TLG 0729 005 :: THEOPHILUS Protospatharius :: De corporis humani fabrica libri quinque THEOPHILUS Protospatharius Med., Protospatharius De corporis humani fabrica libri quinque Citation: Book — section — (line) | ||
1t | ΘΕΟΦΙΛΟΥ ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΑΝΘΡΩΠΟΥ ΚΑΤΑΣΚΕΥΗΣ ΒΙΒΛΙΟΝ Α. | |
1.1 | ὍΤΙ μὲν πάντα τὰ ζῶα, τετράποδα καὶ ἑρπετὰ, πτηνά τε καὶ ἔνυδρα, τῇ νεύσει τοῦ Θεοῦ γέ‐ γονε, μαθεῖν ἐστιν ἀπὸ τῆς θείας γραφῆς· “Ἐξα‐ “γαγέτω” γάρ φησιν, “ἡ γῆ ψυχὴν ζῶσαν κατὰ | |
5 | “γένος, τετράποδα, καὶ ἑρπετὰ, καὶ θηρία·” καὶ πάλιν, “Ἐξαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ “γένος, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ “στερέωμα τοῦ οὐρανοῦ.” ὅτι δὲ μόνος ὁ ἄνθρωπος χειρὶ Θεοῦ ἐπλάσθη, καὶ τοῦτο μαθεῖν ἐστιν ἀπὸ τῆς | 1 |
---|---|---|
10 | ἁγίας γραφῆς· “Ἔπλασε” γάρ φησι, “τὸν ἄνθρω‐ “πον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς “τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ “ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.” Συνθέτου οὖν τοῦ ἀνθρώπου γεγονότος παρὰ τοῦ Δημιουργοῦ Θεοῦ | |
15 | ἡμῶν ἐκ ψυχῆς καὶ σώματος, καὶ τῆς μὲν ψυχῆς νοερᾶς τε οὔσης, ἀσωμάτου τε καὶ ἀοράτου, τοῦ δὲ σώματος αἰσθητοῦ τε καὶ συνθέτου κατασκευασθέντος· εἴπωμεν περὶ τῆς συνθέσεως αὐτοῦ, πόθεν τε σύγκει‐ ται, καὶ ἐκ ποίων καὶ πόσων μορίων κατεσκευάσθη, | |
20 | καὶ τίς ἡ ἐνέργεια τῶν αὐτοῦ μορίων, καὶ παρὰ τίνος ἡ κίνησις αὐτῶν, καὶ διὰ ποίας αἰτίας τὰ τοιαῦτα οὕτως γεγόνασιν. | 2 |
1.2 | Ἔστιν οὖν τὰ μόρια τοῦ σώματος, τὰ μὲν ψυχικὰ, τὰ δὲ σωματικά τε καὶ φυσικά. καὶ αὐτῶν τῶν ψυχικῶν, τὰ μὲν κινητικὰ, τὰ δὲ αἰσθητικά· τῶν δὲ φυσικῶν, τὰ μὲν ζωτικὰ, τὰ δὲ θρεπτικά. Κεφαλὴ | |
5 | δὲ καὶ χεῖρες, καὶ σκέλη, θώραξ τε καὶ ὀσφὺς, μείζονά τε καὶ περιεκτικώτερα πάντων τῶν τοῦ σώματος μορίων γεγόνασιν· ἐν αὐτοῖς γὰρ πάντα τὰ μόρια περιέχεται, τά τε φυσικὰ καὶ τὰ ψυχικὰ, ζωτικά τε καὶ θρε‐ πτικά. Πρῶτον οὖν περὶ τῶν περιεκτικῶν μορίων | |
10 | εἴπωμεν, ὅπως πρεπόντως ἐγένετο ἥ τε θέσις καὶ ἡ διάπλασις αὐτῶν, καὶ ἡ ἐνέργεια, καὶ ἡ χρεία. Ἀλλ’ ἐπειδὴ καὶ αὐτῶν τῶν περιεκτικῶν μορίων, τὰ μὲν τοῦ ζῆν ἕνεκα γέγονεν (ὡς κεφαλὴ, καὶ θώραξ, καὶ | |
ὀσφὺς), τὰ δὲ τοῦ καλῶς ζῆν (ὡς χεῖρες, καὶ πόδες)· | 3 | |
15 | πρῶτον μὲν περὶ τῶν χειρῶν εἴπωμεν, ὅτι δεόντως κα‐ τεσκευάσθησαν. Συνθέτων δὲ καὶ αὐτῶν οὐσῶν ἔκ τε βραχίονος, καὶ πήχεως, καὶ ἄκρων χειρῶν, ἀρξώμεθα τοῦ λόγου ἀπὸ τῆς ἄκρας χειρὸς, ὅτι εἰς τοσοῦτον ἥκει σοφίας ἡ τέχνη τῆς φύσεως, ὡς μήπω πᾶσαν | |
20 | αὐτὴν εὑρῆσθαι, τοσοῦτον χρόνον ζητουμένην ὑπὸ τηλικούτων ἀνδρῶν. Ἐπεὶ γὰρ οὕτως ἐστὶν ὁ Δημι‐ ουργὸς ἡμῶν σοφὸς, ὡς μὴ μίαν ἕκαστον τῶν ὑπ’ αὐτοῦ γεγονότων ἔχειν χρείαν, ἀλλὰ καὶ δύο, καὶ τρεῖς, πολλάκις καὶ πλείους, διὰ τοῦτο ῥᾷστον ἤδη | |
25 | τῶν ἀφανεστέρων τοῖς πολλοῖς παραλιπεῖν ἔνια. Νόει οὖν μοι, κατὰ τὸ τοῦ ζώου σῶμα μηδὲν ἀργὸν, μηδ’ ἀκίνητον· ἀλλὰ πάντα παντοίαν ἔμπρακτον ἐνέργειαν ἐνεργοῦντα, μετὰ τῆς πρεπούσης κατα‐ σκευῆς, καὶ θείας αὐτοῖς δυνάμεις τοῦ Δημιουργοῦ | |
30 | χαρισαμένου. Ἐπεὶ δ’ οὐκ ἐνδέχεται τῶν μορίων | |
ἐξευρίσκειν τὰς χρείας, ἀγνοουμένων τῶν ἐνεργειῶν, διὰ τοῦτο, ἑκάστου τῆς ἐνεργείας ἀναμνήσαντες, ἐπὶ τὰς χρείας εὐθέως μεταβησόμεθα. | 4 | |
33 | ||
1.3 | ΔΙΑ γὰρ τῶν χειρῶν ὁ ἄνθρωπος πολεμίοις ἀντι‐ τάσσεται, ὅπλον παρὰ τοῦ Δημιουργοῦ Θεοῦ δεξάμε‐ νος τὰς χεῖρας· δι’ αὐτῶν καὶ ἱμάτιον ὑφαίνει, καὶ οἶκον καὶ ναῦν κατασκευάζει, καὶ νόμους γράφει, καὶ βίβλους | |
5 | πρὸς ὑπομνήματα συγγράφεται, καὶ ἄγρια ζῶα ὑπο‐ τάττει, τὰ μὲν πρὸς ὑπηρεσίαν, τὰ δὲ τροφῆς ἕνεκεν. Ὥστε ἐπειδὴ ἀντιληπτικὸν ὄργανον ἐδόθη ἡ χεὶρ τῷ ἀνθρώπῳ, παντοίων μὲν σχημάτων, παντοίων δὲ με‐ γεθῶν, καὶ [ὅσων] πέφυκεν ἀντιλαμβάνεσθαι, ἄμεινον | |
10 | ἦν αὐτῇ (ὡς καὶ γέγονεν) σχισθῆναι πολυειδῶς· εἰς πολλὰ γὰρ σχισθεῖσα, καὶ τοὺς πολὺ μείζονας [ἑαυ‐ | |
τῆς] ὄγκους ῥᾳδίως περιλαμβάνει, καὶ θηρᾷ τὰ σμι‐ κρότατα τῶν σωμάτων ἀκριβῶς. τοῖς μὲν γὰρ μεγά‐ λοις σώμασιν ἐπεκτείνεται, τῇ διαστάσει τῶν δακτύ‐ | 5 | |
15 | λων αὐτὰ περιλαμβάνουσα· τὰ σμικρότατα δὲ οὐχ ὅλη πειρᾶται λαμβάνειν (διαδιδράσκει γὰρ), ἀλλ’ ἀρκεῖ πρὸς ταῦτα δυοῖν δακτύλοιν [χρῆσθαι] τοῖς ἄκροις. Ὡσαύτως δὲ καὶ πρὸς τὸ πολυειδῆ σχήματα περι‐ λαμβάνειν καλῶς, ἔσχισται πολυειδῶς· καὶ γὰρ περὶ | |
20 | τὸ σφαιροειδὲς σφαιροῦσθαι δύναται, κατὰ κύκλον αὐτὸ περιλαμβάνουσα, καὶ τὰ εὐθῆ ἢ κοῖλα ἀσφα‐ λῶς περιλαμβάνει. Ἐπεὶ δὲ πολλὰ τῶν σωμά‐ των μείζονα τὸν ὄγκον ἔχει ὡς πρὸς μίαν χεῖρα, | |
σύμμαχον ἑκατέρᾳ τὴν ἑτέραν ὁ Δημιουργὸς Θεὸς | 6 | |
25 | ἡμῶν πεποίηκεν, ὥστε ἀμφοτέρας ἐξ ἐναντίων πε‐ ριλαμβανούσας μηδὲν ἀπολείπεσθαι. Διὰ τοῦτο ὥσπερ καὶ πρὸς ἀλλήλας νενεύκασι, καὶ πάντη | |
1.4 | πεφύκασιν ἴσαι. Τῇ θέσει δὲ οὐκ ἐπ’ εὐθείας πάντας τοὺς δακτύλους συντέθεικεν, ἐχρῆν γὰρ τὸν ἕνα τοῖς τέτρασιν ἀντιτεταγμένον εἶναι, ὥσπερ καὶ νῦν ἐστιν· οὕτω γὰρ ἔχει θέσεως καὶ κινήσεως ὁ εἷς, ὥστε | |
5 | ἐπιστρεφόμενος μεθ’ ἑκάστου τῶν τεσσάρων ἐνερ‐ γεῖν, ὡς μηδὲ τὸ σμικρότατον σῶμα διαφεύγειν, οἷον κέγχρον, καὶ τρίχας, καὶ ἀκάνθας, καὶ τὰ ὅμοια. Διὰ τοῦτο οὖν καὶ μαλακοὶ, καὶ περιφερεῖς, καὶ ὄνυχας ἔχοντες κατεσκευάσθησαν· οὐδὲ γὰρ ἂν ἀντι‐ | |
10 | λαμβάνεσθαι ἠδύναντο τῶν σμικρῶν τε καὶ σκληρῶν σωμάτων, εἰ σαρκῶδες μόνον αὐτῶν τὸ πέρας ἦν. ἕδρας τοιγαροῦν ἐδέοντο πρὸς τὸ μὴ ἀνατρέπεσθαι, τοῦτο δ’ ἐστὶν ὄνυχες. Πάλιν δὲ οὐδὲ ὄνυξι μόνοις οἷόν τε λαβεῖν τῶν τοιούτων οὐδέν· σκληροὶ γὰρ | 7 |
15 | ὄντες, ἀπὸ τῶν σκληρῶν ὁμοῦ ὀλισθαίνουσιν. Ταῦτ’ ἄρα, τῆς μὲν σαρκοειδοῦς οὐσίας ἐν ταῖς τῶν δακτύλων κορυφαῖς τὸ τῶν ὀνύχων ὀλισθηρὸν ἐπα‐ νορθουμένης, τῶν δὲ ὀνύχων τὸ τῆς σαρκὸς εὐανά‐ τρεπτον στηριζόντων, ὄργανον ἀντιληπτικὸν ἁπάντων, | |
20 | τῶν σκληρῶν ἅμα καὶ σμικρῶν σωμάτων, ὁ δάκτυλος τοιοῦτος ἐγένετο. Πολλαὶ δὲ καὶ ἄλλαι χρεῖαι τῶν | |
ὀνύχων. Ἐπεὶ τοίνυν τὸ μὲν ἔργον τῆς χειρὸς ἡ ἀν‐ τίληψις, δῆλον ὡς τὸ πρῶτον αὐτῇ τῆς ἐνεργείας μόριόν ἐστι τὸ κινοῦν αὐτὴν, τοῦτο δέ ἐστιν οἱ μύες· | 8 | |
25 | τὰ δ’ ἄλλα πάντα, τὰ μὲν ἕνεκα τοῦ βέλτιον γενέσθαι τὰς ἐνεργείας, τὰ δὲ ὧν οὐκ ἄνευ γενέσθαι δυνατὸν, τὰ δὲ ὑπὲρ τῆς φυλακῆς πάντων ἐδημιουργήθη. Τὸ μὲν δὴ γένος τῶν ὀνύχων τοῦ βελτίονος ἕνεκα ἐγέ‐ νετο, ἵνα τὰς κορυφὰς τῶν δακτύλων στηρίζῃ· διὰ | |
30 | τοῦτο καὶ σκληροὶ συμμέτρως γεγόνασιν, ὅτι οὐκ ἀμυντήρια ὅπλα παρὰ Θεοῦ τῷ ἀνθρώπῳ δεδώ‐ ρηται, καθάπερ τοῖς ἀλόγοις ζώοις· ἥμερον γὰρ τὸ ζῶον καὶ λογικόν. Διατί δὲ περιφερεῖς εἰσι παν‐ | |
ταχόθεν; ὅτι καὶ τὸ κυκλοτερὲς σχῆμα δυσπαθέστε‐ | 9 | |
35 | ρόν ἐστι τῶν τὰς γωνίας ἐχόντων σχημάτων, εὔ‐ θραυστα γὰρ τὰ τοιαῦτα. Αὐξάνονται δὲ οὐκ εἰς πλάτος καὶ βάθος, ἀλλὰ μόνον εἰς μῆκος ταῖς θριξὶ παραπλησίως, ὑπὲρ τοῦ τοῖς ἀποτριβομένοις ἑκά‐ στοτε κατὰ τὸ πέρας αὐτῶν εἶναι τὸ ἀντικαθιστά‐ | |
40 | μενον. Οὕτω μὲν εἰς ἄκρον ἥκει προμηθείας τὰ κατὰ | |
1.5 | τοὺς ὄνυχας παρὰ τοῦ ἀγαθοῦ Θεοῦ ἡμῶν· τὸ δὲ τῶν ὀστῶν γένος ἐν τοῖς δακτύλοις, ὅτι καὶ αὐτὸ τοῦ βελτίονος ἕνεκα γέγονεν, ἐκ τῶνδε ἂν μάθοις. κινεῖσθαι μὲν γὰρ πολυειδῶς ὑπῆρχεν ἂν αὐ‐ | |
5 | τοῖς καὶ χωρὶς τῶν ὀστῶν, ὥσπερ καὶ πολύποσι· τὸ | |
ἑδραῖον δὲ οὐκ ἄν ποτε ἔχοιεν, ἀποροῦντα ἀντιβατικοῦ καὶ σκληροῦ μορίου· τοιοῦτον δέ ἐστιν ἐν τοῖς τῶν ζώων σώμασι τὸ γένος τῶν ὀστῶν. Ἐπεὶ δὲ καὶ κάμπτεσθαι, καὶ ἐκτείνεσθαι, καὶ πολυειδῶς ἅμα | 10 | |
10 | κινεῖσθαι οἱ δάκτυλοι πεφύκασιν, οὔτε ἐξ ἑνὸς ὀστοῦ, οὔτε ἴσοι τὸ μέγεθος ἐγεγόνεισαν, ἀλλ’ ἐκ τριῶν τε καὶ ἀνίσων ἀλλήλοις συνηρθρωμένων, ὡς εἰς ἅπασαν ἐνέργειαν ἑτοίμως σχηματίζεσθαι. Πρὸς δὴ ταῦτα χρήσιμος καὶ ἡ τῆς σαρκὸς γένεσις, συνειλημένη τοῖς | |
15 | ὀστοῖς, καὶ σκέπουσα πανταχόθεν, καὶ τὰς κενὰς χώρας ἐν ταῖς κάμψεσιν ἀναπληροῦσα, ὡς φαίνεσθαι κατὰ τοὺς κατ’ εὐθὺ κειμένους τέσσαρας δακτύλους ἔξωθεν μὲν ὀλιγοστὴν ἢ οὐδ’ ὅλως, ἔσωθεν δὲ καὶ ἐν τοῖς πλαγίοις μέρεσι πλείστην· ὡς, εἰ καί τι τῶν | |
20 | ὑγρῶν σωμάτων ἐθέλοις κατέχειν, ὑπτίαν ἐργασά‐ | |
μενος τὴν χεῖρα, μὴ ἐᾶν ἐκρυῆναι. ἔτι δὲ πρὸς τούτοις, μαλάττειν καὶ τρίβειν ὅσα μετρίως μαλακά. Αὗται μὲν ἴδιαι χρεῖαι τῆς ἐν τῇ χειρὶ σαρκός· αἱ δὲ κοιναὶ, τὸ οἷον πρόβλημά τι τοῖς ὀστώδεσι σώμασι | 11 | |
25 | τὴν σάρκα εἶναι, καὶ ὅτι ἅπασαν θερμὴν ἐντὸς ἑαυτῆς ἔχει τὴν ἐκ τοῦ αἵματος ἰκμάδα, καὶ ὅτι θερμὴ οὖσα συμμέτρως, ἀρήγει κατ’ ἴσον ταῖς ἀμετρίαις κρύους τε καὶ θάλπους. Ἀλλὰ περὶ μὲν σαρκὸς γενέσεως | |
1.6 | τῆς ἐν τοῖς δακτύλοις ἀρκεῖ τοσαῦτα· περὶ δὲ τῆς ἄρθρων φύσεως τῶν ἐν τοῖς δακτύλοις αὖθις ἐπάνι‐ μεν, εἰπόντες αὐτῶν τό τε πλῆθος, καὶ τὸ μέγεθος, καὶ τὸ σχῆμα, καὶ τὸν τρόπον τῆς διαρθρώσεως. | |
5 | Περὶ μὲν πλήθους, ὅτι διὰ τριῶν ἐπιτελεσθῆναι τούτους ἀναγκαῖον μόνων· τὰ γὰρ ἐκ πλειόνων συγκείμενα μορίων ῥᾷον ὀκλάζει τῶν ἐξ ἐλαττόνων· ἐλάττω δὲ τῶν τριῶν εἴπερ ἐγένετο, τὴν ποικιλίαν τῶν κατὰ μέρος σχημάτων οὐκ ἂν ἔσχε τοσαύτην. | 12 |
10 | ἵν’ οὖν καὶ κινῆται πολυειδῶς, καὶ φύγῃ τὴν εὐπά‐ θειαν, ὁ τῶν τριῶν ἀριθμὸς αὐτάρκης. Περὶ δὲ μεγέθους, ὅτι χρὴ τὸ προτεταγμένον ὑπερέχειν τοῦ μετ’ αὐτὸ, πρόδηλον παντί· τὸ μὲν γὰρ ὀχεῖ, τὸ δὲ ὀχεῖται, μεῖζον δὲ χρὴ εἶναι τὸ βαστάζον τοῦ | |
15 | βασταζομένου· γενέσθαι γὰρ ἑτέρως τοῦτο ἀμήχανον, μὴ κατὰ βραχὺ μειουμένου τοῦ μεγέθους τῶν ὀστῶν. καὶ διὰ τοῦτο ἔλαττον χρὴ εἶναι τοῦ προτέρου τὸ | |
1.7 | δεύτερον. Περὶ δὲ τοῦ σχήματος αὐτῶν, ὅτι μὲν ἀπὸ πλατυτέρας τῆς ἄνω βάσεως εἰς στενοτέραν τὴν κάτω τελευτᾷ, τὰς αὐτὰς ἕξει τοῖς περὶ τοῦ μεγέθους εἰρημένοις αἰτίας. Ὅτι δὲ καὶ περιφερῆ, τὴν δυσπά‐ | 13 |
5 | θειαν αἰτιατέον· ἁπάντων γὰρ τῶν σχημάτων τὸ τοι‐ οῦτον δυσπαθέστατον, ὡς ἂν οὐδεμίαν ἔχον ἐξοχὴν ὑπὸ τῶν προσπιπτόντων ἔξωθεν ἀποθραυσθῆναι δυ‐ ναμένην. Διατί δὲ ἀκριβῶς μὲν ἔξωθεν κυρτὸν, ἔνδοθεν δὲ κἀκ τῶν πλαγίων οὐκ ἀκριβῶς; καὶ | |
10 | τοῦτο τοῦ βελτίονος ἕνεκα. τοῖς μὲν γὰρ ἐντὸς μέρεσιν οἱ δάκτυλοι καὶ τρίβουσι, καὶ μαλάττουσι, καὶ λαμβάνουσι τὰ σύμπαντα· χεῖρον δ’ ἂν ἐγίνετο, κυρτῶν ταύτῃ γινομένων τῶν ὀστῶν· τοῖς δ’ ἐκτὸς οὐ‐ δὲν τούτων, οὐδ’ ἄλλην τινὰ ἐνέργειαν ἐνεργοῦντες, εἰς | |
15 | μόνην τὴν δυσπάθειαν ἀκριβῶς παρεσκευάσθησαν κυρ‐ τοί. Ἐν δ’ αὖ τοῖς πλαγίοις τὸ μὲν δυσπαθὲς εἶχον ἀλλήλους φρουροῦντες, ἐδέοντο δὲ ἐν τῷ συνάγεσθαι μηδεμίαν ἀπολιπεῖν χώραν κενὴν ἐν τῷ μεταξύ· οὔκουν ἐχρῆν αὐτοὺς κυρτοὺς ταύτῃ γενέσθαι. Πίστις δὲ ἱκανὴ | 14 |
20 | τοῦ λεγομένου τὸ τοῦ μεγάλου δακτύλου καὶ τοῦ μικροῦ, τοῦ μὲν τὴν ἄνωθεν, τοῦ δὲ τὴν κάτωθεν περιφέρειαν κυρτὰς ἀκριβῶς γενέσθαι· οὔτε γὰρ ἐφρουροῦντο [ταύτῃ] πρὸς οὐδενὸς, οὔθ’ ὡμίλουν ἑτέρῳ δακτύλῳ. Θαῦμα μὲν δὴ καὶ τοῦτο τοῦ ἀγαθοῦ Θεοῦ ἡμῶν τοῦ | |
25 | διαπλάσαντος οὕτως τὴν τῶν ὀστῶν κατασκευὴν, θαῦμα δὲ οὐδὲν ἧττον καὶ ὁ τῆς διαρθρώσεως τρόπος. οὐ γὰρ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, ἐκ τριῶν ὀστῶν | |
ἕκαστος διήρθρωται τῶν τεσσάρων δακτύλων, ἀλλ’ ὥσπερ οἱ τῶν θυρῶν στρόφιγγες, οὕτως καὶ τῶν | 15 | |
30 | ἄρθρων ἕκαστον ἐξοχὰς [κοιλότησιν] ἀντεμβαινούσας ἔχει συμμέτρους. εὐρυτέρας μὲν γὰρ τῆς κοιλότητος γενομένης, χαλαρὸν ἂν ἦν τὸ ἄρθρον· στενοτέρας δὲ, δυσχερής τε ἂν ἡ κίνησις ἐγίνετο μηδεμίαν ἀναστρο‐ φὴν ἔχουσα, καὶ κίνδυνος οὐ μικρὸς τὰς ἐξοχὰς τῶν | |
35 | ὀστῶν θραυσθῆναι στενοχωρουμένας. Ἀλλ’ οὔτε τούτων οὐδέτερον ἐγένετο, καὶ πάσας τῶν ὀστῶν τὰς κοιλότητας οἷον ἄμβωνές τινες κύκλῳ περιθέουσιν, ἀσφάλειαν μεγάλην τοῖς ἄρθροις παρεχόμενοι, τοῦ μήποτε ἐκπεσεῖν ἄνευ τινὸς ἐξαισίου ἀνάγκης. | |
1.8 | Ἀλλ’ ἐπεὶ πάλιν ἐκ τῆς οὕτως ἀσφαλοῦς κατα‐ σκευῆς κίνδυνος ἦν τάς τε κινήσεις δυσχερέστερον | |
γίνεσθαι, τάς τε ὑπεροχὰς ἐκτρίβεσθαι, διὰ τοῦτο διττὴ βοήθεια παρὰ τοῦ Δημιουργοῦ τούτοις δεδώ‐ | 16 | |
5 | ρηται· χόνδρῳ μὲν γὰρ πρότερον τούτοις ὑπαλείψας τῶν ὀστῶν ἑκάτερον, ἐπιχέας δὲ τοῖς χόνδροις, οἷον ἔλαιον, λιπαρὸν καὶ γλισχρὸν χυμὸν, εὐκίνητός τε ἅμα καὶ ἀνέκπτωτος ἅπασα διάρθρωσις ἐγένετο τῶν ὀστῶν. Ἦν μὲν οὖν καὶ τὸ κατὰ τὰς κοιλότη‐ | |
10 | τας τῶν ὀφρύων τέχνημα τῆς δημιουργίας ἱκανὸν κωλύειν τὰς διεκπτώσεις τῶν ἄρθρων· ἀλλ’ οὐκ ἐπί‐ στευσεν αὐτῷ μόνῳ τὴν φυλακὴν ὁ Θεὸς, εἰδὼς πολ‐ λὰς καὶ πολλάκις βιαίους τε καὶ σφοδρὰς κινήσεις καταληψομένας τὸ ζῶον. Ἵν’ οὖν πανταχόθεν ἀκρι‐ | |
15 | βῶς ἅπαν ἄρθρον φρουρηθῇ, συνδέσμους τινὰς τῶν | |
ὀστῶν ἑκατέρων ἐξέφυσεν, [ἐκ θατέρου] καθάπτοντας εἰς θάτερον. εἰσὶ δὲ αὐτῶν οἱ μὲν, ὥσπερ νεῦρα, στρογγύλοι τε καὶ παχεῖς, οἱ δὲ, ὥσπερ ὑμένες, προ‐ μήκεις τε καὶ [λεπτοὶ,] κατὰ τὴν χρείαν ἀεὶ τῶν ἄρ‐ | 17 | |
20 | θρων τοιοῦτοι γεγονότες· μέγιστοί τε καὶ παχύτατοι τά τε κυριώτατα τῶν ἄρθρων φρουροῦντες καὶ συνδέ‐ οντες, οἱ λοιποὶ δὲ ἐν τοῖς ἀκυροτέροις αὐτῶν καὶ μι‐ κροτέροις. Ταῦτ’ οὖν ἅπαντα κοινῶς κατὰ πᾶν ἄρθρον ἐτεχνήσατο, καὶ κατὰ τοὺς δακτύλους, ἐν τούτοις γὰρ | |
25 | ἔπρεπε μάλιστα· μικραὶ μὲν γὰρ αἱ διαρθρώσεις αὐ‐ τῶν, ἀλλ’ ἀκριβῶς ἐγγεγλυμμέναι, λεπταῖς τε ἴτυσι πανταχόθεν ἐστεφανωμέναι, καὶ χόνδροις ἰσχνοῖς ἐπα‐ ληλιμμέναι, καὶ συνδέσμοις ὑμενώδεσι συνημμέναι. | |
Τὸ δὲ μηδαμῆ τὰς ὀφρύας τῶν ὀστῶν ἴσας ἐργά‐ | 18 | |
30 | ζεσθαι, ἀλλ’ ἔξωθεν μὲν πολὺ μείζους, ἔσωθεν δὲ ἐλάττους, μέγιστον δεῖγμα καὶ αὐτὸ τῆς τοῦ Θεοῦ σοφίας ἐν δακτύλου κατασκευῇ. μικραὶ μὲν γὰρ ἔξωθεν γενόμεναι, ἐπέκεινα ἂν τῆς ἐσχάτης ἐκτά‐ σεως συνεχώρουν ἀνακλᾶσθαι τοῖς ἄρθροις· μείζους | |
35 | δὲ εἴπερ ἔσωθεν ἦσαν, ἐκώλυον ἂν ἐπὶ πλεῖον κάμ‐ πτεσθαι. καὶ διὰ τοῦτο ἐλάττους μὲν ἐντὸς, μείζους δὲ ἐκτός. Διὰ τί δὲ σκληρὰ, καὶ ἀμύελα, καὶ πυκνὰ τὰ τῶν δακτύλων ὀστᾶ; ἢ ὅτι γυμνὰ πάντη, καὶ διὰ τοῦτο [εὐπαθῆ]; μέγιστον ἄρα βοήθημα αὐτοῖς ἡ | |
40 | τῆς οἰκείας κατασκευῆς δυσπάθεια. Τὰ μὲν δὴ τῶν ὀστῶν τῶν ἐν τοῖς δακτύλοις | |
1.9 | ὧδε ἔχει· τὰ δὲ τῶν μυῶν ἐν τῷ Περὶ Μυῶν Κινή‐ σεως βιβλίῳ Γαληνοῦ αὐτάρκως εἴρηται· περὶ δὲ τενόντων καὶ ἰνῶν καὶ ὑμένων τῶν τε τὴν χεῖρα καὶ τοὺς δακτύλους κινούντων εἴς τε τὴν ἐκτὸς | 19 |
5 | κίνησιν καὶ τὴν ἐντὸς καὶ εἰς πλάγια, ὡσαύτως καὶ ἐν τῷ Περὶ Μυῶν Κινήσεως Γαληνοῦ, καὶ ἐν τῷ πρώτῳ βιβλίῳ τῆς Ἀνατομικῆς αὐτοῦ Ἐγχειρήσεως. Περὶ δὲ νεύρων καὶ ἀρτηριῶν καὶ φλεβῶν εἰπεῖν ἡμῖν οὐ πρόκειται· ὅτι μὲν γὰρ | |
10 | ἐγκέφαλος, καὶ καρδία, καὶ ἧπαρ ἀρχαί, καὶ ὡς ἀπὸ ἐγκεφάλου τὴν ἀρχὴν ὁ νωτιαῖος λαμβάνει, ἐκ δὲ τοῦ νωτιαίου καὶ αὐτοῦ τοῦ ἐγκεφάλου τὰ νεῦρα τὴν ψυχικὴν δύναμιν, ἐκ καρδίας δὲ τὴν σφυγμικὴν αἱ | |
ἀρτηρίαι, αἱ δὲ φλέβες ἐξ ἥπατος τὴν θρεπτικὴν, | 20 | |
15 | ἐν τῷ Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος βιβλίῳ Γαληνοῦ ἱκανῶς λέλεκται. | |
1.10 | Ὑπόλοιπον δ’ ἂν εἴη περὶ τῶν ἐντὸς τῆς ἄκρας χειρὸς διελθεῖν, διὰ τί τε λεῖον καὶ ἄτριχόν ἐστι καὶ σκληρὸν ἔτι τε κοῖλον τὸ μέσον, ὅπερ καὶ θέναρ καλεῖται· τοῦ γὰρ μυὸς τοῦ κατὰ τοὺς τέσσαρας | |
5 | δακτύλους ἑνὸς ὀντὸς μικροῦ καθ’ ἕκαστον δάκτυλον, ἰδίως δύο κατὰ τὸν μέγαν δάκτυλον εἰσίν· οἳ καὶ τὰ καλούμενα θέναρα γεννῶντες [προσέρχονται] μέγιστοι, δι’ οὓς τό τε σαρκῶδες τῆς χειρὸς ὑψηλὸν γίνεται καὶ τὸ μέσον κοῖλον, καὶ τῶν δακτύλων [ἑκάτερος], ὅ τε | |
10 | μέγιστος καὶ ὁ μικρότατος, ἐπὶ πλεῖστον τῶν ἄλλων | |
ἀπάγονται. Καὶ μὴν καὶ ὁ μεταξὺ τοῦ τε μεγάλου καὶ τοῦ λιχανοῦ μῦς ἕνεκα τοῦ σαρκῶδες ἐργάσασθαι τὸ [ταύτῃ] μέρος τῆς χειρὸς ἐγένετο. Ἐξηγήσασθαι δὲ χρὴ τὸν ὑποπεφυκότα τῷ δέρματι τῆς χειρὸς ἔσωθεν | 21 | |
15 | τένοντα, τὴν μὲν ἔκφυσιν ἔχοντα ἐκ τοῦ μέσου μυὸς τοῦ εὐθέος, ὃς ἐλάττων ἐστὶ τῶν ἄλλων τεσσάρων μυῶν, ὅτι μηδὲ κινεῖ τινα διάρθρωσιν, ἐπιπολῆς δὲ ὑπὸ τῷ δέρματι τὴν μέσην χώραν τοῦ κοιλώματος εἴληφεν. Ἀποφύεται μὲν οὖν ὁ τένων οὗτος πρὶν ἐπὶ τὴν τοῦ | |
20 | καρποῦ διάρθρωσιν ἀφικνεῖσθαι, πλατύνεσθαι δὲ ἄρ‐ χεται κατ’ ἐκείνην πρῶτον, ἐντεῦθέν τε φαίνεται, κα‐ θάπερ τι δεύτερον δέρμα λευκὸν καὶ πυκνὸν καὶ ἄναιμον, ὑποτεταγμένος παντὶ τῷ δέρματι κατ’ ἄκραν | |
τὴν χεῖρα καὶ τοὺς δακτύλους κατὰ σύμφυσιν. Καὶ | 22 | |
25 | διὰ τοῦτο ἐν τῇ ἄκρᾳ χειρὶ καὶ τοῖς δακτύλοις δέρμα τὸ ἐντὸς οὐκ ἀποδέρεται· διὰ ταύτην δὲ τὴν αἰτίαν καὶ τὸ [κατὼ] τῶν ποδῶν δέρμα, ἔτι τε τὸ μέτωπον, καὶ ὀλίγου δεῖν ἅπαν τὸ πρόσωπον, ἄλλα τέ τινα τῶν κατὰ τὸ ζῶον οὐκ ἔστιν ἀποδεῖραι διὰ τὴν τῶν τοι‐ | |
30 | ούτων τενόντων ἢ μυῶν εἰς αὐτὰ κατάφυσιν. Καθό‐ λου δὲ χρὴ γινώσκειν, ὡς ἤτοι τοῦ μεταδοῦναι χάριν αἰσθήσεως ἀκριβεστέρας, ἢ κινήσεως τῆς καθ’ ὁρμὴν, δυσπερίτρεπτον καὶ σκληρὸν καὶ ἄτριχον εἴργασται τὸ δέρμα, καὶ καταφύονταί τινες τοιοῦτοι εἰς αὐτὸ τένοντες. | |
35 | Ἔπρεπε δὲ καὶ ταῖς χερσὶν, ἀντιληπτικοῖς ὑπαρχούσαις ὀργάνοις, καὶ δυσπερίτρεπτον ἔχειν τὸ ἐντὸς δέρμα καὶ | |
ἄτριχον, ὡς πρὸς ἄλλα τε πεποιημέναις, καὶ μάλιστα πρὸς τὴν τῶν μικρῶν σωμάτων ἀσφαλῆ τε καὶ ἀκριβῆ λαβήν. Καὶ μέντοι καὶ αἰσθητικώτερον παν‐ | 23 | |
40 | τὸς τοῦ ἄλλου δέρματος. οὐ γὰρ ἕτερον μὲν ἐχρῆν εἶναι τὸ ἀντιληπτικὸν, ἕτερον δὲ τὸ ἁπτικὸν ὄργανον· οὐδ’ ἄλλο μὲν λαμβάνειν ἕκαστον τῶν ἐκτὸς, ἄλλο δὲ κρίνειν τὴν τῶν ληφθέντων θερμότητα καὶ ψυχρό‐ τητα καὶ σκληρότητα καὶ τὰς ἄλλας τὰς [ἁπτὰς] δια‐ | |
45 | φοράς· ἀλλ’ εὐθέως ἅμα τῷ λαμβάνειν ἕκαστον ἄμει‐ νόν ἐστι καὶ συνδιαγινώσκειν ὁποῖόν τι κατὰ τὴν φύσιν ἐστί. Συντελεῖ δὲ οὐ σμικρὰ πρὸς ἀκριβῆ διάγνωσιν ἁπασῶν τῶν [ἁπτῶν] ποιοτήτων καὶ τὸ | |
ἄτριχον τοῦ ταύτῃ δέρματος, ἐκ τῆς τοῦ πλατυνθέντος | 24 | |
1.10(50) | τένοντος ἀποφύσεως ἀπεργασθὲν, καὶ μάλιστα διὰ τὰς ἐν τῷ θέναρι μαλαγὰς ἐμπλάστρων τε καὶ χειρο‐ πλάστων. Διὰ ταῦτα μὲν δὴ τοὺς τοιούτους τένοντας εἰς τὰ τῶν χειρῶν ἔνδον ἡ τοῦ ἀγαθοῦ Θεοῦ ἡμῶν πρόνοια ἐνέφυσε δέρματα. | |
55 | Καὶ περὶ μὲν τῆς κατασκευῆς τῆς ἄκρας χειρὸς | |
1.11 | ἱκανὰ τὰ εἰρημένα· περὶ δὲ τῶν λοιπῶν μορίων τῆς ὅλης χειρὸς μετέλθωμεν ἐξηγήσασθαι, τὴν ἀρχὴν ἀπὸ τοῦ πήχεως ποιησάμενοι, Χριστὸν, τὸν ἀληθινὸν Θεὸν ἡμῶν, ἐπιτάρροθον καὶ ὁδηγὸν γενέσθαι [ἐπικαλού‐ | |
5 | μενοι]. Ὅτι μὲν οὖν ἔκτασιν καὶ κάμψιν τῆς ὅλης χειρὸς ὁ πῆχυς καὶ τὸ τούτου ἄρθρον ἐργάζεται, τὴν δὲ περιστροφὴν πρὸς τὸ πρηνῆ καὶ ὑπτίαν γενέσθαι τὴν χεῖρα ἡ κερκὶς καὶ τὸ ταύτης ἄρθρον, πᾶσι τοῖς ἐμπείροις ἀνατομικῆς ἐγχειρήσεως δῆλόν ἐστιν. Ἀλλ’ | |
10 | ἐπειδὴ τῷ πήχει καὶ τῇ κερκίδι προηγοῦνται ὅ τε | |
καρπὸς καὶ τὸ μετακάρπιον, ἀπ’ αὐτῶν ἀρξώμεθα τῆς ἐξηγήσεως· θαυμάσωμεν δὲ τὴν σοφίαν τοῦ Δημιουργοῦ Θεοῦ ἡμῶν, πῶς τὰ μεγάλα τῶν ὀστῶν (μηρόν τε, καὶ κνήμην, καὶ τὰ λοιπὰ) ἐξ ἑνὸς ὀσ‐ | 25 | |
15 | τοῦ, τὸν δὲ καρπὸν, σμικρὸν καὶ οὐτιδανὸν ὄντα, ἐκ τοσούτων ὀστῶν συνέθηκεν. Ἀλλ’ ἐὰν μὲν ἀκριβῶς καταμάθωμεν τὴν ἐνέργειαν καὶ τὴν χρείαν αὐτοῦ, πάντως καὶ ἀναγκαῖον εἶναι αὐτὸν κυρώσομεν ἐκ πολλῶν ὀστῶν συγκεῖσθαι, σμικρῶν τε καὶ ἀμυέλων, | |
20 | καὶ τὴν σύνταξιν αὐτῶν διὰ συνδέσμων εὐρώστων γεγενῆσθαι· δυσπαθὲς γὰρ τὸ ἐκ πολλῶν ὀστῶν σύνθετον ὀστοῦν. Καθάπερ γὰρ τὰς ἀσπίδας οὐκ ἐκ μιᾶς σανίδος, ἀλλ’ ἐκ πολλῶν καὶ σμικρῶν, οἱ κατὰ τοὺς πολέμους ἔμπειροι συντεθείκασι, διὰ τὸ μὴ | |
25 | εὐκόλως θραύεσθαι, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ καρποῦ καὶ ἐπὶ τοῦ μετακαρπίου. †ἐπειδὴ γὰρ καὶ | |
δόρυ, καὶ φάσγανον, καὶ λίθου βολὴν, καὶ πᾶσαν ἰσχυρὰν ἐνέργειαν, τῆς ἄκρας χειρὸς ῥίζαν εἶναι τὸν καρπὸν καὶ τὸ μετακάρπιον ὁμολογοῦμεν.† | 26 | |
1.12 | Διὰ τί δὲ τὸ μὲν μετακάρπιον ἐκ τεσσάρων ὀσ‐ τῶν σύγκειται, ὁ δὲ καρπὸς ἐξ ὀκτώ; ὅτι τὸ μὲν μετακάρπιον διαρθροῦται τοῖς τέτρασι δακτύλοις τοῖς κατ’ εὐθεῖαν κειμένοις. ὁ γὰρ μέγας, ὃν καὶ ἀντίχειρα | |
5 | καλοῦμεν, οὐ τῷ μετακαρπίῳ διαρθροῦται, ἀλλὰ τῇ ἐξοχῇ τοῦ πήχεως τῇ συναπτομένῃ τῷ καρπῷ. Ὅτι δὲ, τεσσάρων ὄντων τοῦ μετακαρπίου τῶν ὀστῶν, ἔμελλε τὸ αὐτὸ μετακάρπιον διαρθροῦσθαι κατὰ τὸ ἕτερον πέρας τῷ καρπῷ, (δῆλον ὡς καὶ τοῦ καρποῦ | |
10 | τεττάρων ὄντων τῶν τοιούτων ὀστῶν,) οὐκ ἤρκει δὲ διὰ τὴν σμικρότητα· προστίθησιν ἡ τοῦ Θεοῦ πρόνοια τοῖς τέτρασιν ἄλλα τέσσαρα ἐπὶ δύο στοίχους κοιλαι‐ νόμενα κατὰ τὴν ἕνωσιν αὐτῶν εἰς ὑποδοχὴν τῶν τοῦ | |
μετακαρπίου ὀστῶν, ὡς εἶναι πάντα τὰ ὀστᾶ τοῦ | 27 | |
15 | καρποῦ ὀκτὼ οὔτε πλείω οὔτε ἐλάσσω. Μάθοις δ’ ἂν τὸ λεγόμενον, εἰ ἀληθές ἐστιν, ἐξ ἀνατομῆς· ξέσαι γὰρ σφόδρα [δεῖ,] ὡς καθαρὸν ἀπεργάσασθαι τὸν καρπὸν, εἰ [μέλλεις] ἀκριβῶς θεᾶσθαι τὰ συντε‐ θέντα τῶν καρπῶν ὀστᾶ. Διὰ τί δὲ τὰ τοῦ καρποῦ | |
20 | ὀστᾶ σιμὰ μὲν ἐντὸς, κυρτὰ δὲ ἐκτός; ἵνα ταῖς ἀνακλάσεσι τῆς ἄκρας χειρὸς, μήτε πέρα τοῦ μέ‐ τρου περιάγηται, μήτε ἀστήρικτον μένῃ, καὶ ὡς ἂν εἴποι τις πάρετον. Ὡσαύτως δὲ καὶ περὶ τῶν [ἐπιφύσεών] τε καὶ ἀποφύσεων ἁπασῶν τῶν ἐν τοῖς | |
25 | κώλοις, ἔνθα χρὴ διάρθρωσιν γίνεσθαι ὀστῶν, καὶ μάλιστα μεγάλων, κυρτὸν μὲν εἶναι χρὴ τὸ ἐμβησό‐ μενον, κοῖλον δὲ τὸ ὑποδεχόμενον ὀστοῦν καὶ περι‐ | |
φερὲς πανταχόθεν, ὥστε μὴ ὀλισθαίνειν ἐν ταῖς σφοδραῖς κινήσεσι τὴν κεφαλὴν τοῦ ἐμβαίνοντος | 28 | |
30 | ὀστοῦ. Ἐπεὶ τοίνυν καὶ τὸν καρπὸν ἔδει διαρ‐ θροῦσθαι τοῖς πήχεώς τε καὶ κερκίδος πέρασι, δεόν‐ τως ἑκάτερον τῶν ὀστῶν ἐπίφυσιν ἔσχε, κυρτὴν μὲν καὶ περιφερῆ τοῖς ἐκτὸς, κοίλην δὲ τοῖς ἔνδοθεν. Ἀλλ’ ἡ μὲν τῆς κερκίδος πανταχόθεν ὀφρὺν ἔχει περιθέ‐ | |
35 | ουσαν, ὑφ’ ἧς ἀκριβῶς σφίγγεται τῷ ταύτης πέρατι ὁ καρπός· ἡ δὲ τοῦ πήχεως οὐκ ἔθ’ ὁμοίως, ἀλλὰ τὸ μὲν ἔσω τε καὶ πρὸς τὴν κερκίδα βλέπον τοιοῦτον, τὸ δ’ ἄλλο τὸ κατὰ μῆκός τε καὶ εὐρυχωρίαν ὅλου τοῦ κώλου πέρας εἰς περιφερῆ κεφαλὴν τελευτᾷ, ᾗ περι‐ | |
40 | βέβληται τὸ [ταύτῃ] τεταγμένον ὀστοῦν τὴν τοῦ καρποῦ γληνοειδῆ κοιλότητα. Ὥστε διττὴν εἶναι κατὰ | |
τὸν καρπὸν διάρθρωσιν, ἑτέραν μὲν τῶν ἐμβαινόντων αὐτῶν τοῦ καρποῦ περάτων εἰς τὴν μεταξὺ τῶν κερ‐ κίδος τε καὶ πήχεως ἀποφύσεων κοιλότητα, [τὴν δ’ | 29 | |
45 | ἄλλην τὴν μικρὰν τοῦ περιλαμβάνοντος ὀστοῦ τὴν μικρὰν ἀπόφυσιν τοῦ πήχεως·] αὕτη μὲν οὖν ἕνεκα τῶν ἐπὶ τὸ πρανές τε καὶ ὕπτιον ἐπιστροφῶν τῆς χειρὸς ἐγένετο, διὰ δὲ τῆς ἄλλης τῆς μεγάλης ἐκτεί‐ νεται καὶ κάμπτεται τὸ κατὰ τὸν καρπὸν ἄρθρον. | |
1.13 | Περὶ δὲ θέσεως καὶ διαπλάσεως τῆς κερκίδος καὶ τοῦ πήχεως ἑξῆς ἂν εἴη ῥητέον. Ἡ μὲν δὴ θέσις αὐτῆς λοξὴ γέγονεν, ἡ δὲ τοῦ πήχεως εὐθεῖα· κατὰ γὰρ τὴν φύσιν τῆς κινήσεως ἑκατέρας, ἐχρῆν εἶναι | |
5 | καὶ τὴν θέσιν ἑκατέρου τῶν ὀστῶν· ἡ μὲν γὰρ κατ’ ἔκτασίν τε καὶ κάμψιν κίνησις ὑπὸ τοῦ πήχεως γίνεται ὅλου τοῦ κώλου κατ’ εὐθεῖαν γινομένη· ἡ δὲ | |
ἐπὶ τὸ πρανὲς καὶ τὸ ὕπτιον καὶ κατὰ τὰ πλάγια τῆς χειρὸς κίνησις ὑπὸ τῆς κερκίδος γίνεται. εὐλόγως | 30 | |
10 | ἄρα λοξὴ μὲν ἡ κερκὶς, εὐθὺς δὲ ὁ πῆχύς ἐστιν. Διὰ τοῦτο καὶ ἡ εἰς τὸν βραχίονα διάρθρωσις ἑκατέρων τῶν ὀστῶν ἀνόμοιος ἐγένετο· τοῦ μὲν γὰρ πήχεως ἐπὶ τῆς πρὸς τὸν βραχίονα δύο ἀποφύσεις εἰσὶ, κυρταὶ μὲν ἔξωθεν, ἔσωθεν δὲ κοῖλαι· μία μὲν ἐκ τῶν ὄπισθέν τε | |
15 | καὶ κάτωθεν αὐτοῦ μερῶν, ἥπερ δὴ καὶ μείζων ἐστὶν, ἑτέρα δὲ ἐκ τῶν ἄνωθέν τε καὶ πρόσθεν, ἐλάσσων ἐκείνης. ἐστραμμένων δὲ πρὸς ἀλλήλας τῶν κοιλο‐ τήτων καὶ ἡνωμένων, μία μεγάλη κοιλότης γίνεται, ἐοικυῖα τῷ Ϲ γράμματι. Ὀνομάζουσι δὲ τὰς ἀπο‐ | |
20 | φύσεις ταύτας ἀμφοτέρας μὲν κορώνας, διότι περι‐ φερεῖς εἰσιν ἀμφότεραι· τὴν δὲ μεγάλην τὴν ὄπισθεν | |
Ἀθηναῖοι μὲν ὀλέκρανον, Ἱπποκράτης δὲ ἀγκῶνα. Τῶν δὲ ὅλης τῆς χειρὸς εἰς τὰ πλάγια κινήσεων, αἱ μὲν ὑπὸ τὸ ὕπτιον ἐλάττους εἰσὶν ἐνέργειαι, αἱ δὲ ὑπὸ | 31 | |
25 | τὸ πρανὲς μείζονές τε καὶ ἀναγκαιότεραι· καὶ διὰ τοῦτο καὶ τὴν τῆς κερκίδος θέσιν ἑτοιμοτέραν ὑπακούειν ἐπὶ τὸ πρανὲς, τοιαύτην ἡ πρόνοια τοῦ Θεοῦ κατεσκεύασε, τὸ μὲν ἄνω πέρας ἐπὶ τὴν ἔξωθεν κεφαλὴν τοῦ βρα‐ χίονος ἀγαγοῦσα, τὸ δὲ κάτω ἐπὶ τὸν μέγαν ἐκτείνασα | |
30 | δάκτυλον. Ἐναντίαν δὲ εἴπερ ἔσχε τὴν θέσιν, [ῥᾷον] ἂν ἐπὶ τὸ ὕπτιον ἢ ἐπὶ τὸ πρανὲς ἐκεκίνητο· τῇ μὲν γὰρ νῦν οὔσῃ θέσει τὸ [πρανὲς] σχῆμα πλησιέστε‐ | |
ρον, τῇ δὲ ἐναντίᾳ τὸ ὕπτιον. Διὰ ταῦτα μὲν δὴ ἡ κερκὶς λοξὴ κατεσκευάσθη, | 32 | |
1.14 | καὶ ὡδί πως λοξή· διὰ τί δὲ ἐπίκειται τῷ πήχει; ὅτι μακρότερος αὐτῆς ἐκεῖνος, καὶ τὸ πλεῖστον τῆς πρὸς τὸν βραχίονα διαρθρώσεως αὐτὸς ἐπέχει· εὔλογον δὲ ἦν ὀχεῖσθαι τὸ βραχύτερον ὀστοῦν ὑπὸ τοῦ μακρο‐ | |
5 | τέρου. Διὰ τί δὲ ἀμφοτέρων τὰ μὲν ἐν τῷ μέσῳ λεπτότερα, τὰ δὲ κατ’ ἀγκῶνά τε καὶ καρπὸν παχύ‐ τερα; ὅτι τὰ μὲν ἐχρῆν χώραν τοῖς μυσὶ παρέχειν, τὰ δὲ ὀγκωθῆναι ταῖς ἐπιφύσεσιν· αὗται δὲ πρὸς τὰς διαρθρώσεις εἰσὶ χρήσιμοι. Διὰ τί δὲ αὐτῶν τῶν | |
10 | περάτων, πήχεως μὲν τὸ κατ’ ἀγκῶνα παχύτερον, κερκίδος δὲ τὸ πρὸς τὸν καρπόν; ἢ ὅτι κοινὴ μὲν ἀμφοῖν ἐστιν ἡ πρὸς τὸν καρπὸν διάρθρωσις, ἐν δὲ [τῇ] πρὸς τὸν βραχίονα πλεονεκτεῖν ἀναγκαῖόν | |
ἐστι τὸν πῆχυν εἰς τοσοῦτον τῆς κερκίδος, εἰς | 33 | |
15 | ὅσον περ ἡ διάρθρωσις αὐτοῦ χρησιμωτέρα ταῖς ἄλλαις τῆς χειρὸς ἐνεργείαις ὑπάρχει; Περὶ μὲν δὴ τῶν τοῦ πήχεως καὶ τῆς κερκίδος ὀστῶν θέσεώς τε καὶ διαπλάσεως καὶ κινήσεων ἀμφοτέρων ὧδ’ ἔχει· τίνες δὲ μύες καὶ τένοντες οἱ κινοῦντες αὐτὰ, ἐν τῷ | |
20 | Περὶ Μυῶν Κινήσεως Γαληνοῦ αὐτάρκως εἴρηται. | |
1.15 | λείποιτο δ’ ἂν ἔτι τὰ κατὰ τὸν βραχίονα τοῦ πήχεως εἰπεῖν· γίνεται δὲ οὕτω. Τοῦ πήχεως αἱ κορῶναι τῇ μεγάλῃ κοιλότητι τοῦ βραχίονος διαρθρούμεναι τὴν ἔκτασιν καὶ τὴν κάμψιν τῆς χειρὸς ἀπεργάζονται, | |
5 | ὥσπερ ἡ τῆς κερκίδος πρὸς τὸν βραχίονα τὴν ἐπὶ τὸ πρανὲς καὶ ὕπτιον κίνησιν. Ἀκριβοῦνται δὲ ἀμφοτέ‐ ρων αἱ διαρθρώσεις, τῆς τε κερκίδος [καὶ] τῶν κορω‐ νῶν τοῦ πήχεως, πρὸς τὸν βραχίονα πανταχόθεν περι‐ σφιγγόμεναι ταῖς βαθμίσι τῆς κοιλότητος τοῦ βρα‐ | |
10 | χίονος, ὡς μὴ ἀπολείπεσθαι χώραν κενὴν μεταξύ· ὥστε ἐν ταῖς ἐκτάσεσι τῆς χειρὸς, πρὸς τοὐπίσω μὴ ἀνακλᾶσθαι τὴν χεῖρα, μηδ’ αὖ πάλιν εἰς τὰ πλάγια, ἀλλ’ ἐκτείνεσθαί τε καὶ κάμπτεσθαι μόνον τὴν χεῖρα συμμέτρως. Σύνδεσμοι δέ τινες ἰσχυροὶ, κατὰ τὰς | 34 |
15 | τῶν ἐπιφύσεων χώρας ἀνίσχοντες, συνάπτουσί τε καὶ συσφίγγουσι κυκλοτερῶς περικείμενοι τὴν διάρθρωσιν ὅλην, ὡς μὴ ἐκπίπτειν ῥᾳδίως τάς τε κορώνας καὶ τὸν ἀγκῶνα ἐκ τῆς ὑποκειμένης κοιλότητος. Τὸ δὲ τοῦ βραχίονος ὀστοῦν κυρτὸν μέν ἐστιν ἐν τοῖς ἔξωθεν | |
20 | μέρεσιν, ἐν δὲ τοῖς ἔσωθεν κοῖλον, καὶ τοῦτο τῇ προ‐ νοίᾳ τοῦ Δημιουργοῦ Θεοῦ ἡμῶν· πρὸς ἀλλήλας γὰρ βλέπειν τὰς χεῖρας ἄμεινον, καὶ διὰ τοῦτο τὰ μὲν | |
