TLG 0729 004 :: THEOPHILUS Protospatharius :: De pulsibus

THEOPHILUS Protospatharius Med., Protospatharius
(Constantinopolitanus: A.D. 9/10)

Cf. et THEOPHILUS Protospatharius, DAMASCIUS et STEPHANUS Atheniensis Med. (0728)
Cf. et THEOPHILUS Protospatharius et STEPHANUS Atheniensis Med. (0746)

De pulsibus

Source: Ermerins, F.Z. (ed.), Anecdota medica Graeca. Leiden: Luchtmans, 1840 (repr. Amsterdam: Hakkert, 1963): 3–77.

Citation: Page — (line)

3

(1t)

ΘΕΟΦΙΛΟΥ,
2tΒΑΣΙΛΙΚΟΥ ΠΡΩΤΟΣΠΑΘΑΡΙΟΥ ΚΑΙ ΑΡΧΙΑΤΡΟΥ
3tΠΕΡΙ
4tΣΦΥΓΜΩΝ.
5t— — —
6 Ὅτι μὲν δύο κοιλίαι τῆς καρδίας εἰσὶν, ἀριστερά τε καὶ δεξιὰ, καὶ ὅτι ἡ μὲν ἀριστερὰ περιέχει τὸ πνεῦμα πολὺ, αἷμα δ’ ὀλίγον, ἡ δεξιὰ δὲ τοὐναντίον αἷμα μὲν πολὺ, πνεῦμα δ’ ὀλίγον, καὶ ὅτι ἐκ τοῦ κρατοῦν‐
10τος τὴν προσωνυμίαν ἐσχήκασιν, ἡ μὲν ἀριστερὰ πνευ‐ ματικὴ, ἡ δεξιὰ δ’ αἱματικὴ, πᾶσι τοῖς ἐμπείροις τῆς ἀνατομῆς δῆλον. Ὅτι δὲ καὶ ἀπὸ τῆς ἀριστερᾶς κοιλίας ἐκφύεται ἡ μεγάλη ἀρτηρία, ἡ ὀνομαζομένη ἀορτὴ, ὥσπερ τι πρέμνον κατασχιζομένη εἰς πολλὰς ἀρτηρίας
15μείζονάς τε καὶ ἐλάττονας πρὸς ζωογόνησιν τοῦ παντὸς σώματος, καὶ τοῦτο φανερὸν οὐ μόνον σοφοῖς ἀνδράσιν ἀλλὰ καὶ ἀγροικοτέροις. Ζωογονοῦσι δὲ τὸ σῶμα τῇ κι‐ νήσει αὐτῶν· κινοῦνται δὲ σφυγμοειδῶς κατὰ διαστολὴν
καὶ συστολὴν ἴσως ἀλλήλαις τε καὶ τῇ καρδίᾳ, ὥστε3

5

ἐκ μιᾶς αὐτῶν δύνασθαι περὶ πασῶν συλλογίζεσθαι. διαστέλλεται οὖν ἡ καρδία ἅμα πάσαις ταῖς ἀρτηρίαις ἴσως κατὰ φύσιν, ἀλλ’ οὐ κατὰ προαίρεσιν, ἕλκουσα τὸν εἰσπνεόμενον ἀέρα ὑπὸ τοῦ πνεύμονος διὰ τῆς τραχείας
5ἀρτηρίας, ὥσπερ τινὰ πέψιν καὶ χλίανσιν ἐν αὐτῷ λαβόντα εἰς διαμονὴν καὶ αὔξησιν τοῦ ἐν τῇ καρδίᾳ ἐμφύτου θερμοῦ. Διαστελλόμεναι τοίνυν αἱ ἀρτηρίαι πληροῦνται πνεύ‐ ματος· ἐν δὲ τῇ συστολῇ αὐτῶν αἱ ἐπιπολῆς ἐκδιώκουσι
10κατὰ διάπνοιαν τὰ ἐν αὐταῖς λιγνυώδη περιττώματα, ταῖς ἐν βάθει δὲ κειμέναις οὐ πέφυκε τόπος πρὸς τὸ ἐκδιώκειν ἔξω τὰ περιττά· ἀλλὰ κατὰ τοὺς κενοὺς τόπους, τοὺς πέριξ τῶν ἀρτηριῶν αἱ πόῤῥω κείμεναι διώκουσιν· αἱ δὲ πλησιάζουσαι τῇ καρδίᾳ πρὸς τὴν
15καρδίαν καὶ πρὸς τὸν πνεύμονα ἀποστρέφουσι. Τὸ οὖν ἐξ ἀμφοτέρων τῶν κινήσεων διαστολῆς τε καὶ συστολῆς γι‐ νόμενον ὀνομάζεται σφυγμός. ὁρίζεται δὲ οὕτως· σφυ‐ γμός ἐστι κίνησις καρδίας καὶ ἀρτηριῶν κατὰ διαστολὴν καὶ συστολὴν γινομένη.
20 Τῆς καρδίας οὖν σώματος οὔσης κοίλου καὶ μα‐ κροῦ καὶ περιφεροῦς, καὶ ἀπὸ κύκλου ἀρχομένης καὶ εἰς κέντρον ληγούσης κωνοειδὴς τῷ σχήματι γίνεται. τού‐ του τοῦ κώνου κέντρον ἐστὶν εὐθεῖα γραμμὴ μέσον ἐκ‐
τεταμένη κατὰ βάθος τοῦ κώνου ἀπὸ τοῦ κέντρου5

7

τοῦ πρώτου τῆς ἀρχῆς κύκλου μέχρι τοῦ τελευταίου κέντρου. αὕτη ἡ εὐθεῖα γραμμὴ ἀρχὴ μέν ἐστι τῆς δια‐ στολῆς, τέλος δὲ τῆς συστολῆς. ἐν ταύτῃ τοιγαροῦν καὶ ἡ ἐντὸς ἠρεμία θεωρεῖται, ὥσπερ καὶ ἐν τῇ ἔξω ἐπι‐
5φανείᾳ τῇ ἀρχῇ μὲν τῆς συστολῆς ἡ ἐκτὸς ἠρεμία. Περὶ μὲν οὖν σφυγμῶν οὐδεὶς τῶν ἀρχαίων σοφῶν ἰα‐ τρῶν ἀριδήλως συνέγραψεν, ἀλλ’ οὐδ’ αὐτὸς ὁ Ἱππο‐ κράτης· κατασποράδην δέ τινες ὡρίσαντο περὶ σφυγμῶν καὶ τότε ὡς ἐπ’ ἀναισθήτου τῆς συστολῆς· οὐ μέντοι γε
10κατὰ ποῖον μέρος τῆς χειρὸς προσβάλλειν τὸν ἰατρὸν τὴν χεῖρα χρὴ, ἵνα αἴσθηται τοῦδε τοῦ σφυγμοῦ, ἢ τοῦδε· καὶ τοῦτο δῆλον ἐκ τῶν συγγραμμάτων αὐ‐ τῶν. Ἐν γὰρ τῷ περὶ διαφορᾶς πυρετῶν οὕτω φησὶν
15ὁ Ἱπποκράτης· πυρετοὶ οἱ μὲν δακνώδεες τῇ χειρ, οἱ δὲ πρᾳέες, οἱ δὲ οὐ δακνώ‐ δεες μὲν, ἐπαναδιδόντες δ· οἱ δὲ ὀξέες μὲν, ἡσσώμενοι δὲ τῆς χειρός· οἱ δὲ πε‐ ρικαέες εὐθέως, οἱ δὲ διὰ παντὸς—
20ἁλμυρώδεες· οἱ δὲ πεμφιγώδεες—οἱ δὲ πρὸς τὴν χεῖρα νοτιώδεες· οἱ δὲ ἐξέρυθροι· οἱ δὲ ἔξωχροι· οἱ δὲ πελιδνοὶ καὶ τἆλλα
κατὰ λόγον.7

9

Αὕτη ἡ ῥῆσις τοῦ Ἱπποκράτους δηλοῖ μὴ τῆς κατὰ τὸν καρπὸν ἀρτηρίας ἅπτεσθαι, ἀλλ’ ἐν ἄλλῳ καὶ ἄλλῳ μορίῳ τοῦ σώματος, ὅπερ ἐστὶ καὶ νῦν παρά τινων ἐνεργούμενον ἀγροίκων· ἄλλοι μὲν γὰρ τὴν χεῖρα πρὸς
5τὰς κατὰ τοὺς κροτάφους ἀρτηρίας προσβάλλοντες αἰ‐ σθάνονται τῶν πυρεσσόντων καὶ τῶν μὴ πυρεσσόντων· κατὰ δὲ τὴν ῥῆσιν τοῦ Ἱπποκράτους τὴν ἄκραν χεῖρα πρηνῆ κατὰ τὰς πλευρὰς τὰς ἀριστερὰς προσέβαλλον ἁπτόμενοι τῆς ἐκπτώσεως τῆς ἀορτῆς· τοῦτο δὲ κατα‐
10βαρὲς καὶ ἐπίμοχθον τοῖς νοσοῦσι γίνεται. Μετὰ δὲ τοὺς τούτου χρόνους ἐπιγενόμενος Γαληνὸς, ὁ θαυμασιώτατος ἰατρὸς, πρῶτος ἐδίδαξεν ἐπιβάλ‐ λειν τὴν χεῖρα τὸν ἰατρὸν πρὸς τὰς κατὰ τοὺς καρ‐ ποὺς ἀρτηρίας καὶ πρῶτος συνέταξε περὶ σφυγμῶν
15μεγάλην πραγματείαν ἐν ἑκκαίδεκα βίβλοις, ἐν αἷς μία μὲν τετράβιβλος περὶ διαφορᾶς σφυγμῶν διδάσκει, ὁμοίως δὲ καὶ ἑτέρα τετράβιβλος περὶ διαγνώσεως αὐ‐ τῶν, καὶ ἄλλη ὁμοίως τὰς αἰτίας ἑνὸς ἑκάστου σφυγμοῦ, ὥσπερ γε καὶ ἡ ἐσχάτη τετράβιβλος περὶ προγνώσεως,
20οἷόν τι δηλοῖ ἕκαστος τῶν σφυγμῶν. —Συνέγραψε δὲ καὶ ἄλλο μικρὸν σφυγμικάριον πρὸς Τεύθραν τὸν ἰατρὸν, ὅσον δυνατόν ἐστι μανθάνειν τοὺς εἰσαγο‐
μένους τῶν νέων, ἀτελὲς δὲ κατὰ τὴν ἀκριβῆ διδα‐9

11

σκαλίαν· διά τε οὖν τὸ ἄπειρον τῆς μεγάλης πραγμα‐ τείας καὶ τὸ κολοβὸν τῆς μικρᾶς, ἔτι δὲ καὶ τὴν ὀλιγω‐ ρίαν τῶν νῦν ἰατρῶν προετράπημεν τὰ μὲν ἐλλείποντα τῆς μικρᾶς προσθεῖναι, τῆς δὲ μεγάλης ἐκλογὴν ποιή‐
5σασθαι, ὅσα δέον ἐστὶν ἰατρὸν μανθάνειν, καὶ ἀνελ‐ λιπῆ πραγματείαν ποιήσασθαι περὶ σφυγμῶν· καὶ γὰρ ἡ πρώτη καὶ τρίτη τετράβιβλος Γαληνοῦ φιλοσόφοις μᾶλλον ἁρμόδιος μάθησις· ἡ δὲ δευτέρα καὶ τετάρτη μᾶλλον ἰατροῖς.
10 Ταῦτ’ ἄρα μέλλοντες καὶ ἡμεῖς περὶ σφυγμῶν δι‐ δάσκειν εἴπωμεν πρῶτον τὰς διαφορὰς αὐτῶν· εἴθ’ οὕτω τὰ γένη καὶ τὰ εἴδη αὐτῶν καὶ τί σημαίνει τούτων ἕκαστον. Ἐπειδὴ δὲ ὁ σφυγμὸς ἐν τῇ κινήσει τῶν ἀρτηριῶν θεω‐
15ρεῖται, ἡ δὲ ἀρτηρία σῶμά ἐστι κοῖλον καὶ μακρὸν καὶ περιφερὲς, πᾶν δὲ σῶμα τριχῇ διάστατόν ἐστιν, ἔχον ἐν ἑαυτῷ μῆκος, βάθος καὶ πλάτος, κινεῖται δὲ διὰ παντὸς ἡ ἀρτηρία ἐξ ἐναντίων μορίων, (ἢ γὰρ εἰς ἑαυ‐ τὴν συνιζάνει πανταχόθεν ἢ διαστέλλεται πανταχόσε)
20ἀνάγκη συμπίπτειν αὐτῷ καὶ δισσὰς ἠρεμίας· ἑτέ‐ ραν μὲν ἐπὶ τῷ διασταλῆναι πρὸ τοῦ συστέλλεσθαι, ἑτέραν δὲ ἐπὶ τῷ συσταλῆναι πρὸ τοῦ διαστέλλεσθαι. καὶ ταύτας τὰς δύο ἡσυχίας ἥ γε τῶν γεγυμνασμένων ἁφὴ γνωρί‐ ζει κατά τι, καὶ ὁ λόγος οὐδὲν ἧττον ἀποδείκνυσι· πρὶν
25γὰρ καταπαῦσαι τὴν προτέραν κίνησιν οὐκ ἂν ἀπάρ‐11

