσυχίᾳ καὶ ὑπομονῇ εἶναι. Ἐξ αὐτῆς οὖν ὡς εἴρηται τὸ ζωτικὸν πνεῦμα, καὶ τὸ καθα‐ ρώτερον καὶ εἰλικρινὲς αἷμα· καὶ ἡ θερμότης ἐπὶ τὸ πᾶν σῶμα διὰ τῶν ἀρτηριῶν ἐγκατασπείρεται· ἡ γὰρ δημιουργὸς φύσις πολλὴν τοῦ ἐν ἡμῖν θερμοῦ ποιησαμένη πρόνοιαν, δυσὶ μορίοις | |
10 | αὐτὸ ἐχαρίσατο τοῖς ἐξαιρέτοις, καρδίᾳ καὶ ἥπατι, καὶ μά‐ λιστα καρδίᾳ· ἐκ τούτων οὖν καὶ τὰ λοιπὰ μόρια μεταλαμ‐ βάνει καὶ ἐπαπολαύει τῆς ἐμφύτου αὐτῶν θερμασίας· ἑκά‐ στου, πρὸς τὸ μέγεθος καὶ τὸ ἀξίωμα τῆς ἐνεργείας, τῆς χορη‐ γίας ταύτης ἀεὶ μεταλαμβάνοντος· ἀναμέμικται δὲ ἐν ταῖς | |
15 | ἀρτηρίαις ἁπάσαις διὰ πολλῶν ὀπῶν ἀναπνεούσων τῷ αἵματι ἡ ἀερώδης οὐσία, καὶ κατ’ αὐτὴν τὴν καρδίαν· δι’ ἧς οἰκειοῦται μὲν τὸ εἰλικρινὲς, ἐξωθεῖται δὲ τὸ αἰθαλῶδες· οὐ μόνον διὰ στόματος καὶ ῥινὸς, ἀλλὰ καὶ διὰ τῶν ἀδήλων πόρων· ἀδήλους δὲ πόρους τὴν διαπνοὴν παντὸς τοῦ σώματος λέγομεν· καθ’ ἣν | |
20 | ἐκ τοῦ βάθους, καὶ τῆς συστολῆς τῶν ἀρτηριῶν, ἀτμοὶ πλεῖστοι διὰ τῆς μανότητος τοῦ δέρματος διεξέρχονται. Μετὰ γοῦν τὸν θώρακα, ἐκ τοῦ ξιφοειδοῦς λεγομένου χόν‐ δρου, ὃς τὸ πέρας ἐστὶ τοῦ ἐπὶ τὰ ὑποχόνδρια μέρους, ἀπὸ τοῦ στέρνου μέχρι τῆς ἥβης καὶ τῶν ταύτης μέρων, ὅπερ καὶ | |
25 | κύστιν καλοῦμεν, ἐπιγάστριον καλεῖται τὸ πᾶν· ὅπερ εἰς τρία διαιρεῖται· εἴστε ἐπιγάστριον, καὶ ὑπογάστριον, καὶ ἦτρον· τὸ μὲν οὖν ὑπογάστριον τὸν ὀμφαλὸν καλοῦμεν· τὸ δὲ ἄνωθεν αὐ‐ τοῦ τὸ μὲν μετέωρον ἐπιγάστριον καλεῖται, ἐπειδὴ ἐπίκειται τῇ γαστρί· τὸ δὲ ἕτερον ὑπογάστριον, ἐπειδὴ ὑποβέβηκεν αὐτῇ· τὸ | |
30 | δὲ τοῦ ὀμφαλοῦ κατωτέρω ἦτρον προσαγορεύομεν· τὸ δὲ ὑποκάτω | |
τῶν διδύμων περίνιον· ὅσα μὲν οὖν εἰς ἐπιγάστριον διηρέθη, τὸν | 98 | |
99 | στόμαχον περιέχουσι καὶ γαστέρα τὴν ἄνω· δεξιώτερα τὸ ἧπαρ καὶ τὸν σπλῆνα ἐν τοῖς ἀριστεροῖς, ἅπερ ἀμφότερα σπλάγχνα καλεῖται, διὰ τὸ διασπᾶν τὴν τροφήν· τὰ αὐτὰ δὲ καὶ ὀργανικά. | |
3 | ||
4t | ΚΕΦ. ΙΗ. | |
5t | Περὶ Στομάχου. | |
6 | Ἔστι δὲ ὁ στόμαχος νευρώδης, ἐργαλεῖον ὀρέξεως καὶ κατα‐ πόσεως, καὶ πρὸς ὑγρὰς καὶ ξηρὰς τροφὰς ἐπιτήδειος· λέγεται δὲ στόμαχος ὅτι τὰ ἀπὸ τοῦ στόματος εἰς αὐτὸν χεῖται· ἄν τε ὑγρὰ, ἄν τε ξηρά· ἢ οἷον σιτόμαχος, ὁ τοῖς σιτίοις μαχόμενος· | |
10 | θλίβουσι γὰρ αὐτόν· ἢ ὁ θλίβων ἔμπαλιν ταῦτα, ἵνα κατα‐ βιβασθῆ· λέγεται καὶ στόμαχος, ὅ ἐστι μηχανὴ τῶν σιτίων· ἄλλοι δὲ ἐκ τοῦ στόμα στόμαχον λέγουσι, διὰ τὸν τὴν μά‐ στακα ἐξ αὐτοῦ δέχεσθαι, τουτέστι τὴν τροφήν· ὡς δ’ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφερῆσι | |
15 | μάστακ’, ἐπήν κε λάβησιν· (Il. Ι. 324.) εἴρηται δὲ καὶ ἐπὶ τοῦ πόματος· ἀλλ’ Ὀδυσσεὺς ἐπὶ μάστακα χερσὶ πίεζε· (Od. Δ. 287.) πῶς δέ ἐστιν ἐργαλεῖον ὀρέξεως, ὦδε σκόπει. Ὁ στόμαχος καθὼς εἴρηται, ὀρέξεως καὶ καταπόσεως ἐργα‐ | |
20 | λεῖον ὑπάρχων, δέχεται τὴν τροφὴν ἐκ τοῦ στόματος· ἔχει δὲ κύτος αὐτὸς πρὸς τὸ πέρας τοῦ ξιφοειδοῦς χόνδρου, εἰς ὃ κατα‐ βιβαζόμενος τίθεται τὰ βρώματα· μετὰ οὖν μικρὸν χρόνον, ἕλκει ἐξ αὐτῶν ἡ γαστὴρ ἤδη τὰ, ἅπερ εἶχε πρότερον μετα‐ πέμψασα τῷ ἥπατι καὶ τοῖς ἐντέροις· τῷ ἥπατι μὲν τὸν χυλὸν, | |
25 | τοῖς ἐντέροις δὲ τὰ σκύβαλα· ἐπεὶ οὖν ἀπεσκυβαλίσθη καὶ ἀπεκρίθη τὰ περιττώματα, καθὼς εἴρηται ἀνωτέρω, ἐτράφη δὲ καὶ πάντα τὰ μόρια τῇ καταλλήλῳ τροφῇ, διεφορήθη ἅπαν τὸ σῶμα ὑπὸ τῆς τοῦ περιέχοντος βάρους βίας· ταύτην γὰρ ἔλαχε τὴν ἀνάγκην πάντα τὰ ἐν γενέσει καὶ φθορᾷ τυγχά‐ | |
30 | νοντα· ὁρᾶται γὰρ τῷ πολλῷ χρόνῳ καὶ λίθος μείων παρὸ ἦν | 99 |
100 | γεγονώς· διεφορήθη οὖν ἅπαν τὸ σῶμα, καὶ μάλιστα τὸ δέρμα τοῦ σώματος, ὡς τῷ πέριξ ἀέρι πλησιέστερον ὁμιλοῦν· εἶτα τροφῆς ἀπορῆσαν, τρέπεται κατὰ τῶν ὑποκειμένων αὐτῷ μυῶν, καὶ ἕλκει τὸ ἀφορισθὲν αὐτοῖς εἰς λόγον τροφῆς· ἐκεῖνοι πάλιν | |
5 | τρέπονται κατὰ τῶν πλησίων· καὶ οὕτως κατὰ τὸ συνεχὲς γίνεται ἡ διάδοσις αὕτη μέχρι τοῦ ἥπατος· εἶτα ἀπορῆσαν τροφῆς τὸ ἧπαρ, ἕλκει τὴν ἐν ταῖς μεσαραϊκαῖς φλεψὶ περι‐ εχομένην· αἳ δὲ ἕλκουσιν ἀπὸ τῆς γαστρός· ἡ δὲ γαστὴρ ἀπὸ τοῦ στομάχου· καὶ ἐπεὶ ἡ τοιαύτη ὁρμὴ μέχρι γαστρὸς καὶ | |
10 | στομάχον κατέληξεν, ἀγγέλλεται τῷ ζώῳ διὰ τῶν νεύρων ἡ ἔνδεια· διά τοι τοῦτο πλείονα νεῦρα αἰσθητικὰ τῇ γαστρὶ καὶ τῷ στομάχῳ ἐδόθη, ἵνα διὰ τοῦ πάθους αἰσθάνωνται τῆς ἐν‐ δείας· καὶ αἰσθανόμενα, ἐπεγείρει τὸ ζῶον εἰς προσφορὰν σιτίου καὶ πόματος· ὅπως ἀντεισαχθῇ ἕτερα πάλιν τῶν δια‐ | |
15 | φορηθέντων. Οὕτως μὲν οὖν ἡ ὄρεξις γίνεται, ἣν καὶ πεῖναν ὠνόμασαν· ἐκ τοῦ στομάχου ἡ γαστήρ· ἐκ τῆς γαστρὸς ἡ σάρξ· ἐκ τῆς σαρκὸς αἱ μεσαραϊκαὶ φλέβες· ἐκ τούτων τὸ ἧπαρ· ἐκ τοῦ ἥπατος πᾶσαι αἱ φλέβες· ἐκ τούτων ἡ κοιλὴ φλέψ· ἐκ ταύ‐ | |
20 | της οἱ μῦες, καὶ αἱ παρακείμεναι σάρκες ἁπλαῖ· ἐκ τούτων τὸ δέρμα τρέφεται· καὶ οὕτως τραφέντα, ἵσταται τῆς ὁρμῆς μέχρι διαπνευσθῆ· διαφορηθέντα δὲ, τὸ ἀνάπαλιν γίνεται· ἐκ τοῦ δέρματος οἱ μῦες ἐνδείας αἴσθησιν δέχονται· ἐκεῖνο γὰρ τὴν τροφὴν αὐτῶν ἀνιμήσατο· οἱ μῦες τῶν σαρκῶν καὶ τῶν | |
25 | φλεβῶν τὴν δαπάνην ἀφήρπασαν· αἱ φλέβες καὶ αἱ σάρκες τοῦ ἥπατος ἥψαντο· τὸ ἧπαρ τὴν γαστέρα ἐπηρέασεν ἤδη· δι’ ἐνδείαν ἡ γαστὴρ τὸν στόμαχον· ὁ στόμαχος μετὰ τῆς γα‐ στρὸς, τὸ ζῶον ὑπὲρ τῆς τροφῆς ἐπανέστησαν· τὸ ζῶον διὰ τὴν βίαν τῆς φύσεως, τροφὰς ἑαυτῷ ἐπενόησε. | |
30 | Καὶ οὕτως μὲν κατὰ τὸ πλεῖστον τοῦ χρόνου ἡ ὄρεξις γίνε‐ ται· ἐν δὲ τῷ χειμῶνι, διεισδῦνον πρὸς τὸ βάθος τοῦ σώματος | |
τὸ ὅλον θερμὸν, διὰ τὴν τοῦ περιέχοντος ψύξιν, καὶ τὴν πύκνωσιν | 100 | |
101 | καὶ ἀδιαπνευστίαν τοῦ σώματος, τὸ ἔμφυτον θερμὸν ὑπερθερμαῖ‐ νόν τε καὶ πλεονάζον, καὶ πᾶσαν τὴν ὑγρότητα καταδαπανὸν, πλείονα τὴν ὄρεξιν ἀπεργάζεται· τοῦτο καὶ Ἱπποκράτης εἰδὼς φησίν· “αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει· ἐν | |
5 | “ταύταις οὖν τῇσιν ὥρῃσι καὶ τὰ προσάρματα πλείω δοτέον·” προσάρματα λέγων τὰ σιτία, ὡς προσφερόμενα τῷ σώματι· ἐξ οὗ καὶ ἄρτος παρὰ τὸ αἴρειν, ὅ ἐστι προσφέρειν καθ’ ἑκάστην· ἡμῶν γὰρ οὗτος τροφὴ καὶ προσθήκη τοῦ σώματος· ἀλλ’ εἰ μὲν τοσοῦτον ἀντεισήγετο ὅσον καὶ διεφορεῖτο, συνέβαινε τὰ | |
10 | ἡμέτερα σώματα ἀναλλοίωτα διαμένειν καὶ μὴ γηρᾶν, μὴ δὲ ὑπὸ τοῦ γήρως πάσχειν· ἐπειδὴ δὲ πλείων μὲν ἡ διαφόρη‐ σις, καὶ ἡ τῶν περιττωμάτων ἀποκάθαρσις, ὀλίγη δὲ ἡ ἐκ τῶν βρωμάτων τροφὴ τῷ σώματι· “τροφῆς γὰρ τὸ τρέφον” καθ’ Ἱπποκράτην· διὰ τοῦτο, κατὰ βραχὺ τῆς ἐν ἡμῶν ὑγρότητος | |
15 | καταδαπανωμένης, καὶ οἷον ξηραινομένου τοῦ σώματος, γηρᾶ τὸ ζῶον καὶ διαφθείρεται, καὶ εἰς ἀδυναμίαν καὶ ἀσθένειαν φέρε‐ ται· οὐ μόνον ὁ ἄνθρωπος, ἀλλὰ καὶ τὰ λοιπὰ τῶν ζώων· αὕτη μὲν τοῦ στομάχου χρεία τε, καὶ ἐνέργεια, καὶ ὀνομασία. | |
18 | ||
19t | ΚΕΦ. ΙΘ. | |
20t | Περὶ τοῦ Ἥπατος. | |
21 | Τὸ δὲ ἧπαρ οὐσία ἐστὶν ἐρυθρὰ σαρκώδης, μύωσιν ἔχουσα τεταμένην ἐν τοῖς δεξιοῖς μέρεσιν, ἐν ᾧ γεννᾶται τὸ αἷμα· ἐξ οὗ ἐκπεφύκασι φλέβες, δι’ ὧν χορηγεῖται τὸ αἷμα πρὸς ἀπο‐ τροφὴν τοῦ παντὸς σώματος· καὶ οὗτος μὲν ὅρος ἥπατος· ἡ δὲ | |
25 | κατασκευὴ αὐτοῦ καὶ ἐνέργεια εἴρηται μὲν καὶ πρῶτον· εἰρή‐ σεται δὲ καὶ νῦν ὀλίγα περὶ αὐτοῦ· ὄργανον γὰρ ὂν τοῦ ἐπιθυ‐ μητικοῦ, δισσῶς ταύτην ποιεῖται· τὴν μὲν ἐν ταῖς τροφαῖς, | |
τὴν δὲ ἐν ταῖς συνουσίαις· καὶ διὰ τῆς μιᾶς, ἀντεισάγει τὸ | 101 | |
102 | λεῖπον τῷ σώματι, διὰ δὲ τῆς ἄλλης, ἀποκρίνει τὸ πλεον‐ άζον. Ἔστιν αὖ φύσει θερμὸν τοῦτο τὸ σπλάγχνον, διὰ τὸ αἵμα‐ τος εἶναι γεννητικόν· οὐ μὴν ἀλλὰ καὶ τῶν ἄλλων χυμῶν· τὰ | |
5 | γὰρ σιτία, κ’ ἂν διαφόρων φύσεων ὄντα τύχῃ, εἰς τὴν γαστέρα διὰ τοῦ στομάχου φερόμενα, πέττεται καὶ ἀλλοιοῦται, χυλὸς γινόμενα μεμιγμένος· τὸ δὲ ἧπαρ ἐκ τῶν μεσαραίων φλε‐ βῶν δεξάμενον, πυροειδέστερον ποιεῖ, καὶ εἰς αἵματος φύσιν δι’ ἕψησιν μεταβάλλει, καὶ τῷ παντὶ σώματι διὰ τῶν φλεβῶν | |
10 | ἐπιπέμπει πρὸς ἀρκοῦσαν διοίκησιν· ὅθεν διὰ μὲν τοῦ τρυγώ‐ δους αἵματος, ὁ μελαγχολικὸς γεννᾶται χυμός· ἐκ δὲ τοῦ ὀῤῥώδους αὐτοῦ, ἡ ξανθὴ χολή· ἐκ δὲ τοῦ ἀφρώδους καὶ πομ‐ φολυγώδους, τὸ φλέγμα· καὶ ὁ μὲν μελαγχολικὸς χυμὸς καὶ τὸ φλέγμα, ὡς βαρύτερα τῶν ἄλλων, ὑφιζάνουσι κάτω· ἡ δὲ | |
15 | ξανθὴ χολὴ, ὡς λεπτομερὲς, τὴν ἀνωτέρω χώραν μεταδιώκει· τὴν μέσην δὲ ἀκριβῶς τὸ αἷμα τάξιν κατείληφε· καὶ ἐν μὲν τοῖς σιμοῖς αὐτοῦ τὸ ἧπαρ μύας ἔχει ὑποκειμένους αὐτῷ, συν‐ εργοὺς εἰς τὴν τοῦ αἵματος ἕψησιν, καὶ τῶν ἄλλων χυμῶν τὴν διάκρισιν· ἐν δὲ τοῖς κυρτοῖς αὐτοῦ, ἡ κοιλὴ φλὲψ δίχα μερι‐ | |
20 | ζομένη, τὸ μὲν ἓν αὐτῆς μέρος πέμπει ἐπὶ τὰ κάτω μέρη, ἐπὶ βουβῶνας, καὶ σκέλη· τὸ δὲ ἕτερον παρὰ καρδίαν, καὶ θώρακα, καὶ κεφαλήν· καὶ διὰ τῆς κλειδὸς περιεχόμενον, περιλαμβάνει αὐτὴν ἔσωθέν τε καὶ ἔξω· εἶτα ἀνιοῦσα αὖθις, συμφύεται ἐπὶ τὰς καρωτίδας, καὶ ἀποσχίζεται, ποιοῦσα τὰς σφαγιτίδας | |
25 | λεγομένας φλέβας, δι’ ὧν τὰ πλεῖστα μόρια τοῦ σώματος ὀργανικὰ τὲ καὶ ἁπλᾶ ἐπαρδεύεται· λέγεται δὲ ἧπαρ, παρὰ τὸ ἐπῆρθαι καὶ κεκυρτῶσθαι· ἢ παρὰ τὸ ἐπαρδεύειν ὅλον τῷ σώματι αἷμα· ἢ παρὰ τὸ ἥδω τὸ εὐφραίνω, ἧδαρ καὶ ἧπαρ· ἐν γὰρ τούτῳ καὶ τὰ τῆς ἡδονῆς, καὶ τὰ τῆς ἐπιθυμίας· ὅτι | |
30 | καὶ Τιτυὸς διὰ τοῦ ἥπατος κολάζεται. | 102 |
103(1t) | ΚΕΦ. Κ. | |
2t | Περὶ τοῦ Σπληνός. | |
3 | Ἄντικρυς δὲ τοῦ ἥπατος ὁ σπλὴν κεῖται, φλεβώδης ὢν καὶ ἀρτηριώδης, καὶ ἀνισόπλατυς· λεπτὰ ἀγγεῖα ἔχων, καὶ πολλὰ | |
5 | μεταξὺ τῶν ἀγγείων θρομβώματα· διὰ τοῦτο ἀραιός ἐστι καὶ σομφός. ἔστι δὲ καὶ ψυχρὸς καὶ ὀξώδης· ἔχων τὴν ὀξύ‐ τητα ταύτην παρὰ τῆς φύσεως· πρὸς τὸ διεγείρειν τὸν στόμα‐ χον εἰς ὄρεξιν τροφῆς· ἀλλὰ καὶ τὴν ἔκκρισιν τοῦ περιττεύον‐ τος χυμοῦ, τοῦ μέλανος, εἰς τὴν γαστέρα χέων, στύφει τε | |
10 | αὐτὴν καὶ τονοῖ, καὶ πρὸς τὰς πέψεις διεγείρει· καὶ πρὸς τού‐ τοις δὲ καὶ καθαίρει τὸ ἧπαρ, ἕλκων τὰ τρυγώδη καὶ θολερὰ τῶν ἐκ τοῦ ἥπατος ἀποῤῥιπτουμένων ὑγρῶν, εἰς οἰκεῖαν τροφήν· διὸ καὶ σπλὴν εἴρηται, παρὰ τὸ ἐπισπᾶσθαι εἰς ἑαυτὸν τὰ φαυλισθέντα τῶν ὑγρῶν. | |
14 | ||
15t | ΚΕΦ. ΚΑ. | |
16t | Περὶ τῆς ἄνω Γαστρός. | |
17 | Ἡ δὲ κοιλία νευρώδης ἐστὶ καὶ πιμελώδης· ὑποδοχεῖον τρο‐ φῆς ὑγρᾶς καὶ ξηρᾶς· πρὸς τὸ πέττεσθαι τὴν τροφὴν ἐν αὐτῇ κατασκευασθεῖσα· ἀπὸ τῆς κοιλότητος τὸ ὄνομα λαβοῦσα· ἢ | |
20 | ἀπὸ τοῦ λεαίνειν καὶ χυλοῦν τὴν τροφήν· λέγεται δὲ γαστὴρ ὅτι περιαγής ἐστι, καὶ γαστρίζει ἡμῖν τὴν τροφήν· ἢ ὅτι γεγάστρηται καὶ πεπλήρωται κορεσθεῖσα· ἢ παρὰ τὸ γῶ τὸ λαμβάνω· ἡ πάντα τὸν βίον μὴ πληρουμένη λαμβάνουσα· ἔστι δὲ οἷον διβάλαντος· τὸ μὲν ἄνω μέρος ἔχουσα στενὸν καὶ | |
25 | ὀρθὸν, καὶ κόλπον μικρόν· διὸ καὶ ῥαδίως εἰς ἔμετον ὁρμᾶ· λέγεται δὲ παρὰ ἰατρῶν ἡ ἄνω κοιλία, μικρὰ, ἡ δὲ κάτω, πλα‐ τεῖα τέ ἐστι καὶ μεγαλόκοιλος· ὡς συναγομένης ἐκεῖ τῆς τρο‐ φῆς· πολλῶν δὲ νεύρων αἰσθητικῶν ἡ γαστὴρ μετέχει, καὶ μάλιστα κατὰ τὸ στόμιον αὐτῆς· ὥστε ἑτοιμότατα τῆς ἐν‐ | |
30 | δείας τοῦ παντὸς αἰσθάνεσθαι, καθὼς κατόπιν ἐδείχθη· ὡς μὴ | 103 |
104 | λιμῷ διαφθαρῇ λεληθότως τὸ ζῶον· καὶ γὰρ ἡ τροφὴ διὰ δύο αἰτίας ἐν ἡμετέρῳ παραλαμβάνεται σώματι· διά τε ἀναπλή‐ ρωσιν τοῦ διαφορουμένου, καὶ πρὸς αὔξησιν τοῦ ἐμφύτου θερ‐ μοῦ· τὸ γὰρ ὀρέγεσθαι ἔργον ἐστὶ φυσικὸν τοῦ στομάχου καὶ | |
5 | τῆς γαστρὸς, μετὰ ψυχικῆς αἰσθήσεως γινόμενον. Τὴν οὖν ἐπεισερχομένην ἔξωθεν τροφὴν ἄμφω ἡ γαστὴρ καὶ τὸ ἧπαρ κοινοεργοῦσιν· ἡ μὲν γὰρ χυλοποεῖ· τὸ δὲ, αὐτὴν ἐξαιματοῖ· οἱ δὲ στοιχειώδεις χυμοὶ ἐν τῷ ἥπατι γεννῶνται κατὰ τὴν εἰρημένην σκέψιν· καὶ ὡς κατὰ φύσιν αὐτῶν ὄντων, | |
10 | ἠξίωσεν αὐτὴ ἡ πρόνοια ἔχειν δοχεῖα· καὶ τῆς μὲν ξανθῆς χο‐ λῆς, ἡ χοληδόχος κύστις ἐστίν· ἥ τις ἐν τοῖς σιμοῖς τοῦ ἥπατος κεῖται· τοῦ δὲ μελαγχολικοῦ χυμοῦ, ὁ σπλήν· τοῦ δὲ ὀῤῥώδους αἵματος, νεφροὶ καὶ οὐρητῆρες, καὶ ἡ οὐρηδόχος κύστις· τοῦ δὲ αἵματος, φλέβες καὶ ἀρτηριαί· τῆς δὲ μελαί‐ | |
15 | νης χολῆς οὐδέν ἐστι δοχεῖον· οὐδὲ γὰρ αὐτὴν οἶδεν ἡ φύσις, ὡς παρὰ φύσιν οὖσαν· ἀλλὰ καὶ ὅταν γεννήθῃ, πᾶσαν μηχα‐ νᾶται κίνησιν, ὥς τε ἐκδιῶξαι αὐτὴν, καὶ ἀποτρέψασθαι πρὸς τὴν κάτω ἔξοδον, διὰ τὸ δριμὺ καὶ ἀνιαρὸν τῆς ποιότητος αὐ‐ τῆς· τὸ δὲ φλέγμα ἐπὶ πάντων τῶν ἔνδοθεν χωρίων κατέσπαρ‐ | |
20 | ται· ἀλλὰ καὶ ἐν τῇ κεφαλῇ διαχεῖται· ὑγρὰ δὲ ἴδια κατὰ τὸν στόμαχον καὶ τὸν θώρακα εἰσίν. Ἐκκρίνεται δὲ τὰ μὲν παχέα καὶ φλεγματικώτερα κάτω, τὰ δὲ λεπτὰ, καὶ ἀποιότερα, καὶ χυμώδη, διὰ τοῦ στόματος ἐκπτύεται· διά τε ἀναχρέμψεως, καὶ ἀποχρέμψεως· ἄλλο δέ | |
25 | ἐστιν ἀνάχρεμψις, καὶ ἄλλο ἀπόχρεμψις· ἀνάχρεμψις μὲν, ἡ νίκα δι’ ὑπερώας ἔλθῃ τὸ ἐμούμενον ἢ ἀποπτυόμενον ἀπὸ τοῦ στομάχου καὶ τῆς γαστρός· ἀπόχρεμψις δὲ, ἐπὶ τῇ καθάρσει τοῦ λάρυγγος, καὶ τῆς τραχείας ἀρτηρίας· πῶς δὲ ἐπίκειται αὐτῇ τὸ ἧπαρ, καὶ ζέσιν δίδωσι· καὶ πῶς ἐστι κοινοεργὴς μετ’ | |
30 | αὐτοῦ, ἤδη λέλεκται· πῶς δὲ τοῖς ἐντέροις αὐτὴ μεταδίδωσιν, | |
ἐντεῦθεν ἀρκτέον. | 104 | |
105(1t) | ΚΕΦ. ΚΒ. | |
2t | Περὶ τοῦ Οἰσοφάγου καὶ τῆς Τραχείας ἀρτηρίας. | |
3 | Δεῖ γὰρ εἰδέναι ὅτι τὸ στόμα δεξάμενον τὴν τροφὴν μασ‐ σᾶται αὐτὴν, καὶ κατατέμνει, καὶ καταλεαίνει διαφόροις ὀδοῦσι | |
5 | χρησάμενον, καὶ παραπέμπει τῷ οἰσοφάγῳ· ὁ δὲ οἰσοφάγος μέσος κεῖται τοῦ λάρυγγος καὶ τῶν σπονδύλων· διαδέχεται δὲ αὐτὸν τὸ κύτος τῆς γαστρὸς, ἐν ᾧ τὰ σιτία περιεχόμενα πέττεται καὶ χολοποιεῖται· καὶ τὰ διάφορα εἰς μίαν μετα‐ βάλλεται ἰδέαν· μετὰ δὲ τὴν γαστέρα, τὰ ἔντερα διαδέχεται, | |
10 | μέχρι τῆς ἥβης καὶ τῆς ἕδρας κυκληδὸν κείμενα, ἐν ᾗ ὁ μῦς τοῦ σφιγκτῆρος τῆς ἐξόδου τὴν αἴσθησιν δίδωσιν· εἰσὶ δὲ νευρώδη, καὶ φλέβας ἔχοντα· καὶ τὰ μὲν τῶν ἐντέρων συνερ‐ γοῦσι πρὸς τὴν πέψιν τῆς τροφῆς, τὰ δὲ πρὸς ὑποδοχὴν καὶ ἀπόκρισιν τοῦ περιττώματος γεγονότα· δέκα τριῶν πήχεων ὄντα· | |
15 | τῷ ἰδίῳ πήχει μετρούμενα ἕκαστον· εἰσὶ δὲ ἐννέα τάξεις ἐντέ‐ ρων ὑπὸ πιμελώδους χιτῶνος περισκεπομένων καὶ περικρατου‐ μένων· καὶ οὕτως ἕκαστον προσαγορευόμενον· στόμαχος, κοι‐ λία· πυλωρός· ἡ δωδεκαδάκτυλος λεγομένη ἔκφυσις, ἐκ τοῦ κατὰ μῆκος μέτρου τὴν προσηγορίαν ταύτην ἀπολαβοῦσα· | |
20 | λεπτόν· νῆστις· τυφλόν· κῶλον· ἀρχόν· καὶ ἀπευθυσμένον. Ἐκ τούτων τὰ μὲν διακριτικὰ εἰσὶ τῆς τροφῆς, τὰ δὲ ὑπο‐ δεκτικά· τὰ δὲ παροδευτικὰ, τὰ δὲ ἀποκριτικά· καὶ διακρι‐ τικὰ μὲν εἰσὶ, πυλωρὸς, νῆστις, καὶ τὸ λεπτόν· ἐνταῦθα γὰρ χωρίζεται τὰ χρηστὰ τῶν τροφῶν ἀπὸ τῶν ἀχρήστων· καὶ ὁ | |