κοῖλα τοῦ βραχίονος ἐντὸς, τὰ δὲ κυρτὰ πρὸς τὰ | 35 | |
1.16 | ἐκτὸς ἀπεστράφθαι. Μύες δὲ τέσσαρες οἱ κινοῦντες τὸν βραχίονα, δύο μὲν ἔσωθεν, δύο δὲ ἔξωθεν· ἐπί‐ κειται δὲ ὁ ἕτερος τῷ ἑτέρῳ, τέμνοντες ἀλλήλους κατὰ γωνίας ὀξείας καὶ ἀμβλείας τῷ Χ γράμματι | |
5 | παραπλησίως, πρὸς τὸ σκεπάσαι τὸν βραχίονα παν‐ ταχόθεν, ὡς μὴ παραλιπεῖν χώραν γυμνήν. Μέγιστον δὲ θαῦμα τῆς κατασκευῆς αὐτῶν, ὅτι διτταῖς κινήσεσι λοξαῖς μίαν εὐθεῖαν ἀπεργάζονται· ἀρχομένου γὰρ τοῦ μὲν ἑτέρου τῶν τὸν πῆχυν καμπτόντων μυῶν | |
10 | ἀπὸ τῶν ἔνδον μερῶν τοῦ κατ’ ὦμον χωρίου, καὶ φερομένου ἐντεῦθεν ἐπὶ τὰ πρόσω τοῦ βραχίονος, τοῦ δὲ ἑτέρου τὴν μὲν ἔκφυσιν ἐκ τῶν ἔξωθεν μερῶν τοῦ βραχίονος [ἴσχοντος], εἴσω δὲ ἐντεῦθεν ἀτρέμα | |
ἐπιστρεφομένου, πρόδηλος μὲν καὶ ἡ θέσις ὅτι τῷ | 36 | |
15 | Χ γράμματι ὡμοίωται, πρόδηλος δὲ καὶ ἡ τῆς κινή‐ σεως λοξότης. ἀμφοτέρων γὰρ τεινόντων, κατ’ εὐθὺ μὲν ἀκριβῶς κάμπτουσι τὸν πῆχυν· εἰ δὲ ὁ μὲν αὐτῶν ἐνεργήσειεν, [ὁ δ’ ἀργήσειε,] βραχὺ τῆς εὐθύτητος ἐφ’ ἑκάτερα παρατρέπουσιν. Διὰ τί δὲ ὁ βραχίων τοῦ | |
20 | πήχεως μείζων; ὅτι καὶ οἱ κινοῦντες τὸν βραχίονα μύες μείζονές εἰσιν τῶν τὸν πῆχυν κινούντων μυῶν· ὥστε εἶναι καὶ τοὺς ὄγκους τῶν ὑποκειμένων αὐτοῖς ὀστῶν μείζονας, καὶ διὰ τοῦτο καὶ ὁ βραχίων τοῦ πήχεως μείζων ἐστὶν, διά τε τὸ μέγεθος αὐτοῦ χαυνό‐ | |
25 | τερος. καὶ σηραγγώδης καὶ κοῖλος ἔνδοθεν, ἅμα μὲν | |
ὥστε ἀβαρὴς εἶναι, ἅμα δὲ καὶ τὴν οἰκείαν τροφὴν [ὀστοῦ] ἐν τῇ κοιλότητι ἐναποτίθεσθαι, ἥνπερ δὴ μυελὸν ὀνομάζομεν. | 37 | |
1.17 | Διὰ τί δὲ ἓν μὲν ὀστοῦν ἐν τῷ βραχίονι, δύο δὲ ἐν τῷ πήχει; ἢ ὅτι καὶ ἡ ἐνέργεια τοῦ πήχεως καὶ σφόδρα ἀναγκαία καὶ πολλάκις γινομένη; ἢ διότι ἡ τοῦ βραχίονος κεφαλὴ μεγάλη καὶ σιμὴ καὶ οὐδαμῶς | |
5 | κονδυλώδης; Διὸ καὶ τὴν ὑποδεχομένην αὐτὴν κοιλό‐ τητα τῆς ὠμοπλάτης, οὐ κοτύλην γεγονέναι ἀλλὰ γλήνην, μηδαμόσε ὀφρύας περιέχουσαν, λεπτοῖς τε καὶ χαλαροῖς καὶ ὑμενώδεσι συνδέσμοις κατὰ τὸ κατ’ ὦμον ἄρθρον διειλημμένην. | |
9 | ||
10 | ΚΑΙ περὶ μὲν τῆς κατασκευῆς τῶν χειρῶν, τῆς τε τῶν ὀστῶν, καὶ συνδέσμων, καὶ ἄρθρων, ἱκανὰ τὰ | |
1.18 | εἰρημένα. καιρὸς οὖν λοιπὸν ἐξηγήσασθαι περὶ τῆς τῶν σκελῶν κατασκευῆς καὶ τῶν ἄκρων ποδῶν, (τὴν τοῦ Θεοῦ βοήθειαν αἰτουμένοις, ὅπως μεγαλύνωμεν αὐτὸν ἐν τοῖς δημιουργήμασιν αὐτοῦ·) πῶς ἐν τοῖς | 38 |
5 | πεζοῖς ζώοις μόνον τὸν ἄνθρωπον δίπουν εἰργάσατο, καὶ οὐ μόνον δίπουν ἀλλὰ καὶ ὄρθιον· κατ’ εὐθεῖαν γὰρ γραμμὴν ἐκπεφυκότα τῆς ῥάχεως τὰ σκέλη πεποίηκεν. Εἰ γὰρ καὶ τὰ πτηνὰ δίποδα καὶ ἄνω τὸν ὦπα ἔχοντα ἐδημιουργήθη, ἀλλὰ πρὸς τὰς ὀρθὰς | |
10 | γωνίας ἡ ῥάχις τοῖς σκέλεσιν αὐτοῖς διάκειται βαδί‐ ζουσιν, ὥσπερ ἀνθρώπῳ ἐν τῷ καθέζεσθαι ἡ μὲν ῥάχις τοῖς μηροῖς πρὸς ὀρθὰς γωνίας κεῖται, οἱ μηροὶ δὲ τῇ κνήμῃ. Τῶν δ’ αὖ τετραπόδων οὐχ οὕτω· πάντα γὰρ εἰς τὰ πρόσω τὰς καμπὰς ἔχει τῶν | |
15 | ὀπισθίων σκελῶν, καθάπερ τῶν ἔμπροσθεν εἰς τοὐ‐ πίσω· καὶ γὰρ τὰς καμπὰς πρὸς ἄλληλα ποιεῖται τὰ | |
τετράποδα ζῶα, ὁμοιότατον τρόπον βαδίζοντα τοῖς ἐπὶ τῶν χειρῶν ἕρπουσι βρέφεσιν. Ὥστε σοφῶς ὁ ἀγαθὸς Θεὸς ἡμῶν τοιούτους τοὺς ἀνθρώπους ἐσχη‐ | 39 | |
20 | μάτισεν, ὀρθοὺς μὲν καὶ καθημένους τὰς κατὰ τὸν βίον ἐνεργείας ἐργάζεσθαι, πρανεῖς δὲ καὶ ὑπτίους τῶν τοιούτων ἐνεργεῖν οὐδέν· καὶ ἄλλως ὀρθίους ἑστηκότας εἰς τὸν οὐρανὸν ἑτοίμῳ ἀναβλέπειν ὄμ‐ ματι, καὶ νοῦν καὶ χεῖρας ἐκτείνοντας πρὸς τὸν κατοι‐ | |
25 | κοῦντα ἐν οὐρανοῖς Θεὸν ἡμῶν τὸν ἀγαθόν τε καὶ ἅγιον, εἰς αἶνον καὶ ὕμνον τῶν θαυμασίων αὐτοῦ. Τούτου χάριν καὶ τοιούτους τοὺς ἀνθρώπους ἐδη‐ μιούργησεν· εἰ γὰρ ὁ καλούμενος οὐρανοσκόπος ἰχθὺς τὸ ὄμμα ἄνω ἔχει, ἀλλὰ τῆς δόξης τοῦ Θεοῦ | |
30 | ἄμοιρος, ἄλογος γάρ. ἐπὶ τὸ προκείμενον δὲ λοιπὸν ἐπανέλθωμεν. | |
1.19 | Εἴπωμεν οὖν περὶ τῆς τῶν σκελῶν κατασκευῆς· | |
ὥσπερ γὰρ ἡ χεὶρ ἀντιληπτικὸν ὄργανον, οὕτω τὸ σκέλος βαδιστικὸν ἐγένετο, ὡς ἂν πρέπῃ ζώῳ σοφῷ λογικῷ τε καὶ ἡμέρῳ. Ὅτι μὲν οὖν προμήκεις τε καὶ | 40 | |
5 | πλατεῖς καὶ μαλακοὺς καὶ πολυσχιδεῖς ἔπρεπεν τοὺς πόδας γενέσθαι, τοῦτο ἐναργῶς καὶ φαίνονται καὶ εἰσί· πρὸς πάσας γὰρ τὰς δυσχωρίας ἐπιτήδειος ἡ τοιαύτη κατασκευὴ, εἴ που [δεηθείημεν] ὑψηλοῖς ἀνιέναι τοί‐ χοις, ἢ δένδροις, ἢ πέτραις. ἀλλὰ καὶ κοίλους μὲν ἀτρέ‐ | |
10 | μα κάτωθεν, ἄνωθεν δὲ κυρτοὺς εἶναι. Ἐπεὶ τοίνυν ἡ βάδισις γίνεται, τοῦ μὲν ποδὸς ἐπὶ γῆς ἐστηριγμένου, τοῦ δὲ σκέλους τοῦ ἑτέρου περιφερομένου, ἀνάγκη ἄκρους μὲν τοὺς πόδας ἕδρας ἕνεκα γεγονέναι, τὰ δὲ σκέλη τῆς κατὰ τόπον ἀμείψεως· καὶ γὰρ πολλάκις δι’ | |
15 | αἰτίαν τινὰ τῶν ἄκρων ποδῶν ἀποτμηθέντων, δύναν‐ | |
ται κόντους ἐπιθέντες περιπατεῖν οἱ ἄνθρωποι. ὥστε ἐπεὶ ἕδρας ἕνεκα γεγόνασιν οἱ ἀκρόποδες, ἀνάγκη καὶ πλατεῖς εἶναι, καὶ προμήκεις, καὶ πολυσχιδεῖς. Καὶ κοῖλοι μὲν κάτωθεν, κυρτοὶ δὲ ἄνωθεν· ὥσπερ γὰρ αἱ | 41 | |
20 | χεῖρες τῇ ποικιλίᾳ τῶν ἄρθρων [καὶ] ταῖς κοιλότησιν ἐπιτήδειαι παντὶ τῷ σώματι περιπτύσσεσθαι, οὕτως οἱ πόδες, ὡς μάλιστα χεῖρας μιμησάμενοι, καὶ πολυ‐ σχιδεῖς μὲν ταῖς διαρθρώσεσι γενόμενοι, κοῖλοι δὲ κατ’ ἐκεῖνα καθ’ ἃ ἐρείδεσθαι τοῖς κυρτοῖς ἐδάφεσιν ἔμελ‐ | |
25 | λον, ἐν παντὶ χωρίῳ καλῶς στηρίζεσθαι πεφύκασιν. [Τοῦτ’] οὖν τὸ περιττόν ἐστι τῆς τῶν ἀνθρωπίνων σκελῶν κατασκευῆς, οὐχ ὡς βαδιστικῷ μόνον, ἀλλὰ | |
καὶ ὡς λογικῷ ζώῳ, πρέποντας αὐτῷ δοθῆναι τοιού‐ τους πόδας παρὰ τοῦ Δημιουργοῦ Θεοῦ ἡμῶν. Μά‐ | 42 | |
30 | θοις δ’ ἂν ἐναργέστερον τὸ λεγόμενον, εἰ ἐπὶ λεπτῆς κλίμακος ἴδοις ἀναβαίνοντά τινα· περιλαμβάνοντα γὰρ ἐνταῦθα ὄψει τῇ [κοιλότητι] τοῦ ποδὸς τὴν [κυρ‐ τότητα] τῶν βαθμίδων, εἶτα ἑκατέρωθεν ἐπιπτύσσοντα κατὰ τοὺς δακτύλους τε καὶ τὴν πτέρναν, ὅλην ὡς οἷόν | |
35 | τε μάλιστα τὴν βάσιν ἀπεργάζεσθαι περιφερῆ, δίκην | |
1.20 | χειρὸς περιλαμβάνουσαν τὸ ὑποκείμενον σῶμα. Κατὰ τοῦτο οὖν ὅμοιοι ταῖς χερσὶν οἱ πόδες εἰσὶν, ἀντίχειρ | |
δὲ αὐτοῖς οὐ δέδοται διὰ τὸ ἕδρας μόνον εἶναι ὄργανα· ἀλλὰ καὶ [τὸ] τῷ καρπῷ παραπλήσιον ἔσχον, ὅπερ | 43 | |
5 | καλεῖται ταρσὸς, καὶ τῷ μετακαρπίῳ τὸ πρὸς τῶν νεωτέρων ἰατρῶν ὀνομασθὲν πεδίον. τὰ μὲν οὖν τρία μέρη ταῦτα τοῦ ποδὸς οἷά περ τῆς χειρός εἰσιν, οἱ δάκτυλοι, τὸ πεδίον, ὁ ταρσὸς, ὧν οὐδέν ἐστιν ἄλλῳ ζώῳ πλὴν ἀνθρώπῳ. Τὸ δὲ ὑποκείμενον τῇ | |
10 | κνήμῃ μέρος τοῦ ποδὸς, σύνθετον ὂν, ἴδιον ὄνομα οὐ κέκτηται, σύγκειται δὲ ἐκ τριῶν ὀστῶν, ἀστραγάλου τε, καὶ πτέρνης, καὶ τοῦ κληθέντος ὑπὸ τῶν ἀνατο‐ μικῶν ἰατρῶν, σκαφοειδοῦς· ὁ δὲ ταρσὸς καὶ τὸ | |
πεδίον, κἂν σύνθετα ὦσι, τῶν συνήθων ὀνομάτων | 44 | |
15 | τετυχήκασι. Λέξομεν οὖν ἕκαστον τῶν ἁπλῶν ἐν τῷ ποδὶ μορίων, τί τὸ σχῆμα κέκτηται, καὶ τίνα τὴν σχέσιν, ὅπως τε τῆς πρὸς ἄλληλα συντάξεως ἔχουσι, καὶ ὅστις ἀριθμὸς αὐτῶν ἐστιν· ἀλλὰ καὶ περὶ μαλακότητος καὶ πυκνότητος, καὶ ὅσα τοῖς σώ‐ | |
20 | μασιν ὑπάρχουσι, διέλθωμεν. | |
1.21 | Ὅτι μὲν πέντε δάκτυλοι τοῦ ποδὸς, μαρτυρεῖ τὸ φαινόμενον· διὰ τί δὲ οἱ τέσσαρες ἐκ τριῶν φαλάγ‐ γων, ὁ δὲ μέγας ἐκ δυοῖν; ἐπειδὴ ὑψηλότερόν τε καὶ κοῖλον ἔμελλεν ἔσεσθαι τὸ ἐντὸς τοῦ ποδὸς, οἷον | |
5 | ψαλὶς, εὔλογον ἦν ἕδρας ἀσφαλεῖς τε καὶ μείζονας γενέσθαι, καὶ δύο τὰ τοῦ μεγάλου δακτύλου ὀστᾶ. | |
Ἐφεξῆς δὲ τούτοις ὄπισθεν ἡ τοῦ πεδίου θέσις, συναπτομένη τῷ τοῦ μεγάλου δακτύλου ὀστῷ κατὰ γῆς ἐστηριγμένῳ. Ἀναλογεῖ δὲ τὸ πεδίον τῷ μετα‐ | 45 | |
10 | καρπίῳ, ὑποδεχόμενον τῶν πέντε δακτύλων τὰ ὀστᾶ· καὶ ἐπειδὴ κατὰ στίχον ἕνα κεῖνται οἱ πέντε δάκτυλοι, εὔλογον καὶ τὸ πεδίον ἔχειν ὀστᾶ πέντε πρὸς ὑπο‐ δοχὴν τῶν πέντε δακτύλων. Ἀπὸ δὲ τοῦ πεδίου ὄπισθεν ὁ ταρσὸς, συγκείμενος καὶ αὐτὸς ἐκ τεσ‐ | |
15 | σάρων ὀστῶν μικρῶν τε καὶ ἀμυέλων· ἐξ ὧν ἐστιν ἓν τὸ κυβοειδὲς, κείμενον ἐκ τῶν ἔξω αὐτοῦ μερῶν, διαρθροῦται δὲ τῇ τῆς πτέρνης κοιλότητι· †τῶν δὲ λοιπῶν τριῶν ἐπιβαίνει ὁ κύβος τοῦ σκαφοειδοῦς ὀστοῦ, ὁ δ’ αὐτὸς κύβος ὑποβέβηκε τῇ κεφαλῇ τοῦ | |
20 | ἀστραγάλου·† ὁ δὲ ἀστράγαλος ἔγκειται μὲν ταῖς τῆς κνήμης καὶ περόνης ἐπιφύσεσιν, ἐπίκειται δὲ τῇ πτέρνῃ, κάτω δύο τινὰς ἐξοχὰς ταῖς κοιλότησιν ἐκείνης ἐνηδρακώς. Καὶ ἔστι τὸ μὲν ἐκτεῖναί τε καὶ κάμψαι τὸν ἄκρον πόδα ἄνω τε καὶ κάτω τοῦ ἀστρα‐ | 46 |
25 | γάλου τῆς διαρθρώσεως ἔργον πρὸς τὰς τῆς κνήμης τε καὶ περόνης [ἐπιφύσεις]· τὸ δὲ εἰς τὰ πλάγια περιφέρειν, τοῦ αὐτοῦ ἀστραγάλου τῆς πρὸς τὸ σκα‐ φοειδὲς διαρθρώσεως. Ἡ δὲ πτέρνα, ἕδρας ἕνεκα γεγονυῖα, δικαίως μείζων πάντων τῶν ἐν τῷ ποδὶ | |
30 | ὀστῶν γέγονεν· ἔστι δὲ κάτωθεν μὲν πλατεῖά τε καὶ λεία, ὄπισθεν δὲ περιφερὴς, δύο κοιλότητας ἔχουσα, | |
εἰς ἃς ὑποδέχεται τὰς τοῦ ἀστραγάλου ἐξοχάς. Ὁ γὰρ ἀστράγαλος μέσος κεῖται τῆς κνήμης καὶ περόνης καὶ πτέρνης, ἄνωθεν μὲν διαρθρούμενος τῇ κνήμῃ καὶ | 47 | |
35 | τῇ περόνῃ, κάτωθεν δὲ τῇ πτέρνῃ καὶ τῷ σκαφοειδεῖ ὀστῷ, συνδέσμοις εὐρώστοις ἐν ἀμφοτέροις τοῖς ἄρ‐ θροις ἐσφιγμένος. Περὶ μὲν οὖν τῆς συντάξεως τῶν ὀστῶν τοῦ ἄκρου ποδὸς, τῆς τε θέσεως αὐτῶν καὶ κινήσεως, ἰκανὰ τὰ | |
1.22 | εἰρημένα· ὑπόλοιπον δ’ ἂν εἴη περὶ τῶν τοῦ σκέλους ὀστῶν διελθεῖν, ἐξηγουμένους περί τε τοῦ σχήματος αὐτῶν καὶ μεγέθους, θέσεώς τε καὶ κινήσεως, καὶ τῆς ἐν αὐτοῖς διαρθρώσεως. Ἔστι μὲν οὖν ἡ κνήμη | |
5 | πρὸς μὲν τὸ ἄνω πέρας παχεῖα, πρὸς τὸ κάτω δὲ ἀπολειπομένη βραχὺ τοῦ μεγέθους, ῥάχιν ἔχουσα ἔμ‐ προσθεν ἀπὸ τοῦ ἄνω μέρους ἕως κάτω, ἐπικειμένη μὲν τῷ σκαφοειδεῖ ὀστῷ, τῇ δὲ περόνῃ συγκειμένη. Ἀμφοτέρων δὲ τὰ κάτω πέρατα, τῆς τε κνήμης καὶ | |
10 | τῆς περόνης, ἡνωμένα ὄντα, διαρθροῦνται τῷ ἀστρα‐ | |
γάλῳ ἰσχυροῖς καὶ νευρώδεσι συνδέσμοις· τῷ δὲ μηρῷ διαρθροῦνται κατὰ τὰ ἄνω αὐτῶν πέρατα. Ἔστι μὲν οὖν ἡ περόνη προσπεπλασμένη τῇ κνήμῃ κατὰ τὸ ἔξωθεν αὐτῆς μέρος, λεπτὴ μὲν πάνυ, ἀλλὰ | 48 | |
15 | χρειώδης τῷ σκέλει. κατὰ μὲν γὰρ τὴν κάτω διάρ‐ θρωσιν καθ’ ἣν διαρθροῦται τῷ ἀστραγάλῳ, σὺν τῇ κνήμῃ τὸν ἄκρον πόδα κινεῖ ἄνω τε καὶ κάτω· κατὰ δὲ τὴν πρὸς τὰ ἄνω ἕνωσιν τῆς κνήμης, βαστάζει τὸν μηρὸν πάνυ μέγιστον ὄντα· τρίτη δὲ αὐτῆς χρεία, | |
20 | ὅτι πρὸς τἀκτὸς ἐπιβεβλημένη τῇ κνήμῃ, διαφυλάττει τὰ τοῦ σκέλους ἀγγεῖα καὶ τοὺς μῦς πασῶν τῶν ἔξωθεν προσβολῶν ἀπαθεῖς· ἀλλὰ καὶ χώραν παρέ‐ χειν τοῖς μυσὶ τοῖς περιειλημμένοις τῷ σκέλει ἐπι‐ τήδειος ἡ λεπτότης ἐστίν. Ἐπειδὴ δὲ ἡ κνήμη | |
25 | βαστάζει τὸν μηρὸν, μεῖζον δὲ τὸ βαστάζον τοῦ βασταζομένου εἶναι χρὴ, ἔδει τὴν κνήμην μείζονα τοῦ μηροῦ γεγενῆσθαι. ἀλλ’ εἴπερ μείζων ἐγένετο, ἐκώ‐ λυεν ἂν τῷ βάρει τὴν εἰς τάχος κίνησιν· πάλιν δὲ εἰ | |
ἐλάσσων ἦν, κατέπιπτεν ἂν ὁ ἄνθρωπος ἐν τῇ ἕδρᾳ | 49 | |
30 | τῆς στάσεως, ὄρθιος γάρ. Ἵνα οὖν καὶ τὸ βάρος ἐκφύγῃ διὰ τὸ μέγεθος, καὶ τὴν ἕδραν σχῇ τῆς τοῦ μηροῦ βαστάσεως, προενοήσατο ἡ φιλάγαθος τοῦ Θεοῦ δημιουργία συμπλέξαι τῇ κνήμῃ τὴν περόνην ἀναπληροῦσαν ἀμφότερα, τήν τε ἑδραίαν στάσιν καὶ | |
35 | τὸ τάχος τῆς κινήσεως. Διαρθροῦνται δὲ ἀμφότεραι τῷ μηρῷ κατὰ τὰς τῆς κνήμης κοιλότητας, συν‐ δέσμοις εὐρώστοις πανταχόθεν περιδεδεμέναι, φρου‐ ρεῖν τε ἅμα καὶ φυλάττειν τὴν διάρθρωσιν, ὡς μήτε καμπτόντων μήτε ἐκτεινόντων ἐπὶ πλεῖστον ὀλισθαί‐ | |
40 | νειν ἀπὸ τῆς κνήμης τὸν μηρόν. Ἡ δὲ ἐπιγονατὶς (ἡ καὶ μύλη καλουμένη), νευροχονδρῶδες ὀστοῦν οὖσα, τὰ πρόσω μέρη τῆς διαρθρώσεως ἅπαντα καταλαμβάνει, κωλύουσα μὲν καὶ αὐτὸν τὸν μηρὸν | |
ὀλισθαίνειν εἰς τὰ πρόσω, κατ’ ἐκεῖνα μάλιστα τὰ | 50 | |
45 | σχήματα τὰ καλούμενα γνὺξ καὶ ὀκλάξ· ἤδη δὲ καὶ τοῦ μὴ καταπίπτειν, καὶ μάλιστα ἐν τοῖς κατάντεσι χωρίοις προπετὲς εἰς τὰ πρόσω τὸ πᾶν ἡμῶν σῶμα γενόμενον, οὐ μικρὰν ὠφέλειαν παρεχομένη. | |
1.23 | Ὁ δὲ μηρὸς ἁπάντων τῶν ὀστῶν τῶν ἐν τῷ σώματι εὐλόγως μέγιστος ἐγένετο· πρῶτος γὰρ οὗτος ὑπερήρεισται τῇ κοτύλῃ, καὶ πρῶτος ἅπαντα τὸν ὑπερκείμενον ὄγκον τοῦ σώματος ἐπικείμενον | |
5 | ἔχει. Διαρθροῦται δὲ ἡ κεφαλὴ τοῦ μηροῦ τῇ κατ’ ἰσχίον κοτύλῃ διὰ συνδέσμων τριῶν εὐρώστων τε ἅμα καὶ στρογγύλων· ἑνὸς μὲν ἐκ τῶν ἔξω μερῶν ὅλης τῆς διαρθρώσεως περιτεταμένου, δευτέρου δὲ ἐκ τῶν ἔσω, τρίτου δὲ ἐκ τῶν μεταξὺ τῆς ὀπίσω κἂν | |
10 | τῷ μέσῳ χώρας. Οὐ κατ’ εὐθὺ δ’ ἐκτεταμένος [φαί‐ | |
νεται] ὁ μηρὸς, ἀλλὰ κυρτὸς μὲν εἰς τὰ πρόσω καὶ τὰ ἔξω, σιμὸς δὲ ὀπίσω τε καὶ ἐντός. ταύτην δὲ αὐτοῦ τὴν ἰδέαν καὶ εἰπεῖν οἶδεν Ἱπποκράτης, καὶ καταγέντα φυλάττειν, καὶ μὴ διαστρέφειν εὐθύς· ὅσοις γὰρ ὁ | 51 | |
15 | μηρὸς φύσει εὐθύτερος τοῦ δέοντος ἐγένετο, βλαι‐ σοῦνται κατὰ γόνυ. Ἐξ ἀνάγκης οὖν κυρτοῦσθαι δεῖ τὸν μηρὸν πρόσω τε καὶ ἐκτός· ἀπαγόμενος γὰρ τῆς κοτύλης λοξῶς, χώρας εὐρείας παρέχει τοῖς βου‐ βῶσι καὶ τοῖς ἐντὸς μέρεσιν αὐτοῦ, πρὸς ὑποδοχὴν | |
20 | τῶν τε μυῶν καὶ τῶν νεύρων, καὶ ἀρτηριῶν καὶ φλεβῶν ἀξιολόγων οὐσῶν αὐτῶν. Κυρτοῦνται οὖν τῷ σχήματι εὐλόγως· ἀπὸ γὰρ τῆς κοτύλης ἕως τοῦ μέσου λοξὸς ἀπαγόμενος, ἐκ τοῦ μέσου πάλιν ἕως τοῦ | |
γόνυος ὡς ἐπὶ τὰ ἐντὸς ῥέπει, εὔθετον ποιῶν τὸ | 52 | |
25 | σχῆμα εἴς τε τὰς καθίσεις καὶ πρὸς πολλὰ τῶν ἔργων ὅσα δρῶμεν καθήμενοι. Ἀποφύσεις δὲ ἔχει, μικρὸν ὑποκάτω τοῦ αὐχένος ἐν τῷ σιμῷ μέρει, δύο, ἃς τροχαντῆρας ὀνομάζουσιν· ἀλλὰ δὲ μείζονα ἀπό‐ φυσιν τὴν ἐν τῷ κυρτῷ ἔξω, ἣν γλουτὸν καλοῦσιν. | |
1.24 | Περὶ μὲν οὖν χειρῶν ἄκρων καὶ ἕως βραχιόνων, καὶ τῶν μεταξὺ τούτων διαρθρώσεών τε καὶ κινή‐ σεων, ὁμοίως δὲ καὶ ποδῶν ἄκρων ἕως μηρῶν, ἐν τῷ παρόντι λόγῳ αὐτάρκως διήλθομεν· τίνες δὲ μύες καὶ | |
5 | τένοντες οἱ κινοῦντες αὐτὰ, ἐν τῷ Περὶ Μυῶν [Κινή‐ σεως] Γαληνοῦ καλῶς εἴρηται· καὶ ὅστις μαθεῖν θέλει | |
αὐτὰ, ἐν ἐκείνῃ τῇ βίβλῳ γυμναζέσθω. | 53 | |
2t | ΘΕΟΦΙΛΟΥ ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΑΝΘΡΩΠΟΥ ΚΑΤΑΣΚΕΥΗΣ ΒΙΒΛΙΟΝ Β. | |
2.1 | ἘΝ τῷ πρὸ τοῦδε βιβλίῳ, πρώτῳ ὄντι τῆς ὅλης πραγματείας, τὰ περὶ τῆς τῶν χειρῶν, καὶ ἄκρων ποδῶν, καὶ σκελῶν κατασκευῆς διήλθομεν ἐξηγού‐ μενοι, ἐπειδὴ καὶ τὸ καλῶς ζῆν τὸν ἄνθρωπον δι’ | |
5 | αὐτῶν ἔφαμεν γίνεσθαι, ἐπεὶ δὲ καὶ τρέφεσθαι ταῦτα καὶ τὰ ἄλλα πάντα τοῦ ζώου μόρια ἀναγκαῖον ἦν, τῆς δὲ θρέψεως προηγεῖται ἡ ἐξομοίωσις, αὐτῆς δὲ πάλιν ἡ πρόσφυσις, ταύτης δὲ ἡ πρόσθεσις, τῆς δὲ προσθέσεως ἡ διὰ τῶν ἀγγείων τῆς κοίλης φλεβὸς | 54 |
10 | ἀνάδοσις εἰς ὅλον τὸ σῶμα, ταύτης δὲ ἐκ τῆς στελε‐ χιαίας φλεβὸς εἰς τὴν κοίλην μετάληψις τοῦ αἵματος, τῆς δὲ κατὰ τὴν στελεχιαίαν φλέβα αἱματοποιήσεως προηγεῖται ἡ διὰ τῶν μεσαραϊκῶν φλεβῶν ἀνά‐ δοσις τοῦ ἐκ γαστρὸς καὶ λεπτῶν ἐντέρων χυλοῦ, | |
15 | αὕτη δὲ ἡ γαστὴρ χυλοποιεῖ, τὰ σιτία πρώτως ὑπο‐ δεχομένη διὰ τοῦ οἰσοφάγου καὶ τοῦ φάρυγγος, ὑπὸ τῶν ὀδόντων προλεανθέντα· καλῶς ἂν ἔχοι ἐν τῷδε τῷ γράμματι ἀπὸ τῆς γαστρὸς ποιήσασθαι τὴν ἐξή‐ γησιν, πάντων γὰρ τῶν προσφερομένων σιτίων τε | |
20 | καὶ ποτῶν πρῶτος ὑποδοχεὺς αὕτη κατεσκευάσθη | |
παρὰ τοῦ Δημιουργοῦ Θεοῦ ἡμῶν. | 55 | |
2.2 | ἘΙΠΩΜΕΝ οὖν πρότερον περὶ τῆς θέσεως αὐτῆς, εἶτα περὶ τοῦ σχήματος καὶ περὶ τῶν ἐν αὐτῇ δυνά‐ μεων, ἑξῆς δὲ περὶ τῆς ἐνεργείας αὐτῆς, εἶτα περὶ τῆς καθ’ ὅλον τὸ σῶμα οὐσίας αὐτῆς. ἀρκτέον οὖν ἐν‐ | |
5 | τεῦθεν. Ἡ μὲν οὖν γαστὴρ ἐν τῷ μέσῳ τοῦ ζώου καθίδρυται, εἴσοδον ἔχουσα πρὸς τὸ ἄνω αὐτῆς μέρος (ὅπερ καὶ στόμα κοιλίας ὠνόμασται) στενήν τε καὶ προμήκη, ἀπὸ τοῦ στόματος τῆς κοιλίας ἀνήκουσαν μέχρι τοῦ φάρυγγος. Ταύτης τῆς εἰσόδου τὸ μὲν | |
10 | ἴδιον ὄνομα οἰσοφάγος, τὸ δὲ κοινὸν στόμαχος· ἔστι δὲ ὁ φάρυγξ ἡ ἐντὸς τοῦ στόματος εὐρυχωρία εἰς | |
2.3 | ἣν κρέμαται ἡ σταφυλή. Ἕλκει οὖν ἡ γαστὴρ τὰ σιτία ἀπὸ τοῦ στόματος διὰ τοῦ οἰσοφάγου κατ‐ αρτισθέντα εἰς τροφῆς ἐπιτηδειότητα· προσελθόντα γὰρ, ἐν τῷ στόματι λεαίνονται μὲν ὑπὸ τῶν ὀδόν‐ | |
5 | των, σφαιροποιοῦνται δὲ ὑπὸ τῆς γλώσσης, καὶ πα‐ | |
ραπέμπονται πρὸς τὸν φάρυγγα. Ἕλκει οὖν αὐτὰ ἡ γαστὴρ διὰ τοῦ οἰσοφάγου. ἔστιν δὲ ἡ οὐσία τοῦ οἰσοφάγου σύνθετος ἐκ δύο χιτώνων περιει‐ λημμένων ἀλλήλοις, τοῦ μὲν ἔσωθεν ὄντος, τοῦ | 56 | |
10 | δὲ ἔξωθεν· καὶ τοῦ μὲν ἔξωθεν ἶνες κατ’ εὐθεῖαν γραμμὴν κεῖνται, τοῦ δὲ ἔσωθεν κατὰ κύκλον ἐγκάρ‐ σιαι, ὅπως ἐν τῇ καταπόσει αἱ μὲν εὐθεῖαι ἶνες ἕλ‐ κωσι πρὸς τὰ κάτω, αἱ δὲ ἐγκάρσιαι περιστέλλωσι τὸ ἑλχθέν. Ἔστι δὲ ὁ οἰσοφάγος καὶ τῆς κάτωθεν | |
15 | ἄνω φορᾶς ὁδὸς, οὐχ ὡς ἕλκων, ἀλλ’ ὡς ὁδὸς καὶ μόνον· περιττὴν γὰρ πολλάκις τὴν τροφὴν προσενε‐ γκαμένου τοῦ ζώου, ἅτε ἡ γαστὴρ βαρυνομένη καὶ μὴ δυναμένη περιστεῖλαι ταύτην πρὸς τὸ πέψαι, ὠθεῖ τὸ περιττὸν ἔξω τῇ ἀποκριτικῇ αὐτῆς δυνάμει, εἰς | |
20 | ἔμετον παρορμῶσα τὸ ζῶον διὰ τοῦ στομάχου εἰς τὸ στόμα, πρὸς τὸ μὴ καταλειφθῆναί τι ἄχθος εἰς | |
πνιγμὸν τοῦ ζώου. | 57 | |
2.4 | Τὸ δὲ σχῆμα τῆς γαστρὸς τοιοῦτον. ἐπειδὴ ὑπο‐ δοχῆς ἕνεκα σιτίων γέγονεν, ἔμελλε δὲ καὶ τὸν με‐ ταξὺ τόπον ἅπαντα καθέξειν ἥπατός τε καὶ σπληνὸς, ἐν τῷ μέσῳ κειμένη, εὐλόγως προμήκης ἐγένετο καὶ | |
5 | περιφερὴς, καθὼς ἐστίν. προμήκης μὲν κατὰ τὸ ὄρ‐ θιον σχῆμα, χώραν παρέχουσα ἐν τοῖς δεξιοῖς μὲν τῷ ἥπατι, ἐν τοῖς ἀριστεροῖς δὲ τῷ σπληνί· εὐρύτερος δὲ ὁ πυθμὴν αὐτῆς ἐστι παρὰ τὸν ἄνω τόπον διὰ τὸ κατάρροπον αὐτὴν εἶναι, ὀρθοῦ τοῦ ἀνθρώπου ὄντος· | |
10 | περιφερὴς δὲ ἐγένετο διὰ τὸ δυσπαθὲς, ἁπάντων γὰρ | |
σχημάτων, ἐν μὲν ἐπιπέδοις ὁ κύκλος δυσπαθέστερός ἐστιν, ἐν δὲ τοῖς στερεοῖς σώμασιν ἡ σφαῖρα, ἀπο‐ θραύεσθαι μὴ δυναμένη. Ἐπεὶ δὲ ἀναγκαῖον ἔρ‐ γον κατεπιστεύθη ἡ γαστὴρ, (χυλοποιῆσαι γὰρ καὶ | 58 | |
15 | πέψαι τὰ καταποθέντα σιτία παρεσκεύαστο,) θερμό‐ τητος ἐδεῖτο πλείστης· διὰ δὲ τὸ μὴ ἐξαρκεῖν τὸ αὐ‐ τῆς μόνον κατὰ φύσιν θερμὸν πρὸς τὸ ἔργον αὐτῆς, ᾠκονόμησεν ἡ τοῦ Θεοῦ σοφία θάλπεσθαι ταύτην, ἐκ δεξιῶν μὲν παραθεῖσα τὸ ἧπαρ ὥσπερ λέβητα διά‐ | |
20 | πυρον, ἐκ δὲ τῶν ἀριστερῶν τὸν σπλῆνα τῆς αὐτῆς ἕνεκα χρείας, ὄπισθεν δὲ τοὺς ῥαχίτας μύας σὺν τῇ ῥάχει, ἔμπροσθεν δὲ ἐπικείμενον τὸν ἐπίπλουν σκέ‐ πειν καὶ περιθάλπειν αὐτήν. Ἔστι δὲ ὁ ἐπίπλους σῶμα σύνθετον, ἐκ δύο χιτώνων συγκείμενον, οἷον | |
25 | πτυχῶν τινῶν· ἐν δὲ τῇ ἔσωθεν χώρᾳ τῶν δύο χιτώ‐ νων ἔχει κατεσπαρμένας φλέβας καὶ ἀρτηρίας [παμ‐ πόλλας] συμπεπλεγμένας ἀλλήλαις καθάπερ δί‐ κτυον· ἐν δὲ ταῖς κεναῖς χώραις τοῦ πλέγματος αὐτῶν, ὥσπερ ἀναπληροῦσάν τινα πιμελὴν πάνυ | 59 |
30 | πολλὴν, ὄργανον αὐτὸ θερμαντικὸν κατασκευάσασαν. Τοιαύτη μὲν ἡ τοῦ ἐπίπλου φύσις· σὺν αὐτῷ δὲ καὶ οἱ κατεπιγάστριοι μύες. Ἐκ δὲ τῶν ἄνωθεν μερῶν τῆς γαστρός ἐστι τὸ διάφραγμα, σφίγγον καὶ περι‐ στέλλον αὐτῆς τὸ στόμα, ὅπως, ἐν τῷ πλήρη γεγο‐ | |
35 | νέναι τὴν γαστέρα σιτίων τε καὶ ποτῶν, μὴ ἐᾷ παλιν‐ δρομεῖν αὐτὰ πρὸς τὰ ἄνω τοῦ στομάχου. Εἰς δὲ τὰ κάτω μέρη τῆς γαστρὸς παράκεινται τὰ ἔντερα, ὧν πρῶτός ἐστιν ὁ πυλωρὸς, ἔξοδος τῆς γαστρὸς ὢν στενὸς καὶ περιεσφιγμένος ὑπό τινος ἀδένος περικει‐ | |
40 | μένου, εἰς τὸ μὴ ἐᾶν ἀχύλωτα διέρχεσθαι τὰ σιτία ἕως ἂν τὴν πρέπουσαν εὐκοσμίαν τῆς πέψεως ἀπο‐ λάβωσιν. Αὕτη μὲν οὖν ἡ θέσις τῆς γαστρὸς καὶ τὸ | 60 |
2.5 | σχῆμα, σὺν τοῖς παρακειμένοις σπλάγχνοις· ὅτι δὲ καὶ αἱ δυνάμεις τῆς γαστρὸς αἱ φυσικαὶ, ὥσπερ καὶ ἐν τοῖς ἄλλοις μορίοις, τέσσαρές εἰσιν, ἑλκτικὴ, καθεκτικὴ, ἀλλοιωτικὴ, καὶ ἀποκριτικὴ, ἐκ τῶνδ’ ἂν | |
5 | μάθοις. Πᾶν μόριον τοῦ σώματος ὀρεκτικὸν τροφῆς, ὀρεγόμενόν τε ἐξ ἀνάγκης ἐκεῖνο ἕλκει οὗ καὶ ὀρέ‐ γεται· ἵνα δὲ ἀπολαύσῃ αὐτοῦ, ἀλλοιῶσαι δεῖ αὐτὸ πρὸς τὴν ἰδίαν αὐτοῦ οὐσίαν· τὸ δὲ ἀλλοιωθῆναι μέλλον χρόνου δεῖται, χρόνος δ’ οὐκ ἂν γένοιτο | |
10 | χωρὶς κατοχῆς· κατέχεσθαι οὖν δεῖ τὰ σιτία πρὸς τὸ | |
ἀλλοιωθῆναι, προηγεῖται δὲ ἡ καθεκτικὴ δύναμις τῆς ἀλλοιωτικῆς. Πότερον οὖν ἀρκεῖ ταῦτα πρὸς ἀπόδειξιν τοῦ εἶναι φυσικὰς δυνάμεις ἐν τῇ γαστρί; ἢ χρὴ τρα‐ νώτερόν τι καὶ ἀριδηλότερον ἄλλο λέγειν, καὶ περὶ | 61 | |
15 | ἄλλου μορίου; κατέχει μὲν γὰρ ἡ γαστὴρ τὰ σιτία μέχρι περ ἂν πεφθῶσι, κατέχουσι δὲ καὶ αἱ μῆτραι τὸ ἔμβρυον ἔστ’ ἂν τελέσωσιν. Ἀλλὰ πολλαπλάσιος ὁ χρόνος τῆς καθεκτικῆς δυνάμεως τῶν ὑστερῶν ἢ ὁ τῆς γαστρός. Ἕλξασα γὰρ ἡ μήτρα τὸ τοῦ ἄρρενος | |
20 | σπέρμα, ἐναγκαλίζεται ὡς οἰκεῖον καὶ φίλιον, περι‐ σφίγξασα ἑαυτὴν πανταχόθεν, καὶ μεμυκυῖα τῷ στό‐ ματι ὡς μηδὲ πυρίναν μήλης διελθεῖν δι’ αὐτῆς δύ‐ νασθαι. Κατασχεθὲν οὖν τὸ τοῦ ἄρρενος σπέρμα συναναμίγνυται καὶ συναλλοιοῦται τῷ σπέρματι τῆς | |
25 | θηλείας· ἀναζυμοῦνται οὖν ἀμφότερα καὶ γίνεται οὐσία μία. Τρέφεται οὖν τὸ ἔμβρυον ὑπὸ τῆς ἐμμήνου | |
καθάρσεως καὶ αὐξάνεται κατὰ βραχὺ, σὰρξ καὶ μόνον γεγονὸς μέχρι ἡμερῶν τριάκοντα· εἶτα ἡ τοῦ Θεοῦ ἄπειρος δημιουργικὴ σοφία ταύτην τὴν σάρκα | 62 | |
30 | διαπλάττει εἰς ἀνθρώπινον σχῆμα, δοῦσα τὴν μόρ‐ φωσιν, εἰ μὲν ᾖ τὸ κυόμενον ἄρρεν, ἐν ἡμέραις τριά‐ κοντα, εἰ δὲ θῆλυ, ἐν ἡμέραις τεσσαράκοντα δύο τὸ μακρότατον. τὴν δὲ αἰτίαν φράσω ὅταν περὶ τῶν γεννητικῶν μορίων διέρχομαι ἐξηγούμενος. Εἰδοποιη‐ | |
35 | θεῖσα οὖν ἡ σὰρξ καὶ τὸ οἰκεῖον σχῆμα ἀπολαβοῦσα τρέφεται καὶ αὐξάνεται, ἀκίνητος οὖσα ἕως μηνῶν τριῶν εἰ ἄρρεν τὸ κυόμενον ᾖ, εἶτα ἄρχεται κινεῖσθαι [ὑπὸ] τὸν αὐτὸν μῆνα· τὸ δὲ θῆλυ οὐχ ὡς τὸ ἄρρεν, ὑγρότερον γὰρ τὸ θῆλυ καὶ ἀσθενέστερον, καὶ διὰ | |
40 | τοῦτο μακροτέρου χρόνου δεῖται πρὸς κίνησιν· ἐν γὰρ τῷ τετάρτῳ μηνὶ κινεῖται τὸ θῆλυ. Αὐξάνεται οὖν κατὰ μικρὸν τὸ ἔμβρυον κινούμενον ἕως ἂν τελεσθῇ | |
ὁ ἐννεαμηνιαῖος χρόνος· εἶτα τῷ δεκάτῳ μηνὶ ἡσυχά‐ σασα ἡ καθεκτικὴ δύναμις ὥσπερ οὐκ οὖσα, προέρ‐ | 63 | |
45 | χεται ἄλλη δύναμις, ἥτις ὀνομάζεται ἀποκριτικὴ, ὠθοῦσα τὸ ἔμβρυον καὶ ἐκβάλλουσα ἔξω, ὥστε γεν‐ νηθῆναι ἄνθρωπον εἰς τὸν κόσμον. Ταῦτα τῆς ἀφά‐ του φιλανθρωπίας τοῦ Θεοῦ τὰ δημιουργήματα. | |
2.6 | Ἀναβήσομαι δὲ ὅθεν ἀπέλειπον τὸν λόγον, καὶ εἴπω περὶ τῆς ἀποκριτικῆς δυνάμεως τῆς ἐν γαστρί· χυλοποιηθέντα γὰρ τὰ σιτία ἐν τῇ γαστρὶ, τὸν πρέ‐ ποντα κόσμον δεξαμένης τῆς πέψεως, οὐκέτι μένειν | |
5 | ἐν αὐτῇ δύναται. Ὠθεῖται οὖν ὁ πεφθεὶς χυλὸς ἐν τῇ γαστρὶ ὑπὸ τῆς ἀποκριτικῆς δυνάμεως εἰς τὸν πυλωρὸν καὶ εἰς τὰ λεπτὰ ἔντερα. κατεσπαρμένα δὲ ὄντα ἐν τοῖς λεπτοῖς ἐντέροις τὰ μεσαραϊκὰ φλέβια ἕλκουσι τὸν καθαρώτατον χυλὸν, ἀναφέροντα πρὸς | |
10 | τὰ σιμὰ τοῦ ἥπατος, εἰς τὸν τόπον τὸν ὀνομαζόμενον πύλας· τὸ δὲ παχύτερον τοῦ χυλοῦ καὶ κοπρῶδες καὶ (ὡς ἂν εἴποι τις) τὸ πιτυρῶδες ἀποκρίνεται πρὸς | 64 |
2.7 | τὰ παχέα τῶν ἐντέρων. Εἰσὶ δὲ τὰ παχέα ἔντερα σαρκώδη μὲν τὴν οὐσίαν, διχίτωνα δὲ πάντα· τῇ θέ‐ σει δὲ, καὶ τῷ μεγέθει, καὶ τῷ σχήματι, καὶ τῇ ἐνεργείᾳ διαφέροντα. Τὸ μὲν γὰρ ἀπευθυσμένον πάντων κα‐ | |
5 | τώτερον κεῖται, κατ’ εὐθεῖαν τῆς ἄκρας τῆς ῥάχεως ἐν‐ τὸς, ἕως τοῦ [δακτυλίου] τοῦ ὀνομαζομένου σφιγκτῆ‐ ρος, συστέλλοντος καὶ συσφίγγοντος τὸ πέρας τοῦ ἀπευθυσμένου, ὡς μὴ ἐᾶν ἀκούσιον τὸ κόπρον, ἢ τὸ πνεῦμα, ἢ ἄλλο τι ἐξέρχεσθαι. προαιρετικὸν | |
10 | γὰρ ὄργανόν ἐστιν ὁ σφιγκτὴρ μῦς, ἐν μὲν τῇ ἀπο‐ πατήσει χαλώμενος, ἐν δὲ τῇ κατοχῇ συστελλό‐ μενος. Διχίτωνα δὲ πάντα τὰ ἔντερα κατεσκευ‐ | |
άσθη τῇ προνοίᾳ τῆς φιλαγάθου δημιουργίας τοῦ Θεοῦ· ἐπίκαιροι γὰρ ἑλκώσεις εἰς αὐτὰ γίνονται ἐκ | 65 | |
15 | φλεγμονῶν ἀξιολόγων προηγησαμένων ἐν αὐτοῖς, ὡς τῇ σήψει διαβρωθῆναι καὶ πεσεῖν τὸν ἕνα χιτῶνα, ζῆν δὲ τὸν ἄνθρωπον μεθ’ ἑτέρου τῶν χιτώνων, καὶ ὑγιαίνειν, καὶ πρὸς τὰς πράξεις ἀμέμπτως ἐνεργεῖν. Τὸ κῶλον δὲ ἀνώτερον τοῦ ἀπευθυσμένου κεῖται, ἐν | |
20 | τοῖς ἀριστέροις μέρεσι παρεκκλῖνον ἐγκάρσιον πρὸς τὰ δεξιά. τοῦτο ἐμφραττόμενον ἢ ὑπὸ φλέγματος, ἢ ὑπὸ παχέος πνεύματος, ὀδύνας ἀνιαρὰς ἐπάγει τοῖς τοῦτο παθοῦσιν, ὡς μὴ δύνασθαι ὑπομένειν τὸ σφοδρὸν τῶν πόνων. Τὸ δὲ τυφλὸν, καὶ αὐτὸ τῶν | |
25 | παχέων ἓν ὂν, πρὸς μὲν τὰ δεξιὰ κεῖται κατώτερον τοῦ δεξιοῦ νεφροῦ· κολποῦται δὲ πλατυνόμενον κυ‐ κλοτερῶς, διέξοδον μὴ ἔχον, δι’ ἣν καὶ τοὔνομα ἔσχηκε. Τοῦτο τῇ εὐρύτητι αὐτοῦ, ὥσπερ τις δευτέρα γαστὴρ, κατέχει τροφὴν εἰς ἀπόθεσιν, τοῖς πλησιά‐ | |
30 | ζουσι μορίοις [παρέχον] ἐν ταῖς διὰ λιμὸν ἀσιτίαις· συνεργεῖ δὲ εἰς τοῦτο καὶ τὸ κῶλον, διὰ τὸ μέγεθος αὐτοῦ καὶ τὸ σκολιὸν τῆς θέσεως κατέχον καὶ αὐτὸ τροφήν. Τὸ δὲ λεπτὸν ἔντερον ὑπέρκειται μὲν τῷ τυφλῷ, ἑλικοειδῶς δὲ κεῖται διὰ τὸ χρονίζειν ἐν αὐτῷ | 66 |
35 | τὸν περιεχόμενον ὑπ’ αὐτοῦ χυλὸν, πρὸς τὸ ἀφαρ‐ πάζειν αὐτὸν τὰ μεσαραϊκὰ φλέβια, ἀναδιδόντα τὸν αὐτὸν πρὸς τὰς ἐν ἥπατι πύλας· εἰ γὰρ εὐθεῖαν τὴν θέσιν ἔσχε τὸ λεπτὸν ἔντερον, ἀθρόως ἂν ὑπήρχετο κάτω ὁ ἐν αὐτῷ διοδευόμενος χυλὸς, ὥστε κολοβὴν | |
40 | γίγνεσθαι τὴν πρὸς τὸ ἧπαρ ἀνάδοσιν. Ἡ δὲ νῆστις ὑπέρκειται μὲν τῷ λεπτῷ [ἐντέρῳ], κεῖται δὲ ἑλικο‐ ειδῶς καὶ αὐτὴ πλησίον τοῦ ἥπατος, κενὴ πάντοτε δι’ αὐτὸν τὸν συρρέοντα εἰς αὐτὴν χολώδη χυμόν· ὁ γὰρ πόρος τῆς χοληδόχου κύστεως ὁ ἐξάγων τὸ | |
45 | χολῶδες περίττωμα, εἰς αὐτὴν ἐμβάλλει τὸ αὐτὸ | |
περίττωμα. Τῇ δριμύτητι οὖν τοῦ χολώδους περιτ‐ τώματος ὀλισθαίνει πᾶσα τροφὴ ἡ μέλλουσα κατέ‐ χεσθαι ὑπὸ τῆς αὐτῆς νήστεως· διὰ τοῦτο ἄρα καὶ τὴν ὀνομασίαν προσέλαβε· κενὴ δὲ οὖσα τῇ τοῦ | 67 | |
2.7(50) | κενοῦ ὑποχωρήσει πολὺν ἕλκει τὸν χυλὸν ἀπὸ τῆς γαστρὸς, καὶ διὰ τοῦτο πολλαὶ φλέβες τῶν μεσαρα‐ ϊκῶν ἀγγείων ἐν αὐτῇ καταφύονται. Ὑπέρκειται δὲ τῇ νήστει ἡ δωδεκαδάκτυλος ἔκφυσις, ἔντερον οὖσα καὶ αὐτὴ τῶν λεπτῶν, δώδεκα δακτύλων τὸ μέγεθος | |
55 | ἐπιτείνουσα· διὰ τοῦτο οὖν αὐτὴν Ἡρόφιλος ὠνόμασε δωδεκαδάκτυλον. Ἡ θέσις δὲ αὐτῆς κατ’ εὐθεῖαν, καταφύονται δὲ ἐν αὐτῇ ὀλίγα φλέβια τῶν μεσαραϊ‐ κῶν, διὰ τὸ πρώτως αὐτὴν ὑποδέχεσθαι τὸν ἀπὸ τῆς γαστρὸς ἐξερχόμενον χυλόν· εἰ γὰρ καὶ προηγεῖται | |
60 | ταύτης ὁ πυλωρὸς πλησίον τῆς γαστρὸς κείμενος, ἀλλὰ μικρὸς καὶ στενός ἐστι, ἔξοδος καὶ μόνον τῆς | |
γαστρὸς ὤν. | 68 | |
2.8 | Ὑπέρκειται δὲ πάντων τῶν ἐντέρων ἡ γαστὴρ, διχίτων οὖσα· κατὰ συνέχειαν δὲ ταύτης ὁ στόμαχος ἄνωθεν, ὅστις καὶ οἰσοφάγος καλεῖται, καὶ αὐτὸς ὁμοίως διχίτων. Ἶνας δὲ ἔχοντες ἥ τε γαστὴρ καὶ | |
5 | ὁ οἰσοφάγος, τοῦ μὲν ἐντὸς χιτῶνος ταῖς εὐθείαις ἰσὶν ἕλκονται τὰ σιτία, ταῖς δὲ ἐγκαρσίαις περιστέλ‐ λονται. εἰσὶ δὲ ἐν τῇ γαστρὶ καὶ λοξαὶ ἶνες συμ‐ πλεκόμεναι ταῖς ἐγκαρσίαις, καὶ συνεργοῦσαι πρὸς κατοχὴν καὶ διαμονὴν τῶν ἐν τῇ γαστρὶ σιτίων. Ἡ | |
10 | δὲ οὐσία τῆς γαστρὸς σὰρξ λευκὴ καὶ ἄναιμος, καὶ τῶν ἐντέρων ὡσαύτως, τῶν μὲν λεπτῶν ὁμοία, τῶν δὲ παχέων σαρκωδεστέρα καὶ πιμελώδης. Εἰσὶ δὲ αἱ ἶνες τῶν λεπτῶν ἐντέρων καὶ τῶν παχέων ἐγκάρ‐ | |
σιαι πᾶσαι, καὶ τῶν ἔσωθεν χιτώνων καὶ τῶν ἔξωθεν, | 69 | |
