TLG 0729 003 :: THEOPHILUS Protospatharius :: De excrementis THEOPHILUS Protospatharius Med., Protospatharius De excrementis Citation: Chapter — section — (line) | ||
t1 | ΘΕΟΦΙΛΟΥ ΠΕΡΙ ΔΙΑΧΩΡΗΜΑΤΩΝ. | |
Prt | ΠΡΟΟΙΜΙΟΝ. | |
Pr1 | Ἐπειδὴ τὰς διαθέσεις τοῦ σώματος τῶν ἐν τῷ βάθει κειμένων μορίων, τάς τε κατὰ φύσιν καὶ τὰς παρὰ φύσιν ἐκ τῶν ἐκκρινομένων περιττωμάτων γινώσκομεν, ὁδὸς δὲ τῶν ἐκκρίσεων ἡ κάτωθεν διττή, ἡ μὲν δι’ οὔρων, ἡ δὲ | |
5 | διὰ γαστρός, καὶ αὐτῶν τῶν ἐκκρίσεων τὰ μὲν κατὰ φύσιν ἐστί, τὰ δὲ παρὰ φύσιν, καλῶς ἔχον ἐστὶ καὶ περὶ αὐτῶν διορίσασθαι τὰ νῦν ἀκριβέστερα. | |
---|---|---|
Pr2 | Ἀλλ’ ἐπειδὴ περὶ δια‐ φορᾶς οὔρων ὁ πρὸ τοῦδε λόγος ἱκανῶς ἐξηγήσατο, δέον ἡμῖν ἐν τῷ νῦν λόγῳ διδάξαι τῶν διὰ γαστρὸς ἐκκρινομέ‐ νων περιττωμάτων τὰ γένη, καὶ τὰς διαφορὰς αὐτῶν, καὶ | |
5 | τί σημαίνουσιν ἓν ἕκαστον αὐτῶν; ὅπως ἐκ τούτων τοὺς ἀφανεῖς πάσχοντας τόπους εὐχερῶς καταμάθωμεν καὶ τὴν δέουσαν τάξιν τοῖς βοηθήμασιν ἐπιθήσωμεν, καὶ τὰς θε‐ ραπείας αὐτῶν εὐκάλως προσενέγκωμεν, καὶ τὴν ὑγείαν τοῖς καλῶς θεραπευομένοις ἀνθρώποις ἀπονέμωμεν. | |
Pr3 | Ὁ μὲν οὖν λόγος, τὸ παρὸν γράμμα, σπουδάζει διδάξαι περὶ διαχωρημάτων· λέγομεν οὖν πρότερον, τί ἐστιν ἁπλοῦν διαχώρημα, εἶτα τὸν τόπον, εἰς ὃν γεννᾶται, μετὰ δὲ ταῦτα | |
5 | ποῦ διακρίνεται, ἔπειτα τὸν τόπον, εἰς ὃν εἰδοποιούμενον κόπρος ἀποτελεῖται. | |
6 | ||
1t | Περὶ διαχωρημάτων γενέσεως καὶ διαφορᾶς. | |
1.1 | Διαχώρημα δὲ λέγειν ἢ ἀποπάτημα ἢ ὑποχώρημα· | |
οὐ διοίσουσι γὰρ κατὰ τὸ πρᾶγμα, εἰ καὶ διάφορα τὰ ὀνό‐ ματα. | 397 | |
1.2 | Ἐστὶν οὖν τὸ ἁπλῶς διαχώρημα τὸ ἀποσκυβά‐ λισμα τοῦ ἐν τῇ γαστρὶ πεφθέντος χυλοῦ. | |
1.3 | Τοῦ οὖν χυ‐ λοῦ ὠθουμένου ὑπὸ τῆς ἀποκριτικῆς δυνάμεως τῆς γαστρὸς εἰς τὰ λεπτὰ ἔντερα ἀδιακρίτως (οὐ γάρ ἐστιν ἐν τοῖς ἐν‐ τέροις δύναμις ἑλκτική, καθὼς ἡ θέσις τῶν ὑγιεινῶν δηλοῖ), | |
5 | πρῶτον μὲν διακρίνεται ὁ χυλός, εἶτα διαχωρίζεται τὸ σκύ‐ βαλον ἀπὸ τοῦ καθαροῦ χυλοῦ, ὠθούμενον καὶ διωκόμε‐ νον πρὸς τὰ παχέα ἔντερα ὡς ἄχρηστον. | |
1.4 | Τὸν γὰρ κα‐ θαρώτατον χυλὸν ἕλκει τὸ ἧπαρ διὰ τῶν μεσαραϊκῶν φλε‐ βῶν εἰς τὰς πύλας αὐτοῦ εἰς κατασκευὴν αἵματος. | |
1.5 | Τὸ οὖν ἀποδιωχθὲν ἐν τῇ διακρίσει τῶν λεπτῶν ἐντέρων σκύ‐ βαλον εἰς τὰ παχέα ἔντερα, τὴν μόρφωσιν ἐν αὐτοῖς λα‐ βὸν τοῖς παχέσιν ἐντέροις ἡ κόπρος ἀποτελεῖται. | |
1.6 | Αὕτη ἡ κόπρος ἐν τῷ διαφορηθῆναι ἢ μαλθακὴ φαίνεται, ἢ σκληρά· καὶ ἢ συνεστηκυῖα ἢ διεσπασμένη· καὶ ἢ κατὰ τὴν ὥραν τῆς πέψεως ἢ ἀκαίρως· καὶ ἢ πολλὴ ἢ ὀλίγη· | |
5 | καὶ ἢ ταχεῖα κατὰ τὴν διέξοδον ἢ βραδεῖα· καὶ ἢ ἀθρόα ἢ κατ’ ὀλίγον· καὶ ἢ κεχρωσμένη ἢ λευκή· καὶ ἄλλαι δὲ κατὰ μέρος πολλαὶ διαφοραὶ τῶν διαχωρημάτων, ὡς προϊὼν ὁ λόγος διδάξει. | |
1.7 | Ἐν δὲ τῷ νῦν περὶ τοῦ κατὰ φύσιν διαχωρήματος εἴπωμεν, ὅτι καὶ τὰ παρὰ φύσιν διαχωρη‐ μάτων εἴπωμεν, ὅτι καὶ τὰ παρὰ φύσιν διαχωρήματα ἐξ αὐτῶν γνωρίζωμεν. | |
4 | ||
2t | Περὶ τοῦ κατὰ φύσιν διαχωρήματος. | |