13

ξασθαι τὴν δευτέραν· ἀλλὰ μὴν κατὰ τὸ παῦσαι συ‐ στῆναί τε καὶ ἡσυχάσαι ἐστὶν, ὥστε ἡσυχίαν γίνεσθαι μεταξὺ τῶν δύο κινήσεων· ἕτερος γὰρ χρόνος τῶν κι‐ νήσεών ἐστι καὶ ἕτερος τῶν ἡσυχιῶν. μάθοις δ’ ἂν τὸ
5λεγόμενον ἐπὶ παραδείγματι, οὕτως· ἔστωσαν οἱ τρέ‐ χοντες δύο, εἷς τοῦ ἄλλου τάχιον· ἐχέτω δὲ τὸ διάστημα καμπτῆρας δύο, τὸν πρῶτον καὶ τὸν δεύτερον, ἐν οἷς ἠρεμοῦσιν οἱ τρέχοντες· δῆλον ὅτι ὁ τάχιον τρέχων ἀνύ‐ σει τὸ διάστημα πρότερον ἀπὸ τοῦ πρώτου καμπτῆρος
10μέχρι τοῦ δευτέρου· καὶ εἰ μὲν ἐν τῷ δευτέρῳ καμ‐ πτῆρι ἴσον χρόνον ἠρεμήσουσιν ἀμφότεροι, ἀνάγκη τὸν τάχιον τρέχοντα διανύσαι καὶ τὸ δεύτερον διάστημα πρό‐ τερον ἕως τοῦ πρώτου καμπτῆρος· εἰ δὲ πλείονα χρόνον ἠρεμήσει ἐν τῷ δευτέρῳ καμπτῆρι ὁ τάχιον τρέχων,
15ἀνάγκη φθάσαι ἀμφοτέρους πρὸς τὸν πρῶτον καμπτῆρα ἢ ἀνίσως ἢ ἴσως. Ἐπεὶ οὖν κινήσεις εἰσὶ δύο, διαστολή τε καὶ συστολὴ, καὶ δύο ἠρεμίαι, ἡ μὲν ἔξω, ἡ δὲ ἐντὸς, ἐν μὲν ταῖς κινήσεσιν ἀμφοτέραις θεωρεῖται ὁ ταχὺς σφυγμὸς καὶ ὁ
20ἐναντίος αὐτῷ ὁ βραδὺς, ἐν δὲ ταῖς ἠρεμίαις ὁ πυκνὸς καὶ ὁ ἀραιός. ἔστι δὲ ὁ ὁρισμὸς αὐτῶν τοιοῦτος· ταχὺς σφυγμός ἐστιν ὁ ἐν ὀλίγῳ χρόνῳ κινουμένης τῆς
ἀρτηρίας γινόμενος, βραδὺς δὲ ὁ ἐν πολλῷ· πυκνὸς13

15

δὲ σφυγμός ἐστιν ὁ δι’ ὀλίγου χρόνου ἠρεμούσης τῆς ἀρτηρίας γινόμενος· ἀραιὸς δὲ ὁ διὰ πολλοῦ. Ἁπτόμενοι τοίνυν τῆς ἀρτηρίας κατὰ τὰ ἄκρα τῶν τεσσάρων δακτύλων, εἰ μὲν ὁ σφυγμὸς πλήττει τοὺς
5τέσσαρας δακτύλους ἴσως τε καὶ κατὰ πολλὰς τὰς περιόδους, μακρὸς ὁ τοιοῦτος σφυγμὸς ὀνομάζεται· εἰ δὲ τὸν ἕνα μόνον δάκτυλον ἢ καὶ τοῦ δευτέρου τὸ ἥμισυ, ἢ καὶ τὸν ὅλον δεύτερον, βραχὺς καλεῖται· εἰ δὲ τοὺς δύο καὶ τοῦ τρίτου τὸ ἥμισυ, ἢ καὶ τὸν τρίτον, ὁ τοιοῦ‐
10τός ἐστι σύμμετρος. οὗτοι οἱ τρεῖς, ὅ τε μακρὸς καὶ ὁ βραχὺς καὶ ὁ σύμμετρος κατὰ μίαν διάστασιν τῆς ἀρτη‐ ρίας, ἤγουν κατὰ τὸ μῆκος θεωροῦνται. κατὰ δὲ τὸ πλάτος θεωροῦνται τρεῖς οὗτοι ὅ τε πλατὺς καὶ ὁ ἐναν‐ τίος αὐτῷ ὁ στενός· καὶ ὁ μέσος ἀμφοτέρων, ὁ
15σύμμετρος· ὅταν γὰρ ἐπὶ πολὺν τόπον τῶν δακτύλων ἀπὸ τῆς ἐνδόθεν ἐπιφανείας πρὸς τὰ πέρατα αὐτῶν ὁ σφυγμὸς ἐπεκτείνηται, πλατὺς καλεῖται· εἰ δ’ ἐπ’ ὀλίγον, στενός· εἰ δὲ μείζων μὲν τοῦδε, ἐλάττων δὲ τοῦ πλατέος, ὁ τοιοῦτος σύμμετρος. οὕτω δὲ καὶ
20κατὰ βάθος τρεῖς οὗτοι θεωροῦνται· εἰ μὲν ψαύει τὰ
ἀκροσφαίρια τῶν δακτύλων πρὸς τοὺς ὄνυχας βαθυ‐15

17

νόμενος, ὑψηλὸς ὀνομάζεται· εἰ δ’ ἐπιπολαίως ψαύει μόνον, ταπεινός· εἰ δὲ καὶ ὀλίγον τι ἐπερείδει, σύμμετρος. Αὗται μὲν αἱ ἐννέα διαφοραὶ σφυγμῶν εἰσι· κατὰ μίαν διάστασιν τρεῖς· κατὰ μὲν τὸ μῆκος· μακρὸς, σύμ‐
5μετρος, βραχύς· κατὰ δὲ τὸ πλάτος· πλατὺς, σύμμε‐ τρος, στενός· κατὰ δὲ τὸ βάθος· ὑψηλὸς, σύμμετρος, ταπεινός· συμπλέκονται δὲ πρὸς ἀλλήλας αἱ ἐννέα δια‐ φοραὶ καὶ γίνονται ἀριθμῷ εἴκοσι καὶ ἑπτά· γνώσῃ δὲ αὐτὰς ἐπὶ διαγράμματος· εἷς μὲν γὰρ μακρὸς ἅμα καὶ
10πλατὺς, καὶ ὑψηλὸς ἔστω καὶ γεγράφθω πρῶτος ἁπάν‐ των· ἕτερος δὲ μακρὸς, καὶ πλατὺς, καὶ σύμμετρος κατὰ βάθος, καὶ γεγράφθω δεύτερος· ἄλλος δὲ μακρὸς, καὶ πλατὺς, καὶ ταπεινὸς, καὶ γεγράφθω τρίτος. ἑξῆς δὲ τούτων οἱ λοιποὶ πάντες ὁμοίᾳ μεθόδῳ, τῶν
15δύο μὲν τῶν πρώτων διαστάσεων τῶν αὐτῶν μενουσῶν, τριχῇ δὲ τῆς ἐσχάτης ὑπαλλαττομένης. οἷον οὕτως· ὁ μὲν τέταρτος μακρὸς τῷ μήκει καὶ σύμμετρος τῷ πλάτει καὶ ὑψηλὸς τῷ βάθει. οἱ δὲ ἄλλοι πάλιν τρεῖς ἐφεξῆς τῆς μὲν πρώτης διαστάσεως τὸ μακρὸν φυλατ‐
20τούσης, τῆς δὲ δευτέρας τὸ στενὸν, τῆς δὲ τρίτης ὑπαλλαττομένης τρίς. οὗτοι μὲν ἐννέα τῆς μίας συστάσεως τῆς κατὰ τὸ μῆκος μακρᾶς μενούσης, τῶν
δ’ ἄλλων δυοῖν παντοίως ὑπαλλαττομένων· ἕτεροι δὲ17

19

ἐφεξῆς ἐννέα, τῆς μὲν κατὰ τὸ μῆκος διαστάσεως συμ‐ μέτρου μενούσης, τῶν λοιπῶν δὲ ὑπαλλαττομένων. καὶ αὖθις ἕτεροι ἐννέα τῆς μὲν κατὰ τὸ μῆκος διαστάσεως βραχείας μενούσης, τῶν δ’ ἄλλων ὑπαλλαττομένων· γρά‐
5ψομεν δὲ καὶ αὐτὰς ἐπὶ διαγράμματος, ἵνα σαφὴς ὁ λό‐ γος γένηται.
6
[Start of Table]διάστασις διάστασις διάστασις. ἡ κατὰ μῆκος. ἡ κατὰ πλάτος. ἡ κατὰ βάθος.
8 αʹ. μακρός. πλατύς. ὑψηλός. μέγας.
10βʹ. μακρός. πλατύς. σύμμετρος. γʹ. μακρός. πλατύς. ταπεινός. δʹ. μακρός. σύμμετρος. ὑψηλός. εʹ. μακρός. σύμμετρος. σύμμετρος. ϛʹ. μακρός. σύμμετρος. ταπεινός.
15 ζʹ. μακρός. στενός. ὑψηλός. ηʹ. μακρός. στενός. σύμμετρος. θʹ. μακρός. στενός. ταπεινός. ιʹ. σύμμετρος. πλατύς. ὑψηλός. ιαʹ. σύμμετρος. πλατύς. σύμμετρος.
20ιβʹ. σύμμετρος. πλατύς. ταπεινός. ιγʹ. σύμμετρος. σύμμετρος. ὑψηλός. ιδʹ. σύμμετρος. σύμμετρος. σύμμετρος. μέσος. ιεʹ. σύμμετρος. σύμμετρος. ταπεινός. ιϛʹ. σύμμετρος. στενός. ὑψηλός.
25ιζʹ. σύμμετρος. στενός. σύμμετρος.
ιηʹ. σύμμετρος. στενός. ταπεινός.19

21

διάστασις διάστασις διάστασις ἡ κατὰ μῆκος. ἡ κατὰ πλάτος. ἡ κατὰ βάθος.
2 ιθʹ. βραχύς. πλατύς. ὑψηλός. κʹ. βραχύς. πλατύς. σύμμετρος.
5καʹ. βραχύς. πλατύς. ταπεινός. κβʹ. βραχύς. σύμμετρος. ὑψηλός. κγʹ. βραχύς. σύμμετρος. σύμμετρος. κδʹ. βραχύς. σύμμετρος. ταπεινός. κεʹ. βραχύς. στενός. ὑψηλός.
10κϛʹ. βραχύς. στενός. σύμμετρος. κζʹ. βραχύς. στενός. ταπεινός. μικρός.[End of Table]
11 Ὄντων δὴ τούτων εἴκοσι καὶ ἑπτὰ διαφόρων σφυγμῶν, τῶν κατὰ τὸ ποσὸν ἐν τρισὶ διαστάσεσι συνισταμένων, δύο μὲν ἐξ αὐτῶν ἔχουσιν ὀνόματα πρὸς ἁπάντων ὁμολογού‐
15μενα· ὅ τε πρῶτος ἐν αὐτοῖς γεγραμμένος καὶ ὁ ἔσχα‐ τος· ὁ μὲν γὰρ μέγας, ὁ δὲ μικρὸς καλεῖται· τὸ δὲ ἄλλο πᾶν πλῆθος οὐκ ἔχει· οἵ τε γὰρ ἰσχνοὶ καὶ ἁδροὶ λε‐ γόμενοι οὐχ ἕνα τινὰ τῶν ἐκ τοῦ διαγράμματος δηλοῦ‐ σιν, ἀλλὰ κατὰ πολλῶν κατηγοροῦνται γενικῶς· ἐφ’
20ὧν γὰρ ἂν ἡ κατὰ τὸ μῆκος διάστασις πλεονεκτῇ21