15 | (διαχωρήσεως γὰρ ὄργανα,) πλὴν ὀλίγαι τινές εἰσιν ἶνες εὐθεῖαι συμπλεκόμεναι ταῖς [ἐγκαρσίαις], ἵνα μὴ ἀθρόαι αἱ διαχωρήσεις γίνωνται· μάλιστα δὲ συμ‐ πλέκονται εὐθεῖαι ἶνες πολλαὶ ταῖς ἐγκαρσίαις τοῦ ἀπευθυσμένου. πάντα γὰρ τὰ προσφερόμενα διὰ τοῦ | |
20 | στόματος εἰς γαστέρα καὶ ἔντερα χωρεῖ. Κατώτερον δὲ πάντων τὸ ἀπευθυσμένον ἔντερον· καὶ πολλάκις ὀστᾶ καταπιόντες τινὲς, ἄλλοι δὲ νόμισμα, καὶ ἄλλοι φόλιν, πάντα εἰς τὸ ἀπευθυσμένον χωρεῖ, διατείνοντα αὐτὸ τῇ σκληρότητι. διὰ τοῦτο ἡ τοῦ Θεοῦ δημιουρ‐ | |
25 | γικὴ σοφία τὰ ἀναγκαζόμενα ἰσχυρότερα τῶν ἄλλων ἀπεργάζεται. Διὰ τὴν αὐτὴν αἰτίαν καὶ τὸ κῶλον τὸ ἐντὸς πνευματοῦται ὑπὲρ τὰ ἀλλὰ ἐν ἐμφράξεσι, καὶ ἀνιαρὰς ὀδύνας τοῖς ἐμφραχθεῖσιν ἐπιφέρει τῷ σκολιῷ τῆς θέσεως· καὶ διὰ τοῦτο ταῖς [ἐγκαρσίαις] αὐτοῦ | |
30 | ἰσὶ συμπλέκονται ἶνες εὐθεῖαι, ἰσχυροποιοῦσαι τοὺς χιτῶνας αὐτοῦ, ἵνα μὴ ἐν ταῖς βίαις τῶν διατάσεων ἀπορραγῶσι. Ταῦτα τοῦ ἀγαθοῦ Θεοῦ ἡμῶν τὰ προ‐ νοήματα εἰς σωτηρίαν γεγένηνται. Περὶ μὲν τῶν ἐντέρων τῆς ἐξηγήσεως ἱκανὰ τὰ εἰρημένα, λέγειν δὲ | 70 |
35 | τὴν τάξιν αὐτῶν εἰκὸς ὧδε· στόμαχος, κοιλία, πυλω‐ ρὸς, δωδεκαδάκτυλος ἔκφυσις, νῆστις, λεπτὸν, τυ‐ φλὸν, κῶλον, καὶ ἀπευθυσμένον. | |
2.9 | Ἐπίκειται δὲ τούτοις πᾶσι καὶ τοῖς παρακειμένοις σπλάγχνοις, ὅσα κατωτέρω τοῦ διαφράγματος κεῖν‐ ται, ὥσπερ τι σκέπασμα, ὁ περιτόναιος ὀνομαζόμενος ὑμήν. Χρεῖαι δὲ τοῦ ὑμένος τούτου τοῖς ζώοις πολλαί. | |
5 | μία μὲν ὡς σκεπάσματος· δευτέρα δὲ ὡς διαφράγμα‐ | |
τος τῶν τε σπλάγχνων καὶ τῶν ἐπικειμένων αὐτοῖς μυῶν· τρίτη δὲ πρὸς τὸ θᾶττον ὑπιέναι τὰ περιττώ‐ ματα τῆς ξηρᾶς τροφῆς· καὶ τέταρτον πρὸς τὸ μὴ ῥᾳδίως πνευματοῦσθαι τὰ [ἔντερα] καὶ τὴν γασ‐ | 71 | |
10 | τέρα· καὶ πέμπτον πρὸς τὸ πάντα τὰ κατωτέρω τῶν φρενῶν συνδεῖσθαι ὑπ’ αὐτοῦ καὶ συναλείφεσθαι, ὅπως σὰρξ τῇ σαρκὶ προσεγγίζῃ, καθάπερ καὶ τὰ ἔξωθεν κῶλα ὑπὸ τοῦ δέρματος ἐνδύονται. Ἐπίκειν‐ ται δὲ τῷ περιτοναίῳ ὑμένι ἔξωθέν τε, καὶ ἔμπροσθεν, | |
15 | καὶ ἐκ τῶν ἐκτὸς οἱ κατ’ ἐπιγάστριον μύες, ὀκτὼ τὸν ἀριθμόν. Τούτων οὖν συζυγίαι τέσσαρες, ὀρθίου τοῦ ἀνθρώπου δηλονότι σχηματιζομένου· ὧν ἡ μὲν πρώτη συζυγία διάκειται, ἀρχομένη μὲν ἀπὸ τῶν νόθων πλευρῶν, κατερχομένη δὲ λοξὴ ἐπὶ τὰ ἔμπροσθεν, | |
20 | καὶ τελευτῶσα πρὸς τὰ τῆς ἥβης ὀστᾶ. Ἡ δὲ δευτέρα, | |
ἐναντία ταύτης, ἀρχομένη μὲν ἀπὸ τῶν τῆς λαγόνος ὀστῶν, ἀνερχομένη δὲ ἐπὶ τὰ ἔμπροσθεν λοξὴ, καὶ τελευτῶσα εἰς τὸν ξιφοειδῆ χόνδρον, τέμνουσα δὲ τῇ διαβάσει αὐτὴν τὴν πρώτην συζυγίαν πρὸς ὀξείας | 72 | |
25 | καὶ ἀμβλείας γωνίας, καταντᾷ τῷ Χ γράμματι παρα‐ πλησίως. Ἡ δὲ τρίτη ἄρχεται μὲν ἀπὸ τοῦ ξιφοει‐ δοῦς χόνδρου, κατέρχεται δὲ ὀρθία εἰς τὰ τῆς ἥβης ὀστᾶ. εὐθεῖα δὲ γραμμὴ διαχωρίζει τοὺς μύας τῆς δευτέρας συζυγίας ἐπὶ δεξιὰ καὶ ἀριστερὰ, μέση κει‐ | |
30 | μένη τῶν δύο μυῶν ἀπὸ τοῦ ξιφοειδοῦς χόνδρου ἕως τῶν τῆς ἥβης ὀστῶν. Ἡ δὲ τετάρτη πάντων μυῶν ἐσωτέρα κεῖται, ἀρχομένη μὲν ἀπὸ τῶν τῆς ὀσφύος σπονδύλων, προερχομένη δὲ ἐγκαρσία εἰς τὰ πρόσω, καὶ ἑνουμένη τῇ τρίτῃ συζυγίᾳ κατ’ ἀμφότερα τὰ | |
35 | μέρη, τό τε δεξιὸν καὶ τὸ ἀριστερὸν, ὡς ἑνουμένων τῶν τεσσάρων συζυγιῶν, ἐοικέναι ἡνιοχικῇ φασκίᾳ, | |
καὶ περιλαμβάνειν τήν τε γαστέρα καὶ τὰ ἐντός· καὶ συνεργοῦσα πρός τε τὴν ἀποπάτησιν, καὶ τὴν φωνὴν, καὶ πρὸς τὸ μὴ ἑτοίμως πνευματοῦσθαι τὰ σπλά‐ | 73 | |
40 | γχνα. Ἔξωθεν δὲ πάντων τούτων τὸ δέρμα σκέπασμα κεῖται κοινὸν τῶν τοῦ ζώου μορίων. | |
2.10 | Καθόλου δὲ χρὴ γινώσκειν ὅτι πάντα τὰ θρεπτικὰ ὄργανα μετέσχηκεν ὀλίγον τοῦ νεύρου, ἵνα ᾖ δια‐ γνωστικὰ τῶν λυπούντων αὐτὰ χυμῶν· εἰ γὰρ ἀναί‐ σθητα παντελῶς ἦσαν, οὐδὲν ἂν ἐκώλυεν ἐν ἐλαχίστῳ | |
5 | χρόνῳ διαφθείρεσθαι τὸν ἄνθρωπον. Δηγμοῦ γὰρ γεγονότος ἀπὸ ἀκράτου ξανθῆς χολῆς, ἢ ἐμφράξεως, κατὰ γαστέρα, ἢ στόμαχον, ἢ ἔντερα, ἢ ἧπαρ, ἢ σπλῆνα, ἢ εἰς ἄλλο τὸ τυχὸν θρεπτικὸν μόριον, εὐθέως τῶν ἰατρῶν ἀγωνιζομένων ἐκμοχλεῦσαι τὸ | |
10 | λυποῦν, ἢ διὰ φλεβοτομίας, ἢ διὰ καθάρσεως, ἢ ἐμέτων, ἢ κλυστήρων· τί ἂν ἔπαθεν ὁ ἄνθρωπος, εἰ ἀναίσθητα παντελῶς εἶχε τὰ θρεπτικὰ μόρια, ὡς μὴ αἰσθάνεσθαι τῶν πόνων; Πολλάκις γὰρ ἡλκώθη ἔντερον ἀπὸ δριμυτέρου χυμοῦ, καὶ πολλάκις διε‐ | 74 |
15 | βρώθη, καὶ κίνδυνον ἐπήγαγε, καθὰ καὶ Ἱπποκράτης φησὶ, “Δυσεντερίη, ἂν ἀπὸ χολῆς ἄρξηται μελαίνης, “θανάσιμον.” Διὰ ταῦτα ἡ προγνωστικὴ τοῦ Θεοῦ δύναμις ἐνέφυσεν ἐν τοῖς θρεπτικοῖς μορίοις νεῦρον αὐτάρκως πρὸς αἴσθησιν, ἵνα αἰσθανόμενα τῶν πό‐ | |
20 | νων ἀναγκάζωσι τοὺς ἀνθρώπους θεραπεύεσθαι. | |
2.11 | Ἀρξώμεθα οὖν εἰπεῖν περὶ τῆς ἐν τῷ ἥπατι ἀνα‐ δόσεως, ὅπως τε γίνεται, καὶ διὰ τίνων ἀγγείων, τοῦτο γὰρ πρόκειται λέγειν. ὅτι μὲν γὰρ πάντα τὰ σιτία τε καὶ ποτὰ ὑπὸ τῆς γαστρὸς χυλοποιοῦνται, | |
5 | καὶ τὸν πρέποντα κόσμον τῆς εὐπεψίας ἀπολαμβά‐ νουσιν ἐξ αὐτῆς, πρὸ ὀλίγου ἀπεδείξαμεν· καὶ ὅτι [πεφθέντα] οὐκέτι μένει ἐν αὐτῇ, ἀλλ’ ὠθεῖται πρὸς ἔντερα, καὶ τοῦτο καλῶς εἴπομεν. Ἐξερχομένου οὖν τοῦ χυλοῦ διὰ τοῦ πυλωροῦ εἰς τὴν δωδεκαδάκτυλον | 75 |
10 | ἔκφυσιν, ὑποδέχεται αὐτὸν ἡ νῆστις ἐλικοειδῶς κει‐ μένη· εἶτα τὸ λεπτὸν ἔντερον, καὶ αὐτὸ ἐλικοειδῶς κείμενον. Ἐν τούτοις τοῖς ἐντέροις κατασπείρονται φλέβια πολλὰ τὰ ὀνομαζόμενα μεσαραϊκὰ, μείζονά τε καὶ ἐλάττονα, ἐκφυόμενα ἀπὸ τῶν σιμῶν τοῦ | |
15 | ἥπατος. Ταῦτα ἀφαρπάζουσι τὸν καθαρώτατον χυ‐ λὸν, καὶ τὸ σκύβαλον δὲ ὑποχωρεῖ εἰς τὰ παχέα ἔντερα· ἀναφέρουσι δὲ τὸν αὐτὸν χυλὸν πρὸς τὰ σιμὰ τοῦ ἥπατος, εἰς τὸν τόπον τὸν ὀνομαζόμενον πύλας ἥπατος. Ταύτην τὴν προσωνυμίαν ὠνόμασεν | |
20 | ἀνήρ τις δεινὸς περὶ τὰ μαθήματα †ἐν τοῖς περὶ τῶν | |
Ἀσκληπιάδου χρόνοις·† εἶτα ἀπὸ τότε μέχρι τῆς δεῦρο κατὰ διαδοχὴν τῶν σοφῶν ἰατρῶν κατεκρατήθη ἡ ὀνομασία αὕτη. Εἰς ταύτας δὲ τὰς πύλας συνα‐ θροίζονται αἱ μεσαραϊκαὶ φλέβες, ὡς εἰς ῥίζαν δέν‐ | 76 | |
25 | δρου, τριχοειδεῖς καὶ ἀραχνοειδεῖς οὖσαι. Μελλούσας οὖν ἐν σφοδραῖς κινήσεσιν ἑτοίμως ἁλίσκεσθαι σπά‐ σμασιν, οὐκ εἴασεν αὐτὰς ἀστηρίκτους ἡ τοῦ Θεοῦ πρόνοια, ἀλλὰ κατεφύτευσεν ἐν ταῖς σχίσεσιν αὐτῶν, οἷον ἀναπλήρωμα, σάρκα παχεῖαν, λευκὴν, ὑποπί‐ | |
30 | μελον, συναθροισμὸν ἀγγείων πολλῶν περιέχουσαν, καὶ ἀδένας μικρούς τε καὶ μεγάλους πάνυ πολλούς· συνδήσασα διὰ τῆς αὐτῆς σαρκὸς πάσας τὰς φλέβας, καὶ ἀσαλεύτους ἀποτελέσασα. Ταύτην τὴν σάρκα ὠνόμασαν μεσεντέριον, διὰ τὸ μέσον κεῖσθαι τῶν | |
35 | ἐντέρων· ἕτεροι δὲ μεσάραιον, διὰ τὸ μέσον αἴρεσθαι | |
πάντων τούτων τῶν ἀγγείων· ἄλλοι δὲ καλλίκρεας· ἥδιστον δὲ εἰς τὸ ἐσθίεσθαι. Ταῦτα τῆς ἀφάτου δημιουργίας Θεοῦ τὰ προνοήματα. | 77 | |
2.12 | Ἀπὸ δὲ τῆς ῥίζης πασῶν τούτων τῶν φλεβῶν ἐκφύεταί τις φλὲψ, οἷόν περ στέλεχος δένδρου, κατα‐ σχιζόμενον εἰς κλῶνας πολλοὺς μείζονάς τε καὶ ἐλάτ‐ τονας. Αὕτη ἡ στελεχιαία φλὲψ κατασχίζεται εἰς τὰ | |
5 | σιμὰ τοῦ ἥπατος σὺν τοῖς βλαστοῖς αὐτῆς στενοτά‐ τοις οὖσι, πρώτως δεχομένη τὸν ἐκ τῆς γαστρὸς καὶ τῶν ἐντέρων καθαρώτατον χυλὸν, προκατειργασμένον εἰς αἵματος γένεσιν. μετέχουσι γάρ τινος αἱματοποι‐ ητικῆς δυνάμεως καὶ αἱ μεσαραϊκαὶ φλέβες, ἀμυδρᾶς | |
10 | δηλονότι καὶ ἐλαχίστης. Δεξαμένη οὖν τὸν χυλὸν τοῦτον ἡ στελεχιαία φλὲψ, κατασκευάζει αὐτὸν αἷμα· διακρίνεται δὲ τὸ αἷμα μετὰ τὸ κατασκευασθῆναι αὐτὸ, καὶ τὸ μὲν κοῦφον καὶ ἀερῶδες, ὅπερ ἐστὶν ἡ ξανθὴ χολὴ, ὑψοῦται μετέωρον τοῦτο, καὶ ἐκπέμπεται | |
15 | ἑλκόμενον εἰς τὴν χοληδόχον κύστιν, διὰ τοῦ πόρου αὐτῆς τοῦ εἰσάγοντος εἰς αὐτὴν τὸ χολῶδες περίτ‐ τωμα· μετὰ δὲ τὸ ἀπολαῦσαι αὐτὸ τὴν κύστιν καὶ ἀλλοιῶσαι ὡς πρὸς τὴν ἰδίαν οὐσίαν αὐτῆς, ἐκπέμ‐ πεται τὸ περιττὸν εἰς τὴν νῆστιν τὸ ἔντερον διὰ τοῦ | 78 |
20 | ἐξάγοντος αὐτῆς πόρου· τὸ δὲ γεῶδες καὶ παχὺ, καὶ οἷον τρὺξ τοῦ αἵματος, βρίθει εἰς πυθμένα. Τοῦτο διώκεται μὲν ἐκ τοῦ ἥπατος ὡς περιττὸν, ἕλκεται δὲ ὑπὸ τοῦ σπληνὸς ὡς φίλιον, ὑπὸ τοῦ ἐν αὐτῷ κατα‐ φυομένου πόρου. Τοῦτο τὸ περίττωμα ἀλλοιοῖ ὁ | |
25 | σπλὴν, καὶ μεταβάλλει κατὰ τὴν ἰδίαν αὐτοῦ οὐσίαν εἰς μελαγχολικὸν χυμὸν ἰδέᾳ τε καὶ δυνάμει. μέλας γὰρ ὁ σπλὴν, καὶ μανὸς τὴν οὐσίαν καὶ χαῦνος, καὶ ἀρτηρίας [παμπόλλας] ἔχων, καὶ ἀραιότερον σκέ‐ πασμα· ἵνα γὰρ τὸν χυμὸν τὸν παχὺν καὶ γεώδη | |
30 | ἀλλοιώσῃ καὶ μεταβάλλῃ εἰς ἕτερον εἶδος, τοιοῦτος καὶ γέγονε, καὶ ἐστί. Διακρίνει οὖν τὸν κατεργα‐ | |
σθέντα χυμὸν ἡ ἐν σπληνὶ ἀποκριτικὴ δύναμις· καὶ τὸ μὲν λεπτὸν καὶ καθαρὸν, ὡς πρὸς σύγκρισιν με‐ λαγχολικοῦ χυμοῦ, κατέχει πρὸς τροφὴν καὶ αὔξησιν | 79 | |
35 | αὐτοῦ· [τὸ] δ’ ἄχρηστον αὐτῷ ἐκπέμπει εἰς γαστέρα· ἐκπεμφθεὶς δὲ εἰς γαστέρα χρήσιμος γίνεται τῷ ζώῳ, στύφει γὰρ τὰ κατ’ αὐτὴν, καὶ διεγείρει τὸ ζῶον πρὸς ὄρεξιν. Καταλείπεται ἄρα ἐν τοῖς σιμοῖς τοῦ ἥπατος κατὰ τὴν στελεχιαίαν φλέβα τὸ καθαρώτατον αἷμα | |
40 | σὺν τῷ ὑδατώδει περιττώματι· καὶ τοῦτο προνοίας μείζονος· παχὺ γὰρ ὂν τὸ αἷμα καὶ καθαρὸν καὶ δεό‐ μενον μεταληφθῆναι ἐν τῇ κοίλῃ φλεβὶ, στενοτάτων τῶν συμβολῶν οὐσῶν τῆς κοίλης φλεβὸς πρὸς τὴν στελεχιαίαν, δεῖται τοῦ ὑδατώδους περιττώματος ὡς | |
45 | ὀχήματός τε καὶ ὁδηγοῦ, ὅπως τῇ εἰσδύσει τοῦ λεπτοῦ | |
2.13 | σώματος συνεισέλθῃ καὶ τὸ παχύ. Ἔστιν οὖν τὸ ἧπαρ σῶμα σύνθετον, ἐκ φλεβῶν διαφόρων συγκεί‐ μενον, ἔχον ἐν ἑαυτῷ καὶ ἀρτηρίας παρακειμένας ταῖς | |
φλεψὶ διὰ τὸ ῥιπίζεσθαι· μετέχει δὲ καὶ νεύρου, ἵνα | 80 | |
5 | ᾖ αἰσθητικὸν τῶν προσγινομένων κακῶν. Ἡ δὲ οὐσία τοῦ ἥπατος σὰρξ ἁπαλή ἐστι καὶ ἐρυθρὰ, οἷον αἷμα νεοπαγές· τοῦτο καλεῖται παρέγχυμα. Ἐνδέδυται δὲ τὸ ἧπαρ τὰς μὲν φλέβας καὶ τὰς ἀρτηρίας ἄνωθέν τε καὶ κάτωθεν, ἔξωθεν δὲ τὸ περιτόναιον, σχιζόμενον | |
10 | εἰς λοβοὺς τέσσαρας. Καί τις ἀνὴρ τῶν μαθηματικῶν ἰατρῶν τοῖς λοβοῖς ὀνόματα προσηγόρευσε ταῦτα, τράπεζα, ἑστία, μάχαιρα, καὶ ἡνίοχος. Πρεπόντως οὖν ἡ ἄφατος τοῦ Θεοῦ σοφία κατέσχισεν αὐτὸ εἰς λοβοὺς, παρέθηκε γὰρ [αὐτὸ] τῇ γαστρὶ οἷόν τι θερ‐ | |
15 | μαντικὸν σκέπασμα συνεργοῦν τῇ πέψει· τοῖς λοβοῖς | |
οὖν αὐτοῦ, ὥσπερ τισὶ δακτύλοις, μείζονα τῆς γαστρὸς τόπον περιλαμβάνει. Οὐκ ἐπὶ πᾶσι δὲ ἀνθρώποις τέσσαρας λοβοὺς ἔχει τὸ ἧπαρ, ἀλλ’ ἐπὶ τοῖς μακρο‐ τάτοις. Ἔστι δὲ τὸ ἧπαρ ἄνωθεν μὲν, καθ’ ὃ προσ‐ | 81 | |
20 | ψαύεται χειρὶ, κυρτόν· κάτωθεν δὲ, καθ’ ὃ ἐπίκειται τῇ γαστρὶ, σιμόν. Κατέσπαρται δὲ ἡ μὲν ἐργαζο‐ μένη τὸ αἷμα φλὲψ, ἥτις καὶ στελεχιαία καλεῖται, ἐν τοῖς σιμοῖς τοῦ ἥπατος, ἐν δὲ τοῖς κυρτοῖς ἡ ὀνομα‐ ζομένη κοίλη· καὶ συμβάλλουσιν ἀλλήλαις ἥ τε στε‐ | |
25 | λεχιαία φλὲψ καὶ ἡ κοίλη κατὰ τὰς περατώσεις αὐτῶν στενοτάτας οὔσας. Διὰ οὖν τῶν περατώσεων τούτων μεταλαμβάνει ἡ κοίλη φλὲψ τὸ αἷμα ἀπὸ τῆς στελεχιαίας καθαρὸν καὶ πεπεμμένον σὺν τῷ ὑδα‐ τώδει περιττώματι. Ἀποβλαστάνει οὖν ἡ κοίλη | |
30 | φλὲψ ἀπὸ τοῦ ἄκρου τῶν κυρτῶν τοῦ ἥπατος, ἔνθα προσήρτηται ταῖς φρεσὶν, οἷόν περ πρέμνον ἐκ ῥίζης μέγιστον, ἄνω τε καὶ κάτω φερόμενον, ἐπικείμενον τῇ ῥάχει. Καὶ τὸ μὲν ἄνω φέρεται διὰ τῆς ὀπῆς τοῦ | |
διαφράγματος ἕως τῶν κλειδῶν, ἐπικείμενον τῇ ῥάχει· | 82 | |
35 | ἐκ περιπάτου δὲ ἀπόφυσίν τινα ἁδρὰν πέμπει εἰς τὴν δεξιὰν κοιλίαν, χορηγεῖν αὐτῇ αἷμα πρὸς τροφὴν αὐ‐ τῆς. Τὸ δὲ ἀνελθὸν πρὸς τὰς κλεῖδας σχίζεται διχῆ, καὶ πάλιν αὐτὰ τὰ σχισθέντα σχίζονται διχῆ· καὶ τὸ μὲν ἓν τῶν σχισθέντων διέρχεται διὰ τοῦ | |
40 | ὤμου πρὸς τὴν χεῖρα, [κατασχιζόμενον] εἰς βλαστή‐ ματα πολλὰ μείζονά τε καὶ ἐλάττονα, τὸ δὲ ἄλλο σχίσμα διὰ τοῦ τραχήλου ἀνέρχεται πρὸς τὴν κεφα‐ λήν. τοῦτο δὲ γίνεται εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀρι‐ στερά. Ἐξ αὐτῶν δὲ τῶν μεγάλων σχισμάτων εἰσὶν | |
45 | αἱ σφαγίτιδες φλέβες· λέξομεν δὲ περὶ αὐτῶν ὅτε περὶ ἐγκεφάλου μέλλομεν εἰπεῖν. Τὸ δὲ κατερχό‐ μενον τοῦ πρέμνου καὶ αὐτὸ φέρεται διὰ τῆς ῥάχεως, ὥσπερ τις ἀγωγὸς μέγας, σχιζόμενος εἰς πολλὰς φλέβας μικράς τε καὶ μεγάλας, κατασπειρόμενος εἰς | |
2.13(50) | τὸ πᾶν σῶμα, καὶ ἀρδεύων ἅπαντα αὐτοῦ τὰ μόρια. | |
2.14 | Ἐκ δὲ τοῦ μεγάλου ἀγωγοῦ τοῦ κατερχομένου διὰ τῆς ῥάχεως ἀποφύονται δύο ἀγγεῖα, ἓν μὲν εἰς τὰ δεξιὰ, ἓν δὲ εἰς τὰ ἀριστερὰ, πρὸς ἕνα ἕκαστον νεφρόν. Ἕλκεται οὖν ὑπὸ τῶν νεφρῶν δι’ αὐτῶν τῶν | 83 |
5 | ἀγγείων τὸ ὑδατῶδες περίττωμα τοῦ αἵματος· οὐχ ὁμόχρονος δὲ ἡ ὁλκὴ γίνεται, διὰ τὴν θέσιν αὐτῶν· ὁ γὰρ δεξιὸς νεφρὸς ἀνώτερος κεῖται τοῦ ἀριστεροῦ, ὡς ἐπί τινων προσψαύειν τῷ μεγάλῳ λοβῷ τοῦ ἥπατος. Ἕλκουσιν οὖν οἱ νεφροὶ πρωτοδεύτερον· εἰ | |
10 | γὰρ ὁμοῦ εἷλκον καὶ κατὰ τὸν αὐτὸν χρόνον ἰσοσ‐ θενῶς, ἕλκοντες ἐκώλυον ἂν ἀλλήλων τὴν ἐνέργειαν, τῇ ἀντισπάσει ἀνθέλκοντες ἑαυτούς. τοῦτο ἡ τοῦ ἀγαθοῦ Θεοῦ πρόνοια προειδυῖα, κατέθετο τὸν δεξιὸν νεφρὸν ὑψηλότερόν τε καὶ πλησίον τῆς κοίλης φλε‐ | |
15 | βὸς, ὅπως τῇ ἐγγύτητι ἕλκῃ χωρὶς ἀντισπάσεως. Τὸ ἑλχθὲν οὖν λαμβάνοντες οἱ νεφροὶ μετασκευά‐ | |
ζουσι πρὸς τὴν ἑαυτῶν οὐσίαν, ἀποτελοῦντες αὐτὸ εἰς ἰδέαν οὔρου· τοῦτο διακρίνουσιν οἱ αὐτοὶ νεφροὶ, ἐκπέμποντες διὰ τῶν οὐρητήρων εἰς τὴν οὐρηδόχον | 84 | |
20 | κύστιν. Εἰσὶ δὲ οἱ οὐρητῆρες ἀγγεῖα στενὰ, προμήκη, ἐκφυόμενα μὲν ἀπὸ τῶν νεφρῶν, καταφυόμενα δὲ εἰς τὴν κύστιν, ἓν ἐκ δεξιῶν, καὶ ἓν ἐξ εὐωνύμων· βάλ‐ λουσι δὲ πλησίον τοῦ τραχήλου τῆς κύστεως. Ὁ δὲ πόρος τῆς κύστεως, εἰς ὃν βάλλουσιν οἱ οὐρητῆρες, | |
25 | λοξὸς, καὶ διὰ τοῦτο οὐκ ἐᾷ τὸ οὖρον παλινδρομεῖν εἰς τὰ ὀπίσω. Ἐκ δύο δὲ χιτώνων νευρωδῶν σύγ‐ κειται ἡ κύστις, πυκνῶν καὶ πεπιλημένων, διὰ τὸ εἶναι τὸ περιεχόμενον ἐν αὐτῇ ὑγρὸν, λεπτομερές τε καὶ ὑδατῶδες. Εἰς δὲ τὸν τράχηλον τῆς κύστεως | |
30 | κεῖται ὁ σφιγκτὴρ μῦς, περιλαμβάνων καὶ σφίγγων τὸν τράχηλον τῆς κύστεως ἀκριβῶς, μὴ ἐῶν ἀκούσιον ἐκρεῖν τὸ οὖρον· προαιρετικὸν γὰρ ὄργανον ὁ μῦς. | |
2.15 | Ὑποστρέψωμεν οὖν λοιπὸν ὅθεν ἀπελείπομεν τὸν | |
λόγον, καὶ εἴπωμεν περὶ τῆς κοίλης φλεβός· κατέρ‐ χεται γὰρ ὁ μέγας αὐτῆς ἀγωγὸς ἐπικείμενος τῇ ῥάχει ἕως τῆς οὐρᾶς, ἔνθα ἐστὶ τὸ ἱερὸν ὀστοῦν. | 85 | |
5 | Σχίζεται μὲν οὖν κατ’ ἐκεῖνον τὸν τόπον διχῆ, εἶτα τὰ τμήματα πάλιν εἰς τέσσαρα, κἀκεῖνα αὖθις εἰς ἄλλα· καὶ ἐκπέμπονται ἀρδεύειν τῇ τοῦ αἵματος ὑγρότητι πάντα τὰ κατώτερα μέρη, ἄλλαι μὲν φλέβες πρὸς τὸ δεξιὸν σκέλος καὶ τὸ ἀριστερὸν ἕως τῶν ἄκρων πο‐ | |
10 | δῶν διὰ βάθους τε καὶ ἐπιπολῆς, ἄλλαι δὲ πρὸς τοὺς ὄρχεις καὶ τὸν καυλόν, ἄλλαι δὲ πρὸς τὰ σπερματικὰ ἀγγεῖα καὶ τοὺς [κιρσοειδεῖς] παραστάτας, ἄλλαι δὲ πρὸς τὴν κύστιν, καὶ, εἰ θῆλυ τὸ ζῶον, καὶ πρὸς μήτραν. | |
15 | Καὶ περὶ μὲν τῶν θρεπτικῶν μορίων αὐτάρκης ὁ λόγος· λοιπὸν δέον εἰπεῖν ὁπόσα ἀκολουθεῖ κατὰ | |
2.16 | τάξιν ἵνα γένηται θρέψις. Ἔστι μὲν οὖν πρώτη, [ἡ εἰς τὸ στόμα εἴσοδος]· δευτέρα δὲ, ἡ διὰ τῶν ὀδόντων λέανσις· τρίτη, ἡ διὰ τῆς γλώσσης σφαιρο‐ | |
ποίησις· τετάρτη, ἡ διὰ τοῦ οἰσοφάγου κατάποσις· | 86 | |
5 | πέμπτη, ἡ διὰ τῆς γαστρὸς χυλοποίησις· ἕκτη, ἡ διὰ τῶν μεσαραϊκῶν φλεβῶν ἀνάδοσις· ἑβδόμη, ἡ ἐν τοῖς σιμοῖς τοῦ ἥπατος ἐξαιμάτωσις· ὀγδόη, ἡ ἀπὸ τῶν σιμῶν μετάληψις τοῦ αἵματος ἐπὶ τὰ κυρτά· ἐννάτη, ἡ διὰ τῆς κοίλης φλεβὸς ἀνάδοσις τοῦ αἵματος εἰς | |
10 | ὅλον τὸ σῶμα· δεκάτη, ἡ ἐκ τῶν φλεβῶν διαπήδησις τοῦ αἵματος εἰς τοὺς μύας, ἥτις ὀνομάζεται πρόσθεσις· ἑνδεκάτη, ἡ τοῦ αἵματος πρὸς τοὺς μύας ἀναζύμωσις, ἥτις ὀνομάζεται πρόσφυσις· δωδεκάτη δὲ, ἡ μεταβολὴ τοῦ ζυμωθέντος εἰς ὁμοιότητα τῶν σαρκῶν καὶ τοῦ | |
15 | δέρματος, ἥτις ὀνομάζεται ἐξομοίωσις· τρισκαιδεκάτη δὲ, ἡ θρέψις. Ἐν τῇ ἀρχῇ οὖν τοῦ λόγου κατὰ ἀνάλυσιν ἀρξά‐ μενοι, ἐν τῷ τέλει κατὰ διαίρεσιν ἐπληρώσαμεν, Θεοῦ | |
ὁδηγήσαντος καὶ ἐνεργήσαντος. | 87 | |
3t | ΘΕΟΦΙΛΟΥ ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΑΝΘΡΩΠΟΥ ΚΑΤΑΣΚΕΥΗΣ ΒΙΒΛΙΟΝ Γ. | |
3.1 | ΠΕΡΙ τῆς κατασκευῆς τοῦ ἀνθρώπου ἐκδιηγούμενοι ἐν τῷ πρὸ τοῦδε βιβλίῳ, τὰ περὶ τῶν θρεπτικῶν αὐ‐ τοῦ μορίων καλῶς διήλθομεν, εἰπόντες αὐτῶν τήν τε θέσιν, καὶ τὸ μέγεθος, ἔτι δὲ τὰς ἐνεργείας αὐτῶν καὶ | |
5 | τὰς χρείας. ἐν δὲ τῷ παρόντι λόγῳ τὰ περὶ τῆς κατα‐ | |
σκευῆς τῶν ἀναπνευστικῶν μορίων ἥκομεν διηγή‐ σασθαι, Χριστὸν τὸν ἀληθινὸν Θεὸν ἡμῶν ἐπικα‐ λούμενοι, ὅπως ὁδηγήσῃ ἡμῖν ἐκφράσαι τὴν κατα‐ σκευὴν αὐτῶν καθὼς καὶ νῦν ἐστιν· ἐπειδὴ “πάντα | 88 | |
10 | “δι’ Αὐτοῦ ἐγένετο, καὶ χωρὶς Αὐτοῦ ἐγένετο οὐδέν.” | |
10 | ||
3.2 | ἌΡΞΟΜΑΙ οὖν ἀπὸ τῆς καρδίας, ἐπειδὴ ῥίζα καὶ πηγὴ τῆς ἐμφύτου θερμασίας αὕτη καθέστηκε, διὰ τῶν ἀρτηριῶν τε ταύτην τὴν θερμασίαν καθ’ ὅλον τὸ σῶμα ἐκπέμπουσα, ζωογονεῖ πάντα αὐτοῦ τὰ μόρια. | |
5 | διὰ τὴν καρδίαν γὰρ καὶ τὰ λοιπὰ ἀναπνευστικὰ ὄργανα γέγονεν, ὅπως τὸ ἐν αὐτῇ ἔμφυτον θερμὸν καταψύχηται, καὶ αὔξῃ, καὶ τρέφηται. Διὰ τοῦτο οὖν ἡ τοῦ ἀγαθοῦ Θεοῦ ἡμῶν πρόνοια πνεύμονα κατεσκεύασεν, ἵνα δι’ αὐτοῦ ἑλκόμενος ὁ ἔξωθεν ἀὴρ | |
10 | πέμπηται πρὸς τὴν καρδίαν, ψύχων τὸ ἐν αὐτῇ θερ‐ μὸν, καὶ τρέφων, καὶ αὔξων. Ἐπειδὴ δὲ ὁ πνεύμων | |
οὐ καθ’ αὑτὸν κινεῖται, ἀλλὰ τῇ κινήσει τοῦ θώρακος συγκινεῖται, κατὰ τὴν τοῦ κενοῦ ὑποχώρησιν, τὴν ἀρχὴν τῆς ἐξηγήσεως τῶν ἀναπνευστικῶν μορίων | 89 | |
15 | ἀπὸ τοῦ θώρακος ποιήσομαι. | |
3.3 | Ἔστι μὲν οὖν ὁ θώραξ σῶμα σύνθετον, ἐκ δεξιῶν μὲν καὶ ἀριστερῶν τῶν πλευρῶν συγκείμενον, ἔμ‐ προσθεν δὲ ὑπὸ τοῦ στέρνου καὶ τοῦ στήθους, ὄπισθεν δὲ ὑπὸ τῶν δώδεκα σπονδύλων τῆς ῥά‐ | |
5 | χεως τῶν ἀφωρισμένων τῷ θώρακι, εἰς οὓς συν‐ αρθροῦνται οἱ αὐτοὶ σπόνδυλοι ταῖς ἑκατέρωθεν πα‐ γίσι τῶν πλευρῶν. (Στέρνον μὲν οὖν τὸ ὑπὲρ τὸν μαζόν ἐστι· τὸ δὲ μεταμάζιον, στῆθος.) Ἄνωθεν μὲν ἀφορίζεται ὑπὸ τῶν κλειδῶν καὶ τοῦ τραχήλου, κά‐ | |
10 | τωθεν δὲ ὑπὸ τοῦ διαφράγματος, ὡς εἶναι τὴν θέσιν τοῦ θώρακος ὑπὲρ τῶν φρενῶν. Ὄργανον οὖν ἐστιν ὁ θώραξ πνευματικὸν, ἀναπνευστικὸν, κινούμενον κατὰ προαίρεσιν· ὑπὸ μυῶν γὰρ καὶ νεύρων αὐτῷ ἡ | |
κίνησις. Κοῖλος δέ ἐστιν ἔσωθεν, ὡς μαρτυρεῖ τὸ | 90 | |
15 | φαινόμενον· ἀναπληροῖ δὲ πᾶσαν τὴν εὐρύτητα αὐτοῦ ὁ πνεύμων, φωνητικὸν ἅμα καὶ ἀναπνευστικὸν ὄργα‐ νον γενόμενος. Εἴπωμεν τοίνυν περὶ τῆς χρείας αὐ‐ τῶν, ἐντεῦθεν ἀρξάμενοι. | |
3.4 | Ἡ χρεία τῆς ἀναπνοῆς τοῖς ζώοις ἐδείχθη διὰ τὴν καρδίαν, δεομένης αὐτῆς τοῦ ἔξωθεν ἀέρος τῆς οὐσίας· ἀναψύχει γὰρ αὐτὴν ὁ ἔξωθεν ἀὴρ εἰσπνεόμενος ὑπὸ θερμότητος ζέουσαν. Διπλῆς δὲ τῆς κινήσεως τῆς ἐν | |
5 | τῇ καρδίᾳ οὔσης, κατὰ διαστολὴν καὶ συστολὴν, ἐν μὲν τῷ διαστέλλεσθαι, καταψύχεται· ἐν δὲ τῷ συ‐ στέλλεσθαι, τὰ λιγνυώδη περιττώματα ἀπωθεῖται. Οὐκ εὐθὺς δὲ ἀπὸ τοῦ φάρυγγος ἕλκειν τὴν καρ‐ δίαν, (μέσος γὰρ ὁ πνεύμων κεῖται τοῦ τε φάρυγγος | |
10 | καὶ τῆς καρδίας,) καὶ τοῦτο τῆς ἀγαθῆς προνοίας τοῦ Θεοῦ ἡμῶν· εἰ γὰρ ἀμέσως ἐκ τοῦ φάρυγγος εἷλ‐ κεν ἡ καρδία, καὶ αὖθις τὸ ἐκτὸς ἀπεδίωκε τὸ πνεῦμα, δυοῖν θάτερον ἡμῖν ἀναγκαῖον κακὸν ἐγίνετο, ἢ ἀκαί‐ ρως εἰσπνεῖν ἀέρα μοχθηρὸν, ἢ μηδ’ ὅλως εἰσπνέουσιν | 91 |
15 | πνίγεσθαι παραχρῆμα. Διὰ ταῦτα μὲν οὖν ἡ δημι‐ ουργικὴ τοῦ Θεοῦ σοφία οὐ τὴν καρδίαν μόνην ἀνα‐ πνευστικὸν ἐποίησεν ὄργανον, ἀλλ’ ἔξωθεν αὐτῇ πε‐ ριέθηκε πνεύμονα καὶ θώρακα, [παρασκευάσοντας] ἐκείνῃ καθαρὸν τὸν ἀέρα, ἅμα δὲ καὶ φωνεῖν τὸ ζῶον | |
20 | διὰ τῆς συστολῆς αὐτῶν ἀποτελέσοντας. | |
3.5 | Μέσην δὲ [ἐν ἅπαντι] τῷ κύτει τοῦ θώρακος αὐ‐ | |
τὴν κατέθετο, ὅπως ἰσορρόπως ἕλκῃ ἅπασαν τὴν ἐκ τοῦ πνεύμονος κατάψυξιν, ἅμα δὲ καὶ τῶν τῷ θώρακι προσπιπτόντων βλαβερῶν ἀπαχθῇ πορρωτάτω. Κατὰ | 92 | |
5 | τὸ μέσον δὲ ὁ θώραξ ὅλος ὑμέσιν εὐρώστοις δια‐ φράττεται, ἄνωθεν τῶν κλειδῶν ἕως κάτωθεν τοῦ ξιφοειδοῦς χόνδρου, καὶ μέχρι βάθους τῆς ῥάχεως, χωρίζουσι τὴν δεξιὰν κοιλίαν τοῦ θώρακος καὶ τὴν ἀριστερὰν, καὶ ἄλλως δὲ ἀναγκαίαν χρείαν τῷ ζώῳ | |
10 | παρέχουσι· πολλάκις γὰρ τὰ δεξιὰ βλαβέντα ἰσχυ‐ ρῶς ἡμίπνουν καὶ ἡμίφωνον τὸ ζῶον τηρεῖ, ἀβλα‐ βῶν τῶν ἀριστερῶν διαφυλαττομένων, ὡς, εἰ καὶ ταῦτα πάθῃ, ἄφωνον καὶ ἄπνουν γίνεται τὸ ζῶον παραχρῆμα. Περιλαμβάνει δὲ τὴν καρδίαν ὁ | |
15 | πνεύμων, ὥσπερ τισὶ δακτύλοις, τοῖς λοβοῖς αὐτοῦ χρώμενος τοῖς τέτρασιν· ὁ γὰρ πέμπτος ὁ μικρὸς οὐ φυλακῆς τῆς καρδίας ἕνεκα γέγονεν, ἀλλ’ ὑποστή‐ ριγμα καὶ βάσταγμα τῆς κοίλης φλεβὸς, καὶ διὰ τοῦτο καὶ κοιλότητα εἰς τὸ αὑτοῦ ἄνω μέρος ἔσχηκεν | 93 |
20 | εἰς ὑποδοχὴν τῆς φλεβὸς, ὅπως μὴ ἐκτρέπηται δεξιὰ ἢ ἀριστερά. Ὁ δὲ αὐτὸς λοβὸς καὶ πρὸς τὰ δεξιὰ παρεγκλίνει· ἡ γὰρ κοίλη φλὲψ ἀπὸ τοῦ ἥπατος ἐκφυομένη, δεξιωτέρα πως ἀνέρχεται πρὸς τὴν τοῦ θώρακος εὐρυχωρίαν τῆς δεξιᾶς κοιλίας, τὸ δὲ μέσον | |
25 | αὐτῆς βαστάζεται ὑπὸ τοῦ βλαστοῦ αὐτῆς τοῦ κατα‐ φυέντος εἰς τὴν δεξιὰν κοιλίαν τῆς καρδίας, χορη‐ γοῦντος αὐτῇ αἷμα πρὸς τὸ τρέφεσθαι. Τὸ δὲ ἄνω μέρος τῆς κοίλης φλεβὸς, τὸ πρὸς τὰς κλεῖδας, βα‐ στάζεται ὑπὸ τοῦ ἀδένος τοῦ ὀνομαζομένου θύμου· | |
30 | ἀπὸ δὲ τῶν κλειδῶν σχιζομένη τὰς σφαγίτιδας | |
φλέβας ἀποτελεῖ, καὶ ἄλλας πολλὰς, τὰς μὲν εἰς ὠμοπλάτας καὶ χεῖρας ἐκπεμπομένας, τὰς δὲ εἰς κε‐ φαλὴν καὶ ἐγκέφαλον. Περὶ μὲν οὖν θέσεως καρδίας καὶ πνεύμονος | 94 | |
3.6 | καλῶς εἴρηται· περὶ δὲ τοῦ σχήματος αὐτῆς νυνὶ λέξομεν. Ἔστιν μὲν οὖν ἡ καρδία κωνοειδὴς τῷ σχήματι· ἡ μὲν βάσις αὐτῆς πρὸς τὸ τῆς ῥάχεως μέρος [ἑδραιουμένη], τὸ δὲ ὀξὺ πρὸς τὸ στέρνον | |
5 | ἀνῆκον, ἐπίβλημα σαρκὸς ἐπικείμενον ἔχον πολὺ, ἵνα καὶ τὸ πνεῦμα τὸ ἐν τῇ καρδίᾳ φυλάττηται κατὰ τοῦτο τὸ μέρος, καὶ τὰς πρὸς τὸ στέρνον ἔξωθεν προσβολὰς ἐπιπιπτούσας ἀπάγῃ τῆς καρδίας. Ῥέπει δὲ μικρὸν πρὸς τὰ ἀριστερὰ τὸ ὀξὺ τοῦ κώνου, ἑλκό‐ | |
10 | μενον ὑπὸ τοῦ ἐκκαίοντος πνεύματος ἐν γαστρί. Ἐν ἀριστερᾷ δὲ τοῦ πνεύματος κοιλίαν ἡ φύσις ἐταμιεύ‐ | |
σατο, ὡς ἐν τῇ δεξιᾷ τοῦ αἵματος. Μέσον δὲ τῆς βάσεως τοῦ κώνου καὶ τοῦ ὀξέος γύρωθέν εἰσιν αἱ κοιλίαι τῆς καρδίας δύο. Τούτων, ἡ μὲν δεξιὰ, ἡ δὲ | 95 | |
15 | ἀριστερά· αἱματικὴ μὲν ἡ δεξιὰ, περιέχει δὲ πνεῦμα ὀλιγοστὸν, πνευματικὴ δὲ ἡ ἀριστερὰ, περιέχει δὲ καὶ αἷμα ὀλίγον· καὶ γὰρ καὶ αἱ ἀρτηρίαι πνεῦμα περιέ‐ χουσαι, καὶ αἵματος ὀλίγου μετέχουσι τροφῆς χάριν, ὡσαύτως καὶ αἱ φλέβες αἷμα περιέχουσαι, καὶ πνεύ‐ | |
20 | ματος μετέχουσι χάριν τοῦ ζῆν· ῥιπίζεσθαι γὰρ χρὴ ἅπαν μόριον τοῦ σώματος τὸ μέλλον ζῆν. | |
3.7 | Ἀπὸ δὲ τῆς βάσεως τῆς καρδίας, ὅπερ καὶ κύριον αὐτῆς μέρος ὀνομάζεται, ἐκπεφύκασιν ἀγγεῖα· ἐκ μὲν τῆς αἱματικῆς κοιλίας ἡ φλὲψ ἡ ἀρτηριώδης, ἐξά‐ γουσα τὸ αἷμα τὸ ὑπὸ τῆς κοίλης φλεβὸς εἰσαγό‐ | |
5 | μενον εἰς τὴν δεξιὰν κοιλίαν τῆς καρδίας, καὶ ἀπά‐ | |
γουσα εἰς τὸν πνεύμονα πρὸς τροφὴν καὶ αὔξησιν αὐτοῦ καὶ τῶν ἐν αὐτῷ ἀγγείων. Ἐκ δὲ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας ἐκπέφυκεν ἡ ἀρτηρία ἡ μεγάλη, ἡ ὀνομαζομένη πνευματικὴ, ὑπ’ ἐνίων δὲ ἀορτή· | 96 | |
10 | αὕτη ἐκπέμπεται κατασπειρομένη εἰς πᾶν τὸ σῶμα τοῦ ζώου, ῥιπίζουσα καὶ ζωογονοῦσα πάντα αὐτοῦ τὰ μόρια. Τὰ μὲν δὴ περὶ τοῦ σχήματος αὐτῆς, καὶ τῶν | |
3.8 | μορίων ἑκάστου τῆς θέσεως ὧδε ἔχει· τὰ δὲ περὶ τῆς ὅλης αὐτῆς οὐσίας δίειμι. Σάρξ ἐστιν ἡ καρδία σκληρὰ καὶ δυσπαθὴς, ἐξ ἰνῶν πολυειδῶν συγκει‐ μένη, διαλλάττουσα ταῖς τῶν μυῶν ἰσί. τοῖς μὲν γὰρ | |
5 | μυσὶ μονοειδής ἐστιν ἡ τῶν ἰνῶν φύσις, ἢ γὰρ εὐθείας μόνον ἔχουσι κατὰ [τὸ] μῆκος, ἢ ἐγκαρσίας κατὰ τὸ πλάτος ἑαυτῶν, ἅμα δὲ ἑκατέρας οὐδείς· ἡ καρδία δὲ | |
καὶ ταύτας ἀμφοτέρας ἔχει, καὶ τρίτας ἐπ’ αὐταῖς λοξάς. Ἀλλὰ καὶ σκληρότητι, καὶ τόνῳ, καὶ τῇ | 97 | |
10 | συμπάσῃ ῥώμῃ τε καὶ δυσπαθείᾳ, πολὺ παραλλάτ‐ τουσιν αἱ τῆς καρδίας ἶνες ἁπασῶν τῶν ἄλλων· οὐ‐ δενὸς γὰρ οὕτως ὀργάνου συνεχὲς καὶ σφοδρόν ἐστι τὸ ἔργον ὡς τῆς καρδίας, ὅθεν εὐλόγως εἰς ῥώμην τε ἅμα καὶ δυσπάθειαν ἡ τοῦ σώματος αὐτῆς οὐσία | |
15 | παρεσκεύαστο. Τὸ δὲ πολυειδὲς τῶν ἰνῶν τῆς καρ‐ δίας διὰ τὰς κατὰ διαστολὴν κινήσεις αὐτῶν. τῶν γὰρ εὐθειῶν ἰνῶν ἐνεργουσῶν, ἕλκει· τῶν δὲ ἐγκαρ‐ σίων, ἐκκρίνει· ἀμφοῖν δὲ ἐνεργουσῶν καὶ σὺν αὐταῖς | |
3.9 | τῶν λοξῶν, κατέχει. Εἰς δὲ τὴν αὐτὴν κατοχὴν συν‐ εργοῦσι καὶ οἱ τριγλώχινες ὑμένες, ἀποφράττοντες τὰ στόματα τῶν ἀγγείων· καὶ οὐ μόνον [συνεργοῦσιν] εἰς κατοχὴν τοῦ ἑλχθέντος ὑπὸ τῆς καρδίας ὑλώδους | |
5 | πνεύματος, ἀλλ’ οὐδ’ ἐῶσιν παλινδρομεῖν τὰ ἑλχθέντα ἐν ἀκαρεῖ χρόνῳ ἔξω. τὴν προσωνυμίαν δὲ ὑμένες οὗτοι καλοῦνται ἐκ τῆς ὁμοιότητος τῶν τριγλωχίνων, ὅμοιοι γὰρ κατὰ πάντα τοῖς τριγλώχισιν εἰσίν. | 98 |
3.10 | Ἀλλὰ καὶ τὰ ὦτα τῆς καρδίας διὰ ταύτας τὰς αἰτίας γέγονε. κοῖλα γάρ εἰσι καὶ περιφερῆ, καὶ πα‐ ρακείμενα ἔξωθεν ἑκατέρου τῶν εἰσαγόντων στομάτων τὰς ὕλας, καθάπερ τι ταμεῖον τροφῆς, ὡς μὴ κινδυ‐ | |
5 | νεῦσαί ποτε ῥαγῆναι τὸ ἀγγεῖον, ἑλκούσης ἀθρόως τε καὶ σφοδρῶς τῆς καρδίας, ἀλλ’ ἐκ τῆς κοιλότητος τῶν ὤτων κατ’ ὀλίγον χορηγεῖσθαι. Ἐπιβέβληται δὲ τῇ καρδίᾳ περιλαμβάνων αὐτὴν ὁ περικάρδιος ὑμὴν, ὥσπερ τις οἶκος ἢ ἕρκος [ἀσφαλὲς], ἐκφυ‐ | |
10 | όμενος μὲν ἀπὸ τῆς βάσεως αὐτῆς, στενούμενος | |
δὲ κατὰ βραχὺ, καὶ τελευτῶν ὁμοίως τῇ καρδίᾳ καὶ αὐτὸς εἰς τὴν κορυφὴν τοῦ κώνου, τῷ στέρνῳ συνημμένος. Ἀφέστηκε δὲ ἀπὸ τῆς καρδίας παντα‐ χόθεν τοσαύτην εὐρυχωρίαν, ὡς διαστελλομένην αὐ‐ | 99 | |
15 | τὴν ἱκανῶς ὑποδέχεσθαι· εἰ γὰρ ἐπὶ πλέον ἀφει‐ στήκει, ἔβλαπτεν ἂν τοῦ θώρακος τὴν εὐρύτητα ταῖς κατὰ τὰς ἀναπνοὰς εἴσω τε καὶ ἔξω αὖθις φοραῖς τοῦ πνεύματος· εἰ δ’ ὀλίγον ἀφειστήκει ἀπ’ αὐτῆς, ἐστενοχώρει ἂν αὐτὴν ἐν ταῖς μεγάλαις διαστολαῖς | |
20 | τῆς καρδίας. Ἔστιν μὲν οὖν ἡ οὐσία τοῦ περικαρδίου χιτῶνος νευρώδης καὶ παχεῖα, μέση καθεστηκυῖα σκληρότητός τε καὶ μαλακότητος· εἰ μὲν γὰρ [σκλη‐ | |
ρότερος] ἐγένετο, ἔθλα ἂν τῇ γειτνιάσει τὸν πνεύμονα σομφόν τε καὶ μανὸν ὄντα· εἰ δ’ αὖ [μαλακώτερος] | 100 | |
25 | ἦν, ἐθλᾶτο ἂν ὑπὸ τῶν ὀστῶν. διὰ ταῦτα οὖν ὥσπερ τῇ θέσει σύμμετρος, οὕτω καὶ τῇ οὐσίᾳ. Περὶ μὲν τῆς καρδίας, καὶ τῶν ἐξ αὐτῆς ἀγγείων, καὶ τῶν ἐν αὐτῇ ὤτων, ἔτι τε τῆς οὐσίας αὐτῶν καὶ | |
3.11 | ἐνεργείας, ἱκανὰ ταῦτα· μεταβῶμεν δὲ ἐξηγήσασθαι τὴν τοῦ πνεύμονος κατασκευὴν, τοὺς μὲν ἀναμιμνή‐ σκων, τοὺς δὲ ἀγνοοῦντας ἀνατομῆς διδάσκων. Πλέγμα ἐστὶ καὶ τοῦτο τὸ σπλάγχνον, ὥσπερ καὶ τὸ | |
5 | ἧπαρ, ἀγγείων παμπόλλων, μαλακῇ σαρκὶ, [καθα‐ περεὶ] στοιβῇ τινι, τὰς μεταξὺ χώρας ἀναπεπληρω‐ | |
μένον· ὁρμᾶται δὲ τῶν ἀγγείων τὸ μὲν ἐκ τῆς ἀρι‐ στερᾶς κοιλίας τῆς καρδίας, τὸ δὲ ἐκ τῆς δεξιᾶς, τὸ δὲ ἐκ τοῦ φάρυγγος, ἔπειτα ἐντεῦθεν προϊόντα | 101 | |
10 | κατασχίζεται τρόπον ὁμοιότατον ἅπαντα. Σχίζεται δὲ ὁ πνεύμων εἰς λοβοὺς τέσσαρας, ὧν δύο μὲν καθ’ ἑκάτερον μέρος οἱ μεγάλοι, πέμπτος δ’ ὁ μικρὸς ἐν τοῖς δεξιοῖς· ὁ γὰρ πέμπτος καὶ μικρός ἐστιν, καὶ οὐ διὰ τὴν ἀναπνοὴν γέγονεν, ἀλλ’ εἰς ὑπηρεσίαν τῆς | |