2.1 | Ἔστι τοίνυν τὸ κατὰ φύσιν διαχώρημα ἐν τοῖς ὑγιαίνουσι καὶ τοῖς νοσοῦσι τὸ μαλθακὸν καὶ συνεστηκός, καὶ κατὰ τὴν ὥραν τὴν μετὰ τὴν πέψιν διαχωρούμενον, ἀμέμπτως ὑγιαίνειν τὴν γαστέρα πεπίστευται. | |
2.2 | Εἰ δὲ καὶ τὸ πλῆθος σύμμετρον, ἤδη καὶ τὴν ἀνάδοσιν ὡσαύτως ἐπιτελεῖσθαι, εἰ καὶ τὸ οἰκεῖον χρῶμα ἀποσώζει, ὡς εἶναι πυρρὸν ἢ ὑπόπυρρον καὶ κατὰ τὴν ὄσφρησιν μὴ λίαν δυσ‐ | |
5 | ῶδες. | |
2.3 | Οὗτός ἐστιν ὁρισμὸς ὁλόκληρος, τοιοῦτον μὲν εἶναι τὸ κατὰ φύσιν διαχώρημα, τὸ δὲ κατά τι τούτων ἐκ‐ τρεπόμενον, οὐ κατὰ φύσιν. | |
2.4 | Τὸ γὰρ συνεστηκὸς ἡνῶ‐ σθαι δεῖ τοῖς ἐν αὐτοῖς μορίοις ἅπασι καὶ ἓν ὑπάρχειν ἀκριβῶς πρὸς ἄλληλα. | |
2.5 | Εἰ δὲ τὰ μὲν ὁλόκληρά τε καὶ τραχέα καὶ σκληρὰ τῶν μορίων αὐτοῦ φαίνοιτο, τὰ δὲ ὑγρὰ καὶ ὑδατώδη, πῶς ἂν εἴη ταῦτα πρὸς ἄλληλα συνεστηκότα; διαλέλυται γὰρ ἀπ’ ἀλλήλων. | 398 |
2.6 | Καὶ τὰ μὲν τραχέα καὶ σκληρὰ κεχώρισται πάντη, τὸ δ’ ὑγρόν, ὡς ἂν ὑδατῶδές τε καὶ λεπτόν, οὐ δύναται συνιέναι ἐν τοῖς ἐντέροις, περιρρέον ἀνώμαλόν τε ἅμα καὶ οὐδαμῶς συνεστηκὸς ἐργάζεται τὸ δια‐ | |
5 | χώρημα. | |
2.7 | Δεῖ δὲ καὶ τὴν ὥραν φυλάττεσθαι τῆςἀποκρίσεως ἐπακολουθοῦσαν τῷ καιρῷ τῆς πέψεως, ὅπως μήτε ὀψιαί‐ τερον μήτε προϊαίτερον τὸ διαχώρημα γίνηται. | |
2.8 | Τὸ μὲν γὰρ ὀψιαίτερον, εἶναι τὴν πέψιν αὐτήν, τὴν διὰ τῶν ἐντέρων φοράν, ἐνδείκνυται βραδυτέραν, ἢ διὰ τὸ τὴν ἀλλοιωτικὴν δύναμιν εἶναι, ἢ τὴν ἀποκριτικήν· τὸ δὲ προϊαίτερον, ἢ τῆς | |
5 | καθεκτικῆς δυνάμεως ἀσθένειαν ἢ δῆξίν τινα ὑπὸ ξανθῆς χολῆς ἐρεθιζούσης τοὺς κατὰ τὰ ἔντερα τόπους δηλονότι. | |
2.9 | Λοιπὸν ὑπὸ τοῦ χρῆναι κατὰ λόγον τῶν εἰσιόντων εἶναι τὰ ἐκκρινόμενα διελθεῖν· ὑπέλιπε τοίνυν μαλθακὸν καὶ συνεστηκὸς καὶ τὴν ἔγκαιρον ὥραν ἐκκρινόμενον. | |
2.10 | Εἰ μὴ διασώζοιτο καὶ τὸ πλῆθος τῶν ἐδηδεσμένων, ἴσχεταί πού τι μέρος κατὰ τὸ τυφλὸν ἔντερον, ἢ τὸ κῶλον ἢ καὶ ταῖς ἄλλαις ἕλιξι ταῖς λεπταῖς. | |
2.11 | Οὐκ ἀγαθὸν τοῦτο, καὶ ὡς αἴτιον· ὡς σημεῖον, ὅτι τὴν ἀποκριτικὴν δύναμιν ἄρρωστον εἶναί φησιν· ὡς αἴτιον, ὅτι μένει τινὰ τῶν πε‐ ριττωμάτων ἔνδον, ἃ χρὴ ἐκκενοῦσθαι μᾶλλον. | |
2.12 | Καὶ τὸ χρῶμα δ’ ὑπόπυρρον ἔστω καὶ τῇ ὀσφρήσει μὴ λίαν δυσῶδες, ὥστε τὸ μὲν ἅπαντα ἔχον διαχώρημα τὰ προειρη‐ μένα, βεβαίως ἐνδείκνυται τὴν κοιλίαν ὑγιαίνειν. | |
2.13 | Τὸ δ’ ἤτοι πυρρὸν ἄκρατον εἶναι διαχώρημα, ἢ μηδ’ ὅλως κεχρωσμένον κατὰ χροιάν· τὸ μὲν πρότερον δηλοῖ πολλὴν χολὴν πυρρὰν συρρέουσαν κατὰ τὴν γαστέρα· τὸ δὲ δεύ‐ | |
5 | τερον ἐσχάτην ἀπεψίαν τῆς ἀλλοιωτικῆς δυνάμεως ἀρρω‐ στησάσης ἐν τοῖς τοιούτοις διαχωρήμασιν. | |
2.14 | Εἰ δὲ οὐ μόνον ἄπεπτος ἡ διαχώρησις, ἀλλὰ καὶ ἀθρόα καὶ ταχεῖα, καλεῖται τὸ νόσημα λειεντερία. | |
2.15 | Τῇ οὖν λειεντερίᾳ χρο‐ νισάσῃ, καθώς φησιν Ἱπποκράτης, ὀξυρεγμίη ἐπιγινομένη, μὴ γινομένη πρόσθεν, σημεῖον ἀγαθόν. | |
2.16 | Ὁμώνυμος δὲ ἡ ὀξυρεγμία, ἡ μὲν κατὰ γραμματικοὺς ὀξεῖα ὄρεξις, ἡ δὲ κατὰ τοὺς ἰατροὺς ἡμιπεψία οὖσά τις. | |