25 | μὲν χρηστὸς χυλὸς ἀναδίδοται τῷ ἥπατι πρὸς ἕψησιν, καὶ τὴν τῶν μορίων διατροφήν· τὸ δὲ ἄχρηστον περίττωμα, ἤγουν τὸ ἀποκάθαρμα τῆς τροφῆς, ἡ κόπρος, ἔξω βάλλεται· λέγεται δὲ κόπρος διὰ τὸ χεῖσθαι διὰ τοῦ πόρου, χόπρος τις οὖσα· ἢ οἷον κόπρος· βαρύνει γὰρ τὸ περιττὸν ἐγκείμενον καὶ κοποῖ· | |
30 | ὑποδεκτικὰ δὲ τῶν ἐντέρων εἰσὶν, ὥσπερ τὸ τυφλόν· παροδευ‐ | 105 |
106 | τικὰ δὲ, ὥσπερ τὸ κῶλον· τὸ δὲ κῶλον λέγεται καὶ κῶλος παρὰ τὴν κοιλότητα· ἀποκριτικὰ δὲ, ὥσπερ τὸ ἀπευθυσμένον· γίνεται δὲ τούτων ἡ κατ’ εὐθεῖαν διαδοχὴ ἀπὸ τῆς γαστρὸς, οὕτως· ἀπὸ τῆς γαστρὸς τῆς κάτω, δέχεται τὸ περίττωμα ἡ | |
5 | δωδεκαδάκτυλος ἔκφυσις· ἣν καὶ μέρος τῆς γαστρός τινες ἐνό‐ μισαν εἶναι· μετὰ δὲ τὴν δωδεκαδάκτυλον, ἔστιν ἡ νῆστις· νῆστις δὲ ἐκλήθη, διότι κεῖται πλησίον τινῶν φλεβῶν λεγο‐ μένων μεσαραίων, αἳ ἀνιμῶνται αὐτοῦ φυσικῶς τὸν χυλόν· ὡς εὑρίσκεσθαι τὸ τοιοῦτον ἔντερον ἀεὶ κενόν. | |
10 | Μετὰ δὲ τοῦτο τὰ λεπτὰ ἔντερα διαδέχονται· εἰσὶ δέ τινες ἕλικες ἐν αὐτοῖς, διὰ τὸ μὴ κεῖσθαι αὐτὰ ἐπ’ εὐθείας· καὶ με‐ ταξὺ τῶν ἑλίκων τούτων, ὑμενώδης οὐσία καὶ πιμελώδης κεῖται· ἣν οἱ ἰδιῶται ἔκλυσιν λέγουσιν· ἐφ’ οἷς ἐποχοῦνται τὰ ἔντερα, καὶ τὰ ἀπὸ τοῦ ἥπατος μικρὰ φλεβία· μετὰ δὲ τὰ λεπτὰ | |
15 | ἔντερα, διαδέχεται τὰ παχέα· ἐν οἷς πρῶτον μέν ἐστι τὸ τυφλὸν, ὃ τὴν κόπρον δέχεται πρῶτον· καὶ ἐπειδὴ οὐκ ἔχει διέξοδον, ἀναῤῥοιβδεῖ τε ταύτην, καὶ οἷον ἀπεμεῖ· καὶ διαδέ‐ χεται τοῦτο τὸ κῶλον· ἀλλὰ τὸ μὲν τυφλὸν ἐν τοῖς δεξιοῖς μέρεσι κεῖται λοξόν· τὸ δὲ κῶλον ἐκ τῶν ἀριστερῶν ὁρμώμενον | |
20 | καὶ ἑλιττόμενον, ἀνώτερον τοῦ τυφλοῦ ἐντέρου ἄνεισι, καὶ φθά‐ νει μέχρι τῆς δεξιᾶς λαγόνος· καὶ αὖθις ὑποστρέφον, κάτεισι παρὰ τὸν ἀριστερὸν βουβῶνα· διὰ τοῦτο καὶ οἱ τὸ κωλικὸν ἔχοντες νόσημα, τῇ τοιαύτῃ εἰλήσει ὀδυνώμενοι, ὄφιν περιπε‐ πλέχθαι αὐτοῖς πολλάκις διϊσχυρίζονται· μετὰ δὲ τὸ κῶλον, | |
25 | τὸ ἀρχὸν τὴν κόπρον λαμβάνον, τῷ ἀπευθυσμένῳ ὡς ἐσχάτῳ μεταδίδωσι· δι’ οὗ ἡ κόπρος ἐξέρχεται· οὐκ ἔτι ἐπεσχομένη διὰ τὸ εὐθὲς τοῦ ἐντέρου· ὅθεν καὶ οὕτως ἐκλήθη. Ταῦτα δὲ πάντα ὑπὸ τῆς γαστρὸς διαβαστᾶται καὶ δια‐ κατέχεται· καὶ γὰρ ἡ δημιουργικὴ δύναμις κηδομένη τῆς γα‐ | |
30 | στρὸς, μύας αὐτῇ πολλοὺς περιέθηκε· καὶ οἱ μὲν κάτωθεν, ἄνω | |
φέρονται· οἱ δὲ ἄνωθεν, κάτω φερόμενοι· καὶ οἱ μὲν ἐπ’ εὐ‐ | 106 | |
107 | θείας κεῖνται· οἱ δὲ ἐγκάρσιοι· εἰσὶ δὲ ἄλλοι λοξοὶ, ἀπὸ τοῦ στέρνου φερόμενοι· οἱ μὲν ἀπὸ τοῦ δεξιοῦ μέρους αὐτοῦ ἐπὶ τὸν ἀριστερὸν βουβῶνα, οἱ δὲ ἀπὸ τοῦ ἀριστεροῦ ἐπὶ τὸν δεξιόν· ἣν καὶ ὁ ἐπίπλους, καὶ τὸ περιτόναιον διασκέπουσι, καὶ διαθερ‐ | |
5 | μαίνουσι, καὶ δυναμοῦσι πρὸς τὴν τῶν ἐντέρων, καὶ τῆς ἐν αὐτοῖς ὕλης, ἀναβάσταξιν καὶ ὀχύρωσιν. Ὁ δὲ περὶ τὴν ἕδραν μῦς, ὃν καὶ σφιγκτῆρα ὀνομάζουσιν, ἢ πρωκτὸν, συνέχει τοῦ ἀπευθυσμένου τὴν ἐσχατίαν· ἐξ ἧς τὰ πνεύματα, καὶ τὰ περιττὰ πάντα ὠθοῦνται· τοῦ εἰρημένου ὑπο‐ | |
10 | χωροῦντος σφιγκτῆρος· καὶ σφιγκτὴρ μὲν λέγεται, ὅτι περι‐ σφίγγει, καὶ οἷον σειροῖ τὸ ἔντερον καὶ δεσμοῖ, ἵνα μὴ ἄκοντες προΐωμεν, ἐν οἷς οὐ δεῖ, καὶ ὅτε οὐ δεῖ· πρωκτὸς δὲ, οἷον προ‐ ακτὸς, παρὰ τὸ δι’ αὐτοῦ προΐεσθαι τὸ περίττωμα· ἐπειδὴ δὲ διὰ τῶν ἐντέρων φέρονται διάφοροί τινες καὶ δριμεῖς χυμοὶ ἐκ | |
15 | τῶν περιττωμάτων, ἐπετήδευσεν ἡ φύσις πιμελώδη τινὰ καὶ φλεγματικὴν ὕλην καὶ περιεγάνωσε, καὶ οἷον ἐπέπλασεν αὐτὰ, ἵνα πρόβολον τινὰ ἔχωσι καὶ ἀπάντημα, πρὸς τὸ μὴ ῥαδίως ὑπὸ τῆς διερχομένης δριμύτητος δάκνεσθαι καὶ ὀδυνᾶσθαι, καὶ συν‐ οδυνᾶν τὸν ἄνθρωπον· τοῦτο γοῦν καὶ ἐπὶ τῆς γαστρός ἐστιν | |
20 | ἰδεῖν, καθὼς ἔφθην εἰπὼν, ὅτι πανταχόθεν περίκειται αὐτῇ τὸ ἔπιπλον καὶ τὸ περιτόναιον πρὸς φυλακήν· καὶ πάλιν ἔσωθεν, ἐν ᾧ τὰ περιττώματα κεῖται, ἐπεπλάσθη καὶ αὐτὴ, καὶ περι‐ εγανώθη ὁμοίως τοῖς ἐντέροις, διὰ τὴν εἰρημένην αἰτίαν. Γινώσκουσα ἡ δημιουργικὴ, μᾶλλον δὲ κηδεμονικὴ φύσις, | |
25 | ὅτι τὰ νευρώδη μόρια ὑπὸ δριμύτητος τινὸς δακνώμενα ὀδυνᾶ‐ ται, καὶ συνοδυνᾶ τῇ αἰσθήσει, τὴν εἰρημένην ἐτεχνάσατο γάνω‐ σιν· πάλιν δὲ ἐπιμελουμένη τοῦ ζώου, πόρους ὀχετηγοὺς κατεσκεύασε, δι’ ὧν καθαίρεται τὰ περιττὰ καὶ τρυγώδη τοῦ σώματος· ἐπειδὴ γὰρ οἶδεν ὅτι ἡ λαμβανομένη τροφὴ, εἰ καὶ | |
30 | πᾶσα τῷ ἡμετέρῳ σώματι οἰκεῖα ἐστὶν, ἀλλά τι καὶ περιττω‐ | |
ματικὸν ἔχει, τούτου χάριν τούτους ἐπενοήθη. καθάπερ καὶ οἱ | 107 | |
108 | πόλεων τινῶν ἐπιμελούμενοι, ὀχετοὺς καὶ ἀμάῤῥας καὶ ῥυάκας παρασκευάζουσιν, εἰς λίμνας, ἢ ποταμοὺς, ἢ θαλάσσας τὰ συναγόμενα πέμποντες περιττά. Τριῶν δὲ οὔσων πέψεων, τῆς ἐν γαστρὶ, τῆς ἐν ἥπατι, καὶ | |
5 | τῆς ἐν παντὶ σώματι, τριττὸν ἀνάγκη καὶ τὸ γένος εἶναι τῶν περιττωμάτων· καλεῖται γοῦν τὸ μὲν πρῶτον περίττωμα τῆς τροφῆς, στεῤῥόν· καί ἐστιν κόπρος· ἐκκαθαίρεται δὲ τοῦτο διὰ τῶν ἐντέρων, παρὰ τὸν ὀχετηγὸν τῆς ἕδρας· τὸ δὲ τῆς δευτέρας πέψεως περίττωμα, ὑγρόν ἐστι, καθαιρόμενον διὰ νεύρων καὶ | |
10 | οὐρητήρων· ὀνομάζεται δὲ οὖρον· τὸ δὲ τῆς τρίτης πέψεως περίττωμα, ἔστι τοῦ παντὸς σώματος, καὶ καλεῖται ἱδρώς· καθαίρεται δὲ διὰ τῶν ἀδήλων πόρων· ταῦτα δὲ πάντα γέγονεν, ἵνα μὴ χρονίζοντα σήπηται ἐν τοῖς ἐντέροις, καὶ βλάβην οὐ τὴν τυχοῦσαν ἐπιφέρει τῷ ζώῳ· πᾶσι δὲ τοῖς ἐκκρινομένοις | |
15 | ἀπὸ τοῦ σώματος περιττοῖς συνεκκρίνεται καὶ ζωτικὸν πνεῦμα, ἐν κόπρῳ, ἐν οὔρῳ, ἐν πτύσμασι, καὶ ἐν ἱδρῶτι· ἔντερα δὲ λέγεται ἀπὸ τοῦ ἐντὸς εἰλεῖσθαι· οἷον ἔντελα, τὰ ἐντὸς εἰλού‐ μενα· ἢ ἀπὸ τοῦ δι’ αὐτῶν ῥεῖν τὴν ἀπὸ τῆς τροφῆς περί‐ σειαν· λέγονται δὲ ἔνδινα, ὡς Ὅμηρος· | |
20 | ψαῦσαι ἐνδίνων, (Il. Ψ. 806.) ἔνινα τινὰ ὄντα, τὰ ἐντὸς τῶν ἰνῶν ἢ τῶν μελῶν· καὶ μὴν καὶ χολάδες λέγονται· ὡς τὸ, χῦντο χαμαὶ χολάδες· (Il. Δ. 526.) χολάδες δὲ, διὰ τὸ κατὰ φύσιν δέχεσθαι τὸ χολῶδες περίττω‐ | |
25 | μα· μετὰ δὲ τὰ σπλάγχνα, καὶ γαστέρα, καὶ ἔντερα, ὁ τόπος, ἐν ᾧ ἀποτελευτῶσιν αἱ νόθοι πλευραὶ, λαγὼν λέγεται, καὶ κενεὼν, καὶ λαπάρα· τὰ μὲν γὰρ πλήσιον τῶν πλευρῶν ὀστέα, λαγόνων ὀστᾶ λέγονται· εἰσὶ δὲ πλατέα· τὰ δὲ ἐπὶ τὴν ἐπίβασιν, ὄπισθέν τε καὶ κάτωθεν, ὀστᾶ ἰσχίων· τὰ δὲ εἰς τὸ πρόσω | |
30 | μέρος ἐντεῦθεν ἀνατεινόμενα, λεπτὰ ὄντα καὶ διατετρημένα, | 108 |
109 | καὶ συμφυόμενα κατὰ τὸ πέρας ἀλλήλοις, ἥβης καλέουσιν ὀστᾶ. | |
2 | ||
3t | ΚΕΦ. ΚΔ. | |
4t | Περὶ τοῦ τόπου τῆς Ἥβης καὶ τοῦ Ἴτρου. | |
5 | Κατὰ γὰρ τὸν τῆς ἥβης χρόνον ἐκεῖσε φύονται αἱ τρίχες· ὅντινα τόπον ἐφήβαιον καὶ ἴτρον ἐκάλεσαν· ἴτρον μὲν διὰ τὸ ἔντερον, ἐκ τοῦ ἵημι τὸ πέμπω, ἴητρον, καὶ ἐν συγκοπῇ ἴτρον· τὸ πέμπον τὸ περίττωμα κάτω· ἐφήβαιον δὲ, διὰ τὸ βαίνειν τὰς τρίχας ἐκεῖ, ὀλίγας τὲ καὶ μικράς· ὥστε μόνον βῆναι· | |
10 | βαιὸς γὰρ ὁ μικρός· ὁ δὲ τῆς ἥβης χρόνος ἀόριστος, διὰ τὴν ἀνισότητα τοῦ ἐν τοῖς ἡβάσκουσιν ἐμφύτου θερμοῦ· καὶ Ἡσίοδος· ἀλλ’ ὅταν ἡβήσειεν, καὶ ἥβης μέτρον ἵκοιτο· (Opp. I. 131.) κενεὼν δὲ καὶ λαπαρὰ τὸ αὐτό· ὡς τὸ, | |
15 | μίαν πόλιν ἐξαλαπάξαι, τουτέστι, τῶν ὑπαρχόντων αὐτῇ κενῶσαι, πολίτων, καὶ πραγμά‐ των· ἢ διὰ τὸ κενὸν εἶναι ὀστέων τὸν τόπον· ἢ διὰ τὴν λά‐ παθον τὴν βοτάνην κενωτικὴν γαστρὸς οὖσαν· λαγὼν δὲ παρὰ τὸ λήγω· ἐκεῖσε γὰρ λήγουσιν αἱ πλευραί. | |
20 | Τοῦτον τὸν τόπον κατωτέρω λαγόνος, βουβῶνας καλοῦσι, τὰ ἔνθεν κἀκεῖθεν τῆς βαλάνου καὶ τῶν διδύμων· τὸ δὲ τῆς βαλά‐ νου ἐξίσης τὴν κύστιν λέγουσι, διὰ τὸ εἶναι ἐκεῖσε τὴν οὐρη‐ δόχον κύστιν· κοινωνία γὰρ ἔρχεται δύο πόρων ἀπὸ τῆς ὀσφύος φυσικῷ νόμῳ, τοῦ ἀπευθυσμένου καὶ τῆς οὐρηδόχου κύστεως· | |
25 | ἥτις δέχεται μὲν τὸ οὖρον ἀπὸ τοῦ νώτου αὐτῆς, ἔξωθεν ἀπὸ τῶν νεφρῶν, διὰ νεύρων καὶ φλεβῶν τῶν λεπτῶν, ὧν ἔχει· ὀξεῖα γάρ ἐστιν εἰς τὸ ἕλκειν· ἐκβάλλει δὲ ἀπὸ τοῦ τραχήλου αὐτῆς, καὶ ἀποκρίνει τὸ οὖρον ἔξωθεν, διὰ τῆς βαλάνου· ἐπεὶ δὲ τὸ λεγόμενον ἀρχὸν ἔντερον ὑπόκειται αὐτῇ, φλεγμαινούσης πολ‐ | |
30 | λάκις αὐτῆς, ἐπίσχεσις γίνεται τῆς κόπρου, οὐχ ἥκιστα δὲ | |
τοῦ οὔρου. | 109 | |
110 | Βουβῶνας δὲ ὠνόμασαν τοὺς εἰρημένους τόπους, ἀπὸ τοῦ συμβαίνοντος οἰδήματος ἐν αὐτοῖς· ἐκ τοῦ βῶ τὸ βαίνω· παρὰ τὸ ἄγαν βαίνειν εἰς ὕψος· βῶ, βὼν, καὶ μετὰ τοῦ βοῦ ἐπιτα‐ τικοῦ μορίου, βουβών· ἐπεὶ γὰρ οὗτος ὁ τόπος ἀδενώδης ἐστὶν, | |
5 | οἱ δὲ ἀδένες φύσει ὑπάρχουσιν ἀσθενεῖς καὶ ἀραιοὶ, ὑπέστρωσε γὰρ αὐτοὺς τοῖς μορίοις ἡ φύσις, εἰς χρείαν μόνην καὶ ὑπο‐ δοχὴν τῶν περιττωμάτων, ὡς ἐπιτηδείους, τηνικαῦτα χυμοῦ ἐμ‐ πίπτοντος αὐτοῖς, μὴ δυνάμενοι τοῦτον ἀποδιῶξαι διὰ τὴν φυσικὴν ἀσθένειαν, ἐπαίρονται εἰς ὄγκον· ἐπεὶ οὖν τοῦτο συχνο‐ | |
10 | τέρως συμβαίνει ἐν τοῖς τόποις τούτοις, εἰκότως τῆς ὀνομα‐ σίας ταύτης τετυχήκασιν· ἡ δὲ κύστις, ἀπὸ τοῦ κεύθειν τὸ οὖρον. Τῶν οὐρητικῶν οὖν ὀργάνων, τὰ μὲν διακριτικὰ εἰσὶ τῶν οὔρων, ἢ ἀγγεῖον, ὥσπερ νεφροί· τὰ δὲ παροδευτικὰ, ὥσπερ τὰ | |
15 | ἐξ ἥπατος ἐρχόμενα πρὸς νεφροὺς ἀγγεῖα· μέχρι γὰρ τῆς ὀσφύος αἱ μεσαραϊκαὶ φλέβες φέρονται· τὰ δὲ ὑποδεκτικὰ, ὥσπερ κύστις· τὰ δὲ ἀποκριτικὰ, ὥσπερ ὁ τράχηλος τῆς κύστεως· καὶ τὰ μὲν αὐτῶν χρείαν μόνην παρέχεται, ὡς τὰ ἀγγεῖα τὰ παροδευτικά· ἐνέργειαν δὲ οὐδεμίαν ἔχει· τὰ δὲ | |
20 | ἐνεργεῖ, ὡς οἱ νεφροὶ καὶ ἡ κύστις· ἐκεῖ γὰρ τὸν πρέποντα κόσμον ἀπολαμβάνει τὸ οὖρον, ὄπισθεν τῆς κύστεως, καὶ βου‐ βῶνος, καὶ λαγόνος. Ὀσφὺς δὲ λέγεται ὁ τόπος, ἐν ᾧ κεῖνται οἱ νεφροί· ἔστιν οὖν ἡ οὐσία αὐτῶν ἀδενώδης καὶ ψαφαρὰ, ὅμοια τοῖς ὄρχεσιν· | |
25 | αἴτιοι δὲ εἰσὶν οὗτοι οἱ νεφροὶ, καὶ τῆς κατὰ τὴν συνουσίαν ὀρέξεως, καὶ τῆς τοῦ αἵματος καθάρσεως· τὸ ὀῤῥῶδες αὐτοῦ ἕλκοντες, καὶ εἰδοποιοῦντες εἰς οὔρων σύστασιν· καθὼς κατόπιν ἐγράφη· νεφροὶ δὲ παρὰ τὸ νείφεσθαι τῷ οὔρῳ, ὅ ἐστι βρέ‐ χεσθαι· ἡ δὲ ὀσφὺς, οἷον ἰσοφὺς, ἡ ἴση πρὸς τὰ ἄνω καὶ τὰ | |
30 | κάτω πεφυκότα τοῖς ὀστοῖς· σπόνδυλοι γὰρ εἰσὶ πέντε τὸν | 110 |
111 | ἀριθμὸν, παχύτατοι τῶν ἄλλων καὶ μέγιστοι· τὸ δὲ τρῆμα τὰ ἔνδοθεν στενὸν ἔχουσι· διότι καὶ ὁ νωτιαῖος μυελὸς κατὰ τὴν ὀσφὺν ἰσχνός ἐστιν· ὅσον γὰρ κατέρχεται, στενοῦται ὁ μυελός· τὰς ἀποφύσεις δὲ οὗτοι οἱ σπόνδυλοι ἄνω νευούσας ἔχουσι· | |
5 | λέγεται καὶ ὀστοφυὴς ἡ ὀσφύς· ὀστώδης γάρ ἐστιν ὅλος ὁ τόπος αὐτῆς· λέγεται καὶ ἰσχίον· ἰσχναίνεται γὰρ οἷον καὶ λεπτύνεται, ὡς πρὸς τὸ ἀνεστηκὸς τοῦ ὅλου σώματος, τοῦτο τὸ μέρος. | |
8 | ||
9t | ΚΕΦ. ΚΕ. | |
10t | Περὶ Ἱεροῦ ὀστέου καὶ περὶ τοῦ Πρωκτοῦ. | |
11 | Τὸ δὲ ἄκρον τῆς ὀσφύος ὀστοῦν πρὸς τὴν ἕδραν ἀνώτερον, ἱερὸν ὀστέον καλεῖται· ἢ ὅτι μέγα ἐστὶν, ἱερὸν δὲ τὸ μέγα· ἢ ὅτι κύριον· παθὸν γὰρ ἀναιρεῖ· ἢ ὅτι ἱερούργουν αὐτὸ τοῖς δαίμοσι κατὰ τὸ ἀρχαῖον οἱ Ἕλληνες. Ἔστι δὲ αὐτὸ ὅμοιον | |
15 | τοῖς εἰρημένοις σπονδύλοις τῆς ῥάχεως· αἱ δὲ εἰς τὸ πλάγιον ἀποφύσεις αὐτοῦ, μεγάλαι τέ καὶ πλατεῖαι, ἔχουσαι κοιλό‐ τητας· καθ’ ἃς ἐπιβέβηκε τὰ τῶν λαγόνων ὀστᾶ· ὑπόκειται δὲ τούτῳ τῷ εἰρημένῳ ὀστῷ ἕτερον ὀστοῦν χονδρῶδες, πλατὺ, μι‐ κρὸν, κόκκυξ ὀνομαζόμενον· ὅπέρ τινες οὐρὰν λέγουσι· οὐ συνε‐ | |
20 | τῶς τοῦτο λέγοντες· ἐπὶ γὰρ τῶν ἀλόγων ζώων τοῦτο καλεῖσθαι χρεών· ὡς καὶ Ὅμηρος ἐπὶ τοῦ λέοντος· οὐρῇ δὲ πλευρὰς καὶ ἰσχία ἀμφοτερώθεν μαστίεται, ἐπὶ δ’ αὐτὸν ἐποτρύνει μαχέσασθαι· (Il. Υ. 171.) κόκκυγα οὖν τὸ ὀστοῦν τοῦτο καλοῦσιν, ὥς φησι Γαληνὸς, ὅτι | |
25 | τὰ ἐξερχόμενα ἐκεῖθεν πνεύματα διὰ τῆς ἕδρας, πρὸς τοῦτο προσκρούοντα κοκκύζει· ἀπὸ μεταφορᾶς τῆς κοκκυζούσης ὄρνι‐ θος· ἢ διὰ τὸ κολλᾶσθαι τῇ ἕδρᾳ· ἵνα μὴ ἐξανοίγοιτο ἐπὶ | |
πλεῖον· ἐκ τούτου δὲ κόλαξ καὶ παράγωγον κόκκυξ· κῶλον | 111 | |
112 | γὰρ καὶ αὐτὸ, ὡς οὐχ ὁλόκληρον· τὸ γὰρ μικρὸν καὶ οὐχ ὁλό‐ κληρον, καὶ Ὅμηρος κῶλον καλεῖ· πάλλ’ αὕτως ἐν χειρὶ κόλον δόρυ. (Il. Π. 117.) ἡ δὲ ἕδρα καὶ δακτύλιος λέγεται, διὰ τὸ δακτύλῳ ἐφικτὸν | |
5 | εἶναι· ἢ ἀπὸ τῆς στρογγυλότητος τοῦ σημαντῆρος· σημαντὴρ δὲ ὁ σφιγκτήρ· διὰ τὸ σημαίνειν αὐτὸν καὶ μηνύειν τὴν ἔξο‐ δον· τινὲς δὲ καὶ τὸ ὀστοῦν τὸν κόκκυγα ἐκ τούτου ἐνόησαν· μηνύτης γὰρ καὶ ὁ ἀλέκτωρ ἡμέρας· ἡ δὲ ἕδρα παρὰ τὸ ἑδραῖον τοῦ τόπου καὶ ἰσχυρὸν, ἢ παρὰ τὸ ἕζω τὸ καθέζομαι, ἐξ οὗ καὶ | |
10 | κάθεδρα. | |
10 | ||
11t | ΚΕΦ. ΚΔ. | |
12t | Περὶ τῶν Διδύμων, καὶ τῆς Βαλάνου, καὶ τῶν ἐν αὐτοῖς σωμάτων. | |
13 | Τὰ περὶ τοὺς διδύμους καὶ αὐτὴν τὴν βάλανον σώματα, οὕτω προσαγορεύονται αἰδοῖα· αἰδούμεθα γὰρ καὶ γυμνῶσαι | |
15 | αὐτὰ, καὶ ὀνομάσαι παρὰ καιρὸν, ἢ σκοπόν· ἡ δὲ βάλανος καὶ καυλὸς λέγεται, καὶ σηραγγῶδες νεῦρον· καὶ ψωλὴ, καὶ κύπρις· τὸ δὲ περικαλύπτον αὐτὴν δέρμα, ποστὴ, καὶ πρόσθεσμα κα‐ λεῖται· ποστὴ μὲν, διὰ τὸ οἷον ἐπικεῖσθαι καὶ προσεθίσθαι δοκεῖν· πρόσθεμα δὲ, παρὰ τὸ ἀλλήλοις ἐν ταῖς συνουσίαις | |
20 | προστίθεσθαι· ἢ διὰ τὸ ἐπὶ τὰ ἐμπρόσθια μέρη εἶναι· βάλανος δὲ, ὅτι κατὰ τὴν ἐμφέρειαν βαλάνῳ προσέοικε· ψωλὴ δὲ, παρὰ τὸ ἐμφυσάσθαι κατὰ τὴν ὄρεξιν τῶν ἀφροδισίων· καὶ ὅτι φυσῶδες φύσει παράπτωμα ἐστίν· ἢ παρὰ τὸ ψῶ, τὸ ἅπτομαι καὶ κνήθω· κνησμὸς γάρ τις ἐστὶ τὸ τῆς ἡδονῆς· σηραγγῶδες | |
25 | νεῦρον, ὅτι ποτὲ μὲν αὔξει, ποτὲ δὲ λήγει σηρούμενον, καθάπερ αἱ σήραγγες· καυλὸς δὲ, ὡς ἐπίμηκες· πᾶν γὰρ ἐπίμηκες αὐλός· προσθέσει οὖν τοῦ κ, καυλός· διὰ τοῦτο δὲ κατεσκευ‐ | |
άσθη ἐπίμηκες, ἵνα ὥσπερ ἐκ σφενδόνης παραπέμπῃ τὴν γονὴν | 112 | |
113 | ἐν τῇ μήτρᾳ ἐπὶ μῆκος, καὶ μὴ ἀπομένουσα ἔξω, ἀτεκνίας αἴτιον γίνηται. Ἔστι δὲ νευρῶδες δι’ ὅλου, μετὰ μυῶν τῇ οὐσίᾳ ἔχον καὶ φλέβας, καὶ χρείας, καὶ ἀρτηρίας· ἡ δὲ χρεία αὐτοῦ διττή· | |
5 | πρός τε ἐξακοντισμὸν σπέρματος· καὶ πρὸς ἀποκένωσιν τοῦ οὔρου· οὖρον δέ ἐστιν τὸ περιήθημα τοῦ αἵματος· ἢ ὀῤῥὸς τῆς συμπάσης τροφῆς. οἱ δίδυμοι καὶ ὄρχεις καλοῦνται καὶ μήδεα· παρὰ τὸ μήδειν καὶ ἄρχειν τῆς γενεᾶς· καὶ Ὅμηρος, μήδεα δ’ ἐξερύσας δώσω κυσί. (Od. Σ. 86.) | |
10 | τὸ δὲ περιέχον αὐτοὺς δέρμα ὀσχεὸς ὠνομάσθη· ἀπὸ τοῦ περι‐ έχειν τὰ ὑπ’ αὐτοῦ περισχόμενα· ὄρχεις φημὶ καὶ παραστάτας, καὶ τὰ σπερματικὰ ἀγγεῖα· καὶ τὸν ἐλυτροειδῆ χιτῶνα, καὶ τοὺς δαρτούς· ταῦτα γὰρ πάντα ὑπὸ τοῦ ὀσχεοῦ περιέχεται· ὄρχεις μὲν, παρὰ τὸ εἰς τὰ ἀφροδίσια παρέχειν τὴν ὄρεξιν· ἢ | |