15 | κοίλης φλεβὸς, ἀπὸ τοῦ διαφράγματος ἄχρι τοῦ τῆς καρδίας ὠτὸς ἐκτεταμένος. Παράκεινται δὲ τῇ τρα‐ χείᾳ ἀρτηρίᾳ, κατασπειρόμεναι εἰς τὸν πνεύμονα ἑκα‐ τέρωθεν, αἱ λοιπαὶ δύο, καὶ αὗται κατασπειρόμεναι σὺν αὐτῇ εἰς αὐτὸν τὸν πνεύμονα· ἡ μὲν φλὲψ ἀρτη‐ | |
20 | ριώδης ἐξάγουσα ἀπὸ τῆς δεξιᾶς κοιλίας τὸν τῆς καρδίας αἷμα καὶ προσάγουσα τῷ πνεύμονι, ἡ δὲ ἀρτηρία φλεβώδης ἀπάγουσα τὸ ἐκ τῆς τραχείας | |
ἀρτηρίας πνεῦμα εἰς τὴν ἀριστερὰν κοιλίαν τῆς καρ‐ δίας. Αὕτη δὲ ἡ τραχεῖα ἀρτηρία λαμβάνει τὸν | 102 | |
25 | ἔξωθεν ἀέρα, διαστελλομένου τοῦ πνεύμονος, ὑπὸ τῶν ῥινῶν καὶ τοῦ φάρυγγος. ὁ γὰρ θώραξ ὄργανόν ἐστι ψυχικὸν, κινούμενον μὲν κατὰ προαίρεσιν τὴν κατὰ τόπον κίνησιν κατὰ διαστολὴν καὶ συστολὴν ὑπὸ μυῶν καὶ νευρῶν. Διεστάλη τοιγαροῦν ὁ θώραξ, | |
30 | ἐπηκολούθησε δὲ, τῇ τοῦ κενοῦ ὑποχωρήσει συνδια‐ σταλεὶς, καὶ ὁ πνεύμων. Κινεῖται δὲ ἡ καρδία κατὰ διαστολὴν καὶ συστολὴν, ἀλλὰ φυσικῶς· σὺν αὐτῇ δὲ καὶ αἱ τοῦ σώματος ἀρτηρίαι πλεῖσται καὶ αὗται κατὰ διαστολὴν καὶ συστολὴν ἴσως τῇ καρδίᾳ κατὰ | |
35 | πάντα καὶ φυσικῶς. Τοῦ δὲ πνεύμονος ἡ κίνησις οὔτε φυσική ἐστιν, οὔτε προαιρετική· κατὰ συμβε‐ βηκὸς γὰρ κινεῖται, καὶ οὐ καθ’ αὑτόν. Ἕλκεται οὖν ὁ ἔξωθεν ἀὴρ ὑπὸ τοῦ πνεύμονος διασταλέντος· αὕτη δὲ ἡ εἴσω φορὰ τοῦ πνεύμονος ὀνομάζεται εἰσπνοή. | |
40 | Διακρίνεται δὲ ὁ ἑλχθεὶς ἀὴρ ἐν τῷ πνεύμονι, καὶ ὁ | |
μὲν καθαρώτατός τε καὶ χλιαρὸς ἕλκεται αὖθις ὑπὸ τῆς καρδίας καὶ τῶν ἀρτηριῶν ὅλου τοῦ σώματος ἀπὸ τοῦ πνεύμονος διὰ τῆς φλεβώδους ἀρτηρίας, ὁ δὲ λιγνυώδης καὶ περιττωματικὸς ἐκπέμπεται διὰ τῆς | 103 | |
45 | τραχείας ἀρτηρίας καὶ τῶν ῥινῶν ἔξω· [αὕτη δὲ ἡ] φορὰ ἐκπνοὴ ὠνόμασται. Τὸ δὲ τῆς εἰσπνοῆς καὶ ἐκπνοῆς σύνθετον ἀποτέλεσμα ἀναπνοὴ ὀνομάζεται· διαπνοὴ δὲ, ἡ ἐν ὅλῳ τῷ σώματι διὰ τῶν ἀρτηριῶν γινομένη εἰσπνοὴ, καὶ ἐκπνοὴ διὰ τῶν ἀδήλων πόρων. | |
3.11(50) | Τῆς δὲ ἀναπνοῆς εἰσιν εἴδη τρία· ἡ μὲν γάρ ἐστιν ἀβίαστος, ἡ δὲ βιαστικὴ, ἡ δὲ μᾶλλον ἔτι βιαστική. Ἀβίαστος μὲν οὖν ἐστιν ἀναπνοὴ ἡ κατὰ φύσιν γινο‐ μένη· βιαστὴ δὲ, ὅταν ἤτοι διὰ δρόμον, ἢ διὰ παλαί‐ στραν, ἢ διὰ νόσον τραχυτέραν τοιαύτη γένηται· ἔτι δὲ | |
55 | μᾶλλον, ὅταν διά τινα χρείαν ἀναγκαίαν ἀναγκάζηται ὁ ἄνθρωπος κατέχειν τὸ πνεῦμα, ὡς ἐπὶ τῶν ψαλλόν‐ των καὶ τῶν νηχομένων. Γίνεται δὲ ἡ μὲν ἀβίαστος | |
ἀναπνοὴ ὑπὸ τοῦ διαφράγματος μόνου πρὸς τὴν ἰδίαν ἀρχὴν συστελλομένου καὶ διαστέλλοντος τὸν θώρακα. | 104 | |
60 | Ἡ δὲ βιαστὴ ἀναπνοὴ γίνεται ὑπὸ τοῦ διαφράγματος, συνεργούντων καὶ τῶν μεσοπλευριτῶν μυῶν. Ἡ δὲ τῶν ψαλλόντων καὶ τῶν νηχομένων ἀναπνοὴ γίνεται ὑπὸ τοῦ διαφράγματος καὶ τῶν μεσοπλευριτῶν μυῶν τῶν ἔξω καὶ τῶν μεγίστων τῶν ἀνασπώντων [τὰς] | |
65 | ὠμοπλάτας· οἱ γὰρ ἔσω μεσοπλεύριοι συστέλλουσι τὸν θώρακα, ὁ δὲ θώραξ συστελλόμενος ὑποπιέζει τὸν πνεύμονα, θλίβων αὐτὸν καὶ περιστέλλων, ὥσπερ ὑπὸ χειρῶν σπογγίαν τις ἐκπιέζων, καὶ ἀποπέμπων τὸ πνεῦμα ἔξω τὸ ἑλχθὲν ἐκ τοῦ ἔξωθεν ἀέρος πάλιν | |
70 | ἐπὶ τὰ ἐκτὸς διὰ τῆς αὐτῆς ὁδοῦ ὅθεν εἰσῆλθεν, ἐξερ‐ χόμενον δὲ τὸ πνεῦμα ποιεῖ τὴν ἐκπνοήν. | |
3.12 | Ἐπεὶ δὲ ὁ ἄνθρωπος καὶ φωνεῖ καὶ διαλέγεται, πᾶν δὲ ἀποτέλεσμα τῶν ἐν τῷ ἀνθρώπῳ γινομένων ὑπὸ αἰτίων γίνεται, τὸ δὲ αἴτιον τετραχῶς, ἢ ποιη‐ | |
τικὸν, ἢ ὀργανικὸν, ἢ ὑλικὸν, ἢ τελικόν· εἴη ἂν τῆς | 105 | |
5 | ἐν ἀνθρώπῳ φωνῆς ποιητικὸν μὲν αἴτιον ὁ ἐγκέφαλος, κινῶν τὸν θώρακα προαιρετικῶς· (προσεχὲς μὲν οὖν αἴτιον τῆς φωνῆς ὁ ἐγκέφαλος· τὸ γὰρ πόρρω αἴτιον ἡ ψυχὴ, κελεύουσα τὸν ἐγκέφαλον κινῆσαι τὸν θώρακα. ἔπειτα τὸ ποιητικὸν αἴτιον διττῶς λέγεται, τὸ μὲν προσ‐ | |
10 | εχῶς, τὸ δὲ πόρρω, εἴη δ’ ἂν ἐνταῦθα, ἐπὶ τῆς φωνῆς δηλαδὴ, ἔτι πορρωτέρω ποιητικὸν αἴτιον, τοῦτο δέ ἐστιν ἡ πάντων αἰτία καὶ συνεκτικὴ τοῦ Θεοῦ σοφία, ἡ οὕτως δημιουργήσασα καὶ κατασκευάσασα τοῦ ἀν‐ θρώπου τὰ μόρια·) ὑλικὸν δὲ, τὸ ἔξω φερόμενον | |
15 | πνεῦμα τῆς ἐκπνοῆς· ὀργανικὸν δὲ, ἡ τραχεῖα ἀρτηρία καὶ ὁ κοινὸς χιτὼν αὐτῆς καὶ τοῦ στομάχου· καὶ τελικὸν δὲ, αὐτὴ ἡ φωνή. | |
3.13 | Ἡ δὲ τραχεῖα ἀρτηρία καὶ βρόγχος καλεῖται, διὰ τὸ ἐκ πολλῶν βρογχίων συγκεῖσθαι. Βρόγχια δέ | |
ἐστι σώματα χονδρώδη κύκλῳ παραπλήσια· καὶ καθάπερ πολλοὶ κύκλοι συνελθόντες καὶ μιγέντες | 106 | |
5 | πρὸς ἀλλήλους κατὰ μῆκος κύλινδρον ἀποτελοῦσιν· οὕτως καὶ ἡ τραχεῖα ἀρτηρία, καθ’ ὃ μὲν ἐκ πολλῶν βρογχίων συντεθέντων ἀποτελεῖται, βρόγχος καλεῖται· καθ’ ὃ δὲ ἐκ πολλῶν κύκλων, κύλινδρος. Οὐκ ἔστι δὲ ὅλος ὁ κύκλος τῶν βρογχίων χόνδρος, τὸ γὰρ | |
10 | ὄπισθεν μέρος αὐτῶν τὸ παρακείμενον τῷ οἰσοφάγῳ νευρῶδές πως ἐστίν· ὡς εἶναι τοὺς κύκλους πάντας κατὰ μὲν τὰ ἔμπροσθεν καὶ πλάγια χόνδρους, κατὰ δὲ τὰ ὄπισθεν νευρώδεις, διὰ τὸ μὴ θλίβειν τὸν οἰσοφάγον. Συνῆπται δὲ ὅ τε στόμαχος καὶ ἡ τρα‐ | |
15 | χεῖα ἀρτηρία διά τινος χιτῶνος ἑνὸς κοινοῦ ὑπαλεί‐ φοντος αὐτὰ ἔσωθέν τε καὶ ἔξωθεν, καὶ διὰ τοῦτο ἐν ταῖς καταπόσεσι κατασπωμένου τοῦ οἰσοφάγου, ἀνα‐ σπᾶται ὁ λάρυγξ. Ἔστι δὲ ὁ χιτὼν οὗτος τὴν οὐ‐ | |
σίαν λεπτὸς, καὶ πυκνὸς, καὶ συμμέτως ξηρός· εἰ γὰρ | 107 | |
20 | ἀραιὸς ἦν, ἑτοίμως [ἂν ἐδέχετο] ῥεύματα, καὶ διά‐ βροχος γενόμενος βραγχώδη τὴν φωνὴν ἀπετέλει· εἰ δὲ πάλιν ξηρότερος τοῦ συμμέτρου, κακόφωνος ἂν ἐγίνετο ὁ ἄνθρωπος· πολλάκις γὰρ ἐν διακαέσι πυρε‐ τοῖς ἀναξηραινομένων τῶν ὑπὸ τὴν φάρυγγα καὶ τὴν | |
25 | τραχεῖαν ἀρτηρίαν, τὰς ὑπὸ τοῦ Ἱπποκράτους κλαγ‐ γώδεις ὠνομασμένας φωνὰς γίνεσθαι συμβαίνει. Οὕτως δὲ κἂν τοῖς ζώοις ὅσα μακρὸν ἱκανῶς ἔχει τὸν τράχηλον καὶ [ξηροὺς] τοὺς χόνδρους, καθάπερ γέρανοι καὶ τὰ ὅμοια· καὶ γὰρ καὶ περὶ τούτων | |
30 | φησὶν Ὅμηρος, | |
“Κλαγγηδὸν δὲ πέτονται ἐπ’ ὠκεανοῖο ῥοάων.” Ἀποδέδεικται δὲ μὴ δύνασθαι γενέσθαι φωνὴν ἄνευ τοῦ στενωθῆναι τὴν διέξοδον τοῦ λάρυγγος, ἀθροωτέ‐ ραν δὲ γενέσθαι καὶ τὴν προσβολὴν τοῦ πνεύματος· | 108 | |
35 | εἰ γὰρ ἀτρέμα τὸ πνεῦμα ἔξω φέροιτο, τὴν χωρὶς ψόφου συντελουμένην ἀποτελέσει φωνήν· εἰ δὲ ἀθρόως τε καὶ σφοδρῶς, τὴν μετὰ ψόφου ἐκπνοὴν ἀπεργάσεται, ὅπερ ἐστὶν τὸ στενάζειν. Ἵνα δὲ φω‐ νήσῃ τὸ ζῶον, δεῖται μὲν πάντως καὶ τῆς κάτωθεν | |
40 | ἄνω φορᾶς ἀθροωτέρας, καὶ τῆς κατὰ τὸν λάρυγγα διεξόδου στενοτέρας, κατὰ βραχὺ δὲ ἐκ τοῦ στενοῦ | |
3.14 | ἀνευρυνομένης· ὅπερ ἐργάζεται ἡ ἐπιγλωττίς. Ἔστι δὲ ἡ ἐπιγλωττὶς σῶμα χονδρῶδες, ἐπιπωμάζον τὸν λάρυγγα· ὁ γὰρ σύμπας λάρυγξ σύγκειται ἐκ τριῶν χόνδρων, ὧν πρῶτός ἐστιν ὁ θυρεοειδὴς, δεύτερος δὲ | 109 |
5 | ὁ ἀκατονόμαστος, τρίτος δὲ ὁ ἀρυταινοειδής. Διήρ‐ θρωνται δὲ πρὸς ἀλλήλους, οἷον χόνδροι, συνδεόμενοι διὰ μυῶν καὶ νεύρων, πρὸς τὸ ἀνοίγεσθαι τὸν λά‐ ρυγγα καὶ κλείεσθαι. ἀνοίγεται μὲν γὰρ ἐν ταῖς ἀθρόαις ἐκπνοαῖς ὑπὸ τῶν ἔξω μυῶν, διὰ πλείστου | |
10 | πνεύματος βαρεῖάν τε καὶ μεγάλην τὴν φωνὴν ἐργαζό‐ μενος· σφαλίζεται δὲ παντελῶς ὑπὸ τῆς ἐπιγλωττίδος ἐν ταῖς καταπόσεσιν, ἵνα μὴ ἀθρόως θάνατος κατα‐ λάβῃ τὸ ζῶον. Ταῦτα τῆς ἀφάτου τοῦ Θεοῦ σοφίας τὰ δημιουργήματα. πολλάκις γὰρ, ὑστερησάσης τῆς | |
15 | ἐπιγλωττίδος κλεῖσαι, ὑγρότης τοῦ ποτοῦ παραδρα‐ μοῦσα κερχνεῖν ἀναγκάζει τὸν ἄνθρωπον, ὡς ῥηχθῆ‐ | |
ναι τοὺς ὀφθαλμοὺς τῇ βίᾳ τοῦ ἐμπεσόντος, καὶ προ‐ πετεῖς γίνεσθαι· εἰ δὲ ψὶξ παραδράμῃ, αἰφνίδιον ἐπάγει θάνατον. | 110 | |
20 | Ἐπέλθωμεν οὖν ἐξηγήσασθαι περὶ τῶν τριῶν χόνδρων τοῦ λάρυγγος τό τε σχῆμα καὶ τὴν ἐνέρ‐ | |
3.15 | γειαν αὐτῶν, ἀπὸ τοῦ πρώτου ἀρξάμενοι. Ἔστιν οὖν ὁ μὲν πρῶτος χόνδρος θυρεοειδὴς, κείμενος ἔμπροσ‐ θεν τοῦ τραχήλου καὶ κάτω τῆς γένυος, ὅστις καὶ φαίνεται καὶ καλεῖται τετράπλευρος, θυρεῷ παρα‐ | |
5 | πλήσιος τῷ σχήματι, ἐξ οὗ καὶ τὴν προσωνυμίαν ἐκτήσατο, ἔοικε γὰρ θυρεῷ. Ὁ δὲ δεύτερος ὄπισθεν καὶ ἔσω κεῖται, προσψαύων τῷ στομάχῳ, ἀνόμοιος δὲ τοῖς φαινομένοις πᾶσιν, ὡς καὶ [μηδενὶ] ἑοικὼς ἀκα‐ τονόμαστος ὠνομάσθη. Ὁ τρίτος δὲ τῇ μὲν θέσει | |
10 | ἄνω καὶ μέσος κεῖται τῶν δύω τούτων, ἀρυταίνῃ παρα‐ πλήσιος, ὅθεν καὶ τὴν ὀνομασίαν ἔσχηκεν ἀρυταινο‐ ειδής. (ἔστι δὲ ἀρύταινα ξυλουργικὸν σκεῦος, ᾧπερ χρῶνται οἱ πλευστικοὶ εἰς τὸ ἀντλεῖν τὸ ἐν τῇ νηῒ ἐπιπολάζον ὕδωρ, οἱ κηπευτικοὶ δὲ πρὸς τὸ ἄρδειν | 111 |
15 | τοὺς κήπους.) Τούτῳ τῷ ἀρυταινοειδεῖ χόνδρῳ ἐπί‐ κειταί τι σκέπασμα, νευροχονδρῶδες τὴν οὐσίαν, τοι‐ οῦτον τὸ μέγεθος ὅσον ἐστὶ τὸ ἄνοιγμα τοῦ ἀρυται‐ νοειδοῦς χόνδρου, πρὸς τὸ κλείειν αὐτὸν παντάπασιν· ὀνομάζεται δὲ τοῦτο τὸ μόριον γλωττὶς, ἐοικὼς ταῖς | |
20 | τῶν αὐλῶν γλώτταις τε καὶ γλωττίσι, καὶ γὰρ καὶ ταύτας ἀμφοτέρως προσαγορεύουσι. Κατασκευάζεται δὲ ἡ γλωττὶς αὕτη ὑπὸ ὑμένων τινῶν, ἅμα σώμασι γλισχροῖς, ἐπιστρεφομένων πρός τε τὸν στόμαχον καὶ τὸ στόμα τοῦ λάρυγγος. Διὰ τοῦτο δὲ ὑμενῶδες | |
25 | τὸ σῶμα τῆς γλωττίδος ἐγένετο, πρὸς τὸ μήτε πλη‐ ρούμενον τοῦ πνεύματος ῥήγνυσθαι, μήτε, τοῦ λάρυγ‐ γος εὐρυνομένου καὶ συστελλομένου, ταῖς ἐναντίαις αὐτοῦ κινήσεσιν ἑπόμενον, εἰς κίνδυνον ἀφικέσθαι ῥήξεως· ὑγρὸν δὲ οὐχ ἁπλῶς, ἀλλὰ σὺν [τῷ] γλισ‐ | 112 |
30 | χρόν πως εἶναι καὶ λιπαρὸν, ἵνα ἐπιτέγγηται διὰ παντὸς καὶ ἐξαρκῇ χρόνῳ πολλῷ· ὥστε μήθ’ ἑτοίμως αὐτοῦ ἀπορρέοντος, μήτε ξηραινομένου, κινδυνεῦσαι διαφθαρῆναι τὴν φωνήν. ἔν τε γὰρ τοῖς διακαέσι τῶν πυρετῶν οὐ δύνανται φθέγγεσθαι πρὶν διαβρέξαι | |
35 | τὸν λάρυγγα, καὶ ὅσοι διὰ καύματος ὁδοιποροῦσι σφοδροῦ, ταὐτὸ τοῦτο πάσχουσιν. Ἀλλὰ περὶ μὲν τῆς γλωττίδος τοῦ λάρυγγος | |
3.16 | ἱκανὰ καὶ ταῦτα· περὶ δὲ τῶν παλινδρομούντων νεύρων ὅτι καὶ αὐτὰ ὄργανα φωνῆς εἰσιν ἐκ τῶνδ’ ἂν μάθοις. Ἕκτη γάρ τις ἐστὶ συζυγία τῶν ἀπ’ ἐγκεφάλου πεφυκότων νεύρων εἰς τὸν θώρακα διὰ | 113 |
5 | τοῦ τραχήλου κατερχομένη· καὶ ταύτης, ὅταν ἐν τῷ θώρακι γένηται, συζυγία τις ἀποφυομένη νεύρων ἑτέ‐ ρων τινῶν μικροτέρων ἀναφέρεται διὰ τοῦ τραχήλου παρὰ τὴν τραχεῖαν ἀρτηρίαν, ἐπιβαίνουσα τῷ λά‐ ρυγγι· ἐντεῦθεν δὲ ἀτρέμα λοξὰ τὰ δύο ταῦτα | |
10 | νεῦρα πρὸς τὴν ἔσω τε καὶ ἄνω χώραν αὐτοῦ φερό‐ μενα κατασπείρονται εἰς ἅπαντας τοὺς τὸν λάρυγγα κινοῦντας μύας, ὡς διὰ τοῦτο ταῦτα πρῶτα ὄργανα γενέσθαι φωνῆς. Παλινδρομοῦντα δὲ λέγονται ὅτι κατερχόμενα διὰ τοῦ τραχήλου ἕως τοῦ θώρακος, | |
15 | πάλιν δι’ αὐτοῦ τοῦ τραχήλου ἀνέρχονται εἰς τοὺς τοῦ λάρυγγος χόνδρους. Εἰ θέλεις δὲ μαθεῖν ὅτι | |
πρῶτα [φωνῆς] ὄργανα τὰ παλινδρομοῦντα νεῦρα, πρόσεχε τὸν νοῦν· εἰ γὰρ τέμνῃς αὐτὰ, ἢ θλάσῃς, ἢ βρόχῳ διαλάβῃς, ἡ φωνὴ τοῦ ζώου τελείως ἀπόλ‐ | 114 | |
20 | λυται. Ὥστε ἀναπνευστικῶν τε καὶ φωνητικῶν ὀρ‐ γάνων ὄντων θώρακός τε, καὶ πνεύμονος, καὶ τραχείας ἀρτηρίας, ἔτι τε λάρυγγος, καὶ τῶν ἀνοιγόντων τε καὶ κλειόντων μυῶν, ἔτι τε τῆς ἐπιγλωττίδος, καὶ τοῦ κοινοῦ χιτῶνος τοῦ λάρυγγος καὶ τοῦ στομάχου, | |
25 | πρῶτα μὲν ὄργανα φωνῆς τὰ παλινδρομοῦντα νεῦρα, τὰ δ’ ἄλλα πάντα τῶν ὧν οὐκ ἄνευ λόγον ἐπέχει. | |
3.17 | Ταῦτα τοιγαροῦν τὰ ἀναπνευστικὰ καὶ φωνητικὰ ὄργανα ἐνεργοῦσι, διαστελλομένου τε καὶ συστελλο‐ μένου τοῦ θώρακος. Ἡ δὲ διαστολὴ τοῦ θώρακος γίνεται οὕτως. Δώδεκα παγίδες εἰσὶ μιᾶς ἑκάστης | |
5 | τῶν πλευρῶν, ὥστε εἶναι τὰς τῶν δύο πλευρῶν παγίδας εἰκοσιτέσσαρας, δώδεκα τῆς δεξιᾶς καὶ | |
τῆς ἀριστερᾶς ὁμοίως. Προσήρτηνται δὲ αὗται ἑκατέρωθεν τοῖς δώδεκα σπονδύλοις τῆς ῥάχεως τοῖς ἀφωρισμένοις τῷ θώρακι. Αἱ μὲν οὖν ἀνώτεραι | 115 | |
10 | δεκατέσσαρες συναρθροῦνται τοῖς [ὀστοῖς] τοῦ στέρνου, ἑκατέρωθεν ἑπτὰ, κατὰ ὀξείας γωνίας· ἐν δὲ τῇ ἀβιάστῳ ἀναπνοῇ ἑλκόμεναι κάτω πρὸς τὴν γαστέρα αἱ συναρθρώσεις αὗται ὑπὸ τῶν φρενῶν, ἀναγκάζονται τὰς ὀξείας γωνίας τῶν συναρθρώσεων | |
15 | ἀμβλείας ἀποτελεῖν, ὥστε φέρεσθαι τὸν θώρακα κάτω. Καταφερόμενος οὖν ὁ θώραξ θλίβει τὴν γαστέρα, θλιβομένη δὲ ἡ γαστὴρ ἐξογκοῦται· εἶτα πάλιν συστελλόμενος ὁ θώραξ ἀνασπᾶται πρὸς τὰ ἄνω, ὡς διὰ τούτου χαλᾶσθαι τὸ διάφραγμα. Χαλώ‐ | |
20 | μενον οὖν τὸ διάφραγμα δίδωσι χώραν τῇ κοιλίᾳ ἀποκαταστῆναι εἰς τὴν ἑαυτῆς κοίτην. Τοῦτο δὲ οὐχ ἅπαξ ἀλλὰ καὶ πολλάκις γινόμενον διαστέλλεσθαι καὶ συστέλλεσθαι ποιεῖ τὴν γαστέρα· καὶ διὰ τοῦτο | |
οἱ ἄπειροι ἀνατομῆς ἀπατῶνται, οἰόμενοι ἕλκειν τὴν | 116 | |
25 | κοιλίαν πνεῦμα ἐν ταῖς ἀναπνοαῖς καὶ πάλιν ἐκπέμ‐ πειν, καὶ διὰ τοῦτο διαστέλλεσθαι καὶ συστέλλεσθαι. Εἰ δὲ βιαστικωτερόν πως ἀναπνεύσει τὸ ζῶον, οὐ μόνον κάτω φέρεσθαι ποιεῖ τὸν θώρακα, ἀλλὰ καὶ ἔξω, τῶν μεσοπλευρίων μυῶν τῶν ἔξω ἐνεργησάντων. | |
30 | Εἰ δ’ ἀναγκασθείη τις ποτὲ καθέξειν τὸ πνεῦμα, οὐ μόνον κάτω καὶ ἔξω φέρεται ὁ θώραξ, ἀλλὰ καὶ ἄνω, τῶν μεγίστων ἐνεργησάντων μυῶν τῶν τὰς ὠμοπλά‐ | |
3.18 | τας ἀνασπώντων. Αἱ δὲ ὑπόλοιποι δέκα παγίδες αἱ κατωτέρω κείμεναι ἀπολείπονται μὲν τῷ μήκει, καὶ ὀνομάζονται νόθοι· προσήρτηνται δὲ τῷ διαφράγματι ἀποπερατούμεναι εἰς χόνδρους. Καὶ τοῦτο δι’ ἄκραν | |
5 | πρόνοιαν τοῦ φιλανθρώπου Θεοῦ ἡμῶν. ἐπίκεινται γὰρ τῇ γαστρὶ αἱ νόθοι πλευραί· καὶ εἰ δι’ ὅλου ὀστᾶ ἦσαν, ἑτοίμως ἂν ἐθραύοντο ὑπὸ τῶν ἔξωθεν προσ‐ | |
πιπτουσῶν πληγῶν, θραυόμενα δὲ καὶ πρὸς τὰ ἐντὸς ὠθούμενα ἐνεπήσσοντο ἐν τῇ γαστρὶ ὡς ἐπακολου‐ | 117 | |
10 | θῆσαι θάνατον. Ἀλλὰ καὶ ἄλλως χρήσιμον τὸ ἀπο‐ περατωθῆναι τῶν νόθων πλευρῶν τὰς παγίδας εἰς χόνδρους. ἐπικείμεναι γὰρ τῇ γαστρὶ, ἀκολουθεῖν αὐτῇ ἔμελλον ἀφισταμένῃ τε καὶ προπετεῖ γενομένῃ· πολλάκις γὰρ ἀκρασίᾳ χρησάμενον τὸ ζῶον βρωμά‐ | |
15 | των τε καὶ ποτῶν, εἰς τοσοῦτον ἐξαίρεται ἡ γαστὴρ ὡς ἀπορρήγνυσθαι. Χαλᾶσθαι οὖν ἔδει τὰς νόθους πλευρὰς, συνεισερχομένας τε καὶ συνεξερχομένας τῷ ὄγκῳ αὐτῆς· τοῦτο δὲ τὸ ἔργον οὐκ ἂν ἐγένετο, εἰ ὀστώδη διὰ παντὸς ἦσαν. Διὰ τοῦτο οὖν πρὸς τὸ | |
20 | συμφέρον ἡ ἄφατος τοῦ Θεοῦ σοφία τε καὶ φιλαν‐ θρωπία προνοουμένη τὰς περατώσεις τῶν νόθων πλευρῶν εἰς χόνδρους ἀπετελείωσε· καὶ οὐ μόνον ταύτας, ἀλλὰ καὶ τὸν ξιφοειδῆ χόνδρον, ἀποπερά‐ | |
τωμα τοῦ στήθους ὄντα, κατὰ τὸ στόμα τῆς γαστρὸς | 118 | |
25 | τέθηκεν πρόβλημα καὶ περιτείχισμα, ὥστε φυλάττειν τὸν στόμαχον τῶν ἔξωθεν προσβολῶν. Οὗτοι οἱ χόνδροι, ὅ τε ξιφοειδὴς, καὶ οἱ ἀποπερατούμενοι ἐν ταῖς νόθοις πλευραῖς, προσήρτηνται τῷ διαφράγματι. | |
3.19 | Τοῦ διαφράγματος δὲ ἡ μὲν ἴδιος οὐσία μῦς ἐστιν, ἀμφιάσματα δὲ αὐτῷ δύο γεγένηνται, κάτωθεν μὲν ἡ κορυφὴ τοῦ περιτοναίου χιτῶνος, ἄνωθεν δὲ ἡ βάσις τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος. Ὑποτέ‐ | |
5 | ταται γὰρ ὁ ὑπεζωκὼς ἐν ἅπαντι τῷ κύτει τοῦ θώ‐ ρακος ἔνδον, ὑπαλείφων αὐτὸν, καὶ τὸν πνεύμονα, καὶ τὴν καρδίαν, ἅπαντά τε τὰ ἀναπνευστικὰ ὄργανα μέχρι τοῦ φάρυγγος καὶ ὑπερώας, γλώσσης τε καὶ στόματος, καὶ τῶν τῆς κεφαλῆς ἁπάντων μορίων, | |
10 | καὶ αὐτοῦ τοῦ ἐγκεφάλου. Ὃν γὰρ τρόπον ἐνδέδυται τὸ σῶμα τοῦ ἀνθρώπου ἔξωθεν τὸ δέρμα, ὡς μὴ ἀσκεπὲς φαίνεσθαί τι μόριον, μηδὲ κολλᾶν ἄλλο εἰς ἄλλο· τὸν αὐτὸν τρόπον ἔσωθεν ὑμήν τις ὑποτέ‐ ταται, ὑπαλείφων ἅπαντα τὰ μόρια τοῦ ζώου. καὶ | 119 |
15 | τῷ μὲν κοινῷ ὀνόματι ὀνομάζεται ὑμὴν καὶ ὑπαλεί‐ φων· διαιρεῖται δὲ εἰς δύο, εἴς τε τὰ κάτω τῶν φρενῶν χωρία, καὶ τὰ ὑπὲρ τῶν φρενῶν· καὶ ὅσος μέν ἐστι κάτωθεν τῶν φρενῶν, ὀνομάζεται περιτό‐ ναιος· ὅσος δὲ ὑπὲρ τὰς φρένας, ὀνομάζεται ὑπε‐ | |
20 | ζωκώς. Ὅτι μὲν οὖν ἡ οὐσία τῶν φρενῶν μῦς ἐστι μαρτυρεῖ τὸ φαινόμενον, εἴ τις σχίσας τὸ ζῶον ἐν‐ τέχνως αὐτόπτης τῆς θέσεως αὐτῶν γένηται. Τὸ δὲ σχῆμα τῶν φρενῶν περιφερές ἐστι καὶ ἀνόμοιον· τὸ μὲν γὰρ ἔνδον αὐτῶν, νευρῶδες· τὸ δὲ γύρωθεν τοῦ | |
25 | νευρώδους, καθ’ ὃ προσήρτηται ταῖς νόθοις πλευραῖς καὶ τῷ ξιφοειδεῖ χόνδρῳ, σαρκῶδες. Οὐ συμφύονται | |
δὲ ταῖς νόθοις πλευραῖς κατ’ ἄκρον, ἀλλ’ ὑπερκύπτει τις αὐτῶν μοῖρα καθ’ ὑποχόνδριον, οἷον χάραξ, χά‐ ρακι γὰρ ταύτην προσεικάσαν· φρουρεῖ γὰρ ὁ χάραξ | 120 | |
30 | τὰς νόθους πλευρὰς, καὶ τὸν ξιφοειδῆ χόνδρον, αὐτάς τε τὰς φρένας, καὶ τὸ ἧπαρ, καὶ αὐτὸ τὸ στόμα τῆς γαστρός. | |
3.20 | Φρουροῦσι δὲ καὶ οἱ μαστοὶ τὴν καρδίαν ἐπικεί‐ μενοι τῷ στέρνῳ, ἅμα μὲν σκέποντες αὐτὴν ὑποκει‐ μένην ἅμα δὲ καὶ θερμαίνοντες, ἀμοιβήν τινα αὐτῇ βραχεῖαν ἀποδιδόντες· ὁμοίως τοῖς ἔξωθεν ἐπιτιθε‐ | |
5 | μένοις ἡμῖν ἐρείοις ἐπιβλήμασιν, ἃ ψυχρὰ περιτε‐ θέντα τῷ σώματι, κἄπειτα ὑπ’ αὐτοῦ θερμανθέντα, | |
μικρὸν ὕστερον ἀντιθερμαίνει. Κατὰ τὸν αὐτὸν οὖν τρόπον ἡ κατὰ τοὺς μασθοὺς ἀδενώδης οὐσία σκέ‐ πασμά τε ἅμα τῆς καρδίας ἐστὶ, καὶ θερμαινομένη | 121 | |
10 | πρὸς αὐτῆς, [ἀντιθερμαίνει]. Ἐμνημονεύσαμεν δὲ μασθῶν ἐν τῷ παρόντι λόγω ἐπειδὴ ἐν τοῖς ἀναπνευ‐ στικοῖς μορίοις ἡ θέσις αὐτῶν τέτακται· τὴν δὲ ἐνέρ‐ γειαν αὐτῶν καὶ τὴν χρείαν ἐροῦμεν, ὅταν περὶ τῶν γεννητικῶν μορίων ἐξηγεῖσθαι μέλλωμεν. | |
3.21 | Τὸ δὲ καλούμενον ὑοειδὲς ὀστοῦν σμικρὸν μέν ἐστι τῷ μεγέθει, χρείας δὲ μεγίστας καὶ πλείστας παρέχει τῷ ζώῳ· οἱ γὰρ τὸν λάρυγγα ἀνοίγοντες καὶ κλείοντες μύες ἐξ αὐτοῦ πεφύκασι, καὶ οἱ κινοῦν‐ | |
5 | τες τὴν γλῶτταν μύες ὡσαύτως, καί τινες ἄλλοι μύες πρὸς τὰς ὠμοπλάτας ἀνατεινόμενοι στενοὶ καὶ μακροὶ, ἄλλοι δὲ πρὸς τὴν γένυν. Καὶ ὅστις ἂν ἐθέ‐ λοι καταμαθεῖν, [ἀνατεμνέτω,] εἰ δ’ ἀπορήσειεν ἀνα‐ τέμνειν, φοιτάτω πρὸς ἀνατομικοὺς, ὅπως μὴ μόνον | 122 |
10 | τοὺς ἐξ αὐτοῦ ἐκφυομένους μύας ἐκμάθοι, ἀλλὰ καὶ τὴν οὐσίαν αὐτοῦ καὶ τὴν ἰδέαν. Ἔστι μὲν οὖν κατὰ τὴν οὐσίαν τὸ ὑοειδὲς ὀστοῦν, πῆ μὲν ὀστοῦν, πῆ δὲ χόνδρος. Διώνυμον δὲ τοῦτο τὸ ὀστοῦν· οὐ μόνον γὰρ ὑοειδὲς ὀνομάζεται, ἀλλὰ καὶ λαβδοειδὲς, | |
15 | διὰ τοῦτο [ὅτι] τοῖς δυσὶ γράμμασι ὅμοιον ὑπάρχει τῷ τε Υ καὶ τῷ Λ. Τὴν δὲ ἰδέαν ἐστὶ τοιοῦτος· αἱ ταπειναὶ πλευραὶ αὐτοῦ πρὸς τὴν μέσην αὐτοῦ χώραν | |
ἀνήκουσι, πλάτος ἔχουσαν τῇ αὐτῇ χώρᾳ ἀξιόλογον, ἀφ’ ἧς πάλιν ὄρθιαί τινες ἀνατείνονται δύο πλευραὶ | 123 | |
20 | παράλληλοι, βραχὺ διεστῶσαι ἀπ’ ἀλλήλων, σύν‐ δεσμον ὑμενώδη κατὰ τὴν μεταξὺ χώραν ἔχουσαι. Ἀλλὰ περὶ μὲν τῶν μυῶν καὶ τῶν συνδέσμων τῶν ἐκ τοῦ λαβδοειδοῦς ὀστοῦ πεφυκότων ὕστερον εἰρή‐ σεται, ὅταν καὶ περὶ τῆς γλώσσης ἔλθωμεν ἐξη‐ | |
25 | γούμενοι. Νυνὶ δὲ ἐνταῦθα καταπαύσω τὸν περὶ τῶν ἀνα‐ | |
πνευστικῶν μορίων λόγον. | 124 | |
4t | ΘΕΟΦΙΛΟΥ ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΑΝΘΡΩΠΟΥ ΚΑΤΑΣΚΕΥΗΣ ΒΙΒΛΙΟΝ Δ. | |
4.1 | ὍΤΙ μὲν οὖν τρεῖς ἀρχαί εἰσιν αἱ διοικοῦσαι τὸ τοῦ ζώου σῶμα, ἐγκέφαλος, καρδία, ἧπαρ, πᾶσι τοῖς σοφοῖς ἰατροῖς ὡμολόγηται· ὅτι δὲ ὁ μὲν ἐγκέφαλος διὰ τῶν νεύρων χορηγεῖ παντὶ τῷ σώματι αἴσθησίν | |
5 | τε καὶ κίνησιν, ἡ δὲ καρδία διὰ τῶν ἀρτηριῶν ῥιπί‐ ζουσα τὸ πᾶν σῶμα ζωογονεῖ, τὸ δὲ ἧπαρ διὰ τῶν φλεβῶν, ὥσπερ δι’ ὀχετῶν τινων, ἄρδει τοῦ σώματος τὰ μόρια καὶ τρέφει καὶ αὔξει αὐτὰ, καὶ τοῦτο ὁμολογούμενόν ἐστι, οὐ μόνον σοφοῖς ἰατροῖς, ἀλλὰ | 125 |
10 | καὶ τοῖς ἰδιώταις. Περὶ μὲν οὖν τῆς καρδίας, καὶ τῶν εἰσαγόντων εἰς αὐτὴν ἀγγείων, ἔτι τε τῶν ἐξα‐ γόντων ἀπ’ αὐτῆς, ἐν τῷ πρὸ τοῦδε γράμματι αὐτάρ‐ κως διήλθομεν· ἀλλὰ καὶ περὶ τῶν ἀναπνευστικῶν μορίων ἐξηγησάμεθα, ὧν εἰ γένηταί τις ἐν πείρᾳ | |
15 | τῆς διηγήσεως, μεγάλως θαυμάσει τὴν δημιουργίαν τοῦ Θεοῦ, πῶς ἅπαντα τὰ μόρια τοῦ σώματος πρὸς τὴν ἑκάστου συμφέρουσαν χρείαν [διέπλασεν], εἰ δὲ καὶ προσελθὼν ἀνδράσιν ἀνατομικοῖς αὐτόπτης τῆς διαπλάσεως γένηται, ὅπως διάκειται ἓν ἕκαστον αὐ‐ | |
20 | τῶν, καὶ ποίαν ἐνέργειαν ἔχει, καὶ ποταπὸν τὸ πρέπον μέγεθος ἑκάστῳ δέδοται, οὐ μόνον θαυμάσει, ἀλλὰ | |
καὶ ἀνακράξει μεγάλῃ τῇ φωνῇ τὸ προφητικὸν λό‐ γιον τοῦ θεοπάτορος Δαυὶδ, τὸ “Ὡς ἐμεγαλύνθη τὰ “ἔργα Σου, Κύριε, [ὡς] πάντα ἐν σοφίᾳ ἐποίησας·” | 126 | |
25 | ὡσαύτως δὲ καὶ περὶ τοῦ ἥπατος, καὶ τῶν εἰσαγόντων εἰς αὐτὸ ἀγγείων, καὶ περὶ τῶν ἐξ αὐτοῦ ἐξαγόντων, ἅμα καὶ περὶ τῶν θρεπτικῶν ἁπάντων μορίων, τὰ εἰκότα συνεγραψάμεθα. ἐν δὲ τῷ παρόντι λόγῳ, τετάρτῳ ὄντι τῆς ὅλης πραγματείας, περὶ τοῦ ἐγκε‐ | |
30 | φάλου καὶ τῶν ἐν αὐτῷ μηνίγγων τὴν ἐξήγησιν ποιησόμεθα, τὴν ἀρχὴν ἀπὸ τῆς κεφαλῆς ἀρξάμενοι, ἐπειδὴ καὶ οἶκος καὶ κατοικητήριον τοῦ ἐγκεφάλου αὐτὴ κατεσκευάσθη· βάσταξ δὲ τῆς κεφαλῆς ἐστιν ὁ τράχηλος. Τί μὲν οὖν ἐστιν ἡ κεφαλὴ, καὶ διὰ τί | |
35 | γέγονεν, προϊὼν ὁ λόγος διδάξει· νυνὶ δὲ περὶ τοῦ τραχήλου λεκτέον, ἐπειδὴ καὶ βάσταξ καὶ στύλος | |
τῆς κεφαλῆς αὐτὸς γέγονεν. | 127 | |
4.2 | ἘΠΕΙ οὖν ὁ ἄνθρωπος ζῶόν ἐστι λογικὸν, φωνη‐ τικόν τε καὶ διαλεκτικόν, ἀπεδείχθη δὲ μὴ γίνεσθαι φωνὴν χωρὶς πνεύμονος· ὁ δὲ πνεύμων ἀποκεχώ‐ ρισται τοῦ στόματος· μεταξὺ γὰρ πνεύμονος καὶ | |
5 | στόματός ἐστιν ὁ λάρυγξ, καὶ ἡ φάρυγξ τὸ ὄπισθεν. Πᾶν δὲ τὸ ἐκ σπονδύλων συγκείμενον, ἐξέχον δὲ τῶν ὤμων ἕως τῆς κεφαλῆς, τοῦτο τράχηλος ὀνο‐ μάζεται· τὸ δὲ ὕπερθεν τοῦ τραχήλου ἐπικείμενον σῶμα, τοῦτό ἐστιν ἡ κεφαλή· τὸ μὲν εἶδος αὐτῆς | |
10 | προμήκει μάλιστα σφαίρᾳ ἐοικὸς, τὸ δὲ μέγεθος πρὸς ἀναλογίαν τοῦ τραχήλου. κεφαλὴ γὰρ μεγάλη σὺν καρτερῷ τῷ αὐχένι ἀγαθὴ, κεφαλὴ δὲ μεγάλη σὺν ἰσχνῷ τῷ αὐχένι οὐκ ἀγαθή· ἡ δὲ μικρὰ κεφαλὴ κατὰ πάντα ἐξουθενημένη. Εἰ γὰρ ὁ ἐγκέφαλος | |
15 | ῥωμαλέος ἐστὶ, δῆλον ὡς καὶ ὁ ἀπ’ αὐτοῦ πεφυκὼς νωτιαῖος· εἰ δὲ ἀμφότεροι ῥώμης ἔμπλεοι, δῆλον ὡς καὶ τὰ περιέχοντα τούτοις [ὀστᾶ] εὐρύχωρα. φασὶ γὰρ τῶν ἰατρῶν οἱ σοφώτεροι ὑπὸ μὲν τοῦ ἐγκεφάλου τὴν κεφαλὴν διαπλάττεσθαι, ὑπὸ δὲ τοῦ νωτιαίου | 128 |
20 | μυελοῦ τοὺς σπονδύλους τῆς ῥάχεως, προστάξει δηλονότι τοῦ κτίσαντος ἡμᾶς Θεοῦ, εἰ καὶ τοῦτο ἠγνόησαν αὐτοί· λαβόντες γὰρ ἀπὸ τοῦ Θεοῦ τὴν σοφίαν, τὸν δεδωκότα οὐκ ἔγνωσαν· ἡμεῖς δὲ καὶ γινώσκομεν Αὐτὸν, καὶ τὰ ποιήματα Αὐτοῦ κατανο‐ | |
25 | οῦντες ὑπερθαυμάζομεν τὴν φιλανθρωπίαν Αὐτοῦ, καὶ αἰνοῦμεν Αὐτὸν ὅτι οὕτως εὐχρήστως [διέπλασεν] τὸν ἄνθρωπον ὡς πάντα αὐτοῦ τὰ μόρια χρειώδη εἶναι καὶ μάτην κατασκευασθῆναι μηδὲ τὸ σμικρό‐ τατον. | |
4.3 | Τῆς μὲν οὖν κεφαλῆς τὸ τριχωτὸν μέρος καλεῖται κρανίον, συγκείμενον ἐξ ὀστῶν ἕξ· εἰσὶ δὲ ταῦτα, | |
τὸ μέτωπον, τὸ ἰνίον, τὰ δύο βρέγματα, καὶ τὰ δύο λιθοειδῆ. Ταῦτα τὰ ὀστᾶ ἡμῶν ἥνωνται πρὸς ἄλ‐ | 129 | |
5 | ληλα ῥαφαῖς πριονοειδέσιν. Ἀφορίζει δὲ ἡ μὲν στε‐ φανιαία ῥαφὴ τὸ μέτωπον, ὅπερ ἐστὶν ἔμπροσθέν τε καὶ ὄπισθεν μετὰ τοὺς ὦπας κείμενον, (ἐξ οὗ καὶ τὴν προσωνυμίαν ἔχει μέτωπον·) ἡ δὲ λαβδοειδὴς τὸ ἰνίον, ὄπισθέν τε καὶ ὕπερθεν τοῦ πρώτου σπονδύλου κεί‐ | |
10 | μενον. Ἑνοῖ τὰς δύο ῥαφὰς πρὸς ἀλλήλας ἡ κατὰ κορυφὴν μέση ἐπ’ εὐθείας κειμένη, ὡς ἐοικέναι τὸ τῶν τριῶν ῥαφῶν σχῆμα τῷ Η γράμματι· διαχωρίζει δὲ ἡ κατὰ κορυφὴν ῥαφὴ τὰ ὀστᾶ τοῦ κρανίου ὑπερφερῆ πάντων ὀστῶν ὄντων. Παράκεινται δὲ τῇ κατὰ κορυ‐ | |
15 | φὴν μέσῃ ῥαφῇ ἑκατέρωθεν δύο ῥαφαὶ παράλληλοι ταύτῃ, αἳ καλοῦνται λεπιδοειδεῖς· ὡς εἶναι τῆς κεφα‐ λῆς ἰδίας ῥαφὰς πέντε· ἔμπροσθεν μὲν ἡ στεφανι‐ | |
αία ἥτις ἐστὶ περιφερὴς, ὄπισθεν δὲ ἡ λαβδοειδὴς [ἐοικυῖα] τῷ Λ γράμματι, ἀπὸ δὲ τῆς λαβδοειδοῦς | 130 | |
20 | ῥαφῆς ἕως τῆς στεφανιαίας ἡ κατὰ κορυφὴν μέση ἐπ’ εὐθείας [κειμένη], παράλληλοι δὲ ταύτῃ ἑκατέ‐ ρωθεν αἱ λεπιδοειδεῖς. Δύο δὲ ἄλλαι κοιναὶ ῥαφαὶ τοῦ τε κρανίου καὶ τῆς ἄνω γένυος, ὄπισθεν πρόσω φερόμεναι τῶν ὤτων ὑπεράνω, ἀποχωρίζουσαι τὰ | |
25 | λιθοειδῆ ὀστᾶ, δύο ὄντα ἑκατέρωθεν, δεξιόν τε καὶ ἀριστερὸν, καθ’ ἑκάτερον οὖς, ὄπισθεν αὐτῶν τε καὶ ὕπερθεν κείμενα, τρίπλευρα μὲν τῷ σχήματι, λίθῳ δὲ παραπλήσια τὴν οὐσίαν, ἐξ οὗ καὶ τὴν προσωνυμίαν ἐκτήσαντο. Τὸ δὲ ἰνίον τρίπλευρον μὲν καὶ αὐτὸ τῷ | |
30 | σχήματι, τῇ δὲ σκληρότητι τῶν μὲν λιθοειδῶν ὀστῶν ἀπολειπόμενον, τοῦ μετώπου δὲ περιττεῦον. Αὐτὸ δὲ τὸ μέτωπον περιφερὲς μὲν τῷ σχήματι, τῇ δὲ σκλη‐ ρότητι ὅσον ἀπολείπεται τοῦ ἰνίου, περιττεύει τῶν | |
βρεγμάτων. Τὰ δὲ βρέγματα πάντων τῶν τῆς κε‐ | 131 | |
35 | φαλῆς ὀστῶν χαυνότερα καὶ σηραγγώδη, ὡς ὑπερ‐ φερῆ, τετράπλευρα τῷ σχήματι, περιεχόμενα ἔμ‐ προσθεν μὲν ὑπὸ τῆς στεφανιαίας ῥαφῆς, ὄπισθεν δὲ ὑπὸ τῆς λαβδοειδοῦς, ἑκατέρωθεν δὲ ὑπὸ τῆς μέσης | |
4.4 | καὶ τῶν παραλλήλων αὐτῇ. Σοφῶς οὖν ἡ ἀγαθὴ τοῦ Θεοῦ πρόνοια ἐρραμμένον τὸ κρανίον τῆς κε‐ φαλῆς κατεσκεύασεν, ὡς εἶναι αὐτὸ εὐδιάπνευστον· ἅπαντες γὰρ ἀτμοὶ καὶ καπνοὶ καὶ τὰ αἰθαλώδη καὶ | |
5 | λιγνυώδη περιττώματα ἀνωφερῆ, καὶ διὰ τοῦτο τὰ ὑψηλότατα τοῦ κρανίου ὀστᾶ μανά τε καὶ σηραγ‐ γώδη κατεσκευάσθησαν. Εἴδη δὲ περιττωμάτων τέσσαρα, ἐπειδὴ καὶ τὰ ἐν τῷ σώματι ὑγρὰ τέσσαρα, αἷμα, φλέγμα, ξανθὴ χολὴ, καὶ μέλαινα· ἀπὸ μὲν οὖν | |
10 | τοῦ αἵματος ἀτμοὶ γεννῶνται, ἀπὸ δὲ τοῦ φλέγματος τὰ λιγνυώδη, ἀπὸ δὲ τῆς ξανθῆς χολῆς καπνοὶ, ἀπὸ δὲ τῆς μελαίνης τὰ αἰθαλώδη. Ταῦτα τὰ περιττώ‐ | |
ματα πορευόμενα πρὸς τὰ ἄνω, εἰ ἐκωλύοντο διαφο‐ ρεῖσθαι, ἡλίσκετο ἂν ὁ ἄνθρωπος κατάρροις τε καὶ | 132 | |
15 | κορύζαις δυσιάτοις ἢ καὶ ἀνιάτοις, ἢ καὶ πνιγμῷ, ἐπιληψίαις τε καὶ σκοτώσεσιν· ἐκωλύετο δὲ ἐκ παν‐ τοίων θερμῶν βρωμάτων τε καὶ πομάτων, καὶ μά‐ λιστα τοῦ παλαιοῦ οἴνου ὡς ἀτμοὺς γεννῶντος πολ‐ λούς. Φασὶ δέ τινες ἐν πολέμοις πτωμάτων γεγο‐ | |
20 | νότων ἀποπλυθῆναι τὰ ὀστᾶ τῷ χρόνῳ κείμενα, εὑρε‐ θῆναι δὲ κεφαλὰς ἀρράφους· ἀπαιτεῖ τοίνυν ὁ λόγος τὰς τοιαύτας κεφαλὰς εἶναι εὐπαθεῖς καὶ νοσώδεις, νοσερούς τε τοὺς τὰς τοιαύτας κεφαλὰς ἔχοντας. Περὶ μὲν οὖν κεφαλῆς τὰ εἰκότα συνεγραψάμεθα. | |
4.5 | ὁ δὲ ἐγκέφαλος περιέχεται ὑπὸ τῆς κεφαλῆς, ὡς ὑπό τινος ὀρόφου, κατὰ δὲ τὴν οὐσίαν ἐστὶν ὁμοιότατος τοῖς νεύροις, οἷς ἔμελλεν ἀρχὴ γενέσθαι, πλὴν ὅσῳ | |
μαλακώτερος αὐτῶν ὑπάρχει· καὶ γὰρ καὶ τοῦτο | 133 | |
5 | ἔπρεπε τῷ πάσας μὲν τὰς αἰσθήσεις ἐκδεχομένῳ, πάσας δὲ φαντασίας φαντασιουμένῳ, καὶ πάσας νοή‐ σεις νοοῦντι· τὸ γὰρ εὐαλλοίωτον ἐν πᾶσι τοῖς τοι‐ ούτοις ἔργοις τε καὶ παθήμασιν ἐπιτηδειότερον, εὐαλ‐ λοιωτότερόν [τε ἀεὶ] τὸ μαλακώτερον τοῦ σκληροτέρου. | |
10 | Διὰ ταῦτα μὲν δὴ μαλακώτερός ἐστιν ὁ ἐγκέφαλος τῶν νεύρων· [τῷ] δὲ εἶναι διττὴν τὴν τῶν νεύρων φύσιν, (τὰ μὲν γὰρ αὐτῶν ἐστι μαλακώτερα, τὰ δὲ σκληρότερα,) διττὸς καὶ ὁ ἐγκέφαλος ἐγένετο, μαλα‐ κώτερος μὲν ὁ ἐμπρόσθιος, σκληρότερος δὲ ὁ ὀπίσθι‐ | |
15 | ος, ὃς ἐγκράνιος τε καὶ [παρεγκεφαλὶς] ὀνομάζεται· διαχωρίζει γὰρ τὸν ἐγκέφαλον ἔμπροσθέν τε κἀκ τῶν ὀπίσω ἡ τῇ λαβδοειδεῖ ῥαφῇ ὑποκειμένη τοῦ ὑμένος | |
χώρησις. Τὸ δὲ σχῆμα τοῦ ἐγκεφάλου οἷόν περ καὶ τὸ περιέχον αὐτὸ κρανίον. Μήνιγγες δὲ αἱ περιέ‐ | 134 | |
20 | χουσαι τὸν ἐγκέφαλον, ὥσπερ τινὰ ἐνδύματα ἢ σκε‐ πάσματα αὐτοῦ, εἴσι δύο, ἡ μὲν ἐκτὸς τοῦ κρανίου, ἡ δὲ ἐντὸς, ἐκτὸς δὲ τῆς ἑτέρας μήνιγγος, σκληρὰ καὶ παχεῖα οὖσα κατὰ τὴν σύστασιν· παχυτέρα δὲ γίνε‐ ται κατὰ τὴν μέσην ῥαφὴν καὶ κατὰ τὴν λαβδοειδῆ | |