2.17 | Ταύτην καὶ Ἱπποκράτης λέγει ἐπιγινομένην τῇ λειεντερίᾳ σημεῖον ἀγαθὸν εἶναι, καθὼς καὶ ἀλλαχοῦ φησιν. Οἱ ὀξυρεγμιώ‐ δεες οὐ πάνυ τι πνευματώδεές εἰσιν. Οἱ γὰρ πνευματώ‐ | 399 |
5 | δεες παντελῶς εἰσιν ἄπεπτοι. [Οἱ δὲ ἡμίπεπτοι οὐκ εἰσὶν ἄπεπτοι.] | |
6 | ||
3t | Διὰ ποίαν αἰτίαν ἐλάττονα γίνονται τὰ διαχωρήματα. | |
3.1 | Τὰ μὲν οὖν ἐλάττονα διαχωρήματα ἢ παρὰ τὴν τῶν ἐδηδεσμένων προσφοράν, ἢ διὰ πολλὴν ἀνάδοσιν γίνονται, καθώς φησιν Ἱπποκράτης. Οὔρησις νυκτὸς πολλὴ γινο‐ μένη ἐξικμάζεσθαί τε καὶ ξηραίνεσθαι τὸ καλῶς πεφθὲν | |
5 | σημαίνει. Ὥσπερ δι’ ἀρρωστίαν ἀναδόσεως ὑγρότερα καὶ πλείονα τοῦ δέοντος ὑπιέναι σημαίνει. | |
6 | ||
4t | Περὶ συνεχῶν διακρίσεων. | |
4.1 | Συνεχεῖς δ’ ἐκκρίσεις γίνονται ἢ δι’ ἀτονίαν ἢ διὰ δῆξιν. Ἡ μὲν οὖν ἀτονία τῶν κατὰ τὴν κοιλίαν ὀργάνων, ἡ δὲ δῆξις διὰ μοχθηροὺς χυμοὺς περιεχομένους κατὰ τὴν γαστέρα. | |
4.2 | Τέσσαρες δέ εἰσιν αἰτίαι τῶν δακνόντων πε‐ ριττωμάτων· ἤτοι φαρμακώδης τις δύναμις ἐς τοσοῦτον λειφθεῖσα, ἢ καθ’ ἑαυτήν, ἢ καὶ τῶν ἐδεσμάτων ἐπιδια‐ φοράν. | |
4.3 | Καὶ ὅσα ἐκ τοῦ σώματος εἰς τὴν γαστέρα συρ‐ ρεῖ δακνώδη περιττώματα, καὶ ὅσα κατ’ αὐτὴν γεννᾶται, καθάπερ ἐν δυσεντερίαις ταῖς ἐφ’ ἑλκώσεσιν, ἢ διὰ παρά‐ λυσιν τοῦ κατὰ τὸν δάκτυλον μυὸς τοῦ ὀνομαζομένου | |
5 | σφιγκτῆρος· ἀπροσαίρετος γὰρ ἐπὶ τῇ παραλύσει τοῦ μυὸς τούτου, καὶ διὰ τοῦτο ἄτακτός ἐστι καὶ ἄκαιρος καὶ συνεχής. | |
6 | ||
5t | Τί σημαίνει τὸ λευκὸν καὶ ξηρὸν διαχώρημα. | |
5.1 | Τὸ λευκὸν καὶ ξηρὸν διαχώρημα σημαίνει τὴν γαστέρα ψυχροτέραν εἶναι· σημαίνει καὶ ἔμφραξιν τοῦ χολώδους ἀγ‐ γείου, καὶ τὴν ἑλκτικὴν δύναμιν τοῦ ἥπατος ἀρρωστοτέραν εἶναι· διὰ γὰρ τὸ γενέσθαι πολλὴν ἀνάδοσιν ἐν τῷ ἥπατι | |
5 | τοῦ καθαρωτέρου χυλοῦ ἄνικμον κατελείφθη τὸ διαχώρημα. | |
5 | ||
6t | Τί δηλοῖ τὸ λευκὸν καὶ ὑγρὸν διαχώρημα; | |
6.1 | Τοῦτο τοῦ προτέρου κατὰ τὸ ἓν σκέλος ἐναντίον· | |
τὸ μὲν γὰρ λευκὸν ἐν ἀμφοτέροις ὂν ψυχρότητα τῆς γα‐ στρὸς σημαίνει, ἀσθένειαν δὲ τῆς ἑλκτικῆς δυνάμεως τοῦ ἥπατος. | 400 | |
6.2 | Οὐ γὰρ ἴσχυσεν ἕλξαι τὸ ἧπαρ τὸν ἐκ τῆς γα‐ στρὸς πρὸς ἔντερα ἐκκρινόμενον καθαρὸν χυλόν· καὶ διὰ τοῦτο γέγονε καὶ τὸ διαχώρημα κάθυγρον. | |
6.3 | Σημαίνει δὲ τὸ τοιοῦτον καὶ πλῆθος βρωμάτων βαρυνόντων τὴν δύναμιν καὶ μὴ ἐώντων καλῶς πεφθῆναι. | |
3 | ||
7t | Περὶ ψυχρῶν διαχωρημάτων. | |
7.1 | Ἡ δὲ γαστὴρ ψύχεται ἢ ἐκ τῶν ἔσωθεν, ἢ ἐκ τῶν ἔξωθεν ἀπορίᾳ σκεπασμάτων. Ἐκ δὲ τῶν ἔσωθεν ἢ διὰ ψυχροποσίαν πολλήν, ἢ δι’ ἀτονίαν φυσικήν. | |
7.2 | Τοιαῦτα γίνονται ὡς ἐπὶ τῶν γερόντων, καὶ ἐξεπίτηδες νοσημάτων, ὡς ἐπὶ τῶν ὑδρωπικῶν, καὶ διὰ φλέγματος περιουσίαν, καὶ μάλιστα εἰ καὶ ἀφρῶδες εἴη τὸ τοιοῦτον διαχώρημα. | |
7.3 | Ση‐ μαίνει γὰρ ἀπὸ τῆς κεφαλῆς φλέγμα καταρρεῖν, καθώς φησιν Ἱπποκράτης· ὁκόσοισιν ἀφρώδεα διαχωρήματα ἐν τῇσι διαρροίῃσι, τουτέοισιν ἀπὸ τῆς κεφαλῆς φλέγμα καταρρεῖ. | |
4 | ||
8t | Περὶ ἀπέπτων διαχωρημάτων. | |