15 | οἷον ἔρχεις, εἰς οὓς ἔρχεται ἡ γονή· ἔστι δὲ αὐτῶν ἡ οὐσία ἀδενώδης καὶ ψαφαρὰ, πεποιημένη εἰς τὴν τοῦ σπέρματος γόνι‐ μον δύναμιν· οἱ δὲ παραστάται, οἱ καὶ κρεμαστῆρες λεγόμε‐ νοι, ἔκφυσίς ἐστι τοῦ νωτιαίου μυελοῦ τῆς μήνιγγος· σὺν φλεψὶν ἀρτηριώδεσιν ἐν τοῖς διδύμοις καθήκουσαι· δι’ ὧν ἡ τοῦ | |
20 | σπέρματος εἰς τὸ αἰδοῖον γίνεται πρόεσις· σπέρμα οὖν λέγε‐ ται, διὰ τὸ συνεσπαρμένην ἔχειν ἐν ἑαυτῷ τὴν τῆς δυνάμεως τελειότητα, τοῦ γενέσθαι τοίονδε τὸ ζῶον ἐξ ὧν καὶ ἀπεκρίθη. Τὰ σπερματικὰ τοίνυν ἀγγεῖα, φλέβεις εἰσὶν, ἀπὸ τῆς κοί‐ λης φλεβὸς ἐρχόμεναι, ἥτις ἐπίκειται τῇ ῥάχι, ἄνωθεν ἕως | |
25 | κάτω· δι’ ὧν φλεβῶν οἱ δίδυμοι τρέφονται· ἐν ταύταις γὰρ τὸ ὀῤῥῶδες ὑγρὸν πρῶτον τίκτεται, μεταβληθέντος τοῦ αἵματος καθάπερ ἐν τοῖς τιτθοῖς τὸ γάλα· πέττουσιν μὲν οὖν αἱ ἀρτη‐ ρίαι καὶ φλέβες, αἱ οὖσαι ἐν τοῖς διδύμοις, τὸ αἷμα εἰς τὸ | |
ὀῤῥῶδες ὑγρὸν, ἵνα τρέφωνται· ὅτι ἐκ σπέρματος τὴν ἀρχὴν | 113 | |
114 | ἡ γένεσις αὐτῶν ἔσχεν· ὅσα γὰρ ἐκ σπέρματος γεννᾶται, ἐκ τούτου καὶ τρέφεται· καὶ ὅσα ἐξ αἵματος, ἐξ αἵματος· αὗται οὖν ἐκ σπέρματος καὶ γεννῶνται καὶ τρέφονται· καὶ τὸ περιττεῦον αὐταῖς γίνεται γονή. | |
5 | Αἱ φλέβες δὲ αὗται καὶ αἱ ἀρτηρίαι εἰς τοὺς διδύμους ἐμ‐ πίπτουσαι, αἴτιοι τῆς συνουσίας γίνονται τρόπῳ τοιούτῳ· δι‐ ερχόμεναι διὰ τῶν νεφρῶν, ἀρύονται δριμύτητα τινὰ τὴν ἐρεθί‐ ζουσαν τὴν ὄρεξιν· ὥσπερ γὰρ τὸν κνησμὸν ἡ δριμύτης ποιεῖ, οὕτως καὶ τὴν ὄρεξιν ταύτην· ἐπεὶ δὲ τῶν διδύμων ἡ σὰρξ | |
10 | ἁπαλή ἐστι, πλείονα τὴν δριμύτητα δεχομένη ὑπὲρ τὸ δέρμα, ἐμμανῆ ποιεῖ τῆς γονῆς τὴν ἐπιθυμίαν πρὸς ἔκκρισιν. Καὶ πρῶτα μὲν ἀναφέρεται ἡ τοιαύτη γονὴ εἰς τὴν κεφα‐ λήν· πάλιν δὲ ἀπὸ τῆς κεφαλῆς καταφέρεται διὰ δύο φλεβῶν καὶ δύο ἀρτηριῶν εἰς τὸν ὀσχεὸν, καὶ ἐμπίπτει εἰς ἑκατερὸν | |
15 | τῶν διδύμων μία ἀρτηρία τῶν εἰρημένων, καὶ μία φλὲψ πλήρης σπέρματος· καὶ ἐν τούτοις τελείως ἀποσπερματοῦται, καὶ διὰ τοῦ κισσοειδοῦς παραστάτου, ἀπὸ τῶν διδύμων μεταπέμπεται εἰς τὴν βάλανον· κακεῖθεν ἐκκρίνεται μετὰ πνεύματος, ὥσπερ ἐκ σφενδονίστρας τινός· τοῦτο δὲ γίνεται διὰ τὴν εἰρημένην | |
20 | αἰτίαν ἔμπροσθεν· καὶ ὅτι ἀρτηρία ἐστὶν ἡ παραπέμπουσα· ὅτι δὲ ἡ γονὴ πρῶτα εἰς τὴν κεφαλὴν ἀνέρχεται, δῆλον ἐντεῦ‐ θεν· εἰ γάρ τις ἐκτέμνει τὰς φλέβας τὰς παρὰ τὰ ὦτα καὶ παρωτίδας, ἄγονον ἀπομένει τὸ ζῶον. Χιτὼν δέ ἐστι νευρώδης ὅλος, εἰς ὃν διέρχονται τὰ τῆς γονῆς | |
25 | ἀγγεῖα· λεγόμενος ἐρυτρός· κατὰ τοὺς βουβῶνας καὶ αὐτὸς κείμενος, καὶ τοὺς ὄρχεις ἀναβαστῶν· καὶ ἔστι κατὰ μὲν τὰ κυρτὰ τῶν διδύμων καὶ ἔμπροσθεν, ἀπόλυτος· κατὰ δὲ τὰ κοῖλα ὄπισθεν, προσπεφυκὼς τοῖς διδύμοις· ἀπόφυσις δέ ἐστιν οὗτος ὁ ἐρυτρὸς τοῦ περιτοναίου· εἴρηται δὲ περὶ αὐτοῦ ἔμπροσθεν, | |
30 | ὅτι τῇ γαστρὶ καὶ τοῖς ἐντέροις περιτέταται· ἐν δὲ τοῖς κάτω | |
μέρεσιν αὐτοῦ τινὲς ἀποφύσεις εἰσὶν, οἷον κόλποι βαλαντο‐ | 114 | |
115 | ειδεῖς· ὁ μὲν περὶ τὰ δεξιὰ, ὁ δὲ περὶ τὰ ἀριστερὰ, ἐν οἷς οἱ δίδυμοι· ἔσωθεν οὖν εἰς τούτους τοὺς κόλπους ἐμβάλλουσι τὰ εἰρήμενα σπερματικὰ ἀγγεῖα, καὶ κομίζουσι τοῖς ὄρχεσι τὴν γονήν· τούτου δὲ τοῦ ἐρυτροῦ, ἤγουν τοῦ βαλαντοειδοῦς | |
5 | χιτῶνος, ἐκ βίας τινὸς, ἢ βάρους, ἢ πηδήματος, ἢ δρόμου, ἢ φωνῆς, ἢ συκώματος, ἀνοιγόμενον τὸ ἔντερον εἰς τὸν ὀσχεὸν καταφέρεται, διὰ τὸ ἐπικεῖσθαι τῷ ἐρυτρῷ· καὶ γίνεται ἡ λεγο‐ μένη ἐντεροκοίλη· ἐρυτρὸς δὲ ὠνόμασται, παρὰ τὸ ἐρύκω τὸ βοηθῶ· ἐκ τούτου ἔρυκος ὄνομα· καὶ παράγωγον, ἐρυκτὸς ὁ | |
10 | βοηθός· καὶ ἀποβολῇ τοῦ κ, καὶ προσθήκῃ τοῦ ρ, ἐρυτρός· βοηθὸς γὰρ καὶ οὗτος τοῖς ὄρχεσιν, εἴπερ ἐν αὐτῷ κρέμανται· ἢ οὕτως· εὐρὺς, εὐρυτὸς, καὶ ἐξ αὐτοῦ ἐρυτρὸς, ὁ πλατύς· εἰσὶ δέ τινες ὑμένες προσκολλώμενοι τῷ ἐρυτρῷ· καὶ δι’ αὐτοῦ τῷ ἔξωθεν δέρματι, δαρτοὶ προσαγορευόμενοι· οὐ γὰρ ἀμέσως | |
15 | ἐπίκεινται οἱ ὄρχεις τῷ ὀσχεῷ· ἵνα μὴ ῥᾳδίως ψύχωνται ὑπὸ τοῦ κρύους· μὴ δὲ ὑπὸ τῆς θερμότητος ὑποχαλῶσι. Καὶ αἱ γυναῖκες καὶ πάντα τὰ αὐτὰ τοῖς ἀνδράσιν ἔχουσι μόρια· ἀλλ’ ἔνδον, καὶ οὐκ ἔξω· περισσότερον δὲ αὐταῖς μόριον τῶν ἀνδρῶν, ἐν ᾧ βρεφουργεῖται τὰ ζῶα· ἤγουν ἡ μήτρα· ἔχει | |
20 | δὲ δύο κοιλίας, δεξιὰν καὶ ἀριστερὰν, ἐν αἷς ζωοῦται τὰ ἔμ‐ βρυα· φησὶ γὰρ Ἱπποκράτης· “ἔμβρυα τὰ μὲν ἄῤῥενα, ἐν “τοῖσι δεξιοῖσι, τὰ δὲ θήλεα, ἐν τοῖσιν ἀριστεροῖσι·” λέγουσι δέ τινες καὶ πλείονα τῶν δύο τίκτειν αὐτήν· εἰσὶ δὲ περισσοὶ καὶ οἱ μαστοὶ ἐν μεγέθει· καὶ τὸ ἐν αὐταῖς λευκαινόμενον | |
25 | γάλα· τὰ δ’ ἀλλὰ πάντα παραπλήσια, πλὴν τῆς διαφορᾶς τοῦ ἄῤῥενος πρὸς τὸ θῆλυ· τὸ μὲν γὰρ ἔχει ἀῤῥενότητα τινὰ, οὐ μόνον ἐν τοῖς εἰρημένοις παιδουργοῖς μορίοις, ἄλλα καὶ ἐν δυνά‐ μει καὶ θεωρίᾳ, καὶ ἤθει καὶ καταστήματι· τὸ δὲ θηλύτητα ἔχει ἐν τῇ τοῦ σώματος καταστάσει, καὶ τῇ φυσικῇ ἀσθενείᾳ, | |
30 | καὶ τῷ ὅλῳ συγκρίματι· ὅτι δέ ἐστι διαφορὰ τίς τοῦ ἄῤῥενος | |
πρὸς τὸ θῆλυ, καὶ φυσικὴ, μαρτὺς ὁ φοῖνιξ· λέγουσι δέ τινες | 115 | |
116 | τὴν ἀῤῥενότητα τοῖς ἀνδράσιν ἐν τοῖς ὄρχεσιν ἔχειν· ὅτι ἀποτμηθέντων αὐτῶν θηλύνονται, καὶ γυναιξὶ παραπλήσιοι γί‐ νονται· μήτε γένειον φέροντες, μήτε τὴν φυσικὴν δύναμιν ἔχοντες τῆς παιδοποιΐας· διὸ καὶ ἀμφιβόλους τῷ γένει αὐτοὺς | |
5 | ὁ Θεολόγος καλεῖ· ἀμείβεται δὲ αὐτοῖς καὶ τὸ τῆς φωνῆς ἀν‐ δρεῖον, καὶ ὑπουργοῦσι τὰ πολλὰ παραπλησίως ἐκείναις. | |
6 | ||
7t | ΚΕΦ. ΚΕ. | |
8t | Περὶ Χειρῶν. | |
9 | Τὰ μὲν οὖν τῶν μηρῶν καὶ ποδῶν τε ἀφέντες μόρια, ἐπὶ | |
10 | τὰ τῶν χειρῶν τρεψώμεθα, ἀπὸ τούτων τε πάλιν κἀκεῖνα σκε‐ ψώμεθα· τοῖς μὲν γὰρ ἄλλοις πᾶσι ζώοις τὰ ἔμπροσθεν κῶλα τοῦ σώματος πόδες εἰσί· διότι τὸ κεκυφὸς ἐδεῖτο τοῦ ὑπερεί‐ δοντος· ἐπὶ δὲ τῆς τοῦ ἀνθρώπου κατασκευῆς χεῖρες τὰ κῶλα ἐγένοντο· τῷ γὰρ ὀρθίῳ τοῦ σχήματος αὐτάρκες ἦν πρὸς τὴν | |
15 | χρείαν, μία βάσις διπλοῖς ποσὶν ἐν ἀσφαλείᾳ τὴν βάσιν ἐρεί‐ δουσα· ἀλλὰ καὶ τῇ τοῦ λόγου χρείᾳ συνεργός ἐστιν ἡ τῶν χειρῶν ὑπουργία· καί τις ἴδιον τῆς λογικῆς φύσεως τὴν τῶν χειρῶν ὑπηρεσίαν εἰπὼν, οὐ τοῦ πρέποντος ἁμαρτήσει· “Οὐ “μόνον πρὸς τὸ κοινὸν τοῦτο καὶ πρόχειρον ἀποτρέχων τῇ δια‐ | |
20 | “νοίᾳ· ὅτι γράμμασι τὸν λόγον διὰ τῆς τῶν χειρῶν εὐφυιΐας “ἐνσημαινόμεθα· ἔστι γὰρ καὶ τοῦτο λογικῆς χάριτος, τὸ “φθέγγεσθαι διὰ γραμμάτων ἡμᾶς· καὶ τροπόν τινα διὰ “χειρὸς διαλέγεσθαι, τοῖς τῶν στοιχείων χαρακτῆρσι τὰς “φωνὰς ἐναρμόζοντες· ἀλλ’ ἐγὼ πρὸς ἕτερα βλέπων,” φησὶν | |
25 | ὁ Νύσσης Γρηγόριος, “συνεργεῖν φημὶ τὰς χεῖρας τῇ ἐκφω‐ “νήσει τοῦ λόγου· εἰ γὰρ καὶ μυρίας ἐστὶν ἀπαριθμήσασθαι “τὰς κατὰ τὸν βίον χρείας, πρὸς ἃς τὰ εὐμήχανα ταῦτα καὶ “πολυαρκῆ τῶν χειρῶν ὄργανα χρησίμως ἔχει, πᾶσαν τέχνην, “καὶ πᾶσαν ἐνέργειαν, τὴν κατὰ πόλεμον καὶ εἰρήνην, σαφῶς | |
30 | “μετιόντα· ἀλλάγε πρὸ τῶν ἄλλων τοῦ λόγου χάριν διαφε‐ | |
“ρόντως προσέθηκεν αὐτὰς τῷ σώματι ὁ Κύριος· εἰ γὰρ | 116 | |
117 | “ἄμοιρος τῶν χειρῶν ὁ ἄνθρωπος ἦν, πάντως ἂν αὐτῷ καθ’ “ὁμοιότητα τῶν τετραπόδων, καταλλήλως τῇ τῆς τροφῆς τῇ “χρείᾳ, διεσκεύαστο τοῦ προσώπου τὰ μόρια· ὥστε προμήκη “τὴν μορφὴν ἔχειν, καὶ ἐπὶ μυκτῆρας ἀπολεπτύνεσθαι, καὶ | |
5 | “προβεβλῆσθαι τὰ χείλη τοῦ στόματος, τυλώδη ὄντα, καὶ “σταθερὰ, καὶ παχέα· πρὸς τὴν ἀναίρεσιν τῆς πόας ἐπιτη‐ “δείως ἔχοντα· ἐγκεῖσθαι δὲ τοῖς ὀδοῦσι τὸ ὑπ’ ὀδόντα γινό‐ “μενον· καὶ τὴν γλῶτταν οὐ τοιαύτην εἶναι· ἀλλὰ πολύσαρ‐ “κόν τινα καὶ ἀντίτυπον, καὶ τραχεῖαν, καὶ συγκατεργαζο‐ | |
10 | “μένην τοῖς ὀδοῦσι τὸ ὑπ’ ὀδόντα γινόμενον· ἢ ὑγράν τε καὶ “διακεχυμένην κατὰ τὰ πλάγια· οἷαι αὑτῶν κυνῶν τε, καὶ τῶν “λοιπῶν αἱμοβόρων εἰσίν· εἰ οὖν μὴ παρῆσαν αἱ χεῖρες τῷ “σώματι, πῶς ἂν ἔναρθρος ἐνεσημάνθη φωνή· τῆς κατασκευῆς “τῶν κατὰ στόμα μορίων οὐ συνδιασχηματιζομένης πρὸς τὴν | |
15 | “χρείαν τοῦ φθόγγου· ὡς ἐπάναγκες εἶναι βληχᾶσθαι πάντως “ὡς πρόβατον, ἢ μυκάζειν, ἢ ὑλακτεῖν ὡς κῦνα, ἢ χρεμετίζειν “ὡς ἵππον, ἢ βουσὶ καὶ ὄνοις βοᾷν παραπλήσιον· ἢ τινὰ θη‐ “ριώδη ἀφιέναι φωνήν· νυνὶ δὲ τῆς χειρὸς ἐντεθείσης τῷ “σώματι, κατὰ τὴν ἄῤῥητον σοφίαν τοῦ κτίσαντος, εὔστολόν | |
20 | “ἐστι τὸ σῶμα τῇ ὑπηρεσίᾳ τοῦ λόγου· καὶ γὰρ μουσικῶς “ἄδων τις, τῇ χειρὶ συναρμόζει τὸ ἀδόμενον· καὶ ἅπερ μετὰ “τῆς χειρὸς τυποῖ, ταῦτα καὶ διὰ τῶν φωνητικῶν ὀργάνων “δημοσιεύει τῇ μελῳδίᾳ· ἀλλὰ καὶ ψαλμῳδοὶ οἱ τῶν χορῶν “προιστάμενοι, εἰ μὴ χρήσοιντο ταῖς χερσὶ συνεπακολου‐ | |
25 | “θούσαις τοῖς ἀδομένοις, καταγέλαστοι δείκνυνται· διὸ καὶ “τινὲς ἐν τῷ διαλέγεσθαι τὰς χεῖρας κινοῦσι· δεικνύντες ἐκ “τούτου, ὅτι τῆς λογικῆς φύσεως ὄργανον ἴδιον αἱ χεῖρες ἀνα‐ “πεφήνασι, καὶ μάλιστα τῆς ἐννοίας·” διὰ τοῦτο καὶ ὁ | |
ψαλμῳδὸς φησὶ, “κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν δὸς αὐτοῖς·” | 117 | |
118 | καὶ ἄλλος προφήτης· “οὐαὶ τῷ ἀνόμῳ, πονηρὰ γὰρ κατὰ τὰ “ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ·” οὐ γὰρ δὴ τοὺς “ἐν ταῖς τέχναις ἐργαζομένους εἰς πορισμὸν τροφῆς καὶ ὠφέ‐ “λειαν πολλῶν οἱ προφῆται καταβοῶσιν, ἀλλὰ τοὺς κατεργα‐ | |
5 | “ζομένους τὴν ἀνομίαν ὑποδεικνύουσιν· ὥστε καὶ τῶν τοῦ νοὸς “ἐνεργείων αἱ χεῖρες ἀποτελεστικαί· ὡς ἂν οὖν κινῇ τὸ κατ‐ “άρχον, οὕτω κινεῖται καὶ τὸ ἐνεργοῦν.” Χεῖρες οὖν ἀπὸ τῆς χρήσεως λέγονται, ὡσανεὶ χρεῖαι οὖσαι· οὐδέμια γὰρ τέχνη προκόπτει δίχα χειρῶν· καθὼς καὶ ὁ | |
10 | ποιητὴς φησὶν, χειρῶν ὀλλυμένων ἔῤῥει πολύεργος Ἀθήνη· ἢ χεὶρ παρὰ τὸ ῥᾶον χεῖσθαι· ἢ παρὰ τὸ ἴσχω τὸ κρατῶ· ἡ ἐπιτήδειος πρὸς τὸ κρατεῖν· ἢ ἀπὸ τοῦ διϊστᾶν τοὺς δακτύλους καὶ διαχεῖν· λέγονται καὶ ὠλέναι, ἀπὸ τοῦ δι’ αὐτῶν εἰλοῦσθαι | |
15 | τὰς τάξεις· τουτέστι πληροῦσθαι· τῆς οὖν χειρὸς τὸ μὲν βραχίων καλεῖται, τὸ δὲ πῆχυς· τὸ δὲ καρπὸς, τὸ μετακάρ‐ πιον, τὸ δὲ παλάμη· ἀφ’ ἧς οἱ δάκτυλοι· καὶ βραχίων μὲν, οἷον βραχυκίων· βραχύτερον γάρ ἐστι τοῦ μηροῦ, τὸ ὀστοῦν τοῦ βραχίονος· διαρθροῦται γὰρ κατ’ ἄμφω τὰ πέρατα· καὶ | |
20 | κατὰ μὲν τὸν ὦμον, ἐπίφυσιν ἔχει τῆς κεφαλῆς εὐμεγέθους· τὸ δὲ κάτω πέρας αὐτοῦ, εἰς κονδύλους ἀνίσους τελευτᾶ· καὶ πρὸς μὲν τὸν ἔξω κόνδυλον, ἡ τῆς κερκίδος κεφαλὴ ἀρθροῦται· πρὸς δὲ τὸν ἔνδον, οὐδέν. Κοιλότης δέ ἐστιν ἐν τῷ κάτω πέρατι τοῦ βραχίονος τρο‐ | |
25 | χιλίῳ ἐοικυῖα· περὶ ἣν ὁ πῆχυς κινεῖται, καὶ ἔνδον αὐτοῦ ἄλλη· ὑποδέχονται δὲ αὗται αἱ κοιλότητες τὰς κορώνας τοῦ πήχεως· ἐν μὲν ταῖς ἔσω κάμψεσιν, ἡ πρόσω κοιλότης τὴν πρόσω κορώνην· κατὰ δὲ τὰς ἐκτάσεις, ἡ ὀπίσω τὴν ὄπισθεν· ἡ κεφαλή τε τοῦ βραχίονος πρὸς τὴν τῆς ὠμοπλάτου διαρθροῦ‐ | |
30 | ται κοιλότητα· ὑπερανέστηκε δὲ αὐτῷ τῷ ὤμῳ ἡ ἀγκυροείδης | 118 |
119 | τῆς ὠμοπλάτου ἀπόφυσις· ᾗ ἐπίκειται μῦς ὁ λεγόμενος δικέ‐ φαλος· καὶ κατά τε τὸ ἀκρώμιον καὶ τὴν διάρθρωσιν τοῦ κλειδὸς, νεῦρα ἀποτείνων κατ’ ἔμπροσθεν τῶν δύο ἀκρωμίων, τένοντας ὀνομαζομένους, ἀναβαστάζοντας καὶ αὐτὸν τὸν βρα‐ | |
5 | χίονα· εἰσὶ δὲ καὶ ἄλλοι τένοντες ἐκ μυῶν ὑποκάτω τοῦ ὤμου· ἐν ᾧ τόπῳ ἡ μασχάλη ὀστίν· ὁ μὲν εἷς ἐκ τοῦ στέρνου, ὁ δὲ ἕτερος ἐκ τῶν ὄπισθεν πρὸς τὸν βραχίονα, ἐφαπλούμενοι μέχρι ἀγκῶνος· πᾶσας τὰς τῆς χειρὸς εὐστροφίας ἀπεργαζόμενοι· ἡ οὖν μασχάλη ἐτυμολογεῖται παρὰ τὸ λίαν κατέχειν ἅτινα ἂν | |
10 | σχῇ· ἢ ἀπὸ τοῦ κεχαλᾶσθαι εἰς μαστόν· ἢ εἰς ἣν χαλᾶται ὁ μῦς· ἢ παρὰ τὸ μαστεύειν τι ὑπ’ αὐτήν· ἐπειδὴ ἀφαιρού‐ μενοί τι ἐξ ἄλλων κρύπτομεν· τὸ μὲν οὖν βραχίονος ὀστοῦν ἔστιν ἕως ἀγκῶνος· ἐκεῖσε δὲ συμφύεται καὶ συναρμόζεται τῷ πήχει· τῷ δὲ πήχει σύγκειται ἡ κερκὶς ἄνωθεν ἕως κάτω πρὸς | |
15 | τοὺς καρπούς. Πῆχυς δὲ εἴρηται ἀπὸ τοῦ πεπήγεναι ἄκρῳ τῷ βραχίονι· καὶ μείζων μέν ἐστιν ὁ πῆχυς τῆς κερκίδος· ὑπόκειται δὲ ὁ πῆχυς αὐτῇ, καὶ ὀχεῖ πρὸς ἐνέργειαν· ὡς εἶναι τὴν μὲν κερ‐ κίδα πρὸς τὸ τοῦ ἀντίχειρος μέρος, τὸν δὲ πῆχυν πρὸς τὸ τοῦ | |
20 | μικροῦ δακτύλου· παρὰ δὲ τὸ κρέκειν, ὅ ἐστιν ἠχεῖν, κερκὶς ἐκλήθη· συνδεῖται δὲ καθ’ ἑκάτερον τῶν περάτων ὁ πῆχυς τῇ κερκίδι συνδέσμοις ἰσχυροῖς· τὸ μέσον δὲ ἅπαν ἀλλήλων δι‐ εστήκασι· κύκλῳ δὲ τούτων τένοντες εὐμήκεις μετὰ μυῶν ἐνειλημμένοι τὴν χεῖρα, τὴν κινητικὴν δύναμιν καὶ ἐνέργειαν | |
25 | ἐκτελοῦσιν, ἐκ ψυχῆς δεχόμενοι τὴν ὁρμήν· εἴρηται γὰρ καὶ κάτοπιν, ὅτι ὅσα διὰ νεύρων καὶ μυῶν κινεῖται, πάντα ψυχικά τε ἐστὶ, καὶ κατὰ προαίρεσιν ἀποτελεῖται. Πρὸς δὲ τὴν τοῦ βραχίονος καὶ τοῦ πήχεος ζεῦξιν, κατέμ‐ προσθεν τῆς χειρὸς, τρεῖς διέρχονται φλέβες καὶ ἀρτηρίαι, | |
30 | πρὸς τοὺς ῥιζοδακτύλους τῆς χειρὸς πολυσχιδῶς περαιούμεναι· | |
ἡ ὠμιαία, ἣν καὶ κρανιακὴν λέγομεν· ἡ μέση τε, καὶ ἡ ἔσω· | 119 | |
120 | τὴν μὲν οὖν μέσην καθόλου καλοῦμεν, ὥσπερ τὴν ἔσω σπληνι‐ κήν· πρὸς ἣν καὶ ἡ ἀρτηρία ἐγγίζει· τῇ οὖν καθόλου φλεβὶ, νεῦρον ὑπόκειται ὥσπερ τῇ σπληνικῇ ἀρτηρίᾳ· καὶ χρὴ παρα‐ τηρεῖσθαι ταύτας ἐν τῷ φλεβοτομεῖν· χρὴ δὲ γινώσκειν ὅτι | |
5 | τῆς μὲν ἀριστερᾶς χειρὸς ἡ ἔσω φλὲψ ἀπὸ τοῦ σπληνὸς ἐφορ‐ μᾶται· τῆς δεξιᾶς δὲ ἀπὸ τοῦ ἥπατος· ἡ δὲ μέση καὶ με‐ γίστη ἐξ ἀμφοτέρου τοῦ σώματος· σχίζονται δὲ αὗται αἱ τρεῖς ὥσπερ ἔνδον τοῦ πήχεος καὶ ἐν τοῖς καρποχειρίοις, εἰς πολλὰς καὶ μικρὰς ἐπιμιγνυμένας ἀλλήλαις, οὕτω καὶ | |
10 | ἐκτός· εἰς ταυτὸν γὰρ ἔρχονται ἑνούμεναι πρὸς ἀλλήλας τε καὶ τὰς ἔνδον· ἐκτείνονται δὲ ὑπὸ πᾶν τὸ δέρμα τὸ κατὰ τὸν κάρπον καὶ μετακάρπιον, καὶ τοὺς δακτύλους· τὸ αὐτὸ δὲ σχῆμα καὶ ἐπὶ τῶν ποδῶν εὕροις, πολυειδῶς καὶ πολυσχιδῶς τῶν ἀπὸ τῶν νεφρῶν ἐκεῖσε φερομένων φλεβῶν περαιουμένων. | |
15 | Ἐν ᾧ οὖν τελευτᾶ μέρει ἡ κερκὶς καὶ ὁ πῆχυς, τὸ τοιοῦτον καρπὸς καλεῖται· συντίθησι δὲ τὸν καρπὸν ὀστᾶ τὸν ἀριθμὸν ὀκτὼ, ἐπὶ δύο στίχους συγκείμενα, σκληρὰ καὶ μικρὰ, καὶ ἀμύελα καὶ πολυειδῆ, κατὰ τὸ σχῆμα· πῆ μὲν γὰρ εἰσὶ κυρτὰ, πῆ δὲ σιμά· καὶ πῆ μὲν εὐθέα, πῆ δὲ περιφερῆ· συνδεῖται δὲ | |
20 | πάντα δεσμοῖς χονδρώδεσι νεύρων συνηρθρώμενα πρὸς ἄλληλα· ἡ μὲν οὖν ἄνωθεν μοίρα τοῦ καρποῦ, διαρθροῦται πρὸς πῆχύν τε καὶ κερκίδα· ἡ δὲ κάτω, τοῖς τέτρασιν ἑαυτῆς ὀστοῖς συνήρθρω‐ ται τοῦ μεταπαρπίου, τέτταρα γὰρ καὶ αὐτὰ εἰσί· πεντε‐ καίδεκα δὲ τὰ τῶν δακτύλων τῶν πέντε· τριφάλαγγοι γὰρ | |
25 | εἰσὶν, ἢ τρικόνδυλοι, ἢ τρισκύταλοι· λέγονται γὰρ κατ’ ἀμφό‐ τερα. Ἔστιν οὖν τὸ μετακάρπιον τὸ ὄπισθεν τῆς παλάμης· ὁ δὲ καρπὸς τὸ ὑποκάτωθεν τούτου· ἐν τούτῳ οὖν αἱ ἔμπροσθεν ἀρ‐ τηρίαι ἐγκείμεναι, τὴν σφυγμικὴν ἐκδιδάσκουσι κίνησιν· | |
30 | ἔστιν οὖν τῆς πάσης χειρὸς ἡ σύνταξις τῶν ὀστῶν οὕτως· ὁ | 120 |