25 | παρὰ τὸ ἄλλο αὐτῆς μέρος ὅσον τετραπλάσιον, ὥστε τῇ ἐπαναδιπλώσει αὐτῆς τῇ κατὰ τὰς ῥαφὰς γινομένῃ σωλῆνί τινι ἐοικέναι. Τοῦτον τὸν σωλῆνα ὠνόμασαν οἱ περὶ τὸν Ἡρόφιλον πύελόν τε καὶ χώνην· ὡς ἡ μὲν ὑποδεχομένη τοὺς πόρους κοιλότης | |
30 | ἀπὸ τοῦ σχήματος πύελος ὀνομάζεται, ἀπὸ δὲ τῆς χρείας, χώνη, τέτρηται γὰρ εἰς τὸ κάταντες αἰσθητῷ | |
πόρῳ ὡς χώνην μιμεῖσθαι· καὶ γὰρ κατέρχεται δι’ αὐτῆς τὰ περιττώματα πρὸς ὑπερώαν καὶ φάρυγγα. Δικαίως δὲ γέγονε σκληρὰ ἡ παχεῖα μήνιγξ, ὡς | 135 | |
35 | ἀμυντήριον πρόβλημα ταῖς τοῦ κρανίου [προσβολαῖς] ἐγκείμενον. Ἀλλ’ ἥ γε λεπτὴ μήνιγξ τὸ ἔμφυτόν ἐστι σκέπασμα τοῦ ἐγκεφάλου, καὶ γὰρ δὴ καὶ ἀφέστηκεν αὐτῆς ἡ παχεῖα μήνιγξ· εἰ γὰρ μὴ μέση κατετάγη ἡ λεπτὴ, ἀλλ’ ἀμέσως ἔσκεπε τὸν ἐγκέ‐ | |
40 | φαλον, ἔθλιβεν ἂν αὐτὸν τῇ σκληρότητι αὐτῆς μα‐ λακὸν ὄντα. Διὰ τοῦτο, τοῦ κρανίου καὶ τοῦ ἐγκε‐ φάλου πόρρω ἀφεστηκότων τῇ θέσει καὶ τῇ οὐσίᾳ, κατέθετο ἐν τῷ μεταξὺ ἡ τοῦ ἀγαθοῦ Θεοῦ πρόνοια | |
ἀμφοτέρας τὰς μήνιγγας, τὴν μὲν σκληρὰν ἔσωθεν | 136 | |
45 | τοῦ κρανίου διὰ τὴν σκληρότητα αὐτῆς, ἔξωθεν δὲ τὴν λεπτὴν, ὡς περιέχεσθαι τὴν λεπτὴν μήνιγγα ὑπὸ τῆς παχείας, αὐτὴν δὲ τὴν λεπτὴν μήνιγγα περιέχειν τὸν ἐγκέφαλον· τῆς γὰρ οὐσίας τοῦ ἐγκεφάλου οὐ πόρρω ἀφέστηκεν ἡ οὐσία τῆς λεπτῆς μήνιγγος. | |
4.5(50) | Ἔστιν ἄρα τοῦ ἐγκεφάλου πρῶτον σκέπασμα καὶ στήριγμα ἡ λεπτὴ μήνιγξ, συνδοῦσα καὶ ἑδραιοῦσα αὐτὸν, ὡς ἀσάλευτον διαφυλάττεσθαι. Ὅσον δέ ἐστιν ἡ λεπτὴ μήνιγξ ἐγκεφάλου σκληροτέρα, τοσοῦ‐ τον τῆς παχείας μήνιγγος μαλακωτέρα· ὡσαύτως δὲ | |
55 | καὶ ἡ παχεῖα μήνιγξ ὅσον ἐστὶ τῆς λεπτῆς σκληρο‐ τέρα, τοσοῦτον ὀστοῦ μαλακωτέρα. Ὀνομάζεται δὲ ἡ λεπτὴ μήνιγξ χωροειδὴς, ὡς χωρίον ἀμέσως τοῦ ἐγκεφάλου ὑπάρχουσα. | |
4.6 | Ἐπεὶ δὲ τὸ τῆς κεφαλῆς κρανίον σφίγγεσθαι παν‐ ταχόθεν δέον ἦν, (ἐκ πολλῶν γὰρ ὀστῶν σύγκειται,) | |
οὐκ εἴασεν αὐτὸ ἀπρονόητον ἡ τοῦ Θεοῦ δημιουργία· διαπεράσασα γὰρ τὴν παχεῖαν μήνιγγα διὰ τῶν | 137 | |
5 | ῥαφῶν τοῦ κρανίου, ὑπὸ κρανίον οὖσαν, ὡς ἐπὶ κρα‐ νίον γενέσθαι, ἐξ αὐτῆς τε συνδέσμους ἀποφύσασα, συμπλέξασά τε τοὺς αὐτοὺς συνδέσμους καὶ εἰς ἓν συναγαγοῦσα, ἐξύφανεν ἐξ αὐτῶν τὸν περικράνιον ὀνομαζόμενον χιτῶνα, συνδεῖν τε καὶ περισφίγγειν | |
10 | πανταχόθεν τὸ κρανίον, ὡς ἀσάλευτον διαφυλάττειν. Περιέχουσα δὲ ἡ λεπτὴ μήνιγξ, οὐ μόνον τὸν ἐγκέ‐ φαλον, ἀλλὰ καὶ τὸ χωροειδὲς πλέγμα, (ὅπερ καὶ δικτυοειδὲς ὀνομάζεται,) διὰ τοῦτο ἐκλήθη [χωροειδής.] | |
4.7 | Ἔχει δὲ τὸ χωροειδὲς πλέγμα τὴν γένεσιν τοιάνδε. Τῆς μεγάλης ἀρτηρίας τῆς ἐκφυομένης ἀπὸ τῆς ἀρι‐ στερᾶς κοιλίας τῆς καρδίας, τῆς ὀνομαζομένης πνευ‐ ματικῆς, ἀνερχομένης διὰ τῆς ῥάχεως ἐντὸς ἕως τοῦ | |
5 | τραχήλου, ὡσαύτως δὲ καὶ τῆς κοίλης φλεβὸς ἐκ‐ φυομένης μὲν ἀπὸ τῶν κυρτῶν τοῦ ἥπατος, ἀνερχο‐ | |
μένης δὲ ἀπὸ κάτω καὶ αὐτῆς ἕως τοῦ τραχήλου, συμπαρακειμένης τε τῇ αὐτῇ ἀρτηρίᾳ, σχίζονται κατὰ τὸν τράχηλον διχῆ, ὡς ἀπὸ πρέμνου ὄρπηκες. αὗται | 138 | |
10 | δὲ αἱ διχοτομίαι τῶν φλεβῶν ὀνομάζονται σφαγίτιδες φλέβες. Συσχίζεται δὲ τῇ φλεβὶ καὶ ἡ ἀρτηρία, καὶ ἀνερχόμεναι ὁμοῦ ἕως κεφαλῆς κατασχίζονται εἰς πολλὰ ἀγγεῖα μείζονά τε καὶ ἐλάττονα, οὐ μόνον ἐπιπολῆς, ἀλλὰ καὶ διὰ βάθους. Κατασπείρονται | |
15 | οὖν ταῦτα τὰ ἀγγεῖα τῶν φλεβῶν τε καὶ τῶν ἀρτη‐ ριῶν εἰς τὸ σῶμα τοῦ ἐγκεφάλου, συμπλεκόμενα πρὸς ἄλληλα ὥσπερ δίκτυον. Τοῦτο τὸ δίκτυον ὀνομάζεται δικτυοειδὲς πλέγμα, καὶ χωροειδές· καὶ διὰ τοῦτο καὶ ἡ λεπτὴ μήνιγξ τῆς αὐτῆς προσωνυ‐ | |
20 | μίας τετύχηκεν, ὡς περιεκτικὴ οὖσα τοῦ αὐτοῦ πλέγ‐ ματος ἅμα καὶ τοῦ σώματος τοῦ ἐγκεφάλου. Ἐν τῇ πρώτῃ οὖν σχίσει τῇ κατὰ τὸν ἐγκέφαλον κατα‐ φύεταί τις ἀδὴν ὀνομαζόμενος κωνάριον. Ταῦτα τὰ ἀγγεῖα τοῦ πλέγματος, τῆς μὲν φλεβὸς τρέφουσι | |
25 | τὸ σῶμα τοῦ ἐγκεφάλου, τῆς δὲ ἀρτηρίας ζωογο‐ νοῦσι, ῥιπίζοντα καὶ τὰ λιγνυώδη περιττώματα ἀπο‐ διώκοντα. | 139 |
4.8 | Ἔστι δὲ τὸ σῶμα τοῦ ἐγκεφάλου τὴν μὲν οὐσίαν λεπτὸν, καὶ ἄναιμον, καὶ ὑποπίμελον, ὡς ἐξ ἀφροῦ τινὸς πεπηγός· τῷ κοινῷ δὲ ὀνόματι ὀνομάζεται μυελὸς, ὥσπερ τῷ ἰδίῳ ἐγκέφαλος. Περιέχεται δὲ | |
5 | ὑπὸ τῆς κεφαλῆς, ὡς ἐν οἴκῳ τινὶ, πᾶσαν κίνησιν ἐκπέμπων τῷ σώματι προαιρετικήν τε καὶ αἰσθη‐ τικὴν διὰ τῶν νεύρων, διὰ τοῦ καθήκοντος ἐν αὐτῷ, ψυχικοῦ πνεύματος δηλονότι· ὅρασιν μὲν, καὶ ὄσφρη‐ σιν, ἀκοήν τε, καὶ γεῦσιν διὰ τῶν μαλακῶν νεύρων, | |
10 | πᾶσαν δὲ κίνησιν προαιρετικὴν τῶν μορίων διὰ τῶν σκληρῶν. Πρεπόντως οὖν ὁ ἐγκέφαλος τὸν ὑψηλὸν τόπον κατέσχηκε τοῦ σώματος τῇ προνοίᾳ τοῦ ἀγα‐ θοῦ Θεοῦ, ὅπως, ὡς ἐκ μιᾶς πηγῆς, ἅπαντα τὰ μόρια τοῦ προσώπου ἀρδεύωνται ἀφθόνως ὑπὸ τοῦ ψυχικοῦ | |
15 | πνεύματος· τὰ γὰρ κατωτέρω τοῦ τραχήλου μόρια μέχρι τῶν ποδῶν οὐκ ἐκ τοῦ ἐγκεφάλου, ἀλλ’ ἐκ τοῦ νωτιαίου μυελοῦ ἔχει χορηγουμένην κίνησίν τε καὶ αἴσθησιν. | 140 |
4.9 | Ἔστι δὲ ὁ νωτιαῖος μυελὸς ὥσπερ τις ἐγκέφαλος μακρὸς, ἐκφυόμενος μὲν ἀπὸ τοῦ [ὀπισθίου] μέρους τοῦ ἐγκεφάλου, τοῦ ὀνομαζομένου παρεγκεφαλίδος, κατερχόμενος δὲ διὰ τῆς ῥάχεως μέχρι τοῦ ἱεροῦ | |
5 | ὀστοῦ, ὅπως τῇ γειτνιάσει τῆς θέσεως ἀκοπώτερον κινῇ τὰ κατώτερα μέρη τοῦ σώματος. Διὰ τὸ σφο‐ δρὸν οὖν τῶν κινήσεων εὐλόγως ὅ τε ὀπίσθιος ἐγκέ‐ φαλος καὶ ὁ νωτιαῖος μυελὸς σκληρότεροι τοῦ ἐμ‐ προσθίου ἐγκεφάλου γεγόνασιν. | |
4.10 | Ἴδωμεν τοίνυν τοῦ ψυχικοῦ πνεύματος τὸ κατοι‐ κητήριον, εἰ μέλλομεν θαυμάζειν τοῦ Θεοῦ τὰ δημι‐ ουργήματα. Θεασώμεθα δὲ τοῦτο ἐξ ἀνατομῆς· εἰ | |
γὰρ εὐσχήμως τις ἀτρέμα κλάσας κρανίον ἐξάροι τὰ | 141 | |
5 | ὀστᾶ πάντα, γυμνὸν καταλιπὼν τὸν ἐγκέφαλον, σχί‐ σας τε αὐτὸν ἐντέχνως, εὑρήσει κοιλίας ἐν αὐτῷ ἀποφραττομένας ὑπὸ ὑμένων λεπτοτάτων τε καὶ δι‐ αυγῶν, καὶ χωριζομένας ἀπ’ ἀλλήλων δεξιά τε καὶ ἀριστερὰ, ἔμπροσθέν τε καὶ ὄπισθεν. Ἐν ταύταις | |
10 | ταῖς κοιλίαις τοῦ ἐγκεφάλου περιέχεται τὸ ψυχικὸν πνεῦμα, λεπτομερές τε, καὶ ἀθόλωτον, καὶ καθαρώ‐ τατον. Τοῦτο τρέφεται καὶ διαμένει ἔκ τε τοῦ ἐκ τῆς καρδίας ἀναφερομένου διὰ τῶν ἀρτηριῶν πνεύματος, καὶ ἐκ τοῦ ἔξωθεν περιέχοντος ἡμᾶς ἀέρος· συστελ‐ | |
15 | λόμενος γὰρ καὶ διαστελλόμενος ὁ ἐγκέφαλος, ἐν μὲν τῇ διαστολῇ τὸν ἔξωθεν ἕλκει ἀέρα διὰ τῶν ῥινῶν, ἐν δὲ τῇ συστολῇ συνέχει. Ἑλκόμενος οὖν ὁ ἔξωθεν ἀὴρ χωρίζεται διὰ τῶν ῥινῶν, ἔνθα τέτρηται ἡ ῥὶς πρὸς τὴν ὑπερώαν· καὶ τὸ μὲν πλεῖστον μέρος τοῦ | |
20 | ἀέρος ἕλκεται ὑπὸ τοῦ πνεύμονος, τὸ δὲ ἄλλο ἀνέρ‐ | |
4.11 | χεται πρὸς τὸν ἐγκέφαλον. Καὶ ἔστιν ὁ τῆς ῥινὸς | |
πόρος εἴσοδός τε καὶ ἔξοδος τοῦ ἐγκεφάλου· οὐδὲ γὰρ ἐνδέχεται τόπον εὐθύτερόν τε καὶ κατάντη, πλὴν τοῦ τῆς ῥινὸς πόρου, ἐπιτήδειον γενέσθαι πρὸς ἔξοδον | 142 | |
5 | μὲν τῶν τοῦ ἐγκεφάλου περιττωμάτων, εἴσοδον δὲ τῶν τῇ ὀσφρήσει αἰσθητῶν ὀσμῶν. Τὰ γὰρ ἐξ ἐγκεφάλου περιττώματα οὐ μόνον ῥυτὰ καὶ ἐξίτηλα, ἀλλὰ καὶ παχέα καὶ πυώδη, ὡς ἐν κατάρροις τε καὶ κορύζαις, ἃ δὴ βλέννας μὲν οἱ παλαιοὶ ὀνομάζουσι, | |
10 | μύξας δὲ οἱ νεώτεροι. Εἰσὶ δὲ καὶ ἄλλοι δύο τινὲς ὀχετοὶ κατάντεις, ἐξερευγόμενοι δι’ ὑπερῴας εἰς τὸ στόμα τοῦ παντὸς ἐγκεφάλου τὰ περιττώματα, ὅταν γε πλήρης περιττωμάτων γένηται ὁ ἐγκέφαλος, ἢ αὐτὸς ἑαυτοῦ δυσκρατώτερος γένηται· καλῶς γὰρ | |
15 | ἔχων ὁ ἐγκέφαλος ἀρκεῖται διαπνεῖσθαι διὰ τῶν δύο | |
πόρων καὶ μόνων τῆς ῥινός. Πρεπόντως οὖν ὁ ἐγκέ‐ φαλος τὸν ὑπέρτατον τόπον τοῦ σώματος ἀπέλαβεν εἰς κατοικίαν ἑαυτοῦ, ὥσπερ τις οἰκοδεσπότης, δορυ‐ φόρους ἔχων κύκλωθεν ἁπάσας τὰς αἰσθήσεις, τὴν | 143 | |
20 | ὅρασιν, τὴν ὄσφρησιν, τὴν ἀκοὴν, τὴν γεῦσιν, καὶ τὴν ἀφὴν, ἅς τινας καὶ ἐκπέμπων καθ’ ὅλου τοῦ σώματος αἰσθητικὸν αὐτὸ ἀποτελεῖ, χορηγῶν αὐτῷ αἴσθησίν τε καὶ κίνησιν διὰ τοῦ ψυχικοῦ πνεύ‐ ματος. | |
4.12 | Ἐκφύεται μὲν οὖν ἡ πρώτη συζυγία τῶν νεύρων ἀπὸ τῶν ἐμπροσθίων κοιλιῶν τοῦ ἐγκεφάλου, κατερ‐ χομένη πρὸς ἑκατέραν κοιλότητα τῆς ῥινὸς, δι’ ὧν νεύρων καὶ τὴν διάγνωσιν ποιεῖται τῶν ὀσφραντῶν ὁ | |
5 | ἐγκεφάλος. Ἐπεὶ δὲ οἱ πόροι τῆς ῥινὸς πλησίον εἰσὶ τοῦ ἐγκεφάλου, ἀνεῳγμένοι δὲ οἱ αὐτοὶ πόροι διὰ παντὸς, ἠκολούθει δὲ ἐκ τούτου μεγάλη βλάβη τοῦ | |
ἐγκεφάλου γίνεσθαι διὰ τὸ ἀθρόως εἰσέρχεσθαι ψυ‐ χρὸν ἀέρα, ἢ ἀτμὸν θολερόν τε καὶ ἀκάθαρτον, ἢ | 144 | |
10 | ταχέως κενοῦσθαι τὰ κατὰ τὸν ἐγκέφαλον ὑγρὰ σὺν τοῖς ἀχρήστοις καὶ τὰ εὔχρηστα· προστίθησιν ἡ τοῦ Θεοῦ ἀγαθὴ σοφία κατὰ τὴν διέξοδον τοῦ κρανίου ὀστᾶ ποικίλως κατατετρημένα ὀπαῖς λοξαῖς ὥσπερ σπογγιὰν, ὑπὲρ τοῦ μήτ’ ἄλλο τι προσπίπτειν ἔξω‐ | |
15 | θεν σκληρὸν σῶμα, μήτ’ ἀκραιφνῆ τὴν ψύξιν, εἰσ‐ πνεόντων ἡμῶν, εὐθὺ τῶν κατὰ τὸν ἐγκέφαλον εἰσι‐ έναι κοιλιῶν. Ταῦτα τὰ ὀστᾶ ὠνόμασται παρὰ τῶν ἀνατομικῶν ἠθμοειδῆ, παρὰ δὲ τῷ Ἱπποκράτει σπογ‐ γοειδῆ· καὶ κρείσσων αὕτη ἡ ὀνομασία, οἱ μὲν γὰρ | |
20 | ἠθμοὶ εὐθύτρητοι, τὰ δὲ ὀστᾶ ταῦτα σκολιὰς τὰς | |
ὀπὰς κέκτηνται, δίκην σπογγιᾶς. Μόνη δὲ ἡ σκληρὰ μήνιγξ, [ἡ] σκέπουσα τὸν ἐγκέφαλον, διατέτρηται δίκην ἠθμοῦ· τῷ σκολιῷ γὰρ τῶν κατὰ τὰ ὀστᾶ διατρήσεων ἐκωλύοντο ἂν ἐκκαθαίρεσθαι τὰ τοῦ ἐγ‐ | 145 | |
25 | κεφάλου περιττώματα, εἰ μὴ χρόνῳ παμπόλλῳ κατὰ βραχὺ διηθούμενα· καὶ ἡ τῶν ἀτμῶν δὲ ἄνοδος οὐδ’ ὅλως ἂν ἐγίνετο τῷ πάχει εἰργομένη. Συνεισέρχονται οὖν οἱ ἀτμοὶ τῷ ἀέρι τῆς εἰσπνοῆς ποδηγούμενοι, τὰ δὲ κατὰ τὸν ἐγκέφαλον περιττώματα συνεξέρχονται | |
30 | τῷ ἀέρι τῆς ἐκπνοῆς. Ὁ γοῦν εἰσπνεόμενος ἀὴρ, ἐμποδιζόμενος ἐν ταῖς λοξότησι τῶν ἐν τοῖς ὀστοῖς σηράγγων, χλιαίνεται εἰσερχόμενος, καὶ διακρίνεται, καὶ τὸ παχύτερον ἴσχεται, καὶ παλινδρομεῖ, καὶ οὐκ εἰσδύνει ἀκάθαρτον ὥστε βλάπτειν τὸ ἐν ταῖς κοι‐ | |
35 | λίαις τοῦ ἐγκεφάλου ψυχικὸν πνεῦμα· ἀλλ’ εἰσέρ‐ χεται τὸ διακριθὲν χλιαρόν τε, καὶ πεπεμμένον, καὶ λεπτομερέστατον εἰς τροφὴν καὶ αὔξησιν τοῦ ψυχι‐ | 146 |
4.13 | κοῦ πνεύματος. Διὰ γοῦν ταύτην τὴν ἀσφαλῆ εἴσ‐ οδόν τε καὶ ἔξοδον τοῦ ἀέρος ἐξετέθησαν κάτωθέν τε καὶ ἄνωθεν χόνδροι, σύριγγας ἔχοντες παμπόλλους τῆς αὐτῆς ἕνεκεν χρείας. οὗτοι οἱ χόνδροι ὀνομά‐ | |
5 | ζονται μυξωτῆρες. Σκεπάσματα τῶν αὐτῶν μυξω‐ τήρων τὰ ὀστᾶ τῆς ῥινὸς, δύο ὄντα τὸν ἀριθμὸν, δεξιόν τε καὶ ἀριστερὸν, ἡνωμένα πρὸς ἄλληλα ἀπὸ ἄνωθεν αὐτῶν ἕως μέσου, ῥάχιν ποιοῦντα, ὥστε εἶναι τὸ ἐντὸς κενόν. Ταῦτα τὰ ὀστᾶ οὐκ εἴασεν ἕως ἄκρου | |
10 | κατελθεῖν τοῦ μεγέθους τῆς ῥινὸς ἡ τοῦ ἀγαθοῦ Θεοῦ πρόνοια, σφαλερὸν γάρ· ἀλλ’ ἐξέφυσεν ἔμ‐ προσθέν τε καὶ ὄπισθεν καὶ κάτωθεν χόνδρους κοι‐ λότητας ἔχοντας, δεξιάν τε καὶ ἀριστερὰν, ἀποφρατ‐ τομένας τὰς αὐτὰς κοιλότητας ἑτέρῳ χόνδρῳ καλου‐ | |
15 | μένῳ παρὰ μὲν τοῖς ἰατροῖς διαφράγματι, παρὰ δὲ τοῖς ποιηταῖς κίονι καὶ στυλίδι. Αἱ δὲ κοιλότητες παρὰ μὲν τοῖς ἰατροῖς ὀνομάζονται μυκτῆρες, παρὰ δὲ τοῖς ποιηταῖς θάλαμοι· τὸ δὲ τῆς ῥινὸς πλήρωμα παρὰ μὲν τοῖς ἰατροῖς ὀνομάζεται ἀκρορρίνιον, παρὰ | 147 |
20 | δὲ τοῖς ποιηταῖς σφαίριον· τὰ δὲ ἐδάφη τῶν κοιλω‐ μάτων παρὰ τοῖς ποιηταῖς ὀνομάζονται ληνοὶ, τὰ δὲ ἑκατέρωθεν μέρη τοῦ χόνδρου τῆς ῥινὸς πτερύγια. Διὰ τί δὲ ὅλη ἡ ῥὶς οὐκ ἐξ ὀστῶν σύγκειται, ἀλλὰ τὸ μὲν ἄνωθεν αὐτῆς μέρος ἕως τοῦ μέσου ἐξ ὀστῶν, | |
25 | τὸ δὲ κάτωθεν ἐκ χόνδρων; ἢ ὅτι τὸ μὲν ἄνω μέρος τεῖχος τῶν ὀφθαλμῶν ἑκατέρωθεν ἐγεγόνει; εἰ δὲ κατήρχετο ἕως ἄκρου τῆς ῥινὸς τὰ δύο ταῦτα ὀστᾶ, ἐθλῶντο ἂν ὑπὸ τῶν ἔξωθεν προσβολῶν, ἢ καὶ ἀπε‐ θραύοντο ῥᾳδίως, κραῦρα ὄντα· ἀλλ’ οὐδ’ ἂν ὑπεπιέ‐ | |
30 | ζοντο ὑπὸ τῶν χειρῶν τοῦ ἀνθρώπου τὰ ἐκ τοῦ ἐγκε‐ φάλου κατερχόμενα ὑγρὰ, οὐδ’ ἂν συνεστέλλοντο καὶ | |
διεστέλλοντο τὰ πτερύγια τῆς ῥινὸς, τῇ σκληρότητι τῶν ὀστῶν ἀκίνητα διαμένοντα. Διὰ τοῦτο ἡ δημι‐ ουργικὴ τοῦ Θεοῦ σοφία κατεφύτευσεν ἐν τῷ ἄκρῳ | 148 | |
35 | τῆς ῥινὸς χόνδρον, ἵνα τὰς τῶν σκληρῶν σωμάτων προσπιπτούσας προσβολὰς ῥᾳδίως ὑπομένῃ τῇ δυσ‐ παθείᾳ αὐτοῦ, καὶ [ὑποπιέζῃται] τοῖς δακτύλοις ἐν τῇ πλημμύρᾳ τῶν ὑγρῶν, καὶ ἵνα διαστέλλωνται τὰ πτερύγια τῆς ῥινός· πολλάκις γὰρ ἐν περιπνευμονίαις | |
40 | καὶ ἐν φρενίτισι, καύματος πολλοῦ κατὰ τὸν πνεύ‐ μονα ὄντος, δεόμεθα πλείστης ἐμψύξεως· ἢ καὶ διὰ δρόμον καὶ παλαίστραν σφοδρότερον ὑπερκινηθέντες δεόμεθα ἕλκειν πολὺν ἀέρα τὸν ἔξωθεν, καὶ ἀνοίγομεν τὰ πτερύγια τῆς ῥινὸς ὥστε εὐρύχωρα γενέσθαι πρὸς | |
45 | τὸ ἱκανῶς ἐμψύξαι καὶ ἀβλαβῆ τὸν ἄνθρωπον φυ‐ λάξαι. Πολλοὶ γὰρ στενόρρινοι διαπλασθέντες ἀναγκάζονται ἐν τοῖς ἀγῶσιν· ἀλλὰ καὶ οἱ κατὰ τοὺς | |
ἵππους ἔμπειροι ἰατροὶ τὰς ῥῖνας αὐτῶν σχίζουσιν εἰ φύσει στεναὶ ὦσιν, ἀναγκάζονται γὰρ οἱ στενόρρινοι | 149 | |
4.14 | τῶν ἵππων ἐν πολλῷ δρόμῳ θερμότατοι ὄντες. Διὰ τί δὲ τοιαύτη κατεσκευάσθη ἡ ῥὶς, καὶ τοιούτου σχή‐ ματος; ἢ εὐπρεπείας χάριν; πολλάκις γὰρ λωβη‐ θέντες τῆς ῥινός τινες ἀπεκόπησαν τὰ ἄκρα, αἴσχι‐ | |
5 | στοι τῇ θέᾳ γεγονότες, ὡς δυσχεραίνειν ἅπαντας τοὺς ὁρῶντας αὐτούς. Εὐπρεπείας οὖν ἕνεκα κατεσκευ‐ άσθη ἡ ῥὶς, ἅμα τε καὶ ὀχετὸς τῆς εἰσόδου τε καὶ ἐξόδου τοῦ ἀέρος, διὰ πολλὰς αἰτίας εἰσερχομένου αὐτοῦ, ἃς καὶ πρόσθεν ἐγράψαμεν. | |
4.15 | Περὶ μὲν οὖν τῆς κατασκευῆς τῆς ῥινὸς ἱκανῶς ἡμᾶς ὁ λόγος ἐδίδαξεν· ἐπέλθωμεν οὖν ἐξηγήσασθαι περὶ ὀφθαλμῶν, τὴν ἀρχὴν ἀπὸ τοῦ καθήκοντος νεύ‐ ρου τοῦ ἐξ ἐγκεφάλου τοῦ μαλακοῦ ποιησάμενοι, | |
5 | ἐπειδὴ καὶ ταῦτα τὰ νεῦρα ἐκ τῶν ἐμπροσθίων κοιλιῶν τοῦ ἐγκεφάλου ἐκπεφύκασι χορηγεῖν τοῖς ὀφθαλμοῖς τὴν ὅρασιν. Μαλακὰ δέ εἰσι καὶ ταῦτα καθάπερ καὶ τὰ εἰς τὴν ῥῖνα καθήκοντα, καὶ εἴτε μίαν συζυγίαν ἀμφοτέρας ἐθέλοις ὀνομάζειν, εἴτε δύο, | 150 |
10 | πρώτην τε καὶ δευτέραν, οὐχ ἁμαρτήσεις· ἀμφότεραι γὰρ ἐκ τῶν ἐμπροσθίων τοῦ ἐγκεφάλου κοιλιῶν ἐκ‐ πεφύκασιν, καὶ ἀμφότεραι μαλακῶν νεύρων συζυγία ἐτάχθησαν· παρὰ γὰρ τῷ Γαληνῷ τῷ σοφῷ ἰατρῷ οὐ πρώτη συζυγία, ἀλλ’ ἀμφότεραι πρῶται ἐκλή‐ | |
15 | θησαν, ὡς ἐξ ἑνὸς τόπου ἐκπεφυκυῖαι, καὶ ὡς μαλα‐ κῶν νεύρων ἀμφότεραι οὖσαι ἀρχαί. Ταῦτα τὰ μαλακὰ νεῦρα, τὰ εἰς τοὺς ὀφθαλμοὺς καθήκοντα χορηγεῖν τὴν ὅρασιν, ὀνομάζονται ὀπτικὰ, (ἐπειδὴ τὸ ψυχικὸν πνεῦμα δι’ αὐτῶν ἐκπέμπεται, διακρῖνον τὰς | |
20 | τῶν χρωμάτων ἑκάστου ἰδιότητας, τῷ πρώτῳ ὀργάνῳ τοῦ ὀφθαλμοῦ,) προσομιλοῦντα τῷ κρυσταλλοειδεῖ· ἐν γὰρ τῷ ὀφθαλμῷ τριῶν ὑγρῶν ὄντων, τοῦ κρυ‐ σταλλοειδοῦς, τοῦ ὑελοειδοῦς, καὶ τοῦ ὠοειδοῦς, πρῶ‐ τον ὄργανον ὁρατικὸν τὸ κρυσταλλοειδὲς ἐγένετο, τὰ | 151 |
25 | δὲ ἄλλα τροφῆς ἕνεκεν. | |
4.16 | Λέξωμεν τοιγαροῦν τοῦ ὀφθαλμοῦ τό τε σχῆμα, καὶ αὐτὴν τὴν οὐσίαν αὐτοῦ, τήν τε θέσιν, καὶ τὸ μέγεθος, καὶ τὴν ἐνέργειαν. Ἔστι δὲ ὁ ὀφθαλ‐ μὸς τῷ μὲν σχήματι σφαιροειδὴς, ἐπειδὴ καὶ τὸ | |
5 | σφαιροειδὲς σχῆμα εὐπρεπέστερον καὶ εὐκινητότε‐ ρον τῶν ἄλλων σχημάτων ἐστὶν, ἔοικε δὲ κωδύᾳ τῇ βοτάνῃ· τῇ δὲ οὐσίᾳ ῥυτὸς, ἐξ ὑγρῶν γὰρ ἡ σύνθεσις αὐτοῦ· τῷ δὲ μεγέθει ἡλίκη καὶ ἡ κοίτη αὐτοῦ κατεσκευάσθη. Ἐπεὶ δὲ “λύχνος τοῦ σώ‐ | |
10 | “ματός ἐστιν ὁ ὀφθαλμὸς,” καθώς φησιν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τοῖς ἁγίοις εὐαγγελίοις, ὁ ἀληθινὸς Θεὸς ἡμῶν· ὁ δὲ λύχνος οὐκ ἐπ’ ἐδάφους ἔχει τὴν θέσιν, οὐδ’ ἐν μέσῳ τόπῳ, ἀλλ’ ἐφ’ ὑψηλοῦ τόπου κεῖται, εἰ μέλλοι φωτίζειν τόν τε οἶκον ἅπαντα | 152 |
15 | καὶ τοὺς ἐν τῷ οἴκῳ· τὸν αὐτὸν τρόπον καὶ ἡ Τούτου δημιουργικὴ σοφία, εἰδυῖα ἐκ τοῦ ἐγκεφάλου λαμβά‐ νειν τὴν ὅρασιν τοὺς ὀφθαλμοὺς, πλησίον τοῦ ἐγκε‐ φάλου τὴν θέσιν αὐτῶν ἐτεχνήσατο. Καὶ ἐπειδὴ ἡ περιπάτησις τοῦ ἀνθρώπου ἐπὶ τὰ ἔμπροσθεν βαίνει, | |
20 | τὸν ἔμπροσθεν τόπον ἐξελέξατο· καὶ δύο τὸν ἀριθμὸν αὐτοὺς ἐποίησε διὰ τὸ πλῆθος τοῦ ἐλέους Αὐτοῦ, ὥστε ποτὲ, τοῦ ἑνὸς ἀμαυρωθέντος, διοικεῖσθαι τὸν ἄνθρωπον μετὰ τοῦ ἑνός· πολλοὶ γὰρ διὰ δριμὺ ῥεῦμα ἢ ἀμφοτέρους τοὺς ὀφθαλμοὺς ἀπώλεσαν ἢ | |
25 | τὸν ἕνα, ἀλλὰ καὶ ἐν πολέμοις ἄλλοι καὶ ἐν [παιγνίῳ] ἕτεροι τὸν ἕνα [πηρωθέντες] μετὰ τοῦ ἑνὸς ἐνεργοῦ‐ σιν. Καὶ ἄλλως δὲ χρήσιμον τὸ δύο εἶναι τοὺς | |
ὀφθαλμούς· οὐ μόνον γὰρ τὰ ἔμπροσθεν ὁρᾶν χρὴ, ἀλλὰ καὶ τὰ πλάγια καὶ τὰ ὀπίσω σκοπεῖν. τῇ | 153 | |
30 | περιστροφῇ οὖν τῆς χειρὸς δεξιά τε καὶ ἀριστερὰ τὸ ἔργον εὐθὺς ἐπηκολούθησεν. Διὰ τοῦτο αἰνοῦμεν τὸ φιλάνθρωπον Αὐτοῦ, ὅτι οὕτως ἐκαλλώπισεν τὸν ἄνθρωπον, ὡς [ἀνελλιπῆ] εἶναι πάντων τῶν ἀγαθῶν. | |
4.17 | Ῥυτοὺς δὲ ὄντας κατ’ οὐσίαν τοὺς ὀφθαλμοὺς οὐκ εἴασε γυμνοὺς, οὐδ’ ἐπιπολῆς κεῖσθαι, ἀλλὰ χώρας αὐτοῖς κατεσκεύασεν ἐξοχὰς ἐχούσας, ὥσπερ χάρα‐ κας, ἐκ τῶν ἄνω μερῶν τὰς ὀφρύας, ἐκ δὲ τῶν κάτω | |
5 | ἀνατέτακται τὰ τοῦ προσώπου μῆλα, μέσον δὲ τῶν δύο ὀφθαλμῶν τὰ ὀστᾶ τῆς ῥινὸς, ἑκατέρωθεν δὲ αὐτῶν δεξιά τε καὶ ἀριστερὰ τὰ δύο ζυγώματα, τὰ ἀποτειχίσματα τῶν κροταφιτῶν μυῶν. Ἔμενεν οὖν τὸ πρόσωπον τῶν ὀφθαλμῶν γυμνὸν καὶ ἄσκεπον· | |
10 | ἀλλ’ οὐδὲ τοῦτο ἀπρονόητον κατέλιπεν ἡ ἀγαθότης τοῦ Θεοῦ, ἀλλ’ ἐνέδυσεν αὐτοὺς χιτῶνας εἰς σκέπην, | 154 |
4.18 | οἵ τινες ὀνομάζονται βλέφαρα. Κλείονται μὲν οὖν ὑπὸ δύο μυῶν, ἀνοίγονται δὲ ἀπὸ μυὸς ἑνός· καὶ τοῦτο πρεπόντως, οὐ γὰρ ὑπὸ δύο ἡνιόχων ἀναχαι‐ τίζεται εἷς ἵππος. Μᾶλλον μὲν οὖν, ὥσπερ τὶς ἡνί‐ | |
5 | οχος δι’ ἑνὸς χαλινοῦ περιάγει δύο ἵππους ἢ τέσ‐ σαρας, οὕτως τοὺς δύο μύας τοὺς κλείοντας τὸ βλέφαρον ἀνοίγει εἷς μῦς. Τοῦτο δέ φησι καὶ Ἱπποκράτης ἐν τῷ Προγνωστικῷ ῥικνὸν βλέφαρον· τῶν γὰρ κλειόντων τοῦ ἑνὸς παθόντος, ὁ εἷς ἐνεργεῖ, | |
10 | καὶ γίνεται μέσον κλάσις κατ’ εὐθεῖαν γραμμὴν, τοῦτό ἐστιν τὸ ῥικνόν. Καλεῖται δὲ τὸ βλέφαρον παρὰ τοῖς ποιηταῖς κάλυμμα καὶ ἐπικοιλίς· ὅγε μὴν ἔγκοιλος τῶν βλεφάρων περίδρομος κόγχος καλεῖται· | |
αἱ δ’ ἐν αὐτῷ γραμμαὶ παρὰ μὲν τοῖς ἰατροῖς ῥυτίδες | 155 | |
15 | ὀνομάζονται, παρὰ δὲ τοῖς ποιηταῖς ἴλιγγες· τὸ δὲ κάτωθεν τῶν βλεφάρων τὸ ἀσάλευτον, τὸ ὅμοιον αὐτοῖς, παρὰ μὲν τοῖς ἰατροῖς ταρσὸς καλεῖται, παρὰ δὲ τοῖς ποιηταῖς κοιλίς. Ἐπεὶ δὲ πολλάκις ὀδοιπο‐ ρούντων ἀνθρώπων, ἀνέμου πνεύσαντος σφοδροῦ, | |
20 | διασκορπίζονται ἐν τῷ ἀέρι κονίαι, καὶ κάρφη, καὶ κυρήβια, καὶ ψήγματα, ὡς μὴ δύνασθαι βλέπειν τοὺς ἀνθρώπους, ἐπείγεσθαι σπεύδοντας τῆς ὁδοῦ, [ἀλλ’ αὐτοῦ] μένειν [μύσαντας] τοὺς ὀφθαλμούς· ἐξέφυσεν ἡ πρόνοια τοῦ Θεοῦ τρίχας ἀναυξήτους κατὰ τῶν | |
25 | βλεφάρων τὸν περίδρομον καὶ τοῦ ὑποκειμένου τῷ βλεφάρῳ ταρσοῦ, ὥσπερ τινὰ ἄγανα, διαφυλάττειν τοὺς ὀφθαλμοὺς ἀσινεῖς τῶν ἔξωθεν προσπιπτόντων σωμάτων ἐν ταῖς ὁδοιπορίαις, καὶ βαίνειν τοὺς ἀν‐ θρώπους τὴν ὁδὸν αὐτῶν, μήτε [πληρῶς] ἀνεωγμένους | |
30 | ἔχοντας τοὺς ὀφθαλμοὺς, μήτε κεκλεισμένους [ἐσχά‐ τως. Ὑπήλειφε] δὲ ἀμφότερα τὰ βλέφαρα, τὸ μὲν ἄνω ὁ περιόστειος ὑμὴν ἐκφυόμενος ἀπὸ τῶν ὀφρύων, τὸ δὲ κάτω ἐκφυόμενος ἀπὸ τῶν μήλων. Ἀλλὰ καὶ διὰ τοὺς ῥέοντας ἱδρῶτας ἀπὸ τῆς κεφαλῆς καὶ τοῦ | 156 |
35 | μετώπου, ἵνα μὴ πρὸς τοὺς ὀφθαλμοὺς καταρρέωσιν, ἐξέφυσε κατὰ τὰς ὀφρύας ἑτέρας τρίχας ἀναυξεῖς, κάμψασα τὸ ἄθροισμα τῶν τριχῶν τῶν ὀφρύων ἐπὶ ῥῖνα καὶ κροτάφους, ὡς καμαροειδεῖς γενέσθαι τοὺς ὀφρύας· ἅμα μὲν ποδηγεῖσθαι πρὸς ῥῖνα καὶ κροτά‐ | |
40 | φους τοὺς ἱδρῶτας, ἅμα καὶ εὐπρέπειαν τῷ προσώπῳ χαρίζεσθαι. Τοιαῦτα τὰ πολυωρήματα τοῦ ἀγαθοῦ Θεοῦ ἡμῶν ἐν τοῖς ἀνθρώποις. Ἀλλὰ περὶ μὲν τοῦ σχήματος τῶν ὀφθαλμῶν, ἀλλὰ θέσεως ἱκανὰ τὰ εἰρημένα· καιρὸς οὖν λοιπὸν | |
45 | ἐξηγήσασθαι καὶ περὶ τῆς ἐνεργείας αὐτῶν, ὅπως | |
τε ἐνεργοῦσι, καὶ ἐκ τίνων καὶ πόσων συνετέθησαν. Ὅτι μὲν οὖν ὀφθαλμοῦ ἐνέργειά ἐστι τὸ βλέ‐ πειν πᾶσι δῆλον· πῶς δὲ [βλέπει,] καὶ τίς ἡ αἰ‐ τία τοῦ βλέπειν αὐτὸν, καὶ ὑπὸ τίνων χιτώνων ἡ | 157 | |
4.18(50) | σύνθεσις αὐτοῦ, καὶ πόσα ὑγρὰ ἐν τοῖς χιτῶσιν αὐτοῦ περιέχονται, ἐγὼ φράσω, ὁδηγὸν τὸν Θεὸν ἱκετεύων γενέσθαι τῆς δυσκολίας τοῦ διηγήματος. | |
4.19 | Ἄρξομαι τοίνυν τῆς κατασκευῆς τοῦ ὀφθαλμοῦ ἀπὸ τοῦ καθήκοντος ἐξ ἐγκεφάλου νεύρου, τοῦ ὀπτι‐ κοῦ καλουμένου. Ἐκφύεται μὲν οὖν ἀπὸ τῶν ἔμ‐ προσθεν κοιλιῶν τοῦ ἐγκεφάλου, ἐξ αὐτοῦ τοῦ σώ‐ | |
5 | ματος αὐτοῦ, συζυγία τις νεύρων μαλακῶν, συμπαρα‐ κειμένη τῇ τῆς ῥινὸς συζυγίᾳ, ἑκατέρωθεν νεῦρον, ἓν ἐκ δεξιῶν, καὶ ἓν ἐξ ἀριστερῶν· τὴν ἐξήγησιν δὲ ποι‐ ήσομαι περὶ θατέρου τῶν ὀφθαλμῶν. Τούτῳ οὖν τῷ | |
ὀπτικῷ νεύρῳ ἐξερχομένῳ ἐκ τοῦ ἐγκεφάλου συν‐ | 158 | |
10 | εκφύονται ἥ τε λεπτὴ μήνιγξ καὶ ἡ παχεῖα, καὶ διαπεράσασαι ἄμφω σὺν τῷ νεύρῳ τὸ τρῆμα τοῦ ὀστοῦ, κατέλαβον τὴν χώραν τοῦ ὀφθαλμοῦ. Εἶτα τὸ μὲν νεῦρον πλατύνεται περιλαμβάνον τὸ κρυσταλ‐ λοειδὲς ὑγρόν· ἡ δὲ λεπτὴ μήνιγξ σὺν τῷ νεύρῳ | |
15 | πλατυνομένη γεννᾷ τὸν ἀμφιβληστροειδῆ χιτῶνα. ἐπεκτεινόμενος δὲ ὁ ἀμφιβληστροειδὴς χιτὼν περι‐ έχων καὶ τὸ ὑελοειδὲς ὑγρὸν συμπαραλαμβάνει τὸν ῥαγοειδῆ χιτῶνα, περιέχοντα τὸ κρυσταλλοειδὲς ὑγρὸν, καὶ μέρος τι τοῦ ὑελοειδοῦς εἰς τροφὴν τοῦ | |
20 | κρυσταλλοειδοῦς. Εἶτα ἀνέρχεται μὲν ὁ ἀμφιβλη‐ στροειδὴς ἕως τῆς στεφάνης, τῆς ὀνομαζομένης ἴριδος, κἀκεῖ ἑνοῦται τῷ περιοστείῳ χιτῶνι τῷ λευκῷ· ἐκφυ‐ όμενος γὰρ ὁ λευκὸς χιτὼν ἀπὸ τῶν τοῦ ὀφθαλμοῦ ὀστῶν ἀπὸ τοῦ μέρους τοῦ μεγάλου κανθοῦ καὶ ἀπὸ | |
25 | τοῦ μέρους τοῦ μικροῦ κανθοῦ, πλατύνεται, ἐπικεί‐ | |
μενος πᾶσι τοῖς ὀφθαλμοῦ μορίοις, ἐπεκτεινόμενος μέχρι τῆς στεφάνης· κἀκεῖ ἑνοῦται αὐτὸς τοῖς λοιποῖς χιτῶσιν. Αὕτη γὰρ ἡ στεφάνη ἕνωσίς ἐστι καὶ κοινὸς ὅρος πάντων τῶν τοῦ ὀφθαλμοῦ χιτώνων· | 159 | |
30 | καλεῖται δὲ καὶ ἶρις, καὶ κύκλος τοῦ ὀφθαλμοῦ. Περιεκτικωτέρα οὖν ἡ παχεῖα μήνιγξ τῆς λεπτῆς οὖσα καὶ αὐτοῦ τοῦ ὀπτικοῦ νεύρου, συνεξελθοῦσα τῷ ὀστῷ πλατυνομένη περιέχει τὸ ὠοειδὲς ὑγρὸν, ἐξ οὗ γίνονται τὰ δάκρυα. Γίνονται δὲ τὰ δάκρυα, | |
35 | ἐκπιεζομένου τοῦ ὀφθαλμοῦ ἢ διὰ ψύξιν, ἢ διὰ | |
4.20 | θλίψιν. Φήσει δέ τις “διὰ τί οὐ πληροῦνται;” πρὸς αὐτὸν ἐρεῖς χορηγεῖσθαι ἀπὸ τῶν ὑγρῶν τοῦ ἐγκεφάλου, κἀκεῖνα ἐκ τῶν πλησιαζόντων μορίων, αὖθις δὲ ἐκεῖνα ἐξ ἄλλων, κατὰ τὸ Ἱπποκράτους | |
5 | ῥητὸν, “Πάντα ἐκ τούτων, ξύρροια μία, καὶ ξύμ‐ | |
“πνοια μία, καὶ πάντα [ξυμπαθέα.]” Ἀνέρχεται δὲ μέχρι τῆς στεφάνης ἡ αὐτὴ μήνιγξ ἐντὸς τῆς στε‐ φάνης λεπτυνομένη καὶ διαυγὴς ἀποτελουμένη, καὶ λειοτάτη γενομένη, ὥσπερ τι κεράτιον ἐξεσμένον· | 160 | |
10 | καὶ ἀναπληροῖ τὴν ἐντὸς εὐρυχωρίαν τοῦ κύκλου, γεννῶσα τὸν κερατοειδῆ χιτῶνα. Οὗτος ὁ κερατο‐ ειδὴς χιτὼν, πάντων ἐκτὸς κείμενος, τῷ λεπτῷ τῆς οὐσίας αὐτοῦ ἀπερρήγνυτο ἂν ὑπὸ τῶν ἔξωθεν προσ‐ πιπτόντων σωμάτων· διὰ τοῦτο ἡ δημιουργία τοῦ | |
15 | Θεοῦ συνέθηκε τῷ χιτῶνι τούτῳ καὶ ἕτερα τοιαῦτα λεπτὰ καὶ διαυγῆ σώματα, ὥσπερ πτύχας τινάς· ὡς τετραπλάσιον γενέσθαι τὸν κερατοειδῆ χιτῶνα, ἵνα τῷ μὲν διαυγεῖ τῶν σωμάτων ἀνεμπόδιστος γένηται τοῦ ὁρατικοῦ πνεύματος ἡ εἴσοδος, τῇ δὲ συνθέσει | |
20 | τῶν κτηδόνων (οὕτω γὰρ αὐτὰ ὀνομάζουσιν οἱ ἀνα‐ τομικοὶ,) ἀσινὴς ᾖ τῶν ἔξωθεν προσβολῶν. Ἔστι δὲ ἡ τάξις τῶν χιτώνων αὕτη· πρῶτος ὁ κερατοειδὴς, δεύτερος ὁ ῥαγοειδὴς, τρίτος ὁ ἀμφιβληστροειδὴς, | |
καὶ τέταρτος ὁ ἐπιπεφυκὼς, ὁ λευκός. Ὁ δεύτερος | 161 | |
25 | οὖν, ὁ ῥαγοειδὴς, σφαιροειδὴς μὲν τῷ σχήματι, (ῥαγὶ γὰρ σταφυλῆς ἔοικε,) μέλας δὲ τὴν χροιὰν, διὰ τὸ περιέχειν τὸ κρυσταλλοειδὲς ὑγρόν· τοῖς γὰρ ὀφθαλ‐ μοῖς ἥδιστα χρώματα τὰ προσεγγίζοντα τῷ μέλανι χρώματι, (καθάπερ εἰσὶ τά τε φαιὰ καὶ τὰ κυανᾶ,) | |
30 | λυπηρὰ δὲ τὰ λαμπρά. Τὸ γὰρ κρυσταλλοειδὲς ὑγρὸν διαυγέστατόν τε καὶ λαμπρὸν, καθάπερ ὁ κρύσταλλος, πρεπόντως τοῦ τοιούτου τετύχηκε περι‐ βλήματος. Τοιοῦτόν τι μηχάνημα πονηρὸν πεποίηκε Διονύσιος, ὁ τῆς Σικελίας τύραννος, ἀμυντήριον τοῖς | |
35 | κολαζομένοις. δεσμωτήριον κατεσκεύασεν ἀδιάπνευ‐ στον, πανταχόθεν σκότους ἔμπλεων· πλησίον δὲ τοῦ δεσμωτηρίου κατεσκεύασεν ἕτερον οἶκον λαμπρότα‐ τον, τιτάνῳ κεχρισμένον· χρονισάντων δὲ τῶν δεσ‐ | |
μωτῶν ἐν τῷ δεσμωτηρίῳ, ἀθρόως ἐκβάλων αὐτοὺς | 162 | |
40 | πρὸς τὸν λαμπρότατον οἶκον ἐπανήγαγεν· διασκε‐ δασθέντος οὖν τοῦ ὁρατικοῦ πνεύματος ὑπὸ τῆς λαμ‐ πρᾶς αὐγῆς τοῦ οἴκου ἐπηροῦντο τοὺς ὀφθαλμούς. Περιφερὲς δέ ἐστι τὸ σχῆμα τοῦ κρυσταλλοειδοῦς ὑγροῦ, ἀπολειπόμενον τῆς σφαίρας, τὸ γὰρ ἔμπροσθεν | |
45 | αὐτοῦ μέρος ὥσπερ φακός· τέτρηται δὲ κατὰ τοῦτο τὸ μέρος ὁ δὲ ῥαγοειδὴς χιτὼν, κατὰ κύκλον ἐπί‐ βλημα ἔχων ἔξωθεν τὸν κερατοειδῆ χιτῶνα καὶ μό‐ νον. Ὅπως δὲ μὴ προσψαύσῃ ὁ κερατοειδὴς χιτὼν, κατὰ τοῦτο τὸ τρῆμα, τοῦ κρυσταλλοειδοῦς ὑγροῦ, | |
4.20(50) | προενοήσατο ἡ δημιουργικὴ σοφία τοῦ Θεοῦ· ἅμα μὲν ἐπὶ πλέον ἀγαγοῦσα ἐκτὸς τὴν κατ’ εὐθὺ τοῦ τρήματος κειμένην μοῖραν τοῦ κερατοειδοῦς, ἅμα δὲ ὑγρὸν λεπτὸν καὶ καθαρὸν, οἷόν περ τὸ ἐν τοῖς ὠοῖς ἐστι, περισχοῦσα τὸν κρυσταλλοειδῆ. Καὶ τρίτον | |
55 | ἐπὶ τούτοις αἰθεροειδοῦς τε καὶ αὐγοειδοῦς πληρώ‐ σασα πνεύματος ἅπασαν τὴν χώραν τῆς [κόρης,] τὸ βλέπειν ἀπειργάσατο· τὸ γὰρ ὀπτικὸν πνεῦμα τὸ ἐξ ἐγκεφάλου κατερχόμενον, διὰ τῆς ὁπῆς τοῦ μαλακοῦ νεύρου μέχρι τοῦ κρυσταλλοειδοῦς ὑγροῦ καὶ τῆς | 163 |
60 | [κόρης] κατέρχεται ἀνεμποδίστως. Ἐνδέδυται δὲ τὸ μὲν πρὸς τῷ τρήματι μέρος τοῦ κρυσταλλοειδοῦς ὑγροῦ χιτῶνα ἀραχνοειδῆ, λευκόν τε καὶ λαμπρὸν, ἐκ τοῦ μαλακοῦ νεύρου γεννηθέντα. Τὸ γοῦν εἴδωλον τῆς [κόρης,] ὡς ἐν κατόπτρῳ τινὶ, τούτῳ τῷ χιτῶνι | |
65 | συνίσταται, στιλπνῷ καὶ λείῳ ὄντι ὑπὲρ ἅπαντας. | |
4.21 | Ὑγρότητος οὖν δαψιλοῦς ἐν τῷ ῥαγοειδεῖ χιτῶνι περιεχομένης, μέλανές εἰσιν οἱ ὀφθαλμοί· ὥσπερ εἰ ὀλίγη ἐστὶν ἡ ὑγρότης, γλαυκοί. Διὰ ταύτην οὖν τὴν αἰτίαν οἱ γλαυκόφθαλμοι πρὶν εἰς γῆρας ἐλθεῖν | |
5 | τυφλοῦνται. Μέσης δὲ τῆς ὑγρότητος οὔσης, τοι‐ | |
αύτης ἰδέας εἰσὶν οἱ ὀφθαλμοὶ καθάπερ τῶν ἱεράκων. τοὺς τοιούτους οὖν ὀφθαλμοὺς ἔχοντας ἡ κοινὴ συνή‐ θεια ὀνομάζει ἱερακομμάτους. | 164 | |
4.22 | Ἐπεὶ οὖν κατ’ εὐθεῖαν γίνεται ἡ ὅρασις, ἐλλιπὴς ἂν ὑπῆρχεν εἰ ἀκίνητοι ἔμενον οἱ ὀφθαλμοὶ, καὶ παν‐ τάπασιν ὀλίγιστα ἂν ἑώρων οἱ ἄνθρωποι. Τούτου χάριν ἄχρι πλείστου περιάγεσθαι ὁ Δημιουργὸς Θεὸς | |
5 | ἡμῶν πεποίηκε, καὶ σὺν αὐτοῖς ὅλον εὐκίνητον ἀπειρ‐ γάσατο τὸν τράχηλον· καὶ δύο αὐτοὺς διὰ ταύτην τὴν αἰτίαν ἐποίησε διεστῶτας ἀπ’ ἀλλήλων ἀξιολόγως. | |
4.23 | Εἴπερ οὖν ἐχρῆν μὲν αὐτοὺς κινεῖσθαι, διὰ μυῶν δὲ ἅπασα κίνησις γίνεται, δῆλον ὡς καὶ τοῖς ὀφθαλμοῖς μύες ἐτέθησαν πρὸς κίνησιν. ἐξηγησώμεθα οὖν ἡμεῖς αὐτῶν τῶν μυῶν τό τε μέγεθος, καὶ τὸν ἀριθμὸν, καὶ | 165 |
5 | τὴν θέσιν. Αἱ μὲν οὖν κινήσεις τῶν ὀφθαλμῶν εἰσιν ἕξ· μία μὲν ἔσω πρὸς τὴν ῥῖνα, ἄλλη δὲ ἔξω πρὸς τὸν μικρὸν κανθὸν, ἄλλη δὲ ἄνω ὡς ἐπὶ τὰς ὀφρύας, ἄλλη δὲ κάτω πρὸς τὰ μῆλα, ἄλλη δὲ περιστρέ‐ φουσα, . . . . . . Διὸ καὶ εὔλογον ἦν καὶ τοὺς ἡγε‐ | |
10 | μόνας τῶν κινήσεων μῦς ἴσους τῷ ἀριθμῷ εἶναι· καὶ | |