8.1 | Τὸ ἄπεπτον διαχώρημα ἢ ὅλον ὅλως ἐστὶν ἄπεπτον, ἢ κατά τι τούτων παραλλάττον. Τὸ μὲν οὖν καθόλου ἄπεπτον καὶ τραχὺ καὶ ἀζύμωτόν ἐστι καὶ τὴν τῶν ἐδη‐ δεσμένων διαφυλάττον ποιότητα. Τὸ δὲ κατά τι μέρος ἢ | |
5 | κατὰ χρῶμα διαλλάττον, ἢ κατά τι τῶν συστατικῶν διαφο‐ ρῶν ἐστιν· ὡς εἶναι καὶ ἄλλο γένος διαχωρήματος ἐπὶ τού‐ τοις, τὸ μηκέτι ἐκ τῆς τῶν σιτίων διαθέσεως, ἢ ἐξ ἄλλης διαφορᾶς παραλλάττον, ἀλλ’ ἐκ τῆς τῶν ῥεόντων περιττό‐ τητος ἐκ παντὸς τοῦ σώματος ἐνδείκνυσθαί τι δυνάμενον | |
10 | ἀπεψίας εἶδος, οἷόν περ καὶ τὸ πυρρὸν ἀκράτως, ὅτι ὁ τῆς πυρρᾶς χολῆς χυμὸς ἄκρατός τε καὶ πολὺς εἰς τὸν γαστέρα συρρέων γίνεται. | |
12 | ||
9t | Περὶ χλωροῦ διαχωρήματος. | |
9.1 | Τὸ δὲ χλωρὸν τῆς ἰώδους χολῆς ἐστι γνώρισμα, καὶ ἄλλα διαχωρήματα προσλαμβάνονται. καὶ γράφει περὶ τού‐ των Ἱπποκράτης ἐν Ἀφορισμοῖς. Οἷσι χυλώδεα διαχωρή‐ | |
ματα, κωφώσεως ἐπιγινομένης, παύονται, καὶ ὁκόσοις κώ‐ | 401 | |
5 | φωσις, χολωδέων ἐπιγινομένων, παύονται. Καὶ ἐν ἄλλῳ ἀφορισμῷ· Ἐν νούσῳ πολυχρονίῃ ἀπόσιτοι καὶ ἄκρατοι ὑποχωρήσεις. Καί, ἐπὶ ἀκράτῳ ὑποχωρήσει δυσεντερία γί‐ νεται διὰ δῆξιν. | |
8 | ||
10t | Περὶ μέλανος διαχωρήματος. | |
10.1 | Ὡσαύτως δὲ τὰ μέλανα διαχωρήματα γίνονται, ἢ ἀπὸ μελαίνης χολῆς τῆς ἐξ ὑπεροπτήσεως, ἢ ἀπὸ μελαγχο‐ λικοῦ χυμοῦ, ἢ ἐξ αἵματος κατὰ γαστέρα ὑπεροπτηθέντος. | |
10.2 | Τὰ μὲν οὖν ἀπὸ μελαίνης χολῆς διαχωρήματα γινόμενα κατὰ πάντα εἴτ’ ἐν ταῖς ἀρχαῖς τῶν νοσημάτων, εἴτ’ ἐν τοῖς ἄλλοις καιροῖς γινόμενα, καθώς φησιν Ἱπποκράτης· Νοσημάτων ὁκόσων ἐρχομένων ἡ χολὴ μέλαινα ἢ ἄνω ἢ | |
5 | κάτω ὑπέλθῃ, θανάσιμον. Καὶ ἐν ἄλλῳ ἀφορισμῷ· Ὁκό‐ σοισιν ἐκ νοσημάτων ὀξέων ἢ πολυχρονίων ἢ ἐκτρωμάτων ἢ ἄλλως λελεπτυσμένοις, ἢν χολὴ μέλαινα ἢ ὁκοῖον αἷμα ὑπέλθῃ, τῇ ὑστεραίῃ ἀποθνήσκουσι. Καὶ ἄλλως· Δυσεντε‐ ρίη ἢν ἀπὸ χολῆς μελαίνης ἄρξηται, θανάσιμον. Καὶ ἄλλως· | |
10 | Τὰ μέλανα ὑποχωρέοντα κακόν. | |
10.3 | Τὰ δὲ ἀπὸ μελαγχολι‐ κοῦ χυμοῦ γινόμενα διαχωρήματα ὡς ἐπὶ πολὺ λυσιτελῆ, καθάπερ ἐπὶ σπληνὶ κακωθέντι, ὥς φησιν Ἱπποκράτης· Τοῖσι σπληνώδεσι δυσεντερίη ἐπιγινομένη, ἀγαθόν· ἢ ἐπὶ | |
5 | λύσει τοῦ μελαγχολικοῦ νοσήματος· ἢ ἐπὶ τεταρταίου χρο‐ νίζοντος. | |
10.4 | Οὕτω δὲ καὶ τὰ ἐξ ὑπεροπτήσεως αἵματος γινόμενα ἀκίνδυνα πάντα τῷ διώκεσθαι ὑπὸ τῆς ἀποκρι‐ τικῆς δυνάμεως λόγῳ κρίσεως, καθὼς καὶ ἐν Ἀφορισμοῖς γράφει· Αἷμα ἄνω μὲν ὁποῖον ἂν εἴη, κακόν· κάτω δέ, | |
5 | ἀγαθόν. | |
5 | ||
11t | Περὶ αἱματωδῶν διαχωρημάτων. | |
11.1 | Τὰ μὲν οὖν αἱματώδη διαχωρήματα πολλὰ ση‐ μαίνει· ἢ γὰρ βλάβην τοῦ ἥπατος, ἢ διέλκωσιν ἐντέρων, ἢ διαρῆξιν ἀγγείου. | |
11.2 | Βλάπτεται μὲν οὖν τὸ ἧπαρ ἢ θερμαινόμενον παρὰ φύσιν, ἢ ψυχόμενον, ἢ ξηραινόμε‐ νον, ἢ ὑγραινόμενον. | |
11.3 | Εἰ μὲν οὖν θερμὴ δυσκρα‐ σία, [κατοπτᾷ τοὺς ἐν τῷ ἥπατι χυμούς, καὶ καίει τοὺς | |
διὰ τῶν μεσαραϊκῶν φλεβῶν ἀναφερομένους. ἡ ψυχρὰ δὲ παχὺν καὶ δύσρουν καὶ δυσκίνητον ἐργάζεται τὸν ἤδη | 402 | |
5 | περιεχόμενον ἐν αὐτῷ φλεγματικὸν καὶ ὠμὸν χυμόν, ἡμί‐ πεπτον δὲ τὸν ἀναφερόμενον. | |