121 | βραχίων· ὁ πῆχυς· ἡ κερκίς· ὀκτὼ τοῦ καρποῦ· τέσσαρα τοῦ μετακαρπίου· δεκαπέντε τῶν δακτύλων· οἱ κόνδυλοι, τρεῖς καθ’ ἑκάτερον· ὡς εἶναι πάντα τριάκοντα· τὸ δὲ ἔμπροσθεν τοῦ μετακαρπίου, παλάμη καλεῖται καὶ θέναρ· παλάμη μὲν, ὅτι | |
5 | δι’ αὐτῆς πολλὰ πεπαλήμεθα καὶ τετεχνώμεθα, ἤγουν μαιώ‐ μεθα· αἱ τέχναι γὰρ παλάμαι, παρὰ τὸ πάλλειν τὰς χεῖρας ἐν ταύταις· καὶ Ὅμηρος, πάλλε δὲ Γερήνιος ἵπποτα Νέστωρ. (Il. Η. 181.) θέναρ δὲ, διὰ τὸ θέσεως εἶναι χωρίον· εἰς ἣν ἐντίθενται τὰ δι‐ | |
10 | δόμενα· ἢ παρὰ τὸ δι’ αὐτῆς θείνειν, ὅ ἐστι τύπτειν· δι’ αὐτῆς γὰρ καὶ τοῦτο τελεῖται. | |
11 | ||
12t | ΚΕΦ. ΚΗ. | |
13t | Περὶ Δακτύλων. | |
14 | Οἱ δὲ δάκτυλοι δράκτυλοί τινες εἰσὶ, παρὰ τὸ δράττεσθαι· | |
15 | ἢ δέκτυλοι, δεκτικοὶ ὄντες τῶν διδομένων· ἢ δείκτυλοι, ἀπὸ τοῦ δι’ αὐτῶν γίνεσθαι τὰς δείξεις· τῶν δὲ δακτύλων ὁ μὲν μέγας, ἀντίχειρ λέγεται, ὁ δὲ μετ’ αὐτὸν λιχανός· ὁ δὲ μετ’ αὐτὸν μέσος· ὁ δὲ μετ’ ἐκεῖνον παράμεσος· καὶ ὁ ὕστερος μικρός· καὶ ἀντίχειρ μὲν, ὅτι ἀντίκειται τοῖς ἄλλοις· ἢ ὅτι τὸ ἶσον | |
20 | δύναται τῇ ὅλῃ χειρί· ἀργοὶ γάρ εἰσιν οἱ ἄλλοι ὅλοι χωρὶς αὐτοῦ· ὁ δὲ λιχανὸς, ὅτι δι’ αὐτοῦ τὰ ἑλίγματα λαμβά‐ νομεν. Εἰσὶ δὲ τρικόνδυλοι πάντες, καθὼς κατόπιν ὁ λόγος ἔδειξε· καὶ ὁ μὲν πρῶτος προκόνδυλος λέγεται· ὁ δὲ δεύτερος μέσος· | |
25 | ὁ δὲ τρίτος μετὰ τοῦ ὄνυχος μετακονδύλιον· παρὰ οὖν τὴν κάμψιν τῶν δακτύλων ἐκλήθησαν κόνδυλοι· περὶ αὐτοὺς γὰρ ἡ κάμψις γίνεται· ἢ οἷον κένδυλος τίς ὢν, ὁ εἰς τὰ κενὰ δυόμε‐ νος τῶν ῥαπιζομένων· ἡ δὲ μετὰ τῶν δακτύλων γινομένη | |
πλήγη, ἢ κατὰ σιαγόνος, ἢ κατά τινος ἄλλου τόπου τοῦ σώμα‐ | 121 | |
122 | τος, κόλαφος λέγεται· ἀπὸ τοῦ κολάψαι τὸ μέρος, ὅ ἐστι πλῆξαι· ἐξ οὗ καὶ ὁ δενδροκόλαψ· καὶ τὸ “ἐκολάφισάν σε “οἱ Ἰουδαῖοι.” Χρὴ οὖν γινώσκειν, ὅτι ὅταν συνάγονται οἱ τέσσαρες δάκ‐ | |
5 | τυλοι κατ’ εὐθεῖαν, παλαιστὴ λέγεται· οἷον πελαστή τις οὖσα· ὅτι ἐκ τοῦ πέλας συνήγαγε τοὺς δακτύλους· ἢ δῶρον, παρὰ τὸ δωρεῖσθαι ἡμᾶς ἐν αὐτῇ· ἢ παρὰ τὸ μέτρον αὐτῆς· τὸ τρίτον γάρ ἐστι τῆς σπιθαμῆς· ὡς καὶ Ὅμηρος· τοῦ κέρα ἐκ κεφαλῆς ἐκκαιδεκάδωρα πεφύκει· (Il. Δ. 109.) | |
10 | καὶ ὡς τὸ, ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου· ἀντὶ τοῦ μετρητάς· κοιλαινομένη δὲ κατὰ βάθος ἡ παλαιστὴ, κοτύλη ὠνόμασται· ὅθεν καὶ τὸ, κοτυλήρυτον αἷμα· (Il. Ψ. 34.) | |
15 | διὰ τὸ ἐν τῷ κοίλῳ τῆς χειρὸς ἀρύεσθαι· διϊσταμένων δὲ τῶν δακτύλων, ἀπὸ τοῦ μικροῦ δακτύλου ἕως τοῦ ἀντίχειρος, σπιθα‐ μῆς μέτρον ἀποτελεῖται· σπιθαμὴ δὲ, παρὰ τὸ ἀποσπασμὸν ποιεῖν τῶν δακτύλων· ἢ διασπᾶσθαι τὴν ὅλην χεῖρα· ἡ δὲ σπι‐ θαμὴ ποιεῖ μὲν παλαιστὰς τρεῖς, δακτύλους δὲ δώδεκα· ἀπὸ | |
20 | δὲ τοῦ μεγάλου δακτύλου ἕως τοῦ λιχανοῦ μετακονδύλιον, δακ‐ τύλων δέκα· καὶ ἀπὸ τοῦ ἀγκῶνος πρὸς τὸ τοῦ μέσου δακτύλου μετακονδύλιον, πήχεος μέτρον· ἀγκὼν δὲ εἴρηται ἀπὸ τοῦ ἐγκεῖ‐ σθαι τῷ ἑτέρῳ ὀστέῳ· ἢ παρὰ τὸ ἀνέχειν, ὅ ἐστιν ἐξέχειν· πῆχυς δὲ ἀπὸ τοῦ πεπηγέναι, ἢ περιχεῖσθαι ἄκρῳ τῷ βρα‐ | |
25 | χίονι· ἐκταθείσων δὲ τῶν δύο χειρῶν ἐξ ἀλλήλων εἰς τὰ πλά‐ για, ὀργυῖα λέγεται· διὰ τὸ ἐκτείνειν τὰ γυῖα, τουτέστι τὰ τῶν χειρῶν μέλη· τέτακται δὲ τὸ γυῖα καὶ ἐπὶ τῶν ποδῶν, ὡς Ὅμηρος· γυῖα δ’ ἔθηκεν ἐλαφρὰ, ποδὰς καὶ χεῖρας ὕπερθεν· (Il. Ε. 122.) | |
30 | ἔχει δὲ ἡ ὀργυῖα σὺν πλάτει τοῦ στήθους, πήχεις τέσσαρας· | 122 |
123 | τηλικαῦται δὲ κατὰ μέγεθος οὖσαι αἱ χεῖρες, κάτω ἐκταθεῖσαι οὐκ ἐφικνοῦνται τῶν γονάτων, ἀλλ’ ἀποδέουσαι. Αἱ δὲ ἀποτελευτήσεις τῶν ἐν τοῖς δακτύλοις νεύρων οἱ ὄνυχες εἰσὶν, εὐπρεπείας χάριν γεγονότες· καὶ ὥστε λαμβάνεσθαί τι | |
5 | τοῖς δακτύλοις εὐκολώτερον· παρὰ δὲ τὸ νύσσειν ὄνυξ λέγεται· ἢ οἷον ἄνυξ, ὁ ἀνοίγων τὴν σάρκα ἐν τῷ φύεσθαι, καὶ προκύπτων δι’ αὐτῆς, παρέχουσι δὲ τοῖς ἔχουσι τὴν τοῦ κνήθεσθαι χρείαν, πρὸς τὸ διαφορεῖν τὴν τοῦ δέρματος δριμύτητα· καὶ τοῖς ἄκροις δὲ τῶν δακτύλων ὄπισθεν ἀντιβαίνοντες, στηρίζουσι | |
10 | τὴν λαβὴν αὐτῶν· πολλοῖς δὲ τῶν ζώων καὶ ἀμυντήριον ἐδόθη‐ σαν, ὡς τοῖς γαμψώνξιν, ὥσπερ ὄργανον ὄντα τοῦ θυμικοῦ· καὶ ἄλλοις τισὶ τῶν τετραπόδων· ἄλλοις δὲ, ἀμυντήριον ἅμα καὶ στήριγμα τῆς βάσεως, ὡς τοῖς ἵπποις, καὶ πάντι μονώνυχι ζώῳ· αὔξει δὲ ὁ ὄνυξ ἀεὶ, καὶ πίπτων ἐκφύεται· διὸ καί τινες | |
15 | ἱστοροῦσιν, ὅτι καὶ μετὰ θάνατον αὔξουσιν ἐν τοῖς συνιστα‐ μένοις σώμασι τῶν ἀνθρώπων· τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῶν τριχῶν γίνεσθαι λέγεται. Οὐκ ἰσόμετροι δὲ πάντες ἡμῶν εἰσὶν οἱ δάκτυλοι, διά τε τὴν εὐπρέπειαν, καὶ τὴν τῆς χειρὸς εὐστροφίαν· εἰ γὰρ ἦν ἐξίσου | |
20 | αὐτοῖς ἡ ἀποτελεύτησις, οὐ μόνον ἀτερπεῖς ἂν ἦσαν, ἀλλὰ καὶ ἀνεπιτήδειοι πρὸς τὰς πράξεις καὶ ἀνίσχυες, ἐξίσης ἐμ‐ πίπτοντες ἐν τῇ ἐνεργείᾳ, καὶ ἀτυχοῦντες· ἐν δὲ τῷ ἀποδέειν κατὰ μῆκος, οἱ κόνδυλοι ἀλλήλοις ἐπιστηριζόμενοι, καὶ ἐνισχύ‐ οντες ἑαυτοὺς, εὐτονώτεραν τὴν ἁφὴν καὶ εὐστροφώτεραν ποι‐ | |
25 | οῦσι· καὶ τὴν ἐνέργειαν πᾶσαν ἰσχυρότεραν. Λέγεται δὲ ἡμῖν δεξιὰ χεὶρ, ἡ δὲ ἀριστερὰ, ἢ εὐώνυμος, ἢ λαιά· λαιὰ μὲν, ἀπὸ τοῦ λελειᾶσθαι· ὅ ἐστι κεχωρίσθαι τῶν πράξεων, διὰ τὸ ἀδίδακτον· ἀριστερὰ δὲ καὶ εὐώνυμος κατ’ εὐ‐ | |
φημισμόν· ἐκ τοῦ ἄριστος γὰρ γίνεται ἀριστερὰ, καὶ ἐκ τοῦ | 123 | |
124 | καλώνυμος, εὐώνυμος· ἢ ἀριστερὰν καλοῦμεν τὴν οὐκ οὖσαν ἀρίστην, ἀλλὰ τῇ ἑτέρᾳ ὑπηρετοῦσαν· λέγεται καὶ σκαιὰ, παρὰ τὸ σκάζειν περὶ τὰς πράξεις· ἢ ὅτι ἀσθενεστέρα τῆς δεξιᾶς ἐστίν· ὁ δὲ ἀσθενὴς σκάζει· ὅθεν καὶ σκαιὸς ἄνθρωπος, | |
5 | ὁ σκαμβὸς κατὰ γνώμην καὶ οὐκ ὀρθός· δεξιὰ δὲ λέγεται ἡ ἕτερα, ἀπὸ τοῦ δέχεσθαι δι’ αὐτῆς τὰ διδόμενα ὡς ἐπὶ τὸ πλεῖ‐ στον· ἢ οἷον δεξιὰ, ἀπὸ τοῦ δι’ αὐτῆς τὰς πλείονας διεξιέναι πράξεις· εὕρηνται δὲ πολλοὶ ἀμφοτεροδέξιοι ἐν ταῖς ἐνεργείαις, τὸ ἶσον τῇ δεξιᾷ καὶ μετὰ τῆς ἀριστερᾶς ἐνεργοῦντες· τινὲς | |
10 | δὲ τῇ δεξιᾷ ἀπρακτοῦντες, μετὰ τῆς λαιᾶς τὰ τῆς τέχνης μετέρχονται· ὅθεν δέδεικται, ὅτι οὐκ ἔστιν ἡ δεξιὰ κρείττων τῆς εὐωνύμου κατά τι, ὥς τινες τῶν ἀγροίκων λέγουσιν, ἀλλὰ τῇ παιδεύσει καὶ ἀπαιδευσίᾳ τῶν ἐχόντων αὐτὰς, ἐξ ὑπαρχῆς ἐδιδάχθησαν οὕτως. | |
15 | Τῶν δὲ χειρῶν τὰ ἔσωθεν, καὶ μᾶλλον τὰ τῶν δακτύλων τὰ ἄκρα, ὥσπερ γνώμονας τινὰς εἰς τὴν ἁφὴν ἔχομεν· δι’ αὐτῶν ἀκριβοῦντες τὸ λεῖον καὶ τραχὺ, καὶ ὁμαλὸν καὶ ἀνώμαλον· ἀκριβεστάτην γὰρ ἔχει ταύτην τὴν αἴσθησιν τῶν ἄλλων ζώων ὁ ἄνθρωπος· οὐ μόνον γὰρ ἀντιληπτικὸν ὄργανον ὁ δημιουργὸς | |
20 | τὰς χεῖρας κατεσκεύασεν, ἀλλὰ καὶ ἁπτικόν· διὰ τοῦτο καὶ δέρμα λεπτότερον ἔχουσι, καὶ μῦς αὐταῖς ὑπέστρωται ἔσωθεν· καὶ τριχῶν ἀμοιροῦσι, ἵνα μᾶλλον τῶν ἁπτῶν ἀντιλαμβάνωνται τάχιστα· τῶν δὲ χειρῶν αἱ μὲν σκληρότεραι, πρὸς ἀντίληψιν εἰσὶν ἰσχυρότεραι, ὥσπερ τῶν γεωργῶν καὶ κωπηλατῶν· αἱ δὲ | |
25 | μαλακώτεραι πρὸς τὴν ἁφὴν ἀκριβέστεραι, ὥσπερ αἱ τῶν γρα‐ φέων ἢ τῶν ῥαπτῶν· καὶ γὰρ τῶν νεύρων, τὰ μὲν σκληρὰ πρὸς κίνησιν, τὰ δὲ μαλακὰ πρὸς αἴσθησιν εἰσὶν ἐπιτηδειότερα· ταῦτα δὲ καὶ τῆς ἁφῆς ἐστὶν ὄργανα· διὰ γὰρ τούτων ἡ τῆς ἁφῆς αἴσθησις γίνεται· θερμοῦ καὶ ψυχροῦ, ὑγροῦ καὶ ξηροῦ, | |
30 | καὶ τῶν τούτοις ἑπομένων. Καὶ ταῦτα μὲν τὰ ἐκ κατασκευῆς, καὶ φυσικῶς, καὶ διὰ | |
μαθήσεως προσόντα τῇ χειρί· ἅπερ δὲ ἐκσχετικοῖς οἷον ἀγά‐ | 124 | |
125 | πης κέκτηται πρὸς ὅλον τὸ σῶμα, οὐδὲ τυφλοῖς, ὅ φασιν, ἠγνόη‐ ται· προσέπταισε γὰρ εἰς λίθον ὁ δάκτυλος τοῦ ποδός; καὶ αὐτὴ εὐθὺς ἐρεθεῖσα ἐκεῖ περιπλέκεται, περισφίγγει, περισύ‐ ρεται τῷ ὀδυνωμένῳ, καὶ οἷον ἀσπαζομένη παραμυθεῖται τὴν | |
5 | ἐπελθοῦσαν ὀδύνην· ἄκανθα ἐνεπάγη τῷ ποδί; καὶ σκόπει αὐ‐ τὴν περιτρέχουσαν ἔνθεν κᾀκεῖθεν, ἐξελκύσασθαι ταύτην σπου‐ δάζουσαν· ψύλλα τὴν κεφαλὴν ἔδηξεν, ἢ τὴν ῥάχιν; καὶ μετὰ συντονίας πρὸς ἄμυναν ἔδραμε· καὶ ἁπαξαπλῶς πᾶσαν ὀδύνην ὅλων τῶν τοῦ σώματος μορίων διὰ τῆς ἁφῆς αὐτῆς καὶ περι‐ | |
10 | πλοκῆς καταπραΰνει· τοσαῦτα αὐτῇ προτερήματα, καὶ ἐνεργείας, καὶ εὐστροφίας, πρὸς παραμυθίαν ἡμῶν καὶ ἑτέρων, ἡ τὰ σύμ‐ παντα οἰκονομοῦσα πρόνοια ἐχαρίσατο, ὡς μηδὲ ῥάδιον ἐφευρεῖν, ἢ κατὰ μέρος ἐπεξελθεῖν. | |
13 | ||
14t | ΚΕΦ. ΚΘ. | |
15t | Περὶ Μήρων. | |
16 | Σκόπει δὲ μετὰ τὰς χεῖρας, καὶ τῶν ποδῶν τὴν κατασκευὴν, καὶ τὰς ἁρμονίας τούτων καὶ ἐνεργείας· πῶς μεταβατικὸν ὄρ‐ γανον τοῦ παντὸς σώματος, ἡ φύσις ἡ δημιουργὸς αὐτοὺς ἐτεχνάσατο· καὶ πῶς τὴν κατὰ τῶν τόπων κίνησιν διὰ τούτων | |
20 | ποιούμεθα; διὰ τῆς καθ’ ὁρμὴν κινήσεως, ἤτοι μεταβατικῆς· ἔστι δὲ μεταβατικὴ κίνησις τῶν ὅλων τοῦ σώματος μερῶν καθ’ ὁρμὴν γινομένων· κατάρχοντος μὲν τοῦ ἡγεμονικοῦ, ὑπηρετοῦντος δὲ τοῦ ἐν τοῖς νεύροις καὶ μυσὶ πνεύματος· συνεκτεινομένου τούτοις καὶ περιφέροντος τὰ μέλη· ἡ γὰρ κινητικὴ δύναμις | |
25 | αὕτη ἐστὶν ἡ ἐν τοῖς νεύροις καὶ μυσὶν ἐνεργοῦσα, καὶ τὸ σῶμα ὀχοῦσα· ὅτι αὐτὸ μὲν ὀχεῖ ὡς ψυχικὴ δύναμις· ὀχεῖται δὲ | |
ὅλον τὸ σῶμα διὰ τῆς τῶν ποδῶν μεταβάσεως· ἐδείχθη γὰρ | 125 | |
126 | ὅτι ὅσα διὰ νεύρων καὶ μυῶν κινεῖται, ψυχικά τέ ἐστι, καὶ κατὰ προαίρεσιν ἀποτελεῖται· ὁμοίως καὶ τὰ ὀργανικὰ πάντα· τὰ δὲ ὀργανικὰ σκοπεῖται κατὰ σχῆμα· κατὰ μέγεθος· κατὰ ἀρι‐ θμόν· κατὰ θέσιν· εἰ γὰρ καὶ ἀντιληπτικὴν ἡ χεὶρ ἐνέργειαν | |
5 | ἔχει, καθὼς ὁ λόγος κατόπιν ἀπέδειξεν, ἀλλ’ οὐκ ἂν γένοιτο αὐτῇ καλῶς, μὴ τοῦ τῶν δακτύλων ἀριθμοῦ τελείου ὄντος, καὶ μήτε ἐλλιποῦς, μήτε πλεονάζοντος· ἀλλὰ μὴν καὶ τοῦ σχή‐ ματος, ὡς εἶναι διηπλωμένην· καὶ τοὺς δακτύλους μὴ ἐξισάζον‐ τας· καὶ ἐν τῷ μεγέθει, μήτε μικρὰν ἄγαν εἶναι, μήτε μεγά‐ | |
10 | λην· καὶ κατὰ τὴν θέσιν δὲ, μὴ ἔξω τῆς κατὰ φύσιν αὐτῆς εὑρίσκεσθαι διαρθρώσεως. Τοῦτο γοῦν καὶ ἐπὶ τῶν ποδῶν ἡ πάντα σοφῶς καὶ ἐντέχνως οἰκονομοῦσα πρόνοια ἐξειργάσατο· καὶ ἑκάστῳ τῶν μορίων τὴν οἰκεῖαν ἔδωκε θέσιν· εἰδυῖα γὰρ ὅτι τὸ ζῶον τοῦτο ὁ ἄνθρωπος | |
15 | τῇ μεταβατικῇ κινήσει ἔμελλε χρᾶσθαι, τῇ ἀπὸ τόπου ἐπὶ τόπον, τὰ μὲν τῶν ὀστῶν κοῖλα ἐποίησε· τοῖς δὲ ἐξοχὰς εἰρ‐ γάσατο· ἐμβάλλουσα αὐτὰς εἰς τὰς τῶν ἄλλων κοιλότητας· ἵνα περὶ αὐτὰς ποιῆται τηνικαῦτα τὴν κίνησιν· περιέδησέ τε ταῦτα συνδεσμοῖς, καὶ τοῖς ἔξω γενομένοις ἄμωσιν· ἄμωνες | |
20 | δέ εἰσιν ἐξοχαὶ τινὲς, οἷον τείχη κωλύοντα τὰς ἐξαρθρώσεις γίνεσθαι· τοῦτο δὲ οἱ τεχνῖται ποιοῦσιν ἐπὶ τῶν ἀεὶ κινεῖσθαι μελλόντων θυρῶν, στροφέας τινὰς μετὰ λειότητος κατασκευά‐ ζοντες· τὴν ἀεικίνητον τῶν θυρῶν εὐκόλως ἐνέργειαν προνοούμενοι· τὰ γοῦν τῶν κοτυλῶν σφαιρώματα, ἤγουν τοὺς λεγομένους | |
25 | γλουτοὺς, ταῖς κοτύλαις ἐνήρθρωσε· τὴν τοῦ μήρου κίνησιν μη‐ χανωμένη· γλουτοὶ οὖν λέγονται τὰ τῶν κοτύλων σφαιρώματα· κοτύλαι δὲ ὅπου ἔγκεινται αἱ κεφαλαὶ τῶν μηρῶν· διὰ δὲ τὴν ἐκεῖσε κοιλότητα κοτύλη ἐκλήθη· οἱ δὲ γλουτοὶ, διὰ τρυφερίαν καὶ ὑγρότητα, οἷον γλυοί τινες ὄντες· καὶ γὰρ οὗτοι μετὰ | |
30 | λειότητος ἔνυγροι εἰσὶ, διὰ τὴν εὐθύτητα τοῦ στρέφεσθαι καὶ | 126 |
127 | κινεῖσθαι, καθάπερ οἱ στρόφιγγες· τοῦτο γὰρ ἔργον τῆς διαρ‐ θρώσεως. Εἴδη δὲ αὐτῆς τρία· τὸ μὲν, ἐνάρθρωσις, ὅταν ἡ κοιλότης ἡ ὑποδεχομένη βάθος ἱκανὸν ἔχῃ, καὶ ἡ ἐγκαταβαίνουσα κεφαλὴ | |
5 | προμήκης ὑπάρχῃ, ὥσπερ ἡ κεφαλὴ τοῦ μήρου καὶ ἡ κοτύλη· ἄρθρωσις δὲ, ὅταν ἡ κοιλότης ἐπιπόλαιος ἦ, ἥτε κεφαλὴ τα‐ πεινὴ, ὥσπερ ἡ τοῦ βραχίονος πρὸς τὴν ὠμοπλάτην· τὸ δὲ τρίτον εἶδος τῆς διαρθρώσεως γυγγλισμὸς λέγεται· γίνεται δὲ τῶν συνταττομένων ἀλλήλοις ὀστῶν ἀντεμβαινόντων, καθάπερ | |
10 | ἐπί τε τῶν σπονδύλων ἔχει, καὶ τῆς τοῦ πήχεος πρὸς τὸν βρα‐ χίονα διαρθρώσεως· τὰ δὲ σφαιρώματα ταῦτα, ποτὲ μὲν κα‐ λεῖται κεφαλὴ, ποτὲ δὲ αὐχὴν, ποτὲ δὲ κορώνη, ποτὲ δὲ γλου‐ τός· αἱ δὲ κοιλότητες, ποτὲ μὲν κοτύλη, ποτὲ δὲ γλήνη· καὶ ἔστιν ἡ μὲν κοτύλη βαθεῖα, ἡ δὲ γλήνη ἐπιπολῆς· τὸ οὖν τοῦ | |
15 | μήρου ὀστοῦν, ἔνεστιν ὥσπερ καὶ τὸ τοῦ βραχίονος· μέγιστον δέ ἐστιν ἁπάντων τῶν κατὰ τὸ ζῶον ὀστῶν· διαρθροῦται δὲ ἄνω μὲν, πρὸς ἰσχίον καὶ βουβῶνα· κάτω δὲ, πρὸς τὴν κνήμην· καὶ ἔχει ἄνω μὲν, ἐπίφυσιν κεφαλῆς ἀκριβῶς περιφεροῦς, κάτω δὲ εἰς δύο κονδύλους τελευτᾶ· καὶ συνδεῖται πρὸς τὴν κνήμην, | |
20 | οὐ διὰ τῶν ὑμενωδῶν μόνον συνδέσμων τῶν ἐν κύκλῳ πᾶσαν διάρθρωσιν περιειληφότων, ἀλλὰ καὶ δι’ ἄλλων τριῶν στρογ‐ γύλων καὶ δυνατῶν. Μηρὸς δὲ καλεῖται ὅτι μερίζεται κατ’ ἐκεῖνο τὸ μέρος τὸ σῶμα· τὸ γὰρ ἀπὸ τοῦ τραχήλου μῆκος μέχρι τῶν αἰδοίων, | |
25 | ὅλμος καλεῖται διὰ τὴν εὐρυχωρίαν τοῦ τόπου· ἀποκεκλιμένων γὰρ τῶν χειρῶν ὅλμῳ ἔοικεν· ἔστι δὲ ὅλος ὁ μηρὸς τῷ σχή‐ ματι, κυρτὸς μὲν ἐν τοῖς πρόσω καὶ ἔξω· σιμὸς δὲ ἐν τοῖς ὀπίσω καὶ ἔνδον· ἀποφύσεις δὲ ἔχει δύο εἰς ἄκρον μικρὸν ὑπο‐ κάτω τοῦ αὐχένος· ἃς τροχαντῆρας καλοῦσι· πολλῷ δὲ μεί‐ | |
30 | ζων ἡ ἔσω τῆς ἔξωθεν ἐστί· καὶ ἡ μὲν ἔσω, διήρθρωται εἰς τὸν | |
βουβῶνα· ἡ δὲ ἔξω, εἰς τὴν κοτύλην. | 127 | |
128(1t) | ΚΕΦ. Λ. | |
2t | Περὶ Σκέλους. | |
3 | Τὰ δὲ τοῦ σκέλους ὀστᾶ, τὸ μὲν ἓν κνήμη λέγεται, τὸ δὲ ἄλλο περόνη· καὶ ἔστιν ἡ μὲν κνήμη ἔμπροσθεν καὶ μεγάλη· | |
5 | ὀπίσω δὲ ἡ περόνη ἀποδέουσα τῆς κνήμης καὶ τῷ πάχει καὶ τῷ μήκει· συναρθροῦται δὲ τῇ κνήμῃ πρὸς ἄμφω τὰ πέρατα· τὰ δὲ ἐν τῷ μέσῳ ἀφεστήκασιν ἀλλήλοις· καὶ ἡ μὲν κνήμη συντέτακται τῷ μηρῷ, μεγάλην ἐπίφυσιν ἔχουσα κατὰ τὸ ἄνω πέρας αὐτῆς· καὶ ὑποδέχεται τὸν μηρὸν δύο κοιλότησιν αὐτῆς | |
10 | ἐπιβαίνοντα· ἐπὶ δὲ τοῖς κάτω μέρεσι κνήμης τὲ καὶ περόνης, ὁ ἀστράγαλος περιλαμβάνεται. Λέγεται δὲ τὸ ὅλον μέρος τοῦτο ἀπὸ τοῦ γόνατος ἕως τοῦ ἀστραγάλου κνήμη, ἀπὸ τοῦ ὑπερέχοντος ὀνομασθέν· ὅσον δὲ ἄσαρκον αὐτοῦ καὶ λεπτὸν, ἐν τοῖς πρόσω τῆς κνήμης, ἀντι‐ | |
15 | κνήμιον ὀνομάζεται· τὸ δ’ ὄπισθεν μετὰ τῶν μεγάλων μυῶν, γαστροκνήμιον· τὰ δὲ κυρτὰ καὶ παντελῶς ἄσαρκα, καὶ τῶν ἄλλων ἐκκείμενα ὀστᾶ, ἀστραγάλους καλοῦσιν οἱ πολλοὶ, τοῦ παντὸς ἁμαρτάνοντες· ὁ γὰρ ἀστράγαλος, ὑπὸ τούτων ἑκατέρω‐ θεν περιλαμβάνεται· πέρατα δέ ἐστι ταῦτα τῶν τῆς κνήμης | |
20 | τε καὶ περόνης ἀποφύσεων· κυρτὰ μὲν ἔξωθεν, ὥσπερ καὶ φαίνεται, κοῖλα δὲ ἔνδοθεν· μεθ’ ἃ καὶ ἡ πτέρνα ὄπισθεν· εἶτα ὅλος ὁ ποῦς· ὁ δὲ πρὸς τοὺς δακτύλους τόπος ταρσὸς λέγεται· τινὲς δὲ κτένα τοῦτο καλοῦσιν, ἢ πεδιόν· τὸ δὲ ὑποκάτω τοῦ ποδὸς, πέλμα προσαγορεύουσιν· εἶτα οἱ δάκτυλοι ἐκ τριῶν κον‐ | |