δὴ γεγόνασι δύο μὲν ἐκ τῶν πλαγίων, [εἷς καθ’] ἑκάτερον κανθὸν, ἄλλος δὲ ἄνωθεν, ἄλλος δὲ κάτω‐ θεν, ἄλλος δὲ περιστρέφων τὸν ὀφθαλμὸν, ἄλλος δὲ μέγας κατ’ αὐτὴν τὴν ῥίζαν τοῦ νεύρου στηρίζων καὶ | 166 | |
15 | σφίγγων τὸν ὀφθαλμὸν μὴ προπετῆ ποτε γενέσθαι. Οὗτοι οἱ ἓξ μύες οὐ μόνον τὰς κινήσεις ἀποτελοῦσιν, ἀλλὰ καὶ τὰς χώρας τῶν περιεχόντων ὀστῶν τοὺς ὀφθαλμοὺς ἀναπληροῦσι. Κατασπείρεται δὲ ἡ δευ‐ τέρα συζυγία τῶν ἀπ’ ἐγκεφάλου νεύρων ἡ σκληρὰ | |
20 | εἰς τοὺς μῦς τούτους, χορηγοῦσα αὐτοῖς τὴν κίνησιν διὰ τοῦ ψυχικοῦ πνεύματος. | |
4.24 | Ἔστω δή τις κύκλος ὁρώμενος ὑπὸ θατέρου τῶν ὀφθαλμῶν, ἔτι θατέρου συγκεκλεισμένου· ἀπὸ δὲ τοῦ | |
κέντρου μέχρι τῆς ὁρώσης αὐτὸν [κόρης] ὁδὸς εὐθεῖά σοι νοείσθω μηδαμόθεν παρεκκλίνουσα μηδὲ τρεπο‐ | 167 | |
5 | μένη τῆς κατ’ εὐθὺ στάσεως. Ἐπινόει μοι δὴ πάλιν ἀπὸ τῆς [κόρης] ἐπὶ τὴν περιορίζουσαν τὸν κύκλον γραμμὴν (ἢν δὴ καὶ περιφέρειαν [αὐτοῦ] καλοῦσιν,) ἄλλας εὐθείας γραμμὰς [παμπόλλας] ἐφεξῆς ἀλ‐ λήλαις ἐκτεταμένας, καὶ τὸ μὲν ὑπό τε τῶν εὐθειῶν | |
10 | τούτων ἁπασῶν καὶ τοῦ κύκλου περιοριζόμενον σχῆμα κῶνον ὀνόμαζε· κορυφὴν δὲ τοῦ κώνου νόει τὴν [κόρην,] καὶ βάσιν τὸν κύκλον· τὴν δὲ ἀπὸ τοῦ κέντρου τοῦ κύκλου τεταμένην εὐθεῖαν, ἀπασῶν τῶν ἄλλων εὐθειῶν καὶ παντὸς τοῦ κώνου μέσην ὑπάρ‐ | |
15 | χουσαν, ἄξονα κάλει, ἐπιφάνειαν δὲ τὸ ἄνω πέρας τοῦ τοιούτου χωρίου. Μετὰ δὴ ταῦτα τόδε μοι νόει τὸ κατὰ τὸν ἄξονα τοῦ κώνου, τὸν ἀπὸ τῆς [κόρης] ἐπὶ τὸ κέντρον τοῦ κύκλου διὰ τοῦ ἀέρος [τεταμένον,] αἰωρεῖσθαί τινα κέγχρον, ἤ τι τοιοῦτον σμικρόν· ἐπι‐ | 168 |
20 | σκοτίσει δὴ τὸ κέντρον τοῦ κύκλου, κωλύσει δὲ τὴν [κόρην] ὁρᾶν αὐτό. Καὶ εἴπερ δὴ καὶ τοῦτο ἐνόησας, ῥᾷστον ἂν εἴη συνιέναι πᾶν ὁτιοῦν σῶμα τεθὲν ἐν τῷ μεταξὺ τοῦ τ’ ἐκτὸς ὁρωμένου καὶ τῆς ὁρώσης ὄψεως [ἐπισκοτίσειν,] καὶ [κωλύσειν] ἐπιβλέπεσθαι τὸ προ‐ | |
25 | τεταγμένον, ἀρθέντος δ’ αὐτοῦ τελείως, ἢ παραχθέντος εἰς πλάγια, πάλιν ὁρᾶσθαι αὐτὸ συμβαίνειν. Καὶ εἴπερ ἤδη καὶ τοῦτο νενόηκας, ὥρα σοι συλλογί‐ ζεσθαι ἀνεπισκότητον εἶναι τὸ μέλλον ὀφθήσεσθαι, μηδενὸς ἐν τῷ μεταξὺ τεταγμένου κατὰ τὴν ἀπὸ | 169 |
30 | τῆς ὄψεως ἐπ’ [αὐτὸ] τεταγμένην εὐθεῖαν. Καὶ εἴπερ καὶ τοῦτο ἤδη νενόηκας, οὐκ ἄν σοι [δόξ‐ ειεν] ἀλόγως ἀπὸ τῶν μαθημάτων ἀποφῄνασθαι κατ’ εὐθείας γραμμὰς ὁρᾶσθαι τὰ ὁρώμενα. Κάλει οὖν μοι τὰς εὐθείας ταύτας ὄψεις, καὶ τὴν περιφέ‐ | |
35 | ρειαν τοῦ κύκλου δι’ ἐκείνων τῶν ὄψεων ὁρᾶσθαι λέγε, τὸ δὲ κέντρον αὐτοῦ δι’ ἑτέρας ὄψεως κατὰ δὴ | |
τὸν ἄξονα τοῦ κώνου τεταγμένης, τὸ δὲ σύμπαν ἐπί‐ πεδον τοῦ κύκλου διὰ παμπόλλων ἄλλων ὄψεων ἐπ’ αὐτὸ διηκουσῶν. Ὅσαι δ’ ἂν τούτων γε τῶν | 170 | |
40 | ὄψεων ἴσον τούτου ἄξονος ἀπέχουσι καὶ καθ’ ἓν ὁτιοῦν [ἐπίπεδον] ὦσιν, ὁμοταγεῖς ὀνόμαζε· οὕτω γὰρ ἀπὸ κέντρου τῆς [κόρης] ἐξερχόμενον τὸ ὀπτικὸν πνεῦμα ἐπερείδεται τῷ ἀέρι, ὥσπερ τις κῶνος, πλα‐ τύνεται δὲ πρὸς τὸ τοῦ ὁρωμένου μέγεθος, καὶ κατὰ | |
45 | τὸν αὐτὸν τρόπον γίνεται ἡ ὅρασις. Εἶδες δέ μοι καὶ δι’ ὀπῆς στενῆς ἀκτῖνας ἡλίου διαπεμπομένας τε καὶ πρόσω φερομένας, οὐδαμόθεν κεκλιμένας οὐδὲ καμ‐ πτομένας, ἀλλ’ ἀκριβῶς εὐθεῖάν τε καὶ ἀκλινῆ βαδι‐ ζούσας ὁδόν. Τοιαύτην μοι νόει καὶ τὴν τῶν ὄψεων | |
4.24(50) | ὁδὸν ὑπάρχειν. | 171 |
4.25 | Ἐπὶ τούτοις δὴ σαφῶς γινωσκομένοις, (εἴ γε γινώσκοις αὐτὰ, εἰ δὲ μὴ, ἀλλ’ αὖθις ἐπαναλαμβάνων, ἐπειδὰν ἀκριβῶς ἐκμάθοις,) ἐπὶ τὰ μετὰ ταῦτα γε‐ γραμμένα παραγενόμενος, ἓν [δή] μοι καὶ πρῶτον | |
5 | τόδε προσμανθάνειν, ὡς ἕκαστον τῶν ὁρωμένων οὐ μόνον [οὐδὲ ψιλῶς,] ἀλλὰ πάντως παρά τινος φαί‐ νεται τῶν ὄψεων τῶν [περιλαμβανουσῶν αὐτὸ], προσπιπτουσῶν ἐνίοτε μέν τινι τῶν ἐπέκεινα τοῦ βλεπομένου σώματος, ἐνίοτε δὲ τῶν ἐπὶ τάδε· δεύ‐ | |
10 | τερον δὲ, ὡς τὸ μὲν ὑπὸ τοῦ δεξιοῦ μόνου βλεπόμενον | |
ὀφθαλμοῦ, [τὸ] μὲν ἐγγυτέρω μᾶλλόν [πως] ἐν τοῖς ἀριστεροῖς μέρεσι κεῖσθαι φαντάζεται, [τὸ] δὲ πορ‐ ρωτέρω μᾶλλόν πως ἐν τοῖς δεξιοῖς, τὸ δὲ ὑπὸ τοῦ ἀριστεροῦ μόνον βλεπόμενον, ἐν μὲν τοῖς δεξιοῖς τὸ | 172 | |
15 | πλησιέστερον μᾶλλον, ἐν δὲ τοῖς ἀριστεροῖς [τὸ] πορρωτέρω, τὸ δ’ ὑπ’ ἀμφοῖν ἐν τῷ μεταξύ· καὶ τρίτον ἐπὶ [τούτοις] μαθεῖν, ὅτι παραληφθείσης καὶ παραχθείσης τῆς κόρης ἤτοι ἄνω ἢ κάτω τοῦ θατέρου τῶν ὀφθαλμῶν, διπλᾶ φαίνεται τὰ τέως ἁπλᾶ φαι‐ | |
20 | νόμενα. | |
4.26 | Ἐπέλθωμεν οὖν ἐξηγήσασθαι περὶ τῶν συζυγιῶν τῶν ἐκ τοῦ ἐγκεφάλου νεύρων, τοῦτο γὰρ ἡμῖν προὔ‐ κειτο. Περὶ μὲν οὖν τῶν μαλακῶν νεύρων, ὅτι ἐκ τῶν ἐμπροσθίων κοιλιῶν τοῦ ἐγκεφάλου φύονται, καὶ | |
5 | ὡς ἡ μὲν μία χορηγεῖ τοῖς ὀφθαλμοῖς τὴν ὅρασιν, ἡ | |
δὲ ἄλλη ταῖς ῥισὶ τὴν ὄσφρησιν, ἱκανῶς ἀπεδείξαμεν· ἀλλὰ καὶ ὅτι ἐκ τῶν αὐτῶν ἐμπροσθίων κοιλιῶν ἄλλη τις ἐκφύεται σκληρὰ, τῇ τάξει δευτέρα, χορη‐ γοῦσα τοῖς ὀφθαλμοῖς τὴν κίνησιν, καὶ τοῦτο ἀκρι‐ | 173 | |
10 | βῶς ἐξηγησάμεθα. Ἀρξώμεθα οὖν ἀπὸ τῆς τρίτης συζυγίας. Ἡ τρίτη οὖν συζυγία, ἐκφυομένη μὲν καὶ αὐτὴ ἐκ τοῦ ἐγκεφάλου πλησίον τῆς δευτέρας, κατα‐ φύεται διὰ τῆς βάσεως τοῦ ὀστοῦ τοῦ ὑποκειμένου τῷ ἐγκεφάλῳ, τοῦ ὀνομαζομένου σφηνοειδοῦς· κατα‐ | |
15 | σπείρεται δὲ εἰς τὰ κατὰ πρόσωπον μόρια, καὶ εἰς τὴν γλῶτταν, καὶ εἰς τὰ παρακείμενα τῇ γλώττῃ μόρια, καὶ εἰς τὸν ὑπαλείφοντα χιτῶνα τὸ στόμα, καὶ τὸν φάρυγγα, τὴν ἐπιγλωττίδα τε, καὶ τὸν λάρυγγα, | |
καὶ τὴν τραχεῖαν ἀρτηρίαν, καὶ τὸν στόμαχον. Τοῖς μὲν | 174 | |
20 | οὖν κατὰ πρόσωπον μορίοις χορηγεῖ αἴσθησίν τε καὶ κίνησιν, ἤγουν τοῖς κροταφίταις μυσὶ, καὶ τοῖς μασ‐ σητῆρσι, καὶ τοῖς χείλεσι, καὶ τοῖς τῆς ῥινὸς πτερυ‐ γίοις· τῇ δὲ γλώττῃ, καὶ τῷ στόματι, καὶ τῷ φά‐ ρυγγι, τῇ τε ἐπιγλωττίδι, καὶ τῷ λάρυγγι, καὶ τῇ | |
25 | τραχείᾳ ἀρτηρίᾳ, καὶ τῷ στομάχῳ αἴσθησιν καὶ μόνην· ἡ γὰρ κίνησις τούτοις ἀπὸ τῆς ἕκτης ἐστὶ συζυγίας. | |
4.27 | Ἔστι δὲ ἡ γλῶσσα τῇ μὲν οὐσίᾳ μυώδης· τὸ δὲ μέγεθος αὐτῆς πρὸς τὴν εὐρυχωρίαν τοῦ στόματος· τὸ δὲ σχῆμα προμήκης, κατὰ δὲ τὸ ἄκρον αὐτῆς περιφερής. Ὄργανον δέ ἐστι διαλεκτικόν τε καὶ | |
5 | γευστικὸν, τὴν κίνησιν χορηγουμένη ἀπὸ τῆς ἑβδό‐ μης συζυγίας τῶν ἀπ’ ἐγκεφάλου πεφυκότων νεύρων. Ἡ δὲ ἔκφυσις αὐτῆς ἀπὸ τοῦ ὑοειδοῦς ὀστοῦ γίνεται, καὶ ἔστι συνδεδεμένη τῇ ῥίζῃ τῆς γλώττης. | |
4.28 | Ὅτι δὲ τοῦ στόματος δύο γένυες εἰσὶν, ἡ μὲν ἄνω, ἡ δὲ κάτω, φανερὸν [παντί.] Κινεῖται δὲ μόνη ἡ κάτω διὰ τὸ λεαίνεσθαι τὰς τροφὰς, μένει δὲ τὸ ἓν ἀκί‐ νητον· εἰ γὰρ τὰ δύο ἐκινοῦντο, ἔμειναν ἂν τὰ ἀμφό‐ | 175 |
5 | τερα ἀνενέργητα. Ἀλλ’ ὥσπερ ἐπὶ τῶν δημητριακῶν λίθων ὁρῶμεν ὅτι λεαίνεται ὁ σῖτος, τοῦ κάτω μένον‐ τος ἀσαλεύτου, τοῦ δὲ ἄνω κινουμένου, ἀνάπαλιν γίνεται ἐπὶ τῶν ζώων· εἰ γὰρ τὸ ἄνω τῆς γένυος ἐκινεῖτο, ἐσαλεύετο ἂν ὁ ἐγκέφαλος, βλάβην οὐ τὴν | |
10 | τυχοῦσαν προσφέρων. Τὸν ἄνθρωπον [δὲ ἡ] τοῦ ἀγαθοῦ Θεοῦ πρόνοια πρὸς τὸ συμφέρον ἀπενείματο· κατασπᾶται δὲ ἡ κάτω γένυς ὑπὸ τοῦ μυώδους πλα‐ τύσματος, [ἐκφυομένου] μὲν ἀπ’ ἀμφοτέρων τῶν ἀκρωμίων, [καταφυομένου] δὲ πρὸς τὸ κάτω μέρος | |
15 | τῆς γένυος ἕως τοῦ ἄκρου αὐτοῦ. Ἔοικε δὲ τὸ μυῶδες πλάτυσμα γυναικείῳ φιαλίῳ, τῷ ὀνομαζομένῳ παρὰ τῇ κοινῇ συνηθείᾳ στομομανίκῳ. Κλείεται δὲ ἡ κάτω γένυς ὑπὸ τῶν κροταφιτῶν μυῶν ἀμφοτέρων· μασ‐ σᾶται δὲ τὰς τροφὰς κινουμένη μυλοειδῶς ὑπὸ τῶν | 176 |
20 | μασσητήρων μυῶν. | |
4.29 | Περιέχουσι δὲ αἱ γένυες ἀμφοτέρους τοὺς ὀδόντας σὺν τοῖς φατνίοις αὐτῶν. ἑκατέρα τῶν γενύων ὀδόν‐ τας ἑξκαίδεκα· ἔμπροσθεν μὲν [τοὺς] τομεῖς, τὸν ἀριθμὸν [τέσσαρας], ὀξεῖς καὶ πλατεῖς, οἵους ἐνδα‐ | |
5 | κόντας ἀποτεμεῖν· ἑξῆς δὲ τοὺς κυνόδοντας, ἑκατέ‐ | |
ρωθεν ἕνα, πλατεῖς μὲν τὴν κάτω βάσιν, ὀξεῖς δὲ ἄνω, καθάπερ οἱ τῶν κυνῶν, ἐπιτηδείους δὲ εἰς τὸ κλᾶν τὰ σκληρὰ τῶν σωμάτων· ἐφεξῆς δὲ τούτων ἑκατέρωθεν πέντε, [τοὺς γομφίους,] (οὓς καὶ μύλας | 177 | |
10 | ὀνομάζουσιν,) πλατεῖς καὶ σκληροὺς καὶ μεγάλους καὶ τραχεῖς, ἐπιτηδείους πρὸς λέανσιν. Μονόρριζοι μὲν οὖν εἰσιν οἱ τομεῖς, δυοῖν δὲ ῥιζῶν οἱ κυνόδοντες, τρίρριζοι δὲ τῶν μυλῶν οἱ ἔμπροσθεν, τετράρριζοι δὲ οἱ πάντων ἔσωθεν, οὓς καὶ σωφρονιστῆρας ὀνομά‐ | |
15 | ζουσιν. Εἰσὶ δὲ τὸν ἀριθμὸν τέσσαρες· ἄνωθεν δύο, ἑκατέρωθεν εἷς, καὶ κάτω δύο, ἑκατέρωθεν εἷς. Τού‐ τους φασὶν ἰατροὶ φύεσθαι μετὰ δεκατέσσαρα ἔτη· | |
ὡς ὅσοι ἔφθασαν εὐνοῦχοι γενέσθαι ἔσωθεν τῶν δεκατεσσάρων χρόνων, τοὺς σωφρονιστῆρας ὀδόντας | 178 | |
20 | οὐκ ἔχουσιν, ἀλλ’ ἔχουσιν οὗτοι ὀδόντας τὸν ἀριθμὸν ὀκτὼ καὶ εἴκοσι, καθάπερ καὶ τὸ θῆλυ. Ἕκαστος δὲ τῶν ὀδόντων ἐμπέπηκται ἐν τῷ [αὑτοῦ] φατνίῳ· καὶ αὐτὰ τὰ φατνία ἐκπεφύκασιν ἐξ ἑκατέρας γένυος, ὀστᾶ ὄντα καὶ αὐτὰ λεπτὰ, καὶ κοῖλα πρὸς ὑποδοχὴν | |
25 | τῶν ὀστῶν κατασκευασθέντα. Ὑπαλείφει δὲ αὐτὰ κατὰ τὰς ῥίζας τῶν ὀδόντων καὶ χορηγεῖ [αὐτοῖς] αἴσθησιν τὰ ἐκ τῆς τρίτης συζυγίας νεῦρα· καὶ διὰ τοῦτο οἱ ὀδόντες εἰσὶν [αἰσθητικὰ] ὀστᾶ, πάντων ὀστῶν ἀναισθήτων ὄντων. | |
30 | Ἐν δὲ τῷ ἐν ταῖς [γένυσιν ἀμφοτέραις μυώδει δέρματι], ὅπερ καὶ γνάθος ὀνομάζεται, ἐκπεφύκασι τρίχες ἀπὸ τῶν κροτάφων καὶ τῶν [μασσητήρων] | |
ἕως τοῦ πώγωνος καὶ τῶν χειλέων, σκέπουσαι μὲν ἀμφοτέρας τὰς σιαγόνας, ἅμα δὲ καὶ εὐπρέπειαν τῷ | 179 | |
35 | προσώπῳ χαριζόμεναι, εἰ αὐτάρκως ἔφυσαν· αἱ γὰρ ὑπερβολαὶ καὶ ἐλλείψεις ἀπρεπεῖς. Τὰ δὲ μῆλα τοῦ προσώπου καὶ αἱ ῥῖνες ἀτρίχωτοι διαμένουσιν· εἰ γὰρ καὶ ταῦτα τετριχωμένα ἐτύγχανον, ἄγριον ἂν τὸ πρόσωπον ἐφαίνετο καὶ ἀγρίου ζώου, οὐχ ἡμέρου τε | |
40 | καὶ πολιτικοῦ οἷός ἐστιν ὁ ἄνθρωπος. Τὰ ὀστᾶ δὲ τῆς κάτω γένυος ἥνωνται πρὸς ἄλληλα κατὰ μὲν τὸ κάτω μέρος κατὰ σύμφυσιν· ἐν δὲ τῷ ἄνω μέρει τῆς κάτω γένυος δύο ἀποφύσεις εἰσὶν, ἡ μὲν αὐχὴν, ἡ δὲ [κορώνη.] Ὑποδύεται μὲν οὖν ἡ | |
45 | κορώνη ἐν τῷ ὀστῷ τῆς ἄνω γένυος τῷ καλουμένῳ ζυγώματι, εὐμήκης οὖσα, ὅπως ἐν μεγάλαις χάσμαις | |
μὴ [ὀλισθαίνῃ], καὶ [μένῃ] τὸ ζῶον [κεχῃνὸς] ἀπροαιρέτως καὶ μὴ δυνάμενον σφαλίσαι τὸ ἑαυτοῦ στόμα. Ἀποκρατεῖ δὲ καὶ ὁ αὐχὴν τῆς κάτω γένυος | 180 | |
4.29(50) | κατὰ τὴν αὐτὴν τοῦ ζυγώματος ἐπίβασιν, ἵνα ἡ [κλεῖσις] καὶ ἡ [ἄνοιξις] τοῦ στόματος εἴη σύμμε‐ τρος. Τὸ δὲ ζύγωμα τὸ ὀστοῦν ἐστι μὲν πρόβλημα τοῦ κροταφίτου μυὸς, ἐκφύεται δὲ ἐκ τόπων δύο, ἐκ μὲν τῶν πρόσω μερῶν ἀπὸ τοῦ μικροῦ κανθοῦ τοῦ | |
55 | ὀφθαλμοῦ, ἐκ δὲ τῶν ὀπίσω ἀπὸ τοῦ ὀστοῦ τοῦ ὠτός· ἑνοῦται δὲ κατὰ τὸ μέσον ῥαφῇ λοξῇ. Στηρίζεται δὲ ἡ κεφαλὴ ἐκ τῶν ὄπισθεν, καὶ ἐκ τῶν ἔμπροσθεν, καὶ ἐξ ἀμφοτέρων τῶν πλαγίων, ὥσπερ καὶ τὸ τῆς ἐπο‐ χῆς ὄρθιον ξύλον, τὸ ὀνομαζόμενον τράνα. ὁ γὰρ τὴν | |
60 | [ῥάχιν] συνδῶν νευροχονδρώδης σύνδεσμος ἀνέρχεται διὰ τοῦ τραχήλου ἕως τοῦ ἰνίου πρὸς στηριγμὸν τῆς κεφαλῆς· ἀπὸ δὲ τοῦ δεξιοῦ ἀκρωμίου ἀποφύεταί τις μῦς ἀνερχόμενος διὰ τοῦ δεξιοῦ μέρους τοῦ τραχήλου ἕως τῶν λιθοειδῶν ὀστῶν καὶ τοῦ ἰνίου, ὡσαύτως δὲ | |
65 | καὶ ὁ ἀριστερὸς ἀπὸ τοῦ ἀριστεροῦ ἀκρωμίου ἕως τοῦ λιθοειδοῦς ὀστοῦ καὶ τοῦ ἰνίου· ἐκ δὲ τῶν ἔμπροσθεν στηρίζει τὴν κεφαλὴν ἡ [ἀνάντης] ἀπόφυσις τοῦ [δευτέρου] σπονδύλου. | 181 |
4.30 | Τὸ δὲ τῶν ὤτων ὀστοῦν, [ἓν καθ’ ἑκάτερον οὖς,] οὐκ [εὐθύτρητον] ἔχει τὸν ἀκουστικὸν πόρον, ἀλλὰ σκο‐ λιὸν, διὰ τὸ πλησίον τοῦ ἐγκεφάλου [κεῖσθαι] ἀμφό‐ τερα τὰ ὦτα· εἰ γὰρ [εὐθὺς] ὁ πόρος τῶν ὤτων ἦν, | |
5 | ἑτοίμως ἂν ἐδέχετο ὁ ἐγκέφαλος τὴν βλάβην ἀπὸ τῶν ἔξωθεν προσβολῶν, ἢ ὑπὸ ψύξεως, ἢ ὑπὸ θάλ‐ ψεως, ἢ ὑπὸ κόνεως, ἀλλ’ οὐδὲ τὸ σφοδρὸν τῶν [τόνων] ἤνεγκεν ἂν ἀβλαβῶς ὁ ἐγκέφαλος. Διὰ τοῦτο οὖν ἡ σκολιὰ θέσις τοῦ πόρου τῶν ὤτων γέ‐ | |
10 | γονεν. Διὰ τὰς αὐτὰς οὖν αἰτίας καὶ ἔξωθεν τοῦ πόρου πρόβλημά τι χονδρῶδες [προσέπλασεν] ἡ τοῦ Θεοῦ ἄφατος δημιουργία, καὶ αὐτὸ σκολιὸν, τῇ θέσει | |
πλησίον τοῦ πόρου· τὸ γὰρ ἐξέχον τοῦ [ὠτὸς χον‐ δρῶδες,] ὅπερ καὶ κόγχος καλεῖται, εὐπρεπείας χάριν | 182 | |
15 | γέγονεν, συνεργῶν καὶ ἐν τῇ εἰσόδῳ τῶν φωνῶν, ὡς κύμβαλον γὰρ ἀλαλάζει. Περιφερὲς γὰρ τῷ σχή‐ ματι, καὶ ποικίλον καὶ ἀνώμαλον τῇ συνθέσει· τὸ γὰρ ἄνω μέρος αὐτοῦ (ὅπερ καὶ πτερύγιον ὀνομά‐ ζεται,) καμπύλον ἐστὶν, τὸ δὲ κάτω (ὃ καὶ λοβὸς | |
20 | καλεῖται,) εὐθὺ, τὸ δὲ μέσον τε καὶ ἔνδον (ὅπερ ὀνο‐ μάζεται κυψέλη,) κοῖλον καὶ σκολιόν. Ἐτριχωμένος δέ ἐστιν ὁ πόρος διὰ τὰς προρρηθείσας αἰτίας· τὴν δὲ αἴσθησιν τῆς ἀκοῆς ἀποτελοῦσιν τὰ ἐκ τῆς πέμ‐ πτης συζυγίας τοῦ ἐγκεφάλου κατασπειρόμενα νεῦρα. | |
25 | Τὸ δὲ ὑπεράνω καὶ ἔμπροσθεν τῶν ὤτων, ὃ καλεῖ‐ ται μέτωπον, ἐνδέδυται δέρμα τι [σκληρὸν] καὶ περι‐ τεταμένον, καὶ διὰ τοῦτό ἐστιν αὐτὸ ἄτριχον· εἰ γὰρ λάσιον ἦν, οὐ μόνον δυσθεώρητον τὸ πρόσωπον ἐγέ‐ | |
νετο, ἀλλὰ καὶ ἄγριον, καὶ τοὺς ὀφθαλμοὺς ἐκώλυεν | 183 | |
30 | τοῦ βλέπειν. κινούμενον δὲ τὸ τοῦ προσώπου δέρμα γραμμὰς ἀποτελεῖ, τὰς ὀνομαζόμενας στολίδας. | |
4.31 | Αἱ οὖν ὑπὸ τοῦ μετώπου περιεχόμεναι ἐμπρόσθιαι κοιλίαι τοῦ ἐγκεφάλου τὸ φανταστικὸν μέρος περιέ‐ χουσι· τριῶν γὰρ καθόλου ἐνεργειῶν ὑπὸ τοῦ ψυχι‐ κοῦ πνεύματος ἀποτελουμένων, φαντασίας, μνήμης | |
5 | τε, καὶ διανοίας, τρεῖς καὶ ἀφορίζονται τόποι τοῦ ἐγκεφάλου εἰς κατοικίαν αὐτῶν, ὁ ἔμπροσθεν, καὶ ὁ ὄπισθεν, καὶ ὁ μέσος. Ἐν μὲν οὖν τῷ ἔμπροσθεν τόπῳ ἡ φαντασία κατοικεῖ, ἐν δὲ τῷ μέσῳ ἡ διάνοια, ἐν δὲ τῷ ὀπίσω ἡ μνήμη. Εὐλόγως δὲ ταύτης ἔτυχον | |
10 | τῆς τάξεως· πρότερον γὰρ φαντάζεται ὅπερ ἕκαστον ἔχει τῶν ἐμφαντικῶν, κἄπειτα τὰ ὁπωσοῦν δόξαντα, οἱονεὶ φρουρίῳ, τῇ μνήμῃ ἐναποτίθενται, ἵνα, καιροῦ καλοῦντος, πρὸς τὸ χρειῶδες ἀναλαμβάνωνται. Πῶς δὲ καὶ τίνα τρόπον ὁ Ὅμηρος λέγει ἐν τῇ καρδίᾳ τὸ | |
15 | ἡγεμονικὸν τῆς ψυχῆς εἶναι, ἀλλὰ καὶ ἄλλοι πλεῖστοι Ἕλληνες, οὐ μὴν δὲ ἀλλὰ καὶ αὐτὸ τὸ θεῖον Εὐαγγέ‐ λιον, (“διὰ τί” γάρ φησιν, “ἀναβαίνουσι διαλο‐ “γισμοὶ ἐν ταῖς καρδίαις ὑμῶν;”) οὐκ ἔχω εἰπεῖν· πολλὰ γὰρ οἱ ἰατροὶ ψηλαφήσαντες περὶ λογισμοῦ | 184 |
20 | καὶ μνήμης ἀπωλείας, ποίου τόπου πάσχοντος γίνε‐ ται, οὐδένα εὗρον πλὴν τοῦ ἐγκεφάλου. Διὰ τοῦτο οὖν καὶ τὰ ἁρμόδια πρὸς θεραπείαν ἐπιθέματα, καὶ πυρίας, καὶ τὰ ἄλλα βοηθήματα τῇ κεφαλῇ προσ‐ φέρουσιν, οὐ τῇ καρδίᾳ· μώρωσις γὰρ, καὶ μελαγ‐ | |
25 | χολία, μανία τε, καὶ ἐπιληψία, καὶ κάρος, καὶ φρε‐ νῖτις, κατοχή τε, καὶ λήθαργος, καὶ παραφροσύνη, καὶ ἐπιλησμοσύνη, ἀποπληξία τε, καὶ παραπληγία, πάντα γίνεται ἐγκεφάλου πάσχοντος, ἢ θερμανθέν‐ τος, ἢ ψυχθέντος, ἢ ξηρανθέντος, ἢ ὑγρανθέντος τοῦ | |
30 | σώματος αὐτοῦ, ἢ καὶ τῶν περιεχουσῶν αὐτὸν μηνίγ‐ | |
γων, ἢ διά τινας αἰτίας ἐμφραχθέντων τῶν ἀπ’ αὐτοῦ ἐκφυομένων νεύρων. Ἀλλὰ ταῦτα μὲν εἰ θέλει τις ἀκριβῶς διαγνῶναι, τὸ τρίτον τε καὶ τέταρτον βιβλίον τῆς Διαγνωστικῆς τοῦ Γαληνοῦ κατατριψάτω· οὐ | 185 | |
35 | γὰρ χρεὼν ἐνταῦθα περὶ αὐτῶν λέγειν, οὐ γὰρ δια‐ γνώσεις καὶ θεραπείας ἐν τῷ παρόντι λόγῳ προυθέ‐ μεθα λέγειν, ἀλλὰ περὶ τῆς κατασκευῆς τοῦ ἀν‐ θρώπου. | |
Καὶ περὶ μὲν τῆς κεφαλῆς ἀρκεῖ καὶ ταῦτα λέγειν. | 186 | |
5t | ΘΕΟΦΙΛΟΥ ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΑΝΘΡΩΠΟΥ ΚΑΤΑΣΚΕΥΗΣ ΒΙΒΛΙΟΝ Ε. | |
5.1 | ΠΕΡΙ μὲν οὖν τῆς κατασκευῆς τοῦ ἐγκεφάλου καὶ τῶν ἐν αὐτῷ μηνίγγων, ἐτί τε τῆς κεφαλῆς καὶ τῶν τοῦ προσώπου μορίων ἁπάντων, ὁ πρὸ τοῦδε λόγος αὐτάρκως ἐξηγήσατο, ἅμα καὶ περὶ πασῶν τῶν αἰσθή‐ | |
5 | σεων. περὶ δὲ τοῦ νωτιαίου μυελοῦ καὶ τῶν ἐξ αὐτοῦ | |
πεφυκότων νεύρων, ἔτι δὲ τῆς κατασκευῆς ἁπάντων τῶν γεννητικῶν μορίων, ἐν τῷ παρόντι λόγῳ, πέμπτῳ ὄντι τῆς ὅλης πραγματείας, τὴν ἐξήγησιν ποιησό‐ μεθα. Ἐπειδὴ δὲ κοινὰ μόριά εἰσι τῆς κεφαλῆς καὶ | 187 | |
10 | τοῦ τραχήλου, δι’ ὧν ἀνανεύομεν καὶ ἐπινεύομεν, καὶ περιάγομεν αὐτὴν εἰς τὰ πλάγια, δέον ἐκ τῶν τοιού‐ των ἄρξασθαι, ἐπειδὴ πρώτως ταῦτα διήρθρωνται τῇ κεφαλῇ καὶ ἀλλήλοις. | |
13 | ||
5.2 | ὍΤΙ μὲν οὖν κίνησις οὐδεμία ὀστῶν γίνεται χωρὶς τοῦ διηρθρῶσθαί τε ἅμα καὶ διὰ μυῶν συνάπτεσθαι, δέδεικται πολλάκις· ὡς χρὴ πάντως εἶναι μὲν τὸ κινοῦν αὐτὰ μῦν, τὸ δὲ κινούμενον τὴν τῶν ὀστῶν | |
5 | σύνθεσιν, ὅτι δὲ ἡ κίνησις τῶν ἄρθρων διὰ συν‐ δέσμων εὐρώστων τε ἅμα καὶ μετρίως σκληρῶν γίνεται, δέδεικται καὶ τοῦτο· καὶ ὡς χρὴ τοὺς συν‐ δέσμους περιλαμβάνειν κυκλοτερῶς τὰ κινούμενα τῶν | |
ὀστῶν ἄρθρα, ὅπως μὴ ἐξίσταται τὸ ἕτερον ἐκ τοῦ | 188 | |
10 | ἑτέρου, καὶ τοῦτο ἀποδέδεικται· καὶ ὅτι ὁ μῦς σύν‐ θετον σῶμά ἐστιν ἐξ ἁπλῆς σαρκὸς συγκείμενος καὶ νεύρου, καὶ ὅτι τὴν κίνησιν πᾶς μῦς ἐκ τοῦ νεύρου ἔχει, καὶ τοῦτο διαφόρως ἀποδέδεικται. | |
5.3 | Ἀρχὴ μὲν οὖν πάντων τῶν νεύρων ἐστὶν ὁ ἐγκέ‐ φαλος, κατασπαρείσης εἰς αὐτὸν, οἷον εἰς ἄρουράν τινα, τῆς λογικῆς ψυχῆς, ἢ πρώτως ἢ διὰ μέσου τοῦ νωτιαίου· ὁ γὰρ νωτιαῖος μυελὸς ἐκφύεται μὲν ἀπὸ | |
5 | τοῦ ὀπισθίου ἐγκεφάλου, κατέρχεται δὲ διὰ τῆς ῥά‐ χεως ἕως τοῦ ἱεροῦ ὀστοῦ, τὴν οὐσίαν ὁμοῖος ὢν κατὰ πάντα τῷ ἐγκεφάλῳ. διὰ τοῦτο γὰρ καὶ μακρὸν ἐγκέφαλον οἱ ἰατροὶ ὀνομάζουσι. Πάμπολλα δὲ νεῦρα ἐκφύεται ἐξ αὐτοῦ, εἰς ἀποβλαστήματα μεριζόμενα | |
10 | μυρία· σύμπαν δὲ τὸ σῶμα μεταλαμβάνει δι’ αὐτῶν | |
πρῶτον μὲν κινήσεως, ἐπὶ ταύτῃ δὲ αἰσθήσεως. | 189 | |
5.4 | Τὸ δὲ τῆς κεφαλῆς ἄρθρον, ὡς ἂν τὴν ῥίζαν ἁπάν‐ των τῶν κινούντων τὰ κάτω τοῦ ζώου μόρια νεύρων ἐν ἑαυτῷ περιέχον, ἀσφαλεστάτην ἁπάντων τῶν ἄρ‐ θρων εὐλόγως ἔχει τὴν κατασκευήν. ἡ δὲ ἀσφάλεια | |
5 | διά τε τοῦ πάχους τῶν συνδέσμων, καὶ τοῦ πλήθους τῶν μυῶν, καὶ αὐτῆς τῆς κατὰ τὴν σύνθεσιν ἀκρι‐ βείας ἐγένετο. Διήρθρωται οὖν ἡ κεφαλὴ τῷ πρώτῳ σπονδύλῳ καὶ τῷ δευτέρῳ· τῷ μὲν πρώτῳ κατὰ τὰς κοιλότητας αὐτοῦ ἀντεμβαινουσῶν τῶν κυρτοτήτων | |
10 | τῆς κεφαλῆς, περιλαμβανούσας ἑκατέρωθεν μίαν· ὁ δὲ δεύτερος σπόνδυλος ἀπόφυσίν τινα ἔχων ἀνάντη τε καὶ προμήκη, διὰ ῥωμαλεωτάτου συνδέσμου κατὰ ταύτην τὴν ἀπόφυσιν τῇ κεφαλῇ συνάπτεται. Διὰ | |
ταύτης οὖν τῆς πρὸς τὸν δεύτερον σπόνδυλον συνα‐ | 190 | |
15 | φείας ἡ κεφαλὴ κατανεύει καὶ ἀνανεύει, ἐπὶ δὲ τὰ πλάγια κινεῖται ἡ κεφαλὴ διὰ τῆς πρὸς τὸν πρῶτον σπόνδυλον διαρθρώσεως, στηρίζεται δὲ διὰ μυῶν καὶ τενόντων. Ὀνομάζεται μὲν οὖν ἡ ἀνάντης ἀπόφυσις τοῦ δευτέρου σπονδύλου ὑπὸ μὲν τῶν νεωτέρων ἰα‐ | |
20 | τρῶν πυρινοειδὴς, ὑπὸ δὲ τῶν παλαιῶν ὀδοὺς καλεῖ‐ ται· καὶ Ἱπποκράτης οὕτως αὐτὴν ὠνόμασεν. Ἀπε‐ δείχθη δὲ μὴ γίνεσθαι κίνησιν χωρὶς μυῶν· κινεῖται ἄρα ἡ κεφαλὴ ἄνω τε καὶ κάτω, δεξιά τε καὶ ἀρι‐ στερὰ διὰ μυῶν· καὶ ὅστις αὐτοὺς ἀκριβῶς θέλει | |
25 | γνῶναι, ἀνατεμνέτω πολλὰ καὶ πολλάκις· ἐν γὰρ τῷ Περὶ τῆς τῶν Τεθνεώτων Ἀνατομῆς βίβλῳ Γαληνοῦ ταῦτα πάντα καλῶς εἴρηται. Νυνὶ δὲ οὐ περὶ αἰτίων | |
καὶ κινήσεων ὁ λόγος διδάσκει, ἀλλὰ περὶ τῆς κατα‐ σκευῆς τῶν μορίων, ὅπως τε διάκεινται, καὶ τί τὸ | 191 | |
30 | σχῆμα, καὶ ποταπὸν τὸ μέγεθος, καὶ τίς ἡ ἐνέργεια αὐτῶν. | |
5.5 | Εἰσὶ δὲ ἐν τῷ ἀνθρώπῳ σπόνδυλοι τὸν ἀριθμὸν εἰκοσιτέσσαρες. ἀπὸ μὲν τῆς κεφαλῆς, καθ’ ὃ διαρ‐ θροῦται πρὸς τὸν πρῶτον καὶ δεύτερον σπόνδυλον, ἕως τῆς ἀρχῆς τῶν τοῦ θώρακος σπονδύλων, ἑπτὰ, | |
5 | ἤγουν τοῦ †νώτου·† αὐτοῦ δὲ τοῦ θώρακος σπόνδυλοι τὸν ἀριθμὸν [δώδεκα,] ἐπειδὴ καὶ παγίδες ἑκατέρας πλευρὰς [δώδεκα,] (ἀνόμοιοι δὲ οἱ τοῦ †νώτου† σπόν‐ δυλοι τοῖς τοῦ θώρακος·) κατωτέρω δὲ τῆς ῥάχεως σπόνδυλοι τὸν ἀριθμὸν πέντε. Ἅπαντες δὲ οἱ σπόν‐ | |
10 | δυλοι κοῖλοι μέν εἰσιν ἐντὸς ἑαυτῶν, προσήρτηνται δὲ ἀλλήλοις διὰ συνδέσμων εὐρώστων τε καὶ μετρίως σκληρῶν, περιέχουσαι κατὰ τὴν ἐντὸς κοιλότητα τὸν νωτιαῖον μυελόν. Ἐπειδὴ δὲ καὶ κύπτειν ἔμελλεν ὁ ἄνθρωπος, καὶ ἀνανεύειν, οὐκ ἠρκέσθη ἡ ἀγαθὴ τοῦ | |
15 | Θεοῦ πρόνοια εἰς μόνους τοὺς κατὰ μέρος συνδοῦντας δεσμοὺς τοὺς σπονδύλους, (ἀναγκαία γάρ ἐστι καὶ ἰσχυρὰ ἡ χρεία,) ἀλλ’ ἔξωθεν μὲν τῆς ἀκάνθης τῆς ῥάχεως ἐπέθηκε σύνδεσμον, ξανθὸν μὲν τῇ χροιᾷ νευροχονδρώδη δὲ τῇ οὐσίᾳ, ἀπὸ κεφαλῆς ἕως τῆς | 192 |
20 | οὐρᾶς συνδέοντα ἁπάσας τὰς διαρθρώσεις τῶν σπον‐ δύλων κοινὸν σύνδεσμον. Οὐ μὴν ἀλλὰ καὶ ἑκατέ‐ ρωθεν τοῦ συνδέσμου τοῦδε κατέστρωσε τοὺς ῥαχίτας μύας τῆς αὑτῆς ἕνεκα χρείας, ἅμα καὶ ἀναπλήρωσιν τῶν κενῶν τόπων ἑκάστου σπονδύλου, ἀπὸ τοῦ πρώτου | |
25 | ἕως τοῦ εἰκόστου καὶ τετάρτου. τούτους τοὺς ῥαχίτας μύας ὀνομάζει ἡ κοινὴ συνήθεια ἀπάκια. Κατωτέρω οὖν πάντων τῶν σπονδύλων τὸ ἱερὸν ὀστοῦν κεῖται, ὥσπερ κρηπίς τις καὶ βάσις τῶν σπονδύλων οὖσα. Συνδούμενοι δὲ οἱ σπόνδυλοι πρὸς ἀλλήλους, καὶ | |
30 | ἐξοχάς τινας, ὥσπερ ἄμβωνας, κατὰ τὸ μέρος τῆς ἀκάνθης κέκτηνται, ὅπως μὴ ἀνακλᾶται εἰς τοὐπίσω | |
ἡ ῥάχις. Ἐπειδὴ δὲ ἐπίκειται τῇ ῥάχει ἥ τε κοίλη φλὲψ καὶ ἡ ἀρτηρία ἡ μεγάλη ἀπὸ ἄνωθεν ἕως κάτω, εὐλόγως σιμοὶ κατὰ τὰ ἐντὸς γεγόνασιν, ὅπως μὴ, | 193 | |
35 | ἐπικλινομένων τῶν ἀνθρώπων περιφεροῦς τῆς ῥάχεως γινομένης, θλίβοιντο τὰ ἀγγεῖα ταῦτα. | |
5.6 | Διὰ τί δὲ ἐκ πολλῶν ὀστῶν ἡ ῥάχις συντέθειται, καὶ οὐκ ἐξ ἑνὸς ὀστοῦ γέγονε; καὶ διὰ τί οὐκ ἐκ τριῶν ἢ τεττάρων μεγάλων, ἀλλ’ ἐκ πολλῶν καὶ σμικρῶν; Εἰ μὲν γὰρ ἐξ ἑνὸς ὀστοῦ γέγονεν, ἀκλινεῖς ἂν καὶ | |
5 | ἄκαμπτοι οἱ ἄνθρωποι διὰ παντὸς ἦσαν, καθάπερ ξύλον· εἰ δὲ καὶ ἠναγκάζοντο κάμπτεσθαι ἐν ταῖς ἐπινεύσεσιν ἅμα τε καὶ ἀνανεύσεσιν, ἐκλῶντο ἂν τὰ ὀστᾶ, κραῦρα ὄντα καὶ θραυστῆς φύσεως. Εἰ δὲ ἐκ τριῶν ἢ τεσσάρων μεγάλων ὀστῶν συνδεθέντων ἀλ‐ | |
10 | λήλοις ἡ ῥάχις ἐγένετο, ἐθλᾶτο ἂν ὁ νωτιαῖος μυελὸς περιεχόμενος ἐν ταῖς κοιλίαις τῶν ὀστῶν, ἐπικλινο‐ μένων τῶν ἀνθρώπων πρὸς τὰ ἐκτός· κατὰ γὰρ ὀρθὰς | |
γωνίας ἡ κλάσις τῶν ἄρθρων ἐξ ἀνάγκης ἐγεγόνει ἂν, καὶ διὰ τοῦτο ἐπηκολούθησεν ἂν θάνατος. Οὐκ ἄρα | 194 | |
15 | ἐξ ἑνὸς τὴν ῥάχιν, οὐδὲ ἐξ ὀλίγων καὶ μεγάλων, ἀλλ’ ἐκ πολλῶν καὶ σμικρῶν. Διὰ τοῦτο καὶ ἡ δημιουρ‐ γικὴ τοῦ Θεοῦ σοφία τὸ τέχνημα τοῦτο κατεσκεύα‐ σεν, ὅπως καὶ καμπτομένων τῶν ἀνθρώπων καὶ εἰς πλάγια περιφερομένων, τῆς ῥάχεως περιφεροῦς γενο‐ | |
20 | μένης, ἄθλιπτος ὁ νωτιαῖος [διαφυλάττηται.] | |
5.7 | Διὰ τί δὲ οἱ κάτωθεν σπόνδυλοι τῶν ἄνω μείζους κατὰ τὴν αὐτὴν τάξιν αὐτῶν εἰσίν; ὅτι καὶ τὸ βαστάζον τοῦ βασταζομένου μεῖζον χρὴ εἶναι. Διὰ τοῦτο καὶ μέγιστον ἁπάντων ἡ φύσις ἐποίησε τῶν | |
5 | ὀστῶν τὸ κατωτάτω, καθάπερ τινὰ κρηπῖδα πᾶσι τοῖς | |
σπονδύλοις ὑποβαλλομένην· δεύτερος δὲ τῷ μεγέθει ἐστὶν ὁ συνταττόμενος αὐτῷ σπόνδυλος, ὁ εἰκοστὸς καὶ τέταρτος· [καὶ] τοῦτ’ ἀεὶ μέχρι τῆς κεφαλῆς γίνεται, πλὴν εἴπου τις παρεμπίπτοι βραχὺ [μείζων] | 195 | |
10 | διὰ χρείαν μεγάλην. Διὰ τί δὲ οἱ ἄνωθεν τῶν κάτω εὐρυχωρότεροι κατὰ τὰς ἑαυτῶν κατεσκευάσθησαν κοιλότητας; κατὰ μὲν πρῶτον λόγον, διὰ τὴν ἔκ‐ φυσιν τοῦ νωτιαίου, ὡς εἶναι αὐτὸν κατὰ τὰ ἀνώτερα μέρη αὐτοῦ ἁδρότερον παρὰ τὰ κάτω· κατὰ δὲ δεύ‐ | |
15 | τερον λόγον, διὰ τὸ εἶναι τοὺς ἄνω σπονδύλους κου‐ φοτέρους τῶν κάτω. Τὸ δὲ ἱερὸν ὀστοῦν, ὑποκείμενον πᾶσι τοῖς σπονδύλοις εὐλόγως πάντων ῥωμαλεώτερον ἐγένετο καὶ ναστὸν, ὡς κρηπὶς καὶ βάσις οὖσα τῶν σπονδύλων. | |
20 | Καιρὸς οὖν τὰ κατὰ τὰς ὠμοπλάτας ὁρίσασθαι μόρια, καὶ δεῖξαι τὴν χρείαν αὐτῶν. Ἐπεὶ οὖν ἡ κεφαλὴ τοῦ βραχίονος δεῖται πάντως ἐπιβαίνειν | 196 |
5.8 | [κοιλότητι] πρὸς τὸ κινεῖσθαι, ταύτης ἕνεκα τῆς κοιλότητος ὅ τε αὐχὴν τῆς ὠμοπλάτης ἐκπέφυκε, καί τις ἐπ’ αὐτῷ κατὰ τὸ πέρας ἐγγέγλυπται κοιλία, τηλικαύτη τὸ μέγεθος ἡλίκη μάλιστα ἐπιτήδειός | |
5 | ἐστιν διαρθρωθῆναι τῇ κεφαλῇ τοῦ βραχίονος. Αὕτη μὲν ἡ χρεία πρώτη ἐστὶν καὶ μεγίστη δι’ ἣν αἱ ὠμο‐ πλάται κατεσκευάσθησαν· δευτέρα δὲ διὰ τὸ φρου‐ ρεῖν αὐτὰς τὰ ὄπισθεν τοῦ θώρακος, καὶ δι’ αὐτῶν καὶ τὸ τῆς ψυχῆς ταμεῖον, τὴν καρδίαν. ἐκεῖ γὰρ | |
10 | πλεῖον ἠσφάλισται ἐν οἷς τῆς ἐκ χειρῶν ἀμοιρεῖ | |
5.9 | βοηθείας. Δι’ αὐτὸ γὰρ τοῦτο καὶ ῥάχιν ἰδίαν ἑκατέρας τῶν ὠμοπλατῶν ἡ τοῦ Θεοῦ πρόνοια ἀπέ‐ φυσε· βραχὺ γὰρ [ἐπαυξήσασα] τὸ ἄνω πέρας τῆς ὠμοπλάτης, ἐπὶ τὸ ὄρθιόν τε ἀνατείνασα, κἀνταῦθα | 197 |
5 | τῇ κλειδὶ συνάψασα, τὸ καλούμενον ἀκρώμιον ἐγέν‐ νησεν, ἅμα μὲν σκέπην καὶ φρουρὰν ἐσόμενον τῆς κατ’ ὦμον διαρθρώσεως, ἅμα δὲ καὶ [κωλῦσον] ἐκπίπτειν ἄνω τὴν κεφαλὴν τοῦ βραχίονος, εὐθὺς δὲ καὶ τὴν ὠμοπλάτην αὐτὴν ἀφεστηκυῖαν τοῦ θώρακος [φυ‐ | |
10 | λάξον.] Εἰ γὰρ ἐνταῦθα μηδὲν προὐτέτακτο τῆς διαρθρώσεως, ἑτοίμως ἂν ὑπὸ παντὸς τοῦ προσπίπ‐ τοντος ἔξωθεν ἐβλάπτετο, ῥᾳδίως δ’ ἂν ὑπερέβαινεν ἡ κεφαλὴ τοῦ βραχίονος ἐπὶ τὸν αὐχένα τῆς ὠμο‐ πλάτης, ὡς ἂν μήτε κοτύλην βαθεῖαν ἐφ’ ἑαυτὴν | |
15 | ἔχοντα μήτε ἄμβωνας μεγάλους. Εἰ γὰρ μὴ συνῆπτο κατὰ τοῦτο ἡ κλεὶς, οὐδὲν ἂν ἐκώλυεν αὐτὴν τὴν ὠμοπλάτην, ἀστήρικτον οὖσαν, ἐπιπίπτειν τῷ θώ‐ ρακι, καὶ στενοχωρεῖν ἐνταῦθα τὸ κατ’ ὦμον ἄρθρον, καὶ πολλὰς τῶν τοῦ βραχίονος ἐμποδίζειν κινήσεων· | 198 |
20 | ἐν γὰρ τῷ πλεῖστον ἀφεστάναι τοῦ θώρακος, τὸ πολυειδῶς αὐτῷ κινεῖσθαι μάλιστα ὑπάρχει. Εἰ δέ γε ἔψαυε τῶν πλευρῶν ἢ ὅλως ἐγγὺς ἐτέτακτο, κα‐ θάπερ ἐπὶ τῶν τετραπόδων ἔχει, τὰς περὶ τὸ στέρνον τε καὶ τὸν ἀντικείμενον ὦμον, ἐπωμίδας τε καὶ τρά‐ | |
25 | χηλον, οὐκ ἂν οἷόν τε ἦν ποιεῖσθαι περιφορὰς τῶν χειρῶν, ὥσπερ οὐδ’ ἐπειδὰν ἐξαρθρήσας ὁ βραχίων προσπέσῃ ταῖς πλευραῖς· πρὸς οὐδὲν γὰρ τῶν ἀντι‐ κειμένων μερῶν ἐν τοῖς τοιούτοις παθήμασιν ἀνα‐ τεῖναι δυνάμεθα τὰς χεῖρας, ὡς ἂν προσπιπτούσης | |
30 | μὲν τῷ βραχίονι τῆς τῶν πλευρῶν κυρτότητος, ἀπω‐ θουμένης τε αὐτὸν εἴς τε τὰ ἐκτὸς καὶ τὰ πλάγια. Ταῦτ’ οὖν ἐγίνετο ἂν ἡμῖν τὰ παθήματα κἀν τῷ κατὰ φύσιν ἔχειν τὸν ἄνθρωπον, εἰ μὴ πλεῖστον μὲν | 199 |
5.10 | ἀπήχθη τοῦ στέρνου τὸ ἀκρώμιον. Ἐν δὲ τῷ μεταξὺ, καθάπερ στήριγμα, τὴν κλεῖν ἡ τοῦ Θεοῦ δημιουργία κατέθετο· τῷ μὲν γὰρ ἀνθρώπῳ, δίποδι καὶ ὀρθοπερι‐ πατητικῷ ζώῳ ὄντι, πλατὺν μὲν τὸν θώρακα ἐποίησε, | |
5 | τὸ κατ’ ὦμον δὲ ἄρθρον ἐξωτέρω τούτου κατέθετο. Τῆς δ’ αὐτῆς ἔχεται προνοίας καὶ ἡ τῆς κλειδὸς γένεσις· ἐπεὶ γὰρ ἀνατρέπεσθαι πρὸς τοὐκτὸς ἔδει τὰς ὠμοπλάτας, ἑκατέρας τῶν κλειδῶν ἐν τῷ μεταξὺ τοῦ τε κατὰ τὸ στέρνον ὀστοῦ καὶ τοῦ πέρατος τῆς | |
10 | ἐν ταῖς ὠμοπλάταις ῥάχεως κατέθετο, τὰς δὲ κενὰς χώρας τῶν ἑκατέρωθεν τῆς ῥάχεως ὠμοπλατῶν διὰ μυῶν ἀνεπλήρωσε τῶν κινούντων τὸ κατ’ ὦμον ἄρ‐ θρον. Διὰ τί δὲ οὐκ ὀρθὴν ἀπὸ τοῦ στέρνου τὴν κλεῖν ἐπὶ τὰς ὠμοπλάτας ἐξέτεινεν, ἀλλὰ πῆ μὲν | 200 |
15 | κυρτὴν, πῆ δὲ σιμήν; εἰ γὰρ ὀρθαὶ αἱ κλεῖδες πρὸς τὰς ὠμοπλάτας ἐξετάσθησαν, οὐκ ἂν ὁ θώραξ ἀξι‐ | |
5.11 | όλογον ἔσχε διάτασιν. Διὰ τί δὲ ἡ κεφαλὴ τοῦ βραχίονος περιφερὴς κατεσκευάσθη, καὶ ἡ ὑποδεχο‐ μένη ταύτην κοιλότης γλυμή; ἢ ὅτι ἐν πολλαῖς ἅμα καὶ ποικίλαις κινήσεσιν ἡ ξύμπασα χεὶρ παρασκευα‐ | |
5 | ζομένη, τὴν κεφαλὴν τοῦ βραχίονος ἐδεῖτο περιφερῆ κεκτῆσθαι, τὴν δὲ ὑποδεχομένην αὐτὴν κοιλότητα | |