11.4 | Οὕτω δὲ καὶ ἡ ξηρὰ ξηροτέρους καὶ παχυτέρους ἐργάζεται τοὺς ἐν τῷ ἥπατι χυμούς, ἡ δὲ ὑγρὰ λεπτοτέρους καὶ ὑδατωδεστέρους. | |
11.5 | Ἐὰν οὖν ἴδητε διαχωρήματα νεοσφαγῶν κρεῶν πλύμασιν ἐοικότα, βεβαιότατον γνώρισμα τοῦτο ὑμῖν ἔστω πάθους ἡπατικοῦ. | |
11.6 | Καλεῖται δὲ ἐξαιρέτως ἡπατικὰ παθήματα κατὰ τὴν ἀρ‐ ρωστίαν τῆς δυνάμεως αὐτοῦ γινόμενα. τῆς γὰρ τοῦ ἥπα‐ τος οὐσίας εἰσὶ ταῦτα ἴδια παθήματα. | |
11.7 | Ὁμοίως δὲ καὶ ὅταν οἷον αἵματος τρύγα θεάσησθε διαχωρούμενον, ἡπα‐ τικὸν καὶ τοῦτο ἰστέον εἶναι τὸ γνώρισμα. | |
11.8 | Τὸ μὲν οὖν ἰχωρῶδες αἷμα, τὸ οἱονεὶ πλύμασι κρεῶν διαχωρούμενον, σημαίνει ἀτονίαν τῆς καθεκτικῆς δυνάμεως τοῦ ἥπατος. οὐ γὰρ ἴσχυσε δι’ ὅλου τοῦ χρόνου καθέξειν, ἵνα τὸν πρέ‐ | |
5 | ποντα κόσμον τῆς πέψεως τὸ αἷμα ἀπολάβῃ, καὶ διὰ τοῦτο παλινδρομῆσαν διὰ τῶν μεσαραϊκῶν φλεβῶν εἰς τὰ ἔντερα ἀπεστράφη καὶ διεχωρήθη τοιοῦτον. | |
11.9 | Ἔρχεται δέ ποτε οὐ μόνον ἐξ ἥπατος εἰς γαστέρα, ἀλλὰ καὶ ἐκ παντὸς τοῦ σώματος αἷμα, ὥσπερ ἐν ταῖς κρίσεσι καὶ ἐν ὑγιαίνου‐ σιν ἀνθρώποις καὶ γυναιξὶ κατὰ τὴν ἔμμηνον κάθαρσιν | |
5 | τοῦτο διαχωρεῖται, συμπῖπτον ταῖς αἱματικαῖς δυσεντερίαις. | |
11.10 | Τὸ δὲ ἐοικὸς διαχώρημα τρυγὶ αἵματος, ὑπεροπτηθῆ‐ ναι τὸ αἷμα σημαίνει ἢ δι’ ἀσθένειαν τῆς ἀποκριτικῆς δυ‐ νάμεως τοῦ ἥπατος, ἢ διὰ θερμασίαν τινὰ καταλαβοῦσαν τὸ σπλάγχνον. ταῦτα μὲν οὖν διαχωρεῖται, ἥπατος πά‐ | |
5 | σχοντος. | |
5 | ||
12t | Περὶ δυσεντερίας. | |
12.1 | Ὅταν δὲ ἴδητε κατ’ ἀρχὰς μὲν χολὴν ἄκρατον δια‐ χωρουμένην, ἐπακολουθῇ δὲ αὐτῇ ξύσματα, μετὰ δὲ ταῦτα συνέρχηται καὶ αἵματος μῖξις σμικρά, ἕλκωσιν τῶν λοιπῶν ἐντέρων δηλοῖ τὰ τοιαῦτα διαχωρήματα, ἥντινα ἕλκωσιν | |
5 | δυσεντερίαν ὀνομάζουσιν. | |
12.2 | Ὁπότε μὲν οὖν μόνα ταῦτα τὰ ξύσματα διαχωρεῖται, ταῦτα σημαίνει· εἰ δέ τι πιμελῶ‐ δες αὐτοῖς συνεκκρίνεται, τῶν παχέων ἐντέρων εἶναι τὴν ἕλκωσιν δηλοῖ. | |
12.3 | Τοῦ δὲ αἵματος συνεκκρινομένου τοῖς ἄλλοις, ἢ ἀναμέμικται αὐτοῖς, ἢ καθ’ ἕν τι μέρος αὐτοῖς ἐποχεῖται. | 403 |
12.4 | Εἰ μὲν οὖν ἀναμεμιγμένον αὐτοῖς ἐστιν, ἐν τοῖς ὑψηλοτέροις ἐνδείκνυται τὴν ἕλκωσιν εἶναι· εἰ δὲ ἐποχεῖται, ἐν τοῖς ταπεινοτέροις. | |
12.5 | Ὡσαύτως δὲ κἂν ἐφελ‐ κὶς ἐκκρίνηται, κἂν χιτὼν ἐντέρου, δηλώσει ποίων ἐντέρων ἐστί. σήψεως γὰρ πολλῆς γεγονυίας ἐν τοῖς παχέσιν ἐντέ‐ ροις, ἐξέρχεται χιτὼν ἐν τοῖς διαχωρήμασι. | |
4 | ||
13t | Τίνα σημεῖα τεινεσμοῦ. | |
13.1 | Ἐὰν δὲ κατὰ τὰς ἐκκρίσεις σφοδρὰς μὲν τάσεις] καὶ προθυμίας ἰσχυρὰς ἐπιφέρουσα, ἐκκρίνουσιν ὀλίγα κατ’ ἀρχὰς μὲν φλεγματώδη καὶ πιμελώδη· προιόντος δὲ τοῦ χρόνου ξυσματώδη, ἕλκωσιν τοῦ ἀπευθυσμένου σημαίνει. Ταύτην | |
5 | δὲ τὴν ἕλκωσιν ὀνομάζουσι τεινεσμόν. | |
13.4 | Ἐὰν δ’ ἔρχωνται διαχωρήματα βολβοῖς κεκαυμένοις ἐοικότα ἔν τε ὑγιαίνουσι σώμασιν νοσοῦσιν, εἰ μὲν πεπεμμένον, τὸν ἄνθρωπον ὑπὸ κλυστῆρος ***, εἰ δ’ ἄπεπτον, σημαίνει φλέγμα πολὺ ἐν τῷ | |