25 | δύλων συγκείμενοι, πλὴν τοῦ μεγάλου· ἐκεῖνο γὰρ ἐκ δυοῖν σύγκειται ὀστῶν· τῷ δὲ τοῦ μηροῦ ὀστῷ καὶ τῆς περόνης ἐπί‐ κειται ἡ ἐπιγονατὶς, χαῦνον οὖσα ὀστοῦν καὶ στρογγύλον· δι’ ὅ τινες μύλην αὐτὴν καλοῦσιν· ἀπὸ τῆς πρὸς τὰ ἔξωθεν μηχα‐ νῆς καὶ ἐμφερείας τοῦ μύλου, διὰ τὸ ἄνωθεν εἶναι τοῦ ἄρθρου | |
30 | τὸ κοῖλον, ὡς καὶ τῆς μύλης τὸ ὕπερθεν· ἐν ᾧ πρὸς τὸ ἀλή‐ | |
θεσθαι τὰ σπέρματα βάλλονται· λέγεται δὲ ἐπιγονατὶς, διὰ | 128 | |
129 | τὸ ἐπὶ τοῦ γόνατος κεῖσθαι· ἢ οἷον ἐπιγουνὶς, ὡς καὶ Ὅμη‐ ρος· οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει. (Od. Σ. 73.) Τὸ δὲ γόνυ ἐκ τοῦ κονεῖν καὶ ἐνεργεῖν ἐτυμολογήθη· ἐξ οὗ | |
5 | καὶ κόνατα, ἢ γόνατα· ἢ ὅτι τὸ σκέλος καμπτόμενον ὥσπερ γωνίαν ἀποτελεῖ· ἰγνὺς δὲ τὸ ὑποκάτω τοῦ γόνατος καλεῖται· διότι αἴτιόν ἐστιν ἡμῖν τοῦ ἐκνεῖσθαι, ἤγουν ἁπλοῦσθαι· ἢ παρὰ τὸ εἴκειν ἐν ταῖς κάμψεσιν· ἢ παρὰ τὸ τὸ γόνυ συνέχειν· τὸ δὲ σκέλος παρὰ τὴν σχέσιν ἐκλήθη· διέσχισται γὰρ ἀπ’ | |
10 | ἀλλήλων· ἢ παρὰ τὴν κέλευθον, ὅ ἐστιν ὁδὸς, δι’ ἧς βαδίζο‐ μεν· ἢ παρὰ τὸ ἐσκληκέναι καὶ σκληρότερον εἶναι τῶν ὕπερθεν μορίων. τὰ γὰρ σκέλη πεποίηκεν ἡ δημιουργὸς φύσις, ἵνα τὸ ὅλον ὀχῶσι σῶμα, ὥσπέρ τινες κίονες, καὶ μεταφέρωσιν ἐκ τόπον εἰς τόπον, ἀντὶ βάσεων τοὺς πόδας ποιήσασα· ἐν οἷς ὁ | |
15 | ἄνθρωπος ἐπιστηριζόμενος, τόπους ἀμείβει, καὶ πόλεις μετέρ‐ χεται, καὶ ἔργα ἐπιτελεῖ, καὶ βάρη φορτίζεται, καὶ μεταφέρει, καὶ μετατίθησι. Τούτους οὖν τοὺς πόδας, δεῖ ἐπὶ τὰ ἔνδον ἠρέμα νεύειν· ὅπως ἀλλήλοισιν ἐπικουροῦντες, μίαν ποιοῖντο ἐνέργειαν, κοινήν | |
20 | τε καὶ ἄμεμπτον· εἰ δέ γε ποτὲ παρὰ τὴν θέσιν γένηται τού‐ των θάτερος, ἄπορος ἡ τοῦ ζώου κίνησις γίνεται, καὶ οἴχεται τούτου ἡ κρείττων ἐνέργεια· διά τοι τοῦτο τένοντες κατὰ τὴν ἰγνύην, καὶ μῦες, καὶ σύνδεσμοι, καὶ νεῦρα περικυκλοῦσιν αὐτούς· τὴν κίνησιν αὐτῶν ἐξασφαλιζόμενοι καὶ περιφυλάτ‐ | |
25 | τοντες. Οὐ γὰρ μόνον περὶ τὰ ἄρθρα αὐτῆς ἡ ἀσφάλεια, ἀλλὰ καὶ παντάχοθεν· τὰ γὰρ τῶν ὤμων καὶ μασχαλῶν, καὶ τῶν ἰγνύων καὶ σφυρῶν, καὶ πάντα τὰ ἐκ μυῶν καὶ μετὰ μυῶν κινούμενα | |
νεῦρα, τένοντες ὀνομάζονται· παρὰ τὸ τείνειν τὰ μόρια πρὸς | 129 | |
130 | ἐνέργειαν· ὅτι καὶ τρεῖς εἰσι τῶν νεύρων διαφοραί· τὰ μὲν γὰρ ἐξ ἐγκεφάλου καὶ νωτιαῖα πεφυκότα, νεῦρα κυρίως προσαγο‐ ρεύοντες· τὰ δὲ ἐκ μυῶν τένοντες· τὰ δὲ ἐξ ὀστῶν, σύνδεσμοι· ὁ δὲ τοῦ ἀστράγλου τόπος καὶ σφυρὰ λέγεται, παρὰ τὸ συνε‐ | |
5 | σφίχθαι τὰ ἄρθρα τῇ συνθέσει· καὶ οἷον σφαῖρα τοῖς ὀστοῖς καὶ τοῖς νεύροις πεπῆχθαι ἀστράγαλος· παρὰ τὸ ἀστραβῆ καὶ ὀρθὴν φυλάττειν τὴν βάσιν τοῦ ποδός· κυκλοῖ δὲ τὸν ἀστρά‐ γαλον τὸ κυκλοειδὲς λεγόμενον ὀστοῦν· ἐν ᾧ τὸ λεγόμενον κότζιον διὰ συνδέσμων τῇ περόνῃ προσαρμοσθὲν ἄνω, τὸ κυφο‐ | |
10 | ειδὲς κάτωθεν ὑποκείμενον ἔχει, καὶ συνδέδεται μετ’ αὐτοῦ πρὸς ὃ ἡ βάσις τῶν σφυρῶν καὶ τῆς πτέρνης· αὕτη γὰρ ὑπό‐ κειται τὰς ὀφρυώδεις ἐξοχὰς τῆς κνήμης τε καὶ περόνης, καὶ τὰ περιφερῆ τοῦ ἀστραγάλου περιλαμβάνουσα, δύο τινὰς ἐξο‐ χὰς εἰς ἐπιτηδείους κοιλότητας ἐναρμόζει· τὸ δὲ κατέμ‐ | |
15 | προσθεν μέρος αὐτῆς ἡ ἀρχή ἐστι τοῦ λεγομένου ταρσοῦ· μετ’ αὐτὸν δὲ ἄρχεται τὸ πεδίον, ἐκ πέντε συγκείμενον ὀστῶν· ἀφ’ οὗ οἱ κόνδυλοι τῶν δακτύλων τὴν ἁρμονίαν λαμβάνοντες, ἐπὶ τὰ τοὺς ὄνυχας ἔχοντα μετακονδύλια τελευτῶσι· συνδοῦσι δὲ τὰς τούτων διαρθρώσεις, ὑμενώδεις τινὲς σύνδεσμοι· τὰς δὲ | |
20 | κατὰ τὸν ἀστράγαλον καὶ τὴν πτέρναν, ἰσχυροί τε πάνυ, καὶ στρογγύλοι, καὶ νευροχονδρώδεις. Ἔστι γὰρ καθόλου τοῦ ποδὸς οὐ μόνον συνάρθρωσις καὶ διάρθρωσις, ἀλλὰ καὶ συννεύρωσις καὶ συνχόνδρωσις· πολὺ γὰρ αὐτῷ ἀσφαλὲς ἐδόθη διὰ τὴν ὀχὴν ὅλου τοῦ σώματος, καὶ τὸν | |
25 | ἀναβασταγμὸν, καὶ τὴν οἷον ἐπικειμένην βαρύτητα, καὶ τὰς λοιπὰς ἐνεργείας πάσας. Λέγεται δὲ ποὺς, παρὰ τὸ πεπαῦσθαι ἀπὸ τοῦ ὅλου σώματος ἢ τὸ παῦον καὶ λῆγον τοῦ σώματος· λέγεται δὲ καὶ ἴχνος, παρὰ τὸ ἴσχειν καὶ συνέχειν ὅλον τὸν πόδα· ἢ ἀπὸ τοῦ ἀνέχεσθαι τῆς γῆς· ὁ δὲ ταρσὸς διὰ τὸ ξηρὸν | |
30 | τοῦ τόπου καὶ ἄσαρκον οὕτως ἐκλήθη· καὶ Ὅμηρος· | |
νῦν δὲ μ’ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως. (Il. Λ. 388.) | 130 | |
131 | πεδίον δὲ τὸ ἔμπροσθεν, διὰ τὸ ὁμαλόν· τὸ δὲ ὑποκάτωθεν τοῦ ποδὸς δέρμα πέλμα καλεῖται, διὰ τὸ πεπιλῆσθαι, ἤγουν ἐσφί‐ χθαι τοῦ ὅλου δέρματος πλέον· ἡ δὲ πτέρνα, παρὰ τὸ ἐπιπεπτω‐ κέναι αὐτῇ ὅλον τὸ σῶμα· ἡ δὲ τῶν ἄρθρων ὀνομασία εὕρηται | |
5 | ἐκ τοῦ ἀρῶ ῥήματος, τοῦ σημαίνοντος τὸ ἁρμόζω· ἢ διὰ τὸ ἀρηρέναι ἀλλήλοις, ὅ ἐστι συναρμόζεσθαι, καὶ συνεσφίχθαι, καὶ βοηθεῖν. | |
7 | ||
8t | ΚΕΦ. Λ. | |
9t | Περὶ Δέρματος καὶ περὶ Τριχῶν. | |
10 | Καλύπτεται οὖν ἅπαν τὸ σῶμα ὑπὸ τοῦ δέρματος· καὶ ἔστι τὰ μὲν αὐτοῦ, τετριχωμένα, τὰ δὲ ἄτριχα· τετριχωμένα μὲν ἡ κεφαλή· καὶ τὰ μέρη τῆς ἄνω, καὶ τῆς κάτω γένυος· καὶ τὰ τοῦ χείλους· αὗται γὰρ σκέπης καὶ κόσμου ἐγένοντο χάριν· αἱ δὲ τῶν ὀφρύων καὶ τῶν βλεφαρίδων, ἀσφαλείας· αἱ | |
15 | δὲ τῶν μασχαλῶν καὶ τῆς ἥβης, κατὰ συμβεβηκός· οὔτε γὰρ δι’ ἀσφάλειαν, ἐπειδὴ ἄκαιρός ἐστιν ὁ τόπος· οὔτε διὰ σκέπην, ἐπειδὴ σκέπονται ὑπὸ τῶν χειρῶν καὶ τῶν πλευρῶν αἱ μασχά‐ λαι· ἀλλ’ οὔτε διὰ κόσμον, κρυπτόμενον γὰρ κόσμον ἡ φύσις οὐκ εἶδε· ὧν γὰρ τὸ κάλλος κρύπτεται, οὐ δὲ πόθου δέχον‐ | |
20 | ται γένεσιν. Λέγομεν δὲ τὰς τρίχας κατὰ συμβεβηκὸς γίνεσθαι οὕτως· ὥσπερ γὰρ ὁ γεωργὸς κατὰ πρῶτον μὲν λόγον ἀρδεύει τὰ χρή‐ σιμα τῶν λαχάνων, ἢ τῶν φυτῶν· κατὰ δεύτερον δὲ, καὶ τὰς ἀκάνθας, καὶ τὰς ἄλλας τῶν βοτανῶν, εἰς φραγμὸν ταύτας καὶ | |
25 | ἄλλην χρείαν ἐπινοούμενος· οὕτως καὶ ἡ θρεπτικὴ δύναμις εἰς τὰς εἰρημένας αἰτίας τὰς τρίχας καὶ τοὺς ὄνυχας ἐπινοουμένη, καὶ τρέφει, καὶ αὔξει, καὶ συνιστᾶ· τῶν γὰρ καπνῶν τῶν ἀτμωδεστάτων, τῶν ἐκ τοῦ σώματος ἀναπεμπομένων πῆξιν | |
λαμβανόντων, αὗται συνίστανται· τρίχες δὲ λέγονται, οἷον | 131 | |
132 | θέρικες· θέριξ γὰρ καὶ θρὶξ κατὰ συγκοπήν· ὅτι θερίζεται καὶ τέμνεται συνεχῶς· οὐδὲν γὰρ οὕτω τῶν ἐν ἡμῖν πηδᾶ πρὸς τὰ ἐκτὸς ὥσπερ ἡ θρὶξ· ἐν οἷς μὲν οὖν τόποις ἄτριχον ὑπάρχει τὸ σῶμα, μῦες δηλονότι κατ’ ἐκείνους τοὺς τόπους ὑπάρχουσιν· | |
5 | ὥσπερ ἐπὶ τῆς παλάμης καὶ τῶν δακτύλων, καὶ τοῦ πέλματος τῶν ποδῶν· ἐν οἷς δὲ μῦες αἴτιοι οὐκ εἰσὶ, τρίχες φύονται· πῆ μὲν πλείους, πῆ δὲ ὀλίγαι· σκέπασμα μὲν γὰρ τὸ ὅλον δέρμα γέγονε καὶ περίβλημα τῆς ἁπαλῆς σαρκὸς, καὶ τῶν ἄλλων πάντων τῶν ἐντοσθίων. | |
10 | Ἔστι δὲ τὸ δέρμα τῇ φύσει τυλῶδες, ὑπό τε τοῦ περιέχον‐ τος καὶ τῶν προσομιλούντων σωμάτων τυλωθέν· ἡ δὲ ἁπαλὴ σὰρξ, πῆ μέν ἐστιν ἁπλῆ, πῆ δὲ σύνθετος· καὶ πῆ μὲν μετὰ μυῶν καὶ ἰνῶν, πῆ δὲ καθ’ ἑαυτήν· καὶ αὕτη γὰρ ὥσπερ καὶ τὸ δέρμα καθόλου τοῦ σώματος ἥπλωται· ἵνα καὶ τοῦ θέρους ἀνα‐ | |
15 | ψύχῃ τὸ ζῶον, νοτίδα ἐκπέμπουσα ἔσωθεν· καὶ χειμῶνος δὲ τὴν τῶν πιλητῶν εἰρίων αὐτοῖς χρείαν παρέχῃ· σὰρξ δὲ εἴρη‐ ται παρὰ τὸ σύρεσθαι τὸ δέρμα ἀπ’ αὐτῆς. Τὸ δὲ δέρμα ὥσπερ τέρμα τοῦ σώματος, ἔξωθεν ἐπιβέβλη‐ ται παντὶ τῷ σώματι· ἢ οἷον δέρμα, τὸ συνισχηκὸς τὸ σῶμα | |
20 | καὶ συνδεσμοῦν· ἢ οἷον δέρμα, παρὰ τὸ ἀποδέρεσθαι ὡς ἐπὶ τῶν ζώων· ἢ οἷον δέμας, διὰ τὸ καὶ τὸ σῶμα οὕτως καλεῖσθαι, ὅτι δεσμός ἐστι τῆς ψυχῆς· ἢ περιδόμημα αὐτῆς καὶ οἰκητήριον· χρείας δὲ μόνης ἕνεκα τὸ δέρμα γεγένηται ἐν τῷ σώματι, καὶ οὐκ ἐνεργείας· οὔτε γὰρ πρὸς πέψιν, οὔτε πρὸς ἐξαιμά‐ | |
25 | τωσιν, οὔτε πρὸς ἀνάδοσιν τροφῆς, οὔτε κίνησιν καθ’ ὁρμὴν, οὔτε ὅλως ἐνέργειαν τινὰ τῷ ζώῳ παρέχεται, ἀλλὰ πάντων ἔξωθεν κείμενον τὰ τοῦ σώματος ὅλα περιττὰ εὐλόγως ἐκ‐ δέχεται, ὅθεν καὶ οἱονεὶ κατατέτρηται διόλου πρὸς ἀναπνοὴν | |
καὶ ἱδρώτων ἀπόκρισιν· καὶ ἔστιν ἀσθενέστερον τῶν ἄλλων μο‐ | 132 | |
133 | ρίων· οὐκ ἴσην γὰρ τὴν ῥώμην ἅπαντα τὰ μόρια κέκτηνται· ἀλλὰ τὰ κυριώτερα, καὶ οἷον αἱ ἀρχαὶ τοῦ σώματος, ῥωμαλεώ‐ τερα ἐξ ὑπαρχῆς ἐγεγόνει καὶ ἰσχυρότερα· ἵνα καὶ τὴν ἐκ πλημμελοῦς διαίτης ἀπωθῆται κακίαν, καὶ τὴν φυσικὴν δύνα‐ | |
5 | μιν περισώζῃ. Ἔχει δὲ ὁ ἄνθρωπος καθ’ ὅλων τῶν μορίων, καὶ ἐν τῇ γαστρὶ καὶ ἐν τοῖς ἐντέροις πιμελὴν, ἀλλ’ οὐ στέαρ· ὅτι διαφέρει πιμελὴ στέατος, τῷ τὴν πιμελὴν ψυχομένην, ἄπηκτον διαμέ‐ νειν, τὸ δὲ στέαρ ἅμα πήσσεσθαι, ὥστε καὶ θρύπτεσθαι· διὸ | |
10 | καὶ οἱ ζωμοὶ τῶν μὲν πιμελωδῶν, οὐ πήσσονται ὡς βοὸς, αἰγὸς, καὶ προβάτου· συνίσταται δὲ ἡ πιμελὴ ἐκ τῶν ἐν τῷ αἵματι φερομένων ἑλαιωδῶν, ἐκ τῶν λιπαρωτέρων τροφῶν, ἃ ἐν τοῖς ψυχροτέροις τῶν μορίων καθιζάνοντα πήγνυνται· πιμέλη δὲ λέγεται παρὰ τὴν πῆξιν τῆς τροφῆς· ἢ πιμέλη τίς ἐστι, | |
15 | παρὰ τὸ πιαίνειν· ὑγραίνουσα τὰ μέλη· ὁ δὲ σύνδεσμος περί‐ βλημά ἐστι νευρῶδες, ἐξ αὐτοῦ τὴν γένεσιν ἔχων, ὅπερ συν‐ δέδεται ταῖς ἀρθρώσεσιν· ὁ δὲ ὑμὴν σῶμά ἐστι νευρῶδες πλατύ· ἡ δὲ σὰρξ ἡ ἁπλῆ αἷμά ἐστι πεπηγός. Τὸ δὲ αἷμά ἐστι θερμὸν καὶ ὑγρὸν κατὰ σύστασιν· κατὰ | |
20 | δὲ γεῦσιν γλυκύ· παρὰ δὲ τὸ αἴθω τὸ καίω αἷμα ἐκλήθη· οὐδὲν γὰρ τῶν ἐν τῷ σώματι χυμῶν θερμότερον τοῦ αἵματος ἐστί· ἱλαρωτέραν δὲ τὴν ψυχὴν τοῦτο ἐργάζεται, ἐν οἷς πλεονάζει· ἡ δὲ ξανθὴ χολὴ, γοργοτέραν ἢ θρασυτέραν· ἡ δὲ μέλαινα, σεμνο‐ τέραν καὶ εὐσθενεστέραν· τὸ δὲ φλέγμα, ἀργωδεστέραν καὶ | |
25 | σκληρωδεστέραν· ἔστι δὲ τὸ φλέγμα συμμέτρως παχὺ κατὰ σύστασιν· ἁλμυρὸν δὲ κατὰ γεῦσιν· ἡ δὲ ξανθὴ χολὴ, λεπτο‐ τέρα τὲ καὶ κατὰ γεῦσιν πικρά· ἡ δὲ μέλαινα, ὀξεῖα μὲν κατὰ γεῦσιν, παχεῖα δὲ κατὰ σύστασιν, καὶ γεώδης· καὶ ἔστι τὸ μὲν αἷμα ἐρυθρὸν τῇ χροιᾷ· λευκὸν δὲ τὸ φλέγμα· ὠχρὰ δὲ ἡ | |
30 | ξανθὴ χολή· μέλας δὲ ὁ μελαγχολικὸς χυμός· οὗτοι γάρ εἰσιν | 133 |
134 | οἱ συγγενεῖς τοῦ σώματος χυμοί· ἐξ ὧν τὰ μὲν ἁπλᾶ γέγονε μόρια· τὰ δὲ ὀργανικὰ, ἢ σύνθετα· καὶ ὑπάρχει τοῖς μὲν ὁμοιομερέσι καὶ ἁπλοῖς κατ’ οὐσίαν, τὸ θερμόν· τὸ ψυχρόν· τὸ ξηρόν· τὸ ὑγρόν· τοῖς δὲ συνθέτοις καὶ ὀργανικοῖς, τὸ κατὰ | |
5 | φύσιν τῆς ἁρμονίας, καὶ τὸ συντεθεῖσθαι καλῶς· ὡς μήτε τὸν ὀφθαλμὸν στασιάζειν, μήτε σκάζειν τὸν πόδα. Ἐξ ἀναγκῆς δὲ ἕπεται τοῖς ὁμοιομερέσιν ἡ τῶν κράσεων συμμετρία· ἡ κατὰ δασύτητα καὶ ψιλότητα· ἡ κατὰ παχύ‐ τητα καὶ ἰσχνότητα· καὶ ἡ κατὰ τὴν εὔχροιάν τε καὶ ἄχροιαν· | |
10 | καὶ προσέτι μαλακότητα καὶ σκληρότητα· τοῖς δὲ ὀργανικοῖς κατ’ οὐσίαν μὲν ἡ συμμετρία· καὶ ἡ σύνθεσις· καὶ ὁ ἀριθμός· καὶ τὸ σχῆμα· ἐξ ἀνάγκης δὲ τὸ καλῶς τὰς ἐνεργείας ἕκα‐ στον τῶν ὀργανικῶν ἐκτελεῖν· οἷον τὴν χεῖρα καλῶς ἀντιλαμ‐ βάνεσθαι· καὶ τὰ σκέλη καλῶς βαδίζειν· καὶ τὰ ὦτα ἀκούειν· | |
15 | καὶ τοὺς ὀφθαλμοὺς καλῶς βλέπειν· τηνικαῦτα γὰρ τὴν οἰ‐ κεῖαν ἀρετὴν ἔχειν κατὰ τὸ σῶμα τὸν ἄνθρωπον λέγομεν, ὅταν τὰς οἰκείας ἐνεργείας ἀμέμπτως ἐπιτελῇ· τὰς κατὰ λογισμόν· τὰς κατὰ μνήμην· τὰς κατὰ φαντασίαν· τὰς κατ’ αἴσθησιν· καὶ τὰς λοιπὰς τοῦ σώματος ἐνεργείας. | |
20 | Ἐπεὶ δὲ λογισμὸς κυρίως τότε λέγεται ὁ ἄνθρωπος, εἰ καὶ φύσει ἐστὶ λογικὸς, ὅταν ἤδη ἱκανός ἐστιν ἑρμηνεὺς εἶναι τῶν συνήθων ὀνομάτων τε καὶ ῥημάτων, καὶ τὴν λογικὴν ἕξιν περι‐ ποιούμενος, ἤγουν κατὰ τὴν πρώτην ἑπταετίαν· τὰ γὰρ πρὸ ταύτης ἔτη, ἀλογίας, καὶ ἀσυνεσίας, καὶ ἀφροσύνης ἀνάμεστα· | |
25 | κατὰ δὲ τὴν ἑτέραν ἑπταετίαν ἄκρως τελειοῦσθαι· τελείωσις δέ ἐστι δύναμις τῆς τοῦ ὁμοίου σπορᾶς· περὶ γὰρ τὴν τεσσα‐ ρεσκαιδεκάτην ἡλικίαν τὸ ὅμοιον γεννᾶν δυνάμεθα· τρίτη πά‐ λιν ἑπταετία πέρας ἔστιν αὐξήσεως· ἄχρι γὰρ ἑνὸς καὶ εἴκοσιν ἐτῶν ἐπιδίδωσιν εἰς μέγεθος ὁ ἄνθρωπος· καὶ καλεῖται | |
30 | παρὰ πολλοῖς ὁ χρόνος οὗτος ἀκμή· ψυχῆς μὲν οὖν τὸ ὅλον | |
ἑπταμερές· αἰσθήσεις πέντε· ὅρασις· ὄσφρησις· ἀκοή· γεῦσις· | 134 | |
135 | καὶ ἁφή· τὰ φωνητήρια ὄργανα, ἤγουν ἡ γλῶσσα καὶ τὸ τῆς γονῆς ἀποκριτικόν· πάλιν σώματος κινήσεις ἑπτά· ὀργανικὰ μὲν ἕξ· ἡ ἄνω· ἡ κάτω· ἡ ἔσω· ἡ δεξιά· ἡ ἀριστερὰ, καὶ ἡ κυκλική· ἢ οὕτως· γέννησις· αὔξησις· μείωσις· φθορά· ἀλ‐ | |
5 | λοίωσις· μεταβολὴ καὶ στάσις· αἵ τε ἀποκρίσεις τοῦ σώματος ἑπτά· δάκρυα· μύξαι· σίελος· σπέρμα· διττοὶ περιττωμάτων ὀχετοί· καὶ ὁ δι’ ὅλου τοῦ σώματος ἱδρῶς. Ὥσπερ δὲ πάντων τῶν ἐν τῷ κόσμῳ γενομένων, τὰ μὲν δι’ ἑαυτὰ γέγονε· καὶ δι’ ἑαυτὰ, καὶ δι’ ἕτερα· καθὼς ἐν τοῖς | |
10 | προλαβοῦσιν ἐδείχθη· οὕτως καὶ ἐπὶ τῶν μορίων τοῦ ζώου εὑρή‐ σεις, ἐν τοῖς ἄρχουσι καὶ ἐν τοῖς ἀρχομένοις· ταῦτα γὰρ προ‐ ηγουμένως καὶ κατὰ πρῶτον λόγον κατεσκεύασται· ἃ καὶ κατὰ φύσιν κυρίως λέγεται. Ἡ δὲ ξανθὴ χολὴ, καὶ δι’ ἑαυτὴν γέγονε, καὶ δι’ ἄλλο· καὶ | |
15 | γὰρ πρὸς πέψιν συντελεῖ, καὶ ἐρεθίζει τὴν ἔκκρισιν, καὶ γίνε‐ ται τρόπον τινὰ τῶν θρεπτικῶν ἕν τι μόριον· ἀλλὰ καὶ θερμα‐ σίαν παρέχει τῷ σώματι, καθάπερ ἡ ζωτικὴ δύναμις· καθαίρει δὲ καὶ τὸ αἷμα, ὅπερ δι’ ἄλλο δοκεῖ πῶς γεγονέναι· καὶ ὁ σπλὴν δὲ, καὶ δι’ ἑαυτὸν γέγονε, καὶ δι’ ἄλλο· δι’ ἑαυτὸν μὲν, | |
20 | ὅτι μόριον ὑπάρχει τῶν θρεπτικῶν, καὶ δοχεῖον τοῦ μέλανος χυμοῦ· διὰ δὲ τὸ ἐπισπᾶσθαι τὰ περιττὰ τοῦ ἥπατος, καὶ οἷον διακαθαίρειν αὐτὸ, δι’ ἄλλο πῶς καὶ αὐτὸς ὑφιστάναι δοκεῖ· καὶ οἱ νεφροὶ δὲ, τοῦ τε αἵματος καθάρσιον, καὶ τῆς κατὰ συνουσίαν ὀρέξεως αἴτιοι· καὶ οἱ ἀδένες ὄχημα εἰσὶ τῶν ἀγγείων· | |
25 | καὶ ἡ σὰρξ σκέπασμα· καὶ τὸ δέρμα ὁμοίως περίβλημα· καὶ τὰ ὀστᾶ στήριγμα· καὶ οἱ ὄνυχες χάριν τοῦ κνήθεσθαι, καὶ εἰς ἀντίληψιν· καὶ αἱ τρίχες ὁμοίως εἰς σκέπην καὶ κόσμον· οἱ ὀφθαλμοὶ διὰ τὴν ὅρασιν· τὰ ὦτα χάριν τῆς ἀκοῆς· ἡ ῥὶς διὰ τὴν ἀναπνοὴν καὶ τὴν ὄσφρησιν· ὁ θώραξ διὰ τὴν τῆς καρδίας | |
30 | ὑπηρεσίαν· αἱ χεῖρες διὰ τὰς εἰρημένας χρείας· καὶ οἱ πόδες | |
διὰ τὴν μετάβασιν· ἡ γλῶσσα διὰ τὴν λαλιάν· τὴν γλῶσ‐ | 135 | |
136 | σαν δὲ διὰ τὸ προπετὲς αὐτῆς καὶ ἀφύλακτον, καὶ ὥστε μὴ προτρέχειν τῆς διανοίας, δισσῶς αὐτὴν ἠσφαλίσατο· τὴν τῶν ὀδόντων πυκνότητα ὥσπερ φυλακὴν ἢ τειχίον αὐτῇ ἐπιστήσας, καὶ τὰ χείλη θυροῦντα, καὶ ἐν περιοχῇ ταύτην φυλάττοντα· | |
5 | ἵνα μὴ ἁπλῶς, καὶ ὡς ἔτυχεν φθέγγηται· καὶ ἁπαξαπλῶς, οὐδὲν παρὰ σκοπὸν ἢ ἀνεργὲς παρὰ τοῦ δεσπότου δεδημιούρ‐ γηται. Ταῦτα οὖν πάντα καὶ τὰ λοιπὰ τοῦ σώματος μόρια τότε ὑγιαίνειν αὐτὰ καὶ καλῶς ἔχειν λέγομεν, ὅταν εὐκρασίαν μὲν | |
10 | ἔχῃ ἐν τοῖς ὁμοιομερέσι καὶ ἁπλοῖς· συμμετρίων δὲ ἐν τοῖς συνθέτοις καὶ ὀργανικοῖς. ἐκ γὰρ τῶν ὁμοιομερῶν συγκείμενα τὰ ὀργανικὰ ὑπὸ τούτων ὑπηρετεῖται· οἷον, ἡ καρδία ἀρχή ἐστι τοῦ σώματος, καὶ ὀργανικόν· ὑπηρετοῦσιν οὖν αὐτῇ ἀρτηρίαι καὶ θώραξ· ἀρτηρίαι μὲν χορηγοῦσαι τῷ παντὶ σώματι αἷμα, καὶ | |