23

τι τῶν λοιπῶν δυοῖν, τούτους ἅπαντας ἰσχνοὺς καλοῦσι. ἐφ’ ὧν δ’ ἂν αἱ λοιπαὶ δύο κατὰ τὸ πλάτος καὶ βάθος πλεονεκτῶσι τῆς κατὰ τὸ μῆκος διαστάσεως, τού‐ τους ἅπαντας καλοῦμεν ἁδρούς. ὁ δὲ κατὰ τὰς τρεῖς
5διαστάσεις σύμμετρος μόνος ἐστὶ κατὰ φύσιν ἐν τοῖς ἑπτὰ καὶ εἴκοσιν ἴδιον μὲν ὄνομα οὐκ ἔχων, λόγῳ δὲ καὶ τοῦτον δηλοῦμεν· ἤτοι μέσον τοῦ μεγάλου τε καὶ τοῦ μικροῦ λέγοντες, ἢ κατὰ φύσιν ἐν τῷ ποσῷ τῆς διαστολῆς τε καὶ τῆς συστολῆς.
10 Ἀλλὰ περὶ μὲν τούτων τῶν διαφορῶν τῶν σφυγμῶν ἱκανὰ τὰ εἰρημένα· καιρὸς οὖν ἤδη περὶ τῶν κατὰ τοὺς σφυγμοὺς γενῶν εἰπεῖν, πόσα τέ εἰσι καὶ τί σημαίνει ἓν ἕκαστον αὐτῶν καὶ τοὺς ὁρισμοὺς αὐτῶν ὁποῖοι τυγ‐ χάνουσι, —καὶ ἐν τίσι θεωροῦνται αἱ διαφοραὶ αὐτῶν.
15 Γένη μὲν οὖν σφυγμῶν εἰσι δέκα· μέγας, σφοδρὸς, ταχὺς, πυκνὸς, σκληρὸς, πλήρης, ὁμαλὸς κατὰ μίαν πληγὴν, ὁμαλὸς κατὰ περιόδους, τεταγμένος, εὔρυ‐ θμος· εἰσὶ δὲ καὶ οἱ ἐναντίοι αὐτῶν μικρὸς, ἀμυδρὸς, βραδὺς, ἀραιὸς, μαλακὸς, κενὸς, ἀνώμαλος κατὰ
20μίαν πληγὴν, ἀνώμαλος κατὰ περιόδους, ἄτακτος καὶ ἄῤῥυθμος. ἔστι δὲ μέσος μεγάλου τε καὶ μικροῦ ὁ σύμ‐
μετρος, ὅστις κατὰ φύσιν λέγεται· καὶ ἐπὶ τῶν ἄλλων23

25

ὡσαύτως μέσος ὁ σύμμετρος· ὁμαλοῦ δὲ καὶ ἀνωμάλου μέσος οὐκ ἔστιν, οὐδὲ τεταγμένου καὶ ἀτάκτου, οὐδὲ εὐρύθμου καὶ ἀῤῥύθμου. Εἰσὶ δὲ οἱ ὁρισμοὶ τῶν δέκα γενῶν οὗτοι·
5 Μέγας σφυγμός ἐστιν ὁ κατὰ μῆκος καὶ πλάτος καὶ βάθος τῆς ἀρτηρίας ἐπὶ πολὺ διϊσταμένης γινόμενος. Σφοδρὸς σφυγμός ἐστιν, ὁ πλήττων εὐρώστως τὴν ἁφήν. Ταχὺς σφυγμός ἐστιν ὁ ἐν ὀλίγῳ χρόνῳ τῆς ἀρτηρίας διαστελλομένης γινόμενος.
10 Πυκνὸς σφυγμός ἐστιν ὁ δι’ ὀλίγου χρόνου ἠρεμούσης τῆς ἀρτηρίας γινόμενος. Σκληρὸς σφυγμός ἐστιν ὁ βυρσωδέστερόν πως ἐμφαί‐ νων τὸ σῶμα τῆς ἀρτηρίας. Πλήρης σφυγμός ἐστιν ὁ ναστοτέραν ἐπιδεικνὺς τὴν
15ἀρτηρίαν. Ὁμαλὸς κατὰ μίαν πληγὴν σφυγμός ἐστιν ὁ ἴσως πλήττων τοὺς τέσσαρας δακτύλους κατὰ πάντα. Ὁμαλὸς κατὰ περιόδους σφυγμός ἐστιν ὁ κατὰ πάσας τὰς διαστολὰς ἴσως πλήττων τὴν ἁφήν.
20 Τεταγμένος σφυγμός ἐστιν ὁ τριῶν ὄντων τὸν τέταρ‐ τον ἔχων ἄνισον· καὶ πάλιν ὡσαύτως τριῶν ἴσων ὁ τέ‐
ταρτος ἄνισος καὶ τοῦτο ἕως πολλοῦ.25

27

Εὔρυθμος σφυγμός ἐστιν ὁ ἐν συγκρίσει τοῦ τῆς κι‐ νήσεως χρόνου πρὸς τὸν τῆς ἠρεμίας ἶσος κατὰ πάντα γινόμενος ὁμοῦ. Ὅστις οὖν ἐστιν ἀνὴρ συνετὸς ἰατρὸς σοφός τε τοὺς ἐναν‐
5τίους σφυγμοὺς τῶν δέκα γενῶν ἐκ τούτων τῶν γενῶν σαφῶς γνώσεται καὶ διορίσεται αὐτοὺς ἐκ τούτων ὁρμώ‐ μενος. Θεωροῦνται δὲ αἱ δέκα διαφοραὶ τῶν σφυγμῶν· ἐν μὲν τῷ τῆς διαστολῆς ποσῷ ὁ μέγας καὶ ὁ μικρός· ἐν δὲ
10τῷ ποίῳ τῆς προσβολῆς ὁ σφοδρὸς καὶ ὁ ἄμυδρος· ἐν δὲ τῷ τῆς κινήσεως ποσῷ ἡ ταχύτης καὶ ἡ βραδύτης· ἐν τῷ χρόνῳ δὲ τῶν ἠρεμιῶν ἀμφοτέρων ὁ πυκνὸς καὶ ὁ ἀραιός· ἐν δὲ τῷ τῆς ἀρτηρίας χιτῶνι ὁ σκληρὸς καὶ ὁ μαλακός· ἐν δὲ τῷ τῆς ὕλης πόσῳ τῷ περιεχομένῳ κατὰ
15τὴν κοιλότητα τῆς ἀρτηρίας ὅ τε κενὸς καὶ ὁ πλήρης· ἐν δὲ τῷ κατὰ πάντα ἴσως πλήττειν τὴν ἀρτηρίαν κατὰ μίαν διαστολὴν ὁ κατὰ μίαν πληγὴν ὁμαλὸς εὑρίσκεται. Ταῦτα δὴ τὰ ἑπτὰ γένη σφυγμῶν εἰσι κατὰ μίαν πληγὴν θεωρούμενά τε καὶ νοούμενα· τρία δὲ ἄλλα κα‐
20τὰ πολλὰς πληγὰς θεωρούμενα· ἐν οἷς ἐστιν ὅ τε ὁμα‐ λὸς κατὰ περιόδους, καὶ ὁ τεταγμένος, καὶ ὁ εὔρυ‐ θμος. ἐκθήσομεν τοιγαροῦν καὶ ταῦτα τὰ δέκα γένη τῶν σφυγμῶν ἐπὶ διαγράμματος, ὅπως φανερὰ καὶ ἡ
τάξις αὐτῶν γενήσεται.27

29

[Start of Table]μέγας. σύμμετρος. μικρός. σφοδρός. σύμμετρος. ἀμυδρός. ταχύς. σύμμετρος. βραδύς. πυκνός. σύμμετρος. ἀραιός.
5σκληρός. σύμμετρος. μαλακός. πλήρης. σύμμετρος. κενός. ὁμαλὸς κατὰ
ἀνώμαλος κατὰ μίαν πληγήν. μίαν πληγήν. ὁμαλὸς κατὰ
ἀνώμαλος κατὰ
10 περιόδους.
περιόδους. τεταγμένος.
ἄτακτος. εὔρυθμος.
ἄῤῥυθμος.[End of Table]
12 Αὗται μὲν ἐπὶ διαγράμματος τῶν δέκα γενῶν τῶν σφυ‐ γμῶν αἱ διαφοραί. ἐπειδὴ δὲ ὡρισάμεθα καθ’ ἓν σκέ‐
15λος αὐτὰ πρὸ τοῦ διαγράμματος, ἀπὸ τοῦ μεγάλου σφυγμοῦ ἀρξάμενοι, εἴπωμεν καὶ τοὺς τῶν ἐναντίων ὁρι‐ σμοὺς, ἵνα κατὰ πάντα ὁλόκληροι ὦσι, τὴν ἀρχὴν ἀπὸ τοῦ μικροῦ ποιησάμενοι, ἐπειδὴ καὶ οὗτος πέφυκεν ἐναντίος τῷ μεγάλῳ.
20 Μικρὸς σφυγμός ἐστιν ὁ κατὰ τὰς τρεῖς διαστάσεις τῆς ἀρτηρίας κολοβός. Ἄμυδρος σφυγμός ἐστιν ὁ μόλις πλήττων τὴν ἁφήν. Βραδὺς σφυγμός ἐστιν ὁ ἐν πολλῷ χρόνῳ τῆς ἀρτη‐
ρίας διαστελλομένης γινόμενος.29

31

Ἀραιὸς σφυγμός ἐστιν ὁ διὰ πολλοῦ χρόνου τῆς ἀρ‐ τηρίας ἠρεμούσης γινόμενος. Μαλακὸς σφυγμός ἐστιν ὁ κατὰ τὸ σῶμα τῆς ἀρτηρίας ἁπαλὸς γινόμενος.
5 Κενὸς σφυγμός ἐστιν ὁ πομφολυγώδη τὴν ἔγερσιν τῆς ἀρτηρίας ποιούμενος, ὥστε κατὰ τὸν ἐπιπιεσμὸν τῶν δακτύλων κενεμβάτησιν ὑποπίπτειν. Ἀνώμαλος ὁ κατὰ μίαν πληγὴν σφυγμός ἐστιν ὁ ἀνί‐ σως πλήττων τοὺς δακτύλους· πλήττει δὲ ἀνίσως ἢ κατὰ
10τὴν θέσιν, ἢ κατὰ τὴν κίνησιν· κατὰ μὲν τὴν θέσιν ἢ ἄνω, ἢ κάτω, ἢ δεξιὰ, ἢ ἀριστερά· ὡσαύτως δὲ καὶ κατὰ τὴν θέσιν ἀνώμαλος κατὰ μίαν πληγὴν σφυγμός ἐστιν ὁ πρωτοδευτέρως τοὺς τέσσαρας δακτύλους πλήτ‐ των, ὥσπερ τινὰ πορείαν ποιούμενος, ἀπὸ τοῦ λιχανοῦ
15δακτύλου τὴν πληγὴν ἀρξάμενος ποιεῖσθαι ἐπὶ τὸν μέσον καὶ τὸν παράμεσον καὶ τὸν μικρὸν, ὅμοιον κύματι πο‐ ρευομένῳ ἢ σκώληκι ὁδεύοντι· κατὰ δὲ τὴν κίνησιν ὅταν ἐπιπολαίως πλήξας τὴν ἁφὴν, ἔπειτα αὖθις σφοδρο‐ τέρως κατὰ τὴν αὐτὴν διαστολὴν τῆς ἀρτηρίας πλήξῃ,
20οὐ διακόψας τὴν κίνησιν· τοῦτον τὸν σφυγμὸν οἱ σο‐ φοὶ τῶν ἰατρῶν δίκροτον κατ’ εἶδος ὀνομάζουσι. ταῦτα
μὲν τὰ εἴδη τῶν σφυγμῶν προϊὼν ὁ λόγος διδάξει· κατὰ31