5 | ἀπευθυσμένῳ ἐμφράττον καὶ μὴ ἐῶν τὸν κατὰ φύσιν καιρὸν ἐξέρχεσθαι· ἢ πνεύματα παχέα ἐξ ἀπεψιῶν τὴν τοιαύτην ἔμφραξιν ποιούμενα καὶ ὡσαύτως κωλύοντα τὴν ὑποχώρη‐ σιν· ἢ καὶ αὐτὸν τὸν σφιγκτῆρα παρὰ φύσιν διατεθέντα καὶ μὴ ἐῶντα καλῶς γίνεσθαι τὴν διαχώρησιν. | |
13.5 | Γίνον‐ ται δὲ καὶ διαχωρήματα αἱματώδη πολλάκις διὰ φλεβῶν ῥῆξιν· καὶ ἐστὶ τὸ αἷμα καθαρόν τε καὶ εὔμικτον, ὡς ἐπὶ αἱμορροϊδῶν ἄνευ τε πόνου καὶ προαιρέσεως, καὶ ὀνομάζε‐ | |
5 | ται ἡ τοιαύτη φορὰ τοῦ αἵματος παρὰ τῇ κοινῇ συνηθείᾳ Ἀσκληπιασμός. | |
13.6 | Καὶ περὶ μὲν τῶν αἱματωδῶν διαχω‐ ρημάτων καὶ χλωρῶν καὶ τῶν διὰ τὸν μελαγχολικὸν χυμὸν γινόμενον ἱκανὰ τὰ εἰρημένα. | |
3 | ||
14t | Περὶ φλεγματωδῶν διαχωρημάτων. | |
14.1 | Ἔρχεται δὲ διὰ γαστρός ποτε φλέγμα παχύ, λευκόν, καθαρόν, ἄκοπρον, συνεστηκός, ἐξογκούμενον, ὅμοιον τοῖς θαλαττίοις πνεύμοσι. Τοῦτο εἴδομεν μετὰ πολλῆς βίας ἐλθὸν διὰ γαστρός, καὶ ἐδήλωσε λύσιν ἐμφράξεως προσ‐ | |
5 | γεγονυίας ἐν τῷ κώλῳ. | |
14.2 | Ἔρχεται καὶ ἕτερον φλέγμα διὰ | |
γαστρὸς λευκόν, καθαρόν, ἀπ’ ἀλλήλων τῶν μερῶν αὐτοῦ ὅμοιον βουτύρῳ, ἄκοπρον, ἀβίαστον, καὶ σημαίνει κατὰ τοὺς παρακειμένους τόπους τοῦ ἀπευθυσμένου γίνεσθαι, | 404 | |
5 | συρρέειν δὲ ἐν τῷ αὐτῷ ἀπευθυσμένῳ ἐντέρῳ καθάπερ ἐπὶ τῶν κατὰ φύσιν ἐντέρων, καὶ λύσιν παρασχὸν τῶν ἀλ‐ γηδόνων τοῖς προπεπονηκόσιν τὸν αὐτὸν τρόπον. | |
14.3 | Ἔρ‐ χεται δὲ διὰ γαστρὸς πολλάκις καὶ πῦον, εἴτ’ ἐξ ἀποστήματος ῥαγέντος κατὰ τὰ σιμὰ τοῦ ἥπατος, ἢ καὶ κατὰ τὸν γα‐ στέρα, ἢ καὶ ἐν τοῖς ἐντέροις. Καὶ ἡ διαφορὰ τῶν φλεγμα‐ | |
5 | τωδῶν διαχωρημάτων, ὅτι τὰ μὲν φλεγματώδη καὶ καθαρὰ καὶ ἄοσμα, τὸ δὲ πῦον καὶ μεμωλυσμένον ἐκ τῶν αὐτῶν ἀποστημάτων, καὶ κοπρῶδες καὶ κάκοσμον. | |
7 | ||
15t | Περὶ ἑλμίνθων διαχωρουμένων. | |
15.1 | Ἔρχονται σὺν τοῖς διαχωρήμασι καὶ ἕλμινθες, καὶ σημαίνει σῆψιν πολλὴν γεγονυῖαν κατὰ τὸν γαστέρα καὶ τὰ ἔντερα καὶ διαφέρουσιν ἀλλήλων τῷ μεγέθει καὶ τῇ χροιᾷ καὶ τοῖς καιροῖς τοῦ νοσήματος. | |
15.2 | Περὶ γὰρ τὰς ἀρχὰς ἐξ ὑποκειμένης διαφθορᾶς τὴν γένεσιν λαμβάνουσιν, περὶ δὲ τὰς ἀκμὰς ἐκ πονηρᾶς νόσου, περὶ δὲ τὴν παρακμὴν ἐκ χρηστῶν αἰτίων· οἱονεὶ χείρονες μεγάλαι τῶν μικρῶν, καὶ | |
5 | αἱ πολλαὶ τῶν ὀλίγων, καὶ ζῶσαι τῶν νεκρῶν, καὶ ἐρυθραὶ τῶν λευκῶν. | |
15.3 | Ἔστι καὶ ἄλλο εἶδος ἑλμίνθων ἐρχομένων διὰ γαστρός, διαφέρον τῶν λοιπῶν ἑλμίνθων, τὸ σχῆμα τετράγωνοι. Πάντα οὖν τὰ διαχωρήματα συνεξερχόμενα μετὰ ἑλμίνθων σῆψιν σημαίνει κατά τε τὴν γαστέρα καὶ | |
5 | τὰ ἔντερα. | |
5 | ||
16t | Περὶ διαχωρήματος πελιδνοῦ, λιπαροῦ, γλίσχρου καὶ δυσώδους. | |
16.1 | Εἰ δὲ οἷον πελιδνόν τι φαίνοιτο κατὰ τὴν διαχώρη‐ σιν, οὐδενὸς τοιούτου ἐδηδεσμένου, ψύξιν τινὰ καὶ νέκρω‐ σιν σημαίνει· ὥσπερ καὶ εἰ λιπαρὸν διαχώρημα, οὐδενὸς ἐδηδεσμένου λιπαροῦ, συντήξεως εἶναι τὸ γνώρισμα. | |
16.2 | Εἰ δὲ καὶ γλίσχρον, εἰ μὴ καὶ τοῦτο κατὰ τὴν τοῦ σιτίου φύσιν εἴη, τὸ τοιοῦτον συντήξεώς ἐστι σημεῖον. ἀλλὰ τὸ μὲν λιπαρὸν πιμελῆς τηκομένης γίνεται, τὸ δὲ γλίσχρον | |