15 | πνεῦμα τὸ ἐξ αὐτῆς· θώραξ δὲ, διὰ τῆς συστολῆς καὶ διαστο‐ λῆς ἐπεισάγων αὐτῇ ἀέρα καθαρόν· ὑπηρετεῖ δὲ ἐγκεφάλου τὰ νεῦρα, καὶ ὁ νωτιαῖος· ἥπατι δὲ, αἱ φλέβες· τοῖς δὲ ὄρχε‐ σιν, οἱ σπερματικοὶ πόροι· ταῦτα γὰρ ἀρχαὶ τοῦ σώματος, καὶ λέγονται, καὶ εἰσὶ, καθὼς ἐδείξαμεν ὄπισθεν· οἱ δὲ κατὰ | |
20 | παντὸς τοῦ σώματος χόνδροι, σώματα εἰσὶ, τοῦ μὲν ὀστοῦ μαλακώτερα, τῆς δὲ σαρκὸς διαφερόντως ξηρότερα· οἱ δὲ ἀδέ‐ νες, σώματα σπογγώδη εἰσὶ, τοῦ μὲν χόνδρου μαλακώτερα, σκληρότερα δὲ τῆς σαρκός· διάφορος δὲ τούτων ἡ χρεία· οἱ μὲν γὰρ ἀντὶ στοιβῆς ἐτάγησαν εἶναι μεταξὺ τῶν ἀγγείων· οἱ | |
25 | δὲ ὑπεστρώθησαν τοῖς ἀγγείοις, οἷον φλεψὶ καὶ ἀρτηρίαις· ἄλλοι δὲ καὶ χάριν ἐνεργείας ἐγένοντο, ὥσπερ οἱ ἐν τοῖς τιτθοῖς· οἱ τὸ αἷμα εἰς τὸ γάλα μεταβάλλουσιν· καὶ οἱ ἐν τοῖς ὄρχε‐ σιν, οἱ ποιοῦσι τὸ σπέρμα· καὶ οἱ ἐν τοῖς παρισθμίοις, οἱ τὸν σιέλον ἀναγκαίως ποιοῦσιν· ἐπειδὴ γὰρ ἐκ τῆς συνεχοῦς κινή‐ | |
30 | σεως τὰ φωνητικὰ ὄργανα ξηραινόμενα ἱστᾶ τὴν φωνὴν, καὶ | |
τὴν ὁμιλίαν διακρατεῖ, τούτου χάριν οἱ σιελίται μῦες σὺν ἀδέ‐ | 136 | |
137 | σιν ἐντὸς τοῦ στόματος κεῖνται, ἵνα καθυγραίνουσιν ὅλον τὸ στόμα καὶ τὴν ἀρτηρίαν, πρὸς ἐκφωνήσεις καὶ ὁμιλίας, καὶ παρέκτασιν λόγων· εἰ μὴ γὰρ τοῦτο παρὰ τοῦ τεχνίτου τῆς φύσεως ἐπενοήθη, ἐξ ὁμιλίας μικρᾶς, ἢ ῥημάτων ὀλίγων, ἢ με‐ | |
5 | λῳδίας οὐχ ἱκανῆς, ἄφωνος ὁ ἄνθρωπος εὐθέως ἐγένετο· ἀλλὰ τούτων οὕτως κειμένων, καὶ ἐφ’ ἱκανὸν φθέγγεται, καὶ ἐς ὕψος αἴρει φωνὴν, καὶ ἐν ἡδύτητι φωνῆς διαρκεῖ· καὶ τοὺς ἀκούοντας τέρπει, καὶ ἡδονὴν ἐναφίησιν· εἰ γὰρ καὶ ἡδύνουσι τέττιγες καὶ ἀηδόνες, καὶ ἕτερα ζῶα τὸν ἄνθρωπον, ἀλλὰ καὶ διαφε‐ | |
10 | ρόντως ὁ ἄνθρωπος τοῦτο ποιεῖ· ὃ καὶ Ὅμηρος ἐπιστάμενος ἔλεγε· καλέσατε θεῖον ἀοιδόν· τῷ γ’ ἄρα θεὸς πέρι δῶκεν ἀοιδὴν τέρπειν, ὅποι θυμὸς ἐποτρύνησιν ἀείδειν. (Od. Θ. 43.) | |
15 | Μόνος γὰρ ὁ ἄνθρωπος ἡδύτητα φωνῆς διακρίνει καὶ ἀποδέχε‐ ται· μόνος ὄργανα πρὸς ᾠδὰς κατασκευάζειν δύναται, καὶ θελ‐ κτήρια μέλη ποιεῖν· μόνος ὁ ἄνθρωπος διὰ γραμμάτων καὶ πόῤῥωθεν τοὺς φίλους ἀσπάζεται· μόνος ὁ ἄνθρωπος διανοητι‐ κὸν καὶ βουλευματικὸν ἐστὶ ζῶον· μόνος ὁ ἄνθρωπος ζῶον γε‐ | |
20 | λαστικόν ἐστιν· εἰ καὶ τὴν μιμὼ λέγουσι σχηματίζεσθαι τοῦτο· μόνος ὁ ἄνθρωπος διὰ τῶν φωνητικῶν ὀργάνων τυποῖ τὰ λεγόμενα ἢ φωνούμενα, καὶ διαρθροῖ· τῶν ἄλλων ζώων ἀνάρ‐ θρως φωνούντων· εἰ δὲ καὶ τοὺς ἀγγέλους καὶ δαιμόνας ὁμιλεῖν λέγεται λογικῶς, ἀλλ’ οὐ διὰ φωνητικῶν ὀργάνων, οὐ δὲ διὰ | |
25 | πνοῆς ὥσπερ ἡμεῖς· μόνος ὁ ἄνθρωπος μετὰ θάνατον ἀνίσταται· καὶ θνητὸς ὢν ἀπαθανατίζεται· μόνος ὁ ἄνθρωπος ζῶον ἐστὶν ἐνταῦθα οἰκονομούμενον, καὶ ἀλλαχοῦ μεθιστάμενον· μόνος ὁ ἄνθρωπος ἐν μέσῳ δύο ζώων γινώσκεται· καὶ τῆς μὲν παρούσης φροντίζεται, καὶ προνοεῖται πῶς ζήσεται· τῆς δὲ μελλούσης | |
30 | ἐπιμελεῖται μὴ ἐκπεσεῖν· καὶ τὴν μὲν πρόσκαιρον οἶδε, τὴν δὲ | |
αἰώνιον· καὶ τὴν μὲν, πολυπαθῆ, καὶ πολυώδυνον, καὶ πολύδακρυν· | 137 | |
138 | τὴν δὲ, ἀπαθῆ, καὶ ἀνώδυνον, καὶ πολυχαρῆ· μόνος ὁ ἄνθρωπος πταίων ἐνταῦθα παιδεύεται, καὶ μετανοῶν συγχωρεῖται παρὰ τοῦ κτίσαντος· μόνος ὁ ἄνθρωπος παρὰ τοῦ δημιουργοῦ διαφε‐ ρόντως τῶν ἄλλων ζώων προνοεῖται, καὶ ἐπιμελείας ἠξίωται. | |
5 | Καὶ ἵνα τοῦτο μὴ ἀγνοῶν μάθῃς πλέον, καὶ τῆς προνοίας θαυμάσῃς τὸ μέγεθος, σκόπει τὴν διαμονὴν τῶν ἁπάντων, καὶ μάλιστα τῶν ἐν γενέσει καὶ φθορᾷ φυλαττομένην ἀεὶ διά σε τὴν τάξιν τῶν ὄντων καὶ τὴν θέσιν· ὡσαύτως τὴν τῶν ἄστρων φορὰν, μηδὲν μηδέποτε διαλλάττουσαν τὸν κύκλον τοῦ ἐνιαυτοῦ· | |
10 | τῶν ὡρῶν τὴν ἀποκατάστασιν· τῶν νυκτῶν καὶ ἡμερῶν τὴν ἰσότητα· παρὰ μέρος ἑκατέρας αὐξανομένης ἢ μειουμένης· τὴν φυτῶν καὶ σπερμάτων πληθύν· τὴν τῶν ζώων διαφορὰν καὶ κατασκευήν· τῆς κτίσεως ἁπάσης τὰ ἔργα, καὶ τὴν ἀναλογίαν, καὶ ἁρμονίαν, καὶ εὐρυθμίαν· καὶ ἵνα πάντα παρῶ διὰ τὴν σὴν | |
15 | πρόνοιαν καὶ συντήρησιν γεγονότα, περὶ τῆς μορφῆς ἡμῶν καὶ ἰδέας, τὴν παραλλαγὴν διάφορον ἐχούσης, διασαφήσω ὀλίγα· ἵνα προσκυνήσῃς τὴν περὶ σὲ τοῦ δεσπότου σου πρόνοιαν, τὸ ἔργον τούτου θαυμάσῃς. Τίς γὰρ ὁρῶν τὰς μορφὰς τῶν ἀνθρώπων ἐν τοσαύταις μυ‐ | |
20 | ριάσι διαλλαττούσας, καὶ μηδαμοῦ κατὰ πάντα συμπιπτού‐ σας, οὐ θαυμάσει μὲν τὸ ἔργον· ἀναλογιζόμενος δὲ τὴν αἰτίαν, εὑρήσει προνοίας ἕνεκα διαφερούσης, τὴν διαφορὰν τῆς μορφῆς παρηλλαγμένην ἐν τοῖς καθ’ ἕκαστον· σκόπει γὰρ, εἰ τὸν αὐτὸν ἅπαντες ἔσωζον ἀπαραλλάκτως χαρακτῆρα, πόση σύγ‐ | |
25 | χυσις τῶν πραγμάτων ἐγίνετο· πόση δὲ ἄγνοια καὶ σκότος κατεῖχε τὸν ἄνθρωπον· οὔτε τὸν ἀλλότριον, ἢ πολέμιον, ἢ χρη‐ στὸν, ἢ φαῦλον διακρῖναι δυνάμενον· τούτου γὰρ ὄντος οὕτως, οὐδὲν ἐκώλυεν ἀδελφαῖς καὶ μητράσι συμμίγνυσθαι· τί δὲ, εἰ | |
κλέπτων τὶς κρατηθεὶς ἀπέδρα μικρὸν, καὶ συνεμίγη ἐν τοῖς | 138 | |
139 | παροῦσιν; ἆρα ἂν ἀνεγνωρίσθη; οὐδαμῶς· ἀλλ’ οὐδὲ πατέρες καὶ παῖδες ἀλλήλους ἐγνώριζον· ἀλλ’ οὐδὲ ἄλλο τί συνέστη τῶν κατὰ βίον ἐν ἀνθρώποις χρηστόν· τυφλὸς γὰρ ἂν ἦν ἕνεκα τῶν ἀνθρώπων ὁ ἄνθρωπος, μικρὰ τοῦ βλέπειν αὐτῷ παρ‐ | |
5 | εσχομένων· πλὴν γὰρ ἡλικίας καὶ μεγέθους οὐδὲν ἄλλο διεγί‐ νωσκε. τοσούτων ἡμῖν ἀγαθῶν αἰτία γέγονεν ἡ πρόνοια ποικίλ‐ λουσα τὴν μορφὴν τῶν ἀνθρώπων διὰ παντὸς, καὶ μηδένα χρόνον τοῦτο παραλείπουσα· καὶ οὐ μόνον ἐν μορφῇ, ἀλλὰ καὶ ἐν φωναῖς, καὶ ἐν τῇ τῶν χρωμάτων διαφορᾷ, καὶ ἐν ἡλι‐ | |
10 | κίαις· ἵνα πολυτρόπως βοηθῆται τῆς ἀνθρωπίνης φύσεως ἡ ἀσθένεια, καὶ γινώσκοντες ὡς λογικοὶ, οἵας προνοίας ἀξιούμεθα καὶ τιμῆς, μὴ καταισχύνωμεν τὴν φύσιν· μηδὲ τῶν τοῦ Θεοῦ δωρεῶν ἀποφανθῶμεν ἀνάξιοι. Τοσαῦτά μοι περὶ τοῦ σώματος ἡμῶν καὶ τῆς τούτου κατα‐ | |
15 | σκευῆς, καὶ διαπλάσεως, καὶ συνθέσεως συνήνωται, καὶ συλλέ‐ λεκται, καὶ συντέθειται, καὶ οἷον συνυφάνθη καὶ συνηρμολογήθη· οὐκ οἶδα μὲν εἰ ἐντέχνως ἢ συνετῶς, ἢ ἀποδεκτῶς τοῖς πολλοῖς· τίς γὰρ ἱκανὸς λαλῆσαι τὰς δυναστείας τοῦ Κυρίου, ἢ ἀκου‐ στὰς ποιῆσαι πάσας τὰς αἰνέσεις αὐτοῦ· ἢ τῶν ὁδῶν αὐτοῦ τὸ | |
20 | ἀνεξιχνίαστον καὶ ἀκατάληπτον καταλαβεῖν; πλὴν ἀλλὰ καὶ Θεῷ φίλον τὸ κατὰ δύναμιν. Καὶ σὺ δ’ ἂν κατὰ σεαυτὸν ἀναλεγόμενος πολλοὺς εὑρήσεις σκοποὺς ἔχοντας τὶ τῶν εἰρημένων βαθύτερον· καὶ ὅτι ἂν συνεισφέρῃς εἰς τὴν παροῦσαν ὑπόθεσιν, καὶ ἡμῖν τοῦτο ἔσῃ | |
25 | συνειληχώς· οἷον πῶς τὸ ἡγεμονικώτατον τοῦ ζώου πρόσωπον, ἑπταχῆ κατατέτρηται· δυσὶν ὀφθαλμοῖς, καὶ ὠσὶ δύο· ἴσοις μυκτῆρσιν· ἑβδόμῳ στόματι; πῶς ὁ ἐγκέφαλος, ὁ τὰς αἰσθή‐ σεις δεχόμενος, ψυχρός ἐστι καὶ ὑγρὸς, ὑπὲρ πάντα τὰ ζῶα· καὶ πῶς τυποῦται τὸ νόημα, καὶ οὐκ ὀλισθαίνει διὰ ὑγρότητα; | |
30 | πῶς τὰ μὲν μόρια θερμά εἰσι, τὰ δὲ ψυχρὰ, τὰ δὲ κατ’ | 139 |
140 | ἀμφότερα; πῶς τὰ μὲν ἀσθενῆ, τὰ δὲ ἰσχυρά; πῶς τὰ μὲν ἁπλᾶ, τὰ δὲ σύνθετα· πῶς τὰ μὲν συμφύτους ἔχει δυνάμεις, τὰ δὲ ἐπιῤῥύτους· τὰ δὲ συμφύτους ἅμα καὶ ἐπιῤῥύτους· πῶς ἕκαστον αὐτῶν τέσσαρας δυνάμεις ἔχει ἐν ἑαυτῷ ζωτικάς; | |
5 | πῶς τῶν ἀγγείων τὰ μὲν πέμπει, τὰ δὲ δέχεται· τὰ δὲ κατ‐ έχει· τὰ δὲ ἀποκρίνει; πῶς τροφαὶ τὸ σῶμα διακρατοῦσι; καὶ πῶς ἐπιλειπουσῶν διαφθείρεται; πῶς ἡ καρδία τὴν ἔμ‐ φυτον χορηγοῦσα τῷ σώματι θερμανσίαν, τῆς ἐνεργείας οὐχ ἵσταται ἔχουσα αὐτὴν κατὰ φύσιν; πῶς χυλοῦται τὰ σιτία, | |
10 | καὶ καθαίρεται τὸ αἷμα, καὶ διατρέφεται τὸ σῶμα, καὶ τὰ σκύβαλα διακρίνεται, καὶ τὸ οὖρον συναποβάλλεται; πῶς δὲ συνδέδεται τὰ μέλη, καὶ συνήρθρωται τὰ μέρη, καὶ διήρθρωται τὰ ἄρθρα, καὶ συντίθεται τὰ ὀστᾶ; καὶ πῶς τῶν ὀστῶν τὰ μὲν σκληρὰ, τὰ δὲ μαλακά· τὰ δὲ κοῖλα, τὰ δὲ ἄκοιλα· τὰ | |
15 | δὲ μετὰ μυελῶν, τὰ δὲ ἀμύελα; πῶς τῶν νεύρων τὰ μὲν κατὰ συζυγίαν, τὰ δὲ καὶ μοναδικὰ διόλου τοῦ σώματος ἐγκατέ‐ σπαρται; ὁμοίως καὶ φλέβες καὶ ἀρτηρίαι; πῶς τῶν μορίων ἢ στοιχείων τοῦ σώματος τὰ μὲν δι’ ἑαυτὰ γέγονε, τὰ δὲ δι’ ἄλλα; καὶ πῶς οὐχ ἡλικίαι πᾶσιν αἱ αὐταὶ, οὐ δὲ προσώ‐ | |
20 | πων χαρακτῆρες, οὐ δὲ ὁμοιότητες φωνῶν· οὐδὲ χρωμάτων ἐμφέρειαι; Καὶ ἵνα εἰς πλέον πλείονα δόξαν τὴν ἐπανάληψιν πλέξωμεν ἐκ τῶν λόγων τοῦ Θεολόγου συνεξυφανῶ σοι ῥήματα· “θαύ‐ “μασον,” λέγοντος, “ἄνθρωπε, πῶς ἐπλάσθης; καὶ πῶς συν‐ | |
25 | “ετέθης; καὶ τίς ἡ περὶ σὲ σοφία; καὶ τί τῆς φύσεως τὸ “μυστήριον; πῶς μετρῆ τόπῳ καὶ νοῦς οὐχ ὁρίζεται, ἀλλ’ “ἐν τούτῳ μένων πάντα ἐπέρχεται; πῶς ὄψις ὀλίγη καὶ ἐπὶ “πλεῖστον φθάνουσα; καὶ πότερον παραδοχὴ τίς ἐστιν τοῦ “ὀφθέντος, ἢ πρὸς ἐκεῖνο διάβασις; πῶς τὸ αὐτὸ κινεῖ καὶ | |
30 | “κινεῖται διὰ βουλήσεως κυβερνώμενον; τίς δὲ παῦλα κινή‐ | 140 |
141 | “σεως; καὶ πῶς ὁ νοῦς διὰ τούτων ὁμιλεῖ τοῖς ἔξω, καὶ τὰ “ἔξωθεν παραδέχεται; πῶς ἀναλαμβάνει τὰ εἴδη; καὶ τίς ἡ “τήρησις τοῦ ἀναληφθέντος, ἢ μνήμη; καὶ τίς ἡ τοῦ ἀπελ‐ “θόντος ἀνάληψις ἢ ἀνάμνησις; πῶς ἡ αἴσθησις ἐν τῷ αὐτῷ | |
5 | “μένει, καὶ τὸ ἐκτὸς ἐπισπᾶται; πῶς ὁ λόγος νοῦ γέννημα, “καὶ γεννᾶ λόγον ἐν ἄλλῳ νοΐ; καὶ πῶς λόγῳ νόημα διαδί‐ “δοται; πῶς στρέφεται διὰ ψυχῆς τὸ σῶμα; καὶ πῶς ψυχὴ “διὰ σώματος κοινωνεῖ πάθους; πῶς πήγνυσι φόβος, καὶ λύει “θάρσος; καὶ συστέλλει λύπη, καὶ διαχεῖ ἡδονὴ, καὶ τήκει | |
10 | “φθόνος, καὶ μετεωρίζει τύφος, καὶ κουφίζει ἔλπις; πῶς ἐκ‐ “μαίνει θυμὸς, καὶ ἐρυθαίνει δι’ αἵματος αἰδώς· ὁ μὲν “ζέσαντος, ἡ δὲ ἀναχωρήσαντος; καὶ πῶς οἱ χαρακτῆρες “τῶν παθῶν ἐν τοῖς σώμασι; τίς ἡ τοῦ λογισμοῦ προεδρία; “καὶ πῶς πᾶσι τούτοις ἐπιστατεῖ, καὶ ἡμεροῖ τὰ τῶν παθῶν | |
15 | “κινήματα; πῶς αἵματι κρατεῖται καὶ πνοῇ τὸ ἀσώματον; “καὶ πῶς ἡ τούτων ἔκλειψις ψυχῆς ἐστιν ἀναχώρησις; πῶς “ὁ νοῦς καὶ περιγραπτὸς καὶ ἀόριστος ἐν ἡμῖν μένων, καὶ “πάντα ἐφοδεύων, τάχει φορᾶς καὶ ῥεύσεως; τίς ἡ τῆς φύ‐ “σεως ὁλκὴ, καὶ πρὸς ἄλληλα σχέσις τοῖς γεννῶσι καὶ γεν‐ | |
20 | “νωμένοις, ἵνα τῷ φίλτρῳ συνέχηται;” Πολλὰ δ’ ἂν ἔτι φιλοσοφήσῃς περὶ μερῶν καὶ μελῶν, καὶ τῆς εἰς ἄλληλα τούτων εὐαρμοστίας· πρὸς χρείαν τὲ ὁμοῦ καὶ κάλλος συνεστώτων τὲ καὶ διεστώτων καὶ σχιζομένων, περιεχόντων τὲ καὶ περιεχομένων, νόμῳ καὶ λόγῳ φύσεως· | |
25 | πολλὰ περὶ φωνῶν καὶ ἀκοῶν· πῶς, αἱ μὲν φέρονται διὰ τῶν φωνητικῶν ὀργάνων· αἱ δὲ ὑποδέχονται διὰ τῆς ἐν μέσῳ τοῦ ἀέρος πληγῆς καὶ διατυπώσεως· πολλὰ περὶ τοῖς ἐν ὕπνοις ἀναπαύσεως ἢ ἀναπλάσεως, λογισμοῦ τὲ, καὶ θυμοῦ, καὶ ἐφέ‐ | |
σεως· καὶ συντόμως εἰπεῖν, ὅσα περὶ τὸ ζῶον τοῦτο τὸ λογικὸν | 141 | |
142 | ἡ τὰ πάντα σοφῶς οἰκονομοῦσα τοῦ Θεοῦ προσέποιησε δύνα‐ μις, καὶ σοφία καλῶς ἐτεχνήσατο· καὶ οὕτω καλῶς, ὡς οὐκ ἐνεδέχετο ἄλλως γενέσθαι ἢ συνεστάναι τουτὶ τὸ ζῶον· τί γὰρ νοῦς τοσοῦτος τῶν μὴ προσηκόντων εἰργάσατο; οὐ μόνον δὲ | |
5 | φιλοσοφήσεις τοιαῦτα, ὡς εἴρηται, καὶ θαυμάσεις· πῶς μέσον μεγέθους καὶ ταπεινότητος γέγονας· καὶ βασιλεύεις τῶν ἐπὶ γῆς βασιλευόμενος ἄνωθεν· καὶ τῇ πρὸς Θεὸν νεύσει· τὸ μέ‐ τριον τῆς ἀληθείας φῶς ἐλλαμπόμενος, ὅλος θεοῦσαι, καὶ μετατίθεσαι πρὸς τὰ ἄνω, ἀξίαν τοῦ καὶ συνδήσαντος καὶ | |
10 | λύσοντος, καὶ αὖθις συνδήσοντος, ὑψηλότεραν τὴν πολιτείαν ποιούμενος· ἀλλὰ καὶ μετὰ τοῦ Προφήτου ἐκπλήκτως ἀνα‐ βοήσεις, “ὡς ἐμεγαλύνθη τὰ ἔργα σου Κύριε· πάντα ἐν σοφίᾳ “ἐποίησας.” | |
13 | ||
14t | Περὶ Ψυχῆς. | |
15 | ἘΠΕΙ δὲ ἐκ ψυχῆς καὶ σώματος συνέστη ὁ ἄνθρωπος, καὶ τοῦτο ἐστὶ ζῶον λογικὸν, ἡ σύνοδος τῶν συναμφοτέρων, καὶ δια‐ μονὴ, καὶ συνοίκησις, φέρε καὶ περὶ ψυχῆς ὀλίγα τινὰ διαλά‐ βωμεν· ἵνα μὴ δόξωμεν θάτερον μέρος τοῦ ζώου καταλιπεῖν· ἀρχώμεθα δὲ ἐντεῦθεν· ἡ ψυχὴ νοητὴ καὶ νοερά· νοητὴ μὲν, | |
20 | καθὸ νοεῖται νοητῶς· νοερὰ δὲ, ὡς ἀμιγὴς τῆς ὕλης τοῦ σώμα‐ τος· ψυχῆς δὲ ἐνέργειαι γνωστικαὶ καὶ ζωτικαὶ, ὅτι σύμφυτος ἡ ζωὴ τῇ ψυχῇ· τῷ σώματι δὲ κατὰ μέθεξιν· ὄργανον γὰρ τῇ ψυχῇ τὸ σῶμα· ὑποκείμενον δὲ τοῦ σώματος ἡ ψυχή· κινήσεις ψυχικαί· αἴσθησις· νόησις· ἐνέργεια· κινεῖται δὲ ἡ ψυχὴ κυ‐ | |
25 | κλικῶς, ἑλικοειδῶς, καὶ κατ’ εὐθείαν· νοῦς ἐστι κατὰ γνώμην ἄπταιστος, πρώτης προσβολῆς τῶν πραγμάτων ἁπτόμενος, καὶ κρεῖττον ἢ κατὰ ἀπόδειξιν ἀπαλαμβάνων τὰ πράγματα· δι’ ὧν ἐστὶ συνιδεῖν πῆ ποῦ πορευόμεθα, ὁδὸν ζητοῦντες τῆς ἀπο‐ | |
δείξεως. | 142 | |
143 | Ὁ δὲ περὶ ψυχῆς λόγος, οὐ τὸ τί ἐστιν ἡ ψυχὴ κατ’ οὐσίαν διδάσκει· ἀλλ’ εἴτι οὐκ ἔστι δηλοῖ· τὸ γὰρ τῆς οὐσίας αὐτῆς παρ’ ἡμῖν ἄγνωστον καὶ ἀγνώριστον· πῶς οὖν, ἐρεῖ τίς τυχὸν, εἴπερ οὐκ ἐπίστασαί τι περὶ ψυχῆς, γράφεις περὶ ψυχῆς; | |
5 | ἄτοπον γὰρ, τὸ μὴ βεβαίως ἔχοντα περί τι, γράφειν ἢ ἐξηγεῖ‐ σθαι περὶ αὐτοῦ· εἰδέναι γὰρ δεῖ πρῶτον τὸν χαρακτῆρα τοῦ ᾶ· εἶτα τὴν τοῦ στοιχείου γνῶσιν ἑτέροις ἀποτιθέναι· πρὸς ὃν ῥη * * τὰ θεῖα ἀόριστα, ἀλλὰ καὶ ἄγνωστα κατ’ οὐσίαν· διὸ καὶ τὸν Θεὸν εἰδέναι λέγομεν, μὴ ἰδόντες· ὡς τὸ “εἶδον τὸν | |
10 | “Θεὸν ἐπὶ θρόνου ὑψηλοῦ.” καὶ “εἶδον τὸν Θεὸν πρόσωπον “πρὸς πρόσωπον·” ἀλλ’ οὐ κατ’ οὐσίαν ἰδόντες Θεὸν, ταῦτα εἰρήκασιν οἱ ἑωρακότες, ἀλλ’ ἐνεργηθέντες τοιῶσδε· ἐπεὶ “Θεὸν “ἑώρακεν οὐδεὶς πώποτε·” κατ’ οὐσίαν δηλαδὴ, οὐκ ἐκ τῶν κατ’ αὐτὸν, ἀλλ’ ἐκ τῶν περὶ αὐτόν· ἀλλ’ οὐχ ὁ τὴν οὐσίαν μὴ | |
15 | εἰδέναι εἰπὼν τοῦ Θεοῦ, μὴ ἐπίστασθαι τὸν Θεὸν ὡμολόγησεν; ἀλλ’ οἶδε μὲν αὐτὸν ἐκ τῶν ἐνεργειῶν· οἷον, παντοδύναμον, παν‐ τεπόπτην, ἀγαθὸν καὶ φιλάνθρωπον, δημιουργὸν καὶ κηδεμόνα, καὶ προνοητικόν· ἀγνοεῖ δὲ τὴν φύσιν ὁποία· οὐ μὴν διὰ τὸ ἀγνοεῖν τὴν οὐσίαν Θεοῦ, μὴ δὲ ὅτι Θεός ἐστι δύναται λέγειν· | |
20 | τοῦτο γὰρ τῶν ἀφρόνων· “εἶπε γὰρ ἄφρων ἐν καρδίᾳ αὐτοῦ, “οὐκ ἔστι Θεός·” ἡμεῖς δὲ ὁμολογοῦμεν ὅτι Θεός ἐστι· καὶ ἐκ τῶν ποιημάτων αὐτοῦ γνωρίζειν αὐτὸν λέγομεν· τῇ δὲ οὐσίᾳ αὐτοῦ προσεγγίζειν οὐχ ὑπισχνούμεθα. Ἐπεὶ οὖν καὶ ἡ ψυχὴ κατ’ εἰκόνα Θεοῦ ἐστι, διαπέφευγε | |
25 | τὴν ἡμετέραν κατάληψιν· καὶ ὅτι μέν ἐστιν ἐν τῷ ἀνθρώπῳ ψυχὴ, οἶδα σαφῶς, καὶ ἐκ τῶν ἁγίων γραφῶν ἔμαθον ταύτην ἀθάνατον εἶναι, κατ’ εἰκόνα τοῦ κτίσαντος· τί δὲ ἡ οὐσία αὐτῆς ἐστὶν, ὑπὲρ διάνοιαν τίθεμαι· καὶ οἶδα οὖν, καὶ οὐκ οἶδα· οὐ μὴν κατὰ ταυτὸν, ἀλλὰ κατ’ ἄλλο μὲν οἶδα, κατ’ ἄλλο δὲ | |
30 | ἀγνοῶ· καὶ εἰκότως· εἰ μὲν γὰρ καταληπτὴ ἦν ἡ τῆς εἰκόνος οὐσία, ἡ δὲ τοῦ Θεοῦ ἀκατάληπτος, ἡ ἐναντιότης τῶν ἐπιθεω‐ ρουμένων τὸ διημαρτημένον τῆς εἰκόνος διήνεγκε. | |