33

δὲ τὸ παρὸν τοὺς ὁρισμοὺς τῶν τριῶν γενῶν τῶν ἐκ τῶν‐ δε καταλειφθέντων ἀορίστων ὁρισόμεθα. Ἀνώμαλος κατὰ περιόδους σφυγμός ἐστιν ὁ κατὰ πά‐ σας τὰς διαστολὰς ἀνίσως πλήττων τὴν ἁφήν.
5 Ἄτακτος σφυγμός ἐστιν, ὅταν τριῶν ὄντων ἴσων, ὁ τέταρτος παρεμπίπτων ἄνισος ᾖ καὶ πάλιν ἄλλων τριῶν ὄντων ἴσων ὁ δευτεροτέταρτος καὶ τῷ πρώτῳ τετάρτῳ ἄνισος καὶ τούτῳ ἀεὶ ἑπόμενος ὁ τέταρτος τοῖς προ‐ λαβοῦσι τετάρτοις ἀεὶ ἄνισος γενόμενος.
10 Ἄῤῥυθμος σφυγμός ἐστιν ὁ ἐν τῇ συγκρίσει τοῦ τῆς κινήσεως χρόνου πρὸς τὸν τῆς ἠρεμίας ἄνισος κατὰ πάν‐ τα γενόμενος ὁμοῦ. Οὕτως μὲν οὖν ὡρίσθησαν καὶ οἱ ἐναντίοι τῶν δέκα γενῶν τῶν σφυγμῶν, ὡς ἀδιόριστος μὴ καταλειφθῆναί
15τις. δέον οὖν ἐστιν ἡμᾶς νῦν, ἐπὶ τὰς κατὰ τὴν ἀνωμα‐ λίαν διαφορὰς ἐπανελθόντας πρότερον μὲν εἰπεῖν τὰς συστηματικὰς, ἑξῆς δὲ τὰς καθ’ ἕνα σφυγμόν. Αἱ μὲν δὴ συστηματικαὶ τῶν ἀνωμαλιῶν διαφοραὶ ἐν ἀθροίσμασι πλειόνων, ὡς ἔφαμεν, σφυγμῶν συνίστανται.
20πρώτην δὲ ἔχουσι διαφορὰν καθ’ ὃ ὁτὲ μὲν ὁμαλὸς, ὁτὲ δὲ ἀνώμαλος γίνονται· καὶ οὐ χρὴ θαυμάζειν εἰ
ὁμαλήν τινα καλοῦμεν ἀνωμαλίαν· ἔχει γὰρ οὕτως οὐκ ἐν33

35

σφυγμοῖς μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις σχεδὸν ἅπασιν, ὅσα τρέποντα τὴν ἐξ ἀρχῆς φύσιν, εἴτε κατὰ μέγε‐ θος, εἴτε κατὰ σφοδρότητα, ἢ ὁμαλὰς ποιεῖται τὰς αὐξή‐ σεις ἢ ἀνωμάλους. καθ’ ὅσον μὲν γὰρ τρέπει διαφθεί‐
5ροντα τὴν ἰσότητα λέγοιτ’ ἂν ἀνώμαλα, καθ’ ὅσον δὲ τὸ ἶσον ἀεὶ τῆς τροπῆς ἐπιλαμβάνει λέγοιτ’ ἂν ὁμαλῶς τρέπεσθαι· τὰ δὲ μήτε ἔμπροσθεν μένοντα ἄτρεπτα μήτε ἶσον ἀεὶ τῆς τροπῆς ἐπιλαμβάνοντα τελέως ἀνώ‐ μαλα.
10 Τὸ τοιοῦτον δή τοι καὶ κατὰ τοὺς μειούρους σφυ‐ γμοὺς συμβέβηκεν ἤτοι κατὰ βραχὺ καὶ ὁμαλῶς ἐκ‐ λυομένης αὐτῶν τῆς ἰσότητος, ἢ ἀθρόως καὶ κατὰ με‐ γάλα. γένοιτο δ’ ἂν ἐφ’ ἑνὸς γένους τῶν μειούρων ὡς ἐπὶ παραδείγματος ὁ λόγος σαφής· ἔστω τοίνυν ὁ μὲν
15δεύτερος σφυγμὸς τοῦ πρώτου βραχὺ μικρότερος· ὁ δὲ τρίτος τοῦ δευτέρου. τοσοῦτον πάλιν καὶ ὁ τέταρτος τοῦ τρίτου· καὶ τοῦτο ἄχρι πλείονος ἐφεξῆς γενέσθω. τοὺς τοιούτους σφυγμοὺς μειουρίζοντάς τε καὶ μειούρους κα‐ λοῦσιν, ἀπὸ τῶν εἰς ὀξὺ τελευτώντων σχημάτων τὸ ὄνομα
20μεταφέροντες. Ὅσοι μὲν διὰ παντὸς αὐτῶν μειοῦνται καὶ οὐδέποτε παύονται τοῦ τοιούτου παθήματος εἰς ἀκινησίαν παντελῆ τελευτῶσι καὶ καλοῦμεν αὐτοὺς ἐκλείποντας
μειούρους.35

37

Ὅσοι δὲ αὐξάνονται καὶ πάλιν τὴν κατ’ ἀρχὰς ἰσό‐ τητα καὶ τὸ ἀρχαῖον μέγεθος ἀπολαμβάνουσι, τοὺς τοι‐ ούτους παλινδρομοῦντας μειούρους καλοῦμεν. Τῶν δὲ παλινδρομούντων μειούρων οἱ μὲν εἰς ἶσον
5τῷ κατ’ ἀρχὰς ἐπανέρχονται μέγεθος, οἱ δὲ εἰς ἔλασ‐ σον· καί τινες μὲν αἷς ἔμπροσθεν ἐμειώθησαν ὑπερο‐ χαῖς, ἐν ταύταις αὖθις αὔξονται· τινὲς δὲ ἐλάττοσιν ἢ μείζοσι προσθέσεσιν ἔρχονται. Τοιαῦται μέν τινες αἱ ὁμαλαὶ τῶν ἀνωμαλιῶν εἰσι
10διαφοραὶ, τῶν δὲ ἀνωμάλων ἀνωμαλιῶν τινὲς μὲν οὐ‐ δεμίαν ὅλως φυλάττουσιν ἰσότητα, τινὲς δὲ μέχρι τριῶν ἢ τεττάρων ἢ πέντε σφυγμῶν φυλάττουσι, διαφθείρουσι δὲ ὕστερον· ἐν ἑκατέραις δὲ αὐτῶν ἢ τάξις ἢ ἀταξία συνίσταται· τάξις μὲν, εἰ περιόδους τινὰς ἴσας φυλάττοιεν·
15ἀταξία δὲ, εἰ καὶ ταύτας διαφθείροιεν. Ἐκλείπουσι δὲ κἀπὶ τούτων πολλάκις κινή‐ σεις, ὥσπερ καὶ ἐπὶ τῶν ὁμαλῶν μειουμένων. ἀλλ’ ἐκείνους μὲν μειούρους ἐκλείποντας ὀνομάζομεν, τού‐ τους δὲ ἀνωμάλους ἐκλείποντας.
20 Ἐν μὲν δὴ τῇ κατὰ σμικρότητα καὶ μέγεθος ἀνωμαλίᾳ πάνυ σύνηθες τοῖς ἰατροῖς ὄνομα τὸ μείουρος· ἐν δὲ τῇ κατὰ σφοδρότητα καὶ τοῖς ἄλλοις γένεσιν οὐκ ἔτι ὁμοίως ἐῤῥέθη· ἡ μέντοι τῶν πραγμάτων ἀνα‐
λογία καθ’ ἕκαστον γένος ἡ αὐτή· ἢ γὰρ ὁμαλῶς διαφθεί‐37

39

ρουσι τὴν ἰσότητα ἢ ἀνωμάλως, καὶ τὰς ἄλλας τὰς ἐν μέρει διαφορὰς τὰς αὐτὰς ἔχουσιν ἀνωνύμως τὰ πλεῖστα αὐτῶν· πλὴν γὰρ τῶν παρεμπιπτόντων καὶ τῶν δια‐ λειπόντων οὐδενὸς τῶν ἄλλων ἐστὶν ἴδιον ὄνομα. τούτων
5δὲ ὁ μὲν παρεμπίπτων ἐκ τῆς κατὰ πυκνότητα μόνον ἐστὶν ἀνωμαλίας, ὁ δὲ διαλείπων ἔν τε τῇ κατὰ ἀραιό‐ τητα καὶ σμικρότητα συνίσταται, καθ’ ἕτερον ἐν ἑκατέ‐ ρῳ τρόπῳ· ἐν μὲν τῇ κατὰ ἀραιότητα τῷ τὴν ἡσυχίαν ἐπὶ μήκιστον ἐκτετάσθαι, ἐν δὲ τῇ κατὰ σμικρότητα
10τῷ τὴν διαστολὴν εἰς ἐλάχιστον συνεστάλθαι. μᾶλλον δέ πως ἐπὶ μὲν ταῖς σμικρότησι τῶν σφυγμῶν οἱ ἐκλείπον‐ τες, ἐπὶ δὲ ταῖς ἀραιότησι οἱ διαλείποντες γίνον‐ ται. Παράκεινται δὲ τοῖς διαλείπουσι σφυγμοῖς οἱ καλού‐
15μενοι παλινδρομοῦντες ἐκλείποντες, ὅταν δύο καὶ τριῶν ἢ καὶ πλειόνων ἔτι σφυγμῶν χρόνον ἀκίνητος εἶναι δόξασα παντάπασιν ἡ ἀρτηρία πάλιν ὑπάρξηται κινεῖσθαι. Ταυτὶ μὲν καὶ τὰ τῆς συστηματικῆς ἀνωμαλίας εἴδη. ἐπανέλθωμεν λοιπὸν καὶ ἐπὶ τὴν καθ’ ἕνα σφυ‐
20γμὸν ἀνωμαλίαν, καὶ ἴδωμεν ὅσαι τε καὶ οἷαι δια‐ φοραὶ σφυγμῶν κατ’ αὐτὴν δύνανται συστῆναι, τὴν ἀρ‐ χὴν ἀπὸ τοῦ δικρότου σφυγμοῦ ποιησάμενοι.
Ὅτι ὁ μὲν δίκροτος τῶν δὶς παιόντων τὴν ἁφήν39

41

ἐστιν ἄντικρυς εὔδηλον· ἀλλὰ τοῦτο μὲν καὶ τοῖς δια‐ λείπουσι κατὰ μίαν πληγὴν ὑπάρχει. καὶ εἴ τις μόνον τῷ πλήττεσθαι προσέχων δύο σφυγμοὺς τὸν δὶς πλήτ‐ τοντά που νομίζει, φανερῶς ἁμαρτάνει· τοὺς γὰρ ἐν
5μιᾷ διαστολῇ διαλείποντας οὐκ ἂν φαίη δύο σφυγμοὺς εἶναι, καίτοι δὶς πλήττουσιν· ἐναργῶς γὰρ ἐπ’ αὐτῶν ἡ κίνησις ἀπολοῦσα τὸ συνεχὲς ἀκινησίᾳ μέσῃ διακό‐ πτεται. Τὸ δὲ γένος τῶν δικρότων οὐχ οὕτως, ἀλλ’, ἐπειδὰν πληρώσῃ τὴν διαστολὴν ἅπασαν, συννεύσας
10ἀποχωρεῖ πρὸς βραχὺ καὶ αὖθις πλήττει τὸ δεύτερον, ὥστε τῶν μὲν διαλειπόντων ἡσυχίαν μέσην εἶναι τῶν πληγῶν, τοῦ δὲ δικρότου συστολὴν, ἢ σύνοδον, ἢ ὑπο‐ νόστησιν, ἢ ὡς ἄν τις ἐθέλῃ καλεῖν, καὶ διὰ τοῦτό τινες δύο σφυγμοὺς εἶναι λέγουσιν, οὐχ ἕνα, τὸν δίκρο‐
15τον. τινὲς δέ φασι τὸν δίκροτον τῆς συστηματικῆς κα‐ λουμένης ἀνωμαλίας εἶναι· ἔοικε γὰρ τὸ ἐπ’ αὐτοῦ γενόμενον ταῖς τῆς σφύρας διπλαῖς πρὸς τὸν ἄκμονα πληγαῖς, τῆς μὲν πρότερας ἐκ πολλοῦ τοῦ διαστήματος καταφερομένης καὶ σφοδρῶς παιούσης, τῆς δευτέρας
20δὲ οἷον ἀναπαλλομένης τῆς σφύρας ἀπὸ τοῦ ἄκμονος οὐκ ἐπὶ πολὺ καὶ αὖθις αὐτῷ προσεπιπιπτούσης, ἀῤῥωστότερον δὲ ἢ πρόσθεν, καὶ ἐξ ὀλίγης διαστάσεως. τοιοῦτον γάρ τι καὶ οἱ δίκροτοι τυγχάνουσιν ἔχοντες
εἶδος, οἷον ὠθουμένης τῆς ἀρτηρίας εἰς τοὐπίσω κατὰ41