μήτε βαθεῖαν ἱκανῶς μήτε εἰς ὀφρύας μεγάλας τε‐ λευτῶσαν; Συνδέδεται μὲν τὸ κατ’ ὦμον ἄρθρον συνδέσμοις ὑμενώδεσι πολλοῖς τε καὶ ἰσχυροῖς· κινεῖ‐ | 201 | |
10 | ται δὲ ὑπὸ μυῶν τε καὶ τενόντων ἄνω τε καὶ κάτω, δεξιά τε καὶ ἀριστερὰ, ἔσω τε καὶ ἔξω. Ὅστις δὲ θέλει διαγνωστικὸς εἶναι τῶν τοιούτων συνδέσμων, μυῶν τε καὶ τενόντων, ἀνατεμνέτω (εἰ μὲν εὐπορεῖ,) πιθήκους· εἰ δὲ μὴ πάρεισι πίθηκοι, ἄρκτους· εἰ δὲ | |
15 | ἀπορεῖ καὶ τούτων, ἐν τοῖς τυχοῦσι ζώοις· πάντως δὲ ἀνατεμνέτω. | |
5.12 | Μεταβῆναι δὲ καιρὸς ἐπὶ τὸ κατ’ ἰσχίον ἄρθρον, καὶ δεῖξαι τὴν τοῦ Θεοῦ δημιουργικὴν σοφίαν, ποία τίς ἐστιν καὶ θαυμαστὴ, περὶ τὴν σύνθεσιν τῶν ὀσ‐ τῶν τούτων. Ἀποπερατώσασα γὰρ τὴν σύνθεσιν | |
5 | τῆς ῥάχεως, προσέφυσεν ἐπὶ τῷ πέρατι αὐτῆς τὸ καλούμενον ἱερὸν ὀστοῦν· ἑκατέρωθεν δὲ τῶν πλα‐ γίων αὐτοῦ συνέφυσε δύο ὀστᾶ, τῷ μεγέθει τοῦδε | |
πολυπλάσια, τῷ δὲ σχήματι πολυειδέστατα, πρὸς μὲν τὰς λαγόνας ἀνατείνασα τῷ μεγίστῳ μέρει σφῶν | 202 | |
10 | αὐτῶν, (ταῦτα δὲ καλοῦνται λαγόνος ὀστᾶ·) εἰς δὲ τὰ πλάγια καὶ τὰ κάτω βραχὺ προτείνουσα, ἅπερ ὀνομάζονται ἰσχία. Θαυμαστάς τινας κοιλότητας ἐν ἀμφοτέροις ἡ δημιουργία τοῦ Θεοῦ κατεσκεύασεν, κυκλοτερεῖς καὶ βαθείας, ὡς ὑποδεξομένας τὰς κεφα‐ | |
15 | λὰς τῶν μηρῶν. Αὗται αἱ κοιλότητες ὀνομάζονται κοτύλαι, τὸ δὲ περιέχον αὐτὰς ὀστοῦν ἰσχίον, καθά φησι καὶ ὁ Ὅμηρος, “Ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσιν.” | |
5.13 | Ἐπεὶ οὖν ἔργον μέγιστον κατὰ τοῦτο τὸ ἄρθρον ἔμελλε γίνεσθαι, (σκέλος γὰρ μακρὸν καὶ βαρὺ, συγκείμενον ἐξ ὀστῶν, ὑπὸ συνδέσμων δεδεμένον, καὶ μυσὶ περιβεβλημένον, ἐκτείνεσθαί τε καὶ κάμ‐ | |
5 | πτεσθαι δεόμενον, καὶ βαδίσεως ὄργανον εἶναι·) οὐκ ἤρκει δὲ ἡ κοιλότης μόνη, ἡ ὑποδεχομένη τὴν κεφαλὴν τοῦ μηροῦ, ἁπαντᾶν πρὸς τὸ ἔργον τοῦτο, (ἐδεῖτο γὰρ πολλῶν τῶν συνδούντων·) τούτου χάριν ἡ τοῦ Θεοῦ φιλανθρωπία τε καὶ δημιουργία ἐκ μὲν τοῦ πυθμένος | 203 |
10 | τῆς κοτύλης ἐξέφυσε στρογγύλον νεῦρον, χονδρώδη σύνδεσμον καταφύντα εἰς τὴν τοῦ μηροῦ κεφαλὴν, συνδοῦντα αὐτὴν τοῦ μὴ ἐξόλισθον γίνεσθαι· ἀλλὰ καὶ εἰς τὰς ὀφρύας τῆς κοτύλης ἐξέφυσεν ἄλλους συνδέσμους, συνδοῦντας κυκλοτερῶς ἅπασαν τὴν κε‐ | |
15 | φαλὴν τοῦ μηροῦ, οὐ στρογγύλους καὶ μονωτάτους, (καθάπερ ἡ ἐκ τοῦ πυθμένος αὐτῆς ἔκφυσις,) ἀλλὰ πλατεῖς, καὶ ἀσφαλῶς περιθέοντας τὰς ὀφρύας τῆς κοτύλης πρὸς ἀσφάλειαν τοῦ ἄρθρου. Ὅταν οὖν οὗτοι οἱ σύνδεσμοι καὶ ὁ ἀπὸ τοῦ πυθμένος ἐκφυό‐ | |
20 | μενος ὑγρανθῶσι διά τι ῥεῦμα, ὀλισθαίνειν αὐτὸ συγ‐ | |
χωροῦσιν εἰς τέσσαρας τόπους, ἢ ἔξω, ἢ ἔσω, ἢ ἔμ‐ προσθεν, ἢ ὄπισθεν· καὶ διὰ τοῦτο καὶ τοὺς αὐτοὺς συν‐ δέσμους σκληροτέρους καὶ ξηροτέρους ἀπειργάσατο. | 204 | |
5.14 | Ἐπεὶ δὲ οὐκ ἤρκει μόνον ἡ σύνταξις τῶν ὀστῶν πρὸς βάδισιν ἢ πρὸς στάσιν, ἀλλὰ καὶ κεῖσθαι, καὶ περιπατεῖν, καὶ ἵστασθαι ἀσφαλῶς ἔδει τὸν ἄνθρω‐ πον, ὀρθοπεριπατητικὸν ὄντα· ἐνέδυσεν ἡ τοῦ Θεοῦ | |
5 | διαπλαστικὴ δημιουργία τὰ ὀστᾶ τοῦ σκέλους ἀπὸ τῆς κοτύλης μέχρι τοῦ γόνυος μύας μείζους τε καὶ πολλοὺς κύκλωθεν εἰς ἀπονευρώσεις τελευτῶντας, καὶ πάλιν ἑτέρους ἀπὸ τῆς κατὰ τὸ γόνυ διαρθρώσεως [μέχρι] ἀστραγάλων καὶ πτέρνης μύας πολλούς τε | |
10 | καὶ παχεῖς, καὶ μάλιστα κατὰ τὰ ὄπισθεν τοῦ σκέ‐ λους μέρη, ἃ γαστροκνημίας ὀνομάζομεν. Τούτους ἅπαντας πρός τε τὴν κίνησιν τῶν κατὰ τὸ σκέλος ἄρθρων ἡ δημιουργία τοῦ Θεοῦ κατεσκεύασε, καὶ πρὸς ῥώμην τοῦ αὐτοῦ σκέλους καὶ εὐπρέπειαν, ὥσ‐ | |
15 | περ τινὰ ἐνδύματα περιθεῖσα πανταχόθεν τοῖς σκέ‐ | 205 |
5.15 | λεσι. Καὶ ἀνωτέρω τούτων πάντων τὸ πάνυ φρον‐ τιστικὸν Αὐτῆς καὶ ὠφελιμώτατον τῇ τῶν ἀνθρώπων καθέδρᾳ κατεσκεύασεν· ἀνωτέρω γὰρ ἀμφοτέρων τῶν σκελῶν, κάτωθεν δὲ καὶ ἑκατέρωθεν τοῦ ἱεροῦ τοῦ | |
5 | πλατέος ὀστοῦ (ἐπειδὴ πρὸς ὀρθὰς γωνίας ἐν τῷ καθέζεσθαι τὸν ἄνθρωπον τὸ τῆς κοτύλης ἄρθρον κα‐ τεσκεύαστο, ἐδεῖτο δὲ προβλημάτων πολλῶν, [τῶν] μὲν εἰς ἀναπλήρωσιν τῶν κενῶν χωρίων ἀμφοτέρων τῶν ἄρθρων, τῶν δὲ πρὸς εὐπρέπειαν, τῶν δὲ εἰς | |
10 | μόνιμον ἕδραν τῆς τῶν ἀνθρώπων καθήσεως·) κατέ‐ φυσε μύας πολλοὺς ἁδροὺς καὶ τῇ θέσει ποικίλους, ἄλλους μὲν λοξοὺς, ἄλλους δὲ ἐγκαρσίους· ἄλλους δὲ εὐθεῖς συγκατέμιξεν κατὰ τὰς πυγὰς εἰς ἀμφοτέρων τῶν ἐνεργειῶν ἀναπλήρωσιν, ἱσταμένων μὲν τῶν ἀν‐ | |
15 | θρώπων εὐπρέπειαν, καθημένων δὲ ἀνωδυνίαν καὶ | |
ἀσφαλῆ ἕδραν, χωριζομένην κατὰ τὴν πυγὴν δεξιά | 206 | |
5.16 | τε καὶ ἀριστερά. Κατὰ δὲ τὰ πρόσω μέρη κυκλοτε‐ ρέσιν ἀποφύσεσιν ἀξιολόγοις τὸ μέγεθος εἰς ταὐτὸν ἀλλήλοις ἰόντα τὰ καλούμενα ἥβης ὀστᾶ, σιμὰ κατὰ τὴν ἔνδον αὐτῶν ἐπιφάνειαν ὄντα, συνήρμοσε αὐτὰ | |
5 | διὰ χόνδρου, ὡς μίαν κοιλότητα γενέσθαι μεγάλην, καλύπτουσάν τε ἅμα καὶ φρουροῦσαν τῇ τε κύστει, καὶ τῇ μήτρᾳ, καὶ τῷ ἀπευθυσμένῳ ἐντέρῳ. Ὑπέρ‐ κειται μὲν οὖν ἡ [κύστις] τοῖς δυσί· τὸ δὲ ἀπευ‐ θυσμένον ἔντερον ὑπόκειται· ἡ δὲ μήτρα μέσον ἀμ‐ | |
10 | φοτέρων κεῖται, τῷ μὲν γὰρ ἀπευθυσμένῳ ἐντέρῳ ἐπίκειται, τῇ δὲ κύστει ὑπόκειται. | |
5.17 | Εἴπωμεν οὖν πρῶτον περὶ τῆς θέσεως αὐτῆς, ὡς κρείττων τόπος οὐκ ἦν εὑρεθῆναι τῇ ὑστέρᾳ πλὴν ἔνθα κατετέθη· οὗτος γὰρ καὶ πρὸς ἀφροδίσιον ὁμι‐ λίαν ἐπιτήδειος, καὶ πρὸς τὴν τοῦ σπέρματος ὑπο‐ | |
5 | δοχὴν, καὶ προσέτι τὴν τοῦ κυήματος αὔξησιν· ἐπὶ πλεῖστον γὰρ ἀλύπως διαστέλλεσθαι πέφυκεν ἡ ὑστέρα εἰς τὴν τοῦ τελειωθέντος ἐμβρύου ἀποκύησιν χρηστοτάτης ἐξόδου, ὡς ἂν εἰς τὰ κάτω τε καὶ πρὸς τὰ σκέλη τῆς ἐξόδου τοῦ κυηθέντος ῥᾷον ἐσομένης. | 207 |
10 | Ὁ γὰρ τῆς ὑστέρας αὐχὴν εἴσοδος μέν ἐστι τοῦ σπέρματος, ἔξοδος δὲ τοῦ τελειωθέντος ἐμβρύου· τὸ γὰρ γυναικεῖον αἰδοῖον διανοίγεται μὲν ἐν ταῖς συν‐ ουσίαις, τοσοῦτον ἐντεινόμενον ὡς δι’ εὐρείας ὁδοῦ φερόμενον τὸ σπέρμα ἀθρόον ἀφικνεῖσθαι πρὸς τὰς | |
15 | κοιλίας τῶν ὑστερῶν· συλλήψεως δὲ γεγονυίας, εἰς τοσοῦτον μέμυκεν ὡς ἄβατον εἶναι πρός τε τὰ ἔσω | |
καὶ τὰ ἔξω· τελειωθέντος δὲ τοῦ κυήματος, ἐπὶ πλεῖ‐ στον διΐσταται ὡς ὅλον ταύτῃ διέρχεσθαι τὸ ἔμβρυον. | 208 | |
5.18 | Εὐλόγως ἄρα νευρῶδες ἅμα καὶ σκληρὸν μετρίως κατεσκευάσθη. Τὸ δὲ κύτος τῶν ὑστερῶν μερίζεται εἰς κόλπους δύο, ἕνα ἐν τοῖς δεξιοῖς, καὶ ἕνα ἐν τοῖς ἀριστεροῖς· καθὼς καὶ Ἱπποκράτης λέγει, “Ἔμβρυα | |
5 | “τὰ μὲν ἄρρενα ἐν τοῖς δεξιοῖς, τὰ δὲ θήλεα ἐν τοῖς “ἀριστεροῖς μᾶλλον.” Ἔοικε δὲ ἡ μήτρα τῷ Τ γράμματι, ὡς εἶναι [τὸ] μὲν ι τοῦ τ κατὰ τὸ ἄκρον τοῦ γυναικείου αἰδοίου, τὸ δὲ ἄνωθεν ὁ τράχηλος τῆς μήτρας· ἡ δὲ μίξις τοῦ ι μετὰ τοῦ τῆς κεφαλῆς | |
10 | ἐγκαρσίου ἔστι τὸ κύτος τῆς μήτρας· εἶναι δὲ χρὴ τὸ ἐγκάρσιον ι τῆς κεφαλῆς τοῦ τ ἀμφίκυρτον, ὡς εἶναι | |
τὰς ἑκατέρωθεν κυρτότητας τὰς κεραίας τῆς μήτρας. Πλησίον δὲ τῶν κεραιῶν ἀμφοτέρων κεῖνται τῆς θη‐ λείας οἱ ὄρχεις, ὡς πρὸς ἑκάτερον λαγόνα βάλλοντες | 209 | |
15 | τὸ σπέρμα, ἑκάτερος εἰς ἑκατέραν τῶν κεραιῶν· οὐχ ὅμοιοι δὲ τῷ σχήματι ὡς ἐπὶ τῶν ἀρρένων, οὐδὲ μεί‐ ζους ὁμοίως, ἀλλὰ καὶ μικρότεροι καὶ σκληρότεροι καὶ πλαδαρώτεροι, ὡς φακοειδεῖς εἶναι τῷ σχήματι. | |
5.19 | Γίνεται δὲ ἡ σύλληψις τὸν τρόπον τοῦτον. ὅταν ὑπὸ τοῦ συμφύτου πνεύματος ἡ τοῦ σπέρματος ὑγρό‐ της ἀκοντιζομένη, τοῖς τῶν ὑστερῶν ἐμπέσῃ χιτῶσι, τραχέσιν οὖσι, συναναμίγνυται τῷ τῆς θηλείας σπέρ‐ | |
5 | ματι, γλίσχρῳ καὶ αὐτῷ ὄντι· καὶ, ὡς ἂν αὐτή τε γλίσχρος ὑπάρχουσα, καὶ τραχέσιν ὁμιλήσασα σώ‐ μασι, δίκην ἀλοιφῆς ἑτοίμως κολλᾶται. Κἀντεῦθεν ἤδη μιᾷ καιροῦ ῥοπῇ πολλὰ γίνεται θαυμαστὰ ἔργα ὑπὸ τῆς δημιουργίας τοῦ Θεοῦ περὶ τὴν ἀρχὴν τῆς | |
10 | τοῦ ζώου διαπλάσεως· αὐτὰς μὲν τὰς μήτρας ταχέως συσταλῆναι περὶ τὸ σπέρμα· μῦσαι δὲ σύμπαντα τὸν αὐχένα, καὶ μάλιστα τὸ ἔνδον στόμιον αὐτοῦ· τὴν δὲ ἀλείφουσαν ὑγρότητα τὰς τραχύτητας τῶν ὑστερῶν, ὑπὸ τὴν ἐντὸς ἅπασαν αὐτῶν ταθεῖσαν, ὑμένα λεπτὸν | 210 |
15 | ἀποτελεσθῆναι, τὸν καλούμενον ἀμνεῖον, ὅν τινά φα‐ σιν ὑποδέχεσθαι τὸν οἷον ἱδρῶτα τοῦ κυομένου· ἐξ αὐτοῦ δὲ τοῦ σπέρματος καὶ τὸν ἀλλαντοειδῆ χιτῶνα γενέσθαι, ὃν εἰς τὴν κύστιν αὐτοῦ συντετρημένον ὄντα ἀθροίζειν ἐν ἑαυτῷ ἄχρι τῆς ἀποκυήσεως τὸ | |
20 | οἷον οὖρον τοῦ κυομένου. Τούτοις δὲ ἔξωθεν ἐν κύκλῳ περιβέβληται τὸ χωρίον, χιτών τις καὶ αὐτὸς | |
ὑπάρχων τρίτος, διά τινος πόρου δὲ συντέτρηται πρὸς τὴν τοῦ κυομένου κύστιν. Οὕτως αἱ κατὰ τὸ χωρίον ἀρτηρίαι καὶ φλέβες ἅπασαι κατὰ τὸν αὐτὸν τρόπον | 211 | |
25 | ἐκφύονται τῷ κυομένῳ, τέσσαρες γινόμεναι, καθάπερ ἐκ ῥιζῶν πολλῶν ἀθροιζόμενα πρέμνα, δύο μὲν ἀρτη‐ ρίαι, δύο δὲ φλέβες· μέσον δὲ αὐτῶν περιέχουσι τὸν οὐραχὸν, (οὕτως γὰρ αὐτὸν ἔθος ὀνομάζειν τοῖς ἀνα‐ τομικοῖς,) τὸν ἐκ τοῦ πυθμένος ἐξοχετεύοντα τὸ οὖρον | |
30 | εἰς τὸν ἀλλαντοειδῆ χιτῶνα· ἐφ’ ἑκάστῳ γὰρ δὴ στό‐ ματι τῶν εἰς τοῦτο ἐχόντων ἀγγείων, δι’ ὧν καὶ τὸ καταμήνιον ἐφέρετο, αὗται γεννῶνται παρὰ τὸν τοῦ | |
κύειν καιρόν. Συνδεῖ δὲ αὐτὰς πρὸς ἀλλήλας λεπτὸς ὑμὴν, ἀλλ’ ἰσχυρὸς, ὃς περιφυόμενος ἅπασι μὲν τοῖς | 212 | |
35 | ἀγγείοις ἔξωθεν, τῶν ὑστερῶν δὲ τοῖς ἐντὸς μέρεσιν ἐκφυόμενος, σκέπει καὶ φρουρεῖ καὶ συνδεῖ ἅπαντα τὰ ἀγγεῖα καὶ αὐτὰς τὰς ὑστέρας. Ταῦτα τὰ ἀγγεῖα προέρχονται κατὰ τὸν ὀμφαλὸν τοῦ ἐμβρύου· ἐκ δ’ αὖ τοῦ ὀμφαλοῦ μία μὲν φλὲψ ἐκ τῶν δύο συν‐ | |
40 | τεθεῖσα ἀνήκει μέχρι τῶν σιμῶν τοῦ ἥπατος, τροφὴν τῷ ἐμβρύῳ προσάγουσα· αἱ δὲ ἀρτηρίαι, τὸ μῆκος τῆς θέσεως τῆς καρδίας ἐκφυγοῦσαι, τῇ κατὰ ῥάχιν ἀρτη‐ ρίᾳ συμφύονται, καὶ δι’ αὐτῆς προσάγουσι τῇ καρδίᾳ τὸ πνεῦμα. πᾶσα γὰρ τροφὴ καὶ ζωὴ τῷ ἐμβρύῳ διὰ | |
45 | τοῦ ὀμφαλοῦ προσφέρεται παρὰ τῆς μητρός. | |
5.20 | Εἰ λαβὼν οὖν τις ἐγκύμονα αἶγα σχίσας τε αὐτὴν | |
ἐντέχνως βουληθείη γνῶναι, εὑρήσει τὸ μὲν ἔμβρυον νηχόμενον ἐν τῷ περιεχομένῳ ὑγρῷ ὑπὸ τῆς μήτρας, τῷ συναχθέντι ἀπὸ τοῦ ἱδρῶτος τοῦ ἐμβρύου, (ὡς | 213 | |
5 | ἀποίῳ καὶ μηδὲν βλάπτοντι τὸ αὐτῆς ἔμβρυον,) βασ‐ ταζόμενον δὲ ἀπὸ τοῦ ὀμφαλοῦ διὰ τῶν ἀγγείων τῶν προσαγόντων τό τε αἷμα καὶ πνεῦμα. Πάντες μὲν οὖν οἱ χιτῶνες οἱ περιέχοντες τὸ ἔμβρυον ἐντὸς τῆς μήτρας κεῖνται. Ὁ μὲν οὖν ἀμνειὸς, ἀμέσως περι‐ | |
10 | έχων τὸ ἔμβρυον, ὑποδέχεται τὸν ἐκ τοῦ ἐμβρύου συναγόμενον ἱδρῶτα. Ὁ δὲ ἀλλαντοειδὴς συν‐ τέτρηται μὲν κατὰ τὸ αἰδοῖον τοῦ ἐμβρύου, (καθὼς ἀνώτερον εἴρηται,) ὑποδέχεται δὲ τὸν οὐραχὸν κατ’ αὐτὸ τὸ τρῆμα, ἐξάγοντα εἰς αὐτὸ τὸ τοῦ ἐμβρύου | |
15 | οὖρον ὅπως μὴ μιχθῇ τῷ τοῦ ἱδρῶτος ὑγρῷ· τὸ μὲν γὰρ οὖρον, δριμὺ ὂν, διεβρῶσεν ἂν τὸ ἔμβρυον τῇ δριμύτητι. Διὰ τοῦτο οὖν ἡ φιλάνθρωπος τοῦ Θεοῦ δημιουργία πολλοὺς κατεσκεύασε χιτῶνας κατ’ αὐτὸν τὸν καιρὸν τῆς κυήσεως πρὸς ὑποδοχὴν τῆς διαφορᾶς | |
20 | τῶν ὑγρῶν. Τρίτος δὲ χιτὼν τὸ χωρίον κατεσκευ‐ άσθη, [ἐντὸς] μὲν τῆς μήτρας κείμενος, πόρρω δὲ τοῦ ἐμβρύου, κατεσπαρμένα ἔχων ἐν ἑαυτῷ τὰ ἀγγεῖα τῶν φλεβῶν καὶ τῶν ἀρτηριῶν δι’ ὧν τρέφονται πάντα τὰ μόρια τὰ ἐντὸς τῆς μήτρας· διὰ τοῦτο γὰρ | 214 |
25 | καὶ τὴν ὀνομασίαν ἐκτήσατο, ἐκ τοῦ πάντα τὰ κατὰ τὸ ἔμβρυον γινόμενα περιέχειν. Ὁ δὲ ἀλλαντοειδὴς χιτὼν ἐκ τῆς πρὸς τοὺς ἀλλᾶντας ὁμοιότητος τὴν προσωνυμίαν ἔσχηκε. Τὰ γοῦν εἰς τὴν μήτραν καθικνούμενα τῶν ἀγγείων στόματα ὀνομάζονται κο‐ | |
30 | τυληδόνες. ταῦτα εἰ μὲν στερρὰ καὶ ξηρά εἰσι, κατέ‐ χουσι τὸ ἔμβρυον, κἂν βαρὺ ᾖ, ἔστ’ ἂν τελεσθῇ· εἰ δὲ κάθυγρα καὶ γλίσχρα, ἀδυνατοῦσι μὲν κρατεῖν τὸ ἔμβρυον, συγχωροῦσι δὲ αὐτὸ ἀμβλωθρίδιον γίνε‐ | |
σθαι. Τοῦτο σκοπήσας πολλὰ καὶ πολλάκις Ἱππο‐ | 215 | |
35 | κράτης, ὁ τῆς ἰατρικῆς Προμηθεὺς, ἔγραψεν ἐν Ἀφο‐ ρισμῷ οὕτως· “Ὁπόσαι ἐν γαστρὶ ἔχουσαι ἐκτιτρώ‐ “σκουσι δίμηνα καὶ τρίμηνα ἄνευ [φανερᾶς] προφά‐ “σεως, ταύταις αἱ κοτυληδόνες τῆς μήτρας μύξης “μεσταί εἰσι, καὶ οὐ δύνανται κρατεῖν ὑπὸ [τοῦ | |
40 | “βάρους] τὸ ἔμβρυον, ἀλλ’ ἀπορρήγνυνται.” | |
5.21 | Ἐπεὶ τοίνυν ἡ παροῦσα διδασκαλία περὶ κατα‐ σκευῆς ἀνθρώπου προῆκται διδάσκειν, ζωογονεῖται δὲ ὁ ἄνθρωπος ἐκ δύο, πατρός τε καὶ μητρὸς, (προσ‐ τάξει τοῦ πάντα δημιουργήσαντος Θεοῦ ἡμῶν·) διὰ | |
5 | τοῦτο καὶ τὰ γεννῶντα μόρια ἐξ ἀνάγκης δύο βέλτιον γενέσθαι· τὸ μὲν ἓν τοῦ ἄρρενος, τὸ δὲ ἕτερον τῆς θηλείας εἰς ὑποδοχήν. ὀνομάζονται δὲ ἀμφότερα αἰ‐ | |
δοῖα. Εἴπωμεν οὖν πρότερον περὶ τοῦ κατασκευα‐ σθέντος αἰδοίου τῷ ἄρρενι, ποῖος τόπος ἔμελλεν αὐτὸ | 216 | |
10 | δέξασθαι. Ὅτι μὲν οὖν οὐκ ἦν βελτίων τόπος εἰς κατάθεσιν τοῦ ἄρρενος αἰδοίου πλὴν ἵναπερ καὶ κα‐ τετέθη, ἐκ τῶνδ’ ἂν μάθοις. πότερον οὖν ἐγγυτέρω τῆς ἕδρας ἔδει τεθῆναι; ἀλλ’ ἀποπατοῦσι δύσχρη‐ στον· ἀλλ’ ἀνωτέρω πρὸς τὸ ὑπογάστριον τὴν θέσιν | |
15 | σχεῖν, οὐ μόνον ἀπρεπὲς, ἀλλὰ καὶ δύσχρηστον, καὶ | |
5.22 | ῥᾴδιον πάσχειν ὑπὸ τῶν ἔξωθεν προσβολῶν. Πάλιν, πότερον τεταμένον εἶναι διὰ παντὸς, ἢ χαλαρὸν, ἢ ἐν μέρει τούτων, καθὼς νῦν ἐστιν; εἰ μὲν γὰρ διὰ | |
παντὸς ἐντεταμένον ἦν, οὐ μόνον ῥᾴδιον πρὸς τὸ | 217 | |
5 | πάσχειν, ἀλλ’ ἔτι καὶ δύσχρηστον ἂν ἦν καὶ ἀπρεπὲς ἐν παντὶ τῷ λοιπῷ βίῳ· εἰ δὲ κεχαλασμένον ἦν διὰ παν‐ τὸς, ἄχρηστον ἂν ὑπῆρχεν, οὗ χάριν ἐγένετο μηδέ ποτε ἐργάσασθαι δυνάμενον· εἰ δὲ ἐν μέρει μὲν χαλαρὸν, ἐν μέρει δὲ ἐντεταμένον, αὐτὸ δὴ τοῦτο ἄξιον θαυμά‐ | |
10 | ζειν, ὅτι, οἷον αὐτὸ ὁ λόγος ἐξεῦρε χρῆναι γεγονέναι, | |
5.23 | τοιοῦτον καὶ φαίνεται νῦν ὑπάρχον. Ἐπεὶ τοίνυν σκληρόν τε ἅμα καὶ κοῖλον καὶ σηραγγῶδες εἶναι χρὴ τὸ τοῦ αἰδοίου ἴδιον σῶμα, φαίνεται μὲν ἐξ ὀστοῦ τὴν γένεσιν ἔχον, καθάπερ οἱ λοιποὶ σύν‐ | |
5 | δεσμοι, κοῖλον δὲ καὶ σηραγγῶδες μόνον ἐξ ἁ‐ | |
πάντων, ὡς ἡ χρεία κελεύει, ἵνα ὄρθιόν τε καὶ ἀκλινὲς ἐν ταῖς συνουσίαις φυλάττοιτο. Ἀλλὰ καὶ διΐστασθαι καὶ ἀνευρύνεσθαι τὸν πόρον χρήσιμον, ἵνα καὶ ἐπὶ πλεῖστον καὶ πόρρω καὶ κατ’ εὐθὺ ἐξα‐ | 218 | |
10 | κοντίζηται τὸ σπέρμα πρὸς τοὺς κόλπους τῆς μήτρας. Τοῖς γοῦν ὑποσπαδιαίοις ὀνομαζομένοις, ἐπειδὴ ὁ πόρος τοῦ καυλοῦ ἐν τῷ τέλει διέστραπται, οὐ [δύ‐ νατον] γεννᾶν. δηλοῖ δὲ τοῦτο ἡ ἴασις· τμηθέντος | |
5.24 | γὰρ τοῦ δεσμοῦ, γεννῶσι. Διατείνεται οὖν τὸ αἰδοῖον ὑπὸ πνεύματος, παράκεινται δὲ αὐτῷ ἑκα‐ τέρωθεν δύο μύες, τείνοντες τὸν πόρον, ὥσπερ τι‐ νὲς χεῖρες, ἐν τῇ ἀποκρίσει τοῦ σπέρματος, εἰ μέλ‐ | |
5 | λοι πολὺ ἐξακοντίζεσθαι. Ἐπεὶ δὲ ἡ οὐρηδόχος κύστις ἐτέτακτο πλησίον, ἕτερον οὐκ ἦν ἄμεινον ἐκκρίσεως πόρον ἐργάσασθαι, ἀλλ’ ᾧ καὶ αὐτὸ τὸ σπέρμα χρῆται· εὐλόγως οὖν καὶ ὁ ταύτης αὐχὴν ἅπαν κατείληφε τὸ τοῦ περιτοναίου χωρίον, ἀναφε‐ | 219 |
10 | ρόμενος ἀπὸ τῆς ἕδρας, [ἐφ’] ἧς ἐξ ἀρχῆς ἔκειτο, μέχρι τῆς κατὰ τὸ αἰδοῖον ἐκφύσεως. Ἐπὶ δὲ τῶν γυναικῶν, ἅτε οὐκ ὄντος αἰδοίου προ‐ πετοῦς, τὴν τοιαύτην ἀπόφυσιν ὁ τῆς κύστεως αὐχὴν οὐκ ἔτι ἔσχεν· ἀλλὰ τὸ μὲν αἰδοῖον τὸ γυναικεῖον ἐπί‐ | |
15 | κειται κατὰ τῆς ἕδρας, ἐπὶ δὲ τὸ ἄνω πέρας αὐτοῦ τῆς κύστεως ὁ τράχηλος τελευτᾷ, κἀνταῦθα προχεῖται τὸ οὖρον, οὔτε ἱκανῶς καμπύλος ὡς ἐπὶ τῶν ἀνδρῶν, | |
5.25 | οὔτε οὕτως μακρὸς γενέσθαι δεηθείς. Αἱ δὲ τοῦ δέρ‐ | |
ματος ἐπιφύσεις ἐπὶ τοῖς πέρασι τῶν αἰδοίων ἑκα‐ τέρων, ἐν μὲν ταῖς γυναιξὶ κόσμου χάριν ἐγένοντο, καὶ τοῦ μὴ καταψύχεσθαι τὰς ὑστέρας σκεπάσματα | 220 | |
5 | προβέβληνται· τοῖς δὲ ἀνδράσι, πρὸς [τῷ] κόσμον τινὰ φέρειν, καὶ ἀδύνατον ἦν μηδ’ ὅλως ἔχειν αὐτά. Πάντα οὖν ὅσα τοῖς ἀνδράσιν ὑπάρχει μόρια, ταῦτα καὶ ταῖς γυναιξὶ, καθ’ ἓν μόνον διαφέροντα, ὡς ἔνδον μέν ἐστι τὰ τῶν γυναικῶν μόρια, τῶν δὲ ἀνδρῶν ἔξω. | |
5.26 | Φασὶν οὖν οἱ ἰατροὶ ὅτι ἀνὴρ γυναικὸς τελειότερος· ἡ δὲ αἰτία, τῆς θερμότητος ἡ ὑπεροχή· ψυχρότερον γὰρ ὂν τὸ θῆλυ οὐκ ἴσχυσεν προπετῆ ποιῆσαι τὰ | |
γεννητικὰ μόρια. Ἀληθέστερον δ’ εἰπεῖν ὅτι διὰ τὴν | 221 | |
5 | τοῦ γένους διαδοχὴν τοιοῦτον τὸ θῆλυ κατεσκευάσθη, πρὸς τὸ δέξασθαι καὶ κατασχεῖν σπέρμα, καὶ θρέψαι καὶ τελειῶσαι τὸ κυόμενον, ἐπιτήδειον ὄργανον. Τὸ ἄρρεν δὲ τοῦ θήλεος εὐλόγως θερμότερον, καὶ τὰ μόρια εὐρύτερα καὶ μείζονα ἔσχηκε, καὶ εὐκινητότερα. | |
10 | Εὐθὺς δὲ δήπου καὶ τοὺς ὄρχεις ἔμελλε τὸ θῆλυ μικροτέρους καὶ ἀσθενεστέρους ἔχειν, καὶ τὸ σπέρμα τὸ κατ’ αὐτοὺς ἔλασσόν τε καὶ ἀσθενέστερον καὶ ψυχρότερον· ὡσαύτως δὲ καὶ τὸ αἰδοῖον καὶ σκλη‐ ρότερον καὶ σηραγγῶδες. †Πρὸς δὲ τὸ ἄκρον αὐτοῦ | |
15 | ἐπιδερματὶς κρέμαται, ἥ τις ὀνομάζεται ποσθὴ, ὅπερ ἐκτέμνεται ἐν τῇ ἀκροβυστίᾳ.† | |
5.27 | Εἴπωμεν τοίνυν κατὰ ποῖον εἶδος κινεῖται τὸ ἀν‐ δρικὸν αἰδοῖον· τριῶν γὰρ οὐσῶν κινήσεων ἐν τοῖς | |
μορίοις τοῦ σώματος, τῶν μὲν φυσικῶν, τῶν δὲ προ‐ αιρετικῶν, τῶν δὲ μικτῶν, εἴπωμεν κατὰ ποίαν κίνη‐ | 222 | |
5 | σιν κινεῖται τὸ αἰδοῖον. Εἰ μὲν προαιρετικῶς ἐκινεῖτο, οἱ νεογενεῖς παῖδες, χωρὶς προαιρέσεως ὄντες, ἀκίνητοι ἂν ἔμενον κατὰ τοῦτο τὸ μόριον· ἀλλὰ μὴν θεω‐ ροῦμεν αὐτοὺς κινουμένους, καὶ ἡμῖν δὲ αὐτοῖς καθ’ ὕπνους τὸ αὐτὸ συμβαίνει. ὥστε φυσικὴ ἡ κίνησις | |
10 | τοῦ αἰδοίου, καὶ οὐ προαιρετική. Πάλιν δὲ, πολλῶν (ἡσυχαζόντων σωμάτων καὶ ἀκινήτων μενόντων,) βλεψάντων ἢ ἁψαμένων ἑτέρων σωμάτων γυμνῶν ἢ γυναικείων ἢ ἀνδρείων, εὐθὺς ἡ κατὰ τοῦτο σύντομος ἐπηκολούθησε κίνησις· ὥστε προαιρετικῶς κινεῖσθαι, | |
15 | καὶ οὐ φυσικῶς. Λείπεται οὖν κινεῖσθαι τὸ τρίτον εἶδος τῆς κινήσεως· ὡς μὲν γὰρ ὑπὸ μυῶν, κινεῖται κατὰ προαίρεσιν, (πᾶσα γὰρ κίνησις διὰ μυῶν γινο‐ μένη προαιρετική ἐστιν·) ὡς δὲ ἀπὸ πνεύματος, φυ‐ σική. κινεῖται ἄρα τὸ αἰδοῖον καὶ φυσικῶς καὶ προ‐ | |
20 | αιρετικῶς. | 223 |
5.28 | Οἱ δὲ ὄρχεις τῶν ἀνδρῶν, εἰς ὅσον μέν ἐστι τὸ ἄρρεν τοῦ θήλεος θερμότερον, εἰς τοσοῦτον μείζους καὶ οἱ ὄρχεις ἐγένοντο· εἴπωμεν τοίνυν περὶ τῆς οὐ‐ σίας αὐτῶν καὶ τοῦ μεγέθους καὶ τοῦ σχήματος, καὶ | |
5 | τῶν εἰς αὐτοὺς καθηκόντων πόρων καὶ τῶν ἐξ αὐτῶν πεφυκότων. Ἡ μὲν οὖν οὐσία τῶν ὄρχεων ἀδήν ἐστι, λευκὸς μὲν τὴν χροιὰν, σομφὸς δὲ καὶ ψαφαρὸς τὴν σύστασιν, ἀγγεῖα πολλὰ τριχοειδῆ καὶ ἀραχνο‐ ειδῆ κατεσπαρμένα κατ’ αὐτὸν τὸν ἀδένα ἔχοντες. | |
10 | Τὸ δὲ σχῆμα ὠοειδὲς, πρὸς τὰ ἐντὸς δὲ μέρη [σιμόν]· ἔχοντες ἐν τῷ ἄκρῳ αὐτῶν ἐπικειμένην τὴν ἐπιδιδυ‐ μίδα, ἐν ᾗ πρώτως καὶ τὸ σπέρμα λευκαίνεται, ἐν | |
γὰρ [τοῖς] κιρσοειδέσι παραστάταις καὶ ἐν αὐτῷ τῷ σώματι τῶν ὄρχεων οὔτε [πρώτως] οὔτε καθόλου. | 224 | |
15 | Καὶ διὰ τοῦτο, ἐξερχομένων τῶν ὄρχεων ἐν τοῖς εὐ‐ νούχοις, συνεξέρχονται καὶ αἱ ἐπιδιδυμίδες· καὶ διὰ τοῦτο λαγνεύουσι μὲν καὶ οἱ εὐνοῦχοί ποτε κινηθέντες, ἀλλ’ ἄχρηστόν τε καὶ ἄγονον. Περιέχονται οὖν οἱ ὄρχεις ὑπό τινος δέρματος ἐοικότος θυλάκῳ· τοῦτο | |
20 | βαλάντιον ὀνομάζεται, ὑπὸ δὲ τῶν ἀνατομικῶν ἰατρῶν ὄσχεος. Ἀπὸ γοῦν τοῦ [κατὰ τῆς γαστρὸς ἐπικει‐ μένου δέρματος, ὃ συνεχές ἐστι τῷ] κατὰ τὸν ὄσχεον, συγκατέρχονταί τινες ὑμένες τῷ δέρματι μέχρι τῶν ὑποκειμένων μυῶν, οἳ καθήκειν εἰς τοὺς ὄρχεις ὁρῶν‐ | |
25 | ται σαφῶς, ἐν κύκλῳ περιλαμβάνοντες τὸν πόρον, ὃν ἔνιοι σωλήναιον ὀνομάζουσιν. Οὗτοι οἱ μύες ἐκφύ‐ ονται ἀπὸ τῶν τῆς ἥβης ὀστῶν· ἀλλὰ καὶ ὁ [ἐλυτρο‐ ειδὴς] χιτὼν ὡσαύτως ἀπ’ αὐτῶν ἐκφύεται· καὶ ἀγγεῖα δὲ πολλὰ φλεβώδη συγκατέρχονται πρός τε τὸν ὄρ‐ | |
30 | χιν καὶ τὴν ἐπιδιδυμίδα, ἐλιττόμενα πολλαῖς ἕλιξιν, ἐν αἷς καταβραχὺ ἐκλύεται ἡ τοῦ αἵματος χροιά. τὸ [περιεχόμενον] δὲ αἷμα ἐν αὐτοῖς ἐπὶ τὸ λευκότερον τρέπεται, παρασκευαζόμενον εἰς τὴν τοῦ σπέρματος γένεσιν. | 225 |
5.29 | Ἡ δὲ ἐν αὐτοῖς τοῦ σπέρματος γένεσις, εἰς ἄκρον ἥκουσα πέψεως, ἀρχὴ δραστικὴ τῆς τοῦ ζώου γενέ‐ σεως γίνεται. Αὐτὸ γὰρ τὸ σπέρμα τῶν ἀνδρῶν, καὶ πολὺ καὶ παχὺ καὶ θερμὸν ἀπεργασθὲν, καὶ εἴδους | |
5 | καὶ ὕλης λόγον ἐπέχει, εἴδους μὲν μᾶλλον, ὕλης δὲ ἧττον· τὸ δὲ τῆς θηλείας, εἰς ὅσον μὲν τὸ θῆλυ τοῦ ἄρρενος ψυχρότερον, εἰς τοσοῦτον καὶ τὸ κατ’ αὐτὰς σπέρμα οὐ μόνον ψυχρὸν, ἀλλὰ καὶ ὑγρὸν καὶ ὀλίγον καὶ ἀτελέστερον· ἐπέχει δὲ καὶ αὐτὸ καὶ εἴδους καὶ | |
10 | ὕλης [λόγον, ὕλης] μᾶλλον [ἤπερ] εἴδους. ὥστε τὸ μὲν ἀτελέστερον ἐν τῇ κινήσει θῆλυ, τὸ δὲ τε‐ λειότερον ἄρρεν γίνεται. Εἰ μὲν γὰρ καὶ τὸ τοῦ ἄρρενος σπέρμα καὶ τὸ τῆς θηλείας δυοῖν ἀρχῶν λόγον ἐπέχουσιν, ὑλικῆς τε καὶ δραστικῆς, ἀλλὰ | 226 |
15 | πρὸς ζώου γένεσιν . . . . . . . . . καὶ ἀτελέ‐ στατα καταμόνας· εἰ μὴ γὰρ ἀμφότερα κερασθῶσιν πρὸς ἄλληλα, καὶ ἀμφότερα ἂν μείνωσιν ἄγονα. Τοῦτο γὰρ ἡ ἄφατος τοῦ Θεοῦ δημιουργία προ‐ επισταμένη, οὐκ ἄνδρα μόνον ἐδημιούργησεν, οὐδ’ | |
20 | ἄνδρας δύο, πρὸς τὴν τοῦ γένους διαδοχὴν, οὐδὲ γυ‐ ναῖκα μίαν ἢ δύο, [ἀνεπιτήδειος] γὰρ ἡ μίξις· ἀλλ’ ἄνδρα καὶ γυναῖκα, ἀμφότερα γὰρ πρὸς μίξιν ἐπι‐ τήδεια. Διὰ τοῦτο καὶ εὐλόγησεν αὐτοὺς πρὸς τὴν τῶν ἀνθρώπων γένεσιν, εἰπὼν, “Αὐξάνεσθε καὶ | |
25 | “πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν.” Ἀρχὴν μὲν οὖν ποιητικὴν ὑποτίθεσθαι τὸ τοῦ ἄρρενος σπέρ‐ μα, συντελεῖν δὲ [αὐτῷ] πρὸς τὴν τοῦ ζώου γένεσιν ὑπολαμβάνειν καὶ τὸ τοῦ θήλεως. ἐκ γὰρ τῆς μιᾶς ἀρχῆς ταύτης [οὐκ] εὐθὺς μὲν ἅμα τῷ καταβληθῆναι | 227 |
30 | τὸ σπέρμα, καὶ μέχρι πολλοῦ, μάθοις ἂν ἐξ αὐτῶν τῶν [ἀνατομικῶν] ὡς οὔπω [διαπέπλασται] τῶν αἰ‐ δοίων οὐδέτερον, οὐδ’ ἔστι δῆλον οὔτε εἰ ἄρρεν ἐστὶν αὐτὸ τὸ κυούμενον, οὔτε εἰ θῆλυ· χρόνῳ δὲ ὕστερον φωρᾶται καὶ κατάδηλον γίνεται, τὴν μὲν ἐξ αὐτοῦ | |
35 | τοῦ σπέρματος [ἔχον,] τὴν δὲ ἐκ τῆς μήτρας ἐπι‐ σπώμενον. | |
Ὅπως δὲ ἑκάτερον αὐτῶν τὴν μὲν ἐξ ἀρχῆς αὐτῶν εὐθὺς ἔχει, τὴν δὲ ὕστερον λαμβάνει, μαθεῖν ἐστι ἐξ αὐτῆς τῆς ἀνατομῆς. Ἡ γὰρ κοίλη φλὲψ, ἵναπερ | 228 | |
40 | πρῶτον ἐκφυομένη τοῦ ἥπατος ἔτι μετέωρος ἐπὶ τὴν ῥάχιν κατακάμπτεται, τὸν δεξιὸν ἔχει νεφρὸν ἐκ τῶν δεξιῶν αὐτῆς μερῶν παρακείμενον, εἶτα ἐφεξῆς ὑπο‐ κάτω μικρὸν ἐκ τῶν ἀριστερῶν αὐτῆς μερῶν τὸν ἀριστερόν. Ἔκφυσις δὲ [ἐξ] αὐτῆς εἰς ἑκάτερον τῶν | |
45 | νεφρῶν ἀγγείου μεγίστου φλεβώδους· καὶ μέν γε καὶ τούτων ἑκατέρου κάτωθεν ἑτέρων ἀγγείων ὁρᾶται ζεῦ‐ γος ὁμοίως μεγάλων, ἐκ τῆς μεγάλης ἀρτηρίας τῆς ἐπικειμένης τῇ ῥάχει [φερόμενον], ὁμοίως ταῖς φλεψὶ, καὶ εἰς τοὺς νεφροὺς [ἐμφυόμενον]. Ἅτε δὲ τοῦ μὲν | |
5.29(50) | δεξιοῦ νεφροῦ πλησίον κειμένου τῷ ἥπατι, τοῦ δὲ ἀριστεροῦ κατωτέρω, τοσοῦτον καὶ ἡ τῶν εἰς αὐτὸν ἀγγείων ἔκφυσις ὑψηλότερα τῆς [εἰς] τὸν ἀριστερόν ἐστιν. Ἐπεὶ τοίνυν ἐφεξῆς τούτων τὰ γεννητικὰ μόριά ἐστι, ζεῦγος ἀρτηριῶν τε καὶ φλεβῶν φέρεται | 229 |
55 | ἐπ’ αὐτὰ, οὐκ ἐκ τῶν αὐτῶν τόπων, ἀλλὰ τὰ μὲν εἰς τὴν δεξιὰν κοιλίαν τῆς μήτρας καὶ τὸν [ταύτῃ ὄρχιν] ἰόντα, ἐκ τῶν μεγάλων ἀγγείων ἀφώρμηνται τῶν ἐπὶ τὴν [ῥάχιν,] φλὲψ μὲν ἀπὸ τῆς κοίλης φλεβὸς, ἀρτη‐ ρία δὲ ἀπὸ τῆς μεγάλης ἀρτηρίας· ὅσα δὲ εἰς τὸν ἀρι‐ | |
60 | στερὸν [ὄρχιν] ἐπὶ τῶν ἀρρένων ἢ τὴν ἀριστερὰν μή‐ τραν ἐπὶ τῶν γυναικῶν [ἀφικνοῦνται, (δύο δέ ἐστιν καὶ ταῦτα, μία μὲν ἀρτηρία, μία δὲ φλὲψ,)] οὐκ ἐξ | |
αὐτῶν τῶν μεγάλων ἀγγείων, ἀλλ’ ἐκ τῶν ἐπὶ τοὺς | 230 | |
5.30 | νεφροὺς φερομένων ἀφώρμηνται. Δῆλον οὖν ὡς ἀκάθαρτον καὶ περιττωματικὸν, ὑγρὸν καὶ ὀρρῶδες, ὅ τε ἀριστερὸς ὄρχις ἐπὶ τῶν ἀρρένων, ἥ τε ἀριστερὰ κοιλία τῆς μήτρας ταῖς γυναιξὶ δέχονται τὸ αἷμα. | |
5 | Κἀκ τούτου συμβαίνει [καὶ αὐτοῖς τοῖς δεχομένοις ὀργάνοις] οὐχ ὁμοίως γίνεσθαι τὴν κρᾶσιν· ὡς γὰρ τὸ καθαρὸν αἷμα θερμότερον τοῦ περιττωματικοῦ ἐστιν, οὕτως καὶ τὰ πρὸς αὐτοῦ τρεφόμενα μόρια, θερμότερα ἄρα τὰ δεξιὰ τῶν ἀριστερῶν ἀποτελεῖται. | |
10 | [Δέδεικται] δὲ καὶ τοῦτο ὑφ’ Ἱπποκράτους, ὅτι τὰ | |
κατ’ εὐθὺ κείμενα μόρια πλέον [ἀλλήλων] ἀπολαύειν ἀνάγκη. Μὴ τοίνυν [ἔτι] θαυμάζειν εἰ τῶν μητρῶν ἡ δεξιὰ κοιλία, καὶ τῶν ὄρχεων ὁ ταύτῃ κείμενος, κατ’ εὐθὺ τοῦ ἥπατος τεταγμένος, θερμότερα τῶν ἀριστε‐ | 231 | |
15 | ρῶν εἰσί. Συνεχωρεῖτο δὲ τὸ ἄρρεν τοῦ θήλεος εἶναι θερμότερον, ἀνάγκη ἄρα τὰ μὲν δεξιὰ μόρια τῶν ἀρ‐ ρένων εἶναι γεννητικὰ, τὰ δὲ ἀριστερὰ τῶν θήλεων. Οὕτως γοῦν καὶ πρὸς Ἱπποκράτους ἐλέγετο, “Τρά‐ “γος ὁπότερον [ἂν φανῇ] ἔξω, ὄρχις δεξιὸς, ἄρρεν· | |
20 | “ἀριστερὸς, θῆλυ.” Ὁπόταν γὰρ [πρῶτον ἐξαίρηται] τὰ γεννητικὰ μόρια, καὶ [μεταβάλλῃ] πως ἐπὶ τὸ | |
τραχύτερον καὶ βαρύτερον ἡ φωνὴ, (τοῦτο γὰρ τὸ τραγᾶν [ἐστι,]) τότε παραφυλάττειν ὁ Ἱπποκράτης κελεύει· τὰ γὰρ οἰδισκόμενα πρότερα καὶ πλεονεκ‐ | 232 | |
25 | τοῦντα κατὰ τὴν αὔξησιν, ἐκεῖνα δήπουθέν ἐστι τὰ ἰσχυρότερα. Διχῶς δὲ τὸ ἰσχυρότερον καὶ ἀσθενέ‐ στερον ἕτερον ἑτέρου μορίου λέγεται, τὸ μὲν φύσει καὶ καθ’ ὅλον τὸ γένος, τὸ δὲ ἐν τῇ τοῦ ζώου τοῦ ἀτόμου συμπήξει. Ἅπαντα οὖν τὰ δεξιὰ τῶν ἀρι‐ | |
30 | στερῶν ἰσχυρότερα κατὰ πάντα τῶν ζώων ἐστὶ τὰ γένη· τῷ δὲ τυχόντι ἀτόμῳ δυνατὸν [τὸ] δεξιὸν ἀσθενέστερον γενέσθαι τοῦ λαιοῦ. Κατὰ τὸν αὐτὸν | |
τρόπον καὶ τῶν ὄρχεων ὁ μὲν δεξιὸς ἁπλῶς ἰσχυρό‐ τερος· ἀρρωστήματος δέ τινος ἐν τῇ πρώτῃ συμ‐ | 233 | |
35 | πήξει περὶ τὸν [δεξιὸν ὄρχιν] ἀπαντήσαντος, ὁ ἀρι‐ στερὸς ἰσχυρότερος. Ὅταν οὖν, κατὰ τὸν καλού‐ μενον τράγον, ὁ ἀριστερὸς πρότερος ἐπισημαίνει, τεκμαίρεσθαι τὸ ζῶον τοῦτο θηλυγόνον ὑπάρχειν· εἰ δὲ ὁ δεξιὸς πρότερος ἐξαίροιτο κατὰ τὸν τράγον, | |
40 | ἀρρενογόνον ἐκεῖνο τὸ ζῶον γένοιτ’ ἂν, ὅσον ἐφ’ [ἑαυτοῦ]. Προϊούσης γὰρ τῆς ἀπὸ τοῦ θήλεως ἀρ‐ χῆς, ἐνδέχεται τὸ μὲν θηλυγόνον θερμανθὲν σπέρμα ὑπὸ τῆς δεξιᾶς μήτρας ἄρρεν [ἀπεργάσασθαι] τὸ | |
κύημα, τὸ δὲ ἀρρενογόνον ὑπὸ τῆς ἀριστερᾶς ἐμ‐ | 234 | |
45 | ψυχθὲν εἰς τοὐναντίον μεταπεσεῖν. Ψυχροτέρου μὲν γὰρ τοῦ σπέρματος ὑπάρχοντος ἀτρέμα, [ἐπιπλέον δὲ] θερμανθέντος ὑπὸ τῆς μήτρας, οὐδὲν θαυμα‐ στὸν ἐξ ἐκείνης [αὐτῷ] προστεθῆναι τὸ λεῖπον· εἰ δὲ ἐπιπλέον εἴη κατεψυγμένον τὸ σπέρμα, εἶτα εἰς | |
5.30(50) | παρηβῶντος ζώου μήτραν ἐμπέσοι δεξιὰν, οὐδὲν ὑπ’ αὐτῆς ὠφεληθείη. [Τῷ] τοίνυν διττὴν μὲν ἀρχὴν εἶναι τῆς τῶν ἀρρένων γενέσεως, ἐν μὲν τοῖς θήλεσι τὴν δεξιὰν μήτραν, ἐν δὲ τοῖς ἄρρεσιν τὸν δεξιὸν [ὄρχιν, ἰσχυροτέραν] δὲ ὡς τὰ πολλὰ γίνεσθαι τὴν μήτραν | |
55 | ἐξομοιοῦν ἑαυτῇ τὸ κυούμενον, ὡς ἂν καὶ χρόνῳ πλείονι πλησιάζουσαν, εὐλόγως [ὡς ἐπὶ τὸ πολὺ] τὰ μὲν ἄρρενα τῶν ἐμβρύων ἐν τῇ δεξιᾷ μήτρᾳ, τὰ δὲ | |
θήλεα κατὰ τὴν ἀριστερὰν εὑρίσκεται. | 235 | |
5.31 | Οὕτως οὖν φησι καὶ Ἱπποκράτης, “Ὁτὲ μὲν ἰσχυ‐ “ρότερόν ἐστι τὸ μεθιέμενον ἀπὸ τῆς γυναικὸς σπέρμα, “ὁτὲ δὲ καὶ ἀσθενέστερον· καὶ τὸ τοῦ ἀνδρὸς ὡσαύτως. “Καὶ ἔστι καὶ τῷ ἀνδρὶ καὶ τὸ θῆλυ σπέρμα καὶ τὸ | |
5 | “ἄρρεν, καὶ τῇ γυναικὶ ὁμοίως· ἰσχυρότερον δέ ἐστι “τὸ ἄρρεν τοῦ θήλεως, καὶ ἀνάγκη ἵνα ὑπὸ ἰσχυρο‐ “τέρου σπέρματος γένηται. Εἰ μὲν ἀπ’ ἀμφοτέρων “ἰσχυρότερον ἔλθῃ, ἄρρεν γίνεται· εἰ δὲ ἀσθενὲς, “θῆλυ. Ὁπότερον δ’ ἂν ἐπικρατήσῃ κατὰ τὸ πλῆ‐ | |
10 | “θος, ἐκεῖνο γίνεται. ἂν γὰρ πολλῷ πλεῖον ᾖ τὸ | |