Ἐπεὶ δὲ φεύγει τὴν γνῶσιν ἡμῶν τῆς οὐσίας αὐτῆς ἡ κατά‐ | 143 | |
144 | ληψις, τὴν ἀκατάληπτον φύσιν Θεοῦ τῷ καθ’ αὐτὴν ἀγνώστῳ χαρακτηρίζει· καὶ ἀκριβῶς πρὸς τὰ ὑποκείμενα τὴν ὁμοιότητα ἔχει ὡς εἰκὼν ἀληθής· εἰ δὲ ὅτι ἄναρχός ἐστιν ὁ Θεὸς καὶ ἀτελεύτητος, ἤρξατο δὲ ἡ ψυχὴ, εἰ καὶ τέλος οὐχ ἕξει, δια‐ | |
5 | πίπτει τοῦ εἶναι εἰκὼν ἀληθής· οὐ δὲ τοῦτο ἄπορον εἰς ἀπολο‐ γίαν· διατί; ὅτι εἰκόνα λεγόμεν τὸ τοῦ βασιλέως ὁμοίωμα, ἀλλὰ πολὺ διάφορον τῆς αἰσθανομένης· καὶ Θεοὶ λεγόμεθα, ἀλλ’ οὐχ ὡς ὁ φύσει Θεός· καὶ οἱ υἱοὶ Ὑψίστου, ἀλλ’ οὐ κατὰ τὸν μονογενῆ Υἱόν· καὶ εἰκὼν Θεοῦ, ἀλλ’ οὐχ ὡς τὸ πρωτότυ‐ | |
10 | πον· διὰ πολλὰς αἰτίας, ἃς οἴδασι μόνοι οἱ γνῶσιν ἐν συνέσει κατορθωκότες. Ἐπεὶ οὖν τοῦθ’ οὕτως ἔχει, εἴπωμεν περὶ αὐτῆς ὅσα οἱ πάλαι σοφοὶ ἐδόξασαν. οἱ μὲν γὰρ τῶν φιλοσόφων σῶμα τὴν ψυχὴν ἀποφαίνονται, οἱ δὲ ἀσώματον· κοινὴ μὲν οὖν πρὸς πάντας τοὺς | |
15 | λέγοντας σῶμα τὴν ψυχὴν, οἷον νοῦν, ἢ πῦρ, ἢ ὕδωρ, ἢ αἷμα, ἢ ἀέρα, ἢ εἴτι ἄλλο, ἀρκέσει τὰ παρὰ Ἀμωνίου τοῦ Πυθαγο‐ ρικοῦ εἰρημένα· εἰσὶ δὲ ταῦτα· “τὰ σώματα τῇ οἰκείᾳ φύσει “τρεπτὰ ὄντα καὶ σκεδαστὰ, καὶ διόλου εἰς ἄπειρον τμητὰ, “μηδενὸς ἐν αὐτοῖς ἀμεταβλήτου ὑπολειπομένου, δεῖται τοῦ | |
20 | “συνέχοντος καὶ συνάγοντος, καὶ ὥσπερ συσφίγγοντος καὶ “συγκρατοῦντος αὐτά· ὅπερ ψυχὴν λέγομεν· εἴτοι νῦν σῶμα “ἔστιν ἡ ψυχὴ, οἷον δήποτε, εἰ καὶ λεπτομερέστατόν τι, πάλιν “ἔστι τὸ συνέχον ἐκείνην· ἐδείχθη γὰρ πᾶν σῶμα δεῖσθαι τοῦ “συνέχοντος· καὶ οὕτως εἰς ἄπειρον· ἄλογον δὲ παντελῶς τὸ | |
25 | “ζητεῖν ἀρχὴν κατ’ ἀρχήν· ὥστε οὐ σῶμα ἡ ψυχή.” Πρὸς δὲ τοὺς λέγοντας αὐτὴν ἀσώματον, μὴ καλῶς σκεπτο‐ μένους, ὁ Πλάτων ἀπολογείσθω “Δεῖ,” λέγων, “τὸν μέλλοντα “βουλεύεσθαι καλῶς, εἰδέναι καλῶς περὶ ὅτου ἡ σκέψις, ἢ τοῦ “παντὸς ἁμαρτάνειν ἀνάγκη·” ὑμεῖς δὲ προσκρούοντες, τί | |
30 | διοριεῖσθε; ᾧ γὰρ τὰ καθ’ ἕκαστα ὁρᾶται ἔχετε· ᾧ δὲ τὰ καθόλου οὐχί· ἀλλὰ καὶ ὁ Θεολόγος Γρηγόριος, πρὸς τοῦτον φησὶ τὸν σκοπόν· “οὐδεμία φύσις ὅτι μὴ τόδε ἐστὶν, ἀλλ’ ὅτι | |
“τόδε, ἡ τοῦ ὄντος θέσις, οὐχ ἡ τοῦ μὴ ὄντος ἀναίρεσις· τὸ | 144 | |
145 | “γὰρ λέγειν ἀσώματον τὴν ψυχὴν, οὐχ ὅτι ἔστι δηλοῖ * * “εἴτι οὐκ ἔστι τυχὸν ὅτι σῶμα οὐκ ἔστι.” Δείναρχος δὲ ἁρμονίαν ὡρίσατο τὴν ψυχὴν εἶναι, καὶ λύραν τὸ σῶμα· ἀλλ’ ἡ ἁρμονία ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον, τῷ | |
5 | χαλᾶσθαι καὶ ἐπιτείνεσθαι· ψυχὴ δὲ ψυχῆς οὐκ ἔστι μᾶλλον καὶ ἧττον· ἀλλ’ οὐ δὲ αὐτὴ ἑαυτῆς· οὐκ ἄρα ἁρμονία ἡ ψυχή. ἔτι ἡ ψυχὴ ἀρετὴν καὶ κακίαν ἐπιδέχεται καὶ ἁρμονίαν, εὐαρ‐ μοστίαν καὶ ἀναρμοστίαν οὐκ ἐπιδέχεται, οὐκ ἄρα ἡ ψυχὴ ἁρ‐ μονία· ἔτι ἡ ψυχὴ τῷ ἐπιδέχεσθαι τὰ ἐναντία παρὰ μέρος, | |
10 | οὐσία ἐστὶ καὶ ὑποκείμενον· ἡ δὲ ἁρμονία ποιότης, καὶ ἐν ὑπο‐ κειμένῳ· οὐκ ἄρα ἁρμονία ἡ ψυχή. Γαληνὸς δὲ ἀποφαίνεται μὲν οὐδὲν περὶ ψυχῆς· ἐκ δὲ τῶν Ἱπποκράτους λόγων κατασκευάζει κράσιν εἶναι αὐτήν· εἰ δὲ τοῦτο, δηλονότι καὶ θνητὴν οἴεται αὐτήν· ὅτι δὲ οὐ δύναται τοῦ | |
15 | σώματος ἡ κράσις εἶναι ψυχὴ, δῆλον ἐντεῦθεν· πᾶν σῶμα, ἔμ‐ ψυχόν τε καὶ ἄψυχον, ἐκ τῶν τεσσάρων στοιχείων κέκραται, ἡ γὰρ τούτων κράσις τὰ σώματα ἀπεργάζεται· εἰ τοίνυν ἡ κράσις τοῦ σώματος ἔστιν ἡ ψυχὴ, οὐδὲν ἄψυχον ἔσται, καὶ συνάγεται ὁ λόγος οὕτως· εἰ ἡ κράσις τοῦ σώματος ψυχή ἐστι· | |
20 | πᾶν δὲ σῶμα κράσιν ἔχει· καὶ πᾶν σῶμα δηλονότι ψυχὴν ἔχει· εἰ δὲ πᾶν σῶμα ψυχὴν ἔχει, οὐδὲ ἓν σῶμα ἐστὶν ἄψυχον, οὔτε λίθος ἄρα, οὔτε ξύλον, οὔτε σίδηρος, οὔτε ἄλλο τι ἄψυχον ἔσται· ἔτι εἰ ἡ ψυχὴ κράσις ἐστὶν, αἱ δὲ κράσεις ἐναλλάσσον‐ ται, κατά τε τὰς ἡλικίας, καὶ τὰς ὥρας, καὶ τὰς διαίτας, ἡ | |
25 | ψυχὴ ἄρα ἐναλλάσσεται· εἰ δὲ ἐναλλάσσεται, οὐ τὴν αὐτὴν ἔχομεν ψυχήν· ἀλλὰ ποτὲ μὲν λέοντος, ποτὲ δὲ προβάτου, ἢ ἄλλου τινὸς ζώου· ἔτι ἡ κράσις οὐκ ἐναντιοῦται ταῖς ἐπιθυμίαις τοῦ σώματος, ἀλλὰ καὶ συνεργεῖ· αὕτη γάρ ἐστιν ἡ κινοῦσα· ἡ δὲ ψυχὴ ταῖς ἐπιθυμίαις ἐναντιοῦται· οὐκ ἄρα κράσις ἡ | |
30 | ψυχή· ἔτι εἰ κράσις ἔστιν ἡ ψυχὴ, ἡ δὲ κράσις ποιότης· ποι‐ ότης δὲ, καὶ γίνεται, καὶ ἀπογίνεται, χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς, καὶ ἡ ψυχὴ ἄρα χωρισθήσεται καὶ οὐ φθαρήσεται τὸ σῶμα· τοῦτο δὲ οὐκ ἀληθές· οὐκ ἄρα κράσις, οὐδὲ ποιότης ἡ | |
ψυχή· ἔτι παντὸς σώματος αἱ ποιότητες αἰσθηταί εἰσιν, ἡ δὲ | 145 | |
146 | ψυχὴ οὐκ αἰσθητὴ, ἀλλὰ νοητή· οὐκ ἄρα ποιότης ἀσώματος ἡ ψυχή. Πρὸς δὲ τοὺς λέγοντας, ἁρμονίαν τῆς ὑγείας, καὶ τῆς ἰσχύος, καὶ τοῦ κάλλους εἶναι τὴν ψυχὴν, οὕτω συλλογιζόμεθα· εἰ ἡ | |
5 | ἁρμονία τῆς ἰσχύος, καὶ τῆς ὑγείας, καὶ τοῦ κάλλους ψυχή ἐστιν, ἀνάγκη ἦν τὸν ἄνθρωπον μήτε νοσεῖν, μήτε ἀσθενεῖν, μήτε ἄμορφον εἶναι· συμβαίνει δὲ πολλάκις, οὐ μίαν μόνην ἀλλ’ ὁμοῦ τὰς τρεῖς ταύτας εὐκρασίας ἀπόλλυσθαι, καὶ ζῆν τὸν ἄνθρωπον· συμβαίνει γὰρ τὸν αὐτὸν ὁμοῦ καὶ ἄμορφον εἶναι, | |
10 | καὶ ἀσθενεῖν, καὶ νοσεῖν· οὐκ ἄρα εὐκρασία τοῦ σώματος ἔστιν ἡ ψυχή. Πῶς οὖν φασὶ φυσικαί τινες κακίαι καὶ ἀρεταὶ τοῖς ἀνθρώ‐ ποις ἕπονται; τοῦτο ἐκ τῆς τοῦ σώματος ἀληθεστέρας κρά‐ σεως γίνεται· ὡς γὰρ φυσικῶς ὑγιεινοὶ καὶ νοσώδεις εἰσί τινες | |
15 | ἐκ τῆς κράσεως, οὕτως τινὲς φυσικῶς πικρόχυλοι ὄντες ὀργίλοι εἰσὶν, ἄλλοι δὲ δειλοί· ἄλλοι καταφερεῖς· ἀλλ’ ἔνιοι κρατοῦσι καὶ περιγίνονται· δῆλον δὲ ὅτι τῆς κράσεως κρατοῦσιν· ἄλλο δέ ἐστι τὸ κρατοῦν, καὶ ἄλλο τὸ κρατούμενον· ἄλλο ἄρα κράσις, καὶ ἄλλο ψυχή· ὄργανον γὰρ ὂν τὸ σῶμα τῆς ψυχῆς, ἐὰν μὲν | |
20 | ἐπιτηδείως κατασκευασθῇ, συνεργεῖ τῇ ψυχῇ· ἂν δὲ ἀνεπιτη‐ δείως ἐμποδίζει· καὶ τότε χρεία τῇ ψυχῇ πραγμάτων ἀπομα‐ χομένῃ πρὸς τὴν ἀνεπιτηδειότητα τοῦ ὀργάνου, καὶ ἐὰν μὴ σφόδρα νήφῃ καὶ συνδιαστρέφηται αὐτῷ, καθάπερ μουσικὸς συνεξαμαρτάνει τῇ τῆς λύρας διαστροφῇ, ἐὰν μὴ πρότερον αὐ‐ | |
25 | τὴν καταστήσῃ καλῶς· διὸ καὶ χρεία τῇ ψυχῇ τῆς ἐπιμελείας τοῦ σώματος, ἵνα καταρτίσῃ αὐτὸ ὄργανον ἐπιτήδειον ἑαυτῇ· τοῦτο δὲ ποιεῖ διά τε τῶν λόγων καὶ τῶν ἠθῶν, ὡς ἐν ἁρμονίᾳ· τὰ μὲν χαλῶσα, τὰ δὲ ἐπιτεινάσα, ἵνα ἁρμόδιον αὐτὸ ἑαυτῇ κατασκευάσῃ, καὶ χρήσηται ἐπιτηδείῳ ὀργάνῳ. | |
30 | Ἀριστοτέλης δὲ ἐνδελεχείαν λέγων τὴν ψυχὴν, οὐδὲν ἧττον συμφέρεται τοῖς ποιότητα λέγουσιν αὐτήν· Πυθαγόρας δὲ, ἀριθμὸν ἑαυτὸν κινοῦντα· Ξενοκράτης δὲ, καὶ ἀριθμὸν συνεχῆ, καὶ ἀναθυμίασιν τοῦ παντός· οἱ δὲ Μανιχαῖοι ἀθάνατον αὐτὴν | |
καὶ ἀσώματον λέγουσι· μίαν δὲ μόνην εἶναι τὴν τῶν πάντων | 146 | |
147 | ψυχὴν κατακερματιζομένην καὶ κατατεμνομένην εἰς τὰ καθ’ ἕκαστα σώματα ἔμψυχα καὶ ἄψυχα· ὁ δὲ Πλάτων καὶ μίαν εἶναι καὶ πολλὰς ψυχὰς ἀποφαίνεται· Κρόνιος δὲ καὶ Πορφύ‐ ριος πάντα τὰ εἴδη λέγουσι μιᾶς ψυχῆς πέλειν· Ἰάμβλιχος | |
5 | δὲ τὴν ἐναντίαν τούτοις δραμὼν, καθ’ ἓν εἶδος ζώου ψυχῆς εἶδος εἶναι λέγει. Ἀλλ’ ἡμεῖς τούτους ἐάσαντες ὑπ’ ἀλλήλων ἀνατρέπεσθαι, ἀρκεσθῶμεν πρὸς ἀπόδειξιν τῆς ἀθανασίας αὐτῆς ἐκ τῆς θεο‐ πνεύστου γραφῆς· τὸ πίστον καὶ βέβαιον ἐξ ἑαυτῆς ἐχούσης, | |
10 | διὰ τὸ εἰρῆσθαι παρὰ Χριστοῦ καὶ τῶν αὐτοῦ μαθητῶν· εἰ γὰρ μηδέν ἐστι τῶν φθειρομένων, ἔστι δὲ ἄφθαρτος, ἔστι καὶ ἀθά‐ νατος· λέγουσι δέ τινες περὶ τῆς ἑνώσεως αὐτῆς, ὅτι πάντα τὰ συνιόντα εἰς μιᾶς οὐσίας ὑπόστασιν, διαπαντὸς ἑνοῦται· πάντα δὲ τὰ ἑνούμενα ἀλλοιοῦται, καὶ οὐ μένει ἃ πρότερον ἦν, ὡς ἐπὶ | |
15 | οἴνου καὶ ὕδατος· πῶς ἢ τὸ σῶμα ἡνώμενον τῇ ψυχῇ, ἔτι μένει σῶμα, ἢ πάλιν ἡ ψυχὴ ἀσώματος οὖσα καὶ οὐσιώδης καθ’ ἑαυ‐ τὴν, πῶς ἑνοῦται σώματι, καὶ μέρος γίνεται ζώου, σώζουσα τὴν ἰδίαν οὐσίαν ἀσύγχυτον καὶ ἀδιάφθορον; ἀνάγκη γὰρ, ἢ ἡνῶ‐ σθαι τὴν ψυχὴν καὶ τὸ σῶμα, καὶ συνηλλοιῶσθαι ἀμφότερα, ἢ | |
20 | παρακεῖσθαι, ὡς χορευτὰς ἐν χορῷ, ἢ ψῆφον ἐν ψήφῳ· ἢ εἰ ἀσώματός ἐστι, πῶς χωρίζεται ἀπὸ τοῦ σώματος; οὐδὲν γὰρ ἀσώματον ἀπὸ σώματος χωρίζεται· οὐδὲ γὰρ ἐφάπτεται σώ‐ ματος ἀσώματον· ἡ δὲ ψυχὴ καὶ ἐφάπτεται καὶ χωρίζεται τοῦ σώματος. | |
25 | Λέγομεν οὖν, ὅτι τὸ μὲν χωρίζεσθαι τὴν ψυχὴν ἀπὸ τοῦ σώ‐ ματος ἐν τῷ θανάτῳ, ἀληθές ἐστι· τὸ δὲ μὴ ἐφάπτεσθαι ἀσώ‐ ματον σώματος, ψεῦδος μέν ἐστι καθόλου λεγόμενον, ἐπὶ δὲ τῆς ψυχῆς ἀληθές· οὐ δὲ γὰρ ἐφάπτεται τοῦ σώματος ἡ ψυχή· ψεῦδος μὲν, ἐπειδὴ καὶ ἡ γραμμὴ ἀσώματος οὖσα ἐφάπτεται | |
30 | τοῦ σώματος καὶ χωρίζεται, ὁμοίως καὶ ἡλευκότης· ἐπὶ δὲ τῆς ψυχῆς ἀληθὲς, οὐ δὲ γὰρ ἐφάπτεται τοῦ σώματος ἡ ψυχή· εἰ γὰρ ἐφάπτεται, δηλονότι παράκειται αὐτῷ· ἀδύνατον δὲ ἀσώ‐ | |
ματον σώματι, ὅλον ὅλῳ παρακεῖσθαι· ὥστε οὐδὲ ἔμψυχον ἔσται | 147 | |
148 | ὅλον τὸ ζῶον· εἰ δέ ἐστιν ὅλον ἔμψυχον, οὔτε ἐφάπτεται καὶ χωρίζεται, ἀσώματος οὖσα. Εἰ δὲ μὴ ἥνωται φησὶ, μήτε παράκειται, μήτε κέκραται, τίς ὁ λόγος τοῦ ζώου ἓν λέγεσθαι, ὅτι ἐπὶ μὲν τῶν σωμάτων, ἡ | |
5 | ἕνωσις ἀλλοίωσιν τῶν συνιόντων πάντων ἐργάζεται, ἐπειδήπερ εἰς ἄλλα σώματα μεταβάλλεται· ὡς τὰ στοιχεῖα εἰς τὰ συγ‐ κρίματα, καὶ αἱ τροφαὶ εἰς αἷμα, τὸ δὲ αἷμα εἰς σάρκα καὶ τὰ λοιπὰ μόρια τοῦ σώματος; ἐπὶ δὲ τῶν νοητῶν ἕνωσις μὲν γίνεται, ἀλλοίωσις δὲ οὐ παρακολουθεῖ· οὐ γὰρ πέφυκε νοητὸν | |
10 | κατ’ οὐσίαν ἀλλοιοῦσθαι· καὶ ἡ ψυχὴ ζωὴ οὖσα, εἰ ἐν τῇ κρά‐ σει ἢ ἑνώσει μετεβάλλετο, ἠλλοιώθη ἂν καὶ οὐκ ἦν ζωή· τί δὲ συνεβάλλετο τῷ σώματι, εἰ μὴ παρεῖχεν αὐτῷ τὴν ζωήν; καὶ ἥνωται τοίνυν ἡ ψυχὴ ἐν τῷ σώματι, καὶ ἀσυγχύτως ἥνωται. Ὅτι μὲν γὰρ ἥνωται δείκνυσιν ἡ συμπάθεια· ὅτι δὲ καὶ | |
15 | ἀσύγχυτος μένει, οὐκ ἀγνοεῖται· ὅταν γάρ τι καθ’ ἑαυτὰ τῶν ὄντων ἐπισκέπτεται τοῦ σώματος, ὡς οἷοντε ἑαυτὴν χωρίζουσα τοῦτο ποιεῖ· ἀσώματος γὰρ οὖσα, δι’ ὅλου κεχώρηκεν εἰς τὰ συνεφθαρμένα· καὶ ἀφεῖσα ταῦτα μένει ἀδιάφθορος καὶ ἀσύγ‐ χυτος· καὶ τὸ καθ’ ἑαυτὴν καθαρὸν ἐνδιασώζουσα, καὶ ἐν οἷς | |
20 | γένηται τρέπουσα κατὰ τὴν ἑαυτῆς ζωὴν, καὶ ὑπ’ ἐκείνων μὴ τρεπομένη· ὡς γὰρ ὁ ἥλιος τῇ παρουσίᾳ τὸν ἀέρα εἰς φῶς μεταβάλλει, ποιῶν αὐτὸν φωτοειδῆ, καὶ ἑνοῦται τῷ ἀέρι τὸ φῶς, ἀσυγχύτως ἅμα αὐτῷ καὶ κεχυμένως· τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ ἑνουμένη σώματι, μένει πάλιν ἀσύγχυτος· κατὰ τοῦτο | |
25 | μόνον διαλλάττουσα, ὅτι ὁ μὲν ἥλιος σῶμα ὢν, καὶ τόπῳ περι‐ γραφόμενος, οὐκ ἔστι πανταχοῦ ἔνθα καὶ τὸ φῶς αὐτοῦ, ὡς οὐδὲ τὸ πῦρ· μένει γὰρ καὶ αὐτὸ ἐν τοῖς ξύλοις, ἢ ἐν τῇ θρυα‐ λίδι δεδεμένον, ὡς ἐν τόπῳ· ἡ ψυχὴ δὲ ἀσώματος οὖσα, καὶ μὴ περιγραφομένη ἐν τόπῳ, ὅλη δι’ ὅλου χωρεῖ μετὰ τοῦ φωτὸς | |
30 | αὐτῆς, καὶ γράφεται τὰς οὐσίας τοῦ σώματος· καὶ οὐκ ἔστι μέρος φωτιζόμενον ὑπ’ αὐτῆς, ἐν ᾧ μὴ ὅλη πάρεστιν· οὐ γὰρ κρατεῖται ὑπὸ τοῦ σώματος, ἀλλ’ αὐτὴ κρατεῖ τὸ σῶμα· ἐπεὶ | |
οὐδὲ ἐν τῷ σώματί ἐστιν, ὡς ἐν ἀγγείῳ ἢ ἀσκῷ, ἀλλὰ μᾶλλον | 148 | |
149 | τὸ σῶμα ἐν αὐτῇ· εἰ γὰρ καὶ ὁ προφήτης ἐξαγαγεῖν αὐτὴν ἐκ φυλακῆς τὸν Θεὸν εὔχεται, ἀλλ’ οὐχ ὡς τὸ σῶμα εἰδὼς φυλα‐ κὴν, ὡς ἐν ἐξορίᾳ δὲ καὶ φυλακῇ ἐν τῷ βίῳ ὑπάρχων· μὴ κωλυόμενα γὰρ ὑπὸ τῶν σωμάτων τὰ νοητὰ, ἀλλὰ καὶ διὰ | |
5 | παντὸς τοῦ σώματος χωροῦντα, καὶ διαφοιτῶντα, καὶ διεξίοντα, οὐχ οἷα τέ ἐστιν ἀπὸ τοῦ τόπου σωματικῶς κατέχεσθαι· τοι‐ αύτη γὰρ τῶν νοητῶν φύσις ἀσώματος καὶ ἀμέριστος, καὶ ἀλλήλοις, καὶ σώμασι μίγνυσθαι· ἐκ τούτου γὰρ οἶμαι καὶ τὴν ψυχὴν ὑπὸ τῶν δαιμόνων πλήττεσθαι, ὑπὸ λογισμῶν πονηρῶν | |
10 | καὶ βλασφημιῶν, καὶ ὧν οὐδὲ θέμις εἰπεῖν, ἢ ἐκνοῆσαι, καὶ μάλιστα Χριστιανὸν ὄντα. Τὴν μέντοι ἀθανασίαν αὐτῆς καὶ Πλάτων ἐκ τοῦ ἀεικινήτου αὐτῆς συλλογίζεται οὕτως· “ἡ ψυχὴ,” φησὶν, “ἀεικίνητός “ἐστι· τὸ ἀεικίνητον ἀθάνατον· ἢ ψυχὴ ἄρα ἀθάνατος· καὶ | |
15 | “ἐπειδὴ ἀθάνατός ἐστιν ἡ ψυχὴ, εἰσὶν ἀμοιβαὶ τῶν φαύλων “καὶ ἀγαθῶν πράξεων· εἰ δὲ εἰσὶν ἀμοιβαὶ, ἔστι τὸ δικαζό‐ “μενον καὶ δικάζον· εἰ δὲ ἔστι τὸ δικαζόμενον καὶ δικάζον, “ἔστι προνοητὸν καὶ πρόνοια· εἰ δὲ ταῦτα, ἀθάνατος ἄρα ἡ “ψυχή.” | |
20 | Ὁ δὲ μέγας Βασίλειος φησίν· “ἀόρατον εἶναι τὸν Θεὸν “πίστευε, ἐπεὶ καὶ ἡ ψυχὴ ἀόρατος ἐστίν· οὔτε γὰρ κέχρω‐ “σται, οὔτε ἐσχημάτισται, οὔτέ τινι χαρακτῆρι σωματικῷ “περιείληπται· ἀλλ’ ἐκ τῶν ἐνεργειῶν γνωρίζεται μόνον· ἔχει “δὲ διπλᾶς ἐνεργείας κατὰ μίμησιν Θεοῦ, ὡς εἰκὼν οὖσα | |
25 | “αὐτοῦ· καὶ γὰρ ὁ Θεὸς διπλᾶς ἔχει τὰς ἐνεργείας· τὰς μὲν “γνωστικὰς πάντων τῶν ὄντων, τὰς δὲ προνοητικὰς τῶν κατα‐ “δεεστέρων ἡμῶν· οὕτως οὖν καὶ τῆς ψυχῆς διτταὶ εἰσὶν ἐνέρ‐ “γειαι· αἱ μὲν γνωστικαὶ, οἷον νοῦς, δόξα, διάνοια, φαντασία· “αἱ δὲ ζωτικαὶ καὶ ὀρεκτικαί· οἷον, βούλησις, θυμὸς καὶ ἐπι‐ | |
30 | “θυμία· ἀλλὰ τὴν μὲν ζωτικὴν δύναμιν ἐπισυγκέκραται τῷ “σώματι ἡ ψυχὴ φυσικῶς διὰ τὴν σύγκρασιν, καὶ οὐκ ἐκ προ‐ “αιρέσεως χορηγεῖ· ὥσπερ γὰρ ἥλιον οὐχ οἷόν τε ἐπιλάμψαντα | |
“μὴ φωτίσαι τοῦτο καθ’ οὗ τὰς αὐγὰς ἤνεγκεν, οὔτε ψυχὴν | 149 | |
150 | “ἀμήχανον μὴ ζωογονεῖν καὶ ζωοποιεῖν τὸ σῶμα, ᾧ ἂν ἐγγέ‐ “νηται· ἡ δὲ θεωρητικὴ δύναμις ἐν προαιρέσει ἔχει τὴν κίνη‐ “σιν· βλέψις μὲν γὰρ τοῦ σώματος ὀφθαλμὸς, ὅρασις δὲ τῆς “ψυχῆς ὁ συμφυὴς αὐτῇ νοῦς· ἀλλ’ οὐχ ὡς ἕτερον ἐν ἑτέρῳ, | |
5 | “ἀλλὰ ταυτὸν ψυχή τε καὶ νοῦς· δύναμις ὑπάρχων φυσική “τις καὶ οὐκ ἐπείσακτος τῷ λογιστικῷ τῆς ψυχῆς.” Ὁ δὲ Ἀριστοτέλης, “τὸν μὲν δυνάμει νοῦν συγκατασκευ‐ “άσθαι τῷ ἀνθρώπῳ· τὸν δὲ ἐνεργῆ θύραθεν ἡμῖν ὑπεισιέναι, “ἀλλ’ εἰς προκοπὴν τῆς τῶν φυσικῶν γνώσεως καὶ θεωρίας | |
10 | “συμβαλλόμενον· τέλειον οὖν ὁ ἡμέτερος νοῦς καὶ ἡγεμονικόν· “ἀλλὰ ψυχῆς καὶ σώματος διὰ τὴν προκοπὴν τῆς γνώσεως “καὶ θεωρίας.” Πλάτων δὲ οὐ δοκεῖ λέγειν, τὸν ἄνθρωπον εἶναι τὸ συναμφό‐ τερον ψυχὴν καὶ σῶμα, ἀλλὰ ψυχὴν σώματι τοιῷδε χρωμένην, | |
15 | ἀξιοπρεπέστερον φανταζόμενος τὰ κατὰ τὸν ἄνθρωπον· καὶ αὐ‐ τὸς ἡμᾶς ἐπιστρέφων ἐπὶ τὴν τῆς ψυχῆς μόνην θειότητα καὶ ἐπιμέλειαν, ἵνα τὴν ψυχὴν ἑαυτοῖς εἶναι πιστεύοντες, τὰ τῆς ψυχῆς ἀγαθὰ μεταδιώκωμεν, τὰς ἀρετὰς καὶ τὴν εὐσέβειαν· καὶ μὴ τὰς τοῦ σώματος ἐπιθυμίας ἀγαπήσωμεν, ὡς οὐκ οὔσας | |
20 | ἀνθρώπου, ἀλλὰ ζώου μὲν προηγουμένως, ἀνθρώπου δὲ ἑπο‐ μένως. Τοῦτον τὸν λόγον φιλοσοφήσας ποτὲ κακῶς ὁ Ἀμβρακιώτης, ὡς ἄμεινόν ἐστι τῇ ψυχῇ ὁ χωρισμὸς τοῦ σώματος, πήδημα ἀπετέλεσε, φόνου ἑαυτῷ γενόμενος αἴτιος, καθὼς ὁ Θεολόγος | |