43

τὴν προσβολὴν, εἶτα αὖθις ἐπανερχομένης. ὃ δ’ ἂν μάλιστα τήν γε τῶν δικρότων σφυγμῶν φύσιν ἐνδείξαι‐ το καὶ χωρίσειε τῆς συστηματικῆς ἀνωμαλίας, τὸ τῆς ὑπο‐ χωρήσεώς ἐστιν εἶδος· οὐ γὰρ συστέλλεται τότε ἡ ἀρτηρία
5ἀλλά πως οἷον καταφέρεται, καὶ τὴν καταφορὰν αὐτῆς ἀπὸ τοῦ πέρατος τῆς πρώτης διαστολῆς οὐδεμία σαφὴς ἡσυχία διαιρεῖ, ὥστε ἡ τῶν δικρότων σφυγμῶν φύσις οὐκ ἐν ταῖς συστηματικαῖς ἀνωμαλίαις θεωρεῖται, ἀλλ’ ἐν τῇ καθ’ ἕνα σφυγμὸν ἀνωμαλίᾳ.
10 Ὡσαύτως δὲ καὶ ὁ κυματώδης σφυγμὸς τῆς καθ’ ἕνα σφυγμὸν ἀνωμαλίας ἐστί· γίνεται δὲ τῷ τρόπῳ τού‐ τῳ, τῷ διαστελλομένης τῆς ἀρτηρίας οὐκ ἴσῃ κατὰ πάντας τοὺς δακτύλους ἐξέρχεσθαι, ἀλλὰ τὸ μὲν κατὰ τὸν λιχανὸν αὐτῆς μέρος πρῶτον διασταλῆναι, τὸ
15δὲ πρὸς τὸν μέσον δάκτυλον αὐτῆς μέρος, δεύτερον, τὸ δὲ πρὸς τὸν παράμεσον, τρίτον, τὸ δὲ πρὸς τὸν μικρὸν τέταρτον. —τὸ τοιοῦτον εἶδος τῆς ἀνωμαλίας οὐ χα‐ λεπὸν φωρᾶσαι· τὴν γὰρ τοῦ προτέρου μέρους τῆς ἀρ‐ τηρίας διαστολὴν ἡ τοῦ δευτέρου διαδέχεται, μηδενὸς
20ἀκινήτου μορίου μεταξὺ πεσόντος, ἀλλ’ ἐγγὺς ἀκινη‐ σίας ἥκοντος καὶ πάλιν ἐπανερχομένου, καὶ τοῦτο πολ‐ λάκις. τὸν τοιοῦτον σφυγμὸν ὀνομάζουσι κυματώδη,
ἀπὸ τῆς τοῦ κύματος πορείας τὴν προσωνυμίαν λα‐43

45

βόντος· διαφέρει δὲ τοῦ σκωληκίζοντος ὁ σφυγμὸς οὗ‐ τοι τῷ μεγέθει. Τὸν γοῦν μέγιστον τῶν κυματωδῶν ἐπὶ νοῦν μειού‐ μενος εἰς τοσοῦτον μικρὸν ἀφίξῃ μέγεθος, ὥστε ἀπο‐
5ρεῖν εἴτε κυματώδης, εἴτε σκωληκίζων ἐστὶ τῷ εἴδει· οὐ γὰρ κατὰ τὸ ποιὸν ἐοίκασιν ἀλλήλων διαφέρειν, ἀλλὰ κατὰ τὸ ποσόν· ἔστι δὲ τὸ μέν τι κοινὸν ἀμ‐ φοτέροις αὐτοῖς, καὶ τοῖς εἴδεσιν αὐτῶν ἅπασι, τὸ δὲ ἴδιον ἑκατέρων. κοινὸν μὲν, ἀφ’ οὗ καὶ τοὔνομα, τῷ
10μὲν κυματώδει, τὸ οἷον κύματα ἐπανίστασθαι κατὰ τὴν ἀρτηρίαν ἕτερον ἐφ’ ἑτέρου, τῷ δὲ σκωληκίζοντι σκώ‐ ληκος ἐοικέναι πορείᾳ, καὶ αὐτοῦ τοῦ ζώου κυματω‐ δῶς κινουμένου· καὶ δῆλον ὅτι ἡ ἀρχὴ τῆς ἐπιῤῥοῆς ἄνωθέν ἐστιν ἀεί, καὶ τελευτᾷ πρὸς τὰ πέρατα τῆς ἀρτη‐
15ρίας. τοῦτο μὲν οὖν τὸ κοινόν· διαφοραὶ δὲ αὐτῶν αἱ κατ’ εἶδος ὧδέ πως συνίστανται, ὅτι οἱ μὲν αὐτῶν εἰσι ταχεῖς, οἱ δὲ οὔ· οὕτω δὲ καὶ τόνου οἱ μὲν σφοδρό‐ τεροι, οἱ δὲ ἀμυδρότεροι· ἀλλ’ οὐ κατὰ τοῦτο ἡ δια‐ φορὰ αὐτῶν, ἀλλὰ κατὰ τὸ ποσὸν τῆς διαστολῆς· αὕτη γὰρ
20μόνη ἡ ἀνωμαλία προσλαβοῦσα τὴν κατὰ τὸ πρότε‐ ρον καὶ ὕστερον τῶν μορίων κίνησιν τοὺς τοιούτους συνί‐ στησι σφυγμούς.
Ὥσπερ δὲ τὸν κυματώδη σφυγμὸν ὁ σκωληκίζων45

47

διαδέχεται μικρότερος γινόμενος, οὕτως τὸν σκωληκίζοντα ὁ μυρμηκίζων διαδέχεται, ὅταν ἀπολλυμένων τῶν κι‐ νήσεων τῶν πολλῶν εἰς μίαν καὶ ταύτην παντελῶς μι‐ κρὰν τελευτήσῃ. διὰ τοῦτο οὔτε ἀνώμαλος φαίνεται, καί‐
5τοι γε ὑπάρχων ἀνώμαλος, ἀλλὰ διὰ τὴν σμικρότητα λανθάνει ἡ ἀνωμαλία· κέκληται δὲ ὁ μυρμηκίζων σφυ‐ γμὸς ἀπὸ τῆς πρὸς τὸ ζῶον, τὸν μύρμηκα, ὁμοιότητος· οὗτος γὰρ καὶ αὐτὸς κινεῖται ὁμοίως τῷ σκωληκίζοντι ἀλλὰ σμικροτάτην καὶ ἀμυδροτάτην κίνησιν, οἵαν οὐ‐
10δεὶς ἄλλος τῶν σφυγμῶν κέκτηται· διὰ τοῦτο καὶ πρὸς ἀποταγὴν ἕτοιμος, ὅτι ἐπανόρθωσιν πώποτε οὐκ ἐνδέ‐ χεται δέξασθαι. Μεταβῶμεν δὲ ἐπὶ τὰς λοιπὰς διαφορὰς τῶν κατὰ μίαν διαστολὴν ἀνωμάλων σφυγμῶν. εἰσὶ δὲ οὗτοι οἱ
15κλονώδεις καὶ οἱ σπασμώδεις σφυγμοὶ ἐοικότες μὲν ἀλλήλοις τῷ μὴ φυλάττειν ἴσην τὴν ἀρτηρίαν, ἀλλ’ ἄνω τε καὶ κάτω φέρεσθαι τῆς κατὰ φύσιν θέσεως ἐξι‐ σταμένην, διαφέροντες δὲ, ὅτι οἱ μὲν σπασμώδεις ἑκατέρωθεν ἐκ τῶν περάτων αὐτῶν ἀνθέλκονται καὶ
20τείνονται, καὶ σπῶνται· τοῖς δὲ κλονώδεσιν οὐδὲν τοιοῦ‐ τον ὑπάρχει. ἀλλὰ μεγάλη μὲν ἡ διαστολὴ τοῖς κλονώδε‐ σι, καὶ τῶν μορίων τῆς ἀρτηρίας τὰ μὲν ἀναφέρε‐
σθαι, τὰ δὲ καταφέρεσθαι καθ’ ἕνα καὶ τὸν αὐτὸν χρό‐47

49

νον τοῖς κλονώδεσιν ἐναργῶς φαίνεται, τοῖς σπασμώ‐ δεσι παντελῶς ὀλίγως καὶ ἀμυδρῶς τοῦ τοιούτου συμ‐ πίπτοντος. καθόλου δὲ οἷον χορδῆς τινος τεταμένης αἴσθησίς ἐστιν ἐπὶ τοῦ σπασμώδους σφυγμοῦ, καθ’ ὃ καὶ
5οὐδενὶ τῶν ἄλλων ἔοικε. τῶν δὲ κλονωδῶν τὴν κίνησιν μάλιστα ἄν τις εἰκάσειε τοῖς κλωναρίοις τῶν δένδρων, ὅσα σφοδρῶς ἑλχθέντα καὶ ἀθρόως ἀφεθέντα τὸν μὲν πρῶτον τόπον ποιήσει μείζονα, τοὺς δὲ λοιποὺς ἀεὶ ἐπὶ τὸ μικρότερον ἕως τῆς ἠρεμίας κραδαινόμενα, οὕτω γὰρ
10καλοῦσι τὸν πυκνὸν αὐτῶν καὶ τὸν ἀνώμαλον σει‐ σμὸν, ὅσπερ οὐχ ὑπάρχει τοῖς σπασμώδεσιν. Ὁ δορκαδίζων σφυγμός ἐστι μὲν καὶ αὐτὸς ἐκ τῶν κατὰ μίαν διαστολὴν ἀνωμάλων, γίνεται δὲ οὗ‐ τος ὅταν ἡ μετὰ τὴν ἡσυχίαν δευτέρα κίνησις ὠκυτέρα
15τε καὶ σφοδροτέρα τῆς προτέρας ᾖ. τῷ γὰρ τοιούτῳ ἐπίκειται τὸ ὄνομα κατὰ τὴν πρὸς τὰ ζῶα, τὰς δορ‐ κάδας, ὁμοιότητα· καὶ γὰρ ἐκεῖνα τοῦτον φαίνεται πη‐ δῶντα τὸν τρόπον, οἷον διπλῆν τινα κίνησιν ποιούμενα, πρὸς βραχὺ γὰρ ὑψώσαντα ἑαυτὰ καί τινα δόκησιν ὡς
20αὐτοῦ τὴν κίνησιν καταπαύσαντα παρασχόντα, δευ‐ τέραν ὁρμὴν κινήσεως ποιεῖται πολὺ τῆς πρόσθεν ὠκυ‐ τέραν, οἷον ἐπιπηδῶντα ἑαυτοῖς. ταῦτ’ ἀρκεῖ καὶ περὶ
τοῦ δορκαδίζοντος σφυγμοῦ.49

51

Ἐπειδὴ δὲ αὐταρκῶς ἐξηγησάμεθα περὶ σφυγμῶν κα‐ τά τε τὰ γένη καὶ εἴδη καὶ διαφορὰς αὐτῶν, εἴπωμεν οὖν καὶ τὰς τροπὰς αὐτῶν κατὰ πόσους τρέπονται τρό‐ πους, ὅτι καὶ αὐτοὶ πολυειδῶς τρέπεσθαι πεφύκασιν·
5οὐδὲ γὰρ ἂν εὕροις οὐδὲν, ὡς ἔπος εἰπεῖν, ὃ μὴ καὶ τούτους τρέπει. Τριττὴν γοῦν αὐτῶν τῆς τροπῆς τὴν ἀνωτάτω διαφορὰν ποιησαμένοις ἡμῖν δοκεῖ οὕτως ὑπὲρ ἑκάστης ἰδίᾳ κατὰ μέρος εἰπεῖν. Ἔστι μὲν οὖν πρώτη τροπὴ σφυγμῶν ἡ κατὰ φύσιν,
10τουτέστιν ἡ κατὰ κρᾶσιν, ὡς ἄλλη μὲν ἀνδρῶν κρᾶσίς ἐστι καὶ ἄλλη γυναικῶν· ἀλλὰ καὶ κατὰ τὰς ἕξεις τῶν σωμάτων ὡσαύτως καὶ κατὰ φύσιν τρέπονται οἱ σφυ‐ γμοὶ, καὶ κατὰ τὰς ἡλικίας καὶ κατὰ τὰς ὥρας τοῦ ἔτους καὶ κατὰ τοὺς ὕπνους τε καὶ τὰς ἐγρηγόρσεις κατὰ
15φύσιν οἱ σφυγμοὶ τρέπονται, αὕτη μὲν πρώτη τροπὴ τῶν σφυγμῶν ἡ ἀνωτάτω. Δευτέρα δὲ σφυγμῶν τροπὴ, ἡ οὐ φύσει, ἥ τις γί‐ νεται διά τε γυμνάσια καὶ λουτρὰ γλυκέων τε καὶ ἁλυ‐ κῶν ὑδάτων, καὶ σιτία, καὶ πόσιν οἴνου καὶ ὕδατος·
20πάντα δὲ τὰ τοιαῦτα συμμέτρως προσφερόμενα καὶ τὰ σιτία καὶ τὰ ποτὰ, καὶ τὰ γυμνάσια καὶ τὰ λουτρὰ μέ‐ τρια ποιοῦσι καὶ τὴν τροπήν. Τρίτη δὲ σφυγμῶν τροπή ἐστιν ἡ παρὰ φύσιν· ἥτις
γίνεται διά τε πυρετοὺς καὶ φλεγμονὰς καὶ φθόας51