5 | αὐτῶν τῶν στερεῶν, ὥστε χεῖρον μακρῷ. | |
16.3 | Τὸ δὲ λίαν | |
δυσῶδες, εἰ μὴ καὶ τοῦτο εἴη κατὰ τὸ σιτίον, οὐ μικρὰν ἐνδείκνυται σῆψιν· ἁπλῶς δ’ εἰπεῖν, ἐπὶ πάντων οὕτω χρὴ στοχάζεσθαι, καὶ εἰ ποιότης εἴη τῶν διαχωρημάτων, οὕτως | 405 | |
5 | ἤδη σκοπεῖσθαι τὴν διάθεσιν, ὅτι κἂν μὴ λέγηται πᾶν τοῦτο προσυπακούειν χρή. | |
6 | ||
17t | Περὶ διαχωρήματος ψοφώδους καὶ ἀφρώδους. | |
17.1 | Τὸ μὲν οὖν μετὰ ψόφου διαχωρούμενον σὺν ὑγρό‐ τητι λεπτῇ, φυσῶδες εἶναι δηλοῖ τὸ διαχώρημα καὶ τὰ ὄρ‐ γανα τῆς διεξόδου στενά· τὸ δὲ ἀφρῶδες ἤτοι ζέοντός τινος, ἢ φυσώδους πνεύματος ὑγρῷ μεμιγμένου γίνεται. | |
17.2 | Τὸ μὲν δὴ πρότερον ἄμετρον θερμασίαν συντήκουσαν τὸ σῶμα ***, τὸ δὲ δεύτερον ἀνωμάλου ταραχῆς ἐστιν ἔκγονον. | |
17.3 | Θαυ‐ μαστὸν οὖν ἐστιν ἰδεῖν τὴν ἐν τοῖς ἐντέροις ἑλκτικὴν δύνα‐ μιν οὐ μόνον ἐκ τῶν ἄνωθεν ἐνεργοῦσαν εἰς τὰ κάτω, ἀλλὰ καὶ ἐκ τῶν κάτωθεν ἄνω· προωθεῖ μὲν τὴν τροφὴν | |
5 | ἐκ τῶν ἄνω μέχρι τοῦ κάτω πέρατος· ἐν δὲ δή τισιν, ὅταν ἡ περισταλτικὴ δύναμις ἐκ τῶν κάτωθεν ἄρξηται, ἡ φορὰ τῶν περιεχομένων ἐν αὐτοῖς ἄνω γίνεται. | |
17.4 | Οὕτω καὶ χυμός τις δριμὺς ἐνίοτε κατενεχθεὶς ὑπὸ τὴν ἑδρῶνα σχο‐ λουμένων τινῶν διά τινας βιωτικὰς περιστάσεις μὴ ἐχόν‐ των τούτων ἀποπατῆσαι, ἢ ὡς πράξαι τι δέον, βιαίως ἐπι‐ | |
5 | σχεθεὶς ἀνηνέχθη πάλιν ἄνω, καὶ τὴν γαστέρα δάκνει, καὶ τὴν κεφαλὴν ἀναθυμιάσεως πληροῖ, τὴν μὲν ἀρχὴν τῆς κινήσεως ἀπὸ τοῦ σφιγκτῆρος λαβὼν (ὀργάνου ψυχικοῦ) κἀντεῦθεν δ’ ἕκαστον τῶν ἐντέρων *** ὠθοῦντες αὐτὸ πάλιν ἀφ’ ἑαυτῶν, ἐν οἵῳ τρόπῳ πρότερον πρὸς τὸ ὑπερ‐ | |
10 | κείμενον, πρὸς τὸ κάταντες ὠθεῖτο. Κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐνίοτε καὶ φῦσα παλινδρομεῖ. | |
17.5 | Οὐδὲν οὖν θαυ‐ μαστόν, εἰ καὶ κλυσματικὴ κόπρος ταῖς οὕτω βιαίαις περι‐ στολαῖς τῶν ἐντέρων ἐπαναφέρεται πρότερον εἰς τὴν γα‐ στέρα παρὰ φύσιν, εἶθ’ οὕτως ὁρμᾷ πρὸς ἔμετον, καθάπερ | |
5 | ἐν εἰλεοῖς. | |
17.6 | Καὶ ἐπὶ τῶν τοιούτων νοσημάτων κόπρος δι’ ἀτονίαν τῆς κάτωθεν περισταλτικῆς δυνάμεως τῶν ἐν‐ τέρων γίνεται εἰλεός· καὶ δι’ ὄγκων παρὰ φύσιν γεννηθέν‐ των ἐν ταῖς τῶν ἐντέρων ἕλιξι σφηνωθεῖσα κωλύσειεν ἄν | |
5 | ποτε διεξέρχεσθαι. | 406 |
18t | Περὶ ποικίλων διαχωρημάτων. | |
18.1 | Τὰ δὲ ποικίλα διαχωρήματα ποτὲ μὲν ὁμοῦ διεξέρ‐ χονται, ποτὲ δὲ κατὰ μέρος διεξερχόμενα ἐστὶν αἱματώδη καὶ χολώδη καὶ πρασώδη καὶ μέλανα. Τὸ οὖν σύνθε‐ τον τοῦτο διαχώρημα πολύμορφον παρὰ τοῖς ἰατροῖς ὀνο‐ | |
5 | μάζεται. | |
18.2 | Τὰ οὖν ποικίλα ποικίλαις ἔχεσθαι διαθέσε‐ σιν ἐνδείκνυται, διὰ τοῦτο οὖν καὶ χρόνια καὶ κακοήθη καὶ πέψεως δέοντα διά τε οὖν τὸ πλῆθος τῶν διαθέσεων καὶ τοῦ χρόνου κινδυνώδη ἅπαντα. | |
18.3 | Ἐὰν δὲ τῷ μήκει τοῦ χρόνου δέξηταί ποτε μεταβολὴν ἐπὶ τὸ κρεῖττον (ἢ καλῶς γενομένοις ἢ τῆς δυνάμεως δὴ αὐτοῦ ῥωσθείσης διά τινα χαρμονὴν βιωτικὴν) οὐ πονηρά. | |