“ἀσθενὲς σπέρμα τοῦ ἰσχυροῦ, κρατεῖται τὸ ἰσχυ‐ “ρότερον, καὶ μιχθὲν τῷ ἀσθενεῖ εἰς θῆλυ περιη‐ “νέχθη· ἂν δὲ πλεῖον ᾖ τὸ ἰσχυρὸν τοῦ ἀσθενοῦς, “κρατηθήσεται τὸ ἀσθενὲς καὶ εἰς ἄρρεν [περιε‐ | 236 | |
15 | “νεχθήσεται]. Πολλαὶ μὲν γυναῖκες ἤδη ἐθηλυ‐ “τόκησαν παρὰ ἀνδράσιν ἑτέροις, παρὰ δὲ ἑτέροις ”[ἐλθοῦσαι] ἐκουροτόκησαν· καὶ οἱ ἄνδρες αὐτοὶ “ἐκεῖνοι παρ’ οἷς ἐθηλυτόκουν αἱ γυναῖκες, ἑτέρων “γυναικῶν εἰς μίξιν ἀφικόμενοι ἄρρενα γόνον ἐποί‐ | |
20 | “ησαν, καὶ οἷς ἄρρεν ὁ γόνος ἐγίνετο, [εἰς] ἑτέρας “γυναῖκας μιχθέντες θῆλυν γόνον ἐποίησαν. [Οὕτως] “ὁ λόγος ἐρεῖ καὶ τὸν ἄνδρα καὶ τὴν γυναῖκα ἔχειν | |
“καὶ [θῆλυν] γόνον καὶ ἄρρενα. παρὰ μὲν γὰρ οἷς “ἐθηλυτόκουν, ἐκρατεῖτο τὸ ἰσχυρὸν, πλείονος γινο‐ | 237 | |
25 | “μένου τοῦ ἀσθενοῦς, καὶ ἐγένετο θήλεα· παρὰ δὲ “οἷς ἐκουροτόκουν, ἐκράτει τὸ ἰσχυρὸν, καὶ ἐγέ‐ “νετο ἄρρενα. Χωρεῖ δὲ οὐκ ἀπὸ τοῦ ἀνδρὸς ἰσχυ‐ “ρὸν οὐδὲ ἀσθενὲς ἀεὶ, ἀλλ’ ἄλλοτε [ἀλλοῖον]· καὶ “ἐπὶ τῆς γυναικὸς οὕτως ἔχει· ὥστε μὴ θαυμάζειν | |
30 | “τὰς αὐτὰς γυναῖκας καὶ τοὺς αὐτοὺς ἄνδρας, καὶ “ἄρρενα καὶ θήλεα ποιεῖν. Ἔχει δὲ καὶ ἐν τοῖς κτή‐ “νεσιν οὕτω, καὶ ἐν αὐτῇ τῇ γονῇ· ἔρχεται καὶ τοῦ | |
“ἀνδρὸς καὶ τῆς γυναικὸς ἀπὸ παντὸς τοῦ σώματος, “καὶ ἀπὸ τῶν ἀσθενῶν ἀσθενὴς, καὶ ἀπὸ τῶν ἰσχυ‐ | 238 | |
35 | “ρῶν ἰσχυρά.” Διὰ τοῦτο καὶ κατὰ γένος πολλὰ νοσήματα [παρακολουθεῖ,] καθάπερ ποδαλγία, καὶ παραφροσύνη, καὶ ἱερὰ νόσος, καθώς φησιν Ἱππο‐ κράτης, “Εἰ γὰρ ἐκ χολώδους πατρὸς χολώδης ”[υἱὸς], καὶ ἐκ σπληνώδους σπληνώδης, καὶ ἐκ | |
40 | “φλεγματώδους φλεγματώδης, τί κωλύει, ὅτῳ κα‐ “τείχετο νοσήματι [πατὴρ ἢ μήτηρ,] τοῦτο καὶ τοῖς “ἐγγόνοις γίνεσθαι;” Διὰ τοῦτο καὶ διδυμοτοκία κατὰ γενεὰν γίνεται. πάντα γὰρ ἐν τῷ αἵματι, τὸ δὲ αἷμα ἔρχεται ἀπὸ τῶν τοῦ σώματος φλεβῶν εἰς τοὺς | |
45 | ὄρχεις καὶ εἰς τὴν ἐπιδιδυμίδα· ὡσαύτως καὶ τὸ πνεῦμα ἀπὸ τῶν τοῦ σώματος ἀρτηριῶν εἰς τοὺς αὐ‐ | |
τοὺς τόπους· ὥστε πάντα ὅσα ἐστὶν ἐν τῷ πατρὶ καὶ τῇ μητρὶ, ταῦτα καὶ ἐν τῷ ἐμβρύῳ [ἐστὶ] δυνάμει· ὥστε δῆλον ὅτι καὶ νεῦρα, καὶ ἀρτηρίαι, καὶ φλέβες, | 239 | |
5.31(50) | καὶ ὀστᾶ, καὶ τὰ λοιπὰ πάντα τοῦ ζώου μόρια. | |
5.32 | Ἐπεὶ οὖν ἐν τῷ αἵματι πάντα, τὸ δὲ αἷμα, ἐρχόμε‐ νον ἀπὸ παντὸς τοῦ σώματος πρὸς τοὺς ὄρχεις, λευ‐ καίνεται ἐν τῇ ἐπιδιδυμίδι καὶ ἐν τοῖς κιρσοειδέσι πα‐ ραστάταις· ὅσα ἐστὶν ἐν τῷ αἵματι, ταῦτα πάντα καὶ | |
5 | ἐν τῷ σπέρματι, τῆς γὰρ αὐτῆς οὐσίας ἀμφότερα, εἰ καὶ τῇ χροιᾷ διαλλάττουσιν. Ὥστε, ἐπειδὴ τὸ σπέρμα ἀπὸ τοῦ αἵματος, τὸ δὲ αἷμα ἐκ παντὸς τοῦ ζώου, τὸ δὲ ζῶον ἐκ ψυχῆς καὶ σώματος συνέστηκεν· τὸ αἷμα ἄρα ἔμψυχόν ἐστιν, [οὐδ’] ἐν ἀψύχῳ σώματι περιέ‐ | |
10 | χεται, οὐδὲ ἀπὸ ἀψύχου σώματος κατέρχεται πρὸς τοὺς διδύμους. εἰ γὰρ ἐν ἀψύχῳ σώματι περιέχεται τὸ αἷμα, καὶ ἐν ἀψύχοις μορίοις ἀποτελεῖται σπέρμα, οὐδὲν ἂν διέφερον οἱ νεκροὶ τῶν ζώντων, ὅπερ ἐστὶν | |
ἀδύνατον. Οὐκ ἄρα ἐν ἀψύχῳ σώματι τὸ αἷμα, οὐδ’ | 240 | |
15 | ἐν ἀψύχοις σώμασι λευκαίνεται ἡ γονὴ, ἀλλ’ ἐξέρ‐ χεται ἐξ ἐμψύχων ἔμψυχος, καὶ μίσγεται ὁμοῦ τῆς φύσεως τῆς γυναικὸς, καὶ ἀθροίζεται καὶ παχύνεται [θερμαινομένη.] “Ἔπειτα πνεῦμα ἴσχει,” καθώς φησιν Ἱπποκράτης, “ὁπόταν δὲ πλησθῇ, τὸ πνεῦμα | |
20 | “ὁδὸν αὐτὸ ἑαυτῷ ποιεῖ κατὰ μέσον τῆς γονῆς. “Ὅταν δὲ ὁδὸς γένηται τῷ πνεύματι ἔξω θερμῷ “ὄντι, αὖθις ἕτερον ψυχρὸν εἰσπνεῖ εἰς αὐτὸ ἀπὸ “τῆς μητρὸς, καὶ τοῦτο ποιεῖ διὰ παντὸς τοῦ χρόνου. “Τρέφεται οὖν [τὸ] θερμὸν ὑπὸ τοῦ μετρίως ψυ‐ | |
25 | “χροῦ· καὶ ἀπὸ τῆς μητρὸς πνεούσης πνοὴν ἔχει καὶ “ἡ γονή. Θερμὴ δέ ἐστιν ἡ γονὴ ἐν θερμῷ σώματι “οὖσα, εἶτα ὑμενοῦται [φυσωμένη·] περιΐσταται γὰρ “ἀμφ’ αὐτὴν τὸ ἔξωθεν, συνεχὲς γενόμενον, ἅτε “γλίσχρον, ὥσπερ ἐπ’ ἄρτῳ [ὀπτωμένῳ] λεπτὸν | 241 |
30 | ”[ὑφίσταται] ἐπιπολῆς ὑμενῶδες. Θερμαινόμενος “γὰρ καὶ φυσώμενος ὁ ἄρτος αἴρεται· ᾗ δ’ ἂν [φυ‐ “σᾶται, ἐκείνῃ τὸ ὑμενῶδες] γίνεται· τῇ δὲ γονῇ “θερμαινομένῃ καὶ φυσωμένῃ, περὶ αὐτὴν ὑμὴν ἔξ‐ “ωθεν περιτείνεται, κατὰ δὲ τὸ μέσον τῆς γονῆς τῷ | |
35 | “πνεύματι δίοδος καὶ ἔσω καὶ ἔξω γίνεται διὰ τοῦ “ὑμένος. Ὁπόταν δὲ ὁ χρόνος ἐγγένηται αὐτῇ, | |
“ἕτεροι ὑμένες εἴσω τοῦ πρώτου ὑμένος λεπτοὶ “περιτείνονται πολλοὶ, τρόπῳ τοιούτῳ ὡς καὶ ὁ πρῶ‐ “τος ὑμὴν ἐγένετο· τεταμένοι δέ εἰσιν καὶ οὗτοι ἐκ | 242 | |
40 | “τοῦ ὀμφαλοῦ, καὶ εἰς ἀλλήλους διαδέσμους ἔχουσιν. “Ὁπόταν δὲ ἤδη τοῦτο γένηται, κατιόντος τοῦ αἵ‐ “ματος ἀπὸ τῆς μητρὸς καὶ πηγνυμένου, σὰρξ γί‐ “νεται· κατὰ δὲ τὸ μέσον τῆς σαρκὸς ὀμφαλὸς ἀπέ‐ “χει, δι’ οὗ πνέει, καὶ τὴν αἴσθησιν καὶ αὔξησιν | |
45 | “ἔχει.” | |
5.33 | [Εἴπωμεν] οὖν ἐν τῇ διαπλάσει ποῖα μόρια πρώτως κατεσκευάσθησαν. ὥσπερ γὰρ οἰκίας θεμέλιον, καὶ νεὼ κρηπῖδα, καὶ πλοίου τρόπιν, οἱ τούτων δημιουργοὶ πρῶτα πηξάμενοι, μετὰ ταῦτα ἀσφαλῶς [ἀνιστᾶσι] | |
5 | τὰ δημιουργήματα· τὸν αὐτὸν τρόπον ἡ τοῦ Θεοῦ | |
ἄφατος δημιουργικὴ σοφία ἐν τοῖς ζώοις πρῶτον μὲν ἧπαρ, εἶτα ἐγκέφαλον καὶ καρδίαν ἐθεμελίωσεν, διότι φλεβῶν μὲν ἀρχὴ τὸ ἧπαρ, ἀρτηριῶν δὲ ἡ καρδία, νευρῶν δὲ ὁ ἐγκέφαλος· ἀπὸ γὰρ τῶν τριῶν μορίων | 243 | |
10 | τούτων ἀσφαλῶς [πεπηγότων] ἕκαστα τὰ γένη τῶν ἀγγείων εἰς ἅπαν ἀπετείνετο τὸ σῶμα, καὶ μάλιστα τὰς φλέβας ὡς ἂν δι’ αὐτῶν τρέφεσθαι πάντα τοῦ ζώου τὰ μόρια. Εἶτα ἡ σὰρξ αὐξανομένη διαρθροῦ‐ ται, καὶ τὰ ὀστᾶ σκληρύνεται ὑπὸ τῆς θέρμης, καὶ | |
15 | [διοζοῦται] ὡς [δένδρον·] καὶ ἡ κεφαλὴ ἀφεστηκυῖα γίνεται ἀπὸ τῶν ὤμων, καὶ οἱ βραχίονες καὶ οἱ πήχεις ἀπὸ τῶν [πλευρῶν,] καὶ τὰ σκέλη διΐστανται ἀπ’ | |
ἀλλήλων, καὶ τὰ νεῦρα εἱλίσσεται περὶ τὰς φύσεις τῶν ἄρθρων, καὶ ἡ ῥὶς καὶ τὰ ὦτα ἀφίστανται ἐν | 244 | |
20 | ταῖς σαρξὶ καὶ διατέτρηνται, καὶ οἱ ὀφθαλμοὶ ἐμπίμ‐ πλανται ὑγροῦ καθαροῦ, καὶ τὸ αἰδοῖον δῆλον γίνεται ὁπότερόν ἐστι. Καὶ δὴ καὶ τοῖς ἄνω τὴν πνοὴν ποι‐ εῖται, τῷ τε στόματι καὶ τῇ ῥινί· καὶ ἥ τε κοιλία φυσᾶται, καὶ τὰ ἔντερα καταφυσῶνται καὶ τὰ ἄνωθεν | |
25 | ἐπιλαμβάνει τὴν διὰ τοῦ ὀμφαλοῦ πνοὴν καὶ ἀμαλ‐ δύνει, καὶ ἐς τὸν κύσσαρον ὁδὸς γίνεται ἀπὸ τῆς κοι‐ λίας καὶ τῶν ἐντέρων ἔξω, καὶ εἰς τὴν [κύστιν] ὁδὸς ἔξω γίνεται. Τούτων δὲ διαρθροῦται ὑπὸ τῆς πνοῆς ἕκαστα· φυσώμενα γὰρ πάντα διΐστανται κατὰ συγ‐ | |
30 | γένειαν. Καὶ γίνεται ἤδη παιδίον, τὸ μὲν ἄρρεν ἐν τριάκοντα [ἡμέραις] τὸ μακρότατον, [τὸ δὲ θῆλυ ἐν τεσσαράκοντα δύο ἡμέραις τὸ μακρότατον·] τὸ γὰρ θῆλυ τοῦ ἄρρενος καὶ ἀσθενέστερον καὶ ὑγρότερον. Ὅταν δὲ [διαρθρωθῇ] τὸ πιότατον τοῦ αἵματος, τῷ | 245 |
35 | χρόνῳ [διοζοῦται] αὖθις τὰ ἄκρα τῶν ὀστῶν, ὥσπερ δένδρου· καὶ διΐστανται ἀπ’ ἀλλήλων [οἱ] δάκτυλοι τῶν χειρῶν καὶ τῶν ποδῶν, ἐπὶ δὲ τῶν ἄκρων οἱ ὄνυχες φύονται, ἅμα δὲ τοῖς ὄνυξι καὶ αἱ τρίχες ἐν τῇ κεφαλῇ ῥιζοῦνται. Ὅταν δὲ τὰ ἄκρα τοῦ σώματος | |
40 | [ὀζωθῇ,] καὶ οἱ ὄνυχες καὶ αἱ τρίχες ῥιζωθῶσι, τότε δὴ καὶ κινεῖται· καὶ ὁ χρόνος εἰς τοῦτο γίνεται, τὸ μὲν ἄρρεν τρεῖς μῆνες, τὸ δὲ θῆλυ τέσσαρες, ἐπειδὴ τὸ ἄρρεν τοῦ θήλεως καὶ σκληρότερον καὶ ἰσχυρό‐ τερον. Ὅταν δὲ κινηθῇ τὸ ἔμβρυον, τότε καὶ τὸ | 246 |
45 | γάλα ἐπισημαίνει τῇ μητρί· τότε γὰρ καὶ οἱ μαστοὶ αἴρονται. ταῖς δὲ πυκνοσάρκοις τῶν γυναικῶν τὸ γάλα ὕστερον ἐπισημαίνει. Τὸ δὲ παιδίον ἐν τῇ μήτρᾳ ὂν, τὰς χεῖρας ἔχει πρὸς ταῖς γένυσι, καὶ τὴν κεφαλὴν πλησίον τοῖν ποδοῖν· οὐκ ἔστιν δὲ ἀκρί‐ | |
5.33(50) | βεια κρῖναι, οὐδ’ ἂν ἴδῃς ἐν τῇ μήτρᾳ τὸ παιδίον, πότερον τὴν κεφαλὴν κάτω ἔχει ἢ ἄνω. ἐκ δὲ τοῦ ὀμφαλοῦ τεταμένοι εἰσὶν ὑμένες οἱ περιέχοντες αὐτό. Ὅταν δὲ τῇ γυναικὶ ὁ χρόνος τοῦ τόκου παραγίνεται, συμβαίνει τῷ παιδὶ, κινουμένῳ καὶ σκαρίζοντι ποσὶ | 247 |
55 | καὶ χερσὶ, ῥῆξαί τινα τῶν ὑμένων· ῥαγέντος δὲ ἤδη ἑνὸς, οἱ ἄλλοι ἀσθενεστέραν δύναμιν ἔχουσιν· καὶ ῥήγνυνται πρῶτον οἱ [ἐκείνου] ἐχόμενοι, ἔπειτα δὲ ὁ ὕστατος. Ὅταν δὲ ῥαγῶσιν οἱ ὑμένες, τότε λύεται τοῦ δεσμοῦ τὸ ἔμβρυον καὶ χωρεῖ ἔξω κλονηθέν. | |
5.34 | Ἐπεὶ οὖν ἐκ πατρῴου σπέρματος καὶ μητρῴου τὸ ἔμβρυον ἀποτελεῖται, ἀπεδείχθη δὲ ὅσα ἐν τοῖς το‐ | |
κεῦσιν ἐστὶν, ταῦτα καὶ ἐν τῷ τέκνῳ· ὅθεν [ἀπὸ] τοῦ σώματος τοῦ ἀνδρὸς πλέον ἔλθῃ εἰς τὴν γονὴν, | 248 | |
5 | [ἐκεῖνο] τοῦ σώματος κάλλιον ἔοικεν τῷ πατρί· ὅθεν δὲ πλέον ἔλθῃ ἀπὸ τῆς γυναικὸς, [ἐκεῖνο] τοῦ σώ‐ ματος κάλλιον ἔοικεν τῇ μητρί. Ἔστιν δὲ [οὐκ ἀνυστὸν] πάντα τῇ μητρὶ ἐοικέναι, τῷ δὲ πατρὶ [μηδὲν, ἢ] τὸ ἐναντίον, τοῦτ’ ἐστὶ μηδ’ ἑτέρῳ ἐοικέναι | |
10 | οὐδέν· ἀλλ’ ἀμφοτέροις ἀνάγκη τίς ἐστιν ἐοικέναι τινὶ, εἴπερ ἐξ ἀμφοτέρων τῶν σωμάτων τὸ σπέρμα [χωρεῖ] εἰς τὸ τέκνον· ὁπότερον δ’ ἂν πλεῖον ξυμβά‐ ληται καὶ ἀπὸ πλειόνων [χωρίων τοῦ σώματος εἰς | |
τὸ τέκνον,] ἐκείνῳ τὰ πλείονα ἔοικεν. Καὶ ἔστιν ὅτε | 249 | |
15 | θυγάτηρ γενομένη, τὰ πλείονα ἔοικεν κάλλιον τῷ πατρὶ ἢ τῇ μητρί· καὶ κοῦρος γενόμενος, ἔστιν ὅτε κάλλιον ἔοικεν [τῇ μητρὶ ἢ τῷ πατρί.] [Γράφεται] δὲ ἐν τῷ Ἱπποκράτει καὶ τόδε· “Ἔστιν “ὅτε τὰ τέκνα λεπτὰ καὶ ἀσθενῆ γίνονται, πατρὸς | |
20 | “καὶ μητρὸς παχέων τε καὶ ἰσχυρῶν ὄντων· καὶ ἂν “μὲν πολλῶν παιδίων ἤδη γενομένων τοιοῦτον γένη‐ “ται, δῆλον ὅτι ἐν τῇ μήτρᾳ ἐνόσησεν τὸ ἔμβρυον “ἀπὸ τῆς μητρὸς, ἢ τῆς τροφῆς αὐτοῦ ἔξω παρεκπε‐ “σούσης, τῶν μητρῶν χανουσῶν μᾶλλον, καὶ διὰ | |
25 | “τοῦτο ἀσθενὲς ἐγένετο. Νοσεῖ δὲ τῶν ζώων ἕκαστον | |
“κατὰ τὴν ἰσχὺν αὑτοῦ· ἂν δὲ πάντα τὰ παιδία “ἀσθενῆ [ὦσιν,] αἱ μῆτραι αἴτιαι εἰσὶν, στενώτεραι “οὖσαι τοῦ καιροῦ· ἂν γὰρ μὴ ἔχῃ εὐρυχωρίαν ἔνθα “τὸ ἔμβρυον τρέφεται, ἀνάγκη γενέσθαι λεπτὸν τὸ | 250 | |
30 | “ἔμβρυον, [ἅτε] οὐκ ἔχον ἐν τῇ αὐξήσει εὐρυχωρίαν· “ἂν δὲ ἔχῃ εὐρυχωρίαν, καὶ μὴ [νοσήσῃ, ἐπιεικές “ἐστι] μεγάλων τοκέων μέγα τέκνον γενέσθαι. [Ἔχει] “γὰρ οὕτως ὥσπερ εἴτις σίκυον ἤδη ἀπηνθηκότα, “ὄντα δὲ νεογνὸν καὶ [προσόντα] τῷ σικυηλάτῳ, | |
35 | “θείη εἰς ἀρυστῆρα, ἔσται ἴσος τοῦ ἀρυστῆρος τῷ | |
“κοίλῳ καὶ ὅμοιος. οὑτωσεὶ ἔχει καὶ τὸ παιδίον, “ἂν μὲν εὐρυχωρία ᾖ ἐν τῇ αὐξήσει, μεῖζον γίνεται· “ἂν δὲ στενοχωρία, [ἔλασσον.] Τὸ δὲ πηρωθὲν ἐν “ταῖς μήτραις παιδίον φημὶ δὴ αὐτὸ θλασθὲν πηρω‐ | 251 | |
40 | “θῆναι, τῆς μητρὸς πληγείσης κατὰ τὸ ἔμβρυον, ἢ “πεσούσης, ἢ ἄλλου τινὸς βιαίου παθήματος [προσ‐ “γενομένου] τῇ μητρί. Ὅτι δὲ πεπηρωμένων ἀν‐ “θρώπων [ὑγιῆ] γίνεται τὰ παιδία ὡς ἐπὶ τὸ πλεῖ‐ “στον συμβαίνει· †ἔχει γὰρ τὸν ἀριθμὸν πάντα τῶν | |
45 | “πεπηρωμένων τὰ ὑγιῆ, εἰ μή τι νόσημα [προσπέσῃ·] “ἐνδέχεται δὲ καὶ πηρωθῆναι, καθάπερ ὁ τοκεύς.”† Ταῦτα δέ μοι οὕτως ἀποπέφανται. τὴν δὲ γονήν | |
φημι [ἀποκρίνεσθαι] ἀπὸ παντὸς τοῦ σώματος, καὶ ἀπὸ τῶν στερεῶν, καὶ ἀπὸ τῶν ὑγρῶν, (αἵματος, καὶ | 252 | |
5.34(50) | φλέγματος, καὶ τῶν δύο χολῶν· ἀπὸ [τούτων] γὰρ αἱ νόσοι γίνονται·) ταῖς δὲ γυναιξὶ τριβομένου ἐν τῇ μίξει τοῦ αἰδοίου καὶ τῶν μητρῶν κινουμένων, ὥσπερ κνησμὸν ἐμπίπτειν εἰς αὐτὰς καὶ τῷ ὅλῳ σώματι ἡδο‐ νὴν καὶ θέρμην παρέχειν. Μεθίει δὲ καὶ ἡ γυνὴ [ἀπὸ | |
55 | τοῦ σώματος, ὁτὲ μὲν] εἰς τὰς μήτρας, καὶ [ἰκμαλέαι] γίνονται, ὁτὲ δὲ καὶ ἔξω, ἂν χάσκωσιν αἱ μῆτραι μᾶλ‐ λον τοῦ καιροῦ. Καὶ ἥδεται, ἐπὰν [ἄρχηται] μίσ‐ γεσθαι, διὰ παντὸς τοῦ χρόνου, μέχρι αὐτῇ [μεθιῇ] τι ὁ ἀνήρ· καὶ ἂν μὲν ὀργᾷ ἡ γυνὴ μίσγεσθαι, πρόσθεν | |
60 | τοῦ ἀνδρὸς [ἀφίει,] καὶ τὸ λοιπὸν οὐκ ἔτι ὁμοίως ἥδεται ἡ γυνή· ἂν δὲ μὴ ὀργᾷ, [συντελεῖ] τῷ ἀνδρὶ ἡδομένη. Καὶ ἔχει οὕτως ὥσπερ εἴ τις ἐφ’ ὕδωρ ζέον ἕτερον ὑγρὸν ψυχρὸν [ἐπιχέει,] παύεται τὸ ὕδωρ τὸ ζέον· οὕτως καὶ ἡ γονὴ ἐμπεσοῦσα τοῦ ἀνδρὸς εἰς | 253 |
65 | τὰς μήτρας σβέννυσι τὴν θέρμην καὶ τὴν ἡδονὴν τῆς γυναικὸς παύει. Ἅμα δὲ καὶ ἡ μίξις, τὸ αἷμα θερ‐ μάνασα καὶ ὑγράνασα, ποιεῖ ὁδὸν εὐκολωτέραν τοῖς καταμηνίοις· τῶν δὲ καταμηνίων μὴ χωρούντων ἔξω, τὰ σώματα τῶν γυναικῶν ἐπίνοσα γίνεται. Ἐπὰν δὲ | |
70 | μιχθῇ ἡ γυνὴ, ἂν μὲν δὴ μὴ μέλλῃ λήψεσθαι ἐν | |
γαστρὶ, πρὸς τῷ ἔθει χωρεῖ ἔξω ἡ γονή· ἂν δὲ μέλλῃ λήψεσθαι, οὐ χωρεῖ ἔξω, ἀλλ’ ἐμμένει ἐν ταῖς μήτραις ἡ γονή. | 254 | |
5.35 | Ταῦτα δὲ ἀρκεῖ περὶ γυναικῶν· οἱ δὲ ὀνειρώττοντες διὰ τόδε ἐξονειρώττουσιν. Ἐπὰν τὸ ὑγρὸν ἐν τῷ σώ‐ ματι διακεχυμένον ᾖ καὶ διαθερμαινόμενον, εἴτε ὑπὸ ταλαιπωρίας, εἴτε καὶ ὑπ’ ἄλλου τινὸς, ἀφίει· καὶ | |
5 | ἀποκρινομένου ἀπ’ αὐτοῦ ὁρμὴ παρίσταται οἵα λαγ‐ νεύοντι. Οἱ δὲ εὐνοῦχοι διὰ τάδε οὐ λαγνεύουσιν, ὅτι σφῶν ἡ δίοδος ἀμαλδύνεται τῆς γονῆς· ἔστι γὰρ δι’ | |
αὐτῶν τῶν ὀρχέων ἡ ὁδός. Τῶν [δὲ] ταῦτα ἐκτρι‐ βέντων ἡ ὁδὸς τῆς γονῆς ἐμπέφρακται· σκληρὰ δὲ | 255 | |
10 | καὶ μωρὰ τὰ νεῦρα γινόμενα οὐ τείνονται οὐδὲ ἐκκρί‐ νουσιν. Ὅσοι δὲ καὶ ἐκκρίνουσι σπέρμα, (ἐνδέχεται γὰρ καὶ τοῦτο διὰ τὸ μὴ μόνον ἐν τοῖς ὄρχεσι καὶ ἐν ταῖς ἐπιδιδυμίσι γίνεσθαι τὸ σπέρμα, ἀλλὰ καὶ ἐν τοῖς κιρσοειδέσι παραστάταις, καὶ ἐν τοῖς γεννητικοῖς | |
15 | μορίοις·) τούτου χάριν καὶ ἄχρηστόν ἐστιν καὶ ἄγονον. Τὰ δὲ παιδία οὐ λαγνεύουσι διὰ τόδε, ὅτι λεπτὰ τὰ φλέβια ὄντα αὐτοῖς καὶ πεπληρωμένα, κωλύει τὴν γονὴν ἰέναι· καὶ ὁ κνησμὸς οὐχ ὁμοίως παραγίνεται. Διὰ ταῦτα οὐδὲ κλονεῖται ἐν τῷ σώματι τὸ ὑγρὸν εἰς | |
20 | ἀπόκρισιν τῆς γονῆς· καὶ ταῖς παρθένοις διὰ τὴν αἰ‐ | |
τίαν ταύτην οὐκ [ἀποχωρεῖ] τὰ καταμήνια. Ἐπὰν δὲ αὔξωνται καὶ παρθένοι καὶ παῖδες, αἱ φλέβες αἱ εἰς τὸ αἰδοῖον τείνουσαι τοῦ παιδὸς, καὶ τῆς παρθένου αἱ ἐπὶ τὰς μήτρας, πίμπλανται ὑπὸ τῆς αὐξήσεως καὶ | 256 | |
25 | στομοῦνται, καὶ δίοδος γίνεται, καὶ τὸ ὑγρὸν κλόνησιν τότε ἔχει· εὐρυχωρία γὰρ τότε γίνεται †ὅταν [κλο‐ νήσηται] καὶ χωρήσῃ τὰ δὲ παιδία τό τε ἄρρεν καὶ τὸ θῆλυ ὅταν [ἁδρωθῶσιν.]† Γίνονται δὲ δίδυμα διὰ τόδε. ὅταν τὸ τοῦ ἀνδρὸς | |
30 | σπέρμα ἐξακοντισθῇ πολὺ καὶ ἰσχυρὸν, καταμερί‐ ζεται εἰς ἀμφοτέρους τοὺς κόλπους τῆς μήτρας, δεξιόν τε καὶ ἀριστερόν. Διὰ οὖν τὸ πλῆθος καὶ τὴν ἰσχὺν ἀποτελοῦνται τὰ δύο ἄρρενα· [ἂν] δὲ πολὺ μὲν ἔλθῃ, οὐκ ἰσχυρὸν δὲ, ἀποτελοῦνται τὰ δύο θήλεα. Πολ‐ | |
35 | λάκις δὲ ἰσχυρὸν ἀποπεμπόμενον τὸ σπέρμα ἐν τῷ | |
τέλει ἀσθενὲς ἀπεκρίθη. Ὅταν οὖν τὸ τοιοῦτον κατέλθῃ σπέρμα ἐν τῇ συλλήψει, καὶ γένηται ἐν κα‐ τοχῇ διδύμων, ἀνάγκη γενέσθαι τὸ μὲν .......ενον ἄρ‐ ρεν, τὸ ἐν τῇ δεξιᾷ, τὸ δὲ ἐν τῇ ἀριστερᾷ, θῆλυ. Οὕ‐ | 257 | |
40 | τως γὰρ καὶ Ἱπποκράτης φησὶ, “Γυναικὶ ἐν γαστρὶ “ἐχούσῃ δίδυμα, ἂν ἐξαίφνης οἱ μασθοὶ ἰσχνοὶ γέ‐ “νωνται, ἐκτιτρώσκει. ἂν μὲν ὁ δεξιὸς μασθὸς, τὸ “ἄρρεν· ἂν δὲ ὁ ἀριστερὸς, τὸ θῆλυ· εἰ δὲ ἀμφότεροι “οἱ μασθοὶ, ἀμφότερα ἐκτρώσει.” | |
5.36 | [Αἱ [δὲ] ἀπὸ τῶν κατὰ τοὺς νεφροὺς χωρίων ἀρτη‐ ρίαι καὶ φλέβες ἐπὶ τὰ γεννητικὰ μόρια φερόμεναι, παρέρχονται μὲν τῶν ὑστερῶν τὸν πυθμένα, τοῖς πλαγίοις δὲ αὐτῶν ἐπιβαίνουσαι μέρεσι διχάζονται· | |
5 | κἄπειτ’ ἐντεῦθεν ἡ μὲν ἑτέρα μοῖρα πρὸς τοὺς ὄρχεις | |
ἀποχωρεῖ τοῦ θήλεος ἐκ τῶν πλαγίων, καὶ αὐτοὺς προσκειμένους ταῖς μήτραις· ἡ δ’ ἑτέρα, πρὸς τὸν πυθμένα φερομένη, πολυειδῶς εἰς αὐτὸν ἅπασα κατα‐ σχίζεται. Συνάπτει δ’ ἐνταῦθα τὰ πέρατα τῶν εἰς | 258 | |
10 | τὸν ἀριστερὸν κόλπον τῆς μήτρας ἀγγείων πέρασι τῶν εἰς τὸν δεξιὸν αὐτῆς κόλπον κατεσχισμένων, ὥστε καὶ τῆς ὀρρώδους ὑγρότητος ἡ μετάληψις ἀμυ‐ δρὰ μὲν, ἀλλ’ ὅμως γίνεται τῇ δεξιᾷ μήτρᾳ· χρεία γὰρ ἤδη καὶ μεγίστη ἔμελλεν ἔσεσθαι τῆσδε τῆς | |
15 | ὑγρότητος, ὡς ἂν δριμύ τι καὶ δάκνον ἐχούσης, οὗ μάλιστ’ εἴδους ἔχει χυμὸν, ἐπεγείρειν τε πεφυκότος εἰς τὴν τῶν μορίων χρῆσιν, ἡδονήν τε παρέχοντος ἐν ταῖς ἐνεργείαις αὐτῶν. Ὅταν οὖν μὴ μόνον ὑγρότης ἡ τοιαύτη κενοῦσθαι δεομένη, καὶ διὰ τοῦτ’ ἐπεγεί‐ | |
20 | ρουσα καὶ κεντρίζουσα πρὸς τὴν ἔκκρισιν, ἀλλὰ καὶ πνεῦμα πολὺ καὶ θερμὸν ἀναπνεῦσαι ποθοῖ, ἀμή‐ χανόν τινα χρὴ νομίζειν τῆς ἡδονῆς εἶναι τὴν ὑπερ‐ | |
οχήν. [Καὶ] δὴ καὶ τὰ μορία ταῦτα πολὺ τοῦ δέρ‐ ματος αἰσθητικώτερα. προσέρχεται δ’ εἰς τοῦτο καὶ | 259 | |
25 | ἄλλη τις οὐ σμικρὰ βοήθεια παρὰ τῶν ἑκατέρωθεν τοῦ τραχήλου τῆς κύστεως τεταγμένων ἀδενοειδῶν σωμάτων, ἐν οἷς καὶ αὐτοῖς ὅμοιον μέν τι σπέρματι, λεπτότερον δ’ ἱκανῶς, ὑγρὸν ὁρᾶται περιεχόμενον. Αὐτὸ δὲ τὸ σπέρμα πνευματῶδές ἐστι καὶ οἷον | |
30 | ἀφρῶδες· ὥστ’, εἰ ἐκτὸς ἐκχυθείη ποτὲ, μικρὸν ὕστερον ἔλαττόν τε πολλῷ φαίνεσθαι, ἀποξηραίνεσθαί τε διὰ ταχέων, ἐκπνεῖ [γὰρ] ἐξ αὐτῆς τὸ πνεῦμα διὰ τα‐ χέων, ὑπολείπεται δὲ τὸ γλίσχρον ὑγρὸν, εἰς ἑαυτὸ συνιζάνον. οὐ [γὰρ,] ὥσπερ ἡ κόρυζα καὶ τὸ φλέγμα, | |
35 | μέχρι πλείστου διαμένει, μήτ’ [ἀναξηραινομένη] καὶ τὸν ἴσον ὄγκον [φυλάττουσα·] λεπτὴ μὲν γὰρ καὶ ὑδατώδης καὶ ἄπεπτος ἡ τούτων ὑγρότης ἐστὶ, παχεῖα δὲ καὶ γλίσχρα καὶ μεστὴ τοῦ ζωτικοῦ πνεύματος ἡ | |
τοῦ σπέρματος. Ἡ δ’ αἰτία καὶ τῆς τούτου γενέσεως | 260 | |
40 | ἥδε. τῶν εἰς τὰς μήτρας ἰόντων ἀγγείων, ἃ πρὸς ταῖς πλευραῖς αὐταῖς ἐλέγομεν σχίζεσθαι, τὸ κάτω φερό‐ μενον μέρος ἑλίττεται τρόπον ὁμοιότατον τοῖς εἰς τοὺς ὄρχεις τῶν ἀρρένων ἀγγείοις ἰοῦσιν· ἐπίκειται γὰρ ἡ φλὲψ, ὑπόκειται δ’ ἡ ἀρτηρία, καμπὰς πολλὰς | |
45 | ἄμφω ποιούμεναι. Ἐν δὲ τῇ πλάνῃ ταύτῃ πέτ‐ τεται μέχρι πλείστου τὸ φερόμενον ἐπὶ τοὺς ὄρχεις αἷμα καὶ πνεῦμα· καὶ σαφῶς ἔστιν ἰδεῖν ἐν μὲν ταῖς πρώταις ἕλιξιν αἱματῶδες ἔτι τὸ περιεχόμενον ὑγρὸν, ἐν δὲ ταῖς ἑξῆς λευκότερον ἀεὶ καὶ μᾶλλον γιγνόμε‐ | |
5.36(50) | νον, ἕως ἂν ἀκριβῶς ἅπαν ἀπεργασθῇ λευκὸν ἐν ταῖς ἁπασῶν ὑστάταις, αἳ δὴ περαίνουσιν εἰς τοὺς ὄρχεις. Οὗτοι δ’ αὖ, διάκενοι καὶ σηραγγώδεις ὄντες, ὑποδέ‐ χονταί τε τὸ προπεπεμμένον ἐν τοῖς ἀγγείοις ὑγρὸν, ἐκπέπτουσι δὲ καὶ αὐτοὶ πάλιν, τέλεον μὲν εἰς τὴν | |
55 | τοῦ ζώου γένεσιν ἐπὶ τῶν ἀρρένων ἀπεργαζόμενοι, | |
καί γε καὶ μείζους ὄντες καὶ θερμότεροι, καὶ τὸ φε‐ ρόμενον εἰς αὐτοὺς ἀκριβέστερον ἤδη κατείργασται διά τε τὸ μῆκος τοῦ διαστήματος καὶ τὴν ἰσχὺν τῶν πεπτόντων ἀγγείων· ἀτελέστερον δ’ οἱ τῶν θηλειῶν, | 261 | |
60 | ὡς ἂν καὶ μικρότεροι καὶ ψυχρότεροι, καὶ ἧττον ἀκριβῶς αὐτὸ κατειργασμένον ὑποδεχόμενοι. Διὰ τί δ’ ἐγχρονίζον τοῖς ἀγγείοις τὸ αἷμα λευκὸν γίνεται; [ἢ ὅτι] πᾶν μόριον ἑαυτῷ τὴν τροφὴν ἐξομοιοῖ; τί δὴ οὖν θαυμαστὸν, εἰ λευκοὶ τῶν ἀγγείων οἱ χιτῶνες | |
65 | ὑπάρχοντες εἰς τὴν ὁμοίαν ἑαυτοῖς ἰδέαν ἀλλοιοῦσι τὸ αἷμα; Ὅταν οὖν ὑποδεξάμενοι [τοῦτο] οἱ ὄρχεις κατεργάσωνται, δῆλον ὡς ἑτέρου τινὸς ἀγγείου δεήσει τοῦ μεταληψομένου πάλιν [αὐτὸ] καὶ παρέξοντος ἐπὶ τὴν ἔκκρισιν. | |
69 | ||
70 | Ἐπειδὴ γὰρ ἐχρῆν ἔξω μὲν τὸ ἄρρεν, εἰς ἑαυτὸ δὲ σπερμαί‐ νειν τὸ θῆλυ, διὰ τοῦτο καὶ τὰ μεταλαμβάνοντα παρὰ τῶν ὄρ‐ | |
χεων ἀγγεῖα τὸ σπέρμα, τὰ μὲν τῶν ἀρρένων ἐπί τε τὸ αἰδοῖον ἐξέτεινε, καὶ πρὸς τὸν ἐνταῦθα πόρον ἀνεστόμωσε δι’ οὗπερ καὶ τὸ οὖρον ἐκτὸς ἐφέρετο, τὰ δὲ τῶν θηλειῶν εἰς αὐτάς τε τὰς | 262 | |
75 | μήτρας κατέφυσε, καὶ πρὸς τὴν ἐντὸς εὐρυχωρίαν ἐκκρίνειν τὸ σπέρμα παρεσκεύασε. Θαυμαστὰ μὲν δὴ καὶ ταῦτα, πολὺ δ’ ἐτὶ μείζω τὰ μέλλοντα λεχθήσεσθαι. τῆς γὰρ δὴ χρείας οὐχ ὁμοίας ὑπαρχούσης ἑκατέρῳ τῷ σπέρματι, διότι μηδὲ τοῦ πλήθους τε καὶ δυνάμεως, ὅμοιον οὐδὲ τὸ σπερματικὸν ἀγγεῖον οὔτ’ εἶδος, | |
80 | οὔτ’ εὖρος, οὔτε μῆκος ἐγένετο· ἀλλὰ τὸ μὲν τῶν ἀρρένων εὐρὺ καὶ μακρὸν, καί τινας οἷον κόλπους ἔχον, ὅταν ἤδη πλησίον γένηται τοῦ αἰδοίου, τὸ δ’ αὖ τῶν θηλειῶν στενὸν καὶ βραχύ. Τοῦτο μὲν γὰρ ἱκανὸν ἦν ὀλίγον καὶ λεπτὸν ὑποδέξασθαί τε καὶ παραπέμψαι σπέρμα· τὸ δὲ τῶν ἀρρένων, εἰ μὴ μακρόν τε | |
85 | ἅμα καὶ εὐρὺ καὶ κιρσῶδες ἐγένετο, πῶς μὲν ἂν ἐδέξατο πολὺ καὶ παχὺ σπέρμα; πῶς δ’ ἂν εὐκόλως παρέπεμψε; πῶς δ’ ἂν ἀθρόως εἰς τὰς μήτρας κατέσπειρεν; | |
87 | ||
5.37 | Διὰ τί δ’ οὐκ εἰς αὐτοὺς τοὺς ὄρχεις ἐνέφυσε τὸ σπερματικὸν ἀγγεῖον ἡ φύσις, ἀλλὰ τὴν καλουμένην ἐπιδιδυμίδα μέσην ἀμφοῖν ἔταξεν; ὅτι χαύνους ἱκα‐ νῶς ὑπάρχοντας αὐτοὺς καὶ σηραγγώδεις καὶ μαλα‐ | |
5 | κοὺς, πυκνοῖς καὶ ἰσχυροῖς καὶ σκληροῖς οὐχ οἷόν τ’ ἦν ἀσφαλῶς συμφῦναι τοῖς σπερματικοῖς ἀγγείοις. | |
Ὥστε κἀνταῦθα ἡ φύσις ἀπειργάσθαι φαίνεται τὸ μηδὲν τῶν ἐναντίων ταῖς οὐσίαις ἐς ταὐτὸν ἀγαγεῖν, ἀλλ’ ἀεὶ ζητεῖν ἐν μέσῳ τινὰ καταθέσθαι δεσμὸν αὐ‐ | 263 | |
10 | τοῖς φιλίας συναγωγόν· ὅσον γὰρ ἀποδεῖ τῶν σπερ‐ ματικῶν ἀγγείων ἡ ἐπιδιδυμὶς ἰσχύϊ καὶ πυκνότητι καὶ σκληρότητι, τοσοῦτον πλεονεκτεῖ τῶν ὄρχεων. Ἀλλὰ καὶ τῶν μερῶν αὐτῆς τὰ μὲν τοῖς σπερμα‐ τικοῖς ἐμφυόμενα σκληρότατα, τὰ δὲ τοῖς ὄρχεσι | |
15 | μαλακώτατα, τὰ δ’ ἐν τῷ μεταξὺ τὰ μὲν ἐγγυτέρω τῶν σπερματικῶν σκληρότατα, τὰ δ’ αὖ τῶν ὄρχεων ἐγγύτερα μαλακώτατα ἐγένετο. Διὰ τί τοίνυν οὐκ εἰσὶν ἐπὶ τοῖς τῶν θηλειῶν ὄρ‐ χεσιν αἰσθηταὶ καὶ σαφεῖς αἱ ἐπιδιδυμίδες; ἢ ὅτι | |
20 | πρῶτον μὲν καὶ ὁ δίδυμος αὐτὸς σμικρὸς ὁ τοῦ θή‐ λεος, καὶ τὸ σπερματικὸν ὡσαύτως σμικρὸν, ὥστ’ οὐδὲν θαυμαστὸν οὐδὲ τὸ συνάπτον αὐτὰ σμικρὸν | |
ὑπάρχειν; Ἔπειτα δὲ καὶ ἡ τῆς οὐσίας αὐτῶν διαφορὰ βραχεῖα, καὶ οὐχ, ὥσπερ ἐπὶ τῶν ἀρρένων, παμπόλλη· | 264 | |
25 | καὶ γὰρ οἱ ὄρχεις οἱ τοῦ ἄρρενος ὑγρότεροί τε καὶ μα‐ λακώτεροι τῶν τοῦ θήλεος, καὶ τὰ ἀγγεῖα τὰ σπερ‐ ματικὰ σκληρότερα· τὰ δ’ ἐναντία τούτων ἐπὶ τοῦ θήλεος, αὐτὰ μὲν ἧττον σκληρὰ διὰ τὰς εἰρημένας αἰ‐ τίας, οἱ δ’ ὄρχεις ἧττον ἀραιοὶ καὶ χαῦνοι, καὶ ὑγρότεροι, | |
30 | διότι ψυχρότεροι τὴν οὐσίαν ὑπάρχουσιν. Εὐλόγως οὖν ἐγγὺς ἀλλήλων ἐγένοντο ταῖς οὐσίας, αὐτῶν μὲν τῶν ὄρχεων σκληροτέρων ἀποτελεσθέντων, τῶν δ’ εἰς αὐτοὺς ἐμφυομένων ἀγγείων τῶν σπερματικῶν μαλα‐ κωτέρων· ὥστ’ οὐκ ἐδέοντο μεγάλου τοῦ συνάψοντος, | |
35 | ὃ κατὰ βραχὺ τῆς θατέρου σκληρότητος ἀποχωροῦν ἐπὶ τὴν μαλακότητα θατέρου παραγένοιτο. Διότι δ’ ἐκκρεμεῖς εἰσιν οἱ τοῦ ἄρρενος ὄρχεις, διὰ τοῦτο καὶ μῦς εἰς ἑκάτερον αὐτῶν εἷς ἐκ τῶν κατὰ τὰς λαγόνας καθήκει χωρίων, ὅπως καὶ τούτοις μετείη τῆς καθ’ | |
40 | ὁρμὴν κινήσεως. | 265 |
5.38 | * * * * * * * * * * φαίνεται δ’ ἐναργῶς ὁσημέραι καὶ ἡ τῶν τιτθῶν πρὸς τὰς μήτρας κοινωνία κατά τε τὰς φθορὰς τῶν ἐμ‐ | |
5 | βρύων, περὶ ὧν Ἱπποκράτης ἡμᾶς ἐδίδασκε, καὶ πρὸ τούτων ἔτι κατὰ φύσιν ἔχοντος τοῦ ζώου. Μικροὶ μὲν γὰρ, αὐξανομένων, ὁμοίως ταῖς μήτραις εἰσί· τελειωθέντων δὲ καὶ τὴν τοῦ γεννᾶν ὥραν ἀπολα‐ βόντων, συνεξαίρονται ταῖς ὑστέραις ἄχρι τοῦ προσ‐ | |
10 | ήκοντος μεγέθους· ἐν ᾧ καταστάντων ἀμφοῖν τῶν ὀργάνων, ὑποδέξασθαι μὲν τὸ σπέρμα καὶ [τελειῶσαι] τὸ κύημα τῶν ὑστερῶν ἔργον, ἐκθρέψαι δὲ τὸ γε‐ γεννημένον ἤδη τῶν τιτθῶν.] Διὰ τί δὲ συμπά‐ σχουσι [ταῖς μήτραις] οἱ τιτθοὶ, τοῦτο δέον εἰπεῖν· | |
15 | καὶ γὰρ οὖν καὶ αὐτὸ θαυμαστήν τινα δημιουργίαν τῆς προνοίας τοῦ Θεοῦ ἐνδείξεται. Ἐπειδὴ γὰρ εἰς ἑνὸς ὑπηρεσίαν ἔργου παρεσκεύασεν ἀμφότερα τὰ μορία, συνῆψεν αὐτὰ διὰ τῶν ἀγγείων· τὰς γὰρ ἀπὸ τοῦ θώρακος φερομένας φλέβας καὶ ἀρτηρίας εἰς | 266 |
20 | ὑποχόνδρια καὶ τὸ σύμπαν ὑπογάστριον καταγα‐ γοῦσα, κἄπειτα συνάψασα ταῖς ἀπὸ τῶν κάτω μερῶν ἀναφερομέναις, ἀφ’ ὧν ἐπί τε μήτραν καὶ [ὄσχεον] ἀφικνοῦνται αἱ φλέβες. Μόνα γὰρ δὴ ταῦτα ἐν τοῖς ζώοις τὰ ἀγγεῖα, τὰ μὲν ἐκ τῶν ὑπὲρ τὰς φρένας | |
25 | χωρίων ὁρμηθέντα κάτω τοῦ σώματος φέρεται, τὰ δὲ ἐκ τῶν κάτωθεν ἄνω· τοιγαροῦν καὶ τὰ προειρημένα μόρια συνῆφθαι δι’ ἀγγείων ἐχρῆν, ἵνα, ὅταν μὲν ἐν ταῖς μήτραις αὐξάνηται καὶ διαπλάττηται τὸ ἔμβρυον, | |
[ἐκείνῳ] μόνον τὴν ἐξ ἀμφοτέρων [ἐπάρδωσι] τρο‐ | 267 | |
30 | φήν· ὅταν δὲ καὶ ἀποκυηθὲν τύχῃ, τοῖς τιτθοῖς αὖθις [ἐπιρρέῃ] σύμπασα. Διὰ τοῦτο καὶ κατὰ τὸν αὐτὸν [χρόνον] οὐκ ἐνδέχεται τά τε καταμήνια καταφέρεσθαι καλῶς, καὶ θηλάζειν τὸ ἔμβρυον· ξηραίνεται γὰρ ἀεὶ τὸ ἕτερον μόριον ὑπὸ τῆς ἐπὶ θάτερον [ῥοπῆς] τοῦ | |
35 | αἵματος. Ἐπειδὴ γὰρ τῷ πρὸ τῆς κυήσεως καιρῷ ταῖς ἀκμαζούσαις τῶν γυναικῶν ὅσον ἀθροίζεται πε‐ ριττὸν, ἐκκρίνει τοῦτο ἡ τοῦ Θεοῦ δημιουργία ἐφ’ ἑκάστῳ μηνὶ διὰ τῶν εἰς τὰς μήτρας καθηκόντων ἀγγείων, ἐπειδὰν δὲ κύωσι, ἕλκει τὸ ἔμβρυον ἐξ αὐ‐ | |
40 | τῶν τὴν τροφήν· [αἱ δ’ ἄρα φλέβες αἱ τῇδε τηλι‐ καῦται τό τ’ εὖρος ὑπάρχουσι καὶ τὸ μῆκος,] ὥστε | |
κἀκεῖνο τρέφειν ἀφθόνως, καί [τι] περιττὸν ἀθροίζειν ἀεί. Τοῦτο οὖν ὅταν ἐν πάντι τῷ χρόνῳ ἀθροιζόμενον τῆς κυήσεως ἐν ταμείοις τισὶ τροφῆς, τὰ κοινὰ τού‐ | 268 | |
45 | τοις ἀγγεῖα ἐξαίρει τε καὶ διατείνει τελείως αὐτὰ καὶ οἷον [πλημμυρεῖ,] καὶ χώραν [ἐπιζητεῖ μεταστά‐ σεως·] ἔχει δὲ οὐδεμίαν ἄλλην ἢ εἰς τοὺς τιτθοὺς, εἰς ἣν ἅμα μὲν αἱ φλέβες διατεινόμεναι καὶ βαρυνό‐ μεναι προπέμπουσιν, ἅμα δὲ ὁ τῆς γαστρὸς ὅλης ὄγ‐ | |
5.38(50) | κος, διὰ τὴν κύησιν ἐπιπέμπων τε καὶ θλίβων, ὠθεῖ πρὸς τὸ εἶκον. [Οὕτως] μὲν δὴ, “Τὰ γάλακτα τῶν | |
“ἐπιμηνιῶν εἰσι ἀδελφὰ,” φησὶν Ἱπποκράτης, ”†τῆς “μὲν ὅλης ὀκταμήνου ἀπαρτιζούσης, τῆς δὲ τροφῆς “ὑπερβαλλούσης.†” Οὕτω δὲ κἀπειδὰν ἤτοι κατὰ | 269 | |
55 | τὸ κυούμενον αὐτὸ γένηταί τι πάθος, ὡς μηκέτι ἱκανὴν ἐπισπᾶσθαι τροφὴν, ἢ καί τι περὶ τὸ σῶμα τῆς γυναι‐ κὸς συμβῇ τοιοῦτον, ὡς μηκέθ’ ἱκανὸν αὐτὸ παρα‐ σκευάζειν τὸ αἷμα, συγχεῖται μὲν ἐν τούτῳ καὶ τα‐ ράττεται τὸ ἔργον καὶ τῆς διαπλάσεως ἡ τάξις· ἐναν‐ | |
60 | τία δ’ ἀνάγκη παθήματα τοὺς τιτθοὺς καταλαμβάνειν, πληρουμένους μὲν γὰρ γάλακτος πρὸ ὥρας ἐπὶ ταῖς τῶν ἐμβρύων ἀρρωστίαις, ἰσχνοὺς δ’ ἐφεξῆς ἐπὶ ταῖς τῶν ὑστερῶν ἐνδείαις γινομένους. Οὕτως καὶ ὁ Ἱπ‐ ποκράτης ἔλεγεν καὶ πάλιν, “Γυναικὶ ἐν γαστρὶ | |
65 | “ἐχούσῃ, γάλα ἐκ τῶν μασθῶν πολὺ [ῥυὲν] ἀσθενὲς “τὸ ἔμβρυον σημαίνει·” ὡς ἂν εἰς τοὺς μασθοὺς δη‐ λονότι τοῦ περιττοῦ παντὸς ἀνιόντος, ὃ [κατέλιπεν] ἐν ταῖς φλεψὶ τὸ κυούμενον, ἀδυνατοῦν ὑπὸ ἀσθε‐ νείας, ὅσον ἱκανὸν ἦν [αὐτῷ] πρὸς τὴν σύμμετρον | 270 |
70 | θρέψιν, ἐπισπᾶσθαι. Ὅταν δὲ πάλιν [εἴπῃ,] “Γυ‐ “ναικὶ ἐν γαστρὶ ἐχούσῃ ἂν οἱ μασθοὶ ἰσχνοὶ γέ‐ “νωνται, ἐκτρώσεται·” τὸ μὲν ἔμβρυον ἰσχυρὸν εἶναι τηνικαῦτα νομίζειν χρὴ, τροφὴν δ’ οὐκ ἔχειν ἄφθονον, ὅθεν πρῶτον μὲν ἐκ τῶν κοινῶν πρὸς τὰς ὑστέρας | |
75 | φλεβῶν ἐπισπᾶσθαι τὸ αἷμα, κἀν τούτῳ τοὺς μασ‐ θοὺς [ἰσχνοὺς] γίνεσθαι, μικρὸν δ’ ὕστερον ἐκτι‐ τρώσκεσθαι, παντάπασιν ἐπιλειπούσης αὐτῷ τῆς | |
τροφῆς. Ἀλλὰ τὰ μὲν τοιαῦτα πάντα τῶν φυσικῶν ἐστι προβλημάτων, ἀκολουθίᾳ [τινὶ] πρὸς τὰ προ‐ | 271 | |
80 | κείμενα νῦν εἰρημένα· τὸ δὲ ἴδιον αὐτῆς τῆς παρούσης διεξόδου [ἦν τὴν χρείαν εἰπεῖν τῆς] τε πρὸς τοὺς τιτθοὺς κοινωνίας τῶν ὑστερῶν, καὶ τῶν εἴς τε τὸν ἀριστερὸν [ὄρχιν] καὶ τὴν ἀριστερὰν μήτραν ἰόντων ἀγγείων ἀπὸ τῶν εἰς τὸν κατ’ εὐθὺ νεφρὸν ἐμπεφυ‐ | |
85 | κότων· ἅπαντα γὰρ ταῦτα ἡ φύσις ἐμηχανήσατο, διττὴν ἀρχὴν γενέσεως παρασκευάζουσα τοῖς ἐμβρύ‐ οις, ὡς τὸ μὲν ἄρρεν αὐτῶν, τὸ δὲ θῆλυ γίνοιτο. Καὶ περὶ μὲν τούτων ὧδε ἔχει· * * * * * * * * | |
90 | * * * * * * | 272 |