53

καὶ τῶν ἐσθιομένων τε καὶ πινομένων ἀμετρίαν. Τρέ‐ πουσιν δὲ τοὺς σφυγμοὺς παρὰ φύσιν καὶ τὰ προκα‐ ταρκτικὰ αἴτια, ὡς λῦπαι καὶ φόβοι καὶ θυμοὶ καὶ τὰ τούτοις ὅμοια.
5 Μέσον μὲν οὖν τοῦ κατὰ φύσιν καὶ τοῦ παρὰ φύσιν οὐκ ἔστι κατά τινας τῶν σοφῶν, παρὰ δὲ τοῖς ἰατροῖς ἔμπαλιν. Τὸ γὰρ οὐδέτερον σῶμα, τὸ παρ’ αὐτοῖς λε‐ γόμενον, μέσον ἐστὶ τοῦ κατὰ φύσιν σώματος καὶ τοῦ παρὰ φύσιν. Δεῖ οὖν ἐπίστασθαι τὸν ἰατρὸν πρῶτον μὲν τὰς
10κατὰ φύσιν τροπὰς τῶν σφυγμῶν· ἐπειδὴ καὶ αἱ λοιπαὶ ταῖς φυσικαῖς διαφοραῖς ἐπιγίνονται· ἄλλοτε γὰρ ἄλλως αἱ ἀρτηρίαι κινοῦνται φύσει, καὶ χρὴ πρῶτον αὐτὰς ἐπί‐ στασθαι τὸν μέλλοντα γνῶναι ὑπὸ τίνος αἰτίου καὶ μέχρι πόσου τετράφθαι συμβέβηκε τοῖς σφυγμοῖς.
15 Ἀλλὰ τὸ μὲν ἴδιον ἑκάστου μόλις ἄν τις ἀκριβῶς πει‐ ραθεὶς μάθοι· καὶ δεῖ πολλάκις ἧφθαι τῆς ἀρτηρίας μάλιστα μὲν ὑγιαίνοντος ἀμέμπτως καὶ ἐν ἡσυχίᾳ πάσης σφοδρᾶς κινήσεως· ἤδη δὲ ἐν ταῖς ἄλλαις διαθέσεσιν. Ἐπειδὴ δὲ οὐκ ἐνδέχεται πάντων δι’ ἐμπειρίας ἐληλυ‐
20θέναι, πολλοὶ γὰρ πολλάκις ἐδεήθησαν ἰατρῶν, ὧν ὑγιαίνοντες οὐκ ἔτυχον, ἄριστον κἀνταῦθα πλέον ἰδιώ‐
του τὸν τεχνίτην ἔχειν· ἔχοι δ’ ἂν, πλείονα ἐπιστήμην53

55

πορισάμενος τῶν τοῖς πολλοῖς ὁμοίως ὑπαρχόντων. ἔστι γάρ τις, ὡς τύπῳ φάναι, κοινὴ φύσις ἀνδρῶν καὶ ἄλλη γυ‐ ναικῶν· καὶ ὅσοι θερμότερόν εἰσι κεκραμένοι καὶ ὅσοι ψυχρότερον καὶ τούτων ἑκατέρων κοινὴ φύσις· καὶ τῶν
5ἰσχνῶν ἁπάντων κοινὴ, καὶ τῶν παχέων ὡσαύτως ἑτέρα κοινή. Καὶ σπάνιον ἐν ἑκάστῃ τῶν εἰρημένων κοινοτήτων τὸ μὴ τοῖς πολλοῖς ἐοικός· ὥστε καὶ τὸ δια‐ μαρτάνειν τοῦ ἀληθοῦς τῷ τὸ κοινὸν ἐπισταμένῳ. Ἄνδρες μὲν οὖν γυναικῶν μείζονα πολλῷ καὶ σφο‐
10δρότερον ὡσαύτως πολλῷ καὶ βραδύτερον ὀλίγῳ καὶ ἀραι‐ ότερον ἱκανῶς τὸν σφυγμὸν ἔχουσι διὰ τὸ καὶ θερμότε‐ ρον εἶναι καὶ ἰσχυρότερον καὶ ξηρότερον τὸ ἄῤῥεν τοῦ θήλεος. Διὰ τὴν αὐτὴν δὲ αἰτίαν καὶ οἱ φύσει θερμό‐ τεροι ἄνδρες ἀνδρῶν μείζονα μὲν καὶ ὠκύτερον καὶ πυ‐
15κνότερον πολλῷ, διὰ τὸν τόνον τῆς δυνάμεως· πολλοὶ γὰρ θερμότεροι ἄνδρες φύσει τῶν ψυχροτέρων ἀνδρῶν ἀσθενέστεροι. οἱ δὲ ἰσχνότεροι τῶν παχέων μείζονα καὶ ἀραιότερον πολλῷ διὰ τὸ ἄτονον. φύσει μὲν οὖν τοῦτο διαφέρουσιν οἱ σφυγμοί. τρέπονται δὲ ὧδέ πως κατὰ τὰς
20ἡλικίας. Ὁ μὲν τοῦ νεογνοῦ παιδίου σφυγμὸς πυκνότατος, οὐ μόνον διὰ τὸ θερμὸν, ἀλλὰ καὶ διὰ τὸ ναστὸν εἶναι τὴν πέριξ χώραν τῶν ἀρτηριῶν ἐν τοῖς παισὶν, ὥστε κωλύειν τὴν ἀρτηρίαν εἰς μήκιστον ἐκτρέπεσθαι. ὁ δὲ τοῦ γέρον‐
25τος ἀραιότατος, ὅτι καὶ ψυχρότερος καὶ ἀσθενέστερος· ὅσοι δὲ διάγουσιν ἐν ταῖς μεταξὺ γερόντων καὶ παι‐ δίων ἡλικίαις, τούτων οἱ σφυγμοὶ ἀναλόγως τρέπον‐
ται.55

57

Κατὰ τὰς ὥρας τοῦ ἔτους ἡ τροπὴ τῶν σφυγμῶν γίνεται· ἐν μὲν τῷ ἔαρι μεσάζοντι μέγιστοι καὶ σφοδρότα‐ τοι, τάχει δὲ καὶ πυκνότητι σύμμετροι· ὡς ἂν τὰ μέσα τοῦ ἔαρος θερμότερα εἶναι τῆς ἀρχῆς. πρὸς τὸ τέλος δὲ
5ἥκοντι τῆς μὲν σφοδρότητος καὶ τοῦ μεγέθους ἀφαιρεῖ‐ ται, προστίθεται δὲ τῷ τάχει καὶ τῇ πυκνότητι, διὰ τὸ ἐπὶ τὴν ξανθὴν χολὴν ἐκτρέπεσθαι τὸ αἷμα, τὸν ἀέρα δὲ ἐπὶ τὸ ξηρότερον καὶ θερμότερον. τὸ δὲ φθι‐ νόπωρον, ὡς ὂν ἐναντίας κράσεως τοῦ ἀέρος, κατὰ τὴν
10αὐτοῦ κρᾶσιν καὶ τὴν τροπὴν τῶν σφυγμῶν ποιεῖται. ἐν δὲ τῷ θέρει μικροὶ μὲν καὶ ἀμυδροὶ καὶ ταχεῖς καὶ πυκνοὶ οἱ σφυγμοὶ γίνονται, διά τε τὴν ἄγαν διαφόρη‐ σιν καὶ διὰ τὸ τὰ σώματα ξηρὰ καὶ θερμὰ ἐν αὐτῷ εἶναι, καὶ μάλιστα τὰ ἐν βάθει. ὁ δὲ χειμὼν ἐναντίας κράσεως
15ὑπάρχων τοῦ θέρους καὶ τροπὰς τῶν σφυγμῶν κατὰ τὴν ἐναντιότητα τρέπεται. Αὗται μὲν οὖν καὶ αἱ παρὰ τὰς ὥρας τῶν σφυγμῶν τροπαί· παρὰ δὲ τὰς χώρας ὡσαύτως· ἐν μὲν ταῖς ἄγαν θερμαῖς οἱ μέσου θέρους· ἐν δὲ ταῖς ἄγαν ψυχραῖς
20οἱ μέσου χειμῶνος· ἐν δὲ ταῖς εὐκράτοις τοῦ ἦρος. Ἐν δὲ τῷ κυεῖν οἱ σφυγμοὶ μείζονες καὶ πυκνότεροι καὶ ὠκύτεροι γίνονται· τὰ δὲ ἄλλα φυλάττουσι κατὰ φύσιν. Τρέπουσι δὲ τοὺς σφυγμοὺς καὶ ὕπνοι, ἀρχόμενοι
25μὲν μικροτέρους ἐργαζόμενοι, διὰ τὸ τὸν ζωτικὸν τόνον57

59

ἀτάραχον εἶναι καὶ πάσης περιστατικῆς κινήσεως ἄμοιρον. τῶν δὲ ἐξ ὕπνου μεταπεπτωκότων εἰς ἐγρήγορσιν ἐν μὲν τῷ παραχρῆμα μεγάλοι καὶ σφοδροὶ καὶ ταχεῖς καὶ πυ‐ κνοὶ γίνονται οἱ σφυγμοὶ, ὡς ἂν διεγειρομένης τῆς δυ‐
5νάμεως τῆς ψυχικῆς τε καὶ ζωτικῆς, κλόνον δὲ ἔχουσιν οἱ σφυγμοὶ κατὰ τὸν αὐτὸν χρόνον· μετ’ ὀλίγον δὲ εἰς συμμετρίαν ἔρχονται. Σιτία δὲ καὶ οἶνος καὶ ὕδωρ τρέπουσι μὲν καὶ αὐτὰ τοὺς σφυγμούς· τὰ μὲν σιτία μέτρια προσελθόντα μεγά‐
10λους καὶ σφοδροὺς καὶ ταχεῖς καὶ πυκνοὺς ἀποτελοῦσι· τὸ δὲ ὕδωρ πάντων τῶν προσφερομένων βραχυτάτους τούτους ἐργάζεται. Ἑξῆς δ’ ἂν εἴη λέγειν καὶ τὰς παρὰ φύσιν τροπάς. καταστάσεις οὖν ἀέρος ἄμετροι καὶ πλήθη σιτίων, ὥστε
15βαρῦναι τὴν δύναμιν, πάντα παρὰ φύσιν. αἱ γὰρ κατὰ τὸ ποσὸν ὑπερβολαὶ τῶν οὐ φύσει λεγομένων αἰτίων εἰς τὸ παρὰ φύσιν μεθίστανται. τὸ μὲν οὖν διαλύει καὶ σκεδαννύει τὴν ζωτικὴν δύναμιν, τὸ δὲ οἷον θλίβει καὶ βαρύνει. Λύεται οὖν ἡ δύναμις τροφῆς ἀπορίᾳ, καὶ
20νοσήματος κακοηθείᾳ καὶ ψυχικῶν παθῶν ἰσχύϊ καὶ ἀλγημάτων καὶ νοσημάτων σφοδρότητι· βαρύνεται δὲ ὑπὸ πλήθους ὕλης καὶ ὑπὸ τῶν ἐντὸς ὀργάνου παθῶν, φλε‐ γμονῶν καὶ σκιῤῥῶν καὶ ἀποστάσεων καὶ φθορῶν πολυ‐
ειδῶν.59

61

Τῆς μὲν ἐκλυθείσης δυνάμεως ὁ σφυγμὸς μικρὸς καὶ ἀμυδρὸς καὶ πυκνὸς γίνεται· τῆς δὲ θλιβομένης καὶ οἷον βαρυνομένης εἰς ἀνωμαλίαν καὶ ἀταξίαν οἱ σφυγμοὶ τρέ‐ πονται κατὰ μέγεθος καὶ σφοδρότητα.
5 Τρέπονται δὲ οἱ σφυγμοὶ καὶ κατὰ τὰ προκαταρκτικὰ αἴτια, καθάπερ ἀνωτέρω εἴρηται, θυμοῦ, λύπης καὶ φόβου. Τοῦ μὲν θυμοῦ κατὰ μέγεθος καὶ σφοδρότη‐ τα καὶ τάχος καὶ πυκνότητα, ἐπειδὴ καὶ τὸ περὶ τὴν καρδίαν εἰς φλόγωσιν ἦρται ἐν τοῖς θυμοῖς· τῆς δὲ
10λύπης τἀναντία εἰς σμικρότητα καὶ ἀμυδρότητα καὶ βρα‐ δύτητα καὶ ἀραιότητα· ἐπειδὴ καὶ ψύξις καταλαμβάνει τὸ σῶμα καὶ νάρκωσις ἐν ταῖς λύπαις. Φόβου δὲ τοῦ μὲν ὑπογύου καὶ σφοδροῦ ταχὺς καὶ κλονώδης καὶ ἄτα‐ κτος καὶ ἀνώμαλος, διότι καὶ τὸ σῶμα ἐν τοῖς φόβοις
15τρομῶδες γίνεται· τοῦ δὲ χρονίσαντος μικρὸς καὶ ἀραιὸς καὶ ἀμυδρὸς καὶ βαρύς. Ὀδύνης δὲ μέγας καὶ ἀραιὸς καὶ βραδὺς, οὐ μὴν σφοδρότητί γε διάφορος. Τρέπουσι δὲ τοὺς σφυγμοὺς καὶ αἱ φλεγμοναὶ, ἢ
20κατὰ φύσιν, ἢ κατὰ μόριον, ἐν ᾧ συνέστησαν, αὐταὶ μὲν καθ’ αὑτὰς ἐπὶ τὸ βυρσωδέστερον τὸν χιτῶνα τῆς ἀρτηρίας ἀποτελοῦσαι· ἡ γὰρ φλεγμονὴ νόσημά ἐστι θερ‐ μότατον καὶ ὀδυνηρὸν καὶ ἀντίτυπον. ἀλλὰ καὶ τὸν σφυ‐ γμὸν σκληρότερον καὶ κλονωδέστερον ἀπεργάζεται καὶ
25ταχὺν καὶ πυκνὸν, μέγαν δὲ οὐδ’ ὅλως· βυρσώδης γὰρ
ὁ χιτὼν τῆς ἀρτηρίας γεγονὼς οὐκ ἐνδέχεται ἐκτίθεσθαι61

63

πρὸς μέγεθος. Κατὰ δὲ τὴν φύσιν τῶν φλεγμαινόντων ὀργάνων, εἰ μὲν νευρωδέστερα εἴη τὰ φλεγμαίνοντα μόρια ὡσαύτως ταῖς διαθέσεσι τῶν φλεγμονῶν ἕπονται σκληρο‐ τέρους καὶ μάλα ἐμπρίοντας καὶ μικροτέρους τοὺς σφυ‐
5γμοὺς ἐργαζόμενα. εἰ δὲ φλεβωδέστερα καὶ ἀρτηριωδέ‐ στερα τοὺς σφυγμοὺς εἰς τἀναντία τρέπουσι· αὐτῶν δὲ τούτων ἐν τοῖς ἀρτηριώδεσι μείζων καὶ ῥᾳδίως ἀνώμαλος καὶ ἄτακτος γίνεται ἤπερ ὁ ἐν τοῖς φλεβώδεσιν ὥστε καὶ αἱ κατὰ τὸ ἧπαρ γενόμεναι φλεγμοναὶ τοὺς σφυγμοὺς τοι‐
10ούτους ἔχουσιν, μᾶλλον δὲ ἥπερ ἂν γένηται κατὰ τὴν καρδίαν. φλεβώδης οὖν ὁ σπλὴν ὑπάρχων τοιούτους αὖ τοὺς σφυγμοὺς ἕξει. Κατὰ τὸν αὐτὸν οὖν λόγον καὶ ἐν τοῖς λοιποῖς μορίοις τὴν ἀναλογίαν ποιούμενος δυνήσῃ ἀνευρίσκειν τὰς τροπὰς τῶν σφυγμῶν.
15 Ἔσονται δὲ καὶ συμπτώματα τοῖς φλεγμαίνουσι μο‐ ρίοις τοιαῦτα· φλεγμήνασαι γὰρ αἱ φρένες σπασμὸν ἐν τῷ σώματι ποιοῦσι· πνίγας δὲ αἱ κατὰ πνεύμονα φλε‐ γμοναί· συγκοπὰς δὲ αἱ κατὰ τὸ στόμα τῆς γαστρός· ἀτρο‐ φίαν δὲ αἱ κατὰ τὸ ἧπαρ· ἀπεψίας δὲ αἱ κατὰ τὴν κοι‐
20λίαν· ἐμφράξεις δὲ οὔρων αἱ κατὰ τοὺς νεφρούς. Ἐν μὲν οὖν τοῖς αἰσθητικωτέροις γενόμεναι φλεγμοναὶ διὰ τὰς ὀδύνας τρέπουσι τοὺς σφυγμούς· αἱ δὲ ἐν τοῖς ἀναισθητικωτέροις διὰ τὴν θέσιν καὶ μονήν. Ἄξιον οὖν παρακελεύεσθαι τὸν ἰατρὸν μὴ λόγῳ μόνον διακρί‐
25νειν τοὺς σφυγμοὺς ἀλλ’ ἐπ’ αὐτῶν τῶν ἔργων γυμνάζειν τὸν λογισμὸν ἅμα καὶ τὴν ἁφήν· ἀρχὴ δὲ τῆς ἐπὶ τῶν ἔργων τριβῆς ἡ διὰ τοῦ λόγου διδασκαλία. Τὸ γὰρ ἑρμηνεῦσαι τὸ ὑπερβάλλον τῆς πυκνότητος ἐν
ταῖς πλευρίτισιν οὐ δυνατόν ἐστι, καίτοι μεγάλη διάγνωσις63

65

ἐξ αὐτῆς προσδοκᾶται. εἰ μὲν γὰρ πυκνότατος ἐν ταῖς πλευρίτισιν ὥσπερ ἐξ ἴσης γίνεται, εἰς περιπνευμονίαν μεθίσταται συγκοπῆς ἀπειλούσης. εἰ δὲ ἀνιεμένη πυ‐ κνότης τοῦ σφυγμοῦ ἐν ταῖς πλευρίτισιν ἢ εἰς καταφορὰν
5ἢ εἰς νεύρων βλάβην τελευτᾷ· οὕτω δὲ καὶ τὸ τῆς ἀνω‐ μαλίας εἶδος τὸ ἐμπριστικὸν, ἴδιον πλευρίτιδος ὑπάρχον, ἀνιέμενον μὲν μαλακῆς καὶ ῥᾳδίως πεφθησομένης, ἐν‐ τεινόμενον δὲ χαλεπῆς καὶ δυσπέπτου γνώρισμα πλευ‐ ρίτιδος.
10 Αἱ τοιαῦται πλευρίτιδες σὺν ἀσθενεῖ μὲν δυνάμει κινδυνώδεις ὀξέως, σὺν ἰσχυρᾷ δὲ ἢ τῷ χρόνῳ ἐπέφθη‐ σαν ἢ εἰς ἐμπύημα μετέπεσον, ἢ φθινώδης μαρασμὸς αὐτὰς διεδέξατο. τῆς μὲν πεττομένης πλευρίτιδος ὁ σφυ‐ γμὸς πᾶσαν ἀποτίθεται κατὰ βραχὺ τὴν παρὰ φύσιν τρο‐
15πὴν, τῆς δὲ εἰς ἐμπύημα μεταπιπτούσης κατ’ ἀρχὰς μὲν τοῦ ἐμπυήματος οἷος ὁ παρὰ τοῦ Ἱπποκράτους γεγραμ‐ μένος εὑρίσκεται περὶ τὰς γενέσεις τοῦ πύου, ὁποῖοι καὶ οἱ πυρετοὶ συμβαίνουσι· γίνεται δὲ ἐν αὐτοῖς σφυγμὸς ἀνώμαλος καὶ διὰ τὸ πλησιάζειν τῷ ὑγρῷ τὰ στόματα
20τῶν ἐκ τῆς καρδίας ἐκφυομένων ἀρτηριῶν. πᾶσι δὲ τοῖς ἐμπυϊκοῖς καὶ ταῖς πλευρίτισιν οἱ σφυγμοὶ ἑκτικοί εἰ‐ σιν, ἐν δὲ ταῖς ῥήξεσι τῶν ἐμπυημάτων ὁ σφυγμὸς ἀραιότερος καὶ ἀμυδρότερος, ὥσπερ ἐν ταῖς αἱμοῤ‐ ῥαγίαις.
25Εἰς φθίσιν δὲ μεταπεσόντων τῶν ἐμπυϊκῶν ὅσον μὲν
πλεονάζει [καὶ] ἡ σῆψις κατ’ αὐτοῦ, τοσοῦτον καὶ ὁ65

67

σφυγμὸς πυκνότερος μὲν καὶ ταχὺς καὶ ἀμυδρὸς καὶ μι‐ κρὸς, εἰ μή τι ἄρα βηχίον αὐτοὺς ἐνοχλοῦν τῷ λόγῳ τοῦ σπαραγμοῦ τῆς βηχὸς εἰς μέγεθος αἴρει καὶ τὸν σφυγμὸν διὰ τὴν διέγερσιν τῆς δυνάμεως· καὶ διὰ τοῦτο καὶ ὁ
5σφυγμὸς τῶν περιπνευμονιῶν εἰς μέγεθος μὲν αἴρεται, ἀμυδρὸς δὲ καὶ μαλακὸς διὰ τὴν χαυνότητα τοῦ πνεύμο‐ νος, ἔχων τι καὶ κυματῶδες ἐν ἑαυτῷ. Τρέπονται δὲ οἱ σφυγμοὶ καὶ ἐν τοῖς μαραινομένοις κατὰ τὸ εἶδος τοῦ μαρασμοῦ· πρῶτον μὲν τὸ κατὰ φύσιν
10γῆρας· δεύτερον τὸ ἐκ νόσου γῆρας· τρίτον τὸ ἀπὸ τοῦ ἑκτικοῦ μεταπίπτον εἰς μαρασμόν· καὶ τέταρτον ὁ περι‐ φρυγὴς μαρασμὸς, ὅστις γίνεται ἀπὸ μεταπτώσεως τῶν συνεχῶν πυρετῶν. Ὁ μὲν τοῦ κατὰ φύσιν γήρως, μα‐ ρασμοῦ σφυγμὸς οἷός ἐστι καὶ ἐν ταῖς γεροντικαῖς ἡλικίαις,
15ὁ δὲ τοῦ ἐκ νόσου μικρὸς καὶ ἀμυδρὸς, ταχὺς καὶ πυκνὸς, διὰ τοῦ θερμαίνεσθαι τοὺς τοιοῦτον νόσημα ἔχοντας· ὁ δὲ ἀπὸ μεταπτώσεως τοῦ ἑκτικοῦ γενόμενος αὐτὸν τὸν ἑκτικὸν ἔχει ἐπιτεταμένον· ὁ δὲ περιφρυγὴς μαρασμὸς, ὡς τὸ πλῆθος τῆς σήψεως ἐκ τῶν συνεχῶν πυρετῶν με‐
20τέπεσεν εἰς αὐτὸν, τοσοῦτον καὶ ἡ αὔξησις τῆς θερμα‐ σίας ἐν αὐτῷ γενήσεται. Ἐν πᾶσι δὲ τοῖς τοιούτοις πυρετοῖς τε καὶ σφυγμοῖς εἰδέναι χρὴ καθόλου ὅτι αἱ ἀταξίαι τῇ ἀνωμαλίᾳ ἕπον‐ ται, σπανίως δὲ εὑρεθῆναι ἄτακτον ἀνώμαλον σφυ‐
25γμὸν, διὰ τὸ τοὺς ἀνωμάλους τεταγμένους σφυγμοὺς καὶ ἐν ταῖς μικροτέραις βλάβαις εὑρίσκεσθαι· τοὺς δὲ ἀνωμάλους καὶ ἀτάκτους σφυγμοὺς χωρὶς μεγάλης βλάβης
ἀδύνατον εὑρεθῆναι.67

69

Τρέπονται δὲ οἱ σφυγμοὶ καὶ ἐν τοῖς φρενιτικοῖς νοσή‐ μασι κατὰ τὸ εἶδος τῆς φρενίτιδος· μία μὲν γάρ ἐστι φρε‐ νῖτις φλεγμονὴ τῶν περὶ τὸν ἐγκέφαλον, ἥτις κατὰ πρωτοπάθειαν γίνεται· ἄλλη δέ ἐστι φρενῖτις φλεγμονὴ
5τοῦ διαφράγματος, ἐξ ἧς μεταλαμβάνει ὁ ἐγκέφαλος κατὰ συμπάθειαν. αὗται τοὺς σφυγμοὺς σκληροὺς ἔχουσι καὶ μικροὺς καὶ ἀμυδροὺς, διὰ τὸ ἀμφοτέρας ἐν νευρώδεσι μορίοις γενέσθαι· καθ’ ὃ μὲν γὰρ φλεγμαίνουσιν ἀμφό‐ τεραι τοὺς σφυγμοὺς καὶ κοινοὺς ἔχουσι, καὶ ἰδίους·
10καθ’ ὅ γε ἡ μία φλεγμονὴ πλησιάζει τῇ καρδίᾳ πυκνο‐ τέρους καὶ ταχυτέρους ἕξει· σπασμώδεις δὲ ἀμφοτέρων οἱ σφυγμοὶ γίνονται κατ’ ἀμφότερα τὰ μέρη τῆς διαστολῆς καὶ, ὡς ἂν εἴποι τις, ὑποτρέμειν δοκῶν αὐτοὺς καὶ ἀνα‐ φέρεσθαι καὶ καταφέρεσθαι τὴν ἀρτηρίαν κλονωδῶς κα‐
15ταλιποῦσαν τῇ κινήσει τὸν ἴδιον τόπον. τὸ δὲ ἄγαν τοῦ σφυγμοῦ πυκνὸν ἐφεδρεύουσαν ἀπειλεῖ συγκοπήν. Ἐν δὲ τοῖς κατόχοις καὶ τοῖς ληθάργοις σχεδὸν ὅμοιος ἡ τροπὴ τῶν σφυγμῶν γίνεται, ἐπειδὴ ταῦτα τὰ νοσήματα ὅμοιά εἰσι καὶ κατὰ πολλὰ κοινωνοῦσιν ἀλλή‐
20λοις. ἐν γὰρ τῷ ὄπισθεν μέρει τοῦ ἐγκεφάλου παθόντι ἀμφότερα γίνονται, καὶ ὑπὸ φλεγματικοῦ αἰτίου ὡσαύ‐ τως ἀμφότερα· καὶ διὰ ταῦτα βραδυτέρους καὶ ἀραιοτέ‐ ρους τοὺς σφυγμοὺς ἔχουσιν, εἰς δὲ τὸ μέγεθος διαφέ‐ ροντας. ὁ γὰρ τῶν κατόχων σφυγμὸς μέγας ἐστὶ καὶ σκλη‐
25ρὸς καὶ ὁμαλὸς, τῶν δὲ ληθαργικῶν καὶ μικρὸς καὶ μα‐ λακὸς καὶ ἀνώμαλος. διαφέρουσι δὲ ἀλλήλων καὶ τῷ λύεσθαι μὲν τὴν ὅλην ἕξιν τοῦ σώματος καὶ διοιδίσκε‐ σθαι τοῖς ληθαργικοῖς, ἐσφίγχθαι δὲ καὶ συνέχεσθαι
τοῖς κατόχοις.69

71

Τῶν δὲ σπωμένων διὰ ξηρότητα ὁ σφυγμὸς νευρωδε‐ στέραν ἐμφαίνων τὴν ἀρτηρίαν καὶ οἷον διατεταμένην ἐξ ἀμφοτέρων τῶν μερῶν ὥσπερ χορδῆς μεθισταμένης καὶ οἷον διατεταμένης τοῦ οἰκείου τόπου πονεῖ. διαφερομένη δὲ
5καὶ αὖθις κάτω μεθισταμένη κλονωδῶς ἀνώμαλον τὸν σφυ‐ γμὸν ἀποτελεῖ, καὶ ποτὲ μὲν ταχέως κινεῖται, ποτὲ δὲ βραδέως. δοκεῖ δὲ καὶ σφοδρὸς εἶναι καὶ μέγας ὁ τῶν σπωμένων σφυγμὸς, ἅπασα γὰρ ἡ πληγὴ διὰ μὲν τὴν τάσιν εὔρωστος φαινομένη· διὰ δὲ τὸν κλόνον ἐκπεπηδη‐
10κότες. ὅθεν καὶ ὑψηλὸς ἔσθ’ ὅτε. καὶ οὐκ ἄν τινα λά‐ θοι τῶν ἠσκημένων ὁ σφυγμὸς οὗτος. εἰ δὲ διὰ πλήρωσιν γίνεται, μικρὸς αὐτοῖς ὁ σφυγμὸς καὶ ἀμυδρὸς, καὶ τα‐ χὺς, καὶ πυκνός ἐστι, διὰ τὸ πανταχόθεν συνέχεσθαι τὴν ἀρτηρίαν τῇ περισσείᾳ τῆς ὕλης.
15 Ὁ παραλύσεως σφυγμὸς μικρός ἐστι καὶ ἀμυδρὸς καὶ βραδὺς, ὅτι καὶ τὸ πάθος ψυχρὸν καὶ δύναμις ἄῤῥωστός ἐστιν ἐν τοῖς παραλελυμένοις. κατ’ ἐπίτασιν γεγονυίας τῆς παραλύσεως καὶ πυκνὸς γίνεται, καὶ ὑποδιαλείπων ἄτακτος.
20 Ἐπιληπτικῶν καὶ ἀποπληκτῶν οἱ σφυγμοὶ παρα‐ πλήσιοι ἀλλήλοις, ὅτι καὶ τὰ νοσήματα ὅμοιά εἰσι· διὰ δὲ τὸ ψυχρὸν εἶναι καὶ ἐξ αἰτίου ψυχροῦ γίνεσθαι τοὺς σφυγμοὺς ἔχουσι μικροὺς καὶ βραδεῖς καὶ ἀμυδρούς, εἰ δὲ ἰσχυρὸν κρατῶσί γε ἀμφότερα τὰ παθήματα, ὡς βα‐
25ρύνεσθαι τὴν δύναμιν, καὶ ἀμυδροὺς καὶ πυκνούς. Ὁ συναγχικῶν σφυγμὸς, ἐπειδὴ τὸ πάθος φλεγμονὴ,
[εἰς συμπάθειαν τὴν ἀρχὴν αὔξει, ὅτι καὶ πλησιάζει71

73

αὐτῇ,] τῷ λόγῳ οὖν τῆς φλεγμονῆς σκληροὺς καὶ μικροὺς σφυγμοὺς ἀποτελέσει, ἢν δὲ ἰσχυρὰ πνίξις αὐτοὺς κα‐ ταλάβῃ, καὶ πυκνοὶ ἐξ ἀνάγκης οἱ σφυγμοὶ γενήσονται. Ὀρθοπνοίας ὀξείας ὁ σφυγμὸς ἀνώμαλος, ἄτακτος,
5ἐκλείπων καὶ τοῖς μὲν μέσοις τῇ κακίᾳ πυκνός, τοῖς δὲ ἐσχάτως, βίαιος, βραδύς τε καὶ ἐκλείπων, τῆς δὲ ἀναι‐ ρούσης ἤδη πυκνός. Ὑστερικῆς πνίξεως ὁ σφυγμὸς σκληρός ἐστι καὶ σπασμώ‐ δης, ἐπειδὴ καὶ ἡ μήτρα νευρώδης ἐστὶ τὴν οὐσίαν· διότι
10καὶ ψυχρᾶς κράσεως ἀραιὸν καὶ βραδὺν τὸν σφυγμὸν ἕξει· ὀλεθρίας δὲ γενομένης τῆς πνίξεως ἐξ ἀνάγκης καὶ ὁ σφυγμὸς πυκνότατος γενήσεται. Στόμαχος φλεγμήνας τρέπει τοὺς σφυγμοὺς κατὰ τὸ φλεγμονῆς εἶδος, πυκνοὺς αὐτοὺς ἐργαζόμενος· θλιβόμε‐
15νος δὲ ὁ στόμαχος, ἢ δακνόμενος, ἢ ἀλύων, ἢ λύζων, ἢ ἐμετικὸς, ἢ ναυτιῶν, ἢ ἀνώρεκτος, ἢ ὀδυνώμενος κα‐ τὰ τὸ τοῦ συμπτώματος εἶδος τρέπει τοὺς σφυγμούς. ἡ μὲν γὰρ δῆξις, καὶ οἱ ἔμετοι, καὶ αἱ ναυτίαι, καὶ οἱ λυγμοὶ, καὶ ὁ ἀλυσμὸς πυκνοὺς, μικροὺς, ἀμυδροὺς τοὺς
20σφυγμοὺς ἔχουσι, καὶ μάλιστα οἱ ἂν ἑλλέβορον εἰληφότες ὦσιν· ἐμοῦντες γὰρ σπαράσσονται καὶ ἀνωμάλους καὶ ἀτάκτους τοὺς σφυγμοὺς ἔχουσιν. ἢν δὲ εἰς κατάστασιν ἔλθωσιν, ὁμαλοὺς καὶ σφοδροὺς τοὺς σφυγμοὺς ἕξουσι. θλίψις δὲ μόνη, χωρίς τινος τῶν ὑπὸ πλεονασμοῦ τρο‐
25φῆς γενομένων, ὥστε βαρῦναι τὴν δύναμιν, ἀραιοὺς καὶ
βραδεῖς καὶ ἀμυδροὺς καὶ μικροὺς τοὺς σφυγμοὺς ἐργάζε‐73

75

ται. Καὶ ὁ τῶν βουλιμιώντων σφυγμὸς τοιοῦτός ἐστιν. Αἱ μὲν οὖν εἰς πυκνότητα τρέπουσαι διαθέσεις ἅπασαι χρονίζουσαι σφοδρότεραι γενόμεναι τὸν σκωληκίζοντα σφυ‐ γμὸν ἐργάζονται, αἱ δὲ εἰς ἀραιότητα πρὸς τῷ ἐπιτείνειν
5τὰς εἰρημένας διαφορὰς, τοιοῦτόν τι σὺν αὐταῖς εἶδος ἐπὶ τῇ καθ’ ἕνα σφυγμὸν ἀνωμαλίᾳ γεννῶσιν, ὡς εἰς πολλὰ δοκεῖν τετράφθαι τὸ σῶμα τῆς ἀρτηρίας, ὡς μη‐ δὲν ἔχεσθαι δοκεῖν [εἶναι], ἀλλ’ οἷον ψάμμου προσπι‐ πτομένης αἴσθησιν γενέσθαι τῇ ἁφῇ κατὰ τὴν διαστο‐
10λήν. Ὑδεριώντων σφυγμὸς κατὰ τὸ τοῦ νοσήματος εἶδος· τοῦ μὲν γὰρ ἀσκίτου ἀμυδρὸς, μικρὸς, καὶ πυκνὸς, καὶ διατεταμένος διὰ τὸ καταπνίγεσθαι τὴν ἀρτηρίαν ὑπὸ τοῦ ὑγροῦ καὶ διὰ τὸ ψυχρὸν εἶναι τὸ πάθος· τοῦ δὲ
15τυμπανίτου μακρὸς, σφοδρὸς, μέτριος, ὑπόσκληρος σύν τινι τάσει, ἐπειδὴ καὶ τὸ πᾶν σῶμα πεπληρωμένον ἐστὶ τοῦ πνεύματος καὶ ἄπεπτον τὸ νόσημα καὶ ψυχρόν. τοῦ δὲ ἀνὰ σάρκα κυματώδης, καὶ πλατὺς, καὶ μαλακὸς, ἐπεὶ τῷ ὑγρῷ ἐν τοῖς τοιούτοις νοσήμασι κατὰ πάντα
20τὰ κῶλα πεπλήρωται. Ἐλεφαντιώντων ὁ σφυγμὸς μικρὸς, ἀμυδρὸς, βραδὺς, πυκνὸς, διὰ τὴν ἀσθένειαν τῆς δυνάμεως καὶ διὰ τὸ ψυχρὸν εἶναι τὸν μελαγχολικὸν χυμὸν, τὰ τοιαῦτα νοσή‐ ματα ἐργαζόμενον.
25 Ὁ ἰκτέρων σφυγμὸς κατὰ τοῦ ἰκτέρου εἶδος· εἰ μὲν γὰρ διὰ φλεγμονὴν τοῦ ἥπατος γένηται, τοὺς σφυγμοὺς ποιεῖ σκληροὺς, πυκνοὺς, ταχεῖς, ὥσπερ νενευκότας· εἰ
δὲ κατὰ πλεονασμοῦ τῆς ξανθῆς χολῆς, ὥστε τῷ πλήθει75

77

διώκεσθαι ὑπὸ τῆς ἀποκριτικῆς δυνάμεως, ἐπὶ τὸ δέρμα δηλονότι, οὐδὲ παρακολουθήσει, καὶ οἱ σφυγμοὶ παρὰ μικρὸν ἄπεπτοι διαμένουσι, σκληρότεροι μὲν γινόμενοι διὰ τὸ ξηρὸν γενέσθαι τὸ σῶμα, καὶ ὀλίγον πυκνοὶ, καὶ
5ταχεῖς. Καὶ περὶ μὲν τῶν σφυγμῶν διδασκαλίας ἱκανὰ τὰ εἰ‐
ρημένα, Χριστοῦ συμπράξαντος ἡμῖν.77