18.4 | Τοῦτο καὶ πρὸς Ἱπποκράτους ὀρθῶς εἴρηται ἐν Ἀφορισμοῖς· „Ἐν τῇσι τῆς κοιλίας ῥύσεσιν, αἱ μεταβολαὶ τῶν διαχωρημάτων ὠφελέουσιν, ἐὰν ἐπὶ τὸ κρεῖττον μεταβληθῶσιν.“ | |
18.5 | Πο‐ νηρῶν γὰρ ὄντων τῶν ποικίλων διαχωρημάτων, ἡ ἐπὶ τὸ χεῖρον μεταβολὴ ἀνέλπιστος· εὔκολον γὰρ θεραπευθῆναι τὴν ἁπλῆν διάθεσιν, καὶ ἧττον κινδυνῶδες γίνεται τοῦ | |
5 | πολυειδοῦς. | |
5 | ||
19t | Περὶ φυσῶν. | |
19.1 | Αὐτῶν δὲ τῶν φυσῶν ἐστιν ἡ γένεσις ἐκ τῶν κατὰ γαστέρα χυμῶν τινων αὐτόθι φυσωδῶν, ἢ σιτίων εἰς ἀτμοὺς λυομένων ὑπὸ θερμότητος ἐνδεοῦς ὡς ὑπὸ μιᾶς καὶ δευ‐ τέρας ἐρευγῆς ἐκκρίνεσθαι τοὺς τοιούτους. | |
19.2 | Ἡ δ’ ἐνερ‐ γοῦσα μὲν ἀμφὶ τὰ σιτία θερμότης χλιαρὰ οὖσα διαλύει μὲν ταῦτα, οὐκ ἀκριβῶς δὲ κατεργαζομένη, ἀλλ’ ὁμιχλώδη ἀποτελοῦσα, κἀντεῦθεν ἡ τοῦ φυσώδους πνεύματός ἐστι | |
5 | γένεσις. | |
19.3 | Τοῦτο διὰ μὲν τοῦ στόματος ἐκκρινόμενον ἐρυγὴν ἐργάζεται· διὰ δὲ τοῦ κάτω πέρατος ἤτοι ψοφώδη φύσαν ἢ ἄψοφον. | |
19.4 | Ἐπειδὴ δὲ μήτε ἄνω μήτε κάτω φέρηται, ἀποκλειομένη καὶ ἑλισσομένη τὴν ὀνομαζομένην ἐμπνευμάτωσιν ἀποτελεῖ, σύμπτωμα γαστρὸς ἀτονούσης ἐκκρίνειν τὸ περιττωματικόν τε καὶ ὁμιχλῶδες πνεῦμα. | |
19.5 | Κατὰ δὲ τὰ ἔντερα ἐναποκλειόμενον καὶ κινούμενον τὸ τοιοῦτον πνεῦμα πολυειδεῖς ἀποτελεῖ τοὺς ψόφους, ὀνό‐ | |
ματα μὲν οὐκ ἔχοντας, ἐνδείξεσθαι δὲ ἀνδρὶ τῷ συνετῷ δυναμένους, [ὁποῖόν τε καὶ ὁπόσον ἐστὶ τὸ περίττωμα, | 407 | |
5 | καὶ καθ’ ὅν τινα μάλιστα τόπον ἑλισσόμενον. | |
19.6 | Εἰ μὲν γὰρ ὀξὺ καὶ λεπτὸν ἠχοίη, τὸ μὲν τοιοῦτον πνεῦμα διὰ κενοῦ ἐντέρου φέρεται καὶ στενοῦ καθαρόν τε καὶ ἀερῶδες ὑπάρχον· φυσωδέστερον δὲ γενόμενον, ὁμοίως μὲν ἐργά‐ | |
5 | σεται τὸν ψόφον λεπτόν, ἐν τοῖς λεπτοῖς ἐντέροις ἑλιττό‐ μενον, ἀλλ’ οὐκ ἀκριβῶς ὀξύν. | |
19.7 | Οἱ μὲν δὴ τοιοῦτοι ψόφοι πάντες ἐν τοῖς κατὰ τὴν κύστιν μάλιστα συνίστανται χωρίοις, ὑποκαταμένοντες δὲ ἧττον ἠχώδεις ἀποτελοῦνται διὰ τὴν εὐρύτητα τῆς τοῦ πνεύματος ὁδοῦ. | |
19.8 | Ἄλλοι δὲ βομβώδεις εἰσὶ διὰ τὴν τοιαύτην αἰτίαν. Οἱ τοιοῦτοι πάν‐ τες ἐν τοῖς παχέσιν ἐντέροις συνίστανται, κενοῖς γενομένοις περιττωμάτων. | |
19.9 | Εἰ δὲ ὑγρότης τις ἐν αὐτοῖς περιέχοιτο, προσέρχεταί τις ἰδέα τῷ βόμβῳ παρὰ τῆσδε καὶ καλεῖται βορβορυγμός, ἔκκρισιν ἐπαγγελλόμενος ὑγροῦ περιττώμα‐ τος. ἡ γὰρ ἰδέα τοῦ ψόφου ταῦτα ἄμφω προμηνύει. διότι | |
5 | ἐπικινουμένη γίνεται τῇ φύσῃ κατὰ τὴν ἔκκρισιν ἡ τοῦ ὑγροῦ φορὰ καὶ τῆς κόπρου. | |
19.10 | Ὁ δὲ οἷον τρυσμός· ἑκα‐ τέρως γὰρ ὀνομάζεται ἐπὶ στενοχωρίᾳ τῶν ὀργάνων καὶ φυσώδει πνεύματι μετ’ ὀλίγης ὑγρότητος γίνεται, καὶ τοῦτο Ἱπποκράτης καλῶς ἔγραφεν ἐν προγνωστικῷ οὕτω· τοὺς δὲ | |
5 | ἐκ τῶν ὑποχονδρίων πόνους καὶ κατακυρτώματα, ἢν νεαρά τε καὶ μὴ συμφλεγμονὴ λύει βορβορυσμὸς ἐπιγενόμενος ἐν τῷ ὑποχονδρίῳ, καὶ μάλιστα μὲν διεξελθὼν σὺν κόπρῳ τε καὶ οὔρῳ. | |
19.11 | Οὕτω περὶ διαχωρημάτων σκοπεῖσθαι δεῖ τὸν ἰατρόν, καὶ οὕτως ἐκ τῆς ἰδέας διαγινώσκειν τοὺς ἐν πάθει πάσχοντας ἀφανεῖς τύπους, ἐπικαλούμενον Χριστὸν | |
τὸν ἀληθινὸν θεὸν ἡμῶν εἰς τοὺς αἰῶνας. Ἀμήν.] | 408 |