25 | Γρηγόριος φησί· “τὸ Κλεομβρότου πήδημα τοῦ Ἀμβρακιώ‐ “του τὸ ἐν τῷ περὶ ψυχῆς λόγῳ φιλοσοφησθὲν,” ὡς καὶ ἀλ‐ λαχοῦ φησί· “ψυχὴ μὲν γὰρ ὀνόματι θηλυκῷ προσαγορεύεται, “πάσης δὲ θηλυδριώδους φύσεως ἀφέστηκεν· οὔτε ἄῤῥεν οὔτε “θῆλυ κατ’ οὐσίαν ὑπάρχουσα· ἀλλ’ ὁ μὲν Θεὸς ἐπιλάμπει | |
30 | “αὐτῇ τὸν φωτισμὸν, ἡ δὲ ἐπιλάμπεται· ὅπερ γάρ ἐστι τοῖς “αἰσθητοῖς ἥλιος, τοῦτο τοῖς νοητοῖς Θεός· ὁ μὲν γὰρ τὸν “ὁρώμενον κόσμον φωτίζει, ὁ δὲ τὸν ἀόρατον· ἀόρατος ἄρα ἡ | |
“ψυχή· οὐχὶ τῷ Θεῷ καὶ ἀγγέλοις, ἀλλ’ ἡμῖν τοῖς ἐκ πηλοῦ | 150 | |
151 | “πᾶσι δϊηρτισμένοις· οἱ δὲ μικρὸν ὁ καθ’ ἕνα ὠνομάσθημεν “κόσμος· κόσμος δὲ, ὁ πάντα ἐν ἑαυτῷ διατεταγμένα ἔχων “καὶ κεκοσμημένα· κόσμον δὲ μικρὸν τὸν ἄνθρωπον λέγουσιν, “ὡς πρὸς τὸν αἰσθητὸν τοῦτον καὶ μέγαν· πλὴν ἀλλ’ εἰ καὶ | |
5 | “μέγας οὗτος ἔστι καὶ ἐπαινετὸς, καὶ τῆς τοῦ Θεοῦ δόξης καὶ “δυνάμεως ὑφηγητὴς καὶ διδάσκαλος καθ’ ἑκάστην ὡς ἐπαινέ‐ “της σιγῶν τὰς μεγαλουργίας καὶ διαπρύσιος κήρυξ· ἀλλὰ “ἀτιμότερος τοῦ μικροῦ καὶ αἰσθητοῦ κατὰ πολὺ ὑπάρχει· ὡς “ὁ μὲν αἰσθητικὸς, ὁ δὲ αἰσθητός· καὶ ὁ μὲν ἀκτὸς, ὁ δὲ | |
10 | “αὐτεξούσιος· καὶ ὁ μὲν ξένος Θεοῦ, ὡς ὑπὸ τὴν αἴσθησιν, ὁ “δὲ οἰκεῖος Θεῷ καὶ νοερᾶς φύσεως· καὶ ὡς κρᾶμα ἐξ ἀμφο‐ “τέρου, καὶ σοφίας μείζονος γνώρισμα, καὶ τῆς περὶ τὰς φύ‐ “σεις πολυτελείας· καὶ ὡς ὁ μὲν κόσμος ἕνεκα τοῦ ἀνθρώπου· “ὁ ἄνθρωπος δὲ, ἵνα μένῃ καὶ δοξάζῃ τὸν εὐεργέτην· εἰ δὲ ἐγὼ | |
15 | “μὲν εἰς δόξαν Θεοῦ, ὁ κόσμος δὲ δι’ ἐμὲ, ὡς ἡ πυράτρα “διὰ τὴν ἅμαξαν, ἢ ὁ πρίων διὰ τὴν θύραν,” ὁ Θεολόγος φησὶ, “νικῶ τῇ αἰτίᾳ· ὅσον γὰρ κτισμάτων Θεὸς ὑψηλότερος, “τοσοῦτον τοῦ διὰ Θεὸν ὑποστάντος ἐμοῦ, τὸ δι’ ἐμὲ γενόμενον “ἀτιμοτέρον· τὸ γὰρ οὗ ἕνεκα τοῦ ἕνεκα τοῦ, καὶ μεῖζον καὶ | |
20 | “τιμιώτερον.” Σημαντικὸς δέ ἐστιν ὁ ἄνθρωπος τῶν δύο κόσμων, τοῦ ὁρα‐ τοῦ καὶ τοῦ ἀοράτου, τοῖς νοεῖν δυναμένοις· ἐκ δύο γὰρ σύγκει‐ ται φύσεων· ἀλλ’ εἰ καὶ διττὰς ἐν ἑαυτῷ δεικνύει φύσεις, οὐ δύο φύσεις ἔστιν, ἀλλ’ ἐκ τῶν δύο· ὡς γὰρ τὸ σῶμα τὸ οἷον | |
25 | οὖν σύγκειται μὲν ἐκ πυρὸς καὶ ἀέρος, ὕδατος καὶ γῆς· οὐκ ἔτι δὲ τὸ αὐτὸ σῶμα πῦρ εἴπης εἶναι, οὐδ’ αὖ ἀέρα, οὔτε τι τῶν ἄλλων· ἀλλὰ τοίον δέ τι, λίθον τυχὸν ἢ ξύλον· ὁμοίως καὶ τὸ σῶμα τὸ ἔμψυχον, τὸ λογικὸν ἢ ἄλογον, οὐχ αἷμα, ἢ φλέγμα, ἢ μίαν καλέσεις τῶν χολῶν· οὐ γάρ τι ταυτὸν τοῖς | |
30 | ἐξ ὧν ἐστιν· ἐπεὶ δὲ διάφορος ὁ λόγος τοῦ τε συγκειμένου, τῶν τε συντεθέντων· οὕτως καὶ ὁ ἄνθρωπος, εἰ καὶ ἐκ ψυχῆς καὶ σώματός ἐστιν, ἀλλ’ ἕτερόν ἐστι παρὰ τὰ ἐξ ὧν ἐστί· καὶ | |
κατ’ ἄλλο μὲν λογίζεται, κατ’ ἄλλο δὲ τὸ λογισθὲν ἐναργεῖ· | 151 | |
152 | ψυχῇ μὲν γὰρ νοερᾷ λογισάμενος, εἰ τύχοι, τοῦ οἴκου τὴν σύν‐ θεσιν, χερσὶ τὸ νοηθὲν ἄγει εἰς πέρας. Ὅτι δὲ ἄλλο ἐστὶ παρὰ τὰ ἐξ ὧν ἐστὶ, ὧδε σκόπει· ἐκ διαφόρων ὑλῶν τὸν οἶκον οἰκοδομοῦμεν, ἀλλ’ οὐκ ἄν τις εἴπῃ, | |
5 | ταυτὸν ὑπάρχειν ταῖς ὑλαῖς ταῖς ἐξ ὧν ἐστιν· οὐ γὰρ ἁπλῶς λίθοι, καὶ ξύλα, καὶ τὰ λοιπὰ ὁ οἶκος ἐστὶν, εἰ γὰρ τοῦτο, πρὸ τῆς οἰκοδομῆς διηρημένως τὰς ὑλὰς οἶκον ἄν τις δικαίως καλέ‐ σειεν· ἀλλ’ ἡ τοιάδε τῶν ὑλῶν προσάλληλα σύζευξις τὸν οἶκον ἡμῖν ἀποτελεῖν πέφυκε· τοίνυν τῆς οἰκίας λυθείσης, μένουσι | |
10 | μὲν ὁμοίως αἱ ὕλαι τὸν οἰκεῖον ἐπέχουσαι λόγον· ἀπολωλέναι δὲ φαμὲν τὴν οἰκίαν, ἣν ἡ τοιάδε τῶν ὑλῶν σύζευξις ἀπετέλεσεν· οὕτως καὶ ἐπὶ τοῦ ἀνθρώπου· κ’ ἂν γὰρ ἐκ ψυχῆς καὶ σώματος ὑπάρχῃ, οὐ ταυτὸν ἂν εἴη τοῖς ἐξ ὧν ἐστὶ, ἀλλ’ ἕτερον, ὡς εἶναι τὸν ἄνθρωπον ἐξ αὐτῆς τῆς συναφείας ψυχῆς πρὸς σῶμα, τρί‐ | |
15 | τον ἀποτελούμενον ἄλλο· καὶ τοῦτο δῆλον ἀφ’ ὧν τῆς δια‐ ζεύξεως τῆς τούτων γενομένης, μένει μὲν τὸ σῶμα οὕτως τὸν οἰκεῖον σῶζον λόγον· τριχῆ γάρ ἐστι διαστατὸν, κ’ ἂν νεκρὸν ἦ· μένει δὲ ὁμοίως ἡ ψυχὴ λογικὴ τυγχάνουσα καὶ νοερὰ, κ’ ἂν διεζεύχθῃ τοῦ σώματος· ἀπόλωλε δὲ ὁ ἄνθρωπος, ὃν ἀπετέλεσεν | |
20 | ἑκκατέρων ἡ σύζευξις. Τινὲς δὲ διὰ τὸ εἶναι τὸ σῶμα τριχῆ διαστατὸν, καὶ τὴν ψυχὴν εἶναι τριχῆ διαστατὴν, καὶ διὰ τοῦτο καὶ σῶμα· πρὸς οὗς φαμέν· ὅτι πᾶν μὲν σῶμα τριχῆ διαστατόν ἐστιν, οὐ πᾶν δὲ τὸ τριχῆ διαστατὸν, σῶμα· καὶ γὰρ τὸ ποιὸν καὶ τὸ ποσὸν, | |
25 | ἀσώματα ὄντα καθ’ ἑαυτὰ, κατὰ συμβεβηκὸς ἐν ὄγκῳ ποσοῦ‐ ται· οὕτως οὖν καὶ τῇ ψυχῇ, καθ’ ἑαυτὴν μὲν πρόσεστι τὸ ἀδιάστατον, κατὰ συμβεβηκὸς δὲ, τῷ ἀνθρώπῳ τριχῆ διαστατῷ ὄντι, συνθεωρεῖται καὶ αὐτὴ τριχῆ διαστατή. Λέγεται δὲ ἡ ψυχὴ πολλοῖς τῶν τοῦ σώματος παθῶν ἐγ‐ | |
30 | κατέχεσθαι· φαίνεται γὰρ καὶ συμπάσχουσα τῷ σώματι, καὶ προπάσχουσα· πολλάκις γὰρ τὴν τομὴν τοῦ σώματος ἀγωνιῶσα δείκνυται, καὶ πρὸ τοῦ πάθους τοῦ σώματος ἀλλοιουμένη· καὶ μετὰ τὴν τομὴν οὐδὲν ἔλαττον τὰ τῆς ὀδύνης δεχομένη· καὶ | |
νοσοῦντι μὲν συννοσεῖ, καὶ τεμνομένῳ συνοδυνᾶται· καὶ αἰσχυ‐ | 152 | |
153 | νομένη ἐρυθρὸν εἶδος δείκνυσι, καὶ φοβουμένη ὠχρόν· οὐδὲν δὲ ἀσώματον συμπάσχει σώματι· οὐδὲ ἀσωμάτῳ σῶμα· συμ‐ πάσχει δὲ ἡ ψυχὴ τῷ σώματι· σῶμα ἄρα ἡ ψυχή. ἔστι δὲ κατὰ πρόληψιν ἐγκείμενον τὸ λέγον λῆμμα, οὐδὲν ἀσώματον | |
5 | σώματι συμπάσχει· τί γὰρ εἰ μόνῃ τῇ ψυχῇ τοῦτο πρόσεστι; πλὴν ἀλλ’ ἀμφιβάλλεται, εἴτε τὸ σῶμα μόνον ἐστὶ τὸ ἀλογοῦν λαβὸν παρὰ τῆς ψυχῆς τὴν αἴσθησιν· αὐτὴ δὲ μένει ἀπαθής· εἴτε καὶ συναλγεῖ τῷ σώματι· καὶ κρατεῖ μᾶλλον παρὰ τοῖς ἐνδοξοτέροις τὸ πρότερον. | |
10 | Δείκνυται δὲ καί τινα ἀσώματα συμπάσχοντα τοῖς σώ‐ μασι· αἱ ποιότητες γὰρ ἀσώματοι οὖσαι, πασχόντων τῶν σωμά‐ των, καὶ αὗται συμπάσχουσιν· ἔν τε τῇ φθορᾷ καὶ τῇ γενέσει συναλλοιούμεναι τῷ σώματι· ἀλλοιοῦται δὲ ἐν ψυχῇ φρόνησις, ποιότης οὖσα, ἢ συμβεβηκός· οὐ γάρ ἐστιν ἡ ψυχὴ ἐν τῇ φρο‐ | |
15 | νήσει, ἀλλ’ ἡ φρόνησις ἐν τῇ ψυχῇ· τῆς μὲν γὰρ ψυχῆς ἀναι‐ ρουμένης, ἀναιρεῖται καὶ ἡ φρόνησις· μὴ οὔσης γὰρ ψυχῆς, ἐν τίνι ἔσται ἡ φρόνησις; φρονήσεως δὲ ἀναιρουμένης, οὐ πάντως ἀναιρεῖται ἡ ψυχή· ἐνδέχεται γὰρ εἶναι ψυχὴν ἐκτὸς φρονή‐ σεως. | |
20 | Ἔστι μὲν οὖν ἡ μὲν ψυχὴ, οὐσία καὶ ὑποκείμενον· ἡ δὲ φρόνησις, ποιότης καὶ συμβεβηκός· συμβεβηκὸς δέ ἐστιν, ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς· τὸ γοῦν τῆς οὐσίας ὄνομα σημαντικὸν ὑπάρχει τῆς ἁπλῶς τῶν ὄντων ὑπάρξεως· τουτέστιν τοῦ αὐτοῦ τοῦ ἁπλῶς εἶναι· λέγον‐ | |
25 | ται γὰρ εἶναι πάντα τὰ ὄντα, ἤγουν ἄγγελοι, καὶ ψυχαὶ, καὶ ζῶα, καὶ φυτὰ, καὶ λίθοι· τούτου οὖν κοίνως πάντα τὰ ὄντα μετέχει· σημαντικὸν ἄρα ἔστι τοῦ εἶναι τὸ τῆς οὐσίας ὄνομα· τὸ δὲ τῆς φύσεως ὄνομα δηλωτικὸν τυγχάνει τῆς ἁπλῶς τῶν ὄντων κινήσεως· πάντα γὰρ ἐν κινήσει ὁρᾶται, καὶ οὐδὲν ἔστιν | |
30 | ἀκίνητον τῶν γεγονότων· οὐσίαν οὖν καλοῦσι τὴν ἁπλῶς τῶν ὄντων ὕπαρξιν· φύσιν δὲ αὐτὴν τὴν ἁπλῶς τῶν ὄντων κίνησιν. Πεντάτροπος δὲ αὕτη· ἢ γὰρ νοερὰ τυγχάνει, ἢ λογικὴ, ἢ αἰσθητικὴ, ἢ φυτικὴ, ἢ ἄψυχος· καὶ νοερὰ μὲν, ὡς ἐπὶ τῶν | |
ἀγγέλων, ἐξ αὐτῶν τῶν νοημάτων ἀλλήλοις συγγινομένων· λο‐ | 153 | |
154 | γικὴ δὲ, ὡς ἐπὶ τῶν ἀνθρώπων, δι’ ὀνομάτων καὶ ῥημάτων τὰ ἀφανῆ τῆς ψυχῆς κινήματα πρὸς τοὺς ἐκτὸς δημοσιεύουσα· αἰσθητικὴ δὲ, ἡ ἐν τοῖς ἀλόγοις θεωρουμένη· πρὸς γὰρ τῇ θρεπ‐ τικῇ, καὶ αὐξητικῇ, καὶ γεννητικῇ δυνάμει, καὶ τὴν αἰσθητικὴν | |
5 | κέκτηται τὰ ἄλογα ζῶα· φυτικὴ δὲ ἡ ἐν τοῖς φυτοῖς· κινοῦν‐ ται γὰρ καὶ αὐτὰ κατὰ τὰς αὐτὰς δυνάμεις· ἄψυχα δὲ, καθὸ καὶ αὐτὰ κινοῦνται κατὰ τὸ ποιὸν καὶ τὸ ποῦ· καὶ κατὰ τὸ ποιὸν μὲν, κατὰ τὸ θερμαίνεσθαι καὶ ψύχεσθαι· κατὰ τὸ ποῦ δὲ, κατὰ τὴν ἐκ τόπου εἰς τόπον ἑτεροκίνητον μετάστασιν· ὁρί‐ | |
10 | ζονται δὲ τὴν μὲν οὐσίαν, πρᾶγμα αὐθύπαρκτον μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν· τὴν φύσιν δὲ, ἀρχὴν τῆς ἑκάστου τῶν ὄντων κινήσεως καὶ ἠρεμίας. Λέγεται δὲ φύσις παρὰ τὸ πεφυκέναι· ἡ δὲ οὐσία παρὰ τὸ εἶναι· τὸ δὲ εἶναι καὶ πεφυκέναι ταυτόν ἐστιν· ἡ δὲ ὑπόστασις | |
15 | οὐ μόνον τὸ εἶναι δηλοῖ, ἀλλὰ καὶ τὸ πῶς ἔχει, καὶ τὸ ὁποῖόν τι εἶναι παρίστησιν· οἷον, ὁμοῦ πάντες οἱ ἄνθρωποι κοινὸν ἔχουσι τὸ εἶναι· καὶ γὰρ ὡσαύτως πάντες ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν· ἔχει δὲ ἕκαστος ἡμῶν ἴδια τινὰ, οἷς τῶν ἄλλων ἀνθρώπων χωρίζεται· οἷον, πατρίδα, γένος, κλῆσιν, ἐπιτήδευμα, | |
20 | πράξεις, πάθη, εὐείδειαν ἢ δυσείδειαν, καὶ τὰ τοιαῦτα, ἃ καὶ συμβεβηκότα καλοῦμεν· ταῦτα οὖν ἅπαντα, περὶ τὴν ὑπόστα‐ σιν θεωροῦνται, καὶ τὸ αὐτὸ πρᾶγμα· οἷον, Μελέτιος, ὅταν τὸ εἶναι αὐτοῦ μόνον σκοπῆται, τότε οὐσία λέγεται· ὅταν μετὰ τῶν προλεγομένων, τότε καὶ ὑπόστασις, ἢ ἄτομον· τὸ οὖν αὐτὸ | |
25 | ὑποκείμενον καὶ οὐσία ἐστὶ, καὶ ὑπόστασις· τὸ μέντοι τῆς οὐ‐ σίας ὄνομα οὐ συμπαραλαμβάνει καὶ τὴν ὑπόστασιν· τὸ δὲ τῆς ὑποστάσεως πάντα ἔχει καὶ τὴν οὐσίαν. Ὁρίζονται οὖν τὴν ὑπόστασιν οὕτως· ὑπόστασίς ἐστι πρᾶγμα ὑφεστὼς τὲ καὶ οὐσιῶδες, ἐν ᾧ τὸ τῶν συμβεβηκότων ἄθροισμα | |
30 | ὡς ἐν ὑποκειμένῳ πράγματι καὶ ἐνεργείᾳ ὑφέστηκε· παραπλη‐ σίως δὲ καὶ τὸ ἄτομον· ἄτομόν ἐστι λέγοντες, τὸ ἐξ ἰδιοτήτων συγκείμενον, ὧν τὸ ἄθροισμα ἐπ’ οὐδένος ἄλλου εὑρεθήσεται· καὶ καλῶς εἴρηται τὸ ἐπ’ οὐδένος ἄλλου· αἱ γὰρ ἰδιότητες Μελε‐ | |
τίου ἀτόμου ὄντος ἐπί τινος ἄλλου νοεῖσθαι οὐ δύνανται· οἷον | 154 | |
155 | τὸ εἶναι Βυζαντιαῖον· τὸ ἰατρόν· τὸ κονδόν· τὸ γλαυκόν· τὸ σιμόν· τὸ ποδαλγόν· τὸ οὐλὴν ἔχειν ἐν τῷ μετώπῳ τοίανδε· τὸ εἶναι Γρηγορίου υἱόν· ταῦτα γὰρ πάντα συναθροισθέντα ἀπε‐ τέλεσε Μελέτιον τὸν ἐμὸν, ἃ νοεῖσθαι ἐπί τινος ἄλλου ἀδύνα‐ | |
5 | τον· παραλλαγαὶ γὰρ τῶν ἀτόμων πολλαί. Πάλιν δὲ ὁρίζονται πρόσωπον οὕτως· πρόσωπόν ἐστιν, ὃ διὰ τῶν οἰκείων ἐνεργημάτων τὲ καὶ ἰδιωμάτων, περιωρισμένην τῶν ὁμοφυῶν αὐτοῦ παράσχεται τὴν ἐμφάνειαν· ἡ οὖν διὰ τῆς ἐνεργείας ἐγγινομένη τινὸς ἡμῖν γνῶσις ἐκ θεωρίας, πρόσωπον | |
10 | τοῦτο ἐνεργοῦν καλεῖν ἡμᾶς ἐκδιδάσκει· οἷον Μελέτιος ὁ ἐμὸς, ὅτε ἑστὼς ἀναγινώσκει, ἢ φλεβοτομεῖ, ἢ καίει τινὰ, ἀποκεκρι‐ μένον ἑαυτὸν τῶν λοιπῶν δείκνυσιν ἀδελφῶν· ὥστε τὸ διὰ τῶν οἰκείων ἐνεργειῶν, τῶν λοιπῶν διαιρούμενον, ἄτομον πρόσωπον καλεῖται τοιάδε ποιοῦν· τοῦτο δὲ οὐκ ἔτι Μελετίου τυχὸν τὸ | |
15 | ἐνέργημα μόνον ἀποκεχειρισμένον, ἀναγινώσκειν ἢ φλεβοτομεῖν, ἀλλὰ καὶ Στεφάνου καὶ Νικολάου· λογικῆς γάρ ἐστι φύσεως τὰ τοιαῦτα ἔργα, καὶ οὐκ ἄλλης· φιλεῖ γὰρ ἀεὶ τὰ τὴν αὐτὴν ἐνέργειαν ἔχοντα τῆς αὐτῆς ὑπάρχειν οὐσίας· καὶ τὸ ἑτεροφυὲς ἐν τούτοις ἀπίθανον καὶ ἀνεπίδεκτον· τὰ ἑτερογενῆ δὲ καὶ ἑτερο‐ | |
20 | φυῆ τὴν αὐτὴν ἐνέργειαν οὐκ ἄν τις ἔχειν δοίη σωφρονῶν· οὔτε γὰρ ψυχεῖ τὸ πῦρ, οὔτε θερμαίνει ὁ κρύσταλλος· πολύσημος δέ ἐστι τῆς ἐνεργείας ἡ φωνή. Λέγεται γὰρ ἐνέργεια τὸ πρῶτον ἐν νοῒ συνιστάμενον νόημα· καὶ ἔστιν ἁπλῆ καὶ ἄσχετος ἐνέργεια τοῦ νοῦ, καθ’ αὐτὸν ἀφα‐ | |
25 | νῶς τὰ ἴδια νοήματα προβαλλομένου· ὧν χωρὶς οὐδὲ νοῦς ἂν κληθείη· λέγεται πάλιν ἐνέργεια, ἡ διὰ τῆς προφορᾶς τοῦ λόγου φανερώσης καὶ ἐξαπλώσης τῶν νενοημένων· αὕτη δὲ οὐκ ἔτι ἄσχετος καὶ ἁπλῆ, ἀλλ’ ἐν σχέσει θεωρουμένη· καὶ γὰρ αὐτὴ ἡ σχέσις, ἣν ἔχει πρὸς τὸ γινόμενον ὁ ποιῶν, ἐνέργεια τίς ἐστι· | |
30 | καὶ αὐτὴ πάλιν τὸ ἀποτελούμενον ὁμοίως· οἷον, προεθεώρησέ μου ὁ νοῦς τὸ ἕλκος τοῦ τραύματος, ἐχειρούργησέ μου ἡ χεὶρ, καὶ ἐξεκενώθη τὸ αἴτιον· ἀπετελέσθη ὁ ἀσθενῶν ὑγιής· ἆρ’ οὖν | |
δοκεῖ σοι τούτων ἕκαστον ἐνεργὸν; τοῦ ποιοῦντος εἶναι πάντως | 155 | |
156 | ἐρεῖς· καὶ τὸ μέν ἐστι ψυχῆς ἁπλῶς τὸ νοῆσαι δηλονότι τὸ αἴτιον· τὸ δὲ ψυχῆς καὶ σώματος, οἷον τὸ χειρουργῆσαι· πλὴν τῆς ἐνεργείας ἔνεστιν ἀποτέλεσμα τὸ ἐγγενέσθαι τὸν ἀσθενοῦντα ὑγιῆ· ἐνέργειαν δὲ καὶ τὴν ζωὴν ἡμῶν τὴν κατὰ ἄνθρωπον, καθ’ ἣν | |
5 | κινούμεθα πρὸς ὄρεξιν τροφῶν ἢ ποτοῦ, εἰπὼν οὐκ ἂν ἁμαρτῆς. Ἐνέργεια οὖν καὶ ἡ ζωή· καὶ ἡ πρώτη τοῦ ζώου ἐνέργεια· εἰ δὲ μὴ ἐνέργεια, πάντως πάθος· πάθος γὰρ ἐνέργεια, ἡ παρὰ φύσιν κίνησις· ὅπερ ἄτοπον· οὐκ οὖν ἐνέργεια πάντως ἡ ζωή· ἐνέργεια καὶ ἡ θέλησις, γέννημα οὖσα νοός· νοῦς μὲν γὰρ τῶν | |
10 | ἐν αὐτῷ κινήσεων καὶ ἐννοιῶν προκαταρκτικός· ποιότης δὲ κινη‐ μάτων, ἡ ἐφ’ ὁτωοῦν καὶ ἐφ’ ἑκάστῳ θέλησις· μονοειδὴς μέν τις οὖσα κατά γε τὸ εἶναι θέλησις ἁπλῶς· ταῖς δὲ τῶν πραγ‐ μάτων ποιότησι καὶ διαφοραῖς ἐξαλλασσομένη· ὅτι οὐ ταυτὸν ψυχῆς οὐσία καὶ σώματος προαίρεσις· ἀλλ’ ἡ μέν ἐστιν ἔργον | |
15 | Θεοῦ· ἡ δὲ ἐξ ἡμῶν αὐτῶν γινομένη κίνησις πρὸς ὅπερ ἂν αὐτὴν βουληθῶμεν ἀγαγεῖν· ἡ μὲν γὰρ βούλησις ἔμφυτον, καὶ περὶ Θεοῦ· ἡ δὲ τοιάδε βούλησις ἡμέτερα, καὶ τῆς γνώμης ἡμῶν. Βούλησις δέ ἐστι ζήτησις περὶ αὐτοπράκτων· βουλόμεθα | |
20 | γὰρ περὶ τῶν ἐπίσης ἐνδεχομένων· ἔστι δὲ ἐπίσης ἐνδεχόμενον, ὃ αὐτό τε δυνάμεθα ποιεῖν, καὶ τὸ ἀντικείμενον αὐτῷ· οἷον, τὸ περιπατῆσαι, καὶ μὴ περιπατῆσαι· τὸ πλεῦσαι, καὶ μὴ πλεῦ‐ σαι· ἐπὶ τούτων γὰρ καὶ τῶν ὁμοίων ἡ βούλησις· τὸ δὲ ἐκ τῆς βουλήσεως προκριθὲν προαιρετὸν ποιούμεθα· ἔστιν οὖν ἡ προαί‐ | |
25 | ρεσις μικτόν τι πρᾶγμα· ἐκ βουλήσεως, καὶ κρίσεως, καὶ ὀρέ‐ ξεως· προαιρετὸν γάρ ἐστι τὸ ἕτερον πρὸ ἑτέρου αἱρετόν· οὐδεὶς δὲ προκρίνει τὶ μὴ βουλευσάμενος, οὐ δὲ αἱρεῖται, μὴ κρίνας· τότε οὖν προαίρεσις καὶ προαίρετον γίνεται τὸ προκριθὲν ἐκ τῆς βουλήσεως, ὅταν προσλάβῃ τὴν ὄρεξιν· συνάγεται δὲ ἐκ τούτων, | |
30 | προαίρεσιν εἶναι ὄρεξιν βουλευτικὴν τῶν ἐφ’ ἡμῖν· τοῦ γὰρ προκριθέντος ἐκ τῆς βουλῆς ἐφιέμεθα προαιρούμενοι, ὡς κύριοι προαιρέσεως καὶ βουλῆς ὄντες· καὶ ἐξ ὑποστάτων λογικαὶ ὑπο‐ στάσεις. | |
Ἐνυπόστατον δέ ἐστι κυρίως, ἢ τὸ καθ’ ἑαυτὸ μὲν μὴ | 156 | |
157 | ὑφιστάμενον· ὥσπερ τὸ εἶδος ἡμῶν, ἤγουν ἡ φύσις τῶν ἀνθρώ‐ πων, ἐν ἰδίᾳ ὑποστάσει οὐ θεωρεῖται, ἀλλ’ ἐν Ἀθανασίῳ, ἢ Με‐ λετίῳ, ἢ Κυριακῷ τῷ χρυσογράφῳ, καὶ ταῖς λοιπαῖς τῶν ἀνθρώπων ὑποστάσεσιν, ἢ τὸ σὺν ἄλλῳ διαφόρῳ κατὰ τὴν οὐ‐ | |
5 | σίαν εἰς ὅλην νοὸς γένεσιν συντιθέμενον· καὶ μίαν ὑπόστασιν ἀποτελοῦν ὑπόστασιν σύνθετον· οἷον, ὁ ἄνθρωπος ἐκ ψυχῆς ἐστι καὶ σώματος συντιθέμενον, καὶ οὔτε ἡ ψυχὴ μόνη γίνεται ὑπό‐ στασις, οὔτε τὸ σῶμα, ἀλλ’ ἐν ὑποστάτῳ· τὸ δὲ ἐξ ἀμφοτέ‐ ρων ἀποτελούμενον ὑπόστασις ἀμφοτέρων· ἐπεὶ οὖν ὡς ὑπόστα‐ | |
10 | σις ἐξ ἐνυποστάτων τουτὶ τὸ νόημα συνείλεκται καὶ συντέθειται· σώματι γὰρ ζώου ἔοικεν ὁ κατὰ ἀποτάδην καὶ διεξοδικὸς λόγος· ἀναλογοῦσαν ἔχων ψυχῇ μὲν τὴν ἔννοιαν, σώματι δὲ τὴν φρά‐ σιν· δόξα Κυρίῳ τῷ Θεῷ, καὶ εὐχαριστία τῷ συνεργῷ τῶν | |
καλῶν καὶ αἰτίῳ. ἀμήν. | 